ἔσται. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐπ’ ἀσφαλείᾳ ἔσται, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ αὐτὸν ἐμοῦ· Κυρίλλου. τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ τὴν τῶν ἀνθρώπων ἀπεικάζει διάνοιαν, καὶ φιλόκαλόν πὼς ὑπάρχουσαν εἰς βουλὴν καὶ προαίρεσιν ταῖς ὥραις παραπλησίως. ἣ τοίνυν τοῦτό φησιν, ἢ καὶ τοῦτο· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας ;” τουτέστιν, ἡμέρα, φησὶ, εἰμὶ καὶ φῶς. Ὥσπερ οὖν οὐκ ἐγκαταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρὸν, οὕτως οὐκ ἃν ἐκ τῶν λεγομένων τὴν πη ἐμοῦ συστελλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον· ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρὸν, νύκτα δὲ τὸν πρὸ ταύτης, ὡς ὅταν λέγῃ ὁ Κύριος, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα,” φησὶν, ἐστίν.” Ἀμμωνίου. Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὁ ἐστι τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει,” πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων ; Ἀπολιναρίου. Διδάσκει ὁ Κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἃν ὑπὸ Ἰουδαίων τι πάθοι· διδάσκει δὲ διὰ παραβολὴν, ἡμέραν μὲν καιρὸν τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα· ἐκ τούτου δῆλον ὅτι κατὰ τὴν ἄνωθεν βούλησίν ἐστι τὸ μὴ παθεῖν ἣ παθεῖν αὐτὸν, ὥσπερ κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἣ ἀπουσίαν, τὸ βλέπειν ἣ μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται· ὥστε μέχρι περ ἃν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτῷ γενέσθαι, ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβήσεται. Κυρίλλου.
it will be. But if he who sees the light of this world will be in safety, much more he who is with me, unless he separates him from me. Of Cyril. By the ceaseless motion of the day he likens the mind of men, and as it were loving the good for counsel and choice, similarly to the hours. Therefore it says this, or also this: "Are there not twelve hours of the day?" That is, he says, I am the day and the light. Just as then the light of the day does not cease before it has fulfilled the appointed time, so neither would the illumination from me be contracted from the Jews from what is said, when the measure of loving-kindness has proceeded to what is fitting; and he calls the time of his presence "day," and the time before it "night," as when the Lord says, "I must work the works of him who sent me while it is day." Of Ammonius. Just as the day is unstable, passing from hour to hour, so also is the judgment of men, that is, of the Jews. "If he who walks in the day does not stumble," how would I, who enlighten all, endure the deeds of the unwilling? Of Apollinaris. The Lord teaches that before the time of his passion he would not suffer anything from the Jews; and he teaches through a parable, calling the time before the passion "day," and the time of the passion "night"; from this it is clear that it depends on the will from above whether he does not suffer or suffers, just as it depends on the presence or absence of the light whether men see or do not see; so that as long as the divine and heavenly will prevents the passion, it is impossible for it to happen to him, but when it yields and concedes, then it will come to pass. Of Cyril.
Ὕπνον γὰρ ὀνομάζει τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ σώματος ἔξοδον, καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. Ἔστιγὰρ καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ἣ ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος· ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. Ἀμμνωίου Πρεσβυτέρου. Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν,
σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σωτηρίαν, ὑπερορῶντες τῶν Ιουδαϊκῶν ἐπιβουλῶν. Θεοδώρου Μομψουεστίασ. Χαίρω, φησὶν, ὑμῶν γὰρ μὴ εἶναι με ἐκεῖ συντελέσει πρὸς τὴν πίστιν τὴν ὑμετέραν, ἐπείπερ εἰ μὲν παρήμην, ἀρρωστοῦντα ἐθεράπευον· μικρὸν δὲ ἦν τοῦτο τὸ θαῦμα εἰς δυνάμεως ἐπίδειξιν. Ἐπειδὴ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ αὐτὸν ἀπιὼν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμὴν, ὅταν ἴδητέ με καὶ τοῦτο δυνάμενον, τοὺς νεκροὺς ἤδη διεφθορότας ἀνιστᾶν. Ἀμμωνίου πρεσβυτέρου. Ὡς πρὸς ζῶντα λέγει αὐτῷ γὰρ ἔζη ὡς Θεῷ. Θεοδώρου Μομψουεστίασ. Καλὸν μὲν ἦν καὶ ἐκκλῖναι τῶν ἐχθρῶν τὴν ἐπιβουλήν· ἐπειδὴ δὲ τοῦτο δέδοκται πάντως αὐτῷ ἀπελθεῖν, συναπέλθωμεν καὶ ἡμεῖς· κρεῖττον γὰρ ἀποθνήσκοντας κοινωνῆσαι τοῦ θανάτου ἢ τῆς οἰκείας σωτηρίας προνοουμένους ἀπολειφθῆναι τοῦ διδασκάλου. Ὠριγένουσ.
For he calls the departure of the human soul from the body sleep, and very reasonably so; for the Creator of all things unto incorruption, as it is written, did not deem it worthy to call it death, having also shown the generations of the world to be salvific. For the account is also true: for sleep truly in the sight of God is nothing other than our temporary death of the body, being done away with by a mere and single nod of the life according to nature, that is, of Christ. Of Ammonius the Elder. That we may not appear without affection, let us hasten to the salvation of our friend, disregarding the Jewish plots. Of Theodore of Mopsuestia. I rejoice, he says, that my not being there will contribute to your faith, since if I had been present, I would have healed the sick man; but this was a small wonder for a display of power. But since I was left behind, and death came upon him, and I am about to go and raise him, you will be more greatly confirmed in your faith in me, when you see that I am also able to do this, to raise the dead who have already decayed. Of Ammonius the Elder. He speaks to him as to one living, for he lived to him as to God. Of Theodore of Mopsuestia. It was good also to avoid the plot of the enemies; but since it has been decided by him altogether to depart, let us depart with him; for it is better to die and share in his death than, providing for one's own safety, to be left behind by the teacher. Of Origen.
Ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ Γἱῷ τοῦ Θεοῦ τὴν περὶ φυχὴν ἣν ἔμελλε ποιεῖν, καταβὰς εἰς τὸ χωρίον αὐτῶν, ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτὰ ἀπειθήσασί ποτε. ἀκούσας ὅτι “πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν,” ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάξαρον, ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον· τὸ δὲ καὶ τοῦ Σωτῆρος εἰπόντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, καὶ τὰ ὁμοία. Εἰτα ὡς γνήσιος τοῦ Σωτῆρος μαθητὴς, καὶ κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἃν ἀπίη, ἐβούλετο αὐτῶ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. Θεοδώρου Ἡρακλείασ. Ἔξεισι μὲν οὖν ἡ Μάρθα τὴν τοῦ Κυρίου παρουσίαν οὐκ ἀνακοινωσαμένη πρὸς τὴν ἀδελφήν φησι, διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν τοῦ Κυρίου ἀπὸ τῶν παρόντων Ἰουδαίων, ὡς ἃν ἐχθρῶν Χριστοῦ, καὶ διωκόντων αὐτὸν, ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται. Ἀμμωνίου πρεσβυτέρου. Ζωὴν ἑαυτὸν εἶπεν ὁ Κύριος, οὐ
Thomas, having read the accounts concerning the Savior—and it is likely that he had also heard that there remained for the Son of God a dispensation concerning the soul which he was about to accomplish, having descended into their place, so that he might preach to the spirits in prison, having gone to those who were once disobedient. Having heard that "I go that I may awake him," he thought that Lazarus would not be awakened and raised from the dead in any other way than by Jesus descending into the place of souls; and this, moreover, since the Savior had also said, "No one takes my soul from me, but I lay it down of myself," and similar things. Then, as a genuine disciple of the Savior, and having judged it right to follow him wherever he might go, he wished that the remaining disciples also, by the grace of Jesus, might lay down the body together with him. From Theodore of Heraclea. Martha therefore goes out, not having communicated the Lord's presence to her sister, he says, because she wished the Lord's presence to be hidden from the Jews who were present, as being enemies of Christ and persecutors of him, but she utters words of little faith. From Ammonius the presbyter. The Lord called himself life, not
ζῶον· τὸ μὲν γὰρ ζῶον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὡς ἡ σοφία καὶ ὁ σοφός ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσι. ἘΞ Ἀνεπιγράφου. Δεικνὺς ὅτι οὗτός ἐστιν ὁ χορηγὸς ἀγαθῶν, καὶ παρ’ αὐτοῦ δεῖ αἰτεῖν καὶ πῶς. ôὉ πιστεύων εἰς ἐμὲ,” ὁρᾷς πῶς αὐτῆς ἀνάγει τὸν νοῦν; οὐ γὰρ τοῦτο ἦν ζητούμενον τὸν Λάζαρον ἀναστῆσαι, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας καὶ ἐκείνην τὴν ἀνάστασιν μαθεῖν. εἰ γὰρ ἐκείνῃ πιστεύεις, φησὶ, μηδὲ περὶ ταύτης ἀμφίβαλλε· οὐ γὰρ ἄλλος ὁ ἐκείνην ἐργαζόμενος παρ’ ἐμὲ, ἀλλ’ ἐγὼ κἀκείνης τοῖς ἀνθρώποις αἴτιος, ὥστε ὁ κοινῇ πάντας ἀριστῶν. Οὐ γὰρ δήπου περὶ ἑνὸς ἀνάστασιν ἄτονος εἶναι δύναμαι. Διὰ τοῦτο περὶ τῆς ἀναστάσεως φιλοσοφεῖ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι καὶ ἡ ζωὴ, οὐ τόπῳ περικέκλεισται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι. Θεοδώρου Μομψουεστίασ. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε, τὴν ἐλπίδα τῆς ἀναστάσεως ἔχουσαι. Ὁ γὰρ ζῶν μετὰ τῆς εἰς ἐμὲ πίστεως οὐδεπώποτε ἀποθανεῖται, ἐπειδήπερ κἂν ἀποθνήσκειν δόξῃ, οὐ νεκρός ἐστιν, ἀλλὰ ζῶν διὰ τὴν ὑπόσχεσιν, μεθ’ ἧς δέχεται τοῦ τῆς φύσεως ὅρου τὴν τελευτήν. Καί τοι γε ἐν τοῖς Εὐαγγελίοις, οὐ φαίνεται ὅτι ἔλεγεν αὐτῇ ὁ Κύριος καλέσαι τὴν ἀδελφὴν, ἀλλὰ δηλονότι εἴρηται μὲν, ὁ δὲ Εὐαγγελιστὴς παρέλιπε, ἑνὸς ὣν τοῦ μόνα τὰ ἀναγκαῖα λέγειν. Κυρίλλου. τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ φωνῆς δεξαμένη τοῦτό φησι.
a living being; for the living being is receptive of life, but life is the source of living, as wisdom and the wise man: the one receives, the other gives. From an Untitled Work. Showing that he is the provider of good things, and that one must ask from him, and how. "He who believes in me"—do you see how he elevates her mind? For the point at issue was not merely to raise Lazarus, but it was necessary that she and those present and that resurrection also should learn. For if you believe in that one, he says, do not doubt concerning this one either; for it is not another who accomplishes that one apart from me, but I am the cause of that one also for men, so that I am the one who feasts all in common. For surely I cannot be powerless regarding the resurrection of one man. Therefore he philosophizes about the resurrection in his words. But if the resurrection is himself and the life, he is not confined by place, but being present everywhere he knows how to heal. From Theodore of Mopsuestia. So one must not shudder at this death. What he says is of this sort: that neither has this man died, nor will you die, you who have the hope of the resurrection. For the one who lives with faith in me will never die, since even if he seems to die, he is not dead, but living because of the promise, with which he receives the end of the boundary of nature. And yet in the Gospels, it does not appear that the Lord told her to call her sister, but clearly it was said, though the Evangelist omitted it, being one whose practice is to say only what is necessary. From Cyril. She, having received the indispensable necessity of the matter and the debt owed by his presence, says this instead of a voice.
Πῶς γὰρ οὐκ ἔδει παρόντος τοῦ Χριστοῦ, πρὸς αὐτὸν ἰέναι προθύμως τὴν Μαρίαν, ἐπείπερ ἅπαν οὐ μετρίως λελυπημένην ; Ἀμμωνίου πρεσβυιέρου. Εἰ μὴ οἰκονομία τοῦ ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστής· γέγονε δὲ ἵνα καὶ ἄκοντες παραγένωνται, καὶ μαρτυρήσωσι τῷ σημείῳ. Ἀπολιναρίου. Περὶ τῆς Μάρθας οὐκ εἶπεν, ὅτι τοῖς προσέπεσεν, ἀλλ’ ὅτι ἀπήντησε μόνον, οὐδ’ ὅτι ταχέως καὶ σπουδαίως προσέδραμεν· τῇ γὰρ Μαρία̣ καὶ τοῦτο δέδωκεν ὁ Εὐαγγελιστὴς, ἐπὶ τῆς Μάρθας προειρηκὼς ψιλῶς τὸ ὅτι ὑπήντησεν αὐτῷ· τοῦ δὲ ἐλθεῖν τὸ ἀπαντῆσαι ὑποδεέστερον, ὡς φαίνεσθαι
διὰ πολλῶν τὴν Μαρίαν πλείονα τὴν ἀγάπην, τὴν περὶ τὸν Κύριον ἔχουσαν· Ἀμμωνίου πρεσβυγέρου. Λυπηθεὶς ὁ Χριστὸς, καὶ ἑαυτῷ κινηθεῖσαν τὴν λύπην, καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον, ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ Ἁγίου Πνεύματος δινάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει, καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι. Θεοδώρου Μομψουεστίασ. Ἐρωτᾷ, ποῦ ἀγνοῶν· πῶς γὰρ ὁ πόρρωθεν εἰπὼν, ὅτι τετελεύτηκεν, ἀλλ’ ὥστε δοκεῖν τάξιν τινὰ τῷ πράγματι διδόναι, καὶ μὴ μετὰ ἐπιδείξεως τὸ θαῦμα ἐργάζεσθαι. Ἰσιδώρου Πηλουσιώτου. Ἐδάκρυσεν ὡς ὁ Χριστὸς ἐπὶ Λαζάρου· μάλιστα μὲν κἂν τούτῳ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, κανόνας ἡμῖν καὶ ὀροὺς πηγνὺς, ἵνα μὴ ἐκβακχευώμεθα ὑπὸ τῆς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον, ἴδε πῶς ἐφί- “λει αὐτόν.” ὨΡΙΓΕΝΟΥΣ.
For how was it not necessary, when Christ was present, that Mary should come to him eagerly, since she was wholly and not moderately grieved? From Ammonius the Elder. If it had not been for the divine economy, the Evangelist would not have mentioned it; but it happened so that even the unwilling might come forward and bear witness to the sign. From Apollinaris. Concerning Martha he did not say that she fell at his feet, but only that she met him, nor that she ran up quickly and eagerly; for this too the Evangelist has granted to Mary, having previously stated plainly of Martha only that she met him; and to meet is more lowly than to come, so that it appears through many details that Mary had the greater love for the Lord. From Ammonius the Elder. Christ, grieved, and with the grief stirred up in himself, and the flesh inclining toward tears, rebukes the flesh by the power of the Holy Spirit, which, unable to bear the motion of the divinity united to it, trembles and masters the grief; for it was not fitting to weep over a dead man for one who introduces the hope of the resurrection. From Theodore of Mopsuestia. He asks, where, being ignorant; for how could he who had said from afar that he had died? But rather so as to seem to give some order to the matter, and not to work the miracle with display. From Isidore of Pelusium. He wept as Christ did over Lazarus; especially indeed in this, as in the other cases, establishing for us canons and boundaries, so that we should not be thrown into a frenzy by grief. At any rate, those who had seen it said, See how he loved him. From Origen.
Μακρὰν μὲν ὑπάρχων τοῦ μνημείου ἐνεβριμή- σατο τῷ πνεύματι·” ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν, διὸ λέγεται ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.” Κυρίλλου. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ. Τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι τοῦτό μοι δοκῶ ὑπομεῖναι τὴν ἀγαθὴν Μάρθαν, παραιτεῖται γὰρ αὐτῇ τὸ εἰς πίστιν ἀσφαλὲς, ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ, καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα, πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῆ τοῦ θαύματος ὑπερβολῇ. Ἀμμωνίου. Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ Θεοῦ διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν. τὴν τοῦ Πατρὸς δόξαν, φησὶ, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν, ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Πατρός. Ἶσος ὢν τῷ Πατρὶ, εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχαριστῶμεν· τοῦτο ἐπὶ φίλων λέγεται ὁμοτίμων. Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν, διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες· ἡ κραυγὴ
Being far from the tomb, he was deeply moved in spirit; but when he comes near to the dead man, he is no longer deeply moved in spirit, but holds the deep emotion within himself; therefore it is said, being deeply moved in himself, he comes to the tomb. From Cyril. Great achievements are also followed by disbelief, even in the case of things beyond reason. It seems to me that the good Martha suffered this—that she did not wonder too readily; for the excess of the deed and the strangeness of the hope deprive her of the firmness of faith and drive out proper reasoning, and it is no wonder if, having confessed her faith, she is again storm-tossed by little faith through the excess of the miracle. From Ammonius. In things beyond nature, the glory of God appears on account of the weakness of the hearers. He did not say, he says, "you will see my glory," on account of his not seeking his own glory, but the glory of the Father. Though equal to the Father, he gives thanks to him, so that we might give thanks for things beyond ourselves; this is said in the case of friends of equal honor. As though the soul were far off, he calls it with a cry—not, however, as though it were in the tomb, as the children of the Greeks mythologize; the cry
τοῦ κυρίου τύπος ἦν τῆς μεγάλης σάλπιγγος τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέ- λευσμα. BΑΣΙΛΕ1́ΩΥ ΚΛIΣΑΡΕΊΑΣ. Θαῦμα ἐν θαύματι, κειρίαις δεδε- μένος τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. γὰρ ἦν τὸ ἐνισχῦον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ ταῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν ; ἢ δηλονότι πανταχό- πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων. τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. διόπερ ἐπι- δακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε, μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ἀμμωνίου πρεχβττέρου. Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέ- σθαι ἀνάστασις, “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.” Ὅμοιον ση- μεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. Διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν. Ὡς ἀνόσιόν τι τετ ολμηκότα διέβαλλον, ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα· μετὰ τοσαύτας ἀποδείξεις, ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον, ἀγνοοῦντες ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δη- δημιουργὸς. Ἐὰν, φησὶν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασι- Λέα, ἐπέρχονται ἡμῖν ὡς τυραννήσασιν οἱ ‘pωμαι-οι, καὶ γυμνοῦσιν ἡμᾶς πάντων.
This was a type of the Lord of the great trumpet that is to sound at the common resurrection. The command was divine and kingly. OF BASIL OF CAESAREA. A wonder within a wonder: that one bound hand and foot should not be hindered from movement. For the power that strengthened him was greater than what impeded him. How then did he who was about to accomplish these things judge the event worthy of tears? Or is it not clear that, supporting our weakness from every side, he circumscribed the necessary passions by certain measures and bounds, avoiding the unfeeling as brutish, and rejecting the fondness for grief and much wailing as ignoble? Therefore, having wept for his friend, he both demonstrated his own participation in human nature and freed us from excesses on either side, permitting us neither to be softened toward the passions nor to be insensible to sorrows. OF AMMONIUS THE PRESBYTER. Thus also the universal resurrection will take place, "in an atom, in the twinkling of an eye." Almost the same sign of the resurrection was this: that with hands and feet bound, and with eyes, he came out walking. By loosing him, he testified that it was not a phantom, but that it was Lazarus. They slandered him as having dared some impious thing, as having ordered the buried man to be dug up; after so many proofs, they spoke of him as a mere man, not knowing that it was Christ himself, the craftsman of the signs. If, they say, those who believe in him make him king, the Romans will come upon us as having acted tyrannically, and will strip us of everything.
Tί σημάναι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ἀρχιερεὺς “τοῦ ἐνιαυτοῦ ἐκείνου ;“ὅτι μετὰ τῶν ἄλλων τοῦτο διέφθαρτο παρὰ τοῖς Ἰουδαίοις· οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς, ἱεράτευον κατὰ τὸν νόμον, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν, ἐξ οὖ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί· πλὴν ἀλλὰ καὶ οὕτως ἔτι παρῆν τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς Ἀποστόλους· ὅπερ δὲ ἐκεῖνοι ἐν τάξει βουλῆς προσετίθεσαν λέγοντες, “τι ποι-
“οῦμεν;” τοῦτο ὁ Καϊάφας ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ μετὰ ἰταμότητος ἀνεβόησε λέγων, “ὅτι ὑμεῖς οὐκ οἴδατε οὐδὲν, “οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔνθος ἀπόληται.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὑμεῖς ἔτι καθῆσθε, ἔτι ὀκνηρότερον τῷ πράγματι κέχρησθε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κόσμου καταφρονῆσαι. Χρὴ οὖν σκοπῆσαι, πόση τοῦ Παναγίου Πνεύματος ἡ δύναμις. Ἀπὸ γὰρ διανοίας πονηρᾶς ῥήματα παρεσκεύασε προελθεῖν, προφητείας γέμοντα θαυμαστῆς. κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν πολλοί. τοῦτο δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς οὐκ ἀφ’ ἑαυτοῦ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὣν τοῦ “ἐνιαυτοῦ ἐκείνου προεφήτευσε, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνουζ́” οὕτως ἦν τῆς ἀρχιερατικῆς ἀξίας ἡ δύναμις πολλή. Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἱερωσύνης, καὶ τοι ἀνάξιος ὣν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ τῷ στόματι μὲν ἡ χάρις ἐκέχρητο, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο·
What does the Evangelist mean by saying, "high priest of that year"? That along with other things this too had become corrupted among the Jews; for they no longer served as priests according to the law for the whole span of their life, but year by year, from the time when the high priesthoods became purchased. Nevertheless, even so the Spirit was still present. But when they raised their hands against Christ, at that moment he abandoned them and passed over to the Apostles. And what those men added in the manner of a deliberation, saying, "What shall we do?" this Caiaphas shamelessly and with bare head cried out with audacity, saying, "that you know nothing, nor do you consider that it is expedient for us that one man should die, and that the whole nation should not perish." What he says is of this sort: you are still sitting idle, you are still handling the matter rather sluggishly, and you do not know how to despise the salvation of one man on behalf of the world. One must therefore consider how great is the power of the All-Holy Spirit. For from a wicked mind he prepared words to come forth, full of wondrous prophecy. For according to his own intention it turned out contrary. For because he died, on this account many were released from the coming punishment. This, says the Evangelist, he did not speak of himself, but being high priest of that year he prophesied that Jesus was about to die for the nation. So great was the power of the high-priestly dignity. For since he had been wholly deemed worthy of the priesthood, even though he was unworthy of the office, he prophesied, not knowing what he said; and the grace used his mouth, but did not touch his polluted heart.
πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες· ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαὰμ, καὶ πάντων ἡ αἰτία δήλη· καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους” φησὶ μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα “τοῦ Θεοῦ τὰ διεκορπισμένα συναγάγῃ εἰς ἕν.” τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι. ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε, “καὶ ἄλλα πρόβατα, ἔχω,” καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τὸ δὲ “ίνα συναγάγῃ εἰς ἓν δηλοῖ, ὅπως τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσῃ, ἵνα ὁ ἐν Ῥώμᾐ καθήμενος τὸν Ἰνδὸν μέλος εἶναι ἑαυτοῦ πιστεύσῃ, καὶ πάντων κεφαλὴν ὁμολογῇ τὸν Χριστὸν. Τὸ δὲ ôἀπ’ ἐκείνης τῆς ἡμέρας συνε- βουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα αὐτὸν ἀποκτείνωσι,” δηλοῖ ὅτι τότε τελείως ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται· τὸ γὰρ θέλειν αὐτοὺς καὶ πρὸ τούτου ἀποκτεῖναι αὐτὸν βουλαὶ καὶ ζητήσεις ὑπῆρχον· ἐζήτουν γὰρ αὐτὸν,” φησὶν, “ ἀποκτεῖναι,” καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων ἔλεγε, ζητεῖτέ με ἀποκτεῖναι·” ἀναχωρεῖ δὲ καὶ νῦν αὐτὸς ἐκεῖθεν, ἀνθρωπίνως
Many others too foretold the future, though they were unworthy: Nebuchadnezzar, Pharaoh, Balaam, and the cause of all is clear. And he says it was not for the nation only, but so that he might also gather together into one the scattered children of God. He calls the Gentiles children of God from what they were going to be. Just as Christ also said, "And other sheep I have," calling them likewise from what they were going to be. The phrase "so that he might gather into one" shows that he intended to make those near and those far one body, so that the one sitting in Rome might believe the Indian to be a member of himself, and all might confess Christ as head. And the phrase "from that day the Jews conspired to kill him" shows that then they fully ratified their decision and, as it were, put the matter into action; for their wish to kill him even before this consisted of plans and inquiries. For they were seeking, it says, to kill him, and he himself, reproving them, said, "You seek to kill me." And now he withdraws from there, in a human manner.
πάλιν ἑαυτὸν διασώζων, δι’ ἣν πολλάκις αἰτίαν. αἰτίαν. Θαυμάσαι δὲ αὐτῶν ἐστι τὴν ἄνοιαν, ὅτι μιαιφόνον προαίρεσιν ἔχοντες καὶ ἀνδροφόνον διάνοιαν, ἑαυτοὺς ἁγνίζειν ἐβούλοντο, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ὅτι αὐτοὶ δὲ ἀνέβησαν εἰς τὰ Ἱεροσόλυμα πρὸ του Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτοὺς, καὶ ὅτι ἔλεγον, τί ὑμῖν δοκεῖ, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν· οὕτως ὑπῆρχον ἀσεβεῖς· ὅτε γὰρ πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις κακοῖς εἰλημμένους, ἀφιέναι διὰ τὴν ἑορτὴν, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. δεδώκεισαν δὲ, “φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ “ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.”
ΚΕΦ. ΙΒ.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρὼν. Τὸ τῆς εἰλικρινοῦς οὖν ἀναστάσεως τοῦ Λαζάρου σημεῖον δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ὁ δὲ Λάζαρος εἷς ἦν “τῶν ἀνακειμένων σὺν αὐτῷ,” δηλῶν ὅτι μετὰ πολλὰς τοῦ ἀναστῆναι αὐτὸν ἔτι ἔζη· διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “ἡ Μάρθα διηκόνει,” ἐσήμανεν, ὅτι ἐν τῆ οἰκία αὐτῆς ἡ ἑστίασις ἦν. Οὐ ποιεῖται δὲ κοινὴν τὴν ὑπηρεσίαν ἡ Μαρία ἡ ἀδελφὴ Λαζάρου, ἀλλ’ εἰς τὸν Χριστὸν μόνον περιίστησι τὴν τιμήν· ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλὰ ὡς Θεῷ·
Again, preserving himself, for which reason he often did so. But it is astonishing how senseless they were, that though they had a murderous purpose and a homicidal mind, they wished to purify themselves, as the Evangelist says: "that they themselves went up to Jerusalem before the Passover, so that they might purify themselves, and that they were saying, 'What do you think, that he will certainly not come to the feast?'" What he means is this: he must fall into their hands here, since the time was summoning him. So impious were they; for when greater reverence was required, and even those caught in the worst crimes were released because of the feast, then they attempt to hunt down the one who had done no wrong. And they had given, he says, "the chief priests and the Pharisees commands, that if anyone knew where he was, he should report it, so that they might seize him."
CHAPTER 12.
Concerning the woman who anointed the Lord with myrrh. Jesus, therefore, six days before the Passover came to Bethany, where Lazarus was, the one who had died, whom he raised from the dead. Wishing to show the sign of the genuine resurrection of Lazarus, the Evangelist says, "and Lazarus was one of those reclining with him," indicating that after many days since his resurrection he was still alive; and by saying that "Martha was serving," he signified that the banquet was in her house. But Mary the sister of Lazarus does not make the service a common one, but directs the honor to Christ alone; since she does not approach him as a man, but as God.
τὸ γὰρ μῦρον διὰ τοῦτο ἐξέχεεν, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ὡς οὐκ ἔχουσα περὶ αὐτοῦ τοιαύτην ὑπόληψιν, οἵαν οἱ πολλοὶ, ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς δεσπότου καὶ Κυρίου. Ὁ δὲ Ἰούδας προσχήματι μὲν εὐλαβείας δῆθεν ἐπετίμα τῷ γεγονότι, λέγων, διὰ τί οὐκ ἐπράθη τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς ;“οὐκ ἀπὸ γνώμης δὲ τοιαύτης. πῶς δὲ ἄλλος Εὐαγγελιστὴς λέγει, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο εἶπον; ὅτι καὶ πάντες μὲν, κἀκεῖνος δὲ, ἀλλ’ οἱ
λοιποὶ οὐ τοιαύτῃ προαιρέσει· οὐκ ἤλεγξε δὲ αὐτὸν εὐθέως τότε ὁ Χριστὸς, οὐδὲ εἶπεν αὐτῷ τοῦτο, ὅπερ ὁ Εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικὶ, ὅτι τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν οὐκ ἐβούλετο. Τί δήποτε δὲ κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισεν τῶν πτωχῶν, καὶ οἰκονομεῖν έποίησε φιλάργυρον ὄντα; ἵνα πᾶσαν αὐτοῦ ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα d προὔδωκε· καὶ γὰρ ἱκανὴν μὲν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν, ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν καὶ ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Μέμνηται δὲ καὶ ἐνταφιασμοῦ λέγων, εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε, καὶ ἐν τούτῳ τὸν προδότην ἐντρέψαι βουλόμενος πρὸς τὸ διορθωθῆναι αὐτόν. ἱκανὸν δὲ ἦν καὶ τὸ ἐπαγόμενον εἰς οἰκτον αὐτὸν ἐμβαλεῖν. φησὶ γὰρ, ὅτι τοὺς πτωχοὺς μὲν πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·” ὡσανεὶ ἔλεγεν, ἐμπαθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι.
For this reason she poured out the myrrh and wiped it with the hair of her head, since she did not hold such an opinion concerning him as the many do, as of a mere man, but as of a master and Lord. But Judas, with a pretense of piety, as it seemed, rebuked what had been done, saying, "Why was this not sold for three hundred denarii and given to the poor?" — not from such a motive. But how does another Evangelist say that all the disciples said this? Because all did, and he too, but the rest not with such a purpose. Christ did not immediately rebuke him then, nor did he say to him this very thing that the Evangelist said, that it was because of his own theft that he rebuked the woman, because in his great long-suffering he did not wish to put him to shame. Why then did he entrust the money-box of the poor to a thief, and make a lover of money its manager? In order to cut off every pretext of his. For he could not say that it was through love of money that he betrayed him; for he had sufficient consolation of his desire from the money-box, but through the great wickedness which Christ also wished to restrain, having used great condescension toward him. He also mentions burial, saying, "For the day of my burial she did this," wishing in this also to put the traitor to shame, so that he might correct himself. And what follows was sufficient to cast him into compunction. For he says, "The poor you always have with you, but me you do not always have," as if he were saying, "I am subject to passions and burdensome, but wait a little, and I will depart.
τοῦτο γὰρ κατεσκεύαζεν ἐν τῷ λέγειν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.” Γένος τοῦ Θεοῦ πάντες ἄνθρωποι, καὶ τέκνα χρηματίζομεν, καθὸ πάντων ἐστὶ Πατὴρ, τρόπῳ δημιουργικῷ γεννήσας· πρὸς τούτοις δὲ ἔτι καὶ κατ’ ἐκεῖνον τὸν λόγον, καθ’ ὃν τετιμήμεθα γεγονότες ἐξ ἀρχῆς κατ’ εἰκόνα τοῦ κτίσαντος, καὶ ἄρχειν λαχόντες χόντες τῶν ἐπὶ τῆς γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες, ἀλλ' ἐσκόρπισεν ὁ Σατανᾶς ἐν ταὐτῷ μεῖναι καὶ συγχωρήσας καὶ άποσυλήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. Συνήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκευασεν. Ὠριγένουσ. Οὐκ εἴ τις προφητεύει, προφήτης, ἀλλ’ εἴ τις προφήτης, προφητεύει. Βαλαὰμ γὰρ μάντις ὣν προφητεύει. Οὐ γὰρ εἰ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρὸς, ἣ καὶ οἰκοδομικὸν ποιήσας, ἤδη καὶ οἰκοδόμος. d ἐρώτητα Cod.
Ἀμμωνίου πρεσβυτέρου. Εἰς κατάκριμα τῶν οὐ δειλιῶν, καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις. Ὠριγένουσ. βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς τοῦ ἀλογώτερον ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδ’ ἃν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύσεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει, διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι· οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος Θεοῦ·
For this he was preparing by saying, "But me you do not always have."
All men are the race of God, and we are called children, inasmuch as he is the Father of all, having begotten them in a creative manner; and besides this, also according to that account by which we were honored, having been made from the beginning in the image of the Creator, and having obtained as our lot to rule over the things on the earth, and having been deemed worthy of the divine covenant, and enjoying the life and luxury in paradise. But Satan scattered us, both permitting us to remain in the same state no longer and despoiling man in many ways of his devotion to God. But Christ again gathered and brought together all through faith into one fold, the Church, and prepared them under one yoke. From Origen. Not if anyone prophesies is he a prophet, but if anyone is a prophet, he prophesies. For Balaam, being a diviner, prophesies. For not if anyone has done something medical is he already also a physician, or if he has done something architectural is he already also an architect.
From Ammonius the presbyter. For the condemnation of those who do not fear, and teaching us not to throw ourselves into dangers in the heat of wrath. From Origen. The word wishes to turn us away from leaping more irrationally into dangers, not even those that are for the sake of truth, but to stand when we are apprehended, and when about to escape, on account of the uncertainty of the outcome. But for the spiritual sense it must be said that Jesus formerly walked with the Jews in boldness, through the prophets, but now no longer; for the word of God is not in them.
ἀλλ’ ἀπῆλθεν ἀπ’ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·” ἐγγὺς Ἐφραὶμ, ἥτις ἑρμηνεύεται καρποφορία, ἀδελφὸς ὣν Μανασσῆ πρεσβυτέρου, τοῦ ἀπὸ λήθης. Μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν, γεγένηται ἡ ἐξ ἐθνῶν καρποφορία. Ἀμμωνίου πρεσβυτέρου. Οἱ ἡμαρτηκότες ἑκούσια ἣ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ Πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν. Οὐ φανεὶς εὐθὺς ἐπέφανεν, ἀλλ’ ἐπέζησεν, ἐσθίων καἰ πίνων, καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ Εὐαγγελιστὴς εἶπε. Θεοδώρου Ἡρακλείασ. τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας, συμβολικῶς ἐπεδείκνυτο ἐκεῖνος, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὸν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ, εὐωδίας ἡ σύμπασα κτίσις, ὥσπερ μέγας οἶκος, ἐπληρώθη μύρου· τῷ τοίνυν αἰσθητῷ τὸν νοητὸν ἐκείνη προσεμήνυε· τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος, ἡ τῆς γνώσεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον.
But he departed from them into the wilderness, concerning which it is said, "Many are the children of the desolate rather than of her who has a husband"; near Ephraim, which is interpreted "fruitfulness," being a brother of Manasseh the elder, who is from forgetfulness. For after the people from forgetfulness, the fruitfulness from the Gentiles came to be. Of Ammonius the elder. Those who had sinned, whether willingly or unwillingly, did not celebrate the Passover unless they had been purified with the customary purification. He did not appear immediately when he appeared, but continued living, eating and drinking and doing the customary things, which the Evangelist said as if in wonder. Of Theodore of Heraclea. When the house was filled with the fragrance of the myrrh, he symbolically indicated that which was about to be accomplished spiritually before long; for immediately after the passion of Christ, the whole creation, like a great house, was filled with the fragrance of myrrh. By the perceptible thing, then, she foretold the intelligible; for when his body was pierced like an alabaster jar, the fragrance of knowledge filled the whole world.
ΚΕΦ. ΙΓ.
Περὶ ὧν εἶπεν Ἰούδας. Ἀμμωνίου πρεσβυτέρου. Μέμφεται Ἰούδας ὅτι καὶ οὐκ ἀργύριον, ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν καὶ δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ἱερόσυλος ἦν ὁ Ἰούδας, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. ἰὼν, ἄφες, τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει, τὰ ἄξια ἐπαίνου μεμφομένου· ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν
ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικὴν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. Δἰ ὧν δὲ εἶπεν ἐνταφιασμὸν, καταισχύνει τὸν Ἰούδαν, ὅτι δι’ αἰσχροκερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον. Ἀπολιναρίου. τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς πλεονεξίας ποιούμενος. Οὐχ ὡς πιστότερος δὲ τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ’ ὡς ἐλάττων. Τὸ γὰρ περὶ χρήματα διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας, ὡς καὶ οἱ δώδεκα ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐδήλωσαν. Δεῖξαι δὲ βουλόμενος ὁ Εὐαγγελιστὴς τὸ ἐρχόμενον τῶν Ἰουδαίων πλῆθος ὑγιαίνων, φησὶν, ἔγνω ὄχλος πολὺς ἐκ τῶν Ἰου- δαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἴνα καὶ τὸν ίδωσιν, ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Διὸ καὶ τὸ θαῦμα θεασάμενοι ἐπίστευσαν πολλοί· τῶν δὲ Φαρισαίων τοσοῦτος ἦν φονικὸς ὁ τρόπος, ὅτι οὐ μόνον τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸν Λάζαρον ἐβουλεύσαντο ἀποκτεῖναι· οὕτως ἔγκλημα καὶ τὸ καλῶς παθεῖν παρ’ αὐτοῖς ἦν· ἔδακνε δὲ αὐτοὺς ἐκ περισσοῦ, ὅτι τῆς ἑορτῆς ἑστώσης πάντες ἐπὶ τὴν Βηθανίαν ἔτρεχον· αὐτὸς δὲ κατασβέσας τὸν θυμὸν αὐτῶν τῇ εἰς τὴν ἔρημον ἀναχωρήσει, πάλιν εἰσέρχεται μετὰ παρρησίας.
CHAPTER 13.
Concerning the things that Judas said. By Ammonius the Elder. Judas finds fault because it was not silver, being ignorant of what is truly good; for the honor and offering of gifts to God ought to be preferred to the poor. Judas was a temple-keeper, stealing the money dedicated to God. Going on, he says, "Leave her alone," exposing the hypocrisy of Judas, who was finding fault with what was worthy of praise; but since the expenditure of the ointment was not for luxury but for a mystical need, he defends Mary, even if he did not know the economy of the mystery. And by the words "burial" he puts Judas to shame, because for the sake of shameful gain he was about to betray the teacher. By Apollinarius. Making the compassion of the poor a pretext for greed. And he had not taken up this service as being more faithful than the others, but as being lesser. For the service concerning money is lesser than the service in the word, as the twelve also showed in the Acts of the Apostles. And wishing to show the coming multitude of the Jews being sound, the Evangelist says, a great crowd of the Jews knew that he was there, and they came not only because of Jesus, but in order that they might also see Lazarus, whom he had raised from the dead. Therefore also, having beheld the wonder, many believed; but the manner of the Pharisees was so murderous that they planned to kill not only Jesus but also Lazarus; thus even to suffer well was a charge among them; and it gnawed at them exceedingly, that while the feast was standing, all were running to Bethany; but he, having quenched their anger by his withdrawal into the wilderness, again enters with boldness.
Διὸ καὶ “ὄχλος πολὺς “ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ·” τοῦτο δὲ ἐποίουν, δεικνύντες ὅτι μείζονα λοιπὸν ἣ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ· ὅθεν καὶ ἔλεγον, “ὠσαννὰ, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ισραὴλ,” ὅπερ ἦν πιστευόντων, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς ἦλθε. Σημαίνει δὲ τὸ “ὡσαννὰ,” σῶσον δή.
ΚΕΦ. ΙΔ.
Περὶ τοῦ ὄνου. Πῶς οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ ὅτι καὶ ἔπεμψε καὶ εἶπε, λύ- “σατε τὸν πῶλον καὶ τὸν ὄνον·” οὗτος δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅτι ἀνάριον εὑρὼν ἐκάθισεν; ἐπειδὴ ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον ὑπὸ τῶν μαθητῶν εὑρόντα αὐτὸν ἐπικαθίσαι. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ
αὐτὸ τῆς μὲν ἐγένετο ἀρχῆς, τῆς δὲ τέλος, τὴν μὲν τὸ χαῖρε, ὅτι ὁ βασιλεύς σου ἔρχεται,” προφητείαν πληροῦντος ἦν. Τὸ δὲ ὄνον καθίσαι μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Τί δέ ἐστι, “μὴ φοβοῦ, θύγατερ Σιῶν;“ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ τὸ πλῆθος διαστρέφοντες, καὶ τοῖς ἐχθροῖς παραδιδόντες, θάρρει, φησὶν, οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾷος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τοῦ ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενον εἰσῆλθεν, ἀλλ’ ὄνῳ ἐποχούμενος· οὐκ ἐπαισχύνεται δὲ ὁ πάνσοφος Εὐαγγελιστὴς τὴν προτέραν ἄγνοιαν τῶν Ἀποστόλων ἐκπομπεῦσαι·
Therefore also "a great crowd, having come to the feast, when they heard that he is coming to Jerusalem, took the branches of the palm trees and went out to meet him." And they did this, showing that they now held a greater opinion of him than that of a prophet. Hence they also said, "Hosanna, he who comes in the name of the Lord, the king of Israel," which was the act of those who believed that he is not opposed to God, but that he came sent from the Father. And "Hosanna" means "save now."
CHAPTER 14.
Concerning the donkey. How is it that the other Evangelists say that he both sent and said, "Loose the colt and the donkey," but this one says nothing of the sort, but that finding the animal he sat on it? Because it was likely that both happened, and that after the donkey was loosed by the disciples he found it and sat upon it. And he did this, prefiguring one prophecy and fulfilling the other; and the same thing became the beginning of the one and the end of the other. The "Rejoice, because your king comes" was fulfilling a prophecy. But his sitting on the donkey was prefiguring a future thing, that the unclean race of the Gentiles was about to be brought into subjection. And what is "Do not fear, daughter of Zion"? Since all their kings for the most part were unjust and greedy, and were corrupting the multitude and delivering them to their enemies, "Take courage," he says, "this one is not like that, but gentle and equitable"; and this is shown by the donkey. For he did not enter dragging a camp behind him, but riding on a donkey. And the all-wise Evangelist is not ashamed to expose the former ignorance of the Apostles.
ταῦτα γὰρ,” οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς “ἐδοξάσθη, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμενα.” μένα. ὅτι μὲν γὰρ ἐγέγραπτο ᾔδεσαν, ὅτι ’δε ἐπ’ αὐτῷ εγεγραπτο, οὐκ ᾔδεισαν· καὶ γὰρ ἃν ἐσκανδάλισεν αὐτοὺς, εἴγε βασιλεὺς ὣν τοιαῦτα μέλλει πάσχειν· τὸ δὲ ἐμαρτύρει ὁ ὄχλος “ὅτε ἀνέστησε τὸν Λάζαρον ἐκ νεκρῶν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐ τοσοῦτοι ἐξαίφνης μετέθεντο, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Χρὴ δὲ γιγνώσκειν ὅτι οἱ εἰπόντες Φαρισαῖοι πρὸς ἑαυτοὺς, θεω- “ῥεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδὲν, ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει” τῶν πιστευόντων μὲν ἦσαν, οὐ τολμώντων δὲ παρρησιάσασθαι· ἀπὸ τῆς ἐκβάσεως δὲ κατεῖχον τοὺς λοιποὺς, ὡς ἀνόνητον ἐπιχειροῦντας. κόσμον δὲ ἐνταῦθα τὸν ὄχλον φησὶν, οἶδε γὰρ ἡ γραφὴ κόσμον καὶ τὴν κτίσιν καλεῖν, ὡς ὅταν λέγει “ὁ ἐκφέρων κατὰ “ἀριθμὸν τὸν κόσμον αὐτοῦ,” καὶ πάλιν τοὺς ἐν πονηρίᾳ ζῶντας, ὡς ὅταν λέγει, “ ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ.” Σευήρου Ἀντιοκείασ. Ὁ φοῖνιξ οὐράνιος ἐδείκνυ καὶ ὑψόθεν e ἥκοντα· μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνατείνεται μὲν πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ ἐν ὕψει κομᾷ, θαλλοὺς φέρων ἐπὶ τῆς κόμης λευκοὺς, ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις μέχρι τῆς κορυφῆς τραχύς ἐστι καὶ ἀνάντης καὶ δυσανόδευτος, καὶ τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος. οὕτω καὶ ὁ πρὸς τὴν Χριστοῦ γνῶσιν ἐλαύνων, τραχεῖαν εὑρήσει καὶ ἀνάντη f διὰ τῶν πόῆ g ὁδεύων τῆς ἀρετῆς. πρὸς δὲ τὸ ὕψος αὐτῆς ἀφικόμένος ὡς ἀνθρώποις ἐφικτὸν, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς e ὑψόθην Cod. ἴ’ κάη ἄντη Cod. g Fors. leg.
For these things the disciples did not know at first, but when Jesus was glorified, then they remembered that these things were written about him. That it had been written they knew, but that it had been written about him they did not know; for it would have scandalized them, if indeed being king he was about to suffer such things. But that the crowd testified when he raised Lazarus from the dead, and the rest, this shows that not so many would have suddenly changed sides, unless they had believed in the sign. But one must know that the Pharisees who said to themselves, "You see that you gain nothing; look, the world has gone after him," were among those who believed but did not dare to speak openly; and from the outcome they restrained the rest, as those attempting something unprofitable. And by "world" here he means the crowd, for Scripture knows how to call both the creation "world," as when it says, "he who brings out his world by number," and again those living in wickedness, as when it says, "the world does not hate you, but it hates me."
Severus of Antioch. The palm tree showed that he was heavenly and had come from on high; for alone among other trees it stretches up toward heaven itself, and flourishes on high, bearing white shoots on its foliage, but in its trunk and middle parts up to the top it is rough and steep and hard to climb, and it puts forth thorns on its branches. Thus also he who presses on toward the knowledge of Christ will find it rough and steep as he travels the paths of virtue. But having arrived at its height, so far as is attainable by humans, he will encounter the most radiant
θεολογίας φωτὶ, καὶ τῇ ἀποκαλύψει τῶν ἀπορρήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς. Ἀμμωνίου πρεσβυτέρου. Ὡς νενικηκότι τὸν αὐτῷ μετὰ βαίων. Ἡ Δαβὶδ προφητεία διὰ τούτου πληροῦται. τύπος ἐστὶ τοῦ νόμου τὰ ἔθνη, οὓς ὁ Κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους· τύπος δέ ἐστι ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ Κύριος καθίσας ἀνάγει εἰς τὴν ἄνω Ἰερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως. Ἀπολιναρίου. Αὐτόθεν μὲν ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ, τοῦ μέλλοντος δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας, τῇ μὲν Σιῶν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον, καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἐφ’ ᾧτ’ καθεζόμενος εἴσεισιν. Ἀναγκαίως ἄρα τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ Κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους· τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι ἐβουλεύσαιντο κατ’ αὐτοῦ, καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. Ὁρῶσιν ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστὸν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιποὺς, τὰ μὲν διαλεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες· πάντα οὐν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο.
with the light of theology and the revelation of hidden things, like the whitest fronds of the palm. Of Ammonius the elder. As to one who has conquered, with palms for him. Through this the prophecy of David is fulfilled. The nations are a type of the law, which the Lord, though they were unclean, made subject to him; and the foal is a type of the nations, which the Lord, having sat upon it, leads up to the Jerusalem above, of which the earthly one is a type; and he calls them a foal, since they were untrained in the faith according to godliness. Of Apollinarius. From this very fact the sitting upon the donkey has what is modest and lowly, but hidden in it is the symbol of the people not yet pure at that time, but destined to receive the Lord's mounting; for a donkey is not clean according to the law. And the prophet Zechariah cried out, announcing to Zion the King who releases from all fears and redeems her from hostile rulers, and by the symbol showing him leading the nations and about to use a new people, because he enters sitting upon a foal as well. Necessarily, then, in order, the Lord performed the miracle concerning Lazarus last, so that, on the occasion of this recent event, he might be honored more conspicuously by the crowd; and for the sake of the honor the Pharisees, deeply grieved, plotted against him, and thus the passion might be accomplished, which indeed happens. They see that in vain they speak against faith in Christ, in vain they separate those who believe, in vain they turn away the rest, partly by arguing, partly also by threatening; all things, then, they say are useless, unless they turn to his destruction.
ΚΕΦ. ΙΕ.
Περὶ τῶν προσελθόντων Ἑλλήνων. τίνες ἦσαν “ οἱ Ἕλληνες οἱ ἀναβάντες, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ,” οἵτινες προσῆλθον τῷ Φιλίππῳ; οἱ ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γενέσθαι, τουτέστι τῷ Ἰουδαϊσμῷ προσελθεῖν· τῆς φήμης οὖν διαδοθείσης λέγουσι τῷ Φιλίππῳ, θέλομεν τὸν “Ἰησοῦν ἰδεῖν·” ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται, ἀλλ’ οὐδὲ οὕτως ἅπλως αὐθεντεῖ· ἤκουσε γὰρ ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθετε, καὶ εἰς
“πόλιν,” καὶ τὰ ἑξῆς, πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης, ἀναφέρει τῷ διδασκάλῳ· ὁ δὲ Ἰησοῦς ἔφη αὐτοῖς, ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” Ti ἐστιν, “ἦλθεν ἡ ὥρα ;” ἐπειδὴ ἔλεγεν, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης Ἰουδαίοις· ἐπέμενον δὲ οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ, τουτέστι τὰ ἔθνη, ἐβούλοντο προσελθεῖν· καιρὸς οὖν, φησὶν, ἐπὶ τὸ πάθος προσελθεῖν, πάντων πεπληρωμένων· ἵνα δὲ μὴ θορυβηθῶσιν, ἐννοοῦντες ὅτι ὅτε καὶ Ἓλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει, “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν ἀποθάνῃ, καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι αὐτὸ μὲν γὰρ τοῦτο αὐτοὺς ποιήσει προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἰ γὰρ ἐν τοῖς σπέρμασι τοῦτο γίνεται, καὶ ὅταν ἀποθάνῃ, πολὺν φέρει καρπὸν, πολλῷ μᾶλλον ἐμοί. Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ χρώμενοι τῷ προσκυνήσοντες εἰς τὸν νόμον, ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίων. Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς Υἱὸς Θεοῦ ἐδοξάσθη.
CHAPTER 15.
Concerning the Greeks who came forward. Who were "the Greeks who went up to worship at the feast," who approached Philip? They were those who were now near to becoming proselytes, that is, to drawing near to Judaism. When the report had spread, therefore, they say to Philip, "We wish to see Jesus." And Philip yields to Andrew, as being before him, and shares the matter with him, but not even so does he simply take authority on his own; for he had heard, "Do not go into the way of the Gentiles, and into a city," and the rest, cutting off every pretext for presumption, he refers it to the teacher. And Jesus said to them, "The hour has come for the Son of Man to be glorified." What does "The hour has come" mean? Since he had said, "Do not go into the way of the Gentiles," cutting off every pretext for presumption for the Jews; but these persisted in disobedience, while those, that is the Gentiles, wished to draw near. It is time, then, he says, to draw near to the passion, all things having been fulfilled. But so that they might not be disturbed, reflecting that when even Greeks drew near, then he was put to death, he says, "Unless the grain of wheat falling to the earth dies," and the rest. What he means is this: that this very thing will make them draw near, and will increase my preaching. For if this happens in seeds, and when it dies it bears much fruit, much more so for me. Of Ammonius the elder. And not using "those who will worship" for the law, as for a venerable place, because of the wonders that occurred concerning the Jews. He calls the resurrection glory, after which as Son of God he was glorified.
Καιρὸς τοῦ μεταβῆναι τοὺς μαθητὰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι. Θεοδώρου Μομψουεστίασ. Καιρὸς λοιπόν ἐστιν ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων· εἰ γὰρ μέλλομεν τούτοις μὲν ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπειδὴ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησὶ, καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, πορευθέντες μαθητεύσατε πάντα τὰ “ἔθνη,” ἀλλ’ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” καὶ, οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ισραὴλ,” καὶ, οὐκ ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν, ὡς ἀνελεῖν, περιττὸν ἦν προσεδρεύειν, διακρουομένων ἐκείνων, καὶ παραιτήσαντο λέγον- τες, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν. Αὕτη ἡ διάλεκτος γέγονε τῇ δευτέρᾳ καὶ τῇ
It was time for the disciples to cross over to the Gentiles, even if at the beginning they did not do this, so that the Jews might not be scandalized. From Theodore of Mopsuestia. It is time, then, to come to the passion, since all things have been fulfilled; for if we were to remain attentive to these who are disobedient, and not to receive those who even wish it, these things would be unworthy of our care. Since, therefore, he was about to release the disciples to go to the Gentiles after the cross, and he sees them leaping forward, he says, it is time to come to the cross. For he did not permit them earlier, so that it might be a testimony to them. For as long as they kept rejecting him through their works, as long as they crucified him, he did not say, "Go and make disciples of all the Gentiles," but "Do not go on the road of the Gentiles," and, "I was not sent except to the lost sheep of the house of Israel," and, "It is not possible to take the bread of the children and throw it to the dogs." But when they hated him, and hated him so as to kill him, it was superfluous to remain attentive, since they were rejecting him, and they declined, saying, "We have no king but Caesar," then at last he released them. This discourse took place on the second and the
τρίτῃ τῆς ἑβδομάδος, ὡς ἄλλοι λέγουσιν Εὐαγγελισταὶ, καὶ τῇ τετράδι ὁ Ἰούδας συνέθετο τοῖς Ἰουδαίοις παραδοῦναι αὐτοῖς τὸν Κύριον. Ἀμμωνίου πρεσβυτέρου. Μῆ θορυβεῖσθε ἐὰν γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα, καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσι· καὶ μὴ ἀπιστεῖτε, καὶ γὰρ ἐν τῷ σίτῳ τούτῳ γίνεται· ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης, μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς Θεόν. Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ γὰρ ἀπὸ λόγων ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων αὐτὸ πείρας μεθοδεύει λέγων, ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται, μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ, εἰ δὲ ἐν τῷ σπέρματι τοῦτο, πολλῷ μᾶλλον ἐμοί. Ἀλλ’ οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὰ λεγόμενα. Τί ἐστιν ὅπερ εἶπεν “ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ;“ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, οὗτος ἀπολέσει αὐτήν· ὁ δὲ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. τίς δέ ἐστιν ὁ μισῶν; ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ. Οὐκ εἰπε δὲ ὁ μὴ εἴκων, ἀλλ’ ὁ μισῶν αὐτὴν, τὴν μετὰ σφοδρότητος ἀποστροφὴν δηλῶν· λέγει δὲ νῦν τοῦτο, ἐγγὺς ὢν τοῦ πάθους, ἐπειδὴ ᾔδει αὐτοὺς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτο ὑπερβολὴν ἐποιήσατο. Τί λέγω, φησὶν, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; ἐὰν γὰρ καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἐστι κέρδος· τὸ δὲ οὐ προσθῆναι τὸ ἐν τῷ κόσμῳ τούτῳ” τὸ φονικὸν καὶ ἐπαχθὲς παραμυθεῖται τοῦ λόγου, τὸ δὲ ἐμοὶ” ὁ διακονῶν ἐμοὶ ἀκολου- “θείτω” περὶ τοῦ θανάτου εἶπε· τὴν γὰρ διὰ τῶν ἔργων ὑπακοὴν ἀπαιτεῖ, καὶ ἐπειδὴ φορτικὰ εἶπε, τὸ ἔπαθλον τίθησι λέγων, καὶ “ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.
on the third day of the week, as other Evangelists say, and on the fourth day Judas agreed with the Jews to deliver the Lord to them. From Ammonius the presbyter. Do not be troubled, for if the preaching increases all the more, and those from the Gentiles believe; and do not disbelieve, for this also happens in the case of this grain: when I suffer and die, I rise with greater glory, for all are about to believe in me as God. From Theodore of Mopsuestia. Since he was persuading them by words, he now contrives it from the actual experience of things, saying, since this also happens in the case of the grain, it bears more fruit when it dies; and if this is so in the case of the seed, much more in my case. But the disciples did not know what was being said. What is it that he said, "He who loves his soul"? He who does its improper desires, this one will lose it; but he who hates it in this world will save it. And who is it that hates it? The one who does not yield to it when it commands harmful things. He did not say "the one who does not yield," but "the one who hates it," indicating the turning away with vehemence; and he says this now, being near his passion, since he knew they would be full of dejection, for this reason he made an exaggeration. What am I saying, he says, if you do not bear my death nobly? For if you yourselves do not die, there is no gain for you either; and the addition of "in this world" consoles the murderous and burdensome aspect of the saying, while "to me" and "if anyone serves me, let him follow me" he said concerning death; for he demands obedience through works, and since he said burdensome things, he sets forth the prize, saying, "and where I am, there my servant also will be.
Ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν οὐρανοῖς. “καὶ ἐάν τις ἐμοὶ διακονεῖ,” φησὶν, οὐκ εἶπε, τιμήσω αὐτὸν ἐγὼ, ἀλλ’ ὁ Πατὴρ τὸ γνήσιον παριστᾷ, ὡς γὰρ γνησίου παιδὸς διάκονος, οὕτως ὁ Πατὴρ ἀποδέξεται. ἴσως ἐρεῖ τις περὶ τοῦ “νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; “Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης,” ὅτι οὐκ ἔστι τοῦτο θανάτου προτρεπομένου καταφρονεῖν. μάλιστα μὲν οὖν προτρεπομένου ἐστίν. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω ὢν τῶν ἀνθρω-
πίνων παθῶν, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ· δείκνυσιν ὅτι καί τοι ἀθυμιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται· ταῦτα δέ ἐστι τῆς οἰκονομίας, οὐ τῆς θεότητος· διὸ καὶ εἶπεν, “ἡ ψυχή μου τετάρακται,” καὶ ἀπαλλαγῆναι αἰτεῖν, ἀνθρωπίνης φύσεως ἐστιν ἐλαττώματα, “ἀλλὰ διὰ τοῦτο, φησὶν,““ἠλθον εἰς τὴν ὥραν ταύτην. ὡσανεὶ ἔλεγε, κἀν ταραττώμεθα, κἂν θορυβώμεθα, μὴ φεύγωμεν τὸν θάνατον, ἐπεὶ κἀγὼ νῦν ταράττομαι, οὐ λέγω ὥστε φυγεῖν, δεῖ γὰρ φέρειν τὸ ἐπιόν διὸ καὶ λέγει, Πάτερ δόξασόν σου τὸ ὄνομα, τουτέστιν, ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· διὰ δὲ τοῦτο παιδεύει, ἵνα εἴποτε ἐν ἀγῶνι κατασταῖεν καὶ δειλίᾳ, μήτε οὕτως ἀποπηδήσωσι τῶν προκειμένων. τὸ δὲ εἰπεῖν, δόξασόν σου τὸ ὄνομα,” δείκνυσιν ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν· τὸ δὲ εἰπεῖν τὴν φωνὴν “ἐδόξασα, καὶ πάλιν δοξάσω,” σημαίνει, ὅτι ἐδόξασε μὲν ἐν τοῖς πρὸ τούτου, δοξάσει δὲ μετὰ τὸν σταυρόν. Διὰ τί “ὁ ὄχλος ἀκούσας τῆς φωνῆς ἔλεγε, βροντὴν γεγο- νέναι;“καὶ γὰρ τρανῆ καὶ εὔσημος ἦν ἡ φωνή· διὰ τὸ ταχέως αὐτῶν ταύτην ἀποπτῆναι·
Where is Christ? In the heavens. "And if anyone serves me," he says, he did not say, I will honor him, but the Father shows the genuine relationship; for as a servant of a genuine son, so the Father will receive him. Perhaps someone will say concerning the words "Now my soul is troubled, and what shall I say? 'Father, save me from this hour,'" that this is not the language of one who is urged to despise death. Indeed, it is most certainly the language of one who is urged to it. For lest they say that he, being outside human passions, easily philosophizes about death and exhorts us from a position of safety, he shows that although he is disheartened, nevertheless for the sake of what is useful he does not shrink back. These things belong to the economy, not to the divinity. Therefore he also said, "My soul is troubled," and to ask to be released is a weakness of human nature. "But for this reason," he says, "I have come to this hour." As if he were saying: even if we are troubled, even if we are disturbed, let us not flee death, since I too am now troubled—I do not speak so as to flee; for one must bear what comes. Therefore he also says, "Father, glorify your name," that is, lead me now to the cross. And for this reason he instructs us, so that if ever they are placed in a struggle and in cowardice, they may not on that account leap away from what lies before them. And the words "Glorify your name" show that he dies for the sake of truth, calling the matter to God. And the words of the voice, "I have glorified it, and I will glorify it again," signify that he glorified it in the things before this, and will glorify it after the cross. Why did "the crowd, when it heard the voice, say that thunder had occurred"? For the voice was both clear and distinct; because it quickly flew away from them.
διὸ ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καἳ ῥαθύμων οὕτως ἐνομίσθη, καὶ οὗτοι μὲν τὸν ἦχον κατεῖχον μόνον, οἱ δὲ εἰπόντες, ὅτι Ἄγγελος αὐτῷ λελαληκε,” ἔναρθρον μὲν τὴν φωνὴν ᾔδεσαν· τί δὲ ἐσήμανεν, οὐκέτι. ὁ δὲ Χριστὸς πρὸς ἐκεῖνο ἱστάμενος ὃ ἔλεγον ἐκεῖνοι ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, φησὶ πρὸς αὐτοὺς, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς·” ὁ γὰρ ἐκ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι’ αὐτὸν δοξάζεται; ὅθεν χρὴ σκοπεῖν, ὅτι τὰ ταπεινὰ δι’ αὐτοὺς γίνεται, καὶ οὐχ ὡς τοῦ υἱοῦ ἐσομένου h βοηθεῖας· τὸ δὲ “νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,” δηλοῖ ὅτι δικαστήριον ἔσται καὶ ἐκδίκησις, πῶς καὶ τίνι τρόπῳ ἐκεῖνος ἀνεῖλε τὸν ἄνθρωπον ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ. Διὰ οὖν τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἐν ἐμοὶ τοῦτο οὐχ εὑρών. ὡσανεὶ ἔλεγεν ὁ Χριστὸς, τίνος ἕνεκεν ἐπεπήδησεν εἰς ἐμὲ, καὶ θανάτῳ παρέδωκεν· οὐκ οὖν δι’ ἐμὲ ἐκδικηθήσεται ὁ κόσμος ὅλος· τὸ δὲ “ὅταν ὑψωθῶ “ἐκ τῆς γῆς,” περὶ τοῦ σταυροῦ λέγει· τὸ δὲ, ”πάντας ἑλκύσω h Leg. δεομένου.
Therefore, since they were rather gross and carnal and sluggish, it was thus regarded, and these men retained only the sound, while those who said, "An angel has spoken to him," knew the voice to be articulate, but what it signified, no longer. But Christ, standing against that which those men always said, that he is not from God, says to them, "This voice has not come for my sake, but for yours." For he who is glorified by God, how is he not from God, whose name is glorified on his account? Whence one must observe that the lowly things happen on their account, and not as though the Son would need assistance. But the words "Now is the judgment of this world, now the ruler of this world will be cast out" make clear that there will be a tribunal and vengeance, how and in what manner that one destroyed man, having taken him liable to sin. Therefore through sin death entered, not finding this in me. As if Christ were saying, for what reason did he leap upon me and deliver me to death? Therefore not on my account will the whole world be avenged. But the words "when I am lifted up from the earth" speak of the cross; and the words "I will draw all
“πρὸς ἐμαυτὸν,” καὶ τοὺς ἐκ τῶν ἐθνῶν σημαίνει· οὐ λέγει δὲ τὴν ἀνάστασιν, ἀλλ’ ὃ τῆς ἀναστάσεως πλέον ἐστὶν, ὅτι καὶ πάντας ἑλκύσει πρὸς ἑαυτόν· “ἑλκύσω” δὲ εἶπεν, ἅτε ὑπὸ τοῦ ἐχθροῦ κατεχομένους, καὶ ἀφ’ ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν. ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. βουλόμενος δὲ ὁ ὄχλος ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ οὐκ εἶπαν ὅτι ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ’ ὅτι μένει εἰς τὸν αἰῶνα, καὶ τοῦτο δὲ κακούργως· ᾔδεσαν γὰρ τὰς γραφὰς λεγούσας ὁμοῦ καὶ περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως· καὶ γὰρ Ησαΐας ἅμα ταῦτα τίθησιν, “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” λέγει, καὶ τὰ ἑξῆς, καὶ ὁ Δαβὶδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα, καὶ ὁ πατριάρχης δὲ εἰπὼν, “ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, τις ἐγερεῖ αὐτόν;“ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται, καὶ τοῦτο δὲ οὐ κακούργως εἰπὼν, “καὶ τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;" ὡσανεὶ ἔλεγε, μὴ γὰρ δὴ νομίσῃς, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς, ὅτι δι’ ἀπέχθειαν ἐναντιούμεθα ἰδοὺ γὰρ, οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. τὸ δὲ “ἔτι μικρὸν χρόνον “τὸ φῶς μεθ’ ὑμῶν ἐστι,” τοῦτο σημαίνει, ὅτι μεθ’ ὑμῶν ἐστι τὸ φῶς, καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται· περιπατεῖτε δὲ, εἶπεν, “ὡς τὸ φῶς “ἔχετε,” καὶ τὴν πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν. “ ὁ περιπατῶν,” φησὶν, “ἐν τῇ σκοτίᾳ·
To myself," and he signifies those from the Gentiles; and he does not say the resurrection, but that which is greater than the resurrection, that he will also draw all to himself. And he said "I will draw," inasmuch as they were held fast by the enemy and were almost unable to come to him of their own accord. But elsewhere he calls this a snatching away. And the crowd, wishing to stop his mouth and to show that he was not the Christ, acknowledge that the Christ remains forever; and they did not say, "We heard that the Christ does not suffer, nor is crucified," but that "he remains forever," and this too maliciously; for they knew that the Scriptures speak at once both of the passion and of the resurrection; for Isaiah also sets these things together: "As a sheep he was led to the slaughter," he says, and what follows; and David in the second psalm, and elsewhere in many places he joins both of these together; and the patriarch too, having said, "Having lain down he slept as a lion, who will rouse him?" indicates at once both the passion and the resurrection. And this too he said not maliciously: "And who is this Son of Man?" as if to say, "Do not suppose that we say this concerning you, and say that it is out of enmity that we oppose you; for behold, we do not know of whom you speak, and yet we make our declaration." And the phrase "Yet a little while the light is with you" signifies this: that the light is with you; for the light of the sun is not destroyed, but having withdrawn a little it appears again. "Walk," he said, "while you have the light," both before the cross and after the cross they believed. And he says these things, urging them on to faith. "The one who walks," he says, "in the darkness—
οὐκ οἶδε ποῦ ὑπάγει.” πόσα γὰρ πράττουσιν Ἰουδαῖοι νῦν, καὶ οὐκ ἴσασι τί πράττουσιν, ἀλλ’ ὡς ἐν σκότῳ βαδίζοντες δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσιν. Εἰπὼν δὲ “ἵνα υἱοὶ φωτὸς γένησθε,” πέρι ἑαυτοῦ εἶπε, τουτεστιν, ἐμοὶ υἱοὶ· Θεοδώρου Μομψουεστίασ. ταῦτα δέ φησιν, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλέσας τὸ δοκεῖν αὐτὴν κατέχειν, καὶ ὥσπερ σωτήριον οὐ προδιδόντα τοῖς συμβαίνουσι κινδύνοις τὸ σῶμα.π Κυρίλλου. Οὐκ ἐν ἑτέροις εἶναι προσῆκον ἃν εἴη τὸν ὑπηρέτην τοῦ Χριστοῦ, ἣ ἐν οἷςπερ ἐστὶν αὐτὸς, καὶ οὐχὶ πάντως φημὶ τοῖς
θεοπρεπέσι καὶ ὑπὲρ ἄνθρωπον ἀξιώμασι· τίς γὰρ ἐν τούτοις τὸν ἀληθῶς καὶ φύσει Θεὸν μιμήσαιτο; ἀλλ’ ἐφ’ οἷς ἂν δέχηται τὴν τοῦ ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν. Θεοδώρου Ἡρακλείασ. Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπεινοτέραις ἐχρήσατο λέξεσιν, ἐκ τούτων δεικνὺς ὅτι ὄντως τῆς ἀνθρωπίνης ἐκοινώνησε φύσεως, ἣ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων, καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλλουσαν ἀπαλλοτρίωσιν, ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γενεᾶς. Οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε ταραχήν·
He does not know where he is going. For how many things do the Jews do now, and they do not know what they are doing, but as those walking in darkness they think they are walking the straight road, yet they walk the opposite one. And having said "that you may become sons of light," he spoke concerning himself, that is, sons to me. Theodore of Mopsuestia. And he says these things, not as though the soul were here suffering something, but having called the soul's friendship the seeming possession of it, and as it were not betraying the body, a thing salutary, to the dangers that befall. Cyril. It would not be fitting for the servant of Christ to be in other things than those in which he himself is, and I do not say altogether in the God-befitting and superhuman dignities; for who among these could imitate the true and natural God? But in those things in which he receives the nature of man to be able to excel. Theodore of Heraclea. He used here human and more lowly expressions, showing from these that he truly partook of human nature, or perhaps foreseeing the fall of the unbelievers, and the future alienation of those who were for a time considered to be his own servants, he was troubled, sparing their ungrateful race. For not fearing death, as some think, did he endure the so-called disturbance.
οὐ γὰρ ἠγνόει τινος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν, “διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν “ταύτην,” εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδίδαξε τοὺς ἄλλους τούτου καταφρονεῖν, λέγων, “μὴ φοβηθῆτε “ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι;” μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρημένων πείρας, ἐπεκαλεῖτο τὸν δι’ αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα· i ξένης δὲ τίς παρ’ ἡμῖν συνήθης φωνῆς ἐπακούσαντες, ἀμφίβολον ἐξ ἀνάγκης ἔσχον τὴν διάνοιαν. Ἀμμωνίου πρεσβυτέρου. Φῶς καλεῖ τὴν εὐαγγελικὴν σκότος δὲ τὴν ἄγνοιαν, ἢ τὴν τῶν ἀσεβῶν κατάκρισιν. Διὰ τί ταῦτα εἰπὼν ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν; οὐδὲ γὰρ λίθους ᾖραν κατ’ αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον, οἷον ἔμπροσθεν· τίνος οὖν ἕνεκεν ἐκρύβη; τὰς καρδίας ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· κρύπτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον· χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸν ἠνίξατο ὁ Εὐαγγελιστὴς, εὐθέως ἐπαγαγὼν, “τοσαῦτα “δὲ σημεῖα αὐτοῦ πεποιηκότος οὐκ ἐπίστευον εἰς αὐτὸν,” ποῖα; τοσαῦτα ἃ παρέλιπεν ὁ Εὐαγγελιστὴς οὗτος. Τὸ δὲ, “ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν Ἡσαΐας,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐχὶ αἰτιολογίας ἐστὶ τὸ ἴνα, ἀλλ’ ἐκβάσεως· οὐδὲ γὰρ ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας, καὶ τὸ “οὐκ ἐδύναντο δὲ πιστεύειν,” καθὼς καὶ τοῦτο εἶπεν Ἡσαΐας, “διότι ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺb” καὶ τὰ ἑξῆς, τὴν αὐτὴν ἔχει ἔννοιαν· διὰ πάντων γὰρ τούτων βούλεται παραστῆσαι i Leg. vid. ξένης δὲ τῆς παρ’ ἡμῖν συνήθους φ.
For he did not fail to know for whose sake he made his arrival to us, as he showed near at hand when he said, "For this cause I came to this hour." For if he was troubled by fear of death, how would he have taught others to despise it, saying, "Do not fear those who kill the body, but are not able to kill the soul"? Therefore, about to lay hold of the experience of the things foretold, he called upon the one who had sent him for this very purpose. And having heard a certain strange voice, unfamiliar among us, they of necessity held their thought in doubt. Of Ammonius the elder. He calls the gospel light, and darkness the ignorance, or the condemnation of the impious. Why, having said these things, did he depart and hide from them? For they did not take up stones against him, nor did they blaspheme anything of the sort as before. For what reason, then, did he hide? Searching their hearts, he knew their anger was growing savage, even if they said nothing. He hides, therefore, soothing their envy. For one must consider how the Evangelist hinted at it, immediately adding, "Though he had done so many signs, they did not believe in him." What sort? So many as this Evangelist passed over. And the phrase, "that the word might be fulfilled which Isaiah spoke," and what follows, shows that the "that" is not of causation but of outcome. For it was not because they were not going to believe that Isaiah said this, and the phrase "they could not believe," just as Isaiah also said this, "because he blinded their eyes" and what follows, has the same meaning. For through all these things he wishes to establish
τὸ τῆς γραφῆς ἀψευδὲς, καὶ ὅτι ἃ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ’ ὡς εἶπεν, ἵνα γὰρ μή τις λέγῃ, καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Διὰ τοῦτο δὲ ἦλθεν, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν· τὸ δὲ “οὐκ ἐδύ- “ναντο” ἀντὶ τοῦ, οὐκ ἤθελον, κεῖται, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσεις, ὡς τὸ “οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς. Θεοδώρου ἡρακλείασ. “Ἐκρύβη,” οὐ δειλίας ἕνεκεν, οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστῶν, ἀλλ’ ὑπερώρει χρησίμως, ἵνα σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων, οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι, καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πράξεων ἀκριβῶς ἀναπεμπαζόμενοι, εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾷν τὰ πράγματα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ’ ὅμως τὸ παρ’ ἑαυτοῦ διὰ φιλανθρωπίαν ἐποίει. Ἀμμωνίου καὶ ἰωάννου. ὁ Θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἢ γὰρ ἂν οὐκ ἂν ἀπῄτησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἀκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ συστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθος καὶ ἀδόκιμον νοῦν· ἐν ᾧ γὰρ τοιοῦτοί εἰσιν, οὐ δίκαιον αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος, τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμους. Απολιναρίου. Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ Θεοῦ, μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως.
The unerring truth of the Scripture, and that what he foretold did not turn out otherwise, but as he said. For lest anyone say, "And for what reason did Christ come? Did he not know that they would not pay attention to him?" He also brings in the prophets as knowing this. But for this reason he came, so that they might have no pretext concerning their own sin. And the phrase "they could not" stands in place of "they were not willing," and you will find this in many places of the Scripture, as in "the world cannot hate you." [Theodore of Heraclea.] "He hid himself," not on account of cowardice, nor making himself entirely invisible, but he withdrew usefully, so that he might seem to give them leisure for the examination of what had been said. For in this way, having come to reflection, and accurately reckoning up his words together with his deeds, they could come to a perception of his worthiness, if indeed they were willing to consider the matters with good will. For even if he foreknew their unbelief most of all, nevertheless he did what was on his part through love of humanity. [Ammonius and John.] God hardened their heart—for otherwise he would not have demanded an accounting from them, seeing that he even forgives involuntary offenses; but those who have been thoroughly blinded by the devil he hands over to a passion and a reprobate mind. For while they are such as they are, it is not just for them to know the depth of the mystery, since they have closed the eyes of their mind. [Apollinaris.] But let us not suppose that the hardening of the heart and the obduracy brought on by God is the working of the holy power, but rather a permission of the divine judgment, and the working of the evil and opposing power.
“ταῦτα δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.” τίνος; τοῦ Πατρός· οὐ γὰρ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Ἁγίου Πνεύματος· οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες· δόξαν δὲ ἐνταῦθά φησι τὴν ἐν ὄψει, ἐκεῖνον τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀπορρήτων, τὸ ἰδεῖν τὰ Σεφαρείμ· τι δὲ ἐλάλησεν, “ ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ- “μοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,” καὶ τὰ ἑξῆς; ἰδίωμα δὲ τοῦτό ἐστι τῆς γραφῆς, ὡς τὸ, “παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον “νοῦν,” τοῦτ’ ἔστι, συνεχώρησεν, ἀφῆκεν,οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν
ἐνταῦθα εἰσάγει, ἁλλ’ ἐκ τῆς αὐτῶν πονηρίας ταῦτα γιγνόμενα δείκνυσιν· ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις, ἀλλὰ φιλονεικούντων, γίνεται· ὅπερ δὲ ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Χριστὸς ἔλεγε, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ- “λήλων λαμβάνοντες, καὶ οὐ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ μόνου “ζητοῦντες,” τοῦτο νῦν ὁ Εὐαγγελιστὴς παθόντας αὐτοὺς δείκνυσι. Φησὶ γὰρ, “ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐ- “τὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν,” καὶ τὰ ἑξῆς, οὐχ ἆρα οὖν ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι, δουλείαν τὴν ἐσχάτην δουλεύοντες. Διὰ τοῦτο οὖν καὶ ὁ Χριστὸς ἔκραζε λέγων, “ὁ “πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά “με,” ὡσανεὶ ἔλεγε, τι δεδοίκατε εἰς ἐμὲ πιστεῦσαι, εἰς τὸν Θεὸν καὶ Πατέρα ἡ πίστις διαβαίνει δι’ ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία·
These things,” says the Evangelist, “he said, when he saw his glory.” Whose? The Father’s; for John does not speak of the Son, and Paul of the Holy Spirit; not as confounding the hypostases, but declaring one worthiness. And by “glory” here he means that which was in the vision, that smoke, the hearing of secret mysteries, the seeing of the Seraphim. And what did he speak? “That he has blinded their eyes, and hardened their heart,” and the rest. And this is a peculiarity of the Scripture, as “he gave them over to a reprobate mind,” that is, he permitted, he let go; for he does not here introduce him as working, but shows these things coming about from their own wickedness. For just as the sun strikes the eyes of the weak, not by its own nature, so also it happens with those who do not attend to the words of God, but contend. And what Christ said from above and from the beginning, “How can you believe, receiving glory from one another, and not seeking the glory that is from God alone,” this the Evangelist now shows they suffered. For he says, “that even of the rulers many believed in him, but because of the Pharisees they did not confess,” and the rest. Therefore they were not rulers, but slaves, serving the most extreme slavery. For this reason Christ also cried out, saying, “He who believes in me does not believe in me, but in him who sent me,” as if he said, why have you feared to believe in me? The faith passes through me to God and the Father, just as unbelief also does.
οὐκ εἶπε δὲ ὁ πιστεύων ἐμοὶ, ἀλλ’ “ὁ πιστεύων εἰς “ἐμὲ,” τὸ ἀπαράλλακτον δεικνὺς τῆς οὐσίας· ίνα δὲ μὴ νομίσωσιν, ὅτι ὡς ἐπὶ ἀνθρώπου εἴρηται, ἐπάγει, “ὁ θεωρῶν ἐμὲ θεωρεῖ “τὸν πέμψαντά με,” τὴν τοῦ νοῦ θεωρίαν λέγων, οὐδὲ γὰρ σῶμά ἐστιν ὁ Θεός· καὶ ἐντεῦθεν δὲ τὸ ὁμοούσιον δηλοῖ. Ἵνα τί τοιοῦτον ἐννοεῖς λέγοντα· ὅταν εἰς ἐμὲ πιστεύητε, τὸν δι’ ὑμᾶς μὲν ἄνθρωπον, καθ’ ὑμᾶς δὲ Θεὸν δι’ ἑαυτοῦ, καὶ τὸν ἐξ οὗπερ εἰμὶ Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε· εἰ μὴ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, εἰ καὶ φαίνομαι κἀς ὑμᾶς, ἔχω δὲ ἐν τῷ κ τὸν γεννήσαντα· ἐμοῦ τοιγαροῦν ὄντος ὁμοούσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις, καὶ εἰς αὐτὸν τὸν Πατέρα. Ἐπεὶ δὲ ὁ Πατὴρ πανταχοῦ τῆς γραφῆς φῶς καλεῖται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν, “ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,” διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν τοῦτο μαθὼν, πολλὴν δὲ δείκνυσι καὶ ἐκ τούτου τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ ὅτι οὐδὲν τὸ μέσον· καὶ διὰ τοῦτο δὲ φῶς ἑαυτὸν ἐκάλεσε, διὸ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύει. Τί ἐστιν ὅπερ φησὶν, ὅτι “οὐκ ἦλθον κρῖναι τὸν κόσμον;” οὐκ κ Leg. vid. ἐν ἐμαυτῷ.
He did not say, "The one who believes me," but "The one who believes in me," showing the exactness of the essence. But so that they might not suppose that this was said as of a mere man, he adds, "The one who sees me sees the one who sent me," speaking of the contemplation of the mind, for God is not a body; and from this too he makes clear the consubstantiality. Why do you think he says such a thing? When you believe in me—the man for your sake, but God for your sake through himself, and the Father from whom I am—do not suppose that you are attributing your faith to a man; for unless I were no less God by nature, even if I appear also to you, and I have in myself the one who begot me—since I, therefore, am consubstantial with the one who begot me, the faith will pass altogether also to the Father himself. And since the Father is called light everywhere in Scripture, for this reason he also says concerning himself, "I have come as a light into the world," and therefore Paul also calls him a radiance, having learned this from that source. And from this he shows the great kinship with the Father, and that there is nothing in between; and for this reason he called himself light, because it is to remove error and to dissolve the intellectual darkness. What is it that he says, that "I did not come to judge the world"? Not
εἰμὶ, φησὶ, τῆς ἀπειθείας τῶν καταφρονούντων αἴτιος· αὐτοκατά- κριτοι γὰρ ἐκ τοῦ μὴ πιστεύειν εἰσί. καὶ ἵνα δείξῃ ὅτι ὁ ἀπιστῶν κολάζεται, φοβερὸν ἔστησε δικαστήριον λέγων, “ὁ ἀθετῶν ἐμὲ, “καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν·’ τίνα ; εἰ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες κρῖναι τὸν κόσμον, τίς κρίνει τὸν μὴ πιστεύοντα ; “ ὁ λόγος, ’ φησὶν, “ὃν ἐλάλησεν ἐκεῖνος, κρινεῖ αὐτόν·” ποῖον δὲ ἐλάλησε λόγον ; ὅτι “ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω. εἰ ὅτε ἐπέμπετο, τότε ἐλάμβανεν ἐντολὴν τί εἴπῃ, καὶ πρὶν πεμφθῆναι οὐκ ᾔδει. Tt ταύτης ἀσεβέστερον τῆς ἐννοίας τῶν οὕτως ἐκλαμ- βανομένων ταῦτα τὰ ῥήματα, καὶ μὴ καταμανθανόντων τῆς ταπει. νώσεως τὴν πρόφασιν, δι’ ἣν ταῦτα ἔλεγεν. Αὕτη δὲ ἦν ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα αἱρετικοὺς ἐπιστομίσῃ· πρὸς δὲ τοὺς πλάνον αὐτὸν ἀποκαλοῦντάς φησι, καὶ ὄιδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, τὸ δὲ, ἃ “ἐγὼ λαλῶ, καθὼς εἴρηκε μοι, ὁ πατὴρ οὕτω λαλῶ” σημαίνει, ὅτι οὐκ ἔστιν ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι, ἀλλ’ ὥσπερ τοὺς ἐντολὴν πληρῶσιν, οὕτως οὐδ’ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ’ ἢ ὅπερ ὁ Πατὴρ βούλεται. δεῖξαι δὲ θέλων ἑαυτὸν πανταχοῦ συνημμένον τῷ γεγεννηκότι, καὶ ὅτι οὐδὲν μέσον ἐστι, α γὰρ ἐγὼ ποίω, ἐκεῖνος ποίει, ὅτι μετ’ ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ἀμμωνίου πηρεσβυτέρου. Ὡς οὖν ὁ Πατὴρ φῶς, οὕτω καὶ Υἱός·
I am, he says, the cause of the disobedience of those who despise; for they are self-condemned by their unbelief. And to show that the one who disbelieves is punished, he set up a fearful judgment seat, saying, "The one who rejects me and does not receive my words has one who judges him." Who? For if the Father judges no one, and you did not come to judge the world, who judges the one who does not believe? "The word," he says, "which I have spoken, that will judge him." And what word did he speak? That "I have not come of myself, but the Father who sent me has given me a commandment, what I should say and what I should speak." If, when he was sent, then he received a commandment what to say, and before being sent he did not know—what could be more impious than this notion of those who thus interpret these words and do not understand the reason for the humiliation, on account of which he said these things? And this was so that he might draw those men too, and stop the mouths of the heretics who came afterward. But to those who call him a deceiver he says, "And I know that his commandment is eternal life," and the words "What I speak, just as the Father has told me, so I speak" signify that it is not one thing for that one to say and another for me to utter, but just as those who fulfill a commandment, so it is not possible for me to do or say anything other than what the Father wills. And wishing to show himself everywhere united to the one who begot him, and that there is nothing in between—for what I do, that one does, because he is with me, and the Father has not left me alone. Of Ammonius the presbyter. As therefore the Father is light, so also the Son.
διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν “ἀπαύ- “γασμα” καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ τὸ φῶς φανὲν, καὶ ἑαυτὸν δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα. Οὕτως ὁ Υἱὸς φῶς ὣν, καὶ ἐλθὼν, καὶ ἑαυτὸν ἡμῖν ἐγνώρισε καὶ τὸν Πατέρα. Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς· ἵνα μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν ἀνάγει τὴν αἰτίαν εἰς αὐτὸν ἀπιστίας. Ὁ λόγος τῆς ταπεινο- φροσύνης αὐτοῦ, κατακρίνει αὐτοὺς, αὐτὸς ὁ Υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως, ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος, ἐκπειθήσας τιμω-
ρεῖται. Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ Πατρὶ καὶ φανεροποιεῖ· διὸ καὶ ἐντολὴν αὐτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶ ἐν ἡμῖν λόγος δημοσιεύει τὰ ἐν τῷ νῷ. Ἀπολιναρίου. Αὐτοῦ τὰ ῥήματα μετ’ ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὃς εἰς τὰ ἴδια ἥκει καὶ διαλέγεται μετ’ ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ Θεοῦ δεδομένων λόγων. Οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ, “ἐγὼ λέγω ὑμῖν,” καὶ τὸ ἐν παραθέσει τῆς] πρὸς τοὺς Θεοῦ νόμους. παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπον τὸ, “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις,” ἐπιφέρει καθ’ ἕκαστον τόδε, “ἐγὼ ἐγὼ λέγω ὑμῖν.” οὐδὲ ἀλλοτρία Σωτῆρος ἡ νομοθεσία, οὐδὲ ἐξ ἀποκαλύψεως καλεῖ, οὐδὲ προστεταγμένον διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν αὐτὸν, τὴν ἰδίαν αὐτοῦ καὶ τὴν πρὸς αἰώνιον αὐτοῦ ὕπαρξιν. Ἀμμωνίου πρεσβυτέρου.
Therefore Paul, wishing to show the great exactness of the resemblance, calls the Son the "radiance" of the Father, just as the light when it appears makes both itself and the things seen evident. Thus the Son, being light and having come, made both himself and the Father known to us. The purpose of the present coming was not to judge but to save the faithful; lest he give them an occasion of unbelief, he traces the cause of unbelief back to themselves. The word of his humility condemns them; the Son himself is going to judge the disobedient, not indeed the word; for he speaks in riddles. On the day of judgment, the word that called us to salvation, having fully persuaded, punishes. Being the Word of the Father, he himself interprets and makes manifest the things in the Father; therefore he says that he has received a commandment; for thus also in us a word publishes abroad the things in the mind. Of Apollinarius. His words are spoken with authority, because he is both creator and lawgiver to his own creatures, inasmuch as he is the Word of God, through whom all things came to be, who came to his own and converses with authority, not as one would who is a servant of the words given by God. For to none of such would it fit to say, "I say to you," and that in comparison with the laws of God. For setting alongside what was spoken from the divine person—"You shall not murder" and "You shall not commit adultery"—he adds in each case this: "But I say to you." Nor is the legislation alien to the Savior, nor does he call from revelation, nor does he converse as something commanded, if we understand him according to his divinity, his own and his existence toward eternity. Of Ammonius the elder.
Ὡς ἐκ Πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν ὁ Ἰουδαῖοι τὴν τοῦ νομοῦ σκιὰν μεταπλάττοντα ἔπι τὸ πνευματικώτερον. Ἰωάννου. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, τοῦτό φησιν, ὅτι γὰρ οὐ δυνήσονται ταῦτα λέγειν· τὰ γὰρ ῥήματα ἃ ἐλάλησε νῦν, ἐν τάξει στήσεται κατηγόρου ἐλέγχοντα αὐτοὺς, καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν.
ΚΕΦ. Ις.
Περὶ τοῦ νιπτῆρος. Οὐχ ὡς τότε εἰδότος τοῦ Χριστοῦ ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, τοῦτό φησιν ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ἀλλ’ ὅτι τότε ἐποίησεν, ὅπερ ἦν εἰδὼς πάλαι· μεγαλόφωνος δὲ ὁ Εὐαγγελιστὴς μετάβασιν τὸν θάνατον καλεῖ· τὸ δὲ “εἰς τέλος ἠγάπησεν,” τοῦτό ἐστιν, ὅτι οὐδὲν ἐνέλιπεν ὧν τὸ σφόδρα ἀγαπῶντα ποιῆσαι εἰκὸς ἦν· ἰδίους δὲ αὐτοὺς λέγει, κατὰ τὸν τῆς οἰκειώσεως λόγον, ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ, οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. τοὺς ἐν τῷ κόσμῳ δὲ είπεν,
ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ καὶ κατ’ ἐκεῖνον, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖ. Ἐκπληττόμενος δὲ ὁ Εὐαγγελιστὴς ὅτι ἤδη τὸν προδοῦναι ἑλόμενον τὸν Χριστὸν ἔνιψεν αὐτὸν, φησὶ, “καὶ δείπνου γενομένου, “τοῦ διαβόλου ἤδη βεβληκότος,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ καὶ τοῦ Ἰούδα τὴν πολλὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἄλλων ἡ κοινωνία κατέσχεν· ὃ μάλιστα οἶδε ἐπέχειν πονηρίαν.
He says that he does these things as from the Father, since the Jews saw him transforming the shadow of the law into something more spiritual. From John. For since he said, "He is not from God," he says this: that they will not be able to say these things; for the words which he has now spoken will stand in the order of an accuser, convicting them and cutting off every defense.
CHAPTER 16.
Concerning the washing of feet. The Evangelist says this about him not as though Christ then knew that his hour had come, but that he then did what he had known long before. The Evangelist, with lofty speech, calls death a departure. And "he loved them to the end" means that he left nothing undone of what one who loves exceedingly would naturally do. He calls them his own according to the principle of kinship, since he also calls others his own according to the principle of creation, as when he says, "His own did not receive him." But he said "those in the world" because those who had died were also his own—those around Abraham and in his time—but they were not in the world there. And the Evangelist, amazed that he washed even the one who had already chosen to betray Christ, says, "And when supper had taken place, the devil having already put it into his heart," and the rest. He also shows the great wickedness of Judas, that not even the fellowship of the others restrained him—a wickedness which he especially knows how to hold fast.
Τὸ δὲ, “πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας,” δηλοῖ ἐνταῦθα τὴν τῶν πιστῶν σωτηρίαν, ὥσπερ δὲ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτως καὶ αὐτὸς τῷ Πατρὶ, καθὼς Παῦλος λέγει, “ὅτε “παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.” Τί δὲ “ἀπὸ τοῦ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει;“τοῦτο σημαίνει, ὅτι ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοὺς τῶν μαθητῶν νίπτει πόδας, καὶ τοῦτο ποιῆσαι οὐκ ἀπηξίωσε. βουλόμενος δὲ ὁ Εὐαγγελιστὴς γελιστὴς οὐκ ἐκ τοῦ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν δεῖξαι τῆς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος συγκαταβάσεως, φησὶν, “ἐγείρεται ἐκ τοῦ δείπνου·” οὐδὲ γὰρ πρινὴ κατακληθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη· ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος, καὶ λέντιον διαζωννύμενος, καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισεν, οὐχ ἑτέρῳ τοῦτο ἐπιτρέψας, διὰ πάντων δεικνὺς, ὅτι οὐχὶ ἀφοσ ἰωμένους δεῖ ποιεῖν τὰ τοιαῦτα ὅταν ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Διὰ τί δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησεν, ἐπειδὴ τὰ μείζονα ὕστερον ἐργάζεται; ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαπεθέσθαι τὴν παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφόδρα, ἀντίρροπον αὐτοῖς διὰ τούτων ἐπεισάγει τὴν παραμυθίαν. Ἐν δὲ τῷ εἰπεῖν, “ὅτι ἔρχεται πρὸς Σίμωνα Πέτρον, ὑπόνοιαν δίδωσιν, ὅτι τοῦ προδότου πρῶτον ἔνιψε τοὺς πόδας.
But the phrase, "The Father has given all things into his hands," reveals here the salvation of the faithful, and just as the Father delivers to him, so he also delivers to the Father, as Paul says, "when he delivers the kingdom to God and the Father."
But what does "he came from God and goes to God" mean? This signifies that he who is so great and of such magnitude, who came from God and is going to him, who holds power over all things, washes the feet of his disciples, and did not deem it unworthy to do this. But the Evangelist, wishing to show the lowliness of the condescension of our Master and God and Savior not only from the washing but also in another way, says, "He rises from the supper"; for he did not rise before being called to the table, but after all had reclined, then he stood up; then he does not simply wash, but lays aside his garments, and girds himself with a towel, and he did not stop even at this, but he himself also filled the basin, not entrusting this to another, through all things showing that we ought not to do such things as if we were performing them grudgingly, but with all eagerness. And why did he not do this from the beginning, since he performs the greater things later? So as to intensify their intimacy, and to lay up in advance much encouragement for them against the terrible things that were about to come upon them. For since they were about to grieve exceedingly, he introduces through these things a consolation of equal weight. And in saying, "that he comes to Simon Peter," he gives the impression that he washed the feet of the traitor first.
Ἤρξατο γὰρ, φησὶ, νίπτειν, καὶ τότε ἦλθε πρὸς τὸν Πέτρον, καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, ἀλλ’ ἔμεινεν ἔτι ἀναισθητῶν, ἀκαμπῆ καὶ ἀμείλικτον ὡς ὁ διάβολος κεκτημένος τὴν διάνοιαν.
Τὸ δὲ, “Κύριε σύ μου νίπτεις τοὺς πόδας;” τοῦτό ἐστι, ταῖς χερσὶ ταύταις, φησὶν, ἐν αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθαρας, καὶ νεκροὺς ἀνέστησας, τοὺς ἐμοὺς νίπτεις πόδας; τὸ γὰρ, “συ” καὶ καθ’ ἑαυτὸν πάντα ἐνδείκνυται. Διὰ τί δὲ αὐτὸν οὐδεὶς τῶν ἄλλων ἐκώλυσεν, ἀλλ’ ὁ Πέτρος μόνος; ἐπειδὴ ὡς ἐμοὶ δοκεῖ, πρῶτον ἔνιψε τὸν προδότην πρὸ τοῦ κορυφαίου διὰ πολλὴν ἰταμότητα κατακλιθέντα, καὶ τότε πρὸς Πέτρον ἦλθε δεύτερον ὄντα τῆ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως τῆς ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες, λοιπὸν ἀνέσχοντο· τὸ δὲ, “ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,” τὴν ἐκ τοῦ νίψαι σημαίνει ὠφέλειαν, τοῦτό ἐστιν, εἰς πᾶσαν ἄγει ταπεινοφροσύνην ὑμᾶς· μετὰ δὲ ταῦτα πότε γνώσῃ, ὅταν ἐν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλλῃς, ὅταν ἴδῃς εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον. Κυρίλλου. Οὐκ ἠγνοηκὼς ὅτι πάντων ἔχει τὴν ἐξουσίαν, “καὶ “ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε,” τοῦτό ἐστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς αὐτὸν ὑπάγει, τοῦτό ἐστιν, πάλιν ἄνεισιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν ἀποζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίπτειν τοὺς πόδας. Ὠριγένουσ.
For he began, it says, to wash, and then he came to Peter, and that wretched and miserable man was not even ashamed of this, but remained still insensible, possessing a mind unbending and unyielding like the devil.
But the phrase, "Lord, do you wash my feet?" means this: with these hands, he says, with which you opened eyes, and cleansed lepers, and raised the dead, do you wash my feet? For the "you" indicates everything even by itself. And why did none of the others prevent him, but Peter alone? Because, as it seems to me, he washed the traitor first before the chief apostle, who had reclined with great audacity, and then he came to Peter, who was second in the reclining; whence the rest, instructed by the indignation that occurred over Peter, thereafter restrained themselves. And the phrase, "What I am doing you do not know now," signifies the benefit that comes from the washing, that is, it leads you into all humility; but afterwards, when will you know? When you cast out demons in my name, when you see him taken up into heaven. Of Cyril. Not being ignorant that he has authority over all, and that "he came forth from God," that is, he was begotten from the essence of God and the Father, and goes to him, that is, he ascends again into the heavens, clearly sitting in council with his own Begetter, he submitted to such great humiliation as to gird himself with a towel and wash the feet of the disciples. Of Origen.
Ἄριστον μὲν ἐστὶν ἡ πρώτη, καὶ ἡ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικὴ τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή Δεῖπνον δὲ ἡ τελευταῖα, καὶ τοῖς ἤδη ἐπὶ πλέον προκεκωφόσι παρατιθεμένη κατὰ λόγων, καὶ ἄλλως δὲ ἐάν τις εἴποι, ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων· δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια. Εἰπόντος δὲ τοῦ Πέτρου, ὅτι “οὐ μὴ νίψῃς μου τοὺς πόδας “εἰς τὸν αἰῶνα,” ἀφεὶς τὴν περὶ ταπεινοφροσύνης αἰτίαν ὁ Χριστὸς εἰπεῖν αὐτῷ· ὑπέσχετο γὰρ ἃν μυριάκις ταύτην φυλάττειν ὁ Πέτρος, ὑπὲρ τοῦ μὴ τὸν δεσπότην αὐτὸν νίψαι. Ὅπερ δὲ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τοῦτό φησιν, “ὅτι ἐὰν μὴ νίψω “σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” Ὥσπερ δὲ ἐν τῇ παραιτήσει σφοδρὸς ἦν, οὕτω καὶ ἐν τῷ συγχωρήσει σφοδρότερος, λέγει, “Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν “κεφαλήν·” ἑκάτερα δὲ ἐξ ἀγάπης εἰργάζετο. Ἀμμωνίου. Ἐὰν μὴ καταδείξῃ τὸ τῆς ταπεινοφροσύνης μά-
The first meal, and the one before the consummation of the day in this life, is best, being the spiritual food suited to those being introduced. But the dinner is the last, and is set before those who have already advanced further in words; and in another sense, if one were to say it, the breakfast is the mind of the old writings, while the dinner is the mysteries hidden in the new covenant. But when Peter said, "You shall never wash my feet," Christ, setting aside the reason concerning humility, said to him—for Peter would have promised ten thousand times to keep this, so that his master might not wash him. But that which he especially feared and trembled at, this he says: "that unless I wash you, you have no part with me." And just as in his refusal he was vehement, so also in his consent he was more vehement, saying, "Lord, not my feet only, but also my hands and my head." And both were done out of love. Of Ammonius. Unless he demonstrate the
θημα, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥύπον, διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς, οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας. Ὠπιγένουσ. Εὐκόλως δὲ χρησώμεθα τὸ “οὐ μὴ νίψῃς “τοὺς πόδας εἰς αἰῶνα” καὶ τοῖς πρὸς τὸ λεχθεῖσιν ἐπὶ τῶν προπετεστέρων, καὶ ἀκρίτως εἰπόντων τί ποιήσει, ὅπερ αὐτοῖς μὴ λυσιτελῇ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ, κἂν μετὰ ὅρκον διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτον ποτὲ γίγνεται. καὶ φήσομεν ὥσπερ ὁ εἰπὼν Πέτρος, “οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς αἰῶνα,” κωλύεται ἐμμένειν τῇ τοῦ λελουμένου h ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ Χριστοῦ μέρος· οὕτω καὶ σὺ ὁ δεῖνα, ἀκρίτως ἐπαγγειλάμενος, τὸ δὲ βέλτιον ποιήσεις, μεταθέμενος ἐπὶ τὸ ἐν πράξει εὐλογώτερον, ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. Ἐκ τοῦ καθ’ ἡμᾶς δὲ πράγματος ποιῶν τὸ παράγγελμα, εὐαφόρμως ὁ Χριστὸς ποιεῖται τὸν ἔλεγχον τῷ προδότῃ. Φησὶ γὰρ πρὸς τὸν Πέτρον, “ὁ λελου- “μένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον,” καὶ τὰ ἑξῆς· διὰ τούτων μεταβουλεύεσθαι διδάσκων αὐτὸν καὶ τῆς πονηρᾶς γνώμης ἀφίστασθαι, λέγει δὴ τῆς προδοσίας. Πῶς δὲ καθαροὶ ἦσαν οἱ Ἀπόστολοι, οὐδέπω τῶν ἁμαρτημάτων ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, καὶ τοῦ ἱερείου μηδέπω προσανεχθέντος; ἐκ τοῦ τὸ φῶς ἤδη δέξασθαι αὐτοὺς, καὶ τῆς πλάνης ἀπαναχωρῆσαι τῆς Ἰουδαϊκῆς. Λέγει γὰρ ὁ προφήτης, “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν “ψυχῶν ὑμῶν,” ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστιν.
you have no part with me, that is, unless one washes away the filth of sin through the grace of Christ, he does not obtain life, nor does he enjoy the kingdom of heaven. Origen. And we may readily apply the words "you shall never wash my feet forever" also to those things spoken regarding the more headstrong, who have spoken rashly, saying what they will do, which is not profitable to them if they persist in the evil they have decided, even if such a thing ever happens with an oath because of great rashness. And we shall say that just as Peter, who said, "you shall never wash my feet forever," is prevented from persisting in the confession of the one who has been washed, so that he may have a part with Christ; in the same way you also, O so-and-so, having promised rashly, will do the better thing by changing to what is more reasonable in practice, from persisting in what was badly decided. And from our own case making the instruction, Christ gently brings the rebuke to the traitor. For he says to Peter, "the one who has been washed has no need, except to wash his feet only," and what follows; through these things teaching him to change his mind and to stand away from the wicked intention, namely that of betrayal. But how were the Apostles clean, not yet having been released from their sins, nor having been deemed worthy of the Spirit, and the sacrifice not yet having been offered? From the fact that they had already received the light, and had withdrawn from the Jewish error. For the prophet says, "wash yourselves and become clean, remove the wickednesses from your souls," so that such a one has been washed and is clean.
Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἀπέρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι, κατὰ τὸν προφητικὸν λόγον, ἤδη “ὑμεῖς καθαροί ἐστε.” Λαβὼν δὲ τὰ ἱμάτια αὐτοῦ καὶ ἀναπεσὼν, οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται, καὶ τὴν αἰτίαν ἐκκαλύπτει τοῦ πράγματος, καὶ φησιν, “ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ κατ’ ἀλλήλων ἐπαίρωνται, πάντων αὐτῶν κατασπᾷ τὰ φρονήματα, ὡσανεὶ λέγων, ὅτι κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν, h λελογμένου Cod.
ἐμοῦ τοῦ Κυρίου καὶ διδασκάλου νίψαντος ὑμῶν τοὺς πόδας, τῶν ἐμῶν δούλων καὶ μαθητῶν. “Οὐδὲ γὰρ ἐστὶ,” φησὶ, “δοῦλος “μείζων τοῦ Κυρίου αὐτοῦ, οὐδὲ Ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν. Εἶπε δὲ τοῦτο, ἱν εἴ ποτε ἣ παρ’ οἰκετῶν, ἣ παρά τινων εὐτελεστέρων πάθοι τις κακῶς, μὴ σκανδαλίζοιτο, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶν παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Ἐπειδὴ δὲ τὸ μὲν εἰδέναι πολλῶν ἐστι, τὸ δὲ ποιεῖν ὀλίγων, ἐπήγαγε λέγων, “εἰ “ταῦτα οἴδατε, μακάριοι ἐστε, ἐὰν ποιῆτε αὐτὰ,” εἰς τὸ ἔργον ἐκβιβάζων ἡμᾶς. ἵνα δὲ μὴ εἰς πάντας περιστήσῃ τὸ δέος, ἀποσχίζει τὸν προδότην λοιπὸν, καὶ συσκιάζων τὸ πρᾶγμα, τοῦτον ἐλέγχει. Φησὶ γὰρ, “οὐ περὶ πάντων ὑμῶν λέγω,” καὶ τὰ ἑξῆς· καὶ συσκιάζει μὲν ἐνδιδοὺς αὐτῷ μετανοίας χώραν, ἐλέγχει δὲ, δεικνὺς τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν προσλαμβάνεται αὐτὸν, ἀλλὰ καὶ σφόδρα εἰδώς.
Since, therefore, they had cast off all wickedness from their soul, and were with him with a sincere mind, for this reason he says, according to the prophetic word, "You are already clean." And having taken his garments and reclined, he no longer speaks to Peter alone, but to all, and reveals the reason for the matter, and says, "You call me Teacher and Lord," and the rest. For since they were thereafter about to enjoy honor, some more, some less, so that they might not exalt themselves against one another, he brings down the thoughts of them all, as if saying, that even if you are very great, you ought not to think highly of yourself over your brother, when I, the Lord and Teacher, have washed your feet, who are my servants and disciples. "For," he says, "a servant is not greater than his Lord, nor an Apostle greater than the one who sent him." And he said this, so that if ever someone should suffer ill treatment at the hands of household servants, or at the hands of certain more lowly persons, he might not be scandalized, looking to the example of Judas, who, having enjoyed countless good things, repaid his benefactor with the opposite. And since knowing belongs to many, but doing to few, he added, saying, "If you know these things, blessed are you if you do them," leading us out to the work. But so that he might not bring fear upon all, he now separates the traitor, and, veiling the matter, he convicts this one. For he says, "I am not speaking about all of you," and the rest; and he veils it, giving him room for repentance, but he convicts him, showing the wretched man that he does not receive him in ignorance, but knowing full well.
οὐκ εἶπε δὲ, παραδίδωσιν, ἀλλ’ “ἐπῇρεν “ἐπ’ ἐμὲ πτερνισμὸν,” τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος. Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτοὺς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ, οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδήγει. Απολιναρίου Καὶ Θεοδώτου Ἡρακλείασ. Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον. κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς πη ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον, ἀπαγγέλλοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα, λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τουτέστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ’ ἑαυτοὺς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ, διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς ἅπαντας καθαροὺς, διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὴν ἐν αὐτῷ ἅπασαν ἀκαθαρίαν ἔχοντα. Ὠριγένουσ. Σύμβολόν ἐστι τὸ νίψασθαι ὑμῶν τοὺς πόδας
But he did not say, "he delivers up," but "he lifted up his heel against me," wishing to set forth the deceitful and festering and secret nature of the plot. Of Ammonius the elder. He was not washing them because they were filthy, but in order to teach them to be moderate. The basin does not hold the rank of a bath, nor does it lighten sins, but it leads to perfect virtue. Of Apollinaris and Theodotus of Heraclea. The washing of the feet here hints at the deeper meaning of the matter, which seems to be a preparation of the apostolic feet for the work of the apostolate. For he sends them out with their feet cleansed through the purity given by his own means, so that they may indeed be able to run through the world, proclaiming the good tidings of salvation, according to what is said, "How beautiful are the feet of those who proclaim peace." Since they were therefore clean in body, he said that they still needed the cleansing of the feet, that is, that they might not only be clean in themselves, but might also be clean in their course, conveying purity to all men. And that they were all clean, except for the twelfth among them who had in himself all uncleanness. Of Origen. The washing of your feet is a symbol
ὑπ’ ἐμοῦ τὸ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι καὶ δυνηθεῖεν καθαροὶ ἐπιβαίνειν τὰς τῶν ἀνθρώπων ψυχάς. Κυρίλλου. Ἀναγκαίως εἰσφέρει τοῦ οἰκείου προσώπου τὸ ἐν γὰρ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. Ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω μικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐκ ἀποκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας, πῶς ἃν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτεῖσθε ἀλλήλοις ποιεῖν; Ἀμμωνίου. Εἰπὼν δὲ τὸ, “εἰμὶ,” ἔδειξεν, ὅτι φύσει Θεός ἐστι καὶ διδάσκαλος. Θεοδώρου Ἡρακλείασ. Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ ᾿Αποστόλους ἐμοὺς, μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου, εὔδηλον. ἐπείπερ ὁ τε δοῦλος, μέχρις ἃν δοῦλος ᾖ, ἔλαττον πολὺ τοῦ κυρίου καθέστηκεν, ὁ τε ἀπεσταλμένος μέχρις ἃν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπεμφότι δύναται. Ἀμμωνίου. Οὐδὲ τὸ ἀποβῆναι τοὺς τοῦ Πνεύματος ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφὴ, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν· εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ιούδαν, καὶ παρέβη, οὐδὲν ἐκ τούτου, καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο, καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ. τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ Θεὸς, ἀλλὰ συγχωρεῖ ἕκαστον καθὼς βούλεται πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι, καὶ οἱ ἐνάρετοι στεφα- νωθῶσι. Ποῖα δὲ ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα τὸ εἰπεῖν αὐτὸν, “ὁ λαμβάνων ἐάν τινα ἀποπέμψω, ἐμὲ λαμβάνει,” καὶ τὰ ἑξῆς; μεγίστη μὲν οὖν·
by me, so that the feet of your souls might be cleansed, that they might become beautiful and be able, being pure, to tread upon the souls of men. Of Cyril. He necessarily introduces the mention of his own person; for in such a matter one would see the incomparable greatness of his humility. When, therefore, I, who am great in glory and so exalted, am seen not shrinking back from descending to so lowly an abasement as even to wash your feet, how, he says, do you still decline to do this for one another? Of Ammonius. And by saying "I am," he showed that he is by nature God and Teacher. Of Theodore of Heraclea. For that you, being servants and my Apostles, cannot be greater than the master who sent me, is evident; since the servant, as long as he is a servant, is established far lower than his lord, and the one sent, as long as he holds the rank of one sent, can in no way be equal in honor to the one who sent him. Of Ammonius. Nor was Judas compelled to betray by the outcome of the Spirit's workings, which is free from all blasphemy, but so that we might know that the Scripture spoke concerning that one whom we see having done what was foretold. But if the Lord chose Judas, and he transgressed, nothing follows from this; for he chose him as one who was good, and he was changed like Adam and Saul. For God does not abolish free will, but permits each one to act as he wishes, so that both the wicked may be punished and the virtuous may be crowned. But what connection is there with what was said before, in his saying, "He who receives anyone I send, receives me," and the rest? The greatest, indeed.
ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ δύσι τρόποις αὐτοῖς παραμυθεῖται, ἑνὶ μὲν τῷ παρ’ ἑαυτῷ, ἑτέρῳ δὲ τῷ παρ’ ἑτέρων· τῷ παρ’ ἑαυτῷ μὲν, ὅτι ἐὰν μετὰ τοῦ φιλοσοφεῖν ἐννοῶσιν ἅπερ ἔπαθεν αὐτὸς, καὶ ἅπερ ἐποίησεν, ἅπαντα οἴσουσι ῥᾳδίως τὰ δεινά· τῷ παρ’ ἑτέρῳ δὲ, ἐκ τοῦ πολλῆς ἀπολαύειν θεραπείας· τὰς γὰρ πάντων αὐτοῖς ἀνέῳξεν οἰκίας. Διὰ τί ταῦτα εἰπὼν ἐταράχθη τῷ πνεύματι; ἐννοῶν ὅτι ὁ
προδότης ἑκατέρων ἀπεστέρηται, καὶ τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, καὶ τῆς τῶν ὑποδεχομένων θεραπείας. Ὅτι γὰρ τοῦτό ἐστι, δῆλον ἐξ ὧν ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἐμαρτύρησεν “ὁ Ἰησοῦς καὶ εἶπεν, εἷς ἐξ ὑμῶν παραδώσει με.” Πάντες δὲ φόβῳ συσχεθέντες ἐπὶ τῷ ῥήματι τούτῳ, συνεταράσσοντο, καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι περὶ τίνος λέγει. Εἰ γὰρ καὶ μηδὲν ἑαυτοῖς συνεγίγνωσκον πονηρὸν, ὅμως τῶν οἰκείων λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι. Τί δή ποτε πάντων ἀγωνιούντων καὶ αὐτοῦ τοῦ κορυφαίου τρέμοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ; καὶ οὐχ ὅτι ἀνάκειται μόνον, ἄξιον ζητῆσαι, ἀλλ’ ὅτι καὶ περὶ ἑαυτοῦ λέγει, “ὃν ἠγάπα ὁ Ἰησοῦς;” Τί οὖν ἐστιν εἰπεῖν; ἀνέκειτο μὲν, ἀλλότριον αὐτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος, διὰ τοῦ παρρησιάζεσθαι καὶ θαρρεῖν. Ἀπέκρυψε δὲ τὸ οἰκεῖον ὄνομα διὰ ταπεινοφροσύνης ὑπερβολήν. Ἔτι δὲ καὶ διὰ τοῦτο εἶπεν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, τὸν ἀκροατὴν προτρεπόμενος·
For since he was about to depart and to suffer many terrible things, he consoles them in two ways: one by what pertains to himself, the other by what pertains to others. By what pertains to himself, in that if, along with philosophizing, they consider what he himself suffered and what he did, they will bear all terrible things easily. By what pertains to others, from their enjoying much care; for he opened to them the houses of all. Why, having said these things, was he troubled in spirit? Considering that the
traitor is deprived of both—both of endurance in toils and of the care of those who receive them. For that this is so is clear from what the Evangelist added, saying, "And Jesus testified and said, One of you will betray me." And all, seized with fear at this saying, were troubled together, and looked at one another, at a loss as to whom he was speaking about. For even if they were conscious of nothing evil in themselves, nevertheless they considered the verdict of Christ more trustworthy than their own thoughts. Therefore they also looked at one another, at a loss. Why then, while all were in agony and even the chief himself was trembling, does John recline, as it were, in luxury on the bosom of Jesus? And it is not only that he reclines that is worth inquiring about, but also that he speaks concerning himself, "whom Jesus loved"? What then is there to say? He reclined, but wishing to show himself free from the charge, through his speaking boldly and being confident. And he concealed his own name through an excess of humility. Further, for this reason too he said that he reclined on the bosom, urging the hearer on:
προσέθηκε δὲ “ὃν ἠγάπα ὁ Ἰησοῦς,” ἵν ὅταν ἀκούσωμεν ὅτι τούτῳ ἔνευσεν ὁ Πέτρος μαθεῖν, μὴ ἀπορήσωμεν ζητοῦντες τὴν αἰτίαν, καὶ νομίζωμεν ὅτι ὡς μείζονι ἔνευσεν, ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην. Διὰ τί δὲ οὐχ ὁ Πέτρος ἠρώτησε τὸν Κύριον, ἀλλὰ τῶ Ἰωάννη νεύει τοῦτο ποιῆσαι; ἐπειδὴ ἀπὸ πολλοῦ πόθου εὑρίσκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Τίνος δὲ ἕνεκεν συγχωρεῖ τῶ Ἰωάννῃ ὁ Κύριος ἀναπεσεῖν εἰς τὸ στῆθος αὐτοῦ; τὴν ἀθυμίαν ἴσως καταπραύνων αὐτοῦ· καὶ γὰρ εἰκὸς ὑπῆρχον τῇ ὄψει τότε κατηφεῖς, καὶ οὐδὲ τότε ὀνομαστὶ ἐλέγχει τὸν προδότην, ἀλλὰ ψωμίον ἐπιδιδοὺς, ὃ καὶ μᾶλλον ἐντρέψαι αὐτὸν ἠδύνατο, καὶ ἕως μὲν ᾖ τοῦ Χριστοῦ, οὐκ ἐτόλμα ὁ Σατανᾶς ἐπιπηδῆσαι, ἀλλ’ ἔξωθεν προσέβαλλεν· ἐπειδὰν δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας. Ὅπερ δὲ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, “ὅ τι ποιεῖς, ποίησον τάχιον, οὐχὶ προστάττοντος ἦν, ἀλλ’ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιόρθωτον ἔσχεν, ἀφίησιν αὐτόν. Τὸ δὲ εἰπεῖν τὸν Εὐαγγελιστὴν, ὅτι “τοῦτο οὐδεὶς ἔγνω
He added, "whom Jesus loved," so that when we hear that Peter nodded to this one to learn, we might not be at a loss seeking the reason, and suppose that he nodded to him as to a greater, but rather because of his great love. And why did Peter not ask the Lord himself, but nod to John to do this? Because out of much longing he is found in many places rushing forward, yet being blamed, for this reason, being afraid, he wishes to learn through John as an intermediary. And for whose sake does the Lord permit John to recline on his breast? Perhaps calming his despondency; for it is likely that they were downcast in appearance at that time, and not even then does he name the traitor by name, but by handing over the morsel, which was all the more able to shame him, and as long as he belonged to Christ, Satan did not dare to leap upon him, but attacked from outside; but when he made him manifest and set him apart, then he leaped upon him with impunity. And what Jesus said to him, "What you do, do quickly," was not the command of one ordering, but of one reproaching and showing that he himself wished to correct him; but since he had him incorrigible, he lets him go. And the Evangelist's saying that "this no one knew
“τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ,” πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἰ γε ἐρωτηθέντος τοῦ Κυρίου τίς ἐστιν, εἰπεν, ὅτι “ᾧ βάψας τὸ ψωμίον ἐπιδώσω,” καὶ οὐδὲ οὕτω συνῆκαν, πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μὴ ἀκοῦσαι τινα· καὶ γὰρ ὁ ᾿Ιωάννης διὰ τοῦτο πρὸς τὸ στῆθος ἀναπεσὼν ἐρωτᾷ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν, διὸ οὐδὲ συνίεσαν. Τάχα γὰρ αὐτὸν καὶ διεσπάσαντο, τάχα ἃν ὁ Πέτρος ἀνεῖλεν αὐτὸν, διὰ τοῦτο οὖν οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Πῶς αὐτὸς κελεύων μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο; Καὶ γὰρ, φησὶν ὁ Εὐαγγελιστὴς, “τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ “Ἰούδας,” καὶ τὰ ἑξῆς. Διὰ τί οὖν ἐπεφέρετο γλωσσόκομον ὁ Χριστός; ἵνα μάθωμεν ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον πολλὴν διακονίαν τῶν πενήτων ποιεῖσθαι δεῖ, καὶ πολλὴν τοῦ μέρους τούτου ποιεῖσθαι τὴν πρόνοιαν· ὅθεν διὰ τοῦτο ὑπώπτευσαν οἱ μαθηταὶ, πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν ὁ Χριστὸς τὴν ἐπιμέλειαν. Διὰ τι γὰρ τὸν καιρὸν ὁ Εὐαγγελιστὴς λέγει, ὅτι δὲ “ἦν νὺξ, ὅτε ἐξῆλθεν ὁ Ἰούδας;” ἵνα μάθωμεν αὐτοῦ τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀμμωνίου. Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ Κύριος τὴν προφητείαν τὴν λέγουσαν, “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ “πτερνισμόν.” Κυρίλλου. Μηδεὶς οἰέσθω τοῦ δέχεσθαι τοῦ ψωμίου Σαταυᾶν τῷ προδότῃ γενέσθαι παραίτιον. Οὐ γὰρ εἰς τοσοῦτον εἰσόδου πρόφασιν δίδοσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοῆσαι, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν.
Of those reclining at table, why did he say to him? Here one might find great perplexity, since when the Lord was asked who it is, he said, "It is he to whom I shall dip the morsel and give it," and not even so did they understand, unless perhaps he spoke secretly so that no one heard. For John also, on this account, having leaned back on his breast, asked in his ear, so that it would not become evident; therefore they did not understand. For perhaps they would have torn him apart, perhaps Peter would have killed him; on this account, then, none of those reclining at table knew. How is it that he who commanded them to carry no bag, no bronze, no staff, carried a money-box? For, says the Evangelist, "some thought, since Judas had the money-box," and the rest. Why then did Christ carry a money-box? So that we might learn that even one who is extremely possessionless and crucified must perform much service for the poor, and exercise much forethought for this part. Hence on this account the disciples suspected, for Christ took much care of the poor. For why does the Evangelist mention the time, that "it was night when Judas went out"? So that we might learn his audacity, that not even the time restrained him from his impulse. Of Ammonius. Through the morsel the Lord fulfilled the prophecy that says, "He who eats my breads has magnified his heel against me." Of Cyril. Let no one suppose that the receiving of the morsel was the cause of Satan entering into the traitor. For it is not to such an extent that the blessing is given as a pretext for entrance to the evil one, as one might suspect; but that we will say rather.
Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, τῶν αὐτῶν ἠνείχετο σπουδασμάτων, χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, εἰσῆλθε λοιπὸν ὁ Σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως, ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν. Ἀμμωνίου. Τῇ τετράδι ἐνέβαλεν ὁ Σατανᾶς τὸν Ἰούδαν, προδῷ τὸν Κύριον, καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρᾳ. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν Κύριον, καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθεν εἰς αὐτόν. ἄλλο οὖν ἐστι
τὸ ἐμβαλεῖν, καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτὸν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν, καὶ ἄλλο τὸ δοῦναι τινὶ καιρίαν καὶ εἰσωθῆναι τὸ ξίφος. Ὠριγένουσ. Οὐ μόνον δὲ τὸ κατὰ ἁπλούστερον ἐξῆλθεν τοῦ τόπου, ἐν ὧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ πλέον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τὸ ἐξῆλθεν ἀφ’ ἡμῶν. Εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ Εὐαγγελίου ἐξετάσαι καὶ τὸ, “ἦν δὲ “νὺξ,” λεκτέον, ὅτι συμβολικῶς τότε, εἰ ἡ αἰσθητὴ νὺξ ἦν εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ ᾿Ιούδα νυκτὸς, ἧς νυκτὸς, φησὶν ὁ Παῦλος, “οὐκ ἐσμὲν νυκτὸς τέκνα, οὐδὲ σκότους,” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρα ὄντες νήφωμεν.” Ἐπειδὴ δὲ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοὶ, ἀνίστησιν αὐτοὺς λέγων, “νῦν ἐδοξάσθη “ὁ υἱὸς τοῦ ἀνθρώπου,” πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν· δόξαν τὸ πρᾶγμα καλῶν.
For since every kind of love had been brought to perfection toward him, he endured the same zealous efforts, but having more grievously thirsted for the consummation of impiety, Satan then entered him, finding his heart opened wide like a kind of gate through the desolation of the guard's watchfulness, and observing his mind to be without a door. Of Ammonius. On the fourth day Satan put it into Judas to betray the Lord, and he spoke this to the Jews on the fifth evening. For when he saw that Judas wished to deliver the Lord in deed and was hastening to this, then he entered into him. Therefore it is one thing to put in, and another to enter into him, just as it is one thing to strike someone with a hand from outside, and another to give someone a fatal blow and for the sword to go inside. Of Origen. And not only did he depart in the simpler sense from the place where the supper was taking place, but he departed further from Jesus, the "departed" being analogous to our departure from him. But if one must examine, as not thrown in at random by the Gospel, also the phrase "and it was night," it must be said that symbolically then, if the perceptible night was an image of the night that came to be in the soul of Judas, of which night Paul says, "we are not children of the night, nor of darkness," and "we who are of the day, let us be sober." But since the thoughts of the disciples had fallen, he raises them up, saying, "Now the Son of Man has been glorified," persuading them not only not to be downcast, but even to rejoice, calling the matter glory.
Τί δέ ἐστιν “ἐν αὐτῷ;” τοῦτό ἐστι, δι’ ἑαυτοῦ δοξάσει αὐτὸν, οὐ δι’ ἑτέρου τὸ δὲ “εύθὺς” ἅμα τῷ σταυρῷ, ὅτε ὁ ἥλιος ἀπεστράφη, καὶ αἱ πέτραι ἀπερράγησαν, καὶ τὸ καταπέτασμα ἐσχίσθη, καὶ τὰ ἄλλα πάντα ἐγένοντο τεράστια. Ἔτι δὲ οὐδὲ μακρὸν μετὰ τὴν ἀνάστασιν γέγονε χρόνος τοῦ ἐπὶ πλεῖον δοξασθῆναι αὐτόν. τεσσαράκοντα γὰρ ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος τοῦ Ἁγίου ἦλθε χορηγία, καὶ πάντες αὐτὴν ἀνεκήρυττον. Ἐπειδὴ δὲ ἔμελλον μικρὸν ὕστερον τὰ λυπηρὰ ἐπιστήσεσθαι, ἄρχεται λοιπὸν ταῦτα λέγειν αὐτοῖς, ὥστε ἔχειν αὐτὰ ἐν μνήμῃ. Φησὶ γὰρ, “τεκνία, ἔτι μικρὸν “χρόνον μεθ’ ὑμῶν εἰμι, ζητήσετέ με·” συνετέλει δὲ τοῦτο πρὸς τὴν τοῦ Χριστοῦ δόξαν τὰ μέγιστα, τὸ σαφῶς εἰδέναι ταῦτα, ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἦσαν ἀκηκοότες ὑπ’ αὐτοῦ. “τὸ δὲ καθὼς εἶπον τοῖς ᾿Ιουδαίοις, ὅπου ἐγὼ ὑπάγω,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα λέγω, ἀλλὰ ἄνωθεν αὐτὰ προεῖπον. Διὰ δὲ τοῦ εἰπεῖν, “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,” δείκνυσιν ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά· καὶ τοῖς μὲν Ἰουδαίοις τὸν φόβον, τοῖς δὲ μαθηταῖς τὸν πόθον ἐξάπτων, ταῦτα ἔλεγε. Διὸ καὶ τὸ “τεκνία” προσέθηκεν, ἵνα μὴ νομίσωσι καὶ πρὸς αὐτοὺς ὥσπερ πρὸς τοὺς ᾿Ιουδαίους ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον.
What does "in him" mean? It means that he will glorify him through himself, not through another. And "immediately" means at the very moment of the cross, when the sun was turned away, and the rocks were split, and the veil was torn, and all the other wonders took place. And not even a long time after the resurrection had passed before he was glorified more fully. For forty days passed, and the supply of the Holy Spirit came, and all proclaimed it. But since they were soon to face sorrows, he begins from that point to say these things to them, so that they might keep them in memory. For he says, "Little children, yet a little while I am with you; you will seek me." And this contributed greatly to the glory of Christ—that they knew these things clearly, being reminded that they had long ago heard them from him. And "just as I said to the Jews, where I am going," and what follows, this signifies that I am not now saying these things because of the onset of troubles, but I foretold them from the beginning. And by saying, "where I am going, you cannot come," he shows that his death is a departure and a better transfer to a place that does not receive corruptible bodies; and kindling fear in the Jews and longing in the disciples, he said these things. Therefore he also added "little children," so that they might not think that what was said had been spoken to them in the same way as to the Jews.
Καὶ ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ἐν τούτοις ὡς ἐρήμους μέλλοντας ἔσεσθαι παραμυθεῖται αὐτοὺς, τὴν πάντων ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς τὴν ἀγάπην, λέγων, “ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” ὡσανεὶ ἔλεγεν, ἀλγεῖτε ἀπιόντος, ἀλλ’ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυροί. Τὸ δὲ, “καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς “ἀγαπᾶτε ἀλλήλους,” δηλοῖ, ὅτι ὥσπερ ἐγὼ, φησὶν, οὐ προυπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἐπέδωκα τὸν θάνατον, ἀλλ’ αὐτὸς κατῆρξα, οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς τὰ θαύματα ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει λέγων, “ἐν “τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε “ἀλλήλους.” Τοῦτο γάρ ἐστι μάλιστα τὸ δεικνύον ἀνθρώπους ἁγίους· πολλοὶ γὰρ θαύματα ποιήσαντες μέλλουσιν ἀκούειν παρὰ τοῦ Χριστοῦ, “οὐκ οἶδα ὑμᾶς.” Τίνος ἕνεκεν εἶπεν αὐτῷ ὁ Πέτρος, “Κύριε, Κύριε, ποῦ ὑπάγεις;” οὐ τοσοῦτον μαθεῖν βουλόμενος ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Διὸ καὶ ἀκούσας ὅτι “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι” καἰ τὰ ἑξῆς. Οὕτως ἐπείγεται ὡς εἰπεῖν, ἄρτι τὴν ψυχήν μου ὑπέρ σου θήσω· τοῦτο δὲ εἶπε τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος·
And since it was likely that they would fall into confusion, in these words he comforts them, as those who were about to be left desolate, wrapping them round with love, the root and safeguard of all good things, saying, "A new commandment I give to you, that you love one another," as if he were saying, you grieve because I am departing, but if you love one another, you will be strong. And the words, "just as I have loved you, that you also love one another," make clear that, just as I, he says, did not give over death to you as a debt owed for good deeds you had previously accomplished, but I myself took the initiative, so also you must do good to your dearest ones, and not as those who are owed a debt. And leaving aside the wonders that they were going to perform, he marks them out by love, saying, "By this all will know that you are my disciples, if you love one another." For this is especially what shows men to be holy; for many who have performed wonders will hear from Christ, "I do not know you."
For what reason did Peter say to him, "Lord, Lord, where are you going?" Not so much desiring to learn as longing to follow. Therefore also, having heard that "where I am going, you cannot follow me now," and the rest. He is so eager, one might say, as to say, I will lay down my life for you right now; and he said this desiring to reach the utmost heights.
ἤκουσε γὰρ τοῦ Κυρίου λέγοντος, “ὅτι μείζονα ταύτης “ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ τις ὑπὲρ τῶν φίλων αὐτοῦ.” Ὁ δὲ Χριστὸς δεικνὺς αὐτῷ ὅτι αὐτοῦ μόνου ἐστὶ, καὶ οὐκ ἀνθρώπου τινὸς, τὰ τοιαῦτα μετὰ αὐθεντείας ἀπαγγέλλεσθαι, φησὶ πρὸς αὐτὸν, “πρὶν ἀλέκτωρ φωνήσει, τρὶς ἀπαρνήσει με,” τοῦτ’ ἔστι νῦν, οὐ γὰρ ἦν πολὺ τὸ διάστημα, ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα· τὴν μὲν γὰρ ἀγάπην ἀπεδέξατο τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει, γυμνῶν αὐτὸν τῆς ἄνωθεν βοηθείας. Εἰ γὰρ ἀγαπᾷς, φησὶν, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι· εἶπόν σοι, οὐ δύνασαι, ἔδει σε ἐκ τούτου πεισθῆναι. Ἐπειδὴ δὲ οὐ θέλεις, ἀλλὰ φιλονεικεῖς, διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω. Ἀμμωνίου πρεσβυτέρου. Μηδεὶς λεγέτω ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν
αὐτῷ, ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ’ ὅπερ ἤμελλε πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς Θεός· οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ’ ἐξ ἀσθενείας. Ἀπιστήσας πῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. Εἶπε δὲ αὐτοῖς, “μὴ “ταρασσέσθω ὑμῶν ἡ καρδία,” τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα ἐγίγνωσκεν, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἢν αὐτοὺς ἀκούσαντας περὶ Πέτρου ταράσσεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ ἀλέκτορος τρὶς ἔμελλεν ἀπαρνήσεσθαι, μὴ μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν.
For he had heard the Lord saying, "Greater love than this no one has, that one lay down his life for his friends." But Christ, showing him that it belongs to him alone, and not to any man, to declare such things with authority, says to him, "Before the rooster crows, you will deny me three times," that is, now; for the interval was not long, since he was speaking in the dead of night, and the first and second watch had already passed. For he accepted Peter's love, but cuts off the contradiction born from it, exposing him as lacking the help from above. For if you love, he says, you ought to obey the one you love; I told you, you are not able; you should have been persuaded by this. But since you are unwilling, and rather contend stubbornly, through the denial you will know clearly that what I say cannot fail to come to pass. Of Ammonius the presbyter. Let no one say that Peter denied for this reason, because Christ said it; for he did not impose necessity on him, so that he would come to denial, but what was altogether going to happen, he foretells to the disciple as God; and the denial did not come from an unbelieving soul, but from weakness. Just as Peter, disbelieving, questions what was said, so also he promises to die for him. And he said to them, "Let not your heart be troubled," displaying the power of his divinity, that he knew the things they held in their soul, and at the same time comforting them. For it was likely that they were troubled upon hearing about Peter. For if the chief and so fervent one was going to deny three times before the rooster crowed, it was likely that they expected to undergo no small crisis.
Τί ἐστι “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε;” πάντα φησὶ παρελθεῖν δεῖται τὰ δεινά. Ἡ γὰρ εἰς τὸν γεγεννηκότα καὶ εἰς ἐμὲ πίστις δυνατωτέρα τυγχάνει τῶν ἐπιόντων, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Ἵνα δὲ μὴ νομίσωσι τῷ Πέτρῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, τὸ ἀκολουθήσεις ὕστερον ὑποφαίνει καὶ τοῦτο τοῖς ταύτην τὴν ἐλπίδα λέγειν “ἐν τῇ οἰκίᾳ τοῦ Πατρός “μου μοναὶ πολλαί εἰσι” καὶ τὰ ἑξῆς, τουτέστι καὶ ὑμᾶς ὁ χῶρος ὁ αὐτὸς ὑποδέξεται ὁ καὶ τὸν Πέτρον· ἀφθονίαν γὰρ ἐστὶ καταγωγίων ἐκεῖ, ὥστε χρὴ θαρρεῖν ὑπὸ τούτου· τοσαύτη γὰρ, φησὶν, ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἃν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. Καὶ ἐπειδὴ συνεῖδεν αὐτῶν ζητοῦσαν τὴν ψυχὴν μαθεῖν τοῦτο ὅπερ εἶπεν, “ἵνα ὅπου εἰμὶ, καὶ ὑμεῖς ἦτε,” δίδωσιν αὐτοῖς τοῦ ἐρωτῆσαι πρόφασιν, λέγων, “καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν “ὁδὸν οἴδατε.” Διὸ καὶ ὁ Θωμᾶς λέγει αὐτῷ ”Κύριε, οὐκ “οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” καὶ ὁ μὲν Πέτρος ἀπὸ φιλοστοργίας τὸ ποῦ ὑπάγεις εἰπε, Θωμᾶς δὲ ἀπὸ δειλίας. Τί οὖν ὁ Χριστός; “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή·” ὁδὸς μὲν, ὅτι δι’ ἐμοῦ ἔρχεσθε πρὸς τὸν Πατέρα, καὶ οὐ δεηθήσεσθε χειραγωγοῦντος ἑτέρου· ἀλήθεια δὲ, ὅτι οὐδὲν πη ἐμοῦ ψεῦδος, ζωὴ δὲ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν· κἂν γὰρ ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων·
What is "You believe in God, and you believe in me"? He says that all terrible things must pass away. For faith in the one who begot and in me proves stronger than the things that are coming, and it will allow none of the difficulties to prevail. But so that they might not think the promise had been given to Peter alone, he later hints at "you will follow" and also this, to those who speak this hope: "In my Father's house there are many mansions," and what follows—that is, the same place that receives Peter will also receive you; for there is abundance of lodging there, so that one must take courage from this. For so great, he says, is the earnestness I have shown for this matter, that I would already have been there, if it had not long ago been prepared for you. And since he perceived that their soul sought to learn this very thing he had said, "that where I am, you also may be," he gives them an occasion to ask, saying, "And where I am going, you know, and you know the way." Therefore Thomas also says to him, "Lord, we do not know where you are going, and how can we know the way?" And Peter said "where you are going" out of affection, but Thomas out of cowardice. What then does Christ say? "I am the way and the truth and the life." The way, because through me you come to the Father, and you will not need another to lead you by the hand; the truth, because there is no falsehood in me at all; the life, because not even death itself will be able to prevent you from coming; for even if you die, you will obtain what has been spoken.
ΚΕΦ. ΙΖ.
Περὶ τοῦ παρακλήτου. Δεῖξαι δὲ θέλων τὸ ἰσοστάσιον τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρὸς ἐξουσίας, ἐπήγαγεν, “οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ “δι’ ἐμοῦ.” Ἐγὼ γάρ εἰμι, φησὶ, κύριος τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, ὡς ὁμοούσιος αὐτοῦ. Ἐπειδὴ δὲ ᾔδεσαν μὲν τὸν Πατέρα, οὐχ οὕτως δὲ ὡς ἐχρῆν, Θεὸν μὲν γὰρ ᾔδεσαν αὐτὸν, Πατέρα δὲ οὐδέπω· ὕστερον δὲ τὸ Ἅγιον Πνεῦμα ἐπελθὸν πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Διὰ τοῦτό φησιν, “εἰ ἐρώκειτέ με, καὶ “τὸν Πατέρα μου ἐγνώκειτε ἄν.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, εἰ ᾔδειτε ἐμὴν οὐσίαν, καὶ τοῦ Πατρὸς ᾔδειτε ἄν. Τὸ δὲ “ἀπάρτι “γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν,” τοῦτο δηλοῖ, ὅτι δι’ ἐμοῦ τὴν εἰς αὐτὸν ἐπίγνωσιν ἐσχήκατε. Ὄψιν λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Ὥσπερ γὰρ ὁ εἰπὼν, “ὤφθη ᾿Αγγέλοις,” οὐ περὶ τῆς οὐσίας αὐτῆς ἔφη, ἀλλ’ ὡς ἐκείνοις ἰδεῖν ᾗ δυνατόν· οὕτω καὶ ἐνταῦθα χρὴ λογίζεσθαι. Ἐπειδὴ δὲ ὁ Πέτρος προηρώτησε καὶ ὁ Θωμᾶς, καὶ οἱ ᾿Ιουδαῖοι, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ’ ἔτι ἠγνοεῖτο τὰ λεγόμενα, ἵνα μὴ δόξῃ πρὸς κορῆς εἶναι ὁ Φίλιππος, διὰ τοῦτο μετὰ τὸ εἰπεῖν αὐτὸν, “δεῖξον ἡμῖν τὸν Πατέρα,” ἐπήγαγε καὶ τὸ “ἀρκεῖ ἡμῖν·” ἐκεῖνος δὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἐβούλετο ἰδεῖν αὐτόν· ἀλλ’ ὁ Χριστὸς τοῦ τοιούτου φρονήματος ἐκκόπτων αὐτὸν, φησὶ, “τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς “με, Φίλιππε;” οὐκ εἶπεν, οὐκ εἶδές με, ἀλλ’ “οὐκ ἔγνωκάς με·” τοῦτο γάρ ἐστιν αὐτὸς, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱός. Διαιρῶν δὲ τὴν ὑπόστασιν λέγει, “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα.” Ὃ δὲ λέγει τοῦτό ἐστιν·
CHAPTER 17.
Concerning the Paraclete. Wishing to show the equality of his own authority with the Father's, he added, "No one comes to the Father except through me." For I am, he says, lord of leading to the Father, as being of one substance with him. But since they knew the Father, yet not as they ought—for they knew him as God, but not yet as Father—later the Holy Spirit, coming upon them, implanted in them all knowledge. Therefore he says, "If you had known me, you would have known my Father also." What he means is this: if you had known my essence, you would have known the Father's also. And "From now on you know him, and have seen him"—this shows that through me you have received the knowledge of him. He calls "sight" the knowledge that comes through the mind. For just as the one who said, "He was seen by angels," did not speak of his essence itself, but as it was possible for them to see—so here too one must reason. But since Peter had asked before, and Thomas, and the Jews, and no one learned anything clearly, but what was said was still unknown, so that Philip might not seem to be speaking out of turn, for this reason, after he said, "Show us the Father," he added also, "and it is enough for us." But that man wished to see him with bodily eyes; yet Christ, cutting off such a thought from him, says, "Have I been with you so long a time, and you have not known me, Philip?" He did not say, you have not seen me, but "you have not known me"; for this very thing is he, which the Father is, remaining Son. And distinguishing the person, he says, "He who has seen me has seen the Father." And what he says is this:
ἐπειδὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς βούλει ἰδεῖν τὸν Πατέρα, γίγνωσκε ὅτι οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν οὕτως ἰδεῖν· οὐδὲ γὰρ ἐμὲ αὐτὸν οἶδας, ὡς σὺ νομίζεις· σῶμα γὰρ περιβέβλημαι 1, καὶ τοῦτο θεωρεῖς. Εἰ γὰρ ἐμὲ εἶδες, ὡς εἰμὶ, τῇ θεότητι ἐν ἐμοὶ ἐκεῖνον ἔρως ἄν. Δεικνὺς δὲ τὸ ὁμοούσιον καὶ τὸ ἀπαράλλακτον μετὰ τῆς τῶν προσώπων διαιρέσεως ἐπήγαγε λέγων, “οὐ πιστεύεις ὅτι ἐγὼ ἐν i περιβέβηναι Cod.
“τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι,” καὶ τὰ ἑξῆς, καὶ ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδείκνυται λέγων, “ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ “μένων, αὐτὸς ποιεἴ τὰ ἔργα,” τουτέστι, ὅτι οὐκ ἀν’ ἄλλως ἄποιησε ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ. Ὅπερ δὲ μετὰ τὸ εἰπεῖν “πιστεύετέ μοι, ὅτι ἐγὼ έν τῷ Πατρὶ, καὶ ὸ Πατὴρ ἐν ἐμοι,” ἐπήγαγε λέγων, “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι,” τοῦτό ἐστιν, ὅτι ἔδει μὲν ὑμᾶς, φησὶν, ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν, εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγένειας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Διὰ δὲ τοῦ εἰπεῖν, “ὅτι μείζονα ὧν ἐγὼ ποιῶ ποιήσει ὁ “πιστεύων εἰς ἐμὲ,” δείκνυσιν ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα τούτων πολλῷ μείζονα. Ὁ γὰρ ἄλλοις παρέχων εἰς τὸ ποιεῖν, πρόδηλον ὅτι αὐτὸς μᾶλλον ἰσχύει ποιῆσαι. Εἰπὼν δὲ, ὅτι “πρὸς τὸν Πατέρα πορεύομαι,” ἐμφαίνει αὐτοῖς, ὅτι αὐτῶν ἐστι λοιπὸν τὸ θαυματουργεῖν, αὐτοῦ ἀπερχομένου. ᾿ΑΜΜΩΝÍOY. Ὡς τὸν Υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο, οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν Θεόν. Οὐδὲν, φησιν, ἕτερον ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὅπερ ἐστι μένων Υἰὸς.
Since you wish to see the Father with bodily eyes, know that it is possible to see neither me nor him in that way; for you do not even know me as I am, as you suppose; for I am clothed with a body, and this is what you see. For if you had seen me as I am, you would have seen him in me in my divinity. And showing the consubstantiality and the exact likeness together with the distinction of persons, he added, saying, "Do you not believe that I am in the Father, and the Father is in me," and what follows, and here too he indicates the same thing, saying, "The Father who dwells in me, he does the works," that is, that the Father did not act in one way and I in another. And what he added after saying, "Believe me, that I am in the Father, and the Father in me," saying, "But if not, believe me for the works themselves," this is, that you ought, he says, on hearing Father and Son, to seek nothing else for the demonstration of their kinship in essence. But if this is not sufficient for you to show the equality of honor and consubstantiality, then learn from the works. And by saying, "that the one who believes in me will do greater works than I do," he shows that he is able not only for these things, but also for others far greater than these. For one who grants to others the power to do, it is evident that he himself is all the more able to do. And having said, "I am going to the Father," he makes clear to them that the working of wonders now belongs to them, since he is departing. AMMONIUS. As one who knew the Son accurately, he said this, supposing that perhaps he could see God with visible eyes. The Son, he says, is nothing other than what he is, remaining Son.
Εἰ γὰρ καὶ ὡς ἔτυχε, λέγεις, ὦ Φίλιππε, ὅτι σε οἶδα, ὁ Υἱὸς εἶ, ἀλλ’ οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, μένων πάλιν Υἰὸς ὤν. ΘΕΟΛΩΡΟΥ ῾ΗΡΑΚΛΕÍΑΣ Ὁ μὲν γὰρ ὀφθαλμὸς ὁρῶν οὐ πολλοῦ χρόνου δεῖται πρὸς τὴν τοῦ τυγχάνοντος θέαν· ὁ δὲ νοητὸς k γνῶναι βουλόμενος, χρόνου δεῖται οὐκ ὀλίγου, καὶ πολλῆς τῆς σκέψεως πρὸς τὴν τοῦ ἀσωμάτου κατάληψιν· ἐχρῆν οὐ δή πω l καὶ τὸν Φίλιππον πολλῷ τῷ παρελθόντι χρόνῳ τὰς δυνάμεις τοῦ Κυρίου θεωρήσαντα ἐγκαταλήψει ἤδη ὑπάρχειν, καὶ σαφῶς ἐγνωκέναι τὴν θεότητα τοῦ Κυρίου· προσδιδάξας τοιγαροῦν, ὅτι τῆς ψυχῆς τὴν γνῶσιν ἐπιζητεῖ, ἀκολούθως ἐπισυνῆψε περὶ τῆς ὁράσεως, ὅτε ὑποπτεύεσθαι ἐδύνατο σωματικὴν ὅρασιν ἐπιζητεῖν λέγων, “ὁ “ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” ἐξ οὗ παρίσταται, ὅτι τὴν κατὰ διάνοιαν ὅρασιν ἔλεγεν. k νοητὸς Cod. 1 Leg. vid. οὖν δήπου.
Ἀπολιναρίου. Ποιεῖ Χριστὸς ὅσα αἰτοῦσιν εἴρηκε γὰρ ὅτι “ποιήσω, ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου.” ἴδιον δὲ αὐτοῦ τὸ ἔργον ἐνδείκνυται, ἐν τούτῳ δοξάζεσθαι, φησὶν, ἐν ἑαυτῷ τὸν Πατέρα, αὐτοῦ μὲν ἐργαζομένου, τοῦ δὲ Πατρὸς διὰ τῆς τοῦ Υἱοῦ ἐνεργείας ἐκφαινομένου· οὐ γὰρ ἐστὶν ἑτέρα πρὸς ἁτέρα εἴσοδος, ἣ δι’ Υἰοῦ, οὔτε πάλαι, οὔτε νῦν, οὔτε αὐθις, ἀλλ’ οἰκειότερον ἡ διὰ Υἱοῦ εἴσοδος ἔσχηκε δὲ νῦν, ὅτι πλησιέστερον ἡμῖν καθέστη σαρκωθείς. Ὅπερ δὲ λέγει αὐτοῖς “ὅτι ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου,” καὶ τὰ ἑξῆς, τοῦτό ἐστιν, ὅπερ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἔλεγον, “ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει,” καὶ τὰ ἄλλα σημεῖα ἅπερ ἐποίησαν αὐτοῦ συνεργοῦντος.
For even if, as it happened, you say, Philip, that you know me, that I am the Son, yet you have not recognized me, that having the whole Father in myself, I remain again being the Son. THEODORE OF HERACLEA. For the eye that sees does not need much time for the sight of what is present; but the intellectual faculty that wishes to know needs no little time, and much examination for the comprehension of the incorporeal; Philip ought already, by the long time past in which he had observed the powers of the Lord, to have attained comprehension, and to have clearly known the divinity of the Lord. Having therefore further taught that he seeks the knowledge of the soul, he accordingly added what concerns sight, when it could be suspected that he was seeking bodily sight by saying, "He who has seen me has seen the Father," from which it is established that he was speaking of sight according to the mind.
APOLLINARIUS. Christ does whatever they ask; for he has said, "I will do whatever you ask in my name." And he shows his own work to be this: that the Father is glorified, he says, in himself—he himself working, and the Father being manifested through the operation of the Son. For there is no other entrance to one another except through the Son, neither formerly, nor now, nor again hereafter; but more properly the entrance through the Son has now become so, because he has come nearer to us by becoming flesh. And what he says to them, "that if you ask in my name," and the rest, is this very thing that the Apostles afterwards said, "In the name of Jesus Christ, rise and walk," and the other signs which they performed with him working together.
Δεύτερον δὲ “ὅτι ἐὰν αἰτήσητε,” καὶ τὰ ἑξῆς, λέγει αὐτοῖς βεβαιῶν τὸν λόγον τὸν ἑαυτοῦ, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοὺς τῇ θλιψεῖ συνεχομένους· ἵνα δὲ μὴ νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγε τὸ, “ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε,” ἀξιοπιστότερον δὲ τὸν λόγον ποιῆσαι βουλόμενος, συγκαταβάσεως λόγους φθέγγεται λέγων, “ἐρωτήσω τὸν Πατέρα· διὰ δὲ τοῦ εἰπεῖν “καὶ ἄλλον Παράκλητον” καταισχύνει τοὺς τὰ Σαβελλίου νοσοῦντας, καὶ τοὺς περὶ τοῦ Ἁγίου Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντας· μιᾷ γὰρ πληγῇ τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις κατήνεγκε· τὸ μὲν γὰρ εἰπεῖν “ἄλλον,” δείκνυσι τῆς ὑποστάσεως διαφοράν· τὸ δὲ εἰπεῖν “Παράκλητον,” τῆς οὐσίας τὴν συγγένειαν· Εἰπὼν δὲ, “ἴνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, ἐσήμανεν, ὄτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τῶν ἀξιῶν αὐτοῦ. Ἵνα δὲ μὴ ἀκούσαντες “ἄλλον Παράκλητον” πάλιν σάρκωσιν ἑτέραν ὑποπτεύσωσι, τοῦτο διορθούμενος φησὶν, “ὁ δὲ κόσμος οὐ δύναται,” φησὶ, “λαβεῖν,” καὶ τὰ ἑξῆς. Θεωρίαν δὲ ἐνταῦθα τὴν γνῶσιν ἔλεγεν· ἐπήγαγεν οὖν “οὐδὲ “γιγνώσκει αὐτό·” οὐδὲ γὰρ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτην ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησίν. Τὸ δὲ, “παρ ὑμῖν μένει, καὶ ἐν ὑμῖν έστι,” δηλοἵ, ὅτι οὐχ
Second, “that if you ask,” and what follows, he says to them, confirming his own word, and at the same time consoling them who were held fast by affliction. But so that they might not think that the request prevails simply, he added, “if you love me, keep my commandments.” And wishing to make the word more credible, he utters words of condescension, saying, “I will ask the Father.” And by saying “another Paraclete,” he puts to shame those infected with the disease of Sabellius, and those who do not hold the proper opinion concerning the Holy Spirit. For with one blow he brought down the heresies that stand diametrically opposed. For the word “another” shows the difference of person; and the word “Paraclete” shows the kinship of essence. And having said, “that he may remain with you forever,” he indicated that not even after the end does he depart from those worthy of him. But so that, having heard “another Paraclete,” they might not again suspect another incarnation, correcting this he says, “but the world cannot,” he says, “receive,” and what follows. And here he called contemplation knowledge; therefore he added, “nor does it know him.” For not even in the case of precise knowledge does he speak of contemplation. For since sight is clearer than the senses, through it he always presents precise knowledge. And here he calls the wicked “world.” And the phrase, “he remains with you, and is in you,” makes clear that not
οὕτω φησὶν, ὑμῖν συνέσται ὥσπερ ἐγὼ, ἀλλ’ ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς. Χρὴ δὲ σκοπῆσαι πόσοις ἐπῇρε τὸν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου λόγον. Εἶπεν ὅτι ἄλλος ἐγώ ἐστιν, εἶπεν ὅτι οὐκ ἀφήσει ὑμᾶς, εἶπεν ὅτι πρὸς ὑμᾶς μόνον ἔρχεται. Ὥσπερ οὖν ἐγὼ, εἶπεν ὅτι ἐν ὑμῖν μένει. ᾿Αλλ᾿ οὐδὲ οὕτως τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν, αὐτὸν γὰρ ἐζήτουν ἔτι. Διὸ τοῦτο θεραπεύων ἐπήγαγε λέγων, “οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·” οὐδὲ τοῦτο εἶπον, φησὶν, ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ἐγὼ ὑμῶν εἰς τέλος ἀπανιστάμενος καὶ οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ ἐγὼ αὐτὸς “ἔρχομαι πρὸς ὑμᾶς,” ὅπερ μάλιστα ἐζήτουν. Ἐπειδὴ δὲ εἴρηκεν ὅτι “ἔρχομαι πρὸς ὑμᾶς,” ἵνα μὴ παρουσίαν πάλιν τοιαύτην επιζητῶσιν οἵαν καὶ πρότερον. Διὰ τοῦτο ἐπήγαγε λέγων, “ἔτι μικρὸν “καιρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με,” ὡσανεὶ ἔλεγεν, ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον. Εἰπὼν δὲ ὅτι “ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε,” οὐχὶ τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν λέγει ζωήν. Τὸ δὲ, “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ “γνώσεσθε,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ὅταν ἀναστῶ, φησὶ, γνώσεσθε, ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ’ ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνακηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ’ ἐμοῦ γενομένην. συγκαταβαίνων δὲ πάλιν τοῖς ῥήμασι, φησὶ, “καθὼς ἀπέστειλέ με ὁ “Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς.” Εἰ γὰρ μὴ τοῦτο οὕτως ἐκλαβώμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ Ἀπόστολοι τοῦ Χριστοῦ.
Thus, he says, he will be with you as I am, but he will dwell in your very souls. But one must consider by how many things he elevated the discourse concerning the Holy Spirit. He said that he is another I; he said that he will not leave you; he said that he comes to you alone. Just as I, he said, remain in you. But not even in this way did he cast out their despondency, for they were still seeking him. Therefore, healing this, he added, saying, "I will not leave you orphans." Not even this, he says, did I say—that I am sending another Paraclete, as though I myself were departing from you completely and would no longer see you. For I myself "am coming to you," which is what they especially sought. But since he had said, "I am coming to you," it was so that they might not again seek a presence of the same kind as before. For this reason he added, saying, "Yet a little while and the world no longer sees me; but you see me," as if he were saying, I am indeed coming to you, yet not in the same way as before. And having said, "I live and you shall live," he speaks not of the present life but of the life to come. And the phrase, "in that day you will know," and what follows, makes clear that when I have risen, he says, you will know that I am not separated from the Father, but have the same power, and that I am with you continually, the events proclaiming the help that has come to you from me. And condescending again to their words, he says, "Just as the Father sent me, I also send you." For if we do not understand this in that way, the Apostles will not have been distinguished from Christ at all.
Τί ἐστιν “ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός “ἐστιν ὁ ἀγαπῶν με;” ὅτι οὐκ ἀρκεῖ τὸ ἐχόμενον, ἀλλὰ καὶ φυλακῆς ἡμῖν δεῖ τούτων ἀκριβοῦς. Τὸ δὲ ἔπαθλον ὅσον ἔσται ἐπήγαγε λέγων, “ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός “μου” καὶ τὰ ἑξῆς. Ἀμμωνίου πρεσβυτέρου. Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρήμους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστασιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς “τεκνία,” μέλλων ἀπιέναι, εἶπεν “ὀρφανούς.” Ὅτι ἤμελλε μόνοις αὐτοῖς ὠφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπε “μικρόν.” μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας, μικρὸν γὰρ Θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ Πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ
τὰ τοῦ κόσμου ἀγαπῶντες. Ἀρραβὼν τῆς μελλούσης ζωῆς ἔχετε λαβεῖν, ἐστιν ἡ ἐμὴ ἀνάστασις. Θεοδώρου Μομωουεστίασ. τότε ἀπ’ αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὅτι ἀληθῆ τὰ παρ’ ἐμοῦ λεγόμενα. περὶ ὧν δὲ νῦν ἀμφιβάλλειν ἔτι δοκεῖτε, καὶ ὅτι ἐγὼ μὲν ἐν τῷ Πατρὶ, διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ συναφείας, ὑμεῖς δὲ ἐν ἐμοὶ, διὰ τῆς εἰς ἐμὲ πίστεως τε καὶ ἀγάπης· ἔτι δὲ τῆς τοῦ Πνεύματος δόσεως τὴν πρὸς ἐμὲ κοινωνίαν λαμβάνοντες· κἀγὼ δὲ ἐν ὑμῖν ὡς εἰκός. Ἡ γὰρ συνάφεια τοῦτο παρασκευάζει, ὥστε ἀναγεννηθέντων ὑμῶν τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἐν τάξει μοι σώματος γενομένων, καὶ κεφαλῆς χώραν ὑμῖν ἐπέχειν ἐπ’ ἐμέ. Κυρίλλου. Τουτέστιν ὁ πίστει καὶ πράξει διαφανεὶς, τὸν δὴ τοιοῦτον ἀγαπήσει μὲν ὁ Πατὴρ, ἀγαπήσει δὲ οὐδὲν ἦττον αὐτὸς ὁ Υἱός. Ὥσπερ γάρ ἐστιν ὁμοούσιος, οὕτω καὶ συνθελητὴς τῷ ἰδίῳ γεννήτορι. Ἀμμωνίου.
What is "the one who has my commandments and keeps them, he it is who loves me?" Because it is not enough to have them, but we also need careful observance of them. And how great the reward will be, he added, saying, "But the one who loves me will be loved by my Father," and the rest. Of Ammonius the elder. He never left them bereft of his providence, but he appeared to them even after the resurrection. Since when he came he called them "little children," when he was about to depart he spoke of them as "orphans." Because he was about to appear after the resurrection to them alone, he said to all, "a little while." He means a short time until the second coming, for even a long time is short to God. But you, the saints, through the indwelling of the Spirit will know me—not, however, those who love the things of the world. You have to receive the pledge of the life to come; my resurrection is that pledge. Of Theodore of Mompsuestia. Then you will learn from the facts themselves that what I say is true. And concerning the things about which you now seem still to doubt, and that I am in the Father, through the likeness and union with him, and you are in me, through faith and love toward me; and further, receiving communion with me through the gift of the Spirit; and I am in you, as is fitting. For this union brings it about that, when you have been regenerated by the power of the Spirit and have become as a body arranged under me, I also hold the place of head over you. Of Cyril. That is, the one who is distinguished in faith and action—such a person the Father will love, and the Son himself will love no less. For just as he is of one substance, so also is he of one will with his own Begetter. Of Ammonius.
Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες γνώσονται· “νῦν γὰρ ἐκ μέρους γιγνώσκομεν,” ὅτι πολλοῖς κρατηθεὶς ὁ Ἀπόστολος Ἰούδας φησιν, “Κύριε, καὶ τι γέγονεν, ὅτι ἡμῖν “μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;” καὶ γὰρ ἐνόμιζεν ὅτι ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν κατ’ ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Διὸ ἵνα μὴ τοῦτο μέχρι πολλοῦ νομίζωσι, λέγει αὐτοῖς, “ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ “μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν “παρ’ αὐτῷ ποιήσομεν,” μονονουχὶ λέγων, ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγὼ ἐν ἀληθείᾳ, καὶ οὐ κατὰ φαντασίαν, ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ’ οὐδὲ τὸν Πατέρα ἀγαπᾷ, ὁ μὴ τούτῳ μου πιστεύων τῷ λόγῳ· τὸ γὰρ αὐτὸ ἐμφαίνει, καὶ ὅπερ ἐπήγαγε λέγων, ὅτι ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ, τοῦτό ἐστιν, οὓς εἶπον, ὅτι ἐκ νεκρῶν ἐν ἀληθείᾳ ἐγείρομαι. Ταῦτα δὲ πάντα συνεχῶς λέγει, ἵνα μὴ μετὰ τὴν ἀνάστασιν φάντασμα αὐτὸν εἶναι νομίσωσιν. Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες αὐτὸν, τοῦτο ἐνόμισαν, τι ἂν οὐχ ὑπώπτευσαν ἃν, θεασάμενοι αὐτὸν ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ σταυρούμενον καὶ θαπτόμενον; Ἐν δὲ τῷ εἰπεῖν, “ὁ λόγος ὃν ἠκούσατε, οὐκ ἔστιν “ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός μου Πατρὸς,” δείκνυσιν ὅτι οὐδὲν
After the resurrection, those who believe rightly will know; "for now we know in part," because the Apostle Judas, overcome by many things, says, "Lord, and what has happened, that you are about to manifest yourself to us, and not to the world?" For he thought that just as we see the dead in a dream, so also he was about to be seen. Therefore, so that they might not think this for long, he says to them, "If anyone loves me, he will keep my word, and my Father will love him, and we will come to him, and make our dwelling with him," almost saying, just as the Father manifests himself, so also I do in truth, and not in appearance, so that not only does he not love me, but he does not love the Father either, who does not believe this word of mine; for it signifies the same thing, and what he added saying, that the one who does not love me does not keep my words, this is what I said, that I am raised from the dead in truth. And he says all these things continually, so that after the resurrection they might not think him to be a phantom. For if, when they saw him on the waters, they thought this, what would they not have suspected, having seen him risen, whom they saw seized and crucified and buried? And in saying, "The word which you heard is not mine, but of the Father who sent me," he shows that nothing
ἔξω τοῦ Πατρὸς φθέγγεται, οὐδὲ ἴδιόν τι παρὰ τὸ δοκοῦν ἐκείνω. Θεοδώρου Ἡρακλείασ Ἀπολιναρίου καὶ Κυρίλλου. ᾿Εβούλετο ἐκεῖνος διὰ τὴν προσοῦσαν φιλανθρωπίαν μὴ μόνον τοῖς μαθηταῖς τὴν ἐκ τῆς ἐπιφανείας ὑπάρξαι ὠφέλειαν, ἀλλ’ ὁμοῦ, εἰ οἷόν τε ἦν, παντὶ τῷ κόσμῳ. ὁ δέ γε Σωτῆρ’ βουλόμενος δεῖξαι, ὅτι οὐ πάντων ἐστὶ καταξιοῦσθαι τῶν τοιούτων, διὰ τῆς ἀποκρίσεως παρίστησιν, ὡς μόνοι οἱ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς, ἄξιοι φανήσονται τῆς τε αὐτοῦ ἐπιφανείας καὶ τῆς τοῦ Πατρὸς ἀγάπης. Ὁ δὲ μὴ πιστεύων, μηδὲ τηρῶν αὐτοῦ τοὺς λόγους, ἀλλότριος παντελῶς τῆς ἀγάπης αὐτοῦ καθέστηκε. τὸν δὲ λόγον τῆς διδασκαλίας οὐκ ἴδιον, ἀλλὰ τοῦ πέμψαντος αὐτὸν Πατρὸς εἶναι εἰρηκὼς, σαφῶς δὲ ἐκ τούτου τὸ διάφορον τῶν προσώπων ὑπέδειξεν. Ἀμμωνίου Πρεσβυτέρου. Διδάσκει ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὣν τηροῦσι τὰς ἐντολάς. Ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστι φυσικῶς, ἡμῖν δὲ σχετικῶς· καὶ ὅταν ἀκούσωμεν ἕνωσιν Πατρὸς καὶ Υἱοῦ, τὴν φυσικὴν νοοῦμεν, ὅταν ἕνωσιν Θεοῦ καὶ ἀνθρώπων σχετικὴν νοοῦμεν τὴν ἐκ πίστεως προσγινομένην τοῖς ἁγίοις, καὶ τοῖς ἀπὸ τῆς τοῦ Πατρὸς μετοχῆς κοινωνίαν. “Ταῦτα δὲ λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων,” φησι, ταῦτα, ποία; ἅπερ ἀσαφῆ αὐτοῖς ἐφαίνετο τέως. Διὸ καὶ ἐπήγαγεν, “ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ “Πατὴρ” καὶ τὰ ἑξῆς, τουτέστι, σαφὴς ἔσται διδάσκαλος ὑμῶν.
He speaks outside of the Father, nor does he say anything of his own apart from what seems good to him. From Theodore of Heraclea, Apollinarius, and Cyril. That one, because of his inherent love for humanity, willed that the benefit arising from the manifestation should belong not only to the disciples but, if possible, to the whole world at once. But the Savior, wishing to show that not all are worthy to obtain such things, sets forth through his answer that only those who keep his commandments will appear worthy of his manifestation and of the Father's love. But the one who does not believe, nor keeps his words, is shown to be utterly estranged from his love. And having said that the word of his teaching is not his own but belongs to the Father who sent him, he clearly indicated by this the distinction of the persons. From Ammonius the Elder. He teaches that the illumination will be for the disciples alone, exceptionally and beyond reason, for which they keep the commandments. The Father is in the Son naturally, but in us relationally; and when we hear of the union of Father and Son, we understand the natural union, but when we understand the union of God and humans, we understand the relational union that comes from faith to the saints, and the communion from participation in the Father. "These things I have spoken to you, while remaining with you," he says—these things, what sort? The very things that seemed unclear to them up to that point. Therefore he also added, "But the Paraclete, the Holy Spirit, whom the Father will send," and the rest, that is, he will be your clear teacher.
Ἐπειδὴ δὲ καὶ ταῦτα ἀκούοντες ἐταράσσοντο, ἐπήγαγε λέγων, “εἰρήνην ἀφίημι ὑμῖν,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι οὐδὲν βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύετε πρός με. “Οὐ γὰρ καθὼς ὁ κόσμος δίδωσι,” φησὶν, “ἐγὼ δί- “δωμι ὑμῖν,” ἐκείνη μὲν γὰρ καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος. Ἐγὼ δὲ δίδωμι τοιαύτην, ἥτις ὑμᾶς ἰσχυροτάτους ποιεῖ. Αὕτη δέ ἐστιν, ἵνα μετ’ ἀλλήλων εἰρηνεύητε· ἀλλ’ ἐπειδὴ πάλιν ἀναχωροῦντος ἦν, καὶ ἱκανὸν αὐτοὺς συγχεῖν, διὰ τοῦτό φησι, “μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω·” ὅθεν
χρὴ σκοπεῖν ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον· Ποῖαν χαρὰν ἔμελλε φέρειν αὐτοῖς ὅτι εἶπεν, “ἐχάρητε ἃν, “ὅτι πορεύομαι πρὸς τὸν Πατέρα,” ἢ ποίαν παραμυθίαν; τὴν τῆς ἀναστάσεως τελείαν πληροφορίαν· οὐδέπω γὰρ περὶ ταύτης ᾔδεσαν ἀκριβῶς, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· διὸ καὶ πρὸς ὅπερ ἐνόμιζον ἐκεῖνοι τὸν Πατέρα μέγαν εἶναι, συγκαταβαίνων ἐγήγαγε λέγων, “ὁ Πατήρ μου μείζων μοῦ ἐστι,” ὅπως τοῦτο νομίζοντες καὶ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα τὸν δυνατὸν ἀπέρχεται, τὸν λῦσαι πάντα δεινὰ ἰσχύοντα, παραμυθίαν ἐντεῦθεν λάβωσι. Τίνα λέγει “ἄρχοντα κόσμου;” τὸν διάβολον, διὰ τὸ τῶν πονηρῶν ἄρχειν ἀνθρώπων. οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἀνέτρεψεν ἂν ἅπαντα καὶ κατέβαλεν· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ. Οὗτος οὖν, φησὶν, “ἐν ἐμοὶ ἔχει οὐδέν.” Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, ἀλλὰ δι’ οἰκείαν φιλανθρωπίαν ὑπομένω αὐτὸν, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν Πατέρα.
But since they were troubled even at hearing these things, he added, saying, "Peace I leave with you," and what follows, almost saying that you suffer no harm from the world's turmoil, as long as you are at peace with me. "For not as the world gives," he says, "do I give to you," for that peace often comes even for harm and is unprofitable. But I give such a peace as makes you strongest. And this is it, that you be at peace with one another. But since he was again about to depart, and this was enough to confound them, for this reason he says, "Let not your heart be troubled, neither let it be afraid." Whence one must observe that they were affected partly by affection, partly by fear. What joy was it going to bring them that he said, "You would have rejoiced, because I go to the Father," or what consolation? The perfect assurance of the resurrection; for they did not yet know accurately about this, nor did they have the opinion about him that they ought. Therefore, condescending to what those men thought the Father to be—great—he added, saying, "My Father is greater than I," so that, thinking this and hearing that he departs to the Father, the one able to loose all terrors, they might receive consolation from this. Whom does he call "ruler of the world"? The devil, because of his ruling over wicked men. For he does not rule heaven and earth, since he would have overturned and cast down everything; but he rules over those who hand themselves over to him. This one, then, he says, "has nothing in me." For not being liable to death, but through his own love for humanity I endure him, and because of the love toward the Father.
Τοῦτο γὰρ σημαίνων ἐπήγαγεν, “ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα,” καὶ τὰ ἑξῆς. Ἀμμωνίου. Μὴ θορυβεῖσθε, ἀκούσαντες ὅτι μέλλω πολὺ γὰρ ἐκ τούτου κέρδος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Θεοδώρου Ἡρακλείασ. Αὕτη συνάπτει μὲν τοὺς ἐν ἕξει αὐτῆς γινομένους τῷ Πατρὶ, τῶν δὲ ἁγίων ἓν τὸ φρόνημα ἀπεργάζεται· οὐ μόνον δὲ πάντας κοινῇ πρὸς ἀλλήλους συνάπτει, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον ἑαυτῷ σύμφωνον ἀποτελεῖ. Ἐπειδὴ γὰρ, οἶμαι, ἡ ἀνθρωπίνη φύσις ἐξ ἐπιβουλῆς τοῦ ἐναντίου πρὸς ἑαυτὴν διέστη τὸ πρὶν, καὶ ὥσπερ ἐμφύλιον πόλεμον εἰς ἑαυτὴν ἐδέξατο τοῦ πονήρου ἐπαναστήσαντος τὸ χεῖρον τῳ κρείττονι, καὶ επιτειχισαντος τὴν σάρκα τῷ Πνεύματι, ἐδεῖτο τῆς παρὰ τοῦ Κυρίου εἰρήνης, ὅπως ἡ ψυχὴ εὐήνιον πάλιν τὴν σάρκα καὶ πειθήνιον τὸ σῶμα ἀπολαβοῦσα, ἐμφυλίου στάσεως ἀπαλλαγῆναι δυνηθῇ. Ἀμμωνίου. Ἐπάνοδον λέγει τὸν καιρὸν τῆς ἀναστάσεως,
τὸ μείζονα εἶναι τὸν Πατέρα ποιεῖ αὐτὸν ἑτέρας οὐσίας, ὡς αἱρετικοί φασιν, ὅτι ἦν ἐπὶ γῆς ὡς ἄνθρωπος, μείζονα εἶπε τὸν Πατέρα. Τοῦτο διὰ τὸ φαινόμενον σῶμα λέγει, ἐπεὶ καθόλου Θεὸς, οὐδὲ ἧττον ἐστὶ τοῦ Πατρὸς, οὔτε εἰς οὐρανοὺς ἀνάγεται ὁ τὰ πάντα πληρῶν καὶ ἀχώριστος ὣν τοῦ Πατρός. Διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἀποθνήσκων ἑκὼν, ὅπερ οὐδὲν ἔχει βλάβος, ἐπεὶ οὐκ ἃν τοῦτο ἠβούλετο ὁ ἀγαπῶν αὐτὸν Πατήρ. Διὰ τί εἶπεν, “ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν;” ἀναπνεῦσαι διδῶν αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου·
For by this he signified and added, "that the world may know that I love the Father," and what follows. Of Ammonius. Do not be troubled, having heard that I am about to depart; for from this there is much gain. My peace I give to you. Of Theodore of Heraclea. This peace joins those who come to be in its possession to the Father, and makes the mind of the saints one; and not only does it join all together to one another, but it also renders each one individually in harmony with himself. For since, I think, human nature from the plot of the adversary was divided against itself beforehand, and as though it received civil war against itself when the wicked one stirred up the worse against the better, and fortified the flesh against the Spirit, it needed the peace from the Lord, so that the soul, receiving back the flesh as obedient to the rein and the body as submissive, might be able to be released from civil strife. Of Ammonius. He calls the time of the resurrection a return.
That the Father is greater makes him of another substance, as the heretics say, because he was on earth as a man, he said the Father is greater. This he says because of the visible body, since as God altogether, he is not less than the Father, nor is he who fills all things and is inseparable from the Father taken up into the heavens. Through love for God he dies willingly, which has no harm, since the Father who loves him would not have willed this. Why did he say, "Rise, let us go from here?" Giving them relief. For it was likely that they, being in a conspicuous place, were trembling and afraid both from the time and from the place.
καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ μηδὲν προσέχειν τοῖς λεγομένοις, ἀλλ’ ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους. Ἐπεὶ οὖν ὡς αὐτίκα μάλα ἁλωσόμενοι ἐθορυβοῦντο, ἄγει αὐτοὺς εἰς ἕτερον τόπον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούσωσι· καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. Τρηγορίου Ναζιάνζου. Διεγείρει αὐτοὺς μεταστῆναι ἀπὸ γῆς εἰς οὐρανὸν, τὸ πᾶσαν γεώδη φαντασίαν καταλιπεῖν καὶ τὰ οὐράνια μόνα φρονεῖν. Κυρίλλου. Ὅταν λέγει τὸ, “ἐγείρεσθε, ἄγωμεν οὐχ ὡς ὑπαίτιος τοῖς ἀνθρωπίνοις πάθεσιν, ἀλλ’ ὡς ἀρχηγὸς καὶ προστάτης καὶ καθηγητὴς τῆς εἰς ἀφθαρσίαν ὁδοῦ, καὶ εἰς ζωὴν τὴν ἐν ἁγιασμῷ, τοῦτό φησι. Ἀπολιναρίου καὶ Θεοδώρου Ἡρακλείασ. Δοκεῖ μὲν ἀναχώρησις εἶναι τὸ πρᾶγμα, ἔκδοσις δέ ἐστιν ἑκούσιος, ὅτι τοιοῦτον μεταδιώκει τόπον, ἐν ᾧ γνωσθήσεται ὑπὸ τοῦ προδότου, καὶ προ- δοθήσεται. Εἰπὼν, “ἐγώ εἰμι ἡ ἄμπελος ἢ ἀληθινὴ,” διὰ τῆς παραβολῆς ταύτης ἠνίξατο, ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῆν τὴν αἰώνιον ζωὴν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα γίνεσθαι σημεῖα ἀπὸ τῆς αὐτοῦ γίνεται δυνάμεως. Τὸ δὲ, “ὁ Πατήρ μου ὁ γεωργός “ἐστι,” δηλοῖ, ὅτι τῆς τοῦ γεωργοῦ ἐπιμελείας οὐχ ἡ ῥίζα ἤγουν ἡ ἄμπελος, τοῦτ’ ἔστι ὁ Υἱὸς ἀπολαύει, οὐδὲ γὰρ δεῖται, ἀλλὰ τὰ κλήματα, τοῦτο γὰρ σαφέστερον καὶ διὰ τῶν ἑξῆς ἐσήμανεν. ἡ ῥίζα δὲ δι’ οὐδὲν ἕτερον παρείληπται ἐνταῦθα, ἀλλ’ ἵνα μάθωσιν,
For it was deepest night, and they paid no attention to what was being said, but were continually turning over and imagining who would be the ones to seize them. Since, therefore, they were in turmoil as though about to be captured at any moment, he leads them to another place, so that, thinking themselves to be in safety, they might from then on hear with confidence; for they were about to hear great doctrines. Of Gregory of Nazianzus. He stirs them up to depart from earth to heaven, to abandon every earthly imagination and to think only on heavenly things. Of Cyril. When he says, "Rise, let us go," he says this not as one subject to human passions, but as the leader and protector and guide of the way to incorruption, and to the life that is in holiness. Of Apollinaris and Theodore of Heraclea. The matter seems to be a withdrawal, but it is a voluntary surrender, because he seeks out such a place, in which he will be recognized by the betrayer, and be betrayed. Having said, "I am the true vine," through this parable he hinted that it is not possible for the one who does not attend to what is said to live eternal life, and that the signs that are going to happen come about from his own power. And the phrase, "My Father is the vinedresser," makes clear that it is not the root—that is, the vine, which is the Son—that enjoys the vinedresser's care, for he has no need of it, but the branches; for he indicated this more clearly also through what follows. And the root has been introduced here for no other reason, but in order that they may learn,
ὅτι τῆς αὐτοῦ δυνώμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ εἰς αὐτὸν πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Δεικνὺς δὲ ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναί τινα ἐν αὐτῷ, ἐπήγαγε, “πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ,” τὸ δὲ φέρον καρπὸν, φησὶ, πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ, καθαίρων αὐτὸ, τὴν παρ’ αὐτοῦ βοήθειαν δεικνὺς, ἑαυτὸν δὲ δεικνὺς τὸν ἐπιμελούμενον τῶν κλημάτων, ἐπήγαγε λέγων, “ἤδη ὑμεῖς καθαροί “ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·” ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησὶ, διὰ τῆς ἐμῆς διδασκαλίας, καίτοιγε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα, ἀλλ’ οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Τὸ δὲ “μείνατε ἐν ἐμοὶ,” δηλοῖ ὅτι αὐτὸς μὲν τῶν πη ἑαυτοῦ οὐδὲν ἐνέλιπε, δεῖ δὲ ὑπάρξαι λοιπὸν καὶ τὰ παρ’ ἐκείνων· ἵνα δὲ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει, καὶ ἑαυτῷ συγκολλᾷ λέγων, “ὥσπερ τὸ “κλῆμα οὐ δύναται ἀφ’ ἑαυτοῦ καρπὸν φέρειν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων, καὶ τὰ ἐξῆς· καὶ δείξας τὴν τούτων ἀπώλειαν, δείκνυσι λοιπὸν τὴν σωτηρίαν τῶν μενόντων ἐν αὐτῷ, λέγων, “ἐὰν μείνητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά “μου ἐν ὑμῖν μείνῃ,” τουτέστι διὰ τῶν ἔργων ἐκπληροῦντες αὐτὰ, ὅτι ἐὰν θέλητε, αἰτήσασθε, καὶ δοθήσεται ὑμῖν. Κυρίλλου. Ἄμπελος τοίνυν ὁ Χριστὸς, κλήματα δὲ ἡμεῖς, ἅτε δὴ καὶ τῆς πρὸς αὐτὸν ἐχόμενοι κοινωνίας, διὰ τὸ καὶ ὁμοφυεῖς ἡμᾶς εἶναι τῇ ἀμπέλῳ κατὰ τὴν σάρκα.
that without his power they can do nothing, and that they must be so united to faith in him as the branch to the vine. And showing that without works no one can be in him, he added, "Every branch in me that does not bear fruit, he takes it away," but the one bearing fruit, he says, he causes to enjoy much care, cleansing it, showing the help that comes from him, and showing himself to be the one who cares for the branches, he added, saying, "Already you are clean because of the word which I have spoken to you;" for I cleansed you, he says, through my teaching, although above he shows the Father doing this, but there is no distinction between Father and Son. And the phrase "Abide in me" makes clear that on his own part he has left nothing undone, but what is on their part must also remain; and so that they may not be torn away by cowardice, he tightens their soul, which had been slackened by fear, and glues it to himself, saying, "Just as the branch cannot bear fruit by itself unless it abides in the vine, so neither can the one who does not abide in me, and so on;" and having shown the destruction of these, he then shows the salvation of those who abide in him, saying, "If you abide in me, and my words abide in you," that is, fulfilling them through works, that if you wish, ask, and it will be given to you. Of Cyril. The vine, then, is Christ, and we are the branches, inasmuch as we also hold to communion with him, because we are of the same nature as the vine according to the flesh.
ἴστε δὲ ὅτι συνενούμενοι διὰ μόνης τῆς πίστεως αὐτῷ, καὶ ἐν ψιλαῖς καὶ μόναις ὁμολογίαις, οὐ μὴν καὶ διὰ τῆς τηρήσεως τῶν ἐντολῶν νεκρὰ γινόμεθα κλήματα. “Ἡ γὰρ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι,” δηλονότι καὶ ἄκαρπος. Ἀπόδειξιν ἀναμφίλογον τῆς τοῦ καθαίροντος αὐτοὺς τέχνης ποιεῖται τοὺς μαθητάς. Ἤδη γὰρ αὐτοὺς διακεκαθάρθαι φησὶ διὰ μόνον τὸν πρὸς αὐτοὺς λαληθέντα λόγον τουτέστι τὸν Εὐαγγελιστὴν καὶ παρὰ Θεοῦ. Θεοδώρου Ἡρακλείασ. Δείκνυσιν ἐκ τῶν εἰρημένων, ὡς ἕκαστος τῶν ἐπιεικῶς ζῇν βουλομένων προαιρέσει οἰκεία μένει ἐν
τῇ ἀμπέλῳ, ἑνούμενός τε αὐτῇ διὰ τῆς ἀγάπης, καὶ Πνεύματι κολλώμενος, ἣ τοὐναντίον ἀφίσταται οἰκείᾳ προαιρέσει, ἀλλοτριούμενος ἀύτης· Ἀμμωνίου Πρεσβυγέρου. Διὰ τὸ μὴ δύνασθαι καρποφορεῖν, εἰ μὴ μόνους τοὺς προσηλωμένους αὐτῷ, καλεῖ ἑαυτὸν ἄμπελον, ὡς ἐξ αὐτοῦ δυναμουμένους. Ἀπολιναρίου. Ὅστις οὖν ἑαυτὸν χωρίζει τοῦ Κυρίου σαρκικὰ πράγματα, ἀπηλλοτρίωσεν ἑαυτὸν τῆς ἀμπέλου, καὶ ξηρὸς καθίσταται, τὴν ζωοποιὸν μηκέτι δεχόμενος ἰκμάδα· ὁ δὲ τοιοῦτος εἰς τὴν αἰώνιον φυλαχθήσεται κρίσιν, ὥσπερ εἰς τὸ πῦρ τὰ ξηρὰ κλήματα. Ἀμμωνίου. Ἀντὶ τοῦ, χαίρει ὁ Πατὴρ, ὅταν ἐν ἐμοὶ δι’ ὦν ποιεῖται, εὐφημεῖται ὁ Πατήρ. Θεοδώρου Ἡρακλείασ. Ἐν γὰρ τῷ πολὺν καρπὸν ἐνεγκεῖν τοὺς μαθητὰς δεδοξάσθαι τὸν Πατέρα φησίν. Ὁ γὰρ καρπὸς τῶν μαθητῶν διαφόρως νοεῖται·
But know that if we are united to him through faith alone, and in bare and mere confessions, and not also through the keeping of the commandments, we become dead branches. "For faith without works is dead," and evidently also unfruitful. He provides an indisputable proof of the skill of the one who purifies them, namely the disciples. For he says that they have already been cleansed through the word alone that was spoken to them, that is, the Gospel, and that from God. From Theodore of Heraclea. He shows from what has been said that each of those who wish to live uprightly remains in the vine by his own choice, being united to it through love and joined to it by the Spirit, or on the contrary withdraws by his own choice, becoming estranged from it. From Ammonius the Elder. Because they cannot bear fruit unless they are solely those who are fastened to him, he calls himself a vine, as those who are empowered from him. From Apollinaris. Whoever therefore separates himself from the Lord by fleshly deeds has estranged himself from the vine and becomes dry, no longer receiving the life-giving moisture; and such a one will be kept for eternal judgment, just as the dry branches for the fire. From Ammonius. Instead of: the Father rejoices when he is glorified in me through the things he does. From Theodore of Heraclea. For he says that in bearing much fruit the disciples have glorified the Father. For the fruit of the disciples is understood in various ways.
ποτὲ μὲν ἐπὶ τῶν ἔργων τῆς κατὰ τὴν πολιτείαν δικαιοσύνης λαμβανόμενον, ποτὲ δὲ ἐπὶ τῶν ἐθνῶν τῶν εἰς ἐπίγνωσιν Θεοῦ εἰσερχομένων διὰ τῆς ἀποστολικῆς αὐτῶν χάριτος καὶ διδασκαλίας, ἀμφότερα ὑπὸ τῶν μαθητῶν κατορθωθέντα εἰς δόξαν Θεοῦ. Θεοδώρου Μομψογεστίασ. Τί ἐστιν, “ἐν τούτω ἐδοξάσθη “ὁ Πατήρ;” τουτέστι, χαίρει, ὅταν ἐν ἐμοὶ μένητε καρπὸν φέροντες. Πάλιν δὲ ἀνθρωπινώτερον διαλεγόμενός φησιν, “καθὼς ἠγάπησέ με ὁ Πατὴρ,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι εἰς ἐμὲ βλέπετε ὅτι ἠγάπημαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς οὖν θορυβεῖσθαι χρὴ, κἂν μέλλητε θλίβεσθαι καὶ διώκεσθαι. Ἄν γὰρ ἐπὶ τῆς ἀγάπης μείνητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον. Μείνατε οὖν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, φησίν· τούτου γὰρ ὑμεῖς ἐστε κύριοι. Πῶς δὲ τοῦτο ἔσται; “ἐὰν τὰς ἐντολάς μου, φησὶ, τηρήσητε,” καὶ τὰ ἑξῆς. διὰ πάντων δὲ τούτων δεικνύει, ὅτι τότε ἐν ἀσφαλείᾳ ἔσονται, ὅταν βίον ἐπιδείξωνται καθαρόν. Πάλιν δὲ ἀνθρωπινώτερον διαλεγόμενός φησι, “καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός “μου τετήρηκα,” καὶ τὰ ἑξῆς. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ
sometimes taken in reference to the works of righteousness in one's conduct, and sometimes in reference to the Gentiles who enter into the knowledge of God through the grace and teaching of the apostles, both of which were brought to success by the disciples for the glory of God. From Theodore of Mopsuestia. What is the meaning of "In this is the Father glorified"? That is, he rejoices when you remain in me and bear fruit. And again, speaking in a more human manner, he says, "Just as the Father has loved me," and the rest. What he means is this: look to me, that I have been loved by the Father; you therefore ought not to be troubled, even if you are about to be afflicted and persecuted. For if you remain in my love, none of these terrible things will be able to harm you in regard to the matter of love. Remain therefore in my love, he says; for you are masters of this. And how will this be? "If you keep my commandments," he says, and the rest. Through all these things he shows that they will then be in safety, when they display a pure life. And again, speaking in a more human manner, he says, "Just as I have kept the commandments of my Father," and the rest. For surely the lawgiver is not under
ἐντολὰς ἔμελλε κεῖσθαι. Ἐπειδὴ δὲ ἔχαιρον οἱ Ἀπόστολοι καὶ σὺν αὐτῷ ὄντες, ἐλυποῦντο δὲ ἀναχωροῦντες, διὰ τοῦτο ἐπήγαγε λέγων, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μένῃ, καὶ τὰ ἑξῆς. Δεῖξαι δὲ θέλων τὴν ἑαυτοῦ ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ τινὰ σειρὰν συνημμένην, φησὶν, “αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγά- “πησα ὑμᾶς.” ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως γίνεται. Ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐχ ἁπλῶς δὲ εἶπεν ἀγάπην, ἀλλὰ καὶ τὸν τρόπον, “καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Δεικνὺς δὲ πάλιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναψώρησις, ἀλλὰ γὰρ, φιλῶ ὑμᾶς, φησὶν, ὅτι ὑπὲρ ὑμῶν τὴν ψυχήν μου τίθημι· οὕτω δὲ καὶ πᾶς τὴν ψυχὴν ὑπὲρ τῶν φίλων αὐτοῦ τιθέτω. καὶ ἐπειδὴ τοῦτο μάλιστα δοκεῖ φίλον εἶναι, τὸ τὰ ἀπόρρητα λέγειν, καὶ ταύτης, φησὶν, ἠξιώθητε τῆς κοινωνίας· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπεν “ὅτι ὁ δοῦλος οὐκ οἶδε τί “ποιεῖ ὁ κύριος αὐτοῦ,” καὶ τὰ ἑξῆς. καὶ εἰ πάντα ὅσα ἤκουσε παρὰ τοῦ Πατρὸς ἐγνώρισεν αὐτοῖς, πῶς λέγει· “πολλὰ ἔχω “λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι;” Τί οὖν ἐστι τοῦτο; οὐδὲν ἄλλο διὰ τοῦ πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ’ ἢ τὰ τοῦ Πατρὸς, καὶ ἄλλο δὲ τεκμήριον οὐ τὸ τυχεῖν φιλίας τιθεὶς, φησὶν, “οὐχ ὑμεῖς “ἐμὲ ἐξελέξασθε.” τοῦτο ἔστιν, ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ· τὸ δὲ, “ἔθηκα ὑμᾶς” ἀντὶ τοῦ ἐφύτευσα ὑμᾶς ἐστι.
he was about to lay down commandments. And since the Apostles rejoiced when they were with him, but were grieved when they departed, for this reason he added, saying, "These things I have spoken to you, that my joy may remain in you," and what follows. And wishing to show his own love intertwined with ours, and as it were joined in a kind of chain, he says, "This is my commandment, that you love one another, as I have loved you." And love comes from the keeping of the commandments. And the commandment is that we love one another; and he did not speak of love in a simple way, but also of its manner, "as I have loved you." And showing again that this withdrawal is not from hatred, but rather, he says, I love you, because I lay down my life for you; and in this way let everyone also lay down his life for his friends. And since this especially seems to be characteristic of a friend, to speak of hidden things, he says, you have been deemed worthy of this fellowship; for this is what he indicated when he said, "that the servant does not know what his lord is doing," and what follows. And if he made known to them all things whatsoever he heard from the Father, how does he say, "I have many things to say to you, but you cannot bear them now"? What then is this? By the "all things" and the "hearing" he establishes nothing other than that he speaks nothing foreign, but only the things of the Father. And setting down another proof, not that they obtained friendship, he says, "You did not choose me." This means, I ran to your friendship; and the phrase, "I appointed you," is instead of "I planted you.
Λέγει δὲ ταῦτα τῇ μεταφορᾷ κεχρημένος τῆς ἀμπέλου ἔτι, “ἵνα “ὑμεῖς,” φησὶν, “ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς “ὑμῶν μένῃ.” οὐ γὰρ ἐφύτευσα ὑμᾶς μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐεργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα. Ἵνα δὲ μάθωμεν, ὅτι οὐκ ἔλαττόν ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, ἐπήγαγε λέγων, “ἵνα ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου “τὸν Πατέρα, δώῃ ὑμῖν,” καὶ ἵνα μὴ ὑπολάβωσιν ὅτι ὀνειδίζων εἶπε, τὴν ψυχήν μου τίθημι, καὶ ὅτι πρῶτος ὑμῶν ὑπέδραμον, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” τοῦτό ἐστι, διὰ τοῦτο εἶπον ταῦτα, ὅπως εἰς τὴν πρὸς ἀλλήλους ὑμᾶς φιλίαν βεβαιώσω. Ἀμμωνίου πρεσυτέρου. Ὡς διδάσκαλος τῆς οἰκουμένης
παραδίδωσιν αὐτοῖς ταῦτα ὁ Χριστὸς, ὅτι ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀρετῶν, ἡ ἐντολὴ αὐτοῦ τὸ ὑπεραποθνήσκειν τῶν φίλων, καὶ τὸ, ὑπὲρ αὐτῶν ἀγαπᾶτε τοὺς φίλους. Διὰ τὴν ἀρετὴν τὸ τῶν Ἰουδαίων ὑπερβάντες μέτρον γεγόνασι φίλοι· ἀνακομίζει τοὺς δούλους ἐπὶ τὴν ὑπὲρ φύσιν δόξαν, ἐὰν ἀκουσίως ποιῶσι τὰ τῷ Θεῷ ἀρεστά. Ἀντὶ τοῦ ὅσα ἐχρῆν ἀκοῦσαι αὐτούς· ὃ λέγει αἰνιγματωδῶς, τοῦτό ἐστιν, οὐχ ὡς δούλοις εἶπον ὑμῖν τὰ ἀπόρρητα, ἀλλ’ ὡς φίλοις καὶ κοινωνοῖς τῶν ἀγαθῶν. Οὐ τοιαύτην ἀκοὴν δήπουθεν λέγει, οἵαν τὴν τῶν ἀνθρώπων, ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην, οὐδὲ ἐντολῆς τήρησιν ὁμοίαν, οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον, ἐκ Πατρὸς ἐνήνεκται, μηνῦον τὰ τοῦ Πατρὸς βουλήματα, ἀλλὰ τὴν πρόγνωσιν εἴρηκε, ἀκοὴν οὐ προσγινομένην αὐτοῖς κατά τινα καιρὸν, ἀλλὰ συνοῦσαν ἀεί.
He says these things still using the metaphor of the vine: "that you," he says, "may go and bear fruit, and your fruit may remain." For I did not merely plant you, he says, but also conferred the greatest benefits, extending your branches throughout the whole world. And so that we may learn that the Son is not less than the Father, he added, saying, "that whatever you ask of the Father in my name, he may give you," and so that they might not suppose that he spoke reproachfully in saying, "I lay down my life," and that I first came to your aid, he says, "these things I have spoken to you, that you may love one another," that is, for this reason I said these things, so that I might establish you in friendship toward one another. Of Ammonius the presbyter. As a teacher of the world Christ hands these things over to them, because love is the chief of the virtues, his commandment is to die for one's friends, and to love friends on their behalf. Through virtue they have become friends, surpassing the measure of the Jews; he brings slaves up to the glory beyond nature, if they willingly do what is pleasing to God. Instead of "all that they needed to hear": what he says enigmatically is this, that I did not speak the hidden things to you as to slaves, but as to friends and sharers in good things. He surely does not mean such hearing as that of men, just as neither such love, nor a similar keeping of a commandment, for no word borne to the hearing of the ears has been brought from the Father, making known the Father's will, but he has spoken of foreknowledge, a hearing not accruing to them at some particular time, but present always.
Οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν, οὐδὲ ἕτερόν τι παρὰ τὴν σοφίαν ἡ γνῶσις ἐστὶν, ἢν ὑποδέξηται αὐτὴν, ὡς οὐκ αὐτὸν γιγνώσκουσα, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρωπίνων ῥημάτων σφραγιζομένην τὴν θείαν ὑπεροχὴν οἰκείως Θεῷ νοεῖν, καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἔπει καὶ πᾶς ὁ περὶ Θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων ἀσώματον τὸν ἀσχημάτιστον καὶ ἀπαθῆ Θεὸν ἑρμηνεύων. Ἀπολιναρίου. Ὡς μελλόντων μισεῖσθαι παρὰ πάντων αὐτοὺς ἀγαπᾷν ἀλλήλους· ἐπειδὴ δὲ διώκεσθαι παρὰ πολλῶν χαλεπὸν καὶ ἀνήκεστόν ἐστι, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθέστηκεν ὁ Χριστὸς, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ὑπέδειξε. Διὸ καί φησιν, “εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, καὶ τὰ ἑξῆς. Οὐκ είπε δὲ, ὅτι οὐκ οἶδα ὅτι λυπηρόν ἐστι τὸ πρᾶγμα, ἀλλ’ ὅτι δι’ ἑ μὲ ὑπομένετε ταῦτα καὶ πάσχετε, εἰς προθυμίαν μείζονα προκαλούμενος αὐτούς· κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους καλεῖ· θέλων δὲ αὐτοὺς μειζόνως παραμυθήσασθαι ἐπήγαγεν, “εἰ ἐκ τοῦ κόσμου ἦτε, τουτέστι, τῆς ὑμετέρας ἀγάπης καὶ ἀρετῆς τοῦτο τεκμήριον ἔσται τὸ μισεῖσθαι. Καὶ γὰρ τοὐναντίον ἀλγεῖν ἐχρῆν, εἰ
For wisdom does not advance from ignorance into knowledge, nor is knowledge anything other than wisdom, which receives it, as not knowing it itself, but it is necessary that the divine excellence, sealed through customary and human words, be understood in a manner proper to God, and not according to human lowliness, since indeed every discourse about God has been shaped in such a form of human figure and with the names of our passions, interpreting the bodiless, formless, and impassible God. Of Apollinaris. As those who are about to be hated by all, he loves one another; but since being persecuted by many is grievous and incurable, and is sufficient to humble even a lofty soul, for this reason, having foretold countless things, Christ then established this, showing also that these things abound for their sake, just as he also pointed out the others. Therefore he also says, "If the world hates you," and the rest. But he did not say, "I do not know that the matter is painful," but that "for my sake you endure these things and suffer," calling them to greater eagerness; and here he calls wicked men "the world." But wishing to comfort them more greatly, he added, "If you were of the world," that is, this will be a proof of your love and virtue—being hated. For the opposite would have been cause for grief, if
μὴ ἐμισεῖσθε, εἰ γὰρ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετο δεῖγμα· βουλόμενος δὲ ἐπὶ πλεῖον ζηλωτὰς αὐτοῦ γενέσθαι φησὶν, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” Ὃ δὲ τοιοῦτόν ἐστιν· οὐ χρὴ ὑμᾶς ἐν τούτῳ θορυβεῖσθαι, οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους, μᾶλλον μὲν οὑν καὶ χαίρειν ὀφείλετε κοινωνοὶ γενόμενοι δι’ ἐμῶν παθημάτων· καὶ ἑτέρως δὲ παραμυθεῖται αὐτοὺς, δεικνὺς ὅτι καὶ τὸν Πατέρα, ἐξ ὧν εἰς αὐτὸν οἱ Ἰουδαῖοι διαπράττωνται καὶ ἐνυβρίζωσι, λέγει, “ἀλλὰ ταῦτα πάντα ποι- “ήσουσι διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.” Ὅτι δὲ ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους εἰργάσαντο, φησὶν, ”εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ “πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.” Τίνος γὰρ τῶν λεχθέντων ἢ πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; ἐπειδὴ δὲ ἄνω καὶ κάτω προφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν καὶ τὴν ἀπολογίαν, φησὶν, “ὁ ἐμὲ “μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.” Δεικνὺς δὲ ὅτι τὴν διδασκαλίαν παρέσχε, καὶ ταύτῃ προσέθηκε τὰ διὰ τῶν ἔργων θαύματα, ἐπήγαγε λέγων, “εἰ τὰ ἔργα “μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκε, καὶ τὰ ἑξῆς. ποῖα δέ εἰσι ταῦτα; τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλοῦ γεγενημένου, τὸ ἀναστῆσαι τὸν Λάζαρον τετραήμερον, καὶ ἕτερα τούτοις ὅμοια· ἐπάγει δὲ καὶ τὸν προφήτην, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα, “ὅτι ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ἐποίει.
Do not hate me, for if you loved me, it is evident that this was a display of wickedness. But wishing them to become more zealous for him, he says, "A servant is not greater than his lord." And what he means is this: you ought not to be disturbed at this, for you are not better than I; rather you ought even to rejoice, having become partakers through my sufferings. And in another way he comforts them, showing that the Father also is affected by what the Jews do and the insults they heap upon him, saying, "But all these things will they do for my name's sake, because they do not know him who sent me." And that they acted unjustly both against him and against those, he says, "If I had not come and spoken to them, they would have no sin, but now they have no excuse concerning their sin." For of which of the things said or done could they lay hold, and yet they did not receive me? But since they kept making the pretext up and down that it was for the Father's sake that they persecuted him, he refutes their defense also, saying, "He who hates me hates my Father also."
And showing that he provided the teaching, and to this added the wonders done through works, he went on to say, "If I had not done among them the works which no one else did," and the rest. And what are these? The opening of the eyes of the man born blind, the raising of Lazarus four days dead, and other things like these. And he brings in the prophet also, showing that he foretold this from of old, "that they hated me without a cause"; which Paul also did.
Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας εἰσάγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Ἵνα μὴ θορυβῶνται καὶ λέγουσιν, ὅτι εἰ τὸν σὸν λόγον οὐκ ἐτήρησαν, καίτοιγε σημεῖα τοιαῦτα ἰδόντες, καὶ εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ’ ἐκείνου, πῶς τὸν ἡμέτερον λόγον τηρήσουσιν, ἢ πῶς ἡμεῖς ἀξιόπιστοι ἐσόμεθα; φησὶν, “ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν “ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς, ὡσανεὶ ἔλεγεν, ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστιν. ῾Ο δὲ “παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,” εἶπεν, ἀντὶ τοῦ, πάντα οἶδεν ἀκριβῶς. Τὸ δὲ εἰπεῖν “ὃν ἐγὼ πέμψω,” δείκνυσιν, ὅτι οὐ μόνος ὁ Πατήρ ἐστιν ὁ πέμπων, ἀλλὰ καὶ αὐτός. Τὸ δὲ, “ὑμεῖς μαρ-
“τυρεῖτε ὅτι ἀπαρχῆς μετ’ ἐμοῦ ἐστε,” δηλοῖ ὅτι ἔχετε, φησὶ, καὶ ὑμεῖς τὸ ἀξιόπιστον, σὺν ἐμοὶ γενόμενοι, καὶ μὴ πη ἑτέρων ἀκηκοότες· ὅθεν καὶ οἱ Ἀπόστολοι ἐκ τούτου διισχυρίζοντο λέγοντες, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Κυρίλλου. Ἐπειδὴ οὐκ ἔφη νυνὶ, ὅτι οὐκ οἴ δᾳσὶ τὸν Πατέρα μου, ἀλλὰ “τὸν πέμψαντά με,” δοκῶ τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι. εἰ γὰρ ἔπεμψε, φησὶ, τὸν ἴδιον Υἱὸν ἐπιστρέψαι τὸ πεπλανημένον, καὶ ἰάσασθαι τὸ συντετριμμένον, κατορθώσαντά τε τοῖς ἐν κόσμῳ τὸ ζῆν, ἀνεξεισάγουσι δὲ ἀντιπράττοντες ἀσεβῶς τοῖς διακηρύττειν ἐθέλουσι τὸν τούτων κατορθωτὴν, πῶς οὐ λίαν ἐναργῶς ἠγνοηκότες ἁλώσονται, καὶ αὐτῷ μαχόμενοι τῷ πέμψαντι με;
For while many were amazed how the Jews did not believe, he brings in the prophets foretelling from of old and making clear the cause, that their wickedness and their folly were the cause of their unbelief. Lest they be troubled and say, "If they did not keep your word, although they saw such signs, and if they hate your Father, and you along with him, how will they keep our word, or how shall we be worthy of belief?" he says, "When the Comforter comes, whom I will send to you from my Father," and what follows, as if he were saying, that one will be worthy of belief; for he is the Spirit of truth. And "he proceeds from the Father," he said, instead of, he knows all things accurately. And the phrase "whom I will send" shows that not only the Father is the one who sends, but he himself also. And, "you bear witness that from the beginning you are with me," makes clear that you also, he says, have the credibility, having been with me, and not having heard from others in some way; whence also the Apostles used to insist on this, saying, "who ate and drank with him." Of Cyril. Since he did not say now, "they do not know my Father," but "the one who sent me," I think he is hinting at something like this. For if, he says, he sent his own Son to turn back the one who had gone astray, and to heal the one who had been crushed, and to set right for those in the world their manner of life, but they, opposing wickedly, refuse to introduce those who wish to proclaim the one who set these things right, how will they not be caught having plainly and utterly failed to know, even fighting against the very one who sent me?
Διὰ γὰρ τοῦ πέμπεσθαι λέγειν, ὅλην ἡμῖν τὴν μετὰ σαρκὸς οἰκονομίαν ἐκκομίζει τὴν δήλωσιν, ὁ δὲ ἠγνοηκὼς τὸν πέμψαντα, καὶ Θεὸν ἠγνόηκεν ἐν ταὐτῷ, καὶ αὐτὸ τὸ τῆς ἀποστολῆς ἀτιμάζει μυστήριον. Οὐ διὰ τοῦτο δὲ φαμὲν προειπεῖν ἐκεῖνα τὸν νόμον, ἵνα τὸ τῶν Ἰουδαίων ἐξάπτοι τὸ μῖσος ἀδίκως κατά τε τοῦ Υἰοῦ καὶ Πατρὸς, ἀλλ’ ἐπείπερ ἔμελλεν ἔσεσθαι, πρὸ αὐτῶν προαναφώνηκεν ὁ θεῖος καὶ ἱερὸς νόμος, οὐδὲν τῶν ἐσομένων τὸ Πνεῦμα δεικνὺς ἠγνοημένον. Ἀμμωνίου. Εἰ ἐγὼ ὑπὲρ τῶν δούλων πάντα ἔπαθον, ὑμεῖς οἱ δοῦλοι ὑπὲρ τοῦ δεσπότου πάσχητε τὰ ὅμοια, οὐκ ὀφείλετε βαρέως φέρειν· εἰ τὰ ὅμοιά μου πάθητε, μὴ θορυβεῖσθε· οὕτω γὰρ γίνεσθε κοινωνοὶ τῶν ἐμῶν παθημάτων. Εἰ καὶ πρὸς ἐμὴν ὕβριν τοῦτο ποιοῦσιν, ἀλλὰ δι’ ἐμοῦ καὶ τὸν Πατέρα ὑβρίζουσιν. Οὐδέν φησί, παρέλειψα τῶν εἰς ὠφέλειαν τῶν Ἰουδαίων συντεινότων, οὐκ ἐν λόγοις, οὐκ ἐν ἔργοις, ὧν μὴ εἶδέ τις ὅμοια. Καὶ διὰ τοῦ προφήτου ἔδειξεν, ὅτι ἄλογον ἦν τὸ κατ’ αὐτοῦ μῖσος· πονηρία τῶν Ἰουδαίων ἐπλήρωσε τὸ προφητευθέν. Θεοδώρου Μομωουεστίασ. Ὅτι οὐδὲν πρὸς χάριν εἴρηται ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις, ὃ ἐξ αὐτῆς τῆς οὐσίας ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ μὴ τὴν φυσικὴν ἐκεῖθεν πρόοδον ἔλεγε διὰ τοῦ “ἐκπορεύεται,” ἀλλὰ τινὰ ἀποστολὴν ἔξωθεν γινομένην, ἄπορον περὶ τίνος λέγει, πολλῶν ὄντων κοινῶς τῶν κατὰ διακονίαν
For by saying that he was sent, he brings out for us the whole economy with the flesh as a revelation; but he who has not known the sender has at the same time not known God, and dishonors the very mystery of the apostleship. We do not say, however, that the law foretold those things so that it might unjustly kindle the hatred of the Jews against both the Son and the Father, but because it was going to happen, the divine and holy law proclaimed it beforehand, the Spirit showing that nothing of future events was unknown. Of Ammonius. If I suffered all things on behalf of slaves, you who are slaves ought to suffer the like on behalf of the master, and you ought not to bear it grievously; if you suffer things like mine, do not be disturbed; for in this way you become partakers of my sufferings. Even if they do this to insult me, yet through me they also insult the Father. He says, I have omitted nothing of the things that contribute to the benefit of the Jews, neither in words nor in works, the like of which no one has seen. And through the prophet he showed that the hatred against him was irrational; the wickedness of the Jews fulfilled what was prophesied. Of Theodore of Mopsuestia. That nothing has been said for favor, the Spirit testifies to what is said, which has its existence from the very essence. For if he were not speaking of the natural procession from there through "proceeds," but of some sending that comes from outside, it would be unclear of whom he speaks, since there are many in common who are appointed to service
ἀποστελλομένων πνευμάτων, ὡς Παῦλος ὁ Ἀπόστολός φησιν, “οὐχὶ “πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό- “μένα;” ἐνταῦθα δὲ ἰδικόν τί φησι· καὶ ὡς ἃν ἐκείνῳ γνωρίσαι ἱκανὸν, ὃ μόνον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τῇ τοῦ Πατρὸς φωνῇ κυρίως καλούμενον τῇ θείᾳ γραφῇ· “καὶ ὑμεῖς δὲ μαρτυρεῖτέ “φησιν, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε·” ἐκ γὰρ τοῦ συνεῖναι πάντοτε, ἀξιόπιστον ἀνάγκη τὴν μαρτυρίαν καθεστάναι, ὑμῶν μὲν φθεγγομένων, τοῦ δὲ Πνεύματος ἐπιμαρτυροῦντος τοῖς λεγομένοις διὰ τῶν ἐπιτελουμένων θαυμάτων. Καὶ ἐπειδὴ ἦσαν συνθέμενοι οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις ὁμολογῇ Χριστὸν αὐτὸν εἶναι, ἀποσυνάγωγος γένηται, πρὸς τὸ μὴ σκανδαλισθῆναι τοὺς Ἀποστόλους καὶ ταραχθῆναι, τούτου μέλλοντος συμβαίνειν αὐτοῖς, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδα- “λισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς,” καὶ οὕτω, φησὶ, τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς καὶ Θεῷ ἀρέσκον αὐτὸ λογιζόμενοι· τοῦτο γὰρ σημαίνει τὸ, “ἵνα πᾶς ὁ “ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.” Παραμυθούμενος δὲ αὐτοὺς, ἐπήγαγε λέγων, “καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ έμἐ.” ᾿Αρκεἴ, φησὶν, ὑμῖν ἡ αἰτία τῶν γενομένων εἰς παράκλησιν τὸ δι’ ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν, διὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει λέγων, οὐκ ἔγνωσάν με, καὶ ὅτι δι’ ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα μου· καὶ ὅτι ἐγὼ πρῶτον ἔπαθον, καὶ ὅτι οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι·
of spirits being sent, as Paul the Apostle says, "Are they not all ministering spirits sent for service?" But here he says something particular; and as it were sufficient to make known to that one, which alone proceeds from the Father, properly called by the voice of the Father in the divine Scripture: "And you also bear witness," he says, "that from the beginning you are with me;" for from being together always, the testimony must necessarily be worthy of belief, while you speak and the Spirit testifies to what is said through the wonders performed. And since the Jews had agreed that if anyone should confess him to be Christ, he should be put out of the synagogue, so that the Apostles might not be scandalized and disturbed, when this was about to happen to them, he says, "These things I have spoken to you, that you may not be scandalized; they will put you out of the synagogues," and thus, he says, they will pursue your murder, reckoning it a pious thing and pleasing to God; for this is what is meant by, "that everyone who kills you may think he is offering service to God." And consoling them, he added, saying, "And these things they will do, because they have not known the Father, nor me." It is enough, he says, for you as a consolation for what has happened, that you suffer these things for my sake and the Father's; therefore he continually turns this over, saying, they have not known me, and that they will do it for my sake, and for my name's sake, and for my Father's sake; and that I suffered first, and that they dare these things not from a just cause.
τὸ δὲ, “ταῦτα λελάληκα ὑμῖν, “ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε,” ὅτι ἐγὼ εἶπον ὑμῖν, δηλοῖ ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγοῦνται, οὐ γὰρ ἕξετέ, φησι, λέγειν ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐδ’ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα. Οὐ γὰρ ἃν ὁ μέλλων ἀπατᾷν καὶ ταῦτα προσεῖπε τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα ἐμπεσόντα διαταράξῃ ὑμᾶς, καὶ ἵνα μὴ λέγητε ὅτι οὐ προείδημεν ἐσόμενα ταῦτα. “Ἐξαρχῆς δὲ,” φησὶν, “οὐκ εἶπον ὑμῖν,” ὡς οὐκ ἀγνοῶν, ἀλλ’ “ὅτι μεθ’ ὑμῶν ἤμην, ὡσανεὶ ἔλεγεν, ὅτι ἐν ἀσφαλείᾳ ἤτε, καὶ ἐπ’ ἐμὲ ὁ πόλεμος ἅπας ἀνερριπίζετο, καὶ περιττὸν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς τότε.
Καὶ μὴν καλέσας τοὺς δώδεκα ἔλεγεν αὐτοῖς πρὸ τούτου, “ὅτι “ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς “ἐν ταῖς συναγωγαῖς αὐτῶν,” προανεφώνησε μὲν, οὐ μὴν ὅτι οὕτω δόξῃ ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ “λατρείαν” τὸ πρᾶγμα νομίζεσθαι. τοῦτο γὰρ πάντων ἱκανὸν ἢν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς κρίνεσθαι. Τίνος οὖν ἕνεκεν εἶπεν αὐτοῖς, ὅτι “ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν;” ἐπειδὴ οὐ μικρὰ καὶ αὐτὴ παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας αὐτῶν τὴν ὑπερβολὴν, ἣν εἶχον διὰ τὴν ἐρημίαν αὐτοῦ. Παραμυθούμενος οὖν αὐτοὺς, τοῦτό φησι, καὶ τὰ ἐπαγόμενα γὰρ τοῦτο δηλοῖ, “ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν,” τουτέστιν, οὐ τὰ πρὸς χάριν λέγω, ἀλλὰ κἂν μυριάκις λυπηθῆτε, τὸ συμφέρον ἀκοῦσαι χρή. Προσέχειν οὖν ἐστι καὶ τὸ ἐπαγόμενον “ὅτι συμφέρει ὑμῖν “ἵνα ἐγὼ ἀπέλθω·
But the phrase, "These things I have spoken to you, that when their hour comes you may remember," that I said them to you, shows that from these things they should consider the rest trustworthy as well. For you will not be able, he says, to claim that I was flattering you and spoke only what was pleasing, nor that what was said was a deception. For one who intended to deceive would not have added these things that turn you away from it. For this reason, then, I foretold it, so that when they fall upon you unexpectedly they may not throw you into confusion, and so that you may not say, "We did not foresee that these things would happen." "But from the beginning," he says, "I did not tell you," not as being ignorant, but "because I was with you," as if to say, "because you were in safety, and the whole war was being hurled against me, and it was superfluous to speak of these things from the beginning then."
And yet, having called the twelve, he had said to them before this, "You will be brought before governors and kings, and they will scourge you in their synagogues." He had forewarned them indeed, but not that their death would appear so highly valued that the matter would even be considered a "service." For this was enough to strike them with terror, if indeed they were going to be judged as impious. For what reason, then, did he say to them, "Sorrow has filled your heart"? Because it was no small consolation for them to learn that he knew the excess of their despondency, which they had because of his absence. So consoling them, he says this; and what follows also makes this clear: "But I tell you the truth," that is, I do not speak what is pleasing, but even if you are grieved ten thousand times, you must hear what is beneficial. So what follows is also a reason to pay attention: "that it is beneficial for you that I go away.
ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ “ἐλεύσεται πρὸς ὑμᾶς.” Τί φήσουσιν οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου οὐκ ἔχοντες δόξαν; ἆρα συμφέρει δεσπότην παρελθεῖν καὶ δοῦλον παραγενέσθαι; ὅθεν πρόδηλόν ἐστιν, ὅτι πολλὴ τοῦ Ἁγίου Πνεύματος ἡ ἀξία. Δεῖξαι δὲ θέλων, ὅτι οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν οἱ Ἰουδαῖοι, λέγει, “κἀκεῖνος ἐλθὼν “ἐλέγξει τὸν κόσμον,” καὶ τὰ ἑξῆς. Ἱκανὰ μὲν γὰρ, φησὶ, καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτοὺς, ὅταν δὲ καὶ δι’ ἐκείνου ταῦτα γένηται, καὶ διδάγματα τελειότερα, καὶ σημεῖα μείζονα θεάσονται, πολλῷ μᾶλλον κατακριθήσονται· “περὶ ἁμαρτίας μὲν, “ὅτι οὐκ ἐπίστευσαν εἰς ἐμὲ,” τουτέστι, πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα· ὅταν γὰρ ἴδωσι θάνατον λυόμενον, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος Ἁγίου χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐν τῷ ὀνόματί μου γινόμενα, τί ἐροῦσι; “περὶ δικαιοσύνης δὲ, “ὅτι πρὸς τὸν Πατέρα μου ὑπάγω, καὶ οὐκ ἔτι θεωρεῖτέ με,” τουτέστιν ὅτι ἀνεπίληπτον παρεσχόμην βίον, καὶ τούτου τεκμήριον τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι με. Ἐπειδὴ γὰρ ἀεὶ τοῦτο αὐτὸ ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον, καὶ παράνομον, ταύτην ἀναιρῶν τὴν πρόφασιν τοῦτο εἶπε, καὶ τὸ ἐπαγόμενον δὲ περὶ δικαιοσύνης ἀνίττεται, λέγων,
For if I do not go away, the Paraclete will not come to you. What will those say who do not hold the fitting opinion concerning the Holy Spirit? Is it then advantageous for the Master to depart and for the servant to arrive? Hence it is evident that great is the worth of the Holy Spirit. But wishing to show that the Jews will not do these things with impunity, he says, "And he, when he comes, will convict the world," and the rest. For sufficient, he says, are the things that have already happened to stop their mouths, but when these things also come about through that one, and they behold more perfect teachings and greater signs, they will be condemned much more: "concerning sin, because they did not believe in me," that is, he will cut off every defense of theirs and will show that they have erred unforgivably. For when they see death being loosed, lameness of nature being corrected, demons being driven out, the ineffable supply of the Holy Spirit, and all these things happening in my name, what will they say? "And concerning righteousness, because I go to my Father, and you no longer see me," that is, that I provided a blameless life, and the proof of this is my going to the Father. For since they always brought this same charge, that he is not from God, and for this reason called him a sinner and a transgressor of the law, he said this to remove this pretext, and he also hints at what follows concerning righteousness, saying,
“περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται,” τουτέστιν, ὅτι κατεπάλαισε l τὸν ἀντίδικον, οὐκ ἃν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισε m. Κγρίλλου. Δεῖ γὰρ πάντας ἡμᾶς κοινωνοὺς καὶ γενέσθαι τῆς θείας αὐτοῦ φύσεως, εἴπερ ἔδει τὴν οἰκείαν ἀφέντες ζωὴν εἰς ἑτέραν μετασκευάζεσθαι· ἀλλ’ ἦν οὐχ ἑτέρως τούτου δύνασθαι τυχεῖν, εἰ μὴ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας τε καὶ μετουσίας· ὅγε μὴν οἰκεῖος τούτου καῖρος μέτα τὴν του Σωτῆρος ἐπιδημίαν ἐστί. Συνὼν γὰρ ἔτι μετὰ σαρκὸς τοῖς πιστεύουσιν εἰς αὐτὸν, παντὸς οἶμαι χορηγὸς ἀγαθοῦ ἀνεδείκνυτο. Ἐπειδὴ τοῦτον ἀναβαίνειν καιρὸς ἐν τοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα. Πῶς οὐκ ἔδει συνεῖναι διὰ τοῦ Πνεύματος τοῖς σεβομένοις αὐτὸν, καὶ ἐνοικεῖν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως; ἵνα αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, μετὰ παρρησίας κράξωμεν, “ἀββᾶ “ὁ Πατὴρ,” καὶ πρὸς πᾶσαν εὐκόλως ἴοιμεν ἀρετήν. Ἀμμωνίου. Ἐὰν μὴ πάθω, οὐκ ἐπιφοιτᾷ ὑμῖν τὸ Πνεῦμα, πάσης δόσεως ἀγαθῆς αἴτιον. Θεοδώρου Μομψουεστίασ. Οὕτω φοβερὰ τίς ἐστιν, φησὶ, τοῦ Ἁγίου Πνεύματος ἡ κάθοδος, ὡς ἐπιφοιτήσαντος τοῖς ἀνθρώποις, φανῆναι τῶν ἐπιβεβουλευκότων ἐμοὶ τὴν ἁμαρτίαν. Ἀπολιναρίου. Ἐλέγξει τὸν κόσμον, ὡς ὑπὸ ἁμαρτίαν διὰ τὴν ἀπιστίαν· ἡ γὰρ πίστις ἁμαρτίαν λέλυκεν· ἀπιστίαν δὲ δέδεκε, καὶ φαινόμενον ἐν τοῖς πιστεύουσι τὸ Πνεῦμα κατάκρισις ἦν τῶν ἀπιστούντων· ἐστερημένοι γὰρ τῆς δωρεᾶς, ἐξηλέγχοντο τῆς παρούσης τοῖς πεπιστευκόσι, καὶ τοῦτο ἐδείκνυεν αὐτοὺς ἐναγῆ σκεύη καὶ ἀνεπιτήδεια τῷ Πνεύματι. Θεοδώρου Ἡρακλείασ.
Concerning judgment, because the ruler of this world has been judged, that is, because he has overthrown the adversary, but he would not have overthrown him if he were a sinner. Of Cyril. For it is necessary that we all become partakers also of his divine nature, if indeed we must abandon our own life and be transformed into another; but it was not possible to obtain this in any other way except through the communion and participation of the Holy Spirit; and the proper time for this is after the sojourn of the Savior. For while he was still with those who believe in him in the flesh, he was shown to be the provider of every good, I think. Since it was time for him to ascend to the Father in the heavens, how was it not necessary that he be present through the Spirit with those who revere him, and dwell in our hearts through faith? So that having him in ourselves, we might cry out with boldness, Abba, the Father, and easily proceed to every virtue. Of Ammonius. If I do not suffer, the Spirit does not visit you, the cause of every good gift. Of Theodore of Mopsuestia. So fearful, he says, is the descent of the Holy Spirit, that when it visited men, the sin of those who had plotted against me appeared. Of Apollinaris. He will convict the world, as being under sin through unbelief; for faith has dissolved sin; but unbelief has bound it, and the Spirit appearing in believers was a condemnation of unbelievers; for being deprived of the gift, they were convicted of what was present to those who had believed, and this showed them to be accursed vessels and unfit for the Spirit. Of Theodore of Heraclea.
Ἐλθόντος γὰρ αὐτοῦ ἐπ’ ἀνατροπῇ τῆς κατεχούσης τὸν κόσμον ἁμαρτίας, καὶ τὸν ἱλασμὸν παρασχόντος πᾶσι τοῖς ἀσμένως αὐτοῦ δεξαμένοις τὴν παρουσίαν, οἱ ἐν ἀπιστίᾳ διαμείναντες, ἀναφαίρετον καὶ ὥσπερ ἐσφραγισμένην ἔσχον τὴν ἁμαρτίαν. Ἀμμωνίου. Ὡς ἄδικος ὁ μὴ πιστεύσας εἰς τὸν δίκαιον διὰ τὴν δικαιοσύνην αὐτοῦ ἀναληφθέντα εἰς οὐρανοὺς καὶ ἀφανῆ 1 κατεπάλεσε Cod. m κατεπάλεσε Cod.
γεγονότα τοῖς ἀνθρώποις· ὡς ῥᾴθυμος, ὅτι κατακλασθέντος τοῦ Σατανᾶ, οὐδὲ οὕτως αὐτὸν ἠθέλησε νικῆσαι. Ὅταν τὸ Πνεῦμα διδάξει ὑμᾶς, τότε δυνήσεσθε τῶν νομικῶν ἀποστῆναι τύπων, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ποιῆσαι λατρείαν. Οὐ μεῖζον τοῦ Υἱοῦ τὸ Πνεῦμα, φησὶ, διὸ “οὐδὲν ἀφ’ ἑαυτοῦ λαλήσει,” ἀλλὰ “ἀκούει·” ἃ γὰρ ἐγὼ, κἀκεῖνος ἐρεῖ τὸ Πνεῦμα διδάξει τοὺς ἀνθρώπους τὰ τῆς Υἱοῦ θεότητος καὶ δόξης, καὶ τῆς πρὸς τὸν Πατέρα ἰσότητος. Τὸ δὲ εἰπεῖν, ὅτι “ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν,” λέγει, ἣν ἔμελλε τὸ Πνεῦμα τὸ Ἅγιον ὁδηγεῖν αὐτούς· ἣν αὐτὸς μὲν διὰ τὸ μὴ βούλεσθαι μεγάλα φθέγγεσθαι, συνεχῶς περὶ αὐτοῦ ἀπεσιώπα, διά τε τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαν περὶ αὐτοῦ λέγειν, ἔμελλε δὲ μετὰ τὴν τοῦ Ἁγίου Πνεύματος παρουσίαν ὑπὸ τῆς αὐτοῦ ἐνεργείας γνωρίζεσθαι. Τί ἐστι τὸ “οὐ γὰρ λαλήσει “ἀφ᾿ ἑαυτοῦ, ἀλλ’ ὅσα ἄν ἀκούει, λαλήσει;” ὥσπερ εἶπε πέρι ἑαυτοῦ ὁ Χριστὸς, ὅτι “ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ.” Δεῖξαι δὲ θέλων, “ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲ ἴδιόν τι παρ’ ἐκεῖνον καὶ ἀλλότριον καλεῖ, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἀγίου, φησιν, ὅτι οὐδὲν ἐνάντιον οὐδὲ ἴδιον πάρα τὰ ἐμὰ ἐρεῖ.
For when he came to overthrow the sin that held the world captive, and provided propitiation for all who gladly received his coming, those who remained in unbelief had their sin irremovable and, as it were, sealed. Of Ammonius. As unjust is the one who did not believe in the righteous one who was taken up into the heavens because of his righteousness and became invisible to men; as slothful, because when Satan was crushed, not even so did he wish to conquer him. When the Spirit teaches you, then you will be able to depart from the legal types and to perform the worship in spirit and truth. The Spirit is not greater than the Son, he says; therefore "he will not speak from himself," but "he hears"; for what I shall say, the Spirit will also say, and will teach men the things of the Son's divinity and glory, and of his equality with the Father. But the statement that "he will guide you into all truth" means the truth into which the Holy Spirit was going to guide them; which he himself, because he did not wish to utter great things, continually kept silent about, both because he was clothed in flesh and because he did not speak glory concerning himself, but it was going to be made known after the coming of the Holy Spirit by his operation. What is the meaning of "for he will not speak from himself, but whatever he hears, he will speak"? Just as Christ said concerning himself, "I do not speak from myself." But wishing to show that nothing is apart from the Father's things, nor does he call anything his own and alien to him, so also in the case of the Holy Spirit, he says, that he will speak nothing contrary nor anything his own apart from my things.
Ὅτι γὰρ οὐ δεῖται διδασκαλίας τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Παῦλος οὕτω φησὶν, “ὥσπερ τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ “μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς “οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.” Καὶ ἐπειδὴ πρὸς οὐδὲν οὕτω λίχνον τὸ ἀνθρώπινον γένος ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα, ἐπῇρεν αὐτῶν τὴν διάνοιαν λέγων, “καὶ τὰ ἐρχόμενα ἀναγ- “γελεῖ ὑμῖν·” τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς ἐρωτᾷν αὐτοὺς, “ποῦ ὑπάγεις, καὶ τίς ἐστιν ἡ ὁδός;” ταύτης οὖν αὐτοὺς ἀπαλλαττων τῆς φροντίδος λέγει, ὅτι πάντα ὑμῖν προερεῖ ὥστε μὴ ἐκπεσεῖν ἀφυλάκτως, ἅμα δὲ καὶ δείκνυσιν ἐνταῦθα μάλιστα τοῦ Πνεύματος τοῦ Ἁγίου τὸ ἀξίωμα, ὅτι Θεός ἐστι. Θεοῦ γὰρ ἴδιον τὸ λέγειν τὰ μέλλοντα. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ ὅτι ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν· ἵνα οὖν μὴ ταῦτα ἀκούοντες μείζονα τὸ
Πνεῦμα τὸ Ἅγιον νομίσωσιν εἰναι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσιν, ἐπήγαγε λέγων, “ἐκεῖνος ἐμὲ δοξάσει, καὶ “ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὐμῖν,” καὶ τὰ ἑξῆς, τουτέστι ἅπερ ἂν εἴπω ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Πῶς δὲ “ἐκεἴνος ἐμὲ δοξάσει;” ὅτι ἐν τῷ ὀνόματι μου δώσει τὰς ἐνεργείας. ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα, παραγενομένου τοῦ Πνεύματος τοῦ Ἁγίου, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησὶν, “ἐκεῖνος ἐμὲ δοξάσει,” καὶ ἐπειδὴ ἔλεγεν, εἷς ἐστιν ἐξ ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ πειθόμενοι λέγοντι ὅτι μία ἡ ἐμὴ καὶ ἡ τοῦ Παρακλήτου καὶ ῾Αγίου Πνεύματος διδασκαλία·
For that the Holy Spirit has no need of teaching, Paul speaks thus: "Even so the things of a man no one knows, except the spirit of the man; so also the things of God no one knows, except the Spirit of God." And since the human race is eager for nothing so much as to learn things to come, he raised their minds, saying, "and he will declare to you the things that are coming." He said this because of their continually asking, "Where are you going, and what is the way?" So, freeing them from this anxiety, he says that he will foretell all things to you so that you may not fall away unguarded; and at the same time he shows here especially the dignity of the Holy Spirit, that he is God. For it is God's own to speak of things to come. But since he had said, "He will teach you and remind you," and "it is expedient for me to depart, and for him to come," and that "he will guide you into all truth" — therefore, lest hearing these things they should think the Holy Spirit to be greater, and fall into the last pretext of impiety, he added, saying, "He will glorify me, and that he will take of mine and declare it to you," and the rest, that is, whatever I say, that he also will say. But how will "he glorify me"? Because in my name he will give the workings. For since they were going to do greater signs when the Holy Spirit had come, therefore again introducing the equality of honor, he says, "He will glorify me." And since he said, "One is your teacher, Christ," lest they should think they were disobeying him by obeying him who said that my teaching and that of the Paraclete and Holy Spirit is one.
καὶ γὰρ ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ· μὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ κἀκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συκροτεῖ δόξαν. Ὅτε δὲ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων, τότε πάλιν καταβάλλει αὐτῶν τὰ φρονήματα, λέγων, “μικρὸν, “καὶ οὐκ ἔτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με,” τοῦτο δὲ ποιεῖ, βασανίζων αὐτῶν τὴν διάνοιαν καὶ δοκιμωτέραν ἀπεργαζόμενος, καὶ συνεθίζων γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν· συνέπλεξε δὲ καὶ παραμυθίαν ἐν τῷ εἰπεῖν ὅτι ἐπανήξω, καὶ ὅτι πρὸς ὀλίγον ἐστὶν ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ’ αὐτῶν συνουσία. ἀλλὰ τοῦτο μὲν οὐ συνεῖδον ἐκεῖνοι· διὸ καὶ εἶπον ἐκ τῶν μαθητῶν αὐτοῦ, φησὶ, “τί ἐστι τοῦτο ὃ λέγει ἠμῖν,” φησὶν, “ὅτι μικρὸν, καὶ οὐ θεωρεῖτέ με,” καὶ τὰ ἑξῆς; διὸ καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; ἣ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι, αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα, ἣ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων· διὸ βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου αὐτοῦ δόγμα φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε, ὅτι ἀποθανοῦμαι, ἡ λύπη δὲ αὕτη εἰς χαρὰν γενήσεται διὰ τὸ ἀναστῆναι με, καὶ ὅτι ἡ μὲν λύπη βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος· ὅθεν τοῦτο βεβαιῶν καὶ ἐπὶ παράδειγμα ἦλθε κοσμικὸν λέγων, “ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς.” ταύτῃ δὲ τῇ παραβολῇ καὶ οἱ προφῆται κέχρηνται συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὴν ἀθυμίαν παραβάλλοντες· ὃ δὲ λέγει, τοιοῦτόν
For even from the things I was about to teach, from these same things he himself will speak: do not suppose that his things are different; for those things also are mine, and he supports my glory. But when he had recovered them through the words concerning the Spirit, then again he casts down their thoughts, saying, "A little while, and you no longer see me, and again a little while, and you will see me." This he does, testing their mind and rendering it more approved, and accustoming them to bear his departure nobly. He also wove in consolation by saying that he would return, and that the separation is for a short time, and the fellowship with them is continual. But those men did not understand this; therefore also some of his disciples said, it says, "What is this that he says to us," it says, "a little while, and you do not see me," and the rest? Therefore one might reasonably wonder how, hearing these things many times, they doubt as though they had heard nothing. From where then did they not understand? Either because of grief, as I at least think—for this drove the things said out of their mind—or because of the obscurity of the things said. Therefore, wishing to implant in them the doctrine concerning his death, he says, "Truly, truly, I say to you, that you will weep and lament, that I will die, but this grief will become joy through my resurrection, and that the grief is brief, but the pleasure endless." Hence, confirming this, he also came to a worldly example, saying, "The woman when she gives birth has grief, because her hour has come." And the prophets also have continually used this parable, comparing their despondency to the excess of birth-pangs. What he says is of this sort:
ἐστιν, ὠδῖνες λήψονται ὑμᾶς, ἀλλ’ ἡ ὠδίνῃ τοῦ τόκου γίγνεται αἰτία· ἅμα καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστούμενος, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ1 ἀπὸ μήτρας ἐξελθεῖν εἰς τὸ φῶς, ὡσανεὶ ἔλεγε, μὴ θαυμάσητε, ὅτι διὰ λύπης τοσαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω, ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ, οὕτως ἔρχεται διὰ λύπης. αἰνίττεται δέ τι ἐνταῦθα μυστικὸν, ὅτι ἔλυεν αὐτὸς τὰς ὠδῖνας τοῦ θανάτου, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι ἐποίησε. Δεῖξαι δὲ θέλων τῆς χαρᾶς τὴν ὑπερβολὴν, ἣν ἔμελλον ἔχειν διὰ τῆς αὐτοῦ ἀναστάσεως, οὐκ εἶπεν ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ’ ὅτι οὐδὲ μέμνηται αὐτῆς ἡ τίκτουσα. Καὶ γὰρ “ὅταν γεννήσῃ,” φησὶ, “τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆς “θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.” Καὶ μὴν οὐκ ἐπειδὴ ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον, χαίρει ἡ γυνὴ, ἀλλ’ ὅτι παιδίον αὐτῇ ἐτέχθη· ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυσε, καὶ ἐφ’ ἑτέρᾳ γυναικὶ τικτούσῃ, τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ παράδειγμα εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαρὰν, καὶ ἀπὸ τῆς λύπης τὴν χαρὰν καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ ἔστι μέγα τῶν ὠδίνων τὸ κέρδος· καὶ οὐκ εἶπεν, ἐτέχθη αὐτῇ παιδίον, ἀλλὰ “ἄνθρωπος·” ἐνταῦθα γάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλεν.
there are, pangs will seize you, but the pang of childbirth becomes the cause; at the same time both confirming the account concerning the resurrection, and showing that departing from here is like coming out from the womb into the light, as if he were saying, do not marvel that through so much grief I lead you to what is beneficial for you, since even a mother, in order to become a mother, comes in this way through grief. And he hints at something mystical here, that he himself was loosing the pangs of death, and caused a new man to be born again. And wishing to show the excess of the joy which they were about to have through his resurrection, he did not say that the tribulation will merely pass away, but that the woman giving birth does not even remember it. For "when she gives birth to the child," he says, "she no longer remembers the tribulation because of the joy, that a man has been born into the world." And yet it is not because a man has been born into the world that the woman rejoices, but because a child has been born to her; since if she rejoiced for this reason, nothing prevented women who are not giving birth from rejoicing over another woman giving birth. For what reason then did he speak in this way? Because he took up the example for this one purpose only, to show that the grief is temporary but the joy is perpetual, and that the joy comes from the grief and is a transition to life, and the gain from the pangs is great; and he did not say, a child has been born to her, but "a man;" for here he hints to me of his own resurrection, and that he was about to be born not to that death which causes pangs, but to the kingdom.
ὅθεν καὶ δεῖξαι βουλόμενος, ὅτι οὐ θάνατος ὁ κοινὸς, ἀλλὰ μετάστασίς ἐστιν αὐτοῦ τὸ πάθος, ἐπήγαγε λέγων, “καὶ ὑμεῖς οὖν λύπην “ἕξετε, πάλιν δὲ ὄψομαι ὑμᾶς” καὶ τὰ ἑξῆς. Τὸ δὲ “ἐν ἐκείνῃ “τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδὲν,” δηλοῖ, ὅτι οὐκ ἐρεῖτε, “δεῖξον ἡμῖν τὸν Πατέρα σου,” καὶ “ποῦ ὑπάγεις,” πᾶσαν γὰρ εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ ὥσπερ ἐγὼ· Ἀπολιναρίου καὶ Θεοδώρου Ἡρακλείασ. τοῖς μαθηταῖς ἡ μέλλουσα ἀναχώρησις αὐτοῦ, τερπνὸν δὲ ἡ ἀνάστασις, ἑκατέρα δὲ ἐν βραχεῖ καιρῷ γίνεται. Ὅμοιόν τι ταῖς τῶν γυναικῶν ὠδῖσι τὸ πρᾶγμα φανήσεται· ὡς γὰρ ὠδίνει μὲν 1 τὸ Cod.
γυνὴ πρὸ τοῦ τοκετοῦ, ἀπὸ δὲ τῶν ὠδίνων ὁ τοκετὸς, καὶ τὸ ἐπίπονον εἰς τέρψιν καταλήγει, καὶ ἡ τέρψις ἀναιρεῖ τῆς λύπης τὴν μνήμην, οὕτως ἀποβήσεται ὑμῖν ἐπὶ τοῦ καινοῦ m καὶ θαυμασίου τούτου τοκετοῦ· νῦν γὰρ ὡς ἀληθῶς ἄνθρωπος εἰς τὸν κόσμον γεννᾶται, ἐκ παραδόξων ὠδίνων· καὶ λύπην μὲν ὑμῖν αἱ περὶ τὸ πάθος ὠδῖνες προσοίσουσι, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις· χαρὰν οὐδαμῶς ἔτι μεταβαλλομένην, οὐδὲ ἀφαιρέτην ὑπὸ ἀνθρώπου, ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστάσεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες, εἰς τὴν πρὸς Θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γὰρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθὲν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησί.
Therefore, wishing also to show that his suffering is not the common death but a departure, he added, saying, "And you therefore will have sorrow, but I will see you again," and what follows. And the phrase "in that day you will ask me nothing" makes clear that you will not say, "Show us your Father," and "Where are you going?" For you will know all knowledge, and the Father will be disposed toward you as I am. Of Apollinaris and Theodore of Heraclea. His impending departure is [a cause of sorrow] to the disciples, but the resurrection is delightful, and each takes place in a short time. The matter will appear similar to the birth pangs of women; for as a woman labors before childbirth, and from the pangs comes the birth, and the toil ends in delight, and the delight removes the memory of the sorrow, so it will turn out for you in this new and wonderful childbirth; for now truly a human being is born into the world, from paradoxical pangs; and the pangs concerning the passion will bring you sorrow, but the resurrection after the passion will bring joy; joy no longer changing in any way, nor taken away by a human being or anyone else, when through the resurrection of the new human being you have become new and will come to boldness before God; for you will rejoice when you see a child born strange to the world, incorruptible and imperishable—and he clearly means himself.
Πάλιν δὲ δεῖξαι θέλων, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι, φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅσα ἃν “αἰτήσητε τὸν Πατέρα μου ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.” ὃ δὲ λέγει τοῦτό ἐστιν, οὐ δεηθήσεσθε μεσίτου, ἀλλ’ ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντος τὸ ἐμὸν λαβεῖν πάντα, δείκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος, μηδὲ καλούμενος, ἀλλ’ ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ αὐτοὺς θαυμαστούς. Πεῖσαι δὲ αὐτοὺς πάλιν θέλων ὅτι συμφέρει αὐτὸν ἀπελθεῖν λέγει, “ἕως ἄρτι οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματι μου· αἰτεῖτε, “καὶ λήψεσθε,” καὶ τὰ ἑξῆς. Εἰ γὰρ ἕως μὲν τοῦ νῦν οὐδὲν ᾐτήσατε, φησὶ, τότε δὲ αἰτήσαντες λήψεσθε· τοῦτο συμφέρει ὑμῖν· μὴ γὰρ ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελείφθαι· τὸ γὰρ ὄνομα μείζονα ὑμῖν δώσει παρρησίαν. Ἀμμωνίου. Ὡς γὰρ ἐν παροιμίαις λαλεῖ ταῦτα ὁ ὡς παρακατιὼν λέγει, οὐ γὰρ δύναται κατὰ τὸ γράμμα νοεῖσθαι· ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελτίωσιν ψυχαῖς. Παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ κεκαλυμμένον λόγον· διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει· ὅταν προκόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ Πατρὸς δόξαν· μετὰ τὴν ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ n περὶ τοῦ Πατρός. Περὶ ποίας ὥρας λέγει “ὅτι ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω “ὑμῖν,” καὶ τὰ ἑξῆς, τὸν τῆς ἀναστάσεως αὐτοῦ χρόνον· καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας σὺν αὐτοῖς διελέχθη, συναλιζόμενος καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ ἐπειδὴ, φησὶ, τὴν m καιροῦ Cod. n ἐρωτᾷ Cod.
Again, wishing to show that it is from God, he says, "Amen, amen, I say to you, whatever you ask of my Father in my name, he will give it to you." And what he means is this: you will not need a mediator, but it is enough that my name alone be spoken for you to receive all things. He shows the power of the name, if indeed, though he is not seen nor called upon, but only named, he makes them admirable before the Father. And wishing again to persuade them that it is beneficial for him to depart, he says, "Until now you have asked nothing in my name; ask, and you will receive," and what follows. For if, he says, until now you have asked nothing, but then, having asked, you will receive, this is beneficial for you. For do not suppose that because I will no longer be with you, you have been abandoned; for the name will give you greater boldness. Of Ammonius. For as in proverbs he speaks these things, he says, coming down to them, for it cannot be understood according to the letter. But that one asks and receives who asks what is profitable for the improvement of souls. He calls a proverb the unclear and veiled saying; on account of their infancy he speaks in a shadowed way. When you advance, then I reveal to you the glory of the Father; after the resurrection I will tell you clearly the things concerning the Father. About what hour does he say, "that the hour is coming when I will no longer speak to you in proverbs," and what follows? The time of his resurrection; for indeed for forty days he conversed with them, eating together and speaking about the kingdom of God. And since, he says, the
εἰς ἐμὲ πίστιν βεβαίαν ἕξετε, “οὐκ ἐρωτήσω τὸν Πατέρα περὶ “ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς,” καὶ τὰ ἑξῆς· ἀρκεῖ γὰρ ἡ εἰς ἐμὴ ἀγάπη πρὸς τὴν ὑμῶν· καὶ ἐπειδὴ οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο τὸ ἀκούειν ὅτι “παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ “ὑπάγω,” συνεχῶς αὐτὸ περιστρέφει· ὅθεν τοῦτο ἀκούσαντες, καὶ ὅτι τῷ Πατρὶ ἔσονται φίλοι, σφόδρα ἀνέπνευσαν· διὸ καὶ εἶπον, “νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες· ὃ δὲ λέγουσι, τοῦτό ἐστι· πρινὴ ἀκοῦσαι σε, εἶδες τὰ σκανδαλίζοντα ἡμᾶς ὡς Θεὸς, καὶ ἀνέπαυσας ἡμᾶς εἰς ταῦτα. οὕτως ἔτι ἀτελῶς εἶχον, καὶ ἐπειδὴ ἐδόκουν ὥσπερ τινὰ χάριν αὐτῷ προσέχοντες λέγειν ταῦτα, φησὶ πρὸς αὐτοὺς, “ἄρτι πιστεύετε; ἰδοὺ “ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ “ἴδια, καὶ ἐμ ὲμόνονἀφ ῆτε,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ εἶπον, “νῦν ἔγνωμεν,” δείκνυσιν ὅτι οὐδὲν οὐδέπω κατόρθωσαν· προδώσετε γάρ με τοῖς ἐχθροῖς, φησὶ, καὶ τοσοῦτο ὑμῶν κρατήσει φόβος, ὡς μηδὲ μετ’ ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι, ἀλλ’ οὐδὲν ἐκ τούτου πάθω δεινόν. ῾Ο γὰρ Πατὴρ μετ’ ἐμοῦ ἐστι, καὶ τοῦτο δὲ πάλιν δι’ αὐτοὺς τέθεικε· τοῦτο γὰρ, ἄνω καὶ κάτω βούλονται μαθεῖν. Ὅπερ δὲ εἰπεν, “ὅτι λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ είρή- “νην ἔχητε,” τοῦτό ἐστιν, ἵνα μὴ ἐκβάλητέ με, φησὶν, ἀπὸ τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε ἐπὶ πλεῖον. Εἰπὼν δὲ ὅτι “ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε,” καὶ τὰ ἑξῆς, οὐ περὶ τῆς τότε μόνον θλίψεως εἶπεν, ἀλλ’ ὅτι καὶ μετὰ ταῦτα θλιβήσονται, ἀλλὰ διανάστητε, φησὶ, τῷ λογισμῷ· οὐδὲν γὰρ πάθητε δεινόν· ἐμοῦ τοῦ διδασκάλου ὑμῶν περιγενομένου τοῦ ἐχθροῦ.
you will have firm faith in me. "I will not ask the Father concerning you; for the Father himself loves you," and what follows. For my love is sufficient for your love. And since hearing that "I came forth from God and I am going there" did not comfort them in any ordinary way, he keeps turning it over continually. Therefore, having heard this, and that they will be friends of the Father, they breathed a great sigh of relief. So they also said, "Now we know that you know all things, and that you came forth from God." What they mean is this: before you heard, you saw as God the things that scandalize us, and you gave us rest in these matters. Thus they were still in an imperfect state, and since they seemed to be saying these things as if granting him some favor, he says to them, "Do you now believe? Behold, the hour is coming, and now is, when you will be scattered, each to his own, and you will leave me alone," and what follows. For since they said, "Now we know," he shows that they had accomplished nothing as yet: for you will betray me to my enemies, he says, and such fear will overpower you that you will not even be able to withdraw together with one another. But I suffer nothing terrible from this. For the Father is with me. And this too he has stated again for their sake; for this they want to learn up and down. And what he said, "that I have spoken to you so that in me you may have peace," means this: so that you may not cast me out, he says, from your mind, but may receive me more fully. And having said that "in the world you will have tribulation," and what follows, he spoke not only about the tribulation at that time, but that they will also be afflicted after these things. But stand up, he says, in your reasoning; for you will suffer nothing terrible, since I, your teacher, have overcome the enemy.
Νενίκηκα δὲ τὸν κόσμον, τὸν ἄρχοντα αὐτοῦ καταβαλὼν κάτω, καθὼς προεῖπεν, “ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου,” καὶ τὰ ἑξῆς, γνώσεσθε δὲ ὕστερον καὶ τοῦτο πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων. Κυρίλλου. Εἴ τι, φησὶν, ἃν θέλοιεν προσιόντες αἰτεῖν, λήψονται παρὰ τοῦ Πατρὸς, τοῦτο γάρ ἐστι τὸ “ἐν τῷ ὀνόματι μου.” πρόσειμεν γὰρ οὐχ ἑτέρως τῷ Πατρὶ καὶ Θεῷ, εἰ μὴ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν Πνεύματι κατὰ τὸ γεγραμμένον· εἰ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, ὁμοῦ τῷ Πατρὶ
χορηγεῖ τοῖς ἁγίοις τὰ ἀγαθὰ, καὶ διὰ τοῦτο διδάσκων ὁ μακαριος Παῦλος φησὶ, “χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ καὶ “Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.” Εἰ δὲ μεσίτης καὶ ἀρχιερεὺς καὶ Παράκλητος ὀνομάζεται, προσκομίζει τῷ Πατρὶ τὰς ὑπὲρ ἡμῶν ἱκετηρίς· ὀνόματι τοίνυν τοῦ Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τὰς δεήσεις ποιητέον· οὕτω γὰρ ἐπινεύσει ὁ Πατὴρ, ἐπιδώσει δὲ τοῖς αἰτοῦσι τὰ ἀγαθά. Τὸ δὲ “ἐξῆλθον παρὰ τοῦ Θεοῦ” ἐνταῦθα δὴ πάλιν οἰκησόμεθα δηλοῖ, ὅτι γεγέννημαι καὶ ἐξέλαμψα, τῆς οὐσίας αὐτοῦ κατὰ πρόοδον μὲν τὴν εἰς εἶναί τε καὶ νοεῖσθαι τυχὸν ἰδιοσυστάτως, οὐ μὴν εἰς ἅπαν διῃρημένως· ἐστὶ γὰρ ἐν Υἱῷ μὲν ὁ Πατὴρ, ἐν Πατρὶ δ’ αὖ πάλιν κατὰ φύσιν ὁ Υἱός· ἣ τὸ “ἐξῆλθον” ἀντὶ τοῦ γέγονα καθ’ ὑμᾶς ἄνθρωπος, δηλονότι τὴν ἡμετέραν μορφήν τε καὶ φύσιν ὑποδύς· τόπος γὰρ ὥσπερ ἑκάστου τῶν ὄντων ἡ ἰδία φύσις, ἀφ’ ἧς ἂν ἐξίοι πρὸς ἕτερόν τι μεταχωροῦν, καὶ ὅπερ οὐκ ἦν γενόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος μεμενηκὼς ὅπερ ἦν, γέγονεν ἄνθρωπος·
And I have overcome the world, having cast down its ruler, just as he foretold: "for the ruler of this world is coming," and what follows; and you will know this later, when all yield and give way to you. From Cyril. If, he says, they wish to ask anything when they come, they will receive it from the Father; for this is the meaning of "in my name." For we do not otherwise approach the Father and God except through the Son; for through him we have obtained access in the Spirit, according to what is written. For if he is Son and God, together with the Father he supplies good things to the saints, and teaching this the blessed Paul says, "Grace to you and peace from God our Father and the Lord Jesus Christ." But if he is called mediator and high priest and Paraclete, he brings to the Father the supplications on our behalf. In the name, therefore, of our Savior Jesus Christ we must make our petitions; for thus the Father will assent, and will give good things to those who ask. And the phrase "I came forth from God" here again indicates, we shall maintain, that I have been begotten and have shone forth, his essence proceeding in such a way as to exist and be conceived perhaps with individual subsistence, yet not divided into separate parts entirely; for the Father is in the Son, and the Son again is in the Father by nature. Or else "I came forth" is instead of "I became a man like you," clearly having put on our form and nature; for just as each being's own nature is its place, from which it would go forth when passing over to something else, and becoming what it was not. But the Word of God, having remained what he was, became man.
ἐκβεβηκέναι δέ πὼς νοεῖται, κατά γε τὸν ἐν θεωρίαις ἐκβαίνοντα λόγον. Ἀμμωνίου πρεσβυτέρου. Δύναται μὲν ὡς Θεὸς δοῦναι, πλὴν ὡς ἤδη εἶπον τὸ “αὐτῶ” οἰκονομικῶς. ἄνθρωπος ἐνέμεινε τῷ λόγῳ. Θεοδώρου Μομωουεστίασ. Ἴσως τοῦτο γνώσονται, ὅτι Πατήρ ἐστιν ἐξ αὐτοῦ γεννήσας Υἱὸν, ὅπερ οὔπω τότε ἐπίστανται, ἀλλ’ οὐδὲ συνίεσαν Πατέρα αὐτοῦ κατὰ κηδεμονίαν νομίζοντες, ὡς καὶ τῶν λοιπῶν ἀνθρώπων ἐλέγετο. Ἀμμωνίου πρεσβυτέρου. Τὸ “ἄρτι πιστεύετε,” ἀνθρωπινώτερον τοῦτο λέγει· καθὸ γὰρ Θεὸς ὑπάρχω ἐν τῷ Θεῷ καὶ Πατρὶ εἰμὶ φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο. Κρείττων καὶ δυνατώτερος ὤφθη ὁ Κύριος πάσης κοσμικῆς ἁμαρτίας, καὶ δίδωσι καὶ τοῖς πιστοῖς τὸ νικᾷν· ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ ἄνθρωπος, κρεῖττον ἐφάνη θανάτου καὶ φθορᾶς, καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει, καὶ τούτῳ ὀφείλομεν θεωρεῖν ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε, καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι. Εἰ γὰρ ὡς Θεὸς ἐνίκησε, πρὸς ἡμᾶς οὐδέν.
But how "having gone out" is understood, at least according to the sense that emerges in contemplations. From Ammonius the Elder. As God he is able to give, yet, as I have already said, the "to him" is by economy. As man he remained in the word. From Theodore of Mopsuestia. Perhaps they will know this, that the Father is he who has begotten the Son from himself, which they did not yet understand at that time, nor did they comprehend his Father, thinking of him by way of providence, as was also said of the rest of men. From Ammonius the Elder. The "now you believe," he says this in a more human way; for insofar as I am God, I am in God the Father and exist naturally and inseparably. He said this by condescension, since the disciples wished to hear this. The Lord appeared greater and more powerful than every worldly sin, and he gives even to the faithful the power to conquer; or because Christ, having become one of us insofar as he is man, appeared greater than death and corruption, and the grace passes over to us, and for this reason we ought to contemplate that we shall receive, since as man he has conquered, and we seem to have conquered in him. For if he had conquered as God, it would be nothing to us.
Ἀπολιναρίου. Μέλλων ἀπιέναι, φησὶν, ἀναγκαίως διὰ τῶν εἰρημένων καθίστημι τὰς ψυχὰς ὑμῶν εἰς τὸ μὴ ταράσσεσθαι, ἀλλὰ τῇ πίστει πρὸς τὰς περιστάσεις ἀντέχειν· πολλὰ μὲν γὰρ παρὰ ἀνθρώποις τὰ θλίβοντα, μεγάλη δὲ παρὰ τοῦ νενικηκότος τὰς θλίψεις ἡ τοῦ θεωρεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτὲ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθὸν, ἀλλ’ ἐκ τῆς ἐμῆς ἀηττήτου δυνάμεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει. Μετὰ τὴν παραίνεσιν ἐπὶ τὴν ἀρχὴν τρέπεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, ἀνίστησι πάλιν διὰ τῆς εὐχῆς, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν· ἄλλως δὲ οὐδὲ εὐχὴν ὁ Εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διάλεξιν πρὸς τὸν Πατέρα μᾶλλον αὐτὸ εἶναι λέγων· “ᾖρε γὰρ φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ τὰ ἑξῆς. Εί δὲ ἀλλαχοῦ λέγει εὐχόμενον δείκνυσιν αὐτὸν ἐπὶ γόνατα καμπτόμενον, μὴ θαυμάσῃς. Ηλθε γὰρ ὁ Χριστὸς οὐ μόνον ἑαυτὸν φανερώσων, ἀλλὰ καὶ ἀρετὴν παιδεύων ἅπασαν· τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Δεῖξαι δὲ θέλων ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ἀλλ’ ἑκὼν, φησὶ, “Πάτερ ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,” καὶ τὰ ἑξῆς· ἰδοὺ γὰρ εὔχεται τοῦτό γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλεῖ, οὐκ αὐτοῦ μόνον τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρὸς, ὅπερ καὶ γέγονεν. Οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη· πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν.
From Apollinaris. About to depart, he says, I necessarily, through what has been said, establish your souls so as not to be troubled, but to hold fast against circumstances by faith; for many are the things among men that oppress, but great is the assistance of contemplation from the one who has conquered afflictions; for the confidence will never be firmly from your own courage, because there is nothing in man that is steadfast and unchanging good, but from my invincible power the confidence will be secure for my partakers. After the exhortation he turns to the beginning. For since he said, that in the world you will have tribulation, and shook their souls, he raises them up again through the prayer, teaching us in temptations to abandon all things and take refuge in God; and otherwise the Evangelist does not even call the matter a prayer, but says it is rather a conversation with the Father; for he says, he lifted up his eyes to heaven, and the rest. But if elsewhere he shows him praying on bended knees, do not wonder. For Christ came not only to reveal himself, but also to teach every virtue; and the one who teaches must teach not only through words, but also through deeds. But wishing to show that he does not come to the passion unwillingly, but willingly, he says, Father, the hour has come, glorify your Son, and the rest; for behold, he prays that this happen, and he calls the matter glory, not of the one crucified only, but also of the Father, which indeed has happened. For not the Son only, but also the Father was glorified; for before the cross not even the Jews knew him.
Ισραὴλ γἀρ μὲ, φησὶν, “οὑκ ἔγνω,” μετὰ δὲ τὸν σταυρὸν ἡ οἱκουμένη πᾶσα προσέδραμε. Τὸ δὲ “καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν “πάσης σαρκὸς,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι, καὶ ὅτι οὐκ εἰς ᾿Ιουδαίους μόνον τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένον, ἀλλ’ εἰς τὴν οἰκουμένην λοιπὸν ἐκτείνεται πᾶσαν. Εἶπε δὲ τοῦτο, ὅτι ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵνα οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκεῖν· πρὸ τούτου γὰρ ἔλεγεν αὐτοῖς, “εἰς ὁδὸν ἐθνῶν “μὴ ἀπέλθητε.” “Ἵνα γιγνώσκωσι σε τὸν μόνον ἀληθινὸν Θεὸν,” καὶ τὰ ἑξῆς· εἶπε δὲ “μόνον ἀληθινὸν Θεὸν” πρὸς ἀντιδιαστολὴν
τῶν οὐκ ὄντων θεῶν. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οἱ αἱρετικοὶ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τὸ μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱόν. Οὕτω καἰ τὸ εἶναι Θεὸν ἐκβάλλουσι, φησὶ γὰρ, “τὴν παρὰ μόνον Θεοῦ δόξαν οὐ ῾ζητεῖτε·” τί οὑν; οὐκ ἔστι Θεὸς ὁ Υἱός; εἰ δὲ καὶ Θεὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου αὐτοῦ ἀληθινοῦ λεγομένου. Σχόλιον Καισαρίου k ΑΔΕΛΦΟΥ ΘΕΟΛÓΓΟΥ. Φᾶσίν οἱ Ἀρείου ὑπασπισταὶ, ὅτι, φησὶν, εἰ ἴσος ὁ Υἱός τῷ Πατρὶ, διὰ τι μὴ πρόσκειται τοῖς Ἰωάννου τοῦ Ἀποστόλου γράμμασιν, ὡς ἐπὶ τοῦ Πατρὸς, τὸ Θεὸς ἀληθινὸς, ἀλλὰ μόνον Θεός; ἡμεῖς δέ φαμεν πρὸς αὐτοὺς, καὶ πῶς οἴεσθε ἀποκρύψασθαι τὴν καθολικὴν τοῦ αὐτοῦ Ἰωάννου Ἐπιστολὴν ἐν τῶ τέλει βοῶσαν, ὅτι “Ἰησοῦς ὁ “Χριστὸς, οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος;
For Israel, he says, did not know me, but after the cross the whole inhabited world ran to him. The phrase "just as you gave him authority over all flesh," and what follows, shows this after he was crucified and raised, and that the message of the preaching is not confined to Jews only, but is now extended to the whole inhabited world. He said this because he was about to send them to the Gentiles; so that they might not think it was an innovation, he shows that this also seemed good to the Father; for before this he had said to them, "Do not go on the road to the Gentiles." "That they may know you, the only true God," and what follows; he said "the only true God" to distinguish him from those who are not gods. For he was about to send them to the Gentiles. But if the heretics will not accept this, but because of the word "only" they exclude the Son from being true God, in this way they also exclude him from being God. For he says, "You do not seek the glory that comes from the only God." What then? Is the Son not God? But if he is also God, and the Father is called "only," it is evident that he is also true, and that he is called "only" who is true. Scholion of Caesarius the brother, theologian. The supporters of Arius say that if the Son is equal to the Father, why is it not added in the writings of John the Apostle, as in the case of the Father, "true God," but only "God"? But we say to them, how do you think you can hide the catholic Epistle of the same John crying out at the end, that "Jesus Christ, this is the true God and eternal life"?
Πάλιιν δὲ ὁ αὐτὸς περὶ τοῦ Πνεύματος φησὶν “οἴδαμεν δὲ καὶ “ἀναγγέλομεν ὑμῖν ὅτι ὁ Θεὸς φῶς ἐστι,” καὶ οὐ προσέθηκεν ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ἀληθινός· ἀρ᾿ οὖν τολμητέον, φησὶ, μὴ εἶναι τὸν Πατέρα ἴσα τῷ παιδὶ, φῶς ἀληθινὸν, καθὼς καὶ ὁ Κύριος ἐν ἄλλῳ τόπῳ ἔλεξε, φησὶν “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ οὐκ ἃν ψεῦδος ἐγένετο ποτέ; τοίνυν εἰ τὸν σκοπὸν τοῦ εὐαγγελικοῦ ῥητοῦ καταμαθεῖν ἐθέλοις ἀκριβῶς, οὕτως ἀνάγνωθι τὸ ῥητόν· “αὕτη δὲ “ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γιγνώσκωσι σε, καὶ ὃν ἀπέστειλας “Ἰησοῦν Χριστὸν, τὸν μόνον ἀληθινὸν Θεόν·” τὸ γὰρ ἴνα σύνδεσμός ἐστι τῶν προειρημένων ῥημάτων, καὶ τῶν ἐνσαχθέντων (sic) οἱ τὰ θεῖα σαφῶς πεπαιδευμένοι ἐν τῷ λέγειν τὸ “σὲ τὸν μόνον “ἀληθινὸν Θεόν.” Καλῶς δὲ εἶπεν, “ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς·” ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν Ἀγγέλων προσκυνούμενος· οὐ τοίνυν τὴν δόξαν ἐκείνην λέγει, ἀλλὰ ταύτην, ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην· οὐκοῦν καὶ “τὸ δόξασόν με” τοιοῦτόν ἐστι. Πῶς δὲ τὸ ἔργον ἐτελείωσε; καθώς φησι, “τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω,” καί τοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχὴν, πῶς οὖν λέγει, “ἐτελείωσα;” ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα, ἢ τὸ ἐσόμενον ὡς γεγενημένον λέγει. k ΚΕΣΑΡΙΟΥ Cod.
Again, the same writer says concerning the Spirit: "We know, and we declare to you, that God is light," and he did not add, as in the case of the Son, that he is true. Is it then to be dared, he says, that the Father is not equal to the Son, true light, just as the Lord also said in another place, "I am the truth," and he would never have become a lie? Therefore, if you wish to understand precisely the aim of the Gospel saying, read the saying thus: "And this is eternal life, that they may know you, and Jesus Christ whom you sent, the only true God." For the "that" is a conjunction of the words previously spoken and of those introduced by those who have been clearly instructed in divine matters when they say "you, the only true God."
And well did he say, "I glorified you on the earth," for in heaven he had been glorified, both having the glory in his nature and being worshiped by the angels. He does not, then, speak of that glory, but of this one, which comes from the service of men. Accordingly, "glorify me" is of this sort. And how did he finish the work? As he says, "I finished the work which you gave me to do," and yet the matter still had a beginning, or rather not even a beginning. How then does he say, "I finished"? Either because I did all that was mine to do, or he speaks of what will be as though it had already happened. Caesarius the Coder.
Τί ἐστιν ὁ φησι “καὶ νῦν, δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ, καὶ τὰ ἑξῆς καὶ γὰρ ἴσως ἄδοξος μὲν ἢν παρὰ τοῖς ἀνθρώποις διὰ τὸ παρακείμενον ἔνδυμα τῆς σαρκὸς, πῶς καὶ παρὰ τῷ Πατρὶ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐστι; τὴν ἀθυμίαν ὑποτέμεται μνεται τῶν μαθητῶν, τὴν ἀπὸ τοῦ σταυροῦ γενησομένην αὐτοῖς, εἴγε διὰ τοῦτο μέλλοι ἐπὶ τὴν οἰκείαν ἐπανήξειν δόξαν καὶ ἀξίαν. Διὰ τοῦτο οὐκ εἶπεν, ἐπὶ τῆς γῆς, ἀλλὰ “παρὰ σοὶ,” τουτέστιν, ἀπολαύσει τῆς ἀφθαρσίας ἡ σὰρξ αὕτη, κοινωνήσει τοῦ θρόνου τοῦ βασιλικοῦ. ᾿ΑΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥÉΡΟΥ. Οἰκονομικῶς ἐν τάξει προσευχῆς λέγει, δεῖξόν με τίς εἰμι τοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς μείνωσιν οἱ ἄνθρωποι μηδὲν ἄξιον λογιζόμενοι. ΤΟΥ ΧΡΥΣΟΣΤÓΜΟΥ. Δεῖξαι δὲ θέλων ὅτι καὶ ἐν τοῖς ἔθνεσιν αὐτὸν ἐφανέρωσεν, οὐ Θεὸν μόνον, ἀλλὰ καὶ Πατέρα, φησὶν, “ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις” ὅθεν καὶ “μεγάλης “βουλῆς Ἄγγελος λέγεται.” Δύο δὲ ταῦτα κατασκευάσαι βουλόμενος, ὅτι τε οὐκ ἔστιν ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ ἐστι τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ, ἐπήγαγε λέγων, “οὓς “δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας, “καὶ τὸν λόγον σου τετηρήκασι.” Τινὲς τὸ ἐπαγόμενον “νῦν ἔγνων” λέγουσιν, ὅτι περὶ ἑαυτοῦ εἶπεν, ἀλλ’ οὐκ ἃν ἔχοι τοῦτο λόγον· πῶς γὰρ ἔμελλεν ὁ Υἱὸς τὰ τοῦ Πατρὸς ἀγνοεῖν, ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται· ἐξ οὗ γὰρ ταῦτα εἶπον, φησὶν, ἔμαθον τί, ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστι τουτέστιν οὐδὲν ἀλλότριον, οὐδὲ ἴδιον ἐν ἐμοὶ πάρα σε.
What is it that he says: "And now, glorify me, you Father, with yourself," and what follows? For perhaps he was without glory among men because of the garment of flesh that lay upon him; how then does he seek to be glorified also by the Father? What then is it? He anticipates the discouragement of the disciples that would come upon them from the cross, if indeed for this reason he was about to return to his own glory and worth. For this reason he did not say, "on the earth," but "with you," that is, this flesh will enjoy incorruptibility, will share the royal throne. Of Ammonius the Elder. In a manner of economy, in the form of a prayer, he says: Show me to men as who I am, so that through the suffering of my flesh men may not remain thinking nothing worthy. Of Chrysostom. But wishing to show that he revealed him also among the Gentiles, not only as God but also as Father, he says, "I have revealed your name to men"; whence also he is called "Angel of great counsel." Wishing to establish these two things, both that he is not opposed to the Father, and that it is his will that they believe in the Son, he added, saying, "Those whom you have given me from the world were yours, and you have given them to me, and they have kept your word." Some say that the following, "Now I have known," he spoke concerning himself, but this would have no reason; for how was the Son going to be ignorant of the things of the Father? But it has been said concerning the disciples; for from the time I said these things, he says, I learned that all things whatsoever you have given me are from you, that is, nothing alien, nor my own, is present with you.
Ἔγνωσαν οὑν ὅτι καὶ πάντα ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα, καὶ “ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ὅτι σύ με ἀπέ- “στειλας·” τοῦτο γὰρ διὰ παντὸς ἐσπούδαζε κατασκευάσαι τοῦ Εὐαγγελίου 1. δεικνὺς δὲ ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα πρὸς τὸν Πατέρα ἔλεγεν, ἀλλ’ ἵνα μάθωσι τὴν ἀγάπην ἢν ἔχει εἰς αὐτοὺς, φησὶν, “ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ “περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν.” οὐ γὰρ μὴ μόνον τὰ παρ’ ἑαυτοῦ παρέχων, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, δείκνυσι πλείονα τὸν πόθον· συνεχῶς δὲ τίθησι τὸ “ἔδωκας,” ἵνα μάθωσιν, l Εὐαγγελιστοῦ Cod.
ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. καὶ ἐπειδὴ συνεχῶς εἶπε “σοί εἰσι,’ καὶ “σύ μοι αὐτοὺς δέδωκας,” ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀναιρῶν τὴν πονηρὰν ταύτην ὑποψίαν, ἐπήγαγε λέγων, “καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ “δεδόξασμαι ἐν αὐτοῖς,” ὅπερ μεγίστην ἰσοτιμίαν δηλοῖ. Τὸ “δεδόξασμαι ἐν αὐτοῖς τοῦτό ἐστιν, ἣ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἣ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες, καὶ ἐμοί. Τίνος ἕνεκεν συνεχῶς λέγει, ὅτι “ἐν τῷ κόσμῳ οὐκ εἰμὶ,” καὶ σοὶ αὐτοὺς παρακατατίθεμαι, καὶ ὅτι “ὅτε ἤμην ἐν τῷ κόσμῳ “ἐτήρουν αὐτοὺς;” ἀνθρωπίνως τὰ πολλὰ διαλέγεται πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ. Τὸ δὲ, “ἐγὼ ἔρχομαι πρός σε,” ὡσανεὶ ἔλεγεν, ἐπειδὴ πρὸς ἑαυτόν με σὺ καλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Διὰ τί εἶπε, “Πάτερ Ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι “σου;” τί γὰρ αὐτὸς οὐκ ἠδύνατο τηρεῖν αὐτούς; ναὶ, ἀλλὰ συγκαταβαίνων αὐτοῖς τοῦτο εἶπεν.
They knew, then, that all things whatsoever I shall teach are yours, both teachings and doctrines, and "that I came forth from you, and that you sent me"; for this he was continually eager to establish in the Gospel. And showing that for no other reason did he say these things to the Father, but that they might learn the love which he has for them, he says, "I pray for them; I do not pray for the world, but for those whom you have given me, because they are yours." For by not only providing his own things but also calling upon another for this, he shows his greater longing; and he continually puts "you have given," so that they might learn that this seems good to the Father. And since he continually said "they are yours," and "you have given them to me," lest anyone suppose that his origin was recent, removing this wicked suspicion, he added, saying, "and all my things are yours, and your things are mine, and I have been glorified in them," which reveals the greatest equality of honor. "I have been glorified in them" means either that I have authority over them, or that they will glorify me, believing in you and in me. For what reason does he continually say, "I am no longer in the world," and I entrust them to you, and that "when I was in the world I kept them"? He speaks in a human manner for the most part to their understanding, since they thought they had greater security from his presence. And "I am coming to you" is as if he said, since you call me to yourself, establish them in safety. Why did he say, "Holy Father, keep them in your name"? For what, could he not himself keep them? Yes, but he said this condescending to them.
Εἰ γὰρ εἶπεν, ὅτι ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν. τὸ ’δε ἐν τῳ ὀνόματι σου, τουτέστι, δία τῆς σὴς βοηθείας. Καὶ τὸ ἐπαγόμενον δὲ πρὸς τὴν ἐκείνων ὑπόνοιαν διαλέγεται, ὅτι “ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν “τῷ ὀνόματί σου,” ἵνα μικρὸν ἀναπνεύσωσιν ἀκούοντες αὐτοῦ παρατιθεμένου αὐτοὺς τῷ Πατρὶ, καὶ τὴν εἰς αὐτοὺς στοργὴν ἐνδεικνυμένου· εἰ μὴ γὰρ τοῦτό ἐστι, πῶς ἔλεγε “μεθ’ ὑμῶν εἰμι “ἕως τῆς συντελείας τοῦ αἰῶνος;” τὸ δὲ εἰπεῖν, “ἐν τῷ ὀνόματί “σου,” πάλιν ὡς ἄνθρωπος διαλέγεται, καὶ ὡς προφήτης, ἐπεὶ οὐδαμοῦ φαίνεται ἐν τῷ ὀνόματι τοῦ Πατρὸς πεποιηκώς τι, ἀλλὰ πάντων τῶν τοιούτων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν λέγεσθαι τὰ λεγόμενα. Τὸ δὲ “οὓς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς “ἐξ αὐτῶν ἀπώλετο,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ἀφ’ ἑαυτοῦ ἀπεπήδησεν ὁ προδότης· πρὸς ἀνάγκην γὰρ, φησὶν, οὐχ ἕλκω, οὔτε αὐτὸν, οὔτε ἑτέρους ἀποπηδῶντας, ἐρχομένους μέντοι πρός με, οὐκ ἐκβάλλω ἔξω, οὐδὲ ἀπωθοῦμαι, οὐδὲ ἐγκαταλιμπάνω τοὺς τοιούτους ἐμμένοντας πρὸς με· Καὶ τὸ ἐπαγόμενον δὲ ὅτι “πρὸς σὲ ἔρχομαι, καὶ τὰ ἑξῆς, διὰ τὴν ἐκείνων χαρὰν καὶ ἀνάπαυσιν εἶπε. Δεικνὺς δὲ τὴν αἰτίαν δι’
For if he had said, "I keep them," they would not have believed so. But "in your name" means "through your help." And what follows he speaks to their suspicion, that "when I was with them in the world, I kept them in your name," so that they might breathe a little when they heard him entrusting them to the Father and displaying his affection for them; for if this were not the case, how did he say, "I am with you until the end of the age"? But to say "in your name" he again speaks as a man, and as a prophet, since nowhere does he appear to have done anything in the name of the Father, but the solution to all such things is that what is said is said with regard to their weakness. And "those whom you have given me I have guarded, and none of them perished," and what follows, shows that the betrayer leapt away of his own accord; for, he says, I do not drag by necessity, neither him nor others who leap away, but those who come to me I do not cast out, nor do I thrust away, nor do I abandon such as remain with me. And what follows, that "I come to you," and the rest, he said for their joy and rest. And showing the reason through
ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ πατρὸς ἐπιμελείας τυχεῖν, λέγει, “ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν “αὐτοὺς,” καὶ τὰ ἑξῆς· διὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σὸν, ὥστε δίκαιοι ἃν εἶεν πάσης ἀπολαῦσαι προνοίας. Ἐμφαίνων δὲ πάλιν ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, ἐπάγει λέγων, “οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ του κόσμου, ἀλλ’ ἴνα “τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ·” διὰ τοῦτο οὖν ὑπὲρ αὐτῶν παρακαλεῖ, συγκαταβαίνων αὐτοῖς. Πῶς ἀλλαχοῦ μὲν, φησὶν, “οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου,” ἐνταῦθα δὲ “ἐκ τοῦ κόσμου οὐκ εἰσίν;” ἐκεῖ μὲν περὶ τῆς φύσεως ἔλεγεν, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν, ἀντὶ τοῦ οὐδὲν κοινὸν πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν γεγόνασι πολῖται· εἰ δὲ λέγει “καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου,” οὐ χρὴ θορυβεῖσθαι· τὸ γὰρ “καθὼς” οὐκ ἔστιν ἐνταῦθα, οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὅταν μὲν γὰρ ἐπ’ αὐτοῦ καὶ τοῦ Πατρὸς κεῖται τὸ καθὼς, πολλὴν ἰσότητα διὰ τὴν τῆς φύσεως συγγένειαν σημαίνει· ὅταν δὲ ἐφ’ ἡμῶν καὶ αὐτοῦ, πολὺ τὸ μέσον διὰ τὸ ἄπειρον εἶναι τὸ μέσον ἑκατέρας τῆς φύσεως, καὶ τοῦτο ὡς συγκαταβατικῶς εἴρηται παρ’ αὐτοῦ. “῾Αγίασον m αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου,” τοῦτό ἐστιν, ἁγίους ποίησον αὐτοὺς, διὰ τῆς τοῦ Πνεύματος δόσεως, παίδευσον καὶ δίδαξον αὐτοὺς τὴν ἀλήθειαν.
whom it is fitting to obtain much care from the Father, he says, "I have given them your word, and the world has hated them," and what follows; for because of you, he says, and your word, they were hated, so that they would be justly entitled to enjoy all providence. And again showing that he exercises much care over them, he adds, saying, "I do not ask that you take them out of the world, but that you keep them from the evil one;" for this reason, then, he intercedes on their behalf, condescending to them. How is it that elsewhere, he says, "those whom you have given me out of the world," but here "they are not of the world"? There he was speaking of nature, but here of evil deeds, meaning that they have nothing in common with the earth, but have become citizens of the heavens; and if he says "just as I am not of the world," one must not be disturbed; for the "just as" here is not a matter of exact, unvarying precision. For when the "just as" is applied to him and the Father, it signifies great equality through the kinship of nature; but when it is applied to us and him, there is a great difference, because the difference between each nature is infinite, and this was said by him in a condescending manner. "Sanctify them in your truth," that is, make them holy, through the gift of the Spirit; train and teach them the truth.
“Καὶ γὰρ ὁ λόγος ὁ σὸς ἀλήθειά “ἐστι,” φησὶ, τουτέστιν, οὐδὲν ψεῦδος ἐν αὐτῷ, παντὸς γὰρ ἐκβῆναι δεῖ τὰ εἰρήμενα πάντα, καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικὸν, καὶ ἐνταῦθα δὲ πάλιν τὸ “καθὼς ἐμὲ “ἀπέστειλας εἰς τὸν κόσμον,” οὐχ ὁμοίως ἐπ’ αὐτοῦ καὶ τῶν Ἀποστόλων κεῖται, πῶς γάρ; ἀλλ’ ὡς ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι· αὐτοὶ μὲν γὰρ πη αὐτοῦ ἀπεστάλησαν, αὐτὸς δὲ θεοπρεπῶς παρὰ τοῦ Πατρός. Εἰ δὲ καὶ εἶπε, “ἀπέστειλες “αὐτοὺς,” ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Τὸ δὲ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, τοῦτό ἐστι, προσφέρω σοι θυσίαν ἐμαυτὸν, αἱ γὰρ θυσίαι ἅγιαι λέγονται, καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα. Τὸ δὲ “ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ” δηλοῖ ὅτι οὐχ ὡς ἐν m δόξασον Cod.
τύπῳ τὸ παλαιὸν ὁ ἁγιασμὸς ἐν τῷ προβάτῳ ἦν οὕτω καὶ νῦν, ἀλλ’ ἐν αὐτῇ τῇ ἀληθεία· καὶ γὰρ καὶ αὐτοὺς συνανατίθημι, φησὶ, καὶ ποιῶ προσφορὰν, διὸ καὶ ὁ Ἀπόστολος πρὸς τοῦτό φησι, “παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν.” Ἵνα δὲ μή τις νομίσῃ ὑπὲρ τῶν Ἀποστόλων μόνον αὐτὸν προσφέρειν ἑαυτὸν, ἐπήγαγε, “οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πι- “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·” ἀνέστησε δὲ καὶ ἐντεῦθεν αὐτῶν τὰς ψυχὰς, δείξας αὐτοῖς ἐσομένους πολλοὺς μαθητάς. Εἰπὼν περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν καὶ περὶ τῆς ὁμονοίας, “ἵνα πάντες,” φησὶν, “ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ “αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,” καὶ εἰς τοῦτο κατακλείει τὸν λόγον, πάλιν δὲ τὸ “καθὼς” οὐκ ἀκριβῶς ἐξίσωσεν ἐπ’ αὐτοῖς·
For your word is truth, he says, that is, there is no falsehood in it, for everything spoken must come to pass, and again it shows nothing figurative, nor bodily. And here again the phrase "as you sent me into the world" is not applied in the same way to him and to the Apostles; for how could it be? But as it was possible for men to be sent; for they were sent in some manner by him, but he was sent by the Father in a manner befitting God. And if he said, "you sent them," it is his custom to speak of the future as having already happened. And "for their sake I sanctify myself," this means, I offer myself to you as a sacrifice, for sacrifices are called holy, and properly holy are the things dedicated to God. And "that they may be sanctified in truth" shows that not as in a type, as of old the sanctification was in the lamb, so also now, but in truth itself; for I also dedicate them together, he says, and make an offering, wherefore also the Apostle says to this end, "present your members as a living sacrifice, holy." And lest anyone should think that he offers himself only for the Apostles, he added, "I do not ask for these only, but also for those who believe through their word in me;" and from this he also raised up their souls, showing them that they would have many disciples. Having spoken about their salvation and their being sanctified by faith and by the sacrifice, he then speaks also about concord: "that they may all be one," he says, "as you, Father, are in me, and I in you, that they also may be one in us," and with this he concludes the discourse. And again the "as" he did not precisely equate in their case.
οὐδὲ γὰρ δυνατὸν, ἀλλ’ ὥσπερ ὅταν λέγει “γίνεσθε οἰκτίρμονες ὡς ὁ “Πατὴρ ὑμῶν·” οὕτω καὶ ἐνταῦθα. Τἰ δέ ἐστιν, “ἐν ἡμῖν,” ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς· σημαίνει δὲ τὸ ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας, ὅτι ἐὰν τὴν εἰς ἀλλήλους ἀγάπην τηρήσωσι, φησὶ, γνώσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν ἅπαντες. Ἄν δὲ μάχονται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητὰς, νομίζοντες δὲ μὴ εἶναι εἰρηνικὸν, οὐχ ὁμολογήσουσιν ἀπεστάλθαι με παρὰ Θεοῦ. Χρὴ δὲ σκοπῆσαι πῶς διὰ πάντων κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν. Ποῖαν δόξαν λέγει, “ἣν δέδωκάς μοι;” ὅτι δέδωκα αὐτοῖς τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν διδαγμάτων, καὶ ἴνα ὁμόψυχοι ὦσι διὸ καὶ ἐπάγει “ἴνα ὦσιν ἓν, καθὼς ἡμεῖς “ἕν ἐσμεν·” αὕτη γὰρ ἡ δόξα καὶ τῶν σημείων μείζων· ὥσπερ γὰρ τὸν Θεὸν θαυμάζομεν, ὅτι οὐκ ἔστι στάσις οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, ἀλλὰ μεγίστη αὕτη δόξα ἐστὶν, οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Τὸ δὲ “ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, οὕτω χρὴ νοεῖν, ὅτι ἔδωκε τὴν δόξαν αὐτοῖς ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ’ ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτως φησὶν, οὐ γὰρ δι’ αὐτοῦ τὸν Πατέρα παραγενέσθαι καὶ μονὴν παρ’ αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὰ Σαβελλίων ἐπιστομίζων στόματα, ἐνταῦθα δὲ τὴν Ἀρείου ὑπόνοιαν ἀναιρῶν. Δεικνὺς δὲ τῶν σημείων μᾶλλον τὴν εἰρήνην τοὺς ἀνθρώπους
For it is not possible, but just as when he says "Be merciful, as your Father," so also here. What does "in us" mean? In the faith that is in us. And it signifies that the world may believe that you sent me, because if they keep the love toward one another, he says, all will know the teacher from the disciples. But if they fight, they will not say they are disciples of a peaceful God, and thinking him not to be peaceful, they will not confess that I have been sent from God. But one must consider how through all things he establishes the concord toward the Father. What glory does he mean, "which you have given me"? That I have given them the glory through the signs, the glory through the teachings, and that they may be of one mind; therefore he adds "that they may be one, just as we are one." For this glory is even greater than the signs. For just as we marvel at God, because there is no faction nor strife in that nature, but this is the greatest glory, so also let these, he says, become radiant from this. But "I in them, and you in me," one must understand thus: that he gave the glory to them by being in them, and having the Father with himself, so as to hold them together. But elsewhere he does not speak thus, for he does not say that the Father comes through him and makes a dwelling with him. There he was stopping the mouths of the Sabellians, but here he is abolishing the notion of Arius. And showing that peace is greater than the signs, he makes men
δυναμουμένην ἐπισπάσασθαι, πάλιν φησὶν, “ἵνα ὦσι τετεειωμένοι εἰς ἓν, καὶ ἵνα γιγνώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας.” Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτω ἡ συμφωνία συγκροτικόν. Εἰπὼν δὲ “ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας,” πάλιν τὸ “καθὼς” ὡς ἀνθρώπους ἀγαπηθῆναι ἐγχωρεῖν, νοῆσαι ἡμῖν δίδωσιν. Ὅπερ δὲ ἐζήτουν ἀεὶ, ἐπάγει λέγων, “Πάτερ οὓς δέδω- “κάς μοι θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ·” οὐχ ὡς μέλλων δὲ αὐτὸ λαμβάνειν διὰ τῆς αἰτήσεως τοῦτο φησὶν, ἄπαγε, ἀλλὰ συγκαταβαίνων αὐτοῖς, καὶ τὴν εἰς αὐτοὺς ἀγάπην ἐνδεικνύμενος· καὶ τὸ ἐπαγόμενον δὲ “ἣν ἔδωκάς μοι” λέγει, συγκαταβάσεως ἦν· οὐ γὰρ ἦν ποτὲ, ὅτε ἦν ἄδοξος ὁ Υἱός. Διὸ χρὴ νοεῖν τὸ “ἔδωκας,” ὅτι γεγέννηκάς ἐστι. Δεικνὺς δὲ ἐνταῦθα μηδένα εἰδέναι τὸν Πατέρα ἣ μόνους τοὺς τὸν Υἱὸν ἐπεγνωκότας, φησὶ, “Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε “οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων.” Ὅ δὲ λέγει τοιοῦτόν ἐστι ἐβούλου μὲν, τούτου ἅπαντας εἶναι, ἀλλ’ οὐκ ἔγνωσάν σε, καὶ τοι οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῦτο γάρ ἐστι, “Πάτερ δίκαιε.” Δοκεῖ δέ μοι καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον ἐπιγνῶναι οὐκ ἠθέλησαν. Οὐ τοίνυν τοῦτό ἐστιν, ὅπερ φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γιγνώσκουσιν, ἐγὼ δὲ σὲ ἀγνοῶ, ἀλλὰ τοὐναντίον· ἐγὼ μὲν σὲ οἶδα, αὐτοὶ δὲ σὲ οὐκ ἔγνωσαν, καὶ εἰς τὸ ἐπαγόμενον δὲ, “ὅτι οὗτοι δὲ ἔγνωσάν, ὅτι σύ με “ἀπέστειλας,” ἐκείνους αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτο τὸν λόγον ἀνακεφαλαιοῦται πάντα.
being able to draw them, he says again, "that they may be made perfect into one, and that the world may know that you sent me." For just as strife is divisive, so harmony is unifying. And having said "that you loved them, just as you loved me," again the "just as" gives us to understand that it is possible for them to be loved as men. And what I was always seeking, he adds, saying, "Father, those whom you have given me, I will that where I am, they also may be with me;" not as though he were going to receive this through the request, far be it, but condescending to them, and displaying his love toward them; and the following phrase, "which you have given me," he says, was of condescension; for there was never a time when the Son was without glory. Therefore one must understand "you have given" as meaning "you have begotten." And showing here that no one knows the Father except only those who have known the Son, he says, "Righteous Father, and the world has not known you, but I have known you." And what he says is of this sort: you willed that all should be yours, but they did not know you, although having nothing to accuse you of; for this is "Righteous Father." And it seems to me that he says these things also as being displeased, that they were unwilling to recognize one so good and righteous. Therefore this is not what the Jews say, that they know you, but I am ignorant of you, but the opposite: I know you, but they have not known you. And in the phrase that follows, "that these have known that you sent me," he hints at those who say that he is not from God, and to this he sums up the whole discourse.
Πῶς εἰπὼν τοῦ Ἁγίου Πνεύματος τὴν τελείαν γνῶσιν τοῖς Ἀποστόλοις παρέχειν, νῦν λέγει, “καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά “σου, καὶ γνωρίσω;” ἵνα δείξῃ ὅτι καὶ τὰ τοῦ Ἁγίου Πνεύματος αὐτοῦ ἐστι. Ὅπως δὲ εἰς καλὸν τέλος καταπαύσῃ τὸν λόγον τὴν ἀγάπην τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἐπήγαγεν, “ἵνα ἡ ἀγάπη “ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.” Διὰ τι μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα, μέσον νυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τόπον ἐλθεῖν; “ταῦτα γὰρ,” φησὶν, “εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς “μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου,” καὶ τὰ ἑξῆς· ἐκκόπτων n πῶς Cod.
τοῖς ἐπιβουλεύουσι τὸν πόνον, καὶ δεικνὺς τοῖς μαθηταῖς, ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται, ὅπερ ἦν ἱκανὸν αὐτοὺς μάλιστα παραμυθήσασθαι· καὶ καθέστησεν ἑαυτὸν ὥσπερ ἐν δεσμωτηρίῳ τῷ κήπῳ· ἵνα δὲ μὴ ἀκούσαντες κῆπον, κρύπτεσθαι αὐτόν τις νομίσῃ, ἐπήγαγεν, “εἶδε δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι “πολλάκις συνήχθη ὃ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.” Μανθάνομεν δὲ ἐντεῦθεν καὶ τοῦτο, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευσε, τοῖς μαθηταῖς ἰδίᾳ περὶ ἀναγκαίων διαλεγόμενος· ἐποίει δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μάλιστα, καθαρὸν θορύβων χωρίον ἐπιζητῶν ἀεὶ, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῶν ἀκροωμένων. “Ὃ οὖν Ἰούδας παραλαβὼν,” φησὶ, “τὴν σπεῖραν,” καὶ τὰ ἑξῆς· καὶ ἡ μὲν σπεῖρα ἐπείσθη, ἐπειδὴ ἦσαν ἄνδρες στρατιῶται, χρημάτων ἕνεκα πάντα ποιεῖν μεμελετηκότων· ἐπέρχονται μετὰ ὅπλων, δεδοικότες τοὺς ἑπομένους αὐτῷ· διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν.
How is it that, having said that he gives the perfect knowledge of the Holy Spirit to the apostles, he now says, "and I have made known to them your name, and I will make it known"? It is to show that the things of the Holy Spirit are also his. And in order that he might bring his discourse to a good end with love, the mother of all good things, he added, "that the love with which you loved me may be in them, and I in them."
Why is it that after saying these things he travels in the middle of the night, and crosses a river, and hastens to come to the place known to the traitor? "For these things," he says, "having spoken, Jesus went out with his disciples across the brook," and the rest; cutting off the labor of those who plot against him, and showing the disciples that he comes willingly to the matter, which was especially sufficient to comfort them; and he set himself as it were in a prison in the garden. But so that, having heard "garden," no one might think he was hiding, he added, "Judas also, who was betraying him, knew the place, because Jesus had often gathered there with his disciples."
And from this we learn also this, that for the most part he spent the night outside, discoursing privately with the disciples about necessary matters; and he did this especially in mountains and in gardens, always seeking a place free from disturbances, so that the mind of the hearers might not be distracted. "Judas therefore," he says, "having taken the cohort," and the rest; and the cohort was persuaded, since they were soldiers, men trained to do everything for the sake of money; they come with weapons, fearing those who followed him; for this reason they also came upon him at an untimely hour of the night.
Ἐν παραδείσῳ τῶν καθ’ ἡμᾶς σκυθρωπῶν συμβέβηκεν ἡ ἀρχὴ, ἐν κήπῳ δὲ καὶ τὸ Χριστοῦ πάθος δέχεται τὴν ἀρχὴν, ἁπάντων ἡμῶν τῶν πάλαι συμβεβηκότων εἰσφέρει τὴν ἐπανόρθωσιν. Τίονς ἕνεκεν αὐτὸς, “ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε;” δεῖξαι θέλων ὅτι οὐκ ἀπὸ τῆς παρουσίας τῆς ἐκείνων παριέμενε μαθεῖν τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἀλλ’ ἀταράχως, καί τοι πάντα εἰδὼς ἠρώτα εἰπόντων δὲ αὐτῶν ὅτι, “Ἰησοῦν τὸν Ναζωραῖον, καὶ αὐτοῦ εἰπόντος, ὅτι “ἐγώ εἰμι,” τότε δείκνυσιν αὐτοῦ τὴν ἄμαχον δύναμιν, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτῶν τε καὶ τοῦ προδότου. Καὶ γὰρ κἀκεῖνος εἱστήκει σὺν αὐτοῖς, ὅθεν καὶ μετ’ αὐτῶν ἔπεσεν ὕπτιος. Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἢν τοῦ μὴ ἐπιγνῶναι αὐτοὺς αὐτὸν, ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον· ἐνδειξάμενος τοίνυν πάντα, ἅπερ ἦν ἱκανὰ αὐτοὺς τῆς ἐγχειρήσεως αὐτῶν ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι. Κυρίλλου. Σημεῖον δ᾿ ἂν εἴη τῆς καθ’ ὅλου νοουμένης ἔθνους καταπτώσεως, τὸ μερικὸν τὸ τοῖς ἐπὶ σύλληψιν ἐλθοῦσι συμβεβηκός· καὶ γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς Ἰουδαίους κατολοφύρεται, λέγων, “οἶκος ᾿Ισραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστή- “σων.” Διδάσκει δὲ ὅτι καὶ παντὶ τῷ πονηρεύεσθαι κατὰ
In a paradise the beginning of our sorrowful affairs came to pass, and in a garden the passion of Christ also receives its beginning, bringing the correction of all that had formerly befallen us. For what reason did he himself, "having gone out, say to them, 'Whom do you seek?'" He wished to show that it was not from their arrival that he waited to learn the things coming upon him, but that he asked without disturbance, although knowing all things. And when they said, "Jesus the Nazarene," and he said, "I am he," then he shows his invincible power, blinding their eyes and those of the traitor. For he also had stood with them, whence he also fell backward with them. For that it was not the darkness that was the cause of their not recognizing him, the Evangelist made clear, saying that they also had torches. Having therefore displayed all the things that were sufficient to repel them from their undertaking, since they persisted in their wickedness, then at last he delivers himself up. Of Cyril. And a sign of the downfall understood of the nation as a whole would be the partial thing that befell those who came for his arrest; and indeed the prophet Jeremiah laments over the Jews, saying, "The house of Israel has fallen, there is no one to raise it up." And he teaches that for everyone who does evil according to
Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν. Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ἵνα γνῶμεν ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο ἣ ἐγνωρίζετο, εἰ μὴ ἤθελεν. Ὡς εἰδὼς πάντα, ἀταράχως ὅλα ἐποίει καὶ ἐλάλει, καὶ οὔτε ἀπὸ τῆς φωνῆς, οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίγνωσκον αὐτὸν, εἰ μὴ ὅτε ἠθέλησε. Δεῖξαι δὲ θέλων τὴν μέχρις ἐσχάτης ὥρας εἰς τοὺς μαθητὰς αὐτοῦ φιλίαν, λέγει, “εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπά- “γειν.” Τὸ δὲ “ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς “μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν.” Αὐτὸς μὲν οὐ ταύτην τὴν τοῦ παρόντος θανάτου λέγει ἀπώλειαν ἀλλ’ ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ Εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὴν παρέλαβεν. Ὡς δὲ ὁ κελευσθεὶς μὴ πήραν ο ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν εἶχε, φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “Σίμων οὖν Πέτρος ἔχων μάχαιραν,” καὶ τὰ ἑξῆς, ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς ὁ Πέτρος παρεσκευάσθαι πάλαι. Εἰ δὲ λέγοι τις, πῶς ὁ κελευσθεὶς μηδὲ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύνασθαι προσετάχθη, ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἠμύνατο, ἀλλὰ τῷ διδασκάλῳ, ἔπειτα οὐδὲ τέλειοί πὼς ἦσαν, οὐδὲ ἀπηρτισμένοι τότε. Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν, ὡς Θεὸς φυλάσσει τοὺς μαθητὰς ἀεὶ, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι. Θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. Θαρσήσας ὁ Πέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς, καὶ αὐτὸς ἐποίησε τοῦτο·
For one who has devoted himself wholly and in every way to Christ, falling will be laid up in store. From Ammonius the Elder. He does not ask as though ignorant, but so that we may know that even when present he was not seen or recognized unless he willed it. As one who knew all things, he did and spoke everything without disturbance, and neither from his voice did Judas nor the rest recognize him, except when he willed it. But wishing to show his friendship toward his disciples to the last hour, he says, "If therefore you seek me, let these go away." And the phrase "that the word might be fulfilled which he spoke, that those whom you have given me, I have not lost any of them." He himself does not mean this loss of the present death but that eternal one. But the Evangelist took it also in reference to the present. And as the one who was commanded not to have a bag, nor two tunics, had a sword—for the Evangelist says, "Simon Peter therefore, having a sword," and the rest—it seems to me that Peter, having feared this very thing, had prepared it long before. But if someone should say, how does the one who was commanded not even to strike become a murderer? In the first place, he was commanded not to defend himself, but here he did not defend himself, but his teacher; and secondly, they were not yet somehow perfect, nor fully formed at that time. From Ammonius the Elder. Because of the weaknesses of the disciples, he places them outside of temptations, as God always guards the disciples, allowing only Judas to perish by his own willful wickedness. Wishing to die on behalf of his teacher, he did this. Peter, taking courage from what Jesus had done, also did this himself.
καὶ μὴ ὡς ἀνδροφόνος τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων Ρ, ἀλλὰ τῷ διδασκάλῳ ἐποίει τοῦτο, πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. Διὰ τοῦ τύπου δείκνυσιν ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι. Απολιναριου. Δοκεῖ συγχώρησις εἶναι τοῦ Κυρίου πρὸς τὸ χρήσασθαι αὐτοὺς μαχαίρᾳ. Τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν, ὡς δηλώσαντος μὲν τοῦ Σωτῆρος ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι “πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν·” εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι ἰδοὺ μάχαιραι ὧδε δύο,” πρὸς o πείραν Cod. P ἀμύρω Cod.
τοῦτο ἀποκριναμένου τοῦ κελεύσαντας μὴ ἀνθίστασθαι τῷ πονηρῷ, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὲ τοῦ εἰρημένου, ἵν ἔργῳ δείξειεν ὅπερ λόγῳ προεδίδαξε, καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσειέν τε καὶ κωλύσει, ὥστε μηκέτι ταύτῃ προσχρήσασθαι, ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα εἰρηκέναι τον Κυριον, “ἔατε ἕως τούτου τοῦτο δὴ τὸ” ἕως ὄρον ἔχει καὶ κώλυμα τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας, καὶ προστεθηκέ γε τῇ ἱστορίᾳ Λουκᾶς, ὅτι καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτὸν, ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων μηδένα. Διὰ τί δὲ καὶ ὄνομα τέθεικε τοῦ δούλου ὁ Εὐαγγελιστής; ὥστε τοῖς τότε ἀναγιγνώσκουσι ἐξεῖναι ζητῆσαι καὶ περιεργάσασθαι εἰ ὄντως γέγονε τὰ γεγενημένα. Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει, ἀλλ’ ἐμοὶ δοκεῖ τὴν ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου ὅτι ἐπ’ αὐτὴν ὥρμηται τὴν κεφαλήν. θαυματουργεῖ δὲ ἐνταῦθα ὁ Χριστὸς, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, ἔτι δὲ καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ.
And let no one accuse Peter as though he were a murderer, since he did not do this as defending himself, but for his teacher—yet they were still imperfect. Through the type he shows that the Jews will be destitute of all right hearing. From Apollinaris. It seems to be a concession from the Lord that they should use a sword. For Luke has recorded this, that the Savior indicated the coming war when he said, "Let him who has a garment sell it and buy a sword"; and when the disciples said, "Behold, here are two swords," he answered to this that he had commanded them not to resist the evil one, but also concerning this very saying, so that in deed he might show what he had taught beforehand in word, and that when they used the righteous sword for defense he would both stand and prevent them, so that they should no longer use it, as indeed the one who said these things has recorded that the Lord said afterwards, "Let it be enough"—this "enough" has the force of a boundary and a hindrance to the sword permitted according to the law. And Luke has added to the account that he also touched the ear and healed him, which was a most manifest work to the effect that he harms no one of men. And why did the Evangelist also give the name of the servant? So that those reading at that time might be able to inquire and investigate whether what had happened had really happened. And he does not say "the right ear" without purpose, but it seems to me to state the impulse of the Apostle, that he had rushed at the head itself. And Christ works a miracle here, at once teaching that one must do good to those who do evil, and further revealing his own power.
Ὅπερ δὲ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι’ ἐπειλῆς τὸν τόνον χαλάσας τοῦ Πέτρου, τοῦτο καὶ ἐνταῦθα ποιεῖ εἰπὼν, “βάλε τὴν μάχαιραν εἰς τὴν θήκην, τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ “Πατήρ μου, οὐ μὴ πίω αὐτό;” δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνάμεως ἦν τὰ γινόμενα, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως. Ἀπολιναρίου. Τὸ ἀποκόπτεσθαι δούλου ἀρχιερέως ὠτάριον δεξιὸν, σκέψαιτο ἄν τις ὡς τῆς ἐπικληθείσης αὐτοῖς ἀνηκουστίας σημεῖον ἦν, καὶ τοῦ μὴ ἐξεῖναι q ἐν τῷ ἀκούειν οὖς· “πώρωσις γὰρ “τῷ Ἰσραὴλ γέγονε, καὶ ἀκούοντες οὐκ ἀκούουσι,” διὰ τὴν κατὰ τοῦ Σωτῆρος ἀσέβειαν ἡ τῶν ἀρχιερέων μάλιστα γέγονε. Διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαιρέσεως. εἰ δέ με δεῖ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν Λουκᾷ, καὶ τὸ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου, φαίην ἂν δηλοῦσθαι τὴν ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφαιρουμένης τοῦ Ἰσραὴλ, ὅτε συνήσουσιν ὃν ἠγνόησαν, καὶ ἀκούσονται τυχόντες τοῦ κηρύσσοντος Ἠλιοῦ· “ἀποκατασταθήσεται γὰρ διὰ πατέρων πρὸς υἱοὺς” κατὰ τὸν Μαλαχιὴλ, “καὶ q Fort. ἕξειν.
What he did in the case of the basin, loosening Peter's tension by a command, this he also does here by saying, "Put the sword into its sheath; the cup which my Father has given me, shall I not drink it?" showing that what was happening was not of their power, but of his permission. Of Apollinaris. That the right ear of the high priest's servant was cut off, one might consider to have been a sign of the disobedience charged against them, and of their not being permitted to have an ear for hearing; for "hardening has come upon Israel, and hearing they do not hear," and this came about especially for the high priests because of their impiety against the Savior. Therefore the removal of the ear was also a symbol concerning a servant of the high priest. But if I must also add this for the sake of Luke's account, namely the matter of the restoration of the ear, I would say that it indicates the later restoration of the understanding that is now being taken away from Israel, when they will understand him whom they did not know, and will hear, having obtained Elijah as preacher; for "he will restore through fathers to sons," according to Malachi, "and
“συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκείνοις πρότερον κατὰ τὸν “χρόνον ὄντες, καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν.” Δήσαντες δὲ τὸν δεσπότην ἡμῶν οἱ παράνομοι καὶ Θεὸν, τίνος ἕνεκεν αὐτὸν πρὸς Ἄνναν ἤγαγον πρῶτον; ὑπὸ τῆς ἡδονῆς ἐμπομπεύοντες τοῖς γινομένοις, ὡς δὴ τρόπαιον στήσαντες. Τῆς δὲ τοῦ Καϊάφα προφητείας μέμνηται, δεῖξαι θέλων ὅτι ὕπερ σωτηρίας του κόσμου ταύτα ἐγένετο, καὶ ὅτι τοσαύτη τῆς ἀληθείας ἐστὶν ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς ταῦτα προαναφωνεῖν. Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης ὁ Εὐαγγελιστὴς, ὅτι ἡ σωτηρία τῆς οἰκουμένης ὁ θάνατος αὐτοῦ ἦν. Τίνος ἕνεκεν καὶ νῦν ὁ Εὐαγγελιστὴς οὐ λέγει ἑαυτὸν ὀνομαστί; “ἠκουλήθησε γὰρ, φησὶ Πέτρος τῷ Ἰησοῦ, καὶ ὁ ἄλλος “μαθητής·” ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσεν, εἰκότως ἑαυτὸν κρύπτει· νῦν δὲ τίνος ἕνεκεν; τῆς αὐτῆς χάριν αἰτίας· καὶ γὰρ ἐνταῦθα μέγιστον θαῦμα διηγεῖται, ὅτι πάντων ἀποπηδησάντων αὐτὸς ἐπηκολούθει. Διὰ τοῦτο οὑν κρύπτει ἑαυτὸν καὶ προτίθησιν ἑαυτοῦ τὸν Πέτρον. Ἠναγκάσθη δὲ καἰ ἑαυτοῦ ἐπιμνησθῆναι, ἵνα μάθωμεν ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Διὰ τοῦτο δὲ καὶ μέμνηται ὅτι γνωστὸς ἦν τῷ ἀρχιερεῖ, ἵνα μή τις λέγῃ πῶς τῶν ἄλλων ἀναχωρησάντων, οὗτος ἐνδοτέρω καὶ τοῦ Σίμωνος εἰσῆλθεν, ἅμα δὲ καὶ ἵνα μὴ θαυμάζῃ αὐτόν τις διὰ τὸ συνεισελθεῖν, μηδὲ ἐπ’ ἀνδρίᾳ αὐτὸν ἀνακηρύττει. Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὣν, ὡς καὶ μέχρι τῆς αὐλῆς ἦλθε τῶν ἄλλων ἀναχωρησάντων· ὅθεν τὸ μὲν ἐλθεῖν ἕως ἐκεῖ πόθου ἦν·
They will be joined to us, though they were formerly before them in time, and they will be numbered as fathers together with sons." But when the lawless ones had bound our Master and God, for what reason did they lead him first to Annas? Out of pleasure, making a show of what was happening, as if they had set up a trophy. And he recalls the prophecy of Caiaphas, wishing to show that these things happened for the salvation of the world, and that the excess of the truth is so great that even enemies foretold these things beforehand. For lest the hearer, on hearing of bonds, be disturbed, the Evangelist reminds him of that prophecy, that the salvation of the world was his death. For what reason does the Evangelist not now name himself? "Peter," he says, "and the other disciple followed Jesus." For when he leaned on his breast, he rightly hides himself; but now, for what reason? For the same cause; for here too he recounts a very great wonder, that when all had leapt away, he himself followed. Therefore he hides himself and puts Peter before himself. But he was compelled also to mention himself, so that we may learn that he recounts more accurately than the others the things that happened in the courtyard, since he was inside. For this reason he also mentions that he was known to the high priest, lest anyone say, "How, when the others had withdrawn, did this man enter further in than Simon?" and at the same time lest anyone marvel at him because he entered with him, nor does he proclaim him for courage. But that wonder was Peter's, that though he was so fearful, he came as far as the courtyard of the others when they had withdrawn; whence the fact that he came that far was a matter of longing.
τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον ἀγωνίας καὶ φόβου “εἱστήκει γὰρ,” φησὶ, “πρὸς τῇ θύρᾳ ἔξω. Οὐκ εἰσήγαγε δὲ τοῦτον ὁ ᾿Ιωάννης, ἀλλὰ τῇ θυρωρῷ εἰπε τοῦτο ποιῆσαι, ἐπειδὴ εἴχετο σφόδρα τοῦ Χριστοῦ, ἐπηκολούθησεν, ὅθεν καὶ ἡ θυρωρὸς μετὰ τὸ εἰσελθεῖν τὸν Πέτρον, εἶπε πρὸς αὐτὸν, “μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; ὁ δέ φησιν, “οὐκ εἰμὶ,” καὶ οὐ μόνον ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τῶν δούλων ὑπηρετῶν εἱστήκει θερμαινόμενος, τοῦ Χριστοῦ ἔνδον κατεχομένου· τοῦτο δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες,
ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν δεικνύντες, ὅτι δὲ οὐδὲ θυρωροῦ εὐτελοῦς καὶ ἀπερριμμένης ἤνεγκεν ἐρώτησιν, μηδὲ αὐτῆς θρασείας οὔσης, οὐ γὰρ εἶπε, τοῦ πλάνου, ἀλλὰ “τοῦ “ἀνθρώπου τούτου,” ὅπερ ἐλεούσης μᾶλλον καὶ καμπτομένης ἦν. Ἀμμωνίου πρεσβυγέρου. Συνεισῆλθεν ὁ Ἰωάννης τῶ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως, καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ, καὶ εἰσήνεγκε τὸν Πέτρον. Κυρίλλου. Οὐχὶ πάντως καταδείσας τῶν ἄλλων τυχὸν ὁ Πέτρος εἰπὼν, “οὐκ εἰμὶ,” ἀλλὰ πᾶν ὁτιοῦν ὑπομεῖναι θελήσας διὰ τὸ συνεῖναι Χριστῷ. ἐξ ἀγάπης οὖν ἆρα τὸ πταῖσμα, καὶ ῥίζαν πὼς ἔχει τὴν φιλοθείαν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένου δ᾿ οὖν ὅμως τοῦ συνεῖναι Χριστῷ. Ὑποκρίνεται τὰ ἐκείνων δρᾷν ὁ Πέτρος, καὶ τοι τῇ λύπῃ κεκακωμένος, ἵνα μὴ τῷ κατηφεῖ προσώπῳ κατάφωρος εὑρεθεὶς, ἐκ τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας.
But his not entering inside was due to anguish and fear; for "he stood," it says, "at the door outside." John did not bring him in, but told the doorkeeper to do this, since he was exceedingly devoted to Christ and had followed him. Hence the doorkeeper also, after Peter entered, said to him, "Are you not also one of the disciples of this man?" And he says, "I am not." And not only did he deny, but he also stood warming himself with the servants, while Christ was held inside. We say this, not accusing Peter, but demonstrating the truth of what was spoken by Christ, that he could not endure even the question of a lowly and outcast doorkeeper, nor was she herself bold; for she did not say, "of the deceiver," but "of this man," which was more the expression of one showing pity and being moved. Of Ammonius the Elder. John entered in with Jesus along with the crowd unrecognized, and then, as one known, he spoke to the doorkeeper and brought Peter in. Of Cyril. Peter did not say "I am not" out of any fear of the others, perhaps, but because he was willing to endure anything for the sake of being with Christ. The fault, then, came from love, and the denial has its root, in a way, in love of God, occurring not from very precise reasoning, but nonetheless from a longing to be with Christ. Peter pretends to do as they do, even though he was distressed by grief, so that he might not be found conspicuous by a downcast face and be sent away from the hunt for what he longed for.
Χρὴ δὲ θαυμάσαι τοῦ ἀρχιερέως τὴν πονηρίαν, ὅτι συνεχῶς ἀκούων τοῦ Χριστοῦ ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παρρησίᾳ διδάσκοντος, νῦν ἐρωτᾷ περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχε προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτα ἴσως ποῦ εἰσι, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι; τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Εἰπὼν ὁ Χριστὸς, ὅτι ἐν τῷ κρυπτῷ ἐλάλησεν οὐδὲν, περὶ ὧν ἐκεῖνοι ἐνόμιζον εἶπε, στάσεις καὶ ταραχὰν ποιῆσαι θέλων, ἐπεὶ ὅσα περ τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν, ἐλάλησεν ἐν τῷ κρυπτῷ. Ἀμμωνίου πρεσβυτέρου. Ἠρώτα τί ἐδίδασκε τοῦ ἑαυτοῦ μαθητὰς, ἠρώτα αὐτὸν, εἰ συναινεῖ τοῖς διὰ Μωϋσέως, ἵνα ἐναντιουμένυς παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις. Τὸ δὲ εἰπεῖν, “τί με ἐπερωτᾷς, ἐρώτησον ἀκηκοότας,” καὶ τὰ ἑξῆς, οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαρροῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Τί γὰρ, φησὶ, περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, οὗτοι λεγέτωσαν· αὕτη γὰρ τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις καλεῖ μάρτυρας ὧν λέγει· ἀλλὰ καίπερ οὕτως ἀποκριθεὶς
But one must marvel at the wickedness of the high priest, that though he continually heard Christ speaking publicly in the temple and teaching with boldness, he now asks about his disciples and about his teaching. For since he had no charge to bring, he was perhaps asking about the disciples—where they were, and for what reason he had gathered them, and what he intended, and for what purpose. He said this as though wishing to convict him as a seditious man and an innovator, as if he were some wicked workshop. Christ, having said that he had spoken nothing in secret, spoke concerning the things those men supposed he said, wishing to create factions and disturbance, since whatever sayings were too lofty for the hearing of the many, he spoke in secret. Of Ammonius the presbyter. He was asking what he was teaching his own disciples; he was asking him whether he agreed with the things given through Moses, so that he might hand him over as an opponent, and them too as fighters against God, to the Jews. But the saying, "Why do you question me? Question those who have heard," and what follows, are not the words of one acting arrogantly, but of one confident in the truth of what has been said. For why, he says, do you ask about my affairs? Question the enemies, the plotters; let them speak. For this is the indisputable proof of truth, when one calls enemies as witnesses to what he says. But although he answered in this way
ῥαπίζεται, οὗ τί γένοιτ’ ἃν ἰταμώτερον; ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἐξέστη ἡ γῆ ἐπὶ τῇ τοιαύτῃ τῶν δούλων ἀγνωμοσύνῃ, καὶ τῇ τοῦ δεσπότου μακροθυμίᾳ, ἀλλ’ ὅμως ῥαπισθεὶς καὶ δυνάμενος πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ κατενεγκεῖν· τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι· φησὶ γὰρ “εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, “εἰ δὲ καλῶς, τί με δέρεις;” τουτέστιν, εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, τί με τύπτεις; Κυρίλλου. Οὐχ ἑνὶ γένει τῷ ἐξ Ἰσραήλ· εἰ γὰρ καὶ μή τυχὸν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔκπυστά πὼς εἰσὶ τὰ ἡμέτερα, ἀλλ’ ἔσται κατὰ καιρούς. “ἐγὼ πάντοτε ἐδίδαξα ἐν συνα- “γωγαῖς·” εἰς ἀνάμνησιν αὐτοὺς ἄγει τῆς λεγούσης προφητείας ἐκ προσώπου Χριστοῦ, “οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς “σκοτεινῆς.” Ἀμμωνίου πρεσβυτέρου. Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. Εἰ δὲ πάντα φανερῶς ἐδίδαξα, τὰ λεγόμενα παρά τισι περὶ ἐμοῦ ἀπόκρυφα, οὐκ εἰσὶ δεκτά. τοὺς ὑπηρέτας ἐρώτησον, τοὺς πρῴην μὲν μοῦ θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους. Κυρίλλου. Εἰ γὰρ, φησὶ, μὴ τεθαύμακας ποτὲ τὴν ἐμὴν διδασκαλίαν, ἴσως οὐκ ἠδίκεις, τὰ συνήθη τοῖς ὑπηρέταις διαπραττόμενος, νυνὶ δὲ μειζόνως ἀδικεῖς, ἐπ’ οὐδενὶ νῦν καταγνοὺς ἀτιμάζων. Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης ἔτυψε τὸν Χριστὸν, ἐπειδὴ αὐτὸς ὑπέδειξεν ὁ λέγων, ἴδε οὗτοι ἴσασιν οἱ ποτὲ ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων αὐτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν θαυμαζόντων ἦν, αὐτὸν ἐποίησε τοῦτο.
He is slapped—what could be more audacious than this? Heaven shuddered at it, and the earth was astonished at such insolence of servants and at the longsuffering of the Master. Yet though he was slapped and could shake all things and obliterate them and bring them down, he does none of these things; instead he utters words able to dissolve all savagery. For he says, "If I spoke evil, testify concerning the evil; but if well, why do you strike me?" That is: if you are able to lay hold of what was said, prove it; but if you are not able, why do you strike me? From Cyril. Not for one race of those from Israel; for even if perhaps our affairs are not somehow published throughout the whole inhabited world, yet it will be in due time. "I always taught in synagogues"—he brings them to remembrance of the prophecy that speaks in the person of Christ: "I have not spoken in secret, nor in a dark place of the earth." From Ammonius the elder. He convicts him of pretending to be ignorant of what was said openly. But if I taught all things openly, the things said by some about me as secret are not acceptable. Ask the servants, who recently marveled at my teaching, but now arrest me. From Cyril. For, he says, if you had never marveled at my teaching, perhaps you would not be doing wrong, carrying out the customary acts of servants; but now you do wrong more greatly, condemning me for nothing and dishonoring me. From Ammonius the elder. And the servant struck Christ even without being ordered, since the one speaking himself pointed out, "See, these know—those who once heard and praised"—and wishing to free him from suspicion that he was among those who marveled, he made him do this.
Οὐ γὰρ ἃν ἀκολούθως τι ἐποίησεν ἣ ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. Ἐλέγχει τὸν ὑπηρέτην ὡς ἀδικοῦντα, οὐ μόνον ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ’ ὅτι πρῴην θαυμάσας, νῦν δὲ ἐπ’ οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν. Τοῦ Χρυσοστόμου. Πέμπουσι δὲ αὐτὸν δεδεμένον πρὸς Καϊάφαν διὰ τὸ μηδὲν εὑρίσκειν αἴτιον. ὁ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοσούτῳ κάρῳ κατείχετο, ὥστε ἀπαγομένου τοῦ διδασκάλου οὐδὲ κινεῖται, ἀλλ’ ἔτι θερμαίνεται, ἵνα μάθωμεν, πόση τῆς φύσεως
ἡμῶν ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλείπῃ, ὥστε καὶ πάλιν ἐρωτηθεὶς ἀρνεῖται, καὶ οὐ δεύτερον μόνον, ἀλλὰ καὶ τρίτον. Τί δήποτε δὲ οἱ Εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ’ ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ θαρρεῖν. Χρὴ δὲ ἡμᾶς θαυμάσαι τοῦ διδασκάλου τὴν οἰκονομίαν καὶ τὴν πολλὴν κηδεμονίαν, ὅτι κατεχόμενος καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων. Κυρίλλου. ᾿Αναγκαιοτάτην τούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς ποιεῖται τὴν μνήμην, ἀληθεύοντα πανταχοῦ δεικνὺς τὸν Χριστόν. Ἀμμωνίου πρεσβυτέρου. Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον, ἡττήθη τῆς ὑποσχέσεως. Διὰ τι ἄγουσιν αὐτὸν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον; ἵνα τῶν δικαστῶν τὸ πλῆθος, καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας· εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι “ἦν δὲ “πρωΐα,” δεῖξαι θέλων ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ τοῦ Καϊάφα ἐρωτώμενος οὐδὲν ἐξειλέγχετο.
For he would not have done or said anything consistently, so that as a result he might be moved to strike him. He reproves the servant as doing wrong, not only because he simply struck him, but because he had lately marveled at him, and now, condemning him for nothing, he dishonored him. From Chrysostom. And they send him bound to Caiaphas because they found no cause. But Peter, the fervent lover, was possessed by such torpor that, as the teacher was led away, he was not even moved, but was still warming himself, so that we might learn how great is the weakness of our nature when God abandons it, so that when questioned again he denies, and not only a second time, but also a third. Why then did the Evangelists record this about him with one accord? Not accusing the disciple, but wishing to instruct us how great an evil it is not to entrust everything to God, but to trust in oneself. And we ought to marvel at the teacher's economy and his great solicitude, that though held and bound he took great forethought for the disciple, raising up the one who had fallen by his glance, and drawing him down to tears. From Cyril. The divinely inspired Evangelist makes the most necessary mention of these things, showing Christ to be truthful in all things. From Ammonius the presbyter. When the wicked one shook Peter, he was defeated in his promise. Why do they lead him from Caiaphas to the praetorium? So that through the multitude of judges, even against their will, he might demonstrate the truth to have been fully tested; and the Evangelist said, "Now it was early morning," wishing to show that during half the night, while being questioned by Caiaphas, he was convicted of nothing.
Οὐκ ἀνεῖλον δὲ αὐτὸν αὐτοὶ, ἀλλ’ ἐπὶ τὸν Πιλάτον ἤγαγον, ἐπειδὴ τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο, ὑπὸ ῾Ρωμαίοις τῶν πραγμάτων κειμένων. Καὶ ἄλλως δὲ ἐδεδοίκεσαν μὴ δίκην ὕστερον δώσωσι κατηγορηθέντες δι’ αὐτόν. Χρὴ δὲ σκοπῆσαι αὐτῶν καὶ τὸ καταγέλαστον, ὅτι τὸν ἀθῷον συλλαβόντες καὶ ὅπλα βαστάζοντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, ἵνα μὴ μιανθῶσι δῆθεν, καὶ φονῶντες μὲν ἀδίκως, οὐκ ἐνόμιζον μιαίνεσθαι, δικαστηρίου δὲ ἐπιβαίνοντες, μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Τὶ δέ ἐστιν, “ινα φάγωσι τὸ πάσχα;” αὐτὸς γὰρ ἦν αὐτὸ πεποιηκὼς τῇ μιᾷ τῶν ἀζύμων· πάσχα τῆς ἑορτῆς λέγει. Διὰ τοῦτο δὲ ἐξελθὼν ὁ Πιλάτος ἐρωτᾷ τοὺς Ἰουδαίους λέγων, “τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;“ ὅπως δείξῃ ἑαυτὸν ἀπηλλαγμένον τῆς βασκανίας αὐτῶν· ὁρῶν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν ἀναμφισβήτητον τοῦτο, ἀλλ’ ἐρωτᾷ, ἄτοπον εἶναι νομίζων τὴν μὲν
κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνω. Ἐρωτηθέντες δὲ οὐ λέγουσι, οὕτως πανταχοῦ παραιτοῦνται τὴν ἐξ εὐθείας κατηγορίαν. Εἶπε δὲ αὐτοῖς ὁ Πιλάτος, “λάβετε “αὐτὸν ὑμεῖς,” καὶ τὰ ἑξῆς, ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος. Ἐπεὶ δὲ ἐκεῖνοι εἶπον “ὅτι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι ου- “δένα,” ὅτι σταυρῶσαι αὐτοῖς οὐκ ἔξεστι, τοῦτο γὰρ ἐπεθύμουν ποιῆσαι. Πῶς δὲ τὸ λεχθὲν παρ’ αὐτῶν “ὅτι ἡμῖν οὐκ ἔξεστιν “ἀποκτεῖναι,” ἐπλήρου τὸν λόγον τοῦ Κυρίου ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν;
They did not kill him themselves, but led him to Pilate, since the greater part of their rule and authority had been cut back, because affairs were placed under the Romans. And besides, they were afraid that they might later pay the penalty after being accused on his account. But one must also consider their ridiculousness, that having arrested the innocent man and carrying weapons, they do not enter the praetorium, so that they may not be defiled, as they claimed, and while murdering unjustly they did not think they were being defiled, but when stepping into a courtroom they considered that they were defiling themselves. And what is, "so that they might eat the Passover"? For he himself had made it on the first of the unleavened bread; he calls the Passover the feast. For this reason Pilate went out and asked the Jews, saying, "What accusation do you bring against this man?" so as to show himself free of their malice; for seeing him bound and led by so many, he did not think this was an indisputable proof, but he asks, considering it absurd that they should seize the judgment for themselves, but entrust the punishment to him without a trial. And when questioned, they do not say, for in this way they everywhere decline a direct accusation. And Pilate said to them, "Take him yourselves," and the rest, wishing to be rid of the annoyance. But when they said, "It is not lawful for us to kill anyone," because it is not lawful for them to crucify, for this is what they desired to do. But how did what was said by them, "It is not lawful for us to kill," fulfill the word of the Lord which he spoke, signifying by what death he was about to die?