καὶ γὰρ μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, εἰπὼν αὐτὸς δώσειν τὴν ζωὴν τὴν αἰώνιον. Κυρίλλου. Τὸ ἐσφραγίσθαι ἣ τὸ κεχρῖσθαι ἐθικῶς τέθεικε. κατασφραγίζεται γὰρ ὁ χριόμενος, ἤγουν ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα· ὅμοιον γὰρ ὡσεὶ ἔλεγεν, ὡς οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν μένουσαν, καὶ εἰς ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ’ ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτὸν νοουμένην, δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δέ ἐστι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν, εἰπὼν τὰ m θεοπρεπῆ καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρός· οὐκ ἀνέχεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατὰ ἀλήθειαν υἱότητος, τὸν ἐκ παρθένου ναὸν, ἀλλ’ ἕνα πάλιν ἑαυτὸν ὁρίζειν τε καὶ νοεῖσθαι βούλεται. Ἀμμωνίου πρεσβυτέρου. τὸν ἄρτον ἐσφράγισεν, ὅ ἐστιν, ἔχρισεν Ἁγίῳ Πνεύματι, τὴν σάρκα τοῦ Κυρίου τὴν ἀνθρωπίνην, οὐ m Fors. εἰς πάντα.
For he spoke great things concerning himself, saying that he himself would give eternal life. Of Cyril. He has used "sealed" or "anointed" in the customary sense. For the one who is anointed is sealed, that is, that he has been formed naturally in relation to the Father; for it is as if he were saying, "I will not be unable to provide you with food that endures and leads to life and delight. For even if I am seen as one of you—obviously a man with flesh—yet I was anointed and sealed by God and the Father, unto unvarying likeness, the likeness understood in relation to him, evidently of resemblance in every respect, not according to the marks of the flesh, but in God-befitting glory and equal power, and in royal authority." But one must observe that the Son of Man, having said the things befitting God, said that he has been sealed unto the image of God and the Father; he does not admit of a division that cuts off from true sonship the temple born of the virgin, but again he wishes himself to be defined and understood as one. Of Ammonius the presbyter. He sealed the bread, that is, he anointed the human flesh of the Lord with the Holy Spirit, not
τὴν θεότητα. Πάντα γὰρ σχεδὸν τὰ τῆς οἰκονομίας ὀνόματα περὶ τὴν σάρκα εἴληπται. τοῦτο εἶπεν, ἢ ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα, ἤτοι ἔχρισε· κατασφραγίζονται γὰρ οἱ χριόμενοι. Τὸ δὲ “τί ποιῶμεν ἴνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ” ἐκεῖνοι, οὐχ ὥστε μαθεῖν καὶ πράξαι, καὶ δείκνυσι τὰ ἑξῆς. Πἀλιν γὰρ αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς ἕλκουσι χορηγίαν. Ὁ δὲ Χριστὸς ὑπέδειξεν αὐτοῖς ὅπερ ἐζήτησαν, “τοῦτό ἐστι “τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” Οὗτοι δὲ καθάπερ τινὲς ἀναίσθητοι, ἔτι τοῦ σημείου ἐν χερσὶν ὄντος αὐτοῖς, καὶ ὡς οὐδενὸς γενομένου, οὕτως ἔλεγον, “τί σημεῖον ποιεῖς; ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ·” οὕτως ἦσαν πεπωρωμένοι· Ἀμμωνίου πρεσβυτέρου. Εἰ καὶ ᾔδει ἐκείνους μηδὲν ὠφεληθησομένους, ἀλλὰ διὰ τὸ κοινωφελὲς τῆς διδαχῆς ἀπεκρίθη· οὐχ ὁ ταῖς σκιαῖς δουλεύων τοῦ νόμου ποιεῖ τὸ τοῦ Θεοῦ θέλημα, ἀλλ’ ὁ εἰς τὸν Χριστὸν πιστεύων. Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς Θεόν. τοῦτο δὲ εἶναί φησιν ὁ Κύριος, τὴν πίστιν τὴν ἐπ’ αὐτὸν, ἔργον αὐτὴν ἀποφαίνων ἱερόν τε καὶ τέλειον· καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων, εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει, ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν. Θεοδώρου. τοῦτό φησιν ὁ Κύριος, συνεὶς ὅτι πλεῖστον ὑπερβαίνει τὴν ἀκοὴν ὁ περὶ τοῦ μυστηρίου λόγος. τοῦτο γὰρ ἡ πνευματικὴ τροφή. οὐκ εὐθὺς οὖν ἐπιτρέχει τῇ διηγήσει, ἀλλ’ ὁδῷ κέχρηται πρεπούσῃ πρὸς τὸν λόγον. Ἡ γὰρ πίστις, φησιν, ἡ εἰς ἐμὲ ὁδὸς ὑμῖν ἔσται πρὸς τὴν τῶν λοιπῶν κατανόησίν τε καὶ διδασκαλίαν.
the divinity. For nearly all the names of the economy are taken in reference to the flesh. He said this, either because he has been naturally formed in relation to the Father, or else he anointed; for those who are anointed are sealed. But the words "What should we do so that we may work the works of God" — those men spoke, not so as to learn and to do, and he shows what follows. For again they draw him to the supply of food. But Christ pointed out to them what they sought: "This is the work of God, that you believe in the one whom he sent." But these men, like certain senseless people, while the sign was still in their hands, and as though nothing had happened, spoke thus: "What sign do you do, so that we may see and believe you? What do you work?" So hardened were they. Of Ammonius the presbyter. Even though he knew that they would be helped in nothing, yet for the common benefit of the teaching he answered: the one who is enslaved to the shadows of the law does not do the will of God, but the one who believes in Christ. Here the work of God is said to be that which pertains to God. And the Lord says that this is the faith in him, declaring it to be a work sacred and perfect; and without human works, he rightly justifies and sanctifies, inasmuch as it has the noblest activity of the soul, not some idleness and inactivity. Of Theodore. The Lord says this, having understood that the word concerning the mystery far surpasses their hearing. For this is the spiritual food. He does not, then, immediately rush into the exposition, but uses a method suited to the discourse. For faith, he says, in me will be for you a way to the understanding and teaching of the rest.
οὔτε γὰρ πιστεύοντας ἔνεστι πρός τι τῶν λεγομένων ἀμφιβάλλειν, οὔτε μὴ πιστεύοντας δέξασθαι τι τῶν λεγομένων δυνατὸν, μεγάλων ὄντων, καὶ πολὺ τὴν ὑμετέραν ὑπερβαινόντων ἀκοὴν. τίνος ἕνεκεν εἶπον “οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ “ἐρήμῳ,” καὶ τὰ ἑξῆς; νομίζοντες αὐτὸν διὰ τούτου ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι ἠδύνατο σαρκικῶς. Ὅτι γὰρ τοῦτό ἐστι δῆλον ἐκ τοῦ μηδενὸς ἑτέρου τῶν προτέρων σημείων μνημονεῦσαι αὐτοὺς, τῶν τε κατ’ Αἴγυπτον γενο-
μένων καὶ κατὰ τὴν θάλασσαν τὴν ἐρυθρὰν, ἀλλὰ τούτου μάλιστα οὗ σφόδρα ἐπεθύμουν διὰ γαστριμαργίας ὑπερβολήν. Διὸ πρὸς ταῦτα καὶ ἡ ἄπειρος σύνεσις ἀποκρίνεται λέγουσα, “οὐ Μωϋσῆς “δέδωκεν ὑμῖν τὸν ἄρτον” καὶ τὰ ἑξῆς. Ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν εἰπὼν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν· ἐνῆν γὰρ εἰπεῖν, οὐχ ὁ Μωϋσῆς δίδωσιν, ἀλλ’ ἐγώ. Ἄρτον δὲ ἀληθινὸν καλεῖ, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τὸ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μάννα γὰρ κυρίως αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ τὰ πάντα ζωογονῶν. Κυρίλλου. Ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί· καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἡμῖν ὁ ἄρτος ὁ ἐκ γῆς εὑρίσκεται τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς οὐκ ἐῶν καταφθείρεσθαι, τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας, τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν.
For it is impossible for those who believe to doubt any of the things said, nor is it possible for those who do not believe to receive any of the things said, since they are great and far exceed your hearing. For what reason did they say, "Our fathers ate the manna in the wilderness," and the rest? Thinking that by this they were provoking him to perform such a sign as was able to feed them carnally. For that this is so is clear from the fact that they mentioned none of the other former signs, neither those that happened in Egypt nor those at the Red Sea, but this one especially, which they greatly desired through excess of gluttony. Therefore to these things the infinite Understanding also responds, saying, "Not Moses has given you the bread," and the rest. Instead of Moses he named God, and instead of the manna himself, on account of the weakness of the hearers; for it was possible to say, "Not Moses gives, but I." And he calls it true bread, not because the wonder concerning the manna was false, but because it was a type, not the truth itself. For the manna in the proper sense is the only-begotten Word of God himself, who comes from the substance of the Father, since he is by nature life, giving life to all things. Of Cyril. For since he sprang from the living Father, he too is by nature life; and since it is the work of natural life to give life, Christ gives life to all things. For what the bread found from the earth accomplishes for us, not allowing the weak nature of the flesh to be corrupted, this he also accomplishes through the operation of the Spirit, giving life to the spirit, and not only up to these things, but also holding the body itself together unto incorruption.
Λέγουσι δὲ πρὸς αὐτὸν, “Κύριε, πάντοτε δὸς ἡμῖν τοῦτον τὸν “ἄρτον,” ἐπειδὴ αἰσθητὸν ἔτι πρᾶγμα ἐνόμιζον εἶναι, καὶ γαστρὸς ἀπόλαυσιν προσεδόκων Καὶ μετ’ ἀλίγα—ἔτι κάτω ἔνευον λέγοντες, δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπόπτευον εἶναι τὴν τροφὴν, ἐπέτρεχον, ὅταν δὲ μάθωσιν ὅτι πνευματική τις ἐστιν, οὐκ ἔτι, φησὶν, φησὶν, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ανάγων δὲ αὐτοὺς κατὰ μικρὸν ὁ Χριστὸς εἰς τὸ τὰ ὑψηλὰ φρονεῖν, φησιν, ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν, ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ. Καὶ οὐκ εἶπε τροφὴν, ἀλλὰ ζωὴν, ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην. Ζωὴν δὲ λέγει, ἐπειδὴ πάντες ἦσαν νεκεκρωμένοι τῇ ἁμαρτίᾳ· ἄρτον δὲ ζωῆς οὐ περὶ σώματος τοῦ ἰδίου λέγει νῦν, τοῦτο γὰρ πρὸς τῷ τέλει μέλλει σαφηνίζειν, ἀλλὰ περὶ τῆς θεότητος‘ αὐτοῦ διαλέγεται. Κυρίλλου. “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς” ὁ πάλαι μὲν ὡς ὑποσχέσει προκατηγγελμένος, καὶ ὡς ἐν τύπῳ δηλούμενος, παρὼν c νεότητος Cod.
They say to him, "Lord, always give us this bread," since they still supposed it to be something perceptible, and they expected the enjoyment of the belly. And after a little — they were still nodding downward, saying, "Give us this bread." But convicting them, that as long as they suspected the food to be perceptible they ran eagerly, but when they learn that it is something spiritual, they no longer do so, he says, "I am the bread of life." And leading them up little by little, Christ says, to think on high things: "The bread of God is that which comes down from heaven and gives life to the world," not to Jews only, but also to the whole inhabited world. And he did not say "food," but "life," another and different kind. And he calls it life, since all were dead in sin; and "bread of life" he does not now mean concerning his own body — for this he will clarify at the end — but he discourses concerning his divinity. Of Cyril. "I am the bread of life," who was of old foretold as a promise, and indicated in a type, present
δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ’ ὅλον ἐξ ὅλου τὸ ζῶον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου κρείττονα τὸν εἰς τὸ εἶναι πεποιημένον ἄνθρωπον ἀποδεικνύς. Ἰχιδώρου d πρεσβυττέρου. Ἄρτος ὁ Κύριος κέκληται, ἑαυτὸν τούτῳ καλῶν τῷ ὀνόματι, κατὰ μὲν τὴν πρόχειρον ἔκλειψιν, πᾶσι τροφὴ σωτηρίας γενόμενος, κατὰ δὲ τὴν ἀπόρρητον ἔννοιαν, τὴν ζύμην τοῦ ἀνθρωπίνου φυράματος καθαρίσας, καὶ ὥσπερ ἐξοπτήσας τῷ οἰκείῳ πυρὶ τῆς θεότητος, καὶ εἰς ἓν σὺν αὐτῇ γεγονὼς πρόσωπον καὶ μίαν προσκυνουμένην ὑπόστασιν· Τὰ σημεῖα δὲ αἰνιττόμενος καὶ τὴν τῶν γραφῶν μαρτυρίαν, περὶ αὐτοῦ φησιν, “ἑωράκατέ με,” δεικνύων δὲ καὶ αὐτοῖς, ὅτι οὐκ ἀγνοεῖ τὰ ἀπόρρητα τῆς καρδίας, οὐδὲ τὰ μέλλοντα, ἐπήγαγε λέγων, “καὶ οὐ πιστεύετε.” Ἀμμωνίου πρεσβυτέρου. Ὕδωρ καὶ ποτὸν ὧδε λέγει ἣ τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ Ἅγιον Πνεῦμα. Τί ἐστι, φησὶν, ὅτι “πᾶν ὃ δίδωσι μοι ὁ Πατὴρ, πρὸς ἐμὲ “ἥξει; ὅτι οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς αὐτὸν, ἀλλὰ ἄνωθεν δεῖται ῥοπῆς, καὶ ψυχῆς τινος γενναίας καὶ εὐγνώμονος, δεχομένης πίστει τὴν τοῦ Πατρὸς ἀποκάλυψιν. Τὸ δὲ οὐ μὴ ἐκβάλω εξω,” τοῦτό ἐστιν, οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω, καὶ ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς. Τὸ δὲ “καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα “τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο πράξων ἦλθον ἢ τοῦτο, ὅπερ ὁ Πατὴρ βούλεται, καὶ ὅτι ἀπιστοῦντες, αὐτὸν τὸν Πατέρα παροξύνετε.
But now he also fulfills the promised pledge. I am the bread of life — not physical bread, which only cuts off the passions that come from hunger and releases the flesh from the corruption that follows from it, but rather reshapes the whole living being entirely into eternal life, and proves the man made for existence to be stronger than death. Of Isidore the presbyter. The Lord has been called bread, calling himself by this name: according to the obvious sense, having become food of salvation for all; according to the hidden meaning, having cleansed the leaven of the human mixture, and as it were baked it with the fire of his own divinity, and having become one person with it and one worshipped hypostasis. And hinting at the signs and the testimony of the Scriptures, he says concerning himself, "You have seen me," and showing them also that he does not ignore the hidden things of the heart, nor things to come, he added, saying, "and you do not believe."
Of Ammonius the presbyter. Water and drink here he means either the sanctification through the Spirit, or the Holy Spirit himself. What is it, he says, that "everything which the Father gives me will come to me"? Because faith in him is not an ordinary matter, but requires a leaning from above, and a noble and well-disposed soul, receiving by faith the revelation of the Father. And "I will certainly not cast out," that is, I will certainly not destroy, but I will save, and I will prepare him to enjoy much care. And "I have come down from heaven, not to do my own will," and what follows: this shows that I came to do nothing other than this, which the Father wills, and that by disbelieving you provoke the Father himself.
Οὐκοῦν οὐ ψιλὸς ἄνθρωπος ὁ σοῦς, ἀλλὰ Θεὸς σαρκωθεὶς, οὐ μετὰ τὴν ἀνάστασιν θεοποιηθείς. Προλαμβάνει γὰρ ἡ κατάβασις τὴν ἄνοδον. οὐκ ἴδιον θέλημα ἔχων παρὰ τοῦ Πατρὸς ἦλθον, πάντα γὰρ τὰ ἐμὰ τοῦ Πατρός ἐστι, καὶ τὰ τοῦ Πατρὸς ἐμά. Δεικνὺς δὲ ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας παραγέγονεν, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, καὶ ὥστε τῷ πατρὶ δόξαν παρασκευάσαν, φησὶ, “τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πα- d Ἰσηδ. Cod.
“τρὸς,” ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρα,” καὶ τὰ ἑξῆς. Ἀμμωνίου. Πάντες μὲν οἱ ἄνθρωποι ἀνίστανται, μόνον δὲ πιστοὶ ἀξιοῦνται τῶν ἀγαθῶν. Ζωοποιεῖ ὁ Υἱὸς τοὺς πιστοὺς τοῖς φύσει φθαρτοῖς ἀνθρώποις τὴν ζωὸν τοῦ Πατρὸς ἐντιθεὶς δύναμιν, μιν, καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν. Συνεχῶς περὶ τῆς ἀναστάσεως διαλέγεται, ἵνα μὴ τοῖς παροῦσι πράγμασι μόνον κρίνωσι τὴν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅτι κἂν ἐνταῦθα μὴ ἀπολάβωσι, μὴ διὰ τοῦτο ὑπτιώτερον γένηται, ἀλλὰ τὰ μέλλοντα προσδοκῶσι, καὶ ἑτέραν ζωήν. τίνος ἕνεκεν ἐγόγγυζον οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς;“καὶ διὰ τοῦτο μὲν αὐτὸ, τὸ δὲ ἀληθὲς διὰ τὸ μηκέτι προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἕως μὲν γὰρ προσεδόκων, οὐκ ἐταράττοντο. Ἐπειδὴ δὲ ἀπέγνωσαν, ἐγόγγυζον, περὶ πνευματικῆς γὰρ τροφῆς, καὶ περὶ ζωῆς αἰωνίου λοιπὸν αὐτοῖς διελέγετο, καὶ περὶ ἀναστάσεως, βουλόμενος ὑψηλοτέραν αὐτῶν ποιῆσαι τὴν γνώμην. Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὴν κατὰ σάρκα μητέρα αὐτοῦ ἀδύνατον ἐνόμιζον ἐξ οὐρανοῦ αὐτὸν καταβεβηκέναι·
Therefore your Savior is not a mere man, but God incarnate, not deified after the resurrection. For the descent precedes the ascent. I have not come with a will of my own apart from the Father, for all that is mine is the Father's, and all that is the Father's is mine. And showing that he did not come because he needed their service, but for their salvation, and in order to prepare glory for the Father, he says, "And this is the will of the Father who sent me, that of all that he has given me I should lose nothing, but raise it up on the last day," and so on. Of Ammonius. All men indeed are raised, but only the faithful are deemed worthy of the good things. The Son gives life to the faithful, implanting in men who are by nature corruptible the living power of the Father, and wholly transforming them into immortality. He speaks continually about the resurrection, so that they may not judge God's providence by present circumstances alone, and that even if they do not receive here, they should not for this reason become more slack, but should await what is to come, and another life. For what reason did the Jews murmur about him, because he said, "I am the bread that came down from heaven"? In part for that very reason, but in truth because they no longer expected to enjoy a physical table. For as long as they expected it, they were not disturbed. But when they gave up hope, they murmured, for he was now speaking to them about spiritual food, and about eternal life, and about the resurrection, wishing to make their understanding more lofty. Of Ammonius the elder. Because of his mother according to the flesh, they thought it impossible that he had come down from heaven.
ἣ εἰς τὸ φαινόμενον ὁρῶντες, οὐ τὴν ἀόριστον αὐτοῦ φύσιν ἐννοοῦντες, ἐσκανδαλίζοντο, εἰπόντων τῶν Ἰουδαίων, “οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ιωσηφ καὶ τὰ ἑξῆς. Διὰ τι μὴ ἀπεκρίθη αὐτοῖς, ὅτι οὐκ εἰμὶ υἱὸς Ἰωσήφ; ἐπειδὴ μηδέπως ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον τὸν ἐκ παρθένου. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὴν ἄρρητον τὴν ἄνω. Ὅπερ δὲ εἶπεν, “ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ “ὁ Πατήρ μου ἑλκύσῃ αὐτὸν,” οὐ τὸν ἄκοντα καὶ ἀπὸ βίας ἑλκόμενον αἰνίττεται, ἀλλὰ τὸν πολλῆς ἐκ Θεοῦ ἀπολαύοντα συμμαχίας. Κυρίλλου. Προσάγει μὲν οὖν ἑαυτὸν ὁ Πατὴρ διὰ τῷ Υἰῷ τοῖς οἷς ἃν τὴν θείαν ἐπιψηφίσατο χάριν· ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι᾿
ὅλου μεταπλάττων εἰς ἀθανασίαν· οὐκ ἰδίᾳ δὲ καὶ μεμερισμένως τοῦτο ἑκάτερον ἐνεργεῖ, ἀλλὰ συνεργάζεται ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν οὕτως εἴπω, τῆς Ἀγίας τριάδος ἐστὶν ἡ καθ’ ἡμᾶς σωτηρία. Ἀμμωνίου. τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς ἕλκει ὁ Πατὴρ, τοὺς δὲ μοχθηροὺς ἐᾷ· οὐ τὸ ἐφ’ ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας· θεοδίδακτόν ἐστιν ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον. Εἰ ὁ Πατὴρ ἄγει, ὁ δὲ Υἱὸς ἐγείρει, μέγα τὸ τῶν πιστῶν ἀξίωμα· τοῦτο ποιεῖ ὡς φύσει Θεὸς ὤν.
Seeing Him according to appearance, and not considering His infinite nature, they were scandalized, when the Jews said, "Is this not the son of Joseph," and so on. Why did He not answer them, that I am not the son of Joseph? Because they were in no way able to hear that wonderful birth from a virgin. But if they could not clearly hear the birth according to the flesh, much more the ineffable birth above. And what He said, "that no one can come to me unless my Father draws him," does not hint at one who is unwilling and drawn by force, but at one who enjoys much assistance from God. Of Cyril. The Father therefore brings him to the Son for those to whom He has decreed the divine grace; and the Son, having received, gives life, and implants His own good in those who by their own nature are prone to corruption, and as if burying a spark of fire in them, the life-giving power of the Spirit, transforming them wholly through and through into immortality. Nor does each work this separately and in division, but the Father cooperates with the Son, and the Son again with the Father, and the salvation that is ours belongs, so to speak, to the whole Holy Trinity. Of Ammonius. The Father draws those who are good by choice, but leaves the wicked; the word does not abolish our free will, but shows that we need help; for he is drawn not unwillingly, but enjoying much assistance; the mystery concerning Christ is a good taught by God. If the Father leads, and the Son raises, great is the dignity of the faithful; He does this as being God by nature.
Δεικνὺς δὲ τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον τῆς δυνάμεως, φησὶ, “κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. τοῦτο δὲ οὐ μικρὸν ἐμφαίνει τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴγε ὁ Πατὴρ προσάγει, καὶ ὁ Υἱὸς ἀνίστησιν, οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα, πῶς γάρ; ἀλλὰ τὸ ὀμοδύναμον παριστῶν. θέλων δὲ τὸν λόγον ἀξιόπιστον ποιῆσαι, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν εἰπὼν, “ὅτι ἐστὶ γεγραμμένον ἐν τοῖς προφήταις, καὶ “ἔσονται πάντες διδακτοὶ Θεοῦ·” πάντας δὲ τοὺς βουλομένους δηλονότι· διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὸ αὐτοῦ παρασχεῖν, καὶ εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Τί οὖν πρὸ τούτου, φησὶν, οὐχὶ διδακτοὶ ἦσαν Θεοῦ; ἀλλ’ ἐνταῦθα τὸ ἐξαίρετόν ἐστι· τότε μὲν γὰρ δι’ ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ, νῦν δὲ δι’ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. Διδύμου. Καὶ εἰκὸς ὁμοίωσιν καὶ αὐτὸ τοῦτο λογικοῦ τοῦ ἀνθρώπου ἐνεσπαρμέναι εἰσὶν αὐτῷ ὑπὸ Θεοῦ αἱ περὶ ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ τῆς γνώσεως τῆς ἀληθείας· ὁ τοίνυν κατὰ τὰς κοινὰς ἐννοίας ἀκούσας καὶ μαθὼν παρὰ τοῦ Πατρὸς ἔρχεται διὰ πίστεως πρὸς τὸν Κύριον.—Καὶ Καὶ μετ’ ὀλίγα. Διδάσκων δι’ ἀποκαλύψεως τὰ περὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας καὶ μαθόντας. οὕτω γὰρ καὶ τὸν Πέτρον δι’ ἀποκαλύψεως εἰς τὸ πιστεύειν τῷ Υἱῷ ἤγαγεν, ἀποκαλύψας αὐτόν. Ἀμμωνίου πρεσβυτέρου. Τὸ ἀκοῦσαι κοινὸν, τὸ δὲ μαθεῖν μόνων τῶν ἐπιδιδόντων ἑαυτοὺς τῇ χάριτι.
Showing the equality of His power with the Father, He says, "And I will raise him up on the last day." This reveals no small dignity of the Son, since the Father draws and the Son raises—not dividing the works from the Father, for how could that be?—but demonstrating equal power. Wishing to make the word trustworthy, He sent them to the prophets themselves, saying, "For it is written in the prophets, And they shall all be taught of God"—clearly all who are willing; for the Teacher sits before all, ready to give of Himself and pouring out His own teaching upon all. What then, someone says, before this were they not taught of God? But here is the exceptional thing: then they learned the things of God through men, but now through the only-begotten Son of God Himself and through the Holy Spirit. From Didymus. And it is likely that this very thing—the thoughts concerning praiseworthy actions—has been sown in man as a rational being by God, but also the knowledge of the truth. Therefore the one who has heard and learned from the Father according to the common notions comes through faith to the Lord. And from the same. And after a little. The Father, teaching through revelation the things concerning the Son, leads to Him those who hear and learn. For thus He also led Peter through revelation to believe in the Son, having revealed Him. From Ammonius the presbyter. The hearing is common, but the learning belongs only to those who give themselves to grace.
“Ούχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰπὼν, ἐπήγαγεν, “εἰ μὴ “ὁ ὣν ἐκ τοῦ Θεοῦ.” οὐ χρὴ δὲ κατὰ τὸν τῆς αἰτίας λόγον νοεῖν ἐνταῦθα τὸ “ἐκ τοῦ Θεοῦ,” πάντες γὰρ ἐκ τοῦ Θεοῦ ἐσμεν, ἀλλὰ κατὰ τὸν τρόπον τῆς ἀληθοῦς γεννήσεως τῆς ἀρρήτου καὶ ἐξαιρέτου καὶ κεχαρισμένης, ὁ μόνος ἀόρατος μόνῳ τῷ ἀοράτῳ τὴν φύσιν φαίνεται, μόνος ὁρᾷ ὁ Υἱὸς τὸν Πατέρα ὡς ἔξω ὑπάρχων πάντων, καὶ μόνος ὣν ἐκ τῆν’ οὐσίας τοῦ Πατρός. ἄλλος] τρανότερον δὲ αὐτὸ οὐ τέθεικε διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος αὐτοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, οὕτως ἐσκανδαλίσθησαν, τί οὐκ ἃν ἔπαθον, εἰ καὶ τοῦτο προσέθεικε; λέγω δὴ τὸ ἐξ αὐτοῦ- νηθῆναι; Οὐχ ὅτι τὸν Πατέρα δυνατὸν ἰδεῖν ὑμᾶς, οὗτος γὰρ τὸν οἰκεῖον Πατέρα οἶδε μόνος ἐξ αὐτοῦ ὣν, καὶ πάντοτε τῆς τοῦ γεννήσαντος θέας ἀπολαύων· ἔοικε δὲ καὶ αὐτὸν πάλιν αἰνίττεσθαι Μωϋσέα· ᾤοντο γὰρ ἀνοήτως διὰ τὸ εἰσελθεῖν εἰς τὸν γνόφον, αὐτὸν τεθεᾶσθαι τὴν ἄρρητον τοῦ Θεοῦ φύσιν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν· ἀλλ’ ἵνα μὴ σαφῶς τοῦτο εἰπὼν δοκεῖ πῶς αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀορίστως αὐτὸ τέθεικε κατὰ πάντων· εἰ δὲ μόνος ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα, ἔξω τῶν πάντων ἐστὶ, καὶ ὑπὲρ πάντα, καὶ ἐπάνω πάντων. Ἄρτον δὲ ζωῆς εἰκότως ἑαυτὸν ὀνομάζει, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ, καὶ ταύτην καὶ τὴν μέλλουσαν· τὸ δὲ “ὃς ἐὰν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς “τὸν αἰῶνα” δηλοῖ ἐνταῦθα ἤτοι τὰ δόγματα τὰ σωτήρια καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἣ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ ταῦτα νευροῖ τὴν ψυχήν.
Having said, "Not that anyone has seen the Father," He added, "except the one who is from God." But here one must not understand "from God" according to the account of causation—for we are all from God—but according to the manner of true generation, which is ineffable and exceptional and gracious: the only invisible One is seen by the only One invisible by nature; the Son alone sees the Father as existing beyond all things, and alone being from the Father's essence. Another [writer] has not stated this more clearly because of their weakness. For if, when He said that He had come down from heaven, they were so scandalized, what would they not have suffered if He had also added this? I mean, that He was begotten from Him? Not that it is possible for you to see the Father, for this One alone knows His own Father, being from Him, and always enjoying the sight of the One who begat Him. He seems also again to hint at Moses himself; for they foolishly thought that because he entered into the darkness, he had beheld the ineffable nature of God with the eyes of the body, which is according to nature. But lest, saying this clearly, He should seem in some way to urge them on to their customary audacity, He stated it indefinitely, as applying to all. But if the Son alone sees the Father, He is outside all things, and above all things, and over all things. And He rightly calls Himself the bread of life, because He sustains our life, both this present one and the one to come. And the phrase "whoever eats of this bread will live forever" indicates here either the saving doctrines and faith in Him, or His own body. For both of these strengthen the soul.
Ποιεῖται δὲ τὴν πρὸς τὸ μάννα σύγκρισιν λέγων, “οἱ πατέρες “ὑμῶν τὸ μάννα ἔφαγον” καὶ τὰ ἑξῆς, ἑκατέρας τροφῆς δεικνὺς τὸ τέλος, ὅτι ἐκείνη μὲν οὐ ξένην τινὰ παρεῖχε τὴν χρείαν, ἣ δὲ τοῦ σώματος αὐτοῦ τὸ μὴ ἀποθανεῖν. 10 ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ αἰνιττόμενος ὅτι οὐδὲ παρεξετάσθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθε εἰς τὴν τῆς ἐπαγγελίας γῆν· οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ τῶν πρώην αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, εἴγε βούλοιντο δέξασθαι. Ἀμμωνίου πρεσβυτέρου. Ἀναγαγὼν δὲ αὐτοὺς κατὰ μικρὸν πρὸς τὴν εἰς αὐτὸν πίστιν, πάλιν φησὶ, “καὶ ὁ ἄρτος ὃν ἐγὼ
δώσω, ἡ σάρξ μου ἐστὶ καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἑαυτὸν φησὶ διδόναι νῦν οὐ τὸν Πατέρα. Κυρίλλου. Καὶ ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα ζωοποιήσω δι’ ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην· τεθνήξεται γὰρ ὁ θάνατος ἐν τῷ ἐμῷ θανάτῳ, καὶ συναναστήσεται μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. ζωὴν δὲ κυρίως τὴν ἐν τῷ Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι· ταύτην γὰρ ἀληθῶς οὖσαν ζωὴν ἐπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, “ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ “Θεοῦ μενεῖ ἐπ’ αὐτόν Ἰδου γὰρ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαι φησὶ, καίτοι παντὸς τοῦ πνεύματος παλινδρομήσειν πρὸς ζωὴν, καὶ ἀναστήσεσθαι προσδοκωμένου. Ἀμμωνίου. Ἄρτον καλεῖ τὴν ἑαυτοῦ σάρκα, διὰ τὸ αὐτὴν ἐν τοῖς μυστικοῖς.
He makes the comparison with the manna, saying, "Your fathers ate the manna" and the rest, showing the end of each food: that the former provided no strange need, but this one, the not dying of the body. And he has put "in the wilderness" not without purpose, but hinting that it was not even set alongside for a long time, nor did it enter with them into the land of promise; but this bread is not such, but enduring forever, so that they themselves have been deemed worthy of much greater things than their forefathers, if indeed they wish to receive them. Of Ammonius the presbyter. Having led them up little by little to faith in him, he says again, "And the bread which I
will give is my flesh" and the rest. For he says that he himself gives it now, not the Father. Of Cyril. And I die, he says, for all, that I may give life through myself, and I made my flesh a ransom for the flesh of all; for death will die in my death, and, he says, the fallen nature of man will rise with me. But life must be understood properly as the life in Christ, the life in sanctification and blessedness; for this, being truly life, the wise John also knows, saying, "The one who believes in the Son has eternal life, but the one who disobeys the Son will not see life, but the wrath of God remains on him." For behold, he says that the one caught in disobedience will not see life, although every spirit is expected to return back to life and to rise. Of Ammonius. He calls his own flesh bread, because it is
Εἰπόντες δὲ, “πῶς δύναται οὗτος ἡμῖν “τὴν σάρκα ἑαυτοῦ δοῦναι φαγεῖν,” δείκνυται ἐξ ἀπιστίας τοῦτο λέγοντες· ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνεισέρχεται καὶ ἡ ἀπιστία. Διὰ τοῦτο καὶ αὐτὸς θέλων δεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ἄλλως ἔχειν ζωὴν, φησὶν, “ἐὰν μή τίς μου τὴν σάρκα φάγῃ,” καὶ τὰ ἑξῆς. Κυρίλλου. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων, “δύνατόν ἐστιν ἐλθεῖν εἰς τὸν κοῖλον τῆς μητρὸς αὐτοῦ;“οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, “πῶς δύναται δοῦναι ἡμῖν οὗτος “φαγεῖν τὴν σάρκα αὐτοῦ;“Δεῖ τοίνυν ἐντεῦθεν ἡμᾶς ὠφειλημένους ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων, πίστιν μὲν ἔχειν ἀζήτητον, καὶ μηδενὶ τῶν λεγομένων ἐπιφέρειν τὸ πῶς. Ἀμμωνίου πρεσβυτέρου. Ὡς παρὰ φύσιν ὄντος τοῦ πράγματος ἀπιστοῦσιν, ὡς ψυχικοὶ οὐ νοοῦσι τὸ πνευματικὸν τοῦ Κυρίου σῶμα. οὐ σαρκοφαγεῖν λέγει, ἀλλὰ τὸ μετασχεῖν τῶν μυστικῶν. Ἀμέτοχοι ἔσεσθαι τῆς αἰωνίου ζωῆς οἱ μὴ διὰ τῆς μεταλήψεως τῶν μυστικῶν παραδεξάμενοι τὸν Ἰησοῦν, τὸν ὄντα ζωὴν κατὰ φύσιν. Διὰ τί δὲ συνεχῶς στρέφει τὴν ἀνάστασιν; ἵνα δείξῃ ὅτι ὁ εἰς αὐτὸν πιστεύων οὐκ ἀποθανεῖται εἰς τέλος· ἀληθῆ δὲ βρῶσιν τὴν ἑαυτοῦ σάρκα καλεῖ, καὶ τὸ αἷμα αὐτοῦ ἀληθῆ πόσιν, διὰ τὸ σώζειν τὰς ψυχὰς τῶν πίστει μετεχόντων αὐτῶν.
But when they said, "How can this man give us his flesh to eat?" they are shown to be speaking from unbelief; for whenever the question of "how" enters in, unbelief enters in along with it. Therefore he also, wishing to show that this is not impossible but even very necessary, and that there is no other way to have life, says, "Unless one eats my flesh," and the rest. From Cyril. Thus also Nicodemus was troubled, saying, "Can he enter into his mother's womb?" Thus also these are troubled, saying, "How can this man give us his flesh to eat?" We ought therefore, from this point on, when we receive the divine mysteries, to hold a faith that does not question, and to bring the "how" against none of the things said. From Ammonius the presbyter. As though the matter were contrary to nature, they disbelieve; as psychic men they do not understand the spiritual body of the Lord. He does not say to eat flesh, but to partake of the mystical things. Those who have not received Jesus through the partaking of the mystical things, he who is life by nature, will be without a share in eternal life. But why does he continually turn to the resurrection? To show that the one who believes in him will not die in the end; and he calls his own flesh true food, and his blood true drink, because they save the souls of those who partake of them in faith.
Ἀμμωνίου. ταῦτα λέγει δεικνὺς ὅτι οὐκ ἦν ψιλοῦ ἀνθρώπου σὰρξ, ἀλλὰ τοῦ Υἱοῦ πεπληρωμένης πάσης τῆς θεότητος τῆς τριάδος. Ἀπολιναρίου. Ἀληθής ἐστι βρῶσις ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. Αὕτη καὶ πόσις ἀληθινὴ, ὡς ἃν μὴ πρὸς ὀλίγον ἐπαρκοῦν τῇ δίψει, ἀλλ’ εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορηθέντα αὐτῆς ἀνεπιδεῆ e, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγε. Τὸ δὲ εἰπεῖν “ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, “κἀγὼ κἀγὼ ἐν αὐτῷ,” τοῦτο ἐδήλωσεν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Σευήρου ἀντιοκείασ ἐκ τῶν πρὸσ εὐπράξιον κουβικουλάριον ἀποκρίσεων. Καίτοι γε οὐ τὸν Λόγον ἐσθίομεν, καθὸ Λόγος ἐστὶ, πῶς γὰρ τὸν ἀναφῆ καὶ ἀσώματον καὶ οὔτε ὀφθαλμοῖς οὔτε ὀδοῦσιν ἁλώσιμον; ἀλλ’ ἐπειδὴ πρὸς τὴν σάρκα τὴν ἄκραν ἕνωσιν ἥνωται, ζωοποιὸς ὑπάρχει καὶ αὐτὴ, εἰ καὶ μεμένηκεν ὅπερ ἐστὶ, καὶ οὐκ εἰς τὴν αὐτοῦ τοῦ Λόγου μετακεχώρηκε φύσιν, ὅθεν τὸν Λόγον ἐσθίομεν, τὴν ζωοποιὸν τοῦ Λόγου σάρκα ἐσθίοντες. Τὸ δὲ “κάγὼ ζῶ διὰ τὸν Πατέρα,” τοῦτό ἐστιν, ὅτι καθώς ἐστιν ὁ Πατὴρ ζῶν, οὕτω κἀγὼ ζῶ, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Ζωὴν δὲ λέγει ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀπορρήτου ἐκείνης. Κυρίλλου. Ὥσρερ ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ τοῦτο γὰρ τὸ ἀπεστάλθαι δηλοῖ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς, Θεὸς ὢν Λόγος ζῶν, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι, τὸ σῶμα.
Of Ammonius. He says these things showing that it was not the flesh of a mere man, but of the Son, filled with all the deity of the Trinity. Of Apollinarius. It is true food, not the support of temporary and perishing life, but the preparer of eternal life. This is also true drink, as not sufficing for a little while for thirst, but always rendering the one filled with it without need, just as he also said to the Samaritan woman. But the saying "He who chews my flesh and drinks my blood remains in me, and I in him," this showed that he is mingled in him. Of Severus, from the replies against Eupraxius the cubicularius. And yet we do not eat the Word as he is Word—for how could we, since he is intangible and incorporeal and caught neither by eyes nor by teeth?—but since by the utmost union he has been united to the flesh, this flesh also is life-giving, even if it has remained what it is and has not passed over into the nature of the Word himself; whence we eat the Word by eating the life-giving flesh of the Word. But "I live because of the Father," this means that just as the Father is living, so I also live, and the one who chews me, he also will live because of me. And he calls life here not simply, but concerning that glorious and ineffable life. Of Cyril. Just as he has made me a man, he says—for this is what "has been sent" indicates—and since I was begotten from natural life, being God the living Word, and having become man, I filled my own temple, that is, the body, with my own nature.
ὂν αὐτὸν δὴ τρόπον καὶ ὅταν ἐμὴν ἐσθίων σάρκα, ζήσει δι’ ἐμ, ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος τὸν ζωογονεῖν ἰσχύοντα, διὰ τὸ ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ τοῦ Θεοῦ καὶ Πατρός. Ἀμμωνίου πρεσβυτέρου. Φύσει ζωή ἐστιν ὁ Χριστὸς, οὐ παρ’ ἑτέρου λαβὼν τὸ ζῆν· τοῦτο γὰρ ζῶον καλεῖται· οὔτε οὖν τὸ τοῦ ζώου ὄνομα τάττεται ἐπὶ Θεοῦ, οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων. Διδύμου. Οὐρανὸν λέγει σημαίνεσθαι τὴν ὡσανεὶ περιωπὴν κατάστασιν τοῦ Θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τνγ- e ἀνεπιδειτῆ Cod.
χάνει. ζωῆς δὲ ἄρτος ὁ καταβαίνων, ὁ τοῦ Θεοῦ θρεπτικὸς λόγος ἐστὶ, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τὸ τὴν ἀρετὴν ἐνεργεῖν· ἐπειδὴ οὐ μόνον διὰ πράξεως ἰέναι δεῖ πρὸς αὐτὸν, ἀλλὰ καὶ ἐπιστημονικῶς πιστεύοντα κατὰ θεωρίαν ἀληθῆ. πίνει τις ἐξ αὐτοῦ, ἐκ πηγῆς ὕδωρ ζῶν, καὶ ἐξ ἀμπέλου “οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου,” ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν, ὡς ἀεὶ ζωὴν κεκορεσμένους, καὶ μηδέποτε διψεῖν πεπωκότας ἀπ’ αὐτοῦ. Συνεχῶς δὲ περιστρέφει τὸ “οἱ πατέρες ὑμῶν ἔφαγον τὸ “μάννα ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ πρὸς τὸ λογίζεσθαι, ὅτι εἰ δυνατὸν ἐγένετο ἐν τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωὴν, πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο. Ζωῆς δὲ πανταχοῦ μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν.
In the very same way, when one eats my flesh, he will live because of me, being wholly transformed into me, who am able to give life, because I am from the root of the life-giving God and Father. Of Ammonius the presbyter. Christ is life by nature, not receiving life from another; for this is called a living being; neither then is the name of a living being applied to God, nor that of life to creation. This is the bread that comes down from heaven. Of Didymus. He says that "heaven" signifies the transcendent state, so to speak, of God, which does not differ from his intelligible essence. The bread of life that comes down is the nourishing word of God, which the one who comes to him eats, so as to practice virtue; since one must come to him not only through action, but also believing with knowledge through true contemplation. One drinks from him, from a fountain, living water, and from a vine "wine that gladdens the heart of man," whence, partaking according to the practical virtue, we eat, and according to the intellectual virtue, we drink, as those always satisfied with life, and having drunk from him, never thirsting. And he continually repeats "your fathers ate the manna in the wilderness" and what follows, so as to impress it on the minds of the hearers, so that they might consider that if it was possible in forty years, without harvest and grain and the rest of the sequence, to sustain their life, much more now, since he has come for greater things, will he be able to do this. And he mentions life everywhere, since this is desirable to men, and nothing is so sweet as not to die.
τίνος ἕνεκεν συναγωγῇ ἐδιδασκεν καὶ ἐν ἱερῷ; ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ καὶ δεικνὺς, ὅτι οὐκ ἐναν- τίος ἐστὶ τῷ Πατρί f. Διὰ τί δὲ τοὺς τοιούτους λόγους εἰς μέσον προέφερε, καίτοιγε μηδενὸς ἐξ αὐτῶν οἰκοδομηθέντος, μᾶλλον δὲ καὶ τοῖς οἰκοδομηθεῖσι λυμαινομένων. Πολλοὶ γὰρ, φησὶν, ἐκ τῶν μαθητῶν αὐτοῦ ἀκούσαντες εἶπον, “σκληρός ἐστιν οὗτος ὁ λόγος,” καὶ τὰ ἑξῆς. Τί οὖν τὸ χρήσιμον τῶν ῥημάτων; πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες αὐτὸν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης αὐτοῖς ἀναμιμνήσκοντες, δείκνυσιν ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ τῶν πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι. Διὸ συνεχῶς μέμνηται τροφῆς πνευματικῆς· Τί δέ ἐστι “σκληρός;“τραχὺς, ἐπίπονος, μόχθον ἔχων. καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν, οὐδὲ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς αὐτὸν, τουτέστι, διδάσκων. Ἀμμωνίου πρεσβυτέρου. Μῆ νοοῦντες τὰ f Hæc alieno loco irrepsisse videntur.
For what reason did he teach in the synagogue and in the temple? At once wishing to catch the multitude, and at the same time showing that he is not opposed to the Father. But why did he bring such words into the open, although no one was edified by them, but rather they even harmed those who were edified? For many, it says, of his disciples, when they heard, said, "This word is hard," and the rest. What then is the usefulness of the words? Both very useful and necessary. For since they pressed upon him asking for bodily food, and reminding him of what had been provided to their forefathers, he shows that all those things were a type and shadow, but the truth of the realities is the present one. Therefore he continually makes mention of spiritual food. But what is "hard"? Rough, painful, having toil. And yet he was saying nothing of the sort, nor was he discoursing about conduct, but about doctrines, turning upside down the faith in him, that is, teaching. Of Ammonius the presbyter. Not understanding the
ἐρωτῆσαι καὶ μαθεῖν ἠνείχοντο. τοῦτο εἶπον, ἐπειδὴ ἀνθρωπινότερον ἤκουον τὸν τοῦ Κυρίου λόγον. ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΑEÍΑΣ ὉΜΟÍΩΣ ΚΑÌ Ἀπολιναρίου. “Σκλη- “ρὸς ὁ λόγος” ὀνομαζόμοοςc σαρκοφάγους τινὰς καὶ αἱμοβόρους ἀκούοντας ἀποτελεῖν. “Τοῖς τοῖς δὲ πνευματικῶς τὰ πνευματικὰ ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρὸν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν αἰώνιον αὐτοῖς πρυτανεύοντα ζωήν. Ἐπειδὴ δὲ τῆς θεότητος αὐτοῦ, καὶ τοῦτό ἐστι τὸ τὰ ἀπόρρητα φέρειν εἰς μέσον, ἔλεγεν αὐτοῖς, “τοῦτό ὑμᾶς σκανδαλίζει; ἐὰν “οὖν οὖν θεωρεῖτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρό- “τερον·” διὰ τοῦτο ἀπάγων αὐτοὺς τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσὴφ ὑπάρχειν. ‘Ο γὰρ πεισθεὶς ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἃν προσχῇ τοῖς λεγο- λεγομένοις. Ἀμμωνίου πρεσβυτέρου. Ὁ σαρκωθεὶς Θεὸς, αὐτός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου, οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου, ὡς κακῶς δογματίζων Μάρκελλός φησι· λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι, διδάσκει ὅτι Θεὸς ἦν, κἂν ἐν σαρκὶ ὁρᾶται, καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστι. Τί ἐστιν ὅπερ εἶπε, “τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ “οὐκ ὠφελεῖ οὐδέν;“τὸ πνευματικῶς αὐτοὺς ἀκούειν τῶν παρ’ αὐτοῦ λεγομένων. Ὁ γὰρ σαρκικῶς ἀκούων, οὐδὲν ὠφεληθήσεται· σαρκικὸν δέ ἐστι τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ πῶς δύναται δοῦναι τὴν σάρκα φαγεῖν, ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς·
to question and learn they endured. I said this because they heard the Lord's word in a more human way. From Theodore of Heraclea, likewise and Apollinaris. "Hard is the word" he calls it, producing in some who hear it flesh-devourers and blood-drinkers. But to those who receive spiritual things spiritually, nothing appeared hard, but they are words of piety presiding as eternal life for them. And since it belongs to his divinity—that is, to bring hidden things into the open—he said to them, "Does this scandalize you? If then you see the Son of Man ascending where he was before?" For this reason he leads them away from thinking that Joseph was his father. For one who has been persuaded that he came down from heaven and will ascend there would more easily attend to what is said. From Ammonius the presbyter. The God who became flesh, he himself is the Son of Man, yet the body itself is not called Son of Man, as Marcellus says, dogmatizing badly. Calling himself one who has come down from heaven, he teaches that he was God, even if he is seen in flesh, and that his flesh is life-giving. What is it that he said, "The Spirit is what gives life, the flesh profits nothing"? That they should hear spiritually the things said by him. For the one who hears carnally will profit nothing. And it is carnal to dispute how he has come down from heaven, and how he can give his flesh to eat—things which one ought to understand mystically and spiritually.
διὸ καὶ ἐπήγαγε, τὰ ῥήματα, “ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·” τοῦτ’ ἔστι, πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, καὶ ζωὴν αἰώνιον παρέ- χοντα· Τὸ δὲ “εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσι,” τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα δηλοῖ, ὅτι τὰ μέλλοντα προλέγει, καὶ δεικνύει πᾶσιν ὅτι οὐ τῆς παρ’ ἐκείνου δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ’ αὐτῶν κηδόμενος. Εἰπὼν δὲ “τινὲς,” τοὺς μαθητὰς ὑπεξήγαγε, διὸ καὶ ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων· “ἤδει γὰρ c Leg. vid. ὁ νομιζομένου
“ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντεσ,” καὶ τὰ ἑξῆς· τὸ δὲ “ἐξ ἀρχῆς” οὐχ ἁπλῶς ἐνταῦθα πρόσκειται, ἀλλ’ ἵνα μάθωμεν αὐτοῦ τὴν πρὸ καταβολῆς κόσμου πρόγνωσιν, ὅτι ᾔδει αὐτῶν ἐκ τότε τὸν γογγυσμὸν καὶ τὸ εὐσκανδάλιστον· ἔτι δὲ καὶ τοῦ προδότου τὴν πονηρίαν, ὅπερ ἦν ἀληθοῦς θεότητος ἔνδειξις. Ὅταν δὲ ἀκούσωμεν ὅτι ἔδωκεν ὁ Πατὴρ, μὴ ἀποκλήρωσίν τινα ἁπλῶς νομίσωμεν, ἀλλ’ ἐκεῖνο πιστεύομεν, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβε. Τί δηλοῖ ὅπερ φησὶν ὁ Εὐαγγελιστής, ὅτι πολλοὶ τῶν μα- θητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω;“ὅτι ἀποσχίσαντες ἑαυτοὺς καὶ τοῦ διδασκάλου χωρίσαντες, καὶ ἣν εἶχον πίστιν ἀπώλεσαν, ἀλλ’ οὐχὶ οἱ δώδεκα τοῦτο ἔπαθον. Αὐτὸς δὲ δεικνὺς ὅτι οὐ δέεται τινος, οὐδὲ τῆς παρ’ αὐτῶν τούτων τῶν δώδεκα διακονίας ἣ θεραπείας, λέγει πρὸς αὐτοὺς, “μὴ “καὶ ὑμεῖς θέλετε ὑπάγειν;” Διὰ τί δὲ αὐτοὺς οὐκ ἐπῄνεσεν, οὐδὲ ἐθαύμασεν; ὁμοῦ μὲν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔνι τοῦ τρόπου.
Therefore he also added the words, "The words that I have spoken to you are spirit and life"; that is, they are spiritual, having nothing carnal, and providing eternal life. And the phrase "there are some of you who do not believe" reveals his customary dignity in his words, that he foretells what is to come, and shows to all that he was not saying these things desiring glory from them, but caring for them. And having said "some," he excluded the disciples, which is why the Evangelist also added, saying: "For he knew from the beginning who they were who did not believe," and what follows. And "from the beginning" is not added here without purpose, but so that we may learn his foreknowledge before the foundation of the world, that he knew from then their murmuring and their readiness to take offense; and further also the wickedness of the betrayer, which was a proof of true divinity. And when we hear that the Father has given, let us not suppose some mere allotment, but let us believe this: that the one who presented himself as worthy to receive, he himself received. What does the Evangelist mean when he says that many of his disciples went back? That they cut themselves off and separated from the teacher, and lost the faith they had—but the twelve did not suffer this. And he, showing that he needs nothing, nor the service or ministry of these twelve themselves, says to them, "Do you also wish to go away?" And why did he not praise them, nor marvel at them? At once preserving the dignity befitting a teacher, and at the same time showing that by this means one may rather be drawn to his manner.
Εἰ μὲν γὰρ ἐπῄνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, χάριν διδόναι· τὸ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον. Χρὴ δὲ σκοπῆσαι πῶς αὐτὸ συνετῶς εἴρηκεν· οὐ γὰρ εἶπεν, ἀπέλθετε, τοῦτο γὰρ ἀπωθούμενον ἦν, ἀλλ’ ἠρώτησε, “μὴ θέλετε ‘ὑπάγειν;“ὅπερ πᾶσαν ἀφαιροῦντος ἦν βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλόμενος αἰδοῖ τινι αὐτοὺς προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι. Ὡς ἀληθῶς δὲ φιλόστοργος καὶ φιλάδελφος ὁ Πέτρος ὑπάρχων, ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα ἀπελεύσομαι, καὶ ὅτι ἔγνωκα καὶ πεπίστευκα, ἀλλὰ, “ Κύριε, πρὸς τίνα ἀπελευσόμεθα,” καὶ τὰ ἑξῆς. Ηδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ τὴν κλῆσιν ἅπασαν. Διὸ οὐ τὰ ῥήματα τοῦ Χριστοῦ ἦν τὰ σκανδαλίζοντα, ἀλλὰ ἡ ἀπροσεξία καὶ ἡ ῥαθυμία, καὶ ἡ ἀγνωμοσύνη τῶν ἀκουόντων. Καὶ γὰρ οὗτοι μετ’ ἐκείνων ἤκουον, ὅμως οὐκ ἐσκανδαλίσθη- σαν, ἀλλ’ ἔμειναν. “Ῥήματα” δὲ αὐτὸν “ζωῆς αι’ωνίου” ἔχειν ε7πεν, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, ὅτι “τὸν πιστεύοντα εἰς ἐμὲ ἀναστήσω, καὶ
For if he had praised them, they would have felt something human, and would have given thanks; but by showing that he did not need their following, he restrained them all the more. And one must consider how wisely he spoke this; for he did not say, "Depart," for that would have been a repelling, but he asked, "Do you not wish to go away?" which was the act of one removing all force and compulsion, and not wishing them to be attached by any sense of shame, but with gratitude. And Peter, being truly affectionate and brother-loving, makes defense on behalf of the whole company. For he did not say, "Lord, to whom shall I go away," and that "I have known and have believed," but, "Lord, to whom shall we go away," and the rest. For already these had received the resurrection, and the whole calling. Therefore it was not the words of Christ that caused offense, but the inattention and slackness and ignorance of those who heard. For these also were hearing along with those others, yet they were not offended, but remained. And he said that he had "words of eternal life," since he heard him saying, that "the one who believes in me I will raise up, and
ἕξει ζωὴν αἰώνιον. Οὐκ ἐπῄνεσε δὲ αὐτὸν νῦν ὁ Χριστὸς, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ δόξῃ διὰ τὸ ἐμμεῖναι αὐτοὺς σὺν αὐτῶ κολακεύων τινὰ αὐτῶν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δωδέκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; Ἐξαίρει δὲ τοῦ χοροῦ τὸν Ἰούδαν, τοῦτο μὲν διὰ τὸ εἰπεῖν τὸν Πέτρον, ὅτι καὶ ἡμεῖς πεπιστεύκαμεν, ὡς οὐκ ὄντος ἐκείνου ἐν τούτῳ αὐτοῖς συνηριθμημένου, τοῦτο δὲ καὶ πόρρωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος· εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει· τὸ δὲ αὐτοῦ πράττων. καὶ οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν, ἐκεῖνο μὲν ἵνα μὴ ἀπαναισχυντήσῃ καὶ φιλονεικότερος γένηται, τοῦτο δὲ ἵνα μὴ νομίζων λανθάνειν ἀδεῶς ἐργάζηται τὸ τόλμημα. Ἐκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βιαστικὴ τῶν μελλόντων ἐστὶ, ἀλλὰ προτρεπτική. Διὸ φανερόν ἐστιν ὅτι ἐν τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται τὸ σωθῆναι καὶ ἁ πο- λέσθαι. Ἀμμωνίου πρεσβυτέρου. Ὡς ἀποθαυμάζων τοῦτο εἶπεν ὁ Εὐαγγελιστὴς, ὅτι τοσοῦτον ὁ διάβολος πολεμεῖ, ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι τῶν ἐγειράντων νεκροὺς, καὶ δαίμονας διωξάντων, καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ Κυρίου δι- δασκαλίας ἀπολαυσάντων. Διὰ τί οὐκ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἀλλ’ ἐν τῇ Γαλιλαίᾳ; καὶ γὰρ ἠδύνατο τοὺς d ἐκζητοῦντας αὐτὸν καὶ ἀποκτεῖναι Ἰουδαίους καὶ διαλαθεῖν, εἰ δύναται e μὲν πάντα ὡς Θεός· οὐκ ἤθελε δὲ τὰ τῆς θεότητος ἐπιδείκνυσθαι μόνον, ἀλλὰ καὶ τὰ τῆς ἀνθρωπότητος, ὅθεν ποτὲ μὲν ἔφευγεν ὡς ἄνθρωπος, ποτὲ δὲ ἐφαί- νετο ὡς Θεός.
he will have eternal life. But Christ did not praise him now, as he did elsewhere, so that he might not seem to be flattering one of them because they had remained with him. Jesus answered them, Did I not choose you, the twelve, and one of you is a devil? And he removes Judas from the choir, partly because Peter had said, We also have believed, as though that one were not numbered among them in this, and partly also beating back from afar the wickedness of the traitor; knowing indeed that it would profit nothing, but doing his own part. And he neither made him manifest, nor allowed him to escape notice—the former so that he might not become shameless and more contentious, the latter so that, thinking he was escaping notice, he might not work the daring deed without fear. And from this we also learn this, that God is not accustomed to make good men by necessity and force, nor is his election coercive upon those who are to be, but encouraging. Therefore it is clear that it lies in our own will to be saved and to perish. Of Ammonius the presbyter. As though marveling at this, the Evangelist said it, that the devil wages war to such an extent as to be able to snatch away one of the twelve who had raised the dead, and cast out demons, and enjoyed the life-giving and spiritual teaching of the Lord. Why did he not wish to walk in Judea, but in Galilee? For he was also able to escape the notice of the Jews who were seeking him and to kill him, if he was able to do all things as God; but he did not wish to display only the things of divinity, but also the things of humanity, whence at one time he fled as a man, and at another appeared as God.
τῷ τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου, τῷ τε ὑποστέλλεσθαι τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μή τε Παῦλος ὁ Σαμμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων καὶ οἱ τὰ ἐκείνου νοσοῦντες. Ἀμφοτέρων γὰρ ἐμφράττει τὰ στόματα. Κυρίλλου. Οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα d τὸ Cod. e ἡδύναται Cod.
τοῦ Χριστοῦ, ἀλλ’ οὐδὲ ἀσθενείας. Διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξώμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ’ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπο- μεῖναι σταυρόν. Ἀμμωνίου πρεσβυτέρου. Δείκνυσι τὰ τῆς ἀνθρωπότητος φεύγων τοὺς Ἰουδαίους, καὶ ἐλέγχει Μαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας ὅτι οὐ γέγονεν ὁ τοῦ Θεοῦ Υἱὸς ἄνθρωπος κατὰ ἀλή- θειαν. τίνος δὲ ἕνεκεν ἐν τοῖς πέντε μησὶν οὐδὲν ἡμῖν διηγησάμενος, ἀλλ’ ἣ τὸ κατὰ τοὺς ἄρτους σημεῖον καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημιουργίαν, ὑπερεπήδησεν εἰπὼν, “ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ “τῶν Ἰουδαίων ἡ σκηνοπηγία;” Ὅτι γὰρ οὕτως ἐστὶ, δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, ἦν ἡ ἑορτὴ, φησὶ, τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς σκηνοπηγίας μέμνηται. Τί δή ποτε οὖν τὰ ἐν μέσῳ παρέλιπε θαύματα; ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν, ἄλλως δὲ καὶ ταῦτα λέγειν οἱ Εὐαγγελισταὶ ἐσπουδάκασιν, ὑπὲρ ὧν ἣ μέμψις ἣ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων παρηκολούθησεν·
For by the fact that he was in the midst of those plotting against him and was not held fast, he showed his unassailable and invincible power; and by his withdrawing he confirmed and made credible the economy, so that neither Paul of Samosata might have anything to say, nor Marcion and those infected with his disease. For he stops the mouths of both. From Cyril. We shall not reckon Christ's withdrawal as a charge of cowardice, nor indeed of weakness. Therefore we shall not accuse the one who is mighty in all things, but we shall accept the manner of the economy; for it was necessary that he endure the cross for all, not prematurely, but in his own time. From Ammonius the presbyter. By fleeing the Jews he shows the things of humanity, and he refutes Marcion and Paul who said that the Son of God did not truly become man. But for what reason, having related nothing to us during the five months, except the sign concerning the loaves and the creation that occurred for those who ate, did he leap over them, saying, "Now the feast of the Jews, the Tabernacles, was near"? That this is so is clear from there: for when he sat on the mountain, it was the feast, he says, of the Passover; but here he mentions the Tabernacles. Why then did he pass over the miracles in between? Because it was not possible to recount them all, and moreover the Evangelists were eager to tell those things for which either some censure or contradiction from the Jews followed.
ὅθεν ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην Πόλλα τοίνυν παραδραμὼν σημεῖα καὶ θαύματα καὶ δημνγορίας, περὶ τῶν ἀδελφῶν αὐτοῦ διαλέγεται, ὅτι εἶπον πρὸν αὐτὸν, “μετάβηθι ἐντεῦθεν πρὸς τὴν Ἰουδαίαν” καὶ τὰ ἑξῆς· καὶ δοκεῖ μὲν ἡ ἀρχὴ φίλων εἶναι, πολλῆς δὲ πικρίας τὰ λεγόμενα ἢν. Ενταῦθὰρ γὰρ αὐτὸν καὶ δειλίας καὶ φιλοδοξίας σκώπτουσι. Τὸ μὲν γὰρ εἰπεῖν, “οὐδείς τι ἐν κρυπτῷ ποιεῖ,” δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὡς οὐκ ἀληθῶς γινόμενα· τὸ δὲ ζητεῖν ἐν φανερῷ εἶναι, φιλοδοξίαν. Πόθεν δὲ αὐτοῖς ἡ τοσαύτη ἀπιστία; ἀπὸ προαιρέσεως καὶ φθόνου. Τὸ γὰρ συγγενὲς εἴωθέ πὼς διαφθονεῖσθαι. Ἐη Ἀνεπιγράφου. Οὗτοι οἱ τέως ἀπιστεῖν λεγόμενοι μετὰ τὴν τοῦ πάθους οἰκονομίαν, τοσαύτην μετὰ τῆς θεότητος αὐτοῦ ἔσχον πληροφορίαν, ὡς μὴ μόνον ὁμοίως τοῖς ἄλλοις πιστεῦσαι, ἀλλὰ δὴ καὶ ὑπὲρ αὐτοῦ τὸν περὶ ψυχῆς ἀναδέξασθαι ἀγῶνα. Ἀναγκαίως τοίνυν προσήκει συνορᾷν, ὅτι ἀναμφιβόλως αὐτὸν ἀναστάντα μετὰ θάνατον ἑωράκασιν. Οὐ γὰρ ἃν οἱ ἀπιστοῦντες αὐτῷ τὸ πρὶν,
Whence it is worth marveling at their truth-loving character, how they are not ashamed to say these things which seem to bring shame upon the teacher. Passing over, then, many signs and wonders and public addresses, he speaks about his brothers, that they said to him, "Depart from here to Judea" and the rest; and the beginning seems to be that of friends, but the words spoken were full of much bitterness. For here they mock him both for cowardice and for love of glory. For to say, "No one does anything in secret," is the charge of those accusing him of cowardice, and at the same time suspecting that the things happening were not happening truly; but to seek to be in the open is love of glory. From where did such great unbelief come to them? From choice and envy. For kinship is somehow accustomed to be envious. From the Uninscribed. These who were previously said to disbelieve, after the economy of the passion, had such great assurance together with his divinity, as not only to believe like the others, but indeed also to undertake the struggle for the soul on his behalf. Necessarily, then, it is fitting to observe that they had undoubtedly seen him risen after death. For those who disbelieved him before would not
μετὰ θάνατον ἐπίστευσαν, εἰ μὴ βέβαιον πεῖσμα τῆς ἀναστάσεως αὐτοῦ εἰλήφασι. τίνας δὲ ἐνταῦθα λέγουσι μαθητάς; τὸν ὄχλον τὸν ἑπόμενον, οὐ τοὺς δώδεκα. Αὐτὸς δὲ ὁ φιλάνθρωπος, ὁ ἀνεξίκακος, προσηνῶς φθέγγεται. Οὐ γὰρ εἰπεν, ὑμεῖς τίνες ἐστὲ συμβουλεύοντες ταῦτα καὶ διδάσκοντες, ἀλλὰ τι φησιν; “ὁ καιρὸς ὁ ἐμὸς “οὔπω πάρεστι,” τουτέστιν ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ὁ δὲ “ καιρὸς ὁ ὑμέτερος πάντοτε ἐστὶν ἕτοιμος.” ‘Υμεῖς, φησὶ, κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς, τὰ αὐτὰ ζηλοῦντα αὐτοῖς, ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν. Ἀπολιναρίου. Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος, ἀκολούθως καὶ νυνὶ φθέγγεται κοινόν τι καὶ εἰς ἅπαντασ διαβαῖνον τοὺς ἁγίους, ἐφ’ ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν, ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία καταστρατεύεται, καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται, καὶ θέλημα Θεοῦ κατὰ γῆν οὐ κρατεῖ. Διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ Κύριος ἔλεγεν. οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν, οὐδὲ μισοῦσι τὸν μισούμενον. “Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς,” διὰ τι; ὡς τὰ αὐτὰ βουλομένους· “ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτὸν, ὅτι πονηρὰ “αὐτοῦ ἐστι τὰ ἔργα·” ἐκ τούτων τῶν ῥημάτων δείκνυσιν ὅτι τοῦτο ἐποίει τὸ μῖσος, τὸ πρὸς αὐτὸν ὁ ἔλεγχος ὁ πεπαρρη- σιασμενος. Ἀμμωνίου. Κόσμον λέγει τοὺς μισοῦντας τὰ ἐν Πέμπει δὲ τοὺς ἀδελφοὺς εἰς τὴν ἑορτὴν λέγων, “ὑμεῖς ἀνάβητε “εἰς τὴν ἑορτὴν ταύτην,” δεικνὺς ὅτι οὐκ ἀναγκάζει σὺν μένειν μὴ βουλομένους.
they believed after death, unless they had received a firm persuasion of his resurrection. And whom does he call disciples here? The crowd that followed, not the twelve. But he himself, the lover of mankind, the forbearing one, speaks gently. For he did not say, Who are you who counsel and teach these things? But what does he say? "My time has not yet come," that is, the time of the cross and of death, but "your time is always ready." You, he says, even if you are always with the Jews, they will not kill you, since you are zealous for the same things as they are, but me they will immediately wish to kill. From Apollinaris. He who blesses those who mourn in the present age, consistently also now speaks something common and passing over to all the saints, saying on his own behalf, that there is no time of festival for us, in the midst of present afflictions, as long as wickedness wages war, and truth is rejected by the majority, and the will of God does not prevail on earth. And for these reasons the Lord said that his own time was not yet. For it was not possible for the good man to celebrate together with the wicked, nor for one who is hated to join those who hate him. "The world cannot hate you," why? Because you will the same things; "but me it hates, because I testify of it, that its works are evil." From these words he shows that this was the cause of the hatred, the bold reproof directed at him. From Ammonius. He calls "world" those who hate the things that are in the world. And he sends the brothers to the festival, saying, "You go up to this festival," showing that he does not compel those who are unwilling to remain with him.
Αὐτὸς δὲ πῶς ἀνέβη, φησὶν, εἰπὼν, “ἐγὼ οὔπω ἀναβαίνω εἰς “τὴν ἑορτὴν ταύτην·” οὐκ εἶπε καθάπαξ, οὐκ ἀναβαίνω, ἀλλὰ νυν, τουτ’ ἐστι, μεθ ὑμῶν. Τὸ δὲ “ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται” δηλοῖ ὅτι ἔδει καὶ σημεῖα γενέσθαι καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στερροτέρους γενέσθαι, τὴν παρρησίαν ὁρῶντας τοῦ διδασκάλου. Οὐκ ἀναβαίνει δὲ μετὰ τῶν ἀδελφῶν, μὴ βουλόμενος δῆλον
ἑαυτὸν καταστῆσαι, καθὼς ἐκεῖνοι ἐβούλοντο, ἀλλὰ μᾶλλον λάθρα, διὰ τὸ ἐκφυγεῖν τὰς τῶν Ἰουδαίων ἐπιβουλάς. Ἠδύνατο μὲν γὰρ καὶ φανερῶς ἀνελθεῖν, καὶ εἰς τὸ μέσον αὐτῶν εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὡς πολλάκις ἐποίησεν, ἀλλ’ οὐκ ἠβούλετο διηνεκῶς τοῦτο ποιῆσαι, ἵνα μὴ μειζόνως τὴν θεότητα ἀπογυμνώσῃ· ἀναβαίνει δὲ, ἵνα μὴ δειλίας εἶναι νομίσωσιν ἐκεῖνοι τὸ μεῖναι. Ἀμμωνίου πρεσβυτέρου. Οὐκ ἦν ἴσον ἐν ἀρχῇ τῆς ἑορτῆς ἀναμεῖναι, ζεόντων τῶν Ἰουδαίων, καὶ μετὰ ταῦτα μελλούσης λύεσθαι. Οὐκ ἐναντία πεποίηκεν ὧν εἶπεν, οὐ γὰρ ἀνέβη ἑορτάσων ἀλλὰ συμβουλεύσων· διὸ καὶ λάθρα ἀνέβη, οὐ μετὰ ἱλαρότητος, ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ παλαιᾷ δὲ εἰπὼν τῷ Μωϋσεῖ “οὐ οὐ συναναβήσομαι ὑμῖν,” ὕστερον παρακαλοῦντι Μωϋσεῖ ὑπέσχετο συνεκπορεύεσθαι αὐτοῖς. τίνος ἕνεκεν ζητοῦντες αὐτὸν οἱ Ἰουδαῖοι, οὐκ ὀνομαστὶ ἔλεγον ποῦ ἐστὶν, ἀλλ’ “ἐκεῖνος;“ὑπὸ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας συνεχόμενοι. Χρὴ δὲ σκοπῆσαι, ποίαν εἰς τὴν ἑορτὴν ἐπεδείκνυτο τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν· ἐν ταύτῃ γὰρ αὐτὸν θηρεῦσαι ἐβούλοντο· τοιαῦτα ἦν αὐτῶν ἐν ταῖς ἑορταῖς τὰ κατορθώματα.
But how, he says, did he go up, when he had said, "I am not yet going up to this feast"? He did not say once for all, "I am not going up," but "not yet," that is, not with you. And the phrase "my time has not yet been fulfilled" shows that both signs had to occur and public discourses be delivered, so that more crowds might believe and the disciples become more steadfast, seeing the teacher's boldness of speech. And he does not go up with his brothers, not wishing to make himself conspicuous, as they wanted, but rather secretly, in order to escape the plots of the Jews. For he could have gone up openly and stood in their midst and restrained their disorderly impulse, as he often did, but he did not wish to do this continually, lest he expose his divinity too greatly; but he goes up, so that they might not think that his remaining behind was cowardice. Of Ammonius the presbyter. It was not the same thing to wait at the beginning of the feast, while the Jews were seething, and afterward when it was about to dissolve. He did not do anything contrary to what he said, for he did not go up to celebrate but to give counsel; therefore he also went up secretly, not with the cheerfulness that those who keep festival enjoy. And in the Old Testament too, when he said to Moses, "I will not go up with you," later, when Moses entreated him, he promised to go out with them. Why, when the Jews were seeking him, did they not say by name, "Where is he?" but "that one"? Being possessed by great hatred and enmity. And one must consider what modesty and reverence he displayed toward the feast; for at this feast they wanted to hunt him down; such were their achievements at the feasts.
Ὁ δὲ “γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις,” ἐπειδὴ καὶ ἀπὸ τοῦ τόπου οἶμαι παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον τοῦ παραλυτικοῦ ἐγένετο, ὥστε καὶ δεδοικέναι μὴ πάλιν ἐργάσηται τι τοιοῦτον. “Ἔλεγον δὲ οἱ μὲν, ὅτι ἀγαθός ἐστιν, οἱ δὲ οὒ, ἀλλὰ πλανᾷ “τὸν ὄχλον,” τοῦτο δηλοῖ· ὅθεν σαφέστερον τοῦτο δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστὴς ἐπήγαγε λέγων· “οὐδεὶς μέντοι παρρη- “σίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.” Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρίαν προσήκουσαν. Διὰ τί δὲ τῆς ἑορτῆς μεσούσης ἀνῆλθεν; ὥστε χαυνῶσαι αὐτῶν τὸν θυμὸν πρὸς τὸ μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὤτα αὐτῶν· προσεκτικωτέρους γὰρ αὐτοὺς ἡ ἀναβολὴ ἀπειργάζετο· διὸ ἄφνω παρόντι ἤκουον αὐτοῦ· οἱ τε ἀγαθὸν λέγοντες περὶ αὐτοῦ, οἱ τε πονηρὸν, οἱ μὲν πρὸς τὸ κερδῆσαί τι καὶ θαυμάσαι, οἱ δὲ πρὸς τὸ ἐπιλαβέσθαι.
But the murmuring about him was great among the crowds, since, I think, they were also provoked by the place where the sign of the paralytic had occurred, so that they even feared he might again do something of the sort. "Some were saying, 'He is good,' but others said, 'No, he deceives the crowd.'" This makes it clear; whence the Evangelist, wishing to show this more plainly, added, saying: "Yet no one spoke openly about him because of fear of the Jews." You see everywhere that the ruling authority was corrupted, while the ruled were sound in judgment, but lacked the courage that was fitting. And why did he go up in the middle of the feast? In order to relax their temper, so that they might hear what was said at leisure, with anger no longer blocking their ears; for the delay made them more attentive. Therefore they heard him when he suddenly appeared—both those who spoke good of him and those who spoke evil, the one group to gain something and to marvel, the other to seize upon him.
καὶ τινὰς ἐδίδαξεν, οὐκ εἶπεν ὁ Εὐαγγελιστής· ὅτι δὲ θαυμαστῶς εἷλεν αὐτοὺς καὶ μετέβαλε, τοῦτο μόνον λέγει· οὕτω τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις. “Ἐθαύμαζον” γὰρ, φησὶν, “οἱ Ἰουδαῖοι, καὶ ἔλεγον, πῶς “οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;” καὶ τοῦτο δὲ αὐτὸ μετὰ πονηρίας ἔλεγον· οὐ γὰρ εἶπεν ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον ἣ ὅτι ἐδέχοντο, ἀλλ’ ὅτι διηπόρουν πόθεν οἶδε ταῦτα· ἐχρῆν γὰρ αὐτοὺς συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ· διὸ αὐτὸς ἀπο- κριθεὶς εἶπεν αὐτοῖς, “ἡ ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ “πέμψαντός με.” Ὣ δὲ λέγει, τοιοῦτόν ἐστι. οὐδὲν ἔχω παρηλλαγμένον, εἰ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ’ οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ἃν ὁ Πατήρ. Εἰ ᾔδεισαν ὅτι αὐτός ἐστιν ἡ σοφία, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας, τῆς γνώσεως, ὑπάρχουσιν, οὐκ ἃν ἐθαύμασαν, "πῶς γράμματα ᾔδει μὴ μεμαθηκώς;“ἀλλ’ ἔγνωσαν ἃν σαφῶς ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν γραμμάτων ἐχαρίσατο. Τί δηλοῖ ὅπερ φησὶν, "ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν;” ὁ ἐραστὴς τοῦ βίου τοῦ κατ’ ἀρετὴν γνώσεται περὶ τῆς διδαχῆς, ἐὰν θέλῃ, φησὶ, προσέχειν ὁ τοιοῦτος ταῖς προφητείαις, γνώσεται περὶ τῶν λεγομένων παρ’ ἐμοῦ, πότερον τῶν δύο τὸ ἕτερον, ἐάν τε κατ’ αὐτοὺς λαλῶ, ἣ ἀλλότριόν τι καὶ ξένον· τὸ γὰρ ἀπ’ ἐμαυτοῦ ἀεὶ ἐπὶ τούτου κεῖται. Ἐγὼ δὲ, φησὶν, οὐδὲν ἕξω τῶν τῷ Πατρὶ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ αὐτὸς βούλεται, ταῦτα κἀγώ.
And he taught some, the Evangelist did not say; but that he wonderfully drew them and changed them, this alone he says; so great was the power of what was said. For "the Jews marveled," he says, "and said, 'How does this man know letters, not having learned?'" And this very thing they said with malice; for he did not say that they marveled at the teaching or that they received it, but that they were perplexed as to where he knew these things from; for they ought to have perceived that there was nothing human in him; therefore he himself answered and said to them, "My teaching is not mine, but his who sent me." And what he says is of this sort: I have nothing different, even if the subsistence is other, but I both speak and act in such a way that I am not thought to be anything other than the Father, but the very same as the Father. If they had known that he himself is the Wisdom, the God Word in the beginning, in whom all the treasures of wisdom and knowledge exist, they would not have marveled, "How does he know letters, not having learned?" But they would have known clearly that he himself also granted to others the discovery and knowledge of letters. What does he mean by what he says, "If anyone wishes to do his will?" The lover of the life according to virtue will know about the teaching, if, he says, such a person wishes to pay attention to the prophecies, he will know about the things said by me, whether it is one of the two, whether I speak in accordance with them, or something alien and foreign; for the "from myself" always rests upon this. But I, he says, will say nothing of the things that seem good to the Father, but all that he himself wills, these I also do.
Διὸ καὶ συλλογισμὸν ἐπήγαγε λέγων, “ ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν “ δόξαν τὴν ἰδίαν ζητεῖ” καὶ τὰ ἑξῆς. ἀπὸ τῶν ἐν συνήθει παι. δεύων, ὅτι ὁ βουλόμενος, φησὶ, τινὰ ἰδίαν στῆσαι διδασκαλίαν, δί ουδὲν ἔτερον τουτο ποιεἲ ἁλλ᾿ ἤ ὤστε τὴν δοξαν αυτος καρπωσασθαι. Εἰ δὲ ἐγὼ, φησὶν, οὐ βούλομαι καρπώσασθαι δόξαν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶν, τίνος ἕνεκεν βουλοίμην ἃν ἕτερα διδάσκειν; Χρὴ δὲ σκοπῆσαι, ὅτι τοῦ μὲν ταπεινὰ φθέγγεσθαι αὐτὸν πολλᾶι εἰσιν αἰτίαι· οἷον διὰ τὸ μὴ ἀγέννητον αὐτὸν νομισθῆναι, διὰ τὸ μὴ ἀντίθεον, διὰ τὸ σάρκα περιβεβλῆσθαι, διὰ τὸ ἀσθενὲς
τῶν ἀκουόντων, διὰ τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ αὐτοῦ λέγειν μέγα· τὸ δὲ ὑψηλὸν φθέγγεσθαι μίαν ἃν εὕροι τις αἰτίαν διὰ τὸ μέγεθος τῆς θείας αὐτοῦ φύσεως. Ποῖαν ἀκολουθίαν ἔχει πρὸς τὰ πρότερα ὅπερ εἶπεν, “ οὐ Μωϋσῆς ἔδωκεν “ὑμῖν τὸν νόμον” καὶ τὰ ἑξῆς; μεγίστην μὲν οὖν· ἐπειδὴ γὰρ ἐνεκάλουν αὐτῷ ὅτι τὸ σάββατον ἔλυε, πρὸς τοῦτο ἵσταται, ὡσανεὶ ἔλεγεν, ὁ νόμος εἶπεν, οὐ φονεύσεις, ὑμεῖς δὲ φονεύετε· ἀφέντες οὖν τὸ ἑαυτοὺς καταδικάζειν περὶ τούτου, ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον, ὅτι ἐθεράπευσα ἄνθρωπον ἐν σαββάτῳ. Τὸ δὲ “οὑδείς ἐξ ὑμῶν εἶπεν, ὅτι πάντες αὐτὸν, πρὸς οὓς διελέ γετο, ἐζήτουν ἀποκτεῖναι· καὶ αὐτὸς μὲν πρᾳείᾳ τῇ φωνῇ διελέγετο, ἐκεῖνοι δὲ μετὰ θράσους καὶ ὀργῆς, νομίζοντες διὰ τούτου προκαταπλήττειν αὐτὸν, ἀπεκρίναντο, “δαιμόνιον ἔχεις· τίς σε “ζητεῖ ἀποκτεῖναι;” πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ἀπὸ τοῦ σαββάτου. Ἀμμωνίου.
Therefore he also brought in a syllogism, saying, "He who speaks from himself seeks his own glory," and the rest. He teaches from familiar examples, saying that whoever wishes to establish some teaching of his own does this for no other reason than to reap the glory for himself. But if I, he says, do not wish to reap glory, but seek the glory of the one who sent me, for what reason would I wish to teach other things? One must consider that there are many reasons for him to utter humble things: such as that he not be thought unbegotten, that he not be thought opposed to God, that he be clothed in flesh, because of the weakness of his hearers, because of teaching people to be moderate and to say nothing great about themselves. But for him to utter lofty things, one would find a single reason: the greatness of his divine nature. What connection does what he said have with the preceding, "Did not Moses give you the law," and the rest? The greatest indeed. For since they were accusing him that he was breaking the Sabbath, he stands against this, as if to say, the law said, you shall not murder, but you murder. Having abandoned condemning yourselves for this, you accuse me as one transgressing the law, because I healed a man on the Sabbath. And the phrase "None of you said" — because all those to whom he was speaking were seeking to kill him. And he himself was speaking with a gentle voice, but they with boldness and anger, thinking by this to strike him with fear beforehand, answered, "You have a demon; who is seeking to kill you?" Again he takes up the defense concerning the Sabbath. Of Ammonius.
Κύριος ὢν Μωϋσέως καὶ τοῦ νόμου, διὰ τὸ τῶν Ἰουδαίων, οἱονεὶ ἀπαλλοτριοῖ ἑαυτὸν τοῦ νόμου, Μωυσέως αὐτὸν καλῶν· οὐ γὰρ ἠδύναντο ἀκοῦσαι ὅτι φύσει Θεὸς ἦν, οὔτε τὸ βαθὺ τῆς οἰκονομίας μυστήριον· Θεοδώρου. ’Εκεῖνος μὲν γὰρ νομοθετῶν, μιαιφονίας ἀπέχεσθαι κελεύει· ὑμεῖς δὲ δι’ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέσεως βουλεύεσθε. ἀπὸ τοῦ λόγου συλλογιζόμενος πρὸς αὐτούς φησιν, “ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε,” τουτέστι, ταράττεσθε, θορυβεῖσθε. Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ τὰ ἑξῆς. Διὰ τι οὖν, φησὶν, οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ ἣ ἠπείθησε κελεύοντι διὰ τὴν περιτομὴν τὸ σάββατον λύεσθαι; δηλονότι ὡς τοῦ σαββάτου περιτομῆς οὔσης κυριωτέρας, καίτοι οὐκ ἔστι τοῦ νόμου ἡ περιτομὴ, ἀλλ’ ἐκ τῶν πατέρων, ἔξωθεν ἐπεισενεχθεῖσα τῷ νόμῳ. Εἰ τοίνυν, φησὶν, ἐκεῖνος ἀνέχεται τοῦ οἰκείου νόμου ἐντολὴν εἶναι κυριωτέραν, καὶ ταύτην οὐδὲ νομικὴν, ὑμεῖς οἱ οὐδὲ νομοθέται, διὰ τι πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ δοκεῖτε βοηθεῖν αὐτῷ;
Being Lord of Moses and of the law, on account of the Jews, he as it were alienates himself from the law, calling him Moses; for they could not hear that he was God by nature, nor the deep mystery of the economy. From Theodore. For that one, when legislating, commands to abstain from bloodshed; but you, through excess of wickedness, take counsel concerning my murder. Reasoning from the argument, he says to them, "I did one work, and you all marvel," that is, you are disturbed, you are in an uproar. Moses has given you circumcision, not because it is from Moses, but from the fathers, and the rest. Why then, he says, did no one accuse Moses or disobey him when he commanded the sabbath to be broken on account of circumcision? Clearly because circumcision is more authoritative than the sabbath, although circumcision is not of the law, but from the fathers, brought in from outside to the law. If then, he says, that one permits an ordinance to be more authoritative than his own law, and this not even legal, why do you, who are not even legislators, avenge the law beyond measure, and seem to help it?
Τί ἐστιν “εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ,” καὶ τὰ ἑξῆς; Εἰ ἔδει, φησὶν, εἶναι βέβαιον τὸν νόμον, οὐκ ἃν ἡ περιτομὴ κυριωτέρα ἦν αὐτοῦ. ταῦτα δὲ ἔλεγε θέλων δεῖξαι, ὅτι μεῖζον ἔργον ἐποίησε τῆς περιτομῆς αὐτὸς, ὑγιῆ ἀποκαταστήσας τὸν παράλυτον. οὐκ οὐκ δὲ αὐτὸς φανερῶς αὐτοῖς τὴν κρίσιν ἐπιτρέπων. τρέπων. Διὰ δὲ τοῦ εἰπεῖν ὅλον ἄνθρωπον, δείκνυσι μερικὴν ὑγείαν οὖσαν τὴν περιτομὴν πρὸς τὴν τοῦ παραλυτικοῦ τελείαν γενομένην. Ἀμμωνίου πρεσβυτέρου. Τί ταράττεσθε; οὐ γὰρ τὸν παράλυτον ἐποίει λύσιν τοῦ σαββάτου, ἀλλὰ τὸ μὴ θεραπεῦσαι. Ὅτε, φησὶ, σημεῖον λαμβάνει ἄνθρωπος ὀδύνην ἐμποιοῦν, οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγιασθέντος, δυσχεραίνετε ὡς παρανομίας γενομένης. Θεοδώρου Ἠρακλείασ. τίς γὰρ οὐκ οἶδεν, ὡς ἐκεῖνοι μὲν ἐν χειρὶ ἐνεργοῦντες, καὶ σιδήρῳ περιτέμνοντες, καὶ σάρκα ἀκρωτηριάζοντες, τὸ σάββατον ἀληθῶς διὰ τῆς πράξεως ἐβεβήλουν; αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας, ἔδειξε διὰ τῆς παραδοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου Κύριος ὑπῆρχε. Τὸ “μὴ κρίνετε κατ’ ὄψιν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, μὴ ἐπειδὴ, φησὶ, τὸν Μωϋσῆ μείζονά μου εἶναι νομίζετε, ἀπὸ τοῦ ἀξιώματος φέρετε τὴν ψῆφον, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι δικαίως κρῖναι. τίνος ἕνεκεν προσκεῖται “τῶν Ἱεροσολυμιτῶν” οἷον ὅτι “ἔλεγόν ἔλεγόν “τινες ἐκ τῶν Ἱεροσολυμιτῶν,” καὶ τὰ ἑξῆς;
What is this, "If a man receives circumcision on the Sabbath," and what follows? If it was necessary, he says, for the law to be firm, circumcision would not have been more authoritative than it. But he said these things wishing to show that he himself did a greater work than circumcision, having restored the paralytic to health. Yet he was not openly granting them the judgment. But by saying "a whole man," he shows that circumcision is a partial healing compared to the complete healing of the paralytic that took place. Of Ammonius the elder. Why are you troubled? For he was not making the paralytic a dissolution of the Sabbath, but the not healing him. When, he says, a man receives a sign that produces pain, no one is indignant at the law being dissolved, but here, when a whole man has been healed, you are vexed as though a transgression had occurred. Of Theodore of Heraclea. For who does not know that those men, working with the hand and circumcising with iron and cutting off flesh, were truly profaning the Sabbath through the action? But he, having healed by a mere word and by authority, showed through the wonder-working that he was also Lord of the Sabbath. "Do not judge by appearance," and what follows, makes this clear: do not, he says, because you think Moses is greater than me, cast your vote from [his] dignity, but from the nature of the matters; for this is to judge rightly. For what reason is "of the Jerusalemites" added, as in "some of the Jerusalemites were saying," and what follows?
δείκνυσιν ὁ Εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσαν ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τουτέστιν, ὅτι τοὺς ἀπειλοῦντας αὐτῷ καὶ ζητοῦντας ἀνελεῖν, καὶ ἐν χερσὶ κατέχοντας βλέποντες ἡσυχάζοντας, οὗτοι τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον λέγοντες, “μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χρι- “στός;“καὶ περὶ μὲν ἐκείνων ταῦτα ἔλεγον, αὐτοὶ δὲ τὴν ἐναντίαν ψῆφον ἔφερον λέγοντες, “ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς. Τί τῆς πονηρίας ταύτης ἴσον γένοιτ’ ἄν; ὅτι γινώσκοντες ἐκ τῆς Βηθλεὲμ ἔρχεσθαι τὸν Χριστὸν, νῦν λέγουσιν ὅτι ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἀμμωνίου πρεσβυτέρου. Ἐλέγχουσι τούτοις θέλοντας αὐτὸν
ἀποκτεῖναι, καὶ ἀρνουμένους μένειν, ψευδομένους δὲ, τὸν δὲ Χριστὸν ἀληθεύοντα περὶ τούτου. Καὶ ἐπειδὴ τὸ “οἴδαμεν τοῦτον πόθεν ἐστι, δι’ οὐδὲν ἕτερον λέγει, ἀλλ’ άλλ᾿ ὅτι ἐκ τῆς γῆς ἐστι, δειζαι θέλοντες καὶ ὅτι τοῦ τέκτονος υἱὸς, διὰ τοῦτο αὐτὸς ἀνῆγεν αὐτοὺς εἰς τὸν οὐρανὸν, λέγων, “ καὶ ἐμὲ οἴδατε πόθεν εἰμὶ, καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ τὰ ἐξῆς, τουτ’ ἐστιν, οὐκ εντευθεν εἰμι, ἀλλ’ ὅθεν ὁ πέμψας με, καὶ ὅτι οἴδατε, ὅτι παρὰ τοῦ Πα- τρὸς ἀπεστάλην, εἰ καὶ μὴ τοῦτο ἐκκαλύπτετε. Κυρίλλου. Πόθεν κινούμενοι, πῆ μὲν ἔλεγον, “οἴδαμεν πόθεν ἐστι, πῆ δὲ, ὁ Χριστὸς ὅταν ἔρχηται, οὐκ οἴδαμεν πόθεν ἐστίν οὐκ ἐνενόησαν ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται·
The Evangelist shows that those who had most enjoyed the great signs were more pitiable than all, who, having seen the greatest sign of his divinity—that is, that those who were threatening him and seeking to kill him, and holding him in their hands, they saw keeping quiet—these men entrusted the whole matter to the judgment of the rulers, saying, "Perhaps the rulers have truly known that he is the Christ?" And about those men they said these things, but they themselves brought the opposite vote, saying, "But we know where this man is from," and the rest. What could equal this wickedness? That knowing that the Christ comes from Bethlehem, they now say that when the Christ comes, no one knows where he is from. Of Ammonius the presbyter. By these things they reprove those who wish to kill him, and who deny that he remains, and who lie, while the Christ speaks truth about this. And since "we know where this man is from," he says it for no other reason, but that he is from the earth, wishing to show also that he is the son of the carpenter, for this reason he himself led them up to heaven, saying, "and you know me, and where I am from, and I have not come of myself," and the rest, that is, I am not from here, but from where the one who sent me is, and that you know that I was sent from the Father, even if you do not reveal this. Of Cyril. Whence moved, in one place they said, "we know where he is from," and in another, "when the Christ comes, we do not know where he is from." They did not consider, as was fitting, that the word about him is found to be twofold among the holy prophets.
ὅτι μὲν γὰρ παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ, σημαίνουσι, καὶ φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν, τὴν δὲ ἐκ Θεοῦ καὶ Πατρὸς ἄρρητον γέννησιν· ἣ ἐκεῖνό φασι, “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται “ άπο γῆς η ζωὴ αὐτοῦ, ἢ τὸ ῥηθὲν υπο προφήτου, “ καὶ αἰ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμέρων αἰῶνος. Εζοδους γὰρ ἐνταῦθα τοῦ μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάληψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν, ἐκδρομὴν ὥσπερ τινὰ ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει. ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Καλῶς λέγεται ὅτι ὅταν ἔλθῃ ὁ Χριστὸς, οὐδεὶς γινώσκει πόθεν ἐστίν· ὁ γὰρ ἀληθινὸς Θεὸς ἐξ οὗ εἰμι ἠγνόηται ὑμῖν, καὶ οὐδὲν ἀπεικὸς εἰ ἀγνοεῖτέ με ὅτι ἐγώ εἰμι ὁ Χριστὸς, οὐκ εἰδότες τὸν ἐξ οὗ εἰμι. ΘΕΟΔΩΡΟΥ ἨΡΑΚΔΕÍΑΣ. To μὲν εἰδέναι αὐτὸν, καὶ πόθεν ἐλήλυθεν, λύθεν, ὡς ἀκρίτως λέγουσι συνεχώρει, ἀγνοοῦντας μέντοι τὸν ἀπο- στείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν γινώσκειν τὸν Πατέρα, καὶ ὑπ’ ἐκείνου ἀπεστάλθαι διὰ τῶν ἔργων ἐδείκνυεν. Εἰπὼν δὲ ὅτι “ ὃν ὑμεῖς οὐκ οἴδατε,” ἄγνοιαν ἐνταῦθα τὴν διὰ τῶν ἔργων λέγει, καὶ ὡς ὁ Παῦλός φησι, “ Θεὸν ὁμολογοῦσιν “εἰδέναι, τοῖς δὲ ἔργοις ἀγνοοῦσι. Οὐ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Τὸ δε “ παρ αυτου είμι, άντὶ τοῦ μετ αυτου λεγει. Τουτο δὲ εἶπεν ὥστε μὴ νομισθῆναι ἀλλότριος τοῦ Θεοῦ.
For they indicate that he will be present in the flesh in this life, and they make manifest his birth from a virgin, but his ineffable generation from God and the Father; which is what they say: "Who shall declare his generation, for his life is taken up from the earth," or what was spoken by the prophet, "and his goings forth are from the beginning, from the days of eternity." For here "goings forth" signifies the assumption of the Only-begotten as from light, and before every age and day and moment into his own existence, a kind of procession from the substance of the one who begot him. Of Ammonius the Elder. It is well said that when Christ comes, no one knows where he is from; for the true God, from whom I am, is unknown to you, and it is nothing unreasonable if you are ignorant of me, that I am the Christ, not knowing the one from whom I am. Of Theodore of Heraclea. To know him, and from where he has come, he allowed to be dissolved, as they say without judgment; but he convicts them of being ignorant of the one who sent him because of their unbelief in him; yet he also showed through his works that he himself knows the Father, and that he was sent by him. And having said, "whom you do not know," he here means the ignorance that is through works, and as Paul says, "They profess to know God, but in their works they deny him." For the sin was not of ignorance, but of wickedness and an evil mind. And "I am from him" he says instead of "I am with him." And he said this so that he might not be thought alien to God.
Θέλων δὲ δεῖξαι αὐτοὺς ὁ Εὐαγγελιστὴς ἀοράτως κατεχομένους, ἐπήγαγε λέγων, “ ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ τὰ ἑξῆς. Διὰ τι δὲ μὴ είπε, κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ’ “ὄτι οὔπω “ἐληλύθει ἡ ὥρα αὐτοῦ;“ἀνθρωπινότερον διαλεγόμενος, διὰ τὸ ὑψηλὰ λέγειν αὐτὸν συνεχῶς, τούτου ἕνεκεν τοιαῦτα παραστέλλει. Ἀμμωνίου. Διὰ τούτου μανθάνομεν ὅτι ἑκὼν ἔπαθε, καὶ οὐκ πλεονεξίας Ἰουδαϊκῆς συλληφθείς. Ὥραν λέγων τὴν εὔκαιρον τῶν πραγμάτων ἐκάλει. Σευήρου Ἀντιοκείασ ἀπολογητ. τοῦτο εἴρηται, ὅπως ὅτι καὶ πολλάκις οἱ Ἰουδαῖοι προελόμενοι κατασχεῖν ἄκοντα, οὐ κατέσχον, ἀλλ’ ὅτε αὐτὸς ἠβουλήθη καὶ κατὰ τὴν ὥραν ἣν ἐδικαίωσε, καὶ ἡνίκα τὸ παθεῖν εὔκαιρον ἐλογίσατο· πάντα γὰρ ἐξ ἀρχῆς κατὰ καιρὸν καὶ ἁρμοδίοις διέθηκέ τε καὶ ᾠκονόμησε, οἷον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, τοὺς προφήτας ὁμοίως, τὃ Εὐαγγέλιον. Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ ἀκριβὲς τῆς προνοίας καὶ τῆς σοφίας τοῦ Σωτῆρος ἐνδείκνυται. Περὶ ποίων σημείων λέγουσιν οἱ εἰς αὐτὸν πιστεύσαντες ἐκ τοῦ ὄχλου “ὅτι ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσῃ ὧν “οὗτος ἐποίησε·” καὶ γὰρ τρία μόνα διηγήσατο ὁ Εὐαγγελιστὴς, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ, καὶ τὸ τοῦ παραλυτικοῦ; πάντως περὶ ὧν ὡς προεῖπον, παρέδραμον οἱ Εὐαγγελισταὶ, πολλῶν ὄντων καὶ μεγάλων. καὶ οἱ μὲν ἄρχοντες ἐζήτουν αὐτὸν ἀνελεῖν· τὸ δὲ πλῆθος μᾶλλον ἐπίστευσεν εἰς αὐτὸν, πλὴν οὐδὲ αὕτη ὑγιὴς ἦν ἡ πίστις, ἀλλ’ ὡς πλήθους χυδαίου· τὸ γὰρ λέγειν “ὅταν ἔλθῃ,” οὐ σφόδρα πεπεισμένον ἦν τοῦ εἶναι τὸν Χριστόν.
But the Evangelist, wishing to show that they were being held back invisibly, added, saying, "They sought therefore to seize him," and the rest. But why did he not say, "He held them back invisibly," but "because his hour had not yet come"? Speaking in a more human manner, because he continually said lofty things, for this reason he gives such instructions. Of Ammonius. Through this we learn that he suffered willingly, and was not seized by Jewish greed. By "hour" he meant the opportune time of events. Of Severus of Antioch, from the Defense. This was said so that, although the Jews often came forward to seize him against his will, they did not seize him, but only when he himself willed it and according to the hour that he deemed right, and when he considered suffering to be timely; for from the beginning he arranged and administered all things according to season and in fitting ways—for instance, the law had to be given, but at the appropriate time; the prophets likewise; the Gospel. Therefore the name "hour" indicates the exactness of the Savior's providence and wisdom. About what signs do those from the crowd who believed in him speak, saying, "that when the Christ comes, will he do more signs than this man has done?" For the Evangelist recounted only three: the one about the wine, the one about the royal official's son, and the one about the paralytic; certainly concerning those which, as I said before, the Evangelists passed over, though they were many and great. And the rulers were seeking to kill him; but the multitude rather believed in him—yet not even this faith was sound, but was that of a common crowd; for to say "when he comes" was not the language of one strongly convinced that he is the Christ.
ἣ τοῦτο οὖν ἐστιν εἰπεῖν ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν Χριστὸν, οὗτοι φησι, μὴ τούτων βελτίων ἐστὶν ἐκεῖνος; τίνος ἕνεκεν οὐχ οἱ Φαρισαῖοι καὶ οἱ ἄρχοντες αὐτὸν ἐπίασαν, ἀλλὰ τοὺς ὑπηρέτας ἀπέστειλαν τοῦτο ποιῆσαι; ἐπειδὴ ἐπειδὴ ἐτόλμων ἐκεῖνοι, τὸν κίνδυνον ὑφορώμενοι. διὰ τοῦτο τοὺς διακονουμένους ἐκδότους ἀπέστελλον, αὐτὸς δὲ ὡς μακρόθυμος, καίπερ δυνάμενος ἐπικάμψαι καὶ φοβῆσαι, μᾶλλον ταπεινοφροσύνης γέμοντα ῥήματα φθέγγεται τὸ “ἔτι μικρὸν χρόνον,” καὶ τὰ ἐξῆς. Ἀμμωνίου πρεσβυτέρου. Δι’ ὧν ἐγόγγυζον φαίνονται ἀπο-
δεχόμενοι τὸν Χριστὸν, καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχίσαι, ὅπερ αἰσθόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλαβέσθαι αὐτὸν, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶναι Χριστὸς, ἵνα αὐτὸν ἀνέλωσι. Τὸ δὲ “ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι,” τοῦτο σημαίνει· τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ θελόντων με κατέχειν ἀνέξομαι. καὶ οὐκ εἶπεν ἁπλῶς, ἐνταυθά εἰμι, ἀλλὰ μεθ’ ὑμῶν εἰμι, τουτέστι, κἂν διώκητέ με, κἂν ἐλαύνητε, οὐ παύσωμαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν καὶ τὰ πρὸς σωτηρίαν λέγων. Τὸ δὲ “ὑπάγω πρὸς τὸν πέμψαντά με,” διὰ τοῦτο εἶπεν, ἵνα μή τις θάνατον κοινὸν νομίσῃ τὸ παρ’ αὐτοῦ λεχθὲν, “ἔτι μικρὸν “χρόνον,” καὶ ὅτι οὐδὲν ἐνεργεῖ μετὰ τελευτήν. Τὸ δὲ, ζητήσετέ με, καὶ οὐχ εὑρήσετε” δηλοῖ, ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται· ἐζήτησαν δὲ αὐτὸν πάντως τῆς πόλεως ἁλισκομένης, μεμνημένοι τῶν θαυμάτων αὐτοῦ, εἰκὸς δὲ καὶ ἄλλοι πολλοὶ, εὐθέως μετὰ τὸ πάθος αὐτοῦ.
This, then, is what is meant: that it was said by the crowds as a concurrence of opinion. For just as the rulers were earnestly striving up and down to show that he was not the Christ, these, he says, are not better than those? For what reason did the Pharisees and the rulers not seize him themselves, but sent the attendants to do this? Because those men were daring, and they suspected the danger. For this reason they sent out those who ministered as men exposed to risk, while he, being long-suffering, though able to bend and frighten them, rather utters words full of humility: "Yet a little while," and the rest. Of Ammonius the presbyter. By the things they were murmuring, they are shown to be receiving the Christ, and wishing to separate from the rulers, which the rulers, perceiving, sent to seize him, for this reason alone, that he was believed to be the Christ, so that they might do away with him. But the phrase "Yet a little while I am with you" means this: Why do you hasten to do away with me and persecute me? Wait a little while, and I will not remain even if you wish to hold me back. And he did not say simply, I am here, but I am with you, that is, even if you persecute me, even if you drive me out, I will not cease managing your affairs and speaking what pertains to salvation. And the phrase "I go to the one who sent me" he said for this reason, so that no one might think the death he spoke of was something common, from the words "yet a little while," and that he accomplishes nothing after death. But "you will seek me, and you will not find me" makes clear that they will be in need of him; and they sought him utterly when the city was being captured, remembering his wonders, and it is likely that many others did too, immediately after his passion.
Τὸ δὲ “ὅπου εἰμὶ ἐγὼ, οὐ “δύνασθε ἐλθεῖν ὑμεῖς,” σημαίνει ὅτι οὐκ ἔμελλεν ἀπομένειν τῷ θανάτῳ· ἐκεῖ γὰρ πάντες ἡμεῖς ἀπερχόμεθα. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτοὺς, “ποῦ οὗτος μέλλει “πορεύεσθαι,” καὶ τὰ ἑξῆς; ὑποχαλάσαντες τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ὑπ’ αὐτοῦ πιστεύσαντεr οὐκ ἂν γὰρ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος· δείκνυσι δὲ τοῦτο, καὶ ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς λυμαίνεσθαι, ἀλλὰ διδάσκειν τοὺς Ἓλληνας. Τί δέ ἐστι διασποράν; οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι ὡς πανταχοῦ διεσπαρμένα. Διὰ τι ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ;“διὰ τὸ τὴν πρώτην καὶ τὴν τελευταίαν μεγάλην εἶναι· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον· ἐν τῇ ἐσχάτῃ δὲ ὁ Χριστὸς διαλέγεται, ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι· ἐν μὲν γὰρ τῇ πρώτῃ οὐ παρεγένετο, ἀλλ’ οὐδὲ ἐν τῇ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε ἐφόδια αὐτοῖς δίδωσιν εἰς σωτηρίαν. Ἀμμωνίου πρεσβυτέρου. Ἐπειδὴ ὁ νόμος κλητὴν ἁγίαν καλεῖ τὴν ἑβδόμην ἔθει παλαιῷ, καὶ ὁ Εὐαγγελιστὴς ἀκολουθήσας μεγάλην αὐτὴν εἶπε. Κράζει δὲ, τοῦτο μὲν τὴν παρρησίαν ἐμφαίνων, τοῦτο δὲ διὰ τὸν
But the phrase "where I am, you cannot come" means that he was not about to remain in death; for there we all depart. So the Jews said to one another, "Where is this man about to go?" and the rest? Relaxing from their anger, and believing what had been said by him—for if they had not believed, they would not have inquired among themselves what this saying was—he shows this also from the fact that they did not say they would destroy him, but that he would teach the Greeks. And what is the Dispersion? Thus the Jews called the nations, as being scattered everywhere. Why did the Evangelist note, "on the last day, the great day"? Because the first and the last are great; for they spent the days in between rather on luxury; but on the last day Christ converses, because on it all were gathered together; for on the first he did not attend, but not even on the last, when they were departing home, does he give them provisions for salvation. Of Ammonius the presbyter. Since the law calls the seventh day a holy convocation by ancient custom, the Evangelist also, following this, called it great. And he cries out, on the one hand displaying his boldness, and on the other because of the
πολὺν ὄχλον. Τὸ δὲ “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ πινέτω,” τοῦτο σημαίνει, ὅτι οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι, ἀλλ’ εἴ τις προθυμίαν πολλὴν ἔχει, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ. Ἐκ τούτου διδάσκει, ὅτι ὀφείλουσιν οἱ τῇ πίστει προστρέχοντεσ τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν, ἀναπαύονται. Ὅπερ δὲ εἶπεν “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς καθὼς ἡ “γραφὴ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος,’ τοῦτο δηλοῖ· κοιλίαν μὲν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ γέγραπται “κατὰ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας “ μου.” Ποῦ δὲ εἶπεν ἡ γραφὴ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ “ῥεύσουσιν;“οὐδαμοῦ. Τί οὖν ἐστιν “ὁ πιστεύων εἰς ἐμὲ καθὼς ειπεν ἡ γραφή; ἐνταῦθα ὑποστίξαι δεῖ, ἴνα ῇ ποταμοὶ ἐκ τῆς “κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Επειδὴγὰρ γὰρ ἡ γραφὴ μαρτυρεῖ περὶ αὐτοῦ ὅτι Υἱὸς Θεοῦ ἐστι, καὶ δημιουργὸς πάσης κτίσεως, καὶ συνάναρχος τῷ Πατρὶ, καὶ ὅτι μέλλει ἄνθρωπος γίγνεσθαι, καὶ τὴν οἰκουμένην ἐκ πλάνης λυτροῦσθαι, διὰ τοῦτο τῆς γραφῆς ἐμνημόνευσεν, ὅτι ὁ οὕτως, ὡς αὐτὴ λέγει, πιστεύων εἰς ἐμὲ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι.” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ζῶν δὲ λέγει διὰ τὸ ἐνεργεῖν ἀεί· τοιαύτη γὰρ ἐστὶν ἡ τοῦ Παναγίου Πνεύματος χάρις· ἥτις ἐπειδὰν εἰς διάνοιαν ἔλθοι καὶ ἡδρύνθη, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ ἵσταται, οὐδὲ κενοῦται.
A great crowd. But the phrase "If anyone thirsts, let him come to me and drink" means this: that I draw no one by necessity and force, but if anyone has great eagerness, if anyone is kindled with longing, this one I call. From this he teaches that those who come to the faith ought to have the love of the thirsty, who, when they drink, are refreshed. And what he said, "The one who believes in me, as the Scripture says, rivers of living water will flow from his belly," this makes clear: here he calls the heart the "belly," just as also elsewhere it is written, "according to your law, in the midst of my belly." But where did the Scripture say, "rivers will flow from his belly"? Nowhere. What then is "the one who believes in me, as the Scripture said"? Here one must punctuate, so that it reads "rivers will flow from his belly" as his own declaration. For since the Scripture testifies concerning him that he is the Son of God, and the creator of all creation, and co-eternal with the Father, and that he is about to become man, and to redeem the world from error, for this reason he mentioned the Scripture, that the one who believes in me in this way, as it says, "rivers will flow from his belly," hinting at the abundance and generosity of grace. And he says "living" because of its always being active; for such is the grace of the All-Holy Spirit: when it comes into the mind and is established, it gushes forth more than any spring, and does not cease, nor stand still, nor is emptied.
διὰ τοῦτο γὰρ καὶ οὐχ ἕνα ποταμὸν ἐκάλεσεν, ἀλλὰ ποταμοὺς ἀφάτους, τὸ ἀνελλειπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἀνεκδιήγητον τῆς ἐνεργείας τοῦ Παναγίου Πνεύματος, ὡς σημαίνει τὸ ἐπαγόμενον, “ἔλεγε δὲ τοῦτο,” φησὶ, “περὶ “τοῦ Πνεύματος” καὶ τὰ ἑξῆς. Θεοδώρου Ἡρακλείασ. Εἰ τὰς γραφὰς παρέπεμπεν, ἵνα ἐκ τῆς ἐκείνων περὶ αὐτοῦ προρρήσεως ἐναχθῶσιν εἰς τὴν πίστιν, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο “δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον- “εἰς εἰς αὐτὸν,” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος, ὅπερ ἀλλαχοῦ φησι, “πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν “αἰώνιον,” τοῦτο ἐστὶ, πολλὴν ἕξει χάριν.
Τί ἐστιν ὅπερ εἶπεν, “οὔτω οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον;“ὅτι μὲν ἐπὶ τῶν προφητῶν Πνεύματος Ἁγίου δόσις ἦν, παρὰ πάντων ὁμολόυηται. Πῶς γὰρ ἂν προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα ἄνευ τῆς αὐτοῦ χάριτος; Ὅτι δὲ ἦν αὕτη ἡ χάρις συσταλεῖσα, διὰ τοῦτο εἶπεν “οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον δεδο- “μένον.” Οὐκέτι γὰρ προφήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις· ἐπεὶ οὖν ἀνέσταλτο μὲν τότε τὸ Πνεῦμα τὸ Ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς ἡ χάρις· τῆς δὲ τοιαύτης διανομῆς ἡ ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, διὰ τοῦτο ἐπήγαγεν, “ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,” δόξαν δὲ τὸν σταυρὸν καλεῖ.
For this reason he did not call it one river, but rivers beyond telling, making clear the inexhaustible abundance of the supply and the inexpressible nature of the working of the All-Holy Spirit, as the sequel indicates: "But this he spoke," it says, "concerning the Spirit," and so on. From Theodore of Heraclea. If he cited the Scriptures so that from their foretelling concerning him they might be led to faith, "rivers from his belly shall flow of living water. But this he spoke concerning the Spirit whom those who believe in him were about to receive," hinting at the lavish and bountiful nature of the grace, which elsewhere he calls "a spring of water leaping up to eternal life" — that is, he will have abundant grace.
What is it that he said, "Thus, for the Holy Spirit was not yet"? That in the time of the prophets there was a giving of the Holy Spirit is agreed by all. For how would they have prophesied and worked the countless wonders without his grace? But that this grace had been contracted — for this reason he said, "For the Holy Spirit was not yet given." For no longer was there a prophet among them, nor did grace oversee their holy things. Since, therefore, the Holy Spirit had then been restrained, but grace was about to be poured out lavishly thereafter, and the beginning of such a distribution came after the cross — for this reason he added, "because Jesus was not yet glorified," and he calls the cross glory.
Χρὴ δὲ γινώσκειν ὅτι οἱ Ἀπόστολοι πρὸ τοῦ πάθους οὐ Πνεύματι Ἁγίῳ τὰς ἰάσεις ἐποίουν, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ Ὅτε γὰρ αὐτοὺς ἔμελλεν εἰς τὴν οἰκουμένην ἐκπέμπειν, τότε λέγει, “λάβετε λάβετε Πνεῦμα Ἅγιον,” καὶ πάλιν τῇ πεντηκοστῇ ἦλθεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. “Πολλοὶ Πολλοὶ δέ” φησιν “ἐκ τοῦ ὄχλου ἀκούσαντες τῶν λόγων ἔλεγον, οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης” καὶ τὰ ἑξῆς· ἐκ γὰρ τῆς ταπεινοφροσύνης τῶν ῥημάτων αὐτοῦ ἐπίστευσαν οὗτοι· οἱ δὲ τῇ ἀπιστίᾳ ἐναπομείναντες κακούργως ἅπαντα φθέγγονται. Ἔλεγον γὰρ “μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Ἔστω γὰρ τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀνατροφὴν ἐν Ναζαρὲτ, ἄρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν Δαβίδ; Ὅθεν καὶ “σχίσμα ἐγένετο ἐν τῷ ὄχλῳ δι’ “αὐτόν·” ἐσχίσθησαν δὲ καὶ οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· τοιοῦτον γὰρ ἡ πονηρία, οὐδενὶ βούλεται ἥκειν, ἀλλὰ πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. “Τινὲς “δὲ,” φησὶν, “ἤθελον πιάσαι αὐτὸν,” καὶ τὰ ἑξῆς, βουλόμενοι αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες ἐν τούτῳ τὸ κήρυγμα, ἀλλὰ τέως ἠπείγοντο καὶ τῆς ὁρμῆς ἀνεστέλλοντο, τῆς θείας αὐτοὺς κατεχοσης δυνάμεως. Χρὴ δὲ θαυμάσαι, τῶν μὲν ὑπηρετῶν τὴν σύνεσιν, τῶν δὲ ἀρχιερέων καὶ Φαρισαίων τὴν ἄνοιαν. Οἱ μὲν γὰρ καίπερ δοκοῦντες εἶναι σοφώτεροι, καὶ θαύματα ὁρῶντες, καὶ γραφὰς ἀναγιγνώσκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ μᾶλλον ἐβλάβησαν.
But it is necessary to know that the Apostles, before the passion, did not perform healings by the Holy Spirit, but by the authority given them by Christ. For when he was about to send them out into the world, then he says, "Receive, receive the Holy Spirit," and again at Pentecost the Holy Spirit came upon them. "And many," he says, "from the crowd who heard his words were saying, 'This is truly the prophet,'" and so on. For from the humility of his words these believed; but those who remained in unbelief speak all things maliciously. For they were saying, "Does the Christ not come from Galilee?" and so on. For let it be granted that they did not know the place, that he was from Bethlehem, on account of his upbringing in Nazareth—did they then also not know his lineage, that he was from the house and family of David? Hence also "a division occurred among the crowd because of him." They were divided and not cut to the heart, as the prophet says. For such is wickedness: it wishes to come to nothing, but looks to one thing only, to destroy the one being plotted against. "But some," he says, "wanted to seize him," and so on, wishing to destroy him, as if by this extinguishing the preaching; but for a time they were held back and restrained from their impulse, the divine power holding them in check. But one must marvel at the understanding of the servants, and at the folly of the chief priests and Pharisees. For the former, although they seemed to be wiser, and saw wonders, and read the Scriptures, derived no benefit, but were even more harmed.
γὰρ, διὰ τί οὐκ ἠγάγετε αὐτόν; οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης ἐπείσθησαν. οὐ γὰρ εἶπον οὐδέποτε, ἐθαυματούργησε οὕτως ἄνθρωπος, ἀλλὰ τί; “οὐδέποτε ἐλάλησεν οὕτως “ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος. Διὸ μετὰ τῆς συνέσεως αὐτῶν καὶ τὴν παρρησίαν χρὴ θαυμάσαι, ὅτι πρὸς τοὺς ἀποστείλαντας αὐτοὺς ταῦτα ἔλεγον, καὶ φονῶντας κατ’ αὐτοῦ. Ὅταν γὰρ ὀρθὴ διάνοια ᾖ, οὐδὲ μακρῶν λόγων εῖ πρὸς τὸ πεισθῆναι τῇ ἀληθείᾳ. τούτους οὖν πάντες οἱ τοῖς ἄρχουσι παρεπόμενοι μιμείσθωσαν, καὶ ἐφ’ οἷς ἃν ἀδίκως προστάσσουσι ποιεῖν, μὴ ὑπακουέτωσανκ῾ αθάπερ καὶ ἐπὶ Σαοὺλ, ὅτε τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρεθῆναι προσέταξε, γέγονε· καὶ γὰρ οἱ παρεστῶτες αὐτῷ τοῦτο ποιῆ- σαι οὐκ ἐπείσθησαν. Διὰ τί αὐτοῖς οὐ μετ’ ὀργῆς κέχρηνται, ἀλλὰ κολακευτικῶς, λέγοντες, “μὴ καὶ ὑμεῖς πεπλάνησθε;“δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν. Κυρίλλου. Εὐτονώτερον ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκὸς, ὡς τοῖς ἡγουμένοις παραμένοντας καὶ κοινῆς αὐτοῖς μετέχοντας γνώμης· ταύτῃ τοι φασὶ “μὴ καὶ ὑμεῖς πεπλάνησθε;“ὡς ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, οἵπερ ἦσαν οὐκ ἀσφαλέστεροι, μηδὲ τοῖς ἱεροῖς ἐντετριμμένοι γράμμασι. Καὶ πάλιν, οὐκ εὐλόυως αἰτιᾶσθε νυνὶ διαγαγεῖν, οὐκ ἰσχύσατε ὡς ὑμᾶς τὸν ζητούμενον, πῶς γὰρ ἄν τις οὐχ ἑκόντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, ἀλλ’ ὡς Θεός. Ποῦ γὰρ τίς τῶν ἁγίων προφητῶν χείμαρρον ἑαυτὸν ἁλώσεται λέγων;
For why did you not bring him? But they were persuaded by teaching alone, even without signs. For they never said, "A man performed wonders in this way," but what? "Never did a man speak as this man speaks." Therefore, along with their understanding, one must also admire their boldness, because they said these things to those who had sent them, and who were plotting against him. For when the mind is upright, it does not need long arguments to be persuaded of the truth. So let all those who attend upon rulers imitate these men, and not obey whatever they unjustly command to be done, just as also happened in the case of Saul, when he unlawfully ordered the priests of God to be put to death; for those standing by him were not persuaded to do this. Why did they not treat them with anger, but flatteringly, saying, "Have you also been deceived?"—fearing lest they be completely cut off. From Cyril. It is likely that the attendants were more vigorously inclined toward Judaism, as they remained with their leaders and shared their common opinion; and so they say, "Have you also been deceived?" as though the rest of the crowd had already been deceived—those who were not more secure, nor versed in the sacred Scriptures. And again, you do not reasonably accuse us now of having spent time; you were not able to bring the one being sought, for how could anyone force a man who is unwilling, one who has a divine nature as far as words are concerned? For he spoke not as a man, but as God. For where among the holy prophets would anyone say of himself that he would be caught as a winter torrent?
ἧ τίς ἀπετόλμησεν εἰπεῖν, “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ “πινέτω.” πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωϋσῆς, “ὁ “εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζωῆς. Συλλογίζονται δὲ αὐτοὺς ἀπὸ τεκμηρίου σφόδρα ἀνοήτου· “Μῆ “γὰρ,” φησὶν, “ἐκ τῶν ἀρχόντων ἐπίστευσέ τις εἰς αὐτὸν ἣ ἐκ τῶν “Φαρισαίων;” τοῦτο δὲ αὐτὸ τοῖς μὴ πιστεύσασίν ἐστιν ἔγκλημα, οὐ τῳ Χριστῷ. τὸν ὄχλον δὲ τὸν εἰς αὐτὸν πιστεύσαντα ἐπάρατον εἰπόντες εἶναι, μᾶλλον αὐτοὶ κατάρας ὑπεύθυνοι γεγόνασιν, ἄπιστοι διαμεί- ναντες.
Ἐπεσημήνατο δὲ ὁ Εὐαγγελιστὴς τὸ τοῦ Νικοδήμου ὄνομα, δεῖξαι θέλων, ὅτι οὐχ ὡς αὐτοὶ ἐψεύσαντο, οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἀλλ’ ὅτι καὶ ἐξ αὐτῶν ἐπίστευσαν, ὧν εἷς ὑπῆρχεν ὁ Νικόδημος· παρρησίαν μὲν γὰρ οὐδέπω τὴν προσήκουσαν ἐπεδείκνυτο, πλὴν ᾠκείωτο τῷ Χριστῷ. Εἰπὼν δὲ ὁ Νικόδημος, “μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον,” καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς μὴ ἀναγιγνώσκοντας τὸν νόμον, μηδὲ ποιοῦντας τὰ τοῦ νόμου. Εἰ γὰρ ἐκεῖνος μὲν μηδένα κελεύῃ ἀποκτιννύναι ἄνθρωπον, μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι, ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Τὸ δὲ “γνῷ τι ποιεῖ,” τοῦτό ἐστιν, ὅτι οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ λίαν ἀκριβοῦς. Ἀπορηθέντες δὲ ἐκεῖνοι ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιρρήσει, λέγοντες, “μὴ “καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;” Ποῖαν ἀκολουθίαν ἔχει τοῦτο πρὸς ὅπερ εἶπεν ἐκεῖνος; οὐδὲ γὰρ ἦν δεῖξαι αὐτοὺς, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες·
Or who dared to say, "If anyone thirsts, let him come to me and let him drink"? And when did the great Moses himself say to us, "He who believes in me, out of his belly shall flow rivers of living water"? But they reason from a very foolish proof: "For," it says, "has any of the rulers believed in him, or of the Pharisees?" But this very thing is a charge against those who did not believe, not against Christ. And by calling the crowd that believed in him accursed, they themselves have rather become liable to a curse, remaining unbelieving.
And the Evangelist noted the name of Nicodemus, wishing to show that, as they falsely claimed, not none of the rulers believed in him, but that some even of them believed, of whom Nicodemus was one; for he did not yet display the boldness that was fitting, yet he was attached to Christ. And Nicodemus, having said, "Does our law judge a man," and the rest, shows that they do not read the law, nor do they practice the things of the law. For if that law commands that no man be killed before they have first heard him, but these men rushed to this before hearing, they are transgressors of the law. And "that he may know what he does," this means that not even bare hearing is sufficient, but also very exact hearing. But those men, being at a loss, employed a rather boorish and passionate rejoinder, saying, "Are you also from Galilee?" What connection does this have to what he said? For they were not able to show that they had sent him to call him without judgment.
ἔτι δὲ καὶ ὑβριστικῶς ὡς οὐκ εἰδότα περὶ τῶν γραφῶν οὐδὲν, λέγουσι πρὸς αὐτὸν, “ἐρεύνησον καὶ ἴδε, ὡς ἃν εἴποι τις, ὕπαγε καὶ μάθε, ὅτι ἐκ τῆς Γαλι- “λαίας προφήτης οὐκ ἐγήγερται.” Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ. τίνος ἕνεκεν ὁ Χριστὸς εἶπεν αὐτοῖς, “ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου;” διὰ τὸ ἄνω καὶ κάτω περὶ τῆς Γαλιλαίας λέγειν αὐτοὺς, καὶ προφήτην ἀποκαλεῖν, ἀπαλλάτων πάντας ταύτης τῆς ὑποψίας, καὶ δεικνὺς ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, οὐδὲ Γαλιλαίας μόνον, οὐδὲ Παλαιστίνης, οὐδὲ Ἰουδαίας, ἀλλὰ παντὸς τοῦ κόσμου δεσπότης. Διὰ τοῦτό φησιν, ἐγὼ φῶς εἰμι τοῦ κόσμου.” Ἀμμωνίου πρεσβυτέρου. Δείκνυσιν ὅτι αὐτός ἐστιν περὶ οὗ προανεφωνήθη, “ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν,” καὶ οὐχ εἷς τῶν προφητῶν, ἀλλὰ δεσπότης. Ἑαυτὸν εἶπε τὸ φῶς, οὐ μὴν ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμῃ τὸν ἕνα Χριστὸν, εἱς γάρ ἐστιν ὁ Χριστὸς καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου
And moreover, they speak to him insultingly, as though he knew nothing about the Scriptures: "Search and see," as one might say, "go and learn, that no prophet has arisen from Galilee." For what did the man say? That he is a prophet? He said that he ought not to be put to death without a trial. For what reason did Christ say to them, "I am the light of the world"? Because they were saying this and that about Galilee, and calling him a prophet, he was freeing everyone from this suspicion, and showing that he is not one of the prophets, nor of Galilee only, nor of Palestine, nor of Judea, but the Lord of the whole world. Therefore he says, "I am the light of the world."
Of Ammonius the presbyter. He shows that he is the one about whom it was previously proclaimed, "Behold, I have set you as a light to the nations," and not one of the prophets, but the Lord. He called himself the light, not indeed saying "the light is in me," lest anyone divide the one Christ into a duality of sons; for Christ is one both before the flesh and after the flesh, and one and only in truth is the Son who is from God the Father, and when he became man, the human
φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν εἰς δύο υἱοὺς ἣ εἰς δύο φύσεις, ταὐτὸν [γάρ] ἐστιν βλάσφημον. Εἰπὼν δὲ, “ὁ ἀκολουθῶν ἐμοὶ” καὶ τὰ ἑξῆς, περὶ νοητοῦ καὶ σκότους λέγει, τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ ὁ τοιοῦτος· ἅμα δὲ καὶ τὸν Νικόδημον ἐπαινεῖ καὶ τοὺς ὑπηρέτας ὡς παῤῥησιασαμένους, καὶ διὰ τοῦτο ἐν τῷ φωτὶ ὄντας. αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους, ὡς κρυφῆ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ ὄντας. Ἐν δὲ τῷ εἰπεῖν αὐτοὺς, “σὺ περὶ σεαυτοῦ μαρτυρεῖς,” καὶ τὰ ἑξῆς, τὴν ἄνοιαν ἑαυτῶν δηλοῦσιν, ὅτι αὐτὸς μὲν ἄνω καὶ κάτω ταῖς γραφαῖς παρέπεμψεν αὐτοὺς, αὐτοὶ δὲ ὡς περὶ ἑαυτοῦ μαρτυροῦντος οὕτω διέκειντο· διὸ καὶ αὐτὸς λοιπὸν αὐθεντικῶς φησι πρὸς αὐτοὺς, “κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου “ἀληθής ἐστι.” Διὰ τοῦτο δὲ λέγει νῦν ἅπαντα τρανότερον καὶ μετὰ πλείονος παρρησίας, ἀπό τε τῶν σημείων, καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, καὶ διὰ τὸ ἐγγὺς εἶναι ’τον σταυρὸν. Τὸ δὲ, “οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω,” τοῦτο σημαίνει, οἰδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι, ὥστε οὐκ ἃν εἶπόν τι ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖσε ἀπιὼν πρὸς τὸν ἀληθῆ Θεόν. Κυρίλλου. Τὸ δὲ, “ποῦ ὑπάγω,” θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις· ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός φησι. ἀπειλὴν δ᾿ οὖν εἰ καὶ οὐ σφόδρα σαφῶς τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει.
of nature; for his own body is his own, and to divide Christ after the incarnation into two sons or into two natures—for this is the same thing—is blasphemous. And having said, "He who follows me" and the rest, he speaks concerning the intelligible light and darkness, that is, such a one does not remain in error; and at the same time he praises Nicodemus and the servants as having spoken boldly, and for this reason being in the light. And he hints at the Pharisees too, as secretly weaving their deceits, and being in darkness and error. And in their saying, "You bear witness concerning yourself," and the rest, they make clear their own folly, because he on his part sent them up and down to the Scriptures, but they were disposed as though he were bearing witness concerning himself; therefore he also from now on says authoritatively to them, "Even if I bear witness concerning myself, my witness is true." And for this reason he now says all things more clearly and with greater boldness, having taken the testimony both from the signs and from the teaching of those who followed, and because the cross was near. And the phrase, "I know where I came from, and where I am going," signifies this: I know by whom I have been sent, and to whom I depart, so that I would not say anything false, coming from there and going there to the true God. Of Cyril. And the phrase, "where I am going," is a display of authority befitting God; for he ascends as God above the heavens, as Paul says. But it also contains a threat, even if not very clearly, fitting the impiety of the Jews.
Ὡς γὰρ ὅσον οὐδέπω παντὸς μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ παρασκευάσει γενέσθαι. Ἀμμωνίου πρεσβυτέρου. Εἰ ᾔδεισαν ὅτι Θεοῦ ἦν Υἱὸς, καὶ ἀπ’ οὐρανοῦ κατελθὼν, οὐκ ἃν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλίζοντο· Θεός εἰμι, φησὶ, καὶ ἀξιόπιστος ἐμαυτῷ μαρτυρῶν· ὑμεῖς δὲ διὰ τοῦτο μὲν οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δὲ, Θεός εἰμι, ἀλλὰ, “πόθεν ἔρχομαι καὶ ποῦ “ὑπάγω·” ἐθελοκάκουν γὰρ, καὶ προσεποιοῦντο μὴ εἰδέναι.
Τὸ δὲ, “ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε,” τοῦτο δηλοῖ τὸ ἀδίκως κρίνειν, καθάπερ καὶ τὸ κατὰ σάρκα ζῆν, τὸ φαύλως ζῆν ἐστι. Ἀμμωνίου πρεσβυτέρου. Πρὸς τὸ φαινόμενον σῶμά μου ἀφορῶντες, ἐσφαλμένως τὰ κατ’ ἐμὲ κρίνετε. Διὰ τί ἀλλαχοῦ εἰπὼν, ὅτι “ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν ἔδωκε τῷ Υἱῷ” νῦν ἐνταῦθά φησιν, “ἐγὼ οὐ “κρίνω οὐδένα;” ὅτι τοῦτο οὐ περὶ τοῦ μέλλοντος καιροῦ, ἀλλὰ περὶ τοῦ παρόντος λέγει. Ὁ γὰρ μέλλων ἐκεῖνός ἐστι τῆς κρίσεως. Τὸ δὲ, “έὰν ἐγὼ κρίνω, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστι, τοῦτο σημαίνει, ὅτι εἰ ἠβουλήθην καὶ νῦν κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων ἦτε· ἠνίξατο δὲ καὶ περὶ τῆς μελλούσης κρίσεως. Εἰπῶν δὲ, “ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με “Πατήρ·” τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐγὼ μόνος καταδικάζω ὑμᾶς, ἀλλὰ καὶ ὁ Πατήρ· οὐκ ἂν γὰρ ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων ἣ ὡς ἐγὼ, οὐδὲ ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Ἀμμωνίου πρεσβυτέρου.
For as soon as he will rise up against their whole race, he is seen saying these things, and by leaving them in a wilderness devoid of the divine light, he will prepare them to be in ignorance and deep darkness. Of Ammonius the elder. If they had known that he was the Son of God, and that he had come down from heaven, they would not have been scandalized because of the visible body. "I am God," he says, "and trustworthy when I bear witness to myself; but you do not know this because you are unwilling to understand anything of what appears." He did not say, "I am God," but, "where I come from and where I am going"; for they were willfully wicked and pretended not to know.
But the phrase, "You judge according to the flesh," signifies judging unjustly, just as living according to the flesh is living wickedly. Of Ammonius the elder. Looking at my visible body, you judge my case erroneously. Why, having said elsewhere that "the Father judges no one, but has given all judgment to the Son," does he now say here, "I judge no one"? Because he says this not about the future time but about the present. For that one is the future judgment. But the phrase, "If I judge, my judgment is true," signifies that if I had wished to judge even now, you would be among those condemned; but he hinted also at the future judgment. And having said, "that I am not alone, but I and the Father who sent me," this shows that not I alone condemn you, but also the Father; for the Father would not judge otherwise than as I judge, nor would I, unless as the Father does. Of Ammonius the elder.
Οὐχ ὡς ἀσθενῶν περὶ τὸ κρῖναι εἶπε τοῦτο, ἀλλ’ ὅτι σὺν τῷ Υἱῷ a, ὁ Πατὴρ μέλλει κατακρῖναι τοὺς ἀπιστοῦντας, τῷ ἀπεσταλμένῳ ἐξ αὐτοῦ. Δι’ οὐδὲν δὲ ἕτερον εἴρηκε τοῦτο, ὅτι “καὶ ἐν τῷ νόμῳ δὲ τῷ “ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν,” ἢ ἵνα δείξῃ τὸ ὁμοούσιον αὐτοῦ τε καὶ τοῦ Πατρός. Οὐκ ἐν τούτῳ δὲ μόνον, ἀλλὰ καὶ δι’ οὗ ἐπήγαγε τὸ ὁμοούσιον ἐμφαίνει σαφῶς. φησὶ γὰρ “ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ “ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πα- “τήρ·” οὐκ ἂν γὰρ εἰ ἐλάττονος οὐσίας ἦν, πρῶτον ἑαυτὸν ἐτίθει τοῦ Πατρός. Κυρίλλου. Ἐγὼ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι, φῶς γάρ εἰμι τοῦ κόσμου· πλὴν εἰ ταῦτα λέγων οὐκ ἀξιόχρεως εἶναι δοκῶ, ἐπείπερ εἰμι μόνος, καὶ ἐμοὶ παραλήψομαι συναινοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα· συνθαυματουργεῖ γάρ μοι ὡς ὁρᾶτε, φησὶ, καὶ συνεργάζεται. Ὡς γὰρ διὰ τὴν ταὐτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ ἐπὶ τὸ πάντα κατορθοῦν, ἀδια- a θεῶ Cod.
He did not say this as though he were weak regarding judgment, but because together with the Son the Father is going to condemn those who do not believe, through the one sent from him. And for no other reason did he say this, that "and in your law it is written, that the testimony of two men is true," than to show the consubstantiality of himself and the Father. And not in this only, but also through what he added he clearly reveals the consubstantiality. For he says, "I am the one who testifies about myself, and the one who sent me, the Father, also testifies about me." For he would not, if he were of a lesser substance, have placed himself first before the Father. Of Cyril. I, he says, will not decline to say what I am by nature, for I am the light of the world; but if in saying these things I seem not to be worthy of credence, since I am alone, I will also take to myself God and the Father, consenting and agreeing with my claims; for he works wonders with me, as you see, he says, and cooperates. For as, because of the sameness of substance, having him in myself for accomplishing all things, without division
κωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπὸ μὲν τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, κἂν πέφηνεν ἄνθρωπος. μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐν ἅπασιν ἔχων, ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ μία θεότης, καὶ τῆς αὐτῆς ἐξουσίας ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις. Ἐρωτησάντων δὲ αὐτῶν “ποῦ ἐστιν ὁ Πατήρ σου;” ἐπειδὴ ἰδόντες ἔλεγον τοῦτο καὶ πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς πρὸς τοῦτο ἀξιοῖ, ἀλλά φησιν, “οὔτ’ ἐμὲ οἴδατε, οὔτε τὸν “Πατέρα μου,” καὶ τὰ ἑξῆς, δεικνὺς ἐν τούτῳ ὅτι οὐδὲν ὠφελοῦνται τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ ἐπειδὴ ἀφέντες αὐτὸν ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, διὰ τοῦτο λέγει, οὐ δύνασθε ἰδεῖν τὸν Πατέρα χωρὶς ἐμοῦ. “Εἰ “γὰρ γὰρ ἐμὲ ᾔδειτε,” φησὶ, “καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.” ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα. Ἀμμωνίου πρεσβυτέρου. τὸν Ἰωσὴφ οἰόμενοι αὐτοῦ εἶναι πατέρα τοῦτο εἶπον, ἢ ὀνειδίζουσιν αὐτῷ ὡς ἐκ πορνείας τεχθέντι, καὶ οὐκ εἰδότι τὸν ἴδιον πατέρα· εἰ ἄνθρωπον ὑποπτεύετε εἶναι τὸν πατέρα μου, οὐκοῦν οὐδὲ ἐμὲ οἴδατε· ἀλλ’ ἐπείπερ οἱ φιλομαθεῖς διὰ τῆς τοῦ υἱοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι διαχαρακτηρίζεται, οὐκοῦν ἴσος ὁ Υἱὸς τῷ Πατρί. “Ταῦτα ταῦτα τὰ ῥήματα,” φησὶν, “ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, καὶ τὰ ἐξῆς τὸ δὲ οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, τοῦτό ἐστιν, ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος, καθ’ ὃν ἤθελε σταυρωθῆναι, ὥστε καὶ τότε οὐ τῆς αὐτῶν δυνάμεως ἔργον ἦν, ἀλλὰ τῆς οἰκονομίας τῆς ἑαυτοῦ·
I come without hindrance. For our Lord Jesus Christ has from his divine nature the power to do all things as God, even though he has appeared as a man. And he is testified to by the Father as having him as co-worker in all things, since there is one divinity in Father and Son, and of the same authority there is an unvarying authority and power. But when they asked him, "Where is your Father?"—since they said this having seen him and testing him—he does not even deem them worthy of an answer to this, but says, "You neither know me, nor my Father," and the rest, showing in this that they are profited nothing by saying they know God the Father, while not knowing him. And since they kept leaving him aside and seeking to learn of the Father, for this reason he says, you cannot see the Father apart from me. "For if you had known me," he says, "you would have known my Father also." So that those who blaspheme the Son blaspheme not only him, but also the one who begot him. Of Ammonius the presbyter. Thinking Joseph was his father, they said this, or they reproach him as born of fornication, and as not knowing his own father; if you suspect my father to be a man, then you do not know me either; but since those who love learning understand the Father through knowledge of the Son, the Father is portrayed in the Son as in an image, so the Son is equal to the Father. "These words," he says, "he spoke in the treasury," and the rest. But "his hour had not yet come," that is, that it was not yet a suitable time, at which he wished to be crucified, so that even then it was not the work of their power, but of his own dispensation.
αὐτοὶ μὲν γὰρ καὶ πάλαι ἐβούλοντο αὐτὸν ἀποκτεῖναι, οὐκ ἴσχυον δὲ, αὐτοῦ μὴ βουλομένου· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἀν’ εἰ μὴ αὐτὸς συνεχώρησε. Διὰ τί δὲ αὐτοῖς συνεχῶς λέγει, “ἐγὼ ὑπάγω καὶ ζητήσετέ ‘με;” κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Χρὴ γὰρ σκοπῆσαι, ὅσον τοῦτο ἐνεποίει τὸν φόβον αὐτοῖς· καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι, ἵνα ἀπαλλαγῶσιν αὐτοῦ, ζητοῦσι ποῦ ὑπάγει, οὕτω μέγα τι περὶ τοῦ πράγματος ἐφαντάζοντο. Ἐκείνων δὲ λεγόντων, “μή τι ἀποκτενεῖ ἑαυτὸν,” καὶ τὰ ἑξῆς;
αὐτὸς ἀναιρῶν αὐτῶν τὴν ὑπόνοιαν φησὶν, “ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, “ἐγὼ ἐκ τῶν ἄνω εἰμί. ὃ δὲ λέγει τοιοῦτό ἐστιν, οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα νοεῖν, ἀνθρώπους σαρκικοὺς ὄντας καὶ οὐδὲν πνευματικὸν λογιζομένους. οὐ γὰρ ἐγὼ τὸ τοιοῦτον ὀλέθριον καὶ χαλεπὸν καὶ πολλῶν κολάσεων ἄξιον ἁμάρτημα, τὸ ἑαυτὸν ἀποκτεῖναι, διαπράξομαι. ἄνωθεν γάρ εἰμι, ὅθεν καὶ τὸ ἐπαγόμενον τῆς αὐτῆς ἔχεται ἐννοίας. Φησὶ γὰρ, “ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ,” τουτέστι, τὰς κοσμικὰς ἐννοίας σαρκικὰς κέκτησθε. “Ἐγὼ ἐκ τοῦ κόσμου “τούτου οὐκ εἰμὶ” πόρρω τῆς ὑμῶν πονηρίας εἰμὶ, φησὶ, καὶ ὥσπερ τοὺς μαθητὰς εἶπε μὴ εἶναι ἐκ τοῦ κόσμου, φιλοσοφίαν αὐτοῖς μαρτύρων, οὐτῶ καὶ πέρι αὐτοῦ εἴπων, ὅτι οὐκ εἰμι ἐκ του κόσμου, οὐχ ὡς μὴ ἀνειληφὼς σάρκα τοῦτό φησιν, ἀλλὰ διὰ τὸ πάσης κακίας ἐκτὸς εἶναι. Τί σημαίνει ὅπερ εἰπεν, ὅτι “ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ “ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε; ἐπειδὴ ἦλθεν ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου·
For they had long wished to kill him, but were unable, since he did not will it; therefore not even then were they able, except he himself permitted it. And why does he say to them continually, "I go away and you will seek me"? To shake their souls and frighten them. For one must consider how much fear this produced in them; for wishing to kill him so as to be rid of him, they seek where he is going—so great a thing did they imagine concerning the matter. But when they said, "Will he kill himself?" and the rest?
He, refuting their suspicion, says, "You are from below, I am from above." What he says is of this sort: it is no wonder that you think such things, being fleshly men and reckoning nothing spiritual. For I will not commit such a destructive and grievous sin, worthy of many punishments—to kill myself. For I am from above, whence also what follows holds to the same thought. For he says, "You are from this world," that is, you possess worldly thoughts, fleshly ones. "I am not from this world"—I am far from your wickedness, he says, and just as he said the disciples were not from the world, granting them the philosophy of martyrs, so too he said concerning himself that he is not from the world—not saying this as one who has not taken on flesh, but because he is outside all evil. What does he mean by what he said, that "unless you believe that I am, you will die in your sins"? Since he came to take away the sin of the world.
ἑτέρως δὲ αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ τοῦ λουτροῦ τοῦ βαπτίσματος, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχοντα τὸν παλαιὸν ἄνθρωπον ἀπελθεῖν, ὀφείλοντα ἐκεῖ δοῦναι εὐθύνας τῶν ἡμαρτημένων· τοῦτο οὖν ἐστιν ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν. Θεοδώρου ἡρακλείασ. Κοσμικοὶ ὄντες καὶ ἀνάξιοι τῆς ἄνω βασιλείας διὰ τὴν προσοῦσαν παρανομίαν οὐδαμῶς ἐδύναντο ὅπου αὐτὸς ὑπῆγεν ἐλθεῖν· τοῖς γοῦν ἐν ἁμαρτίαις ἀποθνήσκουσι γέεννα καὶ πυρὸς κάμινος καὶ τὸ ἐξώτερον σκότος ἡτοίμασται· ὅθεν προδιαμαρτυράμενος ἔλεγεν, “εἶπον ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς “ἁμαρτίαις ὑμῶν.” Ἐρωτῶσι δὲ “σὺ τις εἰ, ἄπο πολλῆς ἀνοίας, διότι μέτα χρόνον τοσοῦτον σημεῖα καὶ διδασκαλίαν τοῦτο ἐποίουν, αὐτὸς δὲ πρὸς τοῦτο ἀποκριθεὶς εἶπεν αὐτοῖς “τὴν ἀρχὴν ὁ τι καὶ λαλῶ “ὑμῖν, πολλὰ ἔχω παρ’ ὑμῶν λαλεῖν καὶ κρίνειν,” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ’ ἐμοῦ ἀνάξιοί ἐστε, μή τι γε καὶ μαθεῖν ὅστις εἰμὶ ἐγώ· ὑμεῖς γὰρ πειράζοντες φθέγγεσθε. Ἵνα δὲ μὴ νομίσητε ὅτι τοσαῦτα ἀκούων παρ’ ὑμῶν, δι’ ἀσθένειαν οὐκ ἐπεξέρχομαι, ἣ ὅτι οὐκ οἶδα ὑμῶν τὰς διανοίας καὶ τὰς χλευασίας, ἰδοὺ λέγω ὑμῖν ὅτι δύναμαι
But it is not possible to strip it off in any other way except through the washing of baptism. Necessarily, the one who does not believe, still having the old man, must depart, owing to give account there for the sins committed; this, then, is to die in sins. From Theodore of Heraclea. Being worldly and unworthy of the kingdom above because of the lawlessness that clung to them, they could by no means come where he himself was going; for to those who die in sins, Gehenna and the furnace of fire and the outer darkness have been prepared. Therefore, having testified beforehand, he said, "I told you that you will die in your sins."
But they ask, "Who are you?" out of great folly, because after so long a time of signs and teaching they did this. And he, answering this, said to them, "From the beginning, what I also speak to you; I have many things to speak and to judge concerning you," and so on. What he means is this: You are unworthy even to hear the words that come from me, much less to learn who I am; for you speak in order to test me. But so that you may not suppose that, hearing so many things from you, I do not proceed against you out of weakness, or that I do not know your thoughts and your mockeries—behold, I tell you that I am able
ὑμᾶς ἐλέγξαι, οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· τοῦτό ἐστι λαλεῖν καὶ κρίνειν. Κυρίλλου. Δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου πη ὑμῶν ἐποιησάμην ἀρχὴν, ὅτι προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ διασώζειν ἐβουλευσάμην, εὐτελὴς οὕτω λελόγισμαι παρ’ ὑμῖν. Τὸ δὲ, “ταῦτα λq́ω,” εἰς τὸν κόσμον ἐδήλωσε λοιπὸν ἐξερχόμενον ἑαυτὸν εἰς τὰ ἔθνη. Οὐχ ἓν ἐγκαλέσω μόνον, φησὶν, ἀλλὰ πολλὰ, καὶ ἐπ’ οὐδενὶ διαψεύσομαι καθάπερ ὑμεῖς· ἔχω κρίνειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας, ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἣ φιλοθεεῖν εἰθισμένους, ὡς δόξαν παρὰ ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντας, ὡς ἐμπυρίσαντάς μου τὸν νοητὸν ἀμπελῶνα, καὶ ὅσα ἄλλα περὶ ὑμῶν φησὶν ἡ γραφή. Θεοδώρου ἡρακλείασ. Κἂν εἰς νοῦν μὴ λαμβάνητε τὸν τῆς κρίσεως καιρὸν, “ἀλλ’ ὁ πέμψας με, φησὶν, ἀληθής ἐστιν,” ὃς ὥρισε τὸν τῆς ἀποδώσεως καιρὸν, ὃς καὶ ἀπέστειλέ με κηρύξαι τοῦτο, καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι. καὶ ἐν τούτῳ δὲ ἔδειξεν αὐτῶν ὁ Εὐαγγελιστὴς τὴν ἄνοιαν, ἐν τῷ εἰπεῖν, “οὐκ ἔγνωσαν “ὅτι τὸν Πατέρα ἔλεγε” τὸν Θεὸν, διότι οὐ διέλειπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίγνωσκον ἔτι. Ἀπολικαρίου.
to convict you, and not to convict only, but also to punish; this is to speak and to judge. Of Cyril. I suffer justly, he says, because I also in some way made a beginning of speech with you, because I addressed something of the things that I knew would be of benefit, and I purposed to save, yet I have been reckoned so worthless among you. But the phrase, "these things I speak," indicated that he was now going out into the world, to the Gentiles. Not one thing will I accuse, he says, but many, and in none shall I prove false as you do; I have grounds to judge them as disobedient, as boasters, as insolent, as fighters against God, as senseless, as ungrateful, as wicked, as those who take pleasure in pleasure rather than being accustomed to love God, as those who receive glory from one another but do not seek the glory that comes from God, as those who have set my spiritual vineyard on fire, and whatever else the Scripture says concerning you. Of Theodore of Heraclea. Even if you do not take into mind the time of judgment, "but the one who sent me, he says, is true," who has fixed the time of recompense, who also sent me to proclaim this and to make it manifest to the world. And in this the Evangelist also showed their folly, in saying, "they did not know that he was speaking of the Father," that is, God, because he did not cease conversing with them about him, and they still did not know. Of Apollinarius.
Εἰ γὰρ συνίεσαν ὅτι περὶ Θεοῦ ἔλεγεν κύριος, οὐκ ἃν ἠρώτων “ποῦ ἐστιν ὁ πατήρ σου;“διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ “οὐκ οἴδατε τὸν Πατέρα μου.” ὅπερ δὲ φησὶν, “ὅτι ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι·” τοῦτο σημαίνει, ὅτι ὅτε ὑμεῖς προσδοκᾶτε ἀπαλλαγήσεσθαι μου καὶ ἀναιρήσειν, τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, πάντα φέρων καὶ ἄγων, γνώσεσθε δὲ ἀπό τε τῶν σημείων καὶ τῆς ἀναστάσεως τῆς ἡμετέρας. Τὸ δὲ “ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν’ καὶ τὰ ἑξῆς, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ ὅτι οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεται. Καὶ ἵνα μὴ νομίσωσι τὸ ἐπαγόμενον, εἷνον τὸ “ὁ πέμψας με,” ἐλαττώσεως εἰναι, προστίθησι λέγων, “μετ’ ἐμοῦ ἐστι” τοῦτο μὲν γὰρ τῆς θεότητός ἐστιν, ἐκεῖνο δὲ τῆς οἰκονομίας. Ἐπειδὴ δὲ
διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον καταγαγὼν λέγει, οὐκ “ἀφῆκέ με “μόνον ὁ Πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῷ πάντοτε,” δεικνὺς ἐκ τούτου ὅτι καὶ τὸ λύσαι τὸ σάββατον ἀρεστεῖν αὐτῷ ἐστιν. Ὅπερ δὲ εἶπον ὅτι διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, τοῦτο δεῖξαι θέλων ὁ Εὐαγγελιστὴς, ἐπήγαγε λέγων, “ταῦτα ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν,” μονονουχὶ βοῶν, ὅτι μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς· διὰ γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται, ἵνα πεισθῶσιν.
For if they had understood that the Lord was speaking about God, they would not have asked, "Where is your Father?" Therefore he rightly said to them, "You do not know my Father." And what he says, "When you lift up the Son of Man, then you will know that I am he," this signifies that when you expect to be rid of me and to kill me, then especially you will know that I am the Christ, the Son of God, bearing and directing all things, and you will know it from the signs and from our resurrection. And the words "I do nothing of myself" and what follows reveal the invariability of his essence, and that he speaks nothing apart from the Father's thoughts. And lest they suppose that what follows, namely "the one who sent me," implies diminution, he adds, saying, "is with me" — for this belongs to his divinity, while that belongs to his economy. But since
through his humble words many were going to believe, again bringing his speech down to what is more humble, he says, not "the Father has left me alone, because I always do what is pleasing to him," showing by this that even the dissolving of the Sabbath is pleasing to him. And what I said, that through his humble words many were going to believe, the Evangelist, wishing to show this, added, saying, "When he had spoken these things, many believed in him," all but crying out, "Do not be disturbed, O hearer, if you hear something humble; for because of the weakness of the hearers these things were spoken in this way, so that they might be persuaded.
Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλὰ ἁπλῶς καὶ ὡς ἔτυχε, πεισθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι, ὅτι δὲ οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν ὡς δέον, ἦν δῆλον· “ἔλεγε ἔλεγε γάρ’ φησὶν, “ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ “Ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ” καὶ τὰ ἑξῆς· ταῦτα δὲ διελέγετο βουλόμενος ἐμβαθύναι τὴν πίστιν αὐτῶν, διασκάπτων τὴν ψυχὴν πληκτικωτέραν λόγοις. “Γνώσεσθε δὲ τὴν ἀλήθειαν,” τουτέστιν ἐμὲ, ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ γὰρ Ἰουδαϊκὰ πάντα τύπος ἦν, τὴν δὲ ἀλήθειαν πη ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ὑμῶν· καὶ οὐκ εἶσεσθε, ὅτι ἀπαλλάξει ὑμᾶς δουλείας, ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Ἀμμωνίου πρεσβυτέρου. Αἱ θυσίαι καὶ οἱ ῥαντισμοὶ οὐδέποτε ἠλευθέρουν ἁμαρτίας, οἱ δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντες διὰ τῆς εἰς Χριστὸν πίστεως ἐλευθεροῦνται, μηκέτι ἐν δούλοις ἀλλ’ ἐν υἱοῖς καταταττόμενοι· Τί οὖν οἱ ἀλαζόνες; “σπέρμα Ἀβραὰμ,” φησὶν, “ἐσμὲν, “καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε” καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστι, δούλους ἐκάλεσας τοὺς ἀπογόνους τοῦ Ἀβραὰμ τοὺς εὐγενεῖς. τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ καυχήματα, οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται, ἀλλὰ τοῦ σπέρματος. Διὰ τοῦτο καὶ ὁ βαπτιστὴς πρὸς αὐτοὺς ἔλεγε, ”μὴ δόξητε λέγειν ‘ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. Οὐκ ἤλεγξε δὲ αὐτοὺς ὁ Χριστὸς ὡς πολλάκις δουλεύσαντας· καὶ γὰρ καὶ Αἰγυπτίοις καὶ Βαβυλωνίοις καὶ ἑτέροις πολλοῖς
They believed, then, but not as they ought, rather simply and as it happened, being persuaded and resting on the lowliness of his words. But that they had not yet received the teaching as they should was clear: "Jesus," he says, "was saying to the Jews who had believed in him, 'If you remain in my word,'" and the rest. He spoke these things wishing to deepen their faith, digging into the soul more striking with words. "You will know the truth," that is, me, for I am the truth. For all the Jewish things were a type, but the truth you will know through me, and it will free you from your sins; and they did not know that it would release them from slavery, but this he left for them to perceive. Of Ammonius the elder. Sacrifices and sprinklings never freed from sins, but those who perform the worship in spirit through faith in Christ are freed, no longer ranked among slaves but among sons. What then do the boasters say? "We are the seed of Abraham," they say, "and we have never been slaves to anyone," and the rest. What they say is this: you called the noble descendants of Abraham slaves. For such are the boasts of the Jews; nowhere do they mention their own accomplishments, but their seed. For this reason also the Baptist said to them, "Do not presume to say, 'We have Abraham as our father.'" But Christ did not convict them of having been slaves many times; for both to Egyptians and Babylonians and many others
ἐδούλευσαν, ἐπειδὴ οὐ τοῦτο ἐσπούδαζε δεῖξαι δούλους ἀνθρώπων γεγενημένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥτις ἐστὶ καὶ χαλεπωτάτη δουλεία. Διὸ καὶ ἐπήγαγε λέγων, “πᾶς ὁ ποιῶν τὴν ἁμαρ- τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς, διὰ τούτων ἠρέμα καὶ τὰ διὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προ- τέρους χρόνους. Ἵνα γὰρ μὴ ἐκεῖνα ἀνατρέχωσι καὶ λέγωσι, θυσίας ἔχομεν, ἃς προσέταξε Μωϋσῆς, ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται: Διὰ τοῦτο ταῦτα ἐπήγαγεν, ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ ῥήματα. δείκνυσι δὲ ἐνταῦθα καὶ τὸ ὁμότιμον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου. Ἡ γὰρ παραβολὴ τοῦτο βούλεται. Διὰ τι δὲ περὶ ἁμαρτημάτων διαλε- γόμενος οἰκίας ἐμνημόνευε; δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντως αὐτὸς ἐξουσίαν ἔχει. Τὸ γὰρ μένει τοῦτό ἐστιν, ὥσπερ αὖ καὶ τὸ “οὐ μένει ἀντὶ τοῦ οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὣν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστὶ, διό φησι μένει εἰς τὸν αἰῶνα. Κυρίλλου. Δραμεῖται γὰρ εἰς τὸ ἐξώτερον σκότος, οἱ δὲ τῆς υἱοθεσίας ἀξιωθέντες ἀκούσονται, “δεῦτε οἱ εὐλογημένοι τοῦ ” Πατρός μου,” καὶ τὰ ἑξῆς. ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ὁ μὴ μένων εἰς τὸν αἰῶνα καὶ ὡσαύτως ἔχων, ἀεὶ δοῦλός ἐστι τῇ φύσει, καὶ οὔτε ἑαυτὸν οὔτε ἄλλον ἐλευθερῶσαι δύναται. Πάντα γὰρ δοῦλα τοῦ κτίσαντος, μένει δὲ εἰς τὸν αἰῶνα, ὡσαύτως ἔχων ὁ Τὶὸς ἰὸς ὡς φύσει Θεός.
They were enslaved, since he was not eager to show that they had become slaves of men, but of sin, which is also the most grievous slavery. Therefore he added, saying, "Everyone who commits sin is a slave of sin. The slave does not remain in the house forever," and the rest. Through these words he gently also undermines the things done through the law, hinting at former times. For lest they should run back to those things and say, "We have sacrifices, which Moses commanded; those can release us," for this reason he added these things, since what sequence did the words have? He shows here both his equal honor with the Father and the difference between slave and free. For the parable intends this. But why, when discoursing about sins, did he mention a house? Showing that just as in a house the master, so certainly he himself has authority. For "to remain" means this, just as again "does not remain" is instead "does not have authority to grant favors," inasmuch as he is not the householder; but the Son is the householder, therefore he says "remains forever." Of Cyril. For he will run into the outer darkness, but those deemed worthy of adoption will hear, "Come, you blessed of my Father," and the rest. Of Ammonius the Elder. The one who does not remain forever and is in the same state is always a slave by nature, and can free neither himself nor another. For all things are slaves of the Creator, but the Son remains forever, being in the same state as God by nature.
Καὶ πάλιν δὲ τὸ ὁμοούσιον δεικνὺς ἐπήγαγε λέγων, “ἐὰν οὖν ὁ “Υἱὸς ὐμᾶς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.” Ἁμα δὲ καὶ τοῦτο ἐμφαίνει, “διὰ τοῦτο ἐλεύθεροι ἔσεσθε,” ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής ἐστιν, ἀλλὰ μέχρι προσηγορίας μόνης, ὅθεν ταύτην μὲν καὶ ἄνθρωποι διδόασι, τὴν δὲ ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν μόνος ὁ Θεός. οἶδα γὰρ, φησὶν, ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητοῦ μένον, ἀλλ’ ἡ διὰ τῶν ἔργων πρὸς αὐτὸν οἰκείωσις. Ἀφεὶς τοίνυν πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο ὃ μετὰ χεῖρας ποιεῖν ἐβούλοντο, εἰς μέσον ἄγει λέγων, “ζητεῖτέ με ἀποκτείναι, ὅτι ὀ λόγος δ έμὸς οὐ χώρει ἐν ὕμιν. Εί γὰρ
καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλ’ εὐθέως πάλιν μετέθεντο. Τί δέ ἐστιν, ὅπερ φησὶν, “ὅτι ἐγὼ ὃ ἑώρακα παρὰ τῷ Πατρί μου, “λαλῶ,” καὶ τὰ ἑξῆς, ὥσπερ, φησὶν, ἐγὼ, καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς τὸν διάβολον ἀπὸ τῶν πραγμάτων. Ἀπολιναρίου. Ἑωρακέναι καὶ παρὰ τῷ Πατρὶ λέγων, ὀφθαλμῶν τινα ὅρασιν ἐδήλωσεν, ἀλλὰ γνῶσιν φυσικὴν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν, οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους καθίστασθαι. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι ὅτι ὁ Πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν, ἀποκρούεται αὐτοὺς λέγων, “εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε,” καὶ τὰ ἑξῆς. Συνεχῶς δὲ ἀπάγει αὐτοὺς τῆς πρὸς τὸν Ἀβραὰμ συγγενείας, ὥστε μὴ ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ’ ἐν τῇ κατὰ προαίρεσιν.
And again, demonstrating the consubstantiality, he added, saying, "If therefore the Son sets you free, you will be truly free." At the same time he also makes this clear: "For this reason you will be free," because this freedom is not true, but extends only to the name. Hence men also grant this, but freedom from sin only God grants. For I know, he says, that you are Abraham's seed, but this is not what is sought, but rather the kinship with him through works. Having therefore passed over all their manner of life to convict them, he brings into the open that which they wished to do with their hands, saying, "You seek to kill me, because my word does not find a place in you." For even if they believed in him, yet immediately they turned back again. But what is it that he says, "Because I speak what I have seen with my Father," and the rest, as if, he says, I both from my words and from the truth reveal the Father, so also you reveal the devil from your deeds. From Apollinaris. Saying that he has seen and with the Father, he indicated a certain sight of eyes, but a natural knowledge, since also when he says that they have seen with their father, he surely does not say they have seen with sight, but that by the wickedness dwelling in them they make themselves kin to the counsels of the wicked one. And since those men said that our father is Abraham, he repels them, saying, "If you were children of Abraham," and the rest. And continually he leads them away from kinship with Abraham, so that they should not have the hopes of salvation in him, nor in natural kinship, but in that which is according to choice.
Μέμνηται δὲ πάλιν τῆς φονικῆς αὐτῶν προαιρέσεως, λέγων, “ζητεῖτέ με ἀποκτεῖναι” καὶ τὰ ἑξῆς, ὅπως συνεχῶς ὀνειδιζόμενοι ἐντραπέντες διορθώσονται. Ποῖαν δὲ ἀλήθειαν λελάληκεν; ὅτι ἴσος ἐστὶ ἧ Πατρί. Διὰ γὰρ τοῦτο καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τὸ δὲ εἰπεῖν ὅτι “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε, καὶ τὰ ἑξῆς, δείκνυσιν αὐτοὺς ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλὰ μᾶλλον τοῦ διαβόλου. Διὰ τί εἰπόντων αὐτῶν “ἡμεῖς ἡμεῖς ἐκ “πορνείας πορνείας οὐκ ἐγεννήθημεν,” οὐκ ἐλέγχει αὐτοὺς, καὶ γὰρ ἦσαν ἐκ πορνείας αὐτῶν πολλοὶ γεγεννημένοι, διὰ τὸ μὴ προσηκούσας ἐπιμιξίας ποιήσασθαι; Διὰ τί οὖν οὐκ ἐλέγχει αὐτούς; διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καὶ ὥστε μὴ ἀναιδεστέρους γενέσθαι. Κυρίλλου. Ἐπειδὴ τῆς ἐξ Ἀβραὰμ συγγενείας ἔξω τιθεὶς αὐτοὺς, ἑτέρῳ προσνέμει πατρὶ, χαλεπαίνουσι σφόδρα, ἔκ τε πορνείας γεγενῆσθαι αὐτὸν λέγοντες, καὶ τὸν Θεὸν αὐτὸν Παέρα ἐπιγραφόμενοι, καὶ ταῦτα ‘Hσαίου ἀκούοντες τοῦ προφήτου λέγοντος πρὸς αὐτούς· “οὐαὶ τέκνα ἀποστάται, καὶ υἱοὺς ἐγέννησα “καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” Ἐπειδὴ δὲ περαιτέρω καυχήματος ἐξέρχονται λέγοντες, “ἕνα ἕνα “πατέρα πατέρα ἔχομεν τὸν Θεὸν,” τοῦτο δὲ ἔλεγον σεμνυνόμενοι ὡς τὸν
But he again recalls their murderous intent, saying, "You seek to kill me" and what follows, so that being continually reproached they might be ashamed and correct themselves. But what truth had he spoken? That he is equal to the Father. For this reason they were also seeking to kill him. But the statement that "Abraham did not do this," and what follows, shows them that they are not only not of Abraham, but rather of the devil. Why, when they said, "We were not born of fornication," does he not convict them, for many of them had been born of their own fornication, because they made unlawful unions? Why then does he not convict them? Because of his ineffable love for humanity, and so that they might not become more shameless. Of Cyril. Since, by placing them outside kinship from Abraham, he assigns them to another father, they are greatly angered, saying that he was born of fornication, and claiming God himself as their Father, and this though they heard the prophet Isaiah saying to them: "Woe to apostate children; I begot sons and exalted them, but they rejected me." But since they go further in their boasting, saying, "We have one father, God," and they said this exalting themselves as though the
Θεὸν ἐκδικοῦντες, δείκνυσιν αὐτοὺς μᾶλλον ἐναντιουμένους τῷ Θεῷ, ὅτι τὸν Υἱὸν αὐτοῦ ἐδίωκον, λέγει πρὸς αὐτοὺς, “εἰ ὁ Θεὸς πατὴρ “ὑμῶν ἦν, ἠγαπᾶτε ἃν ἐμὲ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ “ἣκω.” Τὸ δὲ “ἐξῆλθον” τὴν πρὸς ἡμᾶς αὐτοῦ ἄφιξιν δηλοῖ. Ἀμμωνίου πρεσβυτέρου. Εἰ ἠγαπᾶτέ με, τοῦτο σημεῖον ἦν ὅτι ἐκ Θεοῦ ἦτε. Ἡ γὰρ ἀγάπη εἰς υἱοθεσίαν ἄγει. Πῶς ὑμεῖς ἐν υἱοῖς δύνασθε ἀριθμεῖσθαι, οὐκ ἀγαπῶντες ἐμέ; τὸν μεταπλάττοντα εἰς ἰδίαν μορφὴν τὸν εἰς αὐτὸν πιστεύοντα, ὅτι Θεός ἐστι φύσει, καὶ Υἱὸς Θεοῦ· πλὴν ἐκεῖνοι ἀνεγκλήτως καλοῦσι πατέρα τὸν Θεὸν, οἱ εὐσεβῶς πολιτευόμενοι. Τὸ “ἐξῆλθον” τὴν ἐκ ἄρρητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ δὲ “ἥκω” τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός. Εὐδοκίᾳ, φησὶ, τοῦ Πατρὸς ἐσαρκώθην, καὶ ἦλθον ἐν τῷ κόσμῳ, διαλεχθησόμενος ὑμῖν τὰ παρὰ τοῦ Πατρός. “Οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε,” φησί. τοῦτο δὲ εἶπε τοὺς πονηροὺς αὐτῶν διαλογισμοὺς ἐκκαλύψαι βουλόμενος, ὅτι παρελογίζοντο ξένα τινὰ λέγειν αὐτὸν καὶ κενὰ, ὥσπερ τοῦ Θεοῦ ἥκειν. Διὰ τοῦτο καὶ ἐπάγει λέγων “τὴν “λαλιὰν τὴν ἐμὴν οὐ γιγνώσκετε, ὅτι οὐ δύνασθε ἀκούειν τὸν “λόυον τὸν ἐμόν.” τίνος ἕνεκεν; διὰ τὸ χαμαίζηλον τῆς διανοίας ὑμῶν φησι, καὶ τὸ πολὺ μεγάλα εἶναι τὰ ἐμά. Ἐνταῦθα δὲ τὸ “οὐ δύνασθε,” τὸ οὐ βούλεσθε ἐστί.
Vindicating God, he shows that they were rather opposing God, because they were persecuting his Son. He says to them, "If God were your Father, you would love me, for I came forth from God and have come."
But "I came forth" indicates his arrival to us. Of Ammonius the elder. If you loved me, this was a sign that you were from God. For love leads to adoption as sons. How can you be counted among sons, not loving me? The one who transforms into his own form the one who believes in him, because he is God by nature, and Son of God; except those who conduct themselves piously call God Father without reproach. "I came forth" signifies the ineffable and unbegun generation, while "I have come" signifies the entrance into this world with flesh. By the good pleasure, he says, of the Father I was made flesh, and I came into the world to speak to you the things from the Father. "For I have not come of myself, but he sent me," he says. He said this wishing to expose their wicked reasonings, that they were deceitfully claiming he was saying something strange and empty, as though he had come from God. Therefore he also adds, saying, "You do not know my speech, because you cannot hear my word." For what reason? Because of the earthbound nature of your mind, he says, and because my things are very great. But here "you cannot" means "you do not wish to.
Διὰ τι δὲ οὐκ ἐβούλοντο, ἐμφαίνει λέγων, “ὅτι ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου “θέλετε ποιεῖν.” καὶ οὐκ εἶπεν ἁπλῶς τὰ ἔργα, ἀλλὰ “τὰς “ἐπιθυμίας αὐτοῦ ποιεῖτε,” δεικνὺς ὅτι σφοδρῶς καὶ οὗτοι κἀκεῖνος τοῖς φόνοις χαίρουσι. Διὸ καὶ ἐπάγει, “ἐκεῖνος ἀνθρωποκτόνος ἢν ἀπ’ ἀρχῆς·” Οὐκ ἀφῆκε δὲ ἀμάρτυρον τὸν λόγον, ἀλλὰ τεκμηρίοις κατασκευάζει τὸν ἔλεγχον. Τὸ γὰρ χαίρειν τοῖς φόνοις, φησὶ, τῆς ἐκείνου κακίας ἐστὶ, “καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια “οὐκ ἔστιν ἐν αὐτῷ·” διότι ἐκεῖνος ἔτεκε τὸ ψεῦδος πρῶτος. τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς αὐτοῦ κατηγορεῖν καὶ λέγειν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν.
Ἀμμωνίου πρεσβυτέρου. Αὐτὸς πρῶτος ἔτεκε τὸ ψεῦδος, ἕτερα ἀνθ’ ἑτέρων εἰπὼν πρὸς τὴν Εὕαν. Θεοδώρου ἡρακλείασ. Ἀποστάτης γὰρ τῆς ἀληθείας ἐξ ἀρχῆς γενόμενος, διὰ ψεύδους τὰ πάντα συνέχεε, τοῦτο μὲν Θεὸν πρὸς ἀνθρώπους διαβαλὼν, τοῦτο δὲ ἀνθρώπους Θεῷ· οἷον Θεὸν μὲν πρὸς τὴν Εὕαν, ἀνθρώπους δὲ τῷ Θεῷ, τὸν Ἰὼβ, λέγων “μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν;“καὶ πάλιν, ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. Τί ἐστιν “ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ;” ἵτε ψεύστης ἐστίν. οἱ μὲν ἄνθρωποι, φησὶν, οὐχ οὕτως χρῶνται τῷ ψεύδει ὡς ἰδίῳ, ἀλλ’ ὡς ἀλλοτρίῳ, οὗτος δὲ ὡς ἰδίῳ, διό φησι, “καὶ “ὁ πατὴρ αὐτοῦ,” τοῦτ’ ἔστι τοῦ ψεύδους·
But why they were unwilling, he makes clear, saying, "Because you are from the father, the devil, and the desires of your father, the devil, you wish to do." And he did not say simply "the works," but "his desires you do," showing that both these men and that one vehemently rejoice in murders. Therefore he adds, "That one was a murderer from the beginning."
He did not leave the statement without witness, but establishes the proof by evidences. For to rejoice in murders, he says, is of that one's wickedness, "and he has not stood in the truth, because there is no truth in him"; since that one first brought forth falsehood. And he said this because of his continually accusing him and saying that he is not from God.
Of Ammonius the presbyter. He himself first brought forth falsehood, saying one thing in place of another to Eve. Of Theodore of Heraclea. For having become an apostate from the truth from the beginning, through falsehood he confounded all things, on the one hand slandering God to men, and on the other men to God; for instance, God to Eve, and men to God, saying of Job, "Does Job worship God for nothing?" And again, since you are enemies of the truth, for this reason you persecute me, since if it were not for this, state the charge. What is "when he speaks falsehood, he speaks from his own"? Inasmuch as he is a liar. Men, he says, do not use falsehood as their own, but as another's; but this one as his own. Therefore he says, "and his father," that is, of the falsehood.
αὐτὸς γὰρ πρῶτος ἔτεκε τὸ ψεῦδος, ὅτε ἔλεγεν, “ᾗ ἃν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς Θεοί.” Ὅπερ δέ φησιν, “ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ “μοι” τοῦτό ἐστιν, οὐδενὶ ἔχοντες ἐγκαλεῖν μοι, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. Διὸ καὶ ἐπήγαγε, τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ γὰρ μήτε αἰτιᾶσθαι ἔχετέ τι τῶν λεγομένων, μήτε ἁμάρτημά τι ἐν ἐμοὶ θεωρεῖτε, διὰ τί οὐ πιστεύετέ μοι; τοῦτο γὰρ σημαίνει ὅπερ εἶπεν, εἰ ἀλήθειαν λέγω, διὰ τι οὐ πιστεύετέ μοι; “Ὁ γὰρ ὣν,” φησὶν, “ἐκ τοῦ Θεοῦ, τὰ ῥήματα τοῦ Θεοῦ “ἀκούει· διὰ τοῦτο δὲ ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ “ ἐστέ. Ἀμμωνίου πρεσβυτέρου. τοὺς πιστοὺς ἐκ τοῦ Θεοῦ λέγει, οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβεῖν, καὶ οἰκειωθῆναι αὐτῷ ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας. Τὸ δὲ “ἀκούει” λέγει, οὐ τοῖς αἰσθητικοῖς ὠσὶν, ἀλλὰ ταῖς τῆς ψυχῆς συγκαταθέσεσιν. Δείκνυσιν ὅτι διὰ τοῦτο οὐκ ἐπίστευον αὐτῷ, ὅτι ὡς ἀντιθέῳ προσεῖχον, ἀλλ’ ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὀφείλοντες δὲ ἐπὶ τοῖς ῥηθεῖσι κατανυγῆναι, θαυμάσαι τὲ τὴν παρρησίαν, καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν, μᾶλλον καὶ ὑβρί- ζουσι, Σαμαρείτην αὐτὸν ἀποκαλοῦντες, δαιμόνιον ἔχοντα. Οὐδαμοῦ δὲ τοῦ Εὐαγγελιστοῦ ἔμπροσθεν εἰρηκότος, ὅτι Σα-
For he himself first brought forth the lie, when he said, "On whatever day you eat, you will be like gods." And what he says, "But because I tell the truth, you do not believe me," means this: having nothing to accuse me of, you wish to kill me. For since you are enemies of the truth, for this reason you persecute me; since if it were not for this, state the charge. Therefore he also added, "Which of you convicts me of sin?" For if you have nothing to accuse in what is said, nor observe any sin in me, why do you not believe me? For this is what he signified by what he said: if I tell the truth, why do you not believe me? "The one who is," he says, "from God hears the words of God; but for this reason you do not hear, because you are not from God." Of Ammonius the elder. He calls the faithful "from God," not by essence, but by receiving from him the pattern of piety, and being made his own through virtue and lawful conduct. And "hears," he says, not with the perceptive ears, but with the soul's assents. He shows that for this reason they did not believe him, because they attended to him as an adversary of God, but because they were strangers to God. And though they ought to have been pricked to compunction at what was said, and to have marveled at the boldness and the coherence of the words spoken, they rather even insult him, calling him a Samaritan, one having a demon. Now nowhere has the Evangelist said before that a Sa-
μαρείτην αὐτὸν ἐκάλεσαν, πῶς οὗτοί φασιν, “οὐ καλῶς ἐλέγομεν;” Δῆλον οὖν ὅτι πολλάκις εἶπον αὐτὸν τοῦτο· ὁ δὲ πρᾶος καὶ ἀνεξίκακος ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν, καὶ τὸν πολὺν αὐτῶν κατασπάσαι τῦφον καὶ παιδεῦσαι μὴ μεγαφρονεῖν ἐπὶ τῷ Ἀβραἀμ, σφοδρὸς ἦν, ἔνθα δὲ ὑβριζόμενον ἐνεγκεῖν ἔδει, πολλῇ πραότητι κέχρηται, παιδεύων ἡμᾶς τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἧμας παρορᾷν· Ἀμμωνίου πρεσβυτέρου. Σαμαρείτην ἐκάλουν τὸν Κύριον, ὡς διαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς καὶ λύοντα τὸ σάββατον. Οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς ἰουδαtζουσι. Τί ἐστιν, “έγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν; ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα ἀνδροφόνοις οὖσιν, ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ἀτιμάζετέ με. Ἐμφαίνων δὲ ὅτι ἐκείνῳ εὐθύνας ὀφείλουσι τῶν λεχθέντων, δι’ ὧν ταῦτα ἤκουεν, ἐπήγαγε λέγων· “ἐστὶν ὁ ζητῶν καὶ κρίνων.” Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμὴν, ἀλλ’ ὁ Πατὴρ ζητεῖ τὴν ἐμὴν δόξα καὶ τιμήν. Ἀμμωνίου πρεσβυτέρου. Τὸ δὲ, “ἐάν τις τὸν λόγον τὸν “ἐμὸν ἐμὸν τηρήσῃ,” καὶ τὰ ἑξῆς, οὐ τὴν πίστιν μόνον ἐνταῦθα δηλοῖ τὴν εἰς αὐτὸν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Ἄμα δὲ καὶ αἰνίττεται ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Διὸ καὶ αὐτοὶ τοῦτο συνιδόντες λέγουσιν αὐτῷ, νῦν ἐγνώκαμεν, ὅτι δαιμόνιον ἔχεις, καὶ τὰ ἑξῆς. Ὃ δὲ εἶπον, τοῦτό ἐστιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούσαντες ἀπέθανον, καὶ οἱ τὸν σὸν ἀκούοντες οὐκ ἀποθανοῦνται; θανοῦνται;
They called him a Samaritan. How then do they say, "Did we not speak rightly?" It is clear, therefore, that they had often said this of him. But he, being gentle and forbearing of evil, where it was necessary to teach them and to pull down their great pride and to instruct them not to boast in Abraham, was severe; but where it was necessary to endure being insulted, he exercised great gentleness, teaching us to avenge the things that pertain to God, but to overlook the things that pertain to ourselves. From Ammonius the presbyter. They called the Lord a Samaritan, as one who differed regarding the legal commandments and broke the Sabbath. For the Samaritans do not accurately follow Jewish customs. What is the meaning of "I do not seek my own glory"? He said these things, it says, showing that it was fitting for you to call God Father, though you are murderers, so that by the honor due to him you dishonor me. And indicating that they owe an account to him for the things said, through which he heard these things, he added, saying: "There is one who seeks and judges." Even if I, through humility, overlook my own honor, yet the Father seeks my glory and honor. From Ammonius the presbyter. And the phrase, "If anyone keeps my word," and what follows, signifies here not only the faith in him, but also the pure life. At the same time he also hints that they can do nothing to him. For if the one who keeps his word will not die, much more he himself. Therefore they too, perceiving this, say to him, "Now we know that you have a demon," and what follows. And what they said is this: those who heard the word of God died, and those who hear yours will not die? Will they not die?
“Μῆ γὰρ σὺ, φησὶ, μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;” Οὐ τὸν σαρκικὸν λέγει, ὃν ὑπομένομεν ἅπαντες, ἀλλ’ ὅτι ὡς Θεὸς οὐκ ἐλογίζετο τὸν θάνατον, ὃν ὡς Θεὸς εὐκόλως ἠδύνατο ἀνατρέψαι· θάνατον γὰρ ὧδε ὀνομάζει τὸ δι’ αἰῶνος κολάζεσθαι. Καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις. Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν, ὁ μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνήσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρηθεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ, οὐκ ἀποθνήσκει τῶ Θεῷ.
Κυρίλλου. Εἰ τοίνυν ἐγνώκασιν, οὐκ ᾔδεισαν πάλιν. Πῶς ἔλεγον δαιμονᾷν τὸν οὕτω κατεγνωσμένον, ὥσπερ οὖν ᾠήθησαν αὐτοί. ψεύστης οὖν ἄρα καὶ πάλαι πρότερον ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καί τοι διαλογισμῷ πληροφορηθέντες ἀναγκαίως ὡς οὐκ ἂν ὁ Σατανᾶς ἐκβάλοι τὸν Σατανᾶν· “πᾶσα γὰρ “βασιλεία,” φησὶν, ὁ Χριστὸς, “ μερισθεῖσα καθ’ ἑαυτὴν, ἐρημοῦται,” καὶ τὰ ἑξῆς. Τοῦ χρυσοστόμου. Ὦ τῆς κενοδοξίας, πάλιν ἐπὶ τὴν συγγένειαν αὐτοῦ καταφεύγουσι, καὶ τοι ἀκόλουθον ἦν εἰπεῖν, μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ, ὅτι οἱ ἀκούσαντες αὐτοῦ ἀπέθανον, οἱ δὲ πιστεύσαντες ἐπὶ σὲ οὐκ ἀποθανοῦνται; ἀλλὰ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον· καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψε περὶ ποίου λέγει θανάτου, τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρεῖττόν ἐστιν, ἵνα καὶ τοῦτο δυσωπήσῃ· μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησιν, ἡμῖν οὐκ ἔδει ἀποθανεῖν, οὐδὲν ἀδικήσαντα.
Are you greater than our father Abraham?" For he does not mean the fleshly death, which we all undergo, but that as God he did not reckon death, which as God he could easily overturn; for here he calls "death" the being punished forever. For life is also the unceasing enjoyment. He means the age to come, which is properly called "age," the one having no end, where no one dies any longer after the resurrection granted to all through Christ, where indeed the one given life, even if he dies, does not die to God.
Cyril. If, then, they had known, they did not know again. How did they say that the one so condemned was demon-possessed, as they themselves supposed? The impious people of the Jews was therefore a liar even long before, although they had been necessarily convinced by reasoning that Satan would not cast out Satan; for "every kingdom," says Christ, "divided against itself is laid waste," and the rest. Chrysostom. O vainglory! Again they flee to his lineage, although it would have been consistent to say, "Are you greater than God, that those who heard him died, but those who believe in you will not die?" But they say this because they also considered him to be less than Abraham; and concerning death he did not discuss anything with them, nor did he reveal of what sort of death he was speaking, but for the present he persuades them that he is greater than Abraham, in order that he might put them to shame by this too; for especially, he says, even if it were some ordinary person, it was not right for us to die, since he had done nothing wrong.
Ὅταν δὲ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα νητα πονεῖτε ἐπιχειροῦντες ἀνελεῖν; Τὸ δὲ “τίνα ποιεῖς σεαυτὸν σύ;“ὑβριστικῶς καὶ τοῦτο εὶπον, ὡσανεὶ ἔλεγον, σὺ χαρίζῃ σεαυτῷ. Διὸ καὶ ὁ Χριστὸς πρὸς τοῦτό φησιν, “ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.” τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν, ὥσπερ καὶ τὸ “ἡ μαρτυρία “μου οὐκ ἔστιν ἀληθής.” Δεικνὺς δὲ ὅτι οὐ μόνον αὐτὸν Πατέρα οὐκ ἴσασιν, ἀλλ’ οὐδὲ Θεὸν, ἐπήγαγε λέγων, “ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτὸν, ἐγὼ δὲ ὄιδα “αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ,” ὅπερ μεγίστη ἀπόδειξις ἦν, τὸ παρ’ ἐκείνου ἀπεστάλθαι, τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς. Κυρίλλου. Ὁ γὰρ ἐκ τοῦ ὄντος Πατρὸς ἀρρήτως γεγενημένος Υἱὸς ἐπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, καὶ τὸ τοῦ τεκόντος ἀξίωμα. Ἀμμωνίου πρεσβυτέρου. Μόνος γὰρ ὁ Υἱὸς οῖδε φυσικῶς καὶ γνωστικῶς τὸν Πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. Τὸ εἰπεῖν, “οἶδα αὐτὸν,” οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι,
When I speak the truth, and have no sin, and have been sent from God, and am greater than Abraham, how is it that you are not mad and labor unprofitably, attempting to destroy? And the phrase "Who do you make yourself to be?" they said this too insultingly, as if to say, you are bestowing this on yourself. Therefore Christ also says to this, "If I glorify myself, my glory is nothing." But he said this in response to their suspicion, just as also "my testimony is not true."
Showing that they do not know him as Father, nor even as God, he added, saying, "My Father who glorifies me, whom you say is your God, and you do not know him, but I know him, and I keep his word," which was the greatest proof, that he had been sent from him, that he keeps his commandments. Of Cyril. For the Son, who was begotten ineffably from the Father who is, surely possesses the property of the one who begot him, and the dignity of the one who fathered him. Of Ammonius the elder. For the Son alone knows the Father naturally and cognitively, or rather the Trinity knows itself. To say, "I know him," is not boasting, but to say that one does not know,
ψεῦδος. ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι, ψεύδεσθε. Τὸ δὲ εἰπεῖν, “ἀλλ’ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ πληρῶ,” δείκνυσι τοὺς Ἰουδαίους τὸ μήτε εἰδέναι τὸν Θεὸν, μήτε μὴν ἀνέχεσθαι τῶν παρ’ αὐτοῦ λόγων, διὰ τὸ μὴ δέχεσθαι τὸν δι’ αὐτοῦ κεκη- ρυγμένον. Καὶ πάλιν οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν γεγενημένος, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, ὅλον ἔχων ἐν ἑαυτῷ σωζόμενον τῆς οὐσίας αὐτοῦ τὸν ὅρον. Δῆλοί γὰρ ὁ λόγος καὶ τὸν ὅρον, οὐχ ὅτι ὅρῳ ἐστὶ περιλαβεῖν τοὺς ἀνθρώπους τὸν Θεὸν, ἀλλ’ ὅτι οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ τι κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰν ὁ πατὴρ “ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς; Ημέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ- χεται· Ἀμμωνίου. Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Κυρίλλου. Ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρὸν, περὶ ἧς ψάλλων φησὶν, “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλια- “ σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.” Ἐπειδὴ δὲ ἐγγὺς τῶν πεντήκοντα ἐτῶν ἐνόμιζον εἶναι τὸν Χριστον λοιπὸν, ὄντα πέρι που τριακοντα τριῶν, εἶπαν, “πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” Σευήρου ἀρκιεπισκόπου Ἀντιοκείασ. “Πεντήκοντα ἔτη “οὔπω οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;“Τί γὰρ ἐκώλυε τεσσαράκουτα εἰπεῖν, Χριστοῦ τὴν κατὰ σάρκα ἡλικίαν νεάζοντος, εἰ καὶ καθὸ Θεὸς ἄχρονος ἦν;
falsehood. For you, saying that you know him, are lying. But the statement, "But I know him, and I keep his word," shows that the Jews neither know God nor indeed tolerate his words, because they do not receive the one proclaimed through him. And again the Son knows the Father, as having come from him by nature, and he keeps his word, having wholly preserved in himself the definition of his essence. For the word makes clear also the definition—not that it is possible for humans to encompass God by a definition, but that the Son knows his own Father, and that the one who begot him is something by nature. What is it that he said, "that Abraham your father rejoiced that he might see my day," and what follows? Here he calls "day" the day of the cross, which he prefigured in the offering of Isaac; and he praises Abraham as having rejoiced because of the cross, wishing to show that he does not come to his passion unwillingly. From Ammonius. He shows that they are in this respect inferior to Abraham, since in the things in which that man rejoiced, these grieve. From Cyril. He calls "day" the time of his visitation, concerning which, singing in the psalms, he says, "This is the day which the Lord has made; let us rejoice and be glad in it."
But since they supposed that Christ was now near fifty years old, while he was somewhere around thirty-three, they said, "You do not yet have fifty years, and you have seen Abraham?"
From Severus, archbishop of Antioch. "You do not yet have fifty years, and you have seen Abraham?" For what prevented them from saying forty, since Christ's age according to the flesh was young, even if as God he was timeless?
τριακονταέτης γὰρ ὑπάρχων ἦλθεν ἐπὶ τὸ βάπτισμα. Ἠδύναντο δὲ καὶ πρὸς τὸ ἀρχαῖον τοῦ Ἀβραὰμ ἀποβλέποντες λέγειν, μὴ πεντακόσια ἔτη ἔχεις ἣ χίλια, εἰ τύχοι, ὅτι Ἀβραὰμ ἑώρακας; τοῦτο γὰρ μάλιστα διασυρόντων ἦν, ἀλλὰ τῶν πεντήκοντα ἐτῶν ἐμνήσθησαν, διὰ τὸ τὴν ἑβδομάδα τιμίαν ὑπάρχειν τοῖς υἱοῖς Ἰσραήλ. Διὰ τι δὲ μὴ εἶπεν, ἤμην, ἀλλ’ “εἰμὶ πρὶν Ἀβραὰμ γενέ- “σθαι;“ Ἐπειδὴ ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ
λέξει “ἐγώ εἰμι,” οὕτως αὐτὸς, καὶ γὰρ τοῦ διηνεκῶς εἶναι τυγχάνει σημαντικὴ, παντὸς ἀπηλλαγμένη χρόνου. Διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα· “ῃτραν” γὰρ, φησὶ, “λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτὸν,” οὕτως ἕτοιμοι πρὸς φόνους ἤσαν, καὶ δι’ ἑαυτῶν ταύτα ἔπραττον. ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ἐπὶ τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέ- σθαι, ὅτι ὁ γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ αὐτοῦ τὸ εἰμὶ, ὡς ἀίδιος καὶ κρείττων φθορᾶς. Τὸ δὲ “ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ” ἀνθρωπίνως πάλιν ποιεῖ, ἱκανὴν διδασκαλίαν παραθέμενος, καὶ τὰ αὐτοῦ πάντα πλη- ῥώσας· ΘΕΟΔΩΡΟΥ ἨΡΑΚΛΕÍΑΣ. Πῶς ἐκρύβη; οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ ἑαυτὸν περιστείλας, οὐδ’ εἰς οἰκίσκον, ὡς ἄν τις οἰηθείη καταφυγὼν, οὐδὲ μὴν ὀπίσω τοίχου ἣ στύλου περικάμψας, ἀλλ’ ἐξουσίᾳ θεϊκῇ ἀόρατον αὐτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας, διὰ μέσου αὐτῶν, μὴ ὁρώμενος ἐξῆλθε, καὶ παρῆγεν οὕτως.
For he came to baptism being thirty years old. But they could also, looking to the ancient time of Abraham, have said, "You do not have five hundred years, or a thousand, if it happened, that you have seen Abraham?" For this would have been especially the part of those mocking, but they mentioned the fifty years, because the week is precious to the sons of Israel. But why did he not say, "I was," but "I am before Abraham came to be"? Because just as his Father has used this expression, "I am," so he himself also does, for it is significant of continuous being, free from all time. Therefore the saying also seemed blasphemous to them; for, it says, "They took up stones to throw at him," so ready were they for murders, and they did these things by themselves. Of Ammonius the Elder. In the case of Abraham he put "to come to be," because what has come to be is also corrupted, but in his own case "I am," as being eternal and superior to corruption. But "he hid and went out of the temple" he again does in a human manner, having set forth sufficient teaching, and having fulfilled all his own things. Of Theodore of Heraclea. How did he hide? Not having wrapped himself in a corner of the temple, nor having fled into a little house, as one might suppose, nor indeed having turned aside behind a wall or a pillar, but having by divine authority made himself invisible to those plotting against him, he went out through the midst of them, not being seen, and so passed by.
ΚΕΦ. Ι.
Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. Διὰ τι θεραπεύει τότε εὐθέως τὸν τυφλὸν ἐκ τοῦ ἱεροῦ ἐξελθών; ἴνα σὺν τῆ ἀπουσίᾳ καὶ ὴ του σημείου εργασια τὸ σκληρὸν ἀυτῶν καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν. Εἶπον γὰρ αὐτῷ, φησὶ, “τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ “ἵνα τυφλὸς γεννηθῇ;“ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτογν τῶν αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε, “ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” τοῦτο ἐννοήσαντες οὗτοι, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἃν εἴποις, αὐτὸς ἥμαρτεν ; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς
CHAPTER 10.
Concerning the man blind from birth. Why does he heal the blind man then immediately after coming out of the temple? So that by his absence and the working of the sign he might soften their hardness and disobedience, and at the same time wishing to confirm what he himself had said. For that he came deliberately to this work is clear from that fact. For he looked at him so intently that from this the disciples were led to the question. For they said to him, it says, "Who sinned, this man or his parents, that he was born blind?" But the question is mistaken. For how could this man have sinned before being born? And how, if his parents had sinned, was he himself punished? From where then did they come to this question? From the paralytic. For since while healing him he said, "See, you have become well; sin no more," these men, reflecting on this—that that man was paralyzed on account of sin—say: Granted, that man was paralyzed on account of sins; concerning this man, what would you say—did he himself sin? But it is not possible to say so, for he is blind from birth. But his parents—
αὐτοῦ ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες τοῦτο ἔλεγον, ὅσον διαποροῦντες. Διὸ αὐτός φησιν, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·” οὐχ ἁμαρτημάτων δὲ αὐτοὺς ἀπαλλάττων τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς οὔτε οὔτε οὕτος οὔτε γονεῖς αὐτοῦ ἥμαρτον, ἀλλ’ έπήγαγεν, ἵνα τυφλὸς γεννηθῇ. Ἥμαρτον μὲν γὰρ ἴσως οἱ γονεῖς αὐτοῦ, καὶ οὗτος μετὰ ταῦτα, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις. ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αὐτῶν, οἷον διὰ τὰς τῶν γονέων ἁμαρτίας, οὐδὲ γὰρ ἔνι ἁμαρτόντας ἑτέρους ἄλλους κολάζεσθαι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· καὶ ὁ Μώσης δέ φησιν, “οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ “τέκνου.” Εἰ δὲ λέγοι τις, πῶς οὖν εἴρηται “ἀποδιδοὺς πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν;“ἐκεῖνο ἃν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἔπι τινων εἴρηται, τῶν ἐξ Αἰγύπτου ἐξελθόντων· ἐπεὶ καὶ αὐτοὶ τῶν γονέων γεγόνασι χείρους. Τὸ δὲ “ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,” περὶ αὐτοῦ λέγει, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ὅτι γὰρ περὶ αὐτοῦ τοῦτό φησι, δῆλον ἐκ τῆς ἐπαγωγῆς, ἐμὲ γὰρ, φησὶ, δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός “με,” τουτέστι, δεῖ με φανερῶσαι ἐμαυτὸν καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντι, οὐ τοιαῦτα, ἀλλ’ αὐτὰ, ὃ σημεῖόν ἐστι ἀπαραλλαξίας, καὶ ὅπερ οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τὸ δὲ, ἕως ἡμέρα ἐστὶ, τοῦτο δηλοῖ, ἕως ὁ βίος οὕτος ένέστηκεν, ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ.
of him? But neither is this the case; for a child does not pay the penalty on behalf of a father. So it was not so much as a question that they said this, as in perplexity. Therefore he says, "Neither did this man sin, nor his parents"; yet he does not say this to acquit them of sins. For it is not simply that neither this man nor his parents sinned, but he added, "that he might be born blind." For perhaps his parents sinned, and this man afterward, but the blindness was not from that. He said these things, not showing that this man was not so, but that others were blinded from these same things, such as through the sins of their parents—for it is not possible that others who have sinned should be punished for others. For through Ezekiel he abolishes this supposition; and Moses also says, "A father shall not die for a child." But if someone should say, How then is it said, "rendering the sins of the fathers upon the children, to the third and fourth generation"? We would say that the statement is not universal, but was spoken concerning certain ones, those who came out of Egypt; since they also became worse than their parents. But "that the works of God might be revealed in him," he says concerning himself, not concerning the Father. For his glory was manifest. That he says this concerning himself is clear from what follows: "I," he says, "must work the works of him who sent me," that is, I must reveal myself and do the things that are able to show me doing the same things as the Father does—not such things, but the same—which is a sign of exactness, and is said of things not differing even slightly. And "while it is day" means this: while this present life stands, it is possible for men to believe in me.
Τὸ γὰρ ”ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι,” περὶ τοῦ μέλλοντος λέγει καιροῦ· νύκτα δὲ αὐτὸν καλεῖ διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. οὐδεὶς γὰρ τότε ἁμαρτίας ἐργάσασθαι δύναται, ὥσπερ οὐδὲ ἐν τῷ σκότει τῆς νυκτὸς ἔργον. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἡμέραν δὲ ἐκεῖνον· καὶ γὰρ φησὶν ”ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα “ ἤγγικε;” οὐκ ἐναντιούμενος τῷ Χριστῷ. Νύκτα γὰρ τὸν παρόντα βίον καλεῖ, ἣ διὰ τὸ παραβαλεῖν αὐτὸν τῇ ἡμέρᾳ
ἐκείνη, ἣ διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστία. Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν, ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς, καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ. αῦτά,” φησιν, εἰπὼν ὁ Ἰησοῦς, ποῖα ταῦτα;“ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “ πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Ἀμμωνίου Πρεσβυτέρου. “Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησε “πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ ἀδάμ.
For the saying "Night comes, when no one can work" refers to the future time; and he calls it night because of its inactivity in sins. For no one can then work sins, just as no work can be done in the darkness of night. Why then did Paul call the present life night, and that one day? For he says, "The night is far spent, and the day is at hand" — not contradicting Christ. For he calls the present life night, either because it is compared to that day, or because those who spend their time in wickedness and unbelief are in darkness. He called himself the light of the world, as enlightening the souls of the faithful, and because he was about to open the eyes of the man blind from birth. "These things," he says, having spoken Jesus — what sort of things are these? "That the glory of God might be revealed, because I must work the works of him who sent me." For the Evangelist did not remind us of what was said without purpose, but to show that he confirmed the word through the works. Of Ammonius the Presbyter. "He spat on the ground and made clay from the spittle, and anointed the clay on the eyes of the blind man," wishing to show through the clay that he is the one who also formed Adam from clay. For to say, "I am the one who did this," seemed to be a mere assertion to the hearers. But by demonstrating this through the work, he no longer merely asserted it; for this reason he did not create the eyes in a simple way, but in that manner, and he did not merely form them, nor merely open them, but also granted the ability to see; which is a proof that he also breathed the soul into Adam.
Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ. Οὐ κέχρηται δὲ ὕδατι, ἀλλὰ πτύσματι εἰς τὸν πηλὸν, ἐπειδὴ ἔμελλε πέμπειν αὐτὸν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μὴ τῇ πηγῇ ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν ὅτι ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦτο “ἔπτυσε χαμαὶ, καὶ ἐκ τοῦ πτύσματος ”ἐποίησε πηλόν. Οὐκ ἀνέβλεψε δὲ εὐθέως, ἀλλ’ ἐκέλευσε νίψασθαι, ἵνα μὴ τῆς πηγῆς εἶναι δόξῃ τὸ κατόρθωμα. Πέμπει δὲ αὐτὸν εἰς τὸν Σιλωὰμ, πρῶτον μὲν, ἵνα γνῶμεν τοῦ τυφλοῦ τὴν πίστιν· οὐ γὰρ εἶπεν, εἰ ὅλος ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τι μοι χρεία τοῦ ΣΙλωὰμ, ἢ τοῦ νίψασθαι ; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν·
τῷ γὰρ παραδόξῳ πάντας ἃν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε ἰδόντας αὐτὸν, τούς τε ἀγνοοῦντας. Ἐπειδὴ γὰρ οὐκ ἔστιν εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ πρότερον γενέσθαι μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα μηκέτι ἔχωσιν ἀμφιβάλλειν. Προστίθησι δὲ ὁ Εὐαγγελιστὴς τοῦ Σιλωὰμ τὴν ἑρμηνείαν, ”ὅ ὁ ἐστιν ἀπεσταλμένον,” δεῖξαι θέλων ὅτι Σιλωὰμ πνευματικὸς ἦν ὁ Χριστός. Καὶ γὰρ τὸ ἀθρόον τῆς τοῦ ὕδατος ἐκείνου παρονσίας, μυστήριον ἀπόρρητον ἐμφαίνει, τὸ ἀπροσδόκητον λέγω δὴ τῆς τοῦ Χριστοῦ ἐπιφανείας, καὶ παρὰ πᾶσαν ἐλπίδα γενόμενον.
For when that [light] is not active, the eye, even if it is perfectly formed, could never see. And he did not use water, but spittle, for the clay, since he was about to send him to Siloam. So that the miracle might not be attributed to the spring, but that we might learn that the power which came forth from his mouth itself both formed and opened his eyes, for this reason "he spat on the ground, and from the spittle" he made clay. And he did not receive his sight immediately, but commanded him to wash, so that the accomplishment might not seem to be from the spring. And he sends him to Siloam, first, so that we might know the faith of the blind man; for he did not say, "If the whole clay and the spittle that provides me eyes are [enough], what need have I of Siloam, or of washing?" But he was persuaded by the one commanding; and secondly, so that the obstinacy of the Jews might be silenced, for it was likely that everyone saw him going away with the clay on his eyes; for by the paradox he would have turned everyone toward himself, both those who saw him and those who did not know him. For since it is not easy to recognize a blind man who has received his sight, he first makes many become witnesses through the long journey, and accurate spectators of the paradoxical sight, so that they might no longer be able to doubt. And the Evangelist adds the interpretation of Siloam, "which is translated Sent," wishing to show that the spiritual Siloam was Christ. For indeed the suddenness of the presence of that water reveals a hidden mystery—I mean the unexpectedness of the appearance of Christ, and that which came to be beyond all hope.
Διὰ τι οἱ γείτονες αὐτοῦ καὶ οἱ λοιποὶ ἀμφέβαλλον περὶ αὐτοῦ, τοῦ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ προσαιτῶν ; διὰ τὸ παράδοξον τοῦ γενομένου θαύματος ἀπιστοῦντες, καὶ τοι γε τοσούτων οἰκονομηθέντων, ὥστε μὴ ἀπιστῆσαι τινα. Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.” τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων. Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ, ὅπερ δὲ ἐγίγνωσκε, μετὰ ἀληθείας εἶπεν. Ὅτι μὲν γὰρ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἁφῆς· ὅτι δὲ πτύσματι τὸν πηλὸν ἐποίησεν, οὐκ οἶδε.. Ὅπερ δὲ καὶ διὰ τῆς ἀκοῆς ἤκουσεν, ἐμαρτύρησε λέγων, ὅτι “εἰπέ μοι, “ὕπαγε, νίψαι, καὶ τὰ ἑξῆς. Πόθεν δὲ αὐτοῦ ἐπέγνω τὴν φωνήν ; ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως, ὅτι περὶ αὐτοῦ ἐκεῖνοι ἐρωτήσαντες, αὐτὸς ἀποκριθεὶς διελέγετο αὐτοῖς, ὡς προγέγραπται. Ἐπειδὴ δὲ θεραπεύων εὐθέως ἀνεχώρει, τοῦτο δὲ διὰ τὸ ἀκόμπαστον ἐποίει· ἐρωτηθεὶς ὁ ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἰπεν, οὐκ ὄιδα. Ἀγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφοδροτέρως αὐτὸν ἐρωτηθῆναι. a λέγων Cod.
Why did his neighbors and the others doubt concerning him, that he was not himself the beggar? Because of the paradoxical nature of the miracle that had occurred, they disbelieved, even though so many things had been arranged so that no one should disbelieve. And the Evangelist notes not simply that he was a beggar, but to show the ineffable nature of Christ's love for humanity—how far he descended, healing beggars with great kindness. But that man, not ashamed of his former blindness nor fearing the anger of the people, said, "I am he." And he did this proclaiming his benefactor. He calls him a man, since he did not yet know anything great about him, but what he did know, he spoke with truth. For that he smeared his eyes, he learned through the senses and touch; but that he made the clay with spittle, he does not know. And what he also heard through hearing, he testified saying, "He told me, 'Go, wash,' and the rest." And from where did he recognize his voice? From the conversation with the disciples, because when they asked about him, he answered and conversed with them, as has been written before. But since when healing he immediately withdrew, and he did this because of his unassuming nature; the once-blind man, when asked about him, where he is, here too speaking truthfully said, "I do not know." And they bring him to the chief priests because he was questioned more vehemently.
Ἐπισημαίνεται δὲ ὁ Εὐαγγελιστὴς ὅτι σάββατον ἢν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, ὡς παράβασιν τοῦ νόμου γνωρίζονται τὴν εἰς τὸν τυφλὸν γενομένην θεραπείαν. τίνος ἕνεκεν ἐρωτῶντες τὸν ποτὲ τυφλὸν οὐκ εἶπον, πῶς ἀνέβλεψας; ἀλλὰ πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς ; διδόντες αὐτῷ πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προακηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπισημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλονότι οἱ ἰταμώτεροι, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἐξῆς. Ἄλλοι γάρ’ φησὶν, ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ;“Ὅθεν φανερόν ἐστιν, ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ απαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, πῶς δύ- νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.” Σχίσμα δὲ ἦν,” φησὶν, “ἐν αὐτοῖς·” τοῦτο τὸ σχίσμα πρῶτον μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἄλλ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἃν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς.
The Evangelist notes that it was the Sabbath, in order to expose their wicked intent, since they regard the healing performed on the blind man as a transgression of the law. For what reason, when questioning the man who had once been blind, did they not say, "How did you receive your sight?" but rather, "How did he open your eyes?" — giving him an occasion to be taken hold of for his work; but he, as though they had heard beforehand, speaks more concisely. For he neither said his name, nor what he had spoken to him, but only that "he put clay on my eyes, and I washed, and I see." And in the Evangelist's noting that "some of the Pharisees were saying," he shows that not all were saying this, but some — clearly the more audacious — that "this man is not from God," and the rest. For others, he says, were saying, "How can a man who is a sinner perform such signs?" Hence it is evident that they were led up from the signs, but the rulers, being conspicuous, spoke more boldly than the common people; for the one group was possessed by love of power, the others by cowardice and lack of rule, which is why Christ also said, "How can you believe, receiving glory from men?" And "there was a division," he says, "among them"; this division began first among the people, then later also among the rulers. But even if they were divided, they displayed nothing noble; for if they had been completely divided, they would quickly have come to know the truth; for it is possible to be divided well.
Διὸ καὶ αὐτὸς ἔλεγεν, ”οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.” τίνες εἰσὶν οἱ εἰπόντες τῷ τυφλῷ,” σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς ” οἱ σχισθέντες ἀπὸ τῶν εἰπόντων ὅτι οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μᾶλλον εἰρηκότες ὅτι ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται σημεῖα τοιαῦτα ποιεῖν. Καὶ γὰρ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τίθησι μὴ εἰπόντες, ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς. τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς ὅτι ὅτι προφήτης ἐστί.
Ἀμμωνίου Πρεσβυτέρου. Ἐξ ἄκρας ἀσεβείας προετίμων τῆς θείας αὐτοῦ δυνάμεως, καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ. Χριστὸς μὲν ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λούοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν, καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται. Απολιναρίου. τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασι δίκην, καὶ σκοτῶσαι τὸν λογισμόν. Καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ πηλὸν ἐποίησε κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένον τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους.
Therefore he himself also said, "I did not come to cast peace upon the earth, but a sword." Who are those who said to the blind man, "What do you say about him, that he opened your eyes?" They are those who were split off from those who said, "This man is not from God," and who rather said, "A sinful man cannot perform such signs." For now he places the defense instead of the accusation—not that he said, "He touched the Sabbath," but that "he opened your eyes." And they said this, wishing for the time being to silence those men through him. For lest they should seem themselves to be advocating for the one who had received the proof of his power, they bring him into the middle and question him. Therefore he also, answering with good judgment, said that he is a prophet.
Of Ammonius the Presbyter. From extreme impiety they preferred this to his divine power, and blaspheming they said, "This man is not from God." Christ, having on one Sabbath anointed the clay with a finger, is accused, while they, washing animals with the whole hand and leading them away to watering, and pulling up sheep that have fallen into a pit, are not denounced. Of Apollinarius. So great is the power of a preconceived doctrine, or a disposition toward something, to pass over the right judgment in matters and to darken the reasoning. And that he made the blind man see on the Sabbath, they do not consider, but that he made clay they judge, the Lord deliberately working his own works on this day many times, in order that, as the Apostle says, he might free men from the slavery under the elements.
Ἐκεῖνοι δὲ βουλόμενοι τρόποις διαφόροις τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν, διὰ τοῦτο ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Ἐπειδὴ γὰρ τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα. Ἔστησαν δὲ αὐτοὺς εἰς τὸ μέσον, ὅπως εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλωσιν, ὅθεν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἰπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς οὓς εὔκαιρον εἰπεῖν, ὦτ’ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἃν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός; Δύο δὲ τούτοις εἰς ἄρνησιν αὐτοὺς ἐπάγειν ἐπιχειροῦσι, τό τε εἰπεῖν, ὃν ὑμεῖς λέγετε,” καὶ τὸ εἰπεῖν, πῶς οὖν ἄρτι “βλέπει;” τριῶν ἐρωτήσεων πρὸς τοὺς γονεῖς τοῦ ποτὲ τυφλοῦ γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς αὐτοῦ φασιν, αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ
But those who wished by various means to obscure and destroy the miracle, for this reason summoned his parents. For since they were unable to strike the healed man with amazement, but saw him proclaiming his benefactor with all truth, they expected to wound the miracle through his parents. And they set them in the midst, so that they might throw them into a contest, whence also with much vehemence and anger they bring the question, and this too with malice. For they did not say, "This is your son who was once blind," but, "whom you say was born blind," almost saying, "whom you made blind, and have given the report everywhere." To whom it is fitting to say, "O vile and utterly vile ones, and what father would choose to falsely testify such things about his child?" But they attempt to lead them into denial by two things: both by saying, "whom you say," and by saying, "how then does he now see?" Since three questions were put to the parents of the once blind man—whether he was their son, whether he was blind, and how he regained his sight—they confess only the two, and do not add the third, and this too happened for the sake of truth, so that no other but the one who had been healed, who is also worthy of belief, might confess these things, just as his parents also say, "Ask him; he is of age; he will speak about himself.
“λαλήσει.” οὐδὲ γάρ ἐστιν, φησὶν, παιδίον, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανός ἐστιν ἑαυτῷ μαρτυρῆσαι. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ Εὐαγγελιστὴς, δι’ ἣν ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφο- βοῦντο,” φησὶ, καὶ τὰ ἑξῆς. Απολιναρίου. Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο- μένην. Ἐφώνησαν οὖν αὐτὸν ἐκ δευτέρου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὡμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. ὅτι δὲ λέγουσιν, ὅτι ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἔστι,” πῶς οὐκ ἤλεγξαν αὐτὸν, ὅτε ἔλεγε, “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;“ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶ’ δᾶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὣν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι ; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;“διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν ;“ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους τοὺς τὸ ψεῦδος προτιμῶντας.
he will speak." For he is not, it says, a child, nor is he incomplete, but he is capable of testifying on his own behalf. And the Evangelist also states the reason why his parents said these things, that they "were afraid," it says, and the rest. From Apollinaris. Not finding the denial they wanted from the man who had been healed, they seek it from his parents, and they hope that they, having been thrown into confusion, will become their collaborators by denying that the one who had been born blind is not this man who now sees. But the Evangelist says that they did not even believe. For faith does not take up residence in a contentious soul, nor in one arrayed against the power of God. "So they summoned him a second time," and the rest, that is, confess that this man did nothing. But as for what they say, that "we know that this man is a sinner," how did they not convict him when he said, "Which of you convicts me of sin?" And what the once-blind man said, "whether he is a sinner, I do not know," this makes clear that he says, I make no declaration about that now; that one thing, however, I know clearly, that if he were a sinner, he would not have performed such signs. Since, therefore, those men were unable to conceal the miracle that had occurred, they again busy themselves with the manner of the healing, saying, "What did he do to you? How did he open your eyes?" Therefore he too no longer speaks in a subdued way, but he himself presses on and says, I told you once, and you did not "listen; why do you want to hear again?" See how the truth gives a man of low estate boldness to speak before scribes and Pharisees who prefer falsehood.
Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι. ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε “αὐτοῦ γενέσθαι;“κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἰ
“ἐκείνου, ἡμεῖς δὲ τοῦ Μώσεως ἐσμὲν μαθηταί.” Φαίνονται δὲ καὶ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ὑπῆρχον τοῦ Μώσεως, καὶ τοῦ Χριστοῦ ἃν ἐγένοντο, καθὼς αὐτὸς ἔλεγεν αὐτοῖς, “εἰ ἐπι- “στεύετε Μώσῃ, ἐπιστεύετε ἃν ἐμοί. Οὐκ εἶπαν δὲ ὅτι ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι “ ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ λελάληκεν “Θεὸς,” καὶ τὰ ἑξῆς, τῶν προγόνων πάντως ἀπαγγειλάντων· καὶ μὴν ἀξιοπιστότερος ἦν, ὁ διὰ τῶν σημείων ἑαυτὸν πιστούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνω φθέγγεται. Διὸ καὶ ἁρμοδίως ἀνταποκρίνεται αὐτοῖς ὁ ποτὲ τυφλὸς, λέγων, “ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων πη ὑμῖν ὣν, οὐδὲ τῶν δεδοξασμένων τοιαῦτα δύναται, ὡς εἶναι δῆλον πάντοθεν, ὅτι Θεός ἐστιν, οὐδὲ μιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος·
For what he says is of this sort: since you do not attend to the things being said, I will no longer speak, nor will I answer you who trouble me continually in vain, and who do not wish to hear for the sake of learning, but for the sake of attacking the things being said. Therefore, wishing to strike them more sharply, he says that very thing which he knew would wound them: "Do you also wish to become his?"—gently mocking and ridiculing them, which was the mark of a soul full of boldness and looking down on their madness. And the phrase "Do you also" is the mark of one showing himself to be his disciple. But they, reviling him, said, "You are a disciple of that man, but we are disciples of Moses." Yet in this too they are shown to be lying. For if they had belonged to Moses, they would also have belonged to Christ, just as he himself said to them, "If you believed Moses, you would believe in me." But they did not say, "We have heard," but rather, "We know that God has spoken to Moses," and the rest, since their forefathers had certainly reported it. And yet he was more worthy of belief, the one who confirmed himself through signs, that he had come from God and that he spoke things from above. Therefore the man who was once blind also answers them fittingly, saying, "For in this is the marvelous thing, that you do not know where he is from," and the rest, all but saying that a man who is not one of those notable among you, nor one of those held in glory, cannot do such things, so that it is clear from every side that it is God, needing no human assistance.
καὶ ἐπειδὴ προλαβόντες εἶπόν τινες ἐξ αὐτῶν, “πῶς δύναται ἄν- “θρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν ;“λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Φησὶ γὰρ, οἴ δάμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ εἰδὼς ὅτι οὐκ ἔστιν ἁμαρτωλὸς, οὐ μόνον τῶν ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα ἐν τῷ εἰπεῖν, “ἀλλ᾿ ἐάν τις “θεοσεβὴς ἦ, καὶ τὸ θέλημα αὐτοῦ ποιεῖ.” Διὰ τί πάλιν τοῦ σημείου μέμνηται λέγων, “ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ “τις ὀφθαλμοὺς τυφλοῦ γεγενημένου ;“ἀπὸ πολλῆς εὐγνωμοσύνης τε καὶ συνέσεως· καὶ ἐπειδὴ ἐγίγνωσκεν αὐτοὺς συσκιάσαι τοῦτο βουλομένους, αὐτὸς μᾶλλον τὴν εὐεργεσίαν ἀνεκήρυττεν. “Εἰ μὴ γὰρ ἦν,” φησὶν, “οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο “ποιεῖν οὐδέν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὡμολόγηται, φησὶν, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει ὁ Θεὸς, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον ἄνθρωπος οὐδέποτε ἐποίησε, εὔδηλον ὅτι μείζων ἐστὶ ἣ κατὰ ἄνθρωπον. Ἕως μὲν οὖν προσεδόκων αὐτὸν ἀρνεῖσθαι, ἀξιόπιστον ἐνόμιζον εἶναι. Οὐ γὰρ αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον ἐκάλεσαν, εἰ ῥῆ, τοῦτο ἦν. Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, τότε αὐτὸν καταδικάζουσιν, ὅτε μάλιστα ἐχρῆν θαυμάσαι, λέγοντες, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις
And since some of them had previously said, "How can a man who is a sinner perform such signs?" he then takes up their own judgment, reminding them of their own words. For he says, "We know that God does not hear sinners," but knowing that he is not a sinner, he not only cleared him of sins, but also shows him as greatly pleasing to God and doing all his will, in saying, "But if anyone is God-fearing and does his will." Why again does he mention the sign, saying, "From the beginning of the age it was not heard that anyone opened the eyes of one born blind"? Out of great candor and understanding; and since he knew they wished to obscure this, he himself rather proclaimed the benefit. "For if this man were not from God," he says, "he could do nothing." What he says is of this sort: if it is agreed, he says, that God does not hear sinners, but this man performed a wonder, and such a wonder as no man ever performed, it is evident that he is greater than a man. So then, as long as they expected him to deny it, they considered him worthy of belief. For they would not have called him once and a second time, if this were so. But when he spoke the truth, feeling no shame, then they condemn him, when they ought most to have marveled, saying, "You were born entirely in sins, and you teach
ἡμᾶς ;“τοῦτο δὲ εἶπον, τὴν τύφλωσιν αὐτοῦ ὀνειδίζοντες ἀφειδῶς, ὡσανεὶ ἔλεγον, ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχε. Διὸ καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, ὡς κήρυκα τῆς ἀληθείας γενόμενον. Ὅθεν ὁ Εὐαγγελιστὴς ἐμφαίνει, ὅτι ἐπὶ τούτῳ ἦλθεν ὁ Ἰησοῦς, ὥστε αὐτῷ συντυχεῖν· καὶ καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν καμόντα πολλὰ καὶ στεφανωθέντα δέχεται αὐτὸν, καί φησι, “σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ; Τἰνὸς δὲ τοσαύτην ἀντίρρησιν τὴν πρὸς Ἰουδαίους μετὰ τοσαῦτα ῥήματα ἐρωτᾷ εἰ πιστεύει ; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν αὐτῷ γνωρίσαι, καὶ δεικνὺς ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν· καὶ ἐπειδὴ οὐδέπω αὐτὸν ᾔδει αὐτὸν, τυφλὸς ὤν καὶ μετὰ τὴν ἴασιν δὲ ὑπὸ τῶν κυνῶν ἐκείνων περιελκόμενος, πρὸς τὸν εὐεργέτην ἐλθεῖν οὐκ ἠδυνήθη. Διὰ τοῦτό φησιν ἐκεῖνος, καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω αὐτῶ; Τὸ δὲ “τίς ἐστι,” ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τυγχάνει. Διὸ καὶ αὐτὸς μέσως πὼς καὶ ὑπεσταλμένως· οὐ γὰρ εἶπεν, ἐγώ εἰμι, ἀλλὰ καὶ ἑώρακας αὐτὸν,” φησὶ, καὶ ὁ “λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὅθεν καὶ ἐκεῖνος οὐ ῥήματι ἔφη, ὅτι πιστεύω, Κύριε,” ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ, προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροἲ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή- σαντα κατακρίναντες· Κυρίλλου.
This they said, reproaching his blindness without restraint, as if to say, "You have been in sins from your earliest age," hinting that for this reason he had been born blind, which had no basis. Therefore they also cast him out of the temple, as one who had become a herald of the truth. Hence the Evangelist makes clear that Jesus came for this purpose, to meet with him; and like a judge of contests receiving an athlete who has toiled much and been crowned, he receives him and says, "Do you believe in the Son of God?" Why does he ask him, after so many words and such great opposition toward the Jews, whether he believes? Not from ignorance, but wishing to make himself known to him, and showing that he greatly values his faith; and since he did not yet know him—being blind and even after the healing dragged about by those dogs—he was unable to come to his benefactor. For this reason that man says, "And who is he, Lord, that I may believe in him?" The phrase "who is he" belongs to a soul that longs and earnestly seeks. Therefore he himself also speaks in a somewhat intermediate and reserved way; for he did not say, "I am he," but "you have seen him," he says, and "the one speaking with you is he." Hence that man did not say in word alone, "I believe, Lord," but also worshiped him, adding the deed as well; through this showing great gratitude, which few of those healed did, such as the lepers, and any other, proclaiming in this his divine power. Of Ammonius. Foolish are the Jews, who urged God on account of the miracle, but condemned the one who did the work of God; of Cyril.
Δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστὸν, οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος. Ὠριγένους. Ωριγένουσ. Οὐκ ἃν τηλικοῦτον δόγμα εἰ ἦν ἀληθὲς, ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ Θεοῦ, σεσιώπητο, ἀλλ’ εἴρητο ἃν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἤτοι τοῦ θεραπεύνοντος, ἣ τινὸς τῶν προφητῶν. πῶς δὲ, εἰ ἁμαρτωλῶν οὐκ ἤκουεν ὁ Θεὸς, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν, ἄφες ἡμῖν τὰ παρα-
“πτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν ;” τινων οὖν ἀκούει ὁ Θεός ; τῶν νευόντων ἐπὶ μετάνοιαν, εἰ καὶ μή πω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουσεν ὁ Θεὸς ἁμαρτωλῶν, οὐκ ἃν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ Σωτῆρ’ ἡμῶν ἤσθιεν καὶ ἔπινεν, ἀλλὰ μὴ ἀπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, οὐκ ἐθεράπευεν αὐτούς. Διόπερ ὡς ἃν οὔσης τῆς εὐχῆς τῶν ἡμαρτημένων μὲν, οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται ;" Αμμωνίου. Οὐχ ὡς προσωπολήπτης ὁ Θεὸς, μὴ γένοιτο, ὡς δίκαιος, καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παρά. ’δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν κἀς ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. Κυρίλλου.
Two signs, he says, I have, and very clear ones, that he is the Christ: for you do not know where he is from, but he also opened my eyes. He, therefore, is clearly the one proclaimed beforehand through the law and testified to through the voice of the prophets. Of Origen. Origen's. If it were true that a sinner is heard by God, so great a doctrine would not have been passed over in silence, but it would have been spoken by someone worthy of belief—say, either by the one who healed, or by one of the prophets. But how, if God did not hear sinners, were sinners taught to say, "Forgive us our trespasses, as we also forgive our debtors"? Whom, then, does God hear? Those who incline toward repentance, even if they have not yet ceased to be sinners. If God did not hear sinners, our Savior would not have eaten and drunk with tax collectors and sinners, but since those who needed physicians because they were ill were not disobedient, he healed them. Therefore, since the prayer is of those who have sinned but do not altogether still disbelieve, it is said, "If you should mark iniquities, Lord, Lord, who shall stand?" Of Ammonius. Not as one who shows partiality—God forbid—but as righteous, and a lover of the righteous, he works glorious things through the saints, yet certainly not through those who sin. He teaches that the one who believes in Jesus himself does not believe as in a man, one of those like us, but as in God become man. For in this way the mystery concerning Christ is complete. Of Cyril.
Προνοητικώτατα ὁ Κύριος, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἰναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ Χριστοῦ. Θεὸς γὰρ ὣν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παραχρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός. Τὸ δὲ ”είς κρίμα ἐγὼ ἠλθον εἰς τὸν κόσμον, εἰς μείζονα κόλασιν σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθητὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν ;“ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς
With the greatest forethought, the Lord, when asked who the Son of God is, did not say—for some might reasonably have supposed, without understanding, that it was only the Word who appeared from God the Father that was being indicated by this—but by showing himself to be the very one about whom some were in doubt, through saying, "and you have seen him," he also points out the Word dwelling in the flesh, by adding again, "and the one speaking with you is he." You see, then, how great a union the Word has. For he has not posited a distinction, but says that he himself is the one who falls under the eyes of the body and is known as the one from Galilee. Therefore it is utterly uneducated and impious for some to say recklessly, "the man of Christ." For being God, he became man, indivisibly as regards being God and Son, even with flesh; for in these things the confession and knowledge of faith in him is most perfect. Therefore the man who was formerly blind immediately worshiped him as God. But "I came into the world for judgment" signifies a greater punishment. Two recoveries of sight, he says, and two blindnesses—the perceptible and the intelligible. Therefore the Pharisees, gaping only at perceptible things, say to him, "Are we also blind?" being ashamed only of this perceptible maiming; but he wishes to show them that it is better for the blind
εἶναι ἣ βλέποντας ἀπιστεῖν, φησὶν, εἰ τυφλοὶ ἦτε, οὐκ ἃν εἴχετε ἁμαρτίαν,” περικόπτων καὶ ἐνταῦθα τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Ὅτι γὰρ λέγετε, φησὶν, ὅτι βλέπετε, αἱ ἁμαρτίαι ὑμῶν μένουσι, διότι οὐ βλέπετε τοῖς νοητοῖς ὀφθαλμοῖς πρὸς τὸ πιστεῦσαί μοι. Θεοδώρου Μομψουεστίασ. Ὥσπερ ἀνωτέρω τοῦ ἐλευθερίας αὐτοῖς διαλεγομένου, τοῖς ἀπὸ τῶν ἁμαρτημάτων, ἐκεῖνοί φασι, σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμέν ποτε,” περὶ σωματικῆς διαλεγόμενοι δουλείας, οὕτω κἀνταῦθα πήρωσιν αὐτοῖς τοῦ Κυρίου κατὰ τὴν ψυχὴν ὀνειδίζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γὰρ, φησὶ, φατὲ, ὅτι βλέπετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε, καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπιστεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἔχειν ἀπολογίαν δυνάμενοι, ὡμολογημένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν. Θεοδώρου Ἡρακδείασ. Εἰ τυφλοὶ ἦτε, ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρτίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει. Τί σημαίνων ἔλεγε, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, κλέ- “πτης ἐστὶ,” καὶ τὰ ἑξῆς ;
to be, or seeing, to disbelieve, he says, If you were blind, you would not have sin, cutting off here too human thoughts, and leading them to a great and wonderful understanding. For because you say, he says, that you see, your sins remain, since you do not see with the eyes of the mind so as to believe in me. Theodore of Mopsuestia. Just as above, when he was discoursing to them about freedom from sins, they say, We are Abraham's seed, and have never been slaves to anyone, speaking of bodily slavery, so here too, when the Lord reproaches them with blindness of soul, they were speaking of the eyes of the body, as though they saw. Therefore the Lord, intensifying their sin from this very thing in which they seemed to boast. For what, he says, do you say, that you see? It would have been better for you to be blind in your sight, for some forgiveness would have come to you from this for your unbelief; but now, since you seem to see, and with your very eyes have beheld the once blind man now seeing, yet you disbelieve the neighbors, you are able to have no defense, and you receive the acknowledged condemnation of your unbelief. Theodore of Heraclea. If you were blind in your sight, you would not have sin; for no one willingly endures suffering. But since, thinking that you see bodily, you have made yourselves blind through unbelief, for this reason your sin remains indelible. What was he signifying when he said, The one who does not enter through the door is a thief, and the rest?
τοὺς πρὸ αὐτοῦ πλάνους καὶ τοὺς μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα ποιοῦσιν b, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος b Leg. ποιμαίνουσιν.
κλέπτης ἐστί. Διὰ τούτου δὲ καὶ τοὺς γραμματεῖς ἠνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον. Καλῶς δὲ εἶπεν, ἀναβαίνων,” ὅπερ ἐστὶ κλέπτου, θριγχὸν ὑπερπηδῆσαι βουλομένου. Ἐπιμένων δὲ τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον φησὶν, ὁ δὲ εἰσερχό- “ μένος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων,” καὶ τὰ ἑξῆς. Οὐδὲν δὲ κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν Μωϋσέα. Ἐκεῖνος γὰρ τὰ λήια τοῦ Θεοῦ ὁ ἐμπιστευθεὶς ἦν. Εἰ δὲ προιδὼν θύραν ἑαυτὸν ὁ Χριστὸς εἶναι λέγοι, οὐ χρὴ θορυβεῖσθαι, καἲ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομιας ἀνακηρύττει τὰς ἑαυτοῦ. τίνος ἕνεκεν ἐπὶ τῶν προβάτων τούτων ὄπισθεν αὐτῷ ἀκολουθούντων τῶν ποιμένων ἐπὶ τῶν νοητῶν φησιν ἔμπροσθεν αὐτῶν πορεύεσθαι τὸν ποιμένα ; δεῖξαι θέλων ὅτι πάντας ὁδηγῶν πρὸς τὴν ἀλήθειαν ἀπεναντίας ἐκείνοις ποιεῖ·
Hinting at the deceivers before him and those after him—both the Antichrist and the false christs, both Theudas and Judas, and any others who have been such. He called the Scriptures a door; for these bring us to God and open up the knowledge of God, these make sheep, these guard them, and do not allow the wolves to enter. For just as a secure door, so it shuts out entrance to the heretics, keeping us in safety and not allowing us to wander. Through this we also recognize those who are not shepherds. For the one who does not use the Scriptures, but climbs up from elsewhere, this one is a thief. Through this he also hinted at the scribes, because they taught the commandments of men as doctrines, and transgressed the law. And well did he say, "climbing up," which is the act of a thief wishing to leap over the wall. Persisting in the metaphor, so as to make his speech more vivid, he says, "But the one who enters through the door, this one is the shepherd of the sheep," and the rest. Nothing prevents us from understanding Moses here as the doorkeeper. For he was the one entrusted with the harvests of God. But if Christ, foreseeing, should say that he himself is the door, one should not be disturbed, for he calls himself both shepherd and sheep, and in various ways proclaims his own dispensations. For what reason, when the shepherds follow behind him in the case of these sheep, does he say in the case of the intelligible sheep that the shepherd goes before them? Wishing to show that in guiding all to the truth he does the opposite of those men.
ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων, καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Τὸ δὲ εἰπεῖν, ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσι,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οἱ βεβαίως εἰς αὐτὸν πιστεύοντες, τοῖς μετὰ ταῦτα μέλλουσιν ἀπατᾷν ψευδοχρίστοις οὐ μὴ πεισθῶσι. Θεωδώρου Ἡρακαείασ. Θυρωρὸν λέγει τὸν παράκλητον τὸ Πνεῦμα τὸ Ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴσοδον αὐτοῦ κηρύξαν τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλείσαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ. Ἀμμωνίου Πρεσβυτέρου. Κλέπτης ἐστὶν ὁ ἐκ βίας δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀνθρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ
Just as, then, when he sent the sheep, he did not send them outside the wolves, but into the midst of the wolves. For this pastoral care is far more paradoxical than ours. And he leads them out from the midst, evidently from the unbelievers, just as he also led out the blind man, calling him from the midst of the unbelieving Jews, and he heard his voice and recognized him. But by saying, "and they will not follow a stranger," and what follows, he showed that those who believe firmly in him will certainly not be persuaded by the false christs who are going to deceive after these things. Theodore of Heraclea. He calls the Paraclete the doorkeeper—the Holy Spirit who through the prophets proclaimed his entrance, and who shut the door for all the rest because of the signs foretold, and opened this door alone for the world, for him who also confirmed his own claims through wonders. Ammonius the Elder. A thief is one who stealthily snatches for himself an honor given to him by force, which he cannot receive unless he believes in Christ; or else a thief is one who does not use the teaching established from the Scriptures, but comes through another, unestablished one. Therefore he also said "from elsewhere," so as to indicate both the scribes who teach the commandments of men and transgress the law. When the faithful hear
παρὰ τῶν ὀρθῶν διδασκάλως τὰ θεῖα διδάγματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸν Χριστὸν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως. Διὰ τί δὲ αὐτοῖς ἀσαφῶς ἐλάλει ; οὐ γὰρ φησὶν ὁ Εὐαγγελιστὴς, ὅτι ταύτην τὴν παροιμίαν εἰπεν αὐτοῖς, προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὐν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων "ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, "πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ, καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπίστευσαν τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ "οὐκ ἤκουσαν τὰ πρό- “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ "δι’ "ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἐσφαλείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξουσίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων "ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ "καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· "ἐγὼ δὲ ἦλθον, φησὶν, "ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ”ἔχωσι.” Tt δαὶ ζωῆς περισσόν ; ἡ βασιλεία τῶν οὐρανῶν.
From the orthodox teachers they receive the divine teachings of the Scriptures as a kind of food, but those who call Christ a deceiver have been cast out from the order of the sheep. And why did he speak to them obscurely? For the Evangelist does not say that he spoke this parable to them wishing to make them more attentive. Since, then, he had accomplished this, he now resolves the obscurity, saying, "I am the door of the sheep. All who came before me are thieves and robbers," and the rest. He is not speaking here about the prophets, as the heretics claim—for they heard them, and through them believed, as many as believed in Christ—but he speaks about Theudas and Judas and the other rebels. Moreover, he also said "the sheep did not hear them" as a commendation, but nowhere does he appear to commend those who disobeyed the prophets; on the contrary, he censures and vehemently denounces them. Hence it is clear that he does not say this about those men. And the phrase "through me, if anyone enters" and what follows shows that he will be in security and freedom from fear; and "pasture" or "food" here means either authority and lordship, that is, he remains inside, and no one will drive him out. And since those who were persuaded by Theudas and Judas and the other rebels were slaughtered and perished, for this reason he added, saying, "The thief does not come except to steal and to slaughter" and the rest, calling those men and their like thieves. "But I came," he says, "that they may have life and have it abundantly." And what is the abundance of life? The kingdom of heaven.
εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί φησιν, "ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτω, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, "ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι "τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ,“ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον οὗτος, ἀλλὰ καὶ λέων. "Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν,
“ὡς λέων περιέρχεται ὠρυόμενος,” οὗτος καὶ ὄφις καὶ δράκων καὶ σκορπίος ἐστί. “Πατεῖτε γὰρ,” φησὶν, “ἐπάνω ὄφεων καὶ σκορπίων. εἰπὼν δὲ, ὅτι γιγνώσκω τὰ ἐμὰ, καὶ τὰ ἑξῆς καὶ ἐν τούτῳ διαφορὰν τοῦ μισθωτοῦ τοῦ πρὸς τὸν ποιμένα, ἔδει- ξεν. Ὀ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν, οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ζητεῖ, παρατρέχων τὴν ἑαυτοῦ. Ἐπειδὴ πολλαχοῦ τίθησιν ἑαυτὸν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίγνωσκεν, ἐπήγαγε λέγων, “καθὼς γιγνώσκει με ὁ Πατὴρ, κἀγὼ γιγνώσκω τὸν Πατέρα.” Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθανεῖν βούλομαι ;
Then at last he begins to speak also about his passion, and says, "I am the good shepherd; the good shepherd lays down his life" and the rest, showing in this too that he comes to his passion not unwillingly but willingly. He also makes the distinction of the hireling, saying, "that he sees the wolf coming, and leaves the sheep, and flees" and the rest. This is exactly what the aforementioned Theudas and Judas and those like them did; for he did the opposite. For when he was arrested, he says, "Let these go their way, that the word might be fulfilled, that none of them was lost." Here it is also possible to suspect a spiritual wolf, and this one is not only a wolf but also a lion. For "your enemy the devil," it says, "walks about roaring like a lion," and he is also a serpent and a dragon and a scorpion. For "you tread," it says, "upon serpents and scorpions." And by saying, "I know my own," and the rest, he showed in this too the difference between the hireling and the shepherd. For the one looks everywhere to his own safety, neglecting the sheep, while the other everywhere seeks the good of the sheep, passing over his own. Since in many places he places himself in the rank of the many, lest anyone suppose that he knew as a man, he added, saying, "just as the Father knows me, I also know the Father." Thus, he says, I know him accurately, as he knows me. And he says repeatedly, "I lay down my life for the sheep," making clear that he is not a deceiver. For to say, "I am the light and the life," seemed to the foolish to be arrogance; but what does he say? That I am willing to die?
οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ "ὅτι καὶ ἄλλα πρόβατα ἔχω, περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς “αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δῆλοί δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ, “διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, “ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἄν ; ὅτι ὁ δημιουργὰς τῶν ἁπάντων ἔλεγεν, “ἐγὼ τὴν ψυχήν μου τίθημι,” καὶ ὅτι δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι ; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολλὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν
He had no envy or jealousy, but the statement displayed great care, if indeed he was willing to give himself up for those who were stoning him. When he said, "I have other sheep also," he speaks about the Gentiles. But the phrase, "which are not of this fold," indicates only the difference of place. It is clear from "I must bring them also" and what follows that they were scattered, having no shepherd, and that there will be one flock, one shepherd, both being about to be joined together. And this "must" is not of necessity, but indicative of what will certainly come to pass. Since the Jews said he was a stranger to the Father, he says, "For this reason the Father loves me, because I lay down my life, that I may take it up again." What he says is of this sort: even if nothing else, at least this persuaded me to love you—that you are so loved by him, since I die for you. What could be more lowly than this statement? That the Creator of all things said, "I lay down my life," and that for our sake the Master is going to be loved, because he dies for us. For what—was he not loved before, but now the Father began to love, and we have become the cause of love for him? By no means, but he said this to show his great condescension; and through his often willing
ἀνελεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτό φησιν, “οὐδεὶς αἴρει αὐτὴν ἀπ’ "ἐμοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν, ὅτι μὴ βουλομένου ἐμοῦ ἀνόνητος ὑμῖν ἐστιν ἡ σπουδή· εἰ δὲ καὶ ἕκαστος ἐξουσίαν ἔχει θεῖναι τὴν ψυχὴν αὐτοῦ, ἑκάστῳ γὰρ βουλομένω δυνατὸν ἑαυτὸν ἀνελεῖν, ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου εἶπεν αὐτὸς, ἀλλ’ ὅτι μηδένα ἃν δυνηθῆναι, ἄκοντός μου, τοῦτο ποιῆσαι εἰς ἐμὲ, ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Καὶ γὰρ καὶ ἀκόντων ἡμῶν ἀναιρούμεθα ὑπὸ ἄλλων· διὸ καὶ τοῦτο πάλιν ἀληθές ἐστιν, ὅτι ἡνίκα ἃν βουληθῇ λαβεῖν αὐτὸν, δύναται. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς ἐξουσίας. περὶ ποίας ἐντολῆς λέγει, "ὅτι ταύτην ἔλαβον παρὰ “τοῦ πατρός μου ;“τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Διὰ τί δὲ οὕτω ταπεινῶς φθέγγεται ; τῆς τῶν ἀκουόντων ἕνεκεν ἀσθενείας, ἵνα παύσωνται τοῦ λογίζεσθαι εἶναι αὐτὸν ἀντίθεον. δαιμόνιον δὲ αὐτὸν ἔχειν ἔλεγον, ἐπειδὴ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν τὰ λεγόμενα, μένα, οὐ τῆς κοινῆς συνηθείας· ἅπερ ἀκούοντες μᾶλλον θαυμάζειν αὐτὸν ἐχρῆν καὶ οὐχὶ δαιμονιῶντα καλεῖν· διόπερ καὶ οἱ εὐγνωμο- νέστεροι αὐτῶν ἔλεγον, ὅτι "τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονι- "ζομένου, μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι ;" ἐπειδὴ γὰρ οὗτοι ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν ἐκείνους, τὴν ἀπὸ τῶν ἔργων ἐπάγουσιν ἀπόδειξιν λοιπόν. Διὰ τι δὲ αὐτὸς σιγᾷ καὶ οὐ λέγει ὥσπερ καὶ ἄλλοτε, ὅτι ἐγὼ δαιμόνιον οὐκ ἔχω ; διὰ τὸ λοιπὸν κατ’ ἀλλήλων αὐτοὺς ἵστασθαι καὶ διελέγχειν ἀλλήλους. ΔΙΔΥΜΟΥ.
to kill the Jews, for this reason he says, "No one takes it from me," and what follows, that is, that unless I will it, your zeal is of no profit to you. But if each person also has authority to lay down his own life—for it is possible for each one who wills to take himself out of the way—yet he did not speak about such a manner, but that no one would be able, against my will, to do this to me, which is not the case among men. For even against our will we are killed by others; therefore this too is again true, that whenever he wishes to take him, he is able. For his being alone master of releasing the soul shows that he is also master of taking it from the same authority. About what commandment does he say, "that I received this from my Father"? To die for the world. But why does he speak so humbly? Because of the weakness of his hearers, so that they might cease from thinking him to be opposed to God. But they said he had a demon, since what was said was greater than according to man, not according to common custom; hearing which they ought rather to have marveled at him and not to have called him demon-possessed. Therefore even the more fair-minded among them said, "These words are not those of one demon-possessed; can a demon open the eyes of the blind?" For since these could not silence those by words, they bring forward the proof from works thereafter. But why does he himself keep silent and not say, as also at other times, that I do not have a demon? Because they were henceforth standing against one another and refuting one another. Of Didymus.
Θύρα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει τοῖς πρὸς Θεὸν εἰερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ- "λιάσει,” πρὸς τούτοις ἔστω c ἀνθρώπου τοῦ νοὸς ὄντος ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως "ὁ "νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ "ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι. ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΛΕÍΑΣ. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν, ”ὅσοι ἦλθον,” ἀλλ’ οὐχ ὅσοι ἀπεστάλησαν. Οἰ c Vid. leg. ἔσω.
μὲν γὰρ τοῦ Θεοῦ προφῆται ἀποσταλέντες παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ διαστροφῇ τῶν ἀπατωμένων· Ἀμμωνίου Πρεσβυτέρου. Νομὴν λέγει τὴν γέγονεν ἐπὶ τῶν Ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν. Κυρίλλου. Περισσὸν δεῖ νοεῖν τὸ ἐν μεθέξει γενέσθαι Ἁγίου Πνεύματος. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ δικαίοις καὶ ἁμαρτωλοῖς, ἡ δὲ τοῦ Πνεύματος μέθεξις μόνοις τοῖς πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή. Ἀμμωνίου. Πάντων σφαγέντων καὶ ἀπολωμένων ἦλθεν ὁ σῶσαι καὶ ζωὴν δοῦναι. Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει· ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλότριον ἐκέχρηντο οὐ γὰρ ἤσαν αὐτῶν ἰδια, οὐδὲ ἤχθοντο ἐν τῆ ἀπωλείᾳ τῶν λαῶν. Τὸ δὲ, “ἐγώ ειμι ό ποιμήν, δια τους απιστήσαντας είπε τοῦτο·
The door is the Word of God for those who enter in to God, according to "Enter into his presence with rejoicing"; moreover, let it be a door for the man who is outside the mind but outside the more bodily man. He who takes care of the inner man enters through the Word, who is the door; likewise "he who puts to death the members that are upon the earth, and carries about in his body the dying of Jesus," goes out through the door, being ambitious whether at home or away to be well-pleasing to him. THEODORE OF HERACLEA. For this reason he also used the expression precisely when he said, "As many as came," and not "as many as were sent." For the prophets of God came having been sent, but the false prophets came with no one having sent them, for the perversion of those being deceived. AMMONIUS THE PRESBYTER. He calls "pasture" the... which happened in the case of the Apostles, who as lords of the world went in and went out, and no one was able to cast them out. CYRIL. One must understand as surpassing the coming to be in participation of the Holy Spirit. For the resurrection is common to the righteous and to sinners, but the participation of the Spirit is only for those who believe in our Lord Jesus Christ, which the divine Scripture also knows how to call the kingdom of heaven. AMMONIUS. When all had been slaughtered and destroyed, he came to save and to give life. He calls each of the rulers of the people a hireling who neglects the sheep, since they did nothing for the benefit of the peoples, but treated them as belonging to another—for they were not their own, nor were they grieved at the destruction of the peoples. But the phrase, "I am the shepherd," he said this on account of those who disbelieved.
οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ, καὶ γνόντα αὐτόν. Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ Πατρός. Θεοδώρου Μομψουεστίασ. Τὸ δὲ ἵνα πάλιν οὐκ ἐπὶ αἰτίας εἶπεν. οὐ γὰρ διὰ τοῦτο ἀποθνήσκει, ἵνα ἀναστῇ ἀλλὰ κατὰ τὸ ἰδίω μὰ τὸ γραφικὸν, ὡς αἰτίαν τὸ ἐσόμενον ἔφη. Κυρίλλου. Τὸ “ἐξουσίαν ἔχω,” φησὶν ἐπ’ ἀμφοῖν, ἵνα μὴ δυνάμεως τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα, καθάπερ ὑπηρέτης ὑπουργῷ κατ’ d ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ’ ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν, τὸ καὶ αὐτὸν δύνασθαι κατεξου- d καὶ Cod.
σιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ’ ὅπερ ἃν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις· ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ. Συμφρονοῦντα καὶ συνεθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἀγαπᾶται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος·
For not all the sheep heard him, but those known by him and knowing him. We do not know God in any other way unless we are first known by him; therefore he also placed that first: for he first made himself akin to us by becoming man, and in this way we also to him. He says that he himself is loved because of virtuous action; and effective virtue is to die for the sake of piety. He speaks humbly because of the incarnation; for he did not now begin to be loved by the Father. From Theodore of Mopsuestia. But the "that again" he did not say as a cause. For he does not die for this reason, that he might rise, but according to the scriptural idiom, he stated the future as a cause. From Cyril. The "I have authority," he says, applies to both, so that the accomplishment might not appear to be of another's power and operation, as if granted to a servant by a subordinate according to a commission, but that he might show it to be the fruit of his own nature, namely that he himself is able to exercise authority over the bonds of death, and to change the natures of things easily to whatever he wishes; which is truly proper to God by nature. He shows the Father also concurring and consenting to this, and he confesses that from one mind he came to this, even if he himself is the will of God and the Father. And this will also fit the economy with the flesh. The commandment reveals the concord with the Father, even if he speaks humbly; and the commandment is to die for the world. The Son is loved by the Father, not as if he remained outside of love, unless what concerns us had happened, for he was always and through all things being loved.
ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ ἀπαραιτήτοις ὁλκοῖς, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον. Περὶ τῶν ἐγκαινίων, ὧν μνημονεύει νῦν ὁ Εὐαγγελιστὴς λέγων, ὅτι ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοπις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Πέρσιδι, ταύτην ἤγοντο μετὰ πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ, λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρωτων, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας. “Εἰπὲ” γὰρ ἡμῖν,” φησὶν, παρρησίᾳ,” καίτοιγε μετὰ παρρησίας λέγοντος αὐτοῦ, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζοντος ἀεὶ, καὶ
But since he saw his own Son, he loved him because of the impress of his likeness, reasonably not granting love as a wage, as though it were one of the things done for us, but beholding in the Son the genuineness of his own substance, and as it were by certain necessary and unavoidable attractions of nature, being called to this work of love—namely, to choose even to suffer, and this ingloriously, for the salvation of some, and not only to die, but also again to take up the soul that had been laid down, in order that he might put death to death. Concerning the Feast of Dedication, which the Evangelist now mentions, saying that the Feast of Dedication took place in Jerusalem, and the rest, one must know that this was a great festival and a public one. For the day on which the temple was built, when they returned from the long captivity in Persia, they observed with great zeal. At this festival, then, Christ was also present; for from that time on he continually visited Judea, since the passion was at the doors. Now the Jews' surrounding him and saying, "How long will you keep our soul in suspense," and the rest, seems to be a mark of some longing and eagerness to learn. But the intent with which they asked was corrupt and festering; for while his works cried out that he was the Christ, they sought to hear this by words, wishing to silence him by his own statements. And the manner of their questioning was full of much disobedience. For they say, "Tell us plainly," although he was speaking with plainness, and was always visiting them at the festivals, and
οὐδὲν ἐν τῷ κρυπτῷ λαλοῦντος. αὐτὸς δὲ ἐλέγχων αὐτῶν τὴν πονη- πονηρίαν, φησὶ, “πολλάκις ετͅπον ὑμῖν καὶ οὐ πιστεύετέ μοι. τὰ ἔργα ** ἃ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ *’ ἐμοῦ.” ὅπερ καὶ οἱ εὐγνωμονέστεροι αὐτῶν ἔλεγον, “μὴ δύνα- *’ τᾶι ἄνθρωπος ἁμαρτωλὸς ταῦτα σημεῖα ποιεῖν ;“ἐπεὶ προσε- ποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν, ὡσανεὶ λέγων, ὅτι ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύετε ; διὰ τοῦτο δέ φησιν, “ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων ** τῶν ἐμῶν.” Ἐγὼ μὲν γὰρ ὡς καλὸς ποιμὴν, ἅπερ ποιῆσαι ἐχρῆν, ἐποίησα. Εἰ δὲ μὴ ἀκολουθῆτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, τοῦτο ποιεῖτε, ἀλλ’ ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα· ** προτρεπό- προτρεπόμενος δὲ αὐτοὺς ὥστε γενέσθαι πρόβατα ἐπήγαγε λέγων, ’* τὰ “πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει καὶ ἀκολουθοῦσί μοι·” εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ωτν τεύξονται. Φησὶ γὰρ, “ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς. Διὰ τῶν ῥημάτων τούτων διεγείρων αὐτοὺς, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλων. Διὰ τὸ εἰπεῖν αὐτὸν ἀνωτέρω, ὅτι ** οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου,” δείκνυσι τὴν ἑαυτοῦ καὶ τοῦ Πατρὸς χεῖρα μίαν οὖσαν· διὰ τοῦτο νῦν λέγει, ὅτι ’* οὐδεὶς δύν- ἄται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.” Χεῖρα δὲ καλεῖ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο εἶπεν, ἵνα μὴ πάλιν ἀντίθεον αὐτὸν εἴπωσι.
He speaks nothing in secret. But he himself, refuting their wickedness, says, "Many times I spoke to you and you do not believe me. The works that I do in the name of my Father, these testify concerning me." This is also what the more fair-minded among them said: "Can a man who is a sinner do such signs?" Since they then pretended to be persuaded by a mere word—those who were not persuaded by so many works—he refutes their wickedness, as if saying: If you do not believe by works, how do you believe by words? And for this reason he says, "You do not believe me, because you are not of my sheep." For I, as a good shepherd, have done what needed to be done. But if you do not follow me, you do this not because I am not a shepherd, but because you are not sheep. And urging them to become sheep, he added, saying, "My sheep hear my voice and follow me." Then, provoking them further, he says what they will also obtain. For he says, "I give them eternal life, and they shall not perish forever," and the rest. Through these words he stirs them up and instills desire in them. Because he said above, "No one snatches them from my hand," he shows that his own hand and the Father's are one; therefore he now says, "No one is able to snatch them from the hand of my Father." He calls "hand" the power and the authority, and for this reason he said it, so that they might not again call him opposed to God.
10 δὲ ἐγὼ καὶ ὁ “πατὴρ ἕν ἐσμεν,” τὸ ὁμοούσιον καὶ ὁμοδύναμον σημαίνων ἔλεγεν, ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, λίθοις αὐτὸν ἔβαλλον. Αὐτοῦ γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ- τὴν ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, ** περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὣν, ’* ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω ε-ι’ναι Θεὸς, οὐδὲ ὁμοδύνα- μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, ’* οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ ε7πα θεοί ἐστε ; καὶ τὰ ἑξῆς . C) δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι
τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι, ὁ τῇ φύσει τοῦτο ἔχων ; “Εἰ γὰρ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.” Επειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν αὐτοὺς ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταὐτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται, ἵνα γνῶτε, φησὶ, καὶ πιστεύ- “ἤτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” τουτέστιν, οὐδὲν ἄλλο ἐγὼ, ἣ ὅπερ ὁ Πατὴρ μένων Υἱὸς, καὶ οὐδὲν ἄλλο ἐκεῖνος, ἣ ὅπερ ἐγὼ μένων Πατὴρ, κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, κἂν τὸν Πατέρα γνῷ, τὸν Τιον ἔμαθε. Κυρίλλου. τὴν πρώτην, φησὶ, ἑορτὴν, καθ’ ἣν ἐπετετέλεσε ἐγκαίνια ὁ Σολομών. Θεοδώρου Μομψουεστίασ.
But he said, "I and the Father are one," signifying the consubstantial and co-equal, which indeed the Jews also perceived, and they threw stones at him. For when he had asked them the reason for their indignation and for the throwing of stones, and had reminded them of the wonders he had done, they said this was the reason, saying, "For a good work we do not stone you, but for blasphemy, and because you, being a man, make yourself God." Therefore he himself did not merely not deny their suspicion and say, "I do not say that I am God, nor co-equal, nor consubstantial with the Father," but he does the opposite, confirming their suspicion all the more, and this while they were growing savage. For he says, "Is it not written in your law, I said, you are gods?" and what follows. What he says is of this sort: if those who received this by grace are not accused for calling themselves gods, how am I justly reproached, who have this by nature? "For if I do not do the works of my Father," he says, "do not believe me; but if I do, even if you do not believe me, believe my works." For since it was impossible for them to see his essence, from the equality and identity of the works he provides proof of the unvaryingness of his power, so that you may know, he says, and believe "that I am in the Father, and the Father in me," that is, I am nothing other than what the Father is, remaining Son, and he is nothing other than what I am, remaining Father; and if one knows me, he has known the Father, and if one knows the Father, he has learned the Son. Of Cyril. The first feast, he says, at which Solomon celebrated the dedication. Of Theodore of Mopsuestia.
Ἐπειδὴ κατέπεσε τῷ πολεμίῳ ἡ πόλις, ὕστερον δὲ καὶ ὑπὸ Ἀντιόχου πᾶσαν ἐρημωθῆναι συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέμιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ μὴ εἶπεν Χριστὸν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδὸν, ἐσήμανε τοῦτο. τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν. Ἰσιδώρου Πηδουσιώτορυ. Ἐπειδὴ γέγραφας, οὐδεὶς ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,” πῶς πολλοὶ ἀπόλλυνται ; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆσαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει. Αμμωνίου. Ἀποδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον,
When the city had fallen to the enemy, and later it also happened to be laid utterly waste by Antiochus, and then the enemies were routed by the Maccabees, the city again recovered its own proper form by the help of God; and the day on which it rose again they celebrated each year as a remembrance of the restoration that had come about beyond all hope, calling that day the Encainia of Jerusalem. Of Ammonius the Elder. Even if he did not say "Christ," yet by calling himself light, shepherd, and way, he signified this. For the Scripture is accustomed to call Christ by these names. Of Isidore Pedusiotes. Since you have written, "No one snatches them out of my Father's hand," how are many lost? I say that no one can snatch out of the unconquerable and invincible hand those who have prepared themselves to be its own through right faith and the best conduct; but they will be able to deceive them—that is, no one will be able to drag them away by force and tyranny, but they will be able to lead them astray by fallacies and deceits. Yet this does not happen because of the invincible right hand, but because of the negligence of men who possess free will. For destruction comes not from the weakness of the one who guards, but from the heedlessness of those who are guarded. Of Ammonius. A proof of the Lord's sheep is their readiness to listen,
τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές. Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ Υἱῷ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοὶ, ἀλλ’ ἑκουσίως τρεπόμενοι. Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος. Ὁ γὰρ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ πάντα ποιεῖ, διδάσκει ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ. Ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Γἱὸς ἀποδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαβὶδ, βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. Ἐπειδὴ θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα. Ἀγιασθεὶς λέγεται ὁ Υἱὸς, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἄγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ Θεῷ εἰς θυσίαν. Ἐγὼ ἐν τῷ Πατρὶ εἰμὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” θεωρεῖται κατὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας. Εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν·
But the disobedience belongs to strangers. Since even Judas was one of those given to the Son, and fell away into wickedness, it is shown that men are not evil by nature and in essence, but are turned aside by their own will. Not mine alone are the works, but of the whole Godhead. For the Father through the Son in the Holy Spirit does all things, teaching us to be modest and not to boast if we receive anything from God. Not knowing that the Son was not about to depart with bare Godhead, but would be incarnate from the seed of David, they called the right confession blasphemy. Since the Father called certain beings gods, yet their dignity is surely something brought in by necessity. For there is necessarily one God who exists by nature, so that he himself might not be thought to be one of those, as though he wore the glory of Godhead as something essential, but rather as something acquired; he clearly distinguishes himself from them on equal terms with the others. For he shows that he differs so much from their poverty that, since he himself has come to be among them, it is for this reason that they have been called gods. For he himself is the Word of God and Father. But if he was also sufficient for some among them, the Word became such that even men are illumined with the honor of Godhead—how would he not be God by nature, who also procured for others the brightness that comes from this? The Son is said to be sanctified, because he was sent to be slain for the salvation of the world. For holy things are those set apart for God as a sacrifice. I am in the Father, and the Father in me, is contemplated according to the sameness of nature and essence. For the definition of nature is one, even if it exists in distinct subsistences.
οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί. Ἐπειδήπερ ὅταν μέγα τι καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· τούτου χάριν καὶ νῦν ἀναχωρήσας
ἀπῆλθε πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον. Διὰ τοῦτο δὲ τὸν τόπον ὁ Εὐαγγελιστὴς λέγει, ἵνα μάθωμεν ὅτι ἕνεκεν τούτου ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων καὶ λεχθέντων τῶν παρὰ Ἰωάννου, καὶ τῆς αὐτοῦ μαρτυρίας τοῦ Ἰωάννου. ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ πολλοὶ “ἦλθον πρὸς αὐτὸν,” καὶ ἀναμνησθέντες τοῦ τόπου ἔλεγον, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ἐκείνῳ ἐπιστεύσαμεν, μηδὲν πεποιηκότες σημεῖον, πολλῷ μᾶλλον τούτῳ τοσαῦτα θαυματουργήσαντι. ἐπειδὴ δὲ αὐτὸς ἦν ὁ μαρτυρήσας αὐτῷ, ἵνα μὴ διὰ τὸ πεποιηκέναι αὐτὸν σημεῖον, δόξῃ ἀνάξιον τὴν μαρτυρίαν ἀποφαίνειν τὴν περὶ τοῦ Χριστοῦ, ἐπήγαγον λέγοντες, “πάντα δὲ ὅσα εἶπεν ὁ Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν,” οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησεν, ἀξιόπιστον ἀποφαίνοντες. Διὸ καὶ πολλοὶ, φησιν, ἔκει ἐπίστευσαν εἰς αὐτὸν.
not, however, the Holy Trinity; for the Father is not the Son or the Spirit, nor the reverse, even though there is no separation, because of their communion and equality with one another. For if even in our case the substance of the begetter is known, and the father is in the begotten according to the principle of substance, yet because we are separated by bodies, we many are no longer one. Since when he utters something great and lofty, he quickly withdraws, yielding to their anger, so that the passion may abate and cease through his absence; for this reason he also now withdrew and departed beyond the Jordan, where John was baptizing at first. And for this reason the Evangelist mentions the place, so that we may learn that it was for this cause he went there, reminding them of what had happened there and of what had been said by John, and of John's own testimony. And that the stay in that place benefited many, the Evangelist added, saying, "and many came to him," and remembering the place they said that John indeed performed no sign. What he means is this: if we believed that one, who performed no sign, much more should we believe this one who worked so many wonders. And since he was the one who had testified to him, lest because he had performed a sign he should seem to give testimony about Christ that was unworthy, they added, saying, "and everything that John said about this man was true," no longer making this one credible on the basis of that one, but that one on the basis of what Christ did. Therefore, he says, many there believed in him.
τὸ ’δε ἔκει αυτόν.” το δὲ “ἐκεί” δηλοί, οτι πολλοὺς ὁ τόπος ἐκεῖνος ὠφέλησεν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἕνεκεν τούτου συνεχῶς ἐξάγει ὁ δεσπότης ἡμῶν Χριστὸς τοὺς ὄχλους ἐκ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας, πρὸς τὸ μέγα τι ἐκ τούτου καρπώσασθαι αὐτούς. Καθάπερ καὶ ἐπὶ τῆς παλαίας ποιήσας φαίνεται, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει, καὶ ἀκόντων αὐτῶν, δείκνυται ὅτι οὐκ ἃν εἰ μὴ ἑκών a. Κυρίλλου. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ ἐπέκεινα τοῦ αὐλίζεσθαι. Ἀμμωνίου. Οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην πρὸς Θεὸν, ὡς καὶ ὁ Χριστὸς περάσας τὸν Ἰορδάνην, ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ. a ἔπαθεν aut aliquid simile excidit.
and he stayed there." And "there" makes clear that that place benefited many. But one must also consider this: that it was for this reason that our Master Christ continually led the crowds out from association with wicked men, so that they might reap some great fruit from this. Just as he also appears to have done in ancient times, forming and molding the Jews far away from the Egyptians in the wilderness in all things. From which he easily withdraws them, and even against their will, it is shown that not unless willingly. Of Cyril. He moves his anchorage to a place having springs, having left Jerusalem, so that as through a type he might hint that he will leave Judea and pass over to the church from the Gentiles, which has the springs of baptism, where also many come to him crossing over the Jordan; for this is what "to lodge beyond" makes clear. Of Ammonius. Those who cross over the mystical Jordan to God, as also Christ crossed over the Jordan, came to the church of the Gentiles and remained there.
ΚΕΦ. ΙΑ.
Περὶ Λαζάρου. τίνος ἕνεκεν ὑπομιμνήσκει τῆς ἱστορίας ταύτης ὁ Εὐαγγελιστὴς λέγων, ἦν δέ τις ἀσθενῶν Λάζαρος,” καὶ τὰ ἑξῆς; ἡμᾶς παιδεύων μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Καὶ γὰρ καὶ οὗτος φίλος ὣν τοῦ Χριστοῦ ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν ἡ Μαρία αὕτη, ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ, ἀλλὰ ἄλλη, οὐχὶ πόρνη καθάπερ ἐκεῖναι, ἀλλὰ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Διὰ τι δὲ οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα ὡς ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἐποίησαν καὶ αὗται, ἀλλὰ πέμπουσι λέγουσαι, Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ;” ἐπειδὴ σφόδρα ἐθάρρουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ἐκ τῶν μετὰ ταῦτα δῆλον. Τὸ δὲ “ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,” εἰς οἶκτον ἐπισπάσασθαι τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ. Τὸ “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον” εἶπεν ὁ Χριστὸς καὶ τὰ ἑξῆς, τέως ἀποπέμψασθαι τοὺς ἀπαγγείλαντας αὐτῷ ὅτι ἀσθενεῖ βουλόμενος, πρὸς τὸ εἰπεῖν αὐταῖς τοῦτο, ἐφ’ ᾧ καὶ θαυμάσαι ἐστὶ τὰς ἀδελφὰς αὐτοῦ, ὅτι οὐκ ἐσκανδαλίσθησαν ὡς ἀπεναντίας τοῦ πράγματος γενομένου, ἀλλὰ προσῆλθον τῷ Χριστῷ. δεῖξαι δὲ θέλων μίαν εἶναι τὴν δόξαν αὐτοῦ καὶ τοῦ Πατρὸς, ἐπαγγέλλων ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς· προειπὼν γὰρ τῆς δόξης τοῦ Θεοῦ, μετὰ ταῦτα ἐπήγαγεν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.
CHAPTER 11.
Concerning Lazarus. For what reason does the Evangelist recall this account, saying, "Now a certain man was sick, Lazarus," and what follows? To teach us not to be vexed if some sickness befalls earnest men and friends of God. For this man also, being a friend of Christ, was sick. But one must not be ignorant of this either: that this Mary, the sister of Lazarus, was not the one who anointed the Lord with ointment, the harlot in Matthew, nor the one in Luke, but another, not a harlot like those, but modest and earnest. For she was zealous in receiving Christ. But why did they not, leaving their sick brother, do as the centurion and the royal official did, but send word saying, "Lord, behold, he whom you love is sick"? Because they had great confidence in Christ, and had much familiarity with him, and they were women and were overcome by grief; but that they did not do this out of contempt is clear from what follows. And the words "Behold, he whom you love is sick" were to draw Christ to compassion. For they still regarded him as a man. The words "This sickness is not unto death" Christ spoke, and what follows, wishing for the time being to dismiss those who reported to him that he was sick, with a view to saying this to them, at which it is also to be marveled that his sisters were not scandalized, as though the outcome had turned out contrary to the matter, but drew near to Christ. And wishing to show that his glory and the Father's are one, he promised that the Son of God should be glorified through it; for having first spoken of the glory of God, he then added, "that the Son of God may be glorified.
Τὸ δὲ ἵνα” ἐνταῦθα οὐκ αἰτιολογίας ἀλλ’ ἐκβάσεως ἐστί. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀρρωστία· ἐχρήσατο δὲ ταύτην εἰς δόξαν ὁ Θεός. Διὰ τοῦτο δὲ μετὰ τὸ ἀκοῦσαι αὐτὸν ὅτι ἀσθενεῖ, ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι ἔκλυσις
ἦν καὶ κάρος καὶ οὐ θάνατος, καὶ τοσοῦτον ἔμεινεν, ὡς καὶ εἰπεῖν τὴν ἀδελφὴν αὐτοῦ ὅτι ὄζει. Διὰ τί οὐδαμοῦ ἄλλοτε προειπὼν ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν νῦν λέγει τοῖς μαθηταῖς αὐτοῦ, “ἄγωμεν εἰς τὴν Ἰουδαίαν;” τὸ δεδοικέναι αὐτοὺς σφόδρα, ἵνα μὴ ἀθρόον αὐτοὺς ἐκεῖ παραγενόμενος ταράξῃ. ταράξῃ. οὖν ὡς μήπω ὄντες ἀπηρτισμένοι ἐφοβοῦντο περὶ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, λέγουσιν αὐτῷ, ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;” αὐτὸς παραθαρρύνων αὐτοὺς φησὶν, οὐχὶ δώδεκά εἰσιν “ὧραι τῆς ἡμέρας ;“καὶ τὰ ἑξῆς. Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστὶ, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὢν διὰ παντὸς τοῦ δημιουργοῦ τοῦ φωτὸς τούτου. Είπὼν δὲ ὅτι Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐχ ὡς πάλιν διαλεξόμενος τοῖς Ἰουδαίοις ἄπεισιν, ἀλλὰ τὸν φίλον ἐξυπνίσων. Διὰ τοῦτο δὲ ἐν προθυμίᾳ καθιστῶν τοὺς μαθητὰς, ἐκεῖνοι δὲ ἐκκόψαι βουλόμενοι τὴν ἐκεῖσε πορείαν, λέγουσιν, “εἰ κεκοίμηται, σωθήσεται.” Λέγεις, ὅτι καθεύδει, καὶ βαρέως ἔχει. Οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν.
The "that" here is not a statement of cause but of outcome. For the sickness came about from another source, but God used it for glory. And for this reason, after he heard that he was sick, he remained two days in the place where he was, so that he might breathe his last and be buried, so that no one might be able to say that he raised him before he had died, that it was a fainting and a torpor and not death, and he waited so long that his sister said that he stank. Why, when he had never before announced that he would go into Judea, does he now say to his disciples, "Let us go into Judea"? Because they were greatly afraid, lest, arriving there suddenly, he trouble them. They were afraid, then, as not yet being perfected, on his account, but more for their own sake, and they say to him, "Rabbi, just now the Jews were seeking to stone you, and again you are going there?" He, encouraging them, says, "Are there not twelve hours of the day?" and what follows. What he means is this: if the one who sees the light of this world is in safety, much more the one who is with me throughout, [with] the creator of this light. And having said that Lazarus our friend has fallen asleep, and what follows, he made clear that he was not going away to converse again with the Jews, but to wake his friend. And for this reason, putting the disciples in a state of eagerness, while they wished to cut off the journey there, they say, "If he has fallen asleep, he will be saved." You say that he sleeps and is in a serious condition. Therefore there is no urgency to go.
Πόθεν δὲ ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καἰ οὐδὲ ἀπὸ τοῦ εἰπεῖν, πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν” ἔγνωσαν θάνατον εἶναι, καὶ γὰρ ἀνοίας ἦν, εἴ γε προσεδόκουν στάδια πέντε καὶ δέκα πορεύεσθαι αὐτὸν, ὥστε ἐξυπνίσαι τὸν κεκοιμημένον; οὐκ ἀληθῶς ὕπνον ἐνόμισαν, ἀλλ’ αἰνίγματι λέγειν αὐτὸν, οἷα πολλὰ διελέγετο. ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο, τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ, ἀλλ’ ἄγωμεν πρὸς αὐτὸν,” τὸ μὲν πρότερον τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος ἔλεγε, “κεκοίμηται” ἐπειδὴ δὲ οὐ συνεῖδον, τότε φησὶ, ὅτι ἀπέθανε καὶ ὅτε μὲν ἔλεγε, κεκοίμηται, λέγει, πορεύομαι ἴνα ἐξυπνίσω αὐτόν. Ὅτε δὲ εἶπεν, ὅτι ἀπέθανεν, οὐκ ἔτι προσέθηκεν ὅτι πορεύομαι, ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἐβούλετο νῦν τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι. Διὰ τι δέ φησι, “χαίρω δι’ ὑμᾶς;” ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, ἴνα ἐπειδὰν ἀναστήσω, μηδεμία ἔσται ἐν ὑμῖν ὑποψία· οὕτω ἀτελέστερον ἔτι διέκειντο,
From where did the disciples suppose it was sleep, and did not even from his saying, "I go that I may awake him," recognize that it was death? For it would have been folly, if indeed they expected him to travel fifteen stadia in order to awake one who had fallen asleep. They did not truly think it was sleep, but that he was speaking in a riddle, as he often conversed. Since, therefore, they were rather sluggish, then Jesus says to them plainly, "Lazarus is dead, and I rejoice for your sake, that you may believe, because I was not there; but let us go to him." Previously, wishing to convey the undisturbed nature of it, he said, "He has fallen asleep." But since they did not understand, then he says that he has died. And when he said, "He has fallen asleep," he says, "I go that I may awake him." But when he said that he had died, he no longer added, "I go that I may raise him up." For he did not wish now to foretell in words the things that were going to be confirmed through deeds. And why does he say, "I rejoice for your sake"? Because I foretold that I was not there, so that when I raise him, there may be no suspicion among you. For they were still in a more imperfect state.
καὶ οὐκ ᾔδεισαν αὐτοῦ τὴν δύναμιν, ὡς ἐχρῆν. τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες· πάντες μὲν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς. Διὸ καὶ ἔλεγεν, “ἄγωμεν ἵνα καὶ ἀποθάνωμεν μετ’ αὐτοῦ.” τινὲς μὲν οὖν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν μετὰ τοῦ Χριστοῦ· οὐκ ἔστι δὲ τοῦτο· δειλίας γὰρ τὸ ῥῆμα· οὐκ ἐπετιμήθη δὲ, ἐπειδὴ διεβάσταζεν αὐτῶν τὴν ἀσθένειαν ἔτι. Εἰ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἦν μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος ἦν· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς ἐλθὼν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ καὶ τὰ ἑξῆς; ἐπειδὴ ἔμεινεν ἐκεῖ δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων, καθ’ ἣν καὶ ἐτελεύτησε, καὶ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. οὐκ ἦλθε δὲ αὐτεπάγγελτος, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Ἐμνημόνευσε δὲ τῶν πέντε καὶ δέκα σταδίων, ὅπως ἐντεῦθεν μάθωμεν, ὅτι διὰ τὸ εἶναι ἐγγὺς τὰ Ἱεροσόλυμα, πολλοὺς ἦν εἰκὸς τῶν Ἱεροσολυμιτῶν παρεῖναι, ἵνα παραμυθήσωνται αὐτάς. Παρεμυθοῦντο δὲ οὐχ ὡς φιλουμένας ὑπὸ Χριστοῦ, καὶ γὰρ ἦσαν συνθέμενοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται, ἀλλ’ ἣ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἣ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ οὗτοι παρῆσαν, ὅθεν πολλοὶ ἐξ αὐτῶν ἐπίστευσαν. Διὰ τί οὐ παραλαμβάνει τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς ἡ Μάρθα, ἀλλὰ μόνη τῷ Χριστῷ ἀπήντησεν; ἐπειδὴ κατ’ ἰδίαν συντυχεῖν αὐτῷ ἐβούλετο, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι·
And they did not know his power, as they ought. But the fears in between were doing this, troubling and disturbing their souls. All of them feared the assault of the Jews, but Thomas more than the others. Therefore he also said, "Let us go, that we may die with him." Some, then, say that he himself also desired to die with Christ; but this is not so, for the saying is one of cowardice. Yet he was not rebuked, since he was still bearing with their weakness. If Bethany was fifteen stadia away, which was two miles, how was Lazarus four days dead? For the Evangelist says that Jesus, when he came, found him having already been four days in the tomb, and so on. Since he remained there two days, and before those two days someone came announcing it, on which day he also died, and on that very fourth day he arrived. But he did not come self-announced, lest anyone suspect what had happened. He mentioned the fifteen stadia so that from this we might learn that, because Jerusalem was near, it was likely that many of the Jerusalemites were present, in order to comfort them. And they were comforting them not as those loved by Christ—for they had agreed that if anyone confessed him as Christ, he would be put out of the synagogue—but either because of the necessity of the misfortune, or as showing respect to those of nobler birth, or those who were not wicked were present, whence many of them believed. Why does Martha not take her sister with her, but alone went to meet Christ? Because she wished to converse with him privately, and to report what had happened.
ὅθεν ἐπειδὴ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν ἀδελφήν τὸ δὲ ὅσα ἃν “αἰτήσῃ τὸν Θεὸν δώσει σοι” εἶπεν, ἐπειδὴ εἰ καὶ ἐπίστευον εἰς τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς προσῆκε· οὐδὲ γὰρ ὅτι Θεὸς ἦν ἐπίστευον, ἀλλ’ ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διέκειντο· αὐτὸς δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῶν ὑπόνοιαν, αὐθεντικῶς ἀποφαίνεται λέγων, “ἀναστήσεται ὁ ἀδελφός σου.” Πόθεν δὲ αὕτη ἀναστάσεως ἤδει, ὅτι εἶπεν αὐτῷ, οἶδα ὅτι ἀναστήσεται ἐν τῆ “ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ;“ἐκ τῆς τοῦ Χριστοῦ Ἤκουε γὰρ αὐτοῦ πολλὰ περὶ ἀναστάσεως διαλεγομένου, ἀλλ’ ὅμως ἐπόθει ὧδε πάλιν ἰδεῖν αὐτόν. Αὐτὸς δὲ δεικνὺς τὴν
θείαν αὐτοῦ δυναστείαν, φησὶ πρὸς αὐτὴν, “ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται,” περὶ τοῦ θανάτου τούτου λέγων. Τὸ δὲ “οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,” διὰ τὸν θάνατον εἶπε. βουλόμενος δὲ αὐτῆς ἀνεγεῖραι τὸν νοῦν, φησὶ, πιστεύεις “τοῦτο;“οὐ γὰρ μόνον τὸν Λάζαρον ἀναστῆναι τὸ ζητούμενον ἦν, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας εἰς τὴν πίστιν ὁδηγηθῆναι. Ἐκείνη δὲ μὴ συνιδοῦσα τὸ λεχθὲν, ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται, λέγουσα, “ναὶ, Κύριε, ἐγὼ πεπίστευκα ὅτι “εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.” Εἰ γὰρ καὶ μέγα τι κατενόησεν, ἀλλ’ οὐ μὴν τὸ πᾶν ἐπέγνω· τέως μέν τοι ἐκέρδανον ἐκεῖνο τὸ κωλύσαι τὸ πένθος, λάθρα δὲ τὴν ἀδελφὴν ἐφώνησε, σφόδρα συνεχῶς διαπραξαμένη· τοῦτο γὰρ πεποίηκε βουλομένη μὴ διαταράξαι τοὺς πρὸς αὐτὴν συνελθόντας Ἰουδαίους·
Therefore, when he had brought her to good hopes, then he departs and calls her sister. But the words "whatever you ask of God, he will give you" he said because, even if they believed in Christ, they did not believe as was fitting; for they did not believe that he was God, but regarded him as some virtuous and esteemed man. He, however, overturning such an opinion of theirs, authoritatively declares, saying, "Your brother will rise." But how did she know of the resurrection, that she said to him, "I know that he will rise in the resurrection, in the last day"? From Christ's teaching. For she heard him discoursing much about the resurrection, but nevertheless she longed to see him here again. He, however, demonstrating his divine power, says to her, "I am the resurrection and the life; the one who believes in me, even if he dies, will live," speaking about this death. But the words "he will not die forever" he said because of the death. And wishing to awaken her mind, he says, "Do you believe this?" For it was not only that Lazarus should rise that was sought, but it was necessary that she and those present be led to faith. But she, not perceiving what was said, when asked one thing, answers another, saying, "Yes, Lord, I have believed that you are the Christ, the Son of God, the one coming into the world." For even if she understood something great, yet she did not fully recognize the whole; nevertheless for the time being they gained this—that she checked her mourning, and secretly she summoned her sister, having done this very frequently; for she did this wishing not to disturb the Jews who had gathered to her.
καὶ γὰρ εἰ ἔγνωσαν ὅτι διὰ τὸν Χριστὸν αὐτῇ λελάληκεν, ἄρα ἃν καὶ ἀνεχώρησαν, νῦν δὲ ὡς ὀλοφυρομένῃ, πάντες ἠκολούθησαν ἐγερθείσης αὐτῆς, καὶ εἰς συνάντησιν τοῦ Χριστοῦ ἀπερχομένης. τίνος ἕνεκεν ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “οὔπω ὁ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην,” καὶ τὰ ἑξῆς; ἵνα δείξη ὅτι σχολαιότερον ἐβάδιζεν, ὅπως μὴ δόξῃ ἐπιρρίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων τοῦτο πεποίηκε· καὶ ἐπειδήπερ τὸ μέλλον γίνεσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις ἐποίησεν ὁ Χριστὸς, καὶ ἔμελλεν μέγα κερδαίνειν πολλοὶ δι’ αὐτοῦ. Διὰ τοῦτο πολλοὺς οἰκονομεῖ γενέσθαι μάρτυρας τοῦ θαύματος. Φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῇ οἰκίᾳ “μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ,” καὶ τὰ ἑξῆς. Θερμοτέρως δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ· ἰδούσα γὰρ αὐτὸν, φησιν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, πάντα δὲ τὰ ἀνθρώπινα ἐκβαλοῦσα παρόντος τοῦ διδασκάλου, καὶ ἑνὸς γενομένη τῆς εἰς αὐτὸν τιμῆς. Φησὶ γὰρ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἃν ἀπέθανεν ὁ ἀδελ- φός μου.” Αὐτὸς δὲ διὰ τοῦτο οὐδὲν αὐτῇ διαλέγεται, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς εἶπε, διὰ τὸ παρεῖναι πολὺν ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων· συγκα-
For if they had known that he had spoken to her because of Christ, they would have withdrawn; but as it was, as though she were lamenting, they all followed when she rose and went to meet Christ. For what reason did the Evangelist note that "Jesus had not yet come into the village," and what follows? To show that he walked more slowly, so as not to seem to be thrusting himself upon the sign, but that he did it as being asked by them; and because the miracle about to take place was great, and such as Christ performed only rarely, and many were about to gain greatly through it. For this reason he arranges that many become witnesses of the miracle. For the Evangelist says that "the Jews who were in the house with her followed her," and what follows. But Mary approached Christ more fervently than her sister Martha; for when she saw him, he says, she fell at his feet, not ashamed of the crowd, nor of the suspicion they held concerning him; for many even of the enemies were there, but she cast out all human considerations in the presence of the teacher, and became one with the honor shown to him. For she says, "Lord, if you had been here, my brother would not have died." But he for this reason says nothing to her, nor speaks those words which he also spoke to her sister, because of the great crowd being present, and because it was not the time for such words; concur-
ταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν. Δακρύει γὰρ καὶ συγχεῖται ἰδὼν αὐτὴν κλαίουσαν, καὶ ἅπαντας τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους· τὸ δὲ ἐνεβριμήσατο τῷ πνεύματι,” τοῦτο ἐστὶν, ὅτι ἐπετίμησε τῷ πένθει· διὸ καὶ ἐπισχὼν τὴν σύγχυσιν, οὕτως ἐρωτᾷ, ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν έρώτησιν. Διὰ τί εἶπε, “που τεθείκατε αὐτόν ;“οὐκ ἀγνοῶν, μὴ βουλόμενος ἑαυτὸν ἐπιρρίπτειν τῷ θαύματι, μᾶλλον δὲ πάντα παρ’ ἐκείνων ποιῶν ὁμολογεῖσθαι καὶ μαρτυρεῖσθαι, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. ἐπειδὴ δὲ οὐδὲν οὐδέπω τῆς ἀναστάσεως Λαζάρου τεκμήριον ἐνδείκνυται, οὐδὲ οὕτως ἐνόμιζε τὸ ἔρχεσθαι ὡς ἀναστήσων αὐτὸν, ἀλλ’ ὡς θρηνήσων, λέγουσιν αὐτῷ, “Κύριε, ἔρχου καὶ ἴδε. Ἕνεκεν δὲ τίνος ἔλεγον οἱ Ἰουδαῖοι, οὐκ ἐδύνατο οὗτος ὁ ποιήσας ἀνοιχθῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;” διεφθαρμένῳ σκοπῷ, ὡς ἐνδιαβάλλοντες τὸ θαῦμα, ὡς μὴ γεγονὸς ἐκεῖνο, οὕτως οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν· ὀφείλοντες γὰρ θαυμάζειν τὸ σημεῖον ἐκεῖνο, ἀπ’ ἐκείνου μᾶλλον καὶ τοῦτο ἐνδιαβάλλουσι· καὶ γὰρ μήπω ἐλθόντος αὐτοῦ εἰς τὸν τόπον, μηδὲ τεκμήριόν τι τοῦ θαύματος ἐπιδειξαμένου, προκαταλαμβάνουσι ταῖς κατηγορίαις, οὐκ ἀναμείναντες τοῦ πράγματος τὸ τέλος. οὐκ ἐπιστομίζει δὲ αὐτοὺς, ἐπειδὴ ἔμελλον διὰ τῶν ἔργων τοῦτο πάσχειν, τοῦ θαύματος ἐκπληρουμένου, ὅπερ καὶ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν. Τί δήποτε δὲ περισπούδαστος ὁ Εὐαγγελιστὴς ἄνω καὶ κάτω στρέφει, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐπετίμησε τῷ πάθει;
But he descends further, laying bare the human nature. For he weeps and is troubled when he sees her weeping, and all the Jews who had come together with her; and the phrase "he was deeply moved in spirit" means that he rebuked the mourning; therefore, having checked the disturbance, he asks in such a way that the question should not be attended by lamentation. Why did he say, "Where have you laid him?" Not from ignorance, but because he did not wish to thrust himself forward for the miracle, or rather because he was making everything be acknowledged and testified to by them, so as to free the sign from all suspicion. But since no evidence of Lazarus's resurrection had yet been shown, nor did he think that he was coming to raise him, but to mourn, they say to him, "Lord, come and see." And for what reason did the Jews say, "Could not this man, who opened the eyes of the blind, have caused that this man also should not die?" With a corrupt purpose, as though casting discredit on the miracle, as if that one had not happened, so not even in misfortunes did they relax their wickedness; for whereas they ought to have marveled at that sign, from it they rather cast discredit on this one too; for even before he had come to the place, and before he had displayed any evidence of the miracle, they forestall him with accusations, not waiting for the outcome of the matter. But he does not stop their mouths, since they were going to suffer this through the works themselves, when the miracle was fulfilled, which was also less invidious, and more capable of putting them to shame. But why is the Evangelist so earnestly turning this over again and again, that he wept, and that he rebuked the passion?
Καὶ γάρ φησιν, Ἰησοῦς οὖν πάλιν ἐμβριμούμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνη- μεῖον ;“διὰ τὸ μαθεῖν ἡμᾶς, ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ φθέγγεται τῶν ἄλλων μᾶλλον Εὐαγγελιστῶν, καὶ τοῦτο καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερα φθέγγεται, ὅθεν καὶ ἐν τῷ πένθει πολὺ τὸ ἀνθρώπινον αὐτὸν φησὶν ἔχειν, ἀπὸ τούτου δηλῶν τῆς οἰκονομίας τὴν ἀλήθειαν. ὁ μὲν γὰρ Λουκᾶς ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θρόμβου καὶ τοῦ ἱδρῶτος, οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται ταύτην. τίνος ἕνεκεν οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι τὸν Λάζαρον, ἀλλὰ λέγει, ἄρατε τὸν λίθον ;“Καὶ γὰρ ὁ σῶμα κινήσας
νεκρὸν τῇ φωνῇ, ὁ τὸν δεδεμένον καὶ μὴ ὁρῶντα καὶ συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησε τοῦτο; ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος, ἵνα μὴ πάλιν λέγωσιν, ὃ ἐπὶ τοῦ τυφλοῦ, ὅτι οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες καὶ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον ἐξελθεῖν, καὶ τὸ τοὺς φίλους τοὺς κηδεύσαντας παρόντας αὐτὸν ὁρᾷν, καὶ ἀπὸ τῶν ἱματίων ἐπιγιγνώσκειν καὶ ἡ δυσωδία δὲ, φησὶ γὰρ, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει,” πάντα ταῦτα ἱκανὰ ἦν ἐπιστομίσαι τοὺς ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. Τὸ δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν,” εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τοῦ ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς λοιπὸν, διὰ τὸ μῆκος τῶν τοσούτων ἡμερῶν, οὕτως ἔτι κάτω στρέφεται·
For he says, "Jesus therefore, again deeply moved within himself, comes to the tomb" — so that we may learn that he truly put on our nature. For since he speaks great things about himself more than the other Evangelists, and yet in bodily matters speaks far more humbly, therefore also in mourning he says he has much that is human, by this demonstrating the truth of the economy. For Luke confirms this from the agony and the sweat and the drops, while this one confirms it from the mourning. For what reason did he not make Lazarus rise while the stone was still lying on the tomb, but says, "Take away the stone"? For he who moved a dead body by his voice, who by his voice made the bound man, who could not see and was fettered, walk — much more would he have moved a stone. Why then did he not do this? So that he might make them witnesses of the miracle, so that they might not again say what they said about the blind man, that "this is he," "no, it is not he." For the hands, and the coming to the place, and the lifting of the stone, and the coming out wrapped in grave clothes, and the friends who had buried him being present and seeing him, and recognizing him from the grave clothes, and the stench — for he says, "he has been dead four days, and already stinks" — all these things were sufficient to stop the mouths of those who were being obstinate, since they had become witnesses of the sign. And the phrase "already he stinks, for he has been dead four days," Martha said, thinking that it was now impossible for her brother to rise, because of the length of so many days. Thus he turns still further down.
ἀναμιμνήσκων δὲ ὁ Χριστὸς ὧν διελέχθη πρὸς αὐτὴν, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησὶν, οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς. ὄψει τὴν δόξαν τοῦ Θεοῦ ;“τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν, ”ἵνα δοξασθῇ ἐν αὐτῶ ὁ Υἱὸς τοῦ Θεοῦ,” ταύτῃ δὲ τὴν δόξαν “τοῦ Θεοῦ,” περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν ἀκουόντων τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἦν. Διὰ τί εὔχεται, μᾶλλον δὲ τῆς εὐχῆς σχῆμα ἀνέλαβεν ; αὐτοῦ λέγοντος, ἀκούσωμεν, φησὶ γὰρ, ”διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σὺ μὲ ἀπέστειλας.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἵνα μὴ ἀντίθεον με νομίσωσιν, ἵνα μὴ λέγωσιν, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γιγνόμενον. Οτι γὰρ τοῦτό ἐστιν, ἴδωμεν καὶ τίς ἡ ἀρχή· “εὐχαριστῶ σοι,” φησὶ, Πάτερ, ὅτι ἤκουσάς μου. τίς δὲ οὕτως ηὔξατό ποτε ; πρὶν γάρ τι εἰπεῖν, “ἤκουσάς μου,” φησὶ, δεικνὺς, ὅτι οὐ δεῖται εὐχῆς. Δῆλον δὲ τοῦτο ἀφ’ ὧν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων, σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ,” καὶ “θέλω καθαρίσθητι, καὶ ἀφέωνται αἱ ἁμαρτίαι σου,” καὶ τῇ θαλάσσῃ, “σιώπα, πεφίμωσο.” Κράξας δὲ φωνῇ μεγάλῃ, Λάζαρε, δεῦρο “ἔξω,” οὐκ εἶπεν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω, οὐ δὲ ἀνάστησον αὐτὸν, Πάτερ, ἀλλ’ εὐξαμένου σχῆμα λαβὼν ὡς εἴρηται, δι’ ἢν εἶπον αἰτίαν, τὴν αὐθεντίαν διὰ τῶν πραγμάτων
But Christ, reminding her of what he had discussed with her, and almost rebuking her as forgetful, says, "Did I not tell you that if you believe, you will see the glory of God?" To the disciples, then, he said, "that the Son of God may be glorified in him," but to her he spoke of "the glory of God," referring to the Father. For the weakness of the hearers was the cause of the difference in what was said. Why does he pray, or rather, why did he assume the form of prayer? Since he himself is speaking, let us listen. For he says, "Because of the crowd standing around I spoke, that they may believe that you sent me." What he means is this: that they may not think me to be opposed to God, that they may not say, "He is not from God," that I may show that the work is done according to your will. For that this is so, let us also see what the beginning is: "I thank you," he says, "Father, that you heard me." But who ever prayed in this way? For before saying anything, he says, "You heard me," showing that he has no need of prayer. This is clear from the things he did without prayer, saying, "I say to you, demon, come out of him," and "I will it; be cleansed," and "your sins are forgiven," and to the sea, "Be silent, be still." And having cried out with a loud voice, "Lazarus, come out," he did not say, "In the name of my Father, come out," nor "Father, raise him up," but assuming the form of one praying, as has been said, for the reason I mentioned, [he demonstrated] his authority through the deeds
ἐνδείκνυται· ταῦτα δὲ λέγω τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα τῶν τὴν δόξαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐλαττούντων, καὶ λεγόντων ὅτι ἀπὸ τῆς εὐχῆς ῥοπὴν λαβὼν τὸν Λάζαρον ἀνέστησε. Τί γὰρ ἴσον τῆς ἐξουσίας ταύτης γένοιτ’ ἂν, ὅτι ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι φησὶ, Λάζαρε, δεῦρο ἔξω ;“τοῦτο δέ ἐστιν ὃ ἔλεγεν, ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς “τοῦ Θεοῦ, καὶ ἀκούσαντες ζήσονται.” Iva γὰρ μή τις νομίσῃ, ὅτι παρ’ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, προλέγει τοῦτο, ὃ διὰ τῶν ἔργων δείξειν ἔμελλε. Δεῖξαι δὲ θέλων ὅτι τοῦ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον, φησὶ, “καὶ ἐξῆλθεν ὁ τεθνεὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας.” τοῦτο δὲ γέγονεν, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ πρᾶγμα. Κελεύει δὲ αὐτοῖς λῦσαι, ὅπως πλησίον γενόμενοι καὶ ἁψάμενοι, ἴδωσιν ὅτι οὕτος ἐκεῖνος ἐστι τὸ δὲ ἄφετε ὑπάγειν, τὸ ακομπαστον δηλοῖ, οὐδὲ γὰρ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ’ αὐτοῦ περιπατεῖν ὥστε ἐπιδείκνυσθαι, γενομένου δὲ τοῦ θαύματος, οἱ μὲν ἐπίστευσαν τῶν θεασαμένων, οἱ δὲ ἀπήγγειλαν τοῖς Φαρισαίοις. τι οὖν ἐκεῖνοι; ὀφείλοντες ἐκπλήττεσθαι καὶ θαυμάζειν, μᾶλλον ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὅπερ ἦν ἐσχάτης ἀνοίας, ὅτι τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον θανάτῳ παραδώσειν ἐνόμιζον, καὶ ἄνθρωπον αὐτὸν ἔτι ἐκάλουν λέγοντες, ”τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ;” τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος, ὅθεν καὶ πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι καὶ μηκέτι νομίζειν ἄνθρωπον.
He demonstrates this. I say these things to stop the mouths of the heretics who diminish the glory of the only-begotten Son of God, and say that he raised Lazarus having received a mere inclination from the prayer. For what could equal this authority, that he speaks to the dead man as to a living one, saying, "Lazarus, come out"? "This is what he was saying: the hour is coming when the dead will hear the voice of God, and having heard, they will live." For lest anyone suppose that he received the power from another, he foretells this, which he was about to demonstrate through his works. And wishing to show that the coming out of the bound man was no less paradoxical than the resurrection, he says, "And the dead man came out, bound as to his feet and hands." This happened so that the matter might not seem to be a phantom. And he commands them to loose him, so that drawing near and touching him, they might see that this is that very man. And "let him go," shows his freedom from boasting, for he does not lead him around, nor command him to walk with him so as to display him. And when the miracle had occurred, some of those who had seen it believed, but others reported it to the Pharisees. What then did those men do? Though they ought to have been astounded and amazed, they rather wished to kill him, which was the height of folly, because they thought to hand over to death the one who had overcome death in the bodies of others, and they still called him a man, saying, "What are we doing? For this man performs many signs." Having received so great a proof of his divinity, from which they ought to have believed and served and worshiped and no longer considered him a man.
τίνος ἕνεκεν τῶν Ῥωμαίων μνημονεύουσι, λέγοντες, ὅτι “ἐὰν “ἀφῶμεν αὐτὸν, ἔρχονται οἱ ‘Ρωμαῖοι καὶ αἴρουσιν ἡμῶν καὶ τὸ “ἔθνος καὶ τὴν πόλιν ;“τὸν λαὸν ἐπισεῖσαι σπουδάζοντες, ὡς μέλλοντος τοῦ πλήθους τῶν Ἰουδαίων δῆθεν κινδυνεύειν, ἐπὶ ὑποψίᾳ δῆθεν τυραννίδος. ἐὰν γὰρ ὀχλαγωγοῦντά φησιν ἴδωσι τὸν Χριστὸν οἱ ‘Ρωμαῖοι, ἐκ τοῦ πιστεῦσαι πολλοὺς εἰς αὐτὸν, ὑποπτεύουσιν ἡμᾶς ἐπὶ τυραννίδι, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δὲ ἔλεγον οὐ προσδοκῶντες ταῦτα, ἀλλὰ βασκαίνοντες· ἵνα γὰρ μὴ δόξωσι τὸν ἑαυτῶν φθόνον δημοσιεύειν, τὴν πόλιν λέγουσι κινδυνεύειν ἅπασαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν λόγον.
Θεοδώρου Μομψουεστίασ. Τὸ, “ἴδε, ὃν φιλεῖς πίστεως ἀπόδειξιν ἔχει· οὕτω γὰρ ᾔδεσαν πολλὴν περιεῖναι τῷ Κυρίῳ δύναμιν, ὡς θαυμάζειν ὅτι καθήκετο ἀσθένεια ἀνδρὸς φιλουμενου παρ’ αὐτοῦ· Ἀμμωνίου Πρεβυτέρου. Οὐκ ἔστι πρὸς θάνατον, τουτέστι πρὸς διηνεκῆ, ἀλλ’ εἰς μόνας τέσσαρας ἡμέρας, ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ. πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν. Ὠριγένουσ. Εἴποι δ’ ἄν τις τὴν Μαριὰμ σύμβολον εἶναι ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸ δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν, τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ ἀποστραφέτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν “Ἅιδην·” καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φησὶν εἰρῆσθαι τῇ Μάρθᾳ·
For what reason do they mention the Romans, saying, "If we let him alone, the Romans will come and take away both our nation and the city"? They are eager to alarm the people, as though the multitude of the Jews were supposedly in danger, on the suspicion of tyranny, so to speak. For if, he says, the Romans see Christ gathering a crowd, from the fact that many believe in him, they will suspect us of tyranny and will destroy our city. But they said these things not expecting them to happen, but out of envy; for so that they might not seem to publicize their own envy, they say that the whole city is in danger, and that the common good is being plotted against, and that their discourse concerns the utmost extremities.
Theodore of Mopsuestia. The phrase, "Behold, he whom you love" is a proof of faith; for they knew that such great power resided in the Lord, that they marveled that weakness had come upon a man loved by him. Ammonius the Presbyter. It is not unto death, that is, not unto perpetual death, but only for four days, since he rose not long after. Looking to the outcome of the matter, we say that the sickness is not unto death. It was not of such great glory and wonder to raise Lazarus from sickness as to raise him from the dead. Origen. One might say that Mary is a symbol of those from the Gentiles, and Martha of those from the circumcision, and their brother who is raised from the dead, of those who have descended to Hades because of certain sins, according to the verse, "Let the sinners be turned back to Hades"; and not implausibly, because of the conduct under the law of Moses, he says it was spoken to Martha:
Μάρθα, Μάρθα, περὶ πολλοῦ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία·” εἰς σωτηρίαν οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων. Θεοδώρου Μομψουεστίασ. Εητήσωμεν, ἐν ποίῳ τόπῳ Ἰησοῦς, ὅτε ταῦτα ἔλεγεν· ὅσον γὰρ ἀπὸ τοῦ Εὐαγγελίου οὐκ ἦν ἔξω τῆς Ἰουδαίας· πῶς οὖν λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν “Ἰουδαίαν;“εἰ μὴ ἄρα ἁπλούστερόν τις τὰ τοιαῦτα ἐξετάζων λέγοι κατὰ τὸ σιωπώμενον αὐτὸν γεγονέναι ἔξω τῆς Ἰουδαίας. Εἰπὼν οὖν, ἄγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν,” ἀκούει ὑπὸ τῶν μαθητῶν τὸ καὶ πάλιν ὑπάγεις ἐκεῖ.” Ἀμμωνίου Πρεσβυτέρου. To δὲ, ζητοῦσί καὶ τὰ ἑξῆς, ὡς μήπω ὄντες ἀπηρτισμένοι, καὶ νομίζοντες ὅτι καὶ καὶ ἄκων ἔπασχεν, εἶπον τοῦτο· οὐχὶ δώδεκα ὧραι εἰσὶ,” καὶ τὰ ἑξῆς. ἘΞ Α᾿νεπιγράφου. τοῦτο εἰπεῖν βούλεται, ὅτι μηδὲν συνειδὼς πονηρὸν οὐδὲν πείσεται δεῖνον, ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται· ὥστε οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἀπράξαμεν· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐπ’ ἀσφαλείᾳ
Martha, Martha, you are troubled about many things and distracted, but few things are needed; for salvation there is no need of the many commandments according to the letter of the law, but of few, in which the whole law and the prophets hang, namely those legislated concerning love. From Theodore of Mopsuestia. Let us inquire in what place Jesus was when he said these things; for so far as the Gospel goes, he was not outside Judea; how then does he say to the disciples, "Let us go into Judea"? Unless perhaps one examining such matters more simply would say that, according to what is passed over in silence, he had been outside Judea. Having said therefore, "Let us go again into Judea," he hears from the disciples, "You are going there again." From Ammonius the Elder. But the "they seek" and what follows, as not yet being perfected, and thinking that he suffered even unwillingly, they said this: "Are there not twelve hours," and what follows. From an untitled source. He wishes to say this, that having no consciousness of evil he will suffer nothing terrible, but the one who practices wicked things will suffer; so that one ought not to fear; for we have done nothing worthy of death; or that the one who sees the light of this world, for safety