τὸ δὲ αἰδοῖον αὐτοῦ, πάσης μὲν αἰσχύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας, καὶ σκώληκας, εἰς ὕβριν δι’ αὐτῶν μόνον τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀσμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ’ οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. Ἐπειδή περ ἐγίνωσκον οἱ Ἰουδαῖοι τὸν Πιλᾶτον οὐδένα ποιούμενον λόγον τῶν νομίμων, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν
ποιήσασθαι αὐτὸν πρὸς τὸν Χριστὸν παρεσκεύασαν· διὸ καὶ φησὶ πρὸς αὐτόν· “σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” πάντα δὲ ἐκίνουν καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. αὐτὸς δὲ διὰ τοῦ εἰπεῖν “σὺ εἶπας,” ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλ’ ἐπουράνιος, ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε πρὸς αὐτόν· “ὅτι “ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.” Τίνος δὲ ἕνεκεν οὐχὶ ταῦτα προσήνεγκεν εἰς μέσον· οἷον ὅτι καὶ φόρον κατεβάλομεν, καὶ ἑτέρους καταβαλέσθαι ἐκέλευσα· καὶ ἡνίκα ἠθέλησάν με ποιῆσαι βασιλέα ἔφυγον; ὅτι διεφθαρμένον ἦν αὐτῶν τὸ δικαστήριον, καὶ ἑκόντες ἐτύφλωττον, καὶ ἐκακούργουν. διὰ δὴ τοῦτο καὶ βραχέα ἀποκρίνεται καὶ σιγᾷ· βραχέα μὲν, ἵνα μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς, αὐθαδίας δόξαν λάβῃ, σιγᾷ δὲ, ὅτι οὐδαμῶς ἐκ τοῦ πολλὰ λέγειν πείσειν αὐτοὺς ἤμελλεν· ἀξίως δὲ ἐθαύμαζεν ὁ ἡγεμὼν, σιωπῶντος αὐτοῦ, διότι τοσαύτην ἐπιείκειαν ἐπεδείκνυτο, καὶ ὅτι μυρία ἔχων εἰπεῖν, μᾶλλον ἐσιώπα.
But his private part, more unpleasant and larger than all shame to appear, and through it were carried the ichors flowing together from the whole body, and worms, for insult through these alone of the necessities. And after many tortures and punishments, they say that when he died in his own place, from the stench that place has become deserted and uninhabited until now, but not even to this day can anyone pass by that place unless he blocks his nostrils with his hands. Since the Jews knew that Pilate made no account of the laws, they prepared to make the accusation against Christ on public charges; therefore he also says to him: "Are you the king of the Jews?" And they kept stirring up and turning everything, so as to put him to death. But he, by saying "You have said it," confessed that he is a king, but a heavenly one, which he also said more clearly elsewhere to him: "that my kingdom is not of this world." For what reason did he not bring these things forward: such as that we also paid tribute, and I commanded others to pay; and when they wished to make me king I fled? Because their court was corrupt, and they willingly were blind and acted wickedly. For this reason he both answers briefly and is silent; briefly, so that from continuous silence he might not receive a reputation for arrogance, and he is silent because by saying many things he was in no way going to persuade them; and the governor rightly marveled, when he was silent, because he displayed so much gentleness, and because having countless things to say, he rather kept silent.
ἐπειδὴ δὲ ἐβούλετο αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὰ τοῦτο εἶπεν, “οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;” ὡς δὲ οὐδὲ οὕτως ἀπεκρίνατο, καὶ ἕτερον μηχανᾶται, ὥστε αὐτὸν ἐξελέσθαι καὶ ἐκ τούτου· εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὦ Ἰουδαῖοι, ὡς ἀθῷον ἄφησαι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ· καὶ γὰρ ἔθος εἶχον καθ’ ἑκάστην ἑορτὴν, ἕνα τινὰ κακοῦργον ἐξαιτούμενοι λαμβάνειν, καὶ ἀπολύειν· καὶ ἦν ἰδεῖν τάξιν ἀντεστραμμένην· μᾶλλον ὁ ἄρχων αἰτεῖ τὸν δῆμον τοῦ λαβεῖν καὶ ἀπολύσαι, καὶ ὅμως οὐδὲ οὕτως γίνονται ἥμεροι, ἀλλὰ θηριοῦνται μειζόνως, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Τίνος ἕνεκεν οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; ἣ ὅτι ἀξία ἦν ἐκείνη μᾶλλον, ἢ ὅτι αὐτὸς εἰ εἶδεν οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ’ ἂν ἐξεῖπεν. διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. οὐχ ἁπλῶς δὲ ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ δεινὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα, ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον· καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδε. διατὶ οὐκ εἶπεν ἁπλῶς ὅτι εἶχον λῃστὴν, ἀλλ’ ἐπίσημον; ὥστε μηδὲ σκιὰν αὐτοῖς καταλιπεῖν ἀπολογίας, ὅτι τὸν περιβόητον ἐν κακίᾳ, τὸν μυρίους ἐργασάμενον φόνους, τοῦ τῆς οἰκουμένης Σωτῆρος
But since he wanted him to be released after defending himself, for this reason he said, "Do you not hear how many things they testify against you?" And when he did not answer even so, he contrives another means to rescue him from this too; for if you do not wish, he says, O Jews, to release him as innocent, at least grant him as condemned for the festival; for they had a custom at each festival to request and receive one criminal, and to release him. And one could see a reversed order: rather the governor asks the people to receive and release, and yet not even so do they become gentle, but they become more savage, driven to frenzy by the passion of envy. For what reason does Pilate not see, but his wife? Either because she was more worthy, or because if he himself had seen it would not have been believed likewise, or he would not even have spoken of it. For this reason it is arranged that the woman see, so that it might become clear to all. And she does not see simply, but also suffers many terrible things, so that from sympathy toward his wife the man might become more hesitant about the murder; and the timing also contributed not a little, for it was during that very night that she saw. Why did he not say simply that they had a robber, but a notorious one? So as to leave them not even a shadow of excuse, that the one infamous in wickedness, the one who had committed countless murders, they preferred to the Savior of the world.
προὔθηκαν, καὶ τὸν δῆμον διέφθειραν, ἵνα τοῦτον αἰτήσωνται, ὅπως καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην οὗτοι δώσουσι δίκην. τὸ δὲ “τί ποιήσω τὸν Χριστὸν” εἶπε πρὸς αὐτοὺς ὁ Πιλᾶτος, καὶ ἐν τούτῳ πάλαι ἐντρέψαι βουλόμενος διὰ τὸ ποιῆσαι αὐτοὺς κυρίους τῆς αἱρέσεως, ἵνα κἂν οὕτως αἰσχυνθέντες, αὐτὸν μᾶλλον αἰτήσωνται, καὶ τῆς τῶν αὐτῶν γένηται φιλοτιμίας τὸ πᾶν· τὸ μὲν γὰρ λέγειν οὐχ ἥμαρτεν φιλονεικοτέρους ἐποίει, τὸ δὲ ἐκ φιλανθρωπίας παρακαλεῖν σωθῆναι, ἀναντίρρητον εἶχε τὴν πειθῶ, οἱ δὲ καὶ οὕτως ἔλεγον “σταύρωσον.” Θεοδώρου Ἡρακλείασ. Διατὶ ἐφραγέλλωσεν; ἣ ὡς κατάδικον, νόμου κελεύοντος τοὺς σταυρωμένους πρῶτον μαστίζεσθαι, καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδοθῆναι, ἣ σχῆμα καὶ σκῆψιν περιτιθέναι τῇ ἀδίκῳ κρίσει βουλόμενος. Ἀπολιναρίου. Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν “τὸν νῶτον μου δέδωκα εἰς μάστιγας·” καὶ πεπλήρωται μὲν τὸν δίκαιον ὑπὲρ τῶν ἁμαρτωλῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε δίκαιος ὑπὲρ ἀδίκων πέπονθεν, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν, ὡς Ἡσαΐας φησιν. Εἰς τὰς χεῖρας ὁ Πιλᾶτος ἀπενίψατο, καὶ ἀθῷον ἑαυτὸν ἔλεγεν εἶναι, ἀλλ’ ὅμως μαλακίας εἶναι ἡ συγχώρησις, καὶ ἀνάνδρως σφόδρα τοῦτο διεπράττετο· ἔδει γὰρ μὴ παραδοῦναι ταύτην, ἀλλὰ μᾶλλον ἐξαρπάσαι· καθάπερ μετὰ ταῦτα ὁ ἑκατόνταρχος τὸν Παῦλον. καὶ γὰρ καὶ τότε στάσις ἐγένετο καὶ θόρυβος, ἀλλ’ ὅμως ἐκεῖνος ἔστη πρὸς πάντα, οὗτος δὲ ἁπλῶς παρασύρεται.
They put him forward and corrupted the crowd, so that they might ask for this man, in order that these also might pay the ultimate penalty for their deceit. And the words "What shall I do with the Christ?" Pilate spoke to them, wishing in this also to shame them long beforehand by making them masters of the choice, so that even thus, ashamed, they might rather ask for him, and the whole matter might become an occasion of generosity on their part. For his speaking did not make them more contentious, but his appealing out of kindness that he be saved had an irrefutable persuasiveness. But they even so said, "Crucify him."
Theodore of Heraclea. Why did he have him scourged? Either as one condemned, since the law commands that those who are to be crucified be first scourged, and thus delivered to punishment; or wishing to attach a show and pretext to the unjust judgment. Apollinaris. The scourges were in place of the sins of the world, because many are the scourges of the sinner, and according to the prophecy that says, "I gave my back to scourges"; and the righteous one was filled up on behalf of sinners, and the height of goodness was filled up, when the righteous suffered on behalf of the unrighteous, so that by his wound we might be healed, as Isaiah says. Pilate washed his hands and said he was innocent, but nevertheless the concession was one of weakness, and he did this very cowardly; for he ought not to have handed him over, but rather to have snatched him away, just as afterward the centurion did Paul. For even then there was a riot and uproar, but nevertheless that man stood firm against everything, while this man is simply swept along.
διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων λέγων, “ὅτι μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδοὺς με σοί.” κατηράσαντο δὲ οὐ μόνον ἑαυτοῖς οἱ Ἰουδαῖοι, ἀλλὰ καὶ ἐπὶ τὰ τέκνα εἵλκυσαν τὴν ἀρὰν εἰπόντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν,” διὰ τὴν πολλὴν αὐτῶν παραπληξίαν, ἀλλ’ ὅμως ὁ φιλανθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων καθ’ ἑαυτοῦ καὶ κατὰ τῶν παίδων, οὐ μόνον οὐκ ἐπὶ τῶν παίδων, ἀλλ’ οὐδὲ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας καὶ πιστεύσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἒξ αὐτῶν ἢν, καὶ αἱ μυριάδες τῶν πεπιστευκό-
τῶν. εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. τίνος ἕνεκεν ἐφραγέλλωσεν παραδίδους ἵνα σταυρωθῇ; ἣ ὡς κατάδικον, ἣ σχῆμα περιτιθέναι τῇ κρίσει βουλόμενος· καίτοιγε, ὡς προείρηται, μᾶλλον ἐνστῆναι ἐχρῆν αὐτὸν μέχρι τέλους, καὶ ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, περὶ πάντων ὧν κατηγόρουν αὐτῷ οἱ Ἰουδαῖοι. Οἱ στρατιῶται δὲ ὕβριζον καὶ ἐνήλλοντο εἰς αὐτὸν, ἣ τοῖς Ιουδαίοις χαριζόμενοι, ἢ καὶ κατὰ οἰκείαν δυστροπίαν. ἐποιοῦντο δὲ καὶ τὰς ὕβρεις ποικίλας καὶ διαφόρους· τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην, ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς·
For this reason Christ does not even release him from the charges, saying, "Because the one who delivers me to you has the greater sin." But the Jews cursed not only themselves, but also drew the curse upon their children, saying, "His blood be upon us and upon our children," because of their great madness. Nevertheless, the Lover of Mankind, though they had shown such madness against himself and against their children, not only did not ratify the verdict against the children, but not even against themselves, but received from both them and those who repented and believed, and deemed them worthy of countless good things; for Paul was also one of them, and the myriads of those who believed. But if some persisted, let them reckon the punishment to themselves. For what reason did he scourge him and deliver him up to be crucified? Either as condemning him, or wishing to give an appearance to the judgment; although, as was said before, he ought rather to have stood firm to the end, and to have sought proofs and refutations concerning all the things of which the Jews accused him. But the soldiers insulted and mocked him, either gratifying the Jews, or also out of their own perversity. And they made the insults varied and diverse; for that divine head they sometimes struck, sometimes insulted with the crown of thorns, sometimes beat with the reed, vile and accursed men.
καὶ οὐ μόνον ἡ κεφαλὴ, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα ὅλον δι’ ὅλου ὑβρίζετο, τὸ πρόσωπον ἐμπτυόμενον, αἱ σιαγόνες ῥαπιζόμεναι, τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως, ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς· καὶ καθάπερ δεδοικότες μὴ δόξωσι καταλιμπάνειν τι τοῦ τολμήματος· οὕτως ἅπαντα πράττουσιν. μετὰ τὸ τοιαῦτα παθεῖν τοίνυν τὸν Χριστὸν δι’ ἡμᾶς, τίς ἡμῖν λόγος ἔσται λοιπὸν, ἐπὶ ὕβρεσι κινουμένοις; διανέμονται δὲ μετὰ τὸ σταυρῶσαι τὰ ἱμάτια αὐτοῦ, τοῦτο διαπραττόμενοι, ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπερριμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, ἀλλ’ οὐδὲ γὰρ εἰς τοὺς λῃστὰς τοιοῦτόν τι εἰργάσαντο, ἀλλ’ εἰς τὸν Χριστὸν πάντα ἐτόλμων. ΕΞ ἀνεπιγράφου. Οὐχ ὅτι ἐκεῖνοι ᾔσχυνον, ἀλλ’ ὅτι Θεῷ ἐδόκει ταῦτα γενέσθαι, πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν· ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ Κυρίου τῆς δόξης, διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν, καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπεὶ a δὲ χρώματι αἵματι ἡ χλαμὺς ἐκέχρηστο b, διὰ τοῦτο οἱ φονῶντες κατ’ αὐτοῦ, ἐνέδυσαν αὐτὸν, μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῒ, κοκκίνου ῥάματος, καὶ τὸ ἐνδήσαντος τὴν χεῖρα ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον, ἣ χλαμὺς αὕτη, τὸ τὰ αἵματα τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων εἰληφέναι ὑπὲρ σωτηρίας a ἐπὶ Cod. b Leg. vid ἐκέχριστο.
And not only the head, but the whole body entire was outraged through and through: the face spat upon, the cheeks struck, the whole body through the scourges, through the wrapping of the cloak, and the feigned obeisance; the hand through the reed, which they gave him to hold instead of a scepter; the mouth again through the offering of the vinegar; and as though fearing lest they should seem to leave anything of the audacity undone, so they do all things. After Christ therefore suffered such things for us, what defense shall we have thereafter, when we are stirred to insults? And after crucifying him they divide his garments, doing this very thing which is done in the case of utterly worthless and cast-off condemned men, who have nothing; and indeed not even to the robbers did they do any such thing, but against Christ they dared all things. From an uninscribed source. Not that those men were ashamed, but that it seemed good to God that these things be done, for the redemption of men; the Lord of glory having been dishonored for us, because of the dishonor that falls to us, and glorifying the day of the righteous, which is ever mocked by the uneducated. And since the cloak had been smeared with the color of blood, for this reason those who were murdering him clothed him with it, not understanding what they were doing—or rather, the scarlet cloth of Jesus the son of Nave, and the sign of the one of the sons of Judah from Thamar who bound her hand, this cloak signifies that he has taken up the blood of the world and of the men in it for salvation.
πάντων τὸν Σωτῆρα· οἱ δὲ ὑπὸ μεριμνῶν, καὶ πλούτου καὶ ἡδονῶν συμπνιγόμενοι, λαβόντες τὸν Λόγον τοῦ Θεοῦ, καὶ μὴ τελεσφοποῦντες, πλέκοντες ἀκάνθας ἡμῶν, ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ, κάλαμον δὲ ἔθηκαν ἐν τῇ δεξιᾷ αὐτοῦ, οἱ διάκενον νομίζοντες αὐτοῦ εἶναι τὴν βασιλείαν. Σευήρου Ἀντιοχείασ ἐξ ὑπακοῆσ. Καὶ ἐν αὐτοῖς τοῖς ταπεινοτάτοις καὶ ἑκουσίοις πάθεσι, Χριστὲ ὁ Θεὸς, ἔδειξας ὡς τοῦδε τοῦ παντὸς κτίστη, ὑπάρχεις, καὶ ἀνακαινιστής· τῷ γὰρ τῶν ἀκανθῶν στεφάνῳ στεφανωθῆναι κατεδέξω Χριστὲ, δηλῶν ὡς τοῦ κύκλου τοῦ κόσμου τὰς ἁμαρτίας περιλαβὼν, καὶ ἐφ’ ἑαυτὸν ἄρας, ἐπὶ τὸν σταυρὸν ἀνήγαγες, ἐφ’ ᾧ καὶ ἔρρηξας τὸ τῆς καθ’ ἡμῶν ἀνομίας χειρόγραφον, καὶ τὸν κάλαμον τῇ χειρὶ κατέσχες, ἵν. τὸ ἀσθενὲς ἀνεπιρρώσῃς σκῆπτρον τῆς ἡμετέρας ἀρχῆς, δι’ οὗ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχειν ἐτάχθημεν. Τοῦ Αὐτοῦ. Ὑποφέρει τὸ μὲν τοῦ στεφάνου σχῆμα περιφερὲς τὸν τοῦ κόσμου κύκλον, ὑπὲρ οὗ παθεῖν σαρκὶ κατεδέξατο· τὸ δὲ ἀκανθῶν ὀξὺ καὶ ἄκαρπον τὸ τῶν ἁμαρτιῶν ὑπογράφει πληκτικὸν καὶ ἀνωφελές. Τοῦ Αὐτοῦ. Ἔσω μὲν ἐκ τοῦ πραιτωρίου αὐτὸς ἐβάσταζε τὸν σταυρὸν αὐτοῦ, ὡς ὁ Ἰωάννης φησὶν, ἐν δὲ τῇ ὁδῷ γεγονότες, εὗρον Σίμωνα, καὶ μετέβαλον εἰς ἐκεῖνον τὸν σταυρὸν, ἕως οὗ ἦλθον εἰς τὸν Γολγοθαν, ἔνθα ὄξος προσέφερον αὐτῷ, ἐνυβρίζοντες αὐτὸν, ὁ δὲ οὐκ ἠθέλησεν·
of all men the Savior; but those choked by cares and wealth and pleasures, having received the Word of God and not bringing it to perfection, weaving thorns for us, he took them up and consumed them on his own head; and they placed a reed in his right hand, those who thought his kingdom to be in vain. From Severus of Antioch, from the homily. And in these very lowliest and voluntary sufferings, O Christ God, you showed that you are the creator and renewer of this whole universe; for you deigned to be crowned, O Christ, with the crown of thorns, signifying that you gathered up the sins of the circle of the world, and bearing them upon yourself, you brought them up to the cross, where you also tore up the handwriting of our lawlessness, and you held the reed in your hand, that you might strengthen the weak scepter of our rule, by which we were appointed to rule over all things upon the earth. From the same. The circular shape of the crown represents the circle of the world, for which he deigned to suffer in the flesh; and the sharpness and fruitlessness of the thorns depict the striking and unprofitable nature of sins. From the same. Inside the praetorium he himself carried his cross, as John says, but when they had come onto the road, they found Simon and transferred the cross to him, until they came to Golgotha, where they offered him vinegar, insulting him, but he did not want it;
ἕτερος δὲ Εὐαγγελιστὴς, φησὶν, ὅτι “γευσά- “μένος εἶπε, τετέλεσται·” φησὶν ἡ προφετεία ἡ λέγουσα, “ἔδω- “κὰν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν “με ὄξος·” πλὴν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἶπεν ὅτι ἔπιεν, ταὐτὸν γὰρ ἐστὶ μὴ πιεῖν, τὸ μόνον γεύσασθαι. Κυρίλλου. Ὠριγένουσ. Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς ὅτι Ἑβραῖοι παραδίδωσι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι· καὶ ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, ἀνέστη καὶ ὁ Ἀδὰμ, “καὶ ἐν Χριστῷ πάντες ζωοποιηθήσονται.” Διατί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν; ἵνα τῆς δόξης τῆς ἐκείνων κοινωνήσῃ· ὄξος δὲ πιεῖν ἔδωκαν αὐτῷ, καὶ ἐν τούτω ἐνυβρίζοντες, καὶ ἐπὶ τοῦ σταυροῦ δὲ βλέποντες ἀνασκωλωπισμένον ὀνειδίζουσιν, ἵνα δημοσίᾳ πάντων ὁρατῶν ἐκπομπεύσωσιν εἰς αὐτὸν,
βουλόμενοι δεῖξαι ἀπαταιῶνα· δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν, καὶ ταύτην ἐκ τούτου ἀπιστηθῆναι ποιήσουσιν· ἔλεγον δὲ τὸ, “ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι,” τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβαλεῖν, διὰ τὸ γεγράφθαι καὶ κεῖσθαι ἐπάνω τῆς κεφαλῆς αὐτοῦ, “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰου- “δαίων·” βουλόμενοι δεῖξαι ὅτι οὐκ ἔστι βασιλεὺς τοῦ Ἰσραὴλ, “καταβάτω ἀπὸ τοῦ σταυροῦ.” Πῶς ὁ μὲν Λοῦκας φησὶν, ὅτι ὁ εἰς λῃστὴς ἐπετίμα τῷ ἄλλῳ βλασφημοῦντι, ὁ δὲ Ματθαῖος, ὅτι ἀμφότεροι οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον; ἀμφότερα γέγονε, πρότερον μὲν γὰρ οἱ δύο ὠνείδιζον, ὕστερον δὲ οὐκέτι· ἵνα γὰρ μὴ νομίσῃ τίς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι·
But another Evangelist says that "having tasted, he said, It is finished"; the prophecy says, "They gave me gall for my food, and for my thirst they gave me vinegar to drink." Yet neither the one nor the other said that he drank, for it is the same thing not to drink as only to taste. Of Cyril. Of Origen. Concerning the place of the skull, it has come to us that the Hebrews hand down that the body of Adam was buried there; and since in Adam we all die, Adam also rose, "and in Christ all shall be made alive."
Why did they crucify him in the middle between the robbers? So that he might share in their glory. And they gave him vinegar to drink, and in this too insulting him, and seeing him fixed on the cross they reproach him, so that publicly, with all looking on, they might expose him, wishing to show him a deceiver; fearing his resurrection, they will make it disbelieved on this account. And they said, "He saved others, himself he cannot save," attempting from this to discredit his former signs, because it was written and placed above his head, "This is the king of the Jews"; wishing to show that he is not king of Israel: "Let him come down from the cross."
How is it that Luke says that one robber rebuked the other who was blaspheming, while Matthew says that both robbers insulted him and reproached him? Both happened: first the two reproached him, but afterward no longer; for lest anyone should think that the matter came about by some collusion;
μηδὲ μὴ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσιν ἡμῖν, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη. Ἐν μέσῃ δὲ ἡμέρᾳ τὸ σκότος ἐγένετο, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· γέγονε δὲ τοῦτο, ἵνα φοβηθῶσι καὶ κατανυγῶσι καὶ πιστεύσωσι· κατ’ ὀργὴν γὰρ θείαν διὰ τὰ τετολμημένα, τὸ σκότος ἐκεῖνο γέγονεν· ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ’ ὀργή τε καὶ ἀγανάκτησις δῆλον· τρεῖς γὰρ ὥρας παρέμεινεν, ἡ δὲ ἔκλειψις ἐν ἐλάττονι χρόνῳ γίνεται· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη τοῦτο. οὐκ ἐθαύμασαν δὲ, οὐδὲ αὐτὸν ἐνόμισαν εἶναι Θεὸν, καὶ μετὰ τὸ σκότος, ὅτι ἐν πολλῇ ῥαθυμίᾳ καὶ κακίᾳ κατείχοντο, καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόσληψις ἦν. ἴσως δὲ καὶ ἐνόμιζον ὅτι κατ’ ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσικὴν γέγονε τοῦτο. ὅθεν καὶ μετὰ τοσαῦτα θαύματα ἐπέμενον ἔτι ἐνυβρίζοντες. φθέγγεται δὲ μετὰ τοῦτο, ἵνα μάθωσιν ὅτι ἔζη, καὶ αὐτὸς τοῦτο ἐποίησε· καὶ γένωνται καὶ ἐντεῦθεν ἐπιει- κεστεροι. ΕΞ ἀνεπιγράφου. Ὁ Μάρκος φησὶν ὅτι τρίτῃ ὥρᾳ ἐσταυρώθη οὗτος, καὶ ὅτι ἕκτῃ ὥρᾳ τὸ σκότος ἐγένετο. ὅτι εἰκὸς μὲν αὐτὸν ἐσταυρῶσθαι καὶ ἀπὸ τρίτης ὥρας, ἀπὸ δὲ ἕκτης ὥρας γεγενῆσθαι· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ πράγματος μόνον, ἀλλὰ καὶ τὸ εὐκαίρως συμβῆναι· μετὰ γὰρ πάντα τὰ τῆς παροινίας καὶ τῆς παρανόμου κωμῳδίας τοῦτο γίνετᾶι.
that the robber was not a robber, he shows us from the outrage, that up on the cross he was a robber and an enemy, and was suddenly transformed. And at midday the darkness came, so that all who dwell on the earth might learn that throughout the whole inhabited world it was day; and this happened so that they might fear and be pricked to the heart and believe; for that darkness came about by divine wrath because of the things that had been dared; for that it was not an eclipse, but wrath and indignation, is clear: for it lasted three hours, whereas an eclipse occurs in a shorter time; and those who have observed one know this; for indeed this also happened in our own generation. But they did not marvel, nor did they consider him to be God, even after the darkness, because they were held fast in great sloth and wickedness, and the advance of impiety was great. Perhaps they also thought that this happened by an eclipse or some other natural sequence. Hence even after so many wonders they continued still in their insults. And after this he speaks, so that they might learn that he lived, and that he himself did this; and that from this they might become more reasonable. From an untitled work. Mark says that he was crucified at the third hour, and that at the sixth hour the darkness came. For it is likely that he was crucified from the third hour, but that it occurred from the sixth hour; which was sufficient to convert them, not only by the magnitude of the event, but also by its happening at the right time; for after all the drunkenness and the lawless mockery, this takes place.
ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο, ἅπερ ἠθέλησαν, τότε δεικνύναι τὸ σκότος· ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες, κερδήσωσιν ἀπὸ τοῦ θαύματος· τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ, τοῦτο θαυμασιώτερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. εἴτε γὰρ αὐτὸν ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο. καὶ μετ’ ὀλίγα—Φλέγων δέ τις ὀνόματι φιλόσοφος παρ᾿ Ἕλλησι μέμνηται τοῦ σκότους τούτου παραδόξως γεγονότος· γέγονε δὲ ἐν τῇ ἰδ’ ἡμέρᾳ τῆς σελήνης, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστημα, ὅσον ἀπὸ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· καὶ αἱ ἐκλείψεις τότε εἰώθασι γίνεσθαι, ὅταν πλησιάζωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· δεῖγμα δὲ ἦν τὸ σκότος τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους. Τὸ δὲ “Ἡλὶ Ἡλὶ, λαμὰ σαβαχθανὶ,” Ἑβραική ἐστι φωνή· ταύτῃ δὲ τῇ φωνῇ ἐχρήσατο, ὡς ἑαυτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς, δι’ ὧν φθέγγεται τιμᾷ τὸν Πατέρα, καὶ διὰ πάντων δείκνυσι τὴν ὁμόνοιαν αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα· ἀλλὰ σκοπήσωμεν αὐτῶν καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. ἐνόμισαν Ἡλίαν εἶναι, φησὶν, ὑπ’ αὐτοῦ καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Διατί κράξας φωνῇ μεγάλῃ, οὕτως ἀφῆκε τὸ πνεῦμα; ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται, καθὼς καὶ ἔλεγεν·
When they had taken their fill of mockery and had said everything they wished, then he showed the darkness, so that even in this way, having let go of their anger, they might profit from the wonder. For this was more wonderful than coming down from the cross—that while on the cross he should accomplish these things. For if they thought he had done it, they ought to have believed and feared; if not he, but the Father, they ought to have been pricked to the heart even by these things; for that darkness was the sign of one who was angry. And after a little—a certain philosopher among the Greeks named Phlegon records that this darkness happened paradoxically; and it occurred on the fourteenth day of the moon, when it is far distant from the sun, as far as from the beginning of the heaven to its end; and eclipses are then accustomed to occur when these two luminaries approach each other. The darkness was a sign of what the murderers were about to receive. And "Eli, Eli, lama sabachthani" is a Hebrew utterance; and he used this utterance so that it might become known and evident to them; and that to his last breath, by the words he speaks, he honors the Father, and through all things shows his concord with the one who begot him. But let us observe from this point their wantonness, their licentiousness, and their folly. They thought, it says, that he was calling Elijah, and immediately they gave him vinegar to drink. Why, having cried out with a loud voice, did he thus give up the spirit? So that it might be shown that the matter happens by authority, just as he also said:
“ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω “λαβεῖν αὐτήν.” καὶ ὁ Μάρκος δὲ φησὶν, “ὅτι ἐθαύμασεν ὁ “Πιλᾶτος εἰ ἤδη τέθνηκεν.” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε· τινὲς δὲ φασὶν, ὅτι καὶ μαρτύριον ὅτι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῆ πίστει, αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξεν. ἐσχίσθη δὲ τὸ καταπέτασμα· ἐπειδὴ προφητεία τῆς μελλούσης ἐρημώσεως τοῦ ναοῦ ἦν τὸ συμβὰν, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως· ἔτι δὲ καὶ ἔνδειξις τῆς ἰσχύος αὐτοῦ ἢν ἡ φωνή· ὅτι τοῦ σώματος αὐτοῦ ἄνω ὄντος ἐπὶ τοῦ σταυροῦ, αὕτη τοὺς νεκροὺς ἤγειρε. χρὴ δὲ γινώσκειν ὅτι
νεκροῦ Ἑλισαίου ὄντος, ἁψάμενος ἕτερος νεκρὸς, ἀνέστη. ἵνα γὰρ τοῦτο πιστευθῇ, ἐκεῖνο γέγονε, καὶ τὸ σημεῖον δὲ ὅπερ ἔμπροσθεν ὑπέσχετο δώσειν λέγων, “γενεὰ πονηρὰ καὶ μοιχαλὶς, σημεῖον “ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον “Ἰωνᾶ,” τὸν σταυρὸν λέγει καὶ τὸν θάνατον καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν· καὶ πάλιν ἑτέρως ἐδήλωσε τοῦ σταυροῦ τὴν ἰσχὺν λέγων, “ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι “ἐγώ εἰμι.” ὃ δὲ λέγει τοιοῦτον ἐστὶν, ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγενέσθαι μου, τότε μάλιστα ἴσεσθέ μου τὴν ἰσχύι μετὰ μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, καὶ τὰ Ἰουδαϊκὰ ἐπαύσαντο, καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν·
that I have authority to lay down my life, and I have authority to take it up again." And Mark also says, "that Pilate marveled if he had already died." And that the centurion believed especially for this reason, because he died with authority; but some say that it is also a testimony that this centurion, having acted manfully thereafter in the faith, this voice tore the veil and opened the tombs. And the veil was torn: since what happened was a prophecy of the coming desolation of the temple, and of the transfer to greater and higher things; and further, the voice was also a demonstration of his power: because while his body was above on the cross, it raised the dead. But one must know that when Elisha was dead, another dead man, having touched him, rose. For in order that this might be believed, that came to pass, and the sign also which he previously promised to give, saying, "An evil and adulterous generation seeks a sign, and no sign will be given to it except the sign of Jonah," he means the cross and the death and the tomb and the resurrection; and again in another way he made clear the power of the cross, saying, "When you lift up the Son of Man, then you will know that I am." And what he says is of this sort: when you crucify me and think you have prevailed over me, then especially you will know my power; for after the crucifixion the city was destroyed, and the Jewish rites ceased, and they fell from their own citizenship and freedom.
τὸ δὲ κήρυγμα ἤνθησε, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα καὶ οἰκουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διὰ παντὸς ἀνακηρύττουσι. Τίνος ἕνεκεν πέτραι ῥήγνυνται, καὶ γῆ σείεται; ὅπως διὰ τοῦτο μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ διαρρῆξαι· ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σείσας, πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο· ἀλλ’ οὐκ ἠθέλησεν, ἀλλ’ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. χρὴ δὲ σκοπῆσαι ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ γῆς, τὰ δὲ ἐν αὐτῷ τῳ ναῷ τί δαὶ δηλῶν ἐκ τούτου ταῦτα εἰργάσατο; ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ, ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται· “εἰσῆλθον δὲ εἰς τὴν ἁγίαν πόλιν ἐκ “τῶν ἐγερθέντων ἁγίων, καὶ ἐνεφανίσθησαν πολλοῖς,” ἵνα μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον. Διατὶ μέμνηται τῶν γυναικῶν τῶν ἀκολουθησάντων αὐτῷ; ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν, καὶ ὅτι πολλὴν ἐπεδείξαντο τὴν ἀνδρίαν· ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Μαρία δὲ ἡ τοῦ Ἰακώβου, ἡ μήτηρ αὐτοῦ ἢν. ΚΕΦ. ΞΗ.
But the preaching flourished, and the word spread to the ends of the inhabited world, and land and sea and the inhabited and the uninhabited proclaim his power continually. For what reason are rocks split and the earth shaken? So that through this they might learn that he could also have maimed and torn them apart; for the one who split rocks and shook the inhabited world would much more have done these things to them, if indeed he had wished; but he did not wish it, but releasing his wrath upon the elements, he wished to save them out of clemency. But one must consider how great the signs he made, some from heaven, some on earth, some in the temple itself—what then was he signifying by doing these things? At once displaying his indignation, and at the same time, that the inaccessible places would henceforth be accessible, and heaven would be opened, and matters would be transferred to the true Holy of Holies; "and they entered into the holy city, from the saints who had been raised, and appeared to many," so that what had happened might not be thought to be a phantasm. Why does he mention the women who followed him? To show their great persistence, and that they were present even to the point of dangers, and that they displayed great courage; for when the disciples fled, these women remained steadfast. And Mary was the mother of James. Chapter 68.
Περὶ αἰτήσεως τοῦ σώματος τοῦ κυρίου Ἰησοῦ. Τίς δὲ ἦν οὗτος ὁ Ἰωσὴφ ὁ κρυπτόμενος πρώην, νῦν δὲ ἀποτολμήσας μετὰ τὸν θάνατον τοῦ Χριστοῦ; οὐ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρίαν αὐτοῦ κατιδεῖν ἔνι. εἰς γὰρ θάνατον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος, τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ, καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. οὐ τὸ λαμβάνειν δὲ μόνον, οὐδὲ τὸ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τὸ ἐν τῷ μνημείῳ αὐτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρίαν· οὐχ ἁπλῶς δὲ ᾠκονομεῖτο τὸ εἰς καινὸν αὐτὸν μνημεῖον ταφῆναι· ἄλλως τε δὲ, μηδὲ τὴν ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ’ ἑτέρου ἀνέστη. Ἕνεκε δὲ τίνος Μαρία ἡ Μαγδαλινὴ καὶ ἡ ἄλλη Μαρία ἐπὶ πλεῖον προσεδρεύουσιν; ἐπειδὴ οὐδέπω οὐδὲν μέγα, ὡς χρὴ, καὶ ὑψηλον ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μῦρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν· ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν περιχυθῆναι αὐτῷ· ὅπερ καὶ αὐτῷ φιλοστοργίας τεκμήριον ἦν, καὶ ἀνδρίας, καὶ μεγαλοψυχίας τοῖς ἐν τοῖς χρήμασι τῆς μέχρι θανάτου· μιμησώμεθα καὶ ἡμεῖς τὰς γυναῖκας οἱ ἄνδρες, καὶ μὴ ἐγκαταλείψωμεν ἐν πειρασμοῖς ὄντες τὸν Ἰησοῦν· ἐκεῖναι μὲν γὰρ, καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνήλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ, πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ, οὐδὲ πεινῶντα τρέφομεν, ὡς δεῖ· οὐδὲ γυμνὸν περιβάλλομεν· καίτοιγε εἰς αὐτὸν ἐκεῖνον δίδοται τὰ ὑπάρχοντα, ἃ ἕκαστος ἐκένωσεν· ἀλλὰ καὶ νῦν ο αὐτὸς ἐστιν·
Concerning the request for the body of the Lord Jesus. Who then was this Joseph, who was hidden before but now dared boldly after the death of Christ? For he was not insignificant, nor one of those who go unnoticed, but a member of the council, and very prominent; whence especially one may observe his courage. For he gave himself over to death, taking upon himself the hatred of all, out of his goodwill toward Jesus, and he dared to ask for the body, and did not desist until he obtained it. Not only the receiving, nor the burying at great expense, but also the placing in his own new tomb, shows his affection and his courage. Nor was it arranged without purpose that he be buried in a new tomb; and besides, so that no mere suspicion should arise that one rose in place of another. For what reason did Mary Magdalene and the other Mary sit by longer? Because they did not yet know anything great and lofty, as was fitting, concerning him; therefore they also brought spices, and persevered at the tomb; so that, if the madness of the Jews should abate, they might go and pour themselves around him; which was also a proof of affection, and of courage, and of magnanimity for him in the midst of dangers unto death. Let us men also imitate the women, and let us not abandon Jesus when we are in trials; for they spent so much even on one who had died, and gave up their lives; but we, for I shall say the same things again, do not even feed him when he is hungry, as we ought; nor do we clothe him when naked; and yet what is given to that very one is what each person has emptied out of his possessions; but even now he is the same.
αὐτὸς γὰρ εἶπε ὅτι “ ἐγὼ εἰμι.” Ἐπειδήπερ ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη, διὰ τῶν ἐχθρῶν ταῦτα πάντα γίνεται· καὶ πανταχοῦ ἡ πλάνη ἑαυτὴν περιπείρει, καὶ τῇ ἀληθεία ἄκουσα συνηγορεῖ· ἰδοὺ γὰρ διὰ τοῦ αἰτῆσαι τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους τὸν Πιλᾶτον σφραγισθῆναι τὸν τάφον, ἀναντίρρητος λοιπὸν ἡ ἀπόδειξις τῆς ἀναστάσεως πᾶσι πεφανέρωται· πλάνον δὲ καλοῦσιν,
ἀπὸ πολλῆς ἄγαν ὠμότητος· ὅτι περ οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν, ἀλλ’ ἔτι τῇ προτέρᾳ μανίᾳ κατέχονται. οὐκ ἀφίησι δὲ τοὺς στρατιώτας μόνους ὁ Πιλᾶτος σφραγίσαι· ἐπειδὴ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκ ἔτι συμπράττειν αὐτοῖς ἤθελεν· ἀλλ’ ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καὶ φησίν· ὑμεῖς, ὡς βούλεσθε, σφραγίσατε· ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι· καὶ γὰρ εἰ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἐδύναντο λέγειν, εἰ καὶ ἀπίθανα καὶ ψευδῆ, οἱ Ἰουδαῖοι, ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως λόγον πλάσαι βουλομένοις· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται. χρὴ δὲ γινώσκειν ὅτι τάχιον ἀνέστη ὁ Κύριος ἡμῶν καὶ Θεός· τούτου δὲ ἕνεκεν ἵνα μὴ λέγωσιν ὅτι ἐψεύσατο καὶ οὐκ ἀνέστη, ἀλλ’ ἐκλάπη· τὸ μὲν γὰρ θᾶττον ἀναστῆναι, οὐχ εἶχεν ἔγκλημα· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε· καὶ γὰρ εἰ μὴ τότε ἀνέστη καθημένων αὐτῶν ἔτι καὶ φυλαττόντων, ἀλλὰ ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχον ἃν λέγειν τί καὶ ἀντιλέγειν, εἰ καὶ ἀνοήτως· διὰ τοῦτο οὖν προέφθασε καὶ ἀνέστη, καθημένων αὐτῶν καὶ φυλαττόντων, ὅπως μὴ δὲ μίαν πρόφασιν ἀπολογίας ἔχωσιν.
For he himself said, "I am he." Since it was necessary that it be believed that he died, and that he was buried, and that he rose again, all these things come about through his enemies; and everywhere error entangles itself, and unwillingly pleads the case for the truth. For behold, because the chief priests and Pharisees asked Pilate to seal the tomb, the proof of the resurrection is henceforth shown to all as irrefutable. But they call him a deceiver, out of their exceedingly great cruelty, because they did not release their anger even at death, but are still held by their former madness. Pilate does not allow the soldiers alone to seal it, since, having learned the things concerning him, he no longer wished to cooperate with them; but for the sake of being rid of them he even endures this, and says: "You, as you wish, seal it, so that you may not have others to blame." For if only the soldiers had sealed it, the Jews could say—even if it were incredible and false—that the soldiers, having handed over the body to be stolen, provided the disciples, who wished to fabricate the story of the resurrection, with the occasion for it. But now, having secured it themselves, they cannot even say this. But one must know that our Lord and God rose more quickly. And for this reason, so that they might not say that he lied and did not rise, but was stolen. For the fact that he rose quickly carried no ground for accusation; but a delay was full of suspicion. For even if he had not risen then, while they were still sitting there and keeping guard, but after they had withdrawn following the third day, they would have had something to say and to contradict, even if foolishly. For this reason, then, he rose beforehand, while they were sitting there and keeping guard, so that they might have not even a single pretext for a defense.
Πότε ὁ Ἄγγελος παραγέγονεν; πρὸ τῆς ἀναστάσεως ἣ μετὰ τὴν ἀνάστασιν· καὶ τίνος ἕνεκεν ἦλθε καὶ τὸν λίθον ἦρε; διὰ τὰς γυναῖκας· ἐπειδὴ γὰρ αὗται εἶδον πῶς ἐν τῷ τάφῳ τίθεται· ὁρῶσιν αὐτὸν πάλιν κενὸν τοῦ σώματος, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη· ὁ σεισμὸς δὲ γίνεται, καὶ διὰ τοὺς στρατιώτας μὲν, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ’ αὐτῷ γενέσθαι τὴν μαρτυρίαν· ἔτι δὲ ἵνα καὶ γυναῖκες διαναστῶσι καὶ ἀφυπνισθῶσιν· καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν· καὶ ἐν νυκτὶ ταῦτα ἐγένετο· καὶ εἰκὸς καὶ ἀποκαθευδῆσαι συνέβη· τὸ δὲ “μὴ φοβεῖσθε” εἶπεν, ἵνα πρότερον αὐτὰς ἀπαλλάξας τοῦ δέους, τότε διαλέξηται περὶ τῆς ἀναστάσεως· διὰ δὲ τοῦ “ὑμεῖς” πολλὴν ἐνδείκνυται εἰς αὐτὰς τὴν τιμήν· οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, ἀλλ’ ἐκείνων τῶν σταυρωσάντων· καὶ γὰρ τὰ ἔσχατα αὐτοὺς μένει κακὰ, ἃν μὴ μετανοήσωσιν· σχῆμα δὲ φαιδρὸν ἔδειξεν, ὡς εὐαγγέλια φέρων ἀγαθά. οὐκ ἐπαισχύνεται δὲ ἐσταυρωμένον καλῶν· ἐπειδὴ τοῦτό ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν· προσέθηκε δὲ, τὸ “καθὼς εἶπεν,” ἵνα
When did the angel arrive? Before the resurrection or after the resurrection? And for whose sake did he come and roll away the stone? For the women's sake. For since they had seen how he was placed in the tomb, they see it again empty of the body, so that they might believe that he had risen. And the earthquake occurs, both because of the soldiers, so as to astound them and so that the testimony might be with them, and further so that the women might also rise up and be awakened; for they had come in order to apply oil; and these things happened at night; and it is likely that they also happened to fall asleep. And he said "Do not be afraid," so that having first freed them from fear, he might then speak about the resurrection. And by "you" he shows great honor toward them; for it is not for you to be afraid, but for those who crucified him; for the worst evils await them, unless they repent. And he showed a cheerful countenance, as one bringing good news. And he is not ashamed to call him crucified; since this is the chief point of the good things. And he added, "as he said," so that
ἐὰν, φησὶν, ἐμοὶ διαπιστεῖτε, τῶν ἐκείνου μνησθεῖσαι ῥημάτων, μὴ δὲ ἐμοὶ διαπιστήσητε· καὶ ἄλλη, δὲ ἀπόδειξιν περὶ τούτου ποιεῖται λέγων, “δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·” ὥστε διὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὅπως καὶ ἐντεῦθεν λάβωσι τὴν ἀπόδειξιν· παρασκεύαζει δὲ καὶ τοῖς Ἀποστόλοις εὐαγγελίσασθαι ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι· καλῶς δὲ εἶπεν “εἰς τὴν Γαλιλαίαν,” ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει. τίνος ἕνεκεν μετὰ φόβου καὶ χαρᾶς ἐξῆλθον ἐκ τοῦ μνημείου; ἐπειδὴ ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον· τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα ἐθεάσαντο· διὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν· ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως· καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε· καὶ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσιν, καὶ τῆς τοσαύτης παραμονῆς ταύτην λαμβάνουσι τὴν ἀμοιβὴν, τὸ πρῶτον ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα· καὶ γὰρ καὶ αὐτὸς ἀπήντησεν αὐτοῖς λέγων, “χαίρετε·” ἐκράτησαν γὰρ αὐτοῦ τὰς πόδας προδραμοῦσαι, ἐξ ὑπερβαλλούσης εὐφροσύνης καὶ χαρᾶς· συνεχωρήθη δὲ αὐταῖς τοῦτο ποιῆσαι, ὅπως καὶ διὰ τῆς ἁφῆς λάβωσι τελείαν πληροφορίαν τῆς ἀναστάσεως· ἐκβάλλει δὲ καὶ αὐτὸς τὸ δέος ἐξ αὐτῶν, προοδοποιῶν ἐπὶ πλεῖον τῇ πίστει, καὶ δι’ αὐτῶν, ὥσπερ καὶ ὁ Ἄγγελος, τοὺς μαθητὰς εὐαγγελίζεται.
If, he says, you disbelieve me, remember his words, and do not disbelieve me. And another makes proof concerning this, saying, "Come, see the place where he lay." So for this reason he lifted away the stone, so that from this too they might receive the proof. And he prepares them also to announce the good news to the Apostles, which especially made them believe. And rightly did he say, "into Galilee," removing them from affairs and dangers, so that fear might not trouble their faith. For what reason did they go out from the tomb with fear and joy? Because they saw a startling and paradoxical thing: an empty tomb, where they had first seen him placed. Therefore he also led them to behold it, so that they might be witnesses of both, both of the tomb and of the resurrection. For they reasoned that no one had taken him away, with so many soldiers sitting by, unless he had raised himself. And at this they both rejoice and marvel, and for such great constancy they receive this reward: to see first and to announce the good news, not only the things spoken but also the things seen. For he himself also met them, saying, "Rejoice." For they grasped his feet, having run forward, out of exceeding gladness and joy. And this was permitted them to do, so that through the touch also they might receive complete assurance of the resurrection. And he himself also casts out fear from them, preparing the way further for faith, and through them, just as the Angel also did, he announces the good news to the disciples.
Τοῦ σεισμοῦ γεγονότος, καὶ τοὺς στρατιώτας ἐκπλήξαντος, καὶ διὰ τούτων ἐλθόντων καὶ ἀπαγγειλάντων, ἡ ἀλήθεια πάλιν διαλάμπει, καὶ ἀνακηρύττεται παρὰ τῶν ἐναντίων ὁμολογουμένων· καὶ γὰρ οἱ πάντων ἀνόητοι, ἔδωκαν ἀργύρια ἱκανὰ, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς, ἔκλεψαν αὐτόν· δείκνυνται καταγέλαστα πράττοντες πλάσματα· καὶ γὰρ σφόδρα ἀπίθανον ἦν τὸ λεγόμενον· πῶς γὰρ οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες, ἆρα τοῦτο εἶχον ποιῆσαι; μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐκ ἐπαρεκάθηντο τοσοῦτοι φύλακες στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπόπτευον τοῦτο αὐτὸ καὶ ἐμερίμνων καὶ ἀγρύπνουν καὶ ἐφρόντιζον; καὶ τὶ χρὴ λέγειν, πάντα μυρία ὄντες τὰ δυνάμενα παραστῆσαι καὶ
ἐν τούτῳ τὴν ἀφροσύνην αὐτῶν· ἅπερ ὁ ἅγιος οὗτος Ἰωάννης ὁ Χρυσόστομος, λεπτομερῶς διέρχεται· ἡμεῖς δὲ διὰ τὸ πλῆθος παρεδράμομεν· διὰ δὲ τὸ εἰπεῖν αὐτοὺς, “ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ “τοῦ ἡγεμόνος,” καὶ τὰ ἑξῆς, δείκνυσι πάντας διεφθαρμένους, καὶ τὸν Πιλᾶτον· καὶ γὰρ ἐπείσθη αὐτοῖς τοῖς στρατιώταις· λαβόντες γὰρ τὰ χρήματα, οὕτως διεφήμισαν τὸν δῆμον τὸν Ἰουδαϊκόν· καὶ γὰρ καὶ οὗτοι ἐπείσθησαν· ὅθεν καὶ οὕτως διαφημίζεται παρ’ αὐτοῖς, ἕως τῆς σήμερον ἡμέρας. μὴ θαυμάσωμεν δὲ εἰ χρήματα στρατιωτῶν περιεγένετο· εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξαντο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Ἐσχάτην ὄψιν ταύτην εἶναι νομίζω τὴν ἐν τῇ Γαλιλαίᾳ· ὅτε αὐτοὺς ἐξέπεμπεν βαπτίσοντες· εἰ δὲ ἐδίστασαν τινὲς, κἀντεῦθεν χρὴ θαυμάζειν αὐτῶν τὴν ἀλήθειαν·
When the earthquake had occurred and had struck the soldiers with amazement, and through these things they had come and reported, the truth again shines forth and is proclaimed by the admission of its opponents. For even those senseless among all men gave sufficient silver, so that they might say that his disciples came by night and stole him. They are shown to be practicing ridiculous fabrications. For what was being said was exceedingly incredible. For how could the disciples, poor men and laymen, who did not even dare to appear, have been able to do this? Was there not a seal placed upon it? Were not so many guards, soldiers and Jews, sitting beside it? Did they not suspect this very thing and worry and stay awake and take care? And why must one speak at length, when there are countless things able to demonstrate their folly in this matter? These things this holy John Chrysostom goes through in detail, but we have passed over them on account of their number. And by their saying, "If this is heard before the governor," and what follows, he shows that all were corrupted, including Pilate. For he was persuaded by the soldiers themselves. For having taken the money, they thus spread the report among the Jewish people, and these too were persuaded. Therefore this is spread abroad among them, until this present day. Let us not marvel, however, if money prevailed over soldiers. For if they displayed such strength before the disciple, much more before these. I consider this to be the last appearance, the one in Galilee, when he sent them out to baptize. But if some doubted, even from this one must marvel at their truthfulness.
πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτωνται· ἀλλ’ ἀλλ᾿ καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν· διὰ δὲ τοῦ εἰπεῖν, “ἐδόθη μοι “πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,” πάλιν ἀνθρωπινότερον δείκνυται διαλεγόμενος αὐτοῖς· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα τὸ Ἅγιον εἰληφότες, τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι· τὸ δὲ “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ τὰ ἑξῆς, δηλοῖ, ὅτι τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν αὐτοῖς παραγγέλλει· καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται· οὐδὲ εἰς μέσον φέρει τὸ γεγενημένον· οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν· οὐδὲ τῶν ἄλλων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσματος, καὶ ὥστε παραγγέλλειν πᾶσι τηρεῖν, οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα ὅσα ἐνετείλατο. Διὰ δὲ τοῦ εἰπεῖν, ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ὴμε- “ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος,” τὴν ἑαυτοῦ αὐθεντείαν δείκνυσιν· οὐ μετ’ ἐκείνων δὲ μόνον τοῦ εἶναι αὐτὸν τοῦτο δηλοῖ, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ’ ἐκείνους πιστευόντων· οὐδὲ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ Ἀπόστολοι μένειν ἔμελλον, ἀλλ’ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς· μὴ γάρ μοι, φησὶν, τὴν δυσκολίαν εἴπητε τῶν πραγμάτων· ἐγώ εἰμι μεθ᾿ ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα· ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας· ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, ὥστε μὴ τὰ παρόντα μόνον ὸρᾷν
How is it that they do not conceal even their shortcomings up to the last day? But these men also were confirmed by sight. And by saying, "All authority has been given to me in heaven and on earth," he again shows himself speaking to them in a more human manner; for they had not yet received the Holy Spirit, which was able to make them exalted. But the words "Go and make disciples of all nations," and what follows, make clear that he enjoins on them some things concerning doctrines and others concerning commandments. And he makes no mention of the Jews, nor does he bring the event into the open, nor does he reproach Peter for his denial, nor any of the others for their flight. But he commands the whole inhabited world to be flooded, entrusting them with a concise teaching, that through baptism, and to enjoin all to observe, not some things and not others, but all that he commanded. And by saying, "Behold, I am with you all the days until the end of the age," he shows his own authority. He makes clear that he is with them not only, but also with all who believe after them; for the Apostles were not going to remain until the end of the age, but he speaks to the faithful as to one body. For do not, he says, tell me of the difficulty of the task; I am with you, the one who makes all things easy. And he reminds them also of the end, so that he might draw them on all the more, so that they might not look only at the present
δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. τὰ μὲν γὰρ λυπηρὰ φησὶν, ἅπερ ὑποστήσεσθε ἐν τῷ παρόντι βίῳ, καταλύεται· ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ ἔμπροσθεν πολλάκις εἶπον· οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν· καὶ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ καταδίκοις· διὰ τοῦτο οὖν ἀγωνισώμεθα τῶν αἰωνίων ἀπολαῦσαι ἀγαθῶν· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τέλος τῶν ἑρμηνειῶν τοῦ Χρυσοστόμου. Θεοδώρου Μονάχου. Ὁ διστάσας ἦν ὁ Θωμᾶς· ἀλλὰ πληροφορηθεὶς, ἑδραίως ἐπίστευσεν. Κυρίλλου Ἀλεξανδρείασ. Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, ἣν δὲ λέγει ὧδε ὁ Ματθαῖος, οὐ μόνον εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός. Σευήρου Ἀντιοχείασ. Αὐτοὺς ἀπέστειλε, μᾶλλον τὸ τελευταῖον αὐτὸν εἶδον οἱ μαθηταί· ὅτι εἰ δὲ καὶ τινες ἐδίστασαν, ἀλλὰ καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Ὠριγένουσ. Προσεκύνησαν, οὐ προσηύξαντο· οἱ δὲ μὴ προσκυνήσαντες καὶ ἐδίστασαν· εἴτε δὲ Θωμᾶς ἐστιν, εἶτε Φίλιππος. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Τὸ δὲ “ὀψὲ σαββά- “των,” οὐ τὴν ἑσπέραν τὴν μετὰ τὴν ἐν σαββάτῳ δύσιν τοῦ ἡλίου δηλοῖ· οὐ γὰρ ἑνικῶς εἶπεν ὀψὲ σαββάτου, ἀλλὰ πληθυντικῶς “ὀψὲ σαββάτων·” σάββατον δὲ, τὴν πᾶσαν ἑβδομάδα καλεῖν Ἑβραίοις ἔθος.
Terrible things, but also the good things to come that are boundless. For the painful things, he says, which you will undergo in the present life, are dissolved—since even the age itself will come to an end—but the good things, which you will enjoy, remain immortal, just as I have often said before. Having thus anointed and aroused their minds by the remembrance of that day, he sent them out; for that day is longed for by those who live in upright deeds, just as it is fearful to those in sins, like condemned men. Therefore let us strive to enjoy the eternal good things, by the grace and mercies and love for mankind of the Father, and of the Son, and of the Holy Spirit, our true God; to whom be glory and power, now and always, and unto the ages of ages. Amen. End of the homilies of Chrysostom. Of Theodore the Monk. Thomas was the one who doubted; but having been fully assured, he believed firmly. Of Cyril of Alexandria. John speaks of other appearances, but the one Matthew here speaks of was seen not only by the eleven, but also by many, as is likely. Of Severus of Antioch. He sent them out; rather, the disciples saw him for the last time; for even if some doubted, yet these too were confirmed by sight. Of Origen. They worshiped, they did not pray; and those who did not worship also doubted; whether it is Thomas or Philip. Of Severus, Archbishop of Antioch. The phrase "late on the sabbath" does not indicate the evening after the setting of the sun on the sabbath; for he did not say in the singular "late on the sabbath," but in the plural "late on the sabbaths"; and it is a custom among the Hebrews to call the whole week a "sabbath.
αὐτίκα γοῦν οἱ Εὐαγγελισταὶ, “τῇ μία τῶν σαβ- “βάτων” φησί· δέον τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑβδομάδος εἰπεῖν· οὕτω δὲ καὶ ἐν τῇ συνηθείᾳ κεχρήμεθα, δευτέραν σαββάτων καὶ τρίτην σαββάτων προσαγορεύοντες τὴν δευτέραν καὶ τρίτην τῆς ἑβδομάδος ἡμέραν· οὐκ εἶπεν οὖν ὀψὲ σαββάτου, ἣ ἑσπέρας σαββάτου,
ἵνα τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης δηλώσει, ἁλλ’ “ ὀψὲ “σαββάτων·” ἵνα τὸ βράδιον τῆς ἑβδομάδος καὶ πολὺ διεστηκὸς ἐφάνη· καὶ γάρ που καὶ ἡμῖν σύνηθες λέγειν, ὀψὲ τοῦ καιροῦ παραγέγονεν, ὀψὲ τῆς ὥρας, ὀψὲ τῆς χρείας· οὐχὶ τὴν ἑσπέραν καὶ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον δηλοῦσιν, ἀλλὰ τὸ βράδιον καὶ κατόπιν τῆς ὤρας καὶ τῆς χρείας η του καιροῦ γενέσθαι τοῦτον τὸν τρόπον μηνύουσιν, οὕτω καὶ τὸ “ὀψὲ σαββάτων” τὸ βράδιον καὶ πόρρω τῆς περαιωθείσης ἑβδομάδος δηλοῖ· πληροῦται δὲ ἑβδομὰς ἑκάστη ταῖς μετὰ τὸ σάββατον ἡλίου δυσμαῖς· ἀμέλει καὶ τοῦ πολὺ διεστηκότος καιροῦ πρὸς τὸ τέλος τῆς πληρωθείσης ἑβδομάδος ὁ Ματθαῖος δηλῶν, καὶ ὥσπερ ἑρμηνεύων ἑαυτὸν ἐπήγαγε “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” παρωχήκει, φησὶν, ἡ νὺξ τοσοῦτον, ὡς εἶναι καιρὸν τῆς τῶν ἀλεκτρυόνων βοῆς, ἥτις τὸ φῶς τῆς μελλούσης ἡμέρας προανακρούεται· ταύτῃ τοι καὶ τῷ καιρῷ τούτῳ, καὶ οὕτως μετὰ τὸ σάββατον ἑσπέρᾳ καταλύοντες τὰς νηστείας, τῆς εὐφροσύνης ἀρχόμεθα· τῆς κατὰ πάντων συνηθείας κρατησάσης, συνηγορούσης τῷ πράγματι.
For instance, the Evangelists say "on the first day of the week"; whereas they ought to have said "on the first day of the week." And so we also use this in custom, calling the second and third day of the week "second of the sabbaths" and "third of the sabbaths." He did not say, then, "late of the sabbath," or "evening of the sabbath," so as to indicate the evening of that day, but "late of the sabbaths," so that the lateness of the week and its great distance might be shown. For indeed it is also customary for us to say, "he arrived late in the season," "late in the hour," "late for the need"—they do not indicate the evening and the time after sunset, but rather the lateness and the fact that this person came after the hour and the need and the season. In this way also "late of the sabbaths" indicates the lateness and the distance from the completed week. And each week is completed at the sunsets after the sabbath. Indeed, Matthew, indicating the great distance of time from the end of the completed week, and as if interpreting himself, added, "as it began to dawn toward the first day of the week." The night, he says, had advanced so far that it was the time of the crowing of the roosters, which heralds beforehand the light of the coming day. For this reason also, at this time, and thus after the sabbath, in the evening, when we end our fasts, we begin our rejoicing, the custom prevailing in all things and advocating for the practice.
Τοῦ καιροῦ τοίνυν ὄντος τούτου, ἡ Μαγδαλινὴ Μαρία καὶ ἡ ὁμώνυμος, ἐπὶ τὸν τάφον ἦλθον, καὶ τὸν Ἄγγελον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, τὸν προειρημένον ἐθεάσαντο τρόπον, ἀποκυλίσαντα τὸν λίθον καὶ ἐπ’ αὐτὸν καθήμενον, ὑφ’ οὗ καὶ προκληθεῖσαι τὸν τόπον εἶδον ὅπου ἔκειτο ὁ Κύριος, καὶ προσταχθεῖσαι δραμεῖν καὶ ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἐξελθοῦσαι ταχὺ τοῦ μνήματος ἔδραμον. καὶ δὴ τρεχούσαις προαπαντήσας ὁ Ἰησοῦς, ἐφώνησε “ χαί- “ρετε·” καὶ γὰρ ἔδει πρῶτον τὸ τῶν γυναικῶν γένος, καὶ τὴν ἀνάστασιν εὐαγγελίσασθαι παρὰ τοῦ Ἀγγέλου, καὶ τὸν Χριστὸν ἰδεῖν, καὶ πρώτην παρ’ αὐτοῦ φωνὴν ἀκοῦσαι τὸ “χαίρετε·” ἐπεὶ καὶ γυνὴ πρώτη τῆς ἀπάτης τοῦ ὄφεως ἤκουσε, καὶ εἶδεν πιαινόμενον τὸν ἀπηγορευμένον τοῦ ξύλου καρπὸν, καὶ λύπῃ κατεδικάζετο. διὸ καὶ προσκυνεῖν ὁ Σωτῆρ’ καὶ κρατεῖν συνεχώρει τοὺς πόδας, ὡς πρώταις ἀποπεσούσαις καὶ ἀλλοτριωθείσαις αὐτοῦ, καὶ τῶν μαθητῶν τὴν χαρὰν διαγγέλλειν ἐκέλευεν· χαρᾶς ἄγγελον ἀνδρᾶσι γυναῖκα γενέσθαι βουλόμενος, τὴν λύπης τῷ Ἀδὰμ γενομένην διάκονον, τὰ ἐναντία διὰ τῶν ἐναντίων ἰώμενος.
Since this was the time, Mary Magdalene and the woman of the same name came to the tomb, and they saw the Angel who had come down from heaven in the manner foretold, having rolled away the stone and sitting upon it, by whom they were also invited and saw the place where the Lord lay, and were commanded to run and announce it to the disciples, and having gone out they quickly ran from the tomb. And indeed, as they were running, Jesus met them beforehand and called out, "Rejoice!" For it was necessary that the race of women first both receive the good news of the resurrection from the Angel and see Christ and first hear from him the voice "Rejoice!"—since a woman also first heard the deceit of the serpent and saw the forbidden fruit of the tree fattening, and was condemned to grief. Therefore the Savior also permitted them to worship and to hold his feet, as those who had first fallen away and been estranged from him, and he commanded them to announce the joy to the disciples, wishing a woman to become a messenger of joy to men—she who had become a servant of grief to Adam—healing the opposite things through the opposite things.
“ Πορευομένων δὲ αὐτῶν” ἀπαγγεῖλαι τοῖς μαθηταῖς, “ ἰδοὺ τινὲς “ τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιε- “ ρεῦσιν ἅπαντα τὰ γινόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυ- “ τέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρα- “ τιώταις λέγοντες, εἴπατε, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν “ αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, “ ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν·” ἡ μὲν οὖν ἄλλη Μαρία, ταύτην δὲ εἶναι τὴν θεοτόκον πιστεύειν ἀκόλουθον, ὅτι μηδὲ ἀπελείφθη τοῦ πάθους, ἀλλ’ ἵστατο παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ὡς ὁ Ἰωάννης ἱστόρησεν, ᾗ καὶ ἔπρεπεν ὁ Κύριος τὰ τῆς χαρᾶς εὐαγγέλια ῥίζῃ τῆς χαρᾶς ὑπαρχούσῃ καὶ καλῶς ἀκούσασαν τὸ “χαῖρε κεχαριτωμένη,” τὸ πρόσταγμα τοῦ Κυρίου πληροῦσα τοῖς μαθηταῖς πάντως ἀπήγγελλεν· οὐ γὰρ ἢν μὴ πληρωθῆναι τὸ οὕτως σοφῶς οἰκονομηθὲν τε καὶ προσταχθὲν, εἰ καὶ οὕτως ἠπίστησαν οἱ ἀκούσαντες, ἐπεὶ καὶ ἕπεται τοῦτο πολλάκις τὴν τῶν ἀπαγγελλομένων θαυμάτων ὑπερβολήν· οὐ γὰρ ἃν ἀργοὶ διέμειναν εἰ ἐπίστευσαν. Ἡ δὲ Μαγδαληνὴ συμπορευομένη τῇ θεοτόκῳ, καὶ πρὸς τὴν ἀγγελίαν ὁμοίως ἐπειγομένη, πέπονθέ τι καὶ ἀνθρώπινον·
While they were going to report to the disciples, behold, some of the guard came into the city and reported to the chief priests all that had happened. And gathering with the elders and taking counsel, they gave sufficient silver to the soldiers, saying, "Say that his disciples came by night and stole him while we were sleeping. And if this is heard by the governor, we will persuade him and make you free from care." The other Mary, then—it is consistent to believe that this was the Theotokos, because she did not abandon the passion either, but stood by the cross of Jesus, as John records—to her the Lord fittingly announced the good tidings of joy, since she was a root of joy and had rightly heard "Rejoice, highly favored one," and fulfilling the Lord's command she certainly reported to the disciples. For it was not possible that what had been so wisely arranged and commanded should not be fulfilled, even if those who heard disbelieved; for this often follows the excess of the wonders being reported. For they would not have remained idle if they had believed. And Magdalene, journeying together with the Theotokos and hastening likewise at the announcement, experienced something human as well.
καὶ ὥσπερ Πέτρος ὑπὸ Ἡρώδου συλληφθεὶς, καὶ διὰ τοῦ Ἀγγέλου τῶν ἁλώσεων λυθεὶς αὐτομάτως, καὶ τῆς φυλακῆς ἔξω γενόμενος, καὶ ἐπὶ πολὺ βαδίσας ὡς καὶ τὴν τῆς πόλεως πύλην διελθεῖν, ἀληθὲς οὐκ ᾤετο τὸ γινόμενον, ἀλλ’ ἐνόμιζεν ὅραμα βλέπειν, οὕτω καὶ αὐτὴ, τὴν ὑπερβολὴν τοῦ θαύματος οἱονεὶ καιρόν τινα λογιζομένη, καὶ ἅμα τῶν φυλάκων ἐπιφθασάντων καὶ ἀρξαμένων μετὰ τῶν ἀρχιερέων τὴν συκοφαντίαν ὑφαίνειν τῆς ἀναστάσεως, αἰσθομένη πάντως τοιούτου τινὸς ὑποψιθυριζομένου, τοὺς τῆς ἀμφιβολίας παρεδέξατο λογισμοὺς, καὶ τῆς ἀπαγγελίας ὀλιγωρήσασα, καὶ τοῦ σωτηρίου προστάγματος πρὸς τὸν τάφον ἐχώρει, πρωὶ σκοτίας οὔσης, ὡς ὁ Ἰωάννης φησίν. ὥσπερ γὰρ συνεχώρησεν ὁ Κύριος τὸν Θωμᾶν ἐξ ἀπιστίας εἰς πίστιν ἐλθεῖν, καὶ εἰπεῖν, “ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “αὐτοῦ τὸν τύπον τῶν ἥλω καὶ τὰ ἑξῆς· καὶ διὰ τῆς ἐκείνου πολυπράγμονος ἀπιστίας καὶ ψηλαφήσεως, ἡμεῖς εἰς πίστιν ἐβεβαιώθημεν, ἐν ᾧ σώματι πέπονθεν, ἐν αὐτῷ καὶ ἐγηγέρθαι πιστεύσαντες τὸν Ἐμμανουήλ, τοὺς τῆς δοκήσεως μύθους ἀποπεμψάμένοι·
And just as Peter, when he had been arrested by Herod and released from his imprisonment by the Angel without human aid, and had come outside the prison, and had walked a long way so as even to pass through the city gate, did not believe that what was happening was real, but thought he was seeing a vision, so she too, reckoning the excess of the wonder as it were a kind of opportune moment, and at the same time, when the guards had arrived and begun with the chief priests to weave the slander of the resurrection, having perceived that some such thing was being whispered, she entertained thoughts of doubt, and disregarding the report, she proceeded to the tomb at the command of the Savior, while it was still early, before dawn, as John says. For just as the Lord permitted Thomas to come from unbelief to faith, and to say, "Unless I see in his hands the mark of the nails," and the rest; and through that man's meddlesome unbelief and touching, we were confirmed in faith, believing that in the same body in which he suffered, in that same body Emmanuel was also raised, having dismissed the myths of mere appearance.
τὸν αὐτὸν τρόπον καὶ τὴν Μαγδαλινὴν Μαρίαν πρὸς ἀπιστίαν ὑπονοστήσασαν, καὶ μᾶλλον εὐκαίρως τοῦτο παθοῦσαν· οὐκ ἄδηλον γὰρ τὸ τῆς γυναικείας εὐόλισθον φύσεως. συνεχώρει δὲ διὰ τῆς περιέργου ζητήσεως, πιστότερον ἐργάσασθαι τὸ θαῦμα τῆς ἀναστάσεως, πίστεως ὑπάρχον πέρα καὶ παντὸς λογισμοῦ. Καὶ μετὰ ταύτης τῆς ἀμφιβόλου διανοίας ἐλθοῦσα, καὶ ἰδοῦσα τὸν λίθον μόνον ἀποκυλισθέντα τῆς θύρας τοῦ μνήματος, οὐ μὴν ἔτι τὸν Ἄγγελον ἐπ’ αὐτοῦ καθάπερ ἤδη καθήμενον, δέδωκε τῇ ἀπιστίᾳ τὸ κράτος, φαντασίαν οἰηθεῖσαν τὴν πρώτην θέαν καὶ ἔκστασιν, καὶ ὡς ψευδῆ, καὶ δραμοῦσα πρὸς τὸν Πέτρον καὶ τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, ἐβόα λέγουσα, ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ὁρᾷς ἐκ τῶν λογοποιηθέντων νύκτωρ παρὰ Ἰουδαίοις μετὰ τὴν τῶν φυλάκων ἐπαγγελίαν, περιηχηθεῖσά τι τοιοῦτον πα τὸν λογισμὸν, καὶ ὠήθη τοὺς ἐναντίους, ἀρθέντος τοῦ λίθου, κλέψαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἵνα τὴν κλοπὴν τοῖς Ἀποστόλοις ἐπιφημήσωσι· πλὴν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἑτοίμως διανέστησαν, καὶ ἐπὶ τὸν τάφον ἔδραμον. οὐ γὰρ ἦν παράδοξον τὸ λεγόμενον, ἵνα ὡς ἐπὶ τῆς ἀναστάσεως ἀπειθήσωσι, μᾶλλον δὲ καὶ πιστὸν, καὶ οὐκ ἀπᾷδον τῆς Ἰουδαϊκῆς κακουργίας. ἀφόβως δὲ τοῦτο ἐποίουν, ὡς ἔτι σκότους ὄντος, καὶ ἡσυχίας ὑπαρχούσης, καὶ πρὸς τοῦ Θεοῦ τὸ θαρρεῖν λαβόντες· ἀλλ’ ἐλθόντες εὗρον ἐναργῆ τὰ σημεῖα τῆς ἀναστάσεως. ὁρῶσαι γὰρ ἐν τῷ μνήματι τὰ ὀθόνια κείμενα· τοῦτο δὲ οὐκ ἄν ποτε ἐγεγόνει, κλαπέντος τοῦ σώματος.
In the same way also Mary Magdalene, who had slipped back into unbelief, and suffered this all the more at an opportune moment; for the slippery nature of a woman is not unclear. But he allowed, through the inquisitive searching, that the miracle of the resurrection be made more credible, since it is beyond faith and every reasoning. And having come with this doubtful disposition, and having seen the stone only rolled away from the door of the tomb, but no longer the Angel sitting upon it as before, she gave strength to unbelief, supposing the first sight and ecstasy to be a fantasy, and as false, and running to Peter and the other disciple whom Jesus loved, she cried out saying, They have taken the Lord out of the tomb, and we do not know where they have laid him. You see, from the tales circulated at night among the Jews after the report of the guards, something of this sort echoed in her mind, and she thought that the adversaries, when the stone was removed, had stolen the body of Jesus, so that they might fasten the theft upon the Apostles; nevertheless Peter and John rose readily, and ran to the tomb. For what was said was not incredible, so that they should disbelieve as in the case of the resurrection, but rather it was also credible, and not discordant with Jewish villainy. And they did this without fear, since it was still dark, and there was quiet, and they had received boldness from God; but when they came they found the signs of the resurrection clear. For they saw the linen cloths lying in the tomb; and this would never have happened, if the body had been stolen.
πρῶτον μὲν γὰρ κλέπταις φίλον, τὸ λωποδυτεῖν, ἔπειτα δὲ τὸ ταχέως ἄγαν ἐνεργεῖν τὴν κλοπὴν, ἵνα μὴ φοραθῶσι, καὶ τὰ πάνδεινα πάθωσι. Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ὁ μὲν Πέτρος καὶ ὁ Ἰωάννης πιστευθέντες ἐκ τῶν τεθεαμένων, ἀνεχώρουν οἴκαδε, τῇ Μαρίᾳ δὲ εἶπον οὐδέν· ᾠκονόμει γὰρ ὁ μόνος σοφὸς, ὡς ἀπιστήσασαν, ἐκ θέας αὐτὴν προσάγεσθαι μᾶλλον, ἢ ἀκοῆς. εἱστήκει τοίνυν πρὸς τῷ μνήματι κλαίουσα ἔξω, καὶ παρακύψασα, ἔδεν Ἀγγέλους δύο λευκοὺς καὶ φαιδροὺς τῇ στολῇ καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ δέον τὸν ὀδυρμὸν εἰς εὐφροσύνην μεταβαλεῖν τῶν δακρύων οὐκ
ἔλεγεν, ὥστε τοὺς Ἀγγέλους οἱονεὶ μετ’ ἐπιτιμήσεως εἰπεῖν, “γύναι “τί κλαίεις;” ὡσανεὶ ἔλεγον, γυναικεῖα ταῦτα δάκρυα, καὶ οὐκ ἔμφρονος νοῦ. ποῦ γὰρ χώραν ἔχει τὸ μετὰ τοιαύτην θέαν ὀδύρεσθαι; κἀκείνη τῆς αὐτῆς ἀπιστίας ἐχομένη, παρετείνετο γὰρ τὸ πάθος, ἵνα τοῖς κατὰ μικρὸν προστιθεμένοις, εἰς πίστωσιν τελείως ἐκκαθαρθείη, πρὸς αὐτοὺς εἶπεν, “ὅτι ἦραν τὸν Κύριόν μου, “καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς “τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς “ἐστιν·” τοῦτο μὲν ὑπὸ τῶν δακρύων ἐπισκοτουμένη καὶ οἱονεὶ ἀχλύϊ βεβαρημένη, τοῦτο δὲ καὶ τοῦ δηλοῦντος τὸ μὴ γνωσθῆναι αὐτῇ· διὸ καὶ εἶπεν, “γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δὲ δοκοῦσα “ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ·
For first, stealing is dear to thieves, and then to accomplish the theft very quickly, so that they may not be detected and suffer utter calamity. And after a little—But Peter and John, having been convinced by what they had seen, were returning home, but to Mary they said nothing; for the only wise one was managing things, so as to bring her, who had disbelieved, to faith through sight rather than through hearing. She stood therefore at the tomb weeping outside, and stooping down, she saw two angels in white and radiant in their raiment, seated, one at the head and one at the feet, where the body of Jesus had lain. And when she ought to have changed her lamentation into joy, she did not cease from her tears, so that the angels, as it were with reproof, said, "Woman, why are you weeping?" As if they were saying, these are a woman's tears, and not of a prudent mind. For where is there room for lamenting after such a vision? And she, clinging to the same unbelief—for the passion was prolonged, so that by little by little additions she might be completely purified unto faith—said to them, "Because they have taken away my Lord, and I do not know where they have laid him." And having said this, she turned around and saw Jesus standing, and did not know that it was Jesus; partly because she was darkened by her tears and as it were weighed down by a mist, and partly also because of the one who was causing himself not to be recognized by her. Therefore he also said, "Woman, why are you weeping? Whom are you seeking?" And she, supposing that he was the gardener, says to him:
Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν “εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ.” Καὶ μετ’ ὀλίγα— Επιτρεπτικῶς δὲ τοῦ Κυρίου βοήσαντος Μαριὰμ, παραχρῆμα ἐπιστραφεῖσα, “ῥαβουνὶ” προσηγόρευσεν, ὃ λέγεται διδάσκαλος, καὶ τῶν θείων ἐκείνων ποδῶν ἐζήτει λαβέσθαι, καὶ ἤκουε “μή μου “ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου. ταύτης τῆς δωρεᾶς, φησὶν, ἤδη τυχοῦσα, καὶ ἁψαμένη μου μετὰ τῆς ἄλλης Μάριας καὶ προσκυνήσασα, καὶ τοὺς πόδας κρατήσασα, κατεφρόνησας ὡς καὶ ἀπιστῆσαι, καὶ οὐδὲν μέγα διενοήθης περὶ ἐμοῦ, ἀλλ’ ἔτι περὶ τὸ μνῆμα ζητεῖς, τὸν ἄνω θεικῶς πρὸς τὸν Πατέρα ὑπάρχοντα, καὶ νυν μή μου ἅπτου, εἰ μέτα τοιαύτης διανοίας τὸ πρὸς τὸν Πατέρα ἀναβῆναι νομίζεις ἐλλείπειν μοι· οὔπω γὰρ ἀναβέβηκα κατὰ σὲ πρὸς τὸν Πατέρα μου. Καὶ μετ’ ὀλίγα—Ἔρχεται οὖν ἡ Μαγδαληνὴ Μαρία ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. παραγεναμένη δὲ καὶ ἀπαγγείλασα, πάλιν εὑρίσκει Μαρίαν τὴν Ἰακώβου καὶ Ἰωάνναν, καὶ ἄλλας σὺν αὐταῖς, μετὰ παρασκευῆς καὶ ἀρωμάτων καὶ μύρων πρὸς τὸν τάφον ἐπειγομένας, τοῦ σκότους ὑποχωρήσαντος, καὶ ὄρθρου βαθέος ὄντος, τουτέστιν ἀκριβοῦς. καὶ ἄρτι πρῶτον ἀρξαμένη, καθὼς φησὶν ὁ Λουκᾶς, καὶ ἀναμίξασα ἑαυτὴν σὺν αὐταῖς ἐπορεύετο διὰ τὸ θερμὸν τοῦ πόθου τοῦ περὶ τὸν Ἰησοῦν, ἐξάρχειν αὐτῶν δοκοῦσα, καὶ πρώτη παρὰ τοῖς Εὐαγγελισταῖς ἀριθμουμένη διὰ τὸ ἐντεῦθεν ἐπίσημον· ἐπεθύμει γὰρ καὶ αὐτὰς, οὐκ ἐξ ὧν πη αὐτῆς καὶ τῆς ἄλλης Μάριας
Lord, if you carried him: Tell me where you have laid him, and I will take him away. And after a little—When the Lord had called Mary in a permitting manner, she immediately turned and addressed him as Rabbouni, which means Teacher, and she sought to take hold of those divine feet, and she heard: Do not touch me, for I have not yet ascended to my Father. Having already obtained this gift, he says, and having touched me together with the other Mary and having worshiped and grasped my feet, you despised me so as even to disbelieve, and you did not think anything great concerning me, but you are still seeking around the tomb him who is on high divinely with the Father, and now do not touch me, if with such a mindset you think that the ascent to the Father is lacking in me; for I have not yet ascended, according to your understanding, to my Father. And after a little—Mary Magdalene comes announcing to the disciples that she has seen the Lord, and that he said these things to her. And having arrived and announced it, she again finds Mary the mother of James and Joanna, and others with them, hastening to the tomb with preparation and spices and ointments, the darkness having receded and it being deep dawn, that is, exact. And just now having begun first, as Luke says, and having joined herself with them, she went along because of the warmth of her longing for Jesus, seeming to lead them and being counted first among the Evangelists because of the distinction from that point; for she desired also those women, not from what belonged in some way to her and the other Mary.
ἀκούειν, ἀλλ’ ἐξ αὐτῆς θέας ἡ Ἀγγέλων ἐπιφάνεια πιστωθῆναι πρὸς τὴν ἀνάστασιν, καὶ σὺν αὐταῖς συνετῶς σιωπῶσα, καὶ μηδὲν λέγουσα διαπορουμέναις αὐταῖς, ἀλλὰ τὴν τῶν πραγμάτων ἀναμενουσα μαρτυρίαν, καὶ πιστεύουσα και ἀυταῖς αὐτοῖς ὄμμασιν ἰδίαν πληροφορίαν τινὰ δοθήσεσθαι. Καὶ δὴ τὸν λίθον ἀποκεκυλισμένον ἰδοῦσαι τοῦ μνήματος, ἔνδον ἐγένοντο, καὶ οὐχ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἀπορούμεναι βλέπουσιν ἐπιστάντας αὐταῖς ἄνδρας δύο ταῖς στολαῖς ἐξαστράπτοντας, καὶ ἤκουον αὐτῶν λεγόντων, “τί ζητεῖτε τὸν ζῶντα μετὰ “τῶν νεκρῶν, οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη,” καὶ τὰ ἑξῆς. καὶ ὑποστρέψασαι, φησιν, ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς λοιποῖς, ἀλλ’ ὡς πλῆθος ὄντες μᾶλλον ἠπίστησαν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. ἐφάνησαν γάρ, φησιν, ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς· ὥστε τὸν Πέτρον πρὸς τὴν ἐκείνων ἀπιστίαν διαναστάντα, καὶ ἠρέμα πῶς καὶ αὐτὸν θορυβηθέντα καὶ σαλευθέντα, πάλιν ἐπὶ τὸ μνῆμα δραμεῖν, καὶ παρακύψαι ἰδεῖν αὖθις τὰ ὀθόνια κείμενα, ἅπερ ἦν εἰσελθὼν ἤδη καὶ θεασάμενος ἀκριβέστερον, ὅθεν καὶ ἀρκεῖσθαι τῷ παρακύψαι μόνον· καὶ μηδὲν ἰδὼν, ἀλλοιώτερον ἀπῆλθε θαυμάζων τὸν ταῦτα οἰκονομήσαντα.
to hear, but that the appearance of angels should be believed for the resurrection from the sight itself, and she, silently and wisely with them, saying nothing while they were perplexed, but awaiting the testimony of the facts, and believing that even to their own eyes some personal assurance would be given. And indeed, when they saw the stone rolled away from the tomb, they entered, and not finding the body of Jesus, while they were perplexed they see two men standing by them in dazzling garments, and they heard them saying, "Why do you seek the living with the dead? He is not here, but has risen," and the rest. And having returned, it says, from the tomb, they reported all these things to the eleven and to all the rest, but as they were a crowd, they disbelieved rather, and mocked and spat upon what was reported. For they appeared, it says, as idle talk, their words, and they did not believe them; so that Peter, having risen up against their disbelief, and being himself somewhat disturbed and shaken, ran again to the tomb, and stooped down to see again the linen cloths lying there, which he had already seen upon entering and observed more carefully, whence also he was satisfied with merely stooping down; and seeing nothing, he departed more changed, marveling at the one who had arranged these things.
καὶ πάλιν ἡ Μαγδαληνὴ Μαρία καθάπερ ταῖς περὶ Ἰωάνναν ὄρθρου βαθέως συνεπορεύθη φερούσαις ἃ ἡτοίμασαν πρὸ τοῦ σαββάτου, μύρα τε καὶ ἀρώματα, τὸν αὐτὸν τρόπον καὶ τῇ Σαλώμῃ, ξένῃ τε γυναικὶ παρὰ τὰς ὠνομασμένας, βραδέως μὲν, ὠνησαμένῃ δὲ ὁμοίως ἀρώματα, ἀλλὰ μετὰ τὸ σάββατον, ἀόκνως μετὰ τῆς αὐτῆς διανοίας συνέτρεχε, παραλαβοῦσα καὶ Μαρίαν τὴν Ἰακώβου μεθ’ ἑαυτῆς, ὥστε καὶ τῇ ἀγορασίᾳ τῶν ἀρωμάτων κεκοινωνηκέναι δοκεῖν, κοινώσασαι γὰρ τῆς ὁδοῦ, τὸ πᾶν κοινῶς ἐπεγράψαντο σπούδασμα. “Καὶ λίαν πρωὶ· τῇ μία τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνη- “μεῖον.” οὕτω γὰρ ἐπὶ τοῖς ἀκριβεστέροις ἀντιγράφων ἐμφέρεται, δηλοῦν πρὸς ταῖς ἤδη γεγενημέναις, καὶ αὕτη τῶν γυναικῶν ἡ ἐπὶ τὸ μνῆμα ἄφιξις γέγονεν. τὸ δὲ λίαν πρωὶ· σαφηνίζων ὁ Μάρκος, “ἀνατείλαντος τοῦ ἡλίου” προσέθηκε “καὶ ἔλεγον,” φησὶ, “πρὸς “ἑαυτὰς, τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; “καὶ ἀναβλέψασαι θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος. ἢν γὰρ
And again Mary Magdalene, just as she had journeyed with Joanna and her companions while it was still deep dawn, carrying what they had prepared before the Sabbath, both myrrh and spices, in the same manner she also hastened eagerly with the same intent alongside Salome, a woman other than those named, who had bought spices likewise, though slowly, but after the Sabbath, taking with her Mary the mother of James, so that she too seemed to have shared in the purchase of the spices; for having shared the journey, they jointly ascribed the whole endeavor in common. "And very early: on the first day of the week, they come to the tomb." For thus it is found in the more accurate copies, indicating that in addition to those who had already come, this arrival of the women at the tomb also took place. And "very early": Mark, clarifying this, added "when the sun had risen," and "they said," he says, "to one another, Who will roll away the stone from the door of the tomb for us? And looking up, they see that the stone has been rolled away. For it was
“μέγας σφόδρα.” τῆς γὰρ Σαλώμης ἀναγκαίως ἀπορουμένης, ὡς τὸ παράπαν μὴ ἐπιδημησάσης τῷ τάφῳ, καὶ ταῦτα πρὸς τὰς συμβαδιζούσας λεγούσης, ἐκεῖναι σιωπὴν ἄγουσαι κατὰ τὸν προειρημένον ἡμῖν ἀνωτέρω τρόπον, καὶ τοὺς ὀφθαλμοὺς ἄρασαι, τῶν βλεμμάτων τὴν ἀπόκρισιν ἐποιήσαντο. καὶ γὰρ ὁ λίθος ἀποκεκυλισμένος ὑπ᾿ ὄψιν ἐφαίνετο, διὰ δὲ τὴν κοινὴν καὶ μίαν ὁδοιπορίαν πρὸς ἀλλήλας αὐτὰς ἠπορηκέναι καὶ διηλέχθαι γέγραπται τῇ ἀληθείᾳ τῆς ἱστορίας, καὶ τῇ φύσει τῶν πραγμάτων ἡμῶν προσεχόντων καὶ διακρινόντων τίνος ἴδιον ὑπῆρχε τὸ ἀπορεῖν τὰς γυναῖκας. τὰς γὰρ ἤδη πολλάκις ἀποκεκυλισμένον θεασαμένας τὸν λίθον, περὶ τούτου φροντίζειν ἀπίθανον ἦν. ἀλλ’ ἐπειδὴ ταῖς παρὰ τοῦ Μάρκου ταύταις γυναιξὶν ἀγνοοῦν τὸ τῆς Σαλώμης ἐμφέρεται πρόσωπον, ἀμάχως ὁ λόγος ἔχει τὸ πιθανὸν, ἐπεὶ κἀκείνων οὐκ ἀκόλουθον τὸ λέγειν, “τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;” τῶν Ἰουδαίων σφραγισάντων τὴν εἴσοδον τοῦ τάφου, καὶ τὴν τῶν στρατιωτῶν παρακαταστησάντων φρουρὰν, καὶ τῆς τρίτης ἡμέρας ἐνδαψιλευσαμένης. πρὸς γὰρ τὸν Πιλᾶτον εἶπον οἱ μιαροὶ, “ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.” εἰ μὲν οὖν ᾔδεισαν αἱ γυναῖκες τὸ διὰ τοῦ Ἀγγέλου θαῦμα γενόμενον, τήν τε ἀποκίνησιν τοῦ λίθου, καὶ τὴν τῶν φυλάκων ἐκ τοῦ τάφου νέκρωσίν τε καὶ ἀναχώρησιν, πῶς διηπόρουν περὶ τοῦ ἀποκυλισθῆναι τὸν λίθον; εἰ δὲ ἠγνόουν τὸ θαῦμα, τὴν στρατιωτικὴν φρουρὰν ἐννοεῖν ἔδει, καὶ τὴν ἄνοιξιν τοῦ μνήματος μὴ φαντάζεσθαι, ἀλλ’, ὡς ἔφην, ἡ Σαλώμη καὶ τοῦτο ἠγνόησεν, καὶ αὐτῆς μόνης τὰ ῥήματα ἦν.
Very great." For since Salome was necessarily perplexed, as she had not at all come to the tomb, and was saying these things to the women journeying with her, they, keeping silence in the manner we described above, and lifting up their eyes, made the answer with their glances. For the stone appeared rolled away before their sight, and because of their common and single journey, it has been written in accordance with the truth of the narrative that they were perplexed and conversed with one another, since we attend to the nature of the events and distinguish whose characteristic it was that the women were perplexed. For it was implausible that those who had already often seen the stone rolled away should be anxious about this. But since in these women of Mark the person of Salome is introduced as not knowing, the account is irrefutably persuasive, since it was also not consistent for those women to say, "Who will roll away the stone for us?" when the Jews had sealed the entrance of the tomb, and stationed the guard of soldiers, and the third day had come in full. For the impious ones said to Pilate, "We remember that that deceiver said while still alive, 'After three days I am raised.'" If, then, the women had known the miracle that occurred through the Angel—both the removal of the stone and the deadening and withdrawal of the guards from the tomb—how were they perplexed about the stone being rolled away? But if they were ignorant of the miracle, they should have been thinking of the military guard, and not imagining the opening of the tomb, but, as I said, Salome was also ignorant of this, and the words were hers alone.
Μαρία γὰρ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθεσθῆσαι τοῦ μνήματος ἐξ ἐναντίας, ὁ Ματθαῖος ἱστόρησε, καὶ φιλοπόνως προσεδρεύσασαι, καὶ τὰς σφραγίδας τῶν Ἱουδαίων καὶ τὴν τῶν ὁπλιτῶν φυλακὴν ὄψει παρέλαβον. ἡ δὲ Σαλώμη εἰσελθοῦσα σὺν ταῖς Μαρίαις ἀμφοῖν, νεανίσκον ἔιδον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκὴν, καὶ ἐπτοήθησαν πᾶσαι· ἡ μὲν ὡς ἐνδεῶς ἔχουσα πίστεως καὶ ἀνθρωπινώτερον διακειμένη, ὡς ἐπιχωριάζουσαι συχνῶς τῷ μνήματι καὶ πολυπραγμονοῦσαι. λοιπὸν δοκοῦσαι τὴν ἀνάστασιν πέρα τοῦ δεόντος· διὰ τοῦτο γὰρ καὶ νεανίσκος ὤφθη, κατάπληξαι τῷ μεγέθει, καὶ φόβον ἐμποιῆσαι δυνάμενος, καὶ μιγνὺς τῷ φοβερῷ
τὸ φαιδρὸν διὰ τοῦ λευκοῦ τῆς στολῆς, καὶ ὡς ἐν ἑορτῇ, καὶ ἵνα μὴ παγῶσι τῷ δέει· καὶ σφοδρότερον δὲ αὐταῖς διαλέγεται, παιδεύων αὐτὰς δι’ ὧν ἔλεγεν, μετὰ τοσαύτας θέας μὴ περιέργως διακεῖσθαι, βεβαίως δὲ μᾶλλον ἐφ’ οἷς εἶδον ἑστάναι· “ὑπάγετε “γάρ, φησιν, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ·” τοῖς μὲν μαθηταῖς ὡς πολλάκις ἠπιστήκασι, τῷ Πέτρῳ δὲ ὡς μετὰ τῆς αὐτῆς πολυπραγμοσύνης δεύτερον ἐπὶ τὸ μνῆμα ἐλθόντι, “ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς “εἶπεν ὑμῖν,” ὑμῖν ταῖς γυναιξίν. Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἐπιφανεὶς, ὡς ὁ Ματθαῖος συνέγραψεν· τοῖς γὰρ μαθηταῖς οὐδέποτε φαίνεται φήσας, ὡς μετὰ τὴν ἔγερσιν αὐτοῖς ἐν τῇ Γαλιλαίᾳ φανήσεται, εἰ μήτι γε ἐκεῖνο ἐρεῖ τίς, ὅπερ ὁ Ματθαῖος καὶ Μάρκος ἔγραψαν, μετὰ τὸ δεῖπνον τὸ μυστικὸν ἐξελθόντα αὐτὸν εἰς τὸ ὄρος ὑμνῆσαι τῶν ἐλαιῶν ὑπὸ τῆς σωτηρίας εἰρημένον ὧδέ πὼς·
For Mary Magdalene and the other Mary sat down opposite the tomb, as Matthew recorded, and they attended diligently, and they took in by sight the seals of the Jews and the guard of the soldiers. But Salome, having entered with both the Marys, saw a young man sitting on the right side, clothed in a white robe, and they were all terrified; she, on the one hand, as having insufficient faith and being disposed more humanly, as those who frequently frequented the tomb and were over-inquisitive. Finally, they supposed the resurrection to be beyond what was necessary; for this reason also a young man appeared, able to strike with amazement at his size and to instill fear, and mingling with the fearful the cheerful through the whiteness of the robe, as if at a festival, and so that they might not be frozen with dread; and he speaks to them more vehemently, instructing them by what he said, after so many visions, not to be inquisitively disposed, but rather to stand firmly on what they had seen: "Go, therefore," he says, "tell his disciples and Peter;" to the disciples, as having often disbelieved, and to Peter, as having come a second time to the tomb with the same over-inquisitiveness, "that he goes before you into Galilee, there you will see him, just as he told you," you women. Late on the Sabbath, as it began to dawn toward the first day of the week, having appeared, as Matthew wrote; for he never appears to the disciples saying that after his resurrection he will appear to them in Galilee, unless indeed someone will say that which Matthew and Mark wrote, that after the mystical supper he went out to the Mount of Olives to sing hymns, spoken by the Savior somewhat as follows:
μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ἐξελθοῦσαι δὲ τοῦ μνήματος αἱ Μαρίαι καὶ ἡ Σαλώμη, τρόμῳ καὶ ἐκπλήξει συνεχόμεναι, φυγάδες ἐγένοντο, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ· τοῦτο μὲν διὰ τὸ φοβερὸν τοῦ νεανίσκου, τοῦτο δὲ διὰ τὸ τὴν ἡμέραν ἤδη προελθεῖν, καὶ τοὺς Ἰουδαίους ὡς εἰκὸς φονοῦντας ἄνω κάτω περινοστεῖν. ἐν μὲν οὖν τοῖς ἀκριβεστέροις ἀντιγράφοις τὸ κατὰ Μάρκον Εὐαγγέλιον μέχρι τοῦ ἐφοβοῦντο γὰρ, ἔχει τὸ τέλος· ἐν δὲ τισὶ, πρόσκειται καὶ ταῦτα· “ἀναστὰς δὲ πρω·ὶ “πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς “ἐκβεβλήκει ἑπτὰ δαιμόνια·” τοῦτο δὲ ἐναντίωσίν τινα δοκεῖ ἔχειν πρὸς τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ὥρας τῆς νυκτὸς ἀγνώστου τυγχανούσης, καθ’ ἣν ὁ Σωτῆρ’ ἀνέστη, πῶς ἐνταῦθα ἀναστῆναι πρωὶ γέγραπται; ἀλλ’ οὐδὲν ἐναντίον φανήσεται τὸ ῥητὸν, εἰ μετ’ ἐπιστήμης ἀναγνωσόμεθα· καὶ γὰρ ὑποστίξαι δεῖ συνετῶς· “ἀναστὰς δὲ πρωὶ πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ “Μαγδαληνῇ·” ἵνα τὸ μὲν “ἀναστὰς” ἔχῃ τὴν ἀναφορὰν συμφώνως τῷ Ματθαίῳ, πρὸς τὸν προλαβόντα καιρὸν, τὸ δὲ “ πρωῒ,” πρὸς τὴν τῆς Μάριας γενομένην ἐπιφάνειαν ἀποδοθείη· ὡς πρώτη σὺν τῇ ἄλλῃ Μαρίᾳ. Καὶ πάλιν—Αὕτη μόνη ἐκ δευτέρου ἔτι σκοτίας οὔσης, θεασαμένη τὸν Κύριον· πρωὶ γάρ ἐστιν ἅπαν τὸ διάστημα,
After I have been raised, I will go ahead of you into Galilee. And the Marys and Salome, having come out of the tomb, gripped by trembling and amazement, fled, and they said nothing to anyone, for they were afraid. This was partly because of the fearsome appearance of the young man, and partly because the day had already advanced, and the Jews, as was likely, were going about here and there intent on killing. Now in the more accurate copies, the Gospel according to Mark has its ending at "for they were afraid." But in some, these words are also added: "Now having risen early on the first day of the week, he appeared first to Mary Magdalene, from whom he had cast out seven demons." But this seems to have some contradiction with what was said before. For since the hour of the night in which the Savior rose is unknown, how is it written here that he rose early? But the statement will appear to have no contradiction, if we read it with understanding. For one must punctuate intelligently: "Now having risen early on the first day of the week, he appeared first to Mary Magdalene," so that "having risen" refers in agreement with Matthew to the preceding time, while "early" is assigned to Mary's experience of the appearance, as she was first along with the other Mary. And again—She alone, a second time, while it was still dark, saw the Lord. For "early" is the whole interval,
τὸ μετὰ τὴν τῶν ἀλεκτρυόνων βοήν. τεσσάρων τοίνυν ὄντων καιρῶν, καὶ τοσούτων ἀφίξεων, καθὼς αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα ἦλθον, ἕκαστον Εὐαγγελιστὴν ἕνα καιρὸν ᾠκονόμησεν γράψαι τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ο μὲν Ματθαῖος τὰς ὀψὲ σαββάτων παραγενομένας ἐπὶ τὸ μνῆμα ἱστόρησεν, Ἄγγελον ἕνα τὸν καταβεβηκότα ἐξ οὐρανοῦ, καὶ τὸν λίθον ἀποκυλίσαντα. ὁ δὲ Ἰωάννης, Μαρία γὰρ ἡ Μαγδαλινὴ ἐληλυθέναι μόνη ἐν τῷ σκότῳ πρὸ τῆς ἑῴας ὑπέγραφεν, καὶ δύο Ἀγγέλους ἔνδον τοῦ τάφου θεάσασθαι· Λουκᾶς δὲ ἄλλας κατ’ αὐτὸν τὸν ὄρθρον· Μάρκος δὲ ἑτέραν, ἀνίσχοντος τοῦ ἡλίου· συναναμιγνυμένων δέ τινων καὶ τῶν ἤδη παραγενομένων, καὶ τὰς μὲν δύο ἄνδρας ἐπιστάντας αὐταῖς, τὰς δὲ καθήμενον ἐν τοῖς δεξιοῖς νεανίσκον ἰδεῖν· στολαῖς δὲ ἅπαντας ἠμφιεσμένους λευκαῖς, ὥστε δύνασθαί τινα κατὰ τὴν τῶν καιρῶν τάξιν, τὰ πη ἑκάστῳ γεγραμμένα συνθέσθαι, καὶ μίαν ἁρμονίαν εἰς ἓν σῶμα πάσης τῆς ἱστορίας ἐργάσασθαι, καθάπερ ἑνὸς τὸ πᾶν γεγραφότος καὶ οὐ πολλῶν. εἰ μὲν γὰρ μιᾶς ἀφίξεως τῶν γυναίκων ἐν ἔνι καίρῳ γενομένης οἱ τέσσαρες ἐμνημόνευσαν, κα οὐ τοὺς αὐτοὺς Ἀγγέλους εἶπον ἐπιφανῆναι· εἰ μὴ καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἤτοι ὀπτασίαν ἅπαντες εἰπόντες, τὴν αὐτὴν ἔφασαν ἐν διαφόροις γεγενῆσθαι καιροῖς, οὐχ ἑνὸς μνημονεύσαντες ἕκαστος στος χρόνου, διαφωνίας εἶχε μέμψιν ὁ λόγος. εἰ δὲ καὶ οἱ καιροὶ διάφοροι καὶ τὰ πρόσωπα, καὶ τῶν ἐπιφανέντων ὄψεις οὐχ ἑαυταὶ, τοῦ Θεοῦ βουληθέντος διὰ πολλῶν τρόπων πιστώσασθαι τὸ ἄπιστον θαῦμα τῆς ἀναστάσεως, καὶ τὸ τῶν ἄλλων μὴ λεχθὲν, ἕτερος ἱστόρησεν Εὐαγγελιστής·
The one after the crowing of the cocks. Since, then, there were four times, and so many arrivals, according as the women came to the tomb, the Holy Spirit arranged for each Evangelist to write one time. Matthew related those who came to the tomb late on the Sabbath, and one Angel who had descended from heaven and rolled away the stone. John, for he recorded that Mary Magdalene had come alone in the darkness before dawn, and that she saw two Angels inside the tomb. Luke, others at the very dawn. Mark, another, at the rising of the sun. Since some of those who had already arrived were also mixed in, and they saw the two men standing by them, and the one sitting on the right as a young man. And all were clothed in white robes, so that one could, according to the order of the times, combine what was written by each, and produce one harmony into a single body of the whole account, just as if one person had written the whole and not many. For if the four had made mention of one arrival of the women at one time, and did not say that the same Angels appeared, unless all had also spoken of the same appearance or vision, and said that the same had occurred at different times, each not mentioning one time, the account would have had a charge of disagreement. But if both the times and the persons were different, and the appearances of those who appeared were not the same, God having willed to confirm through many ways the incredible wonder of the resurrection, and what was not said by the others, another Evangelist related.
πῶς οὐκ ἔστιν ἡ διήγησις καθαρὰ καὶ ἐλευθέρα πάσης βλάβης; τέλος τοῦ Σχολίου. Εὐσεβίου Τοῦ Παμφίλου. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ σαββάτων φαίνεται ἐγηγερμένος ὁ Σωτῆρ’, παρὰ δὲ τῷ Μάρκῳ πρωὶ· τῇ μιᾷ τοῦ σαββάτου; τὸ ὀψὲ σαββάτῳ μὴ τὴν ἑσπερινὴν ὥραν νομίσῃ τις τὴν μετὰ ἡλίου δυσμὰς λέγεσθαι, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτός· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας, οὐ τὴν ἑσπέραν δηλοῦντες, ἀλλὰ τὸ σφόδρα βράδιον σημαίνοντες. καὶ γὰρ ὥσπερ διερμηνεύων
αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος, μετὰ τὸ εἰπεῖν ὀψὲ σαββάτων, ἐπήγαγε “ τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” δηλῶν τὴν ὥραν καὶ τὸν καιρὸν τῆς μετὰ τὸ σάββατον νυκτὸς τὸν ἀμφὶ τὴν ἕω τῆς μιᾶς τοῦ σαββάτου· “τῇ γὰρ ἐπιφωσκούσῃ” φησὶ, δηλαδὴ ὥρᾳ, τὸ λοιπὸν ἤδη ἐπιφωσκούσῃ καὶ ἐπιφαινούσῃ τὴν κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ, καὶ πόρρω λοιπὸν ἐλαύνουσα τῶν σαββάτων. ἔθος γὰρ ἦν τὴν ὅλην ἑβδομάδα σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας σάββατον ὀνομάζειν, οἷον μία σαββάτων, καὶ β΄ καὶ γ΄ καὶ δ΄ σαββάτων, ὅθεν σύμφωνοι εἰσὶν καὶ ἐν τούτῳ οἱ Εὐαγγελισταί. Ὁ γὰρ Ματθαῖος τὸ ὀψὲ σαββάτων τὸν καιρὸν τὸν ἐπιφώσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, ὡς εἴρηται, ὠνόμασε ὅν περ ὁ Μάρκος “πρωὶ τῇ μιᾷ τῶν σαββάτων” εἶπεν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ σαββάτου μετὰ ἡλίου δυσμὰς εὐθέως ἑσπέρας γενομένης ἀπονηστίζεσθαι.
How is the narrative not pure and free from all harm? End of the Scholia. Of Eusebius of Pamphilus. How is it that in Matthew the Savior appears to have risen "late on the Sabbath," but in Mark "early, on the first day of the Sabbath"? Let no one suppose that "late on the Sabbath" means the evening hour after sunset, but rather the late and advanced part of the night. For thus we are accustomed to say "late in the hour" and "late in the season" and "late in the need," not indicating evening but signifying "very late." For just as Matthew, interpreting himself, after saying "late on the Sabbath," added "as it began to dawn toward the first day of the Sabbath," indicating the hour and the time of the night after the Sabbath, around the dawn of the first day of the Sabbath. For "as it began to dawn," he says—clearly at the hour that was already dawning and shining forth the Lord's day, which was "late" and now far advanced from the Sabbath. For it was the custom to call the whole week "Sabbath," and to name all the days "Sabbath," as "first of the Sabbath," and "second" and "third" and "fourth of the Sabbath." Whence the Evangelists are in agreement in this also. For Matthew called "late on the Sabbath" the time dawning toward the morning of the Lord's day, as has been said, which Mark called "early on the first day of the Sabbath." For if this were not so, we would have to break our fast immediately on the day of the Sabbath after sunset, as soon as evening came.
ἀλλ’ οὐχ οὕτως ἡ συνήθεια ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κεκράτηκεν, ἀλλ’ ἢ νυκτὸς ἐπιλαβούσης, ἣ αὐτῷ μεσονυκτίῳ, ἣ περὶ τῶν ἀλεκτόρων βοᾶς, ἄλλως τε δὲ εἰ κατὰ τὴν ἑσπέραν τοῦ σαββάτου ἡ ἀνάστασις γέγονε καὶ ὁ σεισμὸς, πάντων ἐγρηγορότων ἔτι, πῶς οὐκ ἃν ἤσθοντο οἱ πάντες; πῶς δὲ οὐκ ἃν συνδρομὴ ἐγεγόνει ἐπὶ τὸ μνῆμα, Ἀγγέλου ὀφθέντος ἑσπέρας, καὶ τὸν λίθον ἀποκυλίσαντος τῆς θύρας τοῦ μνημείου; καὶ οἱ φρουροὶ δὲ τοῦ τόπου, τὸ τάγμα τὸ στρατιωτικὸν καὶ οἱ Ἰουδαῖοι σὺν αὐτοῖς φυλάττοντες τὸν τάφον, πῶς οὐ παραχρῆμα τοῖς ἀρχιερεῦσι καὶ τοῖς ἄρχουσι τῶν Ἰουδαίων ἀπήγγελον τὰ πραττόμενα· μάλιστα ὅτε αὐτοὶ δι’ ἑαυτῶν τῇ προτεραίᾳ ἐπιστάντες, ἠσφαλίσαντο τὸν τάφον, σφαλίσαντες c τὸν λίθον μετὰ τῆς κουστωδίας; ἀκόλουθον γὰρ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς, καὶ τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων, διαφημίσαι εἰς ἅπαντας, “ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν, “ἡμῶν κοιμωμένων.” ὃ δὴ καὶ χώραν οὐκ ἔχει πλάττεσθαι αὐτοὺς, εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο· διὸ οὐκ ἃν ἁμάρτοι τίς, τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν, ἐπὶ τῶν παρὰ τῷ Ἰωάννῃ σημαίνεσθαι· ἔνθα ἡ Μαγδαληνὴ Μαρία μόνη πρωὶ ἔτι οὔσης c An σφραγίσαντες ?
But the custom in the churches of God has not prevailed in this way, but rather when night had come on, whether at midnight for him, or around the crowing of the cocks. Besides, if the resurrection and the earthquake had occurred in the evening of the Sabbath, while everyone was still awake, how would not everyone have perceived it? And how would there not have been a rushing together to the tomb, when an angel appeared in the evening and rolled away the stone from the door of the tomb? And the guards of the place, the military cohort and the Jews with them guarding the grave, how would they not have immediately reported what was happening to the chief priests and the rulers of the Jews? Especially since they themselves on the previous day had come in person and secured the tomb, sealing the stone with the guard. For it would have followed that when the stone was miraculously overturned, the guards would immediately hurry and make known what had been done, since the hour allowed them. But they are even instructed on the following day by the chief priests to spread it abroad to everyone, "that his disciples came by night and stole him, while we were sleeping." Which indeed has no place for them to fabricate, if he had risen in the evening. Therefore one would not err in taking the first events of our Savior's resurrection to be indicated in what is recorded by John, where Mary Magdalene alone, while it was still early,
σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει· διὰ τὸ μηδένα τέως γνῶναι, περὶ τῆς ἀναστάσεως αὐτοῦ. τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον, τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ’ ὃν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τοῦ μνήματος, οὐκέτι κλαίει, ὡς ἃν, παρὰ τῷ Ἰωάννῃ, τεθεαμένη τοὺς Ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ δὲ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ, ἑτέρου καιροῦ ἃν εἴη δηλωτικὰ, παρ’ ὃν πλείους ἀπαντῶσι γυναῖκες ἐπὶ τὴν θέαν· τὴν γὰρ Μαγδαληνὴν Μαρίαν μακρὰν ἀπ’ αὐτῶν διεστῶσαν ἀπηντηκέναι νομίζω. ἐν δὲ τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. τὸ μὲν πρῶτον καθ’ ἑαυτὴν μόνην, τὸ δὲ δεύτερον μετὰ τῆς ἄλλης Μάριας. οὕτω δ᾿ ἃν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ, καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεάσατο, καὶ τὰ παρὰ τῷ Ἰωάννῃ. οὐκ ἀπελιμπάνετο γὰρ οὐδὲ ἀπέστη τοῦ τόπου, ὅθεν καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑώρακεν· παρῆν γὰρ καὶ παρέμενε, καταπεπληγμένη τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις δευτέρων καὶ τρίτων θεοφανιῶν ἀξιωθῆναι, ὅθεν καὶ ἐτύγχανε μετὰ ταῦτα, διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνῆμα ἀφικνουμένων, καὶ ἄλλῳ τε ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ’ ἑκάστης θέας παρατυγχανούσης. οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν Εὐαγγελισταῖς ἀναγεγραμμένων, θεωρὸς ἐγένετο ἡ Μαγδαληνὴ, διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη. Τοῦ Αὐτοῦ Εὐσεβίου.
of darkness, and having come to the tomb a first and a second time, and not finding the body of the Savior, she weeps, because no one had yet known about his resurrection. But the second part of the same hour is the time in Matthew, at which the same Magdalene, having come to the tomb a third time together with the other Mary, no longer weeps, as in John, having seen the angels and the Savior himself. But the accounts in Luke and Mark would be indicative of another time, at which more women arrive for the viewing; for I think that Mary Magdalene, standing far apart from them, had arrived. But at the same time and at the same place she happened to be present, both the first and the second time: the first by herself alone, the second with the other Mary. And in this way the same Mary Magdalene both saw the things in Matthew and the things in John. For she did not leave nor depart from the place, whence she also saw the things in the others; for she was present and remained, astounded at what she had seen, and longing, in addition to the first, to be deemed worthy of second and third divine appearances, whence she also obtained these afterward, while various women arrived at the tomb, and an angelic vision appeared to them now in one way and now in another, while she herself was present at each viewing. Thus, then, of the things recorded in the four Evangelists, Magdalene became a witness, and therefore she was mentioned by all. Of the same Eusebius.
Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον Ἄγγελον εἴρηται, κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος Ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν, δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος; τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται, ὅθεν καὶ δύο Μαρίαι ἄρτι τὸν Ἄγγελον ἐπιστάντα, καὶ τὸν λίθον ἀποκεκυλικότα κατειλήφασιν· ὕστερον δὲ πέπρακται τὰ παρὰ τῷ Ἰωάννῃ, δύο Ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων ὄντων παρὰ τὸν ἔξω πρὸ τοῦ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ· οἱ δὲ παρὰ τῷ Λουκᾷ, δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα, καὶ ὁ παρὰ τῷ Μάρκῳ δὲ νεανίσκος λευκὴν περιβέβλημένος,
τῷ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι· πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τὲ, καὶ τῶν παρὰ τοῖς πρώτοις. διὸ οὐδὲ Ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν, τοῖς κρείττοσιν ἣ καθ’ ἑαυτοὺς, Ματθαίῳ καὶ Ἰωάννῃ, ἅτε δὴ Ἁποστόλοις, τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες, αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, ἀντανεπλήρουν τὰ παρ’ ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ Ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις. Αἱ γοῦν παρὰ τῷ Λουκᾷ, ὄρθρου βαθέως ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαι γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἃν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ·
How is it that in Matthew Mary the Magdalene with the other Mary is said to have seen outside the tomb, seated upon the stone, only one angel, but in John she beholds two angels sitting inside the tomb; and in Luke two men met the women; and in Mark it was a young man who was seen by them? The events in Matthew come first, which is why the two Marys had just then encountered the angel who stood before them and had rolled away the stone; later the events in John took place, when two angels were seen inside the tomb, being different from the one outside before the tomb seated on the stone in Matthew. And those in Luke, two men seen in shining apparel, are on account of the symbols of the festival, and the young man in Mark clothed in white, because he announced glad and favorable tidings to the women. Again, these too would be different both from one another and from those in the first Gospels. Therefore these writers did not even call them angels, since they did not mention the Savior's appearances, having yielded to those greater than themselves, Matthew and John, as being Apostles, the task of writing and recording the greater things, while they themselves related the secondary matters and filled up what had been passed over in silence by those others—things that were secondary and far inferior to the account of the former. Thus the Holy Spirit apportioned the narratives that were fitting and suitable for each. At any rate, the women in Luke who came to the tomb at deep dawn, bringing the spices they had prepared, would be different from those in Matthew and John.
οὐ γὰρ ἃν ἔχῃ λόγον τὰς τοσαῦτα προτεθεαμένας Μάριας, ἄρτι πρῶτον ἀρώματα φέρειν ὡς μήπω τὴν ἀνάστασιν μεμαθηκυίας· διὸ εἴπομεν ἃν ἑτέρας εἶναι τὰς παρὰ τῷ Λουκᾷ δηλουμένας τῶν πρώτων, τοῦτο δὲ καὶ αὐτὸς ἱστορεῖ ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἡμέρα ἦν παρασκευὴ, “καὶ σάββατον ἐπέφωσκε. κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες “ἦσαν συνανεληλυθυίαι αὐτῶ ἐκ τῆς Γαλιλαίας,” καὶ τὰ ἑξῆς. ἰδοὺ δείκνυσιν ὅτι ἕτεραι ἦσαν αὗται, διὸ καὶ οἱ ὀφθέντες ἕτεροι ὑπῆρχον παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· οὔτε γὰρ εἴσω τοῦ μνήματος ὑπῆρχον κατὰ τὸν Ἰωάννην, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ Ἄγγελος. ἄλλως τε δὲ οὐδὲ Ἀγγέλους αὐτοὺς ὠνόμασεν ὁ Λουκᾶς. δύο ἄνδρας, πλὴν ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα. καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσιν· καὶ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ’ οὐχ ἡ παρὰ τῷ Ἰωάννῃ μόνη, οὐδὲ αἱ παρὰ τῷ Ματθαίῳ Μαρίαι δύο. περὶ τῆς μιᾶς Μάριας τῆς παρὰ τῷ Ἰωάννῃ περὶ τὸν ὄρθρον, ὅτι σκοτίας οὔσης ἐπιστάσης τῷ μνήματι, καὶ ἰδούσης τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου, ἥν τινα καὶ Μαγδαληνὴν ὁ Εὐαγγελιστὴς ὀνομάζει, ὑπόνοιά τις ὑπεισέρχεται, ἄλλην τινὰ Μαγδαληνὴν εἶναι, μηδὲ τῶν ταῖς δυσὶ Μαρίαις ἑωραμένων, τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων, γινώσκουσαν. εἰ δὲ μία καὶ αὐτή ἐστιν ἡ παρὰ τοῖς Εὐαγγελισταῖς ἀμφοτέροις μνημονευομένη, προηγεῖσθαι ἀνάγκη τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν τῆς παρὰ τῷ
For it would not be reasonable that the Marys, who had foreseen so many things, should now for the first time bring spices, as though they had not yet learned of the resurrection. Therefore we would say that the women indicated by Luke are different from the first ones. And the Evangelist himself also records this, saying, "And the day was the Preparation, and the Sabbath was dawning. And the women who had come with him from Galilee followed," and what follows. Behold, he shows that these were different women; therefore the angels who appeared were also different from those previously indicated. For they were neither inside the tomb, according to John, nor sitting upon the stone, as the angel in Matthew. And besides, Luke did not even call them angels, but two men, except in shining apparel, on account of the symbols of the festival. And their words to the women are also distinct. And the women were more numerous, not only the one in John, nor the two Marys in Matthew. Concerning the one Mary in John, who came to the tomb at dawn, while it was still dark, and saw the stone taken away from the tomb—whom the Evangelist also names Magdalene—a certain suspicion arises that she is some other Magdalene, who did not even know of the things seen by the two Marys mentioned in Matthew. But if she is also the same one mentioned by both Evangelists, then the account in John must precede the account in
Ματθαίῳ, καὶ τὴν αὐτὴν Μαγδαληνὴν τὸ πρῶτον μόνην ἐλθοῦσαν, τοὺς δύο Ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μάριας, τὸν ἐπικαθήμενον τῷ λίθῳ Ἄγγελον ἑωρακέναι. Τούτων δὲ τῶν δυοῖν ἐκδοχῶν, τὴν προτέραν ἀληθεστέραν εἶναι ἡγοῦμαι, ἑτέρας οὔσης τῆς παρὰ Ἰωάννῃ Μάριας, παρὰ τῷ Ματθαίῳ κἂν τὸ ἐπίθετον αὐτῇ τῇ Μαγδαληνῇ ἐπιγράφεται· δύο γεγονυιῶν ὡς εἰκὸς τῶν ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς. τούτου γὰρ δοθέντος, πᾶσα ἀμφισβήτησις λυθήσεται· ἑτέρων μὲν παρὰ τῷ Ματθαίῳ μνημονευομένων γυναικῶν, ἑτέρας δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ ἑτέρου ὄντος τοῦ Ἀγγέλου τοῦ ἐπὶ τὸν λίθον καθεζομένου, καὶ ἑτέρων τῶν δύο Ἀγγέλων τῶν παρὰ τῷ Ἰωάννῃ εἴσω τοῦ μνήματος ὀφθέντων. ἑτέρου δὲ καὶ τοῦ χρόνου, ἑτέρων δὲ καὶ τῶν λόγων, τοῦ τε Ἀγγέλου τοῦ ἐπὶ τοῦ λίθου καθεζομένου, καὶ τῶν Ἀγγέλων τῶν εἴσω τοῦ μνήματος θεωρηθέντων. Κατὰ δὲ τὸν Μάρκον, λίαν πρω·ὶ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνῆμα ἀνατείλαντος τοῦ ἡλίου. ἰδοὺ πάλιν ἄλλαι αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ, αἳ καὶ ἔλεγον πρὸς εαυτάς· “τίς ἡμῖν “ἀποκυλίσει τὸν λίθον;” καὶ ὅτι εἶδον νεανίσκον καθήμενον, ὥσπερ ἐπὶ τοῦ Λουκᾶ, ἄνδρες ἀλλ’ οὐκ Ἄγγελοι, οὕτω καὶ νῦν οὐκ Ἄγγελος ὠνόμασται, οὐδὲ ἀνὴρ, ἀλλὰ νεανίσκος, ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως ἄλλον, τὸν μετὰ ἡλίου ἀνατολάς.
In Matthew, and that the same Magdalene came first alone, and saw the two angels sitting inside the tomb; but after these things, having come a second time to the same place with the other Mary, she had seen the angel sitting upon the stone. Of these two accounts, I consider the former to be the truer, since the Mary in John is a different one, even though in Matthew the epithet is ascribed to the Magdalene herself; for there were likely two women from the same Magdala. For if this is granted, all dispute will be resolved: different women are mentioned in Matthew, and different ones in John, and the angel sitting on the stone is one, and the two angels seen inside the tomb in John are others. And the time is different, and the words are different—both of the angel sitting on the stone and of the angels seen inside the tomb. But according to Mark, very early on the first day of the week they come to the tomb when the sun had risen. Behold, again these are different women, and at a different time, who also said to themselves: "Who will roll away the stone for us?" And that they saw a young man sitting, just as in Luke they were men but not angels, so here too he is not called an angel, nor a man, but a young man, so that this narrative too is distinct, and the one seen is different, and the women who arrived are different, and the time likewise is different—the one after the rising of the sun.
τεσσάρων ὄντων τῶν Εὐαγγελιστῶν, ἰσάριθμοι καὶ αἱ παρ’ αὐτῶν τούτοις ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι, οἱ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ’ ἕκαστον καιρὸν ὀφθέντες ἰδιάζοντες, ὁμοίως δὲ καὶ αἱ θεώμενοι διάφοροι, καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι ἀλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ “ὀψὲ σαβ- “βάτων” λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθεὶς, μέσοι δὲ ὁ τε παρὰ τῷ Ἰωάννῃ, καὶ ὁ παρὰ τῷ Λουκᾷ· καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. ἐφάνη μὲν γὰρ ὀψὲ σαββάτων Ἄγγελος εἷς, ἐκτὸς τοῦ μνήματος, καθ’ ὃν καὶ αὐτὸς ὁ Σωτῆρ’. ὄρθρου δὲ βαθέως, ἕτεροι, οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι, οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες·
ὕστερος ἀπάντων ο νεάνισκος, καὶ πρὸ τούτου καὶ ὦν παρὰ τῳ Λουκᾷ οἱ δύο, οἱ εἴσω τοῦ μνήματος. Ησυχίου πρεσβυτέρου Ἱεροσολύμων. Ἐπειδὴ δὲ πολλῶν Μαριῶν ἐν τοῖς Εὐαγγελίοις φέρεται μνήμη, τρεῖς εἶναι τὰς πάσας γινώσκειν ὀφείλομεν, ἃς Ἰωάννης συλλήβδην ἠρίθμησεν φήσας, “εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ἡ μήτηρ “αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, “καὶ Μαρία ἡ Μαγδαληνὴ,” Μαρίαν γὰρ τὴν Ἰακώβου καὶ Ἰωσὴ μητέρα, καὶ ἄλλην Μαρίαν παρὰ τοῖς Εὐαγγελισταῖς ὠνομασμένην, τὴν θεοτόκον εἶναι, καὶ οὐκ ἄλλην πεπιστεύκαμεν. Ἰσιδώρου Τοῦ Πηλουσιώτου. Πῶς νοητέον τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῆς ταφῆς τοῦ Κυρίου; ὥρᾳ ἕκτῃ τῆς παρασκευῆς ἐσταυρώθη, καὶ γέγονε σκότος ἕως ὥρας ἐνάτης, ἰδοὺ νυχθήμερον· τὸ λοιπὸν τῆς παρασκευῆς, ἡ νὺξ, ἰδοὺ τρίτον νυχθήμερον.
Since there are four Evangelists, the appearances recorded by them also appear equal in number, and the times are four, and those seen at each time are distinct, and likewise the women who saw are different, and the words spoken to those who saw them vary. For the first time was the one called by Matthew "late on the sabbath"; and the fourth and last was the one recorded by Mark as "when the sun had risen"; and the middle ones were the one in John and the one in Luke; and those seen at each time were distinct. For late on the sabbath one angel appeared, outside the tomb, at which time the Savior himself also appeared. But at deep dawn, others—the two men named by Luke—appeared, not seen inside the tomb; later than all, the young man, and before him also the two in Luke, who were inside the tomb. Of Hesychius, presbyter of Jerusalem. Since mention of many Marys is brought forward in the Gospels, we ought to know that there are three in all, whom John enumerated collectively, saying, "There stood by the cross of Jesus his mother and his mother's sister, Mary the wife of Clopas, and Mary Magdalene." For we believe that Mary the mother of James and Joses, and another Mary named among the Evangelists, is the Theotokos, and no other. Of Isidore of Pelusium. How are the three days and three nights at the burial of the Lord to be understood? At the sixth hour of the Preparation he was crucified, and there was darkness until the ninth hour—behold, a night and a day; the rest of the Preparation, the night—behold, a third night and day.
Καὶ ἄλλως—Τῇ παρασκευῇ παρέδωκεν ὁ Κύριος τὸ Πνεῦμα, τοῦτο μία ἡμέρα, τὸ σάββατον ὅλον ἐποίησεν ἐν τῷ τάφῳ, ἐπιφωσκούσης κυριακῆς ἀνέστη. Καὶ ἄλλως—Ἀφ’ ἧς ἡμέρας, τουτέστι τῆς ἁγίας πέμπτης, παρεδόθη ὑπὸ Ἰούδα τοῖς θεοκτόνοις Ἰουδαίοις, δυνατὸν ὡς σταυρωθέντος αὐτοῦ ἀριθμεῖν τὴν τριήμερον. Τὰ Λείποντα Απὸ Τῆσ ἐρμηνείασ Τῦν Κεφαλαίων Τοῦ (??) Καὶ Σ Ἰωάννου Τοῦ Χρυσοστόμου. Περὶ ποίας γενεᾶς εἶπεν ὅτι “οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη” καὶ τὰ ἑξῆς; οὐ περὶ τῆς τότε ταῦτα λέγει γενεᾶς, ἀλλὰ περὶ τῶν πιστῶν. τίνος ἕνεκεν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας εἶπεν ὅτι οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνον ὁ Πατήρ; διὰ μὲν τοῦ εἰπεῖν οὐδὲ οἱ Ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι ἀγνοοῦσιν· διὰ δὲ τοῦ εἰπεῖν “οὐδὲ ὁ Υἱὸς,” κωλύει οὐδένα ζητῆσαι, ἀλλὰ μηδὲ εἰς ἔννοιαν τοῦτο λαβεῖν. ὅτι γὰρ διὰ τοῦτο εἶπεν οὐδὲ ὁ Υἰὸς, χρὴ σκοπῆσαι ὅτι μετὰ τὴν ἀνάστασιν, μειζόνως αὐτοὺς ἐπεστόμισε περὶ τούτου, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους. νῦν μὲν γὰρ καὶ τεκμήρια, καὶ πολλὰ εἴρηκε καὶ ἄπειρα· τότε δὲ οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους κα καιρούς· ἴνα γὰρ μὴ εἴπωσι, διεπτύσθημεν οὐδὲ τοῦτο ἐσμὲν ἄξιοι· σφόδρα γὰρ ἤθελε τιμᾷν αὐτοὺς, καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο τῷ Πατρὶ αὐτοῦ
And otherwise—On the Preparation day the Lord gave up the Spirit; this is one day; the whole Sabbath He made in the tomb; at the dawning of the Lord's day He rose. And otherwise—From the day when, that is, on holy Thursday, He was handed over by Judas to the God-killing Jews, it is possible to count the three days as from His crucifixion. The remaining portions from the interpretation of the chapters of (??) and of John Chrysostom. About what generation did He say, "This generation shall not pass away" and the rest? He does not say these things about the generation of that time, but about the faithful. For what reason did He say about that day and hour that no one knows, not even the angels of the heavens, nor the Son, but only the Father? By saying "not even the angels," He silenced them, so that they should not seek to learn what those beings do not know; and by saying "nor the Son," He prevents anyone from seeking, but even from conceiving this thought. For that He said "nor the Son" for this reason, one must consider that after the resurrection He silenced them more greatly concerning this, since He saw they had become more meddlesome. For now He has spoken both proofs and many and countless things; but then, "It is not for you to know times and seasons"; for lest they say, "We were rejected, we are not even worthy of this"; for He greatly wished to honor them, and to hide nothing; therefore to His Father
μόνῳ τὴν περὶ τούτου γνῶσιν ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἐπιτειχίζων τῇ ἀποκρίσει τὸ περίεργον. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ ἀγνοεῖ, πότε γνώσεται λοιπὸν ἄρα μεθ’ ἡμῶν; καὶ τίς ἃν τοῦτο εἴπῃ, καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς ὡς ἐκεῖνος τὸν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖν; εἶτα τὸ μὲν “Πνεῦμα ἐρευνᾷν καὶ τὰ βάθη τοῦ Θεοῦ,” αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν οἶδεν, καὶ τὰ ἑκάστου ἀπόρρητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; πῶς δὲ εἰ “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο “οὐδὲ ἕν’ τὴν ἡμέραν ἠγνόησεν; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ τοῦτο πάντα εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν, “ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις” φησὶν, ἀπεσίγησε τὴν ἡμέραν. εἰ μὲν γὰρ ἡμέραν ἣ ὥραν ζητεῖς, οὐκ ἀκούσεις παρ’ ἐμοῦ, φησὶν, εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ σοι πάντα μετὰ ἀκριβείας. ὅτι μὲν γὰρ οὐκ ἀγνοῶν διὰ πολλῶν ἔδειξα φησὶ, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ οἷον ἀπὸ ’δε του χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς. τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολὴ, καὶ ἐπὶ τὰ πρόθυρα ἅπαντά σε ἤγαγον. εἰ δὲ μὴ ἀνοίγω τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. εἰπὼν δὲ, “ ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε, τρώγοντες καὶ πίνοντες” καὶ τὰ ἑξῆς, τὴν ἀθρόαν αὐτοῦ καὶ ἀπροσδόκητον παρουσίαν ἐσήμανεν·
To Him alone He assigns the knowledge concerning this, both making the matter fearful and fortifying against their curiosity by His answer. Since if this is not the case, but He is ignorant, when then will He ever know with us? And who could say this—that He knows the Father clearly, and so clearly as that One knows the Son, yet is ignorant of the day? Then, "the Spirit searches even the deep things of God," but He Himself does not know the time, and yet knows the hidden things of each one? And that which is far more trivial than this, was He to be ignorant of it? How, if "all things came into being through Him, and apart from Him came into being not one thing," did He not know the day? For He who made the ages, it is evident, also made the times; and if the times, then also the day. How then does He not know what He made? For this reason, having spoken of all things—both the times and the seasons—and having brought them to the very doors, "for it is near, at the doors," He says, He kept silent about the day. For if you seek the day or the hour, you will not hear from me, He says; but if seasons and preliminaries, I will tell you all with precision, hiding nothing. For that He was not ignorant, I have shown through many things, He says, speaking of intervals, and all the things that would happen, and as it were from this time until that very day. For the parable of the fig tree made this clear, and I brought you to all the forecourts. But if I do not open the doors, I do this also for your benefit. And having said, "As they were in the days of Noah, eating and drinking" and the rest, He signified His sudden and unexpected coming.
καὶ γὰρ καὶ Παῦλος τοῦτό φησιν, “ὅταν λέγωσιν εἰρήνην “ καὶ ἀσφάλειαν, τότε αἰφνίδιος ἐπιστήσεται ὄλεθρος.” Τέλος καὶ τούτου τοῦ Σχολίου. Ερμηνεία τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἐν ἐπιτομῇ. Εγράφη δὲ τὸ Εὐαγγέλιον ἐκεῖνο εἰς τὸ Πατριαρχεῖον, ἐπὶ Σεργίου τοῦ Πατριάρχου.
For Paul also says this: "When they say peace and safety, then sudden destruction will come upon them." End of this scholium as well. Interpretation of the Gospel according to Matthew in summary. This Gospel was written in the Patriarchate, in the time of Sergius the Patriarch.