ταπεινότερόν τι γενέσθαι· καὶ γὰρ καὶ φθόνου καθαρὸν τὸ παιδίον, καὶ κενοδοξίας καὶ τοῦ τῶν πρωτείων ἐρᾷν· καὶ ὅτι κἂν ὑβρίζηται ἣ τύπτεται, ἣ τιμᾶται, ἢ δοξάζεται, οὔτε ἐκεῖθεν δυσχεραίνει, οὔτε ἐντεῦθεν ἐπαίρεται· εἰς μέσον δὲ αὐτῶν ἵστησιν, ἀπὸ τῆς ὄψεως τοῦ παιδὸς αὐτοὺς ἐντρέψαι βουλόμενος· χρὴ δὲ σκοπεῖν, πῶς ἐκκαλεῖται ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώματα, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατόν. 5 Τὸ δὲ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐπὶ τῷ ὀνόματι μου, ἐμὲ δέχεται,” τοῦτο σημαίνει, ὅτι οὐ μόνον τὸ τοιούτους γενέσθαι μισθὸν προξενεῖ, ἀλλὰ καὶ τὸ ἑτέρους τιμῆσαι τοιούτους δι’ ἐμὲ, ἕνεκεν τῆς εἰς ἐκείνους τιμῆς, βασιλείαν ὑμῖν ὁρίζει τὴν ἀμοιβήν· παιδίον γὰρ καὶ ἐνταῦθα, τοὺς ἀνθρώπους τοὺς οὕτως διὰ Θεὸν γενομένους ἀφελεῖς λέγει· τοὺς ταπεινοὺς καὶ ἀπεριμμένους παρὰ τοῖς πολλοῖς καὶ εὐκαταφρονήτοις, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι “ ἐμὲ φησὶ δέχεται,” ὁ τὸν τοιοῦτον δεχόμενος. ὥσπερ δὲ τιμὴν καὶ βασιλείαν ὥρισεν τοῖς τιμῶσι τοὺς τοιούτους, οὕτως καὶ κόλασιν τοῖς σκανδαλίζουσιν, ἤγουν ἀτιμάζουσιν, ἕνα τῶν τοιούτων, ὥστε μύλον κρεμασθῆναι εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· τὸ δὲ “ συμφέρει,” προσκεῖται, δεικνὺς ὅτι καὶ τούτου χαλεπωτέραν ὑποστήσονται κόλασιν οἱ τοιοῦτοι· “ Οὐαί,” φησι, “ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· “ ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν, οὐαὶ τῷ ἀνθρώπῳ, δι’ “ οὗ τὸ σκάνδαλον ἔρχεται.” διεγείρων καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων·
to become something more lowly; for the child is also free from envy, and from vainglory, and from loving the first places; and that whether it is insulted or struck, or honored or glorified, it is neither displeased by the former nor elated by the latter. And he sets it in the midst of them, wishing to shame them by the sight of the child. But one must consider how he calls us forth to natural uprightness, showing that it is possible to achieve these things by choice. 5 And the saying, "Whoever receives one such child in my name receives me," signifies this: that not only does becoming such persons procure a reward, but also honoring others who are such for my sake—on account of the honor shown to them—he appoints the kingdom as your recompense. For "child" here too he calls those men who have become thus simple for God's sake: the humble and those cast aside by the many and easily despised, and—what is truly marvelous—he says, "he receives me," the one who receives such a person. And just as he appointed honor and a kingdom for those who honor such persons, so also punishment for those who cause one of such little ones to stumble, that is, who dishonor them—so that a millstone be hung around his neck and he be drowned in the sea. And the word "it is better" is added, showing that such persons will undergo a punishment even more severe than that. "Woe," he says, "to the world because of stumbling blocks; for it is necessary that stumbling blocks come; nevertheless, woe to the man through whom the stumbling block comes." He stirs them up and makes them earnest, and prepares them to be watchful.
ἀπὸ πολλῆς γὰρ ἡμερότητος καὶ τοῦτο ποιεῖ, ἀλλὰ καὶ διορθούμενος, ἵνα καὶ τῷ θρήνῳ καὶ τῇ προρρήσει αὐτοὺς ἀνακτήσηται· πολλοὶ γὰρ πολλάκις, συμβουλευθέντες μὲν, οὐδὲν ὠφελήθησαν· θρηνηθέντες δὲ ἀνήνεγκαν· καὶ εἰ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὸ ἀνθαίρετον τῆς ἐξουσίας τῆς ἐλευθερίας ἀνεῖλεν· οὐ δὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον ταῦτα φησὶν, ἀλλὰ πάντως τὸ ἐσόμενον ὑπὸ τῶν πονηρῶν ἀνθρώπων προλέγει· σκάνδαλα καλῶν, τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ· οὐ τοίνυν ἡ πρόρρησις αὐτοῦ τὰ σκάνδαλα· ἄπαγε· οὐ δὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ ἔμελλε πάντως ἔσεσθαι, διὰ τοῦτο προεῖπεν, ὡς προγινώσκων πάντα. Εἰπὼν δὲ ὅτι “ ἐὰν ἡ χείρ σου ἡ ὁ ποὺς σου, ἣ ὁ ὀφθαλμός
“σου σκανδαλίζησεν,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν τοῦ σώματος μελῶν ταῦτα λέγει· ἄπαγε, ἀλλὰ περὶ φίλων καὶ προσηκόντων· οὓς ἃν ἐν τάξει μελῶν ἀναγκαίων ἔχομεν· τοῦτο δὲ καὶ ἀνωτέρω εἴρηκεν· οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνδιαγωγὴ πονηρά· ὅσα γὰρ ἀνάγκη ποιῆσαι μὴ δύναται, δύναται φιλία πολλάκις, καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν· διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει. τίνες εἰσὶν οἱ μικροὶ, οἷς μὴ καταφρονεῖν προστάσσει; οἱ πτωχοὶ, οἱ ἄγνωστοι, οἱ παρὰ τοῖς πολλοῖς μηδὲν εἶναι νομιζόμενοι· οὐ γὰρ περὶ τῶν ἀληθῶς μικρῶν ὄντων τὴν ἡλικίαν εἶπεν· ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονηροὺς ἀγαθὸν ἦν, οὕτως τὸ τιμᾷν τοὺς χρηστοὺς καὶ ἐπιεικεῖς, καὶ ξένους καὶ πτωχοὺς, κέρδος ἔχει μέγιστον.
For out of great gentleness he does this, but also in correcting them, so that by both lamentation and foretelling he might win them back; for many often, when advised, were not helped at all, but when lamented over they were restored; and if it is necessary for stumbling blocks to come, he did not thereby abolish the voluntary nature of the power of freedom; nor does he say these things by subjecting life to some necessity of circumstances, but he foretells entirely what will happen at the hands of wicked men, calling stumbling blocks the hindrances of the right way. Therefore his foretelling does not produce the stumbling blocks—far be it—nor because he foretold it does it therefore happen, but because it was certainly going to be, for this reason he foretold it, as one who foreknows all things. And having said, "If your hand or your foot or your eye causes you to stumble," and the rest, he does not say these things about the members of the body—far be it—but about friends and relatives, whom we hold in the rank of necessary members; and this he also said above; for nothing is so harmful as evil companionship; for whatever necessity cannot accomplish, friendship often can, both for harm and for benefit; therefore with great severity he commands us to cut off those who harm us. Who are the little ones, whom he commands not to despise? The poor, the unknown, those considered by the many to be nothing; for he did not speak about those who are truly little in age; for just as fleeing the wicked was good, so honoring the good and gentle, and strangers and the poor, has the greatest gain.
ΚΕΦ. ΛΗ.
Περὶ τῶν ἕκατον προβάτων παραβολή. 10 Εἰπὼν δὲ “ ὅτι οἱ Ἄγγελοι αὐτῶν,” καὶ τὰ ἑξῆς, ἔδειξεν ἐνταῦθα ὅτι πάντες ἀγγέλους ἔχομεν· τὸ δὲ βλέπειν τὸ πρόσωπον τοῦ Πατρὸς, οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ τὴν πολλὴν παρρησίαν καὶ τὴν τιμὴν, ἣν ἔχουσιν οἱ Ἄγγελοι. τὸ δὲ “ ἦλθεν ὁ υἱὸς τοῦ ἀν- “ θρώπου σῶσαι τὸ ἀπολωλὸς,” καὶ ἡ παραβολὴ τῶν ἑκατὸν προβάτων τοῦτο σημαίνει, τὸ πολλὴν φροντίδα ποιεῖσθαι ἡμᾶς τῶν νομιζομένων εἶναι εὐτελῶν ἀδελφῶν· ὅθεν καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. καὶ μὴ ἵνα λέγωμεν, ὅτι ὁ δεῖνα χαλκοτύπος ἦν, καὶ ὑποδηματορράφος, καὶ γεωργὸς, καὶ ἐκ τούτου καταφρονῶμεν· ἵνα γὰρ μὴ τοῦτο πάθωμεν, χρὴ σκοπῆσαι διὰ πόσων ἡμᾶς πείθει μετριάζειν, καὶ εἰς τὴν τῶν ἀδελφῶν ἐπιμέλειαν ἑαυτοὺς ἐμβάλλειν· ἔστησε παιδίον, καὶ φησὶ, γίνεσθέ μοι ὡς τὰ παιδία, καὶ ὃς ἔαν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν σκανδαλίσῃ, σκανδαλισθήσεται· καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ “ οὐαὶ” προσέθηκεν, καὶ τοὺς σκανδαλίζοντας ἐκτεμεῖν προσέταξε, κἂν ἐν τάξει χειρῶν ὦσιν ἡμῖν καὶ ὀφθαλμῶν· καὶ ἀπὸ τῶν Ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς νομιζομένους εὐτελεῖς ἀδελφοὺς, καὶ ἀπὸ τοῦ οἰκείου πάθους· ὅταν γὰρ εἴπῃ “ ὅτι ἦλθεν ὁ υἱὸς τοῦ
CHAPTER 38.
The parable concerning the hundred sheep. And having said, "that their angels," and what follows, he showed here that we all have angels; and the seeing of the face of the Father signifies nothing other than the great boldness of speech and the honor that the angels have. And the words "the Son of Man came to save that which was lost," and the parable of the hundred sheep, signify this: that we should take great care for the brothers who are considered to be of little worth; whence he also brings in the Father desiring these things. And let us not say, "So-and-so was a coppersmith, and a shoemaker, and a farmer," and from this despise him; for so that we should not suffer this, we must consider by how many means he persuades us to be modest and to throw ourselves into care for our brothers. He set a child in their midst and says, "Become to me as the children," and "whoever receives such a child receives me," and "whoever causes to stumble, will be caused to stumble"; and he was not even satisfied with the example of the millstone, but also added the "woe," and commanded to cut off those who cause stumbling, even if they be in the position of hands or eyes to us; and again from the angels who have been entrusted with these very brothers who are considered of little worth, and from his own suffering; for when he says, "that the Son of
“ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς,” τὸν σταυρὸν δηλοῖ· δι’ αὐτοῦ γὰρ τὸν κόσμον ἔσωσεν· καὶ ἀπὸ τοῦ Πατρός· ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι τινά· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν, ζητεῖ τὸ πλανώμενον, καὶ ὅταν εὕρῃ αὐτὸ, χαίρει ἐπ’ αὐτῷ μᾶλλον, καὶ ἥδεται τῇ εὑρήσει, καὶ τῇ σωτηρίᾳ τούτου· εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τούτῳ τῷ εὑρεθέντι, πῶς ἡμεῖς καταφρονοῦντες τῶν τῷ Θεῷ περισπουδάστων, οὐχὶ δίκην δώσωμεν τὴν ἐσχάτην ; ὅτι γὰρ ἀσθενὴς ἦν καὶ εὐτελὴς, διὰ τοῦτο μάλιστα δεῖ πάντα ποιεῖν, ὥστε αὐτὸν διασώζειν· μὴ τοίνυν ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων· καὶ γὰρ πάντα ταῦτα διὰ τοῦτο εἴρηται· ὁ βουλόμενος οὖν ἐπιβῆναι τὸν οὐρανὸν, ὡς παιδίον γενέσθω, καὶ τὸν τῦφον καταπατείτω, καὶ πρὸς τὰ σκάνδαλα γρηγορείτω· καὶ τὸ οὐαὶ φυγεῖν σπουδαζέτω, διὰ τὸ μὴ σκανδαλίσαι τινὰ, καὶ πρὸς τὴν σωτηρίαν τοῦ πλησίον ἀγωνίζεσθαι· καὶ ὄρθρου φανέντος, ἐξιὼν ἀπὸ τῆς οἰκίας, ἕνα σκοπὸν ἐχέτω· ὥστε τοῦ ψυχικοῦ κινδύνου τοῦ παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπαγομένου, τὸν ἀδελφὸν ἐξελέσθαι· οὐδὲ γὰρ χρὴ τῇ ἑαυτοῦ σωτηρίᾳ μόνον ἀρκεῖσθαι τινα, ἐπεὶ καὶ ταύτην λυμαίνεται· ἀλλὰ πρέπον ἐστὶ καὶ τοὺς ἑστηκότας, εἰς προθυμίαν ἐμβαλεῖν, καὶ τοὺς κειμένους ἐγείρειν. 15 “ Ἐὰν ἁμαρτήσῃ,” φησὶν, “ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ “ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον· ἐὰν ἀκούσῃ,” καὶ τὰ ἑξῆς· διὰ τι δὲ μεταξὺ τῶν δύο γενέσθαι τὸν ἔλεγχον κελεύει μόνων, τοῦ τε λυπήσαντος, καὶ τοῦ λελυπημένου ; ἵνα μὴ τῇ τῶν πλειόνων μαρτυρίᾳ, βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν·
to save the lost man," he indicates the cross; for through it he saved the world; and from the Father: that it does not seem good to him that any should perish; and from common custom, that the shepherd, leaving the saved, seeks the wandering one, and when he finds it, rejoices over it more, and delights in the finding and the salvation of it. If, then, God thus rejoices over this little one that was found, how shall we, despising what is earnestly cared for by God, not pay the last penalty? For because he was weak and of little worth, for this very reason we must do everything to save him. Let us not, then, neglect such souls; for all these things have been said for this purpose. Whoever, therefore, wishes to ascend to heaven, let him become as a little child, and let him trample down pride, and let him keep watch against stumbling blocks; and let him strive to escape the woe, because of not causing anyone to stumble, and let him struggle for the salvation of his neighbor; and when dawn appears, going out from his house, let him have one goal: that, when the danger to the soul brought upon men by the devil comes, he may rescue his brother. For one ought not to be content with his own salvation alone, since he even ruins it; but it is fitting both to instill eagerness into those who stand and to raise up those who lie fallen. "If," he says, "your brother sins against you, go and reprove him between you and him alone; if he listens," and what follows. But why does he command the reproof to take place between the two alone, the one who caused pain and the one who was pained? So that by the testimony of more persons he may not make the accusation heavier.
καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος, δυσδιόρθωτος μείνῃ· τὸ δὲ “ ἐὰν “ ἀκούσῃ,” τοῦτο σημαίνει· ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν· οὐκ εἶπεν δὲ ὅτι ἐὰν πεισθῇ ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ ἐκέρδανεν· τουτέστι, καὶ σὺ αὐτὸς τὴν ζημίαν ἐξέφυγες· καὶ γὰρ κἀκεῖνος καὶ οὗτος ἐζημιοῦντο πρὸ τούτου· ὁ μὲν, τὸν ἀδελφὸν, ὁ δὲ, τὴν οἰκείαν σωτηρίαν· οὐκ ἄγει δὲ τὸν λυπήσαντα πρὸς τὸν λυπηθέντα· ἀλλὰ τοῦτον πρὸς ἐκεῖνον· ἐπειδὴ ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἃν ἔλθοι πρὸς ἀπολογίαν, αἰσχυνόμενος καὶ ἐρυθριῶν· διὰ τοῦτο πρὸς ἐκεῖνον τοῦτον ἕλκει, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὥστε διορθῶσαι τὸ γεγενημένον, καὶ οὐ λέγει, κατηγόρησον,
οὐδὲ ἐπιτίμησον, οὐδὲ δίκας ἀπαίτησον, ἀλλ’ “ ἔλεγξον,” φησὶ, τουτέστιν, ἀνάμνησον του ἁμαρτήματος εἶπε πρὸς αὐτὸν, ὅπερ ἔπαθες πη αὐτοῦ· μὴ πειθομένου δὲ αὐτοῦ ἐν τούτῳ προστάσσει ἔτι ἕνα ἣ δύο παραλαβεῖν· ὅσῳ γὰρ ἀναιδέστερος διαμένει καὶ ἰταμώτεροι, τοσοῦτον μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρή· οὐκ ἐπὶ τὴν ἀγανάκτησιν καὶ τὴν ὀργήν· εἰ δὲ ἐπιμένοι, “ εἰπέ,” φησι, “ τῆ ἐκκλησίᾳ,” τουτέστι πλείοσι· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, “ ἔσται σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Χρὴ δὲ σκοπεῖν, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγάλης τίθησιν κακίας, καὶ γὰρ ἀλλαχοῦ φησίν· “ οὐχὶ καὶ “ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;” ” πάλιν· “ οἱ τελῶναι προά- “ ξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·” τουτέστιν οἱ σφόδρα καταδεδικασμένοι· διὰ τι δὲ τὸν μὴ πειθόμενον μετὰ τῶν τελωνῶν ἔταξεν;
And if that one becomes more reckless, he remains hard to correct. But the phrase "if he hears" means this: if he condemns himself, if he is persuaded that he has sinned. He did not say that if he is persuaded, that one gains only himself, but he gains—that is, you yourself also escaped the loss. For both that one and this one were suffering loss before this: the one, his brother; the other, his own salvation. He does not bring the one who caused pain to the one who was pained, but this one to that one, since the one who did wrong would not easily come to make a defense, being ashamed and blushing. For this reason he draws this one to that one, and not simply so, but so as to correct what has happened. And he does not say, Accuse, nor Rebuke, nor Demand satisfaction, but "Convict," he says—that is, Remind him of the sin; tell him what you suffered at his hands. But if he does not obey in this, he commands to take along one or two more. For the more shameless and reckless he remains, the more we must hasten to the healing, not to indignation and anger. But if he persists, "Tell," he says, "the church," that is, to more people. And if he disregards even these, "he shall be to you as the Gentile and the tax collector." But one must consider how everywhere he sets the tax collector as an example of great wickedness. For elsewhere he says: "Do not even the tax collectors do the same?" Again: "Tax collectors will go before you into the kingdom of God"—that is, those who are utterly condemned. But why did he place the one who does not obey with the tax collectors?
τὸν ἠδικημένον μυθούμενος, καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτῶ ἡ κόλασις διὰ τὸ μὴ πεισθῆναι, ἀλλὰ καὶ διὰ τὸ ἐπαγόμενον ἀμὴν γὰρ λέγω ὑμῖν, φησίν· ὅσα ἐὰν δὴ- “ σητε ἐπὶ τῆς γῆς,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προέδρων τῆς ἐκκλησίας τοῦτο λέγω, ἀλλὰ περὶ αὐτοῦ τοῦ προκαλεσαμένου τὸν ἁμαρτήσαντα πρὸς τὸ διαλλαγῆναι· ὅτι ὃ ἐὰν δήσῃ, αὐτὸν μὴ πειθόμενον, ἄλυτον μένει τὰ δεσμά· καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῆ ἐκεῖ κολάσει καταδεσμῶν αὐτόν· ταῦτα γὰρ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, τὸ ἐν οὐρανοῖς δεδέσθαι, ημεροτερος γένηται. 19 Τί ἐστιν ὅπερ φησὶν ὁ δεσπότης· “ ὅτι δύο ὑμῶν ἐὰν συμφω- “ νήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, ὃ ἐὰν αἰτήσωνται, “ γενήσεται αὐτοῖς ” Περὶ ποίων τοῦτο εἶπεν; περὶ τῶν ἐναρέτων, περὶ τῶν ἀγγελικὴν μετερχομένων πολιτείαν· οὗτοι τοίνυν πάντα ὅσα ἃν εἰς τὸ σύμφερον αἰτήσωσιν, μετὰ ὁμονοίας καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον, ἐπιτεύξονται· τὸ δὲ “ ὅπου ἐὰν ὠσι “ δύο ἣ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ “ αὐτῶν,” τοῦτο σημαίνει· ἵνα δι’ ἐμέ, φησιν, ἀγαπῶντες ἑαυτοὺς, καὶ μὴ διὰ βιωτικὴν ἀφορμὴν ὦσιν ὁμοῦ, μετὰ αὐτῶν ἔσομαι· ἃν δὲ τὰ ἄλλα ἐνάρετοι ὑπάρχωσιν.
recounting the wronged man, and this is not his only punishment because he was not persuaded, but also because of what follows: for "Amen I say to you," he says, "whatever you bind on earth," and the rest. I do not say this concerning the leaders of the church, but concerning the very one who summoned the one who sinned to be reconciled: that whatever he binds, if that one does not obey, the bonds remain unloosed; and by the punishment from this, and by the chastisement there, he binds him fast. For he threatened these things so that they might not happen; but fearing both the expulsion from the church and the danger from the bond—the being bound in heaven—he may become gentler. What is it that the Master says: "that if two of you agree on earth about any matter, whatever they ask, it will be done for them"? About what kind of people did he say this? About the virtuous, about those who pursue an angelic way of life. These, then, whatever they ask for their benefit, with concord and love toward their neighbor, will obtain. And the phrase "wherever two or three are gathered in my name, there I am in the midst of them" means this: so that, he says, loving one another for my sake, and not being together for some worldly reason, I will be with them—provided they are virtuous in other respects as well.
ΚΕΦ. ΛΘ.
Περὶ τοῦ ὀφείλοντος μύρια τάλαντα. Νομίσας τι λέγειν ὁ Πέτρος μέγα, ἐπήγαγεν· τὸ ἕως ἑπτάκις ἀφιέναι τῷ ἁμαρτήσαντι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐκείνῳ μὲν τῷ μὴ διαλλαγέντι, πέρας ἐπέθηκεν, εἰπὼν, “ ἔσται σοι ὥσπερ “ ὁ ἐθνικὸς καὶ ὁ τελώνης·” τῷ οὖν ἐλεγχομένῳ καὶ μετανοοῦντι, ποσάκις ἀφήσω, ἑπτάκις ; τί οὖν ὁ Χριστὸς ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, “ οὐ λέγω σοι ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις “ ἑπτά·” τοῦτο δὲ εἶπεν, οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκές· ὥσπερ καὶ τὸ μυρία τὸ πολλὰ δῆλοι, καὶ τὸ “ στεῖρα ἔτεκεν ἑπτὰ,” ἀντὶ τοῦ πολλά φησιν ἡ γραφή· τούτου γὰρ χάριν ἡ γραφὴ παραβολὴν προτίθησι, τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος· δεικνὺς, ὅτι εἰ καὶ πάντα διηνεκῶς συγχωροῦμεν τὰ ἁμαρτήματα τῶν πλησίον· ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον τοσοῦτον· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει ἡ φιλανθρωπία ἡμῶν πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ ὑπάρχομεν, δικάζεσθαι μέλλοντες, καὶ εὐθύνας τῶν ἡμαρτημένων ἡμῖν παρέχοντες· πρὸς γὰρ μυρία τάλαντα καὶ ἑκατὸν δηνάρια τὸ μέσον ἔστι, τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων τὸ μέγεθος· μᾶλλον δὲ καὶ πολλῷ πλέον· γίνεται δὲ τοῦτο, ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων· ὅτι ἡμεῖς μὲν, Θεῷ τῷ φοβερῷ καὶ μέγαλα παρέχοντι ἀγαθὰ, ἁμαρτάνομεν· ἄνθρωπος δὲ, πρὸς ἄνθρωπον ὁμοιοπαθῆ, καὶ μηδὲν ἣ ὀλίγα τινὰ εὐεργετήσαντα· καὶ γὰρ ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα·
CHAPTER 39.
Concerning the one who owed ten thousand talents. Peter, thinking he was saying something great, added: to forgive the one who has sinned up to seven times. What he means is this: for to the one who does not reconcile, he set a limit, saying, "he shall be to you as the Gentile and the tax collector." To the one, then, who is reproved and repents, how many times shall I forgive? Seven times? What then does Christ, the lover of mankind and good God, say? "I do not say to you seven times, but up to seventy times seven." He said this, not setting down a number here, but what is boundless and unceasing; just as "ten thousand" makes clear "many," and "the barren has borne seven," the Scripture says instead of "many." For this reason the Scripture sets before us the parable of the one who owed ten thousand talents, showing that even if we continually forgive all the sins of our neighbors, it is as much as a drop of water compared to a boundless sea—or rather, our love of mankind falls far shorter than the boundless goodness of God, which we stand in need of, being about to be judged and to give account for the sins we have committed. For between ten thousand talents and a hundred denarii lies the measure of the greatness of sins against man and against God—or rather, far more. And this comes about from the difference of persons: because we sin against God, who is fearsome and provides great goods; but a man sins against a man of like passions, who has done him no good or only a few small ones. For he made us when we were not, and he wrought all things visible for our sake.
ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο ἀγαθὰ, τοῖς τηροῦσι πάντοτε τὰς ζωοποιοὺς αὐτοῦ ἐντολάς· ὑπὲρ τούτων οὖν ἁπάντων, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν· ἄρα εἰ καὶ καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ ὄντος ἡμᾶς φιλοῦντος, ἐξεπληροῦμεν τὴν ἀξίαν· μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατατίθεμεν δὲ οὐδαμῶς· ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα τῶν ἑαυτῶν ἁμαρτημάτων ἀναλογιζόμενοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφεῖναι τὸ πλησίον τὰ ὀλίγα ἐκεῖνα
καὶ εὐτελῆ· καὶ γὰρ λόγος ἡμῖν γενήσεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐδαμῶς πάντα καταβαλεῖν δυνησώμεθα, κἂν ὅτι οὖν ποιήσωμεν· διὰ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς πρὸς ἀποδῶσιν εὔκολόν τε καὶ ῥᾳδίαν ὁδόν· καὶ πάντα δυναμένην διαλῦσαι ἐκεῖνα τὰ πταίσματα· τὸ μὴ μνησικακεῖν λέγω, κατορθούντων ἡμῶν. Διὰ τί κελεύει πραθῆναι σὺν τῷ ὀφείλοντι τὰ μυρία τάλαντα καὶ τὴν αὐτοῦ γυναῖκα; ἐπειδή περ καὶ αὐτὴ δούλη ὡς αὕτως καὶ τὰ παιδία αὐτῶν. οὐκ ὠμότητος δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐξ ἀφάτου κηδεμονίας· βούλεται γὰρ αὐτὸν ποιῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ· εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἃν ἐπένευσεν αὐτοῦ τῆ αἰτήσει. οὐ ποιεῖ δὲ τοῦτο πρὸ τοῦ λογοθεσίου· ἐπειδή περ ἐβούλετο δεῖξαι, πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῦ· ὅπως ἐκ τούτου ἡμερότερος περὶ τὸν σύνδουλον γένηται· εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφειλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον, ποῦ οὐκ ἃν ἐξῆλθεν ὠμότητος, εἰ μὴ γέγονε τοῦτο·
He also gave us baptism for the forgiveness of sins, and release from punishment, and inheritance of the kingdom, and he promised countless good things to those who always keep his life-giving commandments. For all these things, then, how ought we to have been disposed? Surely even if every day we were to repay what is due on behalf of the one who loves us, we would not even so lay down the smallest fraction of the debt. So then, pondering all these things and reckoning up the ten thousand talents of our own sins, let us be urged from this at least to forgive our neighbor those few and paltry things. For an account will be demanded of us for the commandments entrusted to us, and we will never be able to pay everything, no matter what we do. For this reason God has given us a path that is easy and ready for repayment, and able to dissolve all those offenses: I mean, not holding a grudge, when we set things right. Why does he command the ten thousand talents to be sold together with the debtor and his wife? Because she too is a slave just as he is, and so are their children. He does this not out of cruelty, but out of ineffable care; for by this threat he wishes to bring him to supplication, not that he be sold. For if he were doing it for that reason, he would not have consented to his request. And he does not do this before the accounting, since he wanted to show how many debts he was freeing him from, so that from this he might become gentler toward his fellow servant. For if, even after learning the magnitude of the debt and the greatness of the forgiveness, he persisted in throttling his fellow servant, where would he not have gone in cruelty, if this had not happened?
ἔτι δὲ ἵνα κἀκεῖνος δόξῃ τί συνεισφέρειν, τοῦτο ποιεῖ· οὐ γὰρ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ ἱκετηρίας, ἵνα μὴ ἀστεφανώτατος ἀπέλθῃ· διὸ καὶ ἕως τούτου καλῶς καὶ ἐναρέτως ὡμολόγησε τὸ χρέος· ἔτι δὲ καὶ ἐπαγγειλάμενος ἀποδοῦναι τὸ ὀφειλόμενον, εὐγνώμων ὤφθη· καὶ προσπεσὼν καὶ παρακάλεσεν, καὶ καταγνοὺς τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἐπιγνοὺς τὸ μέγεθος τῆς εὐεργεσίας. ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων· κρατήσας γὰρ τὸν σύνδουλον αὐτοῦ, οὐ μετὰ πολὺν χρόνον, ἀλλ’ εὐθέως ἔναυλον ἔχων τὴν εὐεργεσίαν, καὶ μήτε τὰ ῥήματα καταιδεσθεὶς Ρ δι’ ὧν ἐσώθη· καὶ γὰρ τοῖς αὐτοῖς καὶ οὗτος πρὸς αὐτὸν ἀπεχρήσατο, λέγων, “ μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι “ ἀποδώσω,” ἔπνιγεν ἀπαιτῶν τὴν ἐκπλήρωσιν· τοῦτο ποιῶν, ὅπερ οὐδὲ ἀνθρώποις ἦν ἀρεστὸν, μήτι γε τῷ Θεῷ· ὅθεν καὶ συνήλγησαν αὐτῷ· ὁ δὲ ἥμερος δεσπότης, καὶ συγκρίνεται πρὸς τὸν τοιοῦτον πονηρὸν δοῦλον, καὶ ἀπολογεῖται, καὶ τότε τῇ τιμωρίᾳ ἐκδίδωσιν. ἀκούσωμεν οὖν καὶ φρίξωμεν· καὶ μηδεὶς ἡμῶν μνησικακείτω· διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὅτι “ οὕτω ποιήσει 1 καὶ ὑμῖν ὁ P κατεδεσθεὶς Cod. q ποιήση Cod.
Furthermore, he does this so that that man too might seem to contribute something; for he did not want the gift to be his alone, but also that it be from his own supplication, so that he might not depart without a crown. Therefore even to this point he confessed the debt well and virtuously; and moreover, having promised to repay what was owed, he appeared grateful; and he fell down and pleaded, and condemned his own sins, and recognized the greatness of the benefaction. But what followed was unworthy of what came before; for having seized his fellow servant, not after a long time but immediately, keeping the benefaction fresh in his mind, and not ashamed of the words through which he was saved—for he too used the same words to him, saying, "Be patient with me, and I will repay you everything"—he choked him, demanding full payment. In doing this, he did what was not pleasing even to men, let alone to God; therefore they were grieved with him. But the gentle master both enters into judgment with such a wicked servant and defends himself, and then hands him over to punishment. Let us therefore hear and shudder; and let none of us bear a grudge; for this reason he also added, "So will my Father do to you.
“ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ, ἀπὸ τῶν “ καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτοῦ·” οὐ λέγει δὲ ἐνταῦθα ὁ πατὴρ ὑμῶν, ἀλλ’ ὁ Πατήρ μου ἐπειδὴ οὐκ ἔστιν ἄξιος υἱὸς ὀνομάζεσθαι τοῦ εὐσπλάγχνου πατρὸς, ὁ οὕτω πονηρὸς καὶ μισάνθρωπος καὶ μνησίκακος· δύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ’ ἀπὸ καρδίας. 1 “ καὶ ἐγένετο,” φησὶν, “ ὅτι ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους “ τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου” καὶ τὰ ἑξῆς διὰ τί συνεχῶς ἐν τῇ Γαλιλαίᾳ διέτριβε, καὶ οὐχὶ ἐν τῇ Ἰουδαίᾳ; διὰ τὴν βασκανίαν τῶν Ἰουδαίων· νῦν δὲ ἐπιχωρίαζει λοιπὸν τῇ Ἰουδαίᾳ, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ’ εἰς τὰ ὅρια τῆς Ἰουδαίας· οὔτε δὲ τῇ τοῦ λόγου διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ· ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἐσομένων· ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, καὶ ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος· ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας, ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος, τοῦ τὴν πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγηθῆναι· παρατρέχουσι δὲ οἱ Εὐαγγελισταὶ, ὁλοκλήρους δήμους θεραπευομένων· οὐ κατ’ ὄνομα ἐπιλέγοντες ἕκαστον, ἀλλ’ ἑνὶ ῥήματι τὸ ἀκόμπαστον παιδεύοντες ἡμᾶς, ἵνα ταπεινοφρονῶμεν ἀεί. Ὠριγένουσ. Ποιεῖ τοῦτο, ἐκείνους εὐεργετῶν, καὶ δι’ ἐκείνων πολλοὺς ἑτέρους·
My Father, if you do not each forgive your brother his trespasses from your hearts. He does not say here your Father, but my Father, since he is not worthy to be called a son of the compassionate Father, being so wicked and hateful of mankind and bearing grudges. Two things, then, he seeks here: both to condemn sins and to forgive others; and not simply to forgive from the mouth, but from the heart. And it came to pass, he says, that when Jesus had finished these words, he departed from Galilee and came into the borders of Judaea beyond the Jordan, and so on. Why did he continually stay in Galilee and not in Judaea? Because of the envy of the Jews. But now at last he takes up residence in Judaea, since the passion was soon to be at hand. Yet he does not go up to Jerusalem just yet, but to the borders of Judaea. Nor does he devote himself continuously to the teaching of the word, nor to the wonderworking of signs, but now he does this, now that, varying the salvation of those present and those to come, so that from the signs he might appear a trustworthy teacher also in what he said, and from the teaching of the words he might increase the gain from the signs, so that they might be led by the hand to the knowledge of God. The Evangelists pass over whole multitudes of those being healed, not listing each by name, but by a single phrase teaching us not to be ostentatious, so that we may always be humble-minded. Origen. He does this, benefiting those men, and through them many others.
ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο.
ΚΕΦ. Μ.
Περὶ τῶν ἐρωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα. 3 Τίνος ἕνεκεν ἐρωτηθεὶς, “ εἰ ἔξεστι κατὰ πᾶσαν αἰτίαν ἀπολῦ- “ σαι τὴν γυναῖκα αὐτοῦ,” οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν; ἵνα μὴ θορυβηθῶσι καὶ ταράξωσιν· ἐρωτῶσι δὲ πανούργως ἐκεῖνοι· ἵνα εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν ἀφεῖναι, εὐθέως ἀντιθήσωσιν αὐτῷ πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα· καὶ εἴπωσιν αὐτῷ· πῶς οὖν εἴρηκε τὰ
ἐναντία; εἰ δὲ ταῦτα πάλιν εἴποι ἅπερ καὶ ἔμπροσθεν, ἀντιθήσωσιν αὐτῷ τὰ Μωϋσέως· διὰ τοῦτο δὲ οὐ λέγει ἐνταῦθα, τι με πειράζετε ὑποκριταὶ ; ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ, καὶ τὴν ἡμερότητα ἐνδείξηται· οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσιν λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμέρως πάντα φέρειν. τί ἐστιν “ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς ;” ἐκ μιᾶς ῥίζης, φησὶν, ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον· “ ἔσονται γὰρ οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ “ ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ “ χωριζέτω· τοῦτο δὲ εἶπε, κωλύων κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τινὰ τὴν ἑαυτοῦ γυναῖκα· προσενεγκόντων δὲ ἐκείνων τὴν τοῦ Μωϋσέως νομοθεσίαν, αὐτὸς διὰ τὴν σκληροκαρδίαν αὐτῶν, τοῦτο ποιῆσαι αὐτὸν ἀπεφήνατο· ἐντρέψαι αὐτοὺς δὲ ἐν τούτῳ βουλόμενος· τὸ δὲ ἀπ’ ἀρχῆς οὐ γέγονεν οὕτω, δηλοῖ, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ὁ Θεὸς ἐξ ἀρχῆς ἐνομοθέτησεν τὰ ἐναντία τούτων ὧν ἐποιεῖτε ὑμεῖς· διὸ καὶ μετὰ αὐθεντείας λοιπὸν νομοθετεῖ λέγων, ὅτι “ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, καὶ τὰ ἑξῆς. Ἀποδιναρίου.
For the correction of their weakness became for others a foundation for the knowledge of God.
CHAPTER 40.
Concerning those who asked whether it is lawful to divorce one's wife. 3 For what reason, when asked, "Is it lawful to divorce one's wife for any cause," did he not immediately say, "It is not lawful"? So that they might not be thrown into confusion and disturbed. But they questioned cunningly, so that if he should say that it is lawful to divorce, they might immediately counter him with what he himself had said, and say to him: How then has he spoken the opposite things? But if he should again say the same things as before, they might counter him with the laws of Moses. For this reason he does not say here, "Why do you test me, hypocrites?" so that along with his power he might also display his gentleness. For he is neither always silent, lest they think he is unaware, nor always rebuking, so that he might train us to bear all things gently. What is "male and female he made them"? From one root, he says, they came to be, and they came together into one body. "For the two," he says, "shall be one flesh"; and "what God has joined together, let no man separate." He said this, forbidding anyone to divorce his own wife for any cause. But when they brought forward the legislation of Moses, he declared that he permitted this because of their hardness of heart, wishing in this to put them to shame. But that "from the beginning it was not so," he shows that through the very facts God legislated for us from the beginning the opposite of those things which you were doing. Therefore he now legislates with authority, saying, "Whoever divorces his wife, except for the cause of fornication," and the rest. Of Apodinarion.
τούτῳ ἀνθρωπίνῳ τρόπῳ διήλεκται ὁ Σωτῆρ’, κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν· οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν Λόγον· οὐδὲ μὲν χωρίζων ἀπὸ τοῦ κτίζοντος, πρὸς τὸν κτίσαντα Υἱὸν, ἀλλ’ ἐν Πατρὸς ὀνόματι καὶ τὸν Λόγον ἐμπεριλαμβάνων· “ εἴγε πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς “αὐτοῦ ἐγένετο οὐδὲ ἕν.” Θεοδώρου Ἡρακλείασ. Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν τὴν σώφρονα, οὕτω τε κατέχειν μοιχαλίδα ἀσεβὲς, κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα. Ἀποδιναρίου. Μοιχείαν φησὶ, τὸ τῆ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών· διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει, ὁ τὸ “ οὐ μοιχεύσεις” λέγων ; ἐροῦμεν ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν· ὅτε τὴν ἐνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ Σωτῆρ’, καὶ τὴν οὐχ ὁμολογημένην παρὰ πᾶσιν, οὐδὲ γινωσκομένην τῇ φύσει, οὐδὲ διελεγχομένην ὅτι μοιχεία ἐστί· τὴν μέντοι πορνεύσασαν, ἀποστῆσαι συγχωρεῖ
In this human manner the Savior discoursed, according to the didactic form, not revealing that He Himself is the Creator Word, nor separating the Son who creates from the Creator, but including the Word also under the name of the Father: "For if all things came into being through Him, and without Him not even one thing came into being."
Theodore of Heraclea. For just as it is absurd to cast out a chaste woman, so also to retain an adulteress is impious, according to what is written concerning Solomon.
Apollinaris. He calls it adultery, not to be with one's own wife; but he who has left his own wife is not with his own. Therefore he commits adultery against her, that is, against the second woman, whom he brings in alongside the one joined to him by nature, if he leaves his own. How then did the law not permit this, the law that says "You shall not commit adultery"? We shall say that the law prevented manifest adultery, when another man corrupts the woman dwelling with him; but the Savior also prevents that which is not acknowledged by all, nor known by nature, nor proven to be adultery. However, a woman who has committed fornication, He permits to put away.
ὁ Χριστός· ὅτι δὴ διέλυσεν αὐτὴν τὴν φυσικὴν σύζευξιν, καὶ οὐκ ἔτι ὕπο του ἀνδρὸς τούτου γίνεται. Διατὶ εἶπον οἱ Ἀπόστολοι τῷ κυρίῳ· “ εἰ οὕτως ἐστὶν ἡ αἰτία “ τοῦ ἀνθρώπου καὶ τὰ ἑξῆς ; ἐπειδὴ ἐθορυβήθησαν ἀκούσαντες τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διὰ παντὸς ἔνδον συγκεκλεισμένου. 10 Τί δηλοῖ “εἰ οὕτως ἐστὶν ἡ αἰτία καὶ τὰ ἑξῆς; ἣ τοῦτο, ὅτι διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἣ ἐκεῖνο, ὅτι εἰ αἰτίαν λήψεται καὶ παρανομεῖ ὁ ἀνὴρ ἐπὶ τούτοις, ἐκβάλλων τὴν γυναῖκα, κουφότερόν ἐστι μᾶλλον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως, καὶ πρὸς ἑαυτὸν, ἣ πρὸς γυναῖκα πονηράν· οὐκ εἶπε δὲ ὁ δεσπότης Χριστὸς ὅτι ναὶ τοῦτο κουφότερον, ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμα ἔστιν ἀλλ’ ὅτι οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται εἶπε δὲ τοῦτο, ὑψῶν τὸ πρᾶγμα τῆς παρθενίας καὶ ἐπαινῶν, καὶ δεικνὺς μέγα ὃν, καὶ ἐν τούτῳ ἐφελκόμενος καὶ προτρέπων, ἵνα μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν· ἐπειδὴ γὰρ περὶ παρθενίας εἰπεῖν ἐπαχθέστερον εἶναι ἐδόκει ἐκ τῆς ἀνάγκης, τοῦ μὴ ἀφιέναι τὴν πονηρὰν γυναῖκα, εἰς τὴν ἐπιθυμίαν αὐτοὺς τοῦ παρθενεύειν ἐνέβαλεν. 12 Θέλων δὲ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης δεῖξαι τὰς τρεῖς διαφορὰς τῶν εὐνούχων, φησὶν, “ ὅτι εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοι- “ λίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐννόησον εἰ οὕτως ἐκ φύσεως ὑπῆρχεν, τουτέστιν, εἰ εὐνοῦχος ἐγεννήθης· ἣ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων ἀνθρώπων, οὕτως ἐγένου· τί ἃν ἐποίησαν ;
Christ: because he has dissolved the natural union itself, and she is no longer under this man. Why did the Apostles say to the Lord: "If this is the cause of the man" and the rest? Because they were disturbed when they heard that a woman full of every wickedness was to be had, and that a savage beast was to be endured, shut up within all the time. What does "If this is the cause" and the rest mean? Either this: that for this reason they were joined, so that they might be one; or that: if the man will take a cause and transgress the law in these matters, putting away his wife, it is lighter rather to struggle against the desire of nature, and against oneself, than against a wicked woman. But the Master Christ did not say, "Yes, this is lighter," so that they might not think the matter is a law, but that not all receive it, but those to whom it is given. He said this, exalting the matter of virginity and praising it, and showing it to be great, and in this drawing and urging them, so that they might rather choose virginity and continence. For since to speak about virginity seemed more burdensome, on account of the necessity of not putting away a wicked woman, he cast them into the desire of living in virginity. Wishing to show the power of this virtue, he speaks of the three differences of eunuchs, saying: "that there are eunuchs who were born so from their mother's womb; and there are eunuchs," and the rest. What he means is this: consider if you were so by nature, that is, if you were born a eunuch; or you became so at the hands of men who abuse such things; what would they have done?
τῆς ἀπολαύσεως μὲν τοῦ γάμου ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; οὐκοῦν εὐχαριστήσεις νῦν τῷ Θεῷ· ὅτι μετὰ μισθῶν, καὶ στεφάνων, τοῦτο κατορθοῖς, ὅπερ χωρὶς στεφάνων ἐκεῖνοι ; οἵτε οὕτως εὐνοῦχοι γεννηθέντες, οἱ τε ἀπὸ ἀνθρώπων εὐνουχισθέντες, ἀλλὰ καὶ πολλῷ κουφότερον τῇ ἐλπίδι προθυμοποιούμενος, καὶ τῷ συνειδότι κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων· οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς τὰ τοιαῦτα οἶδεν καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνον· διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν τοὺς εὐνούχους, ἵνα τοὺς παρθενεύοντας καὶ τοὺς ἐγκρατευομένους εἰς
προθυμίαν ἐμβάλῃ· ἐπεὶ εἰ μὴ τοῦτο κε τι βούλεται ὁ περὶ τῶν προειρημένων δύο εὐνούχων λόγος αὐτῷ; Εἰπὼν δὲ ὅτι εὐνούχησαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομὴν, ἄπαγε, ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν· ὡς ὅγε τὸ μέλος ἐκτέμνων, τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμήν· καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα· τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας ἐστὶ, καὶ Σατανικῆς ἐπιβουλῆς, ἵνα τοῦ Θεοῦ τὸ ἔργον οἱ τοιοῦτοι διαβάλλωσιν, ἵνα τὸ ζῶον λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες, καὶ διπλῶς παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τὸ τὰ μέλη πηροῦν, καὶ τὸ κωλύειν τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν· ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησεν· διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν·
of the enjoyment of marriage, yet having no reward? Therefore you will now give thanks to God, because with rewards and crowns you accomplish what those others do without crowns—both those who were born eunuchs in this way, and those who were made eunuchs by men—but you do so with far greater ease, urged on by hope and by the consciousness of a right accomplishment, and not even having desire surging in this way. For it is not so much the excision of a member as the bridle of reason that is able to calm such waves and produce a calm; or rather, reason alone. For this reason, then, he brought forward those eunuchs, in order to instill eagerness into those who practice virginity and continence. Since, if this were not his meaning, what does his account of the two aforementioned eunuchs intend? And when he said that they made themselves eunuchs, he does not mean the excision of members—far be it—but the removal of wicked thoughts. For the one who cuts off a member dares the deeds of murderers, and gives occasion to those who slander God's creation; and he opens the mouths of the Manichaeans. For to cut off members is the work of demonic activity and Satanic plotting, so that such people may slander God's work, so that they may outrage the living being; so that, reckoning everything not by free choice but by the nature of the members, the many among them may sin fearlessly, as being unaccountable, and may harm this living being in two ways: both by mutilating the members and by hindering the eagerness of free choice for good things. These things the devil legislated. Therefore I urge you to flee such lawlessness.
μετὰ γὰρ τῶν προειρημένων, οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερότερα ἐντεῦθεν γίνεται, ἀλλὰ καὶ μᾶλλον χαλεπώτερα· ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει· καὶ οἱ μὲ,, ἀπὸ ἐγκεφάλου· οἱ δὲ, ἀπὸ ὀσφύος τὸ οἶστρον ἐκεῖνο φύεσθαι λέγουσιν· ἐγὼ δὲ, οὐδαμόθεν ἄλλοθεν εἴποιμ’ ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκολάστου, καὶ διανοίας ἠμεμελημένης· κἂν αὐτὴ σωφρονῇ τῶν φυσικῶν κινημάτων, βλάβος οὐδέν. βουλόμενος δὲ προθυμοτέρους ποιῆσαι, φησίν· “ ὁ δυνάμενος χωρεῖν χωρείτω.” δείξας τὸ ὑπέρουκον τοῦ κατορθώματος· καὶ οὐκ ἀφεὶς εἰς ἀνάγκην νόμου κατακλεισθῆναι τὸ πρᾶγμα, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα. τότε δὲ εἶπεν τοῦτο· ὅτε ἔδειξε σφόδρα ὂν δυνατόν· ἵνα πλεῖον τῆς προαιρέσεως ἡ φιλοτιμία γίνηται, καὶ προαιρέσεώς ἐστι φησί. Πῶς ἀρχόμενος ἔλεγεν “ οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται ; ” ἵνα μάθωμεν ὅτι μέγας ὁ ἆθλος· οὐχὶ δὲ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσωμεν· δίδοται γὰρ τοῦτο πᾶσι τοῖς βουλομένοις· ἔτι δὲ καὶ διὰ τοῦτο οὕτως εἶπεν· δεικνὺς ὅτι πολλῆς εἰς τοῦτο δεῖ τῆς ἄνωθεν ῥοπῆς, τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. ἔθος γὰρ τῷ δεσπότῃ Χριστῷ, ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅτ’ ἃν μέγα τὸ
For along with the things previously said, not even the gentler aspects of desire become so from this, but rather they become even more difficult; for from one source the seed within us has its springs, and from another it swells; and some say that the sting is produced from the brain, others from the loins; but I would say from nowhere else than from an undisciplined will and a neglected mind; and even if the soul itself is temperate, there is no harm from the natural movements. But wishing to make them more eager, he says: "Let the one who is able to receive this receive it." Having shown the surpassing nature of the achievement; and not allowing the matter to be confined to the necessity of law, because of his ineffable love for humanity and goodness. He said this then: when he had shown that it is very much possible; so that the ambition might be greater than the choice, and it is a matter of choice, he says. How, at the beginning, did he say, "Not all receive this, but those to whom it is given"? So that we may learn that the contest is great; not so that we might suspect some compelled allotment; for this is given to all who wish it; and moreover he also said it in this way: showing that much help from above is needed for this, for the one who enters upon this task, which the one who wishes will certainly enjoy. For it is the custom of the Master Christ to use this expression, whenever the
κατορθούμενον ὑπάρχῃ· ὡς ὅτ᾿ ἃν λέγει· “ ὑμῖν δέδοται γνῶναι “ τὰ μυστήρια. καὶ ὅτι τοῦτο ἦν ἀληθὲς, δῆλον· εἰ γὰρ τῆς ἄνωθεν μόνης δόσεως ἔστι, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. χρὴ δὲ σκοπῆσαι πῶς ἐξ ὧν ἕτερον πονηρεύονται, κερδαίνουσιν ἕτεροι. οἱ μὲν γὰρ Φαρισαῖοι, μηδὲν μαθόντες, οὐδὲ γὰρ ἵνα μάθωσιν ἐρωτῶσιν, οὕτως ἀπῆλθον· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Διὰ τί οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία, ἅπερ αὐτῷ προσηνέχθη ἐπὶ τὸ προσεύξασθαι αὐτοῖς; τύφου ἕνεκεν· αὐτὸς δὲ διδάσκων αὐτοὺς μετριάζειν, καὶ τῦφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ εὐαγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν κατεπήγγελται. τινες δέ εἰσιν οἱ τοιοῦτοι ; οἱ μετὰ συνέσεως πρᾶοι ὄντες, καὶ ἀπόνηροι· τοῦτο γάρ ἐστι βίος ἀγγελικὸς, καὶ τὸ πάντων τῶν παθῶν καθαρεύειν· ὥσπερ ἡ τύχη τοῦ παιδίου· καὶ γὰρ οὔτε δὲ τοῖς λελυπηκόσι μνησικακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται· οὔτε τῶν ἀναγκαίων πλέον τί ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ· οὔτε λυπεῖται ἐφ’ οἷς ἡμεῖς τοῖς ἐπικήροις τούτοις· οὔτε ἐπτόηται πρὸς κάλλει σωμάτων· διὰ τοῦτο οὖν ἔλεγεν, “ τῶν γὰρ τοιούτων ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν·” ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει.
if it is something being set right; as when he says: "To you it has been given to know the mysteries." And that this was true is clear; for if it is from the gift from above alone, and those who practice virginity contribute nothing themselves, then in vain did he promise them the kingdom of heaven, and he separated them from the other eunuchs. But one must consider how, from the things by which some do evil, others gain. For the Pharisees, having learned nothing—indeed they do not ask in order to learn—departed in that state; but the disciples gained even from this. Why did the disciples rebuke the children who were brought to him so that he might pray for them? For the sake of pride; but he, teaching them to be modest and to trample on worldly pride, receives them and takes them in his arms, and to such as these he proclaimed the kingdom. And who are such as these? Those who are gentle with understanding, and guileless; for this is the angelic life, and to be pure from all the passions; just like the condition of a child; for it does not hold a grudge against those who have grieved it, but comes to them as to friends; nor does it seek anything more than what is necessary, but only as much as to be filled from the breast; nor is it grieved by the things by which we are grieved, these troublesome things; nor is it excited by the beauty of bodies; for this reason, then, he said, "for of such is the kingdom of heaven"; so that by our own choice we may do these things which children possess by nature.
ΚΕΦ. ΜΑ.
Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Tὸν προσελθόντα νεανίσκον τῷ Χριστῷ, καὶ εἰπόντα, “ διδά- “ καλε ἀγαθὲ, τίνες μὲν ὡς ὕπουλόν τινα καὶ πονηρὸν ἐνδιαβάλλουσιν· εἰ γὰρ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων δοῦλον, οὐκ ἃν παραιτησαίμην εἰπεῖν· ἐπειδὴ p ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν· ὕπουλον δὲ, οὐδαμῶς· διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γὰρ φησὶν “ ὅτι προδραμὼν “ καὶ γονυπετῶν, παρεκάλει αὐτόν.” ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὐτῇ λυμαινεῖται τὰ ἄλλα ἀγαθά. διὰ τι οὖν οὕτως πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς λέγων· “ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς P ἐπεὶ δὲ Cod.
“ ὁ Θεός ” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθεν ψιλῷ καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ. διὰ δὴ τοῦτο, καὶ αὐτὸς ὡς ἄνθρωπος αὐτῷ διαλέγεται· οὐχ ἑαυτὸν δὲ ἐμβάλλων τοῦ εἶναι ἀγαθὸς, τοῦτο εἶπεν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν· “ εἰ μὴ εἷς ὁ Θεός· καὶ γὰρ ἀνωτέρω εἰπών· “ ὅτι ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ “ διδόναι τοῖς τέκνοις ὑμῶν· οὐ τῆς ἀνθρωπίνης φύσεως ἁπάσης πονηρίαν καταγινώσκων τοῦτο εἶπεν, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα, τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων. τί δὲ ἦν χρήσιμον ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι τῷ νεανίσκῳ; ὅπως ἀνάξῃ αὐτὸν κατὰ μικρὸν καὶ παιδεύσῃ κολακείας ἀπηλλάχθαι πάσης, καὶ τῶν ἐπὶ γῆς ἀπαλλάττων καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα εἰδέναι τὲ καὶ ζητεῖν τὸ ὄντως ἀγαθὸν, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. ἐπειδὴ καὶ ὅτ’ ἃν λέγει·
CHAPTER 41.
Concerning the rich man who questioned Jesus. The young man who came to Christ and said, "Good teacher," some slander as though he were corrupt and wicked; for if he was in fact a lover of money and a slave of wealth, I would not decline to say so, since Christ convicted him of being such; but corrupt, by no means—because Mark too has removed this suspicion; for he says "that he ran up and knelt before him and implored him." But great is the tyranny of wealth, and it is clear from this: even if we are virtuous in other respects, it utterly corrupts all the other good things. Why then did Christ answer him thus, saying, "No one is good except one, God"? Because he approached him as a mere man and one of the many, and as a Jewish teacher. For this reason he also converses with him as a man; and he did not say this to cast himself as being good, but by way of contrast with the goodness of God. Therefore he also added: "except one, God." For indeed, having said earlier, "that you, being evil, know how to give good gifts to your children," he did not say this to condemn the wickedness of all human nature, but comparing the goodness among men with the goodness of God. But what was the benefit of answering the young man in this way? So that he might lead him up little by little and teach him to be free from all flattery, and, detaching him from earthly things and attaching him to God, and persuading him to know and seek the things to come and the truly good, and to refer the honors to him. Since also whenever he says:
μὴ καλέσητε q διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο εἶπεν· καὶ ἵνα μάθωσιν, τίς ἡ πρώτη τῶν ἁπάντων ἀρχή. Πόθε, δὲ δῆλον ὅτι οὐ πειράζων προσῆλθεν ; ἐπειδὴ εἰ τοῦτο ἦν, ἐδήλωσεν ἃν αὐτὸ ὁ Εὐαγγελιστής· ὥσπερ καὶ ἐπὶ τοῦ νομικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἐποίησεν· εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, οὐκ ἃν αὐτὸν εἴασεν λαθεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, καὶ ᾐνίξατο· ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν· ἄλλως τε δὲ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος, ἐφ’ οἷς ἤκουσεν· τοῦτο γὰρ οὐδεὶς ἤκουσε τῶν πειρασάντων αὐτὸν Φαρισαίων, ἀλλὰ μᾶλλον ἠγριαίνοντο ἐπιστομιζόμενοι· οὗτος δὲ οὐδαμῶς· ἀλλ’ ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει· καὶ γὰρ τῶν ἄλλων, τῶν μὲν, πειραζόντων, τῶν δὲ, ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου προσέρχεται καὶ διαλέγεται· καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος, τὸν σπόρον συνέπνιγεν· ἀκούσας γὰρ τήρησον τὰς ἐντολάς· οὐ πειράζων εἶπεν ποίαν; ἀλλὰ νομίζων ἑτέρας τινὰς εἶναι τὰς τῆς ζωῆς παρὰ τὰς νομικάς· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν· εἰπόντος οὖν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου, ἐκεῖνος φησὶ, “ ταῦτα πάντα q καλέσηται Cod.
Do not call anyone teacher on earth; he said this by way of distinction from himself, and so that they might learn what is the first principle of all. But how is it clear that he did not come to test him? Since if this were so, the Evangelist would have made it clear, just as he did in the case of the lawyer and in the case of the others. And if Christ himself had kept silent, he would not have allowed him to escape notice, but would have clearly exposed and hinted at it, so that he might not seem to have deceived and gone unnoticed. Besides, if he had come to test him, he would not have gone away grieving at what he heard; for none of the Pharisees who tested him heard this, but rather they were enraged when they were silenced. But this man did not do so at all; instead he goes away downcast, which is no small sign that he did not come with an evil intent, but with a weaker one, and that he desired life but was held fast by another passion. For while others approached—some testing, some on account of illnesses, whether of their own or of strangers—he himself comes and converses about eternal life. For the soil was indeed rich and fat, but the abundance of thorns choked the seed. For when he heard, "Keep the commandments," he did not say, "Which one?" as one testing, but thinking that there were certain other commandments of life besides those of the law—which was the mark of one greatly desiring it. So when Christ stated those from the law, he says, "All these
“ ἐφυλαξάμην ἐκ νεότητός μου,” καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ· “ τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ· οὐ μικρὸν δὲ καὶ τοῦτο, ὅτι ἐνόμιζεν ἑαυτὸν ὑστερεῖν· οὐδὲ ἡγεῖτο ἀρκεῖν τὰ εἰρημένα, εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Διὰ τί πρῶτον τὸ βραβεῖον τίθησιν αὐτῷ λέγων· τὸ “ πώλησόν “ σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·” καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, τὸ “ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ ἀκολούθει μοι ” ἵνα διὰ πάντων συσκιάσῃ τὸ δοκοῦν εἶναι βάρος τῆς παραινέσεως, καὶ οὕτως αὐτὸν ἐφελκύσηται· διὸ καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· πλείονα γὰρ ὧν ἐκέλευσε παρασχεῖν ὑπέσχετο δοῦναι· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσοῦτο μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἐπιπλεῖον· θησαυρὸν δὲ εἶπεν, τὸ δαψιλὲς τῆς ἀντιδόσεως δηλῶν, καὶ τὸ μόνιμον καὶ ἄσυλον· οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν μόνον, ἀλλὰ δὴ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι πρὸς θάνατον εἶναι ἕτοιμον καθημερινόν· καὶ πάντα τὰ κελευόμενα παρ’ αὐτοῦ ποιεῖν. τίνος χάριν ἐπῆλθε λυπούμενος; δι’ ἣν εἶπεν αἰτίαν ὁ Εὐαγγελιστὴς, ὅτι “ ἦν ἔχων κτήματα πολλά·” οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ χρήματα κατέχοντες τὰ ὀλίγα, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ ὁ ἔρως τότε γίνεται· ὅπερ ἀεὶ λέγων οὐ παύομαι· ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει τὴν φλόγα· χρὴ γὰρ σκοπῆσαι οἷαν καὶ ἐνταῦθα ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος·
I have kept them from my youth, and not even there did he stop, but again he asks: What do I still lack? This itself was a sign of his intense desire; and it was no small thing that he thought himself lacking, nor did he consider what had been said sufficient to obtain what he desired. Why does he first set before him the prize, saying: Sell your possessions and give to the poor; and immediately again the rewards: You will have treasure in heaven, and follow me — so that through all these things he might overshadow the apparent burden of the exhortation, and thus draw him on. Therefore he also shows him that the reward is great; for he promised to give more than what he commanded him to provide — not only more, but as much greater as heaven is than earth, and even more. He called it treasure, revealing the abundance of the recompense, and its permanence and security. So then, it is not enough merely to despise wealth, but also to nourish the poor, and above all to follow Christ — that is, to be ready for death daily, and to do all that he commands. For what reason did he come away grieving? For the reason the Evangelist stated: that he had many possessions. For those who possess little are not held in the same way as those who are immersed in great abundance; for the love of it then becomes more tyrannical. This I never cease saying: that the addition of incoming things kindles a greater flame. For one must consider what strength the passion displayed even here.
τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ ἐπιθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥίψαι τὰ χρήματα, οὕτως αὐτοῦ κατέχωσε τὴν διάνοιαν, καὶ ἔπεισε μὴ πεισθῆναι, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι· ἀλλὰ σιγήσας καὶ γενόμενος κατηφὴς καὶ στυγνὸς, οὕτως ἀπῆλθε. Εἶπε δὲ ὁ Χριστός· “ πῶς δυσκόλως πλούσιοι εἰσελεύσονται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτοῦ· εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης· εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ πρὸς βασιλείαν ἐμπόδιον· τὸ καὶ τὰ ἑτέρων λαμβάνειν, ἐννόησον πόσον σωρεύει τὸ πῦρ. διὰ τί τοῖς μαθηταῖς ἔλεγε πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς
τὴν βασιλείαν τῶν οὐρανῶν ; παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ προιὼν δὲ δείκνυσιν τὸ καὶ ἀδύνατον, καὶ σφόδρα ἀδύνατον τοῦτο· ἐκ τοῦ παραδείγματος τῆς καμήλου καὶ τῆς βελόνης r. εἰπὼν τὸ “ εὐκοπώτερόν ἐστι κάμηλον εἰσελθεῖν” καὶ τὰ ἑξῆς, καὶ ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. διὸ καὶ Θεοῦ ἔργον, ἔφησεν αὐτὸ εἶναι· ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῶν μελλόντων τοῦτο κατορθοῦν· γίνεται δὲ τοῦτο δυνατὸν, ἃν ῥίψῃς τὰ χρήματα, ἃν κενώσῃς τὰ ὄντα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς, ἃν τὸν Θεὸν παρακαλέσῃς συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, δι’ ὧν τῆς μελλούσης ζωῆς κληρονόμος γενήσῃ. Ἕνεκεν τίνος οἱ μαθηταὶ ταράττονται, πεντήκοντα ὄντες, καὶ ἐρωτῶσι λέγοντες· “ τίς ἆρα δύναται σωθῆναι ” ὑπὲρ τῆς τῶν ἄλλων ἀλγοῦντες σωτηρίας, τοῦτο ἠρώτησαν·
For the one who came with joy and desire, when Christ commanded him to cast away his money, it so overwhelmed his mind and persuaded him not to obey, so that he did not even leave an answer concerning these things; but falling silent and becoming downcast and sullen, he departed. And Christ said: "How difficultly will the rich enter into the kingdom of heaven." Not reproaching the money, but those held captive by it. And if a rich man enters with difficulty, much more the covetous man; for if not giving one's own is an obstacle to the kingdom, consider how much fire he heaps up by also taking what belongs to others. Why did he say to the disciples, who were poor and possessed nothing, that a rich man will enter with difficulty into the kingdom of heaven? To teach them not to be ashamed of poverty. And proceeding, he shows that this is even impossible, and exceedingly impossible, from the example of the camel and the needle; having said, "It is easier for a camel to enter" and what follows, and that no ordinary reward awaits those who are rich and able to practice philosophy. Therefore he said that this is also a work of God, to show that much grace is needed by those who are going to accomplish this. And this becomes possible if you cast away your money, if you empty yourself of your possessions, if you depart from evil desire, if you beseech God to join you in grasping these noble contests, through which you will become an heir of the life to come. For what reason are the disciples troubled, being fifty, and ask saying: "Who then can be saved?" It was out of grief for the salvation of others that they asked this.
διὰ τὸ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχειν λοιπὸν, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα κεκτῆσθαι· καὶ τρέμειν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, διὰ τὴν ἀπόφασιν ταύτην· αὐτὸς δὲ ἡμέρῳ ὄμματι καὶ πράῳ ἐμβλέψας αὐτοῖς, τὴν ἀγωνίαν αὐτῶν διέλυσεν εἰπών· “ πη ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ, πάντα δυνατά. τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, τὴν συνεφαπτομένην τοῖς ἑκουσίως θέλουσιν ἀποστῆναι τῆς τοιαύτης λύμης, διὰ πολλῆς δεήσεως, καὶ ἐπιμόνου παρακλήσεως. καὶ μηδεὶς λεγέτω, πῶς τὸ οὕτως ἀδύνατον γίνεται δυνατόν· καὶ τὸν ἅπαξ βαπτισθέντα ἐπιθυμίᾳ χρημάτων εὔκολον ἀνενεγκεῖν; ἂν γὰρ ἄρξηται τὰ περιττὰ περικόπτειν καὶ κενοῦν τὰ ὄντα· οὕτω καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται· μηδὲ γὰρ ὑφ’ ἓν τὸ πᾶν ζητήσῃς· ἵνα μὴ δυσχερῶς τὸ ἀθρόον φαίνηται, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναβαινέτω τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανὸν ἀνάγουσαν· ταῦτα οὖν πάντα λογιζόμενοι, τὴν πονηρὰν ἐπιθυμίαν ἐκβάλωμεν τῶν χρημάτων. καὶ γὰρ αὐτὴ σκοτεινὴν τὴν ψυχὴν ἀπεργάζεται καὶ ἔρημον, καὶ αἰσχρὸν καὶ δυσειδῆ. Ἐπειδὴ εἶπεν ὁ Κύριος τῷ πλουσίῳ· “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα,” καὶ τὰ ἑξῆς· ἵνα μὴ λέγῃ τίς τῶν πενήτων· “ τί οὖν; ἂν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος r βελώνης Cod.
because of the great affection he had for all, and now possessed the tender heart of a teacher; and he trembled for the whole inhabited world because of this declaration. But he, looking upon them with a gentle and mild eye, dissolved their agony, saying: "What is impossible with men is possible with God." He brought into the midst the power of God, which cooperates with those who willingly desire to depart from such a plague, through much supplication and persistent entreaty. And let no one say, "How does what is so impossible become possible? And how can one who has once been baptized easily renounce the desire for money?" For if he begins to cut away what is superfluous and to empty out what he has, in this way he will also advance further, and thereafter run more easily. For do not seek the whole thing at once, lest the sudden demand appear difficult, but let him ascend this ladder gently and little by little, the one that leads up to heaven. Therefore, considering all these things, let us cast out the wicked desire for money. For it makes the soul dark and desolate, and shameful and unsightly. Since the Lord said to the rich man: "If you wish to be perfect, sell your possessions," and what follows—lest any of the poor say: "What then? If I have no possessions, can I not be perfect?
εἰναι; ” ἐρωτᾷ Πέτρος καὶ λέγει· “ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ τὰ ἑξῆς, καίπερ πένης ὤν· ἵνα καὶ σὺ ὁ πένης μάθῃς, ὅτι οὐδὲ ἐντεῦθεν ἠλάττωσεν· ἐὰν γνώμην ἔχεις διεγηγερμένην· ὅτι γὰρ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, τὴν πεῦσιν αὐτῷ ταύτην προσήγαγε, καὶ οὐ περὶ ἑαυτοῦ, δῆλον· καὶ γὰρ τᾶς κλεῖς τῶν οὐρανῶν ἤδη δεξάμενος ἦν· λοιπὸν περὶ ἑαυτοῦ θάρσος εἶχε. Τί δὲ δηλοῖ, τὸ καθίσεσθαι ἐπὶ δώδεκα θρόνους; τὸ συμβασιλεῦσαι καὶ κοινωνῆσαι τῆς δόξης ἐκείνης· οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσιν· μόνος γὰρ αὐτός ἐστιν ὁ μέλλων καθέζεσθαι καὶ κρίναι· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσεν διὰ τῶν θρόνων· τὸ δὲ “ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” ἀντὶ τοῦ κατακρίνοντες εἴρηται, οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθέζεσθαι· διὰ τοῦτο οὐκ εἶπε τὰ ἔθνη κρίνοντες καὶ τὴν οἰκουμένην, ἀλλὰ “ τὰς φυλὰς τοῦ Ἰσραήλ·” ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς· ἦσαν τεθραμμένοι, καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ, οἵτε Ἰουδαῖοι καὶ οἱ Ἀπόστολοι· μέλλουσι δὲ λέγειν οἱ Ἰουδαῖοι, ὅτι διὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι· τούτους εἰς μέσον παραγαγὼν τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρίνει πάντας ἐκείνους· διὰ τοῦτο εἶπε “ κρίνοντας” ἀντὶ τοῦ κατακρίνοντας. Εἰπὼν δὲ “ ὅστις ἀφῆκε γυναῖκα,” οὐ τοῦτο λέγει ὥστε ἁπλῶς διασπάσασθαι τοὺς γάμους, ἀλλ’ ὅπερ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι “ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν·” οὐχ ἵνα ἀναιροῦμεν ἑαυτοὺς τοῦτο εἶπεν, ἀλλὰ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν·
Peter asks and says: "Behold, we have left everything and the rest," although he was poor; so that you too, the poor man, may learn that he was not diminished even by this, if you have a mind that is awakened. For that it was on behalf of the whole inhabited world, and not concerning himself, that he brought this question to him, is clear; for he had already received the keys of the heavens; henceforth he had confidence concerning himself. But what does sitting on twelve thrones signify? To reign together and to share in that glory; for thrones do not signify a seat; for he alone is the one who will sit and judge; but through the thrones he indicated honor and ineffable glory. And the phrase "judging the twelve tribes of Israel" is said instead of "condemning"; for they will not sit as judges; therefore he did not say "judging the nations and the inhabited world," but "the tribes of Israel." For since they had been raised in the same things—both laws and customs and constitution—both the Jews and the Apostles; and the Jews will say that for this reason we were not able to believe in Christ, because the law prevented us from receiving his commandments; bringing these forward into the middle, who received the same law and believed, he condemns all those; therefore he said "judging" instead of "condemning." And having said "whoever has left a wife," he does not say this so as to simply tear marriages apart, but what he was saying about the soul: that "he who has lost his soul for my sake will find it"; he did not say this so that we should destroy ourselves, but so that we should prefer piety above all things.
τοῦτο δὲ καὶ ἐπὶ γυναικὸς, καὶ ἐπὶ ἀδελφῶν λέγει· ἔτι δὲ καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεται· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· ὅτ’ ἂν ταῦτα κελεύσουσι φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ἀλλὰ καθὼς ὁ Παῦλος ἔλεγεν· “ εἰ δὲ ὁ ἄπιστος “ χωρίζεται, χωριζέσθω·” τὸ δὲ “ ἑκατονταπλασίονα λήψονται” καὶ τὰ ἑξῆς, μετὰ τῆς αἰωνίου ζωῆς χρὴ τοῦτο πιστεύειν· καὶ γὰρ πολλοῖς τοῦτο γέγονε· καθὼς καὶ περὶ τῶν Ἀποστόλων γέγραπται· κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, καὶ ἕτερά τινα πενιχρὰ πράγματα, τὰς τῶν πιστευόντων οὐσίας μετ’ ἐξουσίαν εἶχον, ἔτι δὲ καὶ τὰ σώματα αὐτῶν· τὸ δὲ “ πολλοὶ ἔσονται πρῶ-
“τοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι,” ἀδιορίστως τέθεικεν, καὶ περὶ ἑτέρων μὲν πολλῶν, ἔτι δὲ καὶ περὶ τῶν ἀπειθούντων Φαρι- σαίων· καθὼς καὶ ἔμπροσθεν ε7πεν· ὅτι " πολλοὶ ἥξουσι, καὶ " ἀνακλιθήσονται·” τὸ γὰρ ἔσχατον, τὴν τελείαν ἔκπτωσιν τῆς βασιλείας σημαίνει τῶν οὐρανῶν· οὐ τόπου τινὸς μόνην ἐλάττονος ἐν ἀυτῇ.
He says this also concerning a wife and concerning brothers; and furthermore he hints here at persecutions. For since there were many fathers dragging their children into impiety, and women dragging their husbands, he says: whenever they command these things, let them be neither wives nor fathers; but as Paul was saying: "But if the unbeliever departs, let him depart." And the "shall receive a hundredfold" and what follows, this must be believed together with eternal life; for this has happened to many, just as it has also been written concerning the Apostles. For leaving behind a reed and a net, and certain other poor possessions, they had the properties of the believers at their disposal, and furthermore even their bodies. And the "many shall be first last, and last first," he has set down without distinction, both concerning many others, and furthermore concerning the disobedient Pharisees; just as he also said earlier: that "many will come, and will recline." For the last means the complete fall from the kingdom of heaven; not merely of some lesser place within it.
ΚΕΦ. ΜΒ.
Περὶ τῶν μισθουμένων ἐργατῶν. “Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,” φησὶν, “ ἀνθρώπῳ οἰκοδεσπότῃ,” καὶ τὰ ἑξῆς· “ ἀμπελῶνα” τὰ ἐπιτάγματα τοῦ Θεοῦ λέγει καὶ τὰς ἐντολὰς αὐτοῦ· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ διαφόρους καλουμένους ἐπὶ τὰ προστάγματα, περὶ τὴν τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας, καὶ εὐδοκιμήσαντας· μηδεὶς δὲ περὶ ὧν γέγ ῥάπται ἐν τῇ παραβολῇ, περὶ φθονησάντων ἣ ἐγκαλεσάντων, νομισάτω ἐν ἀληθείᾳ οὕτως εἶναι· διότι παραβολὴ τὸ λεγόμενον ἦν· οὐ χρὴ δὲ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι· ἀλλὰ τὸν σκοπὸν μαθόνμαθόντας, δἰ δν συνετέθησαν, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω· οὐκ ἔστι γὰρ οὐδεὶς τοιαῦτα δικαιοληούμένος ἣ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρὸν ὑπάρχον· εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι, τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τῶν ἀγαθῶν ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν ἀγαθά· ἀλλὰ διὰ τοῦτο οὕτω συνετέθη αὕτη ἡ παραβολή· ὥστε προθυμωτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους διὰ τῆς μετανοίας βελτίους· ὡς μηδὲν ἀφεῖναι κἀν μικράν τινα ὑποψίαν ἔχειν, ἣ νομίζειν ἐλάττους ὑπάρχειν τοῖς ἐκ νέας ἡλικίας ἀγωνισαμένοις· ἀλλὰ τοσαύτης μέλλοντας ἀπολαύειν τιμῆς, ὡς καὶ φθόνον τεκεῖν ἑτέροις δύνασθαι τοῦτο· ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, λέγοντες, ὅτι ὁ δεῖνα ἐνεκάλεσέ μοι, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς·
CHAPTER 42.
Concerning the hired laborers. "For the kingdom of heaven is like," he says, "a man who is a householder," and the rest. "A vineyard" he means the commandments of God and his ordinances; the time of the work, the present life; the laborers called at different times to the tasks, about the third and sixth and ninth and eleventh hour, those who came forward at different ages and were approved. But let no one suppose that what has been written in the parable about those who envied or complained is truly so; for what was spoken was a parable. It is not necessary to busy oneself with everything in the parables according to the letter, but having learned the purpose for which they were composed, to reap that, and not to meddle further. For there is no one in the kingdom of heaven making such complaints or accusations—far be it! For that place is pure of envy and malice. For if the saints, while here, give their own souls for sinners, much more, seeing them enjoying good things there, do they rejoice and consider those good things their own. But it was for this reason that this parable was composed: to make more eager those who are converted in extreme old age through repentance to become better; so as to leave no room for even a small suspicion, or to think that those who have struggled from youth are less; but that they are about to enjoy so great an honor as even to be able to engender envy in others. Which we too often do, saying, "So-and-so has accused me, because I deemed you worthy of so great an honor.
οὔτε γὰρ ἐγκληθέντες, οὔτε ἐκεῖνον
διαβάλλειν ἐθέλοντες· ἀλλ’ ἓν τοῦτο δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσε. Ἕνεκε δὲ τίνος οὐ πάντας εὐθέως ἐμισθώσατο; τὸ μὲν εἰς αὐτὸν ἧκον, ἅπαντας ὁμοῦ· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκεν· αὐτὸς γὰρ ὡς προγνώστης πάντα προειδὼς, διὰ τοῦτο τοὺς μὲν πρωὶ, τοὺς δὲ τρίτην, τοὺς δὲ ἕκτην, τοὺς δὲ ἐνάτην, τοὺς δὲ ἐνδεκάτην προκαλεῖται, ὅτε ἔμελλον ὑπακούσεσθαι· οὕτω καὶ τὸν Παῦλον, αὐτὸς μὲν ἐβούλετο ἐκ προοιμίων καλέσαι· ἐπειδὴ δὲ οὐκ ἃν εἶξε, τότε εὐδόκησε καλέσαι, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι· οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσεν· καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ’ ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν· εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐχ ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής· εἰ δὲ καὶ αὐτοὶ λέγουσιν, “ ὅτι “ οὐδεὶς ἡμᾶς ἐμισθώσατο·” μάλιστα δὲ ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· πλὴν, οὐχ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ’ ἐκεῖνοι· οὐκ ἐλέγχει δὲ αὐτοὺς, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλὰ μᾶλλον ἐπισπάσηται· ὅτι γὰρ πάντας, τόγε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλεσεν, καὶ αὐτὴ ἐδήλωσεν ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρω·ὶ ἐξῆλθεν μισθώσασθαι· ὅτι δὲ πρός τε τοὺς ἐκ πρώτης ἡλικίας ἀγωνιζομένους, καὶ πρὸς τοὺς ἐν γήρᾳ, καὶ ῥᾴδιον ἀρετῆς ἐπιλαβομένους εἴρηται ἡ παραβολὴ δῆλον· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοὺς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι. Διὰ τι δὲ ταύτην οὕτως εἶπε τὴν παραβολήν;
For neither were they accused, nor did they wish to slander him, but only to show this one thing: the greatness of the gift which he enjoyed. And for what reason did he not hire all of them at once? As far as concerned him, all together; but if all did not obey at once, the difference was made by the disposition of those who were called. For he, as foreknowing all things beforehand, for this reason calls some at dawn, some at the third hour, some at the sixth, some at the ninth, some at the eleventh, when they were going to obey. Thus also Paul: he himself wished to call him from the outset, but since he would not have yielded, he then was pleased to call him when he too was going to be persuaded. Thus also he called the robber, although he was able even earlier to call him; but that man would not have obeyed. For if Paul did not obey from the beginning, much more the robber. And if they themselves say, "Because no one hired us," yet especially, as I said, one must not be overly curious about everything in the parables. Moreover, it is not the householder who appears to say this, but those men. And he does not rebuke them, so as not to cast them into despair, but rather to draw them in. For that he called all, as far as concerned him, from the first, the parable itself made clear, saying that from dawn he went out to hire. And that the parable was spoken both to those who strive from the first age and to those in old age who have easily taken hold of virtue is clear: to the former, so that they may not despair nor reproach those of the eleventh hour; to the latter, so that they may learn that it is possible to recover everything even in a short time. And why did he speak this parable in this way?
ἐπειδὴ περὶ τοῦ ῥίψαι τὰ χρήματα διελέγετο, καὶ τοῦ καταφρονῆσαι τῶν ὄντων ἁπάντων· πολλοῦ δὲ τοῦτο ἐδεῖτο τόνου, καὶ νεανικῆς προθυμίας· ἀνάπτει τὴν τῆς ἀγάπης φλόγα καὶ εὔτονον ποιεῖ τὴν γνώμην, δεικνὺς, ὅτι δυνατὸν καὶ τὸ ὕστερον ἐλθόντα τῆς πάσης ἡμέρας λαβεῖν τὸν μισθόν· ἀλλὰ τοῦτο μὲν, οὐ λέγει· ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ, ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἔστι τὸ πᾶν· καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ’ ἀπολαύσωνται τῶν ἀπορρήτων ἀγαθῶν· τοῦτο οὖν ἐστιν ὃ βούλεται διὰ τῆς παρα- βολῆς κατασκεύασαι ταύτης· εἰ δὲ ἐπάγει τὸ “ οὕτως ἔσονται
οἱ ἔσχατοι πρῶτοι” καὶ τὰ ἑξῆς, οὐ χρὴ θαυμάζειν· οὐδὲ γὰρ ἐκ τῆς παραβολῆς τοῦτο συναγαγὼν ἔφη· ἀλλ’ ὅτε ὥσπερ τοῦτο συνέβη φησὶν, οὕτω κἀκεῖνο συμβήσεται· οὐδὲ γὰρ ἐνταῦθα ἐγένοντο οἱ πρῶτοι ἔσχατοι· ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπήλαυσαν· παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω τὸ τούτου πλέον συμβήσεται ἐνταῦθα, καὶ παραδοξότερον, ὅτι περ τῶν ἔμπροσθεν γίνονται πρῶτοι οἱ ἔσχατοι· ὅπερ δηλοῖ ὅτι τῆς δόξης ἐκείνης ἐκπεσοῦνται οἱ γενόμενοι ἔσχατον καὶ γὰρ τοῦτο περὶ τῶν Ἰουδαίων αἰνίττεται, τῶν προκληθέντων καὶ μὴ πιστευσάντων, καὶ εἰς τοὐπίσω κατενεχθέντων· καὶ περὶ ἐκείνων πάλιν τῶν ἀπὸ κακίας μετανοησάντων, καὶ πολλοὺς ὑπερβάντων. ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας· διὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείξασθαι ἄριστον·
Since he was speaking about throwing away one's possessions and despising all that one has, and this required great effort and youthful zeal, he kindles the flame of love and makes the resolve vigorous, showing that it is possible even for one who comes later to receive the wages of the whole day. But this he does not say, lest he drive them to despair again; rather, he shows that the whole is due to his lovingkindness, and through this they will not fall away but will enjoy the ineffable goods. This, then, is what he wishes to establish through this parable. And if he adds, "So the last will be first" and what follows, one should not be surprised; for he did not say this as a conclusion drawn from the parable, but when this happened, as it were, he says that that also will happen. For not even here did the first become last, but all enjoyed the same things. It turned out beyond hope and beyond expectation, and those who came afterward became equal to those before. Thus something greater and more paradoxical will happen here: the last become first of those before. This clearly indicates that those who have become last will fall away from that glory. For this too he hints at concerning the Jews, who were called first and did not believe, and were brought down backward; and again concerning those who repented from wickedness and surpassed many. For we see such reversals occurring both in faith and in life. Therefore I exhort you, let us make great effort both to stand firm in the right faith and to display the best conduct.
ἃν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσωμεν δίκην· ὥσπερ καὶ οἱ τὸ πνευματικὸν βρῶμα φαγόντες καὶ πιόντες, καταστρωθέντες δὲ ἐν τῇ ἐρήμῳ μετὰ ταῦτα· καὶ οἱ δαίμονας ἐκβαλόντες καὶ προφητεύσαντες, ὕστερον δὲ τῇ κολάσει παραπεμφθέντες. Χρὴ δὲ γινώσκειν ὅτι αἱ παραβολαὶ αὗται, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρποὺς, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσιν· καὶ περὶ μὲν δογμάτων, ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου ὀρθοῦ, πολλάκις· μᾶλλον δὲ πανταχοῦ. Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν. “ Πονηρὸς,” ἀντὶ τοῦ βάσκανος καὶ ἐπίφθονος, ὡς φησὶν ὁ Σιρὰχ s “ ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ “τῆς τραπέζης αὐτοῦ.” Μέλλων ἀνιέναι εἰς Ἱεροσόλυμα, ἀπὸ τῆς Γαλιλαίας ἐλθὼν, οὐκ ἀθρόον ἀναβαίνει, ἀλλὰ μετὰ τὸ θαυματουργῆσαι, καὶ ἐπιστομίσαι τοὺς Φαρισαίους, καὶ διαλεχθῆναι τοῖς μαθηταῖς, περὶ ἀκτημοσύνης, περὶ παρθενίας, καὶ περὶ ταπεινοφροσύνης, καὶ περὶ τῆς ἐνταῦθα ἀντιδόσεως, καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· τότε προβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι πάλιν, περὶ τοῦ s xiv. 10.
For if we do not also add a manner of life worthy of the faith, we will pay the ultimate penalty; just as those who ate and drank the spiritual food, and afterward were laid low in the wilderness; and those who cast out demons and prophesied, but later were consigned to punishment. But it is necessary to know that these parables, such as that of the virgins, that of the dragnet, that of the thorns, that of the tree that does not produce fruit, require virtue that comes from works; and concerning doctrines, he speaks rarely; for the matter does not require effort; but concerning upright life, often; or rather everywhere. Or is your eye evil? "Evil," instead of envious and jealous, as Sirach says: "An evil eye is envious over bread, and is deficient at his table." About to go up to Jerusalem, having come from Galilee, he does not go up at once, but after performing miracles, and silencing the Pharisees, and discoursing with the disciples about poverty, about virginity, and about humility, and about the recompense here, and about the rewards there; then he sets out for the city thereafter, and being about to go up again, concerning the
πάθους διαλέγεται· συνεχῶς δὲ περὶ τούτου αὐτοῖς λέγει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως· ἅμα δὲ καὶ τὴν λύπην αὐτῶν ἀποτεμνόμενος τὴν περὶ τούτου· κατ’ ἰδίαν δὲ αὐτοῖς διαλέγεται, ἐπειδὴ οὐκ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγένετο· ἐξ ἀρχῆς μὲν οὖν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ περὶ τούτου ἐμελέτησεν καὶ ἐγυμνάσατο, τότε λοιπὸν καὶ τὰ ἄλλα προστίθησιν· οἷον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσιν· ἔτι δὲ καὶ τὴν ἀνάστασιν· οὔτε δὲ ἐκ προοιμίων τοῦτο εἶπεν, ἵνα μὴ διαταράξῃ αὐτούς· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ· ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ’ ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν· ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐνέβαλε λόγον.
ΚΕΦ. ΜΓ.
Περὶ τῶν υἱῶν Ζεβεδαίου. Διὰ τί οἱ υἱοὶ τοῦ Ζεβεδαίου προσῆλθον αὐτῷ, περὶ προεδρίας διαλεγόμενοι ; ἐπειδὴ καθώς φησιν ἕτερος Εὐαγγελιστὴς, διὰ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν· ἐνόμιζον γὰρ ὅτι ἐπὶ θύραις ἐστὶ, καὶ ὅτι αἰσθητὴ ὑπάρχει· καὶ ὅτι ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν· εἰ δὲ ὁ Εὐαγγελιστὴς οὗτος περὶ τῆς μητρὸς αὐτῶν λέγει ὅτι αὐτὴ ᾔτησε τοῦτο, ὡς ἀμφοτέρων γενομένων τοῦτο εἶπεν t· τὴν μητέρα γὰρ συμπαρέλαβον, ὅπως μείζονα τὴν ἱκεσίαν ποιήσωνται, καὶ ἐν τούτῳ Κύριον δυσωπήσωσιν· αὐτοὶ γὰρ μόνοι προσελθεῖν ᾐσχύνοντο· ὅπερ δὲ εἶπεν αὐτοῖς, “ ὅτι δύνασθε πιεῖν τὸ “ ποτήριον ὃ ἐγὼ πίνω·
He speaks of his passion; and he speaks to them continually about this, exercising their mind by the frequency of the reminder, and at the same time cutting off their grief concerning it. And he speaks to them privately, since it was not necessary for it to be brought out before many; for no advantage came from that. At first, then, he spoke only of death; but when he had practiced and exercised them concerning this, then at last he adds the rest as well: namely, that they will deliver him to the Gentiles; that they will mock and scourge him; and further, also the resurrection. He did not say this from the outset, so as not to disturb them; nor at the very time itself, so as not to trouble them from that quarter either; but when they had received sufficient proof of his power, when he had given great promises concerning eternal life, then he also introduced the account concerning these things.
CHAPTER 43.
Concerning the sons of Zebedee. Why did the sons of Zebedee come to him, speaking about precedence? Because, as another Evangelist says, due to Jerusalem being near, and because they thought that his kingdom was already appearing, they asked these things; for they supposed that it was at the doors, and that it was perceptible; and that, having enjoyed what they asked for, they would suffer none of the painful things. But if this Evangelist says concerning their mother that she herself asked this, he said it as both having done so; for they took the mother along with them, so that they might make the supplication greater, and in this persuade the Lord; for they themselves were ashamed to approach alone. But what he said to them, "that you are able to drink the cup which I drink;
” τοὺς κινδύνους καὶ τὰ ἔσχατα δεινὰ, καὶ τὰς σφαγὰς σημαίνει· οὐκ εἶπε δὲ δύνασθε σφαγῆναι, καὶ τὸ αἷμα ὑμῶν ἐκχεῖν, ἀλλὰ πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω· ὅπως δὴ τούτων ἐφελκύσηται αὐτοὺς, καὶ τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμώτεροι γένωνται· καλεῖ δὲ καὶ αὐτὸ βάπτισμα, δεικνὺς μέγαν ἀπὸ τῶν ἐσομένων τὸν καθαρμὸν γινόμενον τῇ οἰκουμένῃ. Κατ’ ἰδίαν δὲ ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν, τοῦτο ἠρώτησαν· ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ὡς ὑπὸ πάθους ἀνθρωπίνου t εἰπεῖν Cod.
κατασχεθέντες· ἅμα δὲ καὶ ὥστε μὴ γενέσθαι τοῖς λοιποῖς τοῦτο κατάδηλον· ἐρωτᾷ δὲ, τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκριθῆναι, καὶ φανερῶσαι τὸ ἕλκος· ὅπως οὕτως ἐπιθῇ τὸ φάρμακον· εἰπόντων δὲ αὐτῶν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων καθίσῃ, αὐτὸς ἀποκριθεὶς, εἶπεν αὐτοῖς· “οὐκ οἴδατε Τί αἰτεῖσθε εἰ δὲ καὶ περὶ τῆς ἄνω δόξης ᾔτουν, οὐ δὲ οὕτω πάλιν ᾔδεσαν, ὅπερ ᾔτουν· πῶς θαυμαστὸν, πῶς μέγαν, πῶς ὑπερβαῖνον τὰς ἄνω δυνάμεις· κατεπείγοντες δὲ λέγουσι τὸ, εἰπέ· διὰ τοῦτο δὲ τὴν προεδρίον τῆς καθέδρας ᾔτουν λαβεῖν· ἐπειδὴ ἤκουσαν εἰπόντος αὐτοῦ, ὅτι ἐπὶ δώδεκα θρόνους καθιεῖσθαι, οὐκ εἰδότες δὲ ὅπερ λέγουσιν, εἶπον ὅτι “δυνάμεθα.” Προσδοκῶντες δὲ ὅτι εἰσακουσθήσονται, περὶ οὗ ᾔτησαν, τοῦτο εἶπον· μεγάλα οὖν προφητεύσας αὐτοῖς ἀγαθὰ διὰ τοῦ εἰπεῖν, ὅτι πίεσθε καὶ βαπτισθήσεσθε, τουτέστι ταῦτα παθεῖν μέλλετε, ἅπερ ἐγὼ, ἐπήγαγεν, “τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, καὶ τὰ ἑξῆς· τοῦτο δὲ τὸ ῥητὸν δύο ἡμῖν ζητήματα παρὰ πολλῶν προστίθησιν·
He signifies the dangers and the ultimate terrors and the slaughters; but he did not say, "You are able to be slaughtered and to have your blood poured out," but "to drink the cup which I drink," so that by these things he might draw them on and make them more eager for communion with him. And he calls it also a baptism, showing that the great purification for the world comes from what is to be. And taking him aside privately, apart from the disciples, they asked this, blushing and ashamed, as being seized by a human passion; and at the same time so that this might not become evident to the rest. And he asks, "What do you wish?" not being ignorant, but in order to compel them to answer and to reveal the wound, so that he might thus apply the remedy. And when they said, that one might sit at his right and one at his left, he answered and said to them: "You do not know what you ask." But even if they were asking about the glory above, they did not again know in this way what they were asking—how wonderful, how great, how surpassing the powers above. And pressing him, they say, "Speak." And for this reason they were asking to receive the presidency of the seat, since they had heard him saying that they would sit on twelve thrones. But not knowing what they were saying, they said, "We are able."
And expecting that they would be heard concerning what they asked, they said this. Having therefore prophesied great good things to them by saying, "You will drink and you will be baptized," that is, you are about to suffer these things which I suffer, he added, "But to sit at my right and at my left," and the rest. And this saying presents to us two questions from many.
ἓν μὲν εἰ ἡτοίμασταί τινι τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ· δεύτερον δὲ, εἰ ὁ πάντων Κύριος, ἐκείνοις οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι πάσχειν· τί οὖν ἐστιν εἰπεῖν; ἃν τὸ πρότερον λύσωμεν, τότε τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφέστερον· οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ κάθηται, οὐδὲ ἐξ εὐωνύμων, ἄβατος γὰρ πᾶσιν ὁ θρόνος αὐτοῦ ἐκεῖνος, οὐκ Ἀποστόλοις λέγων, ἀλλὰ καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν· ὡς γὰρ ἐξαίρετον τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· “πρὸς τίνα δὲ τῶν “Ἀγγέλων εἴρηκε ποτὲ, Κάθου ἐκ δεξιῶν μου;” καὶ τὰ ἑξῆς· εἶπε δὲ ὅτι “τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν “δοῦναι,” οὐχ ὡς ὄντων τινῶν τῶν μελλόντων καθέζεσθαι, ἄπαγε, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίθη τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ· οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτου καταδεέστερα, καθ’ ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν, ἀλλ’ ἐζήτουν ἓν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ ἐνδοξότεροι τῶν ἄλλων εἶναι πη αὐτῷ. Περὶ δὲ τοῦ εἰπεῖν ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοί- “μασται,” ἵνα σαφέστερον γένηται, ἐπὶ ὑποδείγματος αὐτό
First, if it has been prepared for someone to sit at his right hand; second, if the Lord of all is not lord over those for whom it has been prepared, then he has no power to suffer. What then is to be said? If we resolve the first point, then the second will become clearer to those who seek. No one sits at his right hand, nor at his left, for that throne of his is inaccessible to all—not speaking only of the Apostles, but also of all the powers above. For Paul sets this forth as a prerogative of the only-begotten Son of God, saying: "But to which of the Angels did he ever say, Sit at my right hand?" and the rest. And he said that "to sit at my right hand and at my left is not mine to give," not as though there were some who were going to sit there—far be it!—but he answered according to the supposition of those who asked, condescending to their understanding. For they did not know that lofty throne, and the seat at the Father's right hand, since even the things far inferior to this, which resounded in their ears daily, they did not understand, but sought only one thing: to enjoy the first places, and to be more glorious than the others in some way before him. But concerning his saying that it is not mine to give, "but to those for whom it has been prepared," so that it may become clearer, by way of an example he
γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα εἰσερχομένους τοῦτον· καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν, τῶν μάλιστα οἰκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαρροῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων. ἆρα οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; οὐδαμῶς, ἀλλὰ μᾶλλον ἀποδεξόμεθα αὐτοῦ τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. ὥσπερ οὖν ἐκεῖνον οὐκ ἃν φαίημεν ἀτονεῖν διδόναι τὸν στέφανον, ἀλλὰ μᾶλλον μὴ βούλεσθαι διαφθεῖραι τὸν νόμον τοῦ ἀγῶνος, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμεν ἃν. τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς ἐκ τούτου συνελαύνοντα, ὥστε μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν, τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν· διὰ τοῦτο εἶπεν, “οἷς ἡτοίμασται.” τί γάρ φησιν; ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους· τὶ δαὶ, ἃν μείζονα ἐργάσωνται; μὴ γὰρ ἐπειδή μου μαθηταὶ γεγόνατε, νομίζετε διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε· ὅτι γὰρ αὐτὸς Κύριος ἐστὶ τοῦ παντὸς, δῆλον, ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν·
let us strip it bare and suppose there is a judge of the contest, and then many excellent athletes entering this contest; and two of the athletes, those especially intimate with the judge, coming forward to say, "Make us be crowned and proclaimed," trusting in their goodwill and friendship toward him; and let him say to them, "This is not mine to give, but to those for whom it has been prepared from toils and sweats." Shall we then condemn him of weakness? By no means, but rather we shall approve his justice and his impartiality. Just as, then, we would not say that he is powerless to give the crown, but rather that he does not wish to corrupt the law of the contest, nor to confound the order of justice; so indeed we would say that Christ also said this, driving them from this on every side, so that after the grace of God, they should have the hopes of salvation and of good repute for the display of their own achievements; for this reason he said, "for whom it has been prepared." For what does he say? If others appear better than you; what then, if they accomplish greater things? For do not suppose that because you have become my disciples, you will for this reason enjoy the first places, unless you yourselves appear worthy of the election; for that he himself is Lord of all is clear, from the fact that he himself has all judgment;
καὶ γὰρ τῷ Πέτρῳ οὕτως εἶπεν, “ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν “οὐρανῶν.” καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε, “λοιπὸν ἀπό- “κειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύ- “ριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφά- “νειαν αὐτοῦ·” ὅτι δὲ τοῦ Παύλου οὐδεὶς στήσεται πρῶτος, παντί που δῆλον· εἰ δὲ ἀσαφέστερον ταῦτα αὐτὸς εἴρηκε, μὴ θαυμάσωμεν; παραπεμπόμενος γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου, καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφίᾳ ἀμφότερα ταῦτα κατορθοῖ. “Τότε,” φησὶν, “ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο.” “τότε,” πότε; ὅτε ἐπετίμησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγω δὴ τοῖς υἱοῖς τοῦ Ζεβεδαίου· εἰ γὰρ καὶ κατὰ διάνοιαν ἤλγουν οἱ δέκα, ὅμως τὴν τοῦ διδασκάλου ψῆφον ἀνέμενον, ὅθεν δῆλον ὅτι ἀτελέστερον πάντες διέκειντο. διατί εἶπε “προσκαλεσάμενος αὐτούς;” ἐπειδὴ οἱ μὲν
δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀπορρήξαντες, ἐγγύτερον εἱστήκεισαν, περὶ ἑαυτῶν διαλεγόμενοι, οἱ δὲ δέκα ἐκ διαστήματος· ἰδὼν οὖν αὐτοὺς θορυβουμένους πρὸ τῶν λόγων καταπραΰνει τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι, καί φησιν, “οἴδατε ὅτι οἱ ἄρχοντες “τῶν ἐθνῶν· δεικνὺς ὅτι ἐθνικῶν ἀνθρώπων τὸ τῶν πρωτείων ἐρᾷν. ἐπεὶ οὖν τυραννικὸν ὑπάρχει τὸ τῆς φιλαρχίας πάθος, καὶ συνεχῶς ἐνοχλεῖ καὶ μεγάλοις ἀνδράσι, διὰ τοῦτο σφοδροτέρᾳ πληγῇ τῇ τῶν ἐθνῶν παραθέσει κέχρηται, ὅπως φλέγουσαν τὴν ψυχὴν τῷ πάθει τέμῃ τοῦτο βαρύτερον καθαπτόμενος· οὐδὲ γὰρ εἰς τὰ παρ’ ἡμῖν, οἷα τὰ τῶν ἐθνῶν·
For he also said to Peter, "I will give you the keys of the heavens." And Paul, making this clear, said, "Henceforth there is laid up for me the crown of righteousness, which the Lord will give me in that day, and to all who have loved his appearing." But that no one will stand first before Paul is clear to everyone. And if he himself spoke these things somewhat obscurely, let us not be surprised; for he was deferring to them in a managerial way, so that they might not trouble themselves over primacy in vain and to no purpose. For they suffered this from human passion, and wishing not to grieve them, he accomplishes both things by the obscurity. "Then," he says, "the ten were indignant about the two." "Then," when? When Jesus rebuked them—I mean the sons of Zebedee. For even if the ten were pained in their mind, nevertheless they awaited the teacher's verdict, from which it is clear that all were in a more imperfect state. Why did he say "having called them to himself"? Because the two, having broken themselves off from the chorus of the ten, stood nearer, speaking about themselves, while the ten stood at a distance. Seeing them therefore disturbed, before his words he calms them by drawing them near to himself, and says, "You know that the rulers of the nations"—showing that it is characteristic of Gentile men to long for primacy. Since therefore the passion of love of rule is tyrannical, and continually troubles even great men, for this reason he has used a sharper blow by the comparison of the nations, in order that he might cut out the soul inflamed by the passion, touching it the more heavily. For not even among our own affairs are things as they are among the nations.
οἱ μὲν γὰρ “ἄρχοντες τῶν ἐθνῶν κατα- “κυριεύουσιν αὐτῶν,” φησι, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος πρῶτος ἐστιν· οὐχ ἁπλῶς δὲ ταῦτα προσέταξεν, ἀλλὰ δι’ ὧν ἐποίει καὶ ἔπασχε, παρέχων τὴν ἀπόδειξιν τῶν εἰρημένων ἐναργῆ· βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὑπάρχων, ἄνθρωπος ἐγένετο, καὶ κατεδέξατο καταφρονεῖσθαι καὶ ὑβρίζεσθαι καὶ ἐπὶ θάνατον ἐλθεῖν· τοῦτο γὰρ σημαίνει, τὸ “οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦ- “ναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν.”
ΚΕΦ. ΜΔ.
Περὶ τῶν β΄ τυφλῶν. Διατί ὁ Χριστὸς συνεχώρει τοὺς τυφλοὺς, ὑπὸ τοῦ ὄχλου ἐπιστομίζεσθαι; ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθωμεν αὐτοὺς ἀξίως ἀπολαύοντας τῆς θεραπείας· διὰ τοῦτο οὐδὲ ἐρωτᾷ λέγων, πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ἐποίει· ἡ γὰρ κραυγὴ καὶ ἡ παράβλησις ἤρκει, πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν· μανθάνομεν δὲ καὶ τοῦτο ἐκ τῆς τοιαύτης ὑποθέσεως· ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν, καὶ ἀπερριμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ· δυνησόμεθα δὲ δι’ ἡμῶν ἀνύειν αὐτῶν ἅπερ αἰτοῦμεν, ὥσπερ καὶ οὗτοι· οὐδένα γὰρ τῶν Ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Κύριον Ἰησοῦν Χριστόν· διὸ καὶ ἡμεῖς τούτους ζηλώσωμεν· κἂν ἀναβάληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ κωλύοντες, μὴ ἀποστῶμεν αἰτοῦντες· ἐν τούτῳ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασώμεθα. t ἤοκη Cod.
For he says, "The rulers of the nations lord it over them," but with me the last is first. And he did not command these things simply, but through what he did and suffered, providing clear proof of what was said. For being a king of the powers above, he became a man, and he accepted being despised and insulted and coming to death. For this is what it means: "I did not come to be served, but to serve, and to give my soul as a ransom for many."
CHAPTER 44.
Concerning the two blind men. Why did Christ allow the blind men to be silenced by the crowd? So that their eagerness might appear greater, and that we might learn that they enjoy the healing worthily. For this reason he does not even ask, saying, "Do you believe?" — which he did in many cases. For their cry and their approach was sufficient to make their faith evident to all. And we learn this too from such a circumstance: that even if we are very lowly and cast out, yet if we approach God with zeal, we will be able through ourselves to accomplish what we ask, just as these men did. For having no advocate among the Apostles, but rather many who silenced them, they prevailed to pass beyond and come to the Lord Jesus Christ himself. Therefore let us also emulate these men. Even if God delays the gift, even if many are those who hinder, let us not cease asking. For in this especially we shall draw God to ourselves.
Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐρωτᾷ λέγων· “τί θέλετε ποιήσω ὑμῖν; ἵνα μήτις νομίσῃ ὅτι λαβεῖν ἄλλα βουλομένοις, ἄλλα δίδωσι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῷ θεραπευομένῳ κατάδηλον ποιεῖν, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε τὴν ἰατρείαν ἐπάγειν· δι’ ἑνὸς μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ δι’ ἑτέρων δὲ, ἴνα δείξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας αὐτούς· ὥσπερ ἐπὶ τῆς Χανανείας, καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῆς αἱμορροούσης ἐποίησεν· μᾶλλον δὲ, ἡ θαυμασία αὕτη γυνὴ καὶ προὔλαβε τοῦ δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ· οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν, ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· διὸ καὶ εἰπόντων αὐτῶν ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς, ἥψατο αὐτῶν, καὶ ἀναβλέψαι ἐποίησεν· οἱ δὲ, καὶ πρὸ τῆς δόσεως ὤφθησαν καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες ἠκολούθησαν γάρ.
For what reason does he ask them, saying, "What do you want me to do for you?" It is so that no one might think that he gives one thing to those who wish to receive another; for it is his custom everywhere first to make the virtue of the one being healed evident, and to reveal it to all, and then to apply the cure. By one means, so that he might lead others to emulation; by another, so that he might show that they enjoy the gift rightfully. Just as he did in the case of the Canaanite woman, and in the case of the centurion, and in the case of the woman with the hemorrhage. Or rather, this wonderful woman even anticipated the Master's question; but nevertheless not even so did he pass her by, but he made her cure evident as well. Thus everywhere it was earnestly important to him to proclaim the good deeds of those who came to him; which indeed he does here also. Therefore, when they had said what they wanted, moved with compassion, he touched them and made them see again. And they, even before the gift, appeared steadfast, and after the gift they followed, grateful.
ΚΕΦ. ΜΕ.
Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Διὰ τί πολλάκις ἐπιβεβηκὼς τοῖς Ἱεροσολύμοις ὁ Κύριος πρὸ τούτου, οὐδέποτε μετὰ τοσαύτης ὡς νῦν ἐπέβη περιφανείας; ἐπειδὴ τότε προοίμια ἦν τῆς οἰκονομίας, καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ πάθους ἐγγύς· διόπερ ἀδιαφορωτέρως αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἔκρυπτεν ἑαυτόν· οὔτε γὰρ ἂν ἐθαυμάσθη τότε φαινόμενος οὕτως· μᾶλλον δὲ καὶ εἰς μείζονα ἃν αὐτοὺς ἐξήγαγεν ὀργήν· ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μετὰ πλείονος πάντα πράττει περιφανείας· τὰ μέλλοντα αὐτοῖς ἐκβαίνειν ἐπιδεικνύμενος. χρὴ δὲ σκοπῆσαι, ὅσα θαύματα γίνεται· καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν, ὅτι “εὑρήσετε ὄνον·” προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι· τοῦτο δὲ οὐ μικρὸν θαῦμα· ὅτι τοὺς οὐδέπω γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ ἴδια αὐτῶν πάσχειν εὐγνωμόνως· καὶ ταῦτα διὰ τῶν μαθητῶν· μηδὲ γὰρ μικρὸν εἶναι νομίσωμεν τὸ γεγενημένον·
CHAPTER 45.
Concerning the donkey and the colt. Why is it that the Lord, having often entered Jerusalem before this, never entered with such prominence as now? Because at that time they were the preliminaries of the dispensation, and neither was he himself very conspicuous, nor was the time of his passion near; therefore he mingled with them more indifferently, and concealed himself more; for he would not have been marveled at then if he appeared in this way; or rather he would have led them out into greater anger; but since he had given sufficient proof of his own power, and the cross was at the doors, he does everything with greater prominence, displaying beforehand the things that were to come upon them. But one must consider how many wonders take place, and how many prophecies are fulfilled. He said, "You will find a donkey;" he foretold that no one will hinder, but that when they hear they will be silent; and this is no small wonder: that he persuades those not yet known to him, nor having appeared to him, to suffer the loss of their own property with good will; and this through the disciples; for let us not think that what happened was a small thing.
μέγα γὰρ ὑπῆρχεν πένητας καὶ γεωργοὺς, τὰ ἑαυτῶν πάσχειν· ἐπλήρου δὲ καὶ προφητείαν, τὴν μὲν, δι’ ἔργων, τὴν δὲ διὰ ῥημάτων· καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· καὶ γὰρ τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει τοῦτο, ὅτι αὐτοῖς πιστεύσασιν ἐπαναπαύσεται· ἔτι δὲ καὶ μέτρον ἠμῖν φιλοσοφίας παρέχων, εἰς ὄνον κάθηται. ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου προφητεία· εἶπε γὰρ ὅτι καθήσηται ὁ βασιλεὺς ἐπὶ ὄνου· διὸ καὶ καθίσας, ταύτην ἐπλήρωσε. Διὰ τί δὲ οὐχὶ περὶ ἵππον οὐδὲ περὶ ἡμιόνου προεφήτευσεν, ἀλλὰ περὶ ὄνου; ἵνα πανταχοῦ παιδευθῶμεν μετρίαζειν· ἐπειδὴ γὰρ συμβαίνει τινὰς ἀσθενεστέρους ὄντας, ὑποζυγίων δεῖσθαι· κἀνταῦθα μέτρον τέθεικε· δεικνὺς ὅτι οὐχ ἵπποις, οὐδὲ ἡμιόνοις φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω τούτου μηδὲν ζητεῖν· ἀλλὰ πανταχοῦ τῆς χρείας εἶναι, καὶ μὴ πολυτελείας ἐπιζητεῖν· οὐ γὰρ μόνον τὰ τῆς ἀληθείας ἐφύτευεν δόγματα ὁ Χριστὸς, ἀλλὰ καὶ τὸν τῶν ἀνθρώπων βίον διόρθου· πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας· διάτοι τοῦτο, καὶ πτωχὴν ματέρα ἔσχε, καὶ ἐν σπηλαίῳ τίκτεται, καὶ ἐν φάτνῃ τίθεται, καὶ κριθίνους ἄρτους παρατίθεται, καὶ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητοὺς ὠνεῖσθαι κελεύει, καὶ στιβάδα ἀπὸ χόρτου ποιεῖ, καὶ ἱμάτια εὐτελῆ ἀμφιέννυται· οἰκίαν δὲ, οὐδὲ ἔσχε· καὶ ὅτε μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ἐποιεῖ· καὶ οὕτως ὁδοιπορῶν, ὡς κοπιᾷν· καὶ καθήμενος οὐ προσκεφαλαίου ἐδεῖτο, ἀλλ’ ἐπ’ ἐδάφου. ἔτι δὲ καὶ λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύειν ἠρέμα·
For it was a great thing for poor men and farmers to suffer their own losses; but he was also fulfilling prophecy, partly through works and partly through words. The fulfillment through works was the sitting on the donkey; for this foretold the calling of the unclean nations, that upon them when they believed he would rest. And further, providing us a measure of philosophy, he sits on a donkey. The fulfillment through words was the prophecy of the prophet Zechariah; for he said that the king would sit upon a donkey; therefore when he sat, he fulfilled it. But why did he prophesy concerning a donkey and not a horse or a mule? So that we might everywhere be taught moderation. For since it happens that some, being weaker, need beasts of burden, here too he set a measure, showing that one ought not to be carried by horses or mules, but to use a donkey, and to seek nothing beyond this; but everywhere to keep to necessity, and not to seek after extravagance. For Christ not only planted the doctrines of truth, but also corrected the life of men, everywhere setting for us canons of necessary use. For this reason he also had a poor mother, and is born in a cave, and is laid in a manger, and barley loaves are set before him, and at that very time he commands the disciples to buy from the marketplace, and makes a bed from hay, and wears cheap garments; and a house he did not even have. And when he had to move from place to place, he did this by walking; and he walked in such a way as to grow weary; and when sitting he did not need a pillow, but sat on the ground. Further, setting measures of grief as well, when it was necessary to lament, he wept quietly.
πανταχοῦ κανόνας, ὥσπερ ἔφην, καὶ ὅρους πηγνύς· μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. καὶ ὁ μὲν πῶλος, τὴν Ἐκκλησίαν σημαίνει· καὶ τὸν λαὸν τὸν νέον, τὸν ποτὲ μὲν, ἀκάθαρτον, μετὰ δὲ τὸ καθίσαι εἰς αὐτὸν τὸν Κύριον Ἰησοῦν, καθαρὸν γενόμενον· τὸ δὲ λύειν τοὺς Ἀποστόλους τὰ ὑποζύγια, τὴν δι’ αὐτῶν προσένεξιν τῶν ἐθνῶν. καὶ γὰρ διὰ τῶν Ἀποστόλων τὰ ἔθνη καὶ οἱ Ἰουδαῖοι οἱ σωθέντες ἐσώθημεν· τὸ δὲ ἀκολουθῆσαι τὸν ὄνον τῷ πώλῳ δηλοῖ, ὅτι ἡ ἡμετέρα εὐδοκίμησις ἐποίησε παραζηλῶσαι τοὺς Ἰουδαίους εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ· μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε κἀκεῖνοι ἦλθον, καὶ ἥξουσι παραζηλοῦντες· καὶ
τοῦτο δῆλον, ὃ Παῦλος ἔλεγεν, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ισραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· τὸ δὲ μηδένα ἀντειπεῖν περὶ τῶν ὑποζυγίων, τὴν εὐκολίαν ἐμφαίνει· ὅτι οὕτως εὐκόλως ἄξουσιν οἱ Ἀπόστολοι τὰ ἔθνη, εἰς τὴν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπίγνωσιν· μηδενὸς δυναμένου κωλῦσαι αὐτοὺς εἰς τὸ πιστεῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Διὰ τί δὲ οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων; ἐπειδὴ ἅπαντα λοιπὸν οἱ Ἀπόστολοι προίενται μετὰ τὸ λαβεῖν τὸν πῶλον· τουτέστι, τὸν ἐξ ἐθνῶν λαόν· καθὼς καὶ Παῦλος ἔλεγεν· “ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ “ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.” οὐ σκιρτᾷ δὲ ὁ πῶλος καίπερ ἀδάματος ὤν· ἀλλ’ εὐηνίως καὶ εὐτάκτως φέρεται· ἐπειδὴ καὶ τοῦτο προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ εὐπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν·
Everywhere, as I said, he establishes rules and boundaries: how far one must go, and no further. And the colt signifies the Church, and the new people—once unclean, but after the Lord Jesus sat upon it, becoming clean. The apostles' loosing of the beasts of burden signifies the offering of the Gentiles through them. For through the apostles, both the Gentiles and those Jews who were saved—we were saved. And the donkey following the colt shows that our good repute provoked the Jews to jealousy, so as to believe in Christ. For after Christ sat upon the Gentiles, then those also came, and they will come provoking to jealousy. And this is clear, which Paul said: that a partial hardening has come upon Israel, until the fullness of the Gentiles enters in, and so all Israel will be saved. And that no one contradicted regarding the beasts of burden shows the ease: that the apostles will lead the Gentiles so easily into the knowledge of our Savior and God, with no one able to prevent them from believing—those who previously held them. Why does he not sit on the bare colt, but on the garments of the apostles? Because the apostles henceforth give up all things after receiving the colt—that is, the people from the Gentiles—just as Paul also said: "I will most gladly spend, and be spent, for your souls." And the colt does not leap, though it is unbroken, but is carried gently and in good order, since this too was a prophecy of what was to come, showing the obedience of the Gentiles and their sudden transformation into good order.
πάντα δὲ ταῦτα τὸ ῥῆμα εἰργάσατο λέγων· “λύσαντες ἀγάγετέ μοι·” ὥστε τὰ ἄτακτα, εὔτακτα, καὶ τὰ ἀκάθαρτα λοιπὸν γενέσθαι καθαρά. Τίνος ἕνεκε τοσαῦτα θαύματα ποιήσαντος τοῦ Χριστοῦ, οὐδέποτε οὕτως εἰς αὐτὸν ἐξεπλάγησαν οἱ Ἰουδαῖοι; διὰ τὸ ταπεινὸν αὐτῶν καὶ χαμαίζηλον· ἰδόντες γὰρ ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν· “ἐσείσθη γάρ,” φησι, “πᾶσα ἡ πόλις, λέγουσα· “τίς ἐστιν οὕτος;” καὶ ὅτε δὲ ἔδοξαν μέγα τί λέγειν, τότε ταπεινὴ ἦν αὐτῶν ἡ γνώμη καὶ σεσυρμένη χαμαί· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ προφήτην αὐτὸν λέγοντες· ὁ δεσπότης δὲ Χριστὸς ταῦτα οὕτως ἐποίει· οὐ πομπὴν τινὰ ἐπεδεικνύμενος· ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον· δεικνὺς, ὅτι ἑκὼν πάσχει τοῦτο. Χρὴ δὲ θαυμάσαι τῶν προφητῶν τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπον· τὰ μὲν γὰρ ὁ Δαβὶδ, τὰ δὲ, ὁ Ζαχαρίας προανεφώνησεν. ὅπερ δὲ οἱ Ἀπόστολοι ἐποίησαν, τοῦτο καὶ ἡμεῖς. ὅτ’ ἃν οἱ μὲν τὴν ὄνον περιβάλλουσιν, ἣν ἐκάθητο τοῖς ἱματίοις· οἱ δὲ ποσὶν αὐτῆς ὑποστρωννύουσιν. ἡμεῖς δὲ, γυμνὸν αὐτὸν ὁρῶντες καὶ οὐδὲ ἀποδύναι ἑαυτοὺς κελευόμενοι· ἀλλὰ ἀπὸ τῶν κειμένων δαπανᾷν· μηδὲ οὕτως γινόμενοι φιλότιμοι. κἀκεῖνοι μὲν παρακολουθοῦσιν
All these things the word accomplished when he said, "Loose them and bring them to me," so that what was disorderly became orderly, and what was unclean thereafter became clean. Why was it that, though Christ performed so many wonders, the Jews were never so astonished at him as now? Because of their lowliness and earthbound ambition; for when they saw the crowd running together, then they marveled. "For the whole city was shaken," it says, saying, "Who is this?" And even when they seemed to say something great, then their thought was lowly and dragged along the ground, saying he was Jesus from Nazareth of Galilee, and calling him a prophet. But the Master Christ did these things in this way, not displaying some pomp, but at once, as I said, both fulfilling prophecy and consoling the disciples who were grieving because of the death, showing that he suffers this willingly. One must marvel at the precision of the prophets, how they foretold all things; for some things David, and some things Zechariah proclaimed beforehand. What the Apostles did, this we also do. When they spread their garments on the donkey on which he sat, and others spread them under its feet, we see him naked and are not even commanded to strip ourselves, but to spend from what we have—not even so becoming eager for honor. And those men follow along
ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ παρακαλουθοῦντα s καὶ προσερχόμενον ἡμῖν, παραπεμπόμεθα καὶ διακρουόμεθα καὶ ὑβρίζομεν· πόσης οὖν ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; προσέρχεταί σοι ὁ δεσπότης δεόμενος, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ’ ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, ἀλλὰ τοὺς παῖδας πάντας ὁρᾷς, καὶ διὰ τούτους ἀναδύη; ἀλλὰ μὲν κἀκείνους δεῖ παιδεύειν τοιαῦτα κερδαίνειν κέρδη, καταλίπειν t τὸν Θεὸν αὐτοῖς ὀφειλέτην, τὸν καὶ τὰ παρόντα μετὰ τῶν μελλόντων παρέχοντα. Περὶ τοῦ ἐκβάλαι υ τὸν κύριον πάντας τοὺς πωλοῦντας· τοῦτο καὶ Ἰωάννης λέγει πεποιηκέναι· ἀλλ’ ἐκεῖνος μὲν, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει· ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς· καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ, πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων ὑπάρχει τοῖς Ἰουδαίοις· ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· μᾶλλον δὲ κἀντεῦθεν ὀφείλοντες αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ καὶ ἐθαυματούργησεν, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας, καὶ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν.
Before and behind, but we both disregard and reject and insult him who follows and comes to us. Of how much punishment then are these things worthy? Of how much retribution? The master comes to you begging, and you do not even wish to hear his supplication, but you bring accusations and rebukes. But you see all the servants, and on their account do you shrink back? But those too must be taught to gain such gains, to leave God as their debtor, who provides both present things along with future things. Concerning the Lord casting out all those who sold: John also says he did this; but that one at the beginning of the Gospel, this one near the end. Hence it is likely that this happened a second time, and at different times; and this is clear both from the times and from the answer. For there he arrived at the Passover itself; here, long before. And this is a greater accusation against the Jews: that even though he did this once and twice, they still persisted in the huckstering, and said he was opposed to God; or rather, they ought from this to have learned his honor toward the Father and his own power; for he also worked wonders, and they saw the words agreeing with the deeds, and not even so were they persuaded, but they were indignant.
ΚΕΦ. Μς.
Περὶ τῶν τυφλῶν κοὶ χωλῶν. Προσελθόντες γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, ἐθεραπεύθησαν ὑπ’ αὐτοῦ· οὐδὲ τοῦ προφήτου βοῶντος ἀκούοντες μετεβάλλοντο· ὅτιπερ οἱ παῖδες παρὰ καιρὸν ἡλικίας ἀνακηρύξουσιν αὐτόν· “ἐκ στόματος γάρ,” φησι, “νηπίων κατηρτίσω αἶνον·” πρὸς δὲ τὴν καπηλείαν τῶν Ἰουδαίων, αὐτὸς τὸν Ἡσαΐαν προφέρει κατήγορον αὐτοῖς λέγων· “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” τίνος ἕνεκεν ἔλεγον τῷ Χριστῷ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς περὶ τῶν παίδων, “οὐκ ἀκούεις τί οὗτοι λέγουσι;” διὰ τὸ ἀποπνίγεσθαι αὐτοὺς τῷ φθόνῳ· ὥσπερ γὰρ Θεῷ ᾖδον οἱ παῖδες. διὸ καὶ αὐτὸς, ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον οἱ ἀρχιερεῖς ἐπιπαρακαλοῦντες s Cod, t κατάλιπεν Cod. u Sic.
πληκτικώτερον κέχρηται τῇ διορθώσει λέγων· “οὐδέποτε ἀνέγνωτε “ἐκ στόματος νηπίων” καὶ τὰ ἑξῆς· οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὴν γλῶτταν αὐτῶν· τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόων ἠχησάντων μεγάλα, μετὰ διανοίας καὶ πίστεως. καὶ τοῖς Ἀποστόλοις δὲ, ἐντεῦθεν οὐ μικρὰ παράκλησις γέγονεν· ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες, δυνήσωνται τὸ κήρυγμα καταγγεῖλαι· προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν· ὅτι δώσει καὶ αὐτοῖς λόγον, ὁ τούτους ποιήσας ὑμνεῖν. “καὶ “καταλιπὼν αὐτοὺς,” φησὶν, “ἐξῆλθεν τῆς πόλεως,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ ἐποίησε χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους· ἵνα μὴ ζέοντες τῷ φθόνῳ, πλέον ταραχθῶσιν. Θεοδώρου Ἡρακλείασ. Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν Ἐλαιῶν ηὐλίζετο ὁ Χριστός. Κυρίλλου Ἀλεξανδρείασ.
CHAPTER 46.
Concerning the blind and the lame. For when the lame and the blind came to him in the temple, they were healed by him; and not even hearing the prophet crying out were they changed; because the children, contrary to the season of their age, will proclaim him: "For out of the mouth of infants," he says, "you have perfected praise;" but against the huckstering of the Jews, he himself brings forward Isaiah as their accuser, saying: "My house shall be called a house of prayer." For what reason did the scribes and the chief priests say to Christ concerning the children, "Do you not hear what these are saying?" Because they were being choked by envy; for the children were singing as to God. Therefore he also, since the chief priests were contradicting the evident things and urging them more, used a more striking correction, saying: "Have you never read, 'Out of the mouth of infants' and the rest? For what was said was not of their own mind, but of his power making their tongue clear; and this was also a type of the Gentiles, who lisped and suddenly resounded great things, with understanding and faith. And for the Apostles too, no small encouragement has come from this; for so that they might not be perplexed as to how, being uneducated, they would be able to proclaim the preaching, the children, having gone before, cast out all their anxiety; because he will give speech also to them, who made these to sing hymns. "And leaving them," he says, "he went out of the city," and the rest; and this he did, relaxing the swelling of their passion, so that, boiling with envy, they might not be disturbed the more. Of Theodore of Heraclea. As having no home, Christ lodged by the Mount of Olives. Of Cyril of Alexandria.
Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχώρει·
ΚΕΦ. ΜΖ.
Περὶ τῆς ξηρανθείσης συκῆς. Πῶς πρωίας πεινᾶ ὁ Ἰησοῦς; ὅτε συνεχώρησε τῇ σαρκὶ τοῦτο παθεῖν· διὰ τι δὲ κατηράθη ἡ συκῆ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ πανταχοῦ μὲν εὐεργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν· ἵνα μάθωσιν οἱ μαθηταὶ, ἔτι δὲ καὶ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηράναι τοὺς σταυροῦντας αὐτὸν, τοῦτο οὐκ ἐβούλετο εἰς ἀνθρώπους ἐνδείξασθαι· διὰ τοῦτο εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν ταύτην παρέσχετο· ὅτ’ ἂν δὲ εἰς τόπους, ἢ εἰς φυτὸν, ἢ εἰς ἄλογα γένηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μὴ δὲ λέγε, πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τὸ γὰρ λέγειν τοῦτο, ἐσχάτης ληρωδίας ἐστί· μόνον δὲ τὸ θαῦμα διόρα, καὶ θαύμαζε τὸν θαυματουργόν· ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων τῶν καταποντισθέντων, πολλοὶ τοῦτο εἰρήκασι, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. τινὲς δὲ φάσιν ὅτι τὴν συναγωγὴν τῶν Ἰουδαίων ὡς ἄπιστον διαμένουσαν,
Because of the godlessness of the Jews he withdrew.
CHAPTER 47.
Concerning the withered fig tree. How does Jesus hunger in the morning? When he permitted the flesh to suffer this. And why was the fig tree cursed? For the sake of the disciples, so that they might take courage. Since everywhere he did good, but punished no one; yet it was necessary to provide a demonstration of his punitive power; so that the disciples might learn, and also the Jews, that though he was able to wither those who crucified him, he did not wish to display this against men; for this reason he provided this demonstration of his punitive power against a plant. But whenever such a thing happens to places, or to a plant, or to irrational creatures, do not scrutinize too closely, nor say, How then was the fig tree justly withered, if it was not the season? For to say this is utter nonsense; only observe the miracle, and marvel at the wonder-worker. Since also in the case of the swine that were drowned, many have said this, exercising the argument of justice; but not even here should one pay attention to them; for these too are irrational, just as that plant was soulless. But some say that the synagogue of the Jews, remaining unbelieving,
διὰ τῆς συκῆς ᾐνίξατο, ὡς ἄκαρπον κατακρίνας. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· περίκειται δὲ τοιοῦτον σχῆμα τῶν πραγμάτων· τουτέστι τῆς κατάρας αὐτῆς ἡ πρόφασις· διὰ τὸ ἐπιδεῖξαι, καθὼς προέφην, τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν· οὐδὲ γὰρ αὐτὸς ἠγνόει, πότε ἦν ὁ καιρὸς τοῦ καρποῦ αὐτῆς· διὸ καὶ οἱ μαθηταὶ σφόδρα ἐθαύμασαν νῦν ἐπὶ τούτῳ, ὡς πληροφορηθέντες, ὅτι δύναται καὶ τιμωρεῖσθαι· οὐκ ἐν ἄλλῳ δὲ φυτῷ, ἀλλ’ ἐν τῇ συκῇ τοῦτο πεποίηκεν, ἐπειδὴ ὑγρότατον πάντων ἐστὶ τοῦτο τὸ φυτόν· ὅπως καὶ ἐκ τούτου μείζων φανῆναι τὸ θαῦμα· ἵνα δὲ δείξῃ ὅτι διὰ τοὺς Ἀποστόλους, ὥσπερ ἔφην, τοῦτο γέγονεν· ὅπως εἰς τὸ θαρρεῖν αὐτοὺς ἀλείψῃ τοῦ μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς· φησὶ πρὸς αὐτοὺς, “ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν,” καὶ τὰ ἑξῆς. Ἰσιδώρου Πηλουσιώτου. τὴν συκῆν οὐχ ἁπλῶς ὁ Κύριος κατηράσατο· μὴ τοῦτο νόμιζε, ὦτ’ τῶν θείων ἀκόρεστε· ἀλλ’ ἵνα δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμωρίαν ἀρκοῦσαν· ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν, οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν· μόνον δὲ εὐεργετεῖν αὐτὸν ὑπελάμβανον, δύνασθαι u οὐκ ἔχοντα τοὺς κακοὺς τοὺς πονηροὺς ἐξουσίαν· ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας πείθει τὸν ἀχάριστον δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐκ ἐβούλετο· ἐξηράνθη οὖν τὸ ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο· οὗ δὲ τοῖς φύλλοις εἰς σκέπην, οἱ παραβάντες ἐχρήσαντο·
Through the fig tree he hinted, condemning it as unfruitful. But this is not so, it is not so; rather, the shape of the events is as follows: that is, the pretext of its cursing was to demonstrate, as I said before, his punitive power; for he himself did not fail to know when the season of its fruit was; therefore the disciples were greatly amazed now at this, being fully assured that he is able also to punish. And he did this not in another plant, but in the fig tree, since this plant is the moistest of all; so that from this too the wonder might appear greater. And to show that this happened because of the Apostles, as I said, in order to anoint them for courage, so as not to fear and tremble at plots, he says to them, "Amen I say to you, if you have faith," and the rest. Of Isidore of Pelusium. The Lord did not curse the fig tree without reason; do not think this, O insatiable ones for divine things; but to show the senseless Jews that he has power sufficient also for punishment. For since in all his wonders they had seen him provide nothing painful to anyone, but supposed that he only benefited, not having power over the wicked and evil; from inanimate substance, then, he persuades the ungrateful people that he is able also to avenge, and as good he did not wish to. The tree, therefore, was dried up, in order to frighten men. And at the same time a certain secret account is woven into this, which has come down to us from wise elders, that this was the tree of the transgression; whose leaves those who transgressed used for covering.
καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἀμαρτίας, ἐπὶ δευτέρᾳ θεοῦ παρουσίᾳ· πρὸς ἐνανθρώπησιν μὲν οὐκέτι, πρὸς δὲ κρίσιν τῶν πεπραγμένων ἑκάστῳ.
ΚΕΦ. ΜΗ.
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων. Διατί προσελθόντες αὐτῷ ἐν τῷ ἱερῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον, “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;” βουλόμενοι διακόψαι τὴν διδασκαλίαν αὐτοῦ· καὶ ἐπειδὴ τοῖς σημείοις μέμψεις u Sic: an leg. ἀμύνασθαι?
ἐπαγαγεῖν οὐκ εἶχον, περὶ τῆς ἐν τῷ ἱερῷ γενομένης εἰς τοὺς καπηλευομένους ἐρωτῶσι διορθώσεως· τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τοῖς αὐτοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ· ὅθεν καὶ ἐκ τούτου δῆλον ἔστιν, ὅτι ἄλλος ἦν ὁ καιρὸς ἐκεῖνος, καὶ ἄλλος οὗτος, καθ’ ὃν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐκ τοῦ ἱεροῦ ἀπήλασεν· καὶ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις “ἐγερῶ αὐτόν·” ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοῖς ἐμβάλλει λέγων, “τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” τί δέ ἐστι τὸ ἐν ποίᾳ ἐξουσίᾳ ὅτι μὴ ἔχων, φησὶ, τὸ διδασκαλικὸν ἀξίωμα, ἢ ἱερεὺς μὴ χειροτονηθεὶς, πῶς τοσαύτην ἐξουσίαν ἀπεδείξω; καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν τοῦτο εἰπεῖν· ἐπειδὴ δὲ ὤφθη διδάσκων, τότε ἐπιτιμῶσι· φθονοῦντες τῆς τῶν ἀκουόντων σωτηρίας. ποίαν εἶχεν ἀκολουθίαν ὅπερ ἀντηρώτησεν ὁ Χριστὸς λέγων, ὅτι “τὸ βάπτισμα Ἰωάννου,” καὶ τὰ ἐξῆς; μεγίστην πάνυ· εἰ γὰρ εἶπον ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
And it was cursed by Christ in a humane manner, to bear fruit no longer, being a cause of sin, at the second coming of God; no longer for the incarnation, but for the judgment of what each has done.
CHAPTER 48.
Concerning the chief priests and elders who questioned Jesus. Why, when the chief priests and elders came to him in the temple, did they say, "By what authority do you do these things?" — wishing to cut short his teaching. And since they could not bring accusations against the signs, they ask about the correction that took place in the temple against those who were trafficking in it. And this they also appear to ask in John, if not with the same words, yet with the same intent. From this too it is clear that that occasion was different, and this one different, at which he drove the sellers and the buyers out of the temple. And there he answers them, saying, "Destroy this temple, and in three days I will raise it up." But here he throws them into perplexity, saying, "The baptism of John, where was it from — from heaven or from men?" And what is the meaning of "By what authority," except that he says, not having the teaching office, or not having been ordained a priest, how did you display so great an authority? And when he cast them out, they did not dare to say this; but when he was seen teaching, then they censure him, envying the salvation of those who heard. What consistency did Christ's counter-question have, when he said, "The baptism of John," and the rest? The very greatest. For if they had said, "From heaven," he would have said to them, "Why then did you not believe him?
εἰ γὰρ ἐπίστευσαν, οὐδὲν ἦν τὸ κωλῦον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει· περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, “ὅτι οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ “ὑποδήματος αὐτοῦ, καὶ, ἴδε ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν “τοῦ κὀσμου” καὶ, οὕτος ἐστὶν ὁ Υἰὸς τοῦ Θεοῦ,” καὶ “ὁ “ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἔστι·” καὶ “ὅτι τὸ πτύον ἐν τῇ “χειρὶ αὐτοῦ.” εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, “οὐκ οἴδαμεν.” οὐκ εἶπεν, οὐδὲ ἐγὼ οὐκ ὄιδα ἀλλ’ ὅτι “ούδὲ ἐγὼ λέγω ὑμῖν. εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, ἁρμοζόντως x, οὐδὲν αὐτοῖς ἀπεκρίνατο. διατί δὲ οὐκ εἶπον, ὅτι ἐξ ἀνθρώπων ἦν τὸ βάπτισμα Ἰωάννου; ἐπειδὴ ἐφοβοῦντο, φησὶ, τοὺς ὄχλους· οὕτως ἦσαν διεφθαρμένοι καὶ καταφρονοῦντες· καὶ γὰρ τὸν μὲν Ἰωάννην δι’ αὐτοὺς ἐφοβοῦντο· οὐκ αἰδούμενοι τὸν ἄνδρα. καὶ τῷ Χριστῷ δὲ πάλιν πιστεύειν, διὰ τοὺς ἀνθρώπους, οὐκ ἤθελον· ὅθεν διὰ τοῦτο πάντα αὐτοῖς ἐτίκτετο τὰ κάκα. x ἁρμοζόντες Cod.
For if they had believed, nothing would have prevented them from knowing by what authority he did these things. For that one spoke concerning him: "that I am not worthy to loose the strap of his sandal," and, "Behold the lamb who takes away the sin of the world," and, "This is the Son of God," and, "The one coming from above is above all," and, "that the winnowing fan is in his hand." Then, since they were speaking deceitfully, "We do not know," he did not say, "Neither do I know," but, "Neither do I tell you." For if they were ignorant, they ought to have been taught; but since they were acting deceitfully, he answered them nothing, as was fitting. But why did they not say that the baptism of John was from men? Because, he says, they feared the crowds. So corrupted and contemptuous were they; for they feared John on account of them, not reverencing the man. And again, they were unwilling to believe in Christ on account of men; whence, because of this, all evils were begotten for them.
ΚΕΦ. ΜΘ.
Περὶ τῶν δύο υἱῶν παραβολή. Τί σημαίνουσι τὰ τέκνα τὰ δύο, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι “ἄνθρωπος εἶχε τέκνα δύο,” καὶ τὰ ἑξῆς; τὸν λαὸν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων· καὶ γὰρ οἱ ἐξ ἐθνῶν οὐχ ὑποσχόμενοι ὑπακοῦσαι, οὐδὲ ἀκροαταὶ γενόμενοι τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν. οἱ δὲ Ἰουδαῖοι εἰπόντες, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιοῦμεν, διὰ τῶν ἔργων παρήκουσαν· διὰ τοῦτο οὖν, ἵνα αὐτοκατακρίτους αὐτοὺς ποιήσῃ, παρ’ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ ποιεῖ τοῦ ἀμπελῶνος παραβολῇ. ἐπειδὴ γὰρ οὐ συνιέντες τὰ λεγόμενα, τὴν ψῆφον ἐξήνεγκαν, λέγοντες, ὅτι ὁ δεύτερος ἐποίησε τὸ θέλημα τοῦ πατρός· τότε ἀποκαλύπτει λοιπὸν τὰ συνεσκιασμένα, καὶ λέγει· ὅτι “οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν·” διὰ τὸ ἐκείνους πιστεῦσαι τῷ Ἰωάννῃ, ὑμᾶς δὲ μὴ πιστεῦσαι· ἦλθε γάρ, φησι, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· ὅπερ διπλῆ αὐτοῖς κατηγορία ἐστί· τὸ δὲ “ἐν ὁδῷ δικαιοσύνης” δηλοῖ, ὅτι οὐκ ἔχεται ἐγκαλεῖν, φησὶν, ὅτι ἠμελημένος τίς ἦν, καὶ οὐδὲν ὠφελῶν, ἀλλὰ καὶ βίος ἄληπτος ἦν αὐτῷ, καὶ πρόνοιαν ἡμῖν πολλὴν ἐποιεῖτο, εἰς τὸ σωθῆναι· τὸ δὲ χαλεπώτερον ἔγκλημα, ὅτι οὐδὲ μετὰ τὸ πιστεῦσαι αὐτῷ τοὺς τελώνας καὶ τὰς πόρνας, τουτέστι τῆς ἁμαρτίας ὑπαναχωρῆσαι, ὑμεῖς ἐπιστεύσατε· ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν πιστεῦσαι. τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἀπεστερημένον ἦν· καὶ ἄφατος ἐκείνων ἔπαινος, καὶ τούτων κατηγορίᾳ·
CHAPTER 49.
The parable concerning the two sons. What do the two children signify, about which Christ says, "A man had two children," and the rest? The people of the Gentiles and of the Jews; for those from the Gentiles, though they did not promise to obey, nor had become hearers of the law, demonstrated their obedience through their works. But the Jews, having said, "All that God has said, we will do," disobeyed through their works. Therefore, in order to make them self-condemned, he prepares the verdict to be brought forth by themselves; which he also does in the following parable of the vineyard. For since they did not understand what was being said, they brought forth the verdict, saying that the second did the will of the father; then he finally reveals what had been veiled, and says: "The tax collectors and the prostitutes go before you into the kingdom of heaven"; because they believed John, but you did not believe. For he came, he says, to you, not to them; which is a double accusation against them. And "in the way of righteousness" shows, he says, that there is no ground to accuse that he was neglected and profited nothing, but his life was also blameless, and he exercised great providence for us, for our salvation. But the more grievous charge is that not even after the tax collectors and the prostitutes believed him—that is, withdrew from sin—did you believe. For it was necessary to believe even before them. But not even after them—this was deprived of all excuse. And inexpressible is the praise of those, and the accusation of these.
τὸ δὲ “προάγουσι,” σημαίνει, οὐχ ὡς τούτων ἑπομένων καὶ τῆς βασιλείας μετ’ αὐτοὺς ἀξιουμένων οὕτως μενόντων, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν θέλωσι πιστεῦσαι. τοῦτο δὲ ἔλεγεν, ἵνα παραζηλώσωσι, καὶ κἂν οὕτως πιστεύσωσιν. οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους· διὰ τοῦτο οὖν, καὶ ἀεὶ λέγει· “ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι “πρῶτοι.” Ὠριγένουσ. Τέκνα δύο ὡς ἄνθρωπον τροποφοροῦντα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ παλαιὸς λαὸς, καὶ ὁ πιστεύσας ἐξ ἐθνῶν, ὃς πρῶτος ὢν τὸ προωρεῖσθαι καὶ προεγνῶσθαι καὶ προεκτίσθαι· ἀκούσας
ὕπαγε, ἐργάζου· ὑπερέθετο, φεύγων τοὺς πόνους· ἐπὶ δὲ συντελείᾳ μεταμεληθεὶς, ἐποίησε τὸ θέλημα τοῦ πατρός· δευτέρου μὲν ἀκούσαντος τοῦ κατὰ σάρκα Ἰσραὴλ, διαψευσαμένου δὲ τοῖς ἔργοις τὴν ὑπόσχεσιν. χρήσῃ τῇ παραβολῇ, ἐπὶ τοῖς ἣ μηδὲν ἐπαγγελλομένοις χρηστὸν, ἣ ἐλάττονα, ἔργῳ δὲ ποιοῦσι· καὶ ἐπὶ τοῖς ἐν μεγάλαις ἐπαγγελίαις, οὐδὲν ἀνύουσιν. ἘΞ ἀνεπιγράφου. Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολὴ, ὅτι οἱ μὲν τελῶναι, καὶ αἱ πόρναι μετανοήσαντες, καὶ τὰ ἀρεστὰ τῷ Θεῷ ποιήσαντες, δικαιοῦνται· εἰ καὶ κατὰ τὴν ἀρχὴν ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ Θεῷ, Ἰωάννῃ πεισθέντες· οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι, ἐν μόνοις ῥήμασι ψιλοῖς, ἀπόβλητοι εἰσι παρὰ τῷ Θεῷ. οὐ γὰρ ἐν λόγοις ἡ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ ἐν ἔργοις. “οὐ γὰρ ὁ ἀκροατὴς νόμου, ἀλλ’ ὁ ποιητὴς, “δίκαιος παρὰ τῷ Θεῷ·” οὗτοι ὁμοῖοι εἰσὶ τοῖς ὑποσχομένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα, ἐπὶ τὸ ἐργάσασθαι, καὶ μὴ ἀπελ- θοῦσιν. Του Χρυσοστόμου. Κακὸν καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν.
But the word "go before" means, not that these follow and are deemed worthy of the kingdom after them while remaining in this state, but that they have hope, if they are willing to believe. And he said this so that they might be provoked to jealousy, and even in this way might believe. For nothing so stirs up the duller sort as jealousy; therefore he also always says: "For the first shall be last, and the last first."
Origen. The two children, representing as a man the Son of God, are the old people and the one who believed from among the Gentiles, who, being first in being foreordained and foreknown and foreordained to be set before; having heard
"Go, work"; he put it off, shunning toils; but at the end, having repented, he did the will of the father; while the second, the Israel according to the flesh, heard, but falsified the promise by his works. You will use the parable for those who either promise nothing good, or less, but do it in deed; and for those who make great promises but accomplish nothing.
From an untitled work. This is what the parable wishes to say: that the tax collectors and the prostitutes, having repented and done what is pleasing to God, are justified; even if at the beginning they disobeyed the law, or rather God, by being persuaded by John; but the Pharisees, who claim to keep the law in mere bare words, are rejected by God. For the kingdom of heaven is not in words, but in deeds. "For not the hearer of the law, but the doer, is righteous before God." These are like those who promise to go into the vineyard to work, and do not go.
Chrysostom. It is also an evil thing not to choose the good at the beginning.
μεῖζον δὲ κατηγορία, τὸ μὴ μεταθέσθαι· μάλιστα τοῦτο ἐργάζεται πονηροὺς, καὶ ὃ νῦν πάσχοντας ὁρῶμεν.
ΚΕΦ. Ν.
Περὶ τοῦ ἀμπελῶνος παραβολή. Ἄνθρωπον οἰκοδεσπότην τὸν Θεὸν καὶ Πατέρα λέγει· ἀμπελῶνα δὲ καὶ φραγμὸν, καὶ ληνὸν καὶ πύργον, τὸν νόμον ὃν δέδωκε, καὶ τὴν πόλιν ἣν ἀνέστησε, καὶ τὸν ναὸν ὃν ᾠκοδόμησε· γεωργοὺς δὲ, τοὺς Ἰουδαίους. ἐξελθόντων γὰρ αὐτῶν ἐξ Αἰγύπτου, τὰ προειρημένα πάντα εἰς αὐτοὺς εἰργάσατο· τὴν πρόνοιαν αὐτοῦ τὴν πολλὴν ἐνδεικνύμενος· οὐδὲν δὲ ἐλλεῖπον, ἀλλὰ πάντα ἀπηρτισμένα ποιήσας, μικρὸν τί αὐτοῖς ἐγκατέλιπε, τὸ ἐπιμελήσασθαι καὶ διαφυλάξαι τὰ δοθέντα· τὸ δὲ “ἀπεδήμησεν,” τὴν πολλὴν αὐτοῦ μακροθυμίαν σημαίνει· ὅτιπερ οὐκ ἀεὶ τοῖς ἁμαρτήσασι παρὰ πόδας ἐπάγει τὰς τιμωρίας. τίνες δέ εἰσιν οἱ ἀποσταλέντες δοῦλοι; οἱ προφῆται· ποῖον ἵνα λάβωσι καρπόν; τὴν ὑπακοὴν
δηλονότι, τουτέστι τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν· οἱ δὲ γεωργοὶ, οὐ μόνον οὐκ ἔχοντες δοῦναι, ἀλλὰ καὶ ὀφείλοντες ἔτι, αἱμάτων τὰς χεῖρας ἔπλησαν· διὰ τοῦτο δὲ δευτέρους καὶ τρίτους ἔπεμψεν, ἵνα δειχθῇ καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία τὲ καὶ μακροθυμία, καὶ ἡ τῶν γεωργῶν πονηρία τὲ καὶ κακία· οὐκ ἀπέστειλε τὸν υἱὸν πρῶτον, ἀλλὰ μετὰ τοὺς δούλους· ἵνα ἐξ ὧν περ εἰς τοὺς δούλους διεπράξαντο καταγνόντες ἑαυτῶν καὶ τὸν θυμὸν ἀφέντες οἱ γεωργοὶ ἐκεῖ, τουτέστι εἰς τοὺς δούλους, τὸν υἱὸν ἐντραπῶσιν ἐλθόντα· τὸ δὲ “ἴσως ἐντραπήσονται τὸν υἱόν μου” εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἄπαγε, ἀλλὰ θέλων δεῖξαι τὸ ἁμάρτημα μέγα ὃν καὶ ἀπολογίας πάσης ἐστηρημένον· αὐτὸς γὰρ εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε·
But a greater accusation is this: that they did not change their ways. This especially is what makes men wicked, and what we now see them suffering.
CHAPTER 50.
On the parable of the vineyard. He calls the God and Father a man who is a householder; and the vineyard, the hedge, the winepress, and the tower, the law that he gave, and the city that he raised up, and the temple that he built; and the farmers, the Jews. For when they came out of Egypt, he did all the things previously mentioned for them, displaying his great providence; and leaving nothing lacking, but making all things complete, he left them a small thing: to take care and preserve what had been given. And "he went away" signifies his great longsuffering, that he does not always bring punishments upon those who sin right at their feet. And who are the servants who were sent? The prophets. What fruit were they to receive? Obedience, clearly, that is, the fulfillment of the commandments. But the farmers, not only not having anything to give, but still owing more, filled their hands with blood. And for this reason he sent second and third servants, so that both the lovingkindness and longsuffering of the one who sent them might be shown, and the wickedness and evil of the farmers. He did not send the son first, but after the servants, so that the farmers, having condemned themselves by what they had done to the servants and having let go their anger there—that is, against the servants—might be ashamed when the son came. And the words "perhaps they will be ashamed of my son" he said, not as being ignorant—far be it!—but wishing to show that the sin was great and deprived of every excuse. For he himself, knowing that they would kill him, sent him.
λέγει δὲ “ἐντραπήσονται·” τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι· εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, ἀλλά γε τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι χρῆν· ἀλλ’ ὅμως ἐκεῖνοι τὴν πονηρὰν οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ πολλῆς πλησθέντες ἀσεβείας καὶ ἀνοίας, “ἀποκτείνωμεν “αὐτόν,” φησι, “καὶ ἡμῶν ἔσται ἡ κληρονομία·” ποῦ δὲ ἀποκτεῖναι βουλεύονται; ἔξω τοῦ ἀμπελῶνος· διὸ χρὴ σκοπῆσαι, πῶς καὶ τὸν τόπον προφητεύει, ἔνθα ἔμελλε σφάττεσθαι· διὰ τοῦτο δὲ διὰ παραβολῆς εἶπε τὴν πονηρίαν αὐτῶν· ὅπως αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσιν· εἰπόντες γὰρ “ὅτι “κακοὺς κακῶς ἀπωλέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει “ἄλλοις γεωργοῖς,” οὐδὲν ἕτερον λέγουσιν ἢ τοῦτο, ὅτι ἡμεῖς ἐσμὲν οἱ ὀφείλοντες τοῦτο παθεῖν. Εἰπὼν δὲ ὅτι “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες·” λίθον μὲν ἑαυτὸν ἀποκαλεῖ· οἰκοδομοῦντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἀπεδοκίμασαν δὲ ἐν τῷ λέγειν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ “Θεοῦ·” “οὗτος πλανᾷ τὸν ὄχλον·” καὶ ἐν τῷ καλεῖν αὐτὸν Σαμαρείτην· “ἐγενήθη δὲ εἰς κεφαλὴν γωνίας,” ὅτι τὰ ἔθνη τὰ διεστῶτα πρώην, πιστεύσαντα δὲ, ἔτι καὶ Ἰουδαίους τοὺς πιστεύσαντας εἰς ἓν συνῆψε, καίπερ τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν· τὸ δὲ “παρὰ κυρίου ἐγένετο αὕτη,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐδαμῶς τοῦτο γινόμενον ἐναντίον Θεοῦ, ἀλλὰ καὶ σφόδρα ἀποδεκτὸν, καὶ πᾶσι τοῖς ὁρῶσι παράδοξον, καὶ γέμοντα ἐκπλήξεως· εἰπὼν δὲ “ὅτι ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται, ἐφ’
He says, "They will respect," announcing what ought to happen: that they should have felt shame. For even if they had been unmoved regarding the servants, at least they ought to have reverenced the dignity of the son. But nevertheless those men did not put away their wicked habit; instead, filled with great impiety and folly, "let us kill him," he says, "and the inheritance will be ours." But where do they plan to kill him? Outside the vineyard. Therefore one must consider how he also prophesies the place where he was about to be slaughtered. For this reason he spoke their wickedness through a parable, so that they themselves might bring in the verdict and condemn themselves. For in saying, "He will miserably destroy those wicked men, and will lease the vineyard to other farmers," they say nothing other than this: that we are the ones who ought to suffer this. And having said, "The stone which the builders rejected," he calls himself the stone, and the builders the teachers of the Jews. They rejected him when they said, "This man is not from God," "This man deceives the crowd," and when they called him a Samaritan. "It has become the head of the corner," because the nations that were formerly divided, but came to believe, and also the Jews who believed, he joined into one, although so great a barrier existed before. And "This was from the Lord," and what follows, shows that this did not happen in any way contrary to God, but was even greatly approved, and to all who see it, paradoxical and full of astonishment. And having said, "Whoever falls on this stone will be broken, and on
ὃν δ ἂν πέσῃ λικμήσῃ αὐτόν δύο ἐνταῦθα ἀπωλείας εἶπε, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι, τουτέστι σκανδαλισθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ πεσεῖν ἐπὶ τὸν λίθον· ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσε εἰπὼν, “λικμήσῃ αὐτόν. διὰ τούτων δὲ καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. “γνόντες δέ” φησι “ὅτι περὶ “αὐτῶν εἶπε τὴν παραβολὴν, ἐζήτουν αὐτὸν κρατῆσαι, ἀλλ’ ἐφο- “βήθησαν τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον· οὕτως αὐτοὺς καθάπαξ ἐτύφλωσεν ὁ τῆς φιλαργυρίας ἔρως, καὶ τὸ τὰ παρόντα ζητεῖν, ὅτι οὐδὲ τὴν ἑαυτῶν αἰδεσθέντες ψῆφον, πιστεῦσαι ἠθέλησαν, ἀλλ’ ἔτι καὶ μᾶλλον κρατῆσαι αὐτὸν ἐζήτουν. οὐδὲ γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει, καὶ τῶν μελλόντων ἐκπίπτειν ποιεῖ, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις. Θεοδώρου Ἡρακλείασ. Περὶ Τῶν Καλουμένων Εἰσ Τὸν Γάμον. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ Πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον, καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν Θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραὴλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσι· ληνὸς τὸ θυσιαστήριον· πύργος ἡ Σιῶν· γεωργοὶ οἱ διδάσκαλοι· δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν, καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων, ἔξω αὐτοὺς ἐποίησαν τοῦ Θεοῦ·
Whomever it falls upon, it will crush him." Here he spoke of two destructions: one from stumbling, that is, being caused to stumble—for "falling upon the stone" indicates this—and another from their capture and calamity and utter ruin, which he also clearly foretold when he said, "It will crush him." Through these words he also hinted at his own resurrection. "And knowing," he says, "that he spoke the parable about them, they sought to seize him, but they feared the crowds, because they held him to be a prophet." Thus once and for all the love of money blinded them, and their seeking after present things, so that not even respecting their own judgment did they wish to believe, but still more they sought to seize him. For nothing so pushes a man headlong, and carries him down precipices, and makes him fall from future things, as being riveted to these perishable things. From Theodore of Heraclea. Concerning Those Called to the Marriage. The parable calls God and Father the householder, who from the beginning showed great providence toward the Jews, and the Jews' contentiousness toward God from the beginning to the end. The vineyard is Israel, which he planted in the land of promise; the hedge is the law, not allowing them to mingle with the nations; the winepress is the altar; the tower is Zion; the farmers are the teachers; the servants are the prophets sent at various times, whom they killed; the son is Jesus, whom they killed, and having suffered terrible things from the Romans, they made themselves outcasts from God.
ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ Ἀποστόλων, οἳ καὶ ἀποδεδείκασι τοὺς καρποὺς ἐν θεοσεβείᾳ, ζήσαντες ἐναρέτως. Ὠριγένουσ. Ἔδειραν ὡς Μιχαίαν, πατάξαντες ἐπὶ σιαγόνα Σεδεκίου· ἀπέκτειναν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ἐλιθοβόλησαν, ὡς Ἀζαρίαν υἱὸν Ἰοδαὲ, τὸν ἱερέα, ὡς ἐν τοῖς Βασιλείοις. Ὠριγένουσ. Οἰκοδόμοι εἰσὶν, οἱ τὸν ζωοποιὸν λίθον ἀποδοκιμάσαντες, τὴν ἀλήθειαν, οἱ τῷ ψεύδει τῇ διδασκαλίᾳ * * Του Αὐτου. Γωνία ἐστὶ συγκρότησις δύο τοίχων, τὸ ἐξ Ἰσραὴλ λῆμμα, καὶ τῶν ἐθνῶν τὸ πλήρωμα, εἰς ἓν συγκροτῶν ὁ λίθος
Χριστὸς, ἡ ἀλήθεια, τὴν γωνίαν ποιήσας, καθὼς γέγραπται, “παρὰ Κυρίου ἐγένετο αὕτη.” Του αὐτου. Πᾶσα πτῶσις ἐν τῷ πνευματικῷ λίθῳ ἀλυσιτελὴς καὶ ἐπίπονος· οὐκ ἔστι γὰρ πτώσεως, ἀλλ’ οἰκοδομῆς, πῶς δὲ συνθλᾷ καὶ λικμᾷ καὶ τὰ αἴτια τούτων ζητεῖ. Του Χρυσοστόμου. Δύο φησὶν ἀπωλείας ἐνταῦθα, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, “ὁ πίπτων, ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται.” ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς· διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνων ἀπώλειαν. Του αὐτου. Ἠισθάνοντο γὰρ λοιπὸν ὅτι αὐτοὺς ᾐνίττετο, ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀνεχώρει· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει, ὃ καὶ θαυμάζοντες ἔλεγον· “οὐκ οὗτος ἐστὶν Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ. ἐνταῦθα τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν· οὐδὲ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν.
When the disciples and apostles had been brought into the place of the Jews, they also demonstrated the fruits in godliness, having lived virtuously. Of Origen. They flayed him as Micah, having struck Zedekiah on the cheek; they killed Zechariah, between the temple and the altar; they stoned, as Azariah son of Jehoiada, the priest, as in Kings. Of Origen. They are builders, those who rejected the life-giving stone, the truth, those who by falsehood in teaching * * Of the same. A corner is the joining of two walls, the portion from Israel, and the fullness of the Gentiles, the stone Christ, the truth, joining into one, having made the corner, as it is written, "This was from the Lord." Of the same. Every fall on the spiritual stone is unprofitable and painful; for it is not of a fall, but of a building, how it crushes and winnows and seeks the causes of these things. Of Chrysostom. He speaks of two destructions here, one from stumbling and being caused to stumble; for this is, "The one who falls on this stone will be crushed." And another from their capture and calamity; through these he also hinted at his own resurrection, and their destruction. Of the same. For they perceived thereafter that he was hinting at them, sometimes indeed being held back he withdrew through their midst; sometimes appearing he restrains their laboring desire, which also marveling they said, "Is this not Jesus? See, he speaks openly. Here he restrained them by fear of the crowd; for he did not wish to do everything beyond human, so that the dispensation might be believed.
ΚΕΦ. ΝΑ.
Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. “Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ “βασιλεῖ,” καὶ τὰ ἑξῆς. ἡ μὲν πρὸ ταύτης παραβολὴ τὰ πρὸ τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα, καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἣ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετίμησαν. τι δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ
CHAPTER 51.
Concerning those who are called to the wedding. "The kingdom of heaven," he says, "was likened to a man, a king," and so on. The parable before this one hinted at the things before the cross, but this one signifies the things after the resurrection, so that God's ineffable love for humanity might be shown in this also: that those who owed the harshest penalty for the slaughter they dared to commit, he calls to a wedding. And it is called a wedding because of its cheerfulness, and because it has nothing painful or gloomy, but is full of spiritual joy; for this reason John also calls him a bridegroom. Why does he say they were called? Because he does not call them recently, but also long beforehand, which made the accusation greater. And when were they previously invited? Through all the prophets. And the dinner, the bulls and the fattened cattle, signifies the great generosity and luxury and lavish feast; but not even this turned them around, but rather they preferred fields and business dealings to this gladness. And what do we learn from this? That even if the necessary things are
κατέχοντα, πάντων προτιμώτερα ποιώμεθα τὰ πνευματικά. ποίους δὲ δούλους ὕβρισαν καὶ ἀπέκτειναν; τοὺς Ἀποστόλους δηλονότι· αὐτοὶ γὰρ αὐτοὺς μετὰ τὴν ἀνάστασιν εὐηγγελίσαντο. τὸ δὲ πέμψαι τὰ στρατόπεδα, καὶ ἀπολέσαι τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι, τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα κατὰ τοῖς Ἰουδαίοις δηλοῖ. καὶ ἐπειδήπερ τὸν Πατέρα παρώξυναν, τῷ Υἱῷ μὴ πιστεύσαντες, αὐτὸς ἐπεξῆλθεν αὐτούς. καὶ οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν, ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον τὸν Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς Ἀποστόλους. τί σημαίνει τὸ “οἱ κεκλημένοι οὐκ ἦσαν “ἄξιοι;” ὅτι περ ἔδει φησὶν αὐτοὺς μηδὲ κληθῆναι, ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλείπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καὶ περ εἰδὼς τὴν ἀπιστίαν, πρὸς αὐτοὺς πρώτους ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυτῶν πάντα πληροῦν, ὥστε νουθετεῖν ἀλλήλους, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλει. καλοῦνται δὲ εἰς τοὺς γάμους ὑπὸ τῶν Ἀποστολων ἐκ τῶν διεξόδων τὰ ἔθνη· καὶ γὰρ οὐκ ἐν ὁδῷ, ἀλλ’ ἔξωθεν τῆς ὀρθῆς ὑπῆρχον ὁδοῦ. ἔνδυμα δὲ γάμου ἐστὶ βίος ὀρθὸς, οὐ γὰρ δεῖ τῇ πίστει μόνῃ θαρρεῖν. καὶ γὰρ τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν, τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς· ἐπεὶ οὖν τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος, ἔδει ἀμείψασθαι τὴν χάριν, καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν.
Let us make the spiritual things more precious than all things, holding fast to them. But what sort of servants did they insult and kill? The Apostles, clearly; for they proclaimed them after the resurrection. And the sending of the armies, and the destruction of those murderers, and the burning of their city, signifies the things that happened against the Jews in the time of Vespasian and Titus. And since they provoked the Father by not believing in the Son, he himself came out against them. And the capture did not happen immediately after Christ was killed, but after forty years, so that he might show his longsuffering—when they killed Stephen, when they did away with James, when they insulted the Apostles. What does "those who were called were not worthy" mean? It means, he says, that they ought not even to have been called, but so that he might leave them no pretext for any shameless contradiction, even though he knew their unbelief, he sent to them first, both stopping their mouths and teaching us to fulfill everything on our part, so as to admonish one another, even if no one is going to gain anything. And the Gentiles are called to the wedding by the Apostles from the crossroads; for they were not on the road, but outside the right road. And the wedding garment is a right life, for one must not trust in faith alone. For indeed, to be called and cleansed was of grace, but for one who has been called and has put on pure garments to remain keeping them such is of the zeal of those who have been called; since, therefore, the calling came not from worthiness but from grace, it was necessary to repay the grace, and not to display such great wickedness after the honor.
καὶ γὰρ πολλὴ ἀπόκειται κόλασις τοῖς ῥαθυμήσασι· καθάπερ γὰρ οἱ Ἰουδαῖοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτως καὶ τὸ κατακλιθῆναι μετὰ βίου διεφθαρμένου· τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν, τοῦτό ἐστι βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο y ὁ μὴ ἐνδεδυμένος τὸ ἔνδυμα τοῦ γάμου. Χρὴ οὖν σκοπῆσαι, ὅτι καίτοι τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ· τὸ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ λοιπὸν πρὸς ἀτελευτήτους ἕλκεται κολάσεις· μὴ γὰρ δὴ σκότος y ἐφημοῦτο Cod.
ἀκούσαντες, τούτῳ νομίσωμεν αὐτὸν τιμωρεῖσθαι, τὸ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ’ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπερ ἀκαρτερήτους ὀδύνας αἰνίττεται· ἀκούσωμεν ὅσοι τῶν φρικτῶν μυστηρίων ἀπολαύσαντες, καὶ τῶν γάμων ἐκείνων τῶν ἀχράντων ἀξιωθέντες, ῥυπαραῖς τὴν ψυχὴν περιεβάλωμεν πράξεσιν· ἀκούσωμεν πόθεν ἐκλήθημεν· ἀπὸ τῆς τριόδου χωλοὶ ὄντες καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὅπερ πολλῷ χαλεπώτερόν ἐστι τοῦ σώματος λωβήσεως· αἰδεσθῶμεν τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς ἡμῶν μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκαστος ἡμῶν περιεργαζέσθω τῆς ψυχῆς τὴν στολὴν, καὶ ταύτης πολλὴν τὴν φροντίδα ποιησώμεθα. θεοδώρου Ἡρακλείασ. Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ Υἱοῦ τὴν γενομένην πρὸς τὴν Ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους, τοὺς μαθητὰς, μεθ’ οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα. Κυρίλλου Ἀλεξανδρείασ.
For great punishment awaits those who are negligent; for just as the Jews insulted by not coming, so too does reclining with a corrupted life; for to enter with filthy garments is to depart from here having an unclean life; therefore the one not clothed in the wedding garment was also silenced. One must consider, then, that although the matter is manifest, he does not punish beforehand, until the one who has sinned brings forth the verdict himself; for having nothing to say in reply, he condemned himself, and thereafter is dragged to endless punishments; for let us not suppose, when we hear of darkness, that he is punished only by being sent to a place without light, but where there is weeping and gnashing of teeth, which hints at unbearable pains. Let us hear, all who have enjoyed the awesome mysteries and been deemed worthy of that undefiled marriage, yet have wrapped our souls in filthy deeds; let us hear from where we were called: from the crossroads, being lame and maimed in soul, which is far worse than bodily mutilation. Let us be ashamed before the loving-kindness of the one who called us, and let none of us remain with filthy garments, but let each of us carefully work at the robe of the soul, and let us take great care of it. Of Theodore of Heraclea. He calls the harmony and union of the Son with the Church a marriage; and those sent to call the invited guests are the disciples, after whom he sent the seventy. Of Cyril of Alexandria.
Γάμον λέγει τὴν πρὸς τὸν Υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον τοὺς Ἰουδαίους, πάλαι μὲν διὰ τῶν προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν, πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Ὠριγένουσ. Δοῦλοι, οἱ πατριάρχαι δηλονότι ἣ Μώσης καὶ προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή· σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἔτοιμα,” προτρέπει. Τοῦ αὐτοῦ. Τίνας ὕβρισαν; τοὺς πατριάρχας· στρατεύματα δέ εἰσιν οἱ ἐμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἀνελόντες τοὺς ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαικὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῆ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον
He calls the marriage the union of the faithful with the Son, inviting the Jews to it, formerly through the prophets, but later through the disciples, before the passion and the resurrection. Origen. The servants are clearly the patriarchs, or Moses and the prophets; the dinner, prepared by Wisdom who says she has prepared her own table, is the spiritual banquet, with cupbearers and other ministers serving with knowledge and at the right time, as also with Solomon the peaceable, just as it is written about him in Kings; the bulls are the rational and, as among the clean, greater food; the fattened animals are what is spiritually sweet in contemplation, not weak; the sacrifice is the division and figurative interpretation of problems; all are the varied discourses and contemplations concerning existing things; and the word "ready" exhorts. Of the same. Whom did they insult? The patriarchs; but the armies are those who burned Jerusalem and killed those in the city—the Romans—and the heavenly army, and the angels over punishments, and those who destroy Jewish teaching and falsely named knowledge; the servants are the Apostles, and the angels appointed to the calling of the Gentiles. "They were not worthy," as the Apostles say to those who are not worthy, "it was necessary that the word be proclaimed to you
“τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, πορευόμεθα εἰς “τὰ ἔθνη.” “διέξοδοι ὁδῶν” εἰσι τὰ ἔξω τοῦ Ἰσραὴλ δόγματα· ἀδιακρίτως συνάγουσι, πονηροὺς μὲν, ἵνα ἐπιθέμενοι τὸ ἔνδυμα γάμου, καὶ ἑστίαν Θεοῦ ἔχωσιν· ἀγαθοὺς δὲ, ἁπλούστερον τοὺς μετριωτέρους· ἔθνη γὰρ τὰ μὴ νόμον ἔχοντα, καὶ τὰ ἑξῆς· βίος καὶ πράξεις ἀγαθαί εἰσι τὸ ἔνδυμα, ἅπερ ὁ μὴ ἔχων ἐξ ἰδίας σπουδῆς, οὐκ ἔχει ἔνδυμα. ἡ γὰρ κλῆσις ἡ διδοῦσα ἀναμαρτησίαν καὶ Πνεύματος Ἁγίου μετοχὴν, κατὰ χάριν ἐστίν. Τοῦ αὐτου. Μὴ μεταθέμενον ἣ μεταμφιασάμενον τὸ ἦθος, καὶ ἐνδυσάμενον τὸ ὕφασμα τῆς ἀρετῆς, Χριστὸν, σπλάγχνα τε οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.” Τοῦ αὐτου. Δεσμεύουσιν Ἄγγελοι, πόδας, πορείαν, χεῖρας, τὴν δραστικὴν τῶν ἔργων δύναμιν. Ἐξ ἀνεπιγράφου. Δῆλοί τῶν ὀδόντων ὁ βρυγμὸς καὶ ὁ κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα·
of God; but since you judged yourselves unworthy, we go to the Gentiles. The highways are the doctrines outside Israel; they gather indiscriminately, the wicked, so that having put on the wedding garment, they may also have a place at God's table; and the good, or rather the more moderate. For the Gentiles are those who do not have the law, and so on. Life and good deeds are the garment, which one who does not have from his own zeal does not have as a garment. For the calling that grants sinlessness and participation in the Holy Spirit is by grace. Of the same author. Do not change or alter one's character, and put on the fabric of virtue, Christ, and bowels of compassion and the like; according to the saying, "He clothed himself with cursing as with a garment." Of the same author. Angels bind feet, journey, hands, the active power of works. From an uninscribed source. The gnashing of teeth and the weeping make clear the late repentance and the then-useless regret for those things which in the present age we did not do as works of salvation;
ΚΕΦ. ΝΒ.
Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. Διατὶ εἶπε τότε; ἵνα δείξῃ αὐτοὺς περαιτέρω τῇ κακίᾳ προβαίνοντας· ὅτε γὰρ μάλιστα κατανυγῆναι ἔδει, ὅτε καταπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, τότε ἑτέραν ἦλθον ὁδόν· ὥστε δι’ αὐτῆς εἰς κίνδυνον ἐμβαλεῖν αὐτόν· ἐπειδὴ γὰρ κατασχεῖν αὐτὸν οὐκ εἶχον, “ἐφοβοῦντο γὰρ τοὺς ὄχλους; δημοσίων ἀδικημάτων ποιῆσαι αὐτὸν ὑπεύθυνον βούλονται· εἰς γὰρ τὴν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοῖς μετατεθέντων, καὶ φόρου λοιπὸν ὄντες ὑποτελεῖς, ἀποστείλαντες περὶ τούτου αὐτὸν ἐρωτῶσιν· ἐπειδὴ γὰρ εἶδον ὅτι πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, τουτέστιν οἱ περὶ Θεῦ δὰν καὶ Ἰούδαν ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων, εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν, καὶ τοὺς Ηρώδου στρατιώτας ἔπεμψαν, διπλοῦν ἑκατέρωθεν τὸν κρημνὸν
ὀρύττοντες, καὶ πάντοθεν τὴν πᾶμα τιθέντες, ὅπως ἑκατέρωθεν ἐπιλάβωνται αὐτοῦ· ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν, εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι· καί τοι γε ἦν δεδωκὼς τὰ δίδραγμα, ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο ἐκεῖνοι· ἑκατέρωθεν μὲν οὖν προσδοκῶντες αἱρήσειν, ἐπεθύμουν μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν εἰπεῖν τί· διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν εἰς τοῦτο, ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδώσωσι τῷ ἡγεμόνι, ὡς τύραννον. ἠρώτων δὲ ἐπὶ τῶν ὄχλων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν· καὶ τί λέγουσιν; οἴδατε ὅτι πλάνος ἐστὶ, καὶ πλανᾷ τὸν ὄχλον· ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ἀπαγορεύσῃ·
CHAPTER 52.
Concerning those who questioned him about the tribute. Why did he speak then? To show that they were advancing further in wickedness; for when they ought most of all to have been pricked to compunction, when to have been struck with awe at his love for mankind, when to have feared the things to come, then they came by another path, so as through it to cast him into danger. For since they could not seize him—for they feared the crowds—they wish to make him liable to public charges of wrongdoing. For when affairs had been transferred to the Roman empire, and they were thenceforth tributaries paying tax, they sent to question him about this. For since they had seen that before this, on this account, those had died—that is, the followers of Theudas and Judas who had meditated revolt—they wished to cast him too, by these words, into such suspicion. For this reason, along with their own disciples, they also sent the soldiers of Herod, digging a double precipice on either side, and setting the snare from every direction, so that they might catch him from either side: so that if he should answer in favor of the Herodians, they themselves might accuse him, but if in favor of themselves, those others might bring charges against him. And yet he had given the didrachma, but those men did not know this. Expecting to catch him from either side, then, they were more eager to say something against the Herodians; therefore they also send the disciples for this purpose, pushing him by their presence, so that they might hand him over to the governor as a tyrant. And they questioned him in the presence of the crowds, so that the testimony might become greater. And what do they say? You know that he is a deceiver, and he deceives the crowd; but all things happen which the plot may dictate.
τότε δὲ εἶπον, προσδοκῶντες αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν κρατούντων νόμων· εἰπόντες δὲ τὸ “οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώ- “που,” περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο, καὶ οὐ λέγουσιν, εἰπὲ ἡμῖν τι τὸ καλὸν ἣ τι τὸ συμφέρον, ἀλλὰ τι σοι δοκεῖ;” καὶ τοῦτο πανούργως. αὐτὸς δὲ ἐπιπληκτικώτερον μὲν αὐτοῖς διαλέγεται, ἐπιστομίζει δὲ ἐν τῷ τὰ ἀπόρρητα εἰς μέσον ἀγαγεῖν· ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ ἐπὶ πολὺ τοῖς τοιούτοις ἐπιχειρεῖν, καὶ βλάπτειν τὰς ἑαυτῶν ψυχάς· ἐπιζητήσας δὲ τὸ νόμισμα τοῦ κήνσου, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ὅπερ ἦν λαμπρὰ νίκη καὶ σαφής· οὐδὲ γὰρ ἀγνοῶν ἐρωτᾷ, “τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους ποιῆσαι βουλόμενος· διὸ καὶ φησὶν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι·” οὐ γάρ ἐστι τοῦτο δοῦναι· δείκνυται δὲ τοῦτο ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς· ἵνα δὲ μὴ εἴπωσιν ὅτι ἀνθρώποις ἡμᾶς ὑποτάττεις, ἐπήγαγε “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῷ πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν ὀφειλόμενα· διὸ καὶ ὁ Παῦλος φησί· “ἀπόδοτε πᾶσι τὰς ὀφει- “λὰς” καὶ τὰ ἑξῆς. χρὴ δὲ γινώσκειν, ὅτι ἐκεῖνα λέγει ἀποδιδόναι τῷ Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα, ὡς ἐάν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος.
But then they spoke, expecting to puff him up with flattery and to persuade him to say something against the ruling laws. And by saying, "You care for no one, and you do not regard the person of men," they were hinting at Herod and Caesar, and they do not say, "Tell us something good or something advantageous," but "What does it seem to you?" And this they did cunningly. But he converses with them more rebukingly, and he silences them by bringing hidden things into the open. And he did this, checking their wickedness, so that they might not for long attempt such things and harm their own souls. And having asked for the coin of the census tax, through their own tongue he brings forth the verdict, and he prepares them to vote themselves that it is lawful to give the census tax to Caesar, which was a brilliant and clear victory. For he does not ask, "Whose is this image and inscription?" out of ignorance, but wishing to make them liable by their own answers. Therefore he also says, "Render to Caesar the things of Caesar," for this is not to give. And this is shown from the image and from the inscription. But so that they might not say, "You are subjecting us to men," he added, "and the things of God to God." For it is lawful both to fulfill for men the things that are his, and to give to God the things owed to God by us. Therefore Paul also says, "Render to all their dues," and the rest. But one must know that he says to render to Caesar those things that in no way harm piety, since if anything of such a kind should exist, it is no longer a tax and tribute of Caesar, but of the devil.
ταῦτα οὖν ἀκούσαντες, ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν αὐτοῦ καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν
ἀπόδειξιν, τὰ ἀπόρρητα αὐτῶν ἐκκαλύψας, καὶ μετὰ ἐπιεικείας αὐτοὺς ἐπιστομίσας· οἱ δὲ οὐδὲ οὕτως ἐπίστευσαν, ἀλλὰ ἀφέντες αὐτὸν ἀπῆλθον.
ΚΕΦ. ΝΓ.
Περὶ τῶν Σαδδουκαίων. “Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” φησὶ, καὶ τὰ ἐξῆς· οὐχ ἁπλῶς ὁ Εὐαγγελιστὴς εἶπεν “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” ἀλλ’ ἐκπληττόμενος αὐτῶν τὴν ἔννοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται· ἐν ἡ γὰρ ἡμέρᾳ τὴν τῶν Φαρισαίων κακουργίαν ἐξήλεγξε καὶ κατῄσχυνε, δέον τούτους ὀκνηροτέρους γενέσθαι, ἀλλὰ μᾶλλον ἐν αὐτῇ ἀναισχύντως προσέρχονται. τίνες δέ εἰσιν οὗτοι; οἱ Σαδδουκαῖοι, αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα, λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· καὶ ἐξ εὐθείας μὲν, οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι, λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασι μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν· καὶ θέλοντες ἀναστρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν· καὶ οὗτοι δὲ, ὥσπερ οἱ Φαρισαῖοι, μετὰ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες ἅπερ εἶπον, ὅτι ἑπτὰ ἀδελφοὶ κατὰ διαδοχὴν ἀποθνήσκοντες, ἔσχον μίαν γυναῖκα, καὶ ὅτι ἐν τῇ ἀναστάσει τίνος αὐτῶν ἔσται γυνή; ὁ δὲ Χριστὸς καὶ τούτων τὰ ἀπόρρητα ἐκκαλύπτει, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑπόπτευον. τι ἐστιν ὅτι “ὡς Ἄγγελοι “Θεοῦ εἰσιν ἐν οὐρανῷ;” οὐχὶ ἐπειδὴ οὐ γήμουσί, φησι, διὰ τοῦτο εἰσὶν Ἄγγελοι, ἀλλ’ ἐπειδὴ ὡς Ἄγγελοι, διὰ τοῦτο οὐ γήμουσι·
When they heard these things, they were silenced and marveled at his wisdom; for he provided them with a demonstration of divinity, having uncovered their secret thoughts and having silenced them with gentleness. But not even so did they believe, but leaving him they departed.
Chapter 53.
Concerning the Sadducees. "In that day," it says, and what follows. Not without purpose did the Evangelist say "in that day," but being struck by their intent, he marks this very thing; for on the day when he exposed and put to shame the malice of the Pharisees, when they ought to have become more hesitant, they rather approach him shamelessly on that same day. And who are these? The Sadducees, another sect of the Jews besides the Pharisees, and much inferior to them, saying that there is no resurrection, nor Angel, nor spirit. And they do not speak directly about the resurrection, but they fabricate some story and concoct an event that never happened, thinking to throw him into perplexity; and wishing to overturn both things—both that there is a resurrection, and that the resurrection is of such a kind. And these too, like the Pharisees, ostensibly attack with gentleness, saying what they said: that seven brothers dying in succession had one wife, and that in the resurrection whose wife will she be? But Christ uncovers their secret thoughts as well, both that there will be a resurrection, and that the resurrection is not of the kind they suspected. What is the meaning of "they are as Angels of God in heaven"? Not because they do not marry, he says, are they Angels, but because they are as Angels, for this reason they do not marry.
δεικνύντων διὰ τούτων, ἡλίκον ἡ ἀνάστασις· τὸ δὲ “οὐκ ἔστιν ὁ “Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων,” δηλοῖ ὅτι οὐχὶ τῶν οὐκ ὄντων φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων· οὐ γὰρ εἶπεν, ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ τῶν ζώντων· ὥσπερ γὰρ ὁ Ἀδὰμ, καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ τῇ ἀποφάσει ἀπέθανεν, οὕτω καὶ οἱ περὶ Ἀβραὰμ, εἰ καὶ ἐτεθνήκεισαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως· καὶ οἱ Σαδδουκαῖοι μὲν ἡττηθέντες ἀναχωροῦσιν, τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν·
ἀκούσαντες γάρ, φησιν, οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἀπολιναρίου. Ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον, ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ· οὐ δή πω δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἢν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις· λέγεται δὲ τότε ἀνίσταται ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχὴ, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης, καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερον ἐστιν ἄνθρωπος, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ, πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι.
showing by these things how great the resurrection is; but the phrase "God is not the God of the dead, but of the living" makes clear that he is not speaking of those who do not exist, and have been utterly destroyed, and will no longer rise again; for he did not say, "I was," but "I am" of those who exist and are alive. For just as Adam both lived on the day on which he ate from the tree and by the sentence died, so also those around Abraham, even if they had died, were alive by the promise of the resurrection. And the Sadducees, defeated, withdraw, but the countless multitude reaps the benefit.
For when the crowds heard, it says, they were astonished at his teaching. From Apollinaris. But we know that those from Valentinus and Marcion still contend against this very phrase, referring the saying to souls; for these, they say, live, and the Lord spoke concerning these, as though God were God of these. Yet the dispute with the Sadducees was not yet about souls, but about bodies, so that the answer concerns these. And a dead man is said to rise at that time when the soul is with the body, not as though in the interval the soul had been dissolved, but as being inactive and not having the things proper to life, as many as come with the body; for the two together are one man, and the life is common, and both are needed for the life from death to be restored again.
ΚΕΦ. ΝΔ.
Περὶ τοῦ νομικοῦ. Κυρίλλου Ἀλεξανδρείασ. Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων, καὶ ἀποχωρησάντων, ἐπῃνεῖτο ὁ Κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι, ἦλθον εἰς μέσον, καὶ νομοθέτης τίς ἄγαν παρ’ αὐτοῖς νομιζόμενος, ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μώσεως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν· ἢ ὅτι ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ ἐμὲ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ οὕτω εὑρίσκει αὐτὸν, τοῦ ἐμβαλεῖν εἰς κίνδυνον, ὡς θεοποιοῦντα ἑαυτόν· ἣ εἰ τοῦτο παρασιωπήσει, λέγειν, οὐκοῦν οὐ προσδέχομαί σε ὡς Θεόν. Τίνος ἕνεκεν ὁ Ματθαῖος φησὶν, ὅτι πειράζων ἠρώτησεν οὗτος ὁ νομικὸς, ὁ δὲ Μάρκος τοὐναντίον· εἰδὼς γάρ, φησιν, ὁ Iησοῦς, ὅτι νουν·εχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ ; οὐκ ἐναντιούμενοι ἑαυτοῖς οἱ Εὐαγγελισταὶ τοῦτο ε7πον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ἠρώτησε μὲν πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, z Fors. ieg. εὑρίσκῃ αἰτίαν.
CHAPTER 54.
Concerning the lawyer. From Cyril of Alexandria. When the Sadducees had been put to shame and had withdrawn, the Lord was praised; the Pharisees, envying them for this, came into the midst, and one who was considered among them an especially great lawgiver asks which commandment is great in the Law, thinking that he would set aside the things of Moses and put forward his own teaching; or that "you shall love the Lord your God" also means himself, yoking his own glory to the glory of the Father, and thus he finds him, to cast him into danger, as making himself God; or if he keeps silent about this, he says, then I do not accept you as God. For what reason does Matthew say that this lawyer asked, testing him, while Mark says the opposite? For Jesus, knowing, he says, that he answered wisely, said to him, You are not far from the kingdom of God? The Evangelists did not say this in opposition to each other, but are in very great agreement: he asked testing him at the beginning, but having been benefited by Christ's answer, he was praised; for he did not praise him at the beginning, finding a cause.
ἀλλ’ ὅτε εἶπεν, “ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον, πλέον ἐστὶ τῶν “ὁλοκαυτωμάτων,” τότε ἤκουσεν ὅτι “οὐ μακρὰν εἶ ἀπὸ τῆς “βασιλείας·” ὅτι τὰ ταπεινὰ ὑπερεῖδεν, λέγω δὴ τὸ σάββατον καὶ τὰ λοιπά· τὴν δὲ ἀρχὴν τῆς ἀρετῆς τὴν ἀγάπην, ὁποία τίς ἐστι, κατενόησεν· ὅμως οὐδὲ οὕτως ἀπηρτισμένον αὐτῷ τὸν ἔπαινον συντέθεικεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. προβάλλονται δὲ τὸν νομικὸν οἱ Φαρισαῖοι πρὸς ἐρώτησιν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· ἐπειδὴ γὰρ ἐν τῷ νόμῳ πρώτη ἐντολὴ αὕτη ἦν, τὸ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, προσδοκῶντες ἀφορμήν τινα παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ ἑαυτὸν δεικνύναι Θεὸν, προβάλλονται τὴν ἐρώτησιν· δεικνὺς δὲ ὁ Χριστὸς, μηδεμίαν ἔχειν αὐτοὺς ἀγάπην, ἀλλὰ καὶ φθόνῳ τήκεσθαι, καὶ ζηλοτυπίᾳ ἁλίσκεσθαι, ἀποκριθεὶς εἶπεν αὐτῷ, “ἀγαπήσεις Κύριον τὸν Θεόν σου,” καὶ πάλιν “ἀγαπήσεις τὸν “πλησίον σου ὡς ἑαυτόν.” διὰ ταύτης τῆς ἀποκρίσεως, ὡσανεὶ λέγων αὐτοῖς, ὅτι αὐτοὶ ὑμεῖς καθ’ ἑαυτῶν τὰς ἐρωτήσεις ποιεῖσθε, καὶ γὰρ τοῦτο αὐτὸ τὸ τῆς ἀγάπης ἀγαθὸν πόρρω ἀφ’ ὑμῶν ἐδιώξατε· ὁμοίαν δὲ τῆς πρώτης ἐντολῆς τὴν δευτέραν ἐκάλεσεν, ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν· “ὁ γὰρ ἀγαπῶν με,” φησὶ, “τὰς ἐντολάς μου τηρήσει,” αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν μετὰ τὴν εἰς Θεὸν ἀγάπην, ἡ εἰς τὸν πλησίον ἐστί· πρεπόντως οὑν εἶπεν, “ἐν ταύταις ὅλος ὁ νόμος κρέμαται, καὶ οἱ προφῆται.”
But when he said, "that to love one's neighbor is more than whole burnt offerings," then he heard, "you are not far from the kingdom;" because he overlooked the lowly things, I mean the Sabbath and the rest; but the beginning of virtue, love, of what sort it is, he understood; yet not even so did he compose praise that was complete for him, but still lacking; for to say "you are not far" shows that he is still at a distance, so that he might seek what is lacking. But the Pharisees put forward the lawyer for questioning, not wishing to learn, but making a test; for since in the Law this was the first commandment, "You shall love the Lord your God," expecting to provide themselves some pretext, as though he would correct it, because he also showed himself to be God, they put forward the question; but Christ, showing that they have no love, but are consumed by envy and caught in jealousy, answered and said to him, "You shall love the Lord your God," and again "You shall love your neighbor as yourself." Through this answer, as if saying to them, that you yourselves are asking the questions against yourselves, for this very good of love you have driven far from you; and he called the second like the first commandment, because this one prepares the way for that one, and is again held together by it; "for the one who loves me," he says, "will keep my commandments," and his commandments, and their sum after love toward God, is love toward neighbor; fittingly then he said, "on these two hang all the Law and the Prophets.
ΚΕΦ. ΝΕ.
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δοβίδ ἐστιν. Διὰ τί ἐρωτᾷ τοὺς Φαρισαίους λέγων, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος ἐστιν υἱός;” ὅπως λανθανόντως ποιήσῃ αὐτοὺς, καὶ αὐτὸν ὁμολογῆσαι Θεόν· ἐπειδὴ δὲ οὐκ ἀπεκρίναντο τὰ ἀληθῆ περὶ αὐτοῦ, ἀλλὰ ἄνθρωπον αὐτὸν ἔφησαν εἶναι ψιλὸν, εἰπόντες ὅτι υἱός ἐστι τοῦ Δαβὶδ, ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, λοιπὸν ἐπάγει τὸν Δαβὶδ ἐν Πνεύματι Ἁγίῳ μαρτυροῦντα τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς ὑίοτητος, καὶ τὸ ὁμότιμον τὸ
πρὸς τὸν Πατέρα λέγων, “εἶπεν ὁ Κύριος τῷ κυρίῳ μου, κάθου “ἐκ δεξιῶν μου,” καὶ τὰ ἑξῆς· ἐχθρῶν δὲ ἐμνημόνευσεν, ἵνα κἂν οὕτως αὐτοὺς φοβήσας ἐπαναγάγηται· ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν· οὕτω δὲ καιρίαν ἐδέξαντο τὴν πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὐτοῖς ἐπιχειρῆσαι λοιπόν· “οὐδεὶς γάρ φησιν “ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐρωτῆσαι αὐτόν.” οὐ μικρῶς δὲ τοῦτο τοὺς ὄχλους ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς· καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλόντες τοῦ δεινοῦ πάθους καὶ πολυκεφάλου, κερδαίνειν οὐδὲν ἤθελον. παρακαλῶ οὖν, φύγωμεν καὶ τοῦτο τὸ πάθος, τῆς δὲ τοῦ Θεοῦ δόξης μόνον ἐρασταὶ γενώμεθα. χρυσοστόμου. Ὁρᾷς ὅπως ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ δόξαν, προτερον εἶπεν, “τί ὑμῖν δοκεῖ, τίνος υιός ἐστίν;” ὥστε εἰς ἐρώτησιν αὐτοὺς εἰσαγαγεῖν.
CHAPTER 55.
Concerning the Lord's question, how he is David's son. Why does he ask the Pharisees, saying, "What do you think concerning the Christ? Whose son is he?" So that he might secretly cause them to confess him also to be God. But since they did not answer the truth concerning him, but said he was a mere man, stating that he is the son of David, he overturns their mistaken opinion, and next brings forward David testifying in the Holy Spirit to his lordship, and the genuineness of his sonship, and the equal honor
with the Father, saying, "The Lord said to my lord, Sit at my right hand," and the rest. And he mentioned enemies, so that even thus, having frightened them, he might bring them back. But nevertheless, even after hearing these things, they answered nothing; for they did not wish to learn any of what was needful. And so sharply did they receive the blow that they no longer dared to attempt the same things thereafter; for "no one," it says, "dared from that day to question him." And not a little did he draw the crowds away from the wolves, and repel their plots; for having been caught by vainglory, that terrible and many-headed passion, they wished to gain nothing. I exhort you, therefore, let us flee this passion too, and let us become lovers of the glory of God alone. Of Chrysostom. Do you see how gently he introduces the opinion concerning himself? He first said, "What do you think? Whose son is he?" so as to lead them into a question.
ΚΕΦ. Νς.
Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὀχλοῖς καὶ τοῖς μαθηταῖς αὐτοῦ. “Τότε” πότε; ὅτε τοὺς Φαρισαίους ἐπεστόμισεν, καὶ ἐπειδήπερ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ὀρθοῦ ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῆς καθέδρας καὶ τῆς τοῦ Μώσεως διαδοχῆς τοῦτο ἐργάζεται· πάντα δὲ ποιεῖν αὐτοὺς ἃ λέγουσιν παρακελεύεται, οὐ τὸ περὶ βρωμάτων καὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε περὶ τούτων λέγειν ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ πάντα, φησὶ, τὰ διορθουντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς καινῆς συμβαίνοντα νόμοις· καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ’ ἀπὸ τοῦ Μωϋσέως; ἐπειδὴ οὐδέπω ἦν καιρὸς πρὸ τοῦ σταυροῦ ταῦτα διαλέγεσθαι· ἐμοὶ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προοικονομεῖν αὐτὸν ταῦτα λέγοντα· ἐπειδὴ γὰρ μέλλει κατηγοῥεῖν Β b
αὐτὸν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτὸν ταύτης ἐρᾷν, ἣ διὰ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ· καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας· διορθούμενος δὲ τοὺς τότε ἀκούοντας καὶ τοὺς μετὰ ταῦτα, τοῦτο ἐκ περιουσίας κελεύει· ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ μὴ καταφρονεῖν τῶν διδασκάλων, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, κἂν διεφθαρμένον βίον ἔχωσιν, ἀλλὰ πάντα ὅσα ἂν λέγωσιν, ἵνα ποιῶσιν οἱ ὄχλοι· οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ· τοῦτο δὲ ποιεῖ ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις, οὐδεμιᾶς ἐγκαταλιμπάνων παρακοῆς πρόφασιν·
CHAPTER 56.
Concerning the condemnation of the scribes and Pharisees. Then Jesus spoke to the crowds and to his disciples. "Then"—when? When he silenced the Pharisees, and since he could not make them trustworthy by reason of an upright life, he accomplishes this from the chair and the succession of Moses; and he exhorts them to do all things whatsoever they say—not the matters concerning foods and sacrifices, and whatever is of that sort; for how could he speak concerning these things which he had already beforehand abolished? But all things, he says, that correct character, and make one's manner of life better, and accord with the laws of the new covenant; and no longer leave one to be under the yoke of the law. Why does he not ordain these things from the law of grace, but from Moses? Because it was not yet the time, before the cross, to discourse of these things. It seems to me that, in addition to what has been said, he is also providentially arranging something else by saying these things; for since he is about to accuse them, lest he should seem to the foolish to be desirous of this office, or to be doing these things out of enmity, he first removes this suspicion; and having made himself above suspicion, then he begins the accusation; and while correcting those who were hearing at that time and those after them, he commands this out of abundance: which is especially conducive to salvation—not to despise teachers, nor to rise up against priests, even if they have a corrupt life, but to do all things whatsoever they say; for they do not speak their own things, but God's. And this he does, producing for them a greater judgment, but for the disciples, leaving no pretext for disobedience.
ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἐπειδὴ φαῦλος ἐστὶν ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα, καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς ἀποτείνεται κατ αὐτῶν λόγους; προσφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· οὐδὲ γὰρ ὁμοῖόν ἐστιν ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι, ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν· διὰ τοῦτο προλαβών φησι, “κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε·” ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν ζηλοῦν αὐτοὺς, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν εἶναι τιμὴν, κατηγορίαν ποιεῖται. τί γὰρ διδασκάλου ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς ἐν τῷ προσέχειν αὐτοῦ τῷ βίῳ μὴ διασώζει; ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνονται βίον ἔχοντες οἷον οἱ ζηλοῦντες διαφθείρονται· τὸ δὲ “λέγουσι καὶ οὐ “ποιοῦσι,” τριπλῆν αὐτοῖς δηλοῖ κατάκρισιν· δι’ ἓν μὲν, ὅτι παραβαίνουσι· δεύτερον δὲ, ὅτι τοιούτους ἄλλους ὀφείλοντες διορθοῦν, αὐτοὶ χωλεύουσιν, ἔχοντες καὶ τὴν τῶν διδασκάλων τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρουσι μειζόνως τοὺς μαθητὰς, ἅτε ἐν διδασκάλων τάξει τοιαῦτα παρανομοῦντες. Τί σημαίνει τὸ “δεσμεύουσι φορτία βαρέα” καὶ τὰ ἑξῆς; τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν, ὃ τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ’ ἑαυτὸν ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστὴν, ἐν δὲ τοῖς τῶν
For lest anyone say, "Because the teacher is worthless, for this reason I have become more negligent," he also removes this pretext. But for what reason does he reprove them and stretch out long speeches against them? Guarding the crowds beforehand, so that they do not fall into the same things. For it is not the same thing to forbid and to point out those who have stumbled, just as it is not the same to advise what is necessary and to bring those who succeed into the open. For this reason, having first said, "But do not do according to their works." For lest they think that because they hear them, they ought to emulate them, he has used this correction, and what seems to be their honor he makes an accusation. For what is more wretched than a teacher, when he does not preserve his disciples in attending to his life? So that what seems to be their greatest honor is a greatest accusation, when they appear to have such a life as those who emulate them are corrupted by. And the phrase "they say and do not do" reveals a threefold condemnation for them: first, because they transgress; second, because, owing to correct others who are such, they themselves limp, while also having the honor of teachers; third, because they also corrupt the disciples more greatly, inasmuch as, in the rank of teachers, they transgress such things. What does "they bind heavy burdens" and what follows mean? That they demand much and extreme strictness of life from their subjects without forgiveness, but allow themselves much license, which the best ruler ought to have the opposite of: in matters concerning himself, to be an unforgiving and bitter judge, but in the matters of
ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· οἱ δὲ λόγοις μόνον φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ὡς ἄπειροι τῆς δι’ ἔργων δυσκολίας. οὐκ εἶπε δὲ ὅτι οὐ δύνανται, ἀλλ’ “οὐ θέλουσιν,” οὐδὲ πάλιν ὅτι βαστάσαι, ἀλλὰ “δακτύλῳ κινῆσαι,” ὅπερ μεῖζον αὐτοῖς ἔγκλημα γίνεται· καὶ ταῦτα μὲν περὶ τῆς ὠμότητος αὐτῶν καὶ ῥαθυμίας· περὶ τῆς δοξομανίας, φησίν· ὅτι “πάντα τὰ ἔργα “αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ “τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν.” τὰ μὲν οὖν φυλακτήρια μικρὰ βιβλία εἰσίν· ἐπειδὴ γὰρ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι μικροῖς βιβλίοις τὰ θαυμάσια αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· διὸ καὶ ἔλεγεν, “ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς “σου,” ἅτινα ἐκάλουν φυλακτήρια· τὰ δὲ κράσπεδα σημαίνει κλῶσμα ὑακίνθινον· τοῦτο γὰρ ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, καὶ ἐπὶ τῶν ἱματίων περὶ τὴν ὤαν, καὶ περὶ τοὺς πόδας ἀπορράπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκονται τῶν ἐντολῶν· καὶ ἐκαλοῦντο κράσπεδα. δείκνυσιν οὖν αὐτοὺς, οὐκ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· οὐδὲ γὰρ εἶχον, ἔρημοι ὄντες κατορθωμάτων, ἀλλ’ ἐπὶ τούτοις τοῖς μικροῖς καὶ εὐτελέσιν, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες, ὅπερ ἐσχάτης ἀνοίας καὶ κενοδοξίας ἦν· μὴ γὰρ κατόρθωμα τοῦτο ὑπῆρχεν, ἢ τί ὀνίνησιν, ἃν μὴ τὰ ἀπ’ αὐτῶν ἐκέρδαινον φοροῦντες αὐτά. Πρόσταγμα Θεοῦ ὑπῆρχεν διὰ τὸ μεμνῆσθαι τῶν ἑαυτοῦ κατορθωμάτων·
At the beginning, it is pardonable and gentle; but those who philosophize in words only are unpardonable and burdensome, as being inexperienced in the difficulty that comes through deeds. And he did not say that they are unable, but "they are unwilling," nor again that they cannot lift, but "to move with a finger," which becomes a greater charge against them. And these things concern their cruelty and negligence; concerning their love of glory, he says: "For they do all their works to be seen by men. For they broaden their phylacteries and enlarge their fringes." Now the phylacteries are small books; for since they continually forgot the benefactions of God, he commanded his wonders to be written in small books and to be hung from their hands; therefore he also said, "They shall be immovable in your eyes," which they called phylacteries. And the fringes signify a thread of hyacinth; for God commanded this to be made, as for children, and to be sewn on garments around the hem and around the feet, so that by paying attention they might remember the commandments; and they were called fringes. He shows, therefore, that they are not vainglorious over great and necessary things; for they did not have such things, being destitute of accomplishments, but over these small and paltry things, broadening the bands of the books and magnifying the fringes, which was the height of folly and vainglory; for this was not an accomplishment, nor does it profit anything, unless they gained from them by wearing them. It was a command of God for the remembering of his own accomplishments.
οὐκ ἐν τούτοις δὲ μόνον ἠνόμουν, ἀλλὰ καὶ ἐν τῷ φιλεῖν τὴν πρωτοκλισίαν, καὶ τὴν πρωτοκαθεδρίαν, καὶ τοὺς ἀσπασμοὺς, καὶ καλεῖσθαι ῥαββί· ταῦτα δὲ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν, ἐπὶ παντὶ μὲν ἀνθρώπῳ, ἐξαιρέτως δὲ ἐν τοῖς διδασκάλοις· καθάπερ γὰρ ὁ ἄνθρωπος ὅπου ἂν φανῇ, δῆλος ἐστὶ διεστηκὼς τῶν ἀλόγων, οὕτω καὶ τὸν διδάσκαλον καὶ φθεγγόμενον καὶ σιγῶντα καὶ ἀριστῶντα, καὶ ὁ τι οὖν ταῦτα δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βαδίσματος καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς· ταῦτα δὲ ὡς προεῖπον ἔλεγεν, προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· διὸ καὶ ἐπήγαγεν, “ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββὶ,” καὶ τὰ ἑξῆς, τουτέστι μὴ
ἐπιποθῆτε τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικόν· ἀλλὰ γὰρ καὶ βία τοῦτο λαμβάνοντες, ὡς ἀδελφοὶ ἐστὲ, καθὼς καὶ Παῦλος λέγει· “τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλῶς, τίς δὲ Κηφᾶς, “ἀλλ’ ἢ διάκονοι;” οὐκ εἶπε διδάσκαλοι. Εἰπὼν δὲ “πατέρα μὴ καλέσητε,” οὐχ ἵνα μὴ καλέσωσι λέγῃ, ἀλλ’ ἵνα γινώσκωσι, τίνα Πατέρα κυρίως χρὴ καλεῖν, τουτέστι τὸν Θεόν· καθάπερ γὰρ ὁ διδάσκαλος, οὐκ ἔστι προηγουμένως διδάσκαλος, οὕτως οὐδὲ πατήρ· ὁ γὰρ Θεὸς πάντων αἴτιός ἐστι, καὶ τῶν διδασκάλων καὶ τῶν πατέρων· οὕτως οὖν χρὴ δὲ νοεῖν καὶ τὸ μὴ κληθῆναι καθηγητήν. ἀπαγορεύσας τοίνυν χαλεπὸν τῆς κενοδοξίας νόσημα, παιδεύει πῶς ἂν τοῦτο διαφύγοιεν, τουτέστι διὰ ταπεινοφροσύνης· τοῦτο γὰρ δηλοῖ, “ὁ γὰρ μείζων ὑμῶν, “ἔσται διάκονος ὑμῶν,” καὶ “ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται” οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον·
And they were lawless not only in these things, but also in loving the first place at table, and the first seat, and greetings, and being called rabbi. And these things, even if someone considers them small, are causes of great evils, in every man, but especially in teachers. For just as a man, wherever he appears, is clearly distinguished from irrational animals, so also the teacher, whether speaking or silent or at dinner, and in whatever else, must be evident, both from his walk and from his bearing, and simply from everything. And these things, as I said before, he spoke, guarding the crowds, so that they might not fall into the same things. Therefore he also added, "But you, do not be called rabbi," and the rest, that is, do not desire to seize the teacher's chair. But indeed, even taking this by force, as you are brothers, just as Paul also says: "For who is Paul, and who is Apollos, and who is Cephas, but servants?" He did not say teachers. And having said, "Do not call a father," he does not say it so that they should not call anyone, but so that they may know whom one ought properly to call Father, that is, God. For just as the teacher is not primarily a teacher, so neither is a father; for God is the cause of all, both of teachers and of fathers. Thus then one must also understand the not being called instructor. Having therefore forbidden the grievous disease of vainglory, he teaches how they might escape it, that is, through humility; for this is what he indicates: "For the greater among you shall be your servant," and "he who humbles himself will be exalted." For nothing is equal to moderation.
ὅθεν οὐ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν παρακελεύεται. ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν τοὺς γραμματεῖς καὶ Φαρισαίους κωμῳδεῖ· καὶ τὸ δεινὸν ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλὰ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἣν διορθοῦσθαι ἔδει· οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ “κατήσθιον.” καὶ ὁ τρόπος δὲ τῆς καπηλείας χαλεπώτερος· “προφάσει,” φησὶ, “μακρὰ προσευχόμενοι.” πᾶς μὲν οὖν ἄξιος τιμωρίας, ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τοῦτο x χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας κολάσεως ὑπεύθυνός ἐστι· καὶ ἐν τῶ εἰπεῖν δὲ “ὅτι κλείετε τὴν “βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” μεγάλην ἐμφαίνει αὐτῶν κατηγορίαν καὶ ἐνταῦθα. εἰ γὰρ τὸ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν κατηγορία, τὸ καὶ κωλύειν ἄλλους, ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι “τοὐς εἰσερχομένους;” τοὺς ἐπιτηδείους ὄντας· πῶς δὲ καὶ ἐκώλυον; διὰ τὸ μηδὲν αὐτοὺς ἐργάζεσθαι ἀγαθόν· τὸ δὲ “περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσή- “λυτον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐδὲ διὰ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων τοῦτο αὐτὸ φείδεσθαι X Sic.
Therefore he not only forbids loving the first places, but also urges pursuing the last. From this, furthermore, he satirizes the scribes and Pharisees for gluttony; and the dreadful thing is that they gorged themselves not at the expense of the rich, but at the expense of widows, and they trampled on their poverty, which they ought to have set right; for they did not simply eat, but "devoured." And the manner of their huckstering is more grievous: "with the pretext," he says, "of praying long prayers." Every man, then, who does something evil is worthy of punishment; but he who also takes the occasion from piety, and uses this as a cloak for his wickedness, is liable to a much more grievous chastisement. And in saying, "because you shut the kingdom of heaven before men," he reveals a great accusation against them here also. For if not entering into the kingdom is an accusation, what pardon does hindering others have? And what is "those who are entering"? Those who are fit. And how did they hinder them? Because they themselves did no good work. And the phrase "you traverse sea and dry land to make one proselyte," and what follows, signifies this: that not even because he barely ensnared him, and with countless toils, did they spare this very one.
αὐτοῦ παρασκευάζει ὑμᾶς· καὶ γὰρ εἰώθαμεν τῶν μόλις κτισθέντων φείδεσθαι μειζόνως· ἐκείνους δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐποίησεν, ὥστε κἂν ἕνα ἐφελκύσασθαι ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ ῥαθύμους ὁ μαθητὴς, χεῖρον αὐτὸς γίνεται. τὸ δὲ “υἱὸν “γεέννης” δηλοῖ αὐτογεένναν· “διπλότερον” δὲ εἶπεν, ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσίν· εἰς ἄνοιαν δὲ αὐτοὺς σκώπτει “μωροὺς” ἀποκαλῶν, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν· καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, “ὅτι δεσμεύουσι φορτία δυσβά- “στακτα,” ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν κἀκεῖνα. ἔπραττον δὲ τοῦτο, εἰς ἀπάτην καὶ διαφθορὰν τῶν ὑπηκόων. θεοδώρου ἡρακλείασ. τὸν “ἐν τῷ ναῷ χρυσὸν,” λέγει, τὰ εἰς δόξαν Θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ, ἤτοι τὰ χρυσᾶ Χερουβὶμ, ἢ τὴν χρυσῆν στάμνον, τὴν ἔχουσαν τὸ μάννα, ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ· διὸ καὶ κατεγνώσκοντο ὑπὸ τοῦ Κυρίου, ὅτι οὐ μόνον παρεώρουν τοὺς ὀμνύοντας, καὶ συνεχώρουν αὐτοὺς ὀμνύειν, ἀλλ’ ὅτι ἔλεγον οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι, καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπιορκεῖν κατὰ τοῦτο· διὸ καὶ ὁ Κύριος ἀποφαντικῶς φησὶν, ὅτι ὁ ὀμνύων ἐν τῷ ναῷ, κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό· ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ’ αὐτῶν, ἀνθ’ ὧν τὸν Χριστὸν οὐ δεχόμενοι τὴν ἀλήθειαν, τὸν Μωϋσέα καὶ τοὺς δι’ αὐτοῦ τύπους, τιμιωτέρους ἔκρινον τοῦ Χριστοῦ· τὸν ἁγιάζοντα Μωσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ ἐπαινετός·
He prepares you; for we are accustomed to spare more greatly those things that have been built with difficulty; but not even this made those men more reasonable, so as to draw even one person. For when the disciple sees the teachers careless, he himself becomes worse. And the phrase "son of Gehenna" reveals one who is Gehenna-born; and he said "twice over" so that he might both frighten those men and attack these more severely, because they are teachers of wickedness. And he mocks them for their folly, calling them "fools," because they commanded contempt for the greater commandments; and yet on the contrary he said earlier, "that they bind heavy burdens hard to bear," but they did these things and again those. And they did this for the deception and corruption of those subject to them. Theodore of Heraclea. The "gold in the temple," he says, means the golden vessels dedicated in the sanctuary for the glory of God, either the golden Cherubim, or the golden jar that held the manna, which the Jews considered more precious than the temple; therefore they were also condemned by the Lord, because they not only overlooked those who swore oaths, and permitted them to swear, but also said that swearing by the temple was nothing, and accustomed the people to swear falsely indifferently by it; therefore the Lord also declares definitively that the one who swears by the temple swears by all things that are within the temple, and similarly in like cases. And the statement contains a riddle against them, in return for which, not receiving Christ the truth, they judged Moses and the types through him more honorable than Christ; rejecting Moses who sanctifies, while praising the law, just as it was also praiseworthy.
οὐχ ὅτι ἔχει τὰς σκιὰς τοὺς τύπους, ἀλλ’ ὅτι προανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον. ὡς καλὸς ὁ χρυσὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν ναὸν, καὶ καλὸς ὁ οὐρανὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν Θεὸν, καὶ ἐνοικοῦντα ἐν αὐτῷ. Ἀπολιναρίου. Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων· δέον μὴ τὴν ὕλην τιμᾷν, ἀλλὰ τὸ ὄνομα, ὅτι Θεοῦ ὀνόματι ὁ ναὸς ἀνέκειτο· καὶ ὁ χρυσὸς δὲ τὸ ὄνομα τοῦ ναοῦ, τίμιος ἀπεδείκνυτο· καὶ ἐπειδὴ τῶν θυσιῶν ὀρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον, ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ, πρόβατον ἦν, ἣ μόσχος, ἢ τί τοιοῦτον διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν, θυμὸν ἤδη
Θεοῦ ἢν καὶ ὠνομάζετο, καὶ ἅγιον ἐπεδείκνυτο. καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρίσματι, τὸ δὲ δῶρον δι’ ἐκείνου μετελάμβανεν ἁγιασμοῦ, οὐ μὴν ἐπῆγε τῶν πνευματικῶν οὕτως. χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ Θεοῦ τῷ πνευματικῷ, τὸ πνεῦμα ἦν αὐτὸ, καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ· διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται. Τί ἐστι τὸ “ἀποδεκατοῦται τὸ ἡδύοσμον, καὶ τὰ ἑξῆς; ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστιν, τι παραβλάπτει τὸ ἐλεημοσύνην διδόναι; ἀλλ’ οὐχ ὡς νόμον τηροῦντας, οὐδὲ γὰρ αὐτὸς λέγει οὕτως. διὰ δὴ τοῦτο, ἐνταῦθα μὲν λέγει, “ταῦτα δὲ ἔδει ποιῆσαι. ἔνθα δὲ περὶ καθαρσίων καὶ ἀκαθάρτων, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ καὶ δείκνυσιν ἐξ ἀνάγκης, τῇ ἔνδον καθαρότητι, καὶ τὴν ἔξω ἑπομένην, τοὐναντίον δὲ οὐκέτι·
not because it has the shadows as types, but because it prefigures the true mystery of the worship in Christ. As gold is beautiful because of the temple that sanctifies it, so also the heaven is beautiful because of the God who sanctifies it and dwells in it. From Apollinaris. For since they marveled at the gold, they honored the gold in the temple above the temple itself; whereas they ought not to honor the material, but the name, because the temple was consecrated to the name of God; and the gold was shown to be precious because of the name of the temple. And since they craved the sacrifices because of the profits from them, they glorified the gift of the altar more, which before it was placed on the altar was a sheep, or a calf, or something of the sort; but through its placement on the altar, it was already a sacrifice of God and was so named, and was shown to be holy. For the altar was anointed with the sanctifying chrism, and the gift received sanctification through it, though it did not thereby introduce spiritual things in the same way. For the gold in the present spiritual temple of God was the Spirit himself, and the gift on the spiritual altar was the body of Christ; wherefore the things present are greater now than the things that receive them; for these sanctify, but those are sanctified. What is "the sweet-smelling herb is tithed, and the rest"? Here, then, he says reasonably, where there is a tenth, what harm is it to give alms? But not as those keeping the law, for he himself does not say so. For this reason, here indeed he says, "these things you ought to have done." But where he speaks about purifications and unclean things, he no longer adds this, but distinguishes and shows that of necessity, with inner purity, outer purity follows, but the opposite no longer does.
ὅπως μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, διαφόρως αὐτὸ παρατρέχει· διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν, διαρρήδην καὶ σαφῶς τὰ νόμιμα ἀνελεῖν· ἐν δὲ παρατηρήσει σωματικῶν καθαρσίων, σαφέστερον ἀνατρέπει. διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησὶ, “ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως, ἀλλὰ “καθαρίζετε,” φησι, “τὸ “ἔξω τοῦ ποτηρίου, καὶ τὰ ἑξῆς. καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. ἔλαβε δὲ αὐτὸ, ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ τοῦ ποτηρίου καὶ τῆς παροψίδος. κώνωπας δὲ ἐκάλεσε τοὺς σωματικοὺς καθαρμοὺς, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ, τὴν κάθαρσιν τῆς ψυχῆς, ὅπερ ἐστιν ἀρετή· μεγάλη γάρ ἐστι καὶ ὑψηλή· δεικνὺς ἐκ τούτου, ὅτι περ οὐδεμία βλάβη, ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρσίων, ὅπερ ἐκεῖνοι ἐποίουν, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες· ταῦτα δὲ ἔλεγεν, ἐμφαίνων ὅτι καὶ πρινὴ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδάστων αἱ σωματικαὶ καθάρσεις ὑπῆρχον, ἀλλὰ τῆς ψυχῆς· εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων, ταῦτα ἀνόνητα γέγονεν καὶ καθόλου μετιέναι αὐτὰ οὐ χρή· πανταχοῦ μὲν κακία χαλεπὸν, μάλιστα δὲ ὅταν μὴ νομίζει δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι
For insofar as it was a matter of loving-kindness, he passes over it in various ways; both for this reason, and because the time had not yet come to abolish the legal ordinances openly and clearly; but in the observance of bodily purifications, he overturns them more clearly. For this reason, in the case of almsgiving he says, "These things you ought to have done, and not to leave the others undone"; but in the case of purifications he does not speak thus, but says, "Cleanse the outside of the cup," and so on. Cleanse first the inside of the cup and the dish, so that the outside also may become clean. He took this from an acknowledged and evident matter, from the cup and the dish. He called the bodily purifications gnats, for they were small and nothing; and the purification of the soul, which is virtue, a camel, for it is great and lofty; showing by this that there is no harm from despising bodily purifications, which those men were doing, straining out the gnat and swallowing the camel. He said these things, indicating that even before grace came, bodily cleansings were not among the things that come first, nor among the things most earnestly pursued, but those of the soul; and if such things were so before grace, much more, now that lofty commandments have come, have these become unprofitable, and one ought not to pursue them at all. Everywhere vice is difficult, but especially when one does not think one needs correction; and the further
χαλεπώτερον, ὅταν καὶ ἑτέρους οἴηται ἀρκεῖν διορθοῦν. ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλῶν. ἐσχάτη συμφορὰ καὶ ἀθλιότης ἐστὶ, τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους. σκοπεῖν χρὴ ἐπὶ πόσον ἄγει τὸ βάραθρον. ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. κυρίλλου Ἀλεξανδρείασ. Διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον, παραινῶν μὴ τοῖς ἔξωθεν σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ’ ἔχειν καὶ τὰ ἔσωθεν καθαρὰ, τὰ εἰς νοῦν καὶ καρδίαν. θεοδώρου ἡρακλείασ. Ἀνθρωπίναις παραδόσεσιν ἀκολουθοῦντες, ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλομένων ἐν αὐτοῖς, οἶνον ἐκ συκοφαντιῶν πίνοντες, καὶ ἐξ ἁρπαγῆς ἐσθίοντες· διὸ ἀπέχεσθαι τούτων παραγγέλλει, ἵνα δι’ ὃν καθαρὸν πίνουσιν οἶνον, οὐκ ἐξ ἀδικίας πορισθέντα, καθαρὸν γένηται καὶ τὸ πινόμενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου. ωριγένουσ. Οἱ τὴν σωματικὴν ἀρετὴν περιποιούμενοι εἰς τὸ ἐμφανῆ, τὴν δὲ τοῦ ἔσω ἔχοντες ἀκάθαρτον, ὅμοιοι εἰσὶ τῶν πλυνόντων τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ διυλίζοντες τὸν κώνωπα. Τάφους δὲ κεκονιαμένους καλῶν, περὶ τῆς αὐτῆς αὐτοὺς σκώπτεσθαι δοξομανίας, ἔτι δὲ καὶ τὸ πάντων αἴτιον τῶν κακῶν ἐπιλέγει αὐτοῖς· “ὑποκριταὶ,” ὅπερ ἐστὶν ἀπωλείας ὑπόθεσις· οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους αὐτοὺς ἐκάλεσεν, ἀλλὰ καὶ μεστοὺς ὑποκρίσεως καὶ ἀνομίας, ὅπερ δηλοῖ, ἔξωθεν μὲν αὐτοὺς καλλωπίζεσθαι, πάσης δὲ ἁμαρτίας ἔνδον ὑπάρχειν πεπληρωμένους·
more difficult, when he thinks he is sufficient to correct others as well. Making these things clear, Christ calls them guides of the blind. It is the utmost calamity and wretchedness, that one should even wish to guide others himself. One must consider to what extent this leads to the pit. He said these things, hinting through all of them at their love of glory, and their violent frenzy concerning this disease. Of Cyril of Alexandria. Through these words he describes the life of the Pharisees, exhorting them not to be molded only by outward appearances, but to have the inner things pure as well, those pertaining to the mind and heart. Of Theodore of Heraclea. Following human traditions, they washed the cups and the dishes, but defiled them through the things placed inside them, drinking wine from false accusations, and eating from robbery; therefore he commands them to abstain from these things, so that through the wine they drink as clean, not acquired from injustice, the very thing being drunk may become clean, which is inside the cup. Of Origen. Those who cultivate bodily virtue for what is visible, but keep the inner part unclean, are like those who wash the outside of the cup, and strain out the gnat. And calling them whitewashed tombs, he mocks them concerning the same love of glory, and further he adds to them the cause of all evils: "hypocrites," which is a ground of destruction; and not simply did he call them whitewashed tombs, but also full of hypocrisy and lawlessness, which shows that they are adorned on the outside, but within are filled with every sin.
καθὼς καὶ νῦν εἰσὶ πολλοὶ, τῶν μὲν ἔξωθεν καθαρισμῶν πολλὴν τὴν φροντίδα ποιούμενοι, τῶν δὲ κατὰ ψυχὴν μηδεμίαν, ἀλλὰ σκωλήκων καὶ ἰχώρων καὶ δυσωδίας ἀφάτου· ἐπιθυμιῶν ἀτόπων, λέγω, καὶ πονηρῶν τὴν ψυχὴν ἐμπιπλῶντες. εἰπὼν δὲ ὅτι “οἰκο- “δομεῖτε τοὺς τάφους τῶν προφητῶν,” καὶ τὰ ἑξῆς, οὐχὶ ὡς αὐτῶν τῶν πραγμάτων οἰκοδομούντων τοῦτο εἶπεν, ἀλλὰ τὴν γνώμην αὐτῶν ἐνδιαβάλλων, ὅτι περ καὶ δι’ ὧν λέγουσι καταγνώσκειν τῶν πατέρων αὐτῶν, “ὅτι εἰ ἦμεν ἐν ταῖς ἡμέραις αὐτῶν, “οὐκ ἃν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν,” χείρονα πράττοντες αὐτοί. ἐποίουν δὲ τοῦτο οὐ διὰ τιμὴν τῶν σφαγέντῶν
προφητῶν καὶ δικαίων, ἀλλὰ μᾶλλον ἐκπομπεύοντες ταῖς σφαγαῖς, μήποτε μαρανθῇ τῆς τοσαύτης μνήμης ἡ τόλμη. Ὠριγένουσ. Ὀστέα εἰσὶ νεκρὰ, δύναμις τῆς ἁμαρτίας, ἔργα ἁμαρτίων. Τίνος ἕνεκεν καταγινώσκει αὐτῶν ὡς υἱῶν ὄντων τῶν φονευσάντων τοὺς προφήτας; ποῖον γὰρ ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου; ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρὸς, οὐδέν. ὅθεν διὰ τὴν αἰτίαν ταύτην, ἐκ τούτου τὴν κατὰ συγγένειαν κακίαν αἰνιττόμενος. διὰ τοῦτο γὰρ καὶ ἐπήγαγεν, “ὄφεις, γεννήματα ἐχιδνῶν, ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικὸν, πονηροὶ παῖδες, πονηρῶν πατέρων ὄντες. τὸ δὲ “καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον “τῶν πατέρων ὑμῶν,” οὐκ ἐπιτάττων τοῦτο φησὶν, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον, τουτέστι τὴν ἑαυτοῦ σφαγήν· καὶ δεικνὺς μείζονα τολμῶντας· οἱ μὲν γὰρ τοὺς προφήτας ἀπέκτειναν, οὗτοι δὲ τὸν δεσπότην τῶν προφητῶν. διὸ καὶ ἐπάγει·
just as even now there are many who take great care for outward purifications, but none for those of the soul, but fill their soul with worms and ichor and unspeakable foulness—with unnatural and wicked desires, I mean. And when he said, "You build the tombs of the prophets," and what follows, he did not say this as though they themselves were building the things, but he was slandering their intention, because even by what they say they condemn their fathers: "that if we had been in the days of our fathers, we would not have been partakers with them in the blood of the prophets," while they themselves do worse things. And they did this not for the honor of the slain prophets and righteous men, but rather making a show of the slaughters, lest the audacity of so great a memory should fade. Of Origen. Bones are dead things, the power of sin, the works of sins. For what reason does he condemn them as being sons of those who murdered the prophets? For what accusation is it to be the son of a murderer? If he does not share his father's intention, none. Therefore for this reason, from this hinting at the evil that comes by kinship. For this reason he also added, "Serpents, offspring of vipers," as if he were saying that just as those resemble their parents in the venom's corruption, so also you resemble your fathers in murderousness, wicked children of wicked fathers. And the phrase "and you, fill up the measure of your fathers," he says not as commanding this, but as foretelling what will happen, that is, his own slaughter; and showing that they dare greater things: for those killed the prophets, but these the Lord of the prophets. Therefore he also adds:
“πῶς φύγητε “ἀπὸ τῆς κρίσεως τῆς γεέννης,” ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας. εἶπε δὲ τοῦτο, φόβον πολὺν αὐτοῖς ἐντι. Ὠριγένουσ. “Υἱοὶ τῶν φονευσάντων,” τὴν κατὰ πονηρίαν συγγενειαν αἰνίττεται. τοῦ αὐτου. Οὐ προστάττων τοῦ ποιῆσαι λέγει τὸ “πληρώ- “σατε,” ἀλλὰ σύμβολον αἰνίττεται. Tοῦ χρυσοστόμου. τοῦτο οὐχὶ ἐπιτάττοντός ἐστι “ποιήσατε, ἀλλὰ προλέγοντος καὶ ἀπολογίας ἀποστεροῦντος αὐτούς· ὅτι μηδὲ προμαθόντες ἐφυλάξαντο, οὐδὲ ἐκ τῶν ἔμπροσθεν γεγενημένων, οὐδὲ ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων, βελτίους ἐγένοντο. Τοῦ αὐτου. Καὶ γὰρ ἐκεῖνοι τοὺς τεκόντας αὐτοὺς ἀναιροῦσι, καὶ ὑμεῖς τοὺς πατέρας τοὺς πονηρούς· πονηροὶ πονηρῶν παῖδες, μᾶλλον δὲ πονηρότεροι· δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας· αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι, καὶ τὴν κορωνίδα τῶν κακῶν· οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν, οὗτοι δὲ καὶ τὸν υἱὸν, διὸ καὶ ἐπάγει, “πῶς φύγητε ἀπὸ τῆς κρίσεως “τῆς γεέννης,” ἐκείνους μιμούμενοι; Περὶ ποίων λέγει, “ἰδοὺ ἐγὼ ἀποστελῶ προφήτας καὶ σοφοὺς, καὶ τὰ ἑξῆς; περὶ τῶν Ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν, καὶ
How will you escape from the judgment of Gehenna," by imitating those who have dared such things? He said this to instill great fear in them. From Origen. "Sons of those who murdered," he hints at kinship in wickedness. From the same. He does not say "fill up" as a command to do it, but hints at a sign. From Chrysostom. This is not the word of one commanding, "Do," but of one foretelling and stripping them of any defense: that not even having learned beforehand did they keep watch, nor from what had happened before, nor from what had been said by him did they become better. From the same. For those men killed those who begot them, and you kill the fathers who were wicked; wicked sons of wicked men, or rather more wicked; for he shows them daring greater things; for they themselves bring about the end, and the crowning point of evils. For those men killed those who came to the vineyard, but these men killed even the son. Therefore he adds, "How will you escape from the judgment of Gehenna," by imitating those men? About whom does he say, "Behold, I send prophets and wise men, and the rest"? About the Apostles and their disciples, and
XXIII. 37. ΜΑTΘΑ1oΝ ΕΥΑΓΓΕΛΙΟΥ. γὰρ πολλοὶ ἐξ αὐτῶν προεφήτευσαν, ἐξ ὧν ἀπέκτειναν καὶ ἐμαστίγωσαν, καὶ ἐδίωξαν ἀπὸ πόλεως εἰς πόλιν. εὐκαίρως δὲ αὐτοὺς καὶ τοῦ Ἅβελ ἀνέμνησεν, ὅτι περ διὰ φθόνον καὶ ὁ εἰς αὐτὸν φόνος γέγονε. καὶ ὅτι οὐκ ἃν ἔχητε, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἔγνωτε τι ἔπαθεν ὁ τοῦτον ἀποκτείνας Κάϊν· μὴ γὰρ οὐκ ἐτιμωρήσατο χαλεπωτάτῃ δίκῃ τὸν φονέα; ἢ πάλιν οὐκ ἠκούσατε, ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; ταῦτα δὲ ἔλεγε φοβῶν αὐτοὺς, ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι ἐσχάτως τιμωρηθήσονται, τολμῶντες τὰ ὅμοια· βουλόμενος δὲ ἐπαυξῆσαι τὸν φόβον, φησὶν, “ἀμὴν λέγω ὑμῖν, ἥξει πάντα ταῦτα “ἐπὶ τὴν γενεὰν ταύτην,” τουτέστι εἰς κεφαλὰς ὑμῶν πάντα στρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ τὰ αὐτὰ καὶ αὐτὸς ἁμαρτῶν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῶ δίκαιος ἃν εἴη δοῦναι δίκην. καὶ τοῦτο ἐστὶν ὃ φησὶν ὁ Θεὸς ἀλλαχοῦ, “ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, “ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.” οὐχ ὡς τοῖς ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ’ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας, μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, τὰς ἐκείνων τιμωρίας ὑποσχεῖν ὄντων δικαίων x. Τίς δὲ ἐστὶν οὕτος ὁ Ζαχαρίας, περὶ οὑ εἶπεν “ἕως τοῦ αἰμα- “τος Ζαχαρίου υἱοῦ Βαραχίου;” οἱ μὲν τὸν Ἰωάννου πατέρα φασὶν, οἱ δὲ τὸν προφήτην, οἱ δὲ ἕτερον τινὰ διώνυμον ἱερέα, ὃν καὶ Ἰωδαὲ φησὶν ἡ Γραφή.
For many of them prophesied, some of whom they killed and scourged, and persecuted from city to city. And fittingly he reminded them also of Abel, because it was through envy that the murder of him took place. And, he says, you cannot claim that you do not know what Cain, who killed him, suffered; did he not punish the murderer with the most severe penalty? Or again, have you not heard all that your fathers suffered when they killed the prophets? He said these things to frighten them, that just as those men gave account, so these too will be punished in the end, daring similar things. And wishing to increase their fear, he says, "Amen I say to you, all these things will come upon this generation," that is, I will turn all these things upon your heads, and I will make the vengeance fierce. For one who has seen many who sinned and was not corrected, but himself sinned the same sins—and not the same only, but much more grievous ones—would justly pay a penalty much more severe than theirs. And this is what God says elsewhere: "Repaying the sins of fathers upon children, to the third and fourth generation of those who hate me." Not as though others were paying the penalty for things dared by others, but as those who, after many had sinned and been punished, did not become better but committed the same offenses, being justly liable to undergo those men's punishments. And who is this Zechariah, of whom he said "unto the blood of Zechariah son of Barachiah"? Some say he is the father of John, others the prophet, and others a certain other priest with two names, whom the Scripture also calls Jehoiada.
ἡμᾶς δὲ ἐκεῖνο σκοπεῖν χρὴ, ὅτι τὸ τόλμημα διπλοῦν ἦν, οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Διατί πρὸς τὴν πόλιν στρέφει τὸν λόγον; “Ἱερουσαλὴμ” γάρ φησιν, “Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς. παιδεῦσαι καὶ ἐν τούτῳ βουλόμενος τοὺς ἀκούοντας· ἐλεοῦντος δὲ καὶ ταλανίζοντος σχῆμα δεικνύς· διὰ τοῦτο τὸν διπλασιασμὸν ἐπήγαγεν· ἔτι δὲ καὶ σφόδρα φιλοῦντος· ὥσπερ γὰρ πρὸς ἐρωμένην φιληθεῖσαν μὲν διὰ παντὸς, x ὄντες δικαίως Cod.
καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν ἀπολογεῖται λοιπὸν, μέλλων ἐπάγειν τὴν κόλασιν· μέμνηται δὲ καὶ τῶν μιαιφονιῶν αὐτῆς, δεῖξαι βουλόμενος, ὅτι οὐδὲ οὕτως ἀπέστη τῆς πρὸς αὐτὴν εὐνοίας. τοῦτο γὰρ δηλοῖ τὸ “ποσάκις “ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. ἐνδείκνυται δὲ καὶ τὸ φιλόστοργον διὰ τῆς εἰκόνος τῆς ὥσπερ y ὄρνις· καὶ γὰρ τοῦτο τὸ ζῶον θερμόν ἐστι περὶ τὰ ἔγγονα. “ἀλλ’ οὐκ ἠθελήσατε, φησί· τὸ δὲ “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος,” τὴν τῆς παρ’ αὐτοῦ βοηθείας μέλλουσαν ἔσεσθαι γύμνωσιν. τὸ δὲ “οὐ μή με ἴδητε “ἀπάρτι,” περὶ τοῦ καιροῦ λέγει τοῦ μέχρι τοῦ σταυροῦ. τὸ δὲ “ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” περὶ τῆς μελλούσης ἡμέρας τῆς δευτέρας αὐτοῦ παρουσίας. τότε γὰρ πάντες αὐτὸν προσκυνήσουσιν· ἀλλ’ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς·
But we must consider that the outrage was twofold: for they were not killing holy men only, but also in a holy place. And in saying these things, he was not only frightening those men, but also consoling the disciples, showing that even the righteous before them suffered these things. Why does he turn his speech toward the city? For he says, "Jerusalem, Jerusalem," and what follows. He wishes in this also to instruct his hearers, and shows the figure of one who pities and laments; for this reason he added the doubling; and further, of one who loves exceedingly. For just as to a beloved who has been loved throughout, but has despised her lover, and for this reason is about to be punished, he now makes his defense, being about to bring the punishment; and he mentions also her murders, wishing to show that not even so did he depart from his goodwill toward her. For this is what "How often I wished to gather your children," and what follows, makes clear. For they were always scattering themselves through their sins. And he displays his tender affection through the image of a bird, for this creature too is warm toward its offspring. "But you were not willing," he says; and "your house is left to you desolate" means the deprivation of the help that comes from him that is about to be. And "you will not see me from now on" speaks of the time up to the cross. And "until you say, Blessed is he who comes in the name of the Lord," concerns the coming day of his second advent. For then all will worship him; but there is no benefit from this for their defense.
ὥσπερ οὖν οὐδὲ τοῖς τῆς πολιτείας κακοῖς ἕνεκεν μετανοοῦσι τότε. διόπερ ἕως ἐστὶ καιρὸς, ἐργασώμεθα τὰ ἀγαθά. ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως ὄφελος λοιπὸν οὐδὲν ἔσται τότε, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς ἐπὶ ταῖς πονηραῖς πράξεσι μετανοοῦσιν ἔκει. κυρίλλου ἀλεξανδρείασ. Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς, καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ Θεοῦ εἶπεν Μωϋσῆς, “δι’ ἧς z τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς.” καὶ πάλιν Δαβὶδ, “οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ- “γῶν σου ἐλπιοῦσιν.” ωριγένουσ. Ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην κηδομένη τῶν τέκνων, καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν.
ΚΕΦ. ΝΖ.
Περὶ συντελείας. Τίνος ἕνεκεν προσῆλθον αὐτῷ οἱ μαθηταὶ, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος; ἐπειδὴ εἶπεν “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος·” ὥσπερ θαυμάζοντες εἰ τοσαῦτα ἀφανισθήσονται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· διὰ τοῦτο ὑποδεικνύουσιν· αὐτὸς δὲ οὐκέτι λοιπὸν περὶ ἐρημίας διαλέγεται αὐτοῖς, ἀλλὰ y ὗσπερ Cod. z sic.
Just as, therefore, neither for those who repent then on account of the evils of their citizenship. Therefore, while there is time, let us work what is good. For just as for them there will then no longer be any benefit of knowledge, so neither for us ourselves when we repent over wicked deeds. Of Cyril of Alexandria. Having said this, he shows his own divine majesty, even while being in human form; for Moses also said concerning God, "by which he received them under his wings." And again David, "But the sons of men shall hope in the shadow of your wings." Of Origen. A bird with many offspring and warm in love, caring for its children, and giving itself up on their behalf.
CHAPTER 57.
Concerning the end. For what reason did the disciples come to him, pointing out the beauty of the temple? Because he had said, "Your house is left desolate"; as though marveling if so many beauties would be destroyed, and the costliness of the material, and the ineffable variety of craftsmanship; for this reason they point it out; but he no longer speaks to them about desolation, but
παντελῆ προαναφωνεῖ τὸν ἀφανισμὸν διὰ τοῦ εἰπεῖν, “οὐ μὴ μείνῃ “λίθος ἐπὶ λίθον.” πῶς οὖν ἔμεινε φησὶ, καὶ τι τοῦτο; οὔτε γὰρ οὕτως διέπεσεν ἡ ἀπόφασις· ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, ἣ περὶ ἐκείνου τοῦ τόπου, ἔνθα ὑπάρχων ἔλεγεν, “οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον·” ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Διατί κατ’ ἰδίαν προσῆλθον· ἐπειδὴ περὶ μεγάλων ἔμελλον ἐρωτᾷν. καὶ γὰρ ἐπεθύμουν μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖ, τὴν δόξαν ἐκείνην ἰδεῖν, τὴν μυρίων ἀγαθῶν οὖσαν αἰτίαν· καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτὸν, πότε ταῦτα ἔσται; τουτέστιν ἡ τοῦ ναοῦ κατασκαφή· καὶ τί τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας; αὐτοὶ δὲ ἐπειδὴ τὰ ἀγαθὰ μόνον ὠνειροπόλουν, καὶ εὐθέως αὐτὰ ἀπαντήσεσθαι προσεδόκουν, διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν καὶ κελεύων διπλῶς νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραζηλωμένων φενακισθῆναι· διπλοῦς γὰρ ὁ πόλεμος ἔσται φησὶν, ὁ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· πολέμους δὲ τοὺς ἐν Ἰεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης γινομένους· τι γὰρ αὐτοῖς μέλει τοῦτο; διὰ τὸ οὖν καὶ ταῦτα ἱκανὰ ὑπάρχειν αὐτοὺς θορυβῆσαι, διὰ τοῦτο οὖν προεῖπε πάντα· λιμοὺς δὲ καὶ λοιμοὺς καὶ σεισμοὺς γενέσθαι λέγει, ὡς αὐτοῦ πολεμοῦντος τοὺς Ἰουδαίους· δεικνὺς καὶ διὰ τούτων, ὅτι τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν. εἶπεν δὲ “μὴ θροεῖσθε,” ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα· ἔσται μὲν γάρ, φησι, θόρυβος καὶ ταραχή·
He foretells the complete destruction by saying, "There shall not remain stone upon stone." How then, he says, did it remain, and what is this? For the pronouncement did not fall out in that way; either he was indicating the complete desolation when he said these things, or he spoke concerning that place where he was standing when he said, "There shall not remain here stone upon stone"; for parts of it have been destroyed down to the foundations. Why did they come to him privately? Because they were about to ask about great matters. For they longed to learn the day of his coming, because they greatly desired to see that glory which is the cause of countless good things; and they ask him two things: when will these things be? that is, the demolition of the temple; and what is the sign of his coming? But since they dreamed only of good things, and expected that they would immediately come to pass, for this reason he again foretells harsh things to them, making them vigilant and commanding them to be doubly sober, so that they might not be deceived by the deceit of those who were provoked to jealousy; for the war will be double, he says, both that of the deceivers and that of the enemies; and he calls the wars in Jerusalem, not those outside and occurring everywhere in the inhabited world; for what concern is that to them? Because, therefore, these things were also sufficient to disturb them, for this reason he foretold all things; and he says that famines and pestilences and earthquakes will occur, as though he himself were warring against the Jews; showing also through these things that he himself allowed the wars to come upon them. And he said, "Do not be troubled," so that when they heard the snowstorms of evils they might not think the preaching was being torn apart; for there will be, he says, uproar and confusion.
τοὺς δὲ ἐμοὺς οὐδεὶς διασαλεύσει χρησμούς. Ἐπειδὴ δὲ ἐνόμιζον οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ τῶν Ἱεροσολύμων καὶ τὴν συντέλειαν ἔσεσθαι, διορθούμενος καὶ ταύτην αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν, “ἀλλ’ οὔπω τὸ τέλος.” τὸ δὲ “ἔθνος “ἐπὶ ἔθνος καὶ βασιλείαν ἐπὶ βασιλείαν” ἔσεσθαι περὶ τῶν προοιμίων εἶπε τῶν Ἰουδαϊκῶν, καὶ τὸ “παραδώσουσιν ὑμᾶς εἰς “θλίψεις,” καὶ τὰ ἑξῆς πάντα ἕως καὶ “τότε ἥξει τὸ τέλος” καὶ τῆς συντελείας λέγει τῶν Ἱεροσολύμων· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον ὅτι πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἐκηρύχθη τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, ἀκουσάτω τι φησιν ὁ Παῦλος “εἰς “πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.” καὶ πάλιν, “τοῦ
“Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, καὶ τοῦτον δὲ αὐτὸν ἴδομεν ἀπὸ Ἰρουσαλὴμ εἰς Ἱσπανίαν τρέχοντα. εἰ δὲ εἰς τοσοῦτον μέρος κατέλαβεν, ἐννοήσωμεν πόσα καὶ οἱ λοιποὶ Ἀπόστολοι εἰργάσαντο. καὶ πάλιν δὲ ὁ αὐτὸς Ἀπόστολος λέγει περὶ τοῦ Εὐαγγελίου, ὅτι ἔστι “καρπο- “φορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανόν.” Θεοδώρου Ἡρακλείασ. Ἐξελθὼν τοῦ ἱεροῦ ὁ Κύριος, διδάσκει μὴ προσέχειν τοῖς ἐπιγείοις, κἂν Θεῷ ἀνάκειμα ᾖ. Τοῦ Αὐτου. Πόλλα ἐθλίβησαν οἱ Ἁπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπιβουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ’ αὐτῶν. Ὠριγένουσ. Οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ἐσκανδαλίζοντο. Θεοδώρου Ἡρακλείασ. Ψευδοπροφήτας λέγει τοὺς αἱρετικοὺς τοὺς πλανήσαντας πολλοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συν- τελείας. Τοῦ Χρυσοστόμου. Εὐκαίρως παρενέβαλλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν.
But no one will shake my oracles. Since the disciples thought that the consummation would occur at the same time as the destruction of Jerusalem, correcting this supposition of theirs, he said, "But the end is not yet." And the statement that "nation shall rise against nation and kingdom against kingdom" he spoke concerning the beginnings of the Jewish troubles, and "they will deliver you up to tribulations," and all the rest until "then the end will come," and he speaks of the consummation of Jerusalem. But if someone should say, "And from where is it clear that the Gospel was preached in the whole world before the capture of Jerusalem?" let him hear what Paul says: "Their sound went out into all the earth." And again, "of the Gospel which was preached in all creation under heaven," and we see this same one running from Jerusalem to Spain. But if he reached so great a portion, let us consider how much the rest of the Apostles also accomplished. And again the same Apostle says concerning the Gospel that it is "bearing fruit and growing in all creation under heaven."
Theodore of Heraclea. Having gone out of the temple, the Lord teaches not to attend to earthly things, even if it be dedicated to God. By the same. The Apostles were greatly afflicted by the Jews and plotted against by the Gentiles, who were also scandalized at them. Origen. Those walking the broad and spacious way were scandalized. Theodore of Heraclea. He calls heretics false prophets, who deceived many of the more simple at the consummation. Chrysostom. He fittingly inserted their own evils, which have consolation from the common lot.
οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τὸ προσθεῖναι “διὰ τὸ ὄνομά μου.” Τί δὲ ἐστὶν “εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν;” ὅτι ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ. εἰς ἔλεγχον οὖν ἔσται καὶ εἰς κατηγορίαν τοῖς μὴ πιστεύσασιν· καὶ γὰρ οἱ πιστεύσαντες κατηγορήσωσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. διατί δὲ μετὰ τὸ κηρυχθῆναι εἰς πᾶσαν τὴν οἰκουμένην τὸ Εὐαγγέλιον ἀπόλλυται τὰ Ἱεροσόλυμα; ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν οἱ Ἰουδαῖοι ἀγνωμονοῦντες. οἱ γὰρ εἰδότες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἃν ἔχοιεν συγγνώμην λοιπὸν, ἐπὶ τῆς αὐτῆς άγνωμοσύνης μείναντες;” “βδέλυγμα” δὲ τὸν ἀνδριάντα τοῦ τότε ἑλόντος τὴν πόλιν εἶπεν· “ἐρημώσεως” δὲ, ὡς ἐρημώσαντος τὴν πόλιν καὶ τὸν ναόν. διὰ δὲ τοῦ εἰπεῖν, ὅταν ἴδητε, ἐσήμανε τὸ ἔτι ζώντων τινῶν ἐξ αὐτῶν, τότε ταῦτα ἔσται. Θεοδώρου Ἡρακλείασ. “βδέλυγμα ἐρημώσεως” καθολικῶς ὁ Ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἡ εἰκὼν Καίσαρος, ἢν ἀνέστησε Πιλάτος ἐν τῷ ναῷ.
Not only in this way, but also by adding "for my name's sake." But what is "for a testimony to all the nations"? That it was preached everywhere, but was not believed everywhere. Therefore it will be for conviction and accusation against those who did not believe; for those who believed will accuse those who did not believe, and will condemn them. But why, after the Gospel was preached to the whole inhabited world, is Jerusalem destroyed? So that the Jews who persist in their ignorance may have not even a shadow of excuse. For those who knew his power shining everywhere, and in an instant capturing the inhabited world, what forgiveness could they have thereafter, remaining in the same ignorance? He called the statue of the one who then captured the city the "abomination," and "of desolation" because he desolated the city and the temple. By saying "when you see," he indicated that these things would happen while some of them were still alive. Theodore of Heraclea. The "abomination of desolation" is universally the Antichrist, but the image of Caesar, which Pilate set up in the temple, also became an abomination of the desolation of Jerusalem.
Θεοδωρήτου ἐπισκόπου Κύρου z. Τὸ ῥητὸν τοῦτο πολλαχῶς ἐννοεῖται παρὰ τοῖς θείοις πατράσι· καὶ πρῶτον μὲν εἰσενήνεκται τὸ “βδέλυγμα τῆς ἐρημώσεως” εἰς τὸν θεῖον νεὼν, ὅτε τὸν βωμὸν τῷ Διὶ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς Ἀντίοχος· καὶ χοῖρον γὰρ ἐν αὐτῷ προσενήνοχεν εἰς θυσίαν, καὶ προσωνόμασε Δῖός Ὀλυμπίου τὸν ἐν Ἱεροσολύμοις ναόν. εἶτα μετ’ ἐκεῖνον πάλιν, Πόντιος Πιλᾶτος ἡγεμονεύων ἐν Ἱεροσολύμοις, νύκτωρ εἰς τὸν θεῖον ναὸν τὰς βασιλικὰς εἰσεκόμισεν εἰκόνας, παρὰ τὸν θεῖον νόμον. μετὰ τούτους δὲ ἐπὶ τῆς συντελείας τοῦτο γενήσεται· τὸ γὰρ ἀληθινὸν “βδέλυγμα τῆς ἐρημώσεως” τοῦ κόσμου, ἤτοι “ὁ ἄνθρωπος τῆς “ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,” λέγω δὴ ὁ Ἀντίχριστος, καθεσθήσεται εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν βλασφημῶν, καὶ ἀποδεικνύων ἑαυτὸν εἶναι Θεόν. Θελασσίου Μονάκου καὶ πρεσβυτέρου. Χρὴ δὲ καὶ ἑτέρως ἐκ τῶν καθ’ ἡμέραν συμβαινόντων τῇ ἀνθρωπίνῃ φύσει παθῶν νοῆσαι τὸ ῥητόν· σκοπῶμεν δὲ οὕτως. ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνοντες οἱ δαίμονες τὰς ἀφορμὰς, τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας· ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν αὐτὸν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν, καὶ ταύτης ἀποτελεσθείσης, ἄγουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ἀναχωροῦσιν. μένει δὲ μόνον ἐν τῷ ναῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· “ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως,” καὶ τὰ ἑξῆς.
Of Theodore, bishop of Cyrus. This saying is understood by the divine fathers in many ways; and first, the "abomination of desolation" was brought into the divine temple, when the impious king Antiochus set up the altar to Zeus; for he also offered a pig on it as a sacrifice, and named the temple in Jerusalem that of Olympian Zeus. Then again after him, Pontius Pilate, governing in Jerusalem, brought the imperial images into the divine temple by night, contrary to the divine law. And after these, this will happen at the consummation; for the true "abomination of desolation" of the world, that is, "the man of lawlessness, the son of perdition," I mean the Antichrist, will sit in the temple in Jerusalem, blaspheming and showing himself to be God. Of Thalassius, monk and priest. But one must also understand the saying in another way, from the passions that daily befall human nature; and let us consider it thus. The demons, taking their starting points from the passions that lie in the soul, stir up the passionate thoughts in us; then, warring against the mind through these, they force it to come to assent to sin; and when it has been defeated, they lead it into sin in thought, and when this has been accomplished, they then lead it captive into action. And after this, those who have laid waste the soul through the thoughts then withdraw along with them. And there remains in the temple only the idol of sin, concerning which the Lord says: "When you see the abomination of desolation," and the rest.
ὅτι δὲ τόπος ἅγιος καὶ ναὸς ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, μαρτυρεῖ ὁ Παῦλος λέγων· “οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν,” καὶ τὰ ἑξῆς. καὶ πάλιν, “εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ “τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ “ὑμεῖς.” τοίνυν σαφῶς ἀποδέδεικται, ὅτι τόπος ἅγιος καὶ ναὸς ὑπάρχει ὁ νοῦς τοῦ ἀνθρώπου, ἐν ᾧτ’ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. “τότε,” πότε; ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως ᾖ ἐν τόπῳ ἁγίῳ· οὐ μόνον δὲ περὶ τοῦ ἀνδριάντος λέγει τοῦτο, ἀλλὰ z κύπρου Cod.
καὶ τῶν στρατοπέδων. φευγέτωσαν δὲ εἶπεν, ὡς οὐδεμίαν λοιπὸν ἐλπίδα σωτηρίας ἐχόντων. ὥσπερ ἐν τοῖς προτέροις εἶχον πολέμοις· οὐ γὰρ ἔσται τίς μεταβολὴ νῦν, ὥσπερ ἔμπροσθεν γέγονεν· ἀγαπητὸν γάρ φησι τὸ κἂν γυμνῷ τῷ σώματι σωθῆναι λοιπὸν, διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφιεῖσιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφορὰν, καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ, προστίθησι λέγων· “μηδὲ “οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ,” εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. “Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις; ταῖς μὲν διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμέναις· ταῖς δὲ διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα·
That the mind of man is a holy place and a temple, Paul testifies, saying: "Do you not know that your bodies," and what follows. And again, "If anyone destroys the temple of God, God will destroy him; for the temple of God is holy, which you are." Therefore it has been clearly demonstrated that the mind of man is a holy place and a temple, in which the demons, having laid waste the soul through passionate thoughts, set up the idol of sin. "Then," when? When the abomination of desolation is in the holy place. And he says this not only concerning the statue, but also concerning the camps. And he said "let them flee," as having no hope of salvation any longer, as they had in former wars; for there will be no change now, as there was before. For he says it is to be desired that one be saved even with the body bare henceforth. For this reason they do not permit those on the housetops to enter the house to take their garments, indicating the inescapable evils and the boundless calamity, and that the one who has fallen into it must by all means perish. For this reason he also adds, concerning the one in the field, saying: "Nor let this one turn back to take his garments." For if those inside flee, much more should those outside not take refuge there. "But woe to those who are with child, and to those who are nursing?" To the former, because of the sluggishness and the inability to flee easily, being weighed down by the burden of pregnancy; to the latter, because they are held by the bond of sympathy for their children, and cannot save along with themselves those who are nursing.
χρημάτων μὲν γὰρ καταφρονῆσαι εὔκολον, καὶ προνοῆσαι ῥᾴδιον ἱματίων, τὰ δὲ ἀπὸ τῆς φύσεως, πῶς ἄν τις διαφύγῃ; πῶς γὰρ ἂν ἡ ἔγκυος γένηται κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος καταφρονῆσαι; Διατί εἶπε “προσεύχεσθε” καὶ τὰ ἑξῆς; ἐν χειμῶνι μὲν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· ἐν σαββάτῳ δὲ, διὰ τὴν αὐθεντείαν τὴν ἀπὸ τοῦ νόμου. ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν σαββάτῳ Ἰουδαῖοι φυγεῖν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι διὰ τὸ δύσκολον· ὅθεν δῆλον ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται. οὐ γὰρ δὴ οἱ Ἀπόστολοι ἔμελλον τὸ σάββατον τηρεῖν· ἣ ἐκεῖ ἔσεσθε, ἡνίκα Οὐεσπασιανὸς ἐπέβη τῇ πόλει· καὶ γὰρ ἔφθησαν προαπελθόντες οἱ πλείους ἐκ τοῦ βίου· εἰ δέ τις ἐναπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε τόποις τότε. τὸ δὲ ἔσται θλίψις οἴα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται, μηδεὶς νομίσῃ· τοῦτο ὑπερβολικῶς εἰρῆσθαι, ἀλλ’ ἐντυχὼν τοῖς τοῦ Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. οὐδὲ γὰρ ἃν ἔχοι τις εἰπεῖν ὅτι πιστὸς ὣν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν· καὶ γὰρ Ἰουδαῖος καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. a νομίσει Cod.
For to despise money is easy, and to take thought for clothing is simple, but the things that come from nature, how could one escape them? For how could a pregnant woman become swift? And how could a nursing woman be able to despise the child she has borne? Why did he say "pray" and what follows? In winter, because of the hardship from the season; and on the Sabbath, because of the authority from the law. For since there was need of flight, and of the swiftest flight, and the Jews dared not flee on the Sabbath because of the law, nor in winter because of the difficulty; hence it is clear that his discourse is directed to the Jews, and he speaks about the evils that would overtake them. For certainly the Apostles were not going to keep the Sabbath; or you will be there, when Vespasian set upon the city; for indeed the majority had already departed from life beforehand; and if any one was left behind, he was spending time in other parts of the world at that time. But as for "there will be tribulation such as has not been, nor ever shall be," let no one suppose that this was said hyperbolically, but let him, encountering the writings of Josephus, learn the truth of what has been said. For no one could say that the man, being faithful, exaggerated the tragedy in order to establish what was said; for he was both a Jew and a zealot, and one of those after the coming of Christ.
τί οὖν οὗτος φησί; ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν τεκνοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι. πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναρρήγνυσθαι τὰς γαστέρας ἔφη· πάνυ δὲ πρεπόντως γέγονεν ἡ ὑπερβολὴ αὕτη τῶν κακῶν ὑπὲρ τὰ ἔμπροσθεν. καὶ μετὰ ταῦτα τόλμημα οὕτω παράνομον καὶ φρικῶδες, τὸν τῆς κτίσεως ἁπάσης δεσπότην θανάτῳ παραδοῦναι. Τί ἔστιν “εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι;” εἰ b ἐπὶ πλεῖον, φησὶν, ἐκράτησεν ὁ πόλεμος τῶν Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἐνταῦθα, τὴν Ἰουδαικὴν λέγει, καὶ ὅτι οἱ ἔξω καὶ οἱ ἔνδον διεφθάρησαν ἄν· οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττον τότε, καὶ ἤλαυνον διὰ τὸ πρὸς ἐκείνους μῖσος. διὰ δὲ τοὺς ἐκλεκτοὺς, φησὶν, ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· “ἐκλεκτοὺς” δὲ λέγει τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς· ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα, καὶ διὰ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν, ταῦτα γέγονε τὰ κακὰ, δεικνὺς ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ’ ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζον ἅπαντες ἀπώλοντο. εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον ἐπὶ πλεῖον, οὐδ’ ἃν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ.
What then does he say? That those terrible things surpassed every tragedy, and no war ever of such a kind seized the nation. For so great was the famine that even mothers fought over the eating of their children, and wars arose over this. And he said that many, having died, were cut open in the middle of their bellies. And very fittingly this excess of evils came about beyond those before. And after these things, a daring deed so lawless and horrible—to deliver the master of all creation to death. What is "unless those days had been shortened"? If, he says, the war of the Romans against the city had prevailed longer, all the Jews would have perished; for he means here all flesh, the Jewish flesh, and that both those outside and those inside would have been destroyed. For indeed they were not only warring against those in Judea, but they were also then proclaiming and driving out those scattered everywhere because of their hatred toward them. But for the sake of the elect, he says, those days were shortened. And "elect" he means the faithful who were caught in their midst; for lest the Jews say that because of the preaching and because Christ was worshiped these evils happened, he shows that not only were the faithful not the cause of these things for them, but that if those had not been, all would have perished root and branch. For if God had allowed the war to be extended longer, not even a remnant of the Jews would have remained; but lest the faithful who came from among them perish together with the unbelieving Jews, he quickly brought the battle to an end and gave the war its limit.
διὰ τοῦτο φησὶ, “διὰ “δὲ τοὺς ἐκλεκτοὺς,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι τὴν τοῦ παναγίου Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν ὁ Ἀπόστολος Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν. καὶ γὰρ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν. ἀλλ’ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες Ἀπόστολοι καὶ Εὐαγγελισταὶ καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσι τὰ περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ὥστε πάντοθεν προλάμπειν τῆς προρρήσεως τὴν ἰσχύν. πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν ἑαυτοῦ διαβαίνει λοιπὸν δευτέραν παρουσίαν, καὶ λέγει τοῖς μαθηταῖς τὰ σημεῖα, οὐκ ἐκείνοις b εἰ om. Cod.
χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις· τότε φησὶν, ἐάν τις ὑμῖν εἴπῃ, “ἰδοὺ ὧδε ὁ Χριστὸς,” καὶ τὰ ἑξῆς. τότε ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ παρουσίας, τῆς μελλούσης μετὰ ταῦτα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, οὕτω καὶ τότε φησὶν, ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ λανθανόντως παραγενέσθαι. χρὴ δὲ σκοπῆσαι πῶς ἐνταῦθα οὐδὲ περὶ πολέμου διαλέγεται, οὐδὲ περὶ τῆς παρουσίας αὐτοῦ διακρίνει λόγον, ἀλλὰ περὶ ἀπάτῃ ἐπιχειρούντων, “ ἐλεύσονται γάρ,” φησι, “ καὶ ἀπατήσουσι “ πολλούς.” οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ὄντες πικρότεροι, δώσωσι, φησὶ, σημεῖα καὶ τέρατα, καὶ τὰ ἑξῆς. δείκνυσιν οὖν τινας καὶ διακονησομένους τῷ Ἀντιχρίστῳ. λέγει δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ·
For this reason he says, "but for the sake of the elect," and what follows. One must consider the economy of the all-holy Spirit, that the Apostle John wrote none of these things, lest he seem to write from the history of the events themselves. For he lived a long time after the capture. But the Apostles and Evangelists who died before the capture and had seen none of these things, they themselves write about the consummation of Jerusalem, so that from every side the power of the prophecy might shine forth. Having completed the matters concerning Jerusalem, he then passes over to his own second coming, and tells the disciples the signs, useful not only for them but also for us and for those who will come after us. Then he says, "If anyone says to you, 'Behold, here is the Christ,'" and what follows. Then he secures them from the place, speaking of the characteristics of his own coming, which is to be after these things. For just as in his first coming he appeared in Bethlehem, and in a small corner of the world, so, he says, it will not be then either, but openly and with all splendor, and as not needing one to announce these things. And this is no small sign of his coming secretly. One must consider how here he does not speak about war, nor does he distinguish his discourse about his coming, but about those attempting deception: "For they will come," he says, "and will deceive many." But those before his second coming, who are even more bitter than those, will give, he says, signs and wonders, and what follows. He shows, therefore, that certain ones will also minister to the Antichrist. And the Apostle also speaks about him:
“ ὅτι ἔσται ἡ παρουσία “ αὐτοῦ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις “ καὶ τέρασι ψεύδους.” “ἰδοὺ,” φησὶ, “προείρηκα ὑμῖν· ἐὰν οὑν “ εἴπωσιν ὑμῖν ἰδοὺ ἐν τῇ ἐρήμῳ,” καὶ τὰ ἑξῆς. οὐκ εἶπεν, ἀπέλθετε μὲν πρὸς αὐτὸν, μὴ πιστεύσητε δὲ, ἀλλὰ “ μὴ ἐξέλθητε,” μὴ ἀπέλθητε. καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη· διὰ τοῦτο καὶ σημεῖα γίνεται ἀπάτης· καὶ τὴν μὲν τοῦ Ἀντιχρίστου παρουσίαν ἐν τόπῳ λέγει, τὴν δὲ αὐτοῦ ὥσπερ ἡ ἀστραπὴ,” φησὶν, “ ἐξέρ- “ χεται,” καὶ τὰ ἐξῆς. οδελε τοιοῦτον εστίν. ἡ ἀστραπὴ οὕτω φαίνεται ὥστε μὴ δεῖσθαι τοῦ ἀπαγγέλλοντος, μηδὲ τοῦ κηρύσσοντος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ τοῖς θαλάμοις, ἐν ἀκαριαίῳ ῥοπῇ κατὰ τὴν οἰκονομίαν δείκνυται πᾶσιν· οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. λέγει δὲ καὶ ἕτερον σημεῖον, “ ὅτι ὅπου “ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ,” τουτέστι τὸ πλῆθος τῶν Ἀγγέλων, καὶ τῶν μαρτύρων, καὶ τῶν ἁγίων πάντων, μετὰ Χριστοῦ εὑρε- θήσεται. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, καὶ τὰ ἑξῆς. Ποίων ἡμερῶν θλῖψιν λέγει ; τοῦ Ἀντ’ ιχρίστου καὶ τῶν ψευδοπροφητῶν·
that his coming will be according to the working of Satan with all power and signs and lying wonders." "Behold," he says, "I have told you beforehand. If therefore they say to you, 'Behold, he is in the wilderness,'" and what follows. He did not say, "Go to him, but do not believe," but rather "do not go out," do not depart. For great then is the deception; for this reason signs of deception also occur. And the coming of the Antichrist he speaks of as in a place, but his own coming as the lightning—"for," he says, "as the lightning comes forth," and what follows. And it is like this: the lightning appears in such a way as to need no one to announce it, nor anyone to proclaim it, but it is shown to all in a single moment of time, by the divine economy, both to those sitting in houses and to those in inner chambers. So will that coming be, appearing everywhere at once through the radiance of glory. And he speaks of another sign: "that where the carcass is, there also will the eagles be," that is, the multitude of angels, and of martyrs, and of all the saints will be found with Christ. And immediately after the tribulation of those days, and what follows. Of what days does he speak the tribulation? Of the Antichrist and the false prophets.
θλίψις γὰρ ἔσται τότε μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων, ἀλλ’ οὐκ ἐκτείνεται εἰς μῆκος χρόνου· εἰ γὰρ ὁ ουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον ὁ πειρασμὸς οὗτος συσταλήσεται διὰ τοὺς ἐν τῷ τότε καιρῷ τῆς ἐν κόσμῳ συντελείας ὑπάρχοντας ἐκλεκτούς. διὰ τοῦτο οὐκ εἶπε μετὰ τὴν θλῖψιν μόνον, ἀλλὰ καὶ “εὐθέως” προσέθηκεν· ὁμοῦ μὲν γὰρ σχεδὸν πάντα γίνεται. οἵτε γὰρ ψευδοπροφῆται καὶ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς ὁ δεσπότης παρέσται· καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην· παραγίνεται δὲ, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως. καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ. τὰ δὲ ἄστρα πεσεῖται, ὅτι οὐκ ἔστιν αὐτῶν χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης. “αἱ δυνάμεις δὲ τῶν οὐρανῶν σαλευθήσονται,” διότι τοσαύτην μεταβολὴν ὁρῶσι γινομένην. εἰ γὰρ ὅτε ἐγένοντο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν, πῶς ἃν μὴ φρίξωσιν ὁρῶντες πάντα μεταρρυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διὰ τὰς εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους, λόγον ἀπαιτουμένους περὶ πάντων ὧν ἔπραξαν. Περὶ ποίου σημείου λέγει, ὅτι φανήσεται ἐν τῷ οὐρανῷ; περὶ τοῦ σταυροῦ, ὅστις τοῦ ἡλίου φαιδρότερος ἔσται. εἰ γὰρ ἐκεῖνος σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φανήσεται, πρόδηλον ὅτι πολλῷ τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερος δειχθήσεται. τίνος δὲ ἕνεκεν, καὶ διὰ ποίαν αἰτίαν φανεῖται;
For there will then be great tribulation, since those who deceive will be so many, but it does not extend to length of time; for if the Jewish war was cut short for the sake of the elect, much more will this trial be contracted for the sake of those who are elect in that time of the consummation in the world. For this reason he did not say only "after the tribulation," but also added "immediately"; for almost all things happen at once. For both the false prophets and false christs will cause turmoil when they come, and immediately the Master himself will be present; for no small confusion will then hold the inhabited world; and he comes when creation itself is henceforth transformed. For the sun will be darkened, not being destroyed but being overcome by the light of his coming. And the stars will fall, because there is no longer any need of them, since there is no night. "And the powers of the heavens will be shaken," because they see so great a change taking place. For if when the stars were made they so shuddered and marveled, how would they not shudder seeing all things being transformed, and their fellow servants brought to account, and the whole inhabited world standing before a fearful tribunal, and those who lived from Adam until his coming being required to give an account of all that they did. About what sign does he say that it will appear in the heaven? About the cross, which will be brighter than the sun. For if that one is darkened and hidden, but this one appears, it is evident that it will be shown to be far brighter than the sun's rays. But for whose sake, and for what reason, will it appear?
ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν· καὶ γὰρ δικαίωμα μέγιστον ἔχων ’τον σταυρὸν, οὐτῶ παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνὺς, “καὶ κόψονται τότε πᾶσαι αἱ “φυλαὶ τῆς γῆς·” οὐ γὰρ χρεία κατηγορίας. Διατὶ δὲ ὅταν ἴδωσι τὸν σταυρὸν κόψονται; ἐπειδὴ ἐσταύρωσαν ὂν προσκυνῆσαι ἔδει. τοῦ σταυροῦ δὲ ἐμνημόνευσεν, ἵνα μὴ νομίσωσιν οἱ Ἀπόστολοι πᾶσι σκυθρωπόν τι ἔσεσθαι τότε, ἐπήγαγε λέγων· “καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον,” καὶ τὰ ἑξῆς. οὐκ ἐπὶ τοῦ σταυροῦ ἀλλ’ ἐν νεφέλῃ, καθὼς καὶ ἀνελήφθη.
“καὶ ἐξαποστελεῖ,” φησὶ, “τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλ- “πιγγος μεγάλης,” καὶ τὰ ἑξῆς. ἐννοήσωμεν, ἀγαπητοὶ, ἀπὸ μὲν τῶν κολάσεων, καὶ τὰ αὐτοὺς ἀναμένοντα βασανιστήρια, ὅτι περ καὶ τῶν ἐκλεκτῶν χωρίζονται, καὶ τῇ γεέννῃ παραδίδονται. τίνος δὲ ἕνεκεν δι’ Ἀγγέλων καλεῖ τοὺς ἐκλεκτοὺς, οὕτως φανερῶς αὐτὸς ἐρχόμενος; τιμῶν αὐτοὺς καὶ ἐν τούτῳ. ἀναστάντες μὲν γὰρ αὐτοὺς συλλέξουσιν Ἄγγελοι· συλλεγέντες δὲ ἁρπάσουσιν ἐν νεφέλαις. ταῦτα δὲ πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ· οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ’ αὐτὸς ἔρχεται ἐν σάλπιγγι. καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; πρὸς ἀνάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. οἴμοι, ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. καὶ μᾶλλον μὲν ἔδει χαίρειν ἡμᾶς, ὅταν ταῦτα ἀκούωμεν, ἀλλὰ τοὐναντίον ἀλγοῦμεν καὶ κατηφεῖς ἐσμὲν, καὶ σκυθρωπάζομεν·
so that from the abundance of his excess the shamelessness of the Jews was to be stopped up. For having the greatest claim, the cross, Christ thus comes to that judgment seat, showing not only the wounds but also the reproachful death: "and then all the tribes of the earth shall mourn." For there is no need of accusation. But why, when they see the cross, shall they mourn? Because they crucified him whom they ought to have worshiped. He made mention of the cross so that the Apostles might not think that everything then would be gloomy for all; he added, saying: "and they shall see the Son of Man coming," and what follows. Not on the cross but in a cloud, just as he was also taken up.
"And he shall send," he says, "his Angels with a great trumpet," and what follows. Let us consider, beloved, from the punishments, and the torments awaiting them, that they are also separated from the elect, and handed over to Gehenna. But for what reason does he call the elect through Angels, when he himself is coming so openly? Honoring them in this also. For when they have risen, Angels will gather them; and having been gathered, they will be caught up in clouds. But all these things happen in an instant, in an atom. For he does not remain above and call them, but he himself comes with a trumpet. And what do the trumpets and the sound mean? For resurrection, for joy, for the astonishment of those present at what is happening, for the pain of those left behind. Woe to me, from that fearful day. And we ought rather to rejoice when we hear these things, but on the contrary we grieve and are downcast, and we look sullen.
ἣ μόνον ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει. ἐμοὶ μὲν οὖν καὶ φρίκη τίς ἐπέρχεται, λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἐκείνων πρός με, ἀλλ’ ἣ μετὰ τῶν ἀφρόνων παρθένων καταδίκη, ἣ μετὰ τοῦ χώσαντος τὸ τάλαντον, ὅπερ ἔλαβεν, ἣ μετὰ τοῦ πονηροῦ δούλου. διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς, ἵνα μικρὸν σπουδάσωμεν. εἰ γὰρ πόνος πολὺς ἦν, καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτως πάντα ποιεῖν. Καὶ μετ’ ὀλίγον— Εν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανῷ ὁ στέφανος· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀγήρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ ἡ τιμή.
ΚΕΦ. ΝΗ.
Περὶ τῆς ἡμέρας καὶ ὥρας. Τίνος οὖν ἕνεκεν τὸ παράδειγμα τέθεικε τῆς συκῆς λέγων, “ἀπὸ δὲ τῆς συκῆς μάθετε,” καὶ τὰ ἑξῆς; ἐπειδήπερ ἐζήτουν οἱ μαθηταὶ μεθ’ ὅσον χρόνον καὶ αὐτὴ κυρίως ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ ἀπαντήσεται, οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων τοῦτο ἐδήλωσεν εἰπὼν, “γινώσκετε ὅτι “ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν δὲ καὶ ἕτερόν τι προφητεύει,
that I alone suffer these things, while you rejoice in hearing them. For as these things are spoken, a shuddering comes over me, and I grieve bitterly, and groan from the deepest heart; for none of those good things pertains to me, but rather the condemnation with the foolish virgins, or with him who buried the talent he had received, or with the wicked servant. For these things I weep, because of how great a glory we are about to fall from, how great a hope of good things, and this continually, that we might strive but a little. For if the labor were great and the law heavy, even so it would be necessary to do all things. And shortly after— You contend on earth, and the crown is in heaven; you run for two days, and the prizes are for ageless ages; the wrestling is in a corruptible body, and the honor is in an incorruptible one.
CHAPTER 58.
Concerning the day and the hour. For what reason, then, has he set forth the example of the fig tree, saying, "Now learn from the fig tree," and the rest? Since the disciples were seeking after how much time even the very day of his coming would arrive, he made this clear not only through the parable but also through the words that follow, saying, "Know that it is near, at the doors." And from this he prophesies something else as well,
θέρος πνευματικὸν καὶ γαλήνην ἐσομένην κατ’. ἐκείνην τὴν ἡμέραν· ἀπὸ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους, ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικε παράδειγμα, ἵνα τὸ διάστημα δηλώσῃ, ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι, ἀλλὰ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον, οὕτως ἐκβησόμενον πάντως, ὥσπερ ἀνάγκῃ γενέσθαι. καὶ γὰρ ὅπου περ ἃν τὸ πάντως ἀποβησόμενον λέγει, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει· ὅθεν καὶ ὁ Ἀπόστολος αὐτὸν μιμούμενος τοῦτο ποιεῖ, καθὼς περὶ ἀναστάσεως διαλεγόμενος φησίν· “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, καὶ τὰ ἑξῆς. “Τότε,” φησὶ, “δύο ἔσονται ἐν τῷ ἀγρῷ, καὶ τὰ ἑξῆς. ἀγρὸν μὲν ἐκάλεσε τὸν κόσμον, παραλαμβάνεται δὲ ὁ σωζόμενος, ἀφίεται δὲ ὁ κατακρινόμενος. “δύο,” φησὶν, “ἀλήθουσαι ἐν τῷ μυλῶνι,” καὶ τὰ ἑξῆς. ἀληθούσας μὲν ἐκάλεσε τοὺς ἐν πτωχείᾳ διάγοντας. ὁ δὲ Λουκᾶς καὶ δύο ἐπὶ τῆς κλίνης εἶπεν, ὅπερ σημαίνει τοὺς ἐν πλούτῳ ὄντας. μανθάνομεν οὖν ἐκ τούτου, ὅτι καὶ πτωχοὶ καὶ πλούσιοι καὶ δοῦλοι καὶ δεσπόται παραλαμβάνονται καὶ ἀφίενται· καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ’ ἐκείνης, ὥσπερ καὶ ἐν τῇ παλαιᾷ φησὶν ἀπὸ τοῦ καθημένου ἐν τῷ θρόνῳ, ἕως τῆς ἐν τῷ μύλωνι· καὶ ἐπειδήπερ ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ἐνταῦθα, ὅτι οὔτε οὗτοι πάντως ἀπολοῦνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων, καὶ σώζονται καὶ ἀπόλλυνται.
a spiritual summer and a calm that will be on that day; from the present winter for the righteous, but for sinners the opposite, a winter from summer, which he made clear in what follows when he said, while they are reveling the day will come upon them. And it is not for this reason alone that he set forth this example of the fig tree, in order to show the interval—for it was possible to present this in another way as well—but so that from this he might confirm his word, that it will thus certainly come to pass, just as it was necessary for it to happen. For wherever he speaks of what will certainly come to pass, he brings forward natural necessities; whence also the Apostle, imitating him, does this, as when discoursing about the resurrection he says: "Unless the grain of wheat falling into the earth dies, it remains alone," and the rest. "Then," he says, "two will be in the field," and the rest. He called the world a field, and the one being saved is taken, while the one being condemned is left. "Two," he says, "grinding at the mill," and the rest. He called those living in poverty the ones grinding. But Luke also spoke of two on a bed, which signifies those who are in wealth. We learn, therefore, from this, that both poor and rich, both slaves and masters, are taken and left; and from this rank and from that, just as also in the Old Testament he says, from the one sitting on the throne to the one at the mill; and since the rich are saved with difficulty, he shows here that neither will these certainly perish, nor are all the poor saved, but both from those and from these, some are saved and some perish.
Ἐμοὶ δοκεῖ ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία· τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησὶν, ὅθεν δηλονότι πάντα μετὰ ἀκριβείας οἶδεν. διὰ δὲ τοῦ εἰπεῖν “γρηγορεῖτε, ὅτι οὐκ “οἴδατε” καὶ τὰ ἑξῆς, ἐσήμανεν ὅτι διὰ τοῦτο οὐκ εἶπεν τὴν ἡμέραν καὶ τὴν ὥραν, βουλόμενος αὐτοὺς ἐναγωνίους εἶναι διηνεκῶς. τί δηλοῖ “ὅτι, εἰ ᾔδει y ὁ οἰκοδεσπότης,” καὶ τὰ λοιπά. εἰ ᾔδεισαν, φησὶν, οἱ πολλοὶ, πότε ἀποθανοῦνται, πάντως ἃν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν μετανοῆσαι· ἵνα οὖν μὴ ἐκείνην μόνον σπουδάσωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τοῦ κόσμου συντελείας, οὔτε τὸν ἑκάστου θάνατον, ἀεὶ ἡμᾶς βουλόμενος τοῦτον y ἤδη Cod.
προσδοκᾷν, καὶ ἀεὶ ἀγωνίζεσθαι. ἅμα δὲ καὶ ἐντρέπει τοὺς ῥαθύμους, ὅτι οὐδὲ ὅσον περὶ χρημάτων σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Εἰπὼν δὲ τὸ “τίς ἄρα ὁ πιστὸς δοῦλος,” οὐδὲ τοῦτο ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα δείξη τὸ σπάνιον καὶ πολύτιμον. οὕτως οὖν καὶ τῷ Ἀδὰμ εἰπὼν, “ποῦ εἶ;” οὐκ ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· καὶ ἐπὶ τῶν Σοδόμων διὰ τοῦτο εἶπεν “καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν “συντελοῦνται πρός με, εἰ δὲ μὴ, ἵνα γνῶ.” ὅπως ἡμᾶς παιδεύσῃ ἀπόφασιν ἐν πράγματι μηδέποτε διδόναι πρὶν τελείως ἀνακρίνομεν τὰ πράγματα. ἐπὶ δὲ τοῦ προφήτου διὰ τοῦτο εἶπεν, “ἐὰν ἄρα “ἀκούσωσι, καὶ ἐὰν ἄρα συνιῶσιν.” ἵνα μὴ δόξῃ ἡ πρόρρησις παρὰ τοῖς ἀνοήτοις, ἀναγκαστική τις εἶναι πρὸς παρακοήν. ἐν δὲ τῷ Εὐαγγελίῳ εἶπεν, “ἴσως ἐντραπήσονται τὸν υἱόν μουσίχ’ ἵνα δείξῃ ὅτι ὄφειλον τοῦτο ποιῆσαι, καὶ ἐντραπῆναι τὸν υἱόν μου.
It seems to me that his coming will also be at night; for Luke also says this, from which it is clear that he knows all things with precision. And by saying "Watch, for you do not know" and what follows, he indicated that for this reason he did not say the day and the hour, wishing them to be constantly on the alert. What does "for if the master of the house had known" and the rest make clear? If many had known, he says, when they would die, they would certainly have hastened to repent at that hour; so that they might not hasten only for that hour, for this reason he speaks neither of the consummation of the world nor of each person's death, always wishing us to expect this and always to strive. At the same time he also puts the negligent to shame, that they have not shown even as much zeal concerning money as those who expect to be robbed, nor have these shown as much for their own soul. And having said "Who then is the faithful servant," he did not say this from ignorance either, but to show how rare and precious it is. Thus also when he said to Adam, "Where are you?" he did not speak from ignorance, but to bring him into an account of his sin; and in the case of Sodom he said for this reason, "I will go down and see whether they have done according to their cry that has come to me, and if not, that I may know." So that he might train us never to give a verdict in a matter before we fully examine the facts. And in the case of the prophet he said for this reason, "If perhaps they will hear, and if perhaps they will understand." So that the prediction might not seem to the foolish to be some compulsion toward disobedience. And in the Gospel he said, "Perhaps they will respect my son" — to show that they ought to have done this and respected my son.
Μακαρίζει δὲ τὸν πιστὸν δοῦλον, λέγων, “μακάριος ὁ δοῦλος “ἐκεῖνος,” καὶ τὰ ἑξῆς. πάνυ δικαίως ὡς φρόνιμον καὶ σπουδαῖον. τοῦτο δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου καὶ περὶ διακονίας καὶ περὶ πάσης οἰκονομίας, ἣν ἕκαστος ἐνεχειρίσθη. αὕτη δὲ ἡ παραβολὴ καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν, ἕκαστον γὰρ πρὸς τὸ κοινὸν συμφέρον ἀποκεχρῆσθαι δεῖ, ἐφ’ οἷς ἔχει, κἂν σοφίαν, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπὶ ἀπωλείᾳ ἑαυτοῦ. διὰ δὴ ἀμφότερα ἀπαιτεῖ παρ’ αὐτοῦ φρόνησιν καὶ πίστιν. καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀφροσύνης γίνεται. “πιστὸν” μὲν οὖν φησὶν αὐτὸν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ ἀνήλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην. “φρόνιμον” δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. ἃν δὲ ἓν ἐξ αὐτῶν ἀπολείπῃ, ὡς καταχώσαντες κατακριθησόμεθα. ἃν μὲν γὰρ πιστὸς τίς ὑπάρχῃ καὶ μὴ κλέπτῃ, ἀπολλύει δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα. ἄν τε πάλιν οἶδεν οἰκονομεῖν, νοσφίζεται δὲ, οὐχ ἡ τυχοῦσα κατηγορία. ἀκούσατε οἱ καὶ τὰ αἰσθητὰ χρήματα ἔχοντες. οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν· ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν
He calls the faithful servant blessed, saying, "Blessed is that servant," and so on. Quite rightly, as prudent and diligent. This is said not only about money, but also about speech and about service and about every stewardship that each person has been entrusted with. This parable would also fit political rulers, for each person must use for the common good what he has, whether wisdom, or office, or wealth, or anything whatsoever, not for the harm of his fellow servants, nor for his own destruction. For both reasons he demands from him prudence and faithfulness. For sin comes from foolishness. He calls him "faithful," then, because he embezzled nothing, nor squandered his master's goods rashly and in vain. And "prudent," because he knew how to manage what was given as was fitting. For we need both: both not to embezzle the master's goods, and to manage them as is fitting. But if one of these is lacking, we will be condemned as those who buried it. For if someone is faithful and does not steal, but destroys and spends on nothing proper, the charge is great. And if again he knows how to manage, but embezzles, the accusation is no ordinary one. Hear this, you who also have material wealth. For he is not speaking only to teachers, but also to the rich; for both have been entrusted.
πλοῦτον, τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. ἃν οὖν μὴ εὐγνωμοσύνην ἐπιδείξησθε, τὰ γὰρ ἀλλότρια παρέχετε, ποία ὑμῖν ἔσται ἀπολογία; Τί δηλοῖ τὸ “ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει “αὐτόν;” ὅτι τὴν μακαριότητα ἐκείνην, καὶ τὴν ἄρρητον ἀξίαν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, δίδωσιν αὐτῷ. τὸν δὲ κακὸν δοῦλον τὸν λέγοντα, “χρονίζει μου ὁ Κύριος,” καὶ διαπραττόμενον τὰ ἐφεξῆς γεγραμμένα, εἰς τὰς ἀφορήτους ἐκπέμπει κολάσεις. εἰ δὲ ὁ λέγων ὅτι χρονίζει οὕτω τιμωρηθήσεται, ὁ μηδὲ ὅλως προσδοκῶν αὐτὸν τί πάθοι; ἀλλὰ μὴ τὴν κόλασιν κατανοήσωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ αὐτὰ πράττοντες λανθάνομεν. καὶ γὰρ τοῦτο ἐοίκασιν οἱ πλοῦτον ἔχοντες, καὶ μὴ δαψιλῶς τοῖς δεομένοις παρέχοντες· καὶ ἕκαστος οἰκονόμος ἐστὶ τῶν ἑαυτοῦ χρημάτων, οὐχ ἧττον ἣ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν· ὥσπερ γὰρ ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα περὶ τίνων τοῖς πένησιν, ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι· ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφὴν, οὕτως οὐδὲ ἕκαστος τὰ ἑαυτοῦ. εἰ γὰρ καὶ πατρῷον τίς διεδέξατο κλῆρον, ἣ καὶ αὐτὸς προσεπορίσατο, ἣ πάντα αὐτὸς ἑαυτῷ ἐκτήσατο, οὐδὲ οὕτως αὐτοῦ εἰσὶν, ἀλλὰ πάντα τοῦ Θεοῦ ὑπάρχουσιν· ἠδύνατο μὲν γὰρ αὐτὰ ὁ Θεὸς ἀφελέσθαι, ἀλλ’ οὐ ποιεῖ τοῦτο· ἕκαστον κύριον ποίων τῆς εἰς τοὺς δεομένους φιλοτιμίας· διὸ σπουδάσωμεν μετὰ πάσης χαρᾶς καὶ προθυμίας σκορπίζειν εἰς τοὺς δεομένους, ἐξ ὧν περ κεκτήμεθα.
Wealth—the more necessary part, those who teach; the lesser part, you. If, then, you do not show gratitude—for you are providing what belongs to others—what defense will you have? What does "over all his possessions he will set him" make clear? That he gives him that blessedness, and the ineffable honor, and the kingdom of heaven. But the wicked servant who says, "My Lord is delayed," and does the things written next, he sends away into unbearable punishments. But if the one who says he is delayed will be punished thus, what would happen to the one who does not expect him at all? But let us not consider only the punishment laid up for that man, but let us also look to this, lest we ourselves, doing the same things, do so unnoticed. For this is what those who have wealth and do not abundantly provide for the needy resemble; and each person is a steward of his own money, no less than the one who manages the affairs of the Church. For just as that one does not have authority to scatter indiscriminately and as it happens what is given for certain people among the poor—since it was given for the nourishment of the poor—so neither does each person have authority over his own possessions. For even if someone inherited a paternal lot, or also acquired it himself, or himself obtained everything for himself, not even so are they his own, but all things belong to God. For God was able to take them away, but he does not do this, making each person master of his generosity toward the needy. Therefore let us strive with all joy and eagerness to scatter to the needy from what we possess.
ΚΕΦ. ΝΘ.
Περὶ τῶν ι΄ παρθένων. Ἡ περὶ τῶν δέκα παρθένων παραβολὴ, καὶ ἡ μετὰ ταύτην τῶν ταλάντων, τῇ προτέρᾳ ἐοίκασιν, τῇ τοῦ πιστοῦ δούλου καὶ τοῦ ἀγνώμονος· τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι, λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ πάντοτε διὰ πάντων ὧν ἃν δυνάμεθα τὸν πλησίον ὠφελεῖν, ὡς οὐ δυνατὸν σωθῆναι ἑτέρως. Καὶ μετ’ ὀλίγον—Τίνος ἕνεκεν οὐχ ἁπλῶς οἷον δήποτε ὑποτίθεται πρόσωπον, ἀλλ’ ἐπὶ τοῦ z αὐτῷ Cod.
τῶν παρθένων προσώπου ταύτην ποιεῖται τὴν παραβολὴν; ἐπειδὴ μεγάλα περὶ παρθένων διελέχθη, εἰπὼν, “εἰσὶν εὐνοῦχοι” καὶ τὰ ἑξῆς· οἶδε δὲ καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων περὶ αὐτὴν δόξαν ἔχοντας. καὶ γὰρ ἐστὶ φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ παλαιᾷ ὑπὸ τῶν παλαιῶν ἀνδρῶν ἐκείνων κατωρθώθη· καὶ ἐν τῇ καινῇ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου· οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε· διὸ καὶ ὁ Παῦλος φησὶ, “περὶ δὲ τῶν παρθενῶν’ καὶ τὰ ἑξῆς· ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τούτου κατορθῶν διάκειται, καὶ τῶν λοιπῶν ἀρετῶν ἀμελεῖ, τίθησι ταύτην τὴν παραβολὴν ἱκανὴν οὖσαν· ὅτι παρθένος, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ πορνῶν ἐκβάλλεται, καὶ μάλα εἰκότως· οἱ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθησαν, οἱ δὲ χρημάτων. οὐκ ἔστι δὲ ἶσον σωμάτων ἔρως καὶ χρημάτων, ἀλλ’ ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος· ὅσῳ τοίνυν εἰς τὸ ἧττον τίς ἥττηται, τοσοῦτον μᾶλλον ἀσύγγνωστος ὁ ἡττηθείς·
CHAPTER 59.
Concerning the Ten Virgins. The parable of the ten virgins, and that of the talents after it, resemble the former one, that of the faithful servant and the unfaithful; for there are four in all, variously admonishing us about the same things—I mean zeal for almsgiving, and benefiting one's neighbor always through all means in our power, since it is impossible to be saved otherwise. And shortly after—For what reason does he not set before us some random person, but makes this parable about the person of the virgins? Because he had spoken great things about virgins, saying, "There are eunuchs" and the rest; and he knew that many people held a high opinion of this. For the thing is by nature great, and is shown to be so from the fact that neither in the Old Covenant was it achieved by those ancient men; and in the New it did not come under the compulsion of law; for he did not command it, but left it to the choice of the hearers; therefore Paul also says, "Now concerning virgins" and the rest. Since, then, the thing was great, and held great repute among the many, lest anyone who succeeds in this be disposed to neglect the remaining virtues, he sets forth this parable as sufficient: that a virgin, even if she has all other things, if she is destitute of the good works that come from almsgiving, is cast out with prostitutes, and very reasonably so; for the one sort were overcome by love of bodies, the other by love of money. But the love of bodies and the love of money are not equal, but the love of bodies is far sharper and more tyrannical; by so much, then, as one has been defeated by the lesser thing, by so much the more is the one defeated without excuse.
διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζω ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πὰν προὕδωκαν. χρὴ οὑν σκόπησαι ὅτι περ εἰ οὕτως ἐξεβλήθη παρθένος τῆς βασιλείας τῶν οὐρανῶν, ἐλεημοσύνη οὐκ ἔχουσα δαψιλῆ, τι ἄρα συμβήσεται τοῖς μηδὲ ταύτην μηδὲ ἐκείνην μεγαλοψύχως ἔχουσιν; Τί δὲ σημαίνουσιν αἱ λαμπάδες; αὐτὸ τῆς παρθένου τὸ χάρισμα, τὸ ἔλαιον δὲ τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τὴν ἁγιωσύνην τοῖς δεομένοις βοήθειαν. τὸ “χρονίζειν δὲ τὸν “νυμφίον,” τὸν οὐκ ὀλίγον χρόνον ἐσόμενον τοῦ φανῆναι τὴν βασιλείαν αὐτοῦ. τὸ δὲ “ἐκάθευδον,” τὸν θάνατον· τὸ δὲ περὶ μόνας τὰς νύκτας γενέσθαι τὴν κραυγὴν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται, “ἐν φωνῇ ἀρχαγγέλου,” ὡς ὁ Παῦλος φησί· τί δὲ βοῶσιν αἱ σάλπιγγες; ὁ νυμφίος ἔρχεται· τὸ δὲ αἰτῆσαι τὰς μωρὰς καὶ μὴ λαβεῖν, περὶ τῶν φρονίμων δηλοῖ, ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ τῶν ἐκ τῶν ἔργων δοθῆναι προστῆναι δυνήσεται, ἐπειδὴ οὐ δύναται· καὶ γὰρ αἱ φρόνιμοι ἐπὶ τὸ ἀδύνατον καταφεύγουσιν. Τί ἐστι τὸ “πορεύεσθε καὶ ἀγοράσατε, καὶ ὅτι ἀπῆλθον;” τοῦτο εἶπε τῇ παραβολῇ παραμένων καὶ ὑφαίνων αὐτὴν, καὶ διὰ
For this reason he also calls them foolish, because after enduring the greater toil, they betrayed everything for the sake of the lesser. One must therefore consider: if a virgin was cast out of the kingdom of heaven for not having abundant almsgiving, what then will happen to those who possess neither this nor that generously? And what do the lamps signify? The virgin's own gift of grace. And the oil signifies love of humanity, almsgiving, the help given to those in need with respect to holiness. And "the bridegroom was delayed" signifies the considerable time before his kingdom appears. And "they all slept" signifies death. And that the cry occurred only at night signifies that the resurrection takes place at night, "with the voice of an archangel," as Paul says. And what do the trumpets cry out? "The bridegroom is coming." And that the foolish ones asked and did not receive shows concerning the wise that none of us there will be able to stand forth and have anything given from works, since it is not possible; for even the wise take refuge in what is impossible. What is "Go and buy," and that they went away? He said this while continuing and weaving the parable, and through
τούτων δεικνὺς, ὅτι εἰ a καὶ φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν ἐκεῖ, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν· ὥσπερ οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία, ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας· τουτέστι τὴν συμπάθειαν μὴ ἐκτήσαντο νῦν, ἀλλ’ ἐκεῖ. εἰσὶ δὲ οἱ πωλοῦντες τὸν ἔλαιον, οἱ πένητες· καὶ ποῦ πωλοῦσιν; ἐνταῦθα· διὸ καὶ ἄρτι ζητεῖν χρὴ, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ γὰρ ἐξ αὐτῶν ἡμῖν γίνεται ἡ μεγάλη αὕτη πραγματεία· ἐνταῦθα τοίνυν τὸ ἔλαιον συνάγομεν, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ· οὐ γὰρ ἐκεῖνος ἐστὶν ὁ καιρὸς τῆς συλλογῆς, ἀλλ’ οὗτος· μὴ τοίνυν ἀναλίσκωμεν εἰς μάτην τὰ ὄντα, εἰς τρυφὰς καὶ κενοδοξίας· πολλοῦ γὰρ ἡμῖν ἐκεῖ χρεία τοῦ ἐλαίου· διὸ αἱ μὲν ἕτοιμοι συνεισῆλθον, αἱ δὲ δικαίως κληθεῖσαι μωραὶ, οὐδὲν γὰρ μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, ἀπεκλείσθησαν τοῦ νυμφῶνος, μετὰ πολλοὺς πόνους καὶ μυρίους ἱδρῶτας, καὶ τὴν ἀφόρητον μάχην ἐκείνην καὶ τὰ τρόπαια ἃ κατὰ τῆς λυττώσης φύσεως ἀνεστήσαντο καταισχυνθεῖσαι, καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω νεύουσαι· οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας ἔλαιον δαψιλὲς οὐκ ἐχούσης. εἰ δὲ αὕτη οὕτως, πολλῷ μᾶλλον οἱ γάμῳ συναφθέντες, καὶ τὴν ἐλεημοσύνην μεγαλοψύχως οὐκ ἔχοντες. Το δὲ “οὐκ ὄιδα ὑμᾶς, οὐδὲν ἕτερον ἐστιν, ἣ εἰς γέενναν ἀπελθεῖν, καὶ εἰς ἀφόρητον κόλασιν· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον, ὅταν αὐτὸς αὐτὸ λέγῃ ὁ τῶν Ἀγγέλων δεσπότης· προσέθηκε δὲ τὸ “γρηγορεῖτε” καὶ τὰ ἑξῆς· χρησίμην δείκνυσιν ἡμῖν τὴν ἄγνοιαν τῆς ἐξόδου τοῦ βίου τούτου.
By these things he shows that even if we become kind to others after departing to that place, we will gain nothing from it toward escaping punishment; just as their eagerness did not suffice for those women, since they did not go here to those who sell—that is, they did not acquire compassion now, but there. And those who sell the oil are the poor; and where do they sell? Here; therefore one must seek it now, not in that time. For from these comes this great business for us; here, then, we gather the oil, so that it may be useful there, when the time calls us; for that is not the time of gathering, but this one. Let us not, then, waste what we have in vain, on luxuries and vainglory; for we will have great need of the oil there. Therefore the ready ones went in with him, but the others, justly called foolish—for nothing is more foolish than those who do business here—were shut out of the bridal chamber, after many toils and countless sweats, and that unbearable battle and the trophies they set up against raging nature, put to shame, and with their lamps extinguished, they withdrew, sinking downward; for nothing is dimmer than virginity that does not have abundant oil. And if this is so for her, much more for those joined in marriage, and who do not possess almsgiving with magnanimity. And the phrase "I do not know you" is nothing other than to depart into Gehenna, and into unbearable punishment; or rather, this saying is harsher even than Gehenna, when the very Master of the Angels says it. And he added "Watch" and what follows; he shows to us the ignorance of the departure from this life as useful.
ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς τοῦ βίου ῥάθυμοι; ὅταν δὲ ἐγκαλῶνται παρ’ ἡμῶν λέγοντες, ὅτι ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις, ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἐξόδου, πολλοὶ ἐξέπεσον τούτου, ἀθρόως ἁρπασθέντες καὶ οὐδὲ προστάξαι συγχωρηθέντες τοῖς οἰκείοις περὶ ὣν ἐβούλοντο. a ἢ Cod.
ΚΕΦ. Ξ.
Περὶ τῶν τὰ τάλαντα λαβόντων. Ἡ μὲν προειρημένη τῶν παρθένων παραβολὴ τῆς διὰ τῶν χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ τῶν ταλάντων πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ οὑν τρόπῳ ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἄπο κρύπτοντας. διατὶ δὲ αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἡ δὲ τῶν παρθένων νυμφίον ; ἵνα μάθωμεν πῶς οἰκειῶται πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς τὴν ἐλεημοσύνην δαψιλῶς παρεχούσας, καὶ πάντα τὰ ὄντα τοῖς πένησι διανεμούσας . τοῦτο γὰρ καὶ παρθενία καθὼς καὶ ὁ Παῦλος φησίν· “ ἣ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου,” καὶ πάλιν διὰ τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. εἶπε δὲ ὅτι “ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα, καὶ ἀπεδήμησεν.” ἵνα μάθωμεν αὐτοῦ τὴν μακροθυμίαν· ἔτι δὲ καὶ τὸν μεταξὺ καιρὸν τῆς συντ ἑλείας αἰνιττόμενος ταῦτα ἔλεγεν· καὶ ἐπειδὴ πάντες ἐργάται ὑπάρχομεν, πρὸς πάντας διαλέγεται, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους, πρὸς δεσπότας καὶ δούλους, πρὸς σοφοὺς καὶ ἰδιώτας. τάλαντα δέ εἰσιν ἡ ἑκάστου δύναμις, ἣν ἔλαβε παρὰ Θεοῦ, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱῳδήποτε πράγματι τοιούτῳ.
Where now are those who are lazy throughout their whole life? But when they are accused by us, saying, "In the time of death I leave things to the needy," let them hear these words and correct themselves; for even at the time of departure, many have fallen short of this, snatched away suddenly and not even permitted to give instructions to their household concerning what they wished.
CHAPTER 65.
Concerning those who received the talents. The previously mentioned parable of the virgins was spoken for the sake of almsgiving through money; but the parable of the talents is directed at those who do not wish to benefit their neighbor by money, nor by word, nor by patronage, nor in any other way, but hide everything. Why does this parable introduce a king, while the parable of the virgins introduces a bridegroom? So that we may learn how Christ is united to the virgins, those who provide almsgiving abundantly and distribute all their possessions to the poor. For this is also the nature of virginity, just as Paul also says: "She who is unmarried cares for the things of the Lord," and again, for the sake of what is seemly and well-pleasing to the Lord, without distraction. And he said that "he handed over to them his possessions, and went away," so that we may learn his longsuffering; and moreover, hinting at the intervening time of the consummation, he said these things; and since we are all workers, he speaks to all—to rulers, to subjects, to masters and slaves, to the wise and the uneducated. And the talents are each person's ability, which he received from God, whether in patronage, or in money, or in teaching, or in any such matter.
τὸ δὲ εἰπεῖν, τὸν μὲν ὅτι πέντε τάλᾶντά μοι παρέδωκας, τὸν δὲ ὅτι δύο, τὴν εὐγνωμοσύνην ἑαυτῶν ἐμφαίνουσιν· καὶ ὅτι παρ’ αὐτοῦ τὴν ἀφορμὴν λαβόντες τῆς ἐργασίας, πολλὴν χάριν ὁμολογοῦσιν αὐτῷ, τὸ πᾶν αὐτῷ λογιζόμενοι· τὸ δὲ “ εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου” σημαίνει, τὸ τὴν πᾶσαν οἱ τοιοῦτοι κληρονομοῦσι μακαριότητα· καὶ οὗτοι μὲν οἱ πιστοὶ δοῦλοι, διπλασιάσαντες τὰ δοθέντα, καὶ χάριν ὡμολόγησαν· ὁ δὲ πονηρὸς δοῦλος, οὐ μόνον οὐκ ἐδιπλασίασεν, ἀλλὰ καὶ κατηγορίαν προσήνεγκε λέγων, “ ἔγνων σε ὅτι σκληρὸς εἶ “ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διε- “ σκορ́πισας,” καὶ τὰ ἑξῆς· τοιοῦτον γὰρ ἡ πονηρία, σκοτεῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνὸν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ· τὸ δὲ εἰπεῖν “ πονηρὲ δοῦλε,” φοβερὰν ἐμφαίνει τὴν ἀγανάκτησιν· τὸ δὲ καταβαλεῖν, δηλοῖ τὸ εἰπεῖν καὶ παραινέσαι
καὶ συμβουλεῦσαι· “ἀργύριον” καλεῖ τὰ λήια τὰ τίμια, τραπεζίτας δὲ τοὺς ἀκούοντας “τόκον” δὲ οὐ μόνον τὰ καταβληθέντα διὰ τῆς ἀκροάσεως, ἀλλὰ καὶ τὴν τῶν ἔργων ἐπίδειξιν· καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν χρημάτων κωλύει τοῦτο γίνεσθαι, καὶ κατακρίνει τοὺς τοῦτο ποιοῦντας· ἐπὶ δὲ τῶν πνευματικῶν, αὐτὸς ὑπισχνεῖται τοὺς τόκους ἀπαιτεῖν. κελεύει δὲ τοῦ ἀρθῆναι τὸ τάλαντον, τουτέστι τὸ χάρισμα ἀπ’ αὐτοῦ, καὶ προστεθῆναι τῷ ἔχοντι· διὰ τούτου δεικνὺς, ὅτι ὁ χάρισμα ἔχων λόγου διδασκαλίας, καὶ μὴ εἰς τὸ ὠφελεῖν χρώμενος αὐτῷ, ἀπόλλῃ καὶ τὴν χάριν·
But the fact that he said to one, "You handed over to me five talents," and to another, "two," shows their own good sense; and that, having received from him the starting point for their work, they acknowledge great gratitude to him, reckoning everything to him. And the phrase "Enter into the joy of your Lord" signifies that such persons inherit the whole of blessedness. And these are the faithful servants, who doubled what was given and confessed their gratitude. But the wicked servant not only did not double it, but even brought an accusation, saying, "I knew that you are a harsh man, reaping where you did not sow, and gathering where you did not scatter," and the rest. For such is wickedness: it darkens the reasoning and makes him who has once turned aside from the straight road be carried headlong down a precipice. And the phrase "wicked servant" shows the fearsome nature of his indignation. And the phrase "cast down" indicates the saying and the exhorting and the advising. He calls the precious crops "silver," and those who hear "money-changers," and "interest" not only the things deposited through hearing, but also the demonstration of works. And in the case of perceptible money, he forbids this to be done, and condemns those who do it; but in the case of spiritual things, he himself promises to require the interest. And he commands the talent to be taken away, that is, the gift from him, and to be added to the one who has it; by this showing that the one who has a gift of the word of teaching and does not use it for benefiting others loses the grace as well.
καὶ μετὰ τὴν ἀπόφασιν τὴν πολλῆς γέμουσαν κατηγορίας, ἀχρεῖον γὰρ αὐτὸν δοῦλον ὠνόμασε, καὶ εἰς τὴν ἀφόρητον ἐκπέμπει κόλασιν· ὁ δὲ σπουδὴν παρεχόμενος εἰς τὸ χρᾶσθαι τῷ τῆς διδασκαλίας χαρίσματι πρὸς τὴν τοῦ πλησίον ὠφέλειαν, πλείονα ἐπισπάσεται καὶ τὴν δωρεάν. ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων· καὶ ὡς ἐστὶ καιρὸς, ἐργασώμεθα τὴν σωτηρίαν ἡμῶν, καὶ λάβωμεν ἔλαιον δαψιλὲς εἰς τὰς λαμπάδας, καὶ εἰς ὅπερ ἐλάβομεν τάλαντον, τουτέστι χάρισμα, ἐπεργασώμεθα, τοὺς πλησίον ἀόκνως παρακαλοῦντες καὶ νουθετοῦντες εἰς τὸ ἀγαθόν· καὶ εἰς προστασίαν σπουδαῖοι γινόμενοι· ἃν γὰρ ὀκνήσαντες ἐνταῦθα ἐν ἀργίᾳ διάγωμεν, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρη- νωμεν. Θεοδώρου Ἡρακλείασ. Ἐκδημίαν αὐτοῦ καλεῖ, τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια, καὶ τοῖς τῆς Ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς. Σευήρου Ἀντιοκείασ. Τάλαντόν ἐστι τὸ διδασκαλικὸν χάρισμα, ὃ ἐπιστεύθησαν οἱ τῶν Ἐκκλησιῶν πρόεδροι, ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως αὐτοῦ. Ὠριγένουσ. Τῶν δούλων ἐστὶ τὸ μεταδοῦναι, τοῦ δεσπότου τὸ ἀπαίτησαι. Τοῦ Χρυσοστόμου. Ἡ παρρησία τῆς ἐργασίας καὶ τοῦ κέρδους ποιεῖ καὶ θαρροῦντα προσιέναι, καὶ λαλεῖν ἐν πεποιθήσει. Τοῦ Αὐτοῦ. Μέγα μαρτύριον παρὰ δεσπότου οὕτως ἀκοῦσαι, ὡς Ἀβραὰμ πιστεύσαντι τῷ Θεῷ ἐλογίσθη εἰς δικαιοσύνην, οὕτω καὶ παντὶ πιστῷ—Καὶ μετ’ ὀλίγα—ὀλίαγα τὰ ἐνταῦθα ἐγχει-
And after the sentence that is full of great accusation—for he called him an unprofitable servant—he sends him away into unbearable punishment. But the one who shows zeal in using the gift of teaching for the benefit of his neighbor will draw down an even greater gift. Let us therefore hear these words; and while there is time, let us work out our salvation, and let us take abundant oil for our lamps, and let us work upon the talent we received, that is, the gift, unhesitatingly encouraging and admonishing our neighbors toward the good; and let us be zealous for their protection. For if we hesitate here and pass our time in idleness, no one will have mercy on us there anymore, even if we lament ten thousand times. Of Theodore of Heraclea. He calls his departure the ascent into the heavens, when he also handed over to the disciples the heavenly mysteries, and to the guides of the Church, giving to each what is fitting according to the proportion of his piety. Of Severus of Antioch. The talent is the teaching gift, which the leaders of the Churches were entrusted with, each according to the proportion of his faith. Of Origen. It is for the servants to share, and for the master to demand an account. Of Chrysostom. The confidence of the work and of the profit makes one come forward with boldness and speak with assurance. Of the Same. It is a great testimony to hear such things from the master, just as Abraham, having believed God, it was reckoned to him as righteousness, so also for every believer—And after a little—Few are the things entrusted here
ρισθέντα, πολλὰ τὰ μετὰ τὴν ἐνταῦθα ζωὴν, διαβὰς τὰ αἰσθητὰ καὶ τὰ ἀόρατα, ἔρχομαι πρὸς αὐτὸν τὸν Χριστόν. τὰ δὲ ἐκεῖ πάντα, εὐπάθεια καὶ χαρά· ὅτε οἱ νῦν κλαίοντες γελάσονται· ἐπὶ δὲ τῶ πέντε τάλαντα λαβόντι, καὶ ἐπὶ τῷ δύο ταῦτα λέγεται, ἁρμόσειεν ταῦτα, τὸ ᾧ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ᾧ τὸ ὀλίγον οὐκ ἐλαττόνησεν. Θεοδώρου Ἡρακλείασ. Τὰ παρ’ αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τῶν λόγων, ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κεχρῆσθαι τινας λέγοντας, ὅτι οὐ χρεία μοι πόνου, οὐδὲ τὸ ὑπὲρ ἑτέρων εὐθύνας ὑπέχειν, ὃ καλῶς εἰπε θερίζειν ὅπου οὐκ ἔσπειρεν, τοῦτο γάρ ἐστι, τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν τὸν κριτὴν τῆς ἑτέρων ῥαθυμίας· ὡς γὰρ οὐκ ἔνεστι τινὰ θέρος ἐκεῖθεν ἐκδέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστι, φησὶν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον αἰτεῖν· διό φησιν, εἰ τοῦτο ᾔδεις, πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι. εἰ γὰρ τὰ ἑτέρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἃν τῶν οἰκείων εὐθύνας, καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρπὸν ἀπὸ τῆς ἐργασίας τῆς τῆς· εἰ σὺ περὶ αὐτοῦ ἦσθα τὰ δέοντα ἐπιδειξάμενος. δείκνυσι γὰρ ἐνταῦθα ὅτι ἕτερον ὑπὲρ ἑτέρου εὐθύνας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομένων τὴν ὑπακοήν. Τοῦ Χρυσοστόμου. Τουτέστιν ἐχρῆν εἰπεῖν, διαμαρτύρασθαι ἔδει, οὐκ ἔχεις οὐδέν; γλῶτταν ἔχεις· μή τις τοίνυν λεγέτω ὅτι οὐδὲν ἀφελῶ, ἔχεις γὰρ τὸ ἓν τάλαντον· ἕκαστος καταβαλεῖν ἔδει· ὁ κίνδυνος τῶν ἀκουόντων· τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι·
...having been distinguished, the many things that come after this present life, having passed beyond things perceptible and things invisible, I come to Christ himself. But all things there are tranquility and joy, when those who now weep will laugh. And to the one who received the five talents, and to the one who received the two, these things are said. May these things be fitting: that to whom much was given, he did not increase it, and to whom little was given, he did not diminish it. From Theodore of Heraclea. He sets down the things said by him to indicate the words, or also the reasonings, which certain people are accustomed to use, saying, "I have no need of labor, nor of submitting to accounts on behalf of others"—which he rightly described as reaping where he did not sow. For this is what it means: for the judge to demand accounts from the servants for the negligence of others. For just as it is impossible for anyone to expect a harvest from there where no seed has been sown, so it is impossible, he says, for me to demand accounts from one person on behalf of another. Therefore he says, if you knew this, much more ought you to have shown your own. For if I am going to demand the things of others, as you say, much more would I have demanded from you the accounts of your own things, and that those who are taught bear the fruit proper to the work of the earth, if you had shown what was fitting concerning it. For he shows here that he does not demand accounts from one person on behalf of another, but from teachers their own things, and from those who are taught, obedience. From Chrysostom. That is, it was necessary to say, it was necessary to testify, "You have nothing? You have a tongue. Let no one therefore say that I profit nothing, for you have the one talent. Each person ought to have contributed. The danger belongs to those who hear. To me, entrust the demanding of accounts.
κἀγὼ μετὰ τόκον ἃν ἀπῄτησα, τόκον λέγων ἀκροάσεως, τὴν τῶν ἔργων ἐπίδειξιν. Τοῦ Χρυσοστόμου. Τί δὴ τοῦτό ἐστι; ὁ χάριν λαβὼν, καὶ τὴν προθυμίαν μὴ ἐπιδειξάμενος τὴν ἑαυτοῦ, καὶ τὴν χάριν ἀπόλλυσι· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσηται τὴν χάριν· ἀλλ’ οὐ μέχρι τούτου ἡ ζημία, ἀλλὰ καὶ ἀφόρητος κόλασις, καὶ μετὰ τῆς κολάσεως, ἡ ἀπόφασις δικαία. ἀπὸ γὰρ τῶν τοιούτων ἀφαιρεθήσεται ἡ τοῦ Πνεύματος χάρις, καὶ ὁ τοῦ διδασκάλου βαθμὸς, καὶ τῆς ἐσχάτης πειραθήσεται τιμωρίας· καὶ δίδοται τῷ πλουτοῦντι πλουσιωτέρας χάριτος ἐκείνῳ προστιθεμένης, πλὴν
εἰ καὶ διάφορα τὰ χαρίσματα, ἀλλ’ ἴση ἡ τιμὴ, ὅταν τις ἐπὶ τὸ ἀκρότατον ἀναβῇ τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ ἰσχύος, “καὶ τὸν “ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος,” καὶ τὰ ἑξῆς. εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰς μὴ ποιῶν, κολάζεται κόλασιν τὴν ἐσχάτην; ἀντιλαβώμεθα τοίνυν τῆς σωτηρίας τῆς ἡμετέρας, ἐργασώμεθα εἰς τὸ τάλαντον· ἃν γὰρ ὀκνήσωμεν καὶ διατρίψωμεν ἐνταῦθα ἐν ἀργίᾳ, οὐδεὶς ἡμᾶς ἐκεῖσε ἐλεήσει. λοιπὸν πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. τάλαντα γὰρ ἐνταῦθα ἐστὶν ἡ ἑκάστου δύναμις· εἴτε ἐν προστασίαις, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱωδήποτε πράγματι μηδεὶς λεγέτω, ὅτι ἓν τάλαντον ἔχω, δύνασαι γὰρ καὶ δι’ ἑνὸς εὐδοκιμῆσαι. Ἐξ ἀνεπιγράφου. Σκότος ἐξώτερον ἔνθα οὐδεὶς φωτισμὸς, τάχα μὲν οὐδὲ φωτισμὸς πάντως, οὐδὲ μία ἐπισκοπὴ θείου φωτός. μὴ θαύμαζε εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον, ταῦτά τις πείσεται καὶ ἀκούσεται.
And I, after the birth—by "birth" I mean the birth of hearing—required the demonstration of works. From Chrysostom. What then is this? He who received the grace, and did not demonstrate his own zeal, also loses the grace; but he who provides earnestness draws to himself more grace. But the loss does not stop there, but there is also unbearable punishment, and with the punishment, the sentence is just. For from such persons the grace of the Spirit will be taken away, and the rank of teacher, and he will experience the ultimate penalty; and it is given to the one who is rich, more abundant grace being added to him, except that even if the gifts are different, the honor is equal, when one ascends to the very summit of the strength given to him by God, "and cast the unprofitable servant into the darkness," and the rest. Did you see how not only the one who snatches and defrauds, nor the one who does evil, but also the one who does not do good, is punished with the ultimate punishment? Let us therefore take hold of our own salvation, let us work for the talent; for if we hesitate and waste time here in idleness, no one will have mercy on us there. Henceforth let us bring everything to the benefit of our neighbor. For talents here are each person's ability; whether in positions of authority, or in wealth, or in teaching, or in any matter whatsoever, let no one say, "I have one talent," for you can also succeed through one. From an untitled source. Darkness is the outer place where there is no illumination, perhaps indeed no illumination at all, nor any visitation of divine light. Do not marvel if, because one did not teach the word, someone will suffer these things and hear them.