ἡμῶν·” διὰ τοῦτο ἀνωτέρω ἔλεγεν, " ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται “ τοῖς πειραζομένοις βοηθῆσαι·” πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν· εἶπεν ἐκεῖ, οὐκ ἔστι κτίσις ἀφανὴς, τὴν θεότητα αἰνιττόμενος· εἶτα ἐπειδὴ τῆς θεότητος ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· " ἔχοντες οὖν ἀρχιερέα μέ- “γαν διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὡς ὑπὲρ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθεν· ἀλλ’ οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσι, ἀλλὰ καὶ τὰ πη ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν· ποίαν; ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀντίδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἱερέα ἔνδον εἶναι, συμπαθῆσαι δυνάμενον ταῖς ἀσθενείαις ἡμῶν· οὐκέτι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις· ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα· πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος, ἵνα δύνηται συμπαθεῖν. Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
“our…” Therefore he said above, “in that he himself has suffered, having been tempted, he is able to help those who are being tempted”; for he took experience of all human things. There he said, “no creature is hidden,” hinting at the divinity; then, since he had touched on the divinity, he speaks again more condescendingly, saying, “having therefore a great high priest who has passed through the heavens,” and he shows the greater care, and that he presides over them as over his own, and does not wish them to fall away. For Moses, he says, did not enter into the rest, but he himself entered. Yet he does not give everything to the priest, but also seeks what is ours, I mean the confession. What sort? That there is a resurrection, that there is a recompense, that there are countless good things, that Christ is God, that the faith is right. These let us confess, these let us hold fast. For that these things are true is clear from the fact that the priest is within, able to sympathize with our weaknesses; no longer, he says, being ignorant of our affairs, as many of the high priests, who do not know those in afflictions, nor what affliction ever is; for among men it is impossible for one who has not had experience, and who has come through things perceived by the senses, to know the suffering of the one suffering. Our high priest submitted to all things, so that he might be able to sympathize. And having been tempted in all things according to likeness without sin.
Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη " καθ’ ὁμοιότητα χωρὶς “ ἁμαρτίας.” ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν, ὥστε καὶ ὅταν λέγῃ, “ ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτό φησιν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διὰ τί οὖν εἶπεν ὁμοιώματι ; ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ,
τῆ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώαεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον φησὶ τὸν βασιλικὸν, περὶ οὗ φησιν, “ εἶπεν ὁ Κύριος “ τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” τί ἐστι “ προσερχόμεθα “ μετὰ παρρησίας ;“ ὅτι ἀναμάρτητον ἔχομεν ἱερέα καταγωνιζό- καταγωνιζόμενον τὴν οἰκουμένην· εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμὲν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχόμεθα μετὰ παρρησίας ; θρόνος γὰρ χάριτός ἐστιν, οὐ θρόνος κρίσεως, νῦν διὰ τοῦτο “ μετὰ παρ- “ ρησίας, ἵνα λάβωμεν ἔλεον,” καὶ οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα, δωρεὰ βασιλική· καὶ “ χάριν εὕρωμεν εἰς εὔκαιρον “ βοήθειαν·” ἂν μὲν γὰρ νῦν προσέλθῃ, φησὶ, λήψῃ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ, ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· οὐ γὰρ ἔστι τότε θρόνος χάριτος, ἕως ὅτε κάθηται χαριζόμενος ὁ βασιλεύς· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν· “προσερ- “ χώμεθα δὲ μετὰ παρρησίας,” πάλιν μὴ ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν·
That is, he was persecuted, spat upon, accused, mocked, slandered, driven away, and finally crucified, "in all points without sin." Here he hints at something else as well: that it is possible, even while in afflictions, to live without sin, so that when he says "in the likeness of flesh," he does not mean that it was a likeness of flesh, but that he took on flesh. Why then did he say "likeness"? Because he was speaking of sinful flesh; for it was like our flesh, for by nature it was the same as ours, but in sin it was no longer the same. Let us therefore draw near with boldness to the throne of his grace, that we may receive mercy and find grace for timely help. He calls the royal throne "throne," of which he says, "The Lord said to my Lord, Sit at my right hand." What is "let us draw near with boldness"? That we have a sinless priest who subdues the world; even if we are under sin, yet he himself is sinless. How do we draw near with boldness? For it is a throne of grace, not a throne of judgment; now therefore "with boldness, that we may receive mercy," and such as we seek; for the matter is a mark of generosity, a royal gift; and "may we find grace for timely help"; for if you draw near now, he says, you will receive grace and mercy; for you draw near at the right time, but if you draw near then, no longer; for there is no throne of grace then, as long as the king sits granting grace; but when the consummation comes, then he rises for judgment; "let us draw near with boldness," again, having no evil conscience, not hesitating; for such a person cannot draw near with boldness.
διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ “ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·” ἵνα δὲ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς αὐτὸν ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἀνάγει, ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐχὶ φύσεως ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· ἵνα προσ- φέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐ- τὸς περίκειται ἀσθένειαν καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ἁμαρτίων. Θέλει δεῖξαι λοιπὸν, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ οτυν τοῦτο, πόρρωθεν προκαταβάλλων τοὺς λο-
γισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, οὐδὲ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔγρω. σκευήν· οὐ γὰρ παρατηρήσεις νομικά, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ τὸ πᾶν ἐν τοῖς πνευματικοῖς· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ὑπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν. διὰ τοῦτο ὁρίζεται πρῶτον τι ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἰ τὰ σύμβολα ταῦτα σύμβολα δείκνυται ἱερῶ. συνῆς· ἀντέπιπτε δὲ αὐτῷ, ὅτι οὔτε εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεύς· πῶς οὐν ἱερεύς φησι ; καὶ πρῶτον ἀπὸ τῶν παρόντων αὐτὸ βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστεύεσθαι·
For this reason he says, "In an acceptable time I heard you, and in a day of salvation I helped you." But so that, hearing "high priest," you might not think he stands, he immediately leads him up to the throne—yet the priest does not sit, but stands. Do you see that becoming high priest is not a matter of nature, but of condescension and self-emptying? For every high priest, taken from among men, is appointed on behalf of men in things pertaining to God, in order to offer both gifts and sacrifices for sins, being able to deal gently with the ignorant and the erring, since he himself also is encompassed with weakness, and because of this he is obliged, just as for the people, so also for himself, to offer for sins. He wishes to show, then, that this covenant is far better than the old; he does this, casting down their reasonings beforehand from afar. For since there was nothing bodily, nor anything figurative—such as no temple, no holy of holies, no priest of such great preparation; for there are no legal observances, but all things are higher and more perfect, and the whole is in spiritual things—yet spiritual things did not subdue the weaker as bodily things did, he stirs up this whole discourse; and see the understanding: he makes the beginning first from the priest, and from him first he shows the difference. For this reason he defines first what a priest is, and shows whether he has any of the marks of a priest, and whether these symbols are shown to be symbols of the priesthood. But it was against him that he was neither noble nor from a priestly tribe, nor a priest on earth; how then, he says, is he a priest? And first he confirms it from present things. For it was necessary that earthly things be believed from heavenly things.
ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται· καὶ τέως ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπερόχη οὐτῶ γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῃ, ἐν ’δε τοῖς ὑπερέχῃ· “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τοῦτο κοινὸν τῷ Χριστῷ ὑπὲρ ἀνθρώπων καθίσταται, καὶ τοῦτο, “ ἵνα “ προσφέρῃ δῶρα καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ·” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι. Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμενοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχὴ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν· εἶτα καὶ ἄλλο ὑφ’ ἕτερον, φησὶ, γίνεται, καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ· καὶ τοῦτο κοινὸν, “ καὶ οὐχ “ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ “ καθάπερ καὶ Ἀαρών·” ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, ὃ καὶ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, “ ὅτι ἀπ’ ἐμοῦ οὐκ ἐλήλυθα·” ἐνταῦθα δέ μοι δοκεῖ καὶ τοὺς Ἰουδαίων αἰνίττεσθαι ἱερέας ὡς οὐκέτι ὄντας ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας· οὕτω καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα. ποῦ οὖν ἐχειροτονήθη, φησὶν, ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη
But when the hearers are weak, the opposite happens; and for the time being he sets down first the things that are common, and then shows that he is superior. For superiority by comparison comes about in this way, when in some things he shares and in others he excels. "For every high priest taken from among men"—this is common to Christ—"is appointed on behalf of men," and this, "that he may offer gifts and sacrifices for the people"; and this is not the whole, but the remaining things are no longer so. "Being able to bear gently with the ignorant and those who go astray." Here at last is the superiority, since he himself also is clothed with weakness, and because of this he is obliged, just as for the people, so also for himself to offer for sins; then also another thing, he says, comes under another, and he does not rush upon it himself; and this is common, "and no one takes the honor for himself, but he who is called by God, just as also Aaron." Here again he heals another thing, that he has been sent from God, which Christ also said both above and below when conversing with the Jews, "that I have not come of myself"; but here it seems to me he also hints at the priests of the Jews, as no longer being priests who rush upon it and corrupt the law of the priesthood; thus Christ also did not glorify himself to be born a high priest. Where then, he says, was he ordained? For Aaron was ordained
πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι βουλομένους τῇ ἱερωσύνῃ, ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσιν· πόθεν οὖν; ἀπὸ προφητείας τοῦτο δείκνυσιν, οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν· διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται, “ ἀλλ’ ὁ “ λαλήσας,” φησὶ, “ πρὸς αὐτὸν, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον “ γεγέννηκά σε.” τί πρὸς τὸν υἱὸν τοῦτο ; ναὶ, φησὶ, προκατακευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “ σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοιεν ἕτερον δεῖξαι. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· τι γὰρ βούλεται τὸ " μετὰ κραυγῆς ” ἰσχυρᾶς;” οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιόν φησιν, οὐδὲ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδὲ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν ; οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ “ μετὰ “ κραυγῆς ἰσχυρᾶς.” Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Τί λέγεις ; αἰσχυνέσθωσαν οἱ αἱρετικοί. Γενναδίου.
Often, as in the case of the rod, and when fire came down and destroyed those who wished to rush upon the priesthood; but here the opposite: not only did they suffer nothing, but they are even held in high esteem. From where, then? He shows this from prophecy; it has nothing perceptible, nothing visible. For this reason he establishes it from prophecy, from things to come: "But the one who spoke to him, 'You are my Son, today I have begotten you.'" What does this have to do with the Son? Yes, he says, it is a preliminary preparation for being ordained by God, just as he also says elsewhere: "You are a priest forever according to the order of Melchizedek"? No one else—for all were under the law, all kept the Sabbath, all were circumcised—they could show no other. Who in the days of his flesh, having offered up both supplications and entreaties to the one able to save him from death, with loud crying and tears, and having been heard because of his godly fear, though being a Son, learned obedience from what he suffered. Do you see that he does nothing else but set forth his providential care and the excess of his love? For what does "with loud crying" mean? The Gospel nowhere says this, nor that he wept while praying, nor that he made a cry. Do you see that it was condescension? For it was not possible to say merely that he prayed, but also "with loud crying." Having been heard because of his godly fear, though being a Son, he learned obedience from what he suffered, and having been made perfect, he became to all who obey him the cause of eternal salvation, having been designated by God high priest according to the order of Melchizedek. What are you saying? Let the heretics be ashamed. Of Gennadius.
Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον, ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων Υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν· πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινὸς, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ’ ὧν εἴρηκε λόγους, τουτέστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξεν κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν. Ὁ υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο· καὶ τί περὶ τῶν προφητῶ νπλέον ἃν εἴποι τις; ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσα- “ κουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὡν “ἔπαθε τὴν ὑπακοήν;" ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτως μέμηνε ; τίς δὲ παραπαίων ταῦτα ἐφθέγξατο; ποίαν ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται; εἰπὲ δή μοι, τοῦ πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν, “ εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ “ ποτήριον τοῦτο;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· " λύσατε τὸν “ ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,” καὶ “ ἐξουσίαν “ ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν ἀυτὴν, οὐδεὶς αἴρει ἀυτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι ἀυτὴν ἀπ’ “ ἐμαυτοῦ·” τι οὖν ἐστι; τίνος ἕνεκεν ἐδεῖτο; ἣ περὶ τίνος ἐδεῖτο τῶν πιστευσάντων εἰς αὐτόν; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εἰκότως· ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὸν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “ εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἃν ὅτι “ πρὸς τὸν Πατέρα πορεύομαι·
Instead of saying that through suffering he had the lesson of obedience made most complete, he demonstrated it, even though he was a Son. And we too are accustomed to speak in this way; for often, when someone has set out an argument very well, we say that this man has truly learned from the words he has spoken, that is, by his announcement and utterance he has firmly shown that he has successfully achieved the learning of the words. The Son of God was heard because of godly fear; and what more could one say about the prophets? What sort of sequence is it to say, "Having been heard because of godly fear, although he was a Son, he learned obedience from the things he suffered"? Would anyone say these things about God? And who has gone so mad? Who, stumbling, uttered these things? What obedience—he who before this obeyed as a son to a father, to the point of death? How did he learn later? Do you see that it was said concerning the incarnation? Tell me, then: did he beseech the Father in order to be saved from death, and for this reason was he exceedingly sorrowful, and did he say, "If it is possible, let this cup pass from me"? But nowhere did he beseech the Father concerning the resurrection, but on the contrary he himself declares, saying: "Destroy this temple, and in three days I will raise it up," and "I have authority to lay down my life, and I have authority to take it again; no one takes it from me, but I lay it down of myself." What then is this? For whose sake did he beseech? Or concerning whom among those who believed in him did he beseech? What he says is of this sort: he is heard rightly; for since they did not yet have the opinion concerning him that was fitting, he said that he was heard, just as he himself also, consoling the disciples, said, "If you loved me, you would have rejoiced that I am going to the Father."
καὶ γὰρ ὁ Πατήρ μου μείζων μου “ ἐστι·” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν ; “ παρέδωκε γάρ’ φησὶν, “ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ- “ τιῶν ἡμῶν·” καὶ πάλιν, " δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων “ ἡμῶν·” τί οὖν ἐστιν; ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ αὐτοῦ; οὕτω καὶ ἐνταῦθα, " καίπερ ὣν υἱὸς, ἀπὸ τῆς “ εὐλαβείας εἰσηκούσθη,” φησί· βούλεται δεῖξαι αὐτοῦ τὸ κατόρθωμα ὃν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ· τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεὸν, ἔμαθεν ὑπακούειν τῷ Θεῷ, φησὶν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας. εἰ δὲ ἐκεῖνος Υἱὸς ὣν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὸ ὑπακούειν, πολλῷ μᾶλλον ἡμεῖς. ὁρᾷς πόσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς ; δοκοῦσι γὰρ ἀφηνιάζειν. Καὶ τελειωθεὶς διὰ τῶν παθημάτων. τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν
χρή· οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας, τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας. Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν ΙΙ τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν. Μέλλων καθιέναι εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοὺς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους αὐτοὺς εἶναι, πλέον ἐνδιέτριβε τῶ ταπεινῶ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς πέρι τινος δικαίου οὐ διαλέγεται·
For my Father is greater than I. How then did he not glorify himself, he who emptied himself, he who handed himself over? “For he handed himself over,” he says, “for our sins”; and again, “giving himself as a ransom for all of us.” What then is this? Do you see that because of the flesh he speaks humble things about himself? So also here, “although being a Son, from his godly reverence he was heard,” he says. He wishes to show his own accomplishment rather than the grace of God. So great, he says, was his godly reverence that even from this God himself revered him. He learned to obey God, he says; he became the cause of salvation to all who obey him. But if that one, being a Son, gained obedience from his sufferings, much more we. Do you see how much he speaks about obedience, so that they might be persuaded? For they seem to be growing slack. And being made perfect through his sufferings. This, then, is perfection, and through this one must come to perfection; for not only was he himself saved, but this also became for others an abundance of salvation. For being made perfect, he became the cause of salvation to those who obey him. Being addressed by God as high priest according to the order of Melchizedek: about whom we have much to say and it is hard to explain. About to descend into the difference of the priesthood, he first rebukes them, showing that even such great condescension was milk, and because they were infants he dwelt longer on the humble word according to the flesh, and he does not speak as about some righteous man.
καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντη, οὔτε εἶπε, τὸ μὲν γὰρ ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων πεποίηκε, τὸ δὲ ἵνα μὴ καταχώσῃ ἀυτῶν ’τον νοῦν. ΚΕΦ. Ζ. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα διανοοῦντας, ἑρμηνεῦσαι οὐ δύναται καλῶς αὐτοῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον. Δείκνυσιν ἐνταῦθα, πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσιν ὅτι καὶ λαικοὶ ὀφείλουσι κατηχεῖν· ὅρα γοῦν αὐτὸν ὠδίνοντα συνεχῶς τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον· ἄκουε γὰρ ὅπως ἤρξατο, “ ἔχοντες ἀρχιερέα μέ- “ γαν διεληλυθότα τοὺς οὐρανούς·” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶ, “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, “ ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν·” καὶ πάλιν, “ οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα·” καὶ πάλιν εἰπὼν, “ σὺ εἶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχιστέδεκ·”
And see, he neither kept silent about the matter entirely, nor did he say it outright; for the one he did so that he might lead up their mind and persuade them to be perfect, and not to be deprived of the great doctrines; the other, so that he might not overwhelm their understanding. CHAPTER 7. A rebuke to those who need elementary instruction. Concerning him we have much to say, and it is hard to explain, since you have become dull of hearing. Because they do not listen, for this reason the word is hard to explain; for when one has to deal with people who do not follow, nor understand what is said, he cannot explain it well to them. For indeed you ought to be teachers, because of the time. He shows here that they had believed long ago; he shows that even laypeople ought to instruct; observe him at any rate continually in labor to bring in the word concerning the high priest, and always postponing it; for hear how he began: "having a great high priest who has passed through the heavens"; and having passed over saying how he is great, he says again: "for every high priest taken from among men is appointed on behalf of men in things pertaining to God"; and again: "so also Christ did not glorify himself to be made high priest"; and again having said: "you are a priest according to the order of Melchizedek";
πάλιν ἀναβάλλεται λέγων, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας.” ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενος, φησὶν, ἡ αἰτία παρ’ ὑμῖν· βαβαὶ πόση διαφορὰ, ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι· καὶ γὰρ ὀφεί- “ λοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.” ἐνταῦθα τὴν ἀνθρωπότητα φησίν· ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα ταῦθα πρῶτα τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο. ὁρᾷς τίς ἡ αἰτία τοῦ τὰ ταπεινὰ φθέγγεσθαι; οὕτω καὶ Ἀθηναίοις ἐποίησε διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησε, ἡμέραν ἐν ᾐ μέλλει “ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν, πί- “στιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’ διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτό φησι· τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς Ἐπιστολῆς, καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι· τὸ δὲ εἰπεῖν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς “ἀκοαῖς,” ἐδήλωσεν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῆ προθυμίᾳ ζέοντες· ἀπὸ δὲ τῶν συνεχῶν θλίψεων γεγόνασι νωθροί. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν·
Again he postpones, saying, "who in the days of his flesh, having offered up both supplications and entreaties." Since, then, he was rebuffed so many times, he speaks as if making a defense: the cause is with you. Alas, how great a difference! Those who ought to teach others are not even simply disciples, but last of all disciples. For "though you ought to be teachers because of the time, you again have need that someone teach you what are the elements of the beginning of the oracles of God." Here he means the humanity; for just as in the case of external letters one must first learn the elements, so also here they were first taught the things concerning the humanity. Do you see what is the cause of his uttering lowly things? Thus also Paul did when conversing with the Athenians and saying, "God, therefore, having overlooked the times of ignorance, now commands all men everywhere to repent, because he has appointed a day in which he will judge the world in righteousness by a man whom he ordained, having furnished proof to all by raising him from the dead." For this reason, if he says anything lofty, he says it briefly; but the lowly things are scattered in many places throughout the Epistle, and in this way the lofty is also shown; for the very lowly does not allow these things to be suspected concerning the divinity. And to say, "since you have become sluggish in your hearing," showed that long ago they were healthy and were strong, boiling with eagerness; but from continuous afflictions they have become sluggish. And you have come to have need of milk, and not of solid food. He always calls the lowly word milk, because it is suited to the simpler sort.
τοῦτο δὲ ἐναντίον τοῖς τελείοις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν, ὥστε οὐκέτι τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε, καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται; ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς· ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ· δώσω γὰρ “αὐτοῖς,” φησίν, “ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν “ τοῦ ἀκοῦσαι λόγον Κυρίου,” “ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” οὐκ εἶπεν ἔθρεψα. δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτο τροφὴ, ἀλλ’
ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ δίδοται· καὶ οὐκ εἶπεν, χρείαν ἔχετε, ἀλλὰ γεγόνατε ” χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς,” τουτέστιν, ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος δικαιοσυνης. Τίς ἐστι λόγος τῆς δικαιοσύνης; ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, ἐὰν μὴ περισσεύῃ ἡ “ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων,” τοῦτο καὶ αὐτός φησιν ὁ ἄπειρος λόγου δικαιοσύνης,” τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον· ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἰπεν, πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι.
But this is contrary to the perfect, and it is harmful to linger in these things, so that the legal matters are no longer brought in now, nor is the comparison made from these, that he is a high priest and sacrificed, and pleaded with crying and supplication. Observe, then, how these things stand by us; but at that time they fed those men, standing by them nowhere. Therefore the true food is the oracles of God; for he says, "I will give them, not a famine of bread, nor a thirst of water, but a famine of hearing the word of the Lord"; "I gave you milk to drink, not food" — he did not say, I fed you. Showing that such a thing is not food, but as with small children who are not able to be fed with bread; for such things are not given to drink, but their food is given to them instead of drink; and he did not say, you have need, but "you have come to have need of milk, and not of solid food," that is, you wished it, you placed yourselves in this state. For everyone who partakes of milk is unacquainted with righteousness. What is the word of righteousness? Here it seems to me that he also hints at a manner of life, which Christ also said, unless your righteousness abounds more than that of the scribes and Pharisees; this he himself also says, the one unacquainted with the word of righteousness, that is, unacquainted with the philosophy above, cannot receive a life perfect and exact; or he here calls Christ righteousness and the lofty word concerning him. That they had become sluggish, then, he said, but from where, he no longer added, leaving it to them to know, and not wishing to make his word burdensome.
τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκ εἶχον τὰ αἰσθητήρια ἐκεῖνοι γεγυμνασμένα, οὐδὲ ᾔδεσαν καλὸν καὶ ἀγαθόν· νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον, ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν καὶ διεφθαρμένων καὶ ταπεινῶν· τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν, ἀλλ’ οὐ τὸ τέλειον· τοιοῦτοι εἰσιν οἱ πᾶσι προσέχοντες, ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς διδόντες· ὃ δοκεῖ μοι καὶ τούτους αἰτιᾶσθαι ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε·” τοῦτό ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” λάρυγξ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγοὑς. Δι’ ὅπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τίς ἐστιν ἡ ἀρχὴ τοῦ λόγου αὐτὸς ἐφεξῆς τίθησι λέγων “ μὴ
But solid food is for the mature, for those who through habit have their senses trained to discern good and evil. Those men did not have their senses trained, nor did they know good and good; now his discourse is not about life, when he says "for discernment of good and evil"; for this is possible for every man to know and easy, but about sound and lofty doctrines and corrupt and base ones. The child does not know how to distinguish worthless food from approved, but the mature man does; such are those who give heed to all, giving their ears simply and without discernment; which I think he also blames in these men as being carried about simply, and giving themselves now to these, now to those; which he also hinted at toward the end, saying, "Do not be carried away by diverse and strange teachings"; this is "for discernment of good and evil"; the throat tastes foods, but the soul tests words. Therefore, leaving the word of the beginning of Christ, let us be carried on to perfection. What is the beginning of the word he himself sets down next, saying, "Do not
“ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ “ πίστεως ἐπὶ Θεόν· βαπτισμῶν διδαχῆς, ἐπιθέσεως τε χειρῶν, “ ἀναστάσεως τε νεκρῶν καὶ κρίματος αἰωνίου·” εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; τι δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο· ἀρχὴν δέ φησιν, ὅταν μὴ βίος καθαρὸς παρῇ· καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς, καὶ μηδὲν ἀμφιβάλλειν ὑπὲρ αὐτῶν· εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι· ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, “ ἐγὼ θεμέλιον τέθεικα, καὶ ἄλλος ἐποικοδομεϊ, εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, “ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.” μὴ πάλιν,” φησὶ, θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων·” τι δέ ἐστιν “ ἐπὶ τὴν τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπὸν τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν· ὥσπερ γὰρ ὁ θεμέλιος συνέχει τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς ταύτης ἀμφιβάλλῃ καὶ ὑβρίζῃ τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα·
"Again laying a foundation of repentance from dead works and of faith toward God: of the teaching of baptisms, and of the laying on of hands, and of the resurrection of the dead and of eternal judgment." But if this is the beginning, what else is our doctrine than to repent from dead works and through the Spirit to receive faith unto the resurrection of the dead and eternal judgment? And what is the beginning? Nothing other than this. And he calls it a beginning when a pure life is not yet present. For just as one who enters into the learning of letters must first hear the elements, so also the Christian must know these things accurately and not doubt anything concerning them. But if he should need teaching again, he does not yet have the foundation; for the steadfast man must be fixed and stand firm and not be moved. For that faith is the foundation, and the rest is the building, hear him saying, "I have laid a foundation, and another builds upon it; if anyone builds upon this foundation gold, silver, precious stones, wood, hay, stubble." "Not again," he says, "laying a foundation of repentance from dead works." And what is "let us be carried on to perfection"? Let us proceed now to the roof itself, that is, let us have the best life. For just as the foundation holds together the whole building, so also the fullness of assurance concerning the faith holds together the purity of life. But if anyone has faith yet does wicked things, and doubts concerning this very faith and insults the teaching, we shall reasonably call him an infant, having run back to the beginning.
τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ ὡς παρασαλευθεῖσι καὶ δεομένοις “ θεμέλιον καταβάλλειν “ μετανοίας, ἀπὸ νεκρῶν ἔργων·” τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψαιτο; ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν ἰέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε ταύτην μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Θεοῦ γίνεται χάριτος· ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι ’δει, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ καὶ καταψηφισάμενον. τί δέ ἐστι “βαπτισμῶν διδαχῆς;” οὐχ ὡς πολλῶν
ὄντων τῶν βαπτισμῶν, ἀλλ’ ἑνός· τί οὖν αὐτὸ πληθυντικῶς εἶπεν; διὰ τὸ εἰπεῖν, “ μὴ πάλιν θεμέλιον καταβαλλόμενοι·” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, διδασκόμενοι τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. (Σευηριανοόσ.) Σευηριανὸς δέ φησιν· ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, κατὰ νόμον γὰρ ἐπολιτεύσατο, διὰ τοῦτο λέγει, τοῦτ’ ἀφέντες, ἐπὶ τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἀνεὺ νόμου μέλλοντος ἱερέως εἶναι, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν.” τοῖς Χριστιανοῖς, νεκρά ἐστι τὰ γήινα·
But along with their manner of life he also brings another charge against them, that they have been shaken and need to "lay a foundation of repentance from dead works." For one who is transferring from one thing to another, leaving the one and choosing the other, must first condemn his former state and depart from it in disposition, and then come to the other; but if he intends to cling again to the former, how would he touch the second? For one who intends to go toward virtue ought first to condemn vice, and then to pursue it. For repentance was not strong enough to make them clean; therefore they were baptized immediately, so that what they were unable to accomplish by themselves might be brought about through the grace of God. At any rate, one had to come to baptism after first condemning and passing sentence upon his own sins. But what is "of the teaching of baptisms"? Not as though there were many baptisms, but one; why then did he say it in the plural? Because of his saying, "not again laying a foundation"; for if he were baptizing them again and catechizing them from the beginning, being taught what ought to be done and what ought not to be done, they would remain forever uncorrected. (Severianos.) But Severianos says: since the beginning of Christ is from Judaism—for he lived as a citizen according to the law—for this reason he says, "leaving this, let us be carried on to perfection," knowing that according to the order of Melchizedek there must be one who is to be a priest without the law, "from dead works, and of faith toward God, of baptisms." For Christians, earthly things are dead.
ἄτοπον οὖν ἐστι, φησὶν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴ τε τῆς κατὰ πίστιν, εἰ τε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς· ὁ Κύριος ἐλθὼν, μετάνοιαν ἐκήρυξε, λέγων μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·” μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων· οὕτως οὖν ἀναγνωστέον, μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας· ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς Θεὸν, καὶ τὸ βάπτισμα, ὃ πληθυντικῶς ὠνόμασε διὰ τὸ πλῆθος τῶν καταξιουμένων, εἴρηκε δὲ βαπτισμῶν, καὶ τὴν διδαχὴν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν, δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, καὶ τὰ ἑξῆς. ἀνατρέχει ἐπὶ τὸν νόμον· τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμοι ἱερεῖς νόμον ἐξεδίκουν. ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου, ὁ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησὶν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπεν τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Ἐπιθέσεώς τε χειρῶν. (Χρυσοστόμου.) Ὀ μακάριος Ἰωάννης φησίν· οὕτω γὰρ τὸ πνεῦμα ἐλάμβανον, ἐπιθέντας αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας. Ἀναστάσεώς τε νεκρῶν. τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. Καὶ κρίματος αἰωνίου. Διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶ, βιοῦν καὶ ῥᾳθύμως, λέγει, νήψατε, οὐκ ἔνι εἰπεῖν, ναὶ ῥᾳθύμως ζήσωμεν·
It is therefore absurd, he says, for those who have departed from this manner of life—whether from the life according to faith, or from having died to all things—to return again to the baptisms according to the law. The Lord, when he came, proclaimed repentance, saying, "Repent, for the kingdom of heaven is at hand"—repentance from dead works. So then it should be read thus: "repentance from dead works," in place of "the repentance from dead works." What he is saying, then, is this: one must not, after abandoning the repentance from dead works and the faith toward God, and the baptism—which he named in the plural because of the multitude of those deemed worthy, and he called them "baptisms"—and the teaching, and the laying on of hands, through which ordinations take place, and the hope of resurrection, and the things that follow—run back to the law. And this he prepares beforehand, since the priests under the law were avenging the law. But Melchizedek was outside the law, and the one who came according to the order of Melchizedek was so. One must not, he says, after abandoning the one according to the order of Melchizedek, vindicate the priesthood in the law, so that the things in the law might stand. And he called the things in the law a foundation, since it has become an introduction to piety for men. And of the laying on of hands. (From Chrysostom.) The blessed John says: for thus they received the Spirit, when Paul laid his hands upon them. And of the resurrection of the dead. For this takes place in baptism, and is confirmed in confession. And of eternal judgment. And why does he say these things? Since it was likely that they were either being shaken, having already believed, or living badly and carelessly, he says, "Be sober"; it is not possible to say, "Yes, let us live carelessly."
πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, πάλιν ληψόμεθα πνεῦμα· σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας νεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· “ ἀδύνατον,” φησί· μηκέτι προσδόκα τὸ μὴ δυνατόν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ· εἰτα ἐπάγει, “ γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου,” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, “ καὶ μετόχους γεννηθέντας “ Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” τὴν διδασκαλίαν ἐνταῦθα λέγει· “ καὶ μετόχους γεννηθέντας Πνεύ- “ μάτος Ἁγίου· δυνάμεις τε μέλλοντος αἰῶνος,” ἣ τὸ τὰ θαύματα ἐπιτελεῖν, φησὶν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος · “ καὶ “ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας “ ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας·” ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγεν, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστιν, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνου ἐστὶ, τῆς δὲ μετανοίας ἐστὶ τὸ καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν αμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι·
We will be baptized again, we will be catechized again, we will receive the Spirit again. You are mistaken, he says, in thinking these things. For it is impossible for those who have once been enlightened, who have tasted the heavenly gift, and have become partakers of the Holy Spirit, and have tasted the good word of God, and the powers of the age to come, and then have fallen away, to renew them again to repentance, since they crucify the Son of God to themselves and put him to open shame. See how he begins in a reproachful and prohibitive manner: "It is impossible," he says; no longer expect what is impossible, if you were enlightened once at all. Then he adds, "who have tasted the heavenly gift," that is, the forgiveness of sins, "and have become partakers of the Holy Spirit, and have tasted the good word of God"—he means the teaching here; "and have become partakers of the Holy Spirit; and the powers of the age to come," which means either to perform miracles, he says, or the pledge of the Spirit; "and have fallen away, to renew them again to repentance, since they crucify the Son of God to themselves and put him to open shame." To renew, he says, to repentance, that is, through repentance. What then? Is repentance cast out? Not repentance—may it never be!—but the renewal again through washing. For he did not say, "It is impossible to be renewed to repentance," and then fall silent; but he added how it is impossible: by crucifying him again, to be renewed, that is, to become new. For to make people new belongs to the washing alone; but it belongs to repentance to set free from oldness those who have become new and then grown old under sins, and to make them firm.
εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι, ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν· ἀνασταυροῦντας,” φησὶν, “ ἑαυτοῖς τὸν Υἱὸν “ τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας·” τὸ βάπτισμα σταυρός ἐστιν, ᾧτ’ καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος· “ σύμμορ-
“ φοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,“ καὶ πάλιν, “ συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν “θάνατον·” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. τί δέ ἐστιν ἀνασταυροῦντας; ἄνωθεν πάλιν σταυροῦντας· ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ· ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη βαπτισθῆναι πάλιν, ἀνάγκη πάλιν τὸν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδὲν ἕτερόν ἐστιν, ἣ ἀναίρεσις τοῦ βαπτιζομένου καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας·” ὁ γὰρ τοῦτο ποιῶν ὡς τῆς προτέρας χάριτος ἐπιλανθανόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται· κατηξιώθητε οὖν, φησὶ, τοσαύτης ἀφέσεως.
To bring them to that splendor, however, is not possible, for there grace was everything. "Crucifying," he says, "for themselves the Son of God, and making a public example of him." Baptism is a cross, with which our old man was also crucified together; "for we have been made conformable to the likeness of the death of his Son," and again, "we were buried with him through baptism into death." Just as, therefore, it is not possible for Christ to be crucified a second time—for this is to make a public example of him—for if death no longer has dominion over him, if he rose, having become greater than death by his resurrection, and then is crucified again, all those things are a myth and a public example. But what is "crucifying"? Crucifying again from the beginning. For just as Christ died on the cross, so we die in baptism, not to the flesh, but to sin. He died to the flesh; our old man was buried and the new man rose, having become conformable to the likeness of his death. If, therefore, it is necessary to be baptized again, it is necessary for this same man to die again; for baptism is nothing other than the putting to death of the one being baptized and the raising up of that one. And well did he say "crucifying for themselves," for the one who does this, as though forgetting the former grace and managing his own life carelessly, as if there were another baptism, carries out everything in this way. You were deemed worthy, then, he says, of so great a forgiveness.
ὁ γὰρ ἐν σκότῳ καθήμενος ἐχθρὸς ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ ἀπολλύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος μὲν ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν ; δυνάμεις τε μέλλοντος “ αἰῶνος·” τὸ γὰρ ζῆν ὡς Ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενον ἡμῖν γίνεται, διὰ τοῦ Πνεύματος ἔστι τοῦτο μαθεῖν· τί ἐστι δυνάμεις μέλλοντος αἰῶνος; ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. (Σευηριανοῦ.) Σευηριανὸς φησί· νεκροὺς ἤγειραν οἱ Ἀπόστολοι· αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. “ παραδειγματίζοντας” εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ· ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Γῆ γὰρ ἡ πιοῦσα ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον
For the one sitting in darkness, the enemy, the adversary, the one alienated, the one perishing—this man, suddenly enlightened, deemed worthy of the Spirit, of a heavenly gift, of adoption as sons, of the kingdom of heaven, of the other good things, of ineffable mysteries, and not even so becoming better, but being worthy of destruction, yet obtaining salvation and honor, as though he had accomplished great things—how could he be baptized again? And powers of the coming age: for to live as the angels, to need nothing of the things here, to know that this becomes for us the cause of the enjoyment of the coming ages—this is to learn through the Spirit. What are powers of the coming age? Eternal life, the angelic manner of life. (Of Severianus.) Severianus says: The Apostles raised the dead; and this was the power of the resurrection. He said "putting him to open shame," because if baptism is a mystery, once is enough; but if the thing is done a second time, it is contempt and open shame. For the earth which has drunk the rain that comes upon it often
ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. Χρυσοστόμου. Υετὸν, τὴν διδασκαλίαν, καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,’ τοῦτο καὶ ἐνταῦθά φησι· καὶ πολλαχοῦ ἔλεγεν ἡ γραφὴ, “ ἐντελοῦμαι “ ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν,” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὃ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ, καὶ πάλιν, ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” ἡ γὰρ γῆ “ πιοῦσα,” φησὶ, τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,” ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ὕστερον, καὶ οὐδὲ οὕτως ἀπώναντο· εἰ γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτο τὸ κακόν· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; ἔμεινε γὰρ,” φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ “ ἀκάνθας·” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας τὰ ἁμαρτήματα καλεῖ ; καὶ γὰρ ὁ Δαβὶδ φησίν· “ ἐστράφην εἰς ταλαιπω- “ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν·’ “ καὶ τίκτουσα βοτάνην εὔθετον,” ὡς βίος ἄριστος καὶ καθαρός· “ καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας “ ἀπὸ Θεοῦ· ” ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον ἁπάντων, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ Θεοῦ πρόσταγμα·
rain, and producing vegetation suitable for those for whose sake it is also cultivated, receives a blessing from God; but bearing thorns and thistles, it is worthless and near to a curse, whose end is for burning. From Chrysostom. "Rain," meaning the teaching, and what he said above, "you ought to be teachers because of the time," this he also says here; and in many places the Scripture said, "I will command the clouds not to rain upon it," speaking about the vineyard, which elsewhere it calls a famine of bread and a thirst for water, and again, "The river of God was filled with waters"; for the earth "having drunk," he says, "the rain that comes upon it," here he shows that both they received and drank in the word, and often afterwards, and not even so did they benefit; for if you had not been cultivated, he says, if you had not enjoyed rains, the evil would not have been so great; but if you drank often and received, for what reason did you bring forth other things instead of fruits? For it remained, he says, that it should produce a cluster of grapes, but it produced "thorns"; do you see that everywhere the Scripture calls sins thorns? For indeed David says, "I was turned to misery when the thorn was fixed in me"; "and producing vegetation suitable," as a life most excellent and pure; "and producing vegetation suitable for those for whose sake it is also cultivated, it receives a blessing from God"; here he says that God is the cause of all things, gently striking the Greeks, who ascribe the generation of fruits to the power of the earth; for it is not the agricultural hands, he says, that stir the earth to the bearing of fruits, but the command from God.
“ διὰ τοῦτο,” φησὶ, “ μεταλαμβάνει τῆς εὐλο- “ γίας ἀπὸ τοῦ Θεοῦ·” καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν τοῦτο οὐκ εἰπεν, ἀλλὰ τί, ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα, “ ἀδόκιμος,” φησὶ, “ καὶ κατάρας ἐγγύς·” βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μή πω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται· καὶ οὐ τούτῳ μόνω παρεμυθήσατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, ἥτις καήσεται, ἀλλὰ
τι; ἧς τὸ τέλος εἰς καῦσιν·” ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, ὑπόδειγμα εἰς τὸ βάπτισμα, πῶς γάρ; δεύτερον βάπτισμα ἐκώλυεν· ἀλλὰ τὴν τοῦ Ἁγίου Πνεύματος δύναμιν, πολλάκις εὐεργετοῦσαν, τὰ δὲ ἄλλα ὁμοίως. Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καθαψάμενος ἱκανῶς, καὶ φοβήσας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται· τί γὰρ, φησίν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ νῦν τοῖς ῥήμασιν ὑμᾶς φοβεῖσθαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε·
"Therefore," he says, "it partakes of the blessing from God"; and observe how in the case of thorns he did not say this, but what? "Bearing thorns," as one might say, bursting forth, casting out, "rejected," he says, "and near to cursing." Alas, how great consolation the word has; for he said "near to cursing," not "a curse," and he who has not yet fallen into the curse, but has come near, will also be able to become far from it; and he consoled not only by this, but also by what follows; for he did not say, "which shall be burned," but what? "whose end is unto burning," if it remains until the end, he says. (Of Severianus.) But Severianus says, an example for baptism, for how? He forbade a second baptism; but the power of the Holy Spirit, often benefiting, and the rest similarly. But we are persuaded concerning you, beloved, of better things and things that accompany salvation, even if we speak thus. (Of Chrysostom.) The blessed John says: having struck sufficiently and frightened them, he heals again, so as not to cast them down further and make them supine; for he who strikes the sluggish makes him more sluggish; for what, he says? We do not say these things as having condemned you, nor as thinking you full of thorns, but fearing lest this happen; for it is better now to be frightened by words, so that you may not suffer pain by deeds.
καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν, οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, “ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.” βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας, τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεὸν, ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός· τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεται ἴσως, καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, ἔτρεχε καλῶς,” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε “ εἰκῆ, εἴ γε καὶ εἰκῆ·” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” οὕτω καὶ ἐκεῖ, θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·” περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν· τίνος οὖν, φησὶν, ἕνεκεν ταύτα εἴπομεν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι
And since from present circumstances he had so much to say, from past events he builds up their consolation, and says, "For God is not unjust to forget your work and the love which you showed toward his name, 'having ministered to the saints and ministering.'" Good heavens, how he revived and strengthened their soul, by reminding them of former deeds, and by bringing them to a necessity of not expecting that God would forget; for it is a necessity that he sins who has not been fully assured concerning the hope, and who says that God is unjust. For the one who has despaired of present things and has given up on future things he will perhaps be able to restore. And he himself, writing to the Galatians, said, "You were running well," and again, "You suffered so many things in vain, if indeed even in vain." And just as here he sets down the commendation with a rebuke, saying, "You ought to be teachers because of the time," so also there, "I marvel that you are so quickly turning away." For when people fall away from great things, we marvel. For what reason, then, he says, have we said these things? "But we desire each one of you to show the same earnestness for the full assurance of the hope, until
τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλ’ ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ἕνα, ἄλλα πάντας ὁμοίως, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. πρὸς πληροφορίαν τῆς ἐλπίδος,” ἡ ἐλπὶς, φησὶ, διαβαστάζει· αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπίς· μιμηταὶ δέ’ φησὶ, “ τῶν διὰ πίστεως κληρονομούντων τὰς ἐπαγγελίας·” καὶ τίνες εἰσὶν οὗτοι, ἑξῆς λέγει· καὶ ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, οἴκοθεν αὐτοῖς φέρων τὸ ὑπόδειγμα· ἵνα μὴ νομίσωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι τὸ πιστεῦσαι. ΚΕΦ. Η. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρη. τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε, καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν, φησὶν, ἐνταῦθα κἀκεῖ, ἀλλὰ διπλῆν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἀβραάμ.
...to the end, so that you may not become sluggish, but imitators of those who through faith and patience inherit the promises. We are not therefore only earnest, nor do we desire this merely in words, but we long for you to hold fast to virtue, not one, but all alike, not as condemning those of former times, he says, but fearing for those to come. As one might say, I want you to be always earnest, and such as you were before, such to be now also for the future; for this made the reproof more gentle and acceptable. "For the full assurance of hope," hope, he says, sustains; this recovers again; do not grow weary, do not despair, lest your hope be in vain; "but imitators," he says, "of those who through faith inherit the promises"; and who these are, he says next; and he leads them up to the patriarch, bringing the example to them from their own house; so that they may not think that they were abandoned as contemptible and worthy of no account, but that they may know that it belongs to the most noble men to journey through life by means of trials, and that God has thus dealt with wonderful and great men. But it is necessary, he says, to bear all things with patience; for this is to have believed. CHAPTER 8. That the promise of God is sure, and these things with oaths. For when God made promise to Abraham, since he had no one greater by whom to swear, he swore by himself, saying, Surely blessing I will bless you, and multiplying I will multiply you, and so, having patiently endured, he obtained the promise. How then did he obtain it? Not concerning the same things, he says, here and there, but he makes the exhortation twofold: he promised to Abraham.
καὶ τὰ μὲν ἐνθάδε, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ οὐδέ ὥ· “ καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνον τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακρο-
θυμία; ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς, ὅτι πολλάκις ἐκκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν· καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὀλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλέον τι ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. “ Ὁ δὲ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε “ καθ’ ἑαυτοῦ.” καλῶς· τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχ ὁ υἱὸς ὂν, φησι; μάλιστα μὲν αὐτὸς, πλὴν οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὄμνυσι, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ’ ἑαυτοῦ, λέγων, “ ἀμὴν, “ ἀμὴν, λέγω ὑμῖν·” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει, καὶ τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ “ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· τί ἐστι, “ καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος;” ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀνωτέρω εἰπὼν “ τὴν πλη- “ ροφορίαν τῆς ἐλπίδος,” ἐδήλωσεν ὅτι ὁ Θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι’ ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι’ ὁρκομοσίας.
And the things here, he gave after a long time, but the things there not even so: "and so, having been patient, he obtained the promise." Do you see that it was not the promise alone that accomplished everything, but also the patience? Here he frightens them, showing that often a promise is cut off because of faint-heartedness; and he showed this indeed through the people: for because they were faint-hearted, for this reason they did not obtain the promise; but the opposite he shows through Abraham; then at the end he does something even more, that even having been patient they did not obtain it, and not even so are they distressed. For men swear by the greater, and the oath is the end of every dispute for confirmation. "But God, since he had no one greater by whom to swear, swore by himself." Well said; who then is the one who swore to Abraham? Is it not the Son, he says? Most certainly he himself, though I do not dispute it; when therefore he himself swears, "Amen, amen, I say to you," the same oath, is it not clear that it is from having no one greater by whom to swear? For just as the Father swears, so also the Son swears by himself, saying, "Amen, amen, I say to you"; here he reminds them also of the oaths of Christ, which he continually spoke: "Amen, amen, I say to you, the one who believes in me shall not die forever"; what is, "and the oath is the end of every dispute for confirmation"? Instead of: by this the questioning of every dispute is resolved. (Of Severianus.) But Severianus says: having said above "the full assurance of hope," he made clear that God provided Abraham with full assurance, not the one through works that befits conduct, but the one through the swearing of an oath.
Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐνταῦθα καὶ πιστοὺς περιλαμβάνει, διὰ τοῦτο καὶ ταύτης μέμνηται τῆς ἐπαγγελίας τῆς πρὸς ἡμᾶς κοινῶς γινομένης· “ ἐμεσίτευσε,” φησὶν, “ ὅρκῳ·” πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι, Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν. Ποίου καὶ ποίου; διὰ τοῦτο καὶ αὐτὸ προσέθεικεν. ὁρᾷς ὅτι οὐ
τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ’ ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι, τουτέστι, πληροφορῆσαι θέλων· καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὃν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθῶς ὀμνύουσιν οἱ ἄνθρωποι καὶ ὁ Θεὸς κατ’ αὐτοῦ ὤμοσε, τουτέστι καθ’ ἑαυτοῦ· ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὕτος δὲ οὐχ ὡς μείζονος, καὶ ὁμοίως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει· ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται; (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀδύνατον ὀμόσαντα Θεὸν μετατεθῆναι. ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν. Θεόδωροσ δὲ οὕτω φησὶ, τὸ “ διὰ δύο ἀμεταθέτων,” τῷ Θεὸν εἶναι τὸν ἐπαγγειλάμενον, οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν. Ἰσχυροτέραν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί·
In which God, desiring more abundantly to show to the heirs of the promise the immutability of his counsel, he mediated with an oath. (Of Chrysostom.) The blessed John says: here he also includes the faithful, and for this reason he makes mention of this promise which is made commonly to us; "he mediated," he says, "with an oath"; again here he says that the Son became a mediator between men and God, That by two immutable things, in which it is impossible for God to lie. Of what and of what? For this reason he has also added this. Do you see that he does not look to his own dignity, but how he might persuade men, and he endures things unworthy of himself to be said, that is, desiring to give full assurance; and in the case of Abraham he shows that it was God's part, not that man's long-suffering, since indeed he endured to add an oath, if as men swear, so also God swore by himself, that is, by himself; but they swear by one greater, while he did not swear by one greater, and yet he did likewise; for it is not equal for a man to swear by himself and for God; for man has no authority over himself; do you see, then, that this was said not rather to Abraham than to us? (Of Severianus.) But Severianus says: it is impossible that God, having sworn, should be changed. It was impossible for the power of the promise to be changed. But Theodore says thus: "by two immutable things," because God is the one who promised, who can in no way lie, and because he made the promise with an oath. That we might have stronger encouragement, we who have fled for refuge, to lay hold of the hope set before us. (Of Chrysostom.) The blessed John says:
καὶ οὐκ ἐπειδὴ ὤμοσεν· ὅρκος δὲ τι ἐστιν ἐδήλωσεν εἰπὼν, τὸ κατὰ τοῦ μείζονος ὀμόσαι· ἀλλ’ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν· ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, κα. τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ ἔμαθεν ἐξ ὧν “ ἔπαθεν” εἴρηται· ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον τὸ διὰ τῆς πείρας ἐλθεῖν. τί ἐστι “ τῆς προ- “ κειμένης ἐλπίδος;” ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα· ὥστε τὰ μετὰ τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις, διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῳ οὐρανῷ ἐσμεν, εἶπεν ἀναμείνατε πάντως γὰρ ἔσται εἶτα πληροφορῶν, λέγει, μᾶλλον δὲ τῇ ἐλπίδι· ἀλλ’ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ’ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μύριοι παρασαλευθῶσιν ἄνεμοι, ἀλλ’ ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε, θεμέλιον, ὅπερ ἀπῆδεν, ἀλλ’ ἄγκυραν· τὸ γὰρ ἐν σάλῳ ὃν, καὶ οὐ σφόδρα δοκοῦν ἡδρᾶσθαι, ἐπὶ τῆς ὑγρᾶς ὡς ἐπὶ γῆς ἕστηκε, καὶ σαλεύεται καὶ οὐ σαλεύεται·
And not because he swore; but he showed what an oath is when he said, "to swear by the greater." But because the human race is faithless, he condescends to the same things as we do. Just as therefore he swears for our sake, although it is unworthy of him not to be believed, so also the phrase "he learned from what he suffered" has been said, since men think this to be more trustworthy—to have come through experience. What is "of the hope set before us"? From these things, he says, we conjecture the future; for if these things came to pass after so long a time, certainly those things too; so that the things that happened after Abraham assure us also concerning the things to come. Which we have as an anchor of the soul, both sure and steadfast, and entering into the inner place behind the curtain, where Jesus entered as a forerunner on our behalf, having become a high priest forever according to the order of Melchizedek. While we are still in the world, and have not yet departed from life, he shows that we are already in the things promised; for through hope we are already in heaven. He said, "Wait, for it will certainly be." Then, giving full assurance, he says—or rather, by hope—but he did not say, "We are inside," but "it entered inside," which was truer and more persuasive. For just as the anchor, when attached to the ship, does not allow it to be carried about, even if ten thousand winds toss it, but being attached makes it steady, so also hope. And see what a very fitting image he found; for he did not say "foundation," which would have been out of place, but "anchor." For that which is in the swell, and does not seem to be very firmly established, stands on the water as on land, and is shaken and is not shaken.
ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς, λέγων, “ ὅστις ᾠκοδόμησε τὴν “ οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος· ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι· ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. “ εἰσερχομένην εἰς τὸ “ ἐσώτερον τοῦ καταπετάσματος,” ἀντὶ τοῦ διικνουμένην εἰς τὸν οὐρανόν. εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ἦ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα· μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι “ πρόδρομος ὑπὲρ ἡμῶν “ εἰσῆλθεν Ἰησοῦς·” ὁ δὲ πρόδρομος τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς, εἰσῆλθεν, ἀλλ’ “ ὅπου “ πρό δρόμος ὑπὲρ ἡμῶν εἰσῆλθεν,” ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν· “ κατὰ τὴν τάξιν,” φησὶ, “ Μελχισεδὲκ ἀρχιερεὺς γενό- “μένος εἰς ’τον αἰῶνα.” Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴγε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολλῷ βελτίων τοῦ παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ, καὶ τῇ σκηνῇ, καὶ τῇ διαθήκῃ καὶ τῷ προσώπῳ· καὶ τοῦτο εἰς τὸ κάτα σάρκα εἴρηται· χρὴ τοίνυν καὶ τοὺς ὢν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους, καὶ ὥσπερ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον· ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· οὐχ ἁπλῶς μέμνηται
For in the case of those who are very firm and philosophic, Christ rightly set down that saying: "Whoever built his house upon the rock." But in the case of those who are discouraged and ought to be supported through hope, Paul fittingly set down this: for the surge and the great storm shake the vessel, but hope does not allow it to be carried about; so that if we did not have this, we would long ago have been sunk. "Entering into the inner part of the veil," that is, penetrating into heaven. Then he also added faith, so that it might not be hope only, but also truly firm; for after the oath he sets down another thing, the demonstration through deeds, that "Jesus entered as a forerunner on our behalf"; and a forerunner is a forerunner of certain persons, as John was of Christ. And he did not say simply, he entered, but "where Jesus entered as a forerunner on our behalf," as though we too ought to attain it; "according to the order," he says, "of Melchizedek, having become high priest for ever."
Behold, here is also another encouragement, since our high priest is above, and far better than the one among the Jews, not only in manner, but also in place, and in the tabernacle, and in the covenant, and in person; and this has been said in reference to the flesh; it is necessary, then, that those whose priest he is be far better, and that as great as is the difference between Aaron and Christ, so great is the difference between us and the Jews; for observe: we have the victim above, the priest above, the sacrifice above. (Of Severianus.) But Severianus says: he does not mention simply
ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ, περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτα, ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευιτικῆς φιλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ· κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου τῆς ἱερωσύνης τῆς ἐν νόμω. (Θεοδώρου.) Θεόδωρος δέ φησιν, ὁμοίως τῷ μακαρίῳ προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς, τῷ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν πιστεύοντας δι’ ἑαυτοῦ προσάγειν τῷ Θεῷ, ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι· οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. ΚΕΦ. Θ. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα καὶ τὴν πόλιν, κοὶ τὴν ζωὴν κοὶ τὴν ἱερωσύνην. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει καὶ ἀκροβολίζεται, καὶ προγυμνάζει τὰς ἀκοὰς τῶν ἀκροατῶν· εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλετο εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ, κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ· εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς, εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεὺς ἐστὶ κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσιν, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἃν εὐκόλως ἀκούσειεν·
...how Melchizedek met Abraham, who had prevailed over the Assyrians, and gave him a tenth from all things, but showing that the forefather of the Levitical tribe used Melchizedek as priest; therefore the priesthood without law is greater than the priesthood in the law. (Theodore.) But Theodore says, adding in like manner to the blessed one, that Christ has become for us an eternal high priest, by bringing all who believe in each generation through himself to God, in the hope of the resurrection; for this Melchizedek is king of Salem, priest of God Most High. CHAPTER 9. Concerning Melchizedek, the type of Christ according to the name and the city, and the life and the priesthood. (Chrysostom.) The blessed John says: Paul, wishing to show the difference between the new and the old, scatters and skirmishes it in many places, and pre-trains the ears of his hearers; for immediately from the preface he laid this down, saying that to them indeed he spoke in prophets, but to us in the Son, and to them indeed in many parts and in many ways, but to us through the Son; then, having discoursed concerning the Son, what he is and what he accomplished, and having exhorted them to obey him, so that we might not suffer the same things as the Jews, and having said that he is a high priest according to Melchizedek, and having often wished to enter into this difference, and having made much preparation beforehand and rebuked them as weak, and again healed and restored them so as to take courage, then at last he introduces the account of the difference, while their ears are at their peak; for the one who is relaxed would not easily listen.
καὶ ἵνα μάθης, ἄκουε τῆς γραφῆς λεγούσης, “ καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν “ ωγοψυχίαν,” διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, τότε λοιπὸν κάτεισιν εἰς τὸν περὶ τῆς διαφορᾶς λόγον· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῶ τύπω δείκνυσι πολλὴν οὖσαν τὴν διαφοραν· ὅπερ γὰρ εἰπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃς συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης. Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὰ δὲ, βασιλεὺς, Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; τίς ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ ἀπὸ τῆς πόλεως, τουτέστι, βασιλεὺς εἰρήνης, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησεν τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Επειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ “ σὺ εἶ ἱερεὺς εἰς τὸν “ αἰῶνα, ” ὅρα πῶς αὐτὸ τεθεώρηκε, καὶ τίς τοῦτο εἴποι ἃν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω, τουτέστιν, οὐκ ἴσμεν ποτὲ, τινὰ πατέρα ἔσχεν, οὔτε τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε· πῶς; τοῦ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο;
And so that you may learn, hear the Scripture saying, "and they did not listen to Moses because of their faintheartedness." For this reason, having first emptied their discouragement through many arguments, then at last he descends to the discourse concerning the difference; and indeed he shows in the type that the difference is great. For what I said—from the type he always confirms the truth from past events, because of the weakness of the hearers. For this Melchizedek, king of Salem, priest of God Most High, who met Abraham returning from the slaughter of the kings and blessed him, to whom also Abraham apportioned a tenth of all things—first, being interpreted, king of righteousness. For Sedek means righteousness, and Melch means king; Melchizedek, king of righteousness. Do you see the precision even in the names? Who is the king of righteousness but our Lord Jesus Christ? Then also king of Salem, from the city, that is, king of peace, which again belongs to Christ. For he made us righteous and made peace in the heavens and on the earth. Then he introduces another difference: without father, without mother, without genealogy, having neither beginning of days nor end of life, but made like the Son of God, he remains a priest forever. Since, therefore, the statement "You are a priest forever" stood in his way, see how he has understood it, and who would say this concerning a man? Not in the matter itself, he says, do I speak—that is, we do not know that he ever had a father, nor who his mother was, nor when he received his beginning, nor when he died. How? Because it is not recorded. And what is this?
ὅτι ὥσπερ οὗτος τῷ μὴ γενεαλογεῖσθαι, οὕτω καὶ ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος· ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον· ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Υἱοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἄπο του μὴ εἰναι· ὡσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια· ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον, τοῦτο γὰρ ἀδύνατον, ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱὸς, ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος· “ ἀφωμοιωμένος “ δὲ τῷ Υἱῷ τοῦ Θεοῦ,” ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης· εἰ
δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἰναι, οὐκέτι τύπος ἢν καὶ άλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, “ Ἀπάτωρ, “ ἀγενεαλόγητος” κατὰ τὸν τῆς ἱερωσύνης λόγον· ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευιτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως, ἣ γυναικὸς ἱερείας· ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον, καὶ ταῦτα εὑρίσκεται ἑκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα, καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν, μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον.
Because just as this man, by not having his genealogy recorded, so also Christ, by the very nature of the matter: behold the unoriginate, behold the unending. Just as we do not know of this man either a beginning of days or an end of life, because it has not been written, so we do not know of the Son—not because it has not been written, but because it does not exist. For that was a type, and for this reason, from the fact that it was not written; but this is the truth, and for this reason from the fact that it does not exist. For just as also in the names, here they were appellations—king of righteousness and of peace—but there the reality of things. Do you see the Son as unoriginate, not in the sense of having no cause (for that is impossible, for he has a Father, since how is he a Son?), but in the sense of having no beginning of life nor end. And “made like to the Son of God”—where is the likeness? Because we are ignorant of both this man’s end and his beginning; but of this man because it has not been written, of that one because it does not exist. Here is the likeness. But if the likeness were to be in every respect, it would no longer be type and truth, but both would be type. (Severianus.) But Severianus says: “Without father, without genealogy” in respect of the priestly order. For since in the tribe of Levi it was evident whose son a man was, of what priest, or of what priestess wife; and there were times of the priesthood, and some had annual courses, while others served as priests throughout their whole life—and both of these are found among the priests under the law, even if not at the same times—he calls Melchizedek “without father” and “without mother” and “without genealogy,” having neither beginning of days nor end of life, in respect of the priestly order.
οὔτε γὰρ γένος ἱερατικὸν ἔσχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς· καὶ ὅλως πάντα τὰ λεγόμενα, κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδὲκ, “ ἀφομοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, “ μένει ἱερεὺς εἰς διηνεκές·” καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεὺς, ζήτημα τὸ λεγόμενον· ἔστι δὲ ἡ λύσις αὕτη. ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ, πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν· εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστὸν, μένει διηνεκῶς, οὐχ ὁ ἄνθρωπος, θνητὸς γὰρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας. (Θεόδωροσ.) Θεόδωρός φησι, τὰ εἰρημένα τῷ πρὸ αὐτοῦ ἀποδεξάμενος, ταῦτα ἐπάγει, διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνὰς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δεῖ τὸν ἐνδότερον οἰκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον, καὶ ἡ τοῦτό που ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἰναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ’ ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος,
For he had neither a priestly lineage, nor did he begin from anywhere as one succeeding another, nor was he another from a course of daily service, nor as having a law to be priest throughout his whole life; and in general all the things said are by way of contrast with the priests under the law. And it has been said concerning Melchizedek, “made like unto the Son of God, he remains a priest forever”; and how Melchizedek remains a priest is the question in what is said; and this is the solution. Just as he calls the law Moses, so here too Melchizedek, in one respect he means the man, in another the priesthood itself; if, then, Melchizedek has been made like through the priesthood that is according to Christ, he remains forever—not the man, for he is mortal, but the dignity of the priesthood. (Theodore.) Theodore says, having accepted the things said by the one before him, he adds these things; later he was explaining how the temple was constructed, and he says that there are two tabernacles, but into the first the priests enter at all times to perform the customary rites, but into the second only the high priest once a year; and indeed, wishing to teach what is signified by these things, he adds, the Holy Spirit signifying this, that the way of the holy things had not yet been made manifest. Just as, then, it was not the nature of the place that was inaccessible, in which the inner house had to be constructed, but the construction and the legal ordinance, and the consecration of this place made the place inaccessible, yet he said that this was a symbol of the heavens, so here too, wishing to show that Christ is high priest according to the order of Melchizedek, he speaks of the things concerning him, not explaining his nature,
ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς, καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ “ ἀγενεαλόγητος,” δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας γραφῆς διήγησιν· εἶτ' ἐπισυνάπτει, “ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ· καὶ ἐπειδὴ ταῦτα ἀδύνατον ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν, οὔτε τοὺς γονέας εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν, καλῶς ἐπήγαγε τὸ “ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς “ εἰς τὸ διηνεκὲς,” οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῶ καὶ τὰ λοιπὰ προσῆν, ἃ δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ, γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἃν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς, ἀπὸ τῆς θείας ἔλαβε γραφῆς, τῷ εἰπεῖν, “ σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδ̀οὲκ,” ὡς ἃν εἰ κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν, ὡς ἄνω παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι·
But setting his narrative from the divine Scripture, and from that showing the likeness. He calls him therefore without father and without mother, since the divine Scripture does not recount his parents; whence he added "without genealogy," showing that he does not speak of the man's nature, but of the divine Scripture's narrative; then he joins on, "neither having beginning of days, nor end of life," not in nature, but in the divine Scripture; and since these things could not be said of another also—for the divine Scripture has made mention of many, neither stating their parents, nor setting forth their genealogy, and especially those whom we have learned to have been outside the Israelite race—well did he add, "but made like unto the Son of God, he remains a priest for ever." For this too was no longer among the rest applicable to another, but he shows from the narrative according to the Scripture how the rest also belonged to him, to which indeed this also belonged. For Christ was without father by the generation of human nature, and without mother by the generation of the divine existence, and indeed also without genealogy; for what genealogy could there be of him who is from the Father alone? And that he has neither beginning of days nor end of life, this too is clear, but here in the realities, there in the narrative; that he remains a priest for ever he received from the divine Scripture, by saying, "Thou art a priest for ever after the order of Melchisedek," as if that one also were priesting continually. But he called him a priest for ever, as one who had sent his priesthood upward to successors, which was accustomed to happen in the law.
ὅθεν καὶ εἶπεν, “ ἀφωμοιωμένος δὲ τῷ “ υἱῷ τοῦ Θεοῦ·” καὶ τοι γε τὸ ἀκόλουθον ἦν, τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκεῖνον· οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳ, ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιούτων, τῷ δὲ ἔδει τῆς διηγήσεως, καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἃν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν. (Κυρίλλοσ.) Καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς εἰς τὴν ὧδέ φησι. δέχεται ὁ μακάριος Παῦλος τὸν Μελχισεδὲκ, εἰς ὁμοίωσίν τε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης· πρέποι γὰρ ἃν ταυτὶ
δὴ μόνῳ κατὰ τὸν λόγον τὸν μυστικὸν τῶ Ἐμμανουήλ· δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδέχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι· ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ καὶ εὐλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν· εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου κατὰ τὸ ἀληθὲς ἱερέως· εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι, πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἴλαν κτῆσιν ἑλεῖν, ηὐλόγηκε ὁ Μελχισεδέκ.
Therefore he also said, "having been made like the Son of God." And yet the logical consequence was to say that the latter was made like this one; for the first is not made like the second, but since the truth of the matters is present with the latter, while nothing of such things belongs to the former, and the narrative required it, he rightly said that the former was made like, as though divine Scripture, in the narrative, wished to show us a likeness of what was to come. (Cyril.) And the blessed Cyril, in his homilies on this passage, says: The blessed Paul receives Melchizedek as a likeness and figure of Christ, because he is called king of righteousness, and indeed also of peace; for these things would be fitting for Emmanuel alone according to the mystical account; for he was appointed the president of righteousness and peace for those on earth, and we have been justified in him, having sent away the burden of sin; and we have also obtained peace with the Father and God. And he receives the symbol of the priesthood beyond the law—both that he blessed Abraham and that he provided him with wine and loaves; for we are blessed in no other way than by Christ, the great true high priest; and we are blessed in the manner of the divinely inspired Abraham, having most powerfully conquered the rulers of this age and shown ourselves better than the hand of the enemies, and bound by nothing in the world, but rather counting the things from God as true wealth. For consider that Melchizedek blessed Abraham when he had conquered and was returning from the slaughter of the kings, and had not deigned to take anything from the ruler of the Sodomites for possession of plunder.
οὐκοῦν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας, ἁρπάξει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον· ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν, ἣ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ μεμήνυκε τὸ γράμμα τὸ ἱερόν· δέχεται δὲ ὁ μυσταγωγὸς, τεχνίτης δὴ ὣν ἄγαν, εἰς τύπον τῆς δόξη, τοῦ Ἐμμανουήλ, καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀποσίγησιν. ὑποπλάττεται γὰρ οἱονεί πως τὸ διηνεκὲς καὶ ὄν τοῦ Χριστοῦ καθὸ νοεῖται Θεός· ἄναρχον δέ φημι τὴν ὡς ἐν ποσότητι δηλονότι τὴν κατὰ χρόνον, ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τι δὴ τοῦτό ἐστι διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωριζομένην διὰ φωνῆς τοῦ πανσόφου Μωϋσέως ἀπρακτεῖν ἐντολὴν καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδὲν τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης· ἕτερον δ’ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντες τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς Λευΐ. ἀγωνίζεται τοίνυν νομομαθὴς ὤη ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ
Therefore, from the interpretation of the names, he will seize what is useful for the typological prefiguration of Christ, and also the very manner of his priesthood; but that Melchizedek is without father or mother, that is, without genealogy, or having neither beginning of days nor end of life, the sacred Scripture has nowhere declared; but the mystagogue, being indeed a most skilled craftsman, receives it for a type of the glory of Emmanuel, and the providential silence concerning these very things. For he somehow secretly molds the continuous and eternal nature of Christ insofar as he is understood as God; I mean the unbegun, clearly in respect of quantity, that is, in respect of time, and in addition to this he hints at the unending nature of the priesthood. He seems also to have devised something else wise again; and what this is I shall attempt to explain. The Jews were opposing the proclamations about Christ, putting forward these two things: one, that it was among impossible things that the commandment distinguished for the fathers through the voice of the all-wise Moses should be left unfulfilled and the law be set aside, since another polity, one of which nothing had been previously determined, was being introduced unexpectedly; and the other, again, that they insisted the glory of the priesthood ought not to be borne outside the chosen tribe, that is, of Levi. Paul, therefore, being learned in the law, contends, and attempts to give full assurance both from what is fitting and indeed from the God-inspired Scripture itself, that both
νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προαναφωνεῖτο μετάθεσις, καὶ προανέλαβεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τέως ἥρμοσε τὸν τύπον θαρρῶν, λοιπὸν δείκνυσιν αὐτὸν τῶν ἀληθῶν γραμμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τι ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅλης περιουσίας δείκνυσι τὴν ὑπεροχήν; ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκεν· διὰ γὰρ τοῦτο εἶπεν “ ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν “ βασιλέων·” οἴκοι γὰρ ἐκάθητο, φησὶ, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. τοσαύτη, φησὶν, ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γὰρ παρ’ ἐκείνοις λαμβάνουσιν· ὅταν οὖν εὑρεθείη τις παρ’ αὐτῶν τούτων δεκάτας λαβὼν, ἄρ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους, ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. πῶς οὖν ἔδειξεν ὅτι Λευΐ δεκάτας ἔδωκεν; ὁ Ἀβραὰμ, φησὶν, ἔδωκε· καὶ τι πρὸς ἡμᾶς τοῦτο ; μάλιστα μὲν πρὸς ὑμᾶς·
The newness of the law, and the change of the priesthood itself, was foretold, and the declaration of each was prefigured in types. But consider how great this man is, to whom Abraham the patriarch also gave a tenth of the spoils. (Of Chrysostom.) Blessed John says: for a time he confidently set forth the type; now he shows it to be brighter than the true letters among the Jews. If the one who has the type of Christ is so great—better not only than the priests, but even than the forefather of the priests himself—what could one say about the truth? Do you see that he demonstrates the superiority from the whole abundance? And the spoils are called first-fruits, and it cannot be said that he gave them as to one sharing in the war; for this reason he said, "he met him returning from the slaughter of the kings"; for he was sitting at home, he says, and he gave the first-fruits of the things for which he had labored. And those who receive the priesthood from the sons of Levi have a commandment to tithe the people according to the law, that is, their brothers, although they have come out of the loins of Abraham. So great, he says, is the preeminence of the priesthood, that those of equal honor by descent, and having the same forefather, are much better than the others. For they receive tithes among them; when, then, someone is found who has received tithes from these very men, are not these in the rank of laymen, and that one among priests? And not only this, but he was not even of equal honor with them, but from another race, so that he would not have given tithes to a foreigner unless the honor were great. How, then, did he show that Levi gave tithes? Abraham, he says, gave them; and what is this to us? Most of all it is to you.
οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας βελτίονας εἶναι τοῦ Ἀβραὰμ, Ἀβραὰμ, “ὁ δὲ μὴ “ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Αβραάμ·” εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκεν, “ καὶ τὸν ἔχοντα ἔπαγ’ “ γελίας εὐλόγηκεν.” ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων· “ χωρὶς δὲ πάσης ἀντιλογίαο” φησὶ, τουτέστιν, πᾶσιν
δοκεῖ, “ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· οὐκοῦν κρείτ· τῶν ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ᾿ ἵνα μὴ εἴπωμεν, τί ἄνω ἀπέρχῃ; εἰπὲ ἡμῖν, φησὶ, καὶ ὡς ἔπος εἰπεῖν, καλῶς αὐτὸς ἐκόλασε, διὰ Ἀβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων δεδεκάτωται· πῶς; ἔτι ἐν τῇ ὀσφύι· ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδὲκ, τουτέστιν ἐν αὐτῷ ἦν ὁ Λευΐ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευΐται, ἀλλ’ ὁ Λευΐ. εἰδες ὑπερβολήν; εἶδες τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲκ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου ; ἡ μὲν οὑν τελείωσις ἦν, φησιν· ἔδειξεν ὅτι πολὺ τοῦ Λευΐ καὶ τοῦ Ἀβραὰμ βελτίων ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολήν· ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκκαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν ἦν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους· αὐτὸ γὰρ τοῦτο λέγω, φησί·
For you will surely not contend that the Levites are better than Abraham—Abraham, "he who was not genealogized from them has paid tithes to Abraham"; then he did not pass over it simply, but added, "and he who had the promises he blessed." Since this was the venerable point bandied about, he shows that that one is more venerable than that one, from the common judgment of all: "Now without any contradiction," he says, that is, it seems to all, "the lesser is blessed by the better; therefore the type of Christ is better, and of him who has the promises. And here men who die receive tithes, but there he is testified that he lives. But lest we say, why do you go up? Tell us, he says, and so to speak, he himself rightly punished it, through Abraham and Levi, he who receives tithes has paid tithes; how? He was still in the loins when Melchizedek met him, that is, Levi was in him, even if he had not yet been born; and he did not say the Levites, but Levi. Do you see the hyperbole? Do you see the middle ground between Abraham and Melchizedek, who bears the type of our high priest? The perfection, then, was, he says; he showed that Melchizedek is much better than Levi and Abraham, having become a priest in their order, he again attempts from another angle. For what reason, he says, did he not say, according to the order of Aaron? And observe the hyperbole for me: for from that point from which it was likely that he would call out the priesthood, since it was not according to the order of Aaron, from this he establishes this one, but casts out those; for this very thing I say, he says:
τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γεγονεν, καὶ τὸ τίς ἐστι χρεία, πολλὴν ἔμφασιν ἔχει· εἰ γὰρ ἢν ὁ Χριστὸς κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων· τίνος γὰρ ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκε τὴν τοῦ Μελχισεδέκ; ΚΕΦ. Ι. “Οτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐ διὰ νόμου σαρκίνου. Διὰ τῆς Λευιτικῆς ἱερωσύνης, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα. Εἰ μὲν οὖν τελείωσις τουτέστι τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις, διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, εἰπὼν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ, δεικνὺς ὅτι βελτίων αὕτη ἐκείνης, λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν, δηλονότι ὡς ἀμείνων· καὶ τί βούλεται τὸ ἑξῆς; “ ὁ λαὸς “ γὰρ ἐπ’ αὐτῇ, φησὶ, νενομοθέτηται,” τί ἐστιν “ ἐπ’ αὐτῇ;’ αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει, αὐτῇ κέχρηται καὶ ἐχρήσατο. τίς οὖν ἑτέρας ἱερωσύνης ἦν χρεία· “ μετατιθεμένης “ γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·” εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι μᾶλλον, ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι, τοῦτο πρὸς τοὺς λέγοντας, τί ἔδει καινῆς διαθήκης; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται, ἄλλην δεῖ διαθήκην εἶναι·
For what reason was it not according to the order of Aaron, and what is the need of it, this has great significance. For if Christ according to the flesh was according to the order of Melchizedek, and then the law came into being, and the things according to Aaron, one might reasonably say, as being more perfect, those things abolish, as having come in afterward. But if Christ is later, and takes another type of priesthood, clearly as those being less perfect. For what reason, having dismissed Aaron, did he bring in the other, that of Melchizedek? CHAP. I. That the priesthood of Aaron will cease, being on earth, but the heavenly one of Christ stands, from another tribe, not according to the flesh, not through a fleshly law. Through the Levitical priesthood—for the people were legislated upon it—what further need was there for another priest to arise according to the order of Melchizedek? If, then, perfection—that is, the perfection of things, of doctrines, of life—was through the Levitical priesthood, having said that it was according to the order of Melchizedek, showing that this is better than that, he then also shows this from the time, that it was after Aaron, clearly as being better. And what does what follows mean? “For the people,” he says, “were legislated upon it.” What is “upon it”? It was based on it, through it they did everything, they used it and had used it. What need, then, was there of another priesthood? “For when the priesthood is changed, of necessity a change of law also takes place.” But if another priest must be, rather another priesthood, of necessity there must also be another law. This is against those who say, “Why was a new covenant needed?” If, therefore, a priesthood has been introduced, there must be another covenant.
οὔτε γὰρ ἐστιν ἱερέα διαθήκης χωρὶς εἶναι καὶ νόμων, καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι· εἰτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευΐτης; τοῦτο διὰ τὸν ἄνω προκαταβαλὼν οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό· εἶπεν, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη· μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ἡ αὐτὴ καὶ βασιλικὴ εἴη καὶ ἱερατική· βασιλεὺς γὰρ ὣν, ἀρχιερεὺς γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβε καὶ τὴν θυσίαν προσήγαγε· καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας θίας ἀπαιτούσης εἰσάγει· “ ἐφ’ ὃν γὰρ λέγεται, ” φησὶ, “ ταῦτα, “ φυλῆς ἑτέρας μετέσχηκε·” κἀγώ φημι καὶ δἰδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν, μετάθεσις γάρ ἐστιν· ἐγὼ δὲ καὶ ἄλλην δείκνυμι,
διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσωπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ του τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Γέγονε, φησὶν, ἱερεὺς, “ οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς,” ὁ γὰρ νόμος ἐκεῖνος, τὰ πολλὰ ἄνομος ἦν· τί ἐστιν “ ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα· χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, ἄργησον τῇ σαρκί· καὶ τὴν ἐπαγγελίαν δὲ τῶν μισθῶν σωματικὴν, γῆν ῥέουσαν μέλι καὶ γάλα, εἰρήνην καὶ τρυφὴν σαρκικήν· ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρών· ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως.
For it is not possible for a priest to exist without a covenant and laws and commandments, nor for one who has received another priesthood to exercise that one; then, what was a matter of objection—how could he be a priest if he is not a Levite?—this, having thrown it down beforehand above, he does not think fit even to resolve, but introduces it in passing. He said, he says, that the priesthood has been changed, and therefore also the covenant; and it has been changed not only in manner, nor only in its commandments, but also in tribe. For when the priesthood is transferred from tribe to tribe, from the priestly to the royal, so that the same might be both royal and priestly—for being a king, he became high priest when he took up the flesh and offered the sacrifice—and those things which were a matter of objection, these he introduces as the sequence of events demanding it: "For he of whom," he says, "these things are said, belongs to another tribe"; and I say and teach that he had nothing of the priesthood, for it is a change; but I also show another difference, not only from the tribe, nor only from the person, nor from the manner, nor from the covenant, but also from the very type itself. Who has become not according to the law of a fleshly commandment, but according to the power of an indissoluble life. He has become, he says, a priest, "not according to the law of a fleshly commandment," for that law was for the most part lawless. What is "of a fleshly commandment"? Circumcise the flesh, he says; anoint the flesh, wash the flesh, purify the flesh, keep the flesh idle; and the promise of rewards was bodily—a land flowing with milk and honey, peace and fleshly luxury. From this law Aaron received the priesthood; Melchizedek, however, did not.
Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος. Τί δέ ἐστι “ κατάδηλον;” τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρα, τὸ διάφορον, ὅσον κρεῖττον, “ ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς “ γq́ονεν·” τίς; ὁ Μελχισεδέκ; οὔ· ἀλλ’ ὁ Χριστός· “ ἀλλὰ κατὰ “ δύναμιν ζωῆς ἀκαταλύτου·” μαρτυρεῖ γὰρ ὅτι “ σὺ εἰ ἱερεὺς εἰς “ τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·” τουτέστιν, οὐ πρὸς καιρὸν, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν, τουτέστι, διὰ ζωῆς ἀκαταλύτου· καί τοι ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικὴν, ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώ- “ μάτα τῆς σαρκὸς, κατὰ δύναμιν ζωῆς,” τουτέστιν οἰκείᾳ δυνάμει ζῆ, εἶπεν ὅτι καὶ νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε, ζητεῖ λοιπὸν τὴν αἰτίαν καὶ τὸν λόγον, καθ’ ὃν τοῦτο γίνεται, ὃ μάλιστα πληροφορεῖ τὰς ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντων εἰδέναι· “ ἀθέτησις μὲν γὰρ γίνεται,” φησὶ, “ προαγούσης ἐντολῆς διὰ τὸ “ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·” ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ “ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές·” καὶ ἀλλαχοῦ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ, “ ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκός·” οὐκ ἄρα αὐτὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς, “ οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος,” ἀντὶ τοῦ οὐδένα τέλειον εἰργάσατο παρακουόμενος· ἄλλως δὲ, οὐδὲ εἰ
And it is even more evident still, if according to the likeness of Melchizedek another priest arises. But what is "evident"? The middle ground of the priesthood of each, the difference, how much better, "who has not become according to the law of a fleshly commandment"—who? Melchizedek? No; but Christ; "but according to the power of an indissoluble life; for he testifies that 'you are a priest forever according to the order of Melchizedek'"; that is, not for a time, nor having an end, but according to power, that is, through an indissoluble life. And yet it would have been consistent to say, but according to a spiritual [commandment], but through the fleshly one he showed the temporary, just as he also says elsewhere, "the ordinances of the flesh imposed until a time of reformation, according to the power of life," that is, he lives by his own power, he said that there is also a change of law, and he showed it; for the rest he seeks the cause and the reason according to which this happens, which most of all assures the souls of men, namely to know the cause of all things: "for there is a setting aside," he says, "of the preceding commandment because of its weakness and uselessness." Here the heretics attach themselves, but hear precisely: he did not say because of the evil, nor because of the wicked, but "because of the weakness and uselessness"; and elsewhere he shows the weakness, as when he says, "in that in which it was weak through the flesh"; therefore it is not itself weak, but we are, "for the law perfected nothing," instead of: it made no one perfect when it was disobeyed; and otherwise, not even if
εἰσηκούσθη, τέλειον ἐποίησεν ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτό φησιν ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲν ἴσχυσεν· καὶ εἰκότως· γράμματα γὰρ ἦν κείμενα ὑποτιθέμενα μονονουχὶ καὶ δύναμιν ἐντιθέντα. ἀθέτησις τι ἐστιν; ἐκβολὴ, ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις, ἐπειδὴ μηδὲν ὤνησεν· οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους, οὐκ ὠφέλησε· κατὰ τοῦτο λέγει, πάντα τύποι ἦσαν, πάντα σκιά· οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. καὶ καθόσον οὐ χωρὶς ὁρκομοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ γέγονε τὸ τοῦ νόμου ἐνταῦθα; ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς ὑπὲρ πλείονος πληροφορίας· εἶχε μὲν γὰρ κἀκεῖνα ἐλπίδα, ἀλλ’ οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες καθείξειν τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς γενέσθαι τοῦ Θεοῦ, παρ’ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ’ Ἀγγέλων. τι ἐστι “ καὶ καθόσον οὐ χωρὶς “ ὁρκομοσίας ” τουτέστιν, ἰδοὺ καὶ ἄλλη διαφορά· καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκομοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μεθ’ ὁρκομοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος, οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Δύο τίθησι διαφοράς· ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική· τοῦτο δ’ ἐποίει ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος·
he was heard, he would have made him perfect and virtuous; but for now he does not say this here, but that he prevailed in nothing; and reasonably so, for there were letters laid down that suggested and, as it were, implanted power. What is annulment? Rejection—the annulment of those in force is annulment, since it profited nothing. Did the law, then, profit nothing? Very much so, but for making men perfect it did not profit; in this respect he says, all things were types, all things were shadows; it did not prevail to pass through into the soul; therefore it yields and gives way. And by the introduction of a better hope, through which we draw near to God. And inasmuch as it was not without an oath. Do you see that here it became necessary for him to mention the law? So that for this reason he philosophized much above, because God swore for greater assurance; for those things also had hope, but not such as this; for they hoped that, having pleased God, they would possess the land and suffer nothing terrible; but here we hope that, having pleased God, we shall dwell in heaven, or rather something far better than this, to be near to God, to come to the Father's throne itself, to minister to him with the Angels. What is "and inasmuch as it was not without an oath"? That is, behold another difference; and these things are not promised simply, he says. For those who became priests without an oath, but he with an oath through the one who says to him, The Lord swore, and will not repent, you are a priest forever, according to the order of Melchizedek; by so much has Jesus become the guarantor of a better covenant. He sets forth two differences: that it has no end as the legal one did; and this he did from Christ who comes after.
κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ ἀπὸ τοῦ ὅρκον, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος· εἰ γὰρ ἐπειδὴ ἀσθενὲς ἦν ἐκείνη, ἐξεβλήθη, αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκεν· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως· πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἃν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν· ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτω εἷς διὰ τὸ ἀθάνατος εἶναι. (Θεόδωροσ.) Θεόδωρος δέ φησι· δείκνυται, φησὶ, τούτου πρὸς
ἐκεῖνον τὸ διάφορον, ἀπὸ τοῦ μεθ’ ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο, διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαι ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλε· τὸ γὰρ “ ἔγγυος” οὕτω λέγει, ὡς ἃν τὸ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν. Ὁ μακάριος Ἰωάννης φησίν· ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα ταῦτα φησίν· ὅταν γὰρ ὡς ἱερεὺς, τότε καὶ ἐντυγχάνει· ὥστε καὶ ὅταν λέγῃ Παῦλος, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται· ὡς ἀρχιερεὺς ἐντυγχάνει, ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει καὶ ζωοποιεῖ, καὶ οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων; πῶς ἐντυγχάνει ὁ ἀποστέλλων τοὺς Ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι;
According to power, he says, of an indissoluble life. And he establishes this from the oath, because he swore; and from the matter itself: for if that one was cast out because it was weak, this one stands because it is powerful. And he establishes it also from the priest: how? Because he is one; he would not be one if he were not immortal; for just as there were many priests because they were mortal, so there is one because he is immortal. (Theodore.) But Theodore says: the difference of this one from that one is shown, he says, from his receiving the priesthood with an oath; for they came to be without oaths, because it was necessary for them also to cease from the priesthood at some time, but this one with oaths, since he was going to remain in the dignity. Thus he received a dignity far greater than those under the law, since he was going to provide greater things also to those who approach; for he says "surety" in this way, as of one guaranteeing to us the gain of his establishment, since it is also thus; for his rising first, just as he also calls him high priest, guarantees to us the likeness of the resurrection. Therefore he is also able to save to the uttermost those who draw near to God through him, always living to intercede for them. The blessed John says: do you see that he says these things with reference to the flesh? For when he acts as priest, then he also intercedes; so that when Paul also says, who also intercedes for us, he hints at the same thing: he intercedes as high priest, since he who raises the dead as he wills and gives life, and thus as the Father also, how is it that where it is necessary to save, he intercedes, he who has all judgment? How does he intercede, he who sends the angels, so as to cast some into the furnace and save others?
“ ὅθεν,” φησὶ, “ καὶ σώζειν δύναται·” διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, οὐ δύναται πάντων προΐστασθαι· ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι, ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ “ σώζει εἰς τὸ παντελές·” τι ἐστιν “ εἰς τὸ παντελές ” μυστήριόν τι αἰνίττεται, οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει “ τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ,” πῶς σώζει; πάντοτε ζῶν εἰς τὸ εντνγχανειν ὕπερ ἀυτῶν, ἀντὶ τοῦ οὐ πρὸς καιρὸν μόνον, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ· ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἃν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, οὗτος δὲ ἀεὶ δεῖται,. τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι, τουτέστι μὴ
δείσητε, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν· ἀεὶ γὰρ ζῇ. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἐχούσης λέγω· οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν, εἶπε τὴν διαφορὰν τοῦ ἀρχιερέως· ἀνεκεφαλαιώσατο τὰ λεχθέντα· “ ἄκακος” τι ἐστιν; ἀπόνηρος· ὃ λέγει ἕτερος προφήτης, “ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” τουτέστιν, οὐχ ὕπουλος· τοῦτο οὐκ ἄν τις περὶ Θεοῦ εἴποι, ὅτι οὐκ ἔστιν ὕπουλος· περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον·
"Wherefore," he says, "he is also able to save." Therefore he saves because he does not die, because he always lives; he has no successor, he says. But if he has no successor, he cannot preside over all. For here the high priest was also admirable up to that time in which he lived, such as Samuel and as many as were like him, but after these things no longer, for they had died. But here it is not so, but "he saves to the uttermost." What is "to the uttermost"? He hints at some mystery. Not only here, he says, but also there he saves "those who draw near to God through him." How does he save? Always living to intercede on their behalf—that is, not only for a time, but also there in the future life. Does he then always need to pray? And how would that be reasonable? Indeed, righteous men often accomplished everything by a single request, but this one always needs to pray. For what reason, then, does he sit at the right hand? You see that it is condescension, that is, do not be afraid, do not say, "Yes, he loves us and has boldness before the Father, but he cannot live forever"—for he always lives. For such a high priest was fitting for us: holy, guileless, undefiled, separated from sinners. Do you see that everything has been said concerning his humanity? But when I say humanity, I mean that which possesses divinity—not dividing, but leaving aside what is fitting to suspect, he spoke of the difference of the high priest. He has summarized what was said. What is "guileless"? Free from wickedness, which another prophet says: "Guile was not found in his mouth"—that is, not treacherous. No one could say this concerning God, that he is not treacherous; but concerning the one according to the flesh it would have reason.
“ ἀμίαντος,” καὶ τοῦτο οὐ περὶ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι· “ κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία, πῶς; Οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ ὁ ἀρχιερεὺς ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀναφέρειν θυσίας· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. τοῦτο ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν· μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας ἀεὶ ἱερᾶσθαι νόμιζε, ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν, ἵνα μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ’ ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι· τοῦτο οὖν αἰνίττεται ἐνταῦθα· καὶ τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσεν μία οὖσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον καὶ πᾶσαι οὐκ ἴσχυσαν· ἀλλ’ οὔπω πέρι τούτων· τοῦτο γὰρ ἐποίησε, φησὶ, τοῦτο ποῖον; “ ἀναγκαῖον γὰρ ἔχειν,” φησὶ, “ τί καὶ τοῦτον, ὃ προσε- “ νέγκῃ,” οὐ τὸ ὑπὲρ ἑαυτοῦ, πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι λέγεις, καὶ ἰσχύει τοῦτο; ναὶ, φησὶν, “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν·” καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὓ, φησὶν, ἵνα μὴ
“undefiled,” and one would not say this about God; for it is his nature not to be defiled; “separated from sinners”; this therefore shows only the difference, or is it the sacrifice itself, how? He has no need daily, as the high priest, to offer sacrifices for his own sins; for this he did once for all when he offered himself. What is this? Here he already hints beforehand at the surpassing excellence of the spiritual sacrifice; do not then, when you hear that he is a priest, think that he is always performing priestly service, for he performed priestly service once, and thereafter sat down, so that you may not think that he stands above and is a minister; he shows that the matter belongs to the economy of salvation; for just as he became a servant, so also a priest and minister; but just as, having become a servant, he did not remain a servant, so also, having become a minister, he did not remain a minister; for sitting belongs not to a minister but standing; this then he hints at here; and the greatness of the sacrifice, which, being one and offered once, sufficed as much as all others could not; but not yet about these things; for this he did, he says, what is this? “For it is necessary,” he says, “that this one too have something which he may offer,” not that which is for himself, for how could he offer for himself? but for the people; what are you saying, and is this valid? Yes, he says, “for the law appoints as high priests men who have weakness”; and does he not need to offer for himself? No, he says, so that not
τοῦτο νομίσῃς τὸ “ ἐποίησεν ἐφάπαξ” καὶ οὐ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, “ ἔχοντας ἀσθένειαν·” διὰ τοῦτο καὶ ἀεὶ, καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ο μέντοι δυνατὸς, ο μὴ ἔχων ἁμαρτίαν, τινος ἕνεκεν η πέρι ἑαυτοῦ προσφέρει, ἣ περὶ τῶν ἄλλων πολλάκις; Ὁ λόγος δὲ τῆς ὁρκομοσίας τῆς κατὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Εἰπὼν “ ἔχοντας ἀσθένειαν,” οὐκ εἶπεν, υἱὸν δυνατὸν, ἀλλὰ “ τετελειωμένον,” τουτέστι δννατὸν, ὡς ἃν εἴποι τις· ὁρᾷς ὅτι τὸ υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; ἀσθένειαν δὲ ἢ ἁμαρτίαν φησὶν ἣ θάνατον· τί ἐστιν “ εἰς τὸν αἰῶνα ” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί· εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνῃ, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ του μὴ προσφέρειν αὐτὸν ὕπερ ἑαυτοῦ τοῦτο ἰσχυρίζεται. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον γὰρ ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἢν. τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ, εἰπὼν ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, τί φησι;
Do not think that “he did once” was said concerning him; hear what he says: “For the law appoints men as high priests, having weakness.” For this reason they also always offer sacrifices, and for themselves. But the one who is mighty, who has no sin—for what reason does he offer either for himself or often for others? But the word of the oath according to the law is a Son perfected forever. Having said “having weakness,” he did not say “a mighty son,” but “perfected,” that is, mighty, as one might say. Do you see that the name “Son” is spoken in contrast to the servant? And by weakness he means either sin or death. What is “forever”? Not now only without sin, but always. If, then, he is the end, if he never sins, if he lives forever, for what reason will he offer many sacrifices for us? But for the present he does not insist on this, but he does insist on this: that he does not offer for himself. And the sum of what is said is this: such a high priest we have, who sat down at the right hand of the throne of the Majesty in the heavens, a minister of the holy things and of the true tabernacle, which the Lord pitched, and not man. He mingles lowly things with lofty things, always imitating his own Teacher, so that lowly things become a way to lofty things, and through these one is led by the hand to those, and having come to be among great things, one learns that these were of condescension. This, then, he also does here, having said that he offered himself up, and having shown him to be high priest. What does he say?
“ κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, “ τοιοῦτον ἔχομεν γὰρ ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης,” καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧτ’ ἱερᾶσθαι ἐκεῖνον χρὴ, “ τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς ἢν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος·” ὁρᾷς τὴν συγκατάβασιν; οὐχὶ πρὸ μικροῦ διέστειλε λέγων, “ οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “ πνεύματα ” καὶ διὰ τοῦτο, φησὶν, οὐκ ἀκούουσι, Κάθου ἐκ δεξιῶν μου, ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργικοῦ; πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; καὶ λειτουργὸς τῶν ἁγίων· τὴν γὰρ σκηνὴν
ἐνταῦθά φησιν· ἐπειδὴ γὰρ εἰκὸς ἦν τοὺς ἐξ Ἰουδαίων φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου· καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκε, καὶ ἦν μὲν αὕτη δήλη ἡ διαφορά· αὐτὸς δὲ καὶ ἑτέραν ἐπινοεῖ, καὶ φησὶν, “ ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·” ποῦ εἰσιν οἱ λέγοντες δινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα, ἀνῄρηται ἐνταῦθα. “ κεφά- “ λαιον δὲ ἐπὶ τοῖς λεγομένοις,” τὸ κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται· πάλιν κατάγει τὸν λόγον, εἰπὼν τὸ ὑψηλόν· εἶτα ἵνα μάθῃς ὅτι λειτουργὸς περὶ τῆς ἀνθρωπότητος φησίν· ὅρα πῶς πάλιν ἐπισημαίνεται. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ο προσενέγκῃ. Μῆ ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὗθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας.
Now the main point of what is being said is this: we have such a high priest, who sat down at the right hand of the throne of the Majesty, and yet this is not the work of a priest, but of him whom that one must serve as priest—"a minister of the holy things and of the tabernacle which the Lord pitched, not man." Do you see the condescension? Did he not a little before make a distinction, saying, "Are they not all ministering spirits," and for this reason, he says, they do not hear, "Sit at my right hand," as though the one who sits were not a minister? How then is he called a minister here? And a minister of the holy things; for the tabernacle—
he says this here; for since it was likely that those of the Jews would imagine that we do not have such a tabernacle, behold, he says, the priest is both great and much greater than that one; and he offered a more wonderful sacrifice, and this difference was indeed clear; but he himself also devises another, and says, "which the Lord pitched, and not man." Where are those who say that heaven revolves? Where are those who declare that it is spherical? For both of these things are refuted here. "Now the main point of what is being said"—the main point is always said to be the greatest thing; again he brings the discourse down, having spoken of the lofty thing; then, so that you may learn that he says "minister" concerning his humanity, see how he again makes this clear. For every high priest is appointed to offer both gifts and sacrifices, whence it is necessary that this one also have something to offer. Do not, because you hear that he sits, think that the reward is that he was called high priest; for that sitting is of the dignity of God, but this is of his great love for mankind and his care for us.
Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς οὐδ’ ἃν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, ὥσπερ οὖν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον· ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἢν ἱερεύς· πῶς γάρ; οὐ προσήνεγκεν, οὔχι ἱεράσατο· καὶ εἰκότως, ητσαν γὰρ οἱ ἱερεῖς· δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γὰρ οὐκ ἐπανάστασις ἦν, φησίν; ἐνταῦθα ἀναγκαῖον παραπέμψαι τὸν νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵ τινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆν τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανίων ἐστὶν ἄξια· ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾐ, ὅταν υἱοὶ γινώμεθα διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν
οὐρανοῖς, πῶς οὐκ ἐπουράνια πάντα τνγχάνει; ἀλλὰ τι; οἱ ὕμνοι οὐκ οὐράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμενοι ; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐ πάντα πνευματικὰ γίνεται τὰ προκείμενα; πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ ἄν τινων κρατήσωσι τὰς ἁμαρτίας, κεκράτηνται, ἄν “ τινων ἀφήσωσον, ἀφίενται·” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ· πως οὐκ οὐράνια πάντα; Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Επειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν.
For if he were on earth, he would not even be a priest, since there are priests who offer gifts according to the law. If, then, he is a priest, as indeed he is, he must seek another place for himself; for while he was on earth, he would not be a priest. How so? He did not offer, he did not act as priest; and reasonably so, for there were priests. He shows that it is not even possible for him to be a priest on earth. For how, he says, was it not a resurrection? Here it is necessary to redirect the mind and to perceive the apostolic understanding; for again he shows the difference of the priesthood. Those who serve as a copy and shadow of the heavenly things. What does he call heavenly things here? The spiritual things; for even if they are accomplished on earth, nevertheless they are worthy of the heavenly things. For when our Lord Jesus Christ lies slain, when the Spirit is present, when the one seated at the right hand of the Father is here, when we become sons through the washing, when they are citizens of those in heaven, how are not all things heavenly? But what? Are the hymns not heavenly? Are not the very things which the divine choirs of the bodiless powers sing above, these same things we who are below utter in harmony with them? Is not the altar also heavenly? How do not all the things set before us become spiritual? And how are not the things accomplished heavenly? For when he says, “If they retain the sins of any, they are retained; if they forgive the sins of any, they are forgiven,” and they have the keys of heaven—how are not all things heavenly? Just as Moses was instructed when he was about to complete the tabernacle: “See,” he says, “that you make all things according to the pattern shown to you on the mountain.” Since our hearing is more unlearned than sight.
οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὤρεσιν· ἔδειξεν αὐτῶ πάντα· ἤτοι οὖν τοῦτο λέγει ὑποδείγματι καὶ σκιᾷ, ἣ περὶ τοῦ ναοῦ ἐπήγαγε γὰρ, “ ὅρα, ποιήσεις, φησὶ, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὅρει·” ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνου, ἢ καὶ περὶ τῶν θυσιῶν εἰδεν καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἣ ἐκκλησία, ἣ οὐρανὸς. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴγε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια; ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ ηὔφραινε· διά τοι τοῦτο ὃ μάλιστα αὐτοῖς ηὔφραινεν, λέγει. Ἥ τις ἐν κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· ὥσπερ γὰρ λέγει, ὅτι εἰ τελείως δι’ αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτως καὶ ἐνταῦθα τῶ αὐτῶ συλλογισμῷ κέχρηται λέγων. ΚΕΦ. ΙΑ. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν ἐν ἱλασμῷ καὶ ἁγιασμῷ. Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας ἐζητειτο τόπος. Τουτέστιν, ἀεὶ ἀμέμπτους ἐποίει·
For we do not deposit in the soul the things we hear in the same way as the things we see with our own eyes. He showed him all things. Either, then, he says this by way of example and shadow, which he brought forward concerning the temple; for he says, "See that you make them according to the pattern shown to you on the mountain." Is it therefore concerning the construction of the temple alone, or did he also see concerning the sacrifices and all the other things? Rather, one would not err in saying this also: for what else is the church than heaven? But now he has obtained a more excellent ministry, inasmuch as he is also mediator of a better covenant. Do you see, he says, how much better the ministry is than the ministry, since that one was an example and type, but this one is truth? But this profits the hearers nothing, nor did it gladden them; for this reason he says that which most gladdened them. "Which has been enacted on better promises." How is this clear? From the fact that the first was cast out and the second was brought in in its place; for this reason it prevails, because it is better. For just as he says that if perfection were through it, what further need was there for another priest to arise according to the order of Melchizedek? so also here he uses the same reasoning, saying: CHAPTER 11. The superiority of the second covenant over the first in propitiation and sanctification. For if the first had been blameless, no place would have been sought for a second. That is, it always made them blameless.
ὅτι γὰρ περὶ τούτου φησὶν, οὐκ εἶπε, μεμφόμενος δὲ αὐτὴν, ἀλλὰ μεμφόμενος δὲ αὐτοὺς λέγει, “ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν “ οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ διαθήκην καινὴν, “ οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν “ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ “ γῆς Αἰγύπτου, οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα “ αὐτῶν λέγει Κύριος.” καὶ πόθεν δῆλον ὅτι τέλος ἔλαβεν; ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως, δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξὶ, ὅτι ἐκβέβληται· πῶς δὲ, “ ἐπὶ κρείττοσιν ἐπαγγελίαις· ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός ; σὺ δὲ θεώρει πῶς κἀκεῖ ἐπαγγελίας φησίν· ἵνα μὴ ταύτης τοῦτο κατηγορεῖς, καὶ γὰρ ἐκεῖ δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς καὶ ἐνταῦθα ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο· ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, “ ἰδοὺ ἡμέραι ἔρχον- “ ται,” φησὶ, “ λέγει Κύριος· καὶ συντελέσω ἐπὶ τὸν οἰκον “ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ παλαιάν·” τίνα διαθήκην φησίν; ἵνα γὰρ μὴ τοῦτο λέγωσι, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ εἶπεν ἁπλῶς κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς ἣ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν φησίν; ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ· διὸ καὶ ἐπήγαγεν·
For he says concerning this, he did not say, blaming it, but blaming them he says, "Behold, days are coming, says the Lord, and I will accomplish for the house of Israel and for the house of Judah a new covenant, not according to the covenant which I made with their fathers, in the day when I took them by the hand to lead them out of the land of Egypt, they did not remain in my covenant, and I disregarded them, says the Lord." And from where is it clear that it has received an end? He showed it also from the priest, but now he shows it more clearly word for word, that it has been cast out; and how, "on better promises"? For where, tell me, is the earth equal to heaven? But observe how even there he speaks of promises; so that you do not accuse this one of this, for even there through the hope by which we draw near to God, he says, it is better, showing that there too there is hope and here a better promise, hinting that there too he promised; but since they were always accusing, "Behold, days are coming," he says, "says the Lord, and I will accomplish for the house of Israel and for the house of Judah a new covenant, not the old one." What covenant does he mean? For so that they might not say this, he also defined the time; for he did not say simply "according to the covenant which I made with their fathers," so that you would not say it was the one made with Abraham or the one with Noah; but what does he say? "Which I made with their fathers who were in the exodus"; therefore he also added:
“ ἐν ἡμέρᾳ ἐπιλα- “ βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύ- “ πτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ- “ λῆσα αὐτῶν, λέγει Κύριος.” οὗτοι, φησὶ, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια· τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω· ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς· “ ὅτι αὕτη ἡ διαθήκη μου,” φησὶν,
“ ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ Κύριος, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ “ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.” οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει, “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην·” ποία δὲ ἄλλη ἐστὶ διαφορά; αὕτη. εἰ δὲ τὸ διάφορον λέγοι τις, οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν, οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν· οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ’ ἐν καρδίαις. δειξάτω τοίνυν τοῦτο ποτὲ γενόμενον ὁ Ἰουδαῖος, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος· ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους, μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος Ἁγίου· διὸ καὶ ἔλεγεν ὁ Χριστός· “ ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, “ καὶ διδάξει ὑμᾶς·” “ καὶ οὐ μὴ διδάξωσι,” φησὶν, “ ἕκαστος “ τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ, λέγων·
“In the day when I took them by the hand to lead them out of the land of Egypt, because they did not remain in my covenant, and I neglected them, says the Lord.” These, he says, were the first who did not remain, and the neglect is on our part too; but the good things are from him—I mean the things of his beneficence. Here he sets down, as it were, an apology, showing the reason for which he abandons them: “For this is my covenant,” he says, “which I will make with the house of Israel after those days, says the Lord, giving my laws into their mind, and I will write them on their hearts; and I will be to them a God, and they shall be to me a people.” Thus he says these things concerning the new covenant, that he says, “not according to the covenant which I made”; and what other difference is there? This one. But if someone should say the difference is not in this respect, but in respect of their being given into their hearts, he does not introduce a difference of commandments, but shows the manner of the giving; for no longer, he says, will the covenant be in writings, but in hearts. Let the Jew therefore show that this ever happened, but he would not find it; for again it came to be in writings after the return from Babylon. But I show the Apostles, who received nothing written, but received it in their hearts through the Holy Spirit; therefore Christ also said: “When he comes, he will remind you of all things, and will teach you”; “and they shall not teach,” he says, “each one his fellow citizen, and each one his brother, saying:
“ γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν “ ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.” πότε δὲ τοῦτο γέγονεν ἣ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ ἐκείνων, οὐ δῆλον, ἀλλ’ ἀπεκέκλειστο εἰς γωνίαν· καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ. καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Ιδοὺ, φησὶ, καὶ αὐτὴ καινὴ τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν, ἐποίησεν αὐτὴν καινήν· ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγῃ· καὶ γὰρ καὶ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ἦ, ἀλλ’ ὑετὸν διδῷ, ὅταν μὴ ἄκαρπος, οὐχ ὅταν μεταβληθῇ, οὐχ ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένη· ὥστε φησὶ, “ καὶ διαθήκην “ καινὴν καλῶς εἶπεν. ἐὰν οὖν δείξω ὅτι παλαιοτέρα γέγονεν ἡ διαθήκη ἐκείνη κατὰ τοῦτο τὸ μὴ δοῦναι καρπόν· καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν Ἀγγαῖος, τι Ζαχαρίας, τι ἄγγελος, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρης P γεγενημένης· τί Ἔσδρας ἐγκαλεῖ; πῶς συνέλαβον αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον; ὅπου γε
"Know the Lord, that all shall know me, from the least to the greatest of them, because I will be merciful to their iniquities, and their sins and their lawless deeds I will remember no more." But when did this happen, or is it now? For our own case is clear, but theirs is not clear, but was shut up in a corner. It is then called new when it is another; and he shows whether it has anything more than the old. "Behold," he says, "even this is new," when some parts of it are taken away and others are not; for instance, if someone, when an old house is about to fall down, leaving the whole aside, underpinned the foundation, we at once say he made it new; when he removes some things and introduces others in their place. For thus also the heaven is called new, when it is no longer bronze but gives rain, when it is not unfruitful, not when it has been changed, not when some parts of it are taken away and others remain. So he says, "and a new covenant" — he spoke well. If, then, I show that that covenant has become older in this respect, that it did not give fruit; and so that you may learn accurately, read what Haggai says, what Zechariah says, what the angel says, when not even the return was yet complete; what does Ezra accuse? How did they seize him? And how does no one ask the Lord? Since indeed
καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν. ὁρᾶς πῶς βεβίασται τόσον; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο, ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι τὸ “ἔσται καινὸς ὁ οὐρανός.” διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ; ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός· καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δίδωσιν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν· τοῦτο ἐγὼ δείκνυμι, δι’ ὧν, φησὶ, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾗ ἠσθένει διὰ “ τῆς σαρκὸς,” καὶ πάλιν, “ τί πειράζετε ἐπιθεῖναι ζυγὸν ἐπὶ “ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς “ ἰσχύσαμεν βαστάσαι.” “ ἀλλ’ ἐκεῖνοι μὲν οὐκ ἐνέμειναν,” φησίν· ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ καὶ πνευματικῶν· “ εἰς “ πᾶσαν γὰρ τὴν γῆν,” φησὶν, “ ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ “ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·” τουτέστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, γνῶθι τὸν Κύριον· καὶ πάλιν, “ πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ “ πολὺ κατακαλύψαι θαλάσσας. ἐν τῷ λέγειν καινὴν,” φησὶ, “ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον “ ἐγγὺς ἀφανισμοῦ·” ὅρα τὸ κρυπτόμενον, πῶς ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν· ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τὸ αὐτὸ εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἃν καὶ τοῦτο μετὰ ταῦτα καινὸν ἐκάλεσεν, ὥστε πλέον τι διδοὺς καὶ ἕτερον· ἐπαλαιώθη, φησὶν, οὐκοῦν καταλύεται καὶ ἀπόλλυται, καὶ οὐκέτι ἐστίν·
And they themselves transgressed, and they themselves did not even know it. Do you see how he has forced this much? But I set down my own view, that this would properly be called new, and otherwise I do not even concede that that saying, "The heaven will be new," was spoken about this. For why, when he does not say in Deuteronomy that the heaven will be bronze, did he set this down in the distinction? But if you listen, it will be new; and indeed for this reason he says he gives another covenant, since they did not abide by the former. This I demonstrate, by the words, "For the weakness of the law, in that it was weak through the flesh," and again, "Why do you tempt to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear?" "But those," he says, "did not abide"; here he shows that he deems us worthy of greater and spiritual things: "For into all the earth," he says, "their sound went out, and to the ends of the world their words"; that is, "Let each not say to his neighbor, Know the Lord"; and again, "The earth shall be filled with the knowledge of the Lord, as much water covers the seas. In saying 'new,'" he says, "he has made the first old; but that which is becoming old and growing aged is near to vanishing away." Observe what is hidden, how he has uncovered the prophet's meaning. He honored the law, and did not wish to call it old by name; yet nevertheless he said the same thing. For if that was new, he would not also have called this new after these things, so as to give something more and different. It has grown old, he says; therefore it is abolished and perishes, and no longer exists.
οὐχ ἁπλῶς δὲ κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ’ ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον· διὰ τοῦτο ἔλεγεν διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ οὐδὲν ἐτελείωσεν ὁ νόμος· καὶ ὅτι “ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας “ ἐζητεῖτο τόπος·” “ ἄμεμπτος” δὲ, τουτέστι, χρήσιμος, οὐχ ὡς ἐγκλημάτων ὑπεύθυνος, ἀλλ’ οὐχ ὡς ἀρκοῦσα, ἰδιωτικώτερον ἐφθέγξατο, ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλαττώματα, σαθρά ἐστιν. τῶν εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος B. ΤΟΜΟΣ Γ΄. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἔδειξεν ἀπὸ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἤμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν, καὶ ἀπ’ αὐτοῦ τῆς σκηνῆς τοῦ σχήματος, καί φησιν, εἶχε μὲν οὖν ἐκείνη, τίς; ἡ πρώτη διαθήκη δικαιώματα λατρείας· τί ἐστι “ δικαιώματα ” σύμβολα ἣ θεσμούς· τότε ὡσανεὶ νῦν, φησὶν, οὐκ ἔχει, ἣ δείκνυσιν αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησὶν, ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστιν· τό τε ἅγιον κοσμικόν· ἐπειδὴ πᾶσιν ἠφεῖτο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος, ἐν τῷ αὐτῷ οἴκω, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζηραῖοι· ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία, ἐν ἧ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. ταῦτα σύμβολα τοῦ κόσμου “ μετὰ δὲ τὸ δεύτερον καταπέ- “ τασμα·” ἄρα οὐκ ἦν καταπέτασμα ὃ, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν·
But the new covenant did not simply put the old to rest, but as something grown old, as useless; for this reason he said, "because of the weakness and unprofitableness," and the law perfected nothing; and that "if the first had been blameless, no place would have been sought for a second"; and "blameless" means useful, not as being liable to accusations, but not as sufficient; he spoke more colloquially, as one might say, the house is not blameless, that is, it has defects, it is unsound. From the exegetical selections on the Epistle to the Hebrews, volume B. TOME 3. So then the first tabernacle had ordinances of service. (From Chrysostom.) The blessed John says: he showed from the priest, from the priesthood, from the covenant, that that one was going to have an end; he shows then also from the very form of the tabernacle, and says, so then that one had—which one? the first covenant—ordinances of service; what are "ordinances"? symbols or statutes; then, as it were, now, he says, it does not have them, or he shows that it has passed away; for then it had them, he says, so that now, even if it stands, it is not; and the holy place was worldly; since it was open to all to enter, and the place was evident, in the same house where the priests stood, where the Jews, the proselytes, the Greeks, the Nazarenes; since then it was accessible even to Greeks, he calls it worldly; for the Jews were not the world. For the first tabernacle was constructed, which is called holy, in which were the lampstand and the table and the setting forth of the loaves. These are symbols of the world. "And after the second veil"; so there was not one veil, but there was also an outer veil;
“ σκηνὴ ἥτις λέγεται ἁγία ἁγίων” ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ. Χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσατα. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ, τῆς Ἰουδαικῆς ἀγνωμοσύνης ὑπομνήματα· “ καὶ αἱ πλάκες τῆς διαθήκης,” γὰρ αὐτάς· καὶ τὸ μάννα, ἐπειδὴ ἐγόγγυσαν· διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα· ὑπὲρ ἄνω δὲ αὐτῆς Χερουβὶμ δόξης. Τί ἐστι Χερουβὶμ δόξης; ἤ τοι τὰ ἔνδοξα, ἤτοι τὰ ὑποκάτω τοῦ Θεοῦ, φησί· “ κατασκιάζοντα τὸ ἱλαστήριον·” ἄλλως δὲ, καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα· “ περὶ ὧν οὐκ ἔστι,” φησὶ, “ νῦν λέγειν κατὰ μέρος.” ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνα τὰ ὁρώμενα, ἀλλ’ αἰνίγματά τινα ἦν, “ περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν·” ἴσως ὡς μακροῦ δεόμενα λόγου. Θεόδωροσ δέ φησιν· ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν δυνατόν· ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, ὅση τίς ἐστιν, ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν, ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας, τῆς Θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας τὰ περὶ τούτων λέγει προστάγματα· “ τό τε ἅγιον κοσμικόν·” ἅγιον ἐνταῦθα καλεῖ τὸν ναόν· εἰκότως, ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ Θεῶ συνέβαινεν·
"A tabernacle which is called holy of holies." Observe how everywhere he calls it a tabernacle, having a golden altar and the ark of the covenant covered all around with gold, in which was a golden jar containing the manna, and Aaron's rod that budded. All these things were venerable and splendid, memorials of Jewish ignorance. "And the tablets of the covenant," for he means them; and the manna, since they grumbled; therefore, handing down the memory to descendants, he commanded it to be deposited in the golden jar. And Aaron's rod that budded; and above it the Cherubim of glory. What is "Cherubim of glory"? Either the glorious ones, or those beneath God, he says: "overshadowing the mercy seat." In another sense, he also exalts these things in his account, in order to show that the things after these are greater: "concerning which," he says, "it is not possible now to speak in detail." Here he hinted that these were not the only things seen, but were certain riddles, "concerning which it is not possible now to speak," perhaps as requiring a long discourse. But Theodore says: From here he begins to speak of how the symbols and types in the law relate to the things in grace, and how it is possible to discern these things prefigured in those; at the same time, by the comparison, showing also their superiority, how great it is, and he makes the beginning of his teaching in narration. He says, then, that even the first covenant had boundaries and ordinances of ministry, of the service owed to God; for he calls the ordinances concerning these things "righteous requirements of worship"; "and the holy place worldly." Here he calls the temple "holy"; reasonably, since in it the ministry was rendered to God.
εἰ τε καὶ τὴν σκηνὴν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν, ὡς ἂν ἐν αὐτῇ τοῦ Θεοῦ τυγχάνοντος, καὶ τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον· καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· “ καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ Κυρίου·” οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ, μή πω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος· ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωσεῖ κελεύων ὁ Θεὸς, προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν καταπετασμάτων, μάτων, μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον. τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, ἦν μὲν
ταῦτα, οὐκ ἀπέλαυον δὲ αὐτῶν οἱ Ἰουδαῖοι, οὐχ ἑώρων αὐτά· ὥστε οὐκ ἐκείνοις μᾶλλον ἢν ἣ οἱ, προεφητεύετο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ, μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; ἵνα γὰρ μὴ λέγωσι, πῶς μία θυσία; δείκνυσιν αὐτὸ ἔ, ὄν· εἴ γε ἁγιωτέρα μία ἢν καὶ φρικτή· καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερεν· οὕτως εἰθίζοντο ἄνωθεν. καὶ γὰρ τότε ὁ ἀρχιερεὺς ἅπαξ, φησὶ, προσέφερε· καὶ καλῶς εἶπεν, “ οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία· δείκνυσιν ὅτι ἔσται θυσία, οὐ πυρὶ ἀναλουμένη, ἀλλ’ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη·
If indeed also the tabernacle, since they formerly held this in the order of the temple; for likewise they called that a temple, as though God were present in it, and also the later one built by Solomon; and one can learn this clearly from the first book of Kingdoms, which says: "And Samuel slept in the temple of the Lord," where the ark of God was, when the temple had not yet been built by Solomon. Just as God, commanding Moses to construct the tabernacle as a symbol of the world according to a certain type, ordered him to make a court from the curtains, divided in the middle by another; so too the temple later came to be according to the same type. These things being thus prepared, into the first tabernacle the priests enter continually, performing the services. (From Chrysostom.) The blessed John says: that is, these things existed, but the Jews did not enjoy them, they did not see them; so that it was not for them more than for those whom he was prophesying. But into the second, once a year, only the high priest, not without blood, which he offers for himself and for the ignorances of the people. Do you see already the types pre-established? For lest they say, how is there one sacrifice? He shows it to be so; if indeed one was more holy and awe-inspiring; and how the high priest offered once; thus they were accustomed from above. For then also the high priest, he says, offered once; and well did he say, "not without blood"; not without blood indeed; for the matter was not so great; he shows that there will be a sacrifice, not consumed by fire, but rather shown by blood.
ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλ’ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν· ἅπαξ προσεφέρετο ἐν αἵματι, “ ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ “ ἀγνοημάτων·” οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ’ “ ἀγνοημάτων·¨ ινα μὴ μεγαφρονῶσιν· εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, ἀλλ’ ἄκων ἠγνόηκες· καὶ τούτου οὐδείς ἐστι καθαρὸς, καὶ πανταχοῦ τὸ ἑαυτοῦ δεικνὺς, ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶν ἀρχιερεύς· εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκεν· τι οὐν ταῦτα εἰπεν, φησί· τοῦτο γὰρ κρείττονός ἐστιν, οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ, καὶ φησὶ, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Διὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ ἅγια τῶν ἁγίων, τουτέστιν ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος· μὴ οὐν ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτῶν, φησὶ, νομίζωμεν αὐτὰ μηδὲν εἰμαι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν. Ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐκότα. κατὰ ποῖον; φησί· τὸν πρὸ τῆς χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς. πῶς γὰρ ἐπιγενόμενος καὶ τέλος ἔχων· καὶ ἕτερον δὲ ἐμφαίνων τοῦτό
For since he called the cross a sacrifice, having neither fire nor wood, nor being offered many times, but offered once in blood, he shows that the old sacrifice was also of this kind: it was offered once in blood, "which he offers for himself and for the ignorances of the people." He did not say "sins," but "ignorances," so that they might not be proud; for even if you did not sin willingly, yet you have erred unwillingly; and of this no one is clean, and everywhere demonstrating his own point, that Christ is a much greater high priest. For if he has been separated from our sins, how did he offer for himself? Why then did he say these things? he says. For this is of something better; here there is no contemplation at all. For the rest, he contemplates and says, the Holy Spirit signifying this, that the way of the holy things was not yet made manifest, while the first tabernacle still had its standing. For this reason, he says, these things were thus prepared, so that we might learn that the holy of holies, that is, heaven, is still inaccessible. Therefore, he says, let us not, because we do not enter them, think that they are nothing, since we have not entered even the holy things. Or what is the parable referring to the fitting time? To what time? he says. To the time before the coming of Christ; for after the coming of Christ it is no longer the present time. For how could it be, when he has come and has an end; and also indicating another thing, this
φησιν, “ ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,” τουτεστιν, οὐ τύπος γέγονεν. καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Ἴδε τί ἐστιν· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· καὶ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, πῶς “ κατὰ συνείδησιν ” αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ’ ἔτι περὶ σῶμα ἦσαν, “ κατὰ νόμον “ ἐντολῆς σαρκικῆς·” οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφεῖναι ἠδύναντο. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοις. Ὁρᾷς; τὸ δὲ, ἔφαγες, τὸ δὲ, οὐκ ἔφαγες, ἅπερ ἐστὶν ἀδιάφορα· τὸ δὲ ἔπιες, φησὶ, καί τοι περὶ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ’ ἐξευτελίζων ταῦτα φησί· “ καὶ διαφόροις βα- “ πτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως “ ἐπικείμενα·” αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός· ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς, ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμεινον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. ΚΕΦ. ΙΒ. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι τοῦτο ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιητου. τὴν σάρκα λέγει ἐνταῦθα· καλῶς καὶ μείζονα καὶ τελειοτέραν εἰπεν. εἴ γε καὶ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ “ Πνεῦμα·” “ τελειοτέρας” δὲ, φησὶν, ὥστε καὶ ἀλήπτου οὔσης καὶ μείζονα κατορθούσης. Σευηριανὸσ δέ φησιν·
he says, "which is a parable for the present time," that is, it has not become a type. under which gifts and sacrifices are offered, being unable to perfect the worshiper according to conscience. See what this is: for the law perfected nothing; and if the first was blameless, how "according to conscience"? for the sacrifices did not remit the filth from the soul, but were still concerned with the body, "according to the law of a fleshly commandment;" for indeed they could not remit adultery, nor murder, nor sacrilege. Only with respect to foods and drinks and various washings. Do you see? one thing was "you ate," another "you did not eat," which are indifferent matters; and "you drank," he says, although nothing had been ordained concerning drink; but disparaging these things he says: "and with various washings and ordinances of the flesh, imposed until a time of reformation;" for this is the righteousness of the flesh; here he casts down the sacrifices, showing that they had no power, and that they were until a time of reformation; that is, they awaited the time that sets all things right. CHAPTER 12. Concerning the blood of Christ, in which was the new covenant, that this brings true purification, not the things offered many times in the blood of animals. But Christ, having appeared as high priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands. He calls his flesh here; rightly he called it both greater and more perfect. Since indeed both God the Word and the whole activity of the Spirit dwell in it; "for God does not give the Spirit by measure;" "more perfect," he says, so that it is also intangible and accomplishes greater things. But Severian says:
ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μώσεως, ὥστε τὰς λατρείας γίνεσθαι, οὕτως μείζων ἡ σκηνὴ
αὕτη· τῆς χάριτος ἡ σύστασις τὸ σῶμα τοῦ Χριστοῦ, κεφαλὴν ἔχον τὸν Χριστόν. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἰδοὺ πῶς οὐ γὰρ ἄνευ Πνεύματος αὐτὴν κατεσκεύασεν, οὐδὲ “ ταύτης τῆς κτί- “ σεως” ἐστὶν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικὴ, ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; τίνος οὖν ἕνεκα τοῦτο ποιεῖ καθ’ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια, καταπέτασμα ἡ σὰρξ, κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ἔχουσα τὴν θεότητα· σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησι, “ παραγενόμενος·” οὐκ εἶπε γενόμενος, ἀλλὰ “ παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθών· οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο καὶ τότε ἐγένετο, ἀλλ’ ἅμα ἦλθεν· καὶ οὐκ εἶπεν παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ “ τῶν γενομένων “ ἀγαθῶν,” ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν· “ οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων” φησὶ, “ πάντα ἐξηλ- “ λαγμένα· διὰ δὲ τοῦ δίου αἵματος,” φησὶν, “ εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος·” καὶ τὸ “ εὑρόμενος σφόδρα τῶν ἀπόρων ἦν, καὶ τῶν παρὰ προσδοκίαν· πῶς διὰ μιᾶς εἰσόδου αἰώνιον λύτρωσιν εὕρετο, εἶτα τὸ πιθανόν.
Just as the tabernacle was constructed in the time of Moses, so that the services of worship might take place, so this tabernacle is greater; the constitution of grace is the body of Christ, having Christ as its head. That is, it is not of this creation. (Of Chrysostom.) The blessed John says: Behold how he did not construct it without the Spirit, nor is it "of this creation," that is, not of these created things, but it is spiritual, from the Holy Spirit. Do you see how he calls the body both tabernacle and veil and heaven? For what reason, then, does he do this under a different and again different meaning? What I mean is something like this: the heaven is a veil; for just as a veil walls off the holy places, so the flesh, hiding the divinity, and similarly having the divinity as a tabernacle; again, the heaven is a tabernacle; for the priest is inside there. But Christ, he says, "having appeared"—he did not say "having become," but "having appeared," that is, having come to this very thing; not succeeding another; he did not appear first and then become, but he came at the same time; and he did not say "having appeared as high priest of the things being sacrificed," but "of the good things that have come to be," as though the word were unable to present the whole; "nor by the blood of goats and calves," he says, "all having been obtained; but by his own blood," he says, "he entered once for all into the holy places, having obtained eternal redemption"; and the "having obtained" was very much among the difficult things, and among things beyond expectation: how by one entrance he obtained eternal redemption, and then the persuasive element.
Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους οὑς ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρᾶι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἱμα τοῦ Χριστοῦ· ἵνα γὰρ μὴ ἀκούσας “ ἁγιάζει,” μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον· καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινὸς, καὶ λέγει ὅτι εἰκότως, εἴγε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ· καὶ οὐκ
ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς, “ ὃς διὰ Πνεύματος αἰωνίου,” φησὶν, “ ἑαυτὸν προσήνεγκεν ἄμω- “ μον τῷ Θεῷ,” τουτέστιν τὸ ἱερεῖον ἄμωμον ἦν, ἁμαρτιῶν καθαρόν· τοῦτο γάρ ἐστι “ διὰ Πνεύματος αἰωνίου,” οὐ διὰ πυρὸς, οὐ δι’ ἄλλων τινῶν· “ καθαριεῖ τὴν συνείδησιν ὑμῶν,” φησὶν, “ ἀπὸ νεκρῶν ἔργων·” καλῶς εἰπεν, “ ἀπὸ νεκρῶν ἔργων·” εἴ τις ἅψαιτο νεκροῦ, ἐμιαίνετο, καὶ ἐνταῦθα, εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως· “ εἰς τὸ λατρεύειν Θεῷ ζ́ωντι,” φησίν· ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ἀληθινῷ καὶ ζῶντι Θεῷ· ἐκεῖνα γὰρ καὶ νεκρά ἐστι καὶ ψευδῆ· καὶ εἰκότως. Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῆ πρώτῃ διαθήκη παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας·
For if the blood of bulls and goats and the ashes of a heifer sprinkling those who have been defiled sanctifies them for the purity of the flesh, how much more will the blood of Christ, who through the eternal Spirit offered himself without blemish to God, cleanse your conscience from dead works, to serve the living God? For if, he says, the blood of bulls can cleanse the flesh, much more will the blood of Christ wipe away the filth of the soul. For lest, having heard "sanctifies," you should think it something great, he marks and shows the difference between the two purifications; and how this one is lofty and that one lowly, and he says it is fitting, since that was the blood of bulls, but this of Christ; and he was not satisfied with the name, but also sets down the manner of the offering: "who through the eternal Spirit," he says, "offered himself without blemish to God," that is, the victim was without blemish, pure from sins; for this is "through the eternal Spirit," not through fire, not through anything else. "He will cleanse your conscience," he says, "from dead works"; well did he say, "from dead works": if one touched a dead body, he was defiled, and here, if one touches a dead work, he is polluted through the conscience. "To serve the living God," he says; here he shows that those who have dead works cannot serve the true and living God; for those things are both dead and false; and fittingly so. And for this reason he is the mediator of a new covenant, so that, death having taken place, for the redemption of the transgressions under the first covenant, those who have been called might receive the promise of the eternal inheritance.
ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε οὐκ ἰσχύει ὅτε ζῆ ὁ διαθέμενος· ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. ὁ τοίνυν Παῦλος ἐκ περιουσίας τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών· ποῖον δὴ τοῦτο ; δι’ αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαρρεῖν, φησί· διὰ τί ; ὅτι οὐ ζώντων τῶν διαθεμένων, ἀλλὰ ἀποθανόντων, τότε βέβαιαι εἰσιν αἱ διαθῆκαι καὶ τὴν ἰσχὺν λαμβάνουσι· καὶ διὰ τοῦτο, φησὶ, καινῆς διαθήκης μεσίτης ἐστίν· ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς· τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους· οὕτω καὶ ἐνταῦθα· “ θέλω, ὅπου ἐγώ εἰμι, ” φησὶν ὁ Χριστὸς, “ καὶ οὗτοι ὦσιν·” καὶ πάλιν περὶ τῶν κληρονόμων ἄκουε αὐτοῦ λέγοντος· “ οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν “ πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.” ἡ διαθήκη πάλιν, τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων, ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι· οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ παρ’ αὐτῶν, λέγων· “ ἐντολὴν
For where there is a covenant, it is necessary that the death of the one who made the covenant be brought in; for a covenant is confirmed over the dead, since it is never valid while the one who made the covenant is alive; therefore not even the first covenant was inaugurated without blood. It was likely that many of those who were in a weaker condition, and also because Christ had died, would especially disbelieve his promises. Paul therefore sets down this example from abundance, taking it from common custom. What then is this? For this very reason, he says, one must be confident. Why? Because it is not while those who make the covenant are alive, but when they have died, that covenants are confirmed and receive their force; and for this reason, he says, he is the mediator of a new covenant. The covenant is made at the last day of the death; and such is the covenant: it has some as heirs, and some as disinherited. So also here: "I desire," says Christ, "that where I am, these also may be"; and again, hear him speaking about the heirs: "I do not ask concerning all, but concerning those who believe through their word in me." The covenant again has some things belonging to the one who makes it, and some to those who receive it, so that they receive some things and do some things. So also here: for after promising countless things, he also requires from them, saying: "A commandment
“ καινὴν δίδωμι ὑμῖν·” πάλιν μάρτυρας ἔχειν ὀφείλει ἡ διαθήκη· ἄκουε αὐτοῦ πάλιν λέγοντος, “ ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, “ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με·” καὶ πάλιν, “ ἐκεῖνος “ μαρτυρήσει περὶ ἐμοῦ,” περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα Ἀποστόλους ἀπέστειλε λέγων, διαμαρτύρεσθαι ἐνώπιον τοῦ Θεοῦ. “ καὶ διὰ τοῦτο,” φησὶ, “ διαθήκης καινῆς μεσίτης “ ἐστίν·” τί ἐστι μεσίτης; οὐκέτι κύριος τοῦ πράγματος, οὗ ἐστι μεσίτης· ἀλλ’ ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερον δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται οὐχ ὁ γαμῶν, ἀλλὰ τῷ μέλλοντι ἄγεσθαι συμπράττων· οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν· οὐκ ἠθέλησεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ’ ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν· καὶ ὅρα πῶ, μεσίτης ἐγένετο, λόγους ἀπήγαγεν, καὶ ἤγαγε τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλαμεν· ἀπέθανεν ὑπὲρ ἡμῶν· καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης ταύτης· ταύτῃ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονεν· παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς πατὴρ εἰς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει· τί τοίνυν μέγα φρονεῖς ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε, εἰ μὴ ὁ δεσπότης ἡμῖν ὑπὲρ ἡμῶν ἀπέθανεν· οὐκ ἃν ἴσχυσεν ὁ νόμος· ἔστι γὰρ ἀσθενής·
“I give a new one to you.” Again the covenant ought to have witnesses. Hear him again saying, “I am the one who testifies about myself, and the one who sent me testifies about me”; and again, “He will testify about me,” speaking about the Paraclete; and he sent out the twelve Apostles, saying, to testify solemnly before God. “And for this reason,” he says, “he is the mediator of a new covenant.” What is a mediator? He is no longer the master of the matter of which he is mediator; but the matter is one thing, and the mediator another; for example, a mediator of a marriage is not the one who marries, but one who assists the one who is about to be led in marriage. So also here the Son became mediator between the Father and us. The Father did not wish to remit this inheritance to us, but was angry with us and was indignant, as with those who had been alienated. Therefore he became mediator between us and him, and persuaded him. And see how he became mediator: he brought back words, and brought the things from the Father, ferrying them across to us, and adding his death. We had offended; we owed death; he died for us; and he made us worthy of this covenant. By this the covenant is sure, which no longer has come to unworthy people. At the beginning, then, he made a covenant as a father with sons; but since we became unworthy, there was need no longer of a covenant but of punishment. Why then do you pride yourself on the law? For it brought us into such great sin that we would never have been saved, unless the Master had died for us; the law could not prevail, for it is weak.
οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ παλαιᾷ συμβεβηκότων, ὃ μάλιστα αὐτοῖς ἐπηγάγετο. οὐδεὶς ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; διὰ τοῦ αὐτοῦ τρόπου, φησι πῶς; καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἱμα· εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· ὅθεν φησὶν, “ οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·” τί ἐστιν ἐγκεκαίνισται; βεβαία γέγονεν, ἐκυρώθη τὸ ὅθεν· διὰ τοῦτο φησίν· ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης; φησὶ γὰρ, Λαληθείσης πάσης τῆς ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ
Μωϋσέως παντὶ τῷ λαῷ· λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε λέγων, τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης, καὶ ὁ λαός; τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου· διὰ τι τῷ ὑσσώπῳ; πυκνόν ἐστι τοῦτο καὶ Κράτητι . . τί δαὶ τὸ ὕδωρ; δείκνυσι καὶ τὴν δι’ ὕδατος κάθαρσιν· τί δαὶ τὸ ἔριον; καὶ τοῦτο, ὥστε κατέχεσθαι τὸ αἷμα· δείκνυσιν ἐνταῦθα . . . αὐτὸ καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τὸ πάθος ἐστιν. Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας, τῷ αἵματι ὁμοίως ἐρράντισε· καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Διὰ τί τὸ “ σχεδόν ” διὰ τί αὐτὸ ἐκόλασεν;
And he no longer confirms it only from common custom, but also from the things that happened in the old covenant, which especially he brought forward to them. There was no one who had died there; how then was that covenant sure? In the same way, he says—how? For there too there was blood, just as here there is blood; and if it is not the blood of Christ, do not marvel, for it was a type. Therefore he says, "Nor was the first covenant inaugurated without blood." What is "inaugurated"? It has become sure, it has been ratified. Therefore he says: it was necessary that there be a symbol of the covenant and of the death. For for whose sake, tell me, is the book of the covenant sprinkled? For he says, When every commandment according to the law had been spoken by Moses to all the people, taking the blood of the calves with water and scarlet wool and hyssop, he sprinkled both the book itself and all the people, saying, This is the blood of the covenant which God commanded for you. For whose sake then, tell me, is the book of the covenant sprinkled, and the people? Because the precious blood was prefigured from above. Why with hyssop? This is dense and of strength . . . And what of the water? He shows also the cleansing through water. And what of the wool? This too, so that the blood might be retained. He shows here . . . both blood and water; for his baptism is his passion. And the tabernacle also and all the vessels of the ministry he sprinkled likewise with the blood; and almost all things are cleansed with blood according to the law, and without the shedding of blood there is no forgiveness. Why "almost"? Why did he qualify it?
ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ’ ἡμιτελὴς καὶ ἐν ἐλαχίστῳ μέρει, ἐνταῦθα δὲ τοῦτο τὸ αἷμα, φησὶ, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρεν τὰς διανοίας αὐτῶν; αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης· ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; αὐτοί εἰσιν· ποῦ δὲ ἡ σκηνή; αὐτοί εἰσι πάλιν· “ ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω,” φησίν· ἀλλ’ οὐκ ἐν ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐραντίζοντο· τί δή ποτε; οὐ γὰρ σωματικὸς ὁ καθαρμὸς ἦν, ἀλλὰ πνευματικός· καὶ τὸ ἁφὰ πνευματικόν· πῶς; οὐκ ἀπὸ σώματος ῥεῖ ἀλόγων, ἀλλὰ σώματος ἀπὸ πνεύματος κατασκευασθέντος, τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ’ ὁ Χριστὸς ἐρράντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, “ τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρ- “ τιῶν·” οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς πάντας περιραίνει· κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρμὸς ἦν· ἐνταῦθα δὲ ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται καὶ καθαίρει, οὐχ ἁπλῶς περιραινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς· καὶ αὐτῇ τῇ οὐσίᾳ
Since those things were not a perfect purification, nor a perfect forgiveness, but incomplete and in the smallest part, whereas here, he says, this is the blood poured out for you for the forgiveness of sins. Where, then, did the book purify their minds? They themselves, then, were books of the new covenant. And where were the vessels of the liturgy? They themselves are. And where was the tabernacle? They themselves are again: "For I will dwell in them and walk among them," he says. But they were not sprinkled with scarlet wool or hyssop. Why ever not? Because the purification was not bodily but spiritual; and the touch was spiritual. How? It does not flow from the body of irrational creatures, but from a body prepared from the Spirit. With this blood, not Moses but Christ sprinkled us, through the word that was spoken: "This is the blood of the new covenant for the forgiveness of sins." This word, dipped in the blood instead of hyssop, sprinkles all. And there the body was cleansed outwardly, for the purification was bodily; but here, since the purification is spiritual, it enters into the soul and cleanses it, not merely sprinkling but welling up in our souls; and by its very substance
ἀναμιγνύμενος, καὶ ῥωμαλέας αὐτὰς ποιῶν καὶ ἁγνάς· δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον· ἐπειδὴ γὰρ ἡ τε μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ τοῦ σταυροῦ, λέγει ὅτι τοῦτο ἐκάθαιρεν, καὶ τιμίαν κάθαρσιν καὶ ἐπὶ μείζοσιν· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον· διὰ τὸ αἷμα τοῦτο, διὰ τοῦτο ἀμνοί· ἅπαντα διὰ τοῦτο ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν, ἄρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα· ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται· ἐπεὶ καὶ Ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ’ ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ’ ἐπουράνιά ἐστι· καὶ τί λέγω ἐφάνη, ἐπὶ τῆς γῆς μὲν οὐ διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ, ἀλλ’ οὐδὲν τοῦτο· ἐπουράνια γάρ ἐστι, “ καὶ ἡμῶν τὸ “ πολίτευμά ἐστιν ἐν οὐρανοῖς·” καίτοι ἐνταῦθα πολιτευόμεθαι· αὐτὰ δὲ τὰ ἐπουράνια, τουτέστι, τὴν φιλοσοφίαν τὴν πη ἡμῖν· τοὺς ἐκεῖ κεκλημένους “ κρείττοσι θυσίαις παρὰ ταύτας,” τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλαὶ γεγόνασι καὶ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, οὐκ ἃν ταῦτα ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἃν ἔχῃ πονηρὰ, ὧν ἐστι τὰ ὑποδείγματα. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·
being mingled with them, and making them strong and pure; he shows, then, that death is the cause not only of confirmation but also of purification. For since it seemed to be a defiled thing—especially the death through the cross—he says that this purified it, and a precious purification, and even for greater things. For this reason the sacrifices came beforehand; for this blood, for this reason the lambs; all things came to be for this. It is necessary, then, that the copies of the things in the heavens be purified with these, but the heavenly things themselves with better sacrifices than these. And how are they copies of the things in the heavens? And what does he now call the things in the heavens? Is it heaven? But the angels? None of these, but our things. So our things are in the heavens, and our things are heavenly, even if they are accomplished on earth; since angels also are on earth, but are called heavenly; and the Cherubim appeared on earth, but are heavenly; and why do I say "appeared"? They do not live on earth, as in paradise, but this is nothing; for they are heavenly, "and our citizenship is in heaven"; although we conduct our citizenship here. But the heavenly things themselves, that is, the philosophy that is in us; those called there "with better sacrifices than these." The better is better than something good; so they have become good, and copies of the things in the heavens—these would not be copies if they were evil, since those things of which they are copies would also have evil. For Christ did not enter into handmade holy places, copies of the true ones, but into heaven itself, now to appear before the face of God for us.
οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανερωται. Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῶ καἰ τῆ σκηνὴ· διὸ
ἔλεγε, ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου· οὐδὲ γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναός· οὐ πολιτείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός· οὐ γὰρ διαταξάμενος Θεὸς ἐκάλεσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο· ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκονομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων· καὶ οὐ τούτῳ μόνῳ σεμνὸς ἢν, ἀλλὰ καὶ τῷ εἶναι εἰς. οἱ γὰρ ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν· “ ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες “ εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·” τι οὖν ὁ Παῦλος ποιεῖ; ὅπερ ἐπὶ τῶν θυσιῶν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ· ὥσπερ γὰρ ἐκεῖ τὸν θάνατον ἀνέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ· καὶ οὐ τούτῳ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· “ ἐμφανισθῆναι” γάρ φησι “ τῷ προσώπῳ τοῦ “ Θεοῦ,” ὥστε οὐ τῷ οὐρανῷ μόνον καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν· οὐ γὰρ ἁπλῶς ὥσπερ ἐνταῦθα διὰ συμβόλων, ἀλλ’ αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ· ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται;
Nor was it so that he should offer himself many times, as the high priest enters into the holy of holies year by year with the blood of another, since then he would have had to suffer many times from the foundation of the world. But now, once for all at the consummation of the ages, for the putting away of sin, through his sacrifice he has been made manifest. The Jews thought greatly of the temple and the tabernacle; therefore he said, "The temple of the Lord, the temple of the Lord, the temple of the Lord"; for nowhere else on earth was such a temple constructed—not for the sake of citizenship, not for beauty, not for anything else; for God, having ordained it, did not call it to be with great munificence, since those men were rather drawn and attracted to bodily things; but the second economy has become more splendid, both for the sake of beauty and for all other things; and it was venerable not only in this respect, but also in that it was one. For those from the ends of the earth came there, as Luke says in the Acts: "There were dwelling in Jerusalem Jews, devout men from every nation under heaven." What then does Paul do? What he did with the sacrifices, this he also does here; for just as there he raised up the death of Christ, so also here he sets the whole heaven against the temple; and he showed the difference not only in this, but also by adding that the priest has come nearer to God; for he says, "to appear before the face of God," so that he made the matter venerable not only by the heaven and the entrance; for not simply as here through symbols, but there he sees God himself. Do you see that everywhere the lowly things have been spoken for the sake of condescension?
τι δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; “ Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν ὥσπερ ὁ ἀρχιερεύς·” “ οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε,” φησὶ “ Χριστὸς ἀν- “ τίτυπα τῶν ἀληθινῶν·” ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ο ναὸς οὐτῶ κατεσκεύασται ὡσπερ ο οὐρανὸς τοῦ οὐρανοῦ· τι λέγεις; ἂν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ; ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; “ ἐμφανισθῆναι, φησὶ, “ τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” τι ἐστιν “ ὑπὲρ ἡμῶν ” μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα· τι γὰρ, εἰπέ μοι, αὐτὸς ἦν ἐχθρός; οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τι φησιν· “ εἰρηνοποιήσας τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὥστε “ καὶ αὐτὸς εἰσῆλθεν εἰς τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” νῦν ἐμφανίζεται, ἀλλ’ ὑπὲρ ἡμῶν. “ οὐδ’ “ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται
Why then do you marvel if he intercedes, seeing that he sets him forth as high priest? “Nor yet that he should offer himself often, as the high priest does.” “For Christ did not enter into the holy places made with hands,” he says, “which are figures of the true ones.” So then those things are the true ones, and these are types; for the temple was constructed just as the heaven of heaven. What are you saying? Unless he enters into heaven, does he not appear—he who is present everywhere and fills all things? Do you see that all these things belong to the flesh? “To appear,” he says, “before the face of God for us.” What is “for us”? He ascended with a sacrifice able to propitiate the Father. For what, tell me—was he himself an enemy? The angels were enemies; he himself was not an enemy. For that the angels were enemies, hear what he says: “having made peace both on earth and in the heavens.” So then “he himself also entered into heaven now to appear before the face of God for us.” Now he appears, but for us. “Nor yet that he should offer himself often, as the high priest enters.”
“ εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·” ὅρα πόσαι αἱ διαφοραί· τὸ πολλάκις τοῦ ἅπαξ, τὸ ἐν αἵματι ἀλλοτρίῳ τοῦ ἐν ἰδίῳ, πολὺ τὸ μέσον· αὐτὸς οὖν καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ θυσία· εἰ γὰρ μὴ τοῦτο ἦν, πολλὰς ἔδει θυσίας προσενεγκεῖν, πολλάκις ἔδει σταυρωθῆναι. “ ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν, ἀπὸ “ καταβολῆς κόσμου ἐνταῦθα καὶ παρεκάλυψε· “ νῦν δὲ ἅπαξ ἐπὶ “ συντελείᾳ τῶν αἰώνων, ” μετὰ τὰ πολλὰ ἁμαρτήματα· εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν· οὐκ ἔδει δεύτερον ἀποθανεῖν, ἀνόνητα ἦν ἅπαντα· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη, ὃ καὶ ἀλλαχοῦ λέγει, “ ὅπου “ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·” “ νῦν δὲ ἅπαξ “ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς “ θυσίας αὐτοῦ πεφανέρωται. καὶ “ καθόσον ἀπόκειται τοῖς ἀνθρώ- “ ποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·” εἶτα λέγει καὶ διὰ τι ἅπαξ ἀπέθανεν, ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἀποθανεῖν· τοῦτο οὖν τὸ “ ἅπαξ ἀπέθα- “νεν ὑπὲρἁπάντων·” τι οὖν οὐκέτι ἀποθνήσκομεν; τὸν θάνατον ἐκεῖνον ἀποθνήσκομεν μὲν, ἀλλ’ οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστιν· θανάτου γὰρ τυραννὶς, καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζῆσαι ἦ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις·
“into the holy of holies once a year with alien blood;” see how many are the differences: the “many times” versus the “once,” the “with alien blood” versus “with his own”—great is the distance. He himself, then, is both priest and victim, and sacrifice; for if this were not so, it would have been necessary to offer many sacrifices, it would have been necessary for him to be crucified many times. “Since it was necessary for him to suffer many times from the foundation of the world”—here he also hinted at this; “but now once at the consummation of the ages,” after the many sins. If, then, it had happened at the beginning, and then no one believed, it would not have been necessary for him to die a second time, and all things would have been useless; but since later the sins were many, reasonably he appeared then, which he also says elsewhere: “where sin abounded, grace superabounded;” “but now once at the consummation of the age, for the putting away of sin, through his sacrifice he has been manifested. And” “inasmuch as it is appointed for men once to die, and after this judgment;” then he also says why he died once, because he became a ransom for one death; it was appointed, he says, for men to die; this, then, is that “he died once for all;” why, then, do we no longer die? We do die that death, but we do not remain in it; which is not even to die; for the tyranny of death, and death truly, is that when he who has died is no longer permitted to return to life; but when after dying it is possible to live, and to live a better life, this is not death but a sleeping;
ἐπεὶ οὖν ἤμελλεν πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ, “ οὕτω καὶ ὁ Χρι- “ στὸς ἅπαξ προσενεχθεὶς,” ὑπὸ τίνος προσενεχθείς; ὑφ’ ἑαυτοῦ δηλονότι· ἐνταῦθα οὐδὲ ἱερέα αὐτόν φησι μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον· διὰ τοῦτο προσενεχθεὶς, “ εἰς τὸ πολλῶν ἀνενεγκεῖν “ ἁμαρτίας.” διὰ τί “ πολλῶν” καὶ μὴ πάντων; ἐπειδὴ μὴ πάντες ἐπίστευσαν, ὕπερ ἀπάντων μιν ἀπέθανεν, τουτέστι τὸ αὐτοῦ μέρος, ἀντίρροπος ἦν ὁ θάνατος ἐκεῖνος τῆς ἁπάντων ἀπωλείας. οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκεν, διὰ τὸ μὴ θελῆσαι αὐτούς· τί δέ ἐστιν ἀνήνεγκεν ἁμαρτίας· ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἀναφέρομεν τὰ ἁμαρτήματα καὶ λέγομεν, εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον, τουτέστι μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε· ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός ; ἄκουσον αὐτοῦ λέγοντος, “ καὶ ὑπὲρ αὐτῶν
“ ἐγὼ ἁγιάζω ἐμαυτόν·” ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα, ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκεν τῷ πατρί· οὐχ ἵνα τί ὁρίσῃ κατ’ αὐτῶν, ἀλλ’ ἵνα αὐτὰ ἀφῇ· “ ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθή- “ σεται,” φησὶ, “ τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.” τί ἐστι “χωρὶς ἁματρίας;” οἷον οὐχ ἁμαρτάνει· οὐδὲ γὰρ ὀφείλων ἀποθανεῖν ἀπέθανεν, οὐδὲ δι’ ἁμαρτίας. ἀλλὰ πῶς ὀφθήσεται; κολάζων φησὶν, ἀλλ’ οὐκ εἶπεν τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, “ χωρὶς “ ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν,” ὡς μηκέτι λοιπὸν θυσίας δεηθῆναι, ὥστε σῶσαι αὐτοὺς, ἀλλ’ ἀπὸ ἔργων τοῦτο ποιεῖν. Θεόδωροσ δέ φησι·
Since then death was going to hold all people, for this reason he died, in order to release us. “Thus also Christ, having been offered once”—by whom was he offered? By himself, clearly. Here he calls him not only priest but also victim and sacrificial offering. For this reason he was offered “to bear the sins of many.” Why “of many” and not of all? Because not all believed. Yet he died for all—that is, as far as his own part was concerned—that death of his was a counterbalance to the destruction of all. But he did not bear away the sins of all, because they were unwilling. And what is “he bore sins”? Just as in the offering we bring forward our sins and say, “Whether willingly or unwillingly we have sinned, forgive,” that is, we first call them to mind, and then we ask for forgiveness—so indeed it has happened here also. Where has Christ done this? Hear him saying, “And for them I sanctify myself.” Behold, he bore the sins, he took them away from people and bore them to the Father—not so that he might condemn them, but so that he might forgive them. “A second time, apart from sin, he will appear,” he says, “to those who await him for salvation.” What is “apart from sin”? It means he does not sin; for he did not die as one owing death, nor because of sin. But how will he appear? He says, to punish—but he did not say this; rather, the joyful thing: “apart from sin he will appear to those who await him for salvation,” so that there is no longer any need of sacrifice in order to save them, but they do this from works. But Theodore says:
νῦν, φησὶν, ὀφθεὶς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο· τότε δὲ τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ “ χωρὶς ἁμαρτίας” τοῦτο λέγει, ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθήσεται τότε. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ ἀυτὴν τὴν εἰκόνα τῶν πραγμάτων. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, αὐτὴν τὴν ἀλήθειαν· ἕως μὲν γὰρ ἃν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. τοιοῦτόν τι καὶ ὁ νόμος ἦν, τουτέστι τῆς θυσίας τῆς ἀφέσεως. ΚΕΦ. ΙΓ. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν. κατ’ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. ἐπεὶ οὐκ ἃν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον
Now, he says, having been seen at the time when sin happened to prevail, he necessarily received the death that prevails because of sin; but then, when sin has been dissolved, as is likely, it is necessary that he too be seen impassibly. For this is what "without sin" means: that since sin no longer prevails, so he himself will then be seen outside every human passion. For the law, having a shadow of the good things to come, not the very image of the things. (Of Chrysostom.) Blessed John says: that is, the very truth; for as long as someone carries the colors around as in a painting, it is a shadow; but when someone lays on the flower and spreads the colors over, then it becomes an image. Something like this was the law also, that is, of the sacrifice of forgiveness. CHAP. 13. Testimony concerning the only cleansing and access to God. Year by year with the sacrifices which they offer continually, they can never perfect those who draw near. Otherwise they would have ceased being offered, because those who worship, having been cleansed once, would have no consciousness of sins; but in them there is a remembrance of sins year by year; for it is impossible for the blood of bulls and goats to take away sins; therefore, entering into the world
λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά 8σου. ἀνωτέρω λέγων ὅτι θυσίαν καὶ προσφορὰν ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται, τότε εἶπεν, ἰδοὺ ἥκω, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν ; μία, φησὶν, αυστηἡ θυσία, ἐκεῖναι lo δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί. τι γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης ; ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δείκνυσιν· ὥσπερ γὰρ φάρμακον ὅταν ῃτ ἰσχυρὸν καὶ ὑγιείας ποιητικὸν καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν, τὸ πᾶν ἐργά- σῆται, δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι· καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἂν δὲ ἀεὶ ἐπιτί- θεται, δηλονότι τοῦ μηδὲν ἰσχυκέναι ἔστι σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί γὰρ δήποτε ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται ; εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἃν καθ’ ἑκά- στην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ, ὥστε κατηγορία ἁμαρτημάτων, οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινόμενον, κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις·
He says, "Sacrifice and offering you did not desire, but a body you prepared for me; burnt offerings and sacrifices for sin you did not approve. Then I said, 'Behold, I have come—in the scroll of the book it is written of me—to do your will, O God.'" Above, when he says, "Sacrifice and offering, burnt offerings, and offerings for sin you did not desire nor approve, which are offered according to the law," then he said, "Behold, I have come to do your will, O God." He takes away the first in order to establish the second. Do you see again the abundance? One, he says, is the true sacrifice, but those were many; for this reason they were not strong, because they were many. For tell me, what need was there of many, if the one sufficed? So the many, and their being offered continually, show that they were never cleansed. For just as when a medicine is strong and productive of health and able to remove the whole disease, once applied it accomplishes everything and shows its strength by no longer being applied—and this is its work, to be no longer applied; but if it is always applied, it is clearly a sign that it has accomplished nothing; for the virtue of a medicine is to be applied once and not many times—so indeed also here. For why is it that they are continually healed by the same sacrifices? For if they had been freed from all their sins, the sacrifices would not have been offered every day; for they were appointed to be offered continually for all the people, both in the evening and in the day, so that what was done was an accusation of sins, not a release of sins; an accusation of weakness, not a display of strength.
τῷ μὲν οὖν προσφέρεσθαι, ἔλεγχος ἁμαρτημάτων, τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον, ἅπαξ προσηνέχθη· τὰ ἀντίτυπα ἄρα τύπον ἔχει μόνον, οὐχὶ τὴν ἰσχὺν, ὥσπερ ἐπὶ τῶν εἰκόνων, τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχὺν, ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, δὲ ἰσχὺς οὐκέτι· οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τῆς σκηνῆι· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἁγία γὰρ ἦν, ἡ δὲ δύναμις καὶ τὰ ἄλλα οὐ τὰ αὐτά· τί ἐστιν “ εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας “ αὐτοῦ πεφανέρωται ;” τι ἐστιν ἀθέτησις ; τουτέστιν, καταφρό-
νῆσις· οὐκέτι παρρησίαν ἔχει, ἠθετήθη γὰρ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δὲ, τουτέστιν βίαν ἔπαθεν, ὅτε προσεδόκησεν πάντας ἑλεῖν, τότε ἀνῃρέθη. διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται, τουτέστιν, ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν· μὴ γὰρ ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, ὥστε εἰκῆ λοιπὸν γίνεται τοῦτο, εἰ καὶ γίνεται· τί γὰρ ἔδει φαρμάκων, οὐκ ὄντων τραυμάτων; τι οὖν ἡμεῖς; καθ’ ἑκάστην ἡμέραν οὐ προσφέρομεν; προσφέρομεν μὲν, ἀλλ’ ἀνάμνησιν ποιούμεθα τοῦ θανάτου αὐτοῦ, καὶ μία ἐστὶν αὕτη, οὐ πολλαί· ἐπειδὴ ἅπαξ προσηνέχθη ἐκείνη, εἰσηνέχθη εἰς τὰ ἅγ ία τῶν ἁγίων· τοῦτο ἐκείνης τύπος ἐστὶν, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ’ ἀεὶ τὸ αὐτὸ, ὥστε μία ἐστὶν ἡ θυσία ἐπὶ τῷ λόγῳ τούτῳ· ἐπειδὴ δὲ πολλαχοῦ προσφέρεται, πολλοὶ Χριστοί; οὐδαμῶς, ἀλλ’ εἷς πανταχοῦ ὁ Χριστός· καὶ ἐνταῦθα πλήρης ὣν, καὶ ἐκεῖ πλήρης·
By being offered, then, there is a proof of sins, but the "always" is a proof of weakness; but in the case of Christ the opposite: he was offered once. The copies, therefore, have only the type, not the power, just as in the case of images: the image has the type of the man, not the power, so that the truth and the type share with one another; for the type is equal, but the power no longer. So indeed also in the case of heaven and the tabernacle: for the type was equal, for it was holy, but the power and the other things were not the same. What is "for the putting away of sin through his sacrifice has been manifested"? What is putting away? That is, contempt. It no longer has boldness, for sin has been put away, owing indeed to receive punishment, but not receiving it; that is, it suffered violence, when it expected to catch all, then it was destroyed. Through his sacrifice it has been manifested, that is, it was made manifest to God, and it drew near. For let it not be that, because the priest did this many times in the year, this therefore becomes vain thereafter, even if it happens; for why was there need of medicines, when there were no wounds? What then of us? Do we not offer every day? We do offer, but we make a remembrance of his death, and this is one, not many; since that was offered once, it was brought into the holy of holies; this is a type of that, and this of that; for we always offer the same, not now one sheep and tomorrow another, but always the same, so that the sacrifice is one in this respect. But since it is offered in many places, are there many Christs? By no means, but one Christ everywhere; and here being full, and there full.
εἰ γὰρ σῶμα, ὡσπερ οὑν πολλαχοῦ προσφερόμενον, ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν, ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκὼν, ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον· τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· “ τοῦτο “ γὰρ ποιεῖτε,” φησὶν, “ εἰς ἐμὴν ἀνάμνησιν.” (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· εἰς τὸ “ θυσίαν καὶ “ φορὰν οὐκ ἠθέλησας,” κ. τ. λ. ταῦτα μὲν εἴρηται τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν Θεὸν, βουλομένοις εἰπεῖν, ὅτι θυσίας με οὐκ ἀπῄτησας, ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὔθυμοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν· μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· ταύτῃ, φησὶν, ἀντὶ τοῦ “ωτια, “ σῶμα, εἰπὼν, κατηρτίσω μοι. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· περὶ τοῦτο εἴρηται; περὶ οὐδενὸς, ἀλλ’ ἢ περὶ τοῦ Χριστοῦ. ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς, ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθι φησιν, ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα καὶ πεφωρᾶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα· τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον,
For if a body, as indeed offered in many places, is one body, and not many bodies, so also our high priest is one sacrifice, he who offered the sacrifice that cleanses us; that same sacrifice we offer even now, the one then offered, the one that cannot be consumed; this becomes a remembrance of what then took place; for "do this," he says, "in remembrance of me." Theodore says: referring to "sacrifice and offering you did not desire," etc. These things were spoken by those in Babylon to God, wishing to say, "You did not require sacrifices of me, but only to obey you and to do your will; and from then on the prospects of return were favorable and beyond doubt." Having changed this, then, as if in the person of Christ: "By this," he says, instead of "ears," "a body," saying, "you have prepared for me." The blessed John says: About what has this been said? About nothing other than Christ. Here he blames not those who offer, showing that it is not because of their wickedness that he does not accept them, as he says elsewhere, but because the matter has now been exposed and found out to have no strength, nor any fitting time. What then does this have to do with the fact that sacrifices are offered many times? It is not clear from the "many times" alone,
φησὶν, ὅτι ἀσθενεῖς εἰσιν, καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν ὡς ἀνονήτους καὶ ἀνωφελεῖς, καὶ ἀλλαχοῦ φησιν, ὅτι “ εἰ ἠθέλησα, θυσίαν, ἔδωκα ἄν’ ἄρα καὶ διὰ τούτου δηλοῖ, ὅτι οὐ θέλει· ἄρα οὖν οὐχὶ θυσία τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ’ ἡ τῶν θυσιῶν ἀναίρεσις· τί ἐστι “ τοῦ ποιῆσαι τὸ “ θέλημά σου ” τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι, τοῦτο τοῦ Θεοῦ θέλημα. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμεν. Ἢ καὶ ἄλλως φησὶν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ· ἄρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ· καὶ τί θαυμάζεις εἰ νῦν οὐ θέλημα τοῦ Θεοῦ, ὅπου οὐδὲ ἐξ ἠχῆς θέλημα ἦν· “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν “ ὑμῶν ” πῶς οὖν αὐτὸς ἐπέταξε; συγκαταβαίνων, ὥσπερ οὑν ὁ Παῦλός φησι· “ θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, “ ἐν ἐγκρατείᾳ·” καὶ πάλιν φησὶ, “ βούλομαι νεωτέρας γαμεῖν, “ τεκνογονεῖν,” καὶ δύο θελήματα τίθησιν, ἀλλ’ οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει, ἀλλὰ τοῦτο μὲν αὐτοῦ· διὸ καὶ χωρὶς αὐτὸ αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται· διὸ καὶ μετὰ αἰτίας πρόσκειται· πρότερον γὰρ κατηγορήσας αὐτῶν ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησὶ, “ βούλομαι νεωτέ- “ ρας γαμεῖν, τεκναγονεῖν,” οὕτω δὴ καὶ ἐνταῦθα· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι· ὥσπερ γὰρ, φησὶν, “ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν “ καὶ ζῇν,” καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἐβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησεν τοῦτο· καίτοι ἐναντία ἡ ἐπιτεταγμένη βούλησίς ἐστιν· πῶς οὖν οὐ θέλεις;
He says that they are weak, and that they accomplished nothing, but also because God does not accept them as useless and unprofitable. And elsewhere he says, "If I had desired, I would have given sacrifice"; so even through this he makes clear that he does not desire it. Therefore the will of God is not sacrifice, but the abolition of sacrifices. What is "to do your will"? It is, he says, to give myself over; this is the will of God. In which will we have been sanctified. Or he says also in another way, that sacrifices do not cleanse men, but the will of God; therefore to sacrifice is not the will of God. And why do you marvel if now it is not the will of God, when not even from the beginning was it his will? "For who has sought these things from your hands?" How then did he himself command them? By condescending, just as Paul says: "I wish all men to be as even myself, in continence"; and again he says, "I wish younger women to marry, to bear children," and he sets down two wills, but the two are not his, even if he commands them. But this one is his; therefore he sets it down without a cause. But that one is not his, even if he wishes it; therefore it is added with a cause. For first having accused them that they had grown wanton against Christ, then he says, "I wish younger women to marry, to bear children." So indeed also here: it was not his preceding will that sacrifices be offered. For just as, he says, "he does not wish the death of the sinner, as that he turn and live," and elsewhere he says that he not only wished it but also desired it; and yet the commanded will is contrary. How then do you not wish?
πῶς ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ σφόδρα τοῦ θέλειν ἐστὶ σημεῖον; οὕτω δὴ καὶ ἐνταῦθα· “ ἐν ᾧτ’ θελήματι ἡγιασμένοι ἐσμὲν,” φησί· πῶς ἡγιασμένοι; διὰ τῆς προσφορᾶς Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε κἀς ἡμέραν λειτουργῶν καὶ προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι. Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Εἰπεν ὅτι ἐκεῖναι οὐ προσφέρονται, συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ, καὶ ῥητὸν παρέστησεν προφητικὸν, λέγων, “ ὅτι θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας·” εἰπεν ὅτι ἀφῆκεν τὰς ἁμαρτίας, πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφων μαρτυρίας πιστοῦται· “ μαρτυρεῖ γάρ’ φησὶν, “ ἡμῖν, καὶ τὸ “ Πνεῦμα τὸ Άγιον·” μετὰ γὰρ τὸ εἰρηκέναι· “ αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν “ διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι· ὅπου δὲ ἄφεσις τούτων, “ οὐκέτι προσφορὰ περὶ ἁμαρτίας·” οὐκοῦν ἀφῆκεν τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκεν· εἰ τοίνυν ἀφῆκεν τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας· “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος·” τίνος ἕνεκεν ἡ ἀναβολή; “ ἵνα “ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ·
How is it that elsewhere you desire, which is a very great sign of willing? So indeed also here: "By that will we have been sanctified," he says. How have we been sanctified? Through the offering of Jesus Christ once for all. And every priest stands daily ministering and offering sacrifices. So then, standing is a sign of ministering; consequently, sitting is a sign of being ministered to. But this one, having offered one sacrifice for sins, sat down for all time at the right hand of God, waiting for the rest, until his enemies be placed as a footstool for his feet; for by one offering he has perfected for all time those who are being sanctified; and the Holy Spirit also testifies to us. He said that those sacrifices are not offered; he reasoned this from the written Scriptures and from the unwritten; and besides, he also set forth an explicit prophetic saying, when he said, "For sacrifice and offering you did not desire." He said that he has forgiven sins; again he confirms this too from the testimony of the written Scriptures: "For he testifies to us," he says, "even the Holy Spirit." For after he had said, "This is the covenant which I will make with them after those days, says the Lord, giving my laws upon their hearts, and upon their minds I will write them, and their sins and their lawless deeds I will remember no more; and where there is forgiveness of these, there is no longer an offering for sin." So then, he has forgiven sins, when he gave the covenant; if, therefore, he has forgiven sins through the one sacrifice, there is no longer need of a second: "He sat down at the right hand of God, waiting for the rest." For what reason the delay? "Until his enemies be placed under his feet."
μιᾷ γὰρ προσ- “ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.” ἀλλ’ ἴσως εἴποι τις ἂν, τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικεν; διὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι· πόθεν οὖν ὅτι τεθήσονται; διὰ τοῦ εἰπεῖν ὅτι ἐκάθισεν· ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγομένης, “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον “ τῶν ποδῶν σου·” οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν· εἰτα ἐπειδὴ εἶπεν, “ ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ,” σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται· τίνες δὲ οἱ ἐχθροί; οἱ ἄπιστοι πάντες, οἱ δαίμονες· καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἰπεν, ὑπαταγῶσιν, ἀλλὰ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔχοντες οὖν, ἀδελφοὶ, παρρησίαν εἰς τὴν εἴσοδον
τῶν ἁγίων, ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἢν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.
For by one offering he has perfected forever those who are being sanctified. But perhaps someone might say, for what reason did he not set this down immediately? Because of the faithful who were going to be born and begotten. From where, then, is it clear that they would be set down? By saying that he sat down, he recalled again that testimony which is spoken: until I place your enemies as a footstool for your feet. And his enemies are the Jews. Then, since he said, until his enemies are placed under his feet, and they were in great haste, for this reason he sets down all the things after these, as many as he discusses concerning faith. And who are the enemies? All the unbelievers, the demons. And hinting at the abundance of the subjection, he did not say, they are subjected, but, they are placed under his feet. Having therefore, brothers, boldness for the entrance into the holy places, by the blood of Jesus, which he inaugurated for us as a new and living way.
Δείξας τὸ μέσον τοῦ ἀρχιερέως καὶ τῶν θυσιῶν καὶ τῆς σκηνῆς καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε πάντα ἐκεῖνα ἐλάττω, ταῦτα δὲ μείζω, φησὶν, ὥσπερ αἰσχύνην ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παρρησίαν τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης, εἰς τὴν εἴσοδον ἐνταῦθα τὸν οὐρανὸν, καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικὰ, “ ἣν ἐνεκαίνισε,” τουτέστιν, ἣν κατεσκεύασεν, καὶ ἧς ἤρξατο, ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως, λοιπὸν ἣν κατεσκεύσαεν, φησὶ, καὶ δι’ ἧς αὐτὸς ἐβάδισεν “ ὁδὸν πρόσφατον καὶ “ ζῶσαν.” ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει, “ πρόσφατον,” φησὶ, βιάζεται δεῖξαι πάντα μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ μήτε ἐπὶ Ἀβραὰμ ἐγένετο· “ ὁδὸν πρόσφατον,” φησὶ, “ καὶ ζῶσαν·” ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσεν, τουτέστιν τὰ προστάγματα τὴν μένουσαν· “ διὰ “ τοῦ καταπετάσματος,” φησὶ, “ τῆς σαρκὸς αὐτοῦ·” ἡ γὰρ σὰρξ αὕτη ἔτεμεν πρώτη τὴν ὁδὸν ἐκείνην· τοῦτο αὐτὴν ἐνεκαίνισεν ἣ ἐβάδισεν· καταπέτασμα δὲ εἰκότως ἐκάλεσεν· ὅτε γὰρ ἤρθη εἰς υψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πιοτεως. Τίνι προσερχόμεθα; τοῖς ἁγίοις, τῆ πίστει, τῆ πνευματικὴ λατρείᾳ, “ μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,” ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς λοιπὸν οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον, καίτοιγε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἀλλ’ ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες·
Having shown the difference between the high priest and the sacrifices and the tabernacle and the covenant and the promise—and a great difference indeed, if those former things are lesser and these greater—he says that just as sins produce shame, so does the forgiveness of all things for us produce boldness, and our becoming joint heirs and enjoying such great love, with heaven as the entrance here, and the access into spiritual things, "which he inaugurated," that is, which he prepared and which he began; for inauguration means the beginning of use. Hence he says, which he prepared and through which he himself walked, "a new and living way." Here he reveals the full assurance of hope. "New," he says; he is compelled to show that we have obtained all things greater, if indeed the gates of the heavens have now been opened, which did not happen even in the time of Abraham. "A new and living way," he says; for the first way was one of death, leading to Hades, but this one is of life. But he called it living, that is, the commandments, the abiding one. "Through the curtain," he says, "of his flesh"; for this flesh first cut that way. This inaugurated it, which he walked. And reasonably he called it a curtain; for when he was lifted on high, then the things in the heavens appeared. We draw near with a true heart in full assurance of faith. To what do we draw near? To the holy things, by faith, in spiritual worship, "with a true heart in full assurance of faith," since nothing is visible any longer—neither the priest, nor the sacrifice, nor the altar—although indeed not even that priest was visible, but he stood inside, while all those others were outside.
ἐνταῦθα δὲ . . . . τοῦτο γέγονεν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια, ἀλλ’ ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα· διὰ τοῦτό φησιν “ ἐν πληροφορίᾳ πίστεως·” ἔστι γὰρ καὶ πιστεύειν ἁπλῶς διστάζοντα, οἱοι πολλοί εἰσι· καὶ νῦν λέγοντες ὅτι ἐνίων ἐστιν ἀνάστασις, ἐνίων οὔ· τοῦτο οὐκέτι πίστις· ἐν πληροφορίᾳ, φησὶ, πίστεως· οὕτω δεῖ πιστεύειν ὥσπερ ὁρωμένων, καὶ πολλῷ πλέον· ἐνταῦθα μὲν γὰρ σφαλῆναι ἐστὶν ἐν ὁρωμένοις, ἐκεῖ δὲ οὔ· ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ “ τῷ πνεύ-
“ ματι· ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς·” δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ἐζητεῦται καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν· οὐ γὰρ δέχεται μετὰ πληροφορίας τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους· ἅγια γάρ ἐστι, καὶ ἅγια ἁγίων· ἐνταῦθα δὲ ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν· ἐκεῖνοι τὸ σῶμα ἐρραντίζοντο, ἡμεῖς τὴν συνείδησιν, ὥστε ἔνεστι καὶ νῦν περιρραντίζεσθαι αὐτῇ τῆ ἀρετῇ, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν φησὶν ἐνταῦθα οὐκέτι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν· μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει, πίστεως δεῖται τὰ ἡμέτερα. ΚΕΦ. ΙΔ. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως. Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε·
But here . . . this has happened, because the priest entered into the holy places, but also because we ourselves enter; therefore he says, "in full assurance of faith." For it is possible also to believe simply while doubting, as many do; and now saying that there is a resurrection for some, but not for others—this is no longer faith. "In full assurance," he says, "of faith"—one must believe as though seeing, and much more. For here it is possible to err in things seen, but there not; here we entrust ourselves to the senses, but there to the "spirit: our hearts sprinkled from an evil conscience." He shows that not faith alone, but also a virtuous life is sought, and the consciousness of nothing evil in oneself; for the holy things do not receive with full assurance those who are not so disposed; for they are holy, and holy of holies; and here no profane man enters in. Those had their body sprinkled, we our conscience, so that it is possible even now to be sprinkled by virtue itself. And having been washed in the body with pure water. Here he speaks of the washing no longer as a cleansing of bodies, but of the soul; for faithful is he who promised, that one must depart there and enter into the kingdom. Therefore do not busy yourself about anything, nor demand reasonings; our affairs need faith. Chapter 14. An exhortation to zeal through fear of the coming judgment. And let us consider one another for provocation to love and good works, not forsaking the gathering together of ourselves, as is the custom of some, but exhorting, and so much the more as you see the day approaching. And again elsewhere, "The Lord is near, be anxious for nothing."
νῦν “ γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὁ καιρὸς συνεσταλμένος ἐστὶ “ τὸ λοιπόν·” τί ἐστι “ μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν “ ἑαυτῶν ” οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχὺν, “ ὅπου γάρ εἰσι δύο ἢ τρεῖς,” φησὶ, “ συνηγμένοι “ εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,” καὶ πάλιν, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς· καὶ “ πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ “ μία·” οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ τὰ τῆς ἀγάπην αὔξεται διὰ τῆς ἐπισυναγωγῆς, τῆς δὲ ἀγάπης αὐξομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι· ἀλλὰ μὴ εἰς ζῆλον, φησὶν, ἀλλ’ “ εἰς “ παροξυσμὸν ἀγάπης,” εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰ γὰρ τὸ ποιεῖν τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν, πολλοὺς ἔχετε καὶ
ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας· τί ἐστι “ προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ;“ τουτέστι χωρὶς ὑποκρίσεως, μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται· πῶς δὲ ἔσται τοῦτο ; ἐὰν πληροφορῶμεν ἑαυτοὺς διὰ τῆς πίστεως ὡς ἐρραντμ σμένοι τὰς καρδίας· διὰ τί μὴ εἶπε, κεκαθαρμένοι ; τὴν διαφορὰν τῶν π εριρραντηρίων δεῖξαι βουλόμενος, καὶ τὸ μὲν τοῦ Θεοῦ φησι, τὸ δὲ ἡμέτερον· τὸ μὲν γὰρ λοῦσαι καὶ περιρρᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ, τὸ δὲ μετὰ ἀληθείας προσελθcν, καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον· εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου· τί ἐστι “ καὶ λελουμένοι τὸ σῶμα “ ὕδατι καθαρῷ ;“ τῷ καθαροὺς ποιοῦντι, ἣ τῷ μὴ ἔχοντι αἷμα·
For now our salvation is nearer, the time has been shortened for what remains. What is “not forsaking the gathering of yourselves”? He knows that from fellowship and gathering there is great strength. “For where two or three,” he says, “are gathered in my name, there am I in the midst of them”; and again, that they may be one, just as we are; and “the heart and soul of all was one.” And not only this, but since the things of love are increased through the gathering, and when love increases, the things of God must necessarily follow—but not, he says, unto jealousy, but “unto a provocation of love,” unto loving more and being loved more; and of good works, so as to receive zeal. For if doing has greater strength for teaching than speaking, you also have many teachers in the multitude who do this through works. What is “let us draw near with a true heart”? That is, without hypocrisy, nor let us be faint-hearted; for this belongs to a true heart. For faint-heartedness comes from not believing. And how will this be? If we assure ourselves through faith, as having our hearts sprinkled. Why did he not say “having been cleansed”? Wishing to show the difference of the sprinklings, he says that the one is of God and the other is ours. For to wash and sprinkle the conscience is of God, but to come with truth and in full assurance of faith is ours. Then he also gives strength to faith from the truth of the one who promised. What is “and having the body washed with pure water”? With that which makes pure, or with that which has no blood.
εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην· " μὴ ἐγκαταλείποντες τὴν “ ἐπισυναγωγὴν ἑαυτῶν, ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνό- συνόδους διατέμνουσιν· ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· ἀλλὰ “ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγά- “ πης·” τί ἐστι “ κατανοῶμεν ἀλλήλους ;“ οἷον εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνεται· μέγα γὰρ ἀγαθὸν ἡ σύνοδος· αὐτὴ γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἐκαθαρίσθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός· ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ὑποστρέψῃς, πάλιν ἀποκήρυξις μένει, καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γάρ ἐστι θυσία δευτέρα. πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες ὅτι οὐκ ἀσφαλὲς αὐτοὺς τῷ βαπτίσματι προσελθεῖν, εἴγε οὐκ ἔστιν ἄφε- σις δευτέρα· οὗτοι δὲ φάσκοντες οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. τί οτυν πρὸς ἀμφοτέρους ἐροῦμεν; ὅτι οὐ τὴν μετάνοιαν ἐνταῦθα ἀναι-
Then he adds the perfect thing, love: “not forsaking the assembling of yourselves together, which some, he says, do, and they cut apart the gatherings; for a brother helped by a brother is as a strong city; but “let us consider one another for a provocation of love”;” what is “let us consider one another”? For example, if someone is virtuous, let us imitate him, let us look to him, so as to love and be loved; for from love good works come; for the assembly is a great good; for it makes itself warmer, and from it all good things are born. For when we sin willingly, after receiving the knowledge of the truth, there remains no longer a sacrifice for sins. You were cleansed, you were released from accusations, you became a son; if therefore you return to your former vomit, there remains again a proclamation, and fire, and all such things; for there is no second sacrifice. Again here those who abolish repentance rise up against us, and those who hesitate to come to baptism; the former saying that it is not safe for them to approach baptism, if indeed there is no second forgiveness; the latter claiming that it is not safe to impart the mysteries to those who have sinned, if indeed there is no second forgiveness. What then shall we say to both? That he does not here abolish repentance—
ῥεῖ, οὐδὲ τὸν μετὰ μετανοίας ἐξιλασμόν· οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, ἀλλὰ τὸ δεύτερον ἀναιρεῖ λουτρόν· οὐ γὰρ εἶπεν, οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ οὐκέτι ἐστιν ἄφεσις, ἀλλὰ θυσία οὐκέτι ἐστι· τουτέστι σταυρὸς δεύτερος οὐκέτι ἐστί· θυσίαν γὰρ τοῦτο καλεῖ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀνάγκη τοὺς ἐνταῦθα τὰ χείρω μεταστάντας ἀπὸ τῶν κρειττόνων, ἀναστάντας τῆ κολάσει παραδοθῆναι λοιπὸν, οὐκ ἐπιδεχομένους τότε μετάνοιαν· οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τὸ μὴ εἰναι τότε συγχώρησιν λαβεῖν, τὸν ἐπὶ τοῦ πταίειν ἐνταῦθα μεμενηκότα, καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελῶν ἁμάρτημα. Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, οὐχ ὥσπερ τὰ Ἰουδαικά· διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας ὅτι μία· ἢ τοῦτο μόνον βουλόμενος δεῖξαι, ὅτι διενήνοχε τῶν Ἰουδαϊκῶν τοῦτο, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν· “ ἑκουσίως γὰρ,” φησὶν, “ ἁμαρτανόντων “ ἡμῶν·” ὅρα πῶς συγγνωμονικός ἐστιν· ἑκουσίως, φησὶν, ἁμαρτανόντων ἡμῶν, ὥστε τῶν ἀκουσίων ἐστὶ συγγνώμη, μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, ἤ τοι τοῦ Χριστοῦ, φησὶν, ἤ τοι τῶν δογμάτων ἁπάντων· οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, ἀλλὰ τί;
He does not reject the propitiation that comes with repentance, nor does he thrust away and cast down through despair the one who has stumbled; he is not so hostile to our salvation, but he abolishes the second washing. For he did not say, "There is no longer repentance," nor "There is no longer forgiveness," but "There is no longer a sacrifice"—that is, there is no longer a second cross; for this he calls a sacrifice. (Theodore.) But Theodore says: it is necessary that those who here have passed over to the worse from the better, having fallen away, be handed over to punishment thereafter, not receiving repentance then. For he does not abolish repentance in the present life, but that there is then no obtaining of pardon for the one who has remained here in sinning, and has received no perception of his sinning, but accomplishes every sin in some irrationality with great pleasure. But there is a certain fearful expectation of judgment, and a zeal of fire, which is about to devour the adversaries. For by one sacrifice, he says, he has perfected forever those who are being sanctified, not as the Jewish sacrifices were; for on this account he discoursed so much up and down about the sacrifice, that it is one—either wishing to show this only, that this differs from the Jewish sacrifices, but also to make them more secure, so as no longer to expect another sacrifice according to the Jewish law. "For if we sin willingly," he says—see how lenient he is: "if we sin willingly," he says, "so that for involuntary sins there is forgiveness, after the knowledge of the truth"—that is, either of Christ, he says, or of all the doctrines—"there no longer remains a sacrifice for sins, but what?"
“ φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος, “ ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.” ὑπεναντίους οὐ τοὺς ἀπίστους φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἣ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ δήξεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους· εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, καθάπερ θηρίον παραξυνόμενον καὶ σφόδρα χαλεπὸν καὶ ἐξηγριωμένον, οὐκ ἃν παύσοιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι, οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὃν ἃν ἐπιλάβηται οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ· εἰτα καὶ τὸν
λόγον ἐπάγει τῆς ἀπειλῆς, εἰκότως, ὅτι δικαίως, ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον· ὅταν δείξωμεν ὅτι δικαίως γίνηται. Ἀθετήσας τις νόμον Μωυσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἣ τρισὶν μάρτυσιν ἀποθνήσκει. Ὥστε οὐδεμία σνγΤώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε σέως ὁ νόμος ἐστι· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο· τι ἐστιν ἐπὶ δυσὶν ἣ τρισίν ; ἃν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν· εἰ τοίνυν ἐπὶ τῆς παλαιᾶς, ἔνθα ὁ Μώσεως ἀθετειται νόμος, τοσαύτη τιμωρία, Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Καὶ πῶς καταπατεῖ τις τὸν υἱὸν τοῦ Θεοῦ ; ὅταν γὰρ αὐτοῦ μετέχων ἐν τοῖς μυστηρίοις ἁμαρτίαν ἐργάσηται, φησὶν, οὐχὶ κατεπάτησεν αὐτόν ; οὐχὶ κατεφρόνησεν αὐτοῦ ; “ καὶ τὸ αἷμα “ κοινὸν,” φησὶν, “ ἡρράμενος,” τουτέστιν, ἀκάθαρτον, ἢ τῷ μηδὲν πλέον ἔχειν τῶν λοιπῶν·
A certain fearful expectation of judgment and a zeal of fire that is about to devour the adversaries. He calls them adversaries, not the unbelieving, but also those who practice things contrary to virtue; and that the same fire will also sting their own household, just as it does the adversaries; then, declaring its devouring nature, just as he has enlivened it, like a wild beast provoked and exceedingly fierce and grown savage, it would not cease until it should seize someone and devour them, so also that fire, as if goaded by zeal, does not let go of whomever it seizes, but gnaws and tears them apart; then he also brings in the word of the threat, reasonably, because justly, which contributes to faith: when we show that it happens justly. If anyone has rejected the law of Moses, without mercies, he dies on two or three witnesses. So there is no pardon, no mercy there; and yet the law is [his]; for he himself ordained many things; what is "on two or three"? If two and three bear witness, he says, they immediately gave the penalty; if therefore under the old, where the law of Moses is rejected, so great a punishment, how much worse punishment do you think he will be deemed worthy of, who has trampled underfoot the Son of God, and has regarded the blood of the covenant as common, in which he was sanctified, and has insulted the Spirit of grace. And how does one trample underfoot the Son of God? For when, partaking of him in the mysteries, he commits sin, he says, has he not trampled him underfoot? Has he not despised him? "And the blood," he says, "having regarded it as common," that is, unclean, or as having nothing more than the rest.
“ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας·” ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα· ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι· ε7τα καὶ μαρτυρίαν ἐπάγει λέγων, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀν- θρώπων· ἀλΑ· ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερὸν, τοῦτο οὐδέν ἐστι, τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· ἅμα καὶ ἕτερον αἰνίττεται ἐνταῦθα· ἐμοὶ γὰρ ἐκδίκησις, φησὶν, ἐγὼ ἀνταποδώσω· ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς πασχόντων· ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· μένει διὰ παντὸς ὁ Θεὸς καὶ ζῆ, ὥστε κάν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται, ἐκείνους δεῖ στε-
νάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. ΚΕΦ. ΙΕ. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν. Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων.
"and having insulted the Spirit of grace;" For the one who does not receive the benefaction has insulted the benefactor. Here it seems to me that he is also hinting at the mysteries; then next he brings in a testimony, saying, "It is a fearful thing to fall into the hands of the living God"; for it is written, "Vengeance is mine, I will repay," and again, "The Lord will judge his people." We shall fall, he says, into the hands of God, and not into the hands of men; but unless you repent, you shall fall into the hands of God. That is fearful; this is nothing—to fall into the hands of men. For according to his mercy is his wrath, and upon sinners his anger will rest. At the same time he hints at something else here: "For vengeance is mine," he says, "I will repay"—this is said concerning the enemies of those who suffer evil. Here he also comforts them, all but saying: God remains and lives through all things, so that even if they do not receive it now, they will receive it later; those men must groan, not we. For we shall fall into their hands, but they into the hands of God. CHAPTER 15. Concerning bringing a good beginning to a good end. But recall the former days, in which, having been enlightened, you endured a great struggle of sufferings.
Κατασείσας αὐτῶν τὰς ψυχὰς τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὥστε πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας, ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως, καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει· ὡσανεὶ ἔλεγεν, ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα, νῦν δὲ οὐκέτι· καὶ ὁ παρακαλῶν οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων· καὶ οὐχ ἁπλῶς εἶπεν ἄθλησιν ὑπεμείνατε, ἀλλὰ πολλήν· καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλ’ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα, καὶ ἐπαίνων μεγίστων· εἶτα καὶ καταλέγει, κατὰ μέρος πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν· πῶς ; “ τοῦτο μὲν ὀνειδισμοῖς,” φησὶ, “ καὶ θλίψει θεατριζόμενοι·” μέγα γὰρ ὀνειδεισμὸς καὶ ἱκανὸν διαστρέψαι ψυχὴν καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ, τί φησιν ὁ προφήτης, “ ἐν τῷ λέγεσθαι μοι καθ’ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου ” καὶ πάλιν “ ὅτι “ εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν·” καὶ οὐχ ἁπλῶς εἶπεν ὀνειδισμὸν, ἀλλὰ καὶ αὐτὸ μετ’ ἐπιτάσεως πολλῆς, “ θεατριζό- “ μένοι·” ὅταν μὲν γάρ τις ὀνειδίζηται, καθ’ ἑαυτὸν λυπηρὸν μὲν, πολλῷ δὲ πλέον ὅταν ἐπὶ πάντων· εἰπὲ γάρ μοι, ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ’ αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν·
Having shaken their souls by the remembrance of Gehenna, and having assured them that the one who insults the grace of God must by all means perish, and having shown this from the laws of Moses—that they will also perish, and all the more—and having sealed it with other testimonies, so that the soul, having fainted under the great fear, might not be swallowed up by grief, he comforts them through commendations and exhortation, and brings zeal to them from their own case, as if he were saying: when you were being attacked, when you were in the rank of disciples, you displayed such eagerness, such nobility, but now no longer. And the one who exhorts in this way especially exhorts from their own case. And he did not say simply, you endured a contest, but a great one; and he did not say temptations, but a contest, which is a term of commendation and of the greatest praises. Then he also enumerates, expanding the account in detail and making the praises many. How? “On the one hand, being made a spectacle by reproaches,” he says, “and by affliction”; for a reproach is a great thing and sufficient to pervert a soul and darken the reasoning. For hear what the prophet says: “When it was said to me every day, Where is your God?” and again, “For if an enemy had reproached me, I would have borne it.” And he did not say simply reproach, but even this with much intensification, “being made a spectacle”; for when someone is reproached, it is painful in private, but much more when before all. For tell me, how great an evil was it that, having departed from Jewish lowliness and having turned as if to a better life, and having despised the ancestral customs, they suffered ill at the hands of their own people and had no support?
οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, οὐκ ἠλγεῖτε δὲ, ἀλλὰ καὶ
σφόδρα ἐχαίρετε· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, “ κοινωνοὶ τῶν οὕτως “ πασχόντων γενηθέντες·” οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσιν· τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν· οὐκ εἶπε, φέρετε τὰς θλίψεις τὰς ἐμὰς, ἀλλὰ τὰς ὑμετέρας αἰδέσθητε· “ καὶ γὰρ τοῖς “ δεσμοῖς μου συνεπαθήσατε·” ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι, καὶ τῶν ἄλλων τῶν δεδεμένων ; οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ’ ὥσπερ ἀθληταὶ γενναῖοι οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνεσθε παράκλησις· “ καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ “ χαρᾶς προσεδέξασθε·” βαβαὶ πόση πληροφορία πίστεως ; εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως· τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε, καὶ ὃ πολλῷ τούτου μεῖζον ἐστὶν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν. Γινώσκοντες ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Ἀντὶ τοῦ βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην· εἶτα ἐπαινέσας αὐτοὺς, φησί· “ μὴ ἀποβάλητε οὖν τὴν παρρη- “ σίαν μεγάλην·” οὐκ εἶπεν ὅτι ἀπεβάλητε καὶ ἀνακτήσασθε, ἀλλ’ ὃ μᾶλλον ἐποίει αὐτοὺς ῥωσθῆναι, ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος· τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτως·
I cannot, he says, say that you suffered these things but were not pained; rather you even rejoiced greatly. And he made this clear by saying, "having become partakers with those who suffer in this way." Not only, he says, were you not ashamed of your own sufferings, but you also shared with others who suffered these things. This is also what he does when he exhorts them: he did not say, "Endure my afflictions," but "Be ashamed of your own." "For you also sympathized with my chains." Do you see that he speaks about himself and about others who were bound? Thus you did not regard chains as chains, but like noble athletes you stood firm, so that not only in your own sufferings you had no need of encouragement, but you also became encouragement to others. "And you accepted the plundering of your possessions with joy." O what great assurance of faith! Then he also sets down the reason, exhorting them not only to struggles but also to not being shaken from the faith. Your wealth, he says, you saw being plundered and you endured it, and you did something far greater than this: to bear such things even with joy. Knowing that you have for yourselves a better possession in heaven and one that remains. Instead of "sure," not perishing as this one does; then, having praised them, he says, "Therefore do not throw away your great confidence." He did not say, "You have thrown it away, so recover it," but what rather made them strong: that you have it, he says. For to recover what has been thrown away requires greater toil; but to not lose what is retained does not require so much.
“ μὴ ἀποβάλητε “ οὖν, ” φησὶ, “ τὴν παρρησίαν ὑμῶν·” ὥστε ἐν παρρησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν· “ ἢ τις ἔχει μισθαποδοσίαν μεγάλην·” καὶ πότε αὐτὰ ληψόμεθα, φησί· εἰ ἐν οὐρανοῖς γινώσκητε, φησὶν, ἔχειν ὕπαρξιν κρείττονα, μηδὲν ἐνταῦθα ζητεῖτε, “ ὑπομονῆς γὰρ ἔχετε “ χρείαν,” οὐχὶ προσθήκης, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρηθέν· ἵνα πρὸς τὸ τέλος ἐλθόντες “ κομίσησθε τὴν “ ἐπαγγελίαν.” Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιει. Ἵνα γὰρ μὴ λέγωσι καὶ πότε ἥξει, ἀπὸ τῆς γραφῆς αὐτοὺς παρακαλεῖ, ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατορθωκότας καὶ διὰ μικρὰς ῥᾳθυμίας ἀπολλύντας αὐτό. ΚΕΦ. Ις. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ I πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· ἔλεγχος γάρ ἐστιν ἐπὶ τῶν λίαν δήλων· καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα· οὔτε οὑν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαί ἐστιν, οὔτε πάλιν ἂν μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν·
"Do not throw away," he says, "your boldness." So they had great boldness toward God; "or anyone has a great reward." And when, he says, will we receive these things? If, he says, you knew that you have a better possession, seek nothing here. "For you have need of endurance," not of addition, so that you may remain in the same things, so that you may not cast away what has been entrusted to you, so that having come to the end "you may receive the promise."
For yet a little while, and the one who is coming will come and will not delay. For so that they may not say, "And when will he come?" he exhorts them from the Scripture, so that even the waiting is no small reward. But the righteous shall live by faith, and if he shrinks back, my soul takes no pleasure in him. This is a great exhortation, when one shows that they have accomplished everything and are destroying it through small negligence. CHAPTER 16. Concerning the faith that also glorified the ancients. But we are not of shrinking back to destruction, but of faith to the gaining of the soul. And faith is the substance of things hoped for, the conviction of things not seen. For by this the elders were testified to; for conviction is concerning things very clear; and things not seen bring the same full assurance as things seen. So then, neither is it possible to disbelieve in things seen, nor again, unless one is more clearly assured about things unseen than about things seen, can it be faith. For since things in hope seem to have no substance, faith grants them substance—or rather, does not grant it, but is itself their substance.
οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν “ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. (Θεόδωροσ.) Θεόδωρος δέ φησι· τὸ περὶ τῆς πίστεως παρὰ Ἰουδαίοις, μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν· ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον, καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες, ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον Χριστῷ, σύντομον ἁπάντων δέχεται τὴν
ἀπαλλαγὴν, τῆς παρ᾿ αὐτοῦ δικαιώσεως ἀξιούμενος· ὅθεν ὁρισάμενος αὐτὴν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει, “ ἐν ταύτῃ γὰρ ἐμαρ- “ τυρήθησαν οἱ πρεσβύτεροι.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης· οὐ γάρ ἐστιν ἑτέρως γενέσθαι πιστὸν, ἃν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς.
For instance, the resurrection has not come to pass, nor does it exist in substance, but hope gives it substance in our soul—this is "the substance of things." If, then, it is the conviction of things not seen, why do you wish to see them, so that you may fall away from the faith? It is not for the sake of being righteous, since "the righteous shall live by faith," but if you wish to see them, you are no longer faithful. (Theodore.) Theodore says: knowing well, from a certain sequence, the matter concerning faith among the Jews, he has made use of many demonstrations concerning it; for they put forward the law and the justification that comes from its works, while these put forward faith, saying this: that even if someone is entangled in countless evils, having only believed in Christ, he receives a concise release from all things, being deemed worthy of the justification that comes from him. Therefore, having defined it, both so as to make it akin to what has been said before and so as to be better able to show it appearing among all the virtuous and ancient men, he adds, "For in this the elders were witnessed."
(Chrysostom.) Blessed John says: this requires a noble and youthful soul, one that transcends all things perceived by the senses and passes beyond the weakness of human reasonings; for it is not possible to become faithful in any other way unless one raises oneself above the common custom.
ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή- “ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον. Πίστει γὰρ νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας. Διὰ τι πίστει ; “ ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέ- “ γονεν·” εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπῳ αὐτὸ γυμνάζει· καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος, ἔνδοξος ἀνήρ· τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος·
Since, then, the souls of the Hebrews had become weak, and they had begun from faith, but under the pressure of circumstances—I mean the sufferings and afflictions—they were losing heart and were being shaken, he first exhorted them from their own experience, saying, "Remember the former days"; then from the Scripture which says, "But the righteous shall live by faith"; then from reasoning, saying, "Now faith is the substance of things hoped for, the evidence of things not seen." But now again from the great forefathers, those wonderful men, almost saying: if in that place, at their very feet, all were saved by faith, how much more we; and he shows that the greatest things are accomplished through faith, and not through reasoning. For it is evident, he says, that God made the things that are out of things that are not, the visible out of the invisible, the subsistent out of the non-subsistent. From where? Because he did this also by a word. For reasoning suggests nothing of the kind, but the opposite—that the visible things exist from visible things—whereas this is clearly the work of faith. For by faith we understand that the ages were prepared. Why by faith? "Because the things seen were not made from things that appear." Having stated the general principle, he then exercises it upon a person; for he is worthy of the whole world, a glorious man. This, at any rate, he also hinted at later; for since he set it before persons of a hundred or two hundred, then he saw that the number was small in quantity, so he says, "of whom the world was not worthy." And see whom he places first: the one who suffered evilly, and at the hands of a brother; the suffering is akin to him.
καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ-
λετῶν, καὶ ὑπὸ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ Θεὸν φθονηθέντος, δεικνὺς ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται, ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ’ ὧν ἐτίμησεν· θυσίαν δὲ ἐνταῦθα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν· καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν ὅτι οὐκ ἀπεδέχθη, ξατο καὶ ε7πεν πρὸς τὸν Κάιν, οὐκ ἃν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ; οὐκοῦν ὁ Ἅβελ καὶ ὀρθῶς προσήνεγκε καὶ ὀρθῶς διεῖλεν, ἀλλ’ ὁμ́ως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν ; ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην ἢν ὁ πατὴρ ὑπέμεινεν διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο ἁ κατορθώσας· καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν, ᾧ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος, καὶ ταῦτα κατόρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εῃεν καὶ . . . ἐτίμησε τὸν Θεόν· εἰς τὸν πατέρα καὶ τὴν μητέρα ; ἀλλ’ ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν· ἀλλ’ εἰς τὸν ἀδελφόν ’, ἀλλὰ καὶ οὗτος ἠτίμασεν, ὥστε παρ’ ἑαυτ . . . ἀγαθὸν ἐξεῦρε, καὶ ὁ τοσαύτης τιμῆς ἄξιος, ἐσφάγη· πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη ετͅναι δίκαιος ; λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ “ ἐπὶ Ἅβελ ἐπέβλεψεν, καὶ ἐπὶ τὰς θυσίας “ αὐτοῦ ὁ Κύριος, καὶ ἐνεπύρισεν,” εἶπεν· ὁ τοίνυν καὶ διὰ λόγων καὶ δι’ ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι’ αὐτὸν ὁρῶν ἀναιρού- μένον, οὐκ ἤμυνεν, ἀλλ’ εἴασεν· τὸ δὲ ὑμέτερον, οὐ τοιοῦτον·
For he says, You also suffered these things at the hands of your own kinsmen, and at the hands of a brother who had been wronged in nothing, but was envied because of God, showing that they too are maligned and envied. That man honored God, and he died in return for the honors he paid; but here he calls the sacrifice the more honorable, the more splendid, the more necessary; and we cannot say, he says, that it was not accepted. He said to Cain, If you offer rightly but do not divide rightly, will you not be accepted? Therefore Abel both offered rightly and divided rightly, yet what recompense did he receive in return for these things? He was slaughtered by a brother's hand; and the condemnation which the father underwent because of sin, this the one who did right was the first to receive; and he suffered things so grievous, in that it was at a brother's hand and he was the first, and he did right with no one watching him. For to whom could he look? Did he honor God? To his father and his mother? But they insulted him in return for his benefits. To his brother? But this one too dishonored him, so that from himself he found good, and he who was worthy of such honor was slaughtered. And how else was he testified to be righteous? It is said that fire came down and consumed the sacrifices; for instead of "the Lord looked upon Abel and upon his sacrifices, and kindled them," he said this. Therefore the one who testified to the righteous man both by words and by deeds, and who saw him being put to death on his account, did not defend him, but allowed it; but your case is not like this.
πῶς γὰρ οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα, ὥστε ἐκεῖνο ὄντως πίστις ἢν, καὶ ἀπὸ πίστεως τὴν ἀρετὴν εἵλετο· τί ἐστι " καὶ δι’ “ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ;” ἵνα μὴ εἰς πολλὴν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς· πῶς ; ἡ ἐπισκοπὴ ἡ παρ’ αὐτοῦ, φησὶ, πολλὴ ἐστί· “ καὶ ἔτι “ λαλεῖ,” τουτέστιν ἀνεῖλεν αὐτὸν, ἀλλ’ οὐ συνανεῖλεν αὐτοῦ τὴν δόξαν καὶ τὴν μνήμην· τοῦτο δὲ καὶ τοῦ ζῆν σημεῖόν ἐστιν· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίους εἶναι, λαλεῖ· οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τοῦ ἐκείνου. Πίστει, Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸς ὁ Θεός. Οὗτος μείζονα πίστιν τοῦ ̓λβελ ἐπεδείξατο· τὰ γὰρ εἰς ἐκεῖ-
νον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποτρέψαι, ἀλλ’ ἐκεῖνα ὑπερβὰς, ἔγνω ὅτι εἰ Θεὸς ἐστὶ, πάντως καὶ ἀνταποδότης ἐστίν· καὶ τοι οὐδὲν οὔπω περὶ ἀναστάσεως ᾔδεσαν· καὶ ὅμως εἰ οἱ τοῦτο μὴ εἰδότες καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν, πόσῳ μᾶλλον ἡμεῖς ; κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε· πῶς πίστει μετετέθη Ἐνώχ ; ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις· εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει ; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; ἃν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον·
For how could those who had both prophets and examples, and countless encouragements, and signs and wonders that occurred—so that this was truly faith, and from faith he chose virtue—what is "and through it, being dead, he still speaks"? So that he may not plunge them into great confusion, he shows that he partook of a reward in part. How? His visitation, he says, is great: "and he still speaks," that is, he was taken away, but his glory and memory were not taken away with him; and this is also a sign of living. For the one who exhorts others to be righteous speaks; for a word does not accomplish as much as that man's suffering. By faith Enoch was translated so as not to see death, and he was not found, because God translated him. This man demonstrated greater faith than Abel; for the things that happened to that man were sufficient to turn him away, but he surpassed those things and knew that if there is a God, there is certainly also a rewarder. And yet they knew nothing yet about the resurrection; and nevertheless, if those who did not know this and saw the opposite here were so well-pleasing, how much more we? Even if you, then, he says, see that you receive nothing here, do not be troubled. How was Enoch translated by faith? Because well-pleasing was the cause of the translation, and faith was the cause of the well-pleasing; for if he did not know that he would receive rewards, how would he be well-pleasing? But without faith it is impossible to be well-pleasing. How? For if anyone believes that God exists and that there is a recompense, he will have the rewards. From where, then, is the well-pleasing? "For it is necessary," he says, "that the one who approaches God believe that he exists," not what he is; for this it is impossible to grasp by reasoning.
εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν. Πίστει, χρηματισθεὶς Νῶε. Τὸ μὲν ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας· αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς
If he is a rewarder of faith, he has need of faith and not of reasonings, how can the things of substance be comprehended by reasoning? But many ask, where Enoch was translated, and why he was translated, and why he did not die, neither he nor Elijah, and whether they are still alive, and how they live, and in what form. But it is superfluous to ask these things, for the Scripture has not added these things. This indeed happened—the matter of the translation—from the very outset, human souls immediately receiving hope of the dissolution of death; for he was translated, not as a dead man, but so as not to see death. For this reason it added, "he was translated while alive, because he pleased God." By faith, Noah, having been divinely warned. The example of Enoch was an example of faith only, but that of Noah also of unbelief. This is a complete exhortation and encouragement, when not only those who believe are found approved, but also those who disbelieve suffer the opposite. And what is "having been divinely warned"? That is, having received a foretelling. And why is the divine communication called a "chrematismos"? For elsewhere it says, "it had been divinely communicated to him by the Spirit," and again, "and what does the divine communication say?" You see the equal honor of the Spirit; for just as God is joy, so also is the Holy Spirit. And for what reason did he say this? Prophecy is called a divine communication: "concerning things not seen," he says, that is, the rain, "having feared."
“ κατεσκεύασε κιβωτόν·” ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο· ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν, ἀλλ’ ὅμως ἐφοβήθη ἐκεῖνος, καὶ κατεσκεύασε κιβωτόν· “ εἰς “ σωτηρίαν τοῦ οἴκου αὐτοῦ·” πῶς ; “ δι’ ἧς κατέκρινε τὸν “ κόσμον,” ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως· οἱ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῶ Θεῷ· τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης. Πίστει, καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, ἐξῆλθεν μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. τίνα γὰρ εἶδεν, εἰπέ μοι, ἵνα ζηλώσῃ ; πατέρα Ἕλληνα εἶχεν καὶ εἰδωλολάτρην· προφητῶν οὐκ ἀκηκόει· οὐκ ᾔδει ποῦ ἤρχετο· ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ- “ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη·
"he prepared an ark;" reason suggested nothing of the kind; for they were marrying and being given in marriage; the air was clear, there were no signs, yet he feared, and prepared an ark; "for the salvation of his house;" how? "by which he condemned the world," he showed that they were worthy of punishment; for they were not brought to their senses even by the construction. And of the righteousness according to faith he became heir. That is, from this he appeared righteous, from believing God; for this is the mark of a soul genuinely disposed toward him, and judging nothing to be more trustworthy than his words. By faith, Abraham, when called, obeyed to go out to the place which he was about to receive as an inheritance, and he went out not knowing where he was going; by faith, he sojourned in the land of promise as in a foreign land, dwelling in tents with Isaac and Jacob, the fellow heirs of the same promise. For what did he see, tell me, that he should be zealous? He had a Greek father and an idolater; he had not heard prophets; he did not know where he was going; for since those of the Hebrews who had believed were looking to these men, as having enjoyed countless good things, he shows that no one had yet received anything; that man was cast out from his fatherland and his house, and went out not knowing where he was going; and what is wonderful if he himself did so, seeing that even his offspring sojourned thus; at any rate, the promise being shown to be unfulfilled; for he said, "To you I will give this land and to your offspring;" he saw his son dwelling there; and the grandson again saw himself dwelling in a foreign land, and he was not at all disturbed;
τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ... σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο
ἄν· διὰ τοῦτό φησιν, ὅτι μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Δύο ἐνταῦθα ζητῆσαι ἄξιον· πῶς εἰπὼν ὅτι μετέθηκε τὸν Ἐνὼχ, καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι “ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ;
For what belonged to Abraham had reasonably come to pass, since the promise was afterward about to be fulfilled in deed, although it was also said to him, "To you and to your seed," not through the seed alone "to you," but "to you and to your seed"; and neither did he himself . . . Isaac, nor did Jacob . . . of the promise; for the one served for wages, and the other . . . ; but this one also having given from . . . , and some things if . . . but others if not . . . obtained the divine inclination, would have perished.
Therefore he says that with the heirs of the same promise. "According to faith these all died, not having received the promises." Here it is worth inquiring into two things: how, having said that Enoch was translated, and "was not found, so as not to see death," he says, "According to faith these all died," and again, "not having received the promises," while he says that Noah received for the salvation of his household, and that Abel still speaks, and that Abraham was taken up of the land, and he says, "According to faith these all died, not having received the promises." What then is it? It is necessary to solve the first, then the second: "According to faith they died," but since that one was excepted, these all died whom we know to have died; and the phrase "not having received the promises" happens to be true; for this was not going to be the promise to Noah; but what promises does he mean? For Isaac and Jacob received the promises of the land, but those around Noah and Abel and Enoch—what promises did they receive?
ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα. Αλλὰ πόρρωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι. Ενταῦθά τι μυστικὸν αἰνίττεται, ὅτι πάντα προέλαβον τὰ περὶ τῶν μελλόντων εἰρημένα· περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες· οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν. Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τούτῳ ἔλαβον, τῷ ἤδη δέξασθαι καὶ θαρρῆσαι ὑπὲρ
Therefore, whether he is speaking about these three, or even about those, the promise was not this: that Abel be admired, nor that Enoch be translated, nor that Noah be saved; but these things too happened to them because of their virtue; and they were certain foretastes of things to come, for he gives even here. But seeing them from afar and greeting them. Here he hints at something mystical: that they all anticipated the things said about what was to come—about the resurrection, about the kingdom of heaven, about the other things which Christ proclaimed when he came. For these promises, he says—or he says this: that they did not receive them, but having taken courage concerning them they departed by faith alone, seeing them from afar, four generations before; for after so many they departed from Egypt; and having greeted them, he says, and having rejoiced, so convinced were they concerning them. For they were awaiting the city which has foundations, whose craftsman and builder is God. Do you see that in this they received, by already having welcomed and taken courage concerning
αὐτῶν ; εἰ τοίνυν τὸ θαρρῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν· τι ἐστι “ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ” οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι ; πρὸς σύγκρισιν ἐκείνων, οὐκ εἰσίν· “ πίστει, “ φησὶ, καὶ αὐτὴ Σάρρα·” ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἰ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν· ἀλλ’ εἴποι ἄν τις, πῶς πιστὴ ἡ γελάσασα ; ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως γέγονεν· τὸ γὰρ εἰπεῖν “ οὐκ ἐγέλασα,” ἀπὸ πίστεως γέγονε· τοιγαροῦν διὰ τοῦτο κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει, καὶ αὐτὴ Σάρρα, δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν. Τί ἐστιν εἰς καταβολὴν σπέρματος ; εἰς τὸ κατασχεῖν τὸ σπέρμα δύναμιν ἔλαβεν· ἦν νενεκρωμένη, ἦν στεῖρα· διπλῆ γὰρ ἦν ἡ πήρωσις· ὅθεν καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους. Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοι εἰσὶν ἐπὶ τῆς γῆς. Ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης, καὶ πατρίδα ἐζήτουν· ποίαν δὴ ταύτην ; ἄρα ἣν εἴασαν ; οὐδαμῶς· τι γὰρ ἐκώλυσεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν καὶ γενέσθαι πολίτας ; ἀλλ’ ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ. Τί λέγεις ;
of them; if therefore to have confidence is to receive, it is possible for you also to receive. What is "the city which has the foundations"? For are these not foundations? In comparison with those, they are not. "By faith," he says, "also Sarah herself"; here he began in a reproachful manner, if indeed they should appear more fainthearted than a woman. But someone might say, how was she who laughed faithful? Now the laughter was from unbelief, but the fear was from faith; for to say "I did not laugh" came from faith; therefore, on this account, when unbelief was emptied out, faith entered in. By faith, also Sarah herself received power for the conception of seed, and she bore a child beyond the time of age. What is "for the conception of seed"? She received power to retain the seed; she was deadened, she was barren; for the debility was double. Hence also from one man were born all, as the stars of heaven in number, and as the sand by the shore of the sea, which is innumerable. Hence, he says, "and from one man were born all"; he says not only this, that she bore, but that she became the mother of as many as not even fruitful wombs; "as the stars," he says. How then does he count them? Either he speaks of the hyperbole, or of those who were continually being born. And having confessed that they are strangers and pilgrims on the earth. Strangers, he says, they were to the inhabited world, and they were seeking a homeland; which one indeed? Was it the one they left behind? By no means; for what prevented them, if indeed they wished, from returning again and becoming citizens? But they were seeking that homeland in the heavens; thus also they hastened toward departure from here, and thus they pleased God. What do you say?
Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεται Θεὸς καλεῖσθαι αὐτῶν; μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον
ἐστὶ τὸ μέγεθος· ὁ τῆς οἰκουμένης καλούμενος Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοσούτων εἰσὶν ἀντίρροποι οἱ ἅγιοι. Πίστει, προσενήνοχεν τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Ἐνταῦθα οὐ τοὺς ἀνθρωπίνους ὑπερβῆναι μόνον λογισμοὺς ἐχρῆν, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ “ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν·
He is called God of the earth, and God of heaven, and as something great you have set down that he is not ashamed to be called their God. Great, and truly great, and a token of much blessedness. How? Because he is called God of earth and heaven in such a way as also the God of the Greeks, in that he created and fashioned them; but of those saints, not in that way, but as a certain genuine friend. Consider how great it is: the one called God of the world is not ashamed to be called God of three—reasonably so; for the saints are counterparts not of the world, but of ten thousand times as many. By faith, being tested, he offered up Isaac, and he who had received the promises was offering up his only-begotten son, to whom it was spoken, In Isaac shall your seed be called; having reasoned that God is able even to raise from the dead; whence he also received him in a figure. Here it was necessary not only to surpass human reasonings, but also to demonstrate something more; for the things of God seemed to be at variance with the things of God, and faith was at variance with faith, and a command with a promise—as when, for instance, he said, "Go out from your land, and from your kindred, and I will give you this land," and he did not give him an inheritance in it, not even a footstep. Do you see how what happened was at variance with the promise? Again he says, "In Isaac shall your seed be called," and he believed; and again he says, "Sacrifice to me this one" who was going to fill the whole world from his seed. Do you see the conflict of commands and a promise contrary to the promises? And not even so was he disturbed, nor did he think he had been deceived.
ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ
γήρᾳ· ὑμῖν δὲ τοὐναντίον φησί· τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα· εἰ δὲ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποσώσει· καὶ ἕτερον δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν “ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ·” τι οὖν ; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν ; τίνος οὑν ἕνεκεν ἐπείραζεν αὐτόν ; οὐχ 7να αὐτὸς μάθη, ἀλλ’ ἵνα τοῖς ἄλλοις δείξη, καὶ κατάδηλον αὐτοῦ τὴν ἀν- δρείαν ἅπασι καταστήσῃ· εἶτα ἐπεξέρχεται τῷ νοήματι· οὐκ εἶχεν φησὶ, τὶς εἰπεῖν, ὅτι ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαρρῶν τοῦτον προσήνεγκε καὶ τὸν μονογενῆ προσέφερε, φησὶν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· τί οὖν ὁ Ισμαὴλ, πόθεν ἦν ;
But you endure nothing outside the promise; for he said, "In the world you have tribulation," and such things. That one, being opposed to what he had promised, heard from the same one, and was not troubled, but acted as things in agreement; for they were in agreement: opposed to human reasonings, but in agreement from faith. And how, the Apostle himself taught us, saying, "Reasoning that God is able to raise even from the dead." From the same faith, he says, with which he believed that he graciously gave what did not exist, and raised the dead from the same, and that he was persuaded he would raise up what had been slaughtered; for likewise it was impossible for human reasoning, both to give a child from a dead and aged womb, already become useless for childbearing, and to raise up what had been slaughtered. But the faith that had gone before paved the way for things to come; and observe that the good things are first, and the difficult things afterward, in old age. But to you, he says the opposite: the gloomy things first, and the good things last. And if God is able to raise from the dead, he will certainly save all. And he shows another thing by saying, "God tested Abraham." What then? Did God not know that he was noble? For what reason, then, did he test him? Not so that he himself might learn, but so that he might show others, and make his courage evident to all. Then he proceeds with the thought: he had no one, he says, to say that he had another son, and from that one he expected the promise to be fulfilled, and for this reason, being confident, he offered him up and presented the only-begotten, he says, the one who received the promises. What then of Ishmael, where was he from?
μονογενῆ λέγω, φησὶν, ὅσον κατὰ τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν εἰπὼν “ μονογενῆ· ’ “ ἐν laaaK κληθήσεται σοι σπέρμα,” τουτ- ἐστιν, ἐξ αὐτοῦ· ειἶτα, ἵνα μή τις νομίσῃ ὅτι ἀπογνοὺς τοῦτο ποιεῖ, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐκείνην ἐξέ- βάλεν, ἀλλὰ μάθῃ ὅτι καὶ τοῦτο πίστεως ἦν, φησὶν, ὅτι κἀκείνην ε7χε τὴν πίστιν, καίτοιγε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ’ οὐκ ἐμάχετο· οὐ γὰρ λογισμὸς ἀνθρώπινος ἐμέτρει τοῦ Θεοῦ τὴν δύνα. μιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεψεν, “ ὅτι καὶ ἐκ νεκρῶν ἐγεί- “ ῥεῖν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,” τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησὶν, πῶς· τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὕτως ἐσώθη, ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλα βεν, ἀντ’ ἐκείνου σφάξας ἐκεῖνον· ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι σφαγιαζόμενος· καὶ θέα μοι τὴν φιλανθρωπίαν ὅση· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ’ ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ πράγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδοὺς υἱὸν, εἴ γε ἄνθρωπος, πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι νομισθῇ τοῦτο μόνον ποιεῖν, ἀλλ’ ὀφειλῇ. (ΘΕόΔΩΡοΣ.) Θεόδωρος δὲ φησίν· εἰς τὸ " ἐν παραβολῇ ἐκο- “ μίσατο,” τοῦτο λέγει, ὅτι ἀκολούθως ἔτυχεν τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας, διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο· τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενό-
I say “only-begotten,” he says, insofar as it accords with the word of the promise; for this reason he added, saying “only-begotten: ‘in Isaac shall your seed be called,’” that is, from him. Then, so that no one might think that he did this out of despair, and by this command cast out that faith, but might learn that this too was of faith, he says that he also had that faith, although it seemed to conflict with this one; but it did not conflict. For human reasoning did not measure God’s power, but he entrusted everything to faith, “that God is able even to raise from the dead; from where he also received him in a parable,” that is, in a figure, in the ram, he says, how? For when the ram was slain, he was thus saved, so that through the ram he received him, having slain that one in place of him. But these things were certain types; for here it is the Son of God who is being slain. And behold for me how great is his love for humanity. For since some great grace was about to be given to humans, wishing not to do it by grace but as a debtor, he first prepares a man—his own son—to give himself for the sake of God’s matter, so that he might not seem to do anything great by giving his own son, if indeed a man did this before him, so that this might not be thought to be done only by grace, but as a debt. (Theodore.) But Theodore says: regarding “he received him in a parable,” he means that it happened in accordance with his own faith; for having believed in the resurrection, he received him who had died through certain symbols; for having come into great expectation of death—
μένον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησομένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσάμενος, ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών· τὸ γοῦν “ ἐν παραβολῇ” ἀντὶ τοῦ ἐν συμβόλοις. (Σευηριανοῦ.) Σευηριανὸς δὲ ὁμοίω τῷ μακαρίῳ πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· “ πολλοὶ, φησὶ, “ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ “ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του Φαραὼ, φησίν·
...having suffered nothing, was a symbol of the one who would truly rise again, inasmuch as, having tasted death for a short time, he rose again having suffered nothing from death; at any rate, "in a parable" is used instead of "in symbols." (From Severianus.) And Severianus, like the blessed one in faith concerning things to come, blessed Isaac, Jacob and Esau: he placed Jacob first, then Esau, not according to the order of birth, but according to the order of blessing. (From Chrysostom.) The blessed John says: "Many," he says, "prophets and righteous men desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it." Did the righteous, then, know all things to come? Yes, indeed; for if the Son was not revealed for this reason—because of the weakness of those unable to receive him—he was reasonably revealed to those who shone in virtue; this Paul also says, that they knew things to come, that is, the resurrection of Christ; which—not this, he says, but by faith concerning things to come; not of the age to come, but concerning things to come here; for how could a man sitting in a foreign land give such blessings? But again he obtained a blessing, and did not receive it. Do you see that what I said can be said in the case of Abraham and in the case of Jacob, that they did not enjoy the blessing, but the blessings passed on to their descendants, while he himself obtained the things to come? For we find that the brother rather enjoyed them; for the one spent all his time in slavery and servitude and dangers and plots and deceits and fears; and being asked by Pharaoh, he says:
“ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς. Πίστει, Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ
εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται· “ καὶ προσεκύνησεν,” φησὶν, “ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ·” ἐνταῦθα, φησὶν, οὐ μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ·
“My days have become few and evil,” but that one [Esau] lived in authority and great license, and after these things he was fearsome to him [Jacob]; where then were the blessings cast out, except in the future? Do you see that from above the wicked enjoyed the things here, but the righteous the opposite? Not indeed all. For behold, Abraham was righteous, and he too enjoyed the things here, except with affliction and trials; but if the righteous were then in affliction, much more now; and he places Jacob before Esau, from virtue. By faith, Jacob, when dying, blessed each of the sons of Joseph,
and worshiped upon the top of his staff. Here it is necessary to set down all the blessings, so that both his faith and his prophecy may become manifest: “and he worshiped,” he says, “upon the top of his staff;” here, he says, he not only spoke, but also was confident in the things said; for since another king was going to arise from Ephraim, for this reason, he says, “and he worshiped upon the top of his staff,” that is, even being already an old man he worships Joseph, signifying the worship of all the people that was to be his; and for this reason it came out already, when his brothers worshiped him; but it was going to come out later through the ten tribes; therefore the things concerning Jacob are of faith alone;
καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη- κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον. Πίστει, Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ. Πἀλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα· καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωυσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς· διὰ τοῦτο καὶ προιὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων, “ πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθή- “ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.” Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε· τέως δὲ περὶ τῶν γονέων τοῦ Μωυσέως ἀναγκαῖον εἰπεῖν· πόθεν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον ; ἀπὸ πίστεως· εἶδον γὰρ, φησὶν, ἀστεῖον τὸ παιδίον, αὐτὴ ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ-
And Joseph also, having heard these things and the promise of God made to Abraham—"To you and to your seed I will give this land"—while he was in a foreign land and did not yet see the promise fulfilled, believed in such a way that he even spoke about the exodus and gave instructions concerning his bones, and led others to faith, so that they looked forward to the return. By faith, Moses, when he was born, was hidden for three months by his parents. Again he intensifies the exhortation, bringing the matter down to lowly persons; and he begins with the parents of Moses, certain obscure men, who had nothing as great as the child had; for this reason, as he proceeds, he intensifies the strangeness, even listing prostitutes and widows: "By faith, Rahab the prostitute did not perish with those who were disobedient, having received the spies in peace." And he sets down the evidence not only of faith but also of unbelief, as in the case of Noah; but for now it is necessary to speak about the parents of Moses: from where did they expect to save the child? From faith; for they saw, it says, that the child was beautiful—the very appearance drew them toward faith; thus from above and from his very swaddling clothes much grace had been poured out upon the righteous man, not nature accomplishing this, but the grace of God, which also the burden—
βᾶρον ἐκείνην τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέρρωσεν, καὶ εἷλεν καὶ ἐπεσπάσατο· καί τοι γ ἡ πίστις οὐχὶ καινὴν ε7χεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι ; ἀλλ’ ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέ- χυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεως ἢν καὶ ὑπομονῆς. Καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. καὶ τοιγε ἐκεῖνος ἐνήργει· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία. Πίστει, Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Ὡσανεὶ ἔλεγε πρὸς αὐτοὺς, οὐδεὶς ὑμῶν ἀφῆκεν βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐδὲ θησαυροὺς τοσούτους, οὐδὲ ἐξὸν εἶναι βαἵλεως υἱὸν κατεφρόνησε τούτου, καθὼς ὃ Μωυσῆς ἐποίησεν· οὐ γὰρ ἁπλῶς ε7πεν ἀφῆκεν, ἀλλ’ “ ἠρνήσατο,” τουτέστιν, ἐμίσησεν, ἀπεστράφη· καὶ οὐκ εἶπεν “ μείζονα πλοῦτον ἡγησάμενος τῶν “ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν·
He stirred up and strengthened that heavy Egyptian woman, and he took and drew her to himself; and yet faith did not have a new foundation in these things. For what was it to believe from sight? But you, he says, believe from deeds, and have many pledges of faith; for to receive with joy the plundering of your possessions, and such things as these, was a matter of faith and endurance. And they were not afraid of the king's decree—and yet he was active; but this was simply a bare expectation. By faith, Moses, having become great, refused to be called the son of Pharaoh's daughter, choosing rather to suffer affliction with the people of God than to have the temporary enjoyment of sin, considering the reproach of Christ greater wealth than the treasures of Egypt; for he was looking to the reward. As if he were saying to them: none of you has left a kingdom—and a splendid kingdom—nor so many treasures, nor, though it was possible to be a king's son, did he despise this, as Moses did. For he did not simply say "he left," but "he refused," that is, he hated, he turned away. And he did not say "considering greater wealth than the treasures of Egypt" to mean heaven and the things in heaven, but what? The reproach of Christ. For he considered being reproached for Christ better than being at ease; thus this very thing was in itself a reward. "Choosing rather," he says, "to suffer affliction with the people of God." For you suffer for your own sakes, but he chose for the sake of others, and willingly threw himself into so many dangers, when it was possible for him both to be pious and to enjoy good things.
ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν “ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ-
στῆσεν, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπαθεν, καὶ ὁ Μωϋσῆς παρὰ τῶν ἰδίων, παρ’ ὧν καὶ ὑμεῖς. Πίστει, κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. Καὶ μὴν ἡ γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι, ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Πίστει, πεποίηκε τὸ πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν. Τί ἐστιν “ ἡ πρόσχυσις τοῦ αἵματος ” ἀρνειὸς ἐθύετο κατ’ οἰκίαν, καὶ τὸ αἷμα ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἢν ἀποτειχισις τῆς ἀπωλείας τῆς Αἰγυπτίας·
Which, he says, "to have for a season the enjoyment of sins." He called it a sin, the not being willing to suffer ill-treatment together with the others, considering ill-treatment a great good. What is "the reproach of Christ"? That is, to be reproached for such things as you are, the reproach which Christ endured; just as he himself was reproached and heard, "If you are the Son of God," by those for whom he was being crucified; when one is reproached by those he benefits. Here he stirred them up, showing that both Christ suffered these things, and Moses at the hands of his own people, by whom you also. By faith he left Egypt, not fearing the wrath of the king; for he endured as seeing the invisible one. And yet the Scripture says this, that when he heard he was afraid, and for this reason he secured his safety by flight. But pay attention also to what is said, "not fearing the wrath of the king"; for it was the part of one who feared, not to touch the leadership; yet to touch it again was the part of one entrusting the whole to God; for he did not say that he seeks me and busies himself, and I cannot bear again to touch the same things, so that even the flight was of faith, so as not to cast himself into manifest danger; for this thereafter was the part of one tempting, to leap into the midst of dangers and say, Let us see if God saves me; but all these things happened, because he endured as seeing the invisible one. By faith he kept the passover, and the sprinkling of the blood, so that the destroyer of the firstborn might not touch them. What is "the sprinkling of the blood"? A lamb was sacrificed at the house, and the blood was smeared on the doorposts, and this was a walling off from the destruction of Egypt.
εἰ τοίνυν αἷμα ἀρνειοῦ ἐν μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρρεῖτε ; Πίστει, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν ὅτι οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Ἡς πεῖραν λαβόντες Αἰγύπτιοι κατεπόθησαν. Πῶς ; πίστει· ὅτι ἤλπισαν διὰ τῆς θαλάττης διαβήσεσθαι· καὶ διὰ τοῦτο ηὔχοντο, μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος, καὶ ἡ αὐτὴ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε
καθάπερ θάλασσα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ’ αὐτῶν. Πίστει, τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἷά τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης. Οὐκοῦν αἰσχρὸν εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε;
If, then, the blood of a lamb in the midst of Egypt, and amid so great destruction, kept the Jews unharmed, how much more will he save us, who smear the blood of Christ not on doorposts but in our souls. The Angel feared that blood; for he knew whose type it was; he shuddered when he considered the Master's death. But you, having the blood of Christ himself, do you not take courage? By faith they crossed the Red Sea as through dry land. Again he compares a whole people with a people, so that they might not say, "We cannot become like the saints." The Egyptians, having made trial, were swallowed up. How? By faith—because they hoped to cross through the sea; and for this reason they prayed—or rather, Moses was the one praying—and the same sea was spread out like land for the one side, but swallowed up the others like a sea; there it forgot its nature, but here it even armed itself against them. By faith the walls of Jericho fell, having been encircled for seven days. For surely the sound of trumpets is not able to cast down stones, even if one should sound them for ten thousand years, but faith can do all things. Do you see everywhere that it is not by the sequence of nature, by law, that things are changed, but that all things happened beyond expectation? Therefore also here all things happen beyond expectation; for since he said above and below that one must believe in the hopes that are to come, with good reason he set in motion this whole account, showing that not now only but from the beginning all the wonders were accomplished and brought to pass through this. By faith Rahab the harlot did not perish with those who disobeyed, having received the spies in peace. Is it not then shameful if you should appear more faithless even than a harlot?