γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα εἰσερχομένους τοῦτον· καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν, τῶν μάλιστα οἰκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαρροῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων. ἆρα οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; οὐδαμῶς, ἀλλὰ μᾶλλον ἀποδεξόμεθα αὐτοῦ τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. ὥσπερ οὖν ἐκεῖνον οὐκ ἃν φαίημεν ἀτονεῖν διδόναι τὸν στέφανον, ἀλλὰ μᾶλλον μὴ βούλεσθαι διαφθεῖραι τὸν νόμον τοῦ ἀγῶνος, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμεν ἃν. τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς ἐκ τούτου συνελαύνοντα, ὥστε μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν, τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν· διὰ τοῦτο εἶπεν, “οἷς ἡτοίμασται.” τί γάρ φησιν; ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους· τὶ δαὶ, ἃν μείζονα ἐργάσωνται; μὴ γὰρ ἐπειδή μου μαθηταὶ γεγόνατε, νομίζετε διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε· ὅτι γὰρ αὐτὸς Κύριος ἐστὶ τοῦ παντὸς, δῆλον, ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν·
Let us strip it bare, and suppose there is some judge of the contest, and then many excellent athletes entering this contest; and two of the athletes, those especially intimate with the judge, come forward to say, "Make us be crowned and proclaimed," trusting in his goodwill and friendship toward them; but he says to them, "This is not mine to give, but to those for whom it has been prepared from toils and sweats." Shall we then condemn him of weakness? By no means, but rather we shall approve his righteousness and impartiality. Just as we would not say that he is powerless to give the crown, but rather that he does not wish to corrupt the law of the contest, nor to confound the order of justice, so indeed we would say that Christ also said this, driving them from this on every side, so that after the grace of God, they should have the hopes of salvation and of good repute for the display of their own achievements; for this reason he said, "for whom it has been prepared." For what is he saying? If others appear better than you; what then, if they accomplish greater things? For do not suppose that because you have become my disciples, you will therefore enjoy the first places, unless you yourselves appear worthy of the election; for that he himself is Lord of all, is clear from the fact that he himself has all judgment.
καὶ γὰρ τῷ Πέτρῳ οὕτως εἶπεν, “ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν “οὐρανῶν.” καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε, “λοιπὸν ἀπό- “κειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύ- “ριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφά- “νειαν αὐτοῦ·” ὅτι δὲ τοῦ Παύλου οὐδεὶς στήσεται πρῶτος, παντί που δῆλον· εἰ δὲ ἀσαφέστερον ταῦτα αὐτὸς εἴρηκε, μὴ θαυμάσωμεν; παραπεμπόμενος γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου, καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφίᾳ ἀμφότερα ταῦτα κατορθοῖ. “Τότε,” φησὶν, “ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο.” “τότε,” πότε; ὅτε ἐπετίμησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγω δὴ τοῖς υἱοῖς τοῦ Ζεβεδαίου· εἰ γὰρ καὶ κατὰ διάνοιαν ἤλγουν οἱ δέκα, ὅμως τὴν τοῦ διδασκάλου ψῆφον ἀνέμενον, ὅθεν δῆλον ὅτι ἀτελέστερον πάντες διέκειντο. διατί εἶπε “προσκαλεσάμενος αὐτούς;” ἐπειδὴ οἱ μὲν
δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀπορρήξαντες, ἐγγύτερον εἱστήκεισαν, περὶ ἑαυτῶν διαλεγόμενοι, οἱ δὲ δέκα ἐκ διαστήματος· ἰδὼν οὖν αὐτοὺς θορυβουμένους πρὸ τῶν λόγων καταπραΰνει τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι, καί φησιν, “οἴδατε ὅτι οἱ ἄρχοντες “τῶν ἐθνῶν· δεικνὺς ὅτι ἐθνικῶν ἀνθρώπων τὸ τῶν πρωτείων ἐρᾷν. ἐπεὶ οὖν τυραννικὸν ὑπάρχει τὸ τῆς φιλαρχίας πάθος, καὶ συνεχῶς ἐνοχλεῖ καὶ μεγάλοις ἀνδράσι, διὰ τοῦτο σφοδροτέρᾳ πληγῇ τῇ τῶν ἐθνῶν παραθέσει κέχρηται, ὅπως φλέγουσαν τὴν ψυχὴν τῷ πάθει τέμῃ τοῦτο βαρύτερον καθαπτόμενος· οὐδὲ γὰρ εἰς τὰ παρ’ ἡμῖν, οἷα τὰ τῶν ἐθνῶν·
For thus he also said to Peter, "I will give you the keys of the heavens." And Paul, making this clear, said, "Henceforth there is laid up for me the crown of righteousness, which the Lord will give to me in that day, and to all who have loved his appearing." But that no one will stand first before Paul is clear to everyone. And if he himself spoke these things somewhat obscurely, let us not marvel; for he was deferring to them in a managerial way, so that they might not trouble themselves over primacy in vain and to no purpose. For they suffered this from human passion, and wishing not to grieve them, by the obscurity he accomplishes both these things. "Then," he says, "the ten were indignant about the two." "Then," when? When Jesus rebuked them—I mean the sons of Zebedee. For even if the ten were pained in their mind, nevertheless they awaited the teacher's verdict, from which it is clear that all were in a more imperfect state. Why did he say "having called them to himself"? Because the two, having broken themselves off from the chorus of the ten, stood nearer, speaking about themselves, while the ten stood at a distance. Seeing them therefore disturbed, before his words he calms them by drawing them near to himself, and says, "You know that the rulers of the nations"—showing that it is characteristic of Gentile men to long for primacy. Since therefore the passion of love of rule is tyrannical, and continually troubles even great men, for this reason he has used a sharper blow by the comparison with the nations, in order that he might cut off the soul inflamed by the passion, touching it the more heavily. For not even into our own affairs does it enter, as it does among the nations.
οἱ μὲν γὰρ “ἄρχοντες τῶν ἐθνῶν κατα- “κυριεύουσιν αὐτῶν,” φησι, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος πρῶτος ἐστιν· οὐχ ἁπλῶς δὲ ταῦτα προσέταξεν, ἀλλὰ δι’ ὧν ἐποίει καὶ ἔπασχε, παρέχων τὴν ἀπόδειξιν τῶν εἰρημένων ἐναργῆ· βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὑπάρχων, ἄνθρωπος ἐγένετο, καὶ κατεδέξατο καταφρονεῖσθαι καὶ ὑβρίζεσθαι καὶ ἐπὶ θάνατον ἐλθεῖν· τοῦτο γὰρ σημαίνει, τὸ “οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦ- “ναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν.” ΚΕΦ. ΜΔ.
Περὶ τῶν β΄ τυφλῶν. Διατί ὁ Χριστὸς συνεχώρει τοὺς τυφλοὺς, ὑπὸ τοῦ ὄχλου ἐπιστομίζεσθαι; ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθωμεν αὐτοὺς ἀξίως ἀπολαύοντας τῆς θεραπείας· διὰ τοῦτο οὐδὲ ἐρωτᾷ λέγων, πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ἐποίει· ἡ γὰρ κραυγὴ καὶ ἡ παράβλησις ἤρκει, πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν· μανθάνομεν δὲ καὶ τοῦτο ἐκ τῆς τοιαύτης ὑποθέσεως· ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν, καὶ ἀπερριμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ· δυνησόμεθα δὲ δι’ ἡμῶν ἀνύειν αὐτῶν ἅπερ αἰτοῦμεν, ὥσπερ καὶ οὗτοι· οὐδένα γὰρ τῶν Ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Κύριον Ἰησοῦν Χριστόν· διὸ καὶ ἡμεῖς τούτους ζηλώσωμεν· κἂν ἀναβάληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ κωλύοντες, μὴ ἀποστῶμεν αἰτοῦντες· ἐν τούτῳ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασώμεθα. t ἤοκη Cod.
For he says, "The rulers of the nations lord it over them," but with me the last is first. And he did not command these things simply, but through what he did and suffered, providing clear proof of what was said. For being a king of the powers above, he became a man, and he accepted being despised and insulted and coming to death. For this is what it means: "I did not come to be served, but to serve, and to give my soul as a ransom for many."
Chapter 44.
Concerning the two blind men. Why did Christ allow the blind men to be silenced by the crowd? So that their eagerness might appear greater, and that we might learn that they worthily enjoyed the healing. For this reason he does not even ask, saying, "Do you believe?" — which he did in many cases. For their cry and their approach was sufficient to make their faith evident to all. And we learn this too from such an instance: that even if we are very lowly and cast out, yet if we approach God with zeal, we will be able through ourselves to accomplish what we ask, just as these men did. For having no advocate among the Apostles, but rather many who silenced them, they prevailed to pass beyond and come to the Lord Jesus Christ himself. Therefore let us also emulate these men. Even if God delays the gift, even if many are those who hinder, let us not cease asking. For in this especially we shall draw God to ourselves.
Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐρωτᾷ λέγων· “τί θέλετε ποιήσω ὑμῖν; ἵνα μήτις νομίσῃ ὅτι λαβεῖν ἄλλα βουλομένοις, ἄλλα δίδωσι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῷ θεραπευομένῳ κατάδηλον ποιεῖν, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε τὴν ἰατρείαν ἐπάγειν· δι’ ἑνὸς μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ δι’ ἑτέρων δὲ, ἴνα δείξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας αὐτούς· ὥσπερ ἐπὶ τῆς Χανανείας, καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῆς αἱμορροούσης ἐποίησεν· μᾶλλον δὲ, ἡ θαυμασία αὕτη γυνὴ καὶ προὔλαβε τοῦ δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ· οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν, ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· διὸ καὶ εἰπόντων αὐτῶν ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς, ἥψατο αὐτῶν, καὶ ἀναβλέψαι ἐποίησεν· οἱ δὲ, καὶ πρὸ τῆς δόσεως ὤφθησαν καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες ἠκολούθησαν γάρ. ΚΕΦ. ΜΕ.
For what reason does he ask them, saying, "What do you want me to do for you?" So that no one might think that he gives one thing to those who want to receive another; for it is his custom everywhere first to make the virtue of the one being healed evident, and to reveal it to all, and then to apply the cure—on the one hand, so that he might lead others to emulation; on the other hand, so that he might show that they enjoy the gift righteously. Just as he did in the case of the Canaanite woman, and in the case of the centurion, and in the case of the woman with the hemorrhage. Or rather, this wonderful woman even anticipated the Master's question; but nevertheless not even so did he pass her by, but he made her cure evident as well. Thus everywhere it was of great concern to him to proclaim the achievements of those who came to him; which indeed he does here also. Therefore, when they had said what they wanted, moved with compassion, he touched them and made them see again. And they, even before the gift, appeared steadfast, and after the gift they followed him with gratitude. Chapter 45.
Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Διὰ τί πολλάκις ἐπιβεβηκὼς τοῖς Ἱεροσολύμοις ὁ Κύριος πρὸ τούτου, οὐδέποτε μετὰ τοσαύτης ὡς νῦν ἐπέβη περιφανείας; ἐπειδὴ τότε προοίμια ἦν τῆς οἰκονομίας, καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ πάθους ἐγγύς· διόπερ ἀδιαφορωτέρως αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἔκρυπτεν ἑαυτόν· οὔτε γὰρ ἂν ἐθαυμάσθη τότε φαινόμενος οὕτως· μᾶλλον δὲ καὶ εἰς μείζονα ἃν αὐτοὺς ἐξήγαγεν ὀργήν· ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μετὰ πλείονος πάντα πράττει περιφανείας· τὰ μέλλοντα αὐτοῖς ἐκβαίνειν ἐπιδεικνύμενος. χρὴ δὲ σκοπῆσαι, ὅσα θαύματα γίνεται· καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν, ὅτι “εὑρήσετε ὄνον·” προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι· τοῦτο δὲ οὐ μικρὸν θαῦμα· ὅτι τοὺς οὐδέπω γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ ἴδια αὐτῶν πάσχειν εὐγνωμόνως· καὶ ταῦτα διὰ τῶν μαθητῶν· μηδὲ γὰρ μικρὸν εἶναι νομίσωμεν τὸ γεγενημένον·
Concerning the donkey and the colt. Why, having often entered Jerusalem before this, did the Lord never enter with such great splendor as now? Because at that time they were the preliminaries of the dispensation, and neither was he himself very conspicuous, nor was the time of his passion near; therefore he mingled with them more indifferently, and concealed himself more; for he would not have been marveled at then if he appeared in this way; rather, he would have led them into greater anger. But since he had given sufficient proof of his own power, and the cross was at the doors, he does everything with greater splendor, displaying beforehand the things that were going to happen to them. But one must consider how many wonders take place, and how many prophecies are fulfilled. He said, "You will find a donkey;" he foretold that no one will hinder, but that when they hear they will be silent; and this is no small wonder: that he persuades those not yet known to him, nor having appeared to him, to suffer the loss of their own property with good will; and this through the disciples; for let us not think that what happened was a small thing.
μέγα γὰρ ὑπῆρχεν πένητας καὶ γεωργοὺς, τὰ ἑαυτῶν πάσχειν· ἐπλήρου δὲ καὶ προφητείαν, τὴν μὲν, δι’ ἔργων, τὴν δὲ διὰ ῥημάτων· καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· καὶ γὰρ τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει τοῦτο, ὅτι αὐτοῖς πιστεύσασιν ἐπαναπαύσεται· ἔτι δὲ καὶ μέτρον ἠμῖν φιλοσοφίας παρέχων, εἰς ὄνον κάθηται. ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου προφητεία· εἶπε γὰρ ὅτι καθήσηται ὁ βασιλεὺς ἐπὶ ὄνου· διὸ καὶ καθίσας, ταύτην ἐπλήρωσε. Διὰ τί δὲ οὐχὶ περὶ ἵππον οὐδὲ περὶ ἡμιόνου προεφήτευσεν, ἀλλὰ περὶ ὄνου; ἵνα πανταχοῦ παιδευθῶμεν μετρίαζειν· ἐπειδὴ γὰρ συμβαίνει τινὰς ἀσθενεστέρους ὄντας, ὑποζυγίων δεῖσθαι· κἀνταῦθα μέτρον τέθεικε· δεικνὺς ὅτι οὐχ ἵπποις, οὐδὲ ἡμιόνοις φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω τούτου μηδὲν ζητεῖν· ἀλλὰ πανταχοῦ τῆς χρείας εἶναι, καὶ μὴ πολυτελείας ἐπιζητεῖν· οὐ γὰρ μόνον τὰ τῆς ἀληθείας ἐφύτευεν δόγματα ὁ Χριστὸς, ἀλλὰ καὶ τὸν τῶν ἀνθρώπων βίον διόρθου· πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας· διάτοι τοῦτο, καὶ πτωχὴν ματέρα ἔσχε, καὶ ἐν σπηλαίῳ τίκτεται, καὶ ἐν φάτνῃ τίθεται, καὶ κριθίνους ἄρτους παρατίθεται, καὶ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητοὺς ὠνεῖσθαι κελεύει, καὶ στιβάδα ἀπὸ χόρτου ποιεῖ, καὶ ἱμάτια εὐτελῆ ἀμφιέννυται· οἰκίαν δὲ, οὐδὲ ἔσχε· καὶ ὅτε μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ἐποιεῖ· καὶ οὕτως ὁδοιπορῶν, ὡς κοπιᾷν· καὶ καθήμενος οὐ προσκεφαλαίου ἐδεῖτο, ἀλλ’ ἐπ’ ἐδάφου. ἔτι δὲ καὶ λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύειν ἠρέμα·
For it was a great thing for poor men and farmers to suffer their own hardships; but he was also fulfilling prophecy, one part through works and the other through words. The part through works was the sitting upon the donkey; for this foretold the calling of the unclean nations, that upon them, when they believed, he would rest. And further, providing us a measure of philosophy, he sits upon a donkey. The part through words was the prophecy of the prophet Zechariah; for he said that the king would sit upon a donkey; therefore, having sat, he fulfilled this. But why did he prophesy not concerning a horse nor concerning a mule, but concerning a donkey? So that everywhere we might be taught to be moderate. For since it happens that some, being weaker, need beasts of burden, even here he has set a measure, showing that we ought not to be carried by horses nor by mules, but to make use of a donkey, and to seek nothing beyond this; but everywhere to keep to need, and not to seek after extravagance. For Christ was not only planting the doctrines of truth, but was also correcting the life of men, everywhere setting for us canons of necessary need. Therefore he also had a poor mother, and is born in a cave, and is laid in a manger, and sets before them barley loaves, and at that very time commands the disciples to buy from the marketplace, and makes a bed from hay, and is clothed in cheap garments; and a house he did not even have; and when he had to move from place to place, he did this while traveling on foot; and so traveling on foot as to grow weary; and when sitting he did not need a pillow, but sat upon the ground. Further, also setting measures of grief, when it was necessary to lament, he wept quietly.
πανταχοῦ κανόνας, ὥσπερ ἔφην, καὶ ὅρους πηγνύς· μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. καὶ ὁ μὲν πῶλος, τὴν Ἐκκλησίαν σημαίνει· καὶ τὸν λαὸν τὸν νέον, τὸν ποτὲ μὲν, ἀκάθαρτον, μετὰ δὲ τὸ καθίσαι εἰς αὐτὸν τὸν Κύριον Ἰησοῦν, καθαρὸν γενόμενον· τὸ δὲ λύειν τοὺς Ἀποστόλους τὰ ὑποζύγια, τὴν δι’ αὐτῶν προσένεξιν τῶν ἐθνῶν. καὶ γὰρ διὰ τῶν Ἀποστόλων τὰ ἔθνη καὶ οἱ Ἰουδαῖοι οἱ σωθέντες ἐσώθημεν· τὸ δὲ ἀκολουθῆσαι τὸν ὄνον τῷ πώλῳ δηλοῖ, ὅτι ἡ ἡμετέρα εὐδοκίμησις ἐποίησε παραζηλῶσαι τοὺς Ἰουδαίους εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ· μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε κἀκεῖνοι ἦλθον, καὶ ἥξουσι παραζηλοῦντες· καὶ
τοῦτο δῆλον, ὃ Παῦλος ἔλεγεν, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ισραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· τὸ δὲ μηδένα ἀντειπεῖν περὶ τῶν ὑποζυγίων, τὴν εὐκολίαν ἐμφαίνει· ὅτι οὕτως εὐκόλως ἄξουσιν οἱ Ἀπόστολοι τὰ ἔθνη, εἰς τὴν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπίγνωσιν· μηδενὸς δυναμένου κωλῦσαι αὐτοὺς εἰς τὸ πιστεῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Διὰ τί δὲ οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων; ἐπειδὴ ἅπαντα λοιπὸν οἱ Ἀπόστολοι προίενται μετὰ τὸ λαβεῖν τὸν πῶλον· τουτέστι, τὸν ἐξ ἐθνῶν λαόν· καθὼς καὶ Παῦλος ἔλεγεν· “ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ “ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.” οὐ σκιρτᾷ δὲ ὁ πῶλος καίπερ ἀδάματος ὤν· ἀλλ’ εὐηνίως καὶ εὐτάκτως φέρεται· ἐπειδὴ καὶ τοῦτο προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ εὐπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν·
Everywhere, as I said, he establishes rules and boundaries: how far one must go, and no further. And the colt signifies the Church, and the new people—once unclean, but after the Lord Jesus sat upon it, becoming clean. The loosing of the beasts of burden by the Apostles signifies the offering of the Gentiles through them. For through the Apostles, both the Gentiles and those Jews who were saved—we were saved. And the donkey following the colt shows that our good repute provoked the Jews to jealousy, so as to believe in Christ. For after Christ sat upon the Gentiles, then those also came, and they will come, provoking to jealousy. And this is clear, which Paul said: that a partial hardening has come upon Israel, until the fullness of the Gentiles enters in, and so all Israel will be saved. And the fact that no one objected concerning the beasts of burden shows the ease of it: that the Apostles will lead the Gentiles so easily to the knowledge of our Savior and God, with no one able to prevent them from believing—those who previously held them. But why does he not sit on the bare colt, but on the garments of the Apostles? Because the Apostles henceforth give up all things after receiving the colt—that is, the people from among the Gentiles—just as Paul also said: "I will most gladly spend, and be spent, for your souls." And the colt does not leap, though it is unbroken, but is carried gently and in good order, since this too was a prophecy of what was to come, showing the obedience of the Gentiles and their sudden transformation into good order.
πάντα δὲ ταῦτα τὸ ῥῆμα εἰργάσατο λέγων· “λύσαντες ἀγάγετέ μοι·” ὥστε τὰ ἄτακτα, εὔτακτα, καὶ τὰ ἀκάθαρτα λοιπὸν γενέσθαι καθαρά. Τίνος ἕνεκε τοσαῦτα θαύματα ποιήσαντος τοῦ Χριστοῦ, οὐδέποτε οὕτως εἰς αὐτὸν ἐξεπλάγησαν οἱ Ἰουδαῖοι; διὰ τὸ ταπεινὸν αὐτῶν καὶ χαμαίζηλον· ἰδόντες γὰρ ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν· “ἐσείσθη γάρ,” φησι, “πᾶσα ἡ πόλις, λέγουσα· “τίς ἐστιν οὕτος;” καὶ ὅτε δὲ ἔδοξαν μέγα τί λέγειν, τότε ταπεινὴ ἦν αὐτῶν ἡ γνώμη καὶ σεσυρμένη χαμαί· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ προφήτην αὐτὸν λέγοντες· ὁ δεσπότης δὲ Χριστὸς ταῦτα οὕτως ἐποίει· οὐ πομπὴν τινὰ ἐπεδεικνύμενος· ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον· δεικνὺς, ὅτι ἑκὼν πάσχει τοῦτο. Χρὴ δὲ θαυμάσαι τῶν προφητῶν τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπον· τὰ μὲν γὰρ ὁ Δαβὶδ, τὰ δὲ, ὁ Ζαχαρίας προανεφώνησεν. ὅπερ δὲ οἱ Ἀπόστολοι ἐποίησαν, τοῦτο καὶ ἡμεῖς. ὅτ’ ἃν οἱ μὲν τὴν ὄνον περιβάλλουσιν, ἣν ἐκάθητο τοῖς ἱματίοις· οἱ δὲ ποσὶν αὐτῆς ὑποστρωννύουσιν. ἡμεῖς δὲ, γυμνὸν αὐτὸν ὁρῶντες καὶ οὐδὲ ἀποδύναι ἑαυτοὺς κελευόμενοι· ἀλλὰ ἀπὸ τῶν κειμένων δαπανᾷν· μηδὲ οὕτως γινόμενοι φιλότιμοι. κἀκεῖνοι μὲν παρακολουθοῦσιν
All these things the word accomplished when he said: "Loose them and bring them to me," so that what was disorderly became orderly, and what was unclean thereafter became clean. Why was it that, though Christ performed so many wonders, the Jews were never so astonished at him as now? Because of their lowliness and earthbound ambition; for when they saw the crowd running together, then they marveled. "For all the city was shaken," it says, saying: "Who is this?" And when they thought they were saying something great, then their judgment was lowly and dragged along the ground: Jesus, the one from Nazareth of Galilee, and calling him a prophet. But the Master Christ did these things in this way, not displaying some pomp, but at once, as I said, both fulfilling prophecy and consoling the disciples who were grieving because of the death, showing that he suffers this willingly. One must marvel at the precision of the prophets, how they foretold all things; for some things David, and some things Zechariah proclaimed beforehand. And what the Apostles did, this we also do. When some spread their garments on the donkey on which he sat, and others spread them under its feet, we see him naked and are not even commanded to strip ourselves, but to spend from what we have—not even so becoming ambitious. And those men follow along
ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ παρακαλουθοῦντα s καὶ προσερχόμενον ἡμῖν, παραπεμπόμεθα καὶ διακρουόμεθα καὶ ὑβρίζομεν· πόσης οὖν ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; προσέρχεταί σοι ὁ δεσπότης δεόμενος, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ’ ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, ἀλλὰ τοὺς παῖδας πάντας ὁρᾷς, καὶ διὰ τούτους ἀναδύη; ἀλλὰ μὲν κἀκείνους δεῖ παιδεύειν τοιαῦτα κερδαίνειν κέρδη, καταλίπειν t τὸν Θεὸν αὐτοῖς ὀφειλέτην, τὸν καὶ τὰ παρόντα μετὰ τῶν μελλόντων παρέχοντα. Περὶ τοῦ ἐκβάλαι υ τὸν κύριον πάντας τοὺς πωλοῦντας· τοῦτο καὶ Ἰωάννης λέγει πεποιηκέναι· ἀλλ’ ἐκεῖνος μὲν, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει· ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς· καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ, πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων ὑπάρχει τοῖς Ἰουδαίοις· ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· μᾶλλον δὲ κἀντεῦθεν ὀφείλοντες αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ καὶ ἐθαυματούργησεν, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας, καὶ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν. ΚΕΦ. Μς.
Before and behind, but we both follow along and approach him, yet we send him away and drive him off and insult him. Of how much punishment then are these things worthy? Of how much retribution? The master approaches you begging, and you do not even wish to hear his supplication, but you bring accusations and rebuke him. But you see all the servants, and on their account do you shrink back? But it is necessary to instruct those also to gain such gains, to leave God as their debtor, who provides both present things together with future things. Concerning the Lord casting out all those who sold: John also says he did this; but that one, at the beginning of the Gospel; this one, near the end. Hence it is likely that this happened a second time, and at different times; and this is clear both from the times and from the answer. For there he arrived at the Passover itself; here, long before. And this is a greater accusation against the Jews: that even though he did this once and twice, they still persisted in the huckstering, and said he was opposed to God; or rather, they ought from this to have learned his honor toward the Father, and his own power; for he also worked wonders, and they saw the words agreeing with the deeds, and not even so were they persuaded, but they were indignant. Chapter 46.
Περὶ τῶν τυφλῶν κοὶ χωλῶν. Προσελθόντες γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, ἐθεραπεύθησαν ὑπ’ αὐτοῦ· οὐδὲ τοῦ προφήτου βοῶντος ἀκούοντες μετεβάλλοντο· ὅτιπερ οἱ παῖδες παρὰ καιρὸν ἡλικίας ἀνακηρύξουσιν αὐτόν· “ἐκ στόματος γάρ,” φησι, “νηπίων κατηρτίσω αἶνον·” πρὸς δὲ τὴν καπηλείαν τῶν Ἰουδαίων, αὐτὸς τὸν Ἡσαΐαν προφέρει κατήγορον αὐτοῖς λέγων· “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” τίνος ἕνεκεν ἔλεγον τῷ Χριστῷ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς περὶ τῶν παίδων, “οὐκ ἀκούεις τί οὗτοι λέγουσι;” διὰ τὸ ἀποπνίγεσθαι αὐτοὺς τῷ φθόνῳ· ὥσπερ γὰρ Θεῷ ᾖδον οἱ παῖδες. διὸ καὶ αὐτὸς, ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον οἱ ἀρχιερεῖς ἐπιπαρακαλοῦντες s Cod, t κατάλιπεν Cod. u Sic.
πληκτικώτερον κέχρηται τῇ διορθώσει λέγων· “οὐδέποτε ἀνέγνωτε “ἐκ στόματος νηπίων” καὶ τὰ ἑξῆς· οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὴν γλῶτταν αὐτῶν· τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόων ἠχησάντων μεγάλα, μετὰ διανοίας καὶ πίστεως. καὶ τοῖς Ἀποστόλοις δὲ, ἐντεῦθεν οὐ μικρὰ παράκλησις γέγονεν· ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες, δυνήσωνται τὸ κήρυγμα καταγγεῖλαι· προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν· ὅτι δώσει καὶ αὐτοῖς λόγον, ὁ τούτους ποιήσας ὑμνεῖν. “καὶ “καταλιπὼν αὐτοὺς,” φησὶν, “ἐξῆλθεν τῆς πόλεως,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ ἐποίησε χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους· ἵνα μὴ ζέοντες τῷ φθόνῳ, πλέον ταραχθῶσιν. Θεοδώρου Ἡρακλείασ. Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν Ἐλαιῶν ηὐλίζετο ὁ Χριστός. Κυρίλλου Ἀλεξανδρείασ.
Concerning the blind and the lame. For the lame and the blind came to him in the temple and were healed by him; not even hearing the prophet crying out were they changed; because children, contrary to the season of their age, proclaim him: "For out of the mouth of infants," he says, "you have perfected praise." And against the huckstering of the Jews, he himself brings forward Isaiah as their accuser, saying: "My house shall be called a house of prayer." For what reason did the scribes and the chief priests say to Christ concerning the children, "Do you not hear what these are saying?" Because they were being choked by envy; for the children were singing as to God. Therefore he also, since the chief priests were contradicting the evident things and urging them further, employed a more striking correction, saying: "Have you never read, 'Out of the mouth of infants' and the rest?" For what was said was not of their own mind, but of his power making their tongue clear; and this was also a type of the Gentiles, who lisped and suddenly resounded great things, with understanding and faith. And for the Apostles too, no small encouragement has come from this; for so that they might not be perplexed as to how, being uneducated, they would be able to proclaim the preaching, the children, having gone before, cast out all their anxiety; because he will give speech also to them, who made these children sing hymns. "And leaving them," he says, "he went out of the city," and the rest; and this he did, relaxing the swelling of their passion, so that, boiling with envy, they might not be disturbed the more. Of Theodore of Heraclea. As one without a home, Christ lodged by the Mount of Olives. Of Cyril of Alexandria.
Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχώρει· ΚΕΦ. ΜΖ.
Περὶ τῆς ξηρανθείσης συκῆς. Πῶς πρωίας πεινᾶ ὁ Ἰησοῦς; ὅτε συνεχώρησε τῇ σαρκὶ τοῦτο παθεῖν· διὰ τι δὲ κατηράθη ἡ συκῆ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ πανταχοῦ μὲν εὐεργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν· ἵνα μάθωσιν οἱ μαθηταὶ, ἔτι δὲ καὶ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηράναι τοὺς σταυροῦντας αὐτὸν, τοῦτο οὐκ ἐβούλετο εἰς ἀνθρώπους ἐνδείξασθαι· διὰ τοῦτο εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν ταύτην παρέσχετο· ὅτ’ ἂν δὲ εἰς τόπους, ἢ εἰς φυτὸν, ἢ εἰς ἄλογα γένηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μὴ δὲ λέγε, πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τὸ γὰρ λέγειν τοῦτο, ἐσχάτης ληρωδίας ἐστί· μόνον δὲ τὸ θαῦμα διόρα, καὶ θαύμαζε τὸν θαυματουργόν· ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων τῶν καταποντισθέντων, πολλοὶ τοῦτο εἰρήκασι, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. τινὲς δὲ φάσιν ὅτι τὴν συναγωγὴν τῶν Ἰουδαίων ὡς ἄπιστον διαμένουσαν,
Because of the godlessness of the Jews he withdrew. Chapter 47.
Concerning the withered fig tree. How does Jesus hunger in the morning? When he permitted the flesh to suffer this. And why was the fig tree cursed? For the sake of the disciples, so that they might take courage. Since everywhere he did good, but punished no one; yet it was necessary to provide a demonstration of his punitive power; so that the disciples might learn, and also the Jews, that though he was able to wither those who crucified him, he did not wish to display this against men; for this reason he provided this demonstration against a plant by his punitive energy. But whenever such a thing happens to places, or to a plant, or to irrational creatures, do not inquire too precisely, nor say, How then was the fig tree justly withered, if it was not the season? For to say this is utter nonsense; only observe the miracle, and marvel at the wonder-worker. Since also in the case of the swine that were drowned, many have said this, exercising the argument of justice; but not even here should one attend to them; for these too are irrational, just as that plant was soulless. But some say that the synagogue of the Jews, remaining unbelieving,
διὰ τῆς συκῆς ᾐνίξατο, ὡς ἄκαρπον κατακρίνας. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· περίκειται δὲ τοιοῦτον σχῆμα τῶν πραγμάτων· τουτέστι τῆς κατάρας αὐτῆς ἡ πρόφασις· διὰ τὸ ἐπιδεῖξαι, καθὼς προέφην, τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν· οὐδὲ γὰρ αὐτὸς ἠγνόει, πότε ἦν ὁ καιρὸς τοῦ καρποῦ αὐτῆς· διὸ καὶ οἱ μαθηταὶ σφόδρα ἐθαύμασαν νῦν ἐπὶ τούτῳ, ὡς πληροφορηθέντες, ὅτι δύναται καὶ τιμωρεῖσθαι· οὐκ ἐν ἄλλῳ δὲ φυτῷ, ἀλλ’ ἐν τῇ συκῇ τοῦτο πεποίηκεν, ἐπειδὴ ὑγρότατον πάντων ἐστὶ τοῦτο τὸ φυτόν· ὅπως καὶ ἐκ τούτου μείζων φανῆναι τὸ θαῦμα· ἵνα δὲ δείξῃ ὅτι διὰ τοὺς Ἀποστόλους, ὥσπερ ἔφην, τοῦτο γέγονεν· ὅπως εἰς τὸ θαρρεῖν αὐτοὺς ἀλείψῃ τοῦ μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς· φησὶ πρὸς αὐτοὺς, “ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν,” καὶ τὰ ἑξῆς. Ἰσιδώρου Πηλουσιώτου. τὴν συκῆν οὐχ ἁπλῶς ὁ Κύριος κατηράσατο· μὴ τοῦτο νόμιζε, ὦτ’ τῶν θείων ἀκόρεστε· ἀλλ’ ἵνα δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμωρίαν ἀρκοῦσαν· ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν, οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν· μόνον δὲ εὐεργετεῖν αὐτὸν ὑπελάμβανον, δύνασθαι u οὐκ ἔχοντα τοὺς κακοὺς τοὺς πονηροὺς ἐξουσίαν· ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας πείθει τὸν ἀχάριστον δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐκ ἐβούλετο· ἐξηράνθη οὖν τὸ ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο· οὗ δὲ τοῖς φύλλοις εἰς σκέπην, οἱ παραβάντες ἐχρήσαντο·
Through the fig tree he hinted, condemning it as unfruitful. But this is not so, it is not so; rather, the shape of the matter is as follows: that is, the pretext of its cursing was to demonstrate, as I said before, his punitive power; for he himself did not fail to know when the season of its fruit was; therefore the disciples were greatly amazed now at this, being fully assured that he is able also to punish. And he did this not in another plant, but in the fig tree, since this plant is the moistest of all, so that from this too the wonder might appear greater. And to show that this happened because of the Apostles, as I said, in order to anoint them for courage, so as not to fear and tremble at plots, he says to them, "Amen I say to you, if you have faith," and the rest. Of Isidore of Pelusium. The Lord did not curse the fig tree without reason; do not think this, O insatiable one for divine things; but to show the senseless Jews that he has power sufficient also for punishment. For since in all his wonders they had seen him provide nothing painful to anyone, but supposed that he only benefited, not having power over the wicked and evil; from inanimate substance, then, he persuades the ungrateful people that he is able also to avenge, and as good he did not wish to. The tree was dried up, then, in order to frighten men. And at the same time a certain secret account has been woven together with this, passed down to us from wise elders, that this was the tree of the transgression; and its leaves those who transgressed used for covering.
καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἀμαρτίας, ἐπὶ δευτέρᾳ θεοῦ παρουσίᾳ· πρὸς ἐνανθρώπησιν μὲν οὐκέτι, πρὸς δὲ κρίσιν τῶν πεπραγμένων ἑκάστῳ. ΚΕΦ. ΜΗ.
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων. Διατί προσελθόντες αὐτῷ ἐν τῷ ἱερῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον, “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;” βουλόμενοι διακόψαι τὴν διδασκαλίαν αὐτοῦ· καὶ ἐπειδὴ τοῖς σημείοις μέμψεις u Sic: an leg. ἀμύνασθαι?
ἐπαγαγεῖν οὐκ εἶχον, περὶ τῆς ἐν τῷ ἱερῷ γενομένης εἰς τοὺς καπηλευομένους ἐρωτῶσι διορθώσεως· τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τοῖς αὐτοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ· ὅθεν καὶ ἐκ τούτου δῆλον ἔστιν, ὅτι ἄλλος ἦν ὁ καιρὸς ἐκεῖνος, καὶ ἄλλος οὗτος, καθ’ ὃν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐκ τοῦ ἱεροῦ ἀπήλασεν· καὶ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις “ἐγερῶ αὐτόν·” ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοῖς ἐμβάλλει λέγων, “τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” τί δέ ἐστι τὸ ἐν ποίᾳ ἐξουσίᾳ ὅτι μὴ ἔχων, φησὶ, τὸ διδασκαλικὸν ἀξίωμα, ἢ ἱερεὺς μὴ χειροτονηθεὶς, πῶς τοσαύτην ἐξουσίαν ἀπεδείξω; καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν τοῦτο εἰπεῖν· ἐπειδὴ δὲ ὤφθη διδάσκων, τότε ἐπιτιμῶσι· φθονοῦντες τῆς τῶν ἀκουόντων σωτηρίας. ποίαν εἶχεν ἀκολουθίαν ὅπερ ἀντηρώτησεν ὁ Χριστὸς λέγων, ὅτι “τὸ βάπτισμα Ἰωάννου,” καὶ τὰ ἐξῆς; μεγίστην πάνυ· εἰ γὰρ εἶπον ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
and it was cursed by Christ in a humane manner, so as no longer to bear fruit as a cause of sin, at the second coming of God; no longer for the incarnation, but for the judgment of what each has done. CHAPTER 48.
Concerning the chief priests and elders who questioned Jesus. Why, when they came to him in the temple, did the chief priests and elders say, "By what authority do you do these things?" They wished to cut short his teaching; and since they had no reproaches to bring against his signs, they question him about the correction that had taken place in the temple against those who were trafficking in it. This they also appear to ask in John, if not in the same words, yet with the same intent. Hence it is clear from this too that that was one time and this another, at which he drove the sellers and the buyers out of the temple. And there he answers them, saying, "Destroy this temple, and in three days I will raise it up"; but here he throws them into perplexity, saying, "The baptism of John, where was it from? From heaven or from men?" And what is the meaning of "By what authority," except that he says, not having the teaching office, or not having been ordained a priest, how did you display so great an authority? And when he cast them out, they did not dare to say this; but when he was seen teaching, then they censure him, envying the salvation of those who heard. What sequence did Christ's counter-question have, saying, "The baptism of John," and the rest? A very great one indeed; for if they had said, "From heaven," he would have said to them, Why then did you not believe him?
εἰ γὰρ ἐπίστευσαν, οὐδὲν ἦν τὸ κωλῦον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει· περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, “ὅτι οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ “ὑποδήματος αὐτοῦ, καὶ, ἴδε ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν “τοῦ κὀσμου” καὶ, οὕτος ἐστὶν ὁ Υἰὸς τοῦ Θεοῦ,” καὶ “ὁ “ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἔστι·” καὶ “ὅτι τὸ πτύον ἐν τῇ “χειρὶ αὐτοῦ.” εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, “οὐκ οἴδαμεν.” οὐκ εἶπεν, οὐδὲ ἐγὼ οὐκ ὄιδα ἀλλ’ ὅτι “ούδὲ ἐγὼ λέγω ὑμῖν. εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, ἁρμοζόντως x, οὐδὲν αὐτοῖς ἀπεκρίνατο. διατί δὲ οὐκ εἶπον, ὅτι ἐξ ἀνθρώπων ἦν τὸ βάπτισμα Ἰωάννου; ἐπειδὴ ἐφοβοῦντο, φησὶ, τοὺς ὄχλους· οὕτως ἦσαν διεφθαρμένοι καὶ καταφρονοῦντες· καὶ γὰρ τὸν μὲν Ἰωάννην δι’ αὐτοὺς ἐφοβοῦντο· οὐκ αἰδούμενοι τὸν ἄνδρα. καὶ τῷ Χριστῷ δὲ πάλιν πιστεύειν, διὰ τοὺς ἀνθρώπους, οὐκ ἤθελον· ὅθεν διὰ τοῦτο πάντα αὐτοῖς ἐτίκτετο τὰ κάκα. x ἁρμοζόντες Cod. ΚΕΦ. ΜΘ.
For if they had believed, nothing would have prevented them from knowing by what authority he did these things. For that one said concerning him, "that I am not worthy to loose the strap of his sandal," and, "Behold the lamb who takes away the sin of the world," and, "This is the Son of God," and, "The one coming from above is above all," and, "that the winnowing fork is in his hand." Then, since they were speaking deceitfully, "We do not know," he did not say, "Neither do I know," but, "Neither do I tell you." For if they were ignorant, they ought to have been taught; but since they were acting deceitfully, he answered them nothing, as was fitting. But why did they not say that the baptism of John was from men? Because, he says, they feared the crowds. To such an extent were they corrupted and contemptuous; for they feared John on account of them, not reverencing the man. And again, they were unwilling to believe in Christ on account of men; whence, because of this, all evils were begotten for them. CHAPTER 49.
Περὶ τῶν δύο υἱῶν παραβολή. Τί σημαίνουσι τὰ τέκνα τὰ δύο, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι “ἄνθρωπος εἶχε τέκνα δύο,” καὶ τὰ ἑξῆς; τὸν λαὸν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων· καὶ γὰρ οἱ ἐξ ἐθνῶν οὐχ ὑποσχόμενοι ὑπακοῦσαι, οὐδὲ ἀκροαταὶ γενόμενοι τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν. οἱ δὲ Ἰουδαῖοι εἰπόντες, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιοῦμεν, διὰ τῶν ἔργων παρήκουσαν· διὰ τοῦτο οὖν, ἵνα αὐτοκατακρίτους αὐτοὺς ποιήσῃ, παρ’ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ ποιεῖ τοῦ ἀμπελῶνος παραβολῇ. ἐπειδὴ γὰρ οὐ συνιέντες τὰ λεγόμενα, τὴν ψῆφον ἐξήνεγκαν, λέγοντες, ὅτι ὁ δεύτερος ἐποίησε τὸ θέλημα τοῦ πατρός· τότε ἀποκαλύπτει λοιπὸν τὰ συνεσκιασμένα, καὶ λέγει· ὅτι “οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν·” διὰ τὸ ἐκείνους πιστεῦσαι τῷ Ἰωάννῃ, ὑμᾶς δὲ μὴ πιστεῦσαι· ἦλθε γάρ, φησι, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· ὅπερ διπλῆ αὐτοῖς κατηγορία ἐστί· τὸ δὲ “ἐν ὁδῷ δικαιοσύνης” δηλοῖ, ὅτι οὐκ ἔχεται ἐγκαλεῖν, φησὶν, ὅτι ἠμελημένος τίς ἦν, καὶ οὐδὲν ὠφελῶν, ἀλλὰ καὶ βίος ἄληπτος ἦν αὐτῷ, καὶ πρόνοιαν ἡμῖν πολλὴν ἐποιεῖτο, εἰς τὸ σωθῆναι· τὸ δὲ χαλεπώτερον ἔγκλημα, ὅτι οὐδὲ μετὰ τὸ πιστεῦσαι αὐτῷ τοὺς τελώνας καὶ τὰς πόρνας, τουτέστι τῆς ἁμαρτίας ὑπαναχωρῆσαι, ὑμεῖς ἐπιστεύσατε· ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν πιστεῦσαι. τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἀπεστερημένον ἦν· καὶ ἄφατος ἐκείνων ἔπαινος, καὶ τούτων κατηγορίᾳ·
The parable of the two sons. What do the two children signify, concerning whom Christ says, "A man had two children," and the rest? The people of the Gentiles and of the Jews; for those from the Gentiles, though they did not promise to obey, nor had become hearers of the law, nevertheless demonstrated obedience through their works. But the Jews, having said, "All that God has spoken, we will do," disobeyed through their works. Therefore, in order that he might make them self-condemned, he prepares the verdict to be brought forth by themselves; which he also does in the following parable of the vineyard. For since, not understanding what was said, they brought forth the verdict, saying that the second did the will of the father, then at last he unveils what had been shrouded, and says: "The tax collectors and the prostitutes go before you into the kingdom of heaven," because they believed John, but you did not believe. For he came, he says, to you, not to them; which is a double accusation against them. And "in the way of righteousness" shows, he says, that there is no ground for accusing him that he was negligent and profited nothing, but his life was also blameless, and he exercised great providence for us, for our salvation. But the more grievous charge is that not even after the tax collectors and the prostitutes believed him—that is, withdrew from sin—did you believe. For it was necessary to believe even before them. But not even after them—this was deprived of all excuse. And unspeakable is the praise of those, and the accusation of these.
τὸ δὲ “προάγουσι,” σημαίνει, οὐχ ὡς τούτων ἑπομένων καὶ τῆς βασιλείας μετ’ αὐτοὺς ἀξιουμένων οὕτως μενόντων, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν θέλωσι πιστεῦσαι. τοῦτο δὲ ἔλεγεν, ἵνα παραζηλώσωσι, καὶ κἂν οὕτως πιστεύσωσιν. οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους· διὰ τοῦτο οὖν, καὶ ἀεὶ λέγει· “ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι “πρῶτοι.” Ὠριγένουσ. Τέκνα δύο ὡς ἄνθρωπον τροποφοροῦντα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ παλαιὸς λαὸς, καὶ ὁ πιστεύσας ἐξ ἐθνῶν, ὃς πρῶτος ὢν τὸ προωρεῖσθαι καὶ προεγνῶσθαι καὶ προεκτίσθαι· ἀκούσας
ὕπαγε, ἐργάζου· ὑπερέθετο, φεύγων τοὺς πόνους· ἐπὶ δὲ συντελείᾳ μεταμεληθεὶς, ἐποίησε τὸ θέλημα τοῦ πατρός· δευτέρου μὲν ἀκούσαντος τοῦ κατὰ σάρκα Ἰσραὴλ, διαψευσαμένου δὲ τοῖς ἔργοις τὴν ὑπόσχεσιν. χρήσῃ τῇ παραβολῇ, ἐπὶ τοῖς ἣ μηδὲν ἐπαγγελλομένοις χρηστὸν, ἣ ἐλάττονα, ἔργῳ δὲ ποιοῦσι· καὶ ἐπὶ τοῖς ἐν μεγάλαις ἐπαγγελίαις, οὐδὲν ἀνύουσιν. ἘΞ ἀνεπιγράφου. Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολὴ, ὅτι οἱ μὲν τελῶναι, καὶ αἱ πόρναι μετανοήσαντες, καὶ τὰ ἀρεστὰ τῷ Θεῷ ποιήσαντες, δικαιοῦνται· εἰ καὶ κατὰ τὴν ἀρχὴν ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ Θεῷ, Ἰωάννῃ πεισθέντες· οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι, ἐν μόνοις ῥήμασι ψιλοῖς, ἀπόβλητοι εἰσι παρὰ τῷ Θεῷ. οὐ γὰρ ἐν λόγοις ἡ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ ἐν ἔργοις. “οὐ γὰρ ὁ ἀκροατὴς νόμου, ἀλλ’ ὁ ποιητὴς, “δίκαιος παρὰ τῷ Θεῷ·” οὗτοι ὁμοῖοι εἰσὶ τοῖς ὑποσχομένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα, ἐπὶ τὸ ἐργάσασθαι, καὶ μὴ ἀπελ- θοῦσιν. Του Χρυσοστόμου. Κακὸν καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν.
But the word "go before" means, not that these follow and are then deemed worthy of the kingdom while those remain, but that they have hope, if they are willing to believe. And he said this so that they might be provoked to jealousy, and even in that way might believe. For nothing so stirs up the duller sort as jealousy; therefore he also always says: "For the first shall be last, and the last first."
Origen. The two children, representing as a man the Son of God, are the old people and the one who believed from among the Gentiles, who, being first in being foreordained and foreknown and set forth beforehand; when he heard
"Go, work"; he put it off, shunning toils; but at the end, having repented, he did the will of the father; while the second, the Israel according to the flesh, heard and by his deeds belied the promise. You will use the parable for those who either promise nothing good, or less, but do it in deed; and for those who make great promises but accomplish nothing. From an untitled work. This is what the parable means: that the tax collectors and the prostitutes, having repented and done what is pleasing to God, are justified; even if at the beginning they disobeyed the law, or rather God, by being persuaded by John; but the Pharisees, who claim to keep the law in mere bare words, are rejected by God. For the kingdom of heaven is not in words, but in deeds. "For not the hearer of the law, but the doer, is righteous before God." These are like those who promise to go into the vineyard to work, and do not go. Chrysostom. It is an evil thing also not to choose the good at the beginning.
μεῖζον δὲ κατηγορία, τὸ μὴ μεταθέσθαι· μάλιστα τοῦτο ἐργάζεται πονηροὺς, καὶ ὃ νῦν πάσχοντας ὁρῶμεν. ΚΕΦ. Ν.
Περὶ τοῦ ἀμπελῶνος παραβολή. Ἄνθρωπον οἰκοδεσπότην τὸν Θεὸν καὶ Πατέρα λέγει· ἀμπελῶνα δὲ καὶ φραγμὸν, καὶ ληνὸν καὶ πύργον, τὸν νόμον ὃν δέδωκε, καὶ τὴν πόλιν ἣν ἀνέστησε, καὶ τὸν ναὸν ὃν ᾠκοδόμησε· γεωργοὺς δὲ, τοὺς Ἰουδαίους. ἐξελθόντων γὰρ αὐτῶν ἐξ Αἰγύπτου, τὰ προειρημένα πάντα εἰς αὐτοὺς εἰργάσατο· τὴν πρόνοιαν αὐτοῦ τὴν πολλὴν ἐνδεικνύμενος· οὐδὲν δὲ ἐλλεῖπον, ἀλλὰ πάντα ἀπηρτισμένα ποιήσας, μικρὸν τί αὐτοῖς ἐγκατέλιπε, τὸ ἐπιμελήσασθαι καὶ διαφυλάξαι τὰ δοθέντα· τὸ δὲ “ἀπεδήμησεν,” τὴν πολλὴν αὐτοῦ μακροθυμίαν σημαίνει· ὅτιπερ οὐκ ἀεὶ τοῖς ἁμαρτήσασι παρὰ πόδας ἐπάγει τὰς τιμωρίας. τίνες δέ εἰσιν οἱ ἀποσταλέντες δοῦλοι; οἱ προφῆται· ποῖον ἵνα λάβωσι καρπόν; τὴν ὑπακοὴν
δηλονότι, τουτέστι τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν· οἱ δὲ γεωργοὶ, οὐ μόνον οὐκ ἔχοντες δοῦναι, ἀλλὰ καὶ ὀφείλοντες ἔτι, αἱμάτων τὰς χεῖρας ἔπλησαν· διὰ τοῦτο δὲ δευτέρους καὶ τρίτους ἔπεμψεν, ἵνα δειχθῇ καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία τὲ καὶ μακροθυμία, καὶ ἡ τῶν γεωργῶν πονηρία τὲ καὶ κακία· οὐκ ἀπέστειλε τὸν υἱὸν πρῶτον, ἀλλὰ μετὰ τοὺς δούλους· ἵνα ἐξ ὧν περ εἰς τοὺς δούλους διεπράξαντο καταγνόντες ἑαυτῶν καὶ τὸν θυμὸν ἀφέντες οἱ γεωργοὶ ἐκεῖ, τουτέστι εἰς τοὺς δούλους, τὸν υἱὸν ἐντραπῶσιν ἐλθόντα· τὸ δὲ “ἴσως ἐντραπήσονται τὸν υἱόν μου” εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἄπαγε, ἀλλὰ θέλων δεῖξαι τὸ ἁμάρτημα μέγα ὃν καὶ ἀπολογίας πάσης ἐστηρημένον· αὐτὸς γὰρ εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε·
But the greater accusation is that they did not change; this especially makes men wicked, and what we now see them suffering. CHAPTER 53.
On the parable of the vineyard. He calls the God and Father a man who is a householder; and the vineyard, the hedge, the winepress, and the tower, the law which he gave, and the city which he established, and the temple which he built; and the farmers, the Jews. For when they came out of Egypt, he did all the aforementioned things for them, displaying his great providence; and leaving nothing lacking, but making all things complete, he left them a small thing: to take care and preserve what had been given. And "he went away" signifies his great longsuffering, that he does not always bring punishments upon those who sin immediately. And who are the servants who were sent? The prophets. For what purpose, that they might receive fruit? Obedience, clearly, that is, the fulfillment of the commandments. But the farmers, not only not having anything to give, but still owing more, filled their hands with blood. And for this reason he sent second and third servants, so that both the loving-kindness and longsuffering of the one who sent them might be shown, and the wickedness and evil of the farmers. He did not send the son first, but after the servants, so that, having condemned themselves by what they had done to the servants and having let go their anger there, that is, against the servants, the farmers might be ashamed when the son came. And the phrase "perhaps they will be ashamed of my son" he said, not as being ignorant—far be it—but wishing to show that the sin is great and deprived of every excuse; for he himself, knowing that they would kill him, sent him.
λέγει δὲ “ἐντραπήσονται·” τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι· εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, ἀλλά γε τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι χρῆν· ἀλλ’ ὅμως ἐκεῖνοι τὴν πονηρὰν οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ πολλῆς πλησθέντες ἀσεβείας καὶ ἀνοίας, “ἀποκτείνωμεν “αὐτόν,” φησι, “καὶ ἡμῶν ἔσται ἡ κληρονομία·” ποῦ δὲ ἀποκτεῖναι βουλεύονται; ἔξω τοῦ ἀμπελῶνος· διὸ χρὴ σκοπῆσαι, πῶς καὶ τὸν τόπον προφητεύει, ἔνθα ἔμελλε σφάττεσθαι· διὰ τοῦτο δὲ διὰ παραβολῆς εἶπε τὴν πονηρίαν αὐτῶν· ὅπως αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσιν· εἰπόντες γὰρ “ὅτι “κακοὺς κακῶς ἀπωλέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει “ἄλλοις γεωργοῖς,” οὐδὲν ἕτερον λέγουσιν ἢ τοῦτο, ὅτι ἡμεῖς ἐσμὲν οἱ ὀφείλοντες τοῦτο παθεῖν. Εἰπὼν δὲ ὅτι “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες·” λίθον μὲν ἑαυτὸν ἀποκαλεῖ· οἰκοδομοῦντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἀπεδοκίμασαν δὲ ἐν τῷ λέγειν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ “Θεοῦ·” “οὗτος πλανᾷ τὸν ὄχλον·” καὶ ἐν τῷ καλεῖν αὐτὸν Σαμαρείτην· “ἐγενήθη δὲ εἰς κεφαλὴν γωνίας,” ὅτι τὰ ἔθνη τὰ διεστῶτα πρώην, πιστεύσαντα δὲ, ἔτι καὶ Ἰουδαίους τοὺς πιστεύσαντας εἰς ἓν συνῆψε, καίπερ τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν· τὸ δὲ “παρὰ κυρίου ἐγένετο αὕτη,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐδαμῶς τοῦτο γινόμενον ἐναντίον Θεοῦ, ἀλλὰ καὶ σφόδρα ἀποδεκτὸν, καὶ πᾶσι τοῖς ὁρῶσι παράδοξον, καὶ γέμοντα ἐκπλήξεως· εἰπὼν δὲ “ὅτι ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται, ἐφ’
He says, "They will respect," announcing what ought to happen: that they should have felt shame. For even if they had become senseless toward the servants, nevertheless they ought to have reverenced the dignity of the son. But they did not put away their wicked habit; instead, filled with great impiety and folly, they say, "Let us kill him, and the inheritance will be ours." But where do they plan to kill him? Outside the vineyard. Therefore one must consider how he also prophesies the place where he was about to be slaughtered. For this reason he spoke their wickedness through a parable, so that they themselves might bring in the verdict and condemn themselves. For in saying, "He will miserably destroy those wicked men, and will lease the vineyard to other farmers," they say nothing other than this: that we are the ones who ought to suffer this. And having said, "The stone which the builders rejected," he calls himself the stone, and the builders the teachers of the Jews. They rejected him when they said, "This man is not from God," "This man deceives the crowd," and when they called him a Samaritan. "It has become the head of the corner," because the nations that were formerly divided, having believed, and also the Jews who believed, he joined into one, although so great a barrier existed before. And "This was from the Lord," and what follows, shows that this was in no way contrary to God, but even exceedingly acceptable, and to all who see it paradoxical, and full of amazement. And having said, "That the one who falls on this stone will be broken, and on
ὃν δ ἂν πέσῃ λικμήσῃ αὐτόν δύο ἐνταῦθα ἀπωλείας εἶπε, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι, τουτέστι σκανδαλισθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ πεσεῖν ἐπὶ τὸν λίθον· ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσε εἰπὼν, “λικμήσῃ αὐτόν. διὰ τούτων δὲ καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. “γνόντες δέ” φησι “ὅτι περὶ “αὐτῶν εἶπε τὴν παραβολὴν, ἐζήτουν αὐτὸν κρατῆσαι, ἀλλ’ ἐφο- “βήθησαν τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον· οὕτως αὐτοὺς καθάπαξ ἐτύφλωσεν ὁ τῆς φιλαργυρίας ἔρως, καὶ τὸ τὰ παρόντα ζητεῖν, ὅτι οὐδὲ τὴν ἑαυτῶν αἰδεσθέντες ψῆφον, πιστεῦσαι ἠθέλησαν, ἀλλ’ ἔτι καὶ μᾶλλον κρατῆσαι αὐτὸν ἐζήτουν. οὐδὲ γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει, καὶ τῶν μελλόντων ἐκπίπτειν ποιεῖ, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις. Θεοδώρου Ἡρακλείασ. Περὶ Τῶν Καλουμένων Εἰσ Τὸν Γάμον. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ Πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον, καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν Θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραὴλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσι· ληνὸς τὸ θυσιαστήριον· πύργος ἡ Σιῶν· γεωργοὶ οἱ διδάσκαλοι· δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν, καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων, ἔξω αὐτοὺς ἐποίησαν τοῦ Θεοῦ·
On whomever it falls, it will crush him. Here he spoke of two destructions: one from stumbling, that is, being caused to stumble—for falling on the stone indicates this—and the other from their capture and calamity and utter ruin, which he also clearly foretold when he said, "It will crush him." Through these words he also hinted at his own resurrection. "And when they knew," he says, "that he had spoken the parable about them, they sought to seize him, but they feared the crowds, because they held him as a prophet." Thus the love of money completely blinded them, and their seeking after present things, so that not even respecting their own judgment did they wish to believe, but still more they sought to seize him. For nothing so pushes one headlong, and carries one down precipices, and makes one fall from future things, as being riveted to these fleeting things. Of Theodore of Heraclea. Concerning Those Called to the Marriage. The parable calls God and Father the householder, who showed great providence from the beginning toward the Jews, and the Jews' contentiousness toward God from the beginning until the end. The vineyard is Israel, which he planted in the land of promise; the fence is the law, not allowing them to mix with the nations; the winepress is the altar; the tower is Zion; the farmers are the teachers; the servants are the prophets sent at various times, whom they killed; the son is Jesus, whom they killed, and having suffered terrible things under the Romans, they made themselves outside of God.
ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ Ἀποστόλων, οἳ καὶ ἀποδεδείκασι τοὺς καρποὺς ἐν θεοσεβείᾳ, ζήσαντες ἐναρέτως. Ὠριγένουσ. Ἔδειραν ὡς Μιχαίαν, πατάξαντες ἐπὶ σιαγόνα Σεδεκίου· ἀπέκτειναν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ἐλιθοβόλησαν, ὡς Ἀζαρίαν υἱὸν Ἰοδαὲ, τὸν ἱερέα, ὡς ἐν τοῖς Βασιλείοις. Ὠριγένουσ. Οἰκοδόμοι εἰσὶν, οἱ τὸν ζωοποιὸν λίθον ἀποδοκιμάσαντες, τὴν ἀλήθειαν, οἱ τῷ ψεύδει τῇ διδασκαλίᾳ * * Του Αὐτου. Γωνία ἐστὶ συγκρότησις δύο τοίχων, τὸ ἐξ Ἰσραὴλ λῆμμα, καὶ τῶν ἐθνῶν τὸ πλήρωμα, εἰς ἓν συγκροτῶν ὁ λίθος
Χριστὸς, ἡ ἀλήθεια, τὴν γωνίαν ποιήσας, καθὼς γέγραπται, “παρὰ Κυρίου ἐγένετο αὕτη.” Του αὐτου. Πᾶσα πτῶσις ἐν τῷ πνευματικῷ λίθῳ ἀλυσιτελὴς καὶ ἐπίπονος· οὐκ ἔστι γὰρ πτώσεως, ἀλλ’ οἰκοδομῆς, πῶς δὲ συνθλᾷ καὶ λικμᾷ καὶ τὰ αἴτια τούτων ζητεῖ. Του Χρυσοστόμου. Δύο φησὶν ἀπωλείας ἐνταῦθα, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, “ὁ πίπτων, ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται.” ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς· διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνων ἀπώλειαν. Του αὐτου. Ἠισθάνοντο γὰρ λοιπὸν ὅτι αὐτοὺς ᾐνίττετο, ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀνεχώρει· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει, ὃ καὶ θαυμάζοντες ἔλεγον· “οὐκ οὗτος ἐστὶν Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ. ἐνταῦθα τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν· οὐδὲ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. ΚΕΦ. ΝΑ.
When the disciples and apostles had been brought into the place of the Jews, who also demonstrated the fruits in godliness, having lived virtuously. Of Origen. They flayed him as Micah, striking him on the cheek of Zedekiah; they killed Zechariah, between the temple and the altar; they stoned, as Azariah son of Jehoiada, the priest, as in Kings. Of Origen. They are builders, who rejected the life-giving stone, the truth, who by falsehood, by teaching * * Of the same. A corner is the joining of two walls, the portion from Israel, and the fullness of the Gentiles, the stone Christ, the truth, joining into one, having made the corner, as it is written, "This was from the Lord." Of the same. Every fall on the spiritual stone is unprofitable and painful; for it is not of a fall, but of a building, how it crushes and winnows and seeks the causes of these. Of Chrysostom. He speaks of two destructions here, one from stumbling and being caused to stumble; for this is, "He who falls on this stone will be broken." And another from their capture and calamity; through these he also hinted at his own resurrection, and their destruction. Of the same. For they perceived thereafter that he was hinting at them, sometimes indeed being held back through their midst he withdrew; sometimes appearing he restrains their laboring desire, which also marveling they said: "Is not this Jesus? See, he speaks openly. Here he held them by the fear of the crowd; for he did not wish to do all things beyond man, so that the economy might be believed. Chapter 51.
Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. “Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ “βασιλεῖ,” καὶ τὰ ἑξῆς. ἡ μὲν πρὸ ταύτης παραβολὴ τὰ πρὸ τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα, καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἣ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετίμησαν. τι δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ
Concerning those who are called to the wedding. "The kingdom of heaven," he says, "was likened to a man, a king," and so on. The parable before this one hinted at the things before the cross, but this one signifies the things after the resurrection, so that God's ineffable love for humanity might be shown in this too: that those who owed the harshest penalty for the slaughter they dared to commit, he calls to a wedding. And it is called a wedding because of its cheerfulness, and because it has nothing painful or gloomy, but is full of spiritual joy; for this reason John also calls him a bridegroom. Why does he say they were "called"? Because he does not call them recently, but also long beforehand, which made the accusation greater. And when were they previously invited? Through all the prophets. And the dinner, the bulls and the fattened animals, signifies the great generosity and luxury and lavish banquet; but not even this turned them around, but rather they preferred fields and business dealings to this gladness. And what do we learn from this? That even if the necessary things are
κατέχοντα, πάντων προτιμώτερα ποιώμεθα τὰ πνευματικά. ποίους δὲ δούλους ὕβρισαν καὶ ἀπέκτειναν; τοὺς Ἀποστόλους δηλονότι· αὐτοὶ γὰρ αὐτοὺς μετὰ τὴν ἀνάστασιν εὐηγγελίσαντο. τὸ δὲ πέμψαι τὰ στρατόπεδα, καὶ ἀπολέσαι τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι, τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα κατὰ τοῖς Ἰουδαίοις δηλοῖ. καὶ ἐπειδήπερ τὸν Πατέρα παρώξυναν, τῷ Υἱῷ μὴ πιστεύσαντες, αὐτὸς ἐπεξῆλθεν αὐτούς. καὶ οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν, ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον τὸν Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς Ἀποστόλους. τί σημαίνει τὸ “οἱ κεκλημένοι οὐκ ἦσαν “ἄξιοι;” ὅτι περ ἔδει φησὶν αὐτοὺς μηδὲ κληθῆναι, ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλείπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καὶ περ εἰδὼς τὴν ἀπιστίαν, πρὸς αὐτοὺς πρώτους ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυτῶν πάντα πληροῦν, ὥστε νουθετεῖν ἀλλήλους, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλει. καλοῦνται δὲ εἰς τοὺς γάμους ὑπὸ τῶν Ἀποστολων ἐκ τῶν διεξόδων τὰ ἔθνη· καὶ γὰρ οὐκ ἐν ὁδῷ, ἀλλ’ ἔξωθεν τῆς ὀρθῆς ὑπῆρχον ὁδοῦ. ἔνδυμα δὲ γάμου ἐστὶ βίος ὀρθὸς, οὐ γὰρ δεῖ τῇ πίστει μόνῃ θαρρεῖν. καὶ γὰρ τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν, τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς· ἐπεὶ οὖν τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος, ἔδει ἀμείψασθαι τὴν χάριν, καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν.
Let us hold fast to spiritual things, prizing them above all else. But what sort of servants did they insult and kill? The Apostles, clearly; for they proclaimed the good news to them after the resurrection. And the sending of the armies, and the destruction of those murderers, and the burning of their city, signifies the events that befell the Jews under Vespasian and Titus. And because they provoked the Father by not believing in the Son, he himself came out against them. And the capture did not happen immediately after Christ was put to death, but after forty years, so that he might show his long-suffering—when they killed Stephen, when they did away with James, when they insulted the Apostles. What does "those who were called were not worthy" mean? It means, he says, that they ought not even to have been called; but so that he might leave them no pretext for any shameless contradiction, even though he knew their unbelief, he sent to them first, both stopping their mouths and teaching us to fulfill everything on our part, so as to admonish one another, even if no one is going to gain anything. And the Gentiles are called to the wedding by the Apostles from the crossroads; for they were not on the road, but outside the right road. And the wedding garment is a right life, for one must not trust in faith alone. For indeed, to be called and cleansed was of grace, but for one who has been called and has put on pure garments to remain keeping such things is of the diligence of those who have been called; since, therefore, the calling came not from worthiness but from grace, it was necessary to repay the grace, and not to display such great wickedness after the honor.
καὶ γὰρ πολλὴ ἀπόκειται κόλασις τοῖς ῥαθυμήσασι· καθάπερ γὰρ οἱ Ἰουδαῖοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτως καὶ τὸ κατακλιθῆναι μετὰ βίου διεφθαρμένου· τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν, τοῦτό ἐστι βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο y ὁ μὴ ἐνδεδυμένος τὸ ἔνδυμα τοῦ γάμου. Χρὴ οὖν σκοπῆσαι, ὅτι καίτοι τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ· τὸ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ λοιπὸν πρὸς ἀτελευτήτους ἕλκεται κολάσεις· μὴ γὰρ δὴ σκότος y ἐφημοῦτο Cod.
ἀκούσαντες, τούτῳ νομίσωμεν αὐτὸν τιμωρεῖσθαι, τὸ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ’ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπερ ἀκαρτερήτους ὀδύνας αἰνίττεται· ἀκούσωμεν ὅσοι τῶν φρικτῶν μυστηρίων ἀπολαύσαντες, καὶ τῶν γάμων ἐκείνων τῶν ἀχράντων ἀξιωθέντες, ῥυπαραῖς τὴν ψυχὴν περιεβάλωμεν πράξεσιν· ἀκούσωμεν πόθεν ἐκλήθημεν· ἀπὸ τῆς τριόδου χωλοὶ ὄντες καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὅπερ πολλῷ χαλεπώτερόν ἐστι τοῦ σώματος λωβήσεως· αἰδεσθῶμεν τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς ἡμῶν μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκαστος ἡμῶν περιεργαζέσθω τῆς ψυχῆς τὴν στολὴν, καὶ ταύτης πολλὴν τὴν φροντίδα ποιησώμεθα. θεοδώρου Ἡρακλείασ. Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ Υἱοῦ τὴν γενομένην πρὸς τὴν Ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους, τοὺς μαθητὰς, μεθ’ οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα. Κυρίλλου Ἀλεξανδρείασ.
For great punishment awaits those who are negligent; for just as the Jews insulted him by not coming, so too does reclining at the table with a corrupted life. For to enter with filthy garments means to depart from here with an unclean life; therefore the one not clothed in the wedding garment was silenced. We must consider, then, that although the matter is manifest, he does not punish beforehand, until the one who has sinned brings forth the verdict himself; for having nothing to say in reply, he condemned himself, and thereafter is dragged to endless punishments. For let us not suppose, when we hear of darkness, that he is punished only by being sent to a place without light, but where there is weeping and gnashing of teeth, which hints at unbearable pains. Let us hear, all who have enjoyed the fearful mysteries and been deemed worthy of that undefiled marriage, yet have wrapped our souls in filthy deeds. Let us hear from where we were called: from the crossroads, being lame and maimed in soul, which is far worse than bodily mutilation. Let us be ashamed before the loving-kindness of the one who called us, and let none of us remain with filthy garments, but let each of us attend to the robe of the soul, and let us take great care of it. Of Theodore of Heraclea. He calls the harmony and union of the Son with the Church a marriage; and those sent to call the invited guests are the disciples, after whom he sent the seventy. Of Cyril of Alexandria.
Γάμον λέγει τὴν πρὸς τὸν Υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον τοὺς Ἰουδαίους, πάλαι μὲν διὰ τῶν προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν, πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Ὠριγένουσ. Δοῦλοι, οἱ πατριάρχαι δηλονότι ἣ Μώσης καὶ προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή· σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἔτοιμα,” προτρέπει. Τοῦ αὐτοῦ. Τίνας ὕβρισαν; τοὺς πατριάρχας· στρατεύματα δέ εἰσιν οἱ ἐμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἀνελόντες τοὺς ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαικὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῆ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον
He calls the marriage the union of the faithful with the Son, inviting the Jews to it, formerly through the prophets, and later through the disciples, before the passion and the resurrection. Origen. The servants are clearly the patriarchs, or Moses and the prophets; the dinner, prepared by Wisdom who says she has prepared her own table, is the spiritual banquet, with cupbearers and other ministers serving with knowledge and at the right time, as also in Solomon the peaceable, just as it is written about him in Kings; the bulls are the rational and, as among clean things, greater food; the fattened animals are what is spiritually sweet in contemplation, not weak; the sacrifice is the division and figurative interpretation of problems; all are the varied discourses and contemplations concerning existing things; and the word "ready" exhorts. Of the same. Whom did they insult? The patriarchs; and the armies are the Romans who burned Jerusalem and killed those in the city, and the heavenly army, and the angels over punishments, and those who destroy Jewish teaching and falsely named knowledge; the servants are the Apostles, and the angels appointed to the calling of the Gentiles. "They were not worthy," as the Apostles say to those who are not worthy, "it was necessary that the word be proclaimed to you
“τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, πορευόμεθα εἰς “τὰ ἔθνη.” “διέξοδοι ὁδῶν” εἰσι τὰ ἔξω τοῦ Ἰσραὴλ δόγματα· ἀδιακρίτως συνάγουσι, πονηροὺς μὲν, ἵνα ἐπιθέμενοι τὸ ἔνδυμα γάμου, καὶ ἑστίαν Θεοῦ ἔχωσιν· ἀγαθοὺς δὲ, ἁπλούστερον τοὺς μετριωτέρους· ἔθνη γὰρ τὰ μὴ νόμον ἔχοντα, καὶ τὰ ἑξῆς· βίος καὶ πράξεις ἀγαθαί εἰσι τὸ ἔνδυμα, ἅπερ ὁ μὴ ἔχων ἐξ ἰδίας σπουδῆς, οὐκ ἔχει ἔνδυμα. ἡ γὰρ κλῆσις ἡ διδοῦσα ἀναμαρτησίαν καὶ Πνεύματος Ἁγίου μετοχὴν, κατὰ χάριν ἐστίν. Τοῦ αὐτου. Μὴ μεταθέμενον ἣ μεταμφιασάμενον τὸ ἦθος, καὶ ἐνδυσάμενον τὸ ὕφασμα τῆς ἀρετῆς, Χριστὸν, σπλάγχνα τε οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.” Τοῦ αὐτου. Δεσμεύουσιν Ἄγγελοι, πόδας, πορείαν, χεῖρας, τὴν δραστικὴν τῶν ἔργων δύναμιν. Ἐξ ἀνεπιγράφου. Δῆλοί τῶν ὀδόντων ὁ βρυγμὸς καὶ ὁ κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα· ΚΕΦ. ΝΒ.
of God; but since you judged yourselves unworthy, we go to the Gentiles." "The highways" are the doctrines outside Israel; they gather indiscriminately, the wicked, so that having put on the wedding garment, they may also have a place at God's table; and the good, or rather the more moderate. For the Gentiles are those who do not have the law, and so on. Life and good deeds are the garment, which one who does not have from his own zeal does not have as a garment. For the calling that grants sinlessness and participation in the Holy Spirit is by grace. Of the same. Do not change or transfigure your character, and put on the fabric of virtue, Christ, and bowels of compassion and the like; according to "he put on cursing as a garment." Of the same. Angels bind feet, journey, hands, the active power of works. From an uninscribed source. The grinding of teeth and the weeping make clear the late repentance and the remorse that then comes unprofitably for the things we did not do in this present age, the works of salvation. Chapter 52.
Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. Διατὶ εἶπε τότε; ἵνα δείξῃ αὐτοὺς περαιτέρω τῇ κακίᾳ προβαίνοντας· ὅτε γὰρ μάλιστα κατανυγῆναι ἔδει, ὅτε καταπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, τότε ἑτέραν ἦλθον ὁδόν· ὥστε δι’ αὐτῆς εἰς κίνδυνον ἐμβαλεῖν αὐτόν· ἐπειδὴ γὰρ κατασχεῖν αὐτὸν οὐκ εἶχον, “ἐφοβοῦντο γὰρ τοὺς ὄχλους; δημοσίων ἀδικημάτων ποιῆσαι αὐτὸν ὑπεύθυνον βούλονται· εἰς γὰρ τὴν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοῖς μετατεθέντων, καὶ φόρου λοιπὸν ὄντες ὑποτελεῖς, ἀποστείλαντες περὶ τούτου αὐτὸν ἐρωτῶσιν· ἐπειδὴ γὰρ εἶδον ὅτι πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, τουτέστιν οἱ περὶ Θεῦ δὰν καὶ Ἰούδαν ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων, εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν, καὶ τοὺς Ηρώδου στρατιώτας ἔπεμψαν, διπλοῦν ἑκατέρωθεν τὸν κρημνὸν
ὀρύττοντες, καὶ πάντοθεν τὴν πᾶμα τιθέντες, ὅπως ἑκατέρωθεν ἐπιλάβωνται αὐτοῦ· ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν, εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι· καί τοι γε ἦν δεδωκὼς τὰ δίδραγμα, ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο ἐκεῖνοι· ἑκατέρωθεν μὲν οὖν προσδοκῶντες αἱρήσειν, ἐπεθύμουν μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν εἰπεῖν τί· διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν εἰς τοῦτο, ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδώσωσι τῷ ἡγεμόνι, ὡς τύραννον. ἠρώτων δὲ ἐπὶ τῶν ὄχλων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν· καὶ τί λέγουσιν; οἴδατε ὅτι πλάνος ἐστὶ, καὶ πλανᾷ τὸν ὄχλον· ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ἀπαγορεύσῃ·
Concerning those who questioned him about the census tax. Why did he speak then? To show that they were advancing further in wickedness; for when they ought most of all to have been pricked to compunction, when to have been struck with awe at his love for mankind, when to have feared what was to come, then they came by another path, so as through it to plunge him into danger. For since they could not seize him—for they feared the crowds—they wish to make him liable for public offenses; for when affairs had been transferred to the Roman rule, and they were thenceforth tributaries of the tax, they sent and questioned him about this. For since they had seen that before this, for this reason, those had died—that is, the followers of Theudas and Judas who had meditated revolt—they wished to cast him too, through these words, into such suspicion. For this reason, along with their own disciples, they also sent the soldiers of Herod, digging a twofold precipice on either side, and setting the snare from every direction, so that they might catch him from either side: so that if he should answer in favor of the Herodians, they themselves might accuse him, but if in favor of themselves, those others might bring charges. And yet he had given the didrachma, but those men did not know this. Expecting to catch him from either side, then, they were more eager to say something against the Herodians; therefore they also send their disciples for this purpose, pushing him by their presence, so that they might hand him over to the governor as a tyrant. And they questioned him in the presence of the crowds, so that the testimony might become greater. And what do they say? You know that he is a deceiver, and he deceives the crowd; but all things happen that the plot may dictate.
τότε δὲ εἶπον, προσδοκῶντες αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν κρατούντων νόμων· εἰπόντες δὲ τὸ “οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώ- “που,” περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο, καὶ οὐ λέγουσιν, εἰπὲ ἡμῖν τι τὸ καλὸν ἣ τι τὸ συμφέρον, ἀλλὰ τι σοι δοκεῖ;” καὶ τοῦτο πανούργως. αὐτὸς δὲ ἐπιπληκτικώτερον μὲν αὐτοῖς διαλέγεται, ἐπιστομίζει δὲ ἐν τῷ τὰ ἀπόρρητα εἰς μέσον ἀγαγεῖν· ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ ἐπὶ πολὺ τοῖς τοιούτοις ἐπιχειρεῖν, καὶ βλάπτειν τὰς ἑαυτῶν ψυχάς· ἐπιζητήσας δὲ τὸ νόμισμα τοῦ κήνσου, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ὅπερ ἦν λαμπρὰ νίκη καὶ σαφής· οὐδὲ γὰρ ἀγνοῶν ἐρωτᾷ, “τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους ποιῆσαι βουλόμενος· διὸ καὶ φησὶν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι·” οὐ γάρ ἐστι τοῦτο δοῦναι· δείκνυται δὲ τοῦτο ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς· ἵνα δὲ μὴ εἴπωσιν ὅτι ἀνθρώποις ἡμᾶς ὑποτάττεις, ἐπήγαγε “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῷ πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν ὀφειλόμενα· διὸ καὶ ὁ Παῦλος φησί· “ἀπόδοτε πᾶσι τὰς ὀφει- “λὰς” καὶ τὰ ἑξῆς. χρὴ δὲ γινώσκειν, ὅτι ἐκεῖνα λέγει ἀποδιδόναι τῷ Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα, ὡς ἐάν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος.
Then they spoke, expecting to puff him up with flattery and to persuade him to say something against the ruling laws. And by saying, "You care for no one, and you do not regard the person of a man," they were hinting at Herod and Caesar, and they do not say, "Tell us something good or something advantageous," but "What do you think?" And this they did craftily. But he converses with them more rebukingly, and he silences them by bringing hidden things into the open. And he did this, checking their wickedness, so that they might not for long attempt such things and harm their own souls. And having asked for the coin of the census tax, through their own tongue he brings forth the verdict, and he prepares them to vote themselves that it is lawful to give the census tax to Caesar, which was a brilliant and clear victory. For he does not ask, "Whose is this image and inscription?" out of ignorance, but wishing to make them liable by their own answers. Therefore he also says, "Render to Caesar the things of Caesar," for this is not to give; and this is shown from the image and from the inscription. But so that they might not say, "You are subjecting us to men," he added, "and the things of God to God." For it is lawful both to fulfill for men the things that are his, and to give to God the things owed to God from us. Therefore Paul also says, "Render to all their dues," and the rest. But one must know that he says to render to Caesar those things that in no way harm piety, since if anything of such a kind exists, it is no longer a tax and tribute of Caesar, but of the devil.
ταῦτα οὖν ἀκούσαντες, ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν αὐτοῦ καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν
ἀπόδειξιν, τὰ ἀπόρρητα αὐτῶν ἐκκαλύψας, καὶ μετὰ ἐπιεικείας αὐτοὺς ἐπιστομίσας· οἱ δὲ οὐδὲ οὕτως ἐπίστευσαν, ἀλλὰ ἀφέντες αὐτὸν ἀπῆλθον. ΚΕΦ. ΝΓ.
Περὶ τῶν Σαδδουκαίων. “Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” φησὶ, καὶ τὰ ἐξῆς· οὐχ ἁπλῶς ὁ Εὐαγγελιστὴς εἶπεν “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” ἀλλ’ ἐκπληττόμενος αὐτῶν τὴν ἔννοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται· ἐν ἡ γὰρ ἡμέρᾳ τὴν τῶν Φαρισαίων κακουργίαν ἐξήλεγξε καὶ κατῄσχυνε, δέον τούτους ὀκνηροτέρους γενέσθαι, ἀλλὰ μᾶλλον ἐν αὐτῇ ἀναισχύντως προσέρχονται. τίνες δέ εἰσιν οὗτοι; οἱ Σαδδουκαῖοι, αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα, λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· καὶ ἐξ εὐθείας μὲν, οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι, λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασι μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν· καὶ θέλοντες ἀναστρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν· καὶ οὗτοι δὲ, ὥσπερ οἱ Φαρισαῖοι, μετὰ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες ἅπερ εἶπον, ὅτι ἑπτὰ ἀδελφοὶ κατὰ διαδοχὴν ἀποθνήσκοντες, ἔσχον μίαν γυναῖκα, καὶ ὅτι ἐν τῇ ἀναστάσει τίνος αὐτῶν ἔσται γυνή; ὁ δὲ Χριστὸς καὶ τούτων τὰ ἀπόρρητα ἐκκαλύπτει, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑπόπτευον. τι ἐστιν ὅτι “ὡς Ἄγγελοι “Θεοῦ εἰσιν ἐν οὐρανῷ;” οὐχὶ ἐπειδὴ οὐ γήμουσί, φησι, διὰ τοῦτο εἰσὶν Ἄγγελοι, ἀλλ’ ἐπειδὴ ὡς Ἄγγελοι, διὰ τοῦτο οὐ γήμουσι·
When they heard these things, they were silenced and marveled at his wisdom; for he provided them with a demonstration of divinity, having uncovered their secret thoughts and having silenced them with gentleness. But not even so did they believe, but leaving him they departed. Chapter 53.
Concerning the Sadducees. "In that day," he says, and the rest. Not without purpose did the Evangelist say "in that day," but being struck by their intent, he marks this very thing; for on the day when he had exposed and put to shame the malice of the Pharisees, when they ought to have become more hesitant, they rather approach him shamelessly on that same day. And who are these? The Sadducees, another sect of the Jews besides the Pharisees, and much inferior to them, saying that there is no resurrection, nor Angel, nor spirit. And they do not speak directly about the resurrection, but they fabricate some story and concoct an event that never happened, thinking to throw him into perplexity; and wishing to overturn both propositions—both that there is a resurrection, and that the resurrection is of such a kind. And these too, like the Pharisees, ostensibly attack with gentleness, saying what they said: that seven brothers dying in succession had one wife, and asking whose wife she will be in the resurrection. But Christ uncovers their secret thoughts as well, both that there will be a resurrection, and that it will not be of the kind they suspected. What is the meaning of "they are as Angels of God in heaven"? Not because they do not marry, he says, are they Angels, but because they are as Angels, for this reason they do not marry.
δεικνύντων διὰ τούτων, ἡλίκον ἡ ἀνάστασις· τὸ δὲ “οὐκ ἔστιν ὁ “Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων,” δηλοῖ ὅτι οὐχὶ τῶν οὐκ ὄντων φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων· οὐ γὰρ εἶπεν, ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ τῶν ζώντων· ὥσπερ γὰρ ὁ Ἀδὰμ, καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ τῇ ἀποφάσει ἀπέθανεν, οὕτω καὶ οἱ περὶ Ἀβραὰμ, εἰ καὶ ἐτεθνήκεισαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως· καὶ οἱ Σαδδουκαῖοι μὲν ἡττηθέντες ἀναχωροῦσιν, τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν·
ἀκούσαντες γάρ, φησιν, οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἀπολιναρίου. Ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον, ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ· οὐ δή πω δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἢν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις· λέγεται δὲ τότε ἀνίσταται ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχὴ, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης, καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερον ἐστιν ἄνθρωπος, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ, πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. ΚΕΦ. ΝΔ.
By these things they show how great the resurrection is; but the phrase "He is not the God of the dead, but of the living" makes clear that he is not speaking of those who do not exist and have been utterly destroyed and will no longer rise; for he did not say, "I was," but "I am" of those who exist and are alive. For just as Adam both lived on the day he ate from the tree and by the sentence died, so too those around Abraham, even if they had died, were alive by the promise of the resurrection. And the Sadducees, defeated, withdraw, but the countless multitude reaps the benefit; for when the crowds heard, it says, they were astonished at his teaching. Of Apollinaris. But we know that those from Valentinus and Marcion still contend against this very phrase, referring the saying to souls; for these, they say, live, and the Lord spoke concerning these, as though God were God of these. Yet the dispute with the Sadducees was not yet about souls, but about bodies, so that the answer concerns these. And a dead man is said to rise at that time when the soul is with the body, not as though in the interval the soul had been dissolved, but as being inactive and not having the properties of life, all that pertain to life with a body; for the human being is one thing composed of both, and the life is common, and both are needed for life to be constituted again from death. Chapter 54.
Περὶ τοῦ νομικοῦ. Κυρίλλου Ἀλεξανδρείασ. Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων, καὶ ἀποχωρησάντων, ἐπῃνεῖτο ὁ Κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι, ἦλθον εἰς μέσον, καὶ νομοθέτης τίς ἄγαν παρ’ αὐτοῖς νομιζόμενος, ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μώσεως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν· ἢ ὅτι ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ ἐμὲ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ οὕτω εὑρίσκει αὐτὸν, τοῦ ἐμβαλεῖν εἰς κίνδυνον, ὡς θεοποιοῦντα ἑαυτόν· ἣ εἰ τοῦτο παρασιωπήσει, λέγειν, οὐκοῦν οὐ προσδέχομαί σε ὡς Θεόν. Τίνος ἕνεκεν ὁ Ματθαῖος φησὶν, ὅτι πειράζων ἠρώτησεν οὗτος ὁ νομικὸς, ὁ δὲ Μάρκος τοὐναντίον· εἰδὼς γάρ, φησιν, ὁ Iησοῦς, ὅτι νουν·εχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ ; οὐκ ἐναντιούμενοι ἑαυτοῖς οἱ Εὐαγγελισταὶ τοῦτο ε7πον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ἠρώτησε μὲν πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, z Fors. ieg. εὑρίσκῃ αἰτίαν.
Concerning the lawyer. From Cyril of Alexandria. Since the Sadducees had been put to shame and had withdrawn, the Lord was being praised; the Pharisees, being jealous of this, came into the midst, and one who was considered among them an exceedingly great lawgiver asks which commandment is great in the law, thinking that the things of Moses would be set aside and his own teaching put forward; or that "You shall love the Lord your God" and also myself, yoking his own glory to the glory of the Father, and thus he finds him, to cast him into danger, as making himself God; or if he passes over this in silence, he says, then I do not accept you as God. For what reason does Matthew say that this lawyer asked, testing him, while Mark says the opposite? For knowing, he says, that Jesus had answered wisely, he said to him, You are not far from the kingdom of God? The Evangelists did not say this in opposition to each other, but are in very great agreement. He asked, testing, at the beginning, but having been benefited by Christ's answer, he was praised; for he did not praise him at the beginning, finding a cause.
ἀλλ’ ὅτε εἶπεν, “ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον, πλέον ἐστὶ τῶν “ὁλοκαυτωμάτων,” τότε ἤκουσεν ὅτι “οὐ μακρὰν εἶ ἀπὸ τῆς “βασιλείας·” ὅτι τὰ ταπεινὰ ὑπερεῖδεν, λέγω δὴ τὸ σάββατον καὶ τὰ λοιπά· τὴν δὲ ἀρχὴν τῆς ἀρετῆς τὴν ἀγάπην, ὁποία τίς ἐστι, κατενόησεν· ὅμως οὐδὲ οὕτως ἀπηρτισμένον αὐτῷ τὸν ἔπαινον συντέθεικεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. προβάλλονται δὲ τὸν νομικὸν οἱ Φαρισαῖοι πρὸς ἐρώτησιν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· ἐπειδὴ γὰρ ἐν τῷ νόμῳ πρώτη ἐντολὴ αὕτη ἦν, τὸ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, προσδοκῶντες ἀφορμήν τινα παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ ἑαυτὸν δεικνύναι Θεὸν, προβάλλονται τὴν ἐρώτησιν· δεικνὺς δὲ ὁ Χριστὸς, μηδεμίαν ἔχειν αὐτοὺς ἀγάπην, ἀλλὰ καὶ φθόνῳ τήκεσθαι, καὶ ζηλοτυπίᾳ ἁλίσκεσθαι, ἀποκριθεὶς εἶπεν αὐτῷ, “ἀγαπήσεις Κύριον τὸν Θεόν σου,” καὶ πάλιν “ἀγαπήσεις τὸν “πλησίον σου ὡς ἑαυτόν.” διὰ ταύτης τῆς ἀποκρίσεως, ὡσανεὶ λέγων αὐτοῖς, ὅτι αὐτοὶ ὑμεῖς καθ’ ἑαυτῶν τὰς ἐρωτήσεις ποιεῖσθε, καὶ γὰρ τοῦτο αὐτὸ τὸ τῆς ἀγάπης ἀγαθὸν πόρρω ἀφ’ ὑμῶν ἐδιώξατε· ὁμοίαν δὲ τῆς πρώτης ἐντολῆς τὴν δευτέραν ἐκάλεσεν, ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν· “ὁ γὰρ ἀγαπῶν με,” φησὶ, “τὰς ἐντολάς μου τηρήσει,” αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν μετὰ τὴν εἰς Θεὸν ἀγάπην, ἡ εἰς τὸν πλησίον ἐστί· πρεπόντως οὑν εἶπεν, “ἐν ταύταις ὅλος ὁ νόμος κρέμαται, καὶ οἱ προφῆται.” ΚΕΦ. ΝΕ.
But when he said, "that to love one's neighbor is more than whole burnt offerings," then he heard, "you are not far from the kingdom." For he overlooked the lowly things, I mean the Sabbath and the rest; but the beginning of virtue, love, of what sort it is, he understood. Nevertheless, not even in this way did he compose his praise as complete, but as still lacking; for to say "you are not far" shows that he is still at a distance, so that he might seek what is lacking. The Pharisees put forward the lawyer for questioning, not wishing to learn, but making a test. For since in the Law this was the first commandment, "You shall love the Lord your God," expecting to provide themselves some occasion, as though he would correct it, because he also showed himself to be God, they put forward the question. But Christ, showing that they have no love, but are consumed by envy and caught in jealousy, answered and said to him, "You shall love the Lord your God," and again, "You shall love your neighbor as yourself." Through this answer, as if saying to them, that you yourselves are asking the questions against yourselves, for this very good of love you have driven far from you. And he called the second like the first commandment, because this one prepares the way for that one, and is again held together by it. "For the one who loves me," he says, "will keep my commandments," and his commandments, and their sum after love toward God, is love toward neighbor. Fittingly then he said, "On these two hang all the Law and the Prophets." Chapter 55.
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δοβίδ ἐστιν. Διὰ τί ἐρωτᾷ τοὺς Φαρισαίους λέγων, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος ἐστιν υἱός;” ὅπως λανθανόντως ποιήσῃ αὐτοὺς, καὶ αὐτὸν ὁμολογῆσαι Θεόν· ἐπειδὴ δὲ οὐκ ἀπεκρίναντο τὰ ἀληθῆ περὶ αὐτοῦ, ἀλλὰ ἄνθρωπον αὐτὸν ἔφησαν εἶναι ψιλὸν, εἰπόντες ὅτι υἱός ἐστι τοῦ Δαβὶδ, ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, λοιπὸν ἐπάγει τὸν Δαβὶδ ἐν Πνεύματι Ἁγίῳ μαρτυροῦντα τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς ὑίοτητος, καὶ τὸ ὁμότιμον τὸ
πρὸς τὸν Πατέρα λέγων, “εἶπεν ὁ Κύριος τῷ κυρίῳ μου, κάθου “ἐκ δεξιῶν μου,” καὶ τὰ ἑξῆς· ἐχθρῶν δὲ ἐμνημόνευσεν, ἵνα κἂν οὕτως αὐτοὺς φοβήσας ἐπαναγάγηται· ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν· οὕτω δὲ καιρίαν ἐδέξαντο τὴν πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὐτοῖς ἐπιχειρῆσαι λοιπόν· “οὐδεὶς γάρ φησιν “ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐρωτῆσαι αὐτόν.” οὐ μικρῶς δὲ τοῦτο τοὺς ὄχλους ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς· καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλόντες τοῦ δεινοῦ πάθους καὶ πολυκεφάλου, κερδαίνειν οὐδὲν ἤθελον. παρακαλῶ οὖν, φύγωμεν καὶ τοῦτο τὸ πάθος, τῆς δὲ τοῦ Θεοῦ δόξης μόνον ἐρασταὶ γενώμεθα. χρυσοστόμου. Ὁρᾷς ὅπως ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ δόξαν, προτερον εἶπεν, “τί ὑμῖν δοκεῖ, τίνος υιός ἐστίν;” ὥστε εἰς ἐρώτησιν αὐτοὺς εἰσαγαγεῖν. ΚΕΦ. Νς.
Concerning the Lord's question, how he is the son of David. Why does he question the Pharisees, saying, "What do you think concerning the Christ? Whose son is he?" So that he might secretly cause them also to confess him as God. But since they did not answer the truth concerning him, but said he was a mere man, stating that he is the son of David, he overturns their erroneous opinion, and next brings forward David testifying in the Holy Spirit to his lordship, and the genuineness of his sonship, and his equal honor with the Father, saying, "The Lord said to my lord, Sit at my right hand," and the rest. And he mentioned enemies, so that even thus, having frightened them, he might bring them back. But nevertheless, even after hearing these things, they answered nothing; for they did not wish to learn any of what was needful. And so they received the blow as timely, so as no longer to dare to attempt the same things thereafter. "For no one," it says, "dared from that day to question him." And not slightly did he draw the crowds away from the wolves, and repel their plots; for having been caught by vainglory, that terrible and many-headed passion, they wished to gain nothing. I exhort you, therefore, let us flee also this passion, and let us become lovers of the glory of God alone. Of Chrysostom. You see how gently he introduces the opinion concerning him; previously he said, "What do you think? Whose son is he?" so as to lead them into a question. Chapter 56.
Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὀχλοῖς καὶ τοῖς μαθηταῖς αὐτοῦ. “Τότε” πότε; ὅτε τοὺς Φαρισαίους ἐπεστόμισεν, καὶ ἐπειδήπερ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ὀρθοῦ ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῆς καθέδρας καὶ τῆς τοῦ Μώσεως διαδοχῆς τοῦτο ἐργάζεται· πάντα δὲ ποιεῖν αὐτοὺς ἃ λέγουσιν παρακελεύεται, οὐ τὸ περὶ βρωμάτων καὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε περὶ τούτων λέγειν ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ πάντα, φησὶ, τὰ διορθουντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς καινῆς συμβαίνοντα νόμοις· καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ’ ἀπὸ τοῦ Μωϋσέως; ἐπειδὴ οὐδέπω ἦν καιρὸς πρὸ τοῦ σταυροῦ ταῦτα διαλέγεσθαι· ἐμοὶ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προοικονομεῖν αὐτὸν ταῦτα λέγοντα· ἐπειδὴ γὰρ μέλλει κατηγοῥεῖν Β b
αὐτὸν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτὸν ταύτης ἐρᾷν, ἣ διὰ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ· καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας· διορθούμενος δὲ τοὺς τότε ἀκούοντας καὶ τοὺς μετὰ ταῦτα, τοῦτο ἐκ περιουσίας κελεύει· ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ μὴ καταφρονεῖν τῶν διδασκάλων, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, κἂν διεφθαρμένον βίον ἔχωσιν, ἀλλὰ πάντα ὅσα ἂν λέγωσιν, ἵνα ποιῶσιν οἱ ὄχλοι· οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ· τοῦτο δὲ ποιεῖ ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις, οὐδεμιᾶς ἐγκαταλιμπάνων παρακοῆς πρόφασιν·
Concerning the woe of the scribes and Pharisees. Then Jesus spoke to the crowds and to his disciples. "Then" — when? When he silenced the Pharisees, and since he could not make them trustworthy by reason of an upright life, he accomplishes this from the chair and the succession of Moses. And he exhorts them to do all things whatsoever they say — not the matters concerning foods and sacrifices and whatever is of that sort; for how was he going to speak about these things which he had already abolished? But, he says, all things that correct character and make one's manner of life better, and that accord with the laws of the new covenant, and no longer leave one to be under the yoke of the law. Why does he not ordain these things from the law of grace, but from Moses? Because it was not yet the time, before the cross, to discuss these things. It seems to me that, in addition to what has been said, he is also providentially arranging something else by saying these things. For since he is about to accuse them, lest he seem to the foolish to desire this office, or to be doing these things out of enmity, he first removes this suspicion; and having made himself above suspicion, then he begins the accusation. And while correcting those who were hearing at that time and those after them, he commands this out of abundance: which is especially conducive to salvation — not to despise teachers, nor to rise up against priests, even if they have a corrupt life, but to do all things whatsoever they say — for they do not speak their own things, but the things of God. And he does this, on the one hand producing for them a greater judgment, and on the other, leaving those who are being taught no pretext for disobedience.
ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἐπειδὴ φαῦλος ἐστὶν ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα, καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς ἀποτείνεται κατ αὐτῶν λόγους; προσφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· οὐδὲ γὰρ ὁμοῖόν ἐστιν ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι, ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν· διὰ τοῦτο προλαβών φησι, “κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε·” ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν ζηλοῦν αὐτοὺς, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν εἶναι τιμὴν, κατηγορίαν ποιεῖται. τί γὰρ διδασκάλου ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς ἐν τῷ προσέχειν αὐτοῦ τῷ βίῳ μὴ διασώζει; ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνονται βίον ἔχοντες οἷον οἱ ζηλοῦντες διαφθείρονται· τὸ δὲ “λέγουσι καὶ οὐ “ποιοῦσι,” τριπλῆν αὐτοῖς δηλοῖ κατάκρισιν· δι’ ἓν μὲν, ὅτι παραβαίνουσι· δεύτερον δὲ, ὅτι τοιούτους ἄλλους ὀφείλοντες διορθοῦν, αὐτοὶ χωλεύουσιν, ἔχοντες καὶ τὴν τῶν διδασκάλων τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρουσι μειζόνως τοὺς μαθητὰς, ἅτε ἐν διδασκάλων τάξει τοιαῦτα παρανομοῦντες. Τί σημαίνει τὸ “δεσμεύουσι φορτία βαρέα” καὶ τὰ ἑξῆς; τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν, ὃ τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ’ ἑαυτὸν ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστὴν, ἐν δὲ τοῖς τῶν
For lest anyone say, "Because the teacher is worthless, for this reason I have become more negligent," he also removes this pretext. And for what reason does he reprove them and stretch out long speeches against them? He is guarding the crowds beforehand, so that they may not fall into the same things. For it is not the same thing to forbid and to point out those who have stumbled, just as it is not the same to advise what is necessary and to bring those who succeed into the open. For this reason, having first said, "But do not do according to their works," lest they think that because they hear them they ought to emulate them, he has used this correction, and what seems to be their honor he makes an accusation. For what is more wretched than a teacher, when he does not preserve his disciples in their attention to his life? So that what seems to be their greatest honor is a greatest accusation, when they appear to have such a life as those who emulate them are corrupted by. And the phrase "they say and do not do" reveals a threefold condemnation for them: first, because they transgress; second, because, owing to correct others who are like them, they themselves are lame, while also having the honor of teachers; third, because they also corrupt the disciples more greatly, inasmuch as they transgress such things in the rank of teachers. What does "they bind heavy burdens" and what follows mean? It means to demand much and extreme strictness of life from those under their rule inexorably, but to allow themselves much license, which the best ruler ought to have the opposite of: in matters concerning himself to be an inexorable and bitter judge, but in the matters of
ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· οἱ δὲ λόγοις μόνον φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ὡς ἄπειροι τῆς δι’ ἔργων δυσκολίας. οὐκ εἶπε δὲ ὅτι οὐ δύνανται, ἀλλ’ “οὐ θέλουσιν,” οὐδὲ πάλιν ὅτι βαστάσαι, ἀλλὰ “δακτύλῳ κινῆσαι,” ὅπερ μεῖζον αὐτοῖς ἔγκλημα γίνεται· καὶ ταῦτα μὲν περὶ τῆς ὠμότητος αὐτῶν καὶ ῥαθυμίας· περὶ τῆς δοξομανίας, φησίν· ὅτι “πάντα τὰ ἔργα “αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ “τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν.” τὰ μὲν οὖν φυλακτήρια μικρὰ βιβλία εἰσίν· ἐπειδὴ γὰρ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι μικροῖς βιβλίοις τὰ θαυμάσια αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· διὸ καὶ ἔλεγεν, “ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς “σου,” ἅτινα ἐκάλουν φυλακτήρια· τὰ δὲ κράσπεδα σημαίνει κλῶσμα ὑακίνθινον· τοῦτο γὰρ ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, καὶ ἐπὶ τῶν ἱματίων περὶ τὴν ὤαν, καὶ περὶ τοὺς πόδας ἀπορράπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκονται τῶν ἐντολῶν· καὶ ἐκαλοῦντο κράσπεδα. δείκνυσιν οὖν αὐτοὺς, οὐκ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· οὐδὲ γὰρ εἶχον, ἔρημοι ὄντες κατορθωμάτων, ἀλλ’ ἐπὶ τούτοις τοῖς μικροῖς καὶ εὐτελέσιν, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες, ὅπερ ἐσχάτης ἀνοίας καὶ κενοδοξίας ἦν· μὴ γὰρ κατόρθωμα τοῦτο ὑπῆρχεν, ἢ τί ὀνίνησιν, ἃν μὴ τὰ ἀπ’ αὐτῶν ἐκέρδαινον φοροῦντες αὐτά. Πρόσταγμα Θεοῦ ὑπῆρχεν διὰ τὸ μεμνῆσθαι τῶν ἑαυτοῦ κατορθωμάτων·
At the beginning, it is pardonable and gentle; but those who philosophize in words only are unpardonable and burdensome, as being inexperienced in the difficulty that comes through deeds. And he did not say that they are unable, but "they are unwilling," nor again that they cannot lift, but "to move with a finger," which becomes a greater charge against them. And these things concern their cruelty and negligence; concerning their love of glory, he says: "For they do all their works to be seen by men. For they broaden their phylacteries and enlarge their fringes." Now the phylacteries are small books; for since they continually forgot the benefactions of God, he commanded his wonders to be written in small books and to be hung from their hands; therefore he also said, "They shall be unmoved in your eyes," which they called phylacteries. And the fringes signify a thread of hyacinth; for God commanded this to be made, as for children, both on garments around the hem and to be sewn around the feet, so that paying attention they might remember the commandments; and they were called fringes. He shows, therefore, that they are vainglorious not over great and necessary things—for they did not have such things, being destitute of achievements—but over these small and paltry things, broadening the bands of the books and magnifying the fringes, which was the height of folly and vainglory; for this was not an achievement, nor does it profit anything, unless they gained from them by wearing them. It was a command of God for the remembering of his own achievements.
οὐκ ἐν τούτοις δὲ μόνον ἠνόμουν, ἀλλὰ καὶ ἐν τῷ φιλεῖν τὴν πρωτοκλισίαν, καὶ τὴν πρωτοκαθεδρίαν, καὶ τοὺς ἀσπασμοὺς, καὶ καλεῖσθαι ῥαββί· ταῦτα δὲ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν, ἐπὶ παντὶ μὲν ἀνθρώπῳ, ἐξαιρέτως δὲ ἐν τοῖς διδασκάλοις· καθάπερ γὰρ ὁ ἄνθρωπος ὅπου ἂν φανῇ, δῆλος ἐστὶ διεστηκὼς τῶν ἀλόγων, οὕτω καὶ τὸν διδάσκαλον καὶ φθεγγόμενον καὶ σιγῶντα καὶ ἀριστῶντα, καὶ ὁ τι οὖν ταῦτα δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βαδίσματος καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς· ταῦτα δὲ ὡς προεῖπον ἔλεγεν, προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· διὸ καὶ ἐπήγαγεν, “ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββὶ,” καὶ τὰ ἑξῆς, τουτέστι μὴ
ἐπιποθῆτε τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικόν· ἀλλὰ γὰρ καὶ βία τοῦτο λαμβάνοντες, ὡς ἀδελφοὶ ἐστὲ, καθὼς καὶ Παῦλος λέγει· “τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλῶς, τίς δὲ Κηφᾶς, “ἀλλ’ ἢ διάκονοι;” οὐκ εἶπε διδάσκαλοι. Εἰπὼν δὲ “πατέρα μὴ καλέσητε,” οὐχ ἵνα μὴ καλέσωσι λέγῃ, ἀλλ’ ἵνα γινώσκωσι, τίνα Πατέρα κυρίως χρὴ καλεῖν, τουτέστι τὸν Θεόν· καθάπερ γὰρ ὁ διδάσκαλος, οὐκ ἔστι προηγουμένως διδάσκαλος, οὕτως οὐδὲ πατήρ· ὁ γὰρ Θεὸς πάντων αἴτιός ἐστι, καὶ τῶν διδασκάλων καὶ τῶν πατέρων· οὕτως οὖν χρὴ δὲ νοεῖν καὶ τὸ μὴ κληθῆναι καθηγητήν. ἀπαγορεύσας τοίνυν χαλεπὸν τῆς κενοδοξίας νόσημα, παιδεύει πῶς ἂν τοῦτο διαφύγοιεν, τουτέστι διὰ ταπεινοφροσύνης· τοῦτο γὰρ δηλοῖ, “ὁ γὰρ μείζων ὑμῶν, “ἔσται διάκονος ὑμῶν,” καὶ “ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται” οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον·
And they were lawless not only in these things, but also in loving the first place at table, and the first seat, and greetings, and being called rabbi. And these things, even if someone considers them small, are nevertheless causes of great evils, in every man indeed, but especially in teachers. For just as a man, wherever he appears, is clearly distinguished from irrational animals, so also the teacher, whether speaking or silent or at table, and in whatever else, must be evident, both from his walk and from his bearing, and simply from everything. And these things, as I said before, he spoke guarding the crowds, so that they might not fall into the same things. Therefore he also added, "But you, do not be called rabbi," and the rest, that is, do not desire to seize the teacher's throne. But indeed, even taking this by force, you are brothers, just as Paul also says: "For who is Paul, and who is Apollos, and who is Cephas, but servants?" He did not say teachers. And having said, "Do not call anyone father," he does not say it so that they should not call anyone father, but so that they may know whom one ought properly to call Father, that is, God. For just as the teacher is not primarily a teacher, so neither is a father; for God is the cause of all, both of teachers and of fathers. Thus then one must also understand the not being called instructor. Having therefore forbidden the grievous disease of vainglory, he teaches how they might escape it, that is, through humility; for this is what he indicates: "For the greater among you shall be your servant," and "he who humbles himself will be exalted." For nothing is equal to moderation.
ὅθεν οὐ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν παρακελεύεται. ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν τοὺς γραμματεῖς καὶ Φαρισαίους κωμῳδεῖ· καὶ τὸ δεινὸν ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλὰ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἣν διορθοῦσθαι ἔδει· οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ “κατήσθιον.” καὶ ὁ τρόπος δὲ τῆς καπηλείας χαλεπώτερος· “προφάσει,” φησὶ, “μακρὰ προσευχόμενοι.” πᾶς μὲν οὖν ἄξιος τιμωρίας, ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τοῦτο x χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας κολάσεως ὑπεύθυνός ἐστι· καὶ ἐν τῶ εἰπεῖν δὲ “ὅτι κλείετε τὴν “βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” μεγάλην ἐμφαίνει αὐτῶν κατηγορίαν καὶ ἐνταῦθα. εἰ γὰρ τὸ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν κατηγορία, τὸ καὶ κωλύειν ἄλλους, ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι “τοὐς εἰσερχομένους;” τοὺς ἐπιτηδείους ὄντας· πῶς δὲ καὶ ἐκώλυον; διὰ τὸ μηδὲν αὐτοὺς ἐργάζεσθαι ἀγαθόν· τὸ δὲ “περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσή- “λυτον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐδὲ διὰ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων τοῦτο αὐτὸ φείδεσθαι X Sic.
Therefore he not only forbids loving the first places, but also urges pursuing the last. From this, then, he satirizes the scribes and Pharisees for gluttony; and the terrible thing is that they gorged themselves not at the expense of the rich, but at the expense of widows, and they trampled on their poverty, which they ought to have set right. For they did not simply eat, but "devoured." And the manner of their huckstering is more grievous: "with the pretext," he says, "of praying long prayers." Every man, then, who does something evil is worthy of punishment; but he who also takes the occasion from piety, and uses this as a cloak for his wickedness, is liable to a much more grievous chastisement. And in saying, "because you shut the kingdom of heaven before men," he reveals a great accusation against them here as well. For if not entering into the kingdom is an accusation, what pardon does hindering others have? And what is "those who are entering"? Those who are fit. And how did they hinder them? Because they themselves did no good work. And the phrase "you traverse sea and dry land to make one proselyte," and what follows, signifies this: that not even because he barely ensnared him, and with countless toils, did he spare this very one.
αὐτοῦ παρασκευάζει ὑμᾶς· καὶ γὰρ εἰώθαμεν τῶν μόλις κτισθέντων φείδεσθαι μειζόνως· ἐκείνους δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐποίησεν, ὥστε κἂν ἕνα ἐφελκύσασθαι ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ ῥαθύμους ὁ μαθητὴς, χεῖρον αὐτὸς γίνεται. τὸ δὲ “υἱὸν “γεέννης” δηλοῖ αὐτογεένναν· “διπλότερον” δὲ εἶπεν, ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσίν· εἰς ἄνοιαν δὲ αὐτοὺς σκώπτει “μωροὺς” ἀποκαλῶν, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν· καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, “ὅτι δεσμεύουσι φορτία δυσβά- “στακτα,” ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν κἀκεῖνα. ἔπραττον δὲ τοῦτο, εἰς ἀπάτην καὶ διαφθορὰν τῶν ὑπηκόων. θεοδώρου ἡρακλείασ. τὸν “ἐν τῷ ναῷ χρυσὸν,” λέγει, τὰ εἰς δόξαν Θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ, ἤτοι τὰ χρυσᾶ Χερουβὶμ, ἢ τὴν χρυσῆν στάμνον, τὴν ἔχουσαν τὸ μάννα, ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ· διὸ καὶ κατεγνώσκοντο ὑπὸ τοῦ Κυρίου, ὅτι οὐ μόνον παρεώρουν τοὺς ὀμνύοντας, καὶ συνεχώρουν αὐτοὺς ὀμνύειν, ἀλλ’ ὅτι ἔλεγον οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι, καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπιορκεῖν κατὰ τοῦτο· διὸ καὶ ὁ Κύριος ἀποφαντικῶς φησὶν, ὅτι ὁ ὀμνύων ἐν τῷ ναῷ, κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό· ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ’ αὐτῶν, ἀνθ’ ὧν τὸν Χριστὸν οὐ δεχόμενοι τὴν ἀλήθειαν, τὸν Μωϋσέα καὶ τοὺς δι’ αὐτοῦ τύπους, τιμιωτέρους ἔκρινον τοῦ Χριστοῦ· τὸν ἁγιάζοντα Μωσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ ἐπαινετός·
He prepares you; for we are accustomed to spare more greatly those things that have been built with difficulty. But not even this made those men more reasonable, so as to draw even one person. For when the disciple sees the teachers careless, he himself becomes worse. And the phrase "son of Gehenna" reveals one who is Gehenna-born; and he said "twice over" so that he might both frighten those men and attack these more severely, because they are teachers of wickedness. And he mocks them for their folly, calling them "fools," because they commanded contempt for the greater commandments. And yet he had said the opposite earlier, that "they bind heavy burdens," but they did these things and again those. They did this for the deception and corruption of those subject to them. Theodore of Heraclea. The "gold in the temple," he says, means the golden vessels dedicated in the sanctuary for the glory of God, either the golden Cherubim, or the golden jar that held the manna, which the Jews considered more valuable than the temple. Therefore they were also condemned by the Lord, because they not only overlooked those who swore oaths and permitted them to swear, but also said that swearing by the temple was nothing, and accustomed the people to swear falsely indifferently by it. Therefore the Lord also declares definitively that the one who swears by the temple swears by all things that are within the temple, and the same applies to similar cases. And the statement contains a riddle against them, in that, not receiving Christ the truth, they judged Moses and the types that came through him more honorable than Christ, rejecting Moses who sanctifies, while praising the law, just as it was also praiseworthy.
οὐχ ὅτι ἔχει τὰς σκιὰς τοὺς τύπους, ἀλλ’ ὅτι προανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον. ὡς καλὸς ὁ χρυσὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν ναὸν, καὶ καλὸς ὁ οὐρανὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν Θεὸν, καὶ ἐνοικοῦντα ἐν αὐτῷ. Ἀπολιναρίου. Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων· δέον μὴ τὴν ὕλην τιμᾷν, ἀλλὰ τὸ ὄνομα, ὅτι Θεοῦ ὀνόματι ὁ ναὸς ἀνέκειτο· καὶ ὁ χρυσὸς δὲ τὸ ὄνομα τοῦ ναοῦ, τίμιος ἀπεδείκνυτο· καὶ ἐπειδὴ τῶν θυσιῶν ὀρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον, ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ, πρόβατον ἦν, ἣ μόσχος, ἢ τί τοιοῦτον διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν, θυμὸν ἤδη
Θεοῦ ἢν καὶ ὠνομάζετο, καὶ ἅγιον ἐπεδείκνυτο. καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρίσματι, τὸ δὲ δῶρον δι’ ἐκείνου μετελάμβανεν ἁγιασμοῦ, οὐ μὴν ἐπῆγε τῶν πνευματικῶν οὕτως. χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ Θεοῦ τῷ πνευματικῷ, τὸ πνεῦμα ἦν αὐτὸ, καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ· διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται. Τί ἐστι τὸ “ἀποδεκατοῦται τὸ ἡδύοσμον, καὶ τὰ ἑξῆς; ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστιν, τι παραβλάπτει τὸ ἐλεημοσύνην διδόναι; ἀλλ’ οὐχ ὡς νόμον τηροῦντας, οὐδὲ γὰρ αὐτὸς λέγει οὕτως. διὰ δὴ τοῦτο, ἐνταῦθα μὲν λέγει, “ταῦτα δὲ ἔδει ποιῆσαι. ἔνθα δὲ περὶ καθαρσίων καὶ ἀκαθάρτων, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ καὶ δείκνυσιν ἐξ ἀνάγκης, τῇ ἔνδον καθαρότητι, καὶ τὴν ἔξω ἑπομένην, τοὐναντίον δὲ οὐκέτι·
not because it has the shadows as types, but because it prefigures the true mystery of the worship in Christ. As gold is beautiful because of the temple that sanctifies it, so also the heaven is beautiful because of the God who sanctifies it and dwells in it. From Apollinarius. For since they admired gold, they honored the gold in the temple above the temple; whereas they ought not to honor the material, but the name, because the temple was consecrated to the name of God; and the gold was shown to be precious by the name of the temple. And since they longed for the sacrifices because of the profits from them, they glorified the gift of the altar more, which before it was placed on the altar was a sheep, or a calf, or something of the sort; but through its placement on the altar, it was already God's sacrifice and was so named, and was shown to be holy. For the altar was anointed with the sanctifying chrism, and the gift received sanctification through it, though it did not thereby bring in spiritual things in the same way. For the gold in the present spiritual temple of God was the Spirit himself, and the gift on the spiritual altar was the body of Christ; wherefore the things contained are now greater than the things that receive them; for these sanctify, but those are sanctified. What is "the mint is tithed, and the rest"? Here, then, he says reasonably, where there is a tenth, what harm does it do to give alms? But not as those keeping the law, for he himself does not say so. For this reason, here he says, "these things you ought to have done." But where he speaks about cleansings and unclean things, he no longer adds this, but divides and shows of necessity that inward purity is followed by outward, but the opposite is no longer the case.
ὅπως μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, διαφόρως αὐτὸ παρατρέχει· διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν, διαρρήδην καὶ σαφῶς τὰ νόμιμα ἀνελεῖν· ἐν δὲ παρατηρήσει σωματικῶν καθαρσίων, σαφέστερον ἀνατρέπει. διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησὶ, “ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως, ἀλλὰ “καθαρίζετε,” φησι, “τὸ “ἔξω τοῦ ποτηρίου, καὶ τὰ ἑξῆς. καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. ἔλαβε δὲ αὐτὸ, ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ τοῦ ποτηρίου καὶ τῆς παροψίδος. κώνωπας δὲ ἐκάλεσε τοὺς σωματικοὺς καθαρμοὺς, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ, τὴν κάθαρσιν τῆς ψυχῆς, ὅπερ ἐστιν ἀρετή· μεγάλη γάρ ἐστι καὶ ὑψηλή· δεικνὺς ἐκ τούτου, ὅτι περ οὐδεμία βλάβη, ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρσίων, ὅπερ ἐκεῖνοι ἐποίουν, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες· ταῦτα δὲ ἔλεγεν, ἐμφαίνων ὅτι καὶ πρινὴ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδάστων αἱ σωματικαὶ καθάρσεις ὑπῆρχον, ἀλλὰ τῆς ψυχῆς· εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων, ταῦτα ἀνόνητα γέγονεν καὶ καθόλου μετιέναι αὐτὰ οὐ χρή· πανταχοῦ μὲν κακία χαλεπὸν, μάλιστα δὲ ὅταν μὴ νομίζει δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι
For insofar as it was a matter of loving-kindness, he passes over it in various ways; both for this reason, and because the time had not yet come to abolish the legal ordinances openly and clearly; but in the observance of bodily purifications, he overturns them more clearly. For this reason, concerning almsgiving he says, "These things you ought to have done, and not to leave the others undone"; but concerning purifications he does not speak thus, but says, "Cleanse the outside of the cup," and so on. "Cleanse first the inside of the cup and the dish, so that the outside also may become clean." He took this from an acknowledged and evident matter, from the cup and the dish. He called gnats the bodily purifications, for they were small and nothing; and a camel the purification of the soul, which is virtue; for it is great and lofty; showing by this that there is no harm from despising bodily purifications, which those men were doing, straining out the gnat and swallowing the camel. He said these things, indicating that even before grace came, bodily cleansings were not among the primary or most earnestly pursued matters, but those of the soul; and if such things were so before grace, much more, when lofty commandments have come, have these become unprofitable and one ought not to pursue them at all. Everywhere vice is difficult, but especially when one does not think it needs correction; and the still
χαλεπώτερον, ὅταν καὶ ἑτέρους οἴηται ἀρκεῖν διορθοῦν. ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλῶν. ἐσχάτη συμφορὰ καὶ ἀθλιότης ἐστὶ, τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους. σκοπεῖν χρὴ ἐπὶ πόσον ἄγει τὸ βάραθρον. ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. κυρίλλου Ἀλεξανδρείασ. Διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον, παραινῶν μὴ τοῖς ἔξωθεν σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ’ ἔχειν καὶ τὰ ἔσωθεν καθαρὰ, τὰ εἰς νοῦν καὶ καρδίαν. θεοδώρου ἡρακλείασ. Ἀνθρωπίναις παραδόσεσιν ἀκολουθοῦντες, ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλομένων ἐν αὐτοῖς, οἶνον ἐκ συκοφαντιῶν πίνοντες, καὶ ἐξ ἁρπαγῆς ἐσθίοντες· διὸ ἀπέχεσθαι τούτων παραγγέλλει, ἵνα δι’ ὃν καθαρὸν πίνουσιν οἶνον, οὐκ ἐξ ἀδικίας πορισθέντα, καθαρὸν γένηται καὶ τὸ πινόμενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου. ωριγένουσ. Οἱ τὴν σωματικὴν ἀρετὴν περιποιούμενοι εἰς τὸ ἐμφανῆ, τὴν δὲ τοῦ ἔσω ἔχοντες ἀκάθαρτον, ὅμοιοι εἰσὶ τῶν πλυνόντων τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ διυλίζοντες τὸν κώνωπα. Τάφους δὲ κεκονιαμένους καλῶν, περὶ τῆς αὐτῆς αὐτοὺς σκώπτεσθαι δοξομανίας, ἔτι δὲ καὶ τὸ πάντων αἴτιον τῶν κακῶν ἐπιλέγει αὐτοῖς· “ὑποκριταὶ,” ὅπερ ἐστὶν ἀπωλείας ὑπόθεσις· οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους αὐτοὺς ἐκάλεσεν, ἀλλὰ καὶ μεστοὺς ὑποκρίσεως καὶ ἀνομίας, ὅπερ δηλοῖ, ἔξωθεν μὲν αὐτοὺς καλλωπίζεσθαι, πάσης δὲ ἁμαρτίας ἔνδον ὑπάρχειν πεπληρωμένους·
It is harder when one thinks that he is sufficient to correct others. Indicating these things, Christ calls them guides of the blind. It is the utmost misfortune and wretchedness, that one should even wish to guide others himself. One must consider to what extent it leads to the pit. He said these things, hinting through all of them at their love of glory, and their violent madness concerning this disease. Of Cyril of Alexandria. Through these words he describes the life of the Pharisees, exhorting them not to be molded only by outward appearances, but to have the inner things also pure, those pertaining to the mind and heart. Of Theodore of Heraclea. Following human traditions, they washed the cups and the dishes, but defiled them through the things placed inside them, drinking wine from false accusations, and eating from robbery; therefore he commands them to abstain from these, so that through the wine they drink being clean, not procured from injustice, what is drunk may also be clean, which is inside the cup. Of Origen. Those who cultivate bodily virtue for what is visible, but keep the inner part unclean, are like those who wash the outside of the cup, and strain out the gnat. And calling them whitewashed tombs, he mocks them concerning the same love of glory, and further he adds to them the cause of all evils: "hypocrites," which is a ground of destruction; and not simply did he call them whitewashed tombs, but also full of hypocrisy and lawlessness, which shows that they are adorned on the outside, but within are filled with every sin.
καθὼς καὶ νῦν εἰσὶ πολλοὶ, τῶν μὲν ἔξωθεν καθαρισμῶν πολλὴν τὴν φροντίδα ποιούμενοι, τῶν δὲ κατὰ ψυχὴν μηδεμίαν, ἀλλὰ σκωλήκων καὶ ἰχώρων καὶ δυσωδίας ἀφάτου· ἐπιθυμιῶν ἀτόπων, λέγω, καὶ πονηρῶν τὴν ψυχὴν ἐμπιπλῶντες. εἰπὼν δὲ ὅτι “οἰκο- “δομεῖτε τοὺς τάφους τῶν προφητῶν,” καὶ τὰ ἑξῆς, οὐχὶ ὡς αὐτῶν τῶν πραγμάτων οἰκοδομούντων τοῦτο εἶπεν, ἀλλὰ τὴν γνώμην αὐτῶν ἐνδιαβάλλων, ὅτι περ καὶ δι’ ὧν λέγουσι καταγνώσκειν τῶν πατέρων αὐτῶν, “ὅτι εἰ ἦμεν ἐν ταῖς ἡμέραις αὐτῶν, “οὐκ ἃν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν,” χείρονα πράττοντες αὐτοί. ἐποίουν δὲ τοῦτο οὐ διὰ τιμὴν τῶν σφαγέντῶν
προφητῶν καὶ δικαίων, ἀλλὰ μᾶλλον ἐκπομπεύοντες ταῖς σφαγαῖς, μήποτε μαρανθῇ τῆς τοσαύτης μνήμης ἡ τόλμη. Ὠριγένουσ. Ὀστέα εἰσὶ νεκρὰ, δύναμις τῆς ἁμαρτίας, ἔργα ἁμαρτίων. Τίνος ἕνεκεν καταγινώσκει αὐτῶν ὡς υἱῶν ὄντων τῶν φονευσάντων τοὺς προφήτας; ποῖον γὰρ ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου; ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρὸς, οὐδέν. ὅθεν διὰ τὴν αἰτίαν ταύτην, ἐκ τούτου τὴν κατὰ συγγένειαν κακίαν αἰνιττόμενος. διὰ τοῦτο γὰρ καὶ ἐπήγαγεν, “ὄφεις, γεννήματα ἐχιδνῶν, ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικὸν, πονηροὶ παῖδες, πονηρῶν πατέρων ὄντες. τὸ δὲ “καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον “τῶν πατέρων ὑμῶν,” οὐκ ἐπιτάττων τοῦτο φησὶν, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον, τουτέστι τὴν ἑαυτοῦ σφαγήν· καὶ δεικνὺς μείζονα τολμῶντας· οἱ μὲν γὰρ τοὺς προφήτας ἀπέκτειναν, οὗτοι δὲ τὸν δεσπότην τῶν προφητῶν. διὸ καὶ ἐπάγει·
just as even now there are many who take great care for outward purifications, but none for those of the soul, but rather fill their soul with worms and ichor and unspeakable foulness—with unnatural and wicked desires, I mean. And when he said, "You build the tombs of the prophets," and what follows, he did not say this as though they themselves were building the things, but he was slandering their intention, because even by what they say they condemn their fathers: "that if we had been in the days of our fathers, we would not have been partakers with them in the blood of the prophets," while they themselves were doing worse things. And they did this not for the honor of the slain prophets and righteous men, but rather parading them by their slaughters, lest the audacity of so great a memory should ever fade away. Of Origen. Bones are dead, the power of sin, the works of sins. For what reason does he condemn them as being sons of those who murdered the prophets? For what accusation is it to be the son of a murderer? If he does not share his father's intention, none. Whence for this reason, from this he hints at the wickedness that comes by kinship. For this reason he also added, "Serpents, offspring of vipers," as if he were saying that just as those resemble their parents in the venom's destruction, so also you resemble your fathers in murderousness, being wicked children of wicked fathers. And the phrase "and you, fill up the measure of your fathers," he says not as commanding this, but as foretelling what will happen, that is, his own slaughter; and showing that they were attempting greater things; for the former killed the prophets, but these killed the master of the prophets. Therefore he also adds:
“πῶς φύγητε “ἀπὸ τῆς κρίσεως τῆς γεέννης,” ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας. εἶπε δὲ τοῦτο, φόβον πολὺν αὐτοῖς ἐντι. Ὠριγένουσ. “Υἱοὶ τῶν φονευσάντων,” τὴν κατὰ πονηρίαν συγγενειαν αἰνίττεται. τοῦ αὐτου. Οὐ προστάττων τοῦ ποιῆσαι λέγει τὸ “πληρώ- “σατε,” ἀλλὰ σύμβολον αἰνίττεται. Tοῦ χρυσοστόμου. τοῦτο οὐχὶ ἐπιτάττοντός ἐστι “ποιήσατε, ἀλλὰ προλέγοντος καὶ ἀπολογίας ἀποστεροῦντος αὐτούς· ὅτι μηδὲ προμαθόντες ἐφυλάξαντο, οὐδὲ ἐκ τῶν ἔμπροσθεν γεγενημένων, οὐδὲ ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων, βελτίους ἐγένοντο. Τοῦ αὐτου. Καὶ γὰρ ἐκεῖνοι τοὺς τεκόντας αὐτοὺς ἀναιροῦσι, καὶ ὑμεῖς τοὺς πατέρας τοὺς πονηρούς· πονηροὶ πονηρῶν παῖδες, μᾶλλον δὲ πονηρότεροι· δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας· αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι, καὶ τὴν κορωνίδα τῶν κακῶν· οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν, οὗτοι δὲ καὶ τὸν υἱὸν, διὸ καὶ ἐπάγει, “πῶς φύγητε ἀπὸ τῆς κρίσεως “τῆς γεέννης,” ἐκείνους μιμούμενοι; Περὶ ποίων λέγει, “ἰδοὺ ἐγὼ ἀποστελῶ προφήτας καὶ σοφοὺς, καὶ τὰ ἑξῆς; περὶ τῶν Ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν, καὶ
How shall you escape from the judgment of Gehenna, imitating those who have dared such things? He said this, instilling great fear in them. Of Origen. "Sons of those who murdered," he hints at kinship in wickedness. Of the same. He does not say "fill up" as commanding them to do it, but hints at a sign. Of Chrysostom. This is not the word of one commanding, "Do," but of one foretelling and depriving them of any defense: because neither having learned beforehand did they guard themselves, nor from what had happened before, nor from what had been said by him, did they become better. Of the same. For those men killed those who begot them, and you kill your fathers who were wicked; wicked sons of wicked men, or rather more wicked; for he shows them daring greater things; for they themselves bring on the end, and the crowning point of evils; for those men killed those who came to the vineyard, but these also the son. Therefore he adds, "How shall you escape from the judgment of Gehenna," imitating those men? About whom does he say, "Behold, I send prophets and wise men, and the rest"? About the Apostles and their disciples, and
XXIII. 37. ΜΑTΘΑ1oΝ ΕΥΑΓΓΕΛΙΟΥ. γὰρ πολλοὶ ἐξ αὐτῶν προεφήτευσαν, ἐξ ὧν ἀπέκτειναν καὶ ἐμαστίγωσαν, καὶ ἐδίωξαν ἀπὸ πόλεως εἰς πόλιν. εὐκαίρως δὲ αὐτοὺς καὶ τοῦ Ἅβελ ἀνέμνησεν, ὅτι περ διὰ φθόνον καὶ ὁ εἰς αὐτὸν φόνος γέγονε. καὶ ὅτι οὐκ ἃν ἔχητε, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἔγνωτε τι ἔπαθεν ὁ τοῦτον ἀποκτείνας Κάϊν· μὴ γὰρ οὐκ ἐτιμωρήσατο χαλεπωτάτῃ δίκῃ τὸν φονέα; ἢ πάλιν οὐκ ἠκούσατε, ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; ταῦτα δὲ ἔλεγε φοβῶν αὐτοὺς, ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι ἐσχάτως τιμωρηθήσονται, τολμῶντες τὰ ὅμοια· βουλόμενος δὲ ἐπαυξῆσαι τὸν φόβον, φησὶν, “ἀμὴν λέγω ὑμῖν, ἥξει πάντα ταῦτα “ἐπὶ τὴν γενεὰν ταύτην,” τουτέστι εἰς κεφαλὰς ὑμῶν πάντα στρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ τὰ αὐτὰ καὶ αὐτὸς ἁμαρτῶν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῶ δίκαιος ἃν εἴη δοῦναι δίκην. καὶ τοῦτο ἐστὶν ὃ φησὶν ὁ Θεὸς ἀλλαχοῦ, “ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, “ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.” οὐχ ὡς τοῖς ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ’ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας, μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, τὰς ἐκείνων τιμωρίας ὑποσχεῖν ὄντων δικαίων x. Τίς δὲ ἐστὶν οὕτος ὁ Ζαχαρίας, περὶ οὑ εἶπεν “ἕως τοῦ αἰμα- “τος Ζαχαρίου υἱοῦ Βαραχίου;” οἱ μὲν τὸν Ἰωάννου πατέρα φασὶν, οἱ δὲ τὸν προφήτην, οἱ δὲ ἕτερον τινὰ διώνυμον ἱερέα, ὃν καὶ Ἰωδαὲ φησὶν ἡ Γραφή.
For many of them prophesied, some of whom they killed and scourged, and persecuted from city to city. And fittingly he reminded them also of Abel, because it was through envy that the murder of him too took place. And, he says, you cannot claim that you do not know what Cain, who killed him, suffered; did he not exact punishment on the murderer with the most severe penalty? Or again, have you not heard all that your fathers suffered when they killed the prophets? He said these things to frighten them, that just as those gave account, so these too will be punished most severely, daring the same things. And wishing to increase their fear, he says, "Amen, I say to you, all these things will come upon this generation," that is, I will turn all things upon your heads, and I will make the vengeance fierce. For one who has known of many who sinned, and was not corrected, but himself sinned the same sins—and not the same only, but far more grievous ones—would justly pay a far more grievous penalty than they. And this is what God says elsewhere: "Repaying the sins of fathers upon children, to the third and fourth generation of those who hate me." Not as though others were paying the penalty for things dared by others, but as those who, after many had sinned and been punished, did not become better but committed the same offenses, being justly liable to undergo those men's punishments. And who is this Zechariah, of whom he said, "unto the blood of Zechariah son of Barachiah"? Some say he is the father of John, others the prophet, and others a certain other priest with two names, whom the Scripture also calls Jehoiada.
ἡμᾶς δὲ ἐκεῖνο σκοπεῖν χρὴ, ὅτι τὸ τόλμημα διπλοῦν ἦν, οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Διατί πρὸς τὴν πόλιν στρέφει τὸν λόγον; “Ἱερουσαλὴμ” γάρ φησιν, “Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς. παιδεῦσαι καὶ ἐν τούτῳ βουλόμενος τοὺς ἀκούοντας· ἐλεοῦντος δὲ καὶ ταλανίζοντος σχῆμα δεικνύς· διὰ τοῦτο τὸν διπλασιασμὸν ἐπήγαγεν· ἔτι δὲ καὶ σφόδρα φιλοῦντος· ὥσπερ γὰρ πρὸς ἐρωμένην φιληθεῖσαν μὲν διὰ παντὸς, x ὄντες δικαίως Cod.
καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν ἀπολογεῖται λοιπὸν, μέλλων ἐπάγειν τὴν κόλασιν· μέμνηται δὲ καὶ τῶν μιαιφονιῶν αὐτῆς, δεῖξαι βουλόμενος, ὅτι οὐδὲ οὕτως ἀπέστη τῆς πρὸς αὐτὴν εὐνοίας. τοῦτο γὰρ δηλοῖ τὸ “ποσάκις “ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. ἐνδείκνυται δὲ καὶ τὸ φιλόστοργον διὰ τῆς εἰκόνος τῆς ὥσπερ y ὄρνις· καὶ γὰρ τοῦτο τὸ ζῶον θερμόν ἐστι περὶ τὰ ἔγγονα. “ἀλλ’ οὐκ ἠθελήσατε, φησί· τὸ δὲ “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος,” τὴν τῆς παρ’ αὐτοῦ βοηθείας μέλλουσαν ἔσεσθαι γύμνωσιν. τὸ δὲ “οὐ μή με ἴδητε “ἀπάρτι,” περὶ τοῦ καιροῦ λέγει τοῦ μέχρι τοῦ σταυροῦ. τὸ δὲ “ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” περὶ τῆς μελλούσης ἡμέρας τῆς δευτέρας αὐτοῦ παρουσίας. τότε γὰρ πάντες αὐτὸν προσκυνήσουσιν· ἀλλ’ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς·
But we must consider that the audacity was twofold: for they were not killing holy men only, but also in a holy place. And in saying these things, he was not only frightening those men, but also consoling the disciples, showing that the righteous who came before them also suffered these things. Why does he turn his speech toward the city? For he says, "Jerusalem, Jerusalem," and the rest. He wishes to instruct his hearers in this too, displaying the posture of one who pities and laments; for this reason he added the doubling; and moreover of one who loves exceedingly. For just as to a beloved woman who has been loved throughout, but who has despised her lover, and for this reason is about to be punished, he now makes his defense, being about to bring the punishment; and he mentions her murders too, wishing to show that not even so did he depart from his goodwill toward her. For this is what "How often I wished to gather your children" and the rest makes clear. For they were always scattering themselves through their sins. And he demonstrates his tender affection through the image of a bird, as it were a hen; for this creature too is warm toward its offspring. "But you were not willing," he says; and "your house is left to you desolate" means the deprivation of the help that comes from him that is about to be. And "you will not see me from now on" speaks of the time up to the cross. And "until you say, Blessed is he who comes in the name of the Lord" concerns the coming day of his second advent. For then all will worship him; but there is no benefit from this for their defense.
ὥσπερ οὖν οὐδὲ τοῖς τῆς πολιτείας κακοῖς ἕνεκεν μετανοοῦσι τότε. διόπερ ἕως ἐστὶ καιρὸς, ἐργασώμεθα τὰ ἀγαθά. ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως ὄφελος λοιπὸν οὐδὲν ἔσται τότε, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς ἐπὶ ταῖς πονηραῖς πράξεσι μετανοοῦσιν ἔκει. κυρίλλου ἀλεξανδρείασ. Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς, καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ Θεοῦ εἶπεν Μωϋσῆς, “δι’ ἧς z τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς.” καὶ πάλιν Δαβὶδ, “οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ- “γῶν σου ἐλπιοῦσιν.” ωριγένουσ. Ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην κηδομένη τῶν τέκνων, καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν. ΚΕΦ. ΝΖ.
Περὶ συντελείας. Τίνος ἕνεκεν προσῆλθον αὐτῷ οἱ μαθηταὶ, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος; ἐπειδὴ εἶπεν “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος·” ὥσπερ θαυμάζοντες εἰ τοσαῦτα ἀφανισθήσονται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· διὰ τοῦτο ὑποδεικνύουσιν· αὐτὸς δὲ οὐκέτι λοιπὸν περὶ ἐρημίας διαλέγεται αὐτοῖς, ἀλλὰ y ὗσπερ Cod. z sic.
Just as, then, there will be no benefit for those who repent of the evils of their conduct at that time. Therefore, while there is time, let us work what is good. For just as for them there will then be no further benefit from knowledge, so neither for us ourselves when we repent of wicked deeds at that time. Cyril of Alexandria. Having said this, he shows his own divine dignity, even while being in human form; for Moses also said concerning God, "by which he received them under his wings." And again David, "but the sons of men will hope in the shadow of your wings." Origen. A bird with many offspring and warm in love, caring for its children, and giving itself up for them. Chapter 57.
Concerning the end. For what reason did the disciples come to him, pointing out the beauty of the temple? Because he had said, "Your house is left desolate"; as though marveling whether so many beauties would be destroyed, and the costliness of the material, and the inexpressible variety of craftsmanship; for this reason they point it out; but he no longer speaks to them about desolation, but
παντελῆ προαναφωνεῖ τὸν ἀφανισμὸν διὰ τοῦ εἰπεῖν, “οὐ μὴ μείνῃ “λίθος ἐπὶ λίθον.” πῶς οὖν ἔμεινε φησὶ, καὶ τι τοῦτο; οὔτε γὰρ οὕτως διέπεσεν ἡ ἀπόφασις· ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, ἣ περὶ ἐκείνου τοῦ τόπου, ἔνθα ὑπάρχων ἔλεγεν, “οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον·” ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Διατί κατ’ ἰδίαν προσῆλθον· ἐπειδὴ περὶ μεγάλων ἔμελλον ἐρωτᾷν. καὶ γὰρ ἐπεθύμουν μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖ, τὴν δόξαν ἐκείνην ἰδεῖν, τὴν μυρίων ἀγαθῶν οὖσαν αἰτίαν· καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτὸν, πότε ταῦτα ἔσται; τουτέστιν ἡ τοῦ ναοῦ κατασκαφή· καὶ τί τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας; αὐτοὶ δὲ ἐπειδὴ τὰ ἀγαθὰ μόνον ὠνειροπόλουν, καὶ εὐθέως αὐτὰ ἀπαντήσεσθαι προσεδόκουν, διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν καὶ κελεύων διπλῶς νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραζηλωμένων φενακισθῆναι· διπλοῦς γὰρ ὁ πόλεμος ἔσται φησὶν, ὁ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· πολέμους δὲ τοὺς ἐν Ἰεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης γινομένους· τι γὰρ αὐτοῖς μέλει τοῦτο; διὰ τὸ οὖν καὶ ταῦτα ἱκανὰ ὑπάρχειν αὐτοὺς θορυβῆσαι, διὰ τοῦτο οὖν προεῖπε πάντα· λιμοὺς δὲ καὶ λοιμοὺς καὶ σεισμοὺς γενέσθαι λέγει, ὡς αὐτοῦ πολεμοῦντος τοὺς Ἰουδαίους· δεικνὺς καὶ διὰ τούτων, ὅτι τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν. εἶπεν δὲ “μὴ θροεῖσθε,” ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα· ἔσται μὲν γάρ, φησι, θόρυβος καὶ ταραχή·
He foretells the complete destruction by saying, "There shall not remain stone upon stone." How then, he says, did it remain, and what is this? For the pronouncement did not fall out in that way; either he was indicating the complete desolation when he said these things, or he spoke concerning that place where he was standing when he said, "There shall not remain here stone upon stone"; for parts of it have been destroyed down to the foundations. Why did they come to him privately? Because they were about to ask about great matters. For they longed to learn the day of his coming, since they greatly desired to see that glory which is the cause of countless good things; and they ask him two things: when will these things be? That is, the demolition of the temple; and what is the sign of his coming? But since they dreamed only of good things, and expected that they would immediately come to pass, for this reason he again foretells grievous things to them, making them vigilant and commanding them to be doubly sober, so that they might not be deceived by the deceit of those who were provoked to jealousy; for the war will be double, he says, both that of the deceivers and that of the enemies; and he calls the wars those in Jerusalem; for he does not mean those that occur outside and everywhere in the inhabited world; for what concern is that to them? Because, then, these things were sufficient to disturb them, for this reason he foretold all things; and he says that famines and pestilences and earthquakes will occur, as though he himself were warring against the Jews; showing also through these things that he himself allowed the wars to come upon them. And he said, "Do not be troubled," so that when they heard the storms of evils they might not think that the preaching was being torn apart; for there will be, he says, uproar and confusion.
τοὺς δὲ ἐμοὺς οὐδεὶς διασαλεύσει χρησμούς. Ἐπειδὴ δὲ ἐνόμιζον οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ τῶν Ἱεροσολύμων καὶ τὴν συντέλειαν ἔσεσθαι, διορθούμενος καὶ ταύτην αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν, “ἀλλ’ οὔπω τὸ τέλος.” τὸ δὲ “ἔθνος “ἐπὶ ἔθνος καὶ βασιλείαν ἐπὶ βασιλείαν” ἔσεσθαι περὶ τῶν προοιμίων εἶπε τῶν Ἰουδαϊκῶν, καὶ τὸ “παραδώσουσιν ὑμᾶς εἰς “θλίψεις,” καὶ τὰ ἑξῆς πάντα ἕως καὶ “τότε ἥξει τὸ τέλος” καὶ τῆς συντελείας λέγει τῶν Ἱεροσολύμων· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον ὅτι πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἐκηρύχθη τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, ἀκουσάτω τι φησιν ὁ Παῦλος “εἰς “πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.” καὶ πάλιν, “τοῦ
“Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, καὶ τοῦτον δὲ αὐτὸν ἴδομεν ἀπὸ Ἰρουσαλὴμ εἰς Ἱσπανίαν τρέχοντα. εἰ δὲ εἰς τοσοῦτον μέρος κατέλαβεν, ἐννοήσωμεν πόσα καὶ οἱ λοιποὶ Ἀπόστολοι εἰργάσαντο. καὶ πάλιν δὲ ὁ αὐτὸς Ἀπόστολος λέγει περὶ τοῦ Εὐαγγελίου, ὅτι ἔστι “καρπο- “φορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανόν.” Θεοδώρου Ἡρακλείασ. Ἐξελθὼν τοῦ ἱεροῦ ὁ Κύριος, διδάσκει μὴ προσέχειν τοῖς ἐπιγείοις, κἂν Θεῷ ἀνάκειμα ᾖ. Τοῦ Αὐτου. Πόλλα ἐθλίβησαν οἱ Ἁπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπιβουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ’ αὐτῶν. Ὠριγένουσ. Οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ἐσκανδαλίζοντο. Θεοδώρου Ἡρακλείασ. Ψευδοπροφήτας λέγει τοὺς αἱρετικοὺς τοὺς πλανήσαντας πολλοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συν- τελείας. Τοῦ Χρυσοστόμου. Εὐκαίρως παρενέβαλλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν.
No one will shake my oracles. But since the disciples thought that the consummation would occur together with the destruction of Jerusalem, correcting this supposition of theirs also, he said, "But the end is not yet." And the words "nation against nation and kingdom against kingdom" he spoke concerning the beginnings of the Jewish troubles, and "they will deliver you up to tribulations," and all the rest up to "then the end will come," and he speaks of the consummation of Jerusalem. But if someone should say, "And from where is it clear that the Gospel was preached in the whole world before the capture of Jerusalem?" let him hear what Paul says: "Their sound went out into all the earth." And again, "of the Gospel which was preached in all creation under heaven," and we see this same man running from Jerusalem to Spain. But if he reached so great a portion, let us consider how much the remaining Apostles also accomplished. And again the same Apostle says concerning the Gospel that it is "bearing fruit and growing in all creation under heaven."
Theodore of Heraclea. Having gone out of the temple, the Lord teaches not to attend to earthly things, even if it be dedicated to God. By the same. The Apostles were greatly afflicted by the Jews and plotted against by the Gentiles, who also took offense at them. Origen. Those walking the broad and spacious way were taking offense. Theodore of Heraclea. He calls heretics false prophets, who deceived many of the more simple at the consummation. Chrysostom. He fittingly inserted their evils, which have consolation from the common good.
οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τὸ προσθεῖναι “διὰ τὸ ὄνομά μου.” Τί δὲ ἐστὶν “εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν;” ὅτι ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ. εἰς ἔλεγχον οὖν ἔσται καὶ εἰς κατηγορίαν τοῖς μὴ πιστεύσασιν· καὶ γὰρ οἱ πιστεύσαντες κατηγορήσωσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. διατί δὲ μετὰ τὸ κηρυχθῆναι εἰς πᾶσαν τὴν οἰκουμένην τὸ Εὐαγγέλιον ἀπόλλυται τὰ Ἱεροσόλυμα; ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν οἱ Ἰουδαῖοι ἀγνωμονοῦντες. οἱ γὰρ εἰδότες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἃν ἔχοιεν συγγνώμην λοιπὸν, ἐπὶ τῆς αὐτῆς άγνωμοσύνης μείναντες;” “βδέλυγμα” δὲ τὸν ἀνδριάντα τοῦ τότε ἑλόντος τὴν πόλιν εἶπεν· “ἐρημώσεως” δὲ, ὡς ἐρημώσαντος τὴν πόλιν καὶ τὸν ναόν. διὰ δὲ τοῦ εἰπεῖν, ὅταν ἴδητε, ἐσήμανε τὸ ἔτι ζώντων τινῶν ἐξ αὐτῶν, τότε ταῦτα ἔσται. Θεοδώρου Ἡρακλείασ. “βδέλυγμα ἐρημώσεως” καθολικῶς ὁ Ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἡ εἰκὼν Καίσαρος, ἢν ἀνέστησε Πιλάτος ἐν τῷ ναῷ.
Not only in this way, but also by adding "for my name's sake." But what is "as a testimony to all the nations"? That it was proclaimed everywhere, but not believed everywhere. Therefore it will be for conviction and accusation against those who did not believe; for those who believed will accuse those who did not believe, and will condemn them. But why, after the Gospel was proclaimed to the whole inhabited world, is Jerusalem destroyed? So that the Jews who persist in disbelief may have not even a shadow of excuse. For those who knew his power shining everywhere, and in a moment capturing the inhabited world, what forgiveness could they have thereafter, remaining in the same disbelief? And "abomination" he called the statue of the one who then captured the city; and "of desolation," as one who desolated the city and the temple. And by saying "when you see," he indicated that these things will happen while some of them were still alive. Theodore of Heraclea. "The abomination of desolation" is universally the Antichrist, but the image of Caesar, which Pilate set up in the temple, also became an abomination of the desolation of Jerusalem.
Θεοδωρήτου ἐπισκόπου Κύρου z. Τὸ ῥητὸν τοῦτο πολλαχῶς ἐννοεῖται παρὰ τοῖς θείοις πατράσι· καὶ πρῶτον μὲν εἰσενήνεκται τὸ “βδέλυγμα τῆς ἐρημώσεως” εἰς τὸν θεῖον νεὼν, ὅτε τὸν βωμὸν τῷ Διὶ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς Ἀντίοχος· καὶ χοῖρον γὰρ ἐν αὐτῷ προσενήνοχεν εἰς θυσίαν, καὶ προσωνόμασε Δῖός Ὀλυμπίου τὸν ἐν Ἱεροσολύμοις ναόν. εἶτα μετ’ ἐκεῖνον πάλιν, Πόντιος Πιλᾶτος ἡγεμονεύων ἐν Ἱεροσολύμοις, νύκτωρ εἰς τὸν θεῖον ναὸν τὰς βασιλικὰς εἰσεκόμισεν εἰκόνας, παρὰ τὸν θεῖον νόμον. μετὰ τούτους δὲ ἐπὶ τῆς συντελείας τοῦτο γενήσεται· τὸ γὰρ ἀληθινὸν “βδέλυγμα τῆς ἐρημώσεως” τοῦ κόσμου, ἤτοι “ὁ ἄνθρωπος τῆς “ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,” λέγω δὴ ὁ Ἀντίχριστος, καθεσθήσεται εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν βλασφημῶν, καὶ ἀποδεικνύων ἑαυτὸν εἶναι Θεόν. Θελασσίου Μονάκου καὶ πρεσβυτέρου. Χρὴ δὲ καὶ ἑτέρως ἐκ τῶν καθ’ ἡμέραν συμβαινόντων τῇ ἀνθρωπίνῃ φύσει παθῶν νοῆσαι τὸ ῥητόν· σκοπῶμεν δὲ οὕτως. ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνοντες οἱ δαίμονες τὰς ἀφορμὰς, τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας· ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν αὐτὸν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν, καὶ ταύτης ἀποτελεσθείσης, ἄγουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ἀναχωροῦσιν. μένει δὲ μόνον ἐν τῷ ναῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· “ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως,” καὶ τὰ ἑξῆς.
Of Theodore, bishop of Cyrus. This saying is understood by the divine fathers in many ways; and first, the "abomination of desolation" was brought into the divine temple, when the impious king Antiochus set up the altar to Zeus; for he also offered a pig in it as a sacrifice, and named the temple in Jerusalem that of Olympian Zeus. Then after him again, Pontius Pilate, governing in Jerusalem, brought the imperial images into the divine temple by night, contrary to the divine law. And after these, this will happen at the consummation; for the true "abomination of desolation" of the world, that is, "the man of lawlessness, the son of perdition," I mean the Antichrist, will sit in the temple in Jerusalem, blaspheming and showing himself to be God. Of Thalassius, monk and priest. But one must also understand the saying in another way, from the passions that daily befall human nature; and let us consider it thus. The demons, taking their starting points from the passions that lie in the soul, stir up in us the passionate thoughts; then, warring against the mind through these, they force it to come to assent to sin; and when it has been defeated, they lead it into sin in thought, and when this has been accomplished, they then lead it captive into action. And after this, those who have laid waste the soul through the thoughts then withdraw along with them. And there remains in the temple only the idol of sin, concerning which the Lord says: "When you see the abomination of desolation," and the rest.
ὅτι δὲ τόπος ἅγιος καὶ ναὸς ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, μαρτυρεῖ ὁ Παῦλος λέγων· “οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν,” καὶ τὰ ἑξῆς. καὶ πάλιν, “εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ “τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ “ὑμεῖς.” τοίνυν σαφῶς ἀποδέδεικται, ὅτι τόπος ἅγιος καὶ ναὸς ὑπάρχει ὁ νοῦς τοῦ ἀνθρώπου, ἐν ᾧτ’ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. “τότε,” πότε; ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως ᾖ ἐν τόπῳ ἁγίῳ· οὐ μόνον δὲ περὶ τοῦ ἀνδριάντος λέγει τοῦτο, ἀλλὰ z κύπρου Cod.
καὶ τῶν στρατοπέδων. φευγέτωσαν δὲ εἶπεν, ὡς οὐδεμίαν λοιπὸν ἐλπίδα σωτηρίας ἐχόντων. ὥσπερ ἐν τοῖς προτέροις εἶχον πολέμοις· οὐ γὰρ ἔσται τίς μεταβολὴ νῦν, ὥσπερ ἔμπροσθεν γέγονεν· ἀγαπητὸν γάρ φησι τὸ κἂν γυμνῷ τῷ σώματι σωθῆναι λοιπὸν, διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφιεῖσιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφορὰν, καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ, προστίθησι λέγων· “μηδὲ “οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ,” εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. “Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις; ταῖς μὲν διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμέναις· ταῖς δὲ διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα·
That the mind of man is a holy place and a temple, Paul testifies, saying: "Do you not know that your bodies," and the rest. And again, "If anyone destroys the temple of God, God will destroy him; for the temple of God is holy, which you are." Therefore it has been clearly demonstrated that the mind of man is a holy place and a temple, in which the demons, having laid waste the soul through passionate thoughts, set up the idol of sin. "Then," when? When the abomination of desolation is in the holy place. And he says this not only concerning the statue, but also concerning the camps. And "let them flee," he said, as having no hope of salvation any longer, as they had in former wars; for there will be no change now, as there was before. For he says it is desirable that one be saved even with the body bare thereafter. Therefore they do not permit those on the housetops to enter the house to take their garments, indicating the inescapable evils and the boundless calamity, and that the one who has fallen into it must by all means perish. For this reason he also adds, concerning the one in the field, saying: "Nor let this one turn back to take his garments." For if those inside flee, much more should those outside not take refuge there. "But woe to those who are with child, and to those who are nursing?" To the former, because of the sluggishness and the inability to flee easily, being weighed down by the burden of pregnancy; to the latter, because they are held by the bond of compassion for their children, and cannot save together with themselves those who are nursing.
χρημάτων μὲν γὰρ καταφρονῆσαι εὔκολον, καὶ προνοῆσαι ῥᾴδιον ἱματίων, τὰ δὲ ἀπὸ τῆς φύσεως, πῶς ἄν τις διαφύγῃ; πῶς γὰρ ἂν ἡ ἔγκυος γένηται κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος καταφρονῆσαι; Διατί εἶπε “προσεύχεσθε” καὶ τὰ ἑξῆς; ἐν χειμῶνι μὲν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· ἐν σαββάτῳ δὲ, διὰ τὴν αὐθεντείαν τὴν ἀπὸ τοῦ νόμου. ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν σαββάτῳ Ἰουδαῖοι φυγεῖν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι διὰ τὸ δύσκολον· ὅθεν δῆλον ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται. οὐ γὰρ δὴ οἱ Ἀπόστολοι ἔμελλον τὸ σάββατον τηρεῖν· ἣ ἐκεῖ ἔσεσθε, ἡνίκα Οὐεσπασιανὸς ἐπέβη τῇ πόλει· καὶ γὰρ ἔφθησαν προαπελθόντες οἱ πλείους ἐκ τοῦ βίου· εἰ δέ τις ἐναπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε τόποις τότε. τὸ δὲ ἔσται θλίψις οἴα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται, μηδεὶς νομίσῃ· τοῦτο ὑπερβολικῶς εἰρῆσθαι, ἀλλ’ ἐντυχὼν τοῖς τοῦ Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. οὐδὲ γὰρ ἃν ἔχοι τις εἰπεῖν ὅτι πιστὸς ὣν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν· καὶ γὰρ Ἰουδαῖος καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. a νομίσει Cod.
For to despise wealth is easy, and to take thought for clothing is simple, but the things that come from nature, how could one escape them? For how could a pregnant woman become swift? And how could a nursing woman be able to despise the child she has borne? Why did he say "Pray" and the rest? In winter, because of the hardship that comes from the season; on the Sabbath, because of the authority that comes from the law. For since there was need of flight, and of the swiftest flight, and the Jews dared not flee on the Sabbath because of the law, nor in winter because of the difficulty—hence it is clear that his discourse is directed to the Jews, and he speaks about the evils that would overtake them. For surely the Apostles were not going to keep the Sabbath; or that you will be there, when Vespasian advanced upon the city; for indeed the majority had already departed from life beforehand; and if any one was left behind, he was spending time in other parts of the world at that time. But as for "There will be tribulation such as has not occurred, nor ever shall occur," let no one suppose that this was said hyperbolically, but let him encounter the writings of Josephus and learn the truth of what has been said. For no one could say that the man, being faithful, exaggerated the tragedy in order to establish what was said; for he was a Jew and a zealot, and one of those after the coming of Christ.
τί οὖν οὗτος φησί; ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν τεκνοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι. πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναρρήγνυσθαι τὰς γαστέρας ἔφη· πάνυ δὲ πρεπόντως γέγονεν ἡ ὑπερβολὴ αὕτη τῶν κακῶν ὑπὲρ τὰ ἔμπροσθεν. καὶ μετὰ ταῦτα τόλμημα οὕτω παράνομον καὶ φρικῶδες, τὸν τῆς κτίσεως ἁπάσης δεσπότην θανάτῳ παραδοῦναι. Τί ἔστιν “εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι;” εἰ b ἐπὶ πλεῖον, φησὶν, ἐκράτησεν ὁ πόλεμος τῶν Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἐνταῦθα, τὴν Ἰουδαικὴν λέγει, καὶ ὅτι οἱ ἔξω καὶ οἱ ἔνδον διεφθάρησαν ἄν· οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττον τότε, καὶ ἤλαυνον διὰ τὸ πρὸς ἐκείνους μῖσος. διὰ δὲ τοὺς ἐκλεκτοὺς, φησὶν, ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· “ἐκλεκτοὺς” δὲ λέγει τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς· ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα, καὶ διὰ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν, ταῦτα γέγονε τὰ κακὰ, δεικνὺς ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ’ ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζον ἅπαντες ἀπώλοντο. εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον ἐπὶ πλεῖον, οὐδ’ ἃν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ.
What then does he say? That those terrible things surpassed every tragedy, and no war ever seized the nation like that. For the famine was so great that even mothers fought over eating their children, and wars arose over this. And he said that many, having died, had their bellies burst open in the midst; and very fittingly this excess of evils came about beyond those before. And after these things, a daring so lawless and horrible—to deliver the Lord of all creation to death. What is "unless those days had been shortened"? If, he says, the war of the Romans against the city had prevailed longer, all the Jews would have perished; for he means here all flesh, the Jewish flesh, and that both those outside and those inside would have been destroyed; for they were not only warring against those in Judea, but they were also then proclaiming and driving out those scattered everywhere because of their hatred toward them. But for the sake of the elect, he says, those days were shortened; and he calls "elect" the faithful who were caught in their midst; for so that the Jews might not say that because of the preaching and because of Christ being worshiped these evils happened, he shows that not only were the faithful not the cause of these things for them, but that if those had not been, all would have perished root and branch. For if God had allowed the war to be extended longer, not even a remnant of the Jews would have remained; but so that the faithful who came from among them might not perish together with the unbelieving Jews, he quickly ended the battle and gave an end to the war.
διὰ τοῦτο φησὶ, “διὰ “δὲ τοὺς ἐκλεκτοὺς,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι τὴν τοῦ παναγίου Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν ὁ Ἀπόστολος Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν. καὶ γὰρ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν. ἀλλ’ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες Ἀπόστολοι καὶ Εὐαγγελισταὶ καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσι τὰ περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ὥστε πάντοθεν προλάμπειν τῆς προρρήσεως τὴν ἰσχύν. πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν ἑαυτοῦ διαβαίνει λοιπὸν δευτέραν παρουσίαν, καὶ λέγει τοῖς μαθηταῖς τὰ σημεῖα, οὐκ ἐκείνοις b εἰ om. Cod.
χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις· τότε φησὶν, ἐάν τις ὑμῖν εἴπῃ, “ἰδοὺ ὧδε ὁ Χριστὸς,” καὶ τὰ ἑξῆς. τότε ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ παρουσίας, τῆς μελλούσης μετὰ ταῦτα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, οὕτω καὶ τότε φησὶν, ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ λανθανόντως παραγενέσθαι. χρὴ δὲ σκοπῆσαι πῶς ἐνταῦθα οὐδὲ περὶ πολέμου διαλέγεται, οὐδὲ περὶ τῆς παρουσίας αὐτοῦ διακρίνει λόγον, ἀλλὰ περὶ ἀπάτῃ ἐπιχειρούντων, “ ἐλεύσονται γάρ,” φησι, “ καὶ ἀπατήσουσι “ πολλούς.” οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ὄντες πικρότεροι, δώσωσι, φησὶ, σημεῖα καὶ τέρατα, καὶ τὰ ἑξῆς. δείκνυσιν οὖν τινας καὶ διακονησομένους τῷ Ἀντιχρίστῳ. λέγει δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ·
For this reason he says, "But for the sake of the elect," and what follows. It is necessary to consider the economy of the all-holy Spirit, that the Apostle John wrote none of these things, lest he should seem to write from the history of the events themselves. For he lived a long time after the capture. But the Apostles and Evangelists who died before the capture and had seen none of these things, they themselves write about the consummation of Jerusalem, so that from every side the power of the prophecy might shine forth. Having completed the matters concerning Jerusalem, he passes on now to his own second coming, and tells the disciples the signs, not useful to them only, but also to us and to those who will come after us. Then he says, "If anyone says to you, 'Behold, here is the Christ,'" and what follows. Then he secures them from the place, speaking of the characteristics of his coming, which is to be after these things. For just as in the former coming he appeared in Bethlehem, and in a small corner of the world, so, he says, it will not be then either, but openly and with all conspicuousness, and as not needing one to announce these things. And this is no small sign of his having come secretly. It is necessary to consider how here he does not speak about war, nor does he distinguish a word about his coming, but about those attempting deception: "For they will come," he says, "and will deceive many." But those before his second coming, who are even more bitter than those, will give, he says, signs and wonders, and what follows. He shows, therefore, that certain ones will even minister to the Antichrist. And the Apostle also speaks about him:
“ ὅτι ἔσται ἡ παρουσία “ αὐτοῦ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις “ καὶ τέρασι ψεύδους.” “ἰδοὺ,” φησὶ, “προείρηκα ὑμῖν· ἐὰν οὑν “ εἴπωσιν ὑμῖν ἰδοὺ ἐν τῇ ἐρήμῳ,” καὶ τὰ ἑξῆς. οὐκ εἶπεν, ἀπέλθετε μὲν πρὸς αὐτὸν, μὴ πιστεύσητε δὲ, ἀλλὰ “ μὴ ἐξέλθητε,” μὴ ἀπέλθητε. καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη· διὰ τοῦτο καὶ σημεῖα γίνεται ἀπάτης· καὶ τὴν μὲν τοῦ Ἀντιχρίστου παρουσίαν ἐν τόπῳ λέγει, τὴν δὲ αὐτοῦ ὥσπερ ἡ ἀστραπὴ,” φησὶν, “ ἐξέρ- “ χεται,” καὶ τὰ ἐξῆς. οδελε τοιοῦτον εστίν. ἡ ἀστραπὴ οὕτω φαίνεται ὥστε μὴ δεῖσθαι τοῦ ἀπαγγέλλοντος, μηδὲ τοῦ κηρύσσοντος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ τοῖς θαλάμοις, ἐν ἀκαριαίῳ ῥοπῇ κατὰ τὴν οἰκονομίαν δείκνυται πᾶσιν· οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. λέγει δὲ καὶ ἕτερον σημεῖον, “ ὅτι ὅπου “ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ,” τουτέστι τὸ πλῆθος τῶν Ἀγγέλων, καὶ τῶν μαρτύρων, καὶ τῶν ἁγίων πάντων, μετὰ Χριστοῦ εὑρε- θήσεται. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, καὶ τὰ ἑξῆς. Ποίων ἡμερῶν θλῖψιν λέγει ; τοῦ Ἀντ’ ιχρίστου καὶ τῶν ψευδοπροφητῶν·
For his coming will be according to the working of Satan with all power and signs and lying wonders." "Behold," he says, "I have told you beforehand. If therefore they say to you, 'Behold, he is in the wilderness,'" and what follows. He did not say, "Go out to him, but do not believe," but rather "do not go out," do not depart. For great then is the deception; for this reason signs of deception also occur. And the coming of the Antichrist he says is in a place, but his own coming, "as the lightning," he says, "comes forth," and what follows. Something like this is the meaning: the lightning appears in such a way as to need no one to announce it, nor anyone to proclaim it, but to those sitting in houses and to those in inner chambers, in a single moment of time, by the divine economy, it is shown to all. So will that coming be, appearing everywhere at once through the radiance of glory. And he speaks of another sign: "that where the carcass is, there also will the eagles be," that is, the multitude of angels, and of martyrs, and of all the saints will be found with Christ. And immediately after the tribulation of those days, and what follows. The tribulation of what days does he mean? Of the Antichrist and the false prophets.
θλίψις γὰρ ἔσται τότε μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων, ἀλλ’ οὐκ ἐκτείνεται εἰς μῆκος χρόνου· εἰ γὰρ ὁ ουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον ὁ πειρασμὸς οὗτος συσταλήσεται διὰ τοὺς ἐν τῷ τότε καιρῷ τῆς ἐν κόσμῳ συντελείας ὑπάρχοντας ἐκλεκτούς. διὰ τοῦτο οὐκ εἶπε μετὰ τὴν θλῖψιν μόνον, ἀλλὰ καὶ “εὐθέως” προσέθηκεν· ὁμοῦ μὲν γὰρ σχεδὸν πάντα γίνεται. οἵτε γὰρ ψευδοπροφῆται καὶ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς ὁ δεσπότης παρέσται· καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην· παραγίνεται δὲ, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως. καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ. τὰ δὲ ἄστρα πεσεῖται, ὅτι οὐκ ἔστιν αὐτῶν χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης. “αἱ δυνάμεις δὲ τῶν οὐρανῶν σαλευθήσονται,” διότι τοσαύτην μεταβολὴν ὁρῶσι γινομένην. εἰ γὰρ ὅτε ἐγένοντο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν, πῶς ἃν μὴ φρίξωσιν ὁρῶντες πάντα μεταρρυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διὰ τὰς εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους, λόγον ἀπαιτουμένους περὶ πάντων ὧν ἔπραξαν. Περὶ ποίου σημείου λέγει, ὅτι φανήσεται ἐν τῷ οὐρανῷ; περὶ τοῦ σταυροῦ, ὅστις τοῦ ἡλίου φαιδρότερος ἔσται. εἰ γὰρ ἐκεῖνος σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φανήσεται, πρόδηλον ὅτι πολλῷ τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερος δειχθήσεται. τίνος δὲ ἕνεκεν, καὶ διὰ ποίαν αἰτίαν φανεῖται;
For there will then be great tribulation, since so many are deceiving, but it does not extend to a length of time; for if the Jewish war was cut short for the sake of the elect, much more will this trial be shortened for the sake of those who are elect in the time then of the consummation in the world. For this reason he did not say only "after the tribulation," but also added "immediately"; for almost all things happen at once. For both the false prophets and false christs will cause turmoil when they come, and immediately the Master himself will be present; for no small confusion will then hold the inhabited world; and he comes when creation itself is henceforth transformed. For the sun will be darkened, not being destroyed but being overcome by the light of his coming. And the stars will fall, because there is no longer any need of them, since there is no night. "And the powers of the heavens will be shaken," because they see so great a change taking place. For if when the stars were made they so shuddered and marveled, how would they not shudder seeing all things being reshaped, and their fellow servants brought to account, and the whole inhabited world standing before a fearful tribunal, and those who lived from Adam until his coming being required to give an account of all that they did. Of what sign does he say that it will appear in the heaven? Of the cross, which will be brighter than the sun. For if that one is darkened and hidden, but this one appears, it is evident that it will be shown much brighter than the sun's rays. But for whose sake, and for what reason, will it appear?
ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν· καὶ γὰρ δικαίωμα μέγιστον ἔχων ’τον σταυρὸν, οὐτῶ παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνὺς, “καὶ κόψονται τότε πᾶσαι αἱ “φυλαὶ τῆς γῆς·” οὐ γὰρ χρεία κατηγορίας. Διατὶ δὲ ὅταν ἴδωσι τὸν σταυρὸν κόψονται; ἐπειδὴ ἐσταύρωσαν ὂν προσκυνῆσαι ἔδει. τοῦ σταυροῦ δὲ ἐμνημόνευσεν, ἵνα μὴ νομίσωσιν οἱ Ἀπόστολοι πᾶσι σκυθρωπόν τι ἔσεσθαι τότε, ἐπήγαγε λέγων· “καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον,” καὶ τὰ ἑξῆς. οὐκ ἐπὶ τοῦ σταυροῦ ἀλλ’ ἐν νεφέλῃ, καθὼς καὶ ἀνελήφθη.
“καὶ ἐξαποστελεῖ,” φησὶ, “τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλ- “πιγγος μεγάλης,” καὶ τὰ ἑξῆς. ἐννοήσωμεν, ἀγαπητοὶ, ἀπὸ μὲν τῶν κολάσεων, καὶ τὰ αὐτοὺς ἀναμένοντα βασανιστήρια, ὅτι περ καὶ τῶν ἐκλεκτῶν χωρίζονται, καὶ τῇ γεέννῃ παραδίδονται. τίνος δὲ ἕνεκεν δι’ Ἀγγέλων καλεῖ τοὺς ἐκλεκτοὺς, οὕτως φανερῶς αὐτὸς ἐρχόμενος; τιμῶν αὐτοὺς καὶ ἐν τούτῳ. ἀναστάντες μὲν γὰρ αὐτοὺς συλλέξουσιν Ἄγγελοι· συλλεγέντες δὲ ἁρπάσουσιν ἐν νεφέλαις. ταῦτα δὲ πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ· οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ’ αὐτὸς ἔρχεται ἐν σάλπιγγι. καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; πρὸς ἀνάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. οἴμοι, ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. καὶ μᾶλλον μὲν ἔδει χαίρειν ἡμᾶς, ὅταν ταῦτα ἀκούωμεν, ἀλλὰ τοὐναντίον ἀλγοῦμεν καὶ κατηφεῖς ἐσμὲν, καὶ σκυθρωπάζομεν·
so that from the abundance of his excess the shamelessness of the Jews was stopped up. For having the greatest claim to justice—the cross—Christ thus comes to that judgment seat, showing not only the wounds but also the reproachful death: "and then all the tribes of the earth shall mourn." For there is no need of accusation. But why, when they see the cross, shall they mourn? Because they crucified him whom they ought to have worshiped. And he mentioned the cross so that the Apostles might not think that everything then would be gloomy for all; he added, saying: "and they shall see the Son of man coming," and what follows. Not on the cross but in a cloud, just as he was also taken up.
"And he shall send forth," he says, "his Angels with a great trumpet," and what follows. Let us consider, beloved, from the punishments, and the torments awaiting them, that they are also separated from the elect, and handed over to Gehenna. But for what reason does he call the elect through Angels, when he himself is coming so openly? Honoring them in this also. For when they have risen, Angels will gather them; and having been gathered, they will be caught up in clouds. But all these things happen in an instant, in an atom. For he does not remain above and call them, but he himself comes with a trumpet. And what do the trumpets and the sound mean? For resurrection, for gladness, for the astonishment of those present at what is happening, for the grief of those left behind. Woe to me, from that fearful day. And we ought rather to rejoice when we hear these things, but on the contrary we grieve and are downcast, and we wear a gloomy face.
ἣ μόνον ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει. ἐμοὶ μὲν οὖν καὶ φρίκη τίς ἐπέρχεται, λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἐκείνων πρός με, ἀλλ’ ἣ μετὰ τῶν ἀφρόνων παρθένων καταδίκη, ἣ μετὰ τοῦ χώσαντος τὸ τάλαντον, ὅπερ ἔλαβεν, ἣ μετὰ τοῦ πονηροῦ δούλου. διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς, ἵνα μικρὸν σπουδάσωμεν. εἰ γὰρ πόνος πολὺς ἦν, καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτως πάντα ποιεῖν. Καὶ μετ’ ὀλίγον— Εν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανῷ ὁ στέφανος· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀγήρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ ἡ τιμή. ΚΕΦ. ΝΗ.
Περὶ τῆς ἡμέρας καὶ ὥρας. Τίνος οὖν ἕνεκεν τὸ παράδειγμα τέθεικε τῆς συκῆς λέγων, “ἀπὸ δὲ τῆς συκῆς μάθετε,” καὶ τὰ ἑξῆς; ἐπειδήπερ ἐζήτουν οἱ μαθηταὶ μεθ’ ὅσον χρόνον καὶ αὐτὴ κυρίως ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ ἀπαντήσεται, οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων τοῦτο ἐδήλωσεν εἰπὼν, “γινώσκετε ὅτι “ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν δὲ καὶ ἕτερόν τι προφητεύει,
that I alone suffer these things, while you rejoice in hearing them. For indeed, as these things are spoken, a certain shuddering comes over me, and I lament bitterly, and groan from the deepest heart; for none of those good things pertains to me, but rather the condemnation with the foolish virgins, and with him who buried the talent he received, and with the wicked servant. For these reasons I weep, over how great a glory we are about to fall from, how great a hope of good things, and this continually, that we might strive but a little. For if the toil were great and the law heavy, even so it would be necessary to do all things. And shortly after— You contend on earth, and the crown is in heaven; you run for two days, and the prizes are for ageless ages; the wrestling is in a corruptible body, and the honor is in an incorruptible one. Chapter 58.
Concerning the day and the hour. For what reason, then, has he set forth the example of the fig tree, saying, "Now learn from the fig tree," and the rest? Since the disciples were seeking after how much time even that day of his coming would truly arrive, he made this clear not only through the parable but also through the words after these, saying, "Know that it is near, at the doors." From this he also prophesies something else,
θέρος πνευματικὸν καὶ γαλήνην ἐσομένην κατ’. ἐκείνην τὴν ἡμέραν· ἀπὸ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους, ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικε παράδειγμα, ἵνα τὸ διάστημα δηλώσῃ, ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι, ἀλλὰ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον, οὕτως ἐκβησόμενον πάντως, ὥσπερ ἀνάγκῃ γενέσθαι. καὶ γὰρ ὅπου περ ἃν τὸ πάντως ἀποβησόμενον λέγει, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει· ὅθεν καὶ ὁ Ἀπόστολος αὐτὸν μιμούμενος τοῦτο ποιεῖ, καθὼς περὶ ἀναστάσεως διαλεγόμενος φησίν· “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, καὶ τὰ ἑξῆς. “Τότε,” φησὶ, “δύο ἔσονται ἐν τῷ ἀγρῷ, καὶ τὰ ἑξῆς. ἀγρὸν μὲν ἐκάλεσε τὸν κόσμον, παραλαμβάνεται δὲ ὁ σωζόμενος, ἀφίεται δὲ ὁ κατακρινόμενος. “δύο,” φησὶν, “ἀλήθουσαι ἐν τῷ μυλῶνι,” καὶ τὰ ἑξῆς. ἀληθούσας μὲν ἐκάλεσε τοὺς ἐν πτωχείᾳ διάγοντας. ὁ δὲ Λουκᾶς καὶ δύο ἐπὶ τῆς κλίνης εἶπεν, ὅπερ σημαίνει τοὺς ἐν πλούτῳ ὄντας. μανθάνομεν οὖν ἐκ τούτου, ὅτι καὶ πτωχοὶ καὶ πλούσιοι καὶ δοῦλοι καὶ δεσπόται παραλαμβάνονται καὶ ἀφίενται· καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ’ ἐκείνης, ὥσπερ καὶ ἐν τῇ παλαιᾷ φησὶν ἀπὸ τοῦ καθημένου ἐν τῷ θρόνῳ, ἕως τῆς ἐν τῷ μύλωνι· καὶ ἐπειδήπερ ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ἐνταῦθα, ὅτι οὔτε οὗτοι πάντως ἀπολοῦνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων, καὶ σώζονται καὶ ἀπόλλυνται.
a spiritual summer and a calm that will come on that day, from the present winter for the righteous, but for sinners the opposite, a winter from summer, which he made clear in what follows when he said that while they are reveling the day will come upon them. And it is not for this reason alone that he set forth this example of the fig tree, in order to show the interval—for it was possible to present this in another way too—but so that from this he might also confirm his word, that it will thus certainly come to pass, just as it was necessary for it to happen. For wherever he speaks of what will certainly come to pass, he brings natural necessities into the midst; whence also the Apostle, imitating him, does this, as when discoursing about the resurrection he says: "Unless the grain of wheat falling into the earth dies, it remains alone," and the rest. "Then," he says, "two will be in the field," and the rest. He called the world a field, and the one being saved is taken, while the one being condemned is left. "Two," he says, "grinding at the mill," and the rest. He called those living in poverty the ones grinding. But Luke also spoke of two on a bed, which signifies those who are in wealth. We learn, therefore, from this, that both poor and rich, both slaves and masters, are taken and left; and from this rank and from that, just as also in the old covenant he says from the one sitting on the throne to the one at the mill; and since it is with difficulty that the rich are saved, he shows here that neither will these certainly perish, nor are all the poor saved, but both from those and from these, both are saved and perish.
Ἐμοὶ δοκεῖ ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία· τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησὶν, ὅθεν δηλονότι πάντα μετὰ ἀκριβείας οἶδεν. διὰ δὲ τοῦ εἰπεῖν “γρηγορεῖτε, ὅτι οὐκ “οἴδατε” καὶ τὰ ἑξῆς, ἐσήμανεν ὅτι διὰ τοῦτο οὐκ εἶπεν τὴν ἡμέραν καὶ τὴν ὥραν, βουλόμενος αὐτοὺς ἐναγωνίους εἶναι διηνεκῶς. τί δηλοῖ “ὅτι, εἰ ᾔδει y ὁ οἰκοδεσπότης,” καὶ τὰ λοιπά. εἰ ᾔδεισαν, φησὶν, οἱ πολλοὶ, πότε ἀποθανοῦνται, πάντως ἃν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν μετανοῆσαι· ἵνα οὖν μὴ ἐκείνην μόνον σπουδάσωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τοῦ κόσμου συντελείας, οὔτε τὸν ἑκάστου θάνατον, ἀεὶ ἡμᾶς βουλόμενος τοῦτον y ἤδη Cod.
προσδοκᾷν, καὶ ἀεὶ ἀγωνίζεσθαι. ἅμα δὲ καὶ ἐντρέπει τοὺς ῥαθύμους, ὅτι οὐδὲ ὅσον περὶ χρημάτων σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Εἰπὼν δὲ τὸ “τίς ἄρα ὁ πιστὸς δοῦλος,” οὐδὲ τοῦτο ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα δείξη τὸ σπάνιον καὶ πολύτιμον. οὕτως οὖν καὶ τῷ Ἀδὰμ εἰπὼν, “ποῦ εἶ;” οὐκ ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· καὶ ἐπὶ τῶν Σοδόμων διὰ τοῦτο εἶπεν “καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν “συντελοῦνται πρός με, εἰ δὲ μὴ, ἵνα γνῶ.” ὅπως ἡμᾶς παιδεύσῃ ἀπόφασιν ἐν πράγματι μηδέποτε διδόναι πρὶν τελείως ἀνακρίνομεν τὰ πράγματα. ἐπὶ δὲ τοῦ προφήτου διὰ τοῦτο εἶπεν, “ἐὰν ἄρα “ἀκούσωσι, καὶ ἐὰν ἄρα συνιῶσιν.” ἵνα μὴ δόξῃ ἡ πρόρρησις παρὰ τοῖς ἀνοήτοις, ἀναγκαστική τις εἶναι πρὸς παρακοήν. ἐν δὲ τῷ Εὐαγγελίῳ εἶπεν, “ἴσως ἐντραπήσονται τὸν υἱόν μουσίχ’ ἵνα δείξῃ ὅτι ὄφειλον τοῦτο ποιῆσαι, καὶ ἐντραπῆναι τὸν υἱόν μου.
It seems to me that his coming will also be at night; for Luke also says this, from which it is clear that he knows all things with precision. And by saying "Watch, for you do not know" and what follows, he indicated that for this reason he did not say the day and the hour, wishing them to be constantly on guard. What does "for if the master of the house had known" and the rest make clear? If many had known, he says, when they would die, they would certainly have hastened to repent in that hour; so that they might not hasten for that hour alone, for this reason he speaks neither of the consummation of the world nor of each person's death, always wishing us to expect this and always to strive. At the same time he also puts the negligent to shame, that they have not shown even as much zeal concerning their money as those who expect to be robbed, nor have these shown as much for their own soul. And when he said "Who then is the faithful servant," he did not say this in ignorance either, but to show how rare and precious such a one is. Thus also when he said to Adam, "Where are you?" he did not speak in ignorance, but to bring him into an account of his sin; and in the case of Sodom he said for this reason, "I will go down and see whether they have done altogether according to the cry that has come to me, and if not, that I may know." So that he might train us never to give a verdict in a matter before we have thoroughly examined the facts. And in the case of the prophet he said for this reason, "If perhaps they will hear, and if perhaps they will understand," so that the prediction might not seem to the foolish to be a kind of compulsion toward disobedience. And in the Gospel he said, "Perhaps they will respect my son," to show that they ought to have done this and respected my son.
Μακαρίζει δὲ τὸν πιστὸν δοῦλον, λέγων, “μακάριος ὁ δοῦλος “ἐκεῖνος,” καὶ τὰ ἑξῆς. πάνυ δικαίως ὡς φρόνιμον καὶ σπουδαῖον. τοῦτο δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου καὶ περὶ διακονίας καὶ περὶ πάσης οἰκονομίας, ἣν ἕκαστος ἐνεχειρίσθη. αὕτη δὲ ἡ παραβολὴ καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν, ἕκαστον γὰρ πρὸς τὸ κοινὸν συμφέρον ἀποκεχρῆσθαι δεῖ, ἐφ’ οἷς ἔχει, κἂν σοφίαν, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπὶ ἀπωλείᾳ ἑαυτοῦ. διὰ δὴ ἀμφότερα ἀπαιτεῖ παρ’ αὐτοῦ φρόνησιν καὶ πίστιν. καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀφροσύνης γίνεται. “πιστὸν” μὲν οὖν φησὶν αὐτὸν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ ἀνήλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην. “φρόνιμον” δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. ἃν δὲ ἓν ἐξ αὐτῶν ἀπολείπῃ, ὡς καταχώσαντες κατακριθησόμεθα. ἃν μὲν γὰρ πιστὸς τίς ὑπάρχῃ καὶ μὴ κλέπτῃ, ἀπολλύει δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα. ἄν τε πάλιν οἶδεν οἰκονομεῖν, νοσφίζεται δὲ, οὐχ ἡ τυχοῦσα κατηγορία. ἀκούσατε οἱ καὶ τὰ αἰσθητὰ χρήματα ἔχοντες. οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν· ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν
He calls the faithful servant blessed, saying, "Blessed is that servant," and so on. Quite rightly, as prudent and diligent. This is said not only about money, but also about speech and about service and about every stewardship that each person has been entrusted with. This parable would also fit political rulers, for each person must use what he has for the common benefit—whether wisdom, or authority, or wealth, or anything whatsoever—not for the harm of his fellow servants, nor for his own destruction. For both reasons, therefore, he demands of him prudence and faithfulness. For sin also comes from foolishness. He calls him "faithful," then, because he embezzled nothing, nor did he squander his master's goods rashly and in vain. And "prudent," because he knew how to manage what was given as was fitting. For we need both things: both not to embezzle the master's goods, and to manage them as is fitting. But if one of these is lacking, we will be condemned as those who buried it. For if someone is faithful and does not steal, but destroys and spends on nothing appropriate, the charge is great. And again, if he knows how to manage but embezzles, the accusation is no ordinary one. Hear this, you who also possess material wealth. For he is not speaking only to teachers, but also to the rich; for both have been entrusted with
πλοῦτον, τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. ἃν οὖν μὴ εὐγνωμοσύνην ἐπιδείξησθε, τὰ γὰρ ἀλλότρια παρέχετε, ποία ὑμῖν ἔσται ἀπολογία; Τί δηλοῖ τὸ “ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει “αὐτόν;” ὅτι τὴν μακαριότητα ἐκείνην, καὶ τὴν ἄρρητον ἀξίαν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, δίδωσιν αὐτῷ. τὸν δὲ κακὸν δοῦλον τὸν λέγοντα, “χρονίζει μου ὁ Κύριος,” καὶ διαπραττόμενον τὰ ἐφεξῆς γεγραμμένα, εἰς τὰς ἀφορήτους ἐκπέμπει κολάσεις. εἰ δὲ ὁ λέγων ὅτι χρονίζει οὕτω τιμωρηθήσεται, ὁ μηδὲ ὅλως προσδοκῶν αὐτὸν τί πάθοι; ἀλλὰ μὴ τὴν κόλασιν κατανοήσωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ αὐτὰ πράττοντες λανθάνομεν. καὶ γὰρ τοῦτο ἐοίκασιν οἱ πλοῦτον ἔχοντες, καὶ μὴ δαψιλῶς τοῖς δεομένοις παρέχοντες· καὶ ἕκαστος οἰκονόμος ἐστὶ τῶν ἑαυτοῦ χρημάτων, οὐχ ἧττον ἣ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν· ὥσπερ γὰρ ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα περὶ τίνων τοῖς πένησιν, ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι· ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφὴν, οὕτως οὐδὲ ἕκαστος τὰ ἑαυτοῦ. εἰ γὰρ καὶ πατρῷον τίς διεδέξατο κλῆρον, ἣ καὶ αὐτὸς προσεπορίσατο, ἣ πάντα αὐτὸς ἑαυτῷ ἐκτήσατο, οὐδὲ οὕτως αὐτοῦ εἰσὶν, ἀλλὰ πάντα τοῦ Θεοῦ ὑπάρχουσιν· ἠδύνατο μὲν γὰρ αὐτὰ ὁ Θεὸς ἀφελέσθαι, ἀλλ’ οὐ ποιεῖ τοῦτο· ἕκαστον κύριον ποίων τῆς εἰς τοὺς δεομένους φιλοτιμίας· διὸ σπουδάσωμεν μετὰ πάσης χαρᾶς καὶ προθυμίας σκορπίζειν εἰς τοὺς δεομένους, ἐξ ὧν περ κεκτήμεθα. ΚΕΦ. ΝΘ.
Wealth—the more necessary part, those who teach; the lesser part, you. If, then, you do not show gratitude—for you are providing what belongs to others—what defense will you have? What does "he will set him over all his possessions" make clear? That he gives him that blessedness, and the ineffable honor, and the kingdom of heaven. But the wicked servant who says, "My Lord is delayed," and does the things written next, he sends away into unbearable punishments. But if the one who says that he delays will be punished thus, what would he suffer who does not expect him at all? But let us not consider only the punishment laid up for that man, but let us also look to this, lest we ourselves, doing the same things, escape notice. For those who have wealth and do not abundantly provide for those in need resemble this man; and each person is a steward of his own money, no less than the one who administers the affairs of the Church. For just as that one does not have authority to scatter indiscriminately and at random what is given for certain people to the poor—since it was given for the sustenance of the poor—so neither does each person have authority over his own possessions. For even if someone inherited a paternal lot, or also acquired it himself, or himself obtained everything for himself, not even so are they his own, but all things belong to God. For God was able to take them away, but he does not do this, making each person master of his generosity toward those in need. Therefore let us strive with all joy and eagerness to scatter to those in need from what we possess. Chapter 59.
Περὶ τῶν ι΄ παρθένων. Ἡ περὶ τῶν δέκα παρθένων παραβολὴ, καὶ ἡ μετὰ ταύτην τῶν ταλάντων, τῇ προτέρᾳ ἐοίκασιν, τῇ τοῦ πιστοῦ δούλου καὶ τοῦ ἀγνώμονος· τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι, λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ πάντοτε διὰ πάντων ὧν ἃν δυνάμεθα τὸν πλησίον ὠφελεῖν, ὡς οὐ δυνατὸν σωθῆναι ἑτέρως. Καὶ μετ’ ὀλίγον—Τίνος ἕνεκεν οὐχ ἁπλῶς οἷον δήποτε ὑποτίθεται πρόσωπον, ἀλλ’ ἐπὶ τοῦ z αὐτῷ Cod.
τῶν παρθένων προσώπου ταύτην ποιεῖται τὴν παραβολὴν; ἐπειδὴ μεγάλα περὶ παρθένων διελέχθη, εἰπὼν, “εἰσὶν εὐνοῦχοι” καὶ τὰ ἑξῆς· οἶδε δὲ καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων περὶ αὐτὴν δόξαν ἔχοντας. καὶ γὰρ ἐστὶ φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ παλαιᾷ ὑπὸ τῶν παλαιῶν ἀνδρῶν ἐκείνων κατωρθώθη· καὶ ἐν τῇ καινῇ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου· οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε· διὸ καὶ ὁ Παῦλος φησὶ, “περὶ δὲ τῶν παρθενῶν’ καὶ τὰ ἑξῆς· ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τούτου κατορθῶν διάκειται, καὶ τῶν λοιπῶν ἀρετῶν ἀμελεῖ, τίθησι ταύτην τὴν παραβολὴν ἱκανὴν οὖσαν· ὅτι παρθένος, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ πορνῶν ἐκβάλλεται, καὶ μάλα εἰκότως· οἱ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθησαν, οἱ δὲ χρημάτων. οὐκ ἔστι δὲ ἶσον σωμάτων ἔρως καὶ χρημάτων, ἀλλ’ ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος· ὅσῳ τοίνυν εἰς τὸ ἧττον τίς ἥττηται, τοσοῦτον μᾶλλον ἀσύγγνωστος ὁ ἡττηθείς·
Concerning the Ten Virgins. The parable of the ten virgins, and that of the talents which follows it, resemble the former one, that of the faithful servant and the unfaithful; for there are four in all that admonish us in different ways concerning the same things, I mean zeal for almsgiving, and that we should always through all means in our power benefit our neighbor, since it is not possible to be saved otherwise. And after a little—For what reason does he not simply set before us some person or other, but makes this parable concerning the person of the virgins? Because he had spoken great things concerning virgins, saying, "There are eunuchs" and what follows; and he knows that the many of mankind hold a high opinion concerning this. For the thing is by nature great, and is shown to be so from the fact that neither in the Old Covenant was it achieved by those ancient men; and in the New it did not come under the necessity of law; for he did not command this, but entrusted it to the choice of the hearers; therefore also Paul says, "Now concerning virgins" and what follows; since, then, the thing was both great, and held great repute among the many, lest anyone who succeeds in this be disposed to neglect the remaining virtues, he sets forth this parable as sufficient; that a virgin, even if she has all other things, if she is destitute of the good works that come from almsgiving, is cast out with prostitutes, and very reasonably so; for the one sort were overcome by love of bodies, the other by love of money. But the love of bodies and of money are not equal, but the love of bodies is far sharper and more tyrannical; by so much, then, as one has been defeated by the lesser thing, by so much the more is the one defeated without excuse.
διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζω ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πὰν προὕδωκαν. χρὴ οὑν σκόπησαι ὅτι περ εἰ οὕτως ἐξεβλήθη παρθένος τῆς βασιλείας τῶν οὐρανῶν, ἐλεημοσύνη οὐκ ἔχουσα δαψιλῆ, τι ἄρα συμβήσεται τοῖς μηδὲ ταύτην μηδὲ ἐκείνην μεγαλοψύχως ἔχουσιν; Τί δὲ σημαίνουσιν αἱ λαμπάδες; αὐτὸ τῆς παρθένου τὸ χάρισμα, τὸ ἔλαιον δὲ τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τὴν ἁγιωσύνην τοῖς δεομένοις βοήθειαν. τὸ “χρονίζειν δὲ τὸν “νυμφίον,” τὸν οὐκ ὀλίγον χρόνον ἐσόμενον τοῦ φανῆναι τὴν βασιλείαν αὐτοῦ. τὸ δὲ “ἐκάθευδον,” τὸν θάνατον· τὸ δὲ περὶ μόνας τὰς νύκτας γενέσθαι τὴν κραυγὴν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται, “ἐν φωνῇ ἀρχαγγέλου,” ὡς ὁ Παῦλος φησί· τί δὲ βοῶσιν αἱ σάλπιγγες; ὁ νυμφίος ἔρχεται· τὸ δὲ αἰτῆσαι τὰς μωρὰς καὶ μὴ λαβεῖν, περὶ τῶν φρονίμων δηλοῖ, ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ τῶν ἐκ τῶν ἔργων δοθῆναι προστῆναι δυνήσεται, ἐπειδὴ οὐ δύναται· καὶ γὰρ αἱ φρόνιμοι ἐπὶ τὸ ἀδύνατον καταφεύγουσιν. Τί ἐστι τὸ “πορεύεσθε καὶ ἀγοράσατε, καὶ ὅτι ἀπῆλθον;” τοῦτο εἶπε τῇ παραβολῇ παραμένων καὶ ὑφαίνων αὐτὴν, καὶ διὰ
For this reason he also calls them foolish, because having undergone the greater toil, they betrayed everything for the sake of the lesser. One must therefore consider: if a virgin was cast out of the kingdom of heaven for not having abundant almsgiving, what then will happen to those who possess neither this nor that generously? And what do the lamps signify? The very gift of the virgin. And the oil signifies philanthropy, almsgiving, the assistance given to those in need with respect to holiness. And "the bridegroom delays" signifies the considerable time before his kingdom appears. And "they all slept" signifies death. And the fact that the cry occurred only at night signifies that the resurrection takes place at night, "with the voice of an archangel," as Paul says. And what do the trumpets cry out? The bridegroom is coming. And the foolish ones asking and not receiving shows concerning the wise that none of us there will be able to stand on the basis of works given, since it is not possible; for even the wise take refuge in what is impossible. What is "Go and buy," and that they went away? He said this while continuing in the parable and weaving it, and through
τούτων δεικνὺς, ὅτι εἰ a καὶ φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν ἐκεῖ, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν· ὥσπερ οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία, ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας· τουτέστι τὴν συμπάθειαν μὴ ἐκτήσαντο νῦν, ἀλλ’ ἐκεῖ. εἰσὶ δὲ οἱ πωλοῦντες τὸν ἔλαιον, οἱ πένητες· καὶ ποῦ πωλοῦσιν; ἐνταῦθα· διὸ καὶ ἄρτι ζητεῖν χρὴ, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ γὰρ ἐξ αὐτῶν ἡμῖν γίνεται ἡ μεγάλη αὕτη πραγματεία· ἐνταῦθα τοίνυν τὸ ἔλαιον συνάγομεν, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ· οὐ γὰρ ἐκεῖνος ἐστὶν ὁ καιρὸς τῆς συλλογῆς, ἀλλ’ οὗτος· μὴ τοίνυν ἀναλίσκωμεν εἰς μάτην τὰ ὄντα, εἰς τρυφὰς καὶ κενοδοξίας· πολλοῦ γὰρ ἡμῖν ἐκεῖ χρεία τοῦ ἐλαίου· διὸ αἱ μὲν ἕτοιμοι συνεισῆλθον, αἱ δὲ δικαίως κληθεῖσαι μωραὶ, οὐδὲν γὰρ μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, ἀπεκλείσθησαν τοῦ νυμφῶνος, μετὰ πολλοὺς πόνους καὶ μυρίους ἱδρῶτας, καὶ τὴν ἀφόρητον μάχην ἐκείνην καὶ τὰ τρόπαια ἃ κατὰ τῆς λυττώσης φύσεως ἀνεστήσαντο καταισχυνθεῖσαι, καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω νεύουσαι· οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας ἔλαιον δαψιλὲς οὐκ ἐχούσης. εἰ δὲ αὕτη οὕτως, πολλῷ μᾶλλον οἱ γάμῳ συναφθέντες, καὶ τὴν ἐλεημοσύνην μεγαλοψύχως οὐκ ἔχοντες. Το δὲ “οὐκ ὄιδα ὑμᾶς, οὐδὲν ἕτερον ἐστιν, ἣ εἰς γέενναν ἀπελθεῖν, καὶ εἰς ἀφόρητον κόλασιν· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον, ὅταν αὐτὸς αὐτὸ λέγῃ ὁ τῶν Ἀγγέλων δεσπότης· προσέθηκε δὲ τὸ “γρηγορεῖτε” καὶ τὰ ἑξῆς· χρησίμην δείκνυσιν ἡμῖν τὴν ἄγνοιαν τῆς ἐξόδου τοῦ βίου τούτου.
By these things he shows that even if we become kind to others after departing there, we shall gain nothing from it toward escaping punishment; just as their eagerness did not suffice for those women, since they did not go here to those who sell—that is, they did not acquire compassion now, but there. And those who sell the oil are the poor; and where do they sell? Here; therefore one must seek it now, not in that time. For from these comes to us this great business; here, then, we gather the oil, so that it may be useful there, when the time calls us; for that is not the time of gathering, but this one. Let us not, then, waste what we have in vain, on luxuries and vainglories; for we have great need of the oil there. Therefore the ready ones entered in together, but the others, justly called foolish—for nothing is more foolish than those who do business here—were shut out of the bridal chamber, after many toils and countless sweats, and that unbearable battle and the trophies they had set up against raging nature, put to shame, and with their lamps extinguished, they withdrew, sinking downward; for nothing is dimmer than virginity that does not have abundant oil. And if this is so for her, much more for those joined in marriage, who do not possess almsgiving with magnanimity. But "I do not know you" is nothing other than to depart into Gehenna, and into unbearable punishment; or rather this word is harsher even than Gehenna, when the very Master of the Angels speaks it. He added "Watch" and what follows; he shows to us the ignorance of the departure from this life as useful.
ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς τοῦ βίου ῥάθυμοι; ὅταν δὲ ἐγκαλῶνται παρ’ ἡμῶν λέγοντες, ὅτι ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις, ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἐξόδου, πολλοὶ ἐξέπεσον τούτου, ἀθρόως ἁρπασθέντες καὶ οὐδὲ προστάξαι συγχωρηθέντες τοῖς οἰκείοις περὶ ὣν ἐβούλοντο. a ἢ Cod. ΚΕΦ. Ξ.
Περὶ τῶν τὰ τάλαντα λαβόντων. Ἡ μὲν προειρημένη τῶν παρθένων παραβολὴ τῆς διὰ τῶν χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ τῶν ταλάντων πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ οὑν τρόπῳ ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἄπο κρύπτοντας. διατὶ δὲ αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἡ δὲ τῶν παρθένων νυμφίον ; ἵνα μάθωμεν πῶς οἰκειῶται πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς τὴν ἐλεημοσύνην δαψιλῶς παρεχούσας, καὶ πάντα τὰ ὄντα τοῖς πένησι διανεμούσας . τοῦτο γὰρ καὶ παρθενία καθὼς καὶ ὁ Παῦλος φησίν· “ ἣ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου,” καὶ πάλιν διὰ τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. εἶπε δὲ ὅτι “ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα, καὶ ἀπεδήμησεν.” ἵνα μάθωμεν αὐτοῦ τὴν μακροθυμίαν· ἔτι δὲ καὶ τὸν μεταξὺ καιρὸν τῆς συντ ἑλείας αἰνιττόμενος ταῦτα ἔλεγεν· καὶ ἐπειδὴ πάντες ἐργάται ὑπάρχομεν, πρὸς πάντας διαλέγεται, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους, πρὸς δεσπότας καὶ δούλους, πρὸς σοφοὺς καὶ ἰδιώτας. τάλαντα δέ εἰσιν ἡ ἑκάστου δύναμις, ἣν ἔλαβε παρὰ Θεοῦ, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱῳδήποτε πράγματι τοιούτῳ.
Where now are those who were careless throughout their whole life? But when they are accused by us, saying, "In the time of my death I leave things to the needy," let them hear these words and correct themselves; for even at the time of departure, many have fallen short of this, snatched away suddenly and not even permitted to give instructions to their household concerning what they wished.
Concerning those who received the talents. The previously mentioned parable of the virgins was spoken for the sake of almsgiving through money; but the parable of the talents is directed at those who do not wish to benefit their neighbor by money, nor by word, nor by patronage, nor in any other way, but hide everything. Why does this parable introduce a king, while the parable of the virgins introduces a bridegroom? So that we may learn how Christ is united to the virgins, who provide almsgiving abundantly and distribute all their possessions to the poor. For this is also the nature of virginity, just as Paul also says: "She who is unmarried cares for the things of the Lord," and again, for the sake of what is seemly and well-pleasing to the Lord without distraction. He said that "he handed over to them his possessions, and went away," so that we may learn his longsuffering; and furthermore, hinting at the intervening time of the consummation, he said these things; and since we are all workers, he speaks to all—to rulers, to subjects, to masters and slaves, to the wise and the unlearned. And the talents are each person's ability, which he received from God, whether in patronage, or in money, or in teaching, or in any such matter.
τὸ δὲ εἰπεῖν, τὸν μὲν ὅτι πέντε τάλᾶντά μοι παρέδωκας, τὸν δὲ ὅτι δύο, τὴν εὐγνωμοσύνην ἑαυτῶν ἐμφαίνουσιν· καὶ ὅτι παρ’ αὐτοῦ τὴν ἀφορμὴν λαβόντες τῆς ἐργασίας, πολλὴν χάριν ὁμολογοῦσιν αὐτῷ, τὸ πᾶν αὐτῷ λογιζόμενοι· τὸ δὲ “ εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου” σημαίνει, τὸ τὴν πᾶσαν οἱ τοιοῦτοι κληρονομοῦσι μακαριότητα· καὶ οὗτοι μὲν οἱ πιστοὶ δοῦλοι, διπλασιάσαντες τὰ δοθέντα, καὶ χάριν ὡμολόγησαν· ὁ δὲ πονηρὸς δοῦλος, οὐ μόνον οὐκ ἐδιπλασίασεν, ἀλλὰ καὶ κατηγορίαν προσήνεγκε λέγων, “ ἔγνων σε ὅτι σκληρὸς εἶ “ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διε- “ σκορ́πισας,” καὶ τὰ ἑξῆς· τοιοῦτον γὰρ ἡ πονηρία, σκοτεῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνὸν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ· τὸ δὲ εἰπεῖν “ πονηρὲ δοῦλε,” φοβερὰν ἐμφαίνει τὴν ἀγανάκτησιν· τὸ δὲ καταβαλεῖν, δηλοῖ τὸ εἰπεῖν καὶ παραινέσαι
καὶ συμβουλεῦσαι· “ἀργύριον” καλεῖ τὰ λήια τὰ τίμια, τραπεζίτας δὲ τοὺς ἀκούοντας “τόκον” δὲ οὐ μόνον τὰ καταβληθέντα διὰ τῆς ἀκροάσεως, ἀλλὰ καὶ τὴν τῶν ἔργων ἐπίδειξιν· καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν χρημάτων κωλύει τοῦτο γίνεσθαι, καὶ κατακρίνει τοὺς τοῦτο ποιοῦντας· ἐπὶ δὲ τῶν πνευματικῶν, αὐτὸς ὑπισχνεῖται τοὺς τόκους ἀπαιτεῖν. κελεύει δὲ τοῦ ἀρθῆναι τὸ τάλαντον, τουτέστι τὸ χάρισμα ἀπ’ αὐτοῦ, καὶ προστεθῆναι τῷ ἔχοντι· διὰ τούτου δεικνὺς, ὅτι ὁ χάρισμα ἔχων λόγου διδασκαλίας, καὶ μὴ εἰς τὸ ὠφελεῖν χρώμενος αὐτῷ, ἀπόλλῃ καὶ τὴν χάριν·
But the statement that to one he delivered five talents, and to another two, reveals their own gratitude; and that, having received from him the starting point for their work, they acknowledge great thanks to him, reckoning everything to him. And the phrase "Enter into the joy of your Lord" signifies that such persons inherit the entire blessedness. And these indeed are the faithful servants, who doubled what was given and acknowledged thanks. But the wicked servant not only did not double it, but also brought an accusation, saying, "I knew that you are a harsh man, reaping where you did not sow, and gathering where you did not scatter," and the rest. For such is wickedness: it darkens the reasoning and makes him who has once turned aside from the straight way be carried headlong down a precipice. And the phrase "wicked servant" reveals the fearsome nature of his indignation. And "to cast down" indicates "to speak and to exhort and to advise." He calls the precious crops "silver," and those who hear "money-changers," and "interest" not only the things deposited through hearing, but also the demonstration of works. And in the case of perceptible money, he forbids this to be done, and condemns those who do it; but in the case of spiritual things, he himself promises to demand the interest. And he commands the talent to be taken away, that is, the gift from him, and to be added to the one who has it; by this showing that the one who has a gift of the word of teaching and does not use it for benefiting others loses the grace as well.
καὶ μετὰ τὴν ἀπόφασιν τὴν πολλῆς γέμουσαν κατηγορίας, ἀχρεῖον γὰρ αὐτὸν δοῦλον ὠνόμασε, καὶ εἰς τὴν ἀφόρητον ἐκπέμπει κόλασιν· ὁ δὲ σπουδὴν παρεχόμενος εἰς τὸ χρᾶσθαι τῷ τῆς διδασκαλίας χαρίσματι πρὸς τὴν τοῦ πλησίον ὠφέλειαν, πλείονα ἐπισπάσεται καὶ τὴν δωρεάν. ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων· καὶ ὡς ἐστὶ καιρὸς, ἐργασώμεθα τὴν σωτηρίαν ἡμῶν, καὶ λάβωμεν ἔλαιον δαψιλὲς εἰς τὰς λαμπάδας, καὶ εἰς ὅπερ ἐλάβομεν τάλαντον, τουτέστι χάρισμα, ἐπεργασώμεθα, τοὺς πλησίον ἀόκνως παρακαλοῦντες καὶ νουθετοῦντες εἰς τὸ ἀγαθόν· καὶ εἰς προστασίαν σπουδαῖοι γινόμενοι· ἃν γὰρ ὀκνήσαντες ἐνταῦθα ἐν ἀργίᾳ διάγωμεν, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρη- νωμεν. Θεοδώρου Ἡρακλείασ. Ἐκδημίαν αὐτοῦ καλεῖ, τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια, καὶ τοῖς τῆς Ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς. Σευήρου Ἀντιοκείασ. Τάλαντόν ἐστι τὸ διδασκαλικὸν χάρισμα, ὃ ἐπιστεύθησαν οἱ τῶν Ἐκκλησιῶν πρόεδροι, ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως αὐτοῦ. Ὠριγένουσ. Τῶν δούλων ἐστὶ τὸ μεταδοῦναι, τοῦ δεσπότου τὸ ἀπαίτησαι. Τοῦ Χρυσοστόμου. Ἡ παρρησία τῆς ἐργασίας καὶ τοῦ κέρδους ποιεῖ καὶ θαρροῦντα προσιέναι, καὶ λαλεῖν ἐν πεποιθήσει. Τοῦ Αὐτοῦ. Μέγα μαρτύριον παρὰ δεσπότου οὕτως ἀκοῦσαι, ὡς Ἀβραὰμ πιστεύσαντι τῷ Θεῷ ἐλογίσθη εἰς δικαιοσύνην, οὕτω καὶ παντὶ πιστῷ—Καὶ μετ’ ὀλίγα—ὀλίαγα τὰ ἐνταῦθα ἐγχει-
And after the sentence that is full of great accusation—for he called him an unprofitable servant, and sends him away into unbearable punishment—but the one who shows zeal in using the gift of teaching for the benefit of his neighbor will draw down a greater gift as well. Let us therefore hear these words; and since it is time, let us work out our salvation, and let us take abundant oil for our lamps, and let us work upon the talent we received, that is, the gift, earnestly exhorting and admonishing our neighbors toward the good; and let us be zealous for leadership; for if we hesitate here and pass our time in idleness, no one will have mercy on us thereafter, even if we lament ten thousand times. From Theodore of Heraclea. He calls his departure the ascent into the heavens, when he also handed over the heavenly mysteries to the disciples, and to the guides of the Church, giving to each what is fitting according to the proportion of his piety. From Severus of Antioch. The talent is the teaching gift, which the leaders of the Churches were entrusted with, each according to the proportion of his faith. From Origen. It is for the servants to share, and for the master to require an account. From Chrysostom. The confidence of the work and the profit makes a man come forward with boldness and speak with assurance. From the same. It is a great testimony to hear such things from the master, as it was reckoned to Abraham who believed God for righteousness, so also to every believer—And after a little—these few things here entrusted
ρισθέντα, πολλὰ τὰ μετὰ τὴν ἐνταῦθα ζωὴν, διαβὰς τὰ αἰσθητὰ καὶ τὰ ἀόρατα, ἔρχομαι πρὸς αὐτὸν τὸν Χριστόν. τὰ δὲ ἐκεῖ πάντα, εὐπάθεια καὶ χαρά· ὅτε οἱ νῦν κλαίοντες γελάσονται· ἐπὶ δὲ τῶ πέντε τάλαντα λαβόντι, καὶ ἐπὶ τῷ δύο ταῦτα λέγεται, ἁρμόσειεν ταῦτα, τὸ ᾧ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ᾧ τὸ ὀλίγον οὐκ ἐλαττόνησεν. Θεοδώρου Ἡρακλείασ. Τὰ παρ’ αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τῶν λόγων, ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κεχρῆσθαι τινας λέγοντας, ὅτι οὐ χρεία μοι πόνου, οὐδὲ τὸ ὑπὲρ ἑτέρων εὐθύνας ὑπέχειν, ὃ καλῶς εἰπε θερίζειν ὅπου οὐκ ἔσπειρεν, τοῦτο γάρ ἐστι, τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν τὸν κριτὴν τῆς ἑτέρων ῥαθυμίας· ὡς γὰρ οὐκ ἔνεστι τινὰ θέρος ἐκεῖθεν ἐκδέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστι, φησὶν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον αἰτεῖν· διό φησιν, εἰ τοῦτο ᾔδεις, πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι. εἰ γὰρ τὰ ἑτέρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἃν τῶν οἰκείων εὐθύνας, καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρπὸν ἀπὸ τῆς ἐργασίας τῆς τῆς· εἰ σὺ περὶ αὐτοῦ ἦσθα τὰ δέοντα ἐπιδειξάμενος. δείκνυσι γὰρ ἐνταῦθα ὅτι ἕτερον ὑπὲρ ἑτέρου εὐθύνας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομένων τὴν ὑπακοήν. Τοῦ Χρυσοστόμου. Τουτέστιν ἐχρῆν εἰπεῖν, διαμαρτύρασθαι ἔδει, οὐκ ἔχεις οὐδέν; γλῶτταν ἔχεις· μή τις τοίνυν λεγέτω ὅτι οὐδὲν ἀφελῶ, ἔχεις γὰρ τὸ ἓν τάλαντον· ἕκαστος καταβαλεῖν ἔδει· ὁ κίνδυνος τῶν ἀκουόντων· τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι·
having crossed over the perceptible and the invisible things, I come to Christ himself. But all things there are tranquility and joy, when those who now weep shall laugh. And to the one who received the five talents, and to the one who received the two, these things are said. These things would fit: to whom much did not increase, and to whom the little did not diminish. From Theodore of Heraclea. He sets forth the things said by him as an indication of the words, or also of the reasonings, which certain people are accustomed to use, saying, "I have no need of labor, nor of submitting to accounts on behalf of others"—which he rightly spoke of as reaping where he did not sow. For this is what it means: for the judge to demand accounts from the servants for the negligence of others. For just as it is not possible for anyone to expect a harvest from there where no seed has been sown, so it is not possible, he says, for me to demand accounts from one person on behalf of another. Therefore he says, if you knew this, much more ought you to have shown your own things. For if I am going to demand the things of others, as you say, much more would I have demanded from you the accounts of your own things, and the disciples would have produced the proper fruit from your labor, if you had shown what was fitting concerning it. For he shows here that he does not demand accounts from one person on behalf of another, but from teachers their own things, and from disciples obedience. From Chrysostom. That is, it was necessary to say, it was necessary to testify, "You have nothing? You have a tongue. Let no one therefore say that I will profit nothing, for you have the one talent. Each one ought to have contributed. The danger belongs to the hearers. To entrust the demanding of accounts to me.
κἀγὼ μετὰ τόκον ἃν ἀπῄτησα, τόκον λέγων ἀκροάσεως, τὴν τῶν ἔργων ἐπίδειξιν. Τοῦ Χρυσοστόμου. Τί δὴ τοῦτό ἐστι; ὁ χάριν λαβὼν, καὶ τὴν προθυμίαν μὴ ἐπιδειξάμενος τὴν ἑαυτοῦ, καὶ τὴν χάριν ἀπόλλυσι· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσηται τὴν χάριν· ἀλλ’ οὐ μέχρι τούτου ἡ ζημία, ἀλλὰ καὶ ἀφόρητος κόλασις, καὶ μετὰ τῆς κολάσεως, ἡ ἀπόφασις δικαία. ἀπὸ γὰρ τῶν τοιούτων ἀφαιρεθήσεται ἡ τοῦ Πνεύματος χάρις, καὶ ὁ τοῦ διδασκάλου βαθμὸς, καὶ τῆς ἐσχάτης πειραθήσεται τιμωρίας· καὶ δίδοται τῷ πλουτοῦντι πλουσιωτέρας χάριτος ἐκείνῳ προστιθεμένης, πλὴν
εἰ καὶ διάφορα τὰ χαρίσματα, ἀλλ’ ἴση ἡ τιμὴ, ὅταν τις ἐπὶ τὸ ἀκρότατον ἀναβῇ τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ ἰσχύος, “καὶ τὸν “ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος,” καὶ τὰ ἑξῆς. εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰς μὴ ποιῶν, κολάζεται κόλασιν τὴν ἐσχάτην; ἀντιλαβώμεθα τοίνυν τῆς σωτηρίας τῆς ἡμετέρας, ἐργασώμεθα εἰς τὸ τάλαντον· ἃν γὰρ ὀκνήσωμεν καὶ διατρίψωμεν ἐνταῦθα ἐν ἀργίᾳ, οὐδεὶς ἡμᾶς ἐκεῖσε ἐλεήσει. λοιπὸν πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. τάλαντα γὰρ ἐνταῦθα ἐστὶν ἡ ἑκάστου δύναμις· εἴτε ἐν προστασίαις, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱωδήποτε πράγματι μηδεὶς λεγέτω, ὅτι ἓν τάλαντον ἔχω, δύνασαι γὰρ καὶ δι’ ἑνὸς εὐδοκιμῆσαι. Ἐξ ἀνεπιγράφου. Σκότος ἐξώτερον ἔνθα οὐδεὶς φωτισμὸς, τάχα μὲν οὐδὲ φωτισμὸς πάντως, οὐδὲ μία ἐπισκοπὴ θείου φωτός. μὴ θαύμαζε εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον, ταῦτά τις πείσεται καὶ ἀκούσεται.
And I would have demanded it back with interest, calling interest the hearing of the word, the demonstration of works. From Chrysostom. What then is this? The one who received grace, and did not demonstrate his own zeal, also loses the grace; but the one who provides earnestness draws to himself more grace. But the penalty does not stop there, but is also unbearable punishment, and with the punishment, the sentence is just. For from such people the grace of the Spirit will be taken away, and the rank of teacher, and he will experience the ultimate punishment; and it is given to the one who is rich, more abundant grace being added to him, except that even if the gifts are different, the honor is equal, when one ascends to the very summit of the strength given to him by God, "and cast the unprofitable servant into the darkness," and the rest. Did you see how not only the one who plunders and covets, nor the one who does evil, but also the one who does not do good, is punished with the ultimate punishment? Let us therefore take hold of our own salvation, let us work for the talent; for if we hesitate and waste time here in idleness, no one will have mercy on us there. Henceforth let us bring everything to the benefit of our neighbor. For talents here are each person's ability; whether in positions of authority, or in money, or in teaching, or in any matter whatsoever, let no one say, "I have one talent," for you can also succeed through one. From an untitled source. Outer darkness, where there is no illumination, perhaps indeed no illumination at all, nor any visitation of divine light. Do not marvel if because of not teaching the word, someone will suffer and hear these things.
Παῦλος δὲ λέγει, “οὐαὶ γάρ μοι ἐστὶν, “ἐὰν μὴ εὐαγγελίζωμαι.” ΚΕΦ. ΞΑ.
Περὶ τῆς ἐλεύσεως τοὐ Χριστοῦ. Ἐπειδὴ νῦν ἐν ἀτιμίᾳ παρεγένετο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἡμῶν ὁ ἀληθινὸς, καὶ ὕβρεσι καὶ ὀνείδεσι, διὰ τοῦτο φησίν· “ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσία· ἔτι δὲ καὶ ἐπειδὴ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, ὑπ’ ὄψιν ἄγει τὸ δικαστήριον ἐκεῖνο, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν, καὶ τοὺς οὐρανοὺς κενουμένους· πάντες γὰρ οἱ ἅγιοι Ἄγγελοι παρέσονται μετ’ αὐτοῦ, φησί· τίνος ἕνεκεν; μαρτυροῦντες καὶ αὐτοὶ, ὅσα διηκόνισαν πεμπόμενοι διαφόρως παρὰ τοῦ δεσπότου, πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν· καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα ἐκείνη τότε ἔσται· καὶ “συναχθήσονται,” φησὶ, “πάντα “τὰ ἔθνη,” τουτέστι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις· “καὶ ἀφοριεῖ “αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα.” νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφορισμένοι, ἀλλὰ ἀναμὶξ, ἡ δὲ διαίρεσις τότε ἔσται μετὰ ἀκριβείας ἁπάσης· καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς
But Paul says, "For woe is me if I do not preach the gospel."
CHAPTER 61.
Concerning the coming of Christ. Since now the Son of God came in dishonor, and our true God, and with insults and reproaches, for this reason he says: "When the Son of Man comes in his glory," and the rest, that is, in his second coming; and further, since the cross was near, a thing that seemed to be a reproach, he brings that judgment seat before our eyes, and sets the whole inhabited world around it, and the heavens being emptied; for all the holy Angels will be present with him, he says; for what reason? Testifying themselves also, as many things as they ministered when sent in various ways by the Master, for the salvation of men; and from every side that day will then be dreadful; and "all the nations," he says, "will be gathered together," that is, the whole nature of men; "and he will separate them from one another, as the shepherd the sheep." For now they are not separated, but mixed together, but the division will then be with all exactness; and for the present from their standing
διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκάστου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρόβατα· ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ, οὐδεὶς γὰρ ἀπὸ ἐρίφου καρπὸς γένοιτ’ ἃν, τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ τῶν προβάτων ἡ πρόσοδος, ἀπὸ ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων· τούτων δὲ ἔρημος ὁ ἔριφος· ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον, ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· καὶ διὰ τοῦτο κολάζονται μὲν ἐκεῖνοι, στεφανοῦνται δὲ οὗτοι. οὐ πρότερον δὲ αὐτοὺς κολάζει, ἕως οὗ δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήματα, τὸ “ἐπείνασα καὶ οὐκ “ἐδώκατέ μοι φαγεῖν,” καὶ τὰ ἑξῆς· οἱ δὲ μετὰ ἐπιεικείας φθεγγονται, ἀλλ’ οὐδὲν αὐτοῖς ὄφελος λοιπὸν, καὶ μάλα εἰκότως· ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον· καὶ γὰρ οἱ προφῆται ἄνω καὶ κάτω ἔλεγον· “ἔλεον θέλω καὶ οὐ θυσίαν·” καὶ ὁ νομοθέτης διὰ πάντων εἰς τοῦτο κατενῆγεν, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων· καὶ αὐτὴ δὲ ἡ φύσις τοῦτο ἐπαίδευεν· χρὴ δὲ σκοπῆσαι, ὡς οὐχ ὅτι ἑνὸς ἣ δύο ὑπῆρχον ἔρημοι μόνον, ἀλλὰ καὶ πάντων· οὐ γὰρ δὴ μόνον πεινῶντα οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν περιέβαλον, ἀλλ’ οὐδὲ ὃ κουφότερον ἦν, ἄρρωστον ἐπεσκέψαντο. Χρὴ δὲ σκοπῆσαι καὶ ἐπιταγμάτων τὸ ἐλαφρόν· οὐ γὰρ εἶπεν ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἀπηλλάξατέ με, ἄρρωστος ἤμην, καὶ οὐκ ἀνεστήσατέ με, ἀλλ’ ὅτι οὐκ ἐπεσκέψασθέ με, οὐδὲ ἤλθετε πρός με. διατί καὶ ἐλαχίστους καὶ ἀδελφοὺς καλεῖ τοὺς πτωχούς; ἐπειδὴ ταπεινοὶ καὶ πένητες καὶ ἀπερριμμένοι ὑπάρχουσι. διὰ τοῦτο καὶ ἀδελφοί·
He divides and makes them clear; then he also shows the character of each from their names, calling some goats and others sheep, so that he may show the fruitlessness of the one group—for no fruit could come from a goat—and the great profit of the other; for great is the profit of sheep, from wool, from milk, and from their offspring. Of these things the goat is destitute. But the irrational animals have fruitlessness from nature, while those have it from choice; and for this reason the latter are punished, while the former are crowned. He does not punish them before he has judged them; therefore he also sets them before him and states the charges: "I was hungry and you did not give me to eat," and the rest. But they speak with mildness, yet it is of no benefit to them thereafter, and quite reasonably so, because they passed by a matter so earnestly to be sought after. For the prophets said up and down, "I desire mercy and not sacrifice"; and the lawgiver led them to this through everything, both through words and through deeds; and nature itself taught this. But one must consider that they were destitute not only of one or two, but of all. For not only did they not feed the hungry, nor clothe the naked, but not even did they visit the sick, which was the lighter thing. One must also consider the lightness of the commandments; for he did not say, "I was in prison and you did not release me; I was sick and you did not raise me up," but, "you did not visit me, nor come to me." Why does he call the poor both least and brothers? Because they are lowly and needy and cast off. For this reason also brothers.
τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνώστους, τοὺς εὐκαταφρονήτους, οὐχὶ τοὺς μοναχοὺς μόνους λέγων, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ’ ἕκαστον πιστὸν, κἂν βιωτικὸς ὑπάρχῃ· πεινῶν δὲ ἶ καὶ λιμώττων, γυμνὸς καὶ ξένος· πάσης αὐτὸν τῆς ἐπιμελείας ἀπολαύειν βούλεται· ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν ἀχράντων μυστηρίων κοινωνία· πρότερον γὰρ τοὺς κατορθωκότας ἐπαινεῖ· ὅπως καὶ ἐν τούτῳ δείξῃ τὸ δίκαιον τῆς ἀποφάσεως, “δεῦτε” λέγων, “οἱ εὐλογη- “μένοι τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς. ὅσον ἀγαθὸν τοῦτο τὸ ὄνομα ἀντάξιον τὸ εὐλογημένους εἶναι, καὶ παρὰ τῷ Πατρὶ εὐλογημένους· ἔτι δὲ καὶ ἵνα μὴ πρότερον ἐκεῖνοι καταδικαζόμενοι
λέγωσιν, ὅτι οὐκ εἴχομεν τινὰς πρὸς οὓς ἐργασόμεθα τὸ ἀγαθὸν, διὰ τοῦτο ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει, ὥσπερ καὶ τὰς μωρὰς παρθένους ἀπὸ τῶν φρονίμων παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν διπλασιασάντων, καὶ ἕκαστον τῶν ἁμαρτανόντων, ἀπὸ τῶν κατορθωκότων. καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει. Οὐκ εἶπε λάβετε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ἀλλὰ κληρονομήσατε. ἵνα δείξῃ τὴν ὑπερβάλλουσαν τῆς χάριτος δωρεάν· ὡς οἰκεῖα γάρ φησιν, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλομένην, οὕτως αὐτὴν κληρονομήσατε· πρινὴ γὰρ ὑμᾶς γενέσθαι, ταῦτα ὑμῖν ἡτοίμασται πη ἐμοῦ καὶ ηύτρέπισται, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς.
For he calls such people especially to brotherhood—the unknown, the easily despised—not saying only the monks and those who have occupied the mountains, but every believer, even if he happens to be a worldly person. And if he is hungry and famished, naked and a stranger, he wants him to enjoy every care; for baptism makes a brother, and the communion of the undefiled mysteries. For first he praises those who have succeeded, so that in this too he may show the justice of the sentence, saying, "Come, you blessed of my Father," and the rest. How great a good this name is, worthy of being blessed, and blessed before the Father. Moreover, so that those who are condemned may not first say, "We had no one to whom we might do good," for this reason he condemns them from among their fellow servants, just as he does the foolish virgins from the wise virgins, and the drunken servant from the faithful servant, and the one who buried the talent from those who doubled it, and each of those who sin from those who have succeeded. For he compares rich with rich, and poor with poor. He did not say, "Receive the kingdom prepared for you," but "inherit it." So that he may show the surpassing gift of grace; for as if it were their own, he says, as paternal, as yours, as owed to you from above, so inherit it. For before you came to be, these things were prepared for you by me and made ready, since I knew that you would be such.
σκοπήσωμεν δὲ ἀντὶ ποίων τοσαῦτα λαμβάνουσιν, ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον· ἐκείνοις δὲ εἰπὼν “πορεύεσθε οἱ “κατηραμένοι,” οὐκ εἶπεν ὑπὸ τοῦ Πατρός μου· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα, ἀλλ’ οὐδὲ τοῦτο εἶπεν, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐβάλετε, διὰ τοῦ μὴ θρέψαι ἣ ποτίσαι, μηδὲ ἐνδύσαι μηδὲ ἐπισκέψασθαι, ἑαυτοῖς τὴν αἰτία λογίζεσθε. φοβηθῶμεν ἀγαπητοὶ ταῦτα ἀκούοντες, καὶ ἐννοήσαντες τῶν τοιούτων καὶ τοσούτων ἀγαθῶν τὴν ἑτοιμασίαν, καὶ τῆς ἀφορήτου καὶ αἰωνίου κολάσεως τὴν κατάκρισιν· σπουδάσωμεν ἐν εἰλικρινεῖ καὶ δαψιλεῖ συμπαθείᾳ, τῶν μὲν αἰωνίων ἀγαθῶν καὶ ἀνεκδιηγήτων κληρονόμοι γενέσθαι· τῶν δὲ ἀτελευτήτων βασάνων, πεῖραν μὴ λαβεῖν. εἰ γὰρ καὶ μὴ συνεγινώσκομεν ἑαυτοῖς ἁμαρτίας, οὐδ’ οὕτως ἡμᾶς ἔδει τῆς εἰς ἀλλήλους ἀμελεῖν συμπαθείας· εἰ δὲ πολλῶν ἁμαρτιῶν ὑπάρχομεν ὑπεύθυνοι, δι’ ἐλεημοσύνης πολλῆς, ταύτας ἐξαλείψωμεν προηγουμένως· καὶ τῶν ἄλλων ἀρετῶν ἀντεχόμενοι, καὶ μὴ τῇ ἐλεημοσύνῃ μόνῃ θαρροῦντες, ἑαυτοὺς τρυφῇ καὶ μέθῃ καὶ πορνείᾳ καὶ πλεονεξίᾳ καὶ μνησικακίᾳ καὶ φθόνῳ καὶ καταλαλιᾷ, καὶ ἑτέραις ἁμαρτίαις ἐκδότους ποιήσωμεν. διότι πάντα ὅσα διὰ τῶν ἁγίων Εὐαγγελίων διδασκόμεθα τηρεῖν, προσετάχθημεν οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα.
But let us consider in return for what they receive such great things—in return for shelter, in return for clothing, in return for bread, in return for cold water, in return for visitation, in return for entry into the prison. And when he said to those others, "Depart, you cursed," he did not say "by my Father," for it was not he who cursed them, but their own works. Nor did he say this either—"into the eternal fire prepared for you"—but "for the devil and his angels." But since you cast yourselves in, by not feeding or giving drink, nor clothing nor visiting, reckon the blame to yourselves. Let us fear, beloved, when we hear these things, and having considered the preparation of such great and numerous good things, and the condemnation of the unbearable and eternal punishment, let us strive with sincere and abundant compassion to become heirs of the eternal and indescribable good things, and not to experience the endless torments. For even if we were not conscious of sins in ourselves, not even so ought we to neglect compassion toward one another. But if we are liable for many sins, let us wipe them out beforehand through abundant almsgiving; and cleaving to the other virtues, and not trusting in almsgiving alone, let us not make ourselves slaves to luxury and drunkenness and fornication and greed and resentment and envy and slander and other sins. For all things whatsoever we are taught through the holy Gospels to keep, we were commanded to keep not some and not others, but all.
Ὠριγένουσ. To “ ἀπὸ καταβολῆς κόσμου,” ἣ “ πρὸ καταβο- “ λῆς κόσμου,” τὸ ὡρισμένον ἐν προγνώσει δηλοῖ· ἔχει δὲ καὶ μυστικὸν τί, ὅπερ ζήτει. Εὐκαίρως περὶ τοῦ πάθους πάλιν διαλέγεται, ἐπειδήπερ προεῖπε περὶ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς ἀνταποδόσεως τῆς καὶ τῆς κολάσεως· ὡσανεὶ ἔλεγε, τι δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν ; μνημονεύει δὲ τοῦ Πάσχα, εἰς ὑπόμνησιν τῶν πολλῶν εὐεργετημάτων τῶν κατ’ Αἴγυπτον ἄγων αὐτούς· ὅτι καὶ τὸ νῦν γινόμενον διὰ σταυροῦ μυστήριον, ἑορτὴ καὶ πανήγυρις ἐστὶν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελούμενον, εἰπὼν δὲ ὅτι συνήχθησαν οἱ ἀρχιερεῖς, ἔδειξεν ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι· ὁ μὲν γὰρ Μωυσῆς ἕνα εἶναι ἀρχιερέα ἐκέλευσεν, καὶ τελευτήσαντος, τότε ἕτερον γίνεσθαι· τότε δὲ πολλοὶ ἦσαν ἀρχιερεῖς· ἐνιαύσιοι γὰρ ἐγίνοντο, καὶ τοῦτο ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν Λουκᾶς, ὅτε περὶ τοῦ χαχαρίου διελέγετο, Ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. αὐτὸς οὖν ἐνταῦθα φησὶ τοὺς ἀπὸ ἀρχιερέων. χρὴ δὲ σκοπῆσαι καὶ τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν· παρανόμοις γὰρ πράγμασιν ἐπιχειροῦντες, πρὸς ’τον ἀρχιερέα ἔρχονται· καὶ γὰρ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καιάφα συνήχθησαν· ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν τῶν κακῶν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει· τί δὲ συνεβουλεύσαντο ; ἵνα τὸν δεσπότην αὐτῶν, δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν· ἐδεδοίκεισαν γὰρ τὸν λαὸν, διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· “ ἔλεγον γὰρ, μὴ ἐν τῇ ἑορτῇ,” καὶ τὰ ἑξῆς. ἐφοβοῦντο γὰρ, οὐ τὰ τοῦ Θεοῦ, ἀλλὰ πανταχοῦ τὰ πίνα·
Origen. The phrase "from the foundation of the world," or "before the foundation of the world," indicates what has been determined in foreknowledge; and it also has some mystical meaning, which he seeks. He speaks again about the passion at the right time, since he had previously spoken about the kingdom of heaven and the recompense and the punishment; as if he were saying, why have you been afraid at temporary dangers, when such good things await you? He mentions the Passover, leading them to remembrance of the many benefits in Egypt; that even what is now being accomplished through the cross is a mystery, a festival and solemn assembly being performed for the salvation of the world. And having said that the chief priests gathered together, he showed that the Jewish institutions were beginning to be dissolved; for Moses commanded that there be one chief priest, and when he died, then another should take his place; but at that time there were many chief priests; for they were appointed yearly, and the Evangelist Luke made this clear when he spoke about Zechariah, that he was of the division of Abijah. So here he speaks of those who were from among the chief priests. And one must also consider the ineffable corruption of Jewish affairs; for attempting unlawful deeds, they come to the chief priest; for they gathered in the courtyard of the chief priest called Caiaphas; wishing to receive the authority for their evil deeds from that very place from which they ought to have been prevented. And what did they counsel? That they might seize their master by deceit and kill him; for they feared the people, and therefore they waited for the festival to pass; "for they said, not during the festival," and the rest. For they feared, not the things of God, but everywhere the things of men.
ἀλλ’ ὁμ́ως τῷ θυμῷ ζέοντες ἐπειδὴ καὶ τὸν προδότην εὗρον, πάλιν μετέθεντο. ΚΕΦ. ΞΒ.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Ἡ γυνὴ αὕτη ἡ τὸν Κύριον ἀλείψασα μύρῳ, δοκεῖ μὲν ε7ναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς Εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δὲ, ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ, μία τις εἶναι μοι δοκεῖ καὶ ἡ αὐτὴ, παρὰ δὲ Ἰωάννῃ, οὐκ ἔτι, ἀλλ’ ἑτέρα τίς θαυμαστὴ, ἡ τοῦ Λαζάρου
ἀδελφή· τῆς λέπρας δὲ μέμνηται τοῦ Σίμωνος εἰπὼν, “ἐν “οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,” ἵνα δείξῃ πόθεν θαρροῦσα ἡ γυνὴ προσῆλθε τῷ Χριστῷ· ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἀκάθαρτον εἶναι δοκεῖ πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν θεραπεύσαντα τὸν ἄνθρωπον, οὐ γὰρ ἃν εἵλατο μεῖναι παρὰ τῷ λεπρῷ, καὶ καταχθέντα παρ’ αὐτῷ, ἐθάρρησεν, ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς ἀκαθαρσίαν, ἀποσμῆξαι δύναται ῥαδίως· τῆς Βηθανίας δὲ μνημονεύει, ἵνα μάθωμεν ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται· ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, νῦν ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται, ὡς ἀπὸ σταδίων δεκαπέντε· οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν αὐτόν. Διατί οὐ προτέρως ἀλλὰ μεθ’ ἑτέρας γυναῖκας, τὴν Σαμαρείτιν καὶ τὴν Χαναναίαν, καὶ ἄλλας τινὰς προσέρχεται αὕτη; διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσελγείας ἀσθένειαν, καὶ μὴ τολμᾷν, ἀλλ’ ὀκνεῖν ἔτι καὶ ἀναδύεσθαι· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ’ ἐν οἰκίᾳ, καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τῆς κατὰ ψυχὴν διορθώσεως ἕνεκεν προσῄει μόνης. οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν, ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειεν.
But nevertheless, boiling with anger because they had also found the traitor, they turned back again. Chapter 62.
Concerning the woman who anointed the Lord with ointment. This woman who anointed the Lord with ointment appears indeed to be one and the same in all the Evangelists, but she is not; rather, in the three, she seems to me to be one and the same, but in John, no longer so, but a different one, a wonderful woman, the sister of Lazarus. He mentions the leprosy of Simon, saying, "in the house of Simon the leper," in order to show from where the woman, taking courage, approached Christ; for since leprosy seems to be a very unclean and abominable affliction, but she saw that Jesus had healed the man—for he would not have chosen to stay with a leper—and had been received as a guest by him, she took courage, because he could easily wipe away the uncleanness of her soul as well. He mentions Bethany so that we may learn that he comes willingly to his passion; for he who before this was escaping from them, now, when their envy was most kindled, then comes near, as if from fifteen stadia; thus it was also a matter of economy that he withdrew before. Why does she not approach earlier, but after other women—the Samaritan woman and the Canaanite woman and certain others? Because she was conscious of a great weakness of licentiousness, and did not dare, but still hesitated and shrank back; and not even publicly, but in a house, and while all the others came for bodily healing only, she came for the sake of the correction of her soul alone. For she was not disabled in any part of her body, so that for this reason especially one might marvel at her.
ταῖς θριξὶ δὲ αὐτῆς ἀπέμασσεν, ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ, ἀλλ’ ὡς μείζονι ἣ κατὰ ἄνθρωπον· διὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. τίνος ἕνεκεν ἠγανάκτησαν οἱ μαθηταὶ λέγοντες, καὶ τὰ ἑξῆς; πόθεν ἑαυτοῖς αὕτη ἡ διάνοια ἡ περὶ τῶν πτωχῶν γέγονεν; διὰ τὸ ἀκοῦσαι τοῦ διδασκάλου πολλὰ περὶ ἐλεημοσύνης εἰπόντος, καὶ ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν. ἀπὸ τούτων γὰρ συνελογίζοντο πρὸς ἑαυτοὺς, καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν ὡς ἐλεημοσύνην, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν χρῆσιν. Προσήνεγκε δὲ αὐτῷ μύρον, ἐπειδὴ καὶ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. συνεχώρησε δὲ κατὰ τῆς κεφαλῆς αὐτοῦ χεθῆναι τὸ μῦρον, σφόδρα συγκαταβαίνων αὐτῇ· καὶ γὰρ μετὰ πολλῆς b ἀνάπειρος Cod.
εὐλαβείας καὶ ἀφάτου σπουδῆς προσῆλθεν αὐτῷ· εἰ γὰρ ἄνθρωπος γενέσθαι καὶ κυοφορηθῆναι οὐ παρῃτήσατο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἃν διεκρούετο. εἰπόντες οἱ Ἀπόστολοι “ὅτι ἠδύνατο τριακοσίων” καὶ τὰ ἑξῆς, ἔδειξαν καὶ ἐν τούτῳ τῆς γυναικὸς τὴν φιλοτιμίαν, ὅσον ἀνήλωσεν εἰς τὸ μῦρον αὕτη· ἐπετίμησε δὲ τοῖς μαθηταῖς ἐγκαλοῦσι, καὶ μάλα εἰκότως· οὐδὲ γὰρ ἥδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι τὴν γυναῖκα· διὰ δὲ τοῦ εἰπεῖν, “τί κόπους “παρέχετε τῇ γυναικὶ;” διδάσκει αὐτοὺς ἐκ τούτου, μηδὲ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν·
But she wiped them with her hair, since she did not approach him as a mere man, but as one greater than a man. For this reason, the member that was more precious than the whole body, she brought to the feet of Christ—her own head. For what reason were the disciples indignant, saying, and the rest? From where did this thought concerning the poor come to them? Because they had heard the teacher say many things about almsgiving, and that I desire mercy and not sacrifice. For from these things they reasoned among themselves and considered that if he does not accept whole burnt offerings, nor the old service as almsgiving, much more the use of oil. But she brought him myrrh, since Jacob also anointed a pillar to God, and in the sacrifices oil was brought, and the priests used myrrh. And he permitted the myrrh to be poured upon his head, condescending greatly to her; for she came to him with much reverence and inexpressible zeal. For if he did not refuse to become man and to be conceived, much more would he not reject this. When the Apostles said, "that it could have been sold for three hundred," and the rest, they showed in this also the woman's generosity—how much she spent on the myrrh. But he rebuked the disciples when they accused her, and very rightly so; for he did not know that the woman would be driven to despair over such great zeal. And by saying, "Why do you trouble the woman?" he teaches them by this, not to demand the higher things from the weaker from the very outset.
καὶ γὰρ λοιπὸν ἦσαν ὑψηλοὶ καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην οἱ μαθηταὶ, καὶ ἵνα μὴ τὴν τέως βλαστήσασαν πίστιν πηρώσωσιν, ἀλλ’ ἐκτρέφωσι μᾶλλον· ἅμα δὲ καὶ ἡμᾶς παιδεύων, ἵνα ὅπερ ἃν γένηται καλὸν παρ’ αὐτοῦ, κἂν μὴ σφόδρα ἠκριβωμένον ᾖ, δέχεσθαι αὐτὸ, καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν ἀρχὴν, πᾶσαν ἐπιζητεῖν ἀκρίβειαν. Περὶ δὲ τοῦ ἐνταφιασμοῦ αὐτοῦ, καὶ “ὅτι ἐμὲ οὐ πάντοτε “ἔχετε” ὁ Χριστὸς εἶπεν, τοὺς μαθητὰς περὶ τοῦ πάθους πάλιν ἀναμνῆσαι βουλόμενος. τὸ δὲ “ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον” καὶ τὰ ἑξῆς, προσέθηκε, τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνῶν, καὶ παραμυθούμενος αὐτοὺς καὶ ἐν τούτῳ ὑπὲρ τοῦ θανάτου αὐτοῦ, ὅτι περ τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις αὐτοῦ ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα· ἔτι δὲ καὶ πρὸς παράκλησιν καὶ ἔπαινον ἐκείνης· ὃ δὲ λέγει περὶ αὐτῆς, τοιοῦτον ἐστὶν, ὅτι μηδεὶς ἐπιτιμάτω αὐτῇ, ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμψασθαι αὐτὴν ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον, ἀλλ’ ὁ κόσμος γνώσεται τὸ ἐν οἰκίᾳ ὐπ’ ἀύτης εἰργασμένον, καὶ ἐν κρυπτῷ. καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γινόμενον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς· διατί δὲ μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; ἐπειδὴ ἤρκει τοῦτο καὶ περὶ ἐκείνων πεῖσαι θαρρεῖν αὐτήν. εἰ γὰρ ἔργον καλὸν, ὡς αὐτὸς ἐμαρτύρησεν, ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψεται.
For from then on the disciples were exalted and eager for almsgiving, and so that they might not cripple the faith that had just begun to sprout, but rather nurture it; and at the same time he was instructing us, that whatever good comes from him, even if it is not very refined, we should receive it and lead it on to something greater, and not demand all refinement from the very beginning. And concerning his burial, and that "you do not always have me," Christ said this, wishing again to remind the disciples about his passion. And the words "wherever the gospel is preached" and what follows, he added, foretelling the mission to the Gentiles, and consoling them in this too concerning his death, that such great power of his would shine forth after the cross, that the preaching would be poured out everywhere on earth; and further, for the encouragement and praise of that woman; and what he says about her is this: that no one should rebuke her, for I am so far from condemning her as having done wrong, or blaming her as not having acted rightly, that I will not even let what has happened go unnoticed, but the world will know what was done by her in a house, and in secret. For what was done came from a devout mind, and warm faith, and a contrite soul. And why did he promise the woman nothing spiritual, but rather remembrance forever? Because this was enough to persuade her to be confident also about those things. For if she did a good work, as he himself testified, it is evident that she will also receive a worthy reward.
Τίνος ἕνεκεν εἶπε “τότε πορευθείς;” ἵνα δείξῃ ὅτι ὅτε γυνὴ πεπορνευμένη τοσαύτην ἐπεδείξατο τιμὴν, ὅτε εἶπεν εἰς τὸν ἐνταφιασμόν
μου, ὅπερ ἱκανὸν ἦν αὐτὸν κατανύξαι, τότε αὐτὸς τὰ τοῦ διαβόλου εἰργάζετο. τὸ δὲ “’Iσκαριώτης” εἶπεν, ἐπειδὴ καὶ ἄλλος ἢν Ἰούδας ἐκ τῶν δώδεκα φησὶν, ἵνα παραστήσῃ ὅτι ἐκ τοῦ πρώτου χοροῦ τῶν ἐκλελεγμένων ἦν, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου· ἦσαν γὰρ καὶ ἄλλοι μαθηταί. Χρὴ δὲ σκοπῆσαι πόση ἦν αὐτοῦ ἡ κακία, ὅτι καὶ αὐτομάτως προσῄει, καὶ ὅτι ἀργυρίου τοῦτο ποιεῖ, καὶ ἀργυρίου τοσούτου· ἐζήτει δὲ εὐκαιρίαν, ἐπειδὴ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον άπολαβεῖν αὐτὸν ἤθελε. καίτοιγε πολλάκις αὐτὸν ἰδὼν διὰ μέσων ἐλθόντα καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ δυνάμεως καὶ θεότητος πολλὰς παρασχόντα τὰς ἀποδείξεις· οὕτως αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία, καὶ ταῦτα πολλάκις αὐτῷ περὶ τούτου διαλεχθέντος τοῦ Χριστοῦ, διά τε φοβερῶν καὶ προσηνῶν ῥημάτων, ὥστε καταλύσαι τὴν πονηρὰν αὐτοῦ ταύτῃ νἔννοιαν· ἀλλ’ εἰ κἂν οὐδὲν ἐκεῖνος ἐκέρδανεν, οὐ μὴν ὁ ’δε δεσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. εἰ οὖν ὁ Χριστὸς καίπερ προειδὼς τὸ ἀδιόρθωτον τοῦ προδότου, οὐκ ἐπαύσατο τὰ αὐτοῦ εἰσφέρων καὶ νουθετῶν καὶ ἀπειλῶν καὶ ταλανίζων, πολλῷ μᾶλλον ὀφείλομεν ἡμεῖς, ἁμαρτάνοντας καὶ ῥαθυμοῦντας νουθετεῖν καὶ διδάσκειν καὶ παρακαλεῖν, κἂν μηδὲν ὠφελῶμεν. ἀκούσατε πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε, καὶ φύγετε τὸ πάθος τοῦτο.
For what reason did he say "then went"? To show that when a woman who had committed fornication displayed such honor, when she spoke of my burial, which was enough to soften him, then he was doing the devil's work. And he said "Iscariot" because there was also another Judas among the twelve, he says, in order to establish that he was from the first choir of the chosen, those with Peter and John; for there were also other disciples. But one must consider how great his wickedness was, that he came of his own accord, and that he did this for money, and for so much money; and he was seeking an opportunity, since he feared the crowd, and he wished only to receive him. And yet he had often seen him pass through the midst and not be seized, and provide many demonstrations of his power and divinity; thus greed for money utterly blinded him, and this though Christ had often conversed with him about this, through both fearful and gentle words, so as to put an end to this wicked thought of his; but even if that man gained nothing, nevertheless the Master did not cease doing his part. If then Christ, though he foreknew the traitor's incorrigibility, did not cease bringing his own things and admonishing and threatening and grieving, how much more ought we, when people sin and are negligent, to admonish and teach and exhort, even if we benefit nothing. Hear, all you who love money, who have the disease of Judas; hear, and flee this passion.
εἰ γὰρ ὁ συνὼν τῷ χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ οὐκ ἀπηλλάγη τοῦ νοσήματος τούτου, εἰς τοσοῦτον κατηνέχθη βάραθρον, πολλῷ μᾶλλον ὑμεῖς, οἱ τοῖς παροῦσι προσηλωμένοι, εὐάλωτοι πρὸς ὄλεθρον ἐκ τοῦ πάθους τούτου γενήσεσθε, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν συνεχοῦς ἀπολαύητε ἐπιμελείας, ἑαυτοὺς διορθούμενοι διὰ τῆς τῶν γραφῶν παραινέσεως. καθ’ ἑκάστην ἡμέραν συνῆν ἐκεῖνος τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ’ ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν δι’ ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς οὖν c προσδοκᾷς διαφεύξασθαι τὸ νόσημα, μὴ πολλῇ τῇ προσευχῇ καὶ τῇ ἀναγνώσει, καὶ τῇ σπουδῇ κεχρημένος; δεινὸν γὰρ, δεινὸν, τὸ τῆς φιλαργυρίας θηρίον· ἀλλ’ ὅμως ἐὰν θέλῃς ῥαδίως νικήσῃς. οὐ γάρ ἐστιν ἡ c οὐ Cod.
ἐπιθυμία αὕτη φυσικὴ, καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. ὅτι δὲ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος ἐστὶν, δῆλον μὲν καὶ ἐκ τοῦ Ἰούδα, ὅτι περ τὸν δεσπότην διὰ τοῦτο παρέδωκεν· δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι καὶ τυμβωρύχοι, καὶ ἀνδροφόνοι, καὶ πόλεμοι, καὶ μάχαι, καὶ ὅπερ ἃν εἴποις κακὸν, ἐκ τούτου τίκτεται. διὸ παρακαλῶ πάσῃ σπουδῇ τὴν νόσον ταύτην ἐκφύγωμεν, καὶ ὡς ἔστι καιρὸς, ἐκ πάσης πονηρίας ἀνενέγκωμεν· δυνάμεθα γὰρ, ἃν θέλωμεν· τί γὰρ φορτικὸν ἐπετάγημεν; Καὶ μετ’ ὀλίγα—Ποῖα γὰρ ὄργανα εἶχον οἱ Ἀπόστολοι τοσαῦτα κατορθώσαντες; οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο;
For if the one who was with Christ, and worked signs, and enjoyed such great teaching, since he did not rid himself of this disease, was brought down to such a depth of the pit, how much more will you, who are nailed fast to present things, be easily caught for destruction by this passion, unless you enjoy continuous care each day, correcting yourselves through the exhortation of the Scriptures. Each day that man was with the one who had nowhere to lay his head, and each day he was instructed by deeds, by words, not to have gold, not silver, not two tunics, and yet he was not brought to his senses. How then do you expect to escape the disease, if you do not make use of much prayer and reading and zeal? For dreadful, dreadful is the beast of love of money; but nevertheless, if you will it, you will easily conquer it. For this desire is not natural, and this is clear from those who have been freed from it. And that this passion is the most difficult of all is clear both from Judas, because for this reason he betrayed his master; and it is clear also from this, that tomb-robbers, and murderers, and wars, and battles, and whatever evil you might name, are begotten from it. Therefore I exhort you, let us flee this disease with all zeal, and while there is time, let us carry off from all wickedness; for we can, if we will. For what burdensome thing has been laid upon us? And after a little—For what instruments did the Apostles have, who accomplished so much? Did they not go about in single tunics and barefoot, and yet prevailed over all?
τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων, μηδένα ἔχειν ἐχθρὸν, μηδένα μισεῖν, μηδένα λέγειν κακῶς; τὰ ἐναντία μὲν οὖν τούτων δυσκολώτερα. Καὶ πάλιν—ὅτι οὐχὶ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ d κολάσεις εἰσὶν, ἀλλὰ καὶ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων καἲ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἐξ ἑτέρων πλειόνων. καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα πορνείας, καὶ σκοπήσωμεν. εὑρίσκομεν τιμωρίας διαφόρους ἐκ τῶν θείων γραφῶν. ἐπόρνευσέ τις πρὸ τοῦ νόμου, ἄλλως κολάζεται. καὶ τοῦτο ὁ Παῦλος δείκνυσιν, “ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο- “λοῦνται.” ἐπόρνευσέ τις μετὰ τὸν νόμον, χαλεπώτερα πείσεται, ἐπόρνευσέ τις ἱερεὺς ὣν, προσέθηκέν τι. ἀπὸ γὰρ τῆς ἀξίας καὶ τὴν τιμωρίαν λαμβάνει μεγίστην. ἐπορνεύθη τις βιαίως, αὕτη δὲ ἀπήλλακται κολάσεως. ἐπορνεύθη τίς πλουτοῦσα, ἑτέρα δὲ πενομένη· πάλιν καὶ ἐνταῦθα διαφορὰ, καὶ τοῦτο δῆλον ἐκ τοῦ Δαβὶβ, πῶς ἐνεκαλεῖτο σφοδρότερον. ἐπόρνευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἀναβάπτιστος ἀπέλθῃ, πάντων τῶν προειρημένων χαλεπωτέραν δώσει δίκην· ἐπόρνευσέ τις μετὰ τὸ βάπτισμα· ἐνταῦθα λοιπὸν οὐδὲ παραμυθία τῷ ἁμαρτήματι λείπεται. ἐπόρνευσέ τις ἱερωμένος, αὕτη μάλιστα ἡ κορυφὴ τῶν κακῶν. ΚΕΦ. ΞΓ.
For what is difficult among the commandments—to have no enemy, to hate no one, to speak evil of no one? The opposite of these things is more difficult. And again—that not all sins have the same punishments, but both many and various, differing by times and by persons, and by ranks, and by understanding, and from several other factors. And so that what I say may become clearer, let a sin of fornication be set before us, and let us consider it. We find different penalties from the divine Scriptures. Someone committed fornication before the law: he is punished differently. And Paul shows this: "For as many as sinned without the law shall also perish without the law." Someone committed fornication after the law: he will suffer more severely. Someone committed fornication while being a priest: he has added something. For from his rank he also receives the greatest punishment. Someone was forced into fornication: she is released from punishment. Someone committed fornication while rich, another while poor: here too again there is a difference, and this is clear from David, how he was accused more vehemently. Someone committed fornication after the coming of Christ and departs unbaptized: he will give a penalty more severe than all those previously mentioned. Someone committed fornication after baptism: here at last not even consolation is left for the sin. Someone committed fornication while being a priest: this is especially the summit of evils. Chapter 63.
Περὶ τοῦ Πάσχα. Πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν, καὶ ταύτης μνημονεύει d ἑαυτοὺς Cod. corr. e Cod. B.
καθ’ ἣν ἐν τῇ ἑσπέρᾳ τὸ Πάσχα ἔμελλε θύεσθαι. τὸ ἦλθε τοῦτο λέγων, ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης· ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρχοντο, διὸ ἕκαστος προστίθησι λέγων, ὅτε ἐθύετο τὸ Πάσχα. ἐρωτῶσι δὲ ποῦ θέλει ἑτοιμασθῆναι τὸ Πάσχα, διὰ τὸ μὴ ἔχειν αὐτὸν καταγώγιον, μήτε οἰκίαν. ἐπιτελεῖ δὲ τὸ Πάσχα, δεικνὺς ὅτι οὐκ ἔστιν ἐναντίος τῷ νόμῳ. πρὸς ἄγνωστον δὲ πέμπει ἄνθρωπον, γνωρίσαι κἀντεῦθεν βουλόμενος, ὅτι εἰ ἤθελεν, ἠδύνατο μὴ παθεῖν. ὁ γὰρ τὸν δεῖνα τοῦτον πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, ὅπερ καὶ ἐπὶ τῆς ὄνου τοῦτο πεποίηκε, τι οὐκ ἃν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο; ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὣν, ἀλλ’ ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοιαύτην, καὶ πόλεμον ἄσπονδον ἐκ τῶν Ἰουδαίων, κατεφρόνησε τῆς τούτων ἀπεχθείας. σημεῖον δὲ αὐτοῖς δίδωσι τὸν τὸ κεράμιον βαστάζοντα, ἐπειδὴ τὸν τόπον ἠγνόουν. Εἶπε ’δε ὅτι ο καιρός μου ἐγγὺς ἐστι, ἄμα μεν καὶ τοὺς μαθητὰς ὑπομιμνήσκων τοῦ πάθους συνεχῶς, ὥστε τῇ πυκνότητι τῆς προρρήσεως ἐγγυμνασθέντες μελετᾷν τὸ συμβησόμενον. ἅμα δὲ δεικνὺς αὐτοῖς ἐκείνοις καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν.
Concerning the Passover. He calls the first day of Unleavened Bread the day before the Unleavened Bread; for they are accustomed always to reckon the day from evening, and he mentions that day on which at evening the Passover was about to be sacrificed. By saying "this came," he means it was near, it was at the doors, clearly referring to that evening; for they began from the evening, which is why each one adds, saying, "when the Passover was sacrificed." And they ask where he wishes the Passover to be prepared, because he had no lodging, nor a house. And he celebrates the Passover, showing that he is not opposed to the law. But he sends to an unknown man, wishing to make known even from this, that if he had wished, he could have not suffered. For the one who persuaded this certain man to receive them, and that by mere words—which he also did in the case of the donkey—what would he not have accomplished among those who crucified him, if indeed he had wished? But I do not marvel at this alone, that an unknown man received him, but that, expecting to draw upon himself such enmity and an implacable war from the Jews, he despised their hatred. And he gives them a sign: the one carrying the jar, since they did not know the place. And he said, "My time is near," at once reminding the disciples continually of the passion, so that by the frequency of the prediction, being exercised, they might meditate on what was to happen. At the same time he shows to them and to the one receiving him, and to all the Jews, what I have often said, that he does not come to the passion unwillingly. And he adds, "with my disciples," so that the preparation might be sufficient.
διατί δὲ ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας διαλέγεται; ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τὴν τοῦ προδότου· καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνῆσαι καὶ μυστηρίων καὶ ἁλῶν· καὶ ὅτι ἔδει τότε, εἰ καὶ θηρίον ἦν, πραότερον γενέσθαι. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψεν, οὐκ εἶπε δὲ ὁ δεῖνα με παραδώσει, ἀλλ’ “εἷς ἐξ ὑμῶν,” φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τὸ λαθεῖν, καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. τῶν δώδεκα δὲ εἶπε, τουτέστι τῶν πανταχοῦ μοι παρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. ποῖον ἄρα πένθος ἀφόρητον τὸν χορὸν τότε τῶν ἁγίων κατέλαβεν ἐκεῖνον, ὅθεν καὶ ἕκαστος μετὰ λύπης ἔλεγε· “μήτι ἐγώ εἰμι, Κύριε;” διὸ καὶ τῆς ταραχῆς αὐτοὺς ἀπαλλάξαι βουλόμενος, καὶ γὰρ
ἀποτεθνήκεισαν τῶ δέει· διὰ τοῦτο αὐτὸν λοιπὸν ἀπεκάλυψε διὰ τοῦ ψωμίου. οὐκ ἐκείνους δὲ μόνους ἀνιέναι βουλόμενος τῆς ἀγωνίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸν προδότην διορθώσασθαι θέλων. ἐπειδὴ γὰρ πολλάκις ἀκούσας ἀδιόρθωτος ἔμεινεν, ἀνάλγητος ὣν, βουλόμενος αὐτοῦ καθικέσθαι, ἐμφαίνει αὐτὸν λοιπόν. τίνος ἕνεκε μετ’ αὐτοῦ ἔβαπτεν ὁ προδότης; ἀπὸ πολλῆς ἰταμότητος· οὐδὲ γὰρ λοιπὸν ἐτίμα τὸν διδάσκαλον. ὁ Χριστὸς δὲ συγκαταβαίνων, καὶ μέχρι τούτου αὐτὸν ἐντρέψαι βουλόμενος, καὶ εἰς διάθεσιν ἐπισπασάμενος, ἅμα δὲ καὶ ἡμῖν τύπος μακροθυμίας γινόμενος.
Why, while they were eating, does he speak about the betrayal? So that both from the time and from the table he might show the wickedness of the traitor; for he too was present there, and had come to share both in the mysteries and in the salt; and because it was necessary then, even if he was a wild beast, to have become gentler. And before the supper he even washed his feet, and he did not say, "Such-and-such a one will betray me," but "one of you," sparing the traitor even in this, so as again to give him the opportunity of repentance by remaining hidden, and he chooses to frighten all for the sake of saving this man. And he said "of the twelve," that is, of those who were present with me everywhere, whose feet I washed, to whom I promised so many things. What unbearable grief then seized that choir of the saints, so that each said with sorrow, "Surely not I, Lord?" Therefore, wishing to free them from their distress—for they had died of fear—for this reason he then revealed him by the morsel. And he did this not only wishing to release those men from their agony, but also wanting to correct the traitor. For since he had often heard and remained uncorrected, being insensible, wishing to strike him to the heart, he then exposes him. For what reason did the traitor dip with him? From great audacity; for he no longer respected the teacher. But Christ, condescending, and wishing to shame him even to this point, and drawing him toward a right disposition, and at the same time becoming for us a model of long-suffering.
τὸ δὲ “ὁ υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ,” προσέθηκε, τοὺς μαθητὰς ἀνακτώμενος, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα τοῦ θανάτου αὐτοῦ· καὶ γὰρ ἐξ ὧν προέλεγεν, ἑαυτὸν ἐδείκνυεν ἑκουσίως τοῦτον καταδεχόμενος· ἔτι δὲ καὶ τὸν προδότην καὶ ἐν τούτῳ διορθούμενος. καὶ εἰ ἐκεῖνος καὶ μετὰ τοῦτο, καὶ μετὰ τὸ ἀκοῦσαι “οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ,” οὐ μόνον ἀδιόρθωτος, ἀλλὰ καὶ ἀναισχυντίας ἐφθέγξατο ῥήματα, εἰπὼν “μήτι ἐγώ εἰμι;” συνειδὼς γὰρ ἑαυτῷ τοιαῦτα, οὐκ ᾐδέσθη περὶ τούτων ἐξετάσεων. τὸ δὲ εἰπεῖν τὸν δεσπότην, “σὺ εἶπας,” δείκνυσιν αὐτοῦ τὴν ἄφατον ἡμερότητα. καὶ γὰρ ἐνῆν εἰπεῖν αὐτῷ, ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγῆ καὶ βέβηλε, τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν καὶ συμβόλαια Σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ’ ἐμοῦ διελεγχθεὶς ἔτι τολμᾷς ἐρωτᾷν; ἀλλ’ οὐδὲν τούτων εἴρηκεν, ἀλλὰ πῶς; “σὺ εἶπας·” ὀροὺς ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. μηδεὶς οὖν λεγέτω ὅτι, εἰ γεγραμμένον ἦν τοῦ παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας τὰ γεγραμμένα ποιήσας; ἐπειδὴ οὐ ταύτῃ τῆ γνώμῃ τοῦτο πεποίηκεν, ἀλλὰ πονηρᾷ προαιρέσει· χρὴ γὰρ τὸν σκοπὸν ἐξετάζειν πανταχοῦ. διατὶ οὐκ ἠρώτησεν ἐξ ἀρχῆς ὁ Ἰούδας, μήτι ἐγώ εἰμι; ἐπειδὴ ἐνόμιζε λανθάνειν τὸ εἰπεῖν τὸν Χριστὸν, “εἷς ἐξ “ὑμῶν,” ὅτε αὐτὸν δῆλον ἐποίησε, τότε τῆ ἐπιεικείᾳ τοῦ διδασκάλου καταφρονήσας ὡς οὐκ ἐλέγξαντος αὐτὸν, οὐκ ᾐδέσθη τοῦ ἐρωτῆσαι, ῥαββὶ δὲ αὐτὸν ἐκάλεσεν ἀπὸ πολλῆς ἰταμότητος· τοιοῦτον γὰρ ἡ φιλαργυρία, μωροὺς γὰρ καὶ ἀνοήτους ἐργάζεται.
But the phrase "the Son of Man goes as it is written concerning him" he added, winning back the disciples, so that they might not think his death was a matter of weakness; for even by the things he foretold, he showed that he was willingly accepting this. And further, he was also correcting the traitor in this very matter. And if that man, even after this, and after hearing "woe to that man," not only remained uncorrected, but even uttered words of shamelessness, saying "Surely I am not the one?" For though he was conscious of such things, he was not ashamed at these questionings. But the Master's saying, "You have said," shows his ineffable gentleness. For it was possible for him to say to him, "O vile and utterly vile one, accursed and profane, having labored so long in travail with the evil, and having gone away and made Satanic contracts, and agreed to receive silver, and being convicted by me, do you still dare to ask?" But he said none of these things, but how? "You have said" — establishing for us boundaries and rules of forbearance. Let no one therefore say that, if it was written that he should suffer these things, why is Judas accused for doing what was written? Since he did this not with that intent, but with a wicked purpose; for one must examine the aim everywhere. Why did Judas not ask from the beginning, "Surely I am not the one?" Because he thought that Christ's saying "one of you" escaped notice. When he made him clear, then, despising the teacher's forbearance as though he had not convicted him, he was not ashamed to ask, and called him "Rabbi" out of great audacity; for such is the love of money, for it makes men foolish and senseless.
Πῶς ὁ μὲν Ματθαῖος φησὶ, καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ
Ἰωάννης, “μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς;” καὶ αὐτὸς μὲν ὁ Ἰωάννης τοῦτο ἀνωτέρω εἶπεν, ὅτι δείπνου γενομένου καὶ τὰ ἑξῆς. ΚΕΦ. ΞΔ.
Περὶ τοῦ τύπου τοῦ μυστικοῦ. Τίνος ἕνεκε κατὰ τὸν καιρὸν τοῦ Πάσχα, καὶ οὐκ ἐν ἄλλη ἡμέρᾳ, λαβὼν ἄρτον ἔκλασε καὶ τὰ μυστήρια ἐπετέλεσεν; ἵνα μάθωμεν πάντοθεν καὶ τῆς παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. διά τοι τοῦτο ἔνθα ὁ τύπος τὴν ἀλήθειαν ἐπιτίθησιν, ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τὸν καιρὸν, τεκμήριον ἢν, καὶ τοῦ πρὸς αὐτὸν λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα· εὐχαριστεῖ δὲ, διδάσκων ἡμᾶς, ὅπως δεῖ τὸ μυστήριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς ὅπερ ἃν πάσχωμεν εὐχαρίστως φέρειν. μετὰ δὲ τὸ φαγεῖν τὸ νομικὸν Πάσχα, παραδίδωσι τὸ μυστήριον λέγων, “λάβετε, φάγετε,” καὶ τὰ ἑξῆς. ἐπειδὴ λοιπὸν παύσασθαι ἔδει τὰ νομικὰ, καὶ τὸ κεφάλαιον τῶν παλαιῶν ἑορτῶν, καὶ ἐφ’ ἑτέραν μεταβαίνει τράπεζαν φρικωδεστάτην τῆς καινῆς. οὐκ ἐθορύβησαν ἀκούοντες λέγοντος αὐτοῦ, “τοῦτο ἐστὶ τὸ σῶμα “μου.” ἐπειδὴ πολλὰ καὶ μεγάλα ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθεὶς, καθὼς ἐν διαφόροις τόποις ὁ Ἰωάννης φησὶ, λέγει δὲ τὴν αἰτίαν τοῦ πάθους, τῶν ἁμαρτημάτων εἶναι τὴν ἄφεσιν. “αἷμα δὲ καινῆς διαθήκης” καλεῖ, ὡς τὴν καινὴν διαθήκην συνέχων. ὥσπερ γὰρ ἡ παλαιὰ, πρόβατα καὶ μόσχους εἶχεν, οὕτως καὶ αὕτη τὸ αἷμα τὸ δεσποτικόν.
How is it that Matthew and the others say that when Judas arranged the betrayal, then the devil took him; but John says, "After the morsel, Satan entered into him"? And John himself said this earlier, that when supper had taken place, and the rest. Chapter 64.
Concerning the mystical type. For what reason was it at the time of the Passover, and not on another day, that he took bread, broke it, and performed the mysteries? So that we might learn from every angle that he is also the lawgiver of the old covenant, and that the things prefigured in it were shadowed forth for this purpose. For this reason, where the type sets the truth upon it, and the evening of the fulfillment marks the time, it was a proof that the end of things had now come to him. And he gives thanks, teaching us how we ought to perform this mystery, and showing that he does not come to his passion unwillingly, and training us to bear with thanksgiving whatever we suffer. And after eating the legal Passover, he hands over the mystery, saying, "Take, eat," and the rest. Since from that point the legal observances had to cease, and the chief point of the ancient feasts, he passes over to another table, most awe-inspiring, of the new covenant. They were not disturbed when they heard him say, "This is my body." Because he had beforehand discoursed to them on many great matters, as John says in various places. And he states the reason for his passion: the forgiveness of sins. And he calls it "the blood of the new covenant," as containing the new covenant. For just as the old covenant had sheep and calves, so this one has the Master's blood.
δείκνυσι δὲ κἀντεῦθεν ὅτι μέλλῃ ἀποθνήσκειν, διὸ καὶ διαθήκης μέμνηται· ἀναμιμνήσκει δὲ καὶ τῆς παλαιᾶς, ἐπειδὴ καὶ ἐκείνη δι’ αἵματος ἐγκαίνιστο. καὶ πάλιν δὲ λέγει τοῦ θανάτου τὴν αἰτίαν, “ὑπὲρ πολλῶν ἐκχυνόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν.” τί διδάσκων ἔλεγε τοῦτο “ποιεῖτε εἰς “τὴν ἐμὴν ἀνάμνησιν;” καθάπερ φησὶν, ἐκεῖνο ἐποιεῖτε εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. ἐκεῖνο τὸ αἷμα ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων, τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ καθάπερ Μωϋσῆς, φησὶ, τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον παραδέδωκεν, οὕτω καὶ αὐτὸς εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἃν παραγένωμαι· Πάσχα γὰρ παραδίδωμι, δι’ οὗ μέλλω
πνευματικοὺς ποιεῖν. ἔπιε δὲ καὶ αὐτὸς ἐξ αὐτοῦ, ἵνα μὴ ταῦτα ἀκούοντες εἴπωσι, τι οὖν αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσιν. καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνησε λόγους, πρότερον πολλοὶ ἐσκανδαλίζοντο, καὶ πρὸς αὐτὰ τὰ ῥήματα. ἵνα οὖν μὴ καὶ τότε ταραχθῶσιν, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. διὰ τοῦτο οὖν τὸ ἑαυτοῦ αἷμα καὶ αὐτὸς ἔπιεν. Τὸ “οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης” καὶ τὰ ἑξῆς, δηλοῖ βασιλείαν μὲν τοῦ Πατρὸς, τὴν ἑαυτοῦ ἀνάστασιν, γενήματα δὲ τῆς ἀμπέλου τὸν οἶνον. τοῦτο οὖν φησὶν, ὅτι “οὐ μὴ “πίω ἐκ τοῦ οἴνου τούτου ἀπάρτι,” καὶ τὰ ἑξῆς. ἕνεκεν δὲ τούτου μετὰ τὴν ἀνάστασιν ἔπιεν, ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι, φαντασίαν εἶναι τὴν ἀνάστασιν· ὅθεν καὶ οἱ Ἀπόστολοι τοὺς τοιούτους πεῖσαι βουλόμενοι, τοῦτο ἔλεγον·
He shows from this too that he is about to die, and therefore he mentions a covenant; and he reminds them also of the old covenant, since that too was inaugurated through blood. And again he states the cause of his death: "shed for many for the forgiveness of sins." Teaching what did he say this, "Do this in remembrance of me"? As he says, you did that in remembrance of the wonders in Egypt, so also this in remembrance of me. That blood was poured out for the salvation of the firstborn, this for the forgiveness of sins. And just as Moses, he says, handed this down to you as an eternal memorial, so also he himself for my remembrance, until I come; for I hand down a Passover, through which I am about to make them spiritual. And he himself drank from it, so that those hearing these things might not say, "Why then do we drink blood and eat flesh?" and be disturbed. For indeed, when he raised these discussions, many were previously scandalized, even at the very words. So that they might not then be troubled, he himself did this first, leading them without disturbance into the communion of the mysteries. For this reason, then, he himself also drank his own blood. The words "I will not drink from this fruit of the vine" and what follows show the kingdom of the Father, namely his own resurrection, and the fruit of the vine, namely the wine. This, then, he says: "I will not drink from this wine from now on," and what follows. And for this reason he drank after the resurrection, so that the more carnal might not think the resurrection was an illusion; whence the Apostles also, wishing to persuade such people, said this:
“οἵτινες συνεφάγομεν καὶ συνε- “πίομεν αὐτῷ.” τὸ δὲ μεθ’ ὑμῶν εἶπεν, ὥστε ὑμᾶς μαρτυρῆσαι περὶ τούτου, δι’ ὄψεως καὶ διὰ πραγμάτων τὴν πληροφορίαν δεξάμενοι· καινὸν δὲ, τουτέστι ξένως· οὐδὲ γὰρ σῶμα παθητὸν ἔχων φησὶ, μέλλω αὐτὸ πίνειν, ἀλλὰ ἀθάνατον λοιπὸν καὶ ἀδιάφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. διατί ὕδωρ οὐκ ἔπιεν, ἀλλ’ οἶνον; αἵρεσιν τινὰ πονηρὰν πρόρριζον ἀνασπάσαι βουλόμενος. ἐπειδὴ γὰρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, διὰ τοῦτο καὶ ἡνίκα τὰ μυστήρια παρέδωκε, καὶ ἡνίκα ἀνέστη, χωρὶς μυστηρίων τράπεζαν ψιλὴν παρατιθέμενος, οἴνῳ ἐχρῆτο, καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Τὸ “ὑμνήσαντες ἐξῆλθον,” πρὸς νουθεσίαν ἡμῶν εἴρηται. ἀκουέτωσαν τοίνυν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες, ἁπλῶς ἐκ τῆς τραπέζης ἀνίστανται τῆς αἰσθητῆς, οὐ μετ’ εὐχαριστίας καὶ ὕμνων. ἀκουέτωσαν καὶ ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένουσι τῶν μυστηρίων. αὕτη γὰρ ἐκείνης σύμβολόν ἐστιν· εὐχαρίστησεν οὖν πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς πρὸ τῆς βρώσεως εὐχαριστήσωμεν πρότερον. εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. διὰ τοῦτο δὲ εἰς τὸ ὄρος ἐξέρχεται, φανερὸν ἑαυτὸν ποιῶν πρὸς τὸ συλληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι· ἔσπευδε γὰρ ἐπὶ τὸν
Who ate and drank with him." And he said "with you," so that you might bear witness concerning this, having received the assurance through sight and through deeds. And "new," that is, in a strange manner; for he does not say, having a passible body, I am about to drink it, but one henceforth immortal and incorruptible, and not needing nourishment. Why did he not drink water, but wine? Wishing to pull up a certain evil heresy by the roots. For since there are some in the mysteries who have used water, for this reason both when he handed down the mysteries, and when he rose, setting before them a plain table without mysteries, he used wine, and he made this clear by saying, "from the fruit of the vine"; and a vine produces wine, not water. The phrase "having sung a hymn, they went out" was spoken for our admonition. Let those therefore hear who, like swine, eating, simply rise from the perceptible table, not with thanksgiving and hymns. Let those also hear who do not wait for the final prayer of the mysteries. For this is a symbol of that; he gave thanks therefore before giving to the disciples, so that we too might give thanks before eating. He gave thanks and sang a hymn after giving, so that we too might do this very thing. And for this reason he goes out to the mountain, making himself visible for the purpose of being arrested, so that he might not seem to be hiding; for he was hastening to the
τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. λέγει δὲ αὐτοῖς τὸ “πάντες πάντες “σκανδαλισθήσεσθε ἐν ἐμοὶ,” ἔτι δὲ καὶ τὴν προφητείαν, ὁμοῦ μὲν πείθων αὐτοὺς προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι πάντα προεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι. οὐκ ἔστη e δὲ μέχρι τῶν σκυθρωπῶν, ἀλλὰ καὶ τὴν ἔγερσιν αὐτοῦ λέγει· καὶ οὐκ εἰς μακράν τινα χώραν ἀπιέναι προστάσσει, ἀλλ’ ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧτ’ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις· διὰ τοῦτο ἐν τῇ Γαλιλαίᾳ εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσιν αὐτῷ φαινομένῳ· διὸ καὶ ἐκεῖ ἐφάνη. Δέον ἀκούσαντα τὸν Πέτρον “πάντες ὑμεῖς σκανδαλισθήσεσθε “ἐν ἐμοὶ” δεηθῆναι καὶ εἰπεῖν βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, μᾶλλον ἑαυτῷ θαρρεῖ καὶ φησὶν, “ὅτι εἰ καὶ οὗτοι “πάντες σκανδαλισθήσονται, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.” ἐπεὶ οὖν ἔμελλεν ἐκ τούτου κατὰ μικρὸν εἰς αὐθάδειαν χωρεῖν, ἔδει γὰρ αὐτοὺς καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ πείθεσθαι, διὰ τοῦτο ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν, τῆς ὠκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ὄφελος ἀπὸ τῆς ἀρνήσεως αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. ὅτι δὲ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τῆς αὐθαδείας, δῆλον. οὐκ ἠρκέσθη γὰρ τοῖς προτέροις, καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος “τρὶς ἀπαρ- “νήσει με,” λέγει·
to come to a place, one that was also known to Judas. And he says to them, "You will all all be made to stumble because of me," and also the prophecy, at once persuading them to pay attention to what has been written, and at the same time showing that the prophets foretold all the things concerning the matter from the beginning. But he did not stop at the gloomy things, but also speaks of his resurrection; and he does not command them to depart to some distant region, but in that very nation in which he was also crucified, in almost those very places; for this reason he said in Galilee, so that, freed from fear of the Jews, they might believe in him when he appeared; therefore he also appeared there. When Peter heard "You will all be made to stumble because of me," he ought to have asked and said, "Help us, so that we may not be separated," but instead he trusts in himself and says, "Even if all these are made to stumble, I will never be made to stumble." Since, therefore, he was about to proceed from this little by little into arrogance—for they needed to obey both the prophet and Christ—for this reason he allows him to fall, teaching him from this to consider his own pronouncement more trustworthy than his own conscience; and the rest also reaped no small benefit from his denial, perceiving human weakness and the truth of God. And that the passion of arrogance was difficult in him is clear. For he was not satisfied with the former things, having contradicted both the prophet and Christ, but even after these things, when he said, "You will deny me three times," he says:
“κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε “ἀπαρνήσομαι.” εἰ γὰρ καὶ ἀπὸ πολλῆς ἀγάπης τῆς πρὸς τὸν Χριστὸν ταῦτα ἔλεγε, ἀλλ’ οὐκ ἄνευ προπετείας τοῦτο ἐποίει, καὶ ὡς θαρρῶν ἑαυτῷ. διὸ καὶ τῆς ἑαυτοῦ ῥοπῆς ὁ Θεὸς αὐτὸν ἀπεγύμνωσε, τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. διὸ χρὴ γινώσκειν, ὅτι οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύει ῥοπῆς, ὡς ἔγνωμεν ἐκ τοῦ Πέτρου, οὔτε πάλιν κερδανοῦμεν τί ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. ἐπειδὴ ἔθος ἦν αὐτῷ χωρὶς τῶν μαθητῶν εὔχεσθαι· ἐποίει δὲ, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλὴν, τούτου χάριν φησὶ πρὸς αὐτοὺς “μείνατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν e ἔστι Cod.
“προσεύξομαι.” τοὺς τρεῖς δὲ παραλαμβάνει, καὶ οὐ πάντας, ἵνα μὴ καταπέσωσι· τούτους δὲ ὡς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. οὐχ ἁπλῶς δὲ, πρὸς Πέτρον ἀποτείνεται μάλιστα μετὰ τὴν προσευχὴν ἐλθὼν, καὶ εὑρὼν αὐτοὺς καθεύδοντας· ἀλλὰ καθικνούμενος αὐτοῦ διὰ τὸ εἰπεῖν, “κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον, καὶ πρὸς πάντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ’ ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ἕνεκεν τίνος εὔχεται; ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα·
Even if I must die with you, I will not deny you." For even if he said these things out of great love for Christ, yet he did this not without rashness, and as one trusting in himself. Therefore God stripped him of his own inclination, exposing human nature. Therefore one must know that human eagerness is not sufficient unless it enjoys the inclination from above, as we learned from Peter, nor again will we gain anything from the inclination from above if eagerness is absent. Since it was his custom to pray apart from the disciples; and he did this, teaching us in our prayers to establish for ourselves quietness and much stillness, for this reason he says to them, "Remain here until I go away and pray." He takes the three, not all, so that they might not fall; these three as having become witnesses of his glory. And not without purpose does he address Peter especially after coming from prayer and finding them sleeping; but he pierces him because he had said, "Even if I must die with you," and the rest. And since all the disciples likewise said the same, he also speaks to all, exposing their weakness. For those who had chosen to die with him could not even keep awake to grieve with him in his grief, but sleep overcame them. For what reason does he pray? So that the matter might not seem to be hypocrisy.
ἐπιρρέουσι δὲ καὶ ἱδρῶτες διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, ἵνα μὴ εἴπωσιν αἱρετικοὶ ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν, διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ Ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ, τὰ ῥήματα πεπλασμένα εἶναι. τὸ μὲν οὖν εἰπεῖν, “εἰ δυνατὸν παρελθέτω,” ἔδειξε τὸ ἀνθρώπινον, τὸ δὲ εἰπεῖν πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον· παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι πάλιν· καὶ ἐπειδὴ ῥήματα οὐκ ἤρκει, ἀλλὰ καὶ πραγμάτων ἔδει, καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε, καὶ ἀπέθανεν· εἰ γὰρ καὶ τούτων ὄντων ἀπιστεῖται περὶ τίνων ἐπὶ τούτῳ, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν· τούτου χάριν διὰ τοσούτων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν, δι’ ὧν φθέγγεται, καὶ δι’ ὧν πάσχει. οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ “μετ’ ἐμοῦ γρηγορῆσαι, ὡσανεὶ ἔλεγε γρηγορῆσαι οὐκ ἰσχύσατε μετ’ ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσειν· καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας. Τί ἐστι “προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν;” παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατίθεσθαι· εἰ γὰρ καὶ βούλεσθε, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ’ οὐ δυνήσησθε, ἕως οὗ ὁ Θεὸς ὀρέξει χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. ἐν δὲ τῇ τρίτῃ εὐχῇ “γενηθήτω τὸ θέλημά σου” φησὶ, δεικνὺς ὅτι σφόδρα συνᾴδει, καὶ τοῦτο ἐπιζητεῖ·
And sweats poured out for the same reason again, so that the heretics might not say that he is feigning the agony; for this reason both sweats like drops of blood, and an angel appeared strengthening him, and countless proofs of fear, so that no one might say that the words were fabricated. The saying, then, "If it is possible, let it pass," showed the human element; but the saying, "Nevertheless, not as I will, but as you will," showed the virtuous and philosophical character, teaching that even when nature draws back, one should follow God. For since it was not enough for the foolish to show only the person, he adds words again; and since words were not enough, but deeds were also needed, he joins these too to the words, so that even those who contend most stubbornly may believe that he both became man and died. For if, when these things exist, there is still unbelief concerning certain matters on this point, how much more if these things were not so. For this reason, through so many things he demonstrates the truth of the economy, through what he speaks and through what he suffers. And not without purpose is the phrase added, "to watch with me," as if he were saying, you were not able to watch with me, and to lay down your soul for me; and now he addresses Peter, now all of them. What is "Pray that you do not enter into temptation"? He teaches us not to be presumptuous, but to have a contrite mind and to be humble, and to refer everything to God. For even if you wish, he says, to despise death, yet you will not be able, until God extends a hand; for he pulls down the carnal mind. And in the third prayer he says, "Let your will be done," showing that he strongly agrees and seeks this very thing.
προσηύξατο δὲ τὸ τρίτον, βεβαιῶν
ὅτι ἄνθρωπος γέγονε. τὸ γὰρ δεύτερον καὶ τρίτον, ἀληθείας μάλιστα ἐστιν ἐν ταῖς γραφαῖς ἐνδεκτικόν· ἐκ δευτέρου δὲ ἦλθε πρὸς αὐτοὺς, ὥστε αὐτοὺς ἐλέγξαι ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. οὐ διϋπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλήξαι πεπληγότας, ἀλλ’ ἀπελθὼν φησὶ “καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε·” καὶ μὴν τότε γρηγορῆσαι ἔδει, ἀλλὰ δεικνὺς ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι τοῦτο φησί· τὸ δὲ “εἰς χεῖρας ἁμαρτωλῶν” εἶπεν, ὥστε ἀναστῆσαι αὐτῶν τὰ φρονήματα, πρὸς τὸ ἐπιγνῶναι ὅτι τῆς ἐκείνου πονηρίας τὸ ἔργον ἦν, οὐ τὸ αὐτὸν ὑπεύθυνον εἶναι πλημ- μελημάτων. ΚΕΦ. ΞΕ.
Περὶ τῆς ποραδόσεως τοῦ Ἰησοῦ. Tί διδάσκων ἐκ τούτου ἔλεγεν, “ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν ;” ὅτι ᾔδει προήξοντα τὸν προδότην· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ μᾶλλον προσέτρεχεν, ὅπως διὰ πάντων τούτων αὐτοὺς παιδεύσῃ, οὐκ ἀνάγκης τὸ πρᾶγμα ὑπάρχειν οὐδὲ ἀσθενείας, ἀλλ’ οἰκονομίας τινος ἀπορρήτου· Τοῦ Μακαρίου Ἰσιδώρου τοῦ Πηλουσιώτου. τῆς κατασχούσης τὸ ἀνθρώπινον γένος προλήψεως τὴν τυραννίδα διακόπτων ὁ Σωτῆρ, καὶ ἀπὸ τῶν χαμαιζήλων πραγμάτων εἰς τὴν ὑπερκόσμιον αὐτοὺς λῆξιν ἀναγαγεῖν σπουδάζων ἐβόα, “ ἐγείρεσθε “ ἄγωμεν ἐντεῦθεν,” ὅτι ᾔδει προήξοντα τὸν προδότην·
But he prayed a third time, confirming that he had become man. For the second and third time is especially indicative of truth in the Scriptures. And he came to them a second time, so as to convict them that they had been so overwhelmed by despondency as not even to perceive his presence. Yet he does not fully awaken them and rebuke them again, so as not to strike those already struck, but he goes away and says, "Sleep on now and take your rest." And yet at that time they ought to have stayed awake, but he shows that they will not even endure the sight of the terrible things, but will be put to flight and will fall away from agony, and that he has no need of their help, and that he must by all means be delivered up—this is what he says. And the phrase "into the hands of sinners" he spoke so as to rouse their thoughts, to the end that they might recognize that the deed was the work of that man's wickedness, not that he himself was liable for offenses. CHAPTER 65.
Concerning the betrayal of Jesus. What was he teaching when he said from this, "Rise, let us go from here"? That he knew the betrayer would come forward; and not only did he not flee, but he even more ran to meet it, so that through all these things he might teach them that the matter was not of necessity nor of weakness, but of some ineffable dispensation. Of the Blessed Isidore of Pelusium. Cutting through the tyranny of the preconception that held the human race captive, the Savior, and striving to lead them up from lowly things to the supermundane portion, cried out, "Rise, let us go from here," because he knew the betrayer would come forward.
τῇ γὰρ φωνῇ τὴν οἰκείαν κεράσας δύναμιν τῶν θελόντων ἀναστῆναι εἰς οὐρανὸν ἀνέρρωσε τὰς δυνάμεις, ὥστε πολλὰ χαίρειν τῇ προλήψει φράσαντας τῆς ἄνω πορείας ἔχεσθαι. To “ μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ” φησὶ, στηλιτεύων αὐτῶν τὴν πονηρίαν, ὅτι τοιαῦτα ἦν αὐτῶν τὰ σκεύη. τὸ δὲ σημεῖον δέδωκεν αὐτοῖς ὁ προδότης, ὅτι πολλάκις κατασχεθεὶς ὑπ’ αὐτῶν ὁ Χριστὸς διῆλθεν ἐκ μέσου αὐτῶν οὐκ ἐπεγνωκότων αὐτόν· φίλημα δὲ θαρρῶν τῇ ἐπιεικείᾳ τοῦ διδασκάλου, ὅπερ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἀποστερῆσαι
συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου· ἀλλ’ ὣ τῆς μιαρᾶς γνώμης, τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποίοις ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν διδάσκαλον; ποίῳ στόματι ἐφίλει; αὐτὸς δὲ καὶ φιληθῆναι κατεδέξατο καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, ἐπεὶ ὅπερ καὶ ἄλλοτε πεποίηκεν, καὶ τότε ἃν ἠδύνατο ἐκ μέσου αὐτῶν διελθεῖν, εἴπερ ἤθελεν· καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ’ αὐτὴν τὴν νύκτα, καθ’ ἣν τὸ Πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο· τὸ δὲ “ἑταῖρε,” ὥστε ἐντρέψαι αὐτὸν καὶ ἐν τούτῳ, φησί τὸ δὲ ἐφ’ ὃ πάρει, ὅτι οὐχὶ ἀγάπῃ σκοπῶν τοῦτο δρᾷς, ἀλλὰ πονηρᾷ γνώμῃ. τίς δὲ ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν ὅτι ὁ Πέτρος· τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα· πόθεν δὲ εἶχε μάχαιραν; ἐπειδὴ ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· ἦν δὲ εἰκὸς καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον.
For by blending his own power with the voice, he strengthened the powers of those who wished to rise to heaven, so that they might bid farewell to the foretaste and take hold of the upward journey. With the words "with swords and clubs from the chief priests and elders of the people," he speaks, exposing their wickedness, that such were their instruments. And the traitor gave them the sign, because Christ had often been seized by them and passed through their midst without their recognizing him. But the kiss he dared because of the teacher's gentleness, which was especially capable of depriving him of all forgiveness, because he was betraying one so meek. But alas for the wretched mind, what did it plan? What did it dare? With what eyes did it then look at the teacher? With what mouth did it kiss? But he both accepted being kissed and gave himself willingly, since what he had also done at other times, he could then have passed through their midst, if he had wished. And they laid hands on him and seized him on that very night, on which they ate the Passover; so were they boiling and raging. And the word "friend," so as to shame him even in this, he says. And the words "for what you are here for," that you do this not out of love, but with a wicked mind. And who is this one who cut off the ear? John says it was Peter; for the deed was of his fervor. And from where did he have a sword? Since they had come from dinner and had left the table; and it was likely that swords were there because of the lamb.
τοὺς μαθητὰς δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν, τούτου χάριν τινὲς ἐξ αὐτῶν ἔλαβον ταύτας εἰς βοήθειαν, ὡς πολεμήσοντες ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. οὐ μὴν ἀφῆκε τινὰ γενέσθαι βλάβην ὁ Χριστὸς, καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο μὲν φιλοστόργως· τοῦτο δὲ τὸ βαλεῖν τὴν μάχαιραν εἰς τὴν θήκην πειθηνίως ἔπραξεν. τίνος ἕνεκεν εἶπεν “ὅτι πάντες οἱ λαβόντες “μάχαιραν” καὶ τὰ ἑξῆς; τοὺς μαθητὰς παραμυθούμενος τῇ τιμωρίᾳ τῶν ἐπιβουλευόντων. οὐκ εἶπε δὲ ὅτι δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι, ἀλλὰ παρακαλέσαι τὸν Πατέρα μου. ἐπειδὴ πιθανότερος μᾶλλον τοῦτο λέγων ὑπῆρχεν, ἤπερ ἐκεῖνοι. οὐδέπω γὰρ τὴν προσήκουσαν δόξαν περὶ αὐτοῦ εἶχον· καὶ πρὸ μικροῦ δὲ εἰρηκὼς ἦν, ὅτι “περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,” καὶ “Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο,” καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ Ἀγγέλου ἐνισχυόμενος. ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἴρηκεν ὅτι δοκεῖτε ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; “δώδεκα δὲ “λεγεῶνας” εἶπεν “ Ἀγγέλων,” πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζων τὸν λόγον. καὶ γὰρ ἀποτεθνηκότες ἦσαν
But when the disciples heard that certain men would come against him, for this reason some of them took these up for help, as though they would fight on behalf of the teacher, which was only their own notion. Therefore Peter is also rebuked for having used it, and with a vehement threat. Yet Christ did not allow any harm to come about, for he healed him and displayed a great wonder, sufficient to reveal both his gentleness and his power, and the disciple's affection and meekness; for the one he did out of affection, and the other—putting the sword into its sheath—he did obediently. For what reason did he say, "For all who take the sword" and the rest? To comfort the disciples by the punishment of those who plotted against them. But he did not say, "I am able to destroy them all," but "to appeal to my Father." Since he was more persuasive saying this than they were. For they did not yet have the proper opinion concerning him; and shortly before he had said, "My soul is deeply grieved even to death," and "Father, let this cup pass from me," and he appeared agonizing and sweating, and being strengthened by an angel. Since, therefore, he had displayed many human traits, he did not seem to be speaking persuasively, if indeed he had said, "Do you think that I am not able to destroy them?" "Twelve legions of angels," he said, shaping his words to address their fear and weakness. For they were as good as dead.
τῷ δέει. εἰ γὰρ εἷς Ἄγγελος ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίων ἀνθρώπων; τὸ δὲ “πῶς πληρωθῶσι τῶν προφητῶν αἱ γραφαί;” εἶπε, φοβῶν αὐτοὺς κἀντεῦθεν. εἰ γὰρ ἐκείναις, φησὶ, τοῦτο δοκεῖ ὥστε παθεῖν με, τι ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; Διαλεχθεὶς πρὸς τοὺς μαθητὰς, λοιπὸν πρὸς τοὺς ἐπελθόντας αὐτῷ τρέπει τὸν λόγον, καὶ φησὶ, τί τῶν μαχαιρῶν καὶ τῶν ξύλων ἐδέησεν ὑμῖν εἰς τὸ μετὰ τοιούτων ὅπλων ἐπελθεῖν ἐπὶ τὸν μεθ’ ὑμῶν ὄντα ἀεὶ; μὴ γὰρ λῃστής εἰμι; οὐχὶ καθημένων ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με; ἀπὸ τούτων δεικνὺς αὐτοῖς, ὅτι εἰ μὴ ἑκὼν ἔδωκεν, οὐκ ἃν ἴσχυσαν οὐδὲ νῦν κατασχεῖν αὐτόν. καὶ γὰρ οἱ τὸν ἀεὶ ὄντα ἐν χερσὶ μὴ δυνηθέντες κρατῆσαι, καὶ μέσον αὐτῶν λαβόντες καὶ μὴ περιγενόμενοι, πῶς εἰ μὴ ἠθέλησε περιεγένοντο ἃν αὐτοῦ; οὐ λέγει δὲ τὰ θαύματα ἅπερ εἰς αὐτοὺς εἰργάσατο, ἀλλὰ τὴν διδασκαλίαν, ἵνα μὴ δόξῃ κομπάζειν. τὸ δὲ “ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν,” καὶ πρὸς τούτους εἶπε, μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν πᾶσαν ἀπολογίαν· ὁ γὰρ ἑαυτὸν παραδοὺς ἵνα πεισθῇ τοῖς προφήταις, πῶς ἐναντίως τούτων ἐδίδασκε, καθὼς ἐνεκάλουν οἱ Ἰουδαῖοι. “τότε,” πότε ἔφυγον οἱ μαθηταὶ ἀφέντες αὐτόν; ὅτε εἶδον ὅτι οὐκ ἔτι διαφυγεῖν αὐτὸν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς γραφὰς τοῦτο γενέσθαι. ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον προσδοκῶντες ὅτι ἐκφεύξεται αὐτούς· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, τότε ἔφυγον·
For fear. For if one Angel killed one hundred eighty-five thousand armed men, what need was there of twelve legions against a thousand men? And the phrase "How then should the scriptures of the prophets be fulfilled?" he said to frighten them from this side as well. For if, he says, it seems good to those scriptures that I should suffer, why do you oppose me by fighting? Having conversed with the disciples, he then turns his speech to those who had come against him, and says, What need had you of swords and clubs to come with such weapons against one who is always with you? For am I a robber? Did I not sit teaching while they sat in the temple, and you did not seize me? By these things he shows them that if he had not willingly given himself up, they would not have been able even now to seize him. For those who were unable to seize him who is always in their hands, and who took him in their midst and did not prevail, how, unless he had willed it, would they have prevailed over him? But he does not mention the wonders he worked among them, but his teaching, lest he seem to boast. And the phrase "that the scriptures of the prophets might be fulfilled," he said also to these, cutting off all their excuse to the last hour. For he who handed himself over so that the prophets might be believed, how could he have taught contrary to these things, as the Jews accused? "Then," when did the disciples flee and leave him? When they saw that it was no longer possible for him to escape, since he was willingly handing himself over to them, and saying that this happened according to the scriptures. For when he was seized, they remained expecting that he would escape them; but when he spoke these things to the crowds, then they fled.
πρὸς Καϊάφαν δὲ αὐτὸν ἀπήγαγον, ἐπειδὴ ἐκεῖνος ἦν τότε ἀρχιερεὺς, καὶ πάντες συνηγμένοι ἦσαν ἐκεῖ, ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων, οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τοῦτο· οὐδὲ γὰρ ἔφαγον τότε τὸ Πάσχα, ἀλλ’ ἐν ἑτέρᾳ ἡμέρᾳ, ὥστε καὶ ἐν τούτῳ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. εἰπὼν γὰρ ὁ Ἰωάννης, ὅτι πρωία ἦν, ἐπήγαγεν, οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· φαγὼν αὐτὸ τῇ ἑσπέρᾳ ὁ Χριστός. ἀλλ’ ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους· ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρίσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν,
τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλαντο καὶ τὸ Πάσχα ἀφεῖναι ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν. Πόθεν ἀποδείκνυνται ψευδομάρτυρες οἱ κατὰ τοῦ Χριστοῦ λέγοντες ἀπὸ τοῦ εἰπεῖν αὐτοὺς ὅτι “οὗτος ἔφη, δύναμαι κατα- “λῦσαι τὸν ναὸν τοῦ Θεοῦ;” οὐ γὰρ εἶπεν οὕτως, ἀλλὰ “λύσατε “τὸν ναὸν τοῦτον,” τοῦ σώματος τοῦ ἰδίου· ἐσιώπα δὲ ὑπὸ τοῦ ἀρχιερέως ἐρωτώμενος, ὅτι ἀνόνητα ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος· καὶ γὰρ τὸ μὲν σχῆμα δικαστηρίου ἦν μόνον, τὸ δὲ ἀληθὲς λῃστῶν ἔφοδος. μετὰ δὲ τὸ ἐξορκισθῆναι αὐτὸν, διὰ τοῦτο εἶπε “σὺ εἶπας” καὶ τὰ ἑξῆς, πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδαξεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν, κρίνων τὴν οἰκουμένην· διέρρηξε δὲ τὰ ἱμάτια αὐτοῦ ὁ ἀρχιερεὺς, λέγων ὅτι ἐβλασφήμησε·
They led him away to Caiaphas, since he was high priest at that time, and all were gathered there, so that they might do everything with the consent of the chief priests; thus they spent the night and stayed awake for this purpose. For they did not eat the Passover then, but on another day, so that in this too they broke the law, because of their desire for this slaughter. For when John said that it was early morning, he added, "They did not enter the praetorium so that they might not be defiled, but so that they might eat the Passover" — Christ having eaten it in the evening. But those men who dared everything and trampled on countless laws — for since they were boiling with rage, and had often attempted to kill him but had not been able, then, seizing him unexpectedly, they chose even to abandon the Passover in order to satisfy their murderous desire. From what are those who testify falsely against Christ shown to be false witnesses? From their saying, "This man said, 'I am able to destroy the temple of God'"? For he did not say this, but "Destroy this temple," referring to his own body. And he was silent when questioned by the high priest, because the matters of his defense were useless, since no one was listening; for the appearance was merely of a court, but the reality was an attack of robbers. But after he was put under oath, for this reason he said, "You have said it," and the rest, removing every defense of theirs, because until the last day he had taught that he himself is the Christ, and that he sits at the right hand of the Father, and that he will come again, judging the world. And the high priest tore his garments, saying that he had blasphemed.
σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν παρὰ τοῦ Χριστοῦ, ὡς μέγα κακὸν δεῖξαι βουλόμενος· ὅθεν καὶ ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων, καὶ βλασφημίας φανερᾶς, ἐγκαλεῖται τὴν ψῆφον λέγων· “τί ὑμῖν δοκεῖ,” ἐπειδὴ τοίνυν ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι, καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττοι πάσης αὐτὸν αἰτίας· δείκνυσι γὰρ αὐτὸν Υἱὸν Θεοῦ, παρ’ ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες· “ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,” ὡσανεὶ καταναγκάζοντες καὶ βιαζόμενοι αὐτοὺς, ὡς κατὰ βλασφήμου τὴν ψῆφον ἐξενεγκεῖν· διὸ καὶ ἀπεφήναντο ἐκεῖνοι, ὅτι ἔνοχος θανάτου ἐστίν. ὅθεν οὐ μόνον αὐτοὶ ὡς καταδίκῳ αὐτῷ ἐχρήσαντο, ἀλλὰ καὶ τὸν Πιλάτον, ὡς κατὰ τοιούτου ἀποφήνασθαι παρεσκεύασαν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ καταδικάζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε. Τίνος ἕνεκεν οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισε περὶ τούτου· ἄλλως δὲ, καὶ ἐκ τῶν τότε λεγομένων ἐβούλοντο αὐτὸν καταδικάσαι· λάθρα δὲ οὐκ ἀνεῖλον αὐτὸν, ἐπειδὴ ἐβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν· καὶ γὰρ ἦσαν πολλοὶ ἤδη θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι· διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφραγῆναι· τοὐναντίον δὲ ἐξέβη ἤπερ ἐβούλοντο. μᾶλλον γὰρ, τοῦτο ποιησάντων αὐτῶν,
Making the accusation more vehement, and wishing to show what was said by Christ as a great evil; whence also, as though on confessed sins and manifest blasphemy, he is accused, saying the vote: "What does it seem to you?" Since, therefore, they knew that if the matter came to examination and precise judgment, it would release him from every charge—for it shows him to be the Son of God—they condemn him among themselves and preempt the hearers, saying: "You have heard his blasphemy," as though compelling and forcing them to cast the vote against a blasphemer; wherefore they also declared that he is guilty of death. Hence not only did they themselves treat him as condemned, but they also prepared Pilate to pronounce against such a one; they themselves accusing, they themselves condemning, they themselves voting, becoming everything themselves at that time. For what reason did they not bring the Sabbaths into the middle? Because he had often silenced them concerning this; and besides, they wished to condemn him from what was then being said; but they did not kill him secretly, since they wished also to discredit his glory; for there were already many who were admiring him and were astonished; for this reason they were eager for it to be sealed publicly and before all; but the opposite turned out than what they wished. For rather, when they had done this,
ἐξέλαμψεν. ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ’ ἑαυτοὺς ἀνελεῖν αὐτὸν, ἄκουσον τί φησιν ὁ Πιλάτος, “λάβετε αὐτὸν ὑμεῖς καὶ “κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.” ἀναιρεῖν αὐτὸν μέλλοντες, διατί ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ τἄλλα τὰ ὅμοια ἐποίουν; διὰ τὸν ἀκόλαστον αὐτῶν τρόπον, καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐδείκνυον παροινίαν, ἑορτὴν ταύτην ποιούμενοι. χρὴ θαυμάζειν τῶν μαθητῶν τὸ φιλάληθες, μεθ’ ὅσης ἀκριβείας ἀπαγγέλλουσι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, οὐκ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι τοῦτο μεγίστην, ὥσπερ οὑν καὶ ἦν, τὸ τὸν δεσπότην τῆς οἰκουμένης τοιαῦτα πάσχοντα ὑπὲρ ἡμῶν ἀνέχεσθαι, τοῦτο γὰρ καὶ τὴν αὐτοῦ κηδεμονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγγνωστον, καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προστεθείκασιν ὕβριν· καὶ ῥήματα πάλιν πολλῆς γέμοντα κωμῳδίας ἐφθέγγοντο. ἐπειδὴ γὰρ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοὶ, “προφήτευσον ἡμῖν φησὶ, “προφήτα, τίς ἐστιν ὁ “παίσας σε.” ἕτερος δὲ φησὶν ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριβολιμαῖον εἰς μέσον λαβόντες· καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε. ΚΕΦ. Ξς.
It shone forth. But since they also had authority to put him to death by themselves, hear what Pilate says: "Take him yourselves and judge him according to your law." Since they were about to put him to death, why did they spit in his face and do the other similar things? Because of their unrestrained manner, and because, as though they had found a prey, they thus displayed their own drunken insolence, making this a festival. One must marvel at the disciples' love of truth, with what exactness they report the things that seem to be reproaches, not being ashamed, but even considering this the greatest glory, as indeed it was, that the Master of the world endured such things for our sake. For this both demonstrated his ineffable care and their unforgivable wickedness. For they inflicted blows more insulting than all others, striking with fists, slapping, and to these blows they added the outrage of spitting; and again they uttered words full of much mockery. For since the many said he was a prophet, "Prophesy to us," he says, "prophet, who is it that struck you?" Another says that they also wrapped his face with a garment and did these things, as though taking some dishonored and worthless man into their midst; and not only free men but also slaves then joined in this drunken insolence against him. Chapter 66.
Περὶ τῆς ἀρνήσεως Πέτρου. Πῶς ὁ μὲν Ματθαῖος φησὶν, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ, “πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσει με,” ὁ δὲ Μάρκος λέγει ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον; πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; ἐπειδήπερ καθ’ ἑκάστην ἀγωγὴν, καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυών· δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτο φησὶν, ὥστε ἀμφότερα ἀληθῆ εἰσι. πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως ὅτου τὸ
βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς· καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησὶν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, ἔξω δὲ ἐξελθὼν ἔκλαυσε πικρῶς, ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι. Τίνος ἕνεκεν ἄγουσιν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον; ὥστε ἐκεῖνον ἀνελεῖν αὐτόν. αὐτοὶ γὰρ καὶ διὰ τὸ φαγεῖν αὐτοὺς τὴν ἑορτὴν, εἰ καὶ παρανόμως ὡς εἴρηται, ἔτι δὲ καὶ διὰ τὰς ἄλλας τὰς προειρημένας αἰτίας, τοῦτο οὐκ ἐποίησαν. χρὴ δὲ σκοπῆσαι πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι, οὕτω γὰρ καὶ ἄνωθεν προδιετύπωτο. ΚΕΦ. ΞΖ.
Concerning Peter's denial. How is it that Matthew says that Christ told Peter, "Before the rooster crows, you will deny me three times," while Mark says that when he denied once, then the rooster crowed for the first time, and when he denied the third time, then for the second time? How then will both be found true? Since at each crowing the rooster is accustomed to crow a third and a fourth time; Mark, indicating that not even the crowing restrained him or brought him to remembrance, says this, so that both are true. For before the rooster completed its one crowing, he denied the third time; but he was not reminded of his own accord, even though the rooster had crowed, until the teacher's glance became to him instead of a voice; and Luke, indicating this, says that Christ looked at him, and going outside he wept bitterly, since he did not dare openly before all, lest he be accused through his tears and be recognized as his disciple. For what reason do they bring him to Pilate? So that he might put him to death. For they themselves, both because of their eating the feast, even if unlawfully as has been said, and further because of the other causes previously mentioned, did not do this. But one must consider how the matter was brought together, so that it happened on the feast, for thus it was also prefigured from above. Chapter 67.
Περὶ τῆς Ἰούδα μεταμελείας. Ἀπέστρεψε δὲ τὰ ἀργύρια ὁ Ἰούδας μεταμεληθεὶς, ἐπειδὴ οὐκ ἔφερε τὸ συνειδὸς μαστίζον αὐτὸν, ἀλλ’ ἔδει τοῦτο ποιῆσαι πρὸ τοῦ τὴν ἁμαρτίαν ἀπαρτίσαι αὐτόν· καὶ γὰρ ἐπεπλήρωτο, προδοσία γὰρ ἦν. ὅμως οὐδὲ τότε χρησίμως· τὸ μὲν γὰρ καταγνῶναι καὶ τὸ ῥίψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ταῦτα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον· προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται, καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖν πείσας ἀπάγξασθαι. ἀκούσατε οἱ φιλάργυροι, ἀκούσατε καὶ ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος, πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ· τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ κέρδη· τοὺς μὲν γὰρ καθολικῶς καὶ μερικῶς καὶ ἐνταῦθα ἀπόλλυσι, καὶ ἐκεῖ ὥσπερ τὸν Ἰούδαν, τοὺς δὲ ἐκεῖ μόνον παραδίδωσι τοῖς αἰωνίοις καὶ ἀφορήτοις κολάσεσιν. Τὸ εἰπεῖν τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους “σὺ ὄψει,” μέγιστον αὐτοῖς ἔγκλημα ἐστίν· καὶ τοῦτο φαίνονται γὰρ μαρτυροῦντες τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὅθεν καὶ κρίνουσι μὲν αὐτὸν, ὑπὸ δὲ τοῦ πάθους μεθύοντες οὐκ ἠθέλησαν ἀποσχέσθαι τῆς Σατανικῆς ἐγχειρήσεως· κύριοι γὰρ ὑπῆρχον ἀφεῖναι τῆς καταδίκης εἴπερ ἤθελον τὸν Χριστόν. οὐκ ἐκ τούτου δὲ μόνον κατακρίνονται, ἀλλὰ καὶ
Concerning Judas's remorse. And Judas returned the silver pieces, having repented, since he could not bear his conscience scourging him; but he ought to have done this before completing the sin; for it had been fulfilled, for it was betrayal. Nevertheless, not even then was it useful. For the self-condemnation and the throwing down of the silver pieces, and the not being ashamed before the Jewish populace—all these things are acceptable. But the hanging himself, this again is unforgivable, and the work of an evil demon; for he drove him on ahead of repentance, so that he might gain no fruit from it, and by persuading him to destroy himself by a most shameful and infamous death, evident to all. Hear, you lovers of money, hear and consider what that man suffered, how he both fell from his wealth, and committed the sin, and lost his own soul; for such are the gains of love of money: for it destroys some both universally and partially even here, and there, like Judas; but others it delivers only there to eternal and unbearable punishments. The saying of the chief priests and elders, "You will see," is a very great accusation against them; and in this they are shown to be bearing witness to the audacity and the lawlessness, whence they also condemn him, but being drunk with passion they were unwilling to abstain from the Satanic undertaking; for they had the power to release Christ from condemnation if they had wished. And they are condemned not from this alone, but also
ἐκ τοῦ μὴ βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν· διὰ γὰρ τὸ γινώσκειν ὅτι τὸν φόνον ἠγόρασαν, τοῦτο οὐκ ἐποίησαν, ἀλλ’ ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τῶν ξένων, ἀπὸ φόνου εὐποιίαν ποιοῦντες· ὅστις ἀγρὸς κατ’ αὐτῶν ἐστι μαρτύριον, καὶ σάλπιγγος λαμπρότερον, πᾶσιν ἀνακηρύττει τὴν μιαιφονίαν αὐτῶν τοῦ χωρίου τούτου τὸ ὄνομα. οὐχ ἁπλῶς δὲ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαμβάνοντες, ἵνα μηδεὶς ἀθῳωθῇ τοῦ τολμήματος, ἀλλὰ πάντες ὦσιν ὑπεύθυνοι. χρὴ δὲ σκοπῆσαι, πῶς ἄνωθεν προὔλεγεν ἡ προφητεία, καὶ περὶ τῆς τοῦ ἀγροῦ τούτου ἀγορασίας, καὶ ὅτι οὐ μόνον οἱ Ἀπόστολοι, ἀλλὰ καὶ οἱ προφῆται τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγοῦντο. Ἀπολιναρίου. Ἰστέον ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ’ ἐπεβίωκε κατενεχθεὶς πρὸ τοῦ ἀποπνιγῆναι, καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πραξεῖς, “ὅτι πρηνὴς γενόμενος, ἐλάκισε,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας, ὁ Ἰωάννου τοῦ Ἀποστόλου μαθητὴς, λέγων· “μέγα ἀσεβείας ὑπόδειγμα ἐν “τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ “τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥαδίως “διερχομένης, ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐγκενω- “θῆναι.” Τοῦ Αὐτοῦ. Πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα ὥστε οὐδὲ ὁπόθεν ἅμαξαν ῥαδίως διέρχεσθαι, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα αὐτοῦ τῶν ὀφθαλμῶν φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας·
Because they did not cast them into the treasury; for because they knew that they had bought the murder, they did not do this, but bought a field for the burial of strangers, making a benefaction out of a murder; which field is a testimony against them, and brighter than a trumpet, the name of this place proclaims to all their blood-guiltiness. And they do this not simply, but taking counsel, so that no one may be acquitted of the daring deed, but all may be liable. And one must consider how the prophecy foretold from above both concerning the purchase of this field, and that not only the Apostles, but also the prophets recounted the reproachful things with precision. Of Apollinaris. One must know that Judas did not die by the hanging, but survived, having been brought down before being strangled, and the Acts of the Apostles make this clear: "that falling headlong, he burst asunder," and the rest; and Papias, the disciple of John the Apostle, records this more clearly, saying: "Judas walked in this world as a great example of impiety; for he swelled so much in the flesh that he could not pass through where a wagon passes easily, and being struck by the wagon, his entrails were emptied out." Of the Same. He swelled so much in the flesh that he could not pass through where a wagon passes easily, nor even could he himself pass through by reason of the bulk of his head alone; for they say that the lids of his eyes swelled so much that he could not see the light at all, and his eyes could not be seen even by a medical instrument, so great a depth did they have from the outer surface.