Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην.
Καὶ τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν κύριον καὶ μὴ θεασάμενοι ἐπίστευσαν, Παῦλος δὲ οὐρανόθεν καλεῖται Σαοὺλ Σαούλ, τί με διώκεις; πρόσεστι δὲ αὐτῷ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς ἀποστόλους· τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αὐτὸς ὁ κύριος καλέσας καὶ μαθητὰς ἐσχηκώς, οὐκ εὐθὺς ἀποστόλους ἐποίησεν ἢ ὠνόμασεν, τὸν δὲ Παῦλον ὁμοῦ καὶ ἐκάλεσεν καὶ εἰς ἀποστολὴν παρήγαγεν.
Καὶ ὅτι γνώμῃ τοῦ πατρὸς τὸ εὐαγγέλιον κηρύττεται.
Προφητῶν δὲ αὐτοῦ εἶπεν, ἐπειδὴ εἰσὶ καὶ τῶν εἰδώλων προφῆται, τῇ αὐτοῦ φωνῇ διαστέλλων καὶ προφήτας προφητῶν καὶ εὐαγγέλιον εὐαγγελίων· πολλὰ γὰρ εὐαγγέλια, ἀλλὰ θνητὰ καὶ πρόσκαιρα, τὸ δὲ τοῦ Χριστοῦ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ὑπισχνεῖται ἐν γραφαῖς ἁγίαις. αὐτοῦ τοίνυν καὶ οἱ προφῆται καὶ οὐχ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ πατρὸς τοῦ Χριστοῦ.
Καὶ τὸ ἁγίοις δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ – ἐπειδὴ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει – ἵνα μὴ ῥίψῃ τὰ ἅγια τοῖς κυσίν.
As though the world were ignorant of Christ’s divinity, he proclaims it.
And why does he appropriate what is common? Because many, both those who had seen the Lord and those who had not, believed; but Paul is called from heaven: “Saul, Saul, why do you persecute me?” And there is also something more in him than in the other apostles: for those around Peter, James, and John, the Lord himself called and had as disciples, but he did not immediately make or name them apostles; whereas Paul he both called and at once brought forth into apostleship.
And that the gospel is proclaimed by the will of the Father.
He said “his prophets” because there are also prophets of the idols, distinguishing by his own voice both prophets from prophets and gospel from gospels: for there are many gospels, but mortal and temporary, whereas the gospel of Christ promises the enjoyment of eternal goods in holy scriptures. Therefore the prophets belong to him and to no other god, but to the Father of Christ.
And the term “holy” is not used simply, but—since many are called, but few are chosen; for not all persevered in the calling—so that he might not cast the holy things to the dogs.
Κατὰ δὲ τοὺς αἱρετικούς· εἰ κύριος ὁ Χριστός, πατὴρ δὲ ἡμῶν ὁ θεός, ἔσται καὶ ὁ πατὴρ δοῦλος τοῦ Χριστοῦ· οἷος γὰρ ὁ υἱός, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει· πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ, κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες ὡς καὶ αὐτοὶ υἱοὶ θεοῦ καθέλωσι τοῦ υἱοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀναγάγωσιν ὑπὲρ τὴν φύσιν.
Τὸν μέντοι θεὸν πατέρα ἐκάλεσεν, ὅτι οὐδένα κρίνει, τὸν δὲ υἱὸν κύριον, ὅτι αὐτός ἐστι κριτής. πατέρα δὲ λέγει, ἵνα τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείξηται· κύριον δὲ καλεῖ τὸν υἱόν, ἵνα γνῶμεν ὅτι θεοῦ ἀγαθότητι υἱοὶ καλούμεθα, αὐτὸς δὲ ὁ Ἰησοῦς ὡς φύσει θεὸς ἀληθινός, κύριος ἡμῶν ἐστιν.
Καὶ πάλιν, ἐπειδὴ πολλοὶ διά τινα ἀνθρώπινα ἔσπευδον εἰς τὴν Ῥώμην, καὶ τὸν πόθον δείκνυσιν, καὶ ὅτι εὐσεβὴς οὗτος τῇ προσθήκῃ. παρίσταται δὲ ἐπιποθεῖν Ῥωμαίους, ἴσως ἐπειδὴ πλέον τι εἶχεν ἡ Ῥωμαίων πίστις προτροπὴ γινομένη πᾶσι τοῖς ὑπ’ αὐτοῖς.
Ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεός, τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν, ψευδῶς προσαγορεύονται θεοί.
According to the heretics: if Christ is Lord, and God is our Father, then the Father would be a slave of Christ; for as the Son is, so also is the Father. But this is not the case; for he said "our Father" to show grace, and "Lord Jesus" so that we, thinking too highly of ourselves as also sons of God, might not diminish the glory of the Son, or raise ourselves above our nature.
He called God "Father" because he judges no one, and the Son "Lord" because he himself is the judge. He says "Father" to indicate his care for us; he calls the Son "Lord" so that we may know that we are called sons by the goodness of God, while Jesus himself, as true God by nature, is our Lord.
And again, since many were hastening to Rome for some human reasons, he shows both the longing and that this man is pious by the addition. It is implied that the Romans yearn, perhaps because the faith of the Romans had something more, becoming an encouragement to all those under them.
That God is truly God, while the idols to which they prostrated are falsely called gods.
Οὐχ ἁπλῶς δὲ τῆς τοιαύτης ἀσχημοσύνης μέμνηται, ἀλλ’ ὅτι ἤκουσεν ἐν Ῥώμῃ καὶ ἀρσένων ἑταιρίαν εἶναι.
Δικαίωμα δὲ λέγει θεοῦ τὴν δικαίαν αὐτοῦ ἀνταπόδωσιν ἣν ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὴν ἀξίαν. τοῦτο οὖν φησιν· εἰ καὶ οἱ ἄνθρωποι ἐκ τῆς φυσικῆς αὐτῶν διανοήσεως ἴσασιν ὅτι οἱ πλημμελοῦντες ἔχουσι τιμωρηθῆναι ἐκ θεοῦ, ὅμως οὐκ ἀφίστανται τῶν χειρίστων, καὶ τὸ πάνδεινον ὅτι καὶ τοῖς πράττουσιν αὐτὰ συναρέσκονται. δικαίωμα οὖν τοῦ θεοῦ αὐτὸ τοῦτό φησιν ὅτι οἱ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, ἢ τὴν δικαιοσύνην αὐτοῦ ἁπλῶς ἢ τὰς ἐντολὰς ἢ τὸν Μωϋσαϊκὸν νόμον· οὕτως γὰρ τρανῶς ἀποτόμως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας. διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.
Ἐδήλωσε διὰ τοῦ θησαυρίζειν τὰς κατὰ μέρος συναγομένας ἁμαρτίας προσθήκην κολάσεως γίνεσθαι διὰ τῆς τοῦ κριτοῦ μακροθυμίας τοῖς νοσοῦσιν ἀνίατα. οὐ πάθος δὲ θεοῦ κατηγορῶν ὀργίζεσθαί φησι τὸν θεόν, ἀλλὰ τῇ τῶν ἀνθρώπων συνηθείᾳ καταχρώμενος περὶ τῆς τοῦ θεοῦ κρίσεως διαλέγεται, ἥτις ἐπὶ τοῦ παρόντος βίου καλύπτεται καὶ λανθάνει εἰς καιρὸν κρίσεως ταμιευομένον. σοφῶς καὶ τοῦτο τοῦ θεοῦ οἰκονομοῦντος, οὐ κατὰ τὴν τοῦ δικαίου τάξιν, ὅτι οἱ ἀσεβεῖς οὐδὲ εὖ πάσχοντες νῦν ἐπαισθάνονται, οὔτε οἱ δίκαιοι τῶν κατὰ τὸν βίον δεινῶν πειρασθέντες μετέβαλλον τῆς εὐσεβείας τὸν τρόπον, ὅπερ τινὲς ἀγνοοῦντες σκανδαλίζονται λέγοντες ἀπρονόητα τὰ πάντα, οἰόμενοι μὴ ἐφορᾶν τὰ ἐν ἀνθρώποις τὸν θεόν.
He does not mention such indecency simply, but because he heard that in Rome there is also a male brothel.
He calls "righteousness of God" his just retribution, which he renders to each according to merit. He says this, then: even if humans from their natural understanding know that those who transgress are to be punished by God, nevertheless they do not desist from the worst deeds, and the most terrible thing is that they even take pleasure in those who do them. "Righteousness of God," then, he says is this very thing: that those who do such things are worthy of death, or his justice simply, or the commandments, or the Mosaic law; for thus it clearly and sternly decrees, judging those who do such things as worthy of death. Therefore you are without excuse, O man, every one who judges; for in that wherein you judge the other, you condemn yourself; for you do the same things, you who judge.
He made clear through "treasuring up" that sins gathered one by one become an addition of punishment through the forbearance of the judge toward those who are incurably sick. He does not accuse God of passion in saying that God is angry, but uses human custom in speaking about God's judgment, which in the present life is concealed and hidden, being stored up for the time of judgment. God wisely arranges this too, not according to the order of justice, because the impious, even when they fare well now, do not perceive it, nor do the just, having experienced the terrors of life, change their manner of piety, which some, being ignorant of this, are scandalized and say that everything is without providence, thinking that God does not oversee human affairs.
ὅτε δὲ ἐν τῇ τῆς ἀποδόσεως ἡ προθεσμία, τότε καὶ ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ’ ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξεν ὅτι νῦν οὔτε κολάσεως οὔτε ὀργῆς οὔτε δικαιοκρισίας θεοῦ καιρός.
Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον· ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα μέν, νικώμενον δέ· τὸ δὲ κατεργάζεσθαι τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστὶ τοῦ κακοῦ.
Ἐπὶ μὲν τοῦ κακοῦ τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων, ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ θεοῦ τὸ ἀγαθὸν δειχθῇ· καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους ἀλλὰ τοὺς κατεργαζομένους, καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν.
Καλῶς δὲ ἐνταῦθα Ἰουδαῖον πρῶτόν φησι, δεύτερον δὲ Ἕλληνα· οἱ γὰρ πλησιέστεροι τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀξιοῦνται.
But when the time of retribution arrives, then the light of God's righteous judgment is both revealed and shines forth, each person receiving what is according to his merit for the life he has lived. Therefore, he taught that the day of wrath is an image, and that now is not the time for punishment, nor for wrath, nor for God's righteous judgment.
Just as the result of faction is unforgivable, so also is the result of one who works at something beyond the one who simply works; for it is possible to work while wrestling but being defeated; but "working at" belongs to the diligent practice of evil.
In the case of evil, he defined condemnation not simply, but for those who work at it; in the case of good, he defined glory not only for those who work at it, so that through both the goodness of God might be shown: that he condemns not simply those who work but those who work at it, and that he honors those who simply work at the good.
He rightly says here "Jew" first, and "Greek" second; for those who are nearer to the master are deemed worthy of both reproaches and honors beyond the others.
Τί οὖν κατέχομεν περισσόν; προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς. ἐλλειπῶς εἴρηται· τῷ γὰρ τί οὖν κατέχομεν περισσόν ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην, ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει· δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. τί οὖν κατέχομεν περισσὸν ἡμεῖς; τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας. πῶς δὲ προῃτιάσατο; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν, ἐν οἷς ἔφη· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν· Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον – δι’ ὧν φησιν· ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; – δείξας καὶ ὅτι παρ’ οἷς μὲν ἡ φύσις ἠσθένησε, παρ’ οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ εὐαγγελίου χάριν εἰσάγει καί φησιν· τί καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον; τὴν πίστιν, τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν.
What then do we hold as something extra? For we have already accused both Jews and Greeks, and so forth. It is expressed deficiently; for after "what then do we hold as something extra," it was fitting to add the righteousness that comes from faith, which he says later in what follows: the righteousness of God through faith in Jesus Christ. What then do we hold as something extra, we? The righteousness that comes from faith; for we have already accused both Jews and Greeks. And how did he accuse them? In that he refuted the Greeks for corrupting natural knowledge, in the words where he said: "for God revealed to them." For his invisible things are perceived from the creation of the world through his works and are seen, and because, having known God, they did not glorify or thank him as God; and the Jews for transgressing the law—through the words: "you who boast in the law, do you not dishonor God through the transgression of the law?"—having shown that in some nature was weakened, and in others both nature and law, he accordingly introduces the grace from the gospel and says: what extra and exceptional thing do we have from grace? Faith, which is productive of righteousness through Jesus Christ.
Οὐδαμοῦ δέ φησιν ὅτι πάντες ἠσέβησαν, ἀλλ’ ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν, οὐ τὸ τῆς ἀσεβείας. ὁ δὲ ὑστερούμενος, ἔχων τι τὸ ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον, ὑστέρει δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις.
Ἠνέσχετο γὰρ ὁ θεός, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ἐπεξεληλύθει, πάντως ἂν ἀνεῖλεν· εἰ δὲ ἀνῄρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐκ ἀπαλλάξαι μόνον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν θεὸν λέγομεν ἤτοι ἀνταποδιδόντα ἢ τὴν δικαιοσύνην χαριζόμενον. ᾧ οὖν ἐγὼ δικαιοῦμαι, θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος.
Ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας, ὥστε σημεῖον εἷναι πίστεως καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος· ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης τοῦ Ἀβραάμ.
Nowhere does he say that all were impious, but that they sinned—the commonality of sin, not of impiety. The one who is deficient, having something that falls short, seeks what is lacking. The Jews had the law, but they lacked the perfection of grace.
For God held back, in order to display his own justice. For if he had proceeded against them, he would have utterly destroyed them; but if he had destroyed them, there would have been no one saved. Since he held back even as sins were being added, he showed that he intended not only to deliver from sins, but also to justify what he had previously endured. Therefore, by permitting them to sin, he granted wholesale forgiveness. We call God just either as one who repays or as one who bestows righteousness. That by which I am justified is the righteousness of God, since it is not from my own works but from the grace of the one who justifies.
Circumcision was given for these three reasons: to be a sign of faith, an indicator of the Abrahamic lineage, and a symbol and enigma of a pure and temperate way of life. Thus it was not given as productive of righteousness, but as a seal and sign of the righteousness of Abraham that came from faith.
Κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαί φησιν, ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, τὸν σύμπαντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα, καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια.
Κατέναντι οὗ ἐπίστευσεν· ἀντὶ τοῦ ἐνώπιον προσώπου οὗ ἐπίστευσε θεοῦ.
Παρ’ ἐλπίδα τῆς οἰκείας φύσεως, ἐπ’ ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως. τὸ δὲ οὕτως ἔσται τὸ σπέρμα σου οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι.
Εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς καὶ πόνῳ κατορθουμένην τὴν πίστιν. πῶς δὲ ἐνεδυναμώθη; δοὺς δόξαν, φησί, τῷ θεῷ, τοῦτ’ ἔστιν οὐ περιεργασάμενος πῶς ἐγχωρεῖ τοῦτο γενέσθαι, ἀλλ’ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο.
Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς – οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου οὐδὲ ἐδικαιοπράγησαν πάντες οἱ ἐν τῇ χάριτι· πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί –, ἐπὶ δὲ τοῦ σωματικοῦ θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες.
He says that the righteous will be heirs of the world, because when the impious are removed from the midst and handed over to punishment on the day of judgment, the righteous will have the entire remaining world renewed, and the heavenly goods and the earthly goods will be theirs.
"Before whom he believed": instead of "in the presence of the face of God whom he believed."
"Contrary to the hope of his own nature, in hope of the power of the one who promised." And "thus will your seed be" not only in number but also in splendor.
Having said "he was strengthened," he shows that faith is accomplished with much labor and strength of soul and toil. And how was he strengthened? By giving glory, he says, to God—that is, by not busying himself with how this could happen, but by immediately believing and blessing God as a benefactor, as if he had already given what he promised.
Do you see how he distinguishes here as well: in the case of sin and righteousness he places "many"—for not all before the law sinned, nor did all in grace act righteously; for many are called, but few are chosen—whereas in the case of bodily death and bodily resurrection, it is "all" and "all.
Ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.
Τὸ ἐν καινότητι ζῆν ἐστι τὸ καινῆς τινος καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννησις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγγέλλεται.
Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες σῶμα ἔχουσιν ἁμαρτίας, προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν
νέον, τὸν κύριον ἡμῶν Ἰησοῦν, σῶμα δικαιοσύνης, ἐπειδὴ καὶ μέλη τοῦ κυρίου εἰσίν. οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ λόγου, ὁ πονηρὸς ἐκβέβληται καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι· ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς.
Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν, διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασιν. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν οὐκ ἦν τοῦ σκοποῦ τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε. λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν – κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία, – ἀλλ’ οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται Μωϋσῆς, ἐπειδὴ ἐβάρει ὁ νόμος, καὶ ὃ μὲν ἐβούλετο οὐ κατώρθου, ὃ δὲ μὴ ἤθελεν προεξένει.
Since we who are baptized confess that we have died to the world and renounce sin and the devil.
To live in newness is to begin some new and fresh life, having laid aside the old life in sins; for regeneration promises a polity of some new and fresh life.
Those who live according to the old man have a body of sin, lying exposed to the devil for his plots; but those who live according to the new man, our Lord Jesus, have a body of righteousness, since they are also members of the Lord. Therefore, when the devil incites men to sin, but is defeated through Christ and the flesh of the Word is nailed to the cross, the evil one has been cast out, and now those who wish are set free; for he who has died according to the word of baptism has died to the world and has been justified and released from punishment, having been freed from sin.
The law that commanded not to sin did not provide for erring, but through allowing indulgence to the passions. Therefore, providing an occasion for the passions was not the purpose of the law, but what happened was part of the economy that was to be given at that time. I mean that eating and drinking were activated in our members—for desire is stirred even in those who fast—but it is not activated so as to bear fruit for death. Thus Moses is written as a ministry of death, since the law weighed heavily, and what it wished it did not accomplish, but what it did not wish it procured.
Οὐ κακός, φησίν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ γνωρίσαι μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ παρέσχεν. τοῦτο δὲ διὰ τί, φησίν. δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. οὕτως, φησίν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγορευόντων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα ἀρξαμένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν ἐξαφθεῖσαν δ’ ἐπὶ πλέον καὶ τὸ σβεστικὸν ὕδωρ πλέον ἅπτει, οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην ὁ νόμος ἤλεγξεν, σβέσαι δὲ οὐκ ἴσχυσεν.
Ὅτι μηδὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἁμαρτηκότα, ὁ δὲ νόμος δοθεὶς καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ. τοῦτο δὲ οὐ τοῦ νόμου κατηγορία, ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος. ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρά, οὕτω καὶ φυλαττομένου τοῦ νόμου ἡ ἁμαρτία νεκρά.
Νόμον μὲν τὸν Μωϋσαϊκὸν λέγει, ἐντολὴν δὲ τὴν ἐν τῷ παραδείσῳ τῷ Ἀδὰμ δεδομένην, ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν, δικαίαν δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενέγκουσαν, ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν.
The law is not evil, he says, nor is it sin, but it was able to make sin known, yet unable to cause it to desist, and it provided an occasion for its increase. And why is this, he says? By showing the magnitude of sin, so that it might also demonstrate the surpassing power of grace. Thus, he says, sin was so strong that it prevailed and grew stronger through the very things that forbade it; just as a flame that has just begun is extinguished by the slightest thing, but when it has been kindled further, even water that extinguishes ignites it more, so sin, having taken hold of the whole world and devoured all, the law exposed, but was unable to quench.
That it cannot even condemn one who has sinned in ignorance, but the law, given and having shown sin, gave power to sin. This is not an accusation against the law, but a reproach of the negligence of those who do not keep it. And just as without law sin is dead, so also when the law is kept, sin is dead.
By law he means the Mosaic law, and by commandment that given to Adam in paradise, holy as having taught what is necessary, just as having rightly brought judgment upon the transgressors, and good as preparing life for those who keep it.
Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας τοῦ θανάτου· θέλει γὰρ τὸ σῶμα ἑαυτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου οὐδὲ σῶμα ἁμαρτίας.
Πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης.
Ἔνιοι δὲ πνεῦμα δουλείας τοῦ πονηροῦ φασιν, ἀλλ’ οὐκ ἔστιν· τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει καὶ δούλους τοὺς ὑπὸ νόμον· διὸ ὡς τιμωρούμενοι, εἰ ἔπταισαν, ἐφοβοῦντο, ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ’ ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων ἀξίαν.
Having then observed in his mind the war waged through the body against the soul and through it the man being taken captive, he seeks a refuge of salvation and looks around for the one who delivers, so that he may transform the body of death itself into a body of life. Then, as the deliverer is found and is ready for the grace of salvation, he sends up the fitting thanksgiving to God through Jesus Christ, through whom also his rescue from the enemy came to him. He does not say simply nor does he pray to be delivered from the body, but from the death that has seized the body through the sin of death; for he wishes his body to be a body of life, not a body of death nor a body of sin.
He called the gifts of the new covenant the Spirit of Christ.
Some say it is the spirit of slavery of the evil one, but it is not; for here he calls the law the spirit of slavery and those under the law slaves; therefore, as if being punished, if they erred, they feared, which is a sign of slavery. But to be permitted to call God father through the purity of life promises hopes of adoption; and it is the same spirit that has worked in both peoples, that of slavery and of adoption, according to what is beneficial and fitting in accordance with the worth of each.
Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται ἀπὸ τοῦ τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον.
Ἢ τῆς εἰκόνος τοῦ υἱοῦ, ἀντὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ ὁ υἱὸς τοῦ πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ πνεῦμα τοῦ υἱοῦ. ὅσοι οὖν πνεύματος ἁγίου ἀξιωθέντες πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοί εἰσι τοῦ πνεύματος, ὅ ἐστιν εἰκὼν τοῦ υἱοῦ.
Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην ἣν ἔχει περὶ ἡμᾶς· οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ πρεσβεύει τὸν πατέρα ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν πατέρα λέγων, θέλω ἵνα ὅπου ἐγώ εἰμι καὶ αὐτοὶ ὦσιν· πρὶν τούτου ἐντυγχάνει ὁ σωτήρ. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ πατὴρ βούλεται καὶ ὁ υἱός. τί οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος, διδάσκων ὡς, εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις· διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται· οὐκ ἄτοπον γὰρ τὸν μὲν υἱὸν αἰτεῖν, τὸν δὲ πατέρα χαρίζεσθαι, ὅπως ἂν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἢ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ πατρὸς τὴν γνώμην φθάνειν τὸν υἱὸν τοῦ πατρὸς τὴν δωρεάν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν;
Watchfulness, moreover, is the intense scrutiny of things hoped for, so called from the one who expects perhaps both to bow his head and to strain his eyes, as about to see at once the thing expected.
Or, of the image of the Son, in place of the Holy Spirit; for just as the Son is the unvarying image of the Father, so too the Spirit is of the Son. Therefore as many as have been deemed worthy of the Holy Spirit and live spiritually, these are conformed to the Spirit, which is the image of the Son.
Through these things he shows the measureless love of Christ which he has for us; for he was not content to die for us, but also intercedes with the Father for us. And it is clear that he intercedes for these very things which he also did when he was with men in the flesh; for he was asking the Father, saying, I desire that where I am, they also may be. Before this the Savior intercedes. Nor does he, as if ignorant, teach the Father our affairs when he intercedes, nor as if unwilling; for what the Father wills, the Son also wills. What then does the embassy and the intercession will? The word forestalls the future impiety of Sabellius, teaching that, even if the essence of the Trinity is one, yet the hypostasis is not one; for through the petition one is shown to be the asker and another the one asked; for it is not out of place that the Son asks and the Father grants, so that the fitting order may be preserved in both persons. Or was it not out of place that the Son, knowing the Father's mind, should anticipate the Father's gift, and, snatching it, give the grace?
οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ πατρός, ἵνα δι’ ὅλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ πατρὸς καὶ υἱοῦ ἀσύγχυτον τάξιν· ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος.
Λαμπρῶς δείξας τὴν τοῦ θεοῦ περὶ ἡμᾶς διάθεσιν καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας, ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ.
Τινὲς νομίζουσι λύσιν εἶναι τοῦτο, μάλιστα Ἀστέριος ὁ Καππαδόκης οὕτω νοῶν· σὺ ὁ ἀντιλέγων μοι, πῶς ἀντιλέγεις; οὐχὶ ἀπ’ ἐξουσίας τῆς κατὰ τὴν γνώμην; οὐχὶ ἀνταποκρίνῃ τῷ θεῷ, δεῖξαι θέλων ὅτι οὐκ ἀναγκάζει θεὸς καὶ δικαίους ποιεῖ; μένει γὰρ ἡ ἐξουσία τοῖς ἀνθρώποις. οὐκ ἔχει δὲ λόγον ἡ τοιάδε διάνοια, ἐπάγει γάρ· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; τοῦτο δὲ οὐκ ἔστι δεικνύντος ὅτι ἐν ἐξουσίᾳ ἐσμέν, ἀλλὰ καὶ τὸ ἐναντίον. τίς οὖν ἡ ἔννοια; ἐκ περιουσίας εἴρηται τοῦτο, οὐχὶ λύσις τέθειται. τί δέ ἐστι τὸ ἐκ περιουσίας; ἀλλὰ μάλιστα μὲν σὺ τίς εἶ; θῶμεν γὰρ μηδὲ ἔχειν ἡμᾶς γνώμην, μηδὲ εἶναι αὐτεξουσίους, ἐξουσίαν οὐκ εἶχεν ὁ θεὸς ὡς ἤθελεν; ἀλλὰ κεραμεὺς μὲν πλάττει τὰ μὲν εἰς τιμὴν τὰ δὲ εἰς ἀτιμίαν, ὁ δὲ θεὸς οὐκ ἔχει τὴν ἐξουσίαν ἣν ἔχει ὁ κεραμεύς, ὥστε τιμᾶν οὓς θέλει καὶ κολάζειν οὓς βούλεται; τοῦτο ἐκ περιουσίας εἰπὼν λοιπὸν ποιεῖται τὴν λύσιν.
Thus, all things were created through the Son, but by the will of the Father, so that throughout the whole the consistency and propriety concerning both persons may be preserved. Therefore, the Word teaches us the distinct order of the Father and the Son; and if you also consider Christ in the flesh as the one asking, the Word will appear to you much more easily comprehensible.
Having brilliantly shown God's disposition toward us and the love of his Son, he accordingly teaches what sort of persons the grateful ought to be toward their benefactor, so that not even the most terrible things can separate us from Christ.
Some think this is a solution, especially Asterius the Cappadocian, who understands it thus: You who contradict me, how do you contradict? Is it not from the authority of your own opinion? Do you not answer God, wishing to show that God does not compel and make people righteous? For authority remains with humans. But this line of thought has no logic, for he adds: Let the creation not say to the creator, why did you make me this way? This is not the statement of one showing that we are in authority, but rather the opposite. What then is the meaning? This is said from abundance, not as a solution. What is "from abundance"? But above all, who are you? For suppose we have no opinion, nor are we self-determined; did God not have the authority to do as he wished? But a potter molds some for honor and some for dishonor, and does not God have the authority that the potter has, so as to honor whom he wishes and punish whom he desires? Having said this from abundance, he then provides the solution.
Ἔνδειξιν ὀργῆς λέγει, ἣν μακροθυμῶν τοῖς ἀνθρώποις διὰ τοῦ αὐτεξουσίου συγχωρεῖ πράττειν ἃ βούλονται· σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν λέγει τοὺς ἀνθρώπους τοὺς ὑπὸ τὸν ὅρον τοῦ θανάτου ὄντας.
Τινές γε μὴν ἕτεροι εἰς τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς, τὸ τί οἶδας; ἀπέδωκαν, ἔξωθεν ἐλλειπῶς νοούμενον. καὶ τὸ ἐν πολλῇ μακροθυμίᾳ ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν ἐπήνεγκε τὴν ὀργήν.
Οὐχ ὡς μέρος νόμου Χριστός, ἀλλ’ ὡς ἑτέρας ζωῆς ἀρχή. τέλος οὖν νόμου εἴρηται, ὡς τέλος γεγονὼς τοῦ νόμου, τοῦτ’ ἔστι παύσας αὐτόν. διὰ δύο οὖν τέλος νόμου, ὅτι τε ἐχρήσατο αὐτῷ καὶ ὅτι ἔπαυσεν αὐτόν. τὸ δὲ παντὶ τῷ πιστεύοντι, ἀντὶ τοῦ οὐ μόνον Ἰουδαίῳ ἀλλὰ καὶ Ἕλληνι, οὐκ, ἐπειδὴ τέλος νόμου ἤδη μόνῳ Ἰουδαίῳ.
Καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς παρέστησεν ὅτι μία μὲν φύσις πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ καλεῖ τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ ὃν ῥίζαν ὀνομάζει· τὸν δὲ ἐγκεντρισμόν φησι παρέχειν ζωήν.
He speaks of a display of wrath, which, being patient with people, he permits them through free will to do what they wish; and he calls vessels of wrath fitted for destruction the people who are under the sentence of death.
Some others, however, for the phrase "if God, being willing, to display wrath" and so forth, supplied "what do you know?" understood deficiently from outside. And he brought forth the wrath "in great patience" instead of "after great patience."
Christ is not as a part of the law, but as the beginning of another life. Therefore, he is called the end of the law, as having become the end of the law, that is, having stopped it. So the law has an end for two reasons: because he used it and because he stopped it. And "to every believer" means not only to a Jew but also to a Greek, not because the end of the law was already for a Jew alone.
Having mentioned the cultivated olive and the wild olive, he showed that there is one nature of all, just as of the olive, but not one choice, as in the case of the wild and the cultivated; calling "wild" that which is alienated and useless to the master, and "cultivated" that which is fruitful. And he calls "grafting" the being grafted into the faith of Abraham, whom he names the root; and he says the grafting provides life.
Πλὴν ἐλλειπῶς εἴρηται, διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ θεοῦ ἐλέγχονται εἶναι οἱ Ἰουδαῖοι, ἐπειδὴ ὑμεῖς μὲν οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε, οἱ δὲ ὀφείλοντες πρὸ πάντων πιστεῦσαι ἐπωρώθησαν τὴν καρδίαν καὶ κατὰ μὲν τοῦτον τὸν λόγον ἐχθροί εἰσι τοῦ θεοῦ, ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας, ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν, καὶ ἀγαπητοὺς ἡγήσεται πιστεύσαντας καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι.
Ἡ παροῦσα τοῦ κόσμου κατάστασις εἰς τρυφὰς καὶ ἡδονὰς προτρέπεται τὸν ἄνθρωπον, ὅπερ ἐάν τις ἀρνήσηται σχῆμα, καὶ εἰς παρηλλαγμένην ἑαυτὸν καὶ ξένην πολιτείαν μεταστήσει. ὡς καινὸς ἄνθρωπος γεγονὼς ἐξ ἄλλου εἰς ἄλλον μεταμορφοῦται.
Προειρηκὼς ὅτι ὁ θεὸς μετρεῖ τὸ μέτρον τῆς πίστεως, τῷ ἑπομένῳ ὑποδείγματι καὶ ἀπολογεῖται ὑπὲρ τοῦ διδόντος καὶ μὴ λυπεῖσθαι πείθει, εἴ τις ἔλαττον ἔχοι τὸ χάρισμα. οἷον γὰρ ἂν ἦεν σώματι εὐτελὲς μέρος, χρήσιμόν ἐστι παντί, καὶ τὸ μέγα καὶ τὸ μικρὸν εἰς ἓν ἀπαρτίζεται σῶμα· ἐπαγωγὴ γάρ ἐστι τοῦ πρὸ τούτου ὅτι ἀλλήλων ἐσμὲν μέλη. τὸ ἔχοντες χαρίσματα διάφορα ἀντὶ τοῦ ἔχοντος μέντοι χαρίσματα διάφορα. ὁ μεταδιδοὺς ἐν ἁπλότητι, τοῦτ’ ἔστιν ὅ φησιν ὁ κύριος· παντὶ τῷ αἰτοῦντί σε δίδου, μὴ ζητῶν εἴτε καλὸν εἴτε κακὸν καὶ τίνι δίδως, ἐπεὶ ἡ ἀκρίβεια αὕτη πολλάκις οἷς χρὴ δοθῆναι κωλύει ἡμᾶς διδόναι, τῆς ὑποψίας ἐν ἡμῖν σφαλλομένης πολλάκις.
However, it is said defectively, which is why it is also asyndetic. Thus he means that, from the comparison with you, the Jews are proven to be enemies of God, since you who are from the Gentiles believed, while those who ought to have believed before all were hardened in heart; and according to this reasoning they are enemies of God, but beloved on account of the fathers, for whose honor he will show benevolence toward their descendants, and he will consider them beloved when they have believed and exhibited a conduct capable of saving.
The present state of the world urges man toward luxuries and pleasures; if someone denies this condition and transfers himself to a different and foreign way of life, he is transformed as a new man from one state to another.
Having said beforehand that God measures the measure of faith, with the following example he also defends the giver and persuades not to be grieved if someone has a lesser gift. For just as a humble part of the body is useful to the whole, so both the great and the small are fitted together into one body; for this is a consequence of the preceding statement that we are members of one another. The phrase "having different gifts" stands for "having, indeed, different gifts." The one who gives in simplicity—this is what the Lord says: give to everyone who asks you, without inquiring whether it is good or bad and to whom you give, since this very precision often prevents us from giving to those to whom it is necessary to give, because our suspicion frequently errs.
Ἄξιον τοῖς βασιλεῦσιν ὑποτάσσεσθαι προσκαρτεροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως τοῦ θεοῦ, εἰ μήπου ὑπόθεσίς ἐστι διωγμῶν ἐν μέσῳ· περὶ γὰρ τοῦ διὰ τὴν πίστιν ὑπομένειν πάντα προλαβὼν ἐδίδαξεν εἰπών· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς. ὁ γὰρ μήτε ἀγγέλοις μήτε ἀρχαῖς ὑποτάσσεσθαι πρὸς παρανομίαν συγχωρῶν, πῶς ἐν ταῖς ἀνθρωπίναις ἐξουσίαις ὑπακούειν παραινοίη βιαζομέναις ἀποστῆσαι θεοῦ. ἀλλ’ ἴσως ἂν εἴποι τις· εἰ ὑπὸ θεοῦ βασιλεῖαι καθίστανται, πῶς ἐνίοτε καὶ κατὰ θεοσεβῶν στρατεύονται; πρὸς οὓς ῥητέον ὅτι, εἰ καὶ βαρυτάτη δοκεῖ τοῖς πολλοῖς ἡ τῶν διωγμῶν ὑπόθεσις, ἀλλ’ ὅσον αὐτοῖς τὸ χρήσιμον διαλογιστέον· οὐ γὰρ ἁπλῶς τὰ τοιαῦτα συγχωρεῖ ὁ θεός, ἀλλ’ ἵνα καὶ τῶν δικαίων ἀρεταὶ λάμψωσι καὶ τῶν κρατούντων κακίαι δειχθῶσιν. τὸ δὲ μέγιστον, τότε καὶ οἱ ὑποκρινόμενοι τῆς εὐσεβείας τὸ σχῆμα δυσσεβεῖς ὄντες ἐλέγχονται, καὶ οἱ γνήσιοι τῆς εὐσεβείας ἐρασταί, ὥσπερ ὕλην εὑρόντες εὐδοκιμήσεως τὸν τῶν διωγμῶν καιρόν, δείξουσι τῆς ἐναρέτου ἀθλήσεως τὸν καρπόν. οὕτω γοῦν καὶ πρὸς τὸν Ἰὼβ ὁ θεὸς ἔφη· οἴει γάρ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος.
It is proper to be subject to emperors who persevere in the service of God's will, unless there is a situation of persecutions in the midst; for concerning enduring everything for the sake of faith, he taught beforehand, saying: Who will separate us from the love of Christ? and so forth. For he who does not allow submission to angels or authorities for the sake of lawlessness, how would he advise obedience to human authorities when they compel to apostatize from God? But perhaps someone might say: If kingdoms are established by God, how do they sometimes even march against the pious? To these it must be said that, even if the matter of persecutions seems very grievous to many, one must consider their usefulness; for God does not permit such things simply, but so that both the virtues of the righteous may shine and the vices of the rulers may be revealed. And most importantly, then both those who pretend the form of piety, being impious, are exposed, and the genuine lovers of piety, as if finding material for distinction in the time of persecutions, will show the fruit of virtuous struggle. Thus, for example, God also said to Job: Do you think I have dealt with you otherwise, than that you might appear righteous?
Τοιαύτη τοίνυν οὖσα τις ἡ ἀγάπη, εἰκότως πολλὰ φέρει ἐν ἑαυτῇ τὰ πλεονεκτήματα· ὁ γὰρ ἀγαπῶν οὐ μοιχεύει, οὐ φονεύει, οὐχ ἕτερόν τι τῶν ἀπηγορευμένων ποιεῖ, ὥστε ὁ ἔχων ἀγάπην οὕτως ἀθρόως διὰ τῆς ἀγάπης τὸν νόμον ἐπλήρωσεν.
Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον, εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα. νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ’ ἔστι νῦν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, ἀλλὰ νῦν ἀκριβῶς ἔγνωμεν.
Ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον;
Δι’ αὐτοῦ, τοῦτ’ ἔστι τοῦ θεοῦ.
Οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν.
Such then is love, and fittingly it bears within itself many advantages: for the one who loves does not commit adultery, does not murder, does not do any other of the forbidden things, so that the one who possesses love has thus completely fulfilled the law through love.
Fulfill, he says, the work of love, knowing that the time presses urgently and demands virtue. Now salvation is nearer to us than when we first believed, that is, now that we have come to know the more beneficial of works, yet it has become easier to be saved than when we were still being catechized in the word of faith; for we did not have precise understanding of what must be done at the same time as we believed in Christ, but now we have come to know precisely.
The servant of Christ whom Christ has taken to himself is a stranger to the law. Who then are you, judging from the law one who is a stranger to the law?
Through him, that is, through God.
Not as one deprecating the fellowship of the other apostles, but as judging it grasping and unjust to snatch away the glory of others' works.
Τοῦτ’ ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ’ ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.
Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ’ ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι καὶ τὸ ἀποστόλους εἶναι.
Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει.
Τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν, μίαν ἐκκλησίαν καὶ θεοῦ τούτους ἀποκαλῶν· προτίθησι δὲ ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι.
Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ Ἰησοῦ, ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου ἢ ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει, καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν μερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. οὐκ ἄνθρωπός σε, φησίν, ἡγίασεν, ἀλλ’ ὁ θεὸς ἐν Χριστῷ.
Εἰ γὰρ ἄνθρωπον, φησίν, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ· εἰ δὲ Ἰησοῦν Χριστόν, ἀπὸ τούτου ὀνομάζον ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις· οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν ἐπικαλοῦσι, καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε ἀσεβῆ καινότητα ἐπεισάγοντες. καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ τοῖς ἐπικαλουμένοις, θεὸν δεικνὺς τὸν υἱὸν τοῦ θεοῦ· θεὸν γάρ τις ἐπικαλεῖται. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστιν, μιμεῖσθε τοὺς πολλούς, ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε παρὰ τοὺς ἄλλους.
This is to use prudence so as not to be wronged by others, and integrity so as not to plot against others.
He did not set this forth simply, but in order to show that it is the will of God that all be named from Christ and that there be apostles.
He joins himself to the Corinthians as to those known to him, and he suppresses the pride of those who are puffed up over their words.
He unites the division that had been badly made, calling them one church and of God; and he sets forth "in Christ Jesus," not "in so-and-so and so-and-so."
One must observe how in few words he often mentions Christ Jesus, teaching from the very beginning that it is fitting to be named from no other than from our Lord Jesus Christ, and healing the wound from the divisions of different appellations by the constant remembrance of Jesus Christ. "To those sanctified in Christ Jesus." It is not a human being, he says, who sanctified you, but God in Christ.
For if one invokes a human being, he says, one is named from that one; but if one invokes Jesus Christ, one is named from the one whom one invokes. And rightly "with all who invoke"; for not you alone, but all believers everywhere invoke Christ, and are named from him, not from human beings. Do not, then, alone introduce an impious novelty. And he did not say "with all who call the name," but "with those who invoke," showing that the Son of God is God; for one invokes a god. "In every place, both theirs and ours." If every place is one that invokes Jesus Christ, imitate the many, and do not alone do something foreign to the others.
τὸ δὲ αὐτῶν τε καὶ ἡμῶν τῷ κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ καὶ ἡμεῖς οἱ γράφοντες καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Χριστὸν ἔχομεν Ἰησοῦν.
Παρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε, ἀπὸ τούτου ὀμομάζεσθε· αἱ γὰρ τούτων θέσεις παραλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἀπο […] εισιν εἰς τὸ ζητούμενον.
Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου, φησίν, ὀνομάζεσθαι προσήκει.
Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ παρ’ αὐτοῦ πλοῦτος, εἰ παρ’ αὐτοῦ γνῶσις, διὰ τί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτοῖς ἐπιτίθετε, τοῦ δὲ ὡς βαπτίσαντος, τοῦ δὲ ὡς προϊσταμένου, ἑτέρου ὡς παρέχοντος; διόπερ προϊών φησιν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Ἐν παντὶ λόγῳ. ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων, διὰ τοῦτό φησιν· ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἐπειδὴ καὶ τῆς γνώσεως διαφοραὶ πολλαί, καὶ πάσῃ γνώσει. Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν κτωμένοις· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.
The phrase "both of them and of us" is joined to the Lord, meaning that both we who write and you who enjoy the writings have one Christ, Jesus.
From whom you have grace and peace, from him you are named; for the positions of these things, being taken up even before the construction and the training of contests, lead to the matter in question.
And this is no less important for the correction of the matters at hand; for if grace is from our Lord Jesus Christ and not from men, it is fitting, he says, to be named from him.
He persists in the same point. For if wealth is from him, if knowledge is from him, why do you apply to yourselves the name of one as teacher, of another as baptizer, of another as patron, of another as provider? Therefore, proceeding, he says: For what do you have that you did not receive, and if you did receive, why do you boast as if you had not received? In every word. Since there is a word of wisdom and a word of knowledge and many words of gifts, for this reason he says: in every word and in every knowledge. Since there are also many differences of knowledge, and in every knowledge. It was written to Greeks who did not accept both the Old and the New together and who acquired knowledge from both sides; just as the testimony of Christ was confirmed among you.
Οἱ δεόμενοι βεβαιώσεως, ἀτελεῖς ἤδη. τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως, εὐχαριστῶν μὲν ἐφ’ οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ’ οἷς οὐκ ἐπλήρωσαν. Πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητε. ἐπειδὴ εἶπεν· ὁ θεὸς βεβαιώσει, ἐπήγαγεν· πιστὸς ὁ θεός – ἀληθὴς γὰρ ὁ θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος – δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ, οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλ’ εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. διὰ τί καταλιπόντες τὸ ὀνομάζεσθαι ἀπὸ τοῦ υἱοῦ οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπ’ ἀνθρώπων ὀνομάζεσθε; πάλιν δὲ τὸ δι’ οὗ ἐπὶ πατρὸς κεῖται, οὐ μόνον ἐπὶ υἱοῦ. καὶ οὐ καθαίρεσις τῷ πατρί, ἐπειδὴ δι’ αὐτοῦ καλούμεθα εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους γέγραπται ὅτι δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἤδη ὁ θεὸς διὰ μὲν τὸ ἐξ οὗ μείζων ἑαυτοῦ, διὰ δὲ τὸ δι’ οὗ ἐλάττων ἑαυτοῦ ὥσπερ οὖν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν υἱὸν ἐλαττοῖ τὸ δι’ οὗ ἐπ’ αὐτῷ λεγόμενον.
Those in need of confirmation are already imperfect. So he showed that they need correction, giving thanks for what they received, but correcting them for what they did not fulfill. Faithful is the God through whom you were called. Since he said, "God will confirm," he added, "Faithful is God"—for God is true, being able to provide these things—through whom you were called into communion with his Son, not into communion with a human, but into communion with his Son. Why, having left off being named from the Son into whose communion you were called, are you named from humans? Again, the phrase "through whom" is applied to the Father, not only to the Son. And this is no diminishment of the Father, since we are called through him into communion with his Son; for it is not written in the letter to the Romans that through him and from him and into him are all things. Already, God, through "from whom" is greater than himself, and through "through whom" is lesser than himself. Just as, then, when these are applied to the same person they do not make that person both lesser and greater than himself, so neither does the phrase "through whom" said of the Son diminish him.
Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ’ ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ’ οὗ προσήκει πάντας καλεῖσθαι. οὐ περὶ δογμάτων δὲ τὸ νῦν λεγόμενον, οὐδὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν καὶ τὰ ἑξῆς δείκνυσιν.
Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ’ ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν ἐμερίσθη Χριστός; ἀλλὰ μὴ ἐμερίσατο Χριστὸς μεθ’ ὑμῶν; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γάρ· μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς.
Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ’ ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι; ἐπεὶ βαπτίζει μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι, φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι. οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· μὴ τῶν βοῶν μέλει τῷ θεῷ; οὐκ ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ Δαυίδ· ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός. λέγει δὲ καὶ Σολομῶν· οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ, πόσῳ δὲ μᾶλλον ὁ θεός;
When he encountered this very contest, so as to persuade them not to be named after men, he recalls from the very beginning of the struggles of the name of Jesus Christ, from whom it is fitting for all to be called. The present statement is not about doctrines, nor does he blame them for this, but concerning what we said before, and the following shows.
Does Christ not have co-heirs, he says, with whom he shared you who are believers? For he did not say, "Was Christ divided?" But rather, "Did Christ not share with you?" And this the sequel shows; for he says: Was Paul crucified for us? Christ died for the salvation of the world, but none of us.
From this he shows that some wished to be named after the one who baptized them. This good thing, which the Savior also commanded and brings salvation, became a burden to me, he says, if you were to be called after me, the one who baptized you. How then shall we understand the statement, "Christ did not send me to baptize but to evangelize"? For even one who is not an apostle may baptize, but the dignity of the apostolate belonged to few, and without the gospel being proclaimed, it was not possible to be baptized, he says: I was sent to evangelize; for this is the primary thing, not baptizing. Therefore, what is missing here is "I was not sent primarily to baptize." So also elsewhere when he says: Does God not care for oxen? Not because he does not care; for indeed in the law Moses speaks about oxen, truly concerning those that serve farmers. And David also says: Lord, you will save men and beasts, as you have multiplied your mercy, O God. And Solomon says: The righteous man has pity on the souls of his beasts, how much more so does God?
ἀλλ’ ὅ φησιν, τί ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ’ ἔλλειψιν ὡς καὶ τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν.
Μεταβαίνων ἐφ’ ἕτερον ἔγκλημα καὶ ἐπ’ ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, τὸ δὲ οὐκ ἐν σοφίᾳ λόγον ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται.
Ὁ λόγος ὁ τοῦ σταυροῦ. οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. Τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ἐπειδὴ τὸ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἰς τὸν θεοῦ λόγον λαμβάνειν τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι δύναμιν θεοῦ λέγει τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. εἰ καὶ ἀξιόπιστος καθ’ ἑαυτὸν διδάσκων ὁ ἀπόστολος – Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα – ἀλλ’ οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, λοιπὸν ὡς ἐφ’ ὡμολογημένοις ἐπεξέρχεται λέγων· ποῦ σοφός; ποῦ γραμματεύς; σοφὸς Ἑλλήνων, γραμματεὺς δὲ τῶν Ἰουδαίων.
But what does he say? That God is not primarily concerned with the cattle. And here, by ellipsis, as also with "Christ did not send me to baptize."
Passing to another charge and coming to another correction, without entirely setting aside the first, he has used the second as a preface. For "Christ did not send me to baptize" belonged to the first charge, namely that each of you says, "I am of Paul," "I am of Apollos," while "not in wisdom of speech of another beginning of economy" belongs to the second. He has therefore placed "to preach the gospel" as both the end of the first matter and the beginning of the second. So that the cross of Christ may not be emptied. For if the proclamation is ascribed to human intelligence and education, the power of the cross is not shown.
The word of the cross. He does not mean the utterance or the pronunciation, but the power. For the deed itself appears weak, but the cause, when sought, is shown to be a great mystery. And for us who are being saved, it is the power of God. Since some wish to take "Christ is the power of God and the wisdom of God" as referring to the Word of God, it must be observed from this that he calls the word of the cross the power of God. For it is written: "I will destroy the wisdom of the wise." Even though the apostle is credible in himself when teaching—for he had Christ speaking within him—nevertheless he has also used the testimony of the Old Testament, making the assurance of the disciples stronger. Having used the testimony "I will destroy the wisdom of the wise," he then proceeds as if on agreed grounds, saying: Where is the wise man? Where is the scribe? The wise man of the Greeks, and the scribe of the Jews.
Δύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ’ ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. μέγα ἐστὶν ὃ λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι τὸν θεόν, ἀλλ’ ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι’ ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν.
Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ μόνον σοφίαν τοῖς Ἕλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι, ἀλλ’ οὐδὲ σημεῖα αἰτοῦσι τοῖς Ἰουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύματος θαύματα αἰτοῦσι προσῆκεν ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας – οὐ γὰρ πειράζουσι διδόναι ἀλλὰ πιστῶς αἰτοῦσιν –, ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον καὶ τὰ ἑξῆς. δηλονότι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν κατὰ τὸν τοῦ σταυροῦ λόγον φησίν, ὡς ἀνωτέρω·
He mentions two kinds of wisdom: one is the harmony observed in the creations, and the other is the wisdom according to which human beings, being rational, are intelligent. Since, therefore, he says, through the intelligence present in us we did not know God, nor through the wisdom observed in the creations, God was pleased to save those who believe through the folly of the proclamation. What he says is great, not evident to those who merely skim over it; for he thus shows the power and all-wisdom of God. The magnitude and beauty of the cosmos, he says, being immeasurable and unattainable, did not persuade you to recognize God, but, abandoning the maker, you worshipped those through whom you ought to have recognized their creator. Showing you the excess of his own power, God, whom creation did not persuade but even astounded, through the acknowledged weakness of the cross enlightened the world.
For showing the absurdity of those who have taken confidence in eloquence and think to adorn piety through fine speech, he says that not only must one not answer the Greeks seeking wisdom, but one must not even give signs to the Jews who ask for them. And indeed the signs are of the spirit, while the wisdom of words is of external education. But if it is not fitting to give even the wonders of the spirit to those who ask—for they do not test by giving but ask in faith—then the argument is entirely cast out as plotting against the glory of the cross. We proclaim Christ crucified and so forth. Evidently he means Christ as the power of God and the wisdom of God according to the account of the cross, as above.
ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, ἐπήγαγεν· διότι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ’ ἂν εἴποι τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον; θεὸς λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πατρικῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι κατιόντες οὐρανόθεν, πατριάρχαι καὶ προφῆται, νόμος ὁ διὰ Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν. διὰ τοῦτο θεοῦ δύναμις καὶ θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος.
For the word of the cross is folly to those who are perishing, but to us who are being saved it is the power of God. And the following passages show this more clearly; for after saying, "to the called themselves, both Jews and Greeks, Christ is the power of God and the wisdom of God," he added, "because the foolish thing of God is wiser than humans, and the weak thing of God is stronger than humans." Who would say that the Word of God is called the weak thing of God, and that the foolish thing of God is said concerning the crucified Christ? The Word of God is powerful as the Father, not a power that is a complementary part of the paternal substance, and likewise wise, since what the visible creation or angels or archangels descending from heaven, patriarchs and prophets, the law through Moses, voices brought from the midst of the fire to the people because the will of the ungrateful did not permit, this the folly of the cross accomplished. Therefore Christ crucified is the power of God and the wisdom of God, more effective than the entire economy and more trustworthy than the whole creation. And this is the power of the one who administered and accomplished it, who saved humans from nothing and led them to faith in him.
Ἐπειδὴ Ἰουδαῖοι τοῦ θεοῦ τὸ πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴν Ἕλλησι τῇ λογιότητι κατακοσμεῖν οἰομένοις τὴν εὐσέβειαν ἀποκρίνασθαι δεῖ, εἶτα διδάσκει πῶς δοκεῖ εἶναι μωρία τὸ κήρυγμα· ἐκεῖνοι μὲν γὰρ σημεῖα καὶ σοφίαν ζητοῦσιν, ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον θεοῦ δύναμιν καὶ σοφίαν, καὶ παρὰ τοῦ ἐσταυρωμένου σωτηρίαν τοῖς πιστεύουσιν ἐπαγγελλόμεθα.
Οὐ χρὴ τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ· ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις ὡς μέρος συμπληρωτικὸν τῆς οὐσίας τοῦ πατρός. οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ προφῆται, διὰ τὸ συγχωρεῖν τὸν θεὸν τῇ τῶν ἀγνωμόνων προαιρέσει, τοῦτο ἡ δοκοῦσα τοῦ σταυροῦ μωρία ἴσχυσεν, θεοῦ δύναμις καὶ σοφία Χριστὸς ἐσταυρωμένος κηρύσσεται, ὡς ἰσχυρότερος καὶ ἀνυστικώτερος ὠφθεὶς καὶ τοὺς πιστεύοντας σώσας.
Τὸ κατὰ σάρκα προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς.
Since the Jews test the Spirit of God, but think it is granted to believers, nor indeed must one answer the Greeks who suppose they adorn piety with their cleverness, then he teaches how the proclamation seems to be folly: for they seek signs and wisdom, but we proclaim Christ crucified as the power and wisdom of God, and we promise salvation from the crucified one to those who believe.
One must not say that the Word of God is the weakness of God, but rather the cross of Christ; for the Word is powerful as the Father, not a power as a complementary part of the Father's essence. And likewise the Son is wise as the Father. Since what angels, law, and prophets were not able to accomplish, because God allows the will of the ungrateful, this apparent folly of the cross accomplished, Christ crucified is proclaimed as the power and wisdom of God, having appeared stronger and more effective and having saved those who believe.
He added "according to the flesh" to distinguish it from the spirit, and likewise he gives the following in common.
Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, τοῦτ’ ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ ἐνώπιον αὐτοῦ καὶ οὐκ ἐνώπιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ, ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ ἐνώπιον αὐτοῦ εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι δὲ τὸ ἐνώπιον αὐτοῦ οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ βαπτίζειν καυχᾶσθαι, καὶ ἐφ’ ἑτέροις τισὶν ποιεῖται τὸν λόγον.
Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε. πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν ἀλλαχοῦ· οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· οὐκ ἀνθρώπων σοφία ἔσωσεν – ἐπλανᾶτο γάρ – ἀλλ’ αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν, ἀλλὰ Ἰησοῦς σταυρωθείς. οὐκ ἄνθρωποι ἀπελυτρώσαντο, ὥστε τὸ καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων.
So that no flesh may boast before him, that is, so that they may not ascribe the success of the proclamation to their own advantages. He said "flesh" and not "soul," belittling human boasts. And why "before him" and not "before men"? Because the boast concerning God was opposed by the boast concerning our own advantages; for what they ought to have ascribed to God, they ascribed to men. For this reason he said "before him"; for the boast made before the all-seeing one was impious. And that "before him" is not said with reference to his presence, the whole argument shows; for he addresses those who boast in their words and in baptizing, and makes his speech concerning certain other things.
"But you are from him." All say that this is now spoken with reference to being saved, not with reference to the account of creation, as he says elsewhere: those who were born not from blood nor from the will of flesh but from God. If, then, we are from him, how shall we boast in our own advantages? And "in Christ Jesus," who became for us wisdom and sanctification and redemption; not the wisdom of men saved—for it was in error—but he himself became wisdom for us for the knowledge of God; not the understanding of men snatched away, but Jesus crucified. Men did not redeem, so that the boast should come from the one who saved, not from those who were saved.
Ἐφοβούμην ἀεί, μὴ τῇ ἔξωθεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ. ἐν ἀσθενείᾳ δέ, λέγει, τῇ ἀπὸ τῶν διωγμῶν – τοῦτο γὰρ πανταχοῦ ἔθος αὐτῷ λέγειν – ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην. ἐπεδεικνύμην τὸν φόβον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν, πάντα ἤμην ταπεινός, ἵνα ὑμεῖς τούτῳ διδαχθῆτε καὶ μὴ ἐπαίρησθε.
Ἐπειδὴ εἶπεν· ὁ λόγος μου, ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ παριστάν, τοῦτ’ ἔστι τὴν εὐγλωττίαν, λέγει· καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας, πνεύματος καὶ δυνάμεως. ἐπειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν· ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· τὸ γὰρ λεγόμενον οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει.
Δείκνυσιν ὅτι οὔτε δυναστείᾳ τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν· ἐν ἀσθενείᾳ γὰρ καὶ φόβῳ καὶ τρόμῳ καὶ ἐν τοῖς τοιούτοις ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν.
I always feared that you might be puffed up by external education, and so I did not make use of persuasive wisdom. But in weakness, he says, that from the persecutions—for this is his custom everywhere to say—in weakness and in fear and in trembling, the weakness from which I was persecuted. I displayed the fear and the trembling concerning you, I was altogether humble, so that you might be taught by this and not be puffed up.
Since he said "my speech," lest he seem to present the opposite, that is, eloquence, he says: and my proclamation is not in persuasive words of wisdom, because wisdom is not of words but of divine knowledge, of spirit and power. For since it supplies the word of wisdom, and the Holy Spirit also works wonders, he said: in demonstration of spirit and power; for what is said is not yet a demonstration, but the miracle contains the demonstration.
He shows that he did not proclaim relying on any human power; for he was in weakness and fear and trembling and in such things as being in persecutions and afflictions.
Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ θεοῦ τὴν ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου ἀλλ’ ἐν δυνάμει θεοῦ.
Τοῦτ’ ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ’ ἐν τοῖς κατ’ εὐσέβειαν τελείοις. ἐν τοῖς τελείοις δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους, ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται, ὁ δὲ τοῖς τελείοις καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους λαλεῖ.
Εἰ ἀπεκέκρυπτο, δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν, ἀλλ’ ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι, ἀντὶ τοῦ εἰπεῖν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἄρχοντας δὲ λέγει τοὺς περὶ Πιλάτον καὶ Ἡρῴδην, κύριον δὲ τῆς δόξης τὸν σαρκωθέντα θεόν.
For since by speaking alone he accomplished nothing different from those who use wisdom and are confident in their own argument, but by performing miracles he showed the power of God, and from that the proclamation, he rightly added: "but in demonstration of spirit and power," so that your faith might not be in human wisdom but in the power of God.
That is, not among the eloquent, but among those perfect in piety. And he said "among the perfect," not "to the perfect," because one who speaks to ordinary people often also receives contradiction, but one who introduces the saving word to the perfect and pious speaks as one depositing and storing up the words in their souls.
If it had been hidden, it is clear that it was not for human reasoning to discover it, but truly it was for God to reveal it. And the demonstration of not understanding is equivalent to saying: for if they had known, they would not have crucified the Lord of glory. And by "rulers" he means those around Pilate and Herod, and by "Lord of glory" the incarnate God.
Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται, ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις· Ἡσαΐας γάρ φησιν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; καὶ Μωϋσῆς· τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ. τὸ δὲ κρυπτὸν τοῦ θεοῦ, δηλονότι καὶ ὀφθαλμὸν καὶ καρδίαν ἐλάνθανεν.
Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ’ εἰδέναι δεῖ καὶ πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ’ ἀξίαν πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προαίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν.
Βάθη τοῦ θεοῦ εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας.
Διὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀγνοοῦν ἀλλ’ ὡς ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν πνεῦμα νῦν τὸν πατέρα εἰρῆσθαί φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός; τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ θεοῦ; εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ. χωρὶς δὲ τούτου δι’ ὅλου τοῦ χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται.
This usage is not found in these exact words in the Old Testament, but in other expressions signifying the same thing. For Isaiah says: "Lord, who believed our hearing? And to whom was the arm of the Lord revealed? And who will recount his generation?" And Moses: "The hidden things belong to the Lord God." Now the hidden thing of God evidently escaped both eye and heart.
One must not, however, suppose that God indiscriminately revealed the mystery to some and allowed others to perish in ignorance, but one must know and be convinced that by his foreknowing power he provided for each what is fitting according to merit, measuring it for their benefit; for he foresees each one's choice even before that person comes into being.
"He said 'depths of God' meaning his most profound and hidden economies that escape us."
Through these words he shows that he searches, not as one who is ignorant but as one who knows. Since some now say that "spirit" refers to the Father, and others to the Son, one must speak to each side. Now it is impossible that the Father is meant; for he says: "But we did not receive the spirit of the world, but the spirit that is from God," and no one is from himself; for if it were spoken of God, from whom is God? As for the Son, it is possible to suspect him, but it is not possible that he is the one in question; for who would say that the divine Word searches in order to learn the things of God? And if they were to say that the Son is taught, how did they not perceive from what follows that just as the spirit of a man knows what is in him, so also does the spirit of God? Apart from this, throughout the whole passage the Holy Spirit is indicated.
Παρατηρητέον δὲ ὅτι τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ.
Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῶ; ἀλλὰ τί τὸ ἐν τοῦ θεοῦ; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρατηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ’ εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ’ ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ’ οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος.
It should be observed that the Holy Spirit is said to be from God, but the unclean spirit is not said to be from the world but of the world. For the Paraclete is not a part of God, as the devil is a part of creation by virtue of having been generated. But the Holy Spirit is from God.
He does not do this to show that, as in us our spirit is better than us, so also in God the Spirit is better than him, immediately after saying: "For who among men knows the things of man except the spirit in him?" But what is the "in him" of God? For the "in him" is a part completing the whole man, but the "from him" indicates the cause. It should be observed that God and the Holy Spirit are two persons, but man and the spirit in him are not two persons but one man. Therefore, showing the precise identity of knowledge between Father and Spirit, he compared the knowledge of the spirit in us to the knowledge of Father and Spirit, so that it might be shown that, as in us in one and the same spirit—that is, the soul and the mind—there is no discord of union, but we know what we know, so also in Father and Holy Spirit there is no discord of knowledge but identity. So that we might know the things granted to us by God, the Spirit having given, the mind having apprehended.
Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλωπίζοντες ἀλλὰ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες, πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες. Πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ὅταν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας.
Ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρόσωπά ἐστιν δύο, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ’ εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ ἔστι διαφωνία γνώσεως, οὕτως καὶ ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, ἐπὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ ἐκ τοῦ θεοῦ. διαφορὰ δὲ πολλὴ τοῦ τε ἐν αὐτῷ καὶ τοῦ ἐκ τοῦ θεοῦ· τὸ μὲν γὰρ ἐν αὐτῷ συμπληρωτικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν.
What we also say. He shows another point: not only, he says, do we not find in our reasoning the things revealed to us, but we also proclaim them, not adorning them with words, but comparing spiritual things with spiritual things, by the power of the Spirit both understanding his revelations and proclaiming them in order. Comparing spiritual things with spiritual things: for when the second revelation is an interpretation and clarification of the first, those who receive the revelations compare the second with the first, and finding them the same, they receive greater assurance of the truth that was revealed.
God and the Holy Spirit are two persons, but a human being and the spirit in him are not two persons but one human being. But he says this: just as in a human being there is no discrepancy of knowledge, so also in the case of the Father and the Spirit there is one knowledge, so that in this respect the Spirit would not have inquired as if ignorant. Then again, in the case of the human being he said "the spirit in him," but in the case of the Holy Spirit he did not say "the one in God" but "the one from God." And there is a great difference between "in him" and "from God": for "in him" is complementary to the whole human being, while "from him" indicates the cause.
Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ εἶπεν ὡς ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ δὲ ἀκάθαρτον τοῦ κόσμου ὡς συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας· μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ πνευματικοῖς πνευματικὰ συγκρίνομεν, ὅταν ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια γένηται τοῦ πρώτου διδάγματος ἢ ὁράματος ἢ θαύματος· τὰ γὰρ δεύτερα τοῖς πρώτοις συγκρίνονται καὶ τὰ αὐτὰ εὑρίσκονται. πληροφορίαν μεγίστην λαμβάνομεν τῆς ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ τοῦτο δὲ δηλοῖ τὸ συγκρίνοντες ἐξ ἐναντίου, καὶ τοῦτο διακρίνοντες καὶ χωρίζοντες· βέλτιον δὲ τὸ πρότερον.
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς. Μωρία γὰρ αὐτῷ ἐστιν. τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ θεοῦ ἀποκάλυψις.
Precisely, he said that the Holy Spirit is from God as a living and hypostatic substance, but that the unclean spirit of the world is complementary to his substance; for the devil is part of his creation by virtue of having been generated. Nevertheless, we do not find that we can adorn with reasonings the things revealed to us, but we compare spiritual things with spiritual things, when the second revelation becomes an interpretation and clarification of the first teaching or vision or wonder; for the second things are compared with the first and are found to be the same. We receive the greatest assurance of the truth from the agreement. And this too is made clear by comparing from the opposite, and by distinguishing and separating this; but the former is better.
A psychic man does not accept the things of the spirit. He calls "psychic" the one who follows his own reasonings. For it is folly to him. So great is the depth of spiritual revelation that it appears as folly to the wise men of this world; thus the revelation of God is incomprehensible to them.
Τοῦ γὰρ ἁγίου πνεύματος χάρις δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν τεχνικόν, οὐ τεχνικῶς ἀλλ’ ἰσχύϊ τῶν θαυμάτων.
Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται, ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ’ ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει. διὰ τοῦτό φησιν· τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τοῦτ’ ἔστι τὴν γνῶσιν.
Ψυχικὸν δὲ λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογισμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ σαρκικὸν λέγει τὸν νοσοῦντα περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ’ οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ καὶ τὴν χάριν. καὶ οὐ δυνάμενος γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ ψυχικὸς ἄνθρωπος τεχνικοὺς ἐπιζητῶν λογισμοὺς ἐπὶ τοῦ σταυροῦ ὡς μωρὸν καὶ ἀπείθανον ἀπωθεῖται τὸ κήρυγμα, καὶ μὴ ἀποβλέπων πρὸς τὰς τοῦ πνεύματος θαυματουργίας οὐδὲ νοῆσαι ἔτι δύναται, ὅτι πρὸς τὴν ἀλήθειαν ἀντιτάττεται ὑπὸ τῆς τοῦ πνεύματος δυνάμεως καὶ θαυματουργίας ἀπελεγχόμενος· τὸ γὰρ ἀνακρίνεται δηλοῖ τὸ ἀκριβῶς καὶ ἐξητασμένως ἀπελέγχεται. ὁ δὲ πνευματικός, ὁ τετυχηκὼς πνεύματος δι’ ὧν ἐπιδείκνυσι σημείων, ἀπελέγχει μὲν πάντα τὰ παρὰ τοῖς ἄλλοις ἐλέγχοντα κακῶς, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀπελέγχεται. εἶτα καὶ πιστούμενος τὸν λόγον τὰ ἐκ τῆς παλαιᾶς παρατίθησι καί φησιν.
The grace of the Holy Spirit, displaying its power, refuted the craftsman, not by craft but by the strength of its miracles.
The spiritual do not overturn reasonings with reasonings, but, receiving the mind from God and the revelation from that source, they discourse, so that the one who opposes does not refute reasonings but sets himself against the knowledge of God. For this reason he says: For who has known the mind of the Lord, that he might interpret him? But we have the mind of Christ, that is, knowledge.
He calls "psychic" the one who follows his own reasonings or who is diseased by the reasonings of the soul and is not strong in the knowledge of the truth, just as he calls "fleshly" the one who is diseased in regard to fleshly desires and a slave to pleasures. Thus the psychic is unable to be receptive of the truth, but has so corrupted his soul that he considers the economy of God and grace to be folly. And being unable to know that he is examined spiritually. The psychic man, seeking crafty reasonings concerning the cross, rejects the proclamation as foolish and improbable, and, not looking to the miracles of the spirit, is no longer able to understand that he is arrayed against the truth, being refuted by the power and miracle-working of the spirit; for "is examined" indicates being accurately and thoroughly refuted. But the spiritual man, who has obtained the spirit through the signs he displays, refutes all things that are wrongly refuted by others, but is himself refuted by no one. Then, confirming his argument, he also cites things from the Old Testament and says.
Συμβιβάσει· διορθώσει. ἡμεῖς νοῦν ἔχομεν Χριστοῦ τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ.
Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον εἶπον, οὐ μὴν τὴν τελείαν σοφίαν τὴν ἀποκεκρυμμένην, τὴν περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται. ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι τροπικῶς γάλα καλεῖ, βρῶμα δὲ τὴν τῶν θείων δογμάτων ἀπαγγελίαν. δύναται δὲ γάλα εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ τιμᾶν πατέρα καὶ τὴν μητέρα, καὶ οὐ μοιχεύσεις καὶ τὰ ὅμοια, καὶ δεῦρο ἀκολούθει μοι. εἶτα εἰπών· σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε, τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ οὐ τὰ τοῦ θεοῦ ζητεῖτε.
Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν.
Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς. αὐτὸς δὲ ἔφη πεφυτευκέναι καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον καταβεβληκέναι θεοῦ.
Sumbibasei" means "correction." We have the mind of Christ, our God. But if men cannot comprehend the mind of God to know it, then neither can they comprehend our mind, we who possess the mind and wisdom of God.
The unbelievers follow the miracles more; therefore I spoke a word to you, not the perfect wisdom that is hidden, the economy concerning the passion, which only the perfect who believe accept. Further, he calls the teaching about ethics and believing through signs "milk" figuratively, and "food" the proclamation of divine doctrines. "Milk" can also be the light commandments: to honor father and mother, and "you shall not commit adultery" and the like, and "come, follow me." Then, having said, "You are fleshly and walk according to man," he says this: you honor things among men and do not seek the things of God.
Instead of "equal in respect to the ministry."
Some things are said by him as in agriculture, others as in building. He himself said he had planted and given the beginning and laid a foundation of God.
Παρεγγυᾷ τοῖς μετ’ αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. θεμέλιον δὲ λέγει τὴν πίστιν καὶ τὸ κήρυγμα.
Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ Χριστός, ὡς ψευδόμενοι οἱ Ἀρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός, καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους ἢ ξύλα ἢ χόρτον ἢ καλάμην. ὅταν οὖν εἴπῃ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ, οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι ἕκαστος βλεπέτω καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἢ διδασκόντων. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν, ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός, ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός, αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ’ αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή.
He earnestly charges those who build after him upon the foundation, that they not make the building a secondary matter. He calls the foundation faith and the proclamation.
Christ is not called the foundation of creation, as the Arians falsely maintain, but of faith; for Christ was proclaimed, and the entire building is erected upon this foundation. And the teachers proclaim one faith and announce the evangelical life, but it is for us to make ourselves either precious stones or wood or grass or straw. When he says, "Let each one see how he builds upon it," is it not according to life, but according to what? For no one can lay another foundation besides the one that is laid. The teacher announces Christ and gives his commandments; it remains then to be likened either to gold because of purity, or to grass because of weakness. If, then, he charges that each one see and so forth, it is directed to those who wish to be named after those who baptize or teach. If someone's work remains that he built upon it, you see that the builder builds well; but that work does not remain, sometimes due to a change for the worse in purpose. If someone's work is burned, he will suffer loss, but he himself will be saved, and this as through fire. It is a hyperbaton; for it must be read thus: "If someone's work is burned, he will suffer loss, and this as through fire," meaning it will be burned and he will suffer loss as through fire, but he himself will be saved; for the turning for the worse did not happen on his account.
Καθ’ ὑπερβατὸν εἴρηται, ἵνα ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει, μισθὸν λήψεται, αὐτὸς δὲ σωθήσεται. εἴ τινος τὸ ἔργον καυθήσεται, ζημιωθήσεται καὶ καυθήσεται ὡς διὰ πυρός. πῶς δὲ αὐτὸς σωθήσεται, ἐὰν τὸ ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδόμησεν; οὕτως δὲ ὡς διὰ πυρὸς κρινομένου αὐτοῦ, μή τι παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόντων ἢ ὑπόμνησιν τῶν ἁμαρτανόντων κατὰ τὸν Ἰεζεκιήλ.
Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι δὲ ναοὺς μὲν τοῦ θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ θεοῦ λέγει. τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν.
It is said by hyperbaton, so that it runs thus: if anyone's work remains, he will receive a reward, and he himself will be saved. If anyone's work is burned, he will be penalized and burned as if by fire. But how will he himself be saved, if his work which he built is burned down? Thus, as if he were being judged by fire, lest he have omitted anything pertaining to correction or admonition of those who sin, according to Ezekiel.
Again he passes on to those who trust in their own wisdom. And that he calls believers temples of God, and to corrupt the temple of God he says. Those who trust in words, the following will make clear. If anyone among you seems wise in this age, let him become foolish. Why then does the one who trusts in external wisdom corrupt the temple? If you are a temple of God, you ought to have him as teacher and revealer; but if, having abandoned the one dwelling within, you have used your own understanding, you no longer make the temple a temple but corrupt it. If anyone among you seems wise, to those struck and harmed by external education; for he made a distinction by saying "among you.
Τοὺς κατηχθέντας καὶ δεξαμένους τὸν λόγον τῆς γνώσεως ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέντας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοικήσαντος πνεύματος· τοὺς δὲ πράξαντάς τι τῆς τοῦ πνεύματος ἐνεργείας ἄξιον, τούτους πνευματικοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκαλίαν ἐκ τῆς ἔξωθεν σοφίας παραδεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι καταλιπόντες τὸν ἐνοικοῦντα διδάσκαλον περὶ τὴν ἔξω σοφίαν ἐπλανήθησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον ἀπάτης.
Δι’ ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστείλατο τοὺς πληττομένους τῷ ἐλέγχῳ.
Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι· εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι – διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν –, καὶ ὁ κόσμος ὑμῶν δι’ οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος – εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη –· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ.
Those who have been instructed and have received the word of knowledge within themselves and have not been shaken, and the teaching, he calls temples of the Holy Spirit and immovable houses of the Spirit that dwells within; but those who have done something worthy of the Spirit's activity, these he calls spiritual, just as we say rhetorical and technical of those who have made a display of their art and rhetoric. Therefore, those who admit another teaching from external wisdom have corrupted their own reasoning, counterfeiting the faith, the temple of the Spirit. Hence he threatens that these will be destroyed by God, because, abandoning the teacher dwelling within, they wandered after external wisdom, which is sufficient for a provision of deception.
By these words he forbids the wisdom of this world, which is sufficient for deception, and he distinguishes those who are struck by the refutation.
Having instructed not to admit external wisdom, he teaches not to boast even about wise men; for this boasting is cheap, where everything is yours—both the apostles (for they were sent for the benefit of others) and the world is yours, for whose enjoyment it was made, and your life as of those being saved, and death (for if the terrors of death did not exist, the things of the future life would not have been preferred); for by the same reasoning the present and future things are spoken of; for those who despise present things as temporary attain future ones. Therefore, all the aforementioned things are yours, because you also have become Christ's, and those who are attached to Christ are pleasing to God.
Πάντα ὑφ’ ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ.
Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ ἀφ’ ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν.
Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε – τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται – καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους τιμωμένους ὑπ’ αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος.
Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν· οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ· ἀνάξιον γὰρ τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ’ ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ’ ὑμᾶς, ἀλλ’ ἀναμένετε τὸν κριτήν.
All things are from you. How and in what manner? Because you also have become Christ's, and to show that those who are attached to Christ are pleasing to God, he added: "Christ is of God."
It is sufficient for us to be honored as servants of Christ, but to be named as something from ourselves is burdensome.
You see us as servants of God, but who is a faithful servant—do not you yourselves inquire, for this is at risk among you—and it is not fitting for teachers to be judged by students. Why does he say these things? Because he perceived that some teachers unworthy of honor were being honored by them, while the worthy were being overlooked, whence he also foresaw that schisms would arise among them. Therefore he also rebukes more vehemently, hastening to quell the passion.
Lest he seem to speak these things arrogantly as one who has been despised, he says virtually this: Do not think that I send these things on my own behalf; for I do not conduct myself in such a way as to be examined by you; for I consider this unworthy with respect to you and every person. He calls a human day "the human," indicating the temporary and ephemeral nature of human life. Then, since it seems a great thing to say "I am conscious of nothing against myself," he added: "But I am not justified in this"; for it is possible to sin through ignorance without the conscience being struck. Moreover, it is not refraining from evil that justifies, but the achievement of virtue perfects. It is likely that he said this also with moderation of feeling: Do not therefore think more highly than is fitting for you, but await the judge.
Δι’ ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ’ ὑμᾶς, ἀλλ’ ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ’ αὐτοῖς κατ’ ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο.
Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ’ ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν.
Ἑαυτὸν καὶ Ἀπολλῶ παράγει σιωπήσας τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ’ αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ’ ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε.
He holds throughout to his purpose, admonishing those who wish to be named after one person but not named after another; for this belongs to those who judge both the worthy and the unworthy. Do not, therefore, think yourselves greater than you are, but await the judge; for you may deceive even with a fabricated character, but nothing hidden could escape the one who illuminates the secrets of darkness. He said these things because many things among them were done by deception, and the unworthy were honored.
Those who were honored were not entirely good, but they maintained virtue only in appearance, while those who were naturally good were overlooked; for he would not have said these things otherwise.
He brings forward himself and Apollos, having suppressed the names of those who demanded to be honored and to have the disciples named after them, so that you might take from us a pattern and a rule to conduct yourselves moderately toward the teachers. And do not think about us beyond what is written, but consider us servants of Christ and stewards of the mysteries of God, and do not dishonor some teachers while honoring others.
Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομαζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ’ ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν.
Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀναμένεις τὸν κριτήν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις;
Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ’ οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος; εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν διδάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ ἀνάξιον;
Διὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι’ ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν.
Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα.
He made their opinion clearer in these things; for the one named after a certain person while overlooking that person was puffed up on behalf of that one, but had his puffing up against that one.
You who wish to be called after this one or to abandon that one, who distinguishes? Do you not await the judge? You, the one who obeys, await the judge, and you submit the teacher to your own judgment?
You, the layperson, who judges you concerning what you think or do, that you dare to judge others, and especially teachers? Is it not the Lord? If, then, you, the disciple, await the Lord as judge, how do you submit the teacher to your own judgment, calling one worthy and another unworthy?
Why do you think you have an advantage that you neither possess nor have received? He speaks of the surpassing understanding through which it is possible even to judge and test teachers.
Even if you have received understanding from God, you must offer glory to God who gave it, and not think highly of yourself and be puffed up as if putting forward a personal advantage.
Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ’ αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσκορῆ γέγονεν ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ἐμφαίνει ὅτι τὰ ἐκείνων κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει ἀναγινώσκειν τὸ ἐβασιλεύσατε καὶ ἐπλουτήσατε, ἵνα ᾖ ἐν ἤθει τὰ εἰρημένα τῷ ἤδη κεκορασμένοι ἐστέ.
Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς ἐπλουτήσατε καὶ ἐβασιλεύσατε χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι γεγόναμεν οἱ πάντα ὑποστάντες.
Ἀνθρώποις μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, ἀγγελικοῖς δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις.
Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ εὐτελείᾳ ὡς καὶ μωροὶ νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.
Not that their situation was actually like this, but he shows that they were in such a state, holding false opinions about themselves, and thought they were filled with all knowledge so as to judge even teachers. The gifts have already become wearisome to you and are no longer always desirable. The phrase "without us" indicates that before we had reigned, you had already reigned; and the phrase "and would that you had" placed in the middle shows his disposition concerning it. Then, after saying "so that we too might reign with you," he indicates that he considers their achievements as his own goods. It is not unreasonable to read "you reigned" and "you became rich" as a question, so that the words are spoken in character, since you are already sated.
For as I see, if you became rich and reigned without us, we have become last and at the point of death, we who endured everything.
To humans, he says, as they see our misfortunes, but to angels, as they marvel at our steadfastness.
These are similar. Those who teach you are in contempt and lowliness, even considered fools by the world, but you, the taught, already wish to be in wealth and honors of Christ. He says these things showing that in spiritual gifts there is no disciple above the teacher.
Ἡμεῖς πάντα διὰ τὸν Χριστὸν ὑπομένομεν καὶ μέχρι νῦν ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς ἐν σαρκὶ ζῶντας προτιμᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν διωκομένων, τῶν λοιδορουμένων, τῶν κολαφιζομένων; παιδεύει δὲ διὰ πάντων τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν.
Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. περίψημα δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην.
Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται, ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν. ἐντρέπων, διατρέπων.
Εἰπὼν ἑαυτὸν πατέρα, ἐκείνους δὲ παιδαγωγοὺς ἀφ’ ὧν ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς διάθεσιν, καὶ ὡς ὑπὸ πατρὸς νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν.
We endure everything for Christ's sake and until now we humble ourselves. And how is it possible that you, living in the flesh, are preferred before God to those who labor, who are persecuted, who are reviled, who are buffeted? He teaches through all these things how a Christian ought to be and to humble himself.
Instead of "scrapings." Just as we have become sweepings and dung taken from a house that has been cleansed, being despised by all, and we are the offscourings of all, subjecting ourselves to all men for Christ's sake. "Peripsema" is the linen cloth that wipes away the sweat of the one who labors and cleanses the distress that lies upon him.
Having vehemently attacked through the first things, he consoles through these, so that through the astringent and the sweet he might blend the power of salvation, shaming, turning.
Having called himself father, and them pedagogues from whom they were named, he shows that he has a more genuine disposition toward them than others, and that, being admonished by a father, they ought not to be indignant.
Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι μιμηταί μου γίνεσθε, καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ’ ἀπὸ Χριστοῦ.
Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ, τὸ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δυνατοί, καὶ τὰ ἄλλα πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας ἐλέγετο καὶ ἐπῆρθαι. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν. δι’ ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων, ἐπαγγέλλεται τὴν παρουσίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας διορθούμενος. πλὴν ἀλλὰ προσέθηκε τὸ ἐὰν ὁ κύριος θελήσῃ· ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι, ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην προσθήκην τὴν ἐὰν ὁ κύριος θέλῃ ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν, ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι καὶ ἐκήρυττον.
In not being haughty toward some and not being puffed up, become my imitators, and in not being called from someone but from Christ.
You see that those things said to him—the "we are weak, you are strong," and all the rest—were said to some who were inflated and puffed up. I will come to you quickly, if the Lord wills, and I will know not the speech of the inflated but their power. Through these words he also refutes strongly, and he himself bears witness to his own suitability for correction by threatening his presence; for as if he were to appear to the humbled, he promises his presence, correcting by word before his presence. Nevertheless, he added "if the Lord wills": driven by indignation he was impelled to say "I will come," but prompted by reverence he added the most excellent addition, the "if the Lord wills." Here, what he previously said in a veiled manner so as not to seem to refute harshly, he reveals: for the kingdom of God is not in speech, that is, in the well-educated; for the apostles did not teach and preach without speech.
Δῆλον καὶ ἐκ τούτων ὅτι τὸ ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ δυνατοί, καὶ τὰ ἄλλα πρὸς πεφυσιῶσθαί τινας ἐλέγετο.
Ἐπαγγέλλεται τὴν παρουσίαν αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς διορθώσασθαι. διὰ μὲν οὖν τὴν ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ ἐλεύσομαι, διὰ δὲ τὴν εὐλάβειαν προσέθηκεν τὸ ἐὰν ὁ κύριος θελήσῃ.
Σαφέστερον καὶ ἐκ τούτων ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυχοῦντας ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου ἀγανακτεῖ· οὐ γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς πάντας ἐκήρυσσεν.
Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώπως τούτων τὴν αἵρεσιν ἐπ’ αὐτοῖς πεποίηκεν, ὅπως ἀναμετανοοῦντες ἑαυτοὺς διορθώσονται. ῥάβδον δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰ Ἐλύμα καὶ κατ’ αὐτοῦ τοῦ Παύλου ὁ θεός.
Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ’ ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ’ ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν.
It is clear also from these things that the "we are weak, you are strong," and the other things were said to some to puff them up.
He announces his coming, so that if they should reach it, they might correct themselves. On account of indignation, then, he was compelled to say "I will come," but on account of reverence he added "if the Lord wills."
It became clearer also from these things that he is indignant toward those who boast in the wisdom of this world; for he does not wish to slander common speech. And this he also proclaimed to all.
Since correction is twofold—on the one hand through admonition for the obedient, on the other through force and necessity for the stiff-necked—he has philanthropically placed the choice of these in their hands, so that repenting they might correct themselves. And he called "rod" the compelling power of the Spirit, which Paul used against Elymas and which God used against Paul himself.
It was not because that man had a wife in the said manner, but because he was learned; and they were not mourning because he had his father's wife, but they were puffed up because he was well-educated; for their mourning either separated the persistent fornicator, or it removed the absurdity of the matter and brought him back.
Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ κατεργασάμενον· οὐ γὰρ συναρπασθεὶς ἔπεσεν, ἀλλ’ ἔργῳ ἐχρήσατο τῷ κακῷ. καὶ πνεύματι δὲ παρεῖναι λέγει συνψηφιζόμενος καὶ συνκατακρίνων – πνεῦμα δὲ τὸ χάρισμα λέγει – συναχθέντων σὺν τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα μέρος ἦσαν τοῦ παντός, πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ.
Ἵνα μὴ δόξῃ παραλόγως κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἐπάγει, ὅτι οὐ μόνον πορνεία ἀλλὰ καὶ τοιαύτη ἀκούεται παρ’ ὑμῶν οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν. καὶ μέγα φρονεῖτε ὅτι τῇ σοφίᾳ τοῦ κόσμου κεκαλλώπισθε. δέον πενθεῖν ἐπ’ αὐτὸν ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ πένθος ἢ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον, ἵνα τὸ πνεῦμα σωθῇ.
Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ κατεργασάμενον, κἂν τούτῳ ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ χρησάμενος εἰργάσατο τὸ κακόν, καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει συμψήφους αὐτῷ γενέσθαι καὶ τοὺς Κορινθίους, ὅπως ἂν οὕτω καταρθεῖεν, χωρισθέντες τῆς τοῦ παρανόμου κοινωνίας, καὶ μάλιστα οἱ ἐπὶ παιδεύσει πεφυσημένοι. οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ – ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν σατανᾶν – ἀλλ’ ἐπειδὴ τῷ σατανᾷ εἰώθαμεν ἀνατιθέναι πάντα τὰ κατὰ τὸν βίον χαλεπά, οἷον νόσους, λύπας, πένθη, περιστάσεις ἑτέρας, ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστολος·
Not "simply having done" but "having fully done"; for he did not fall after being seized, but he made use of evil as a work. And he says he is present also in spirit, joining in the vote and joining in the condemnation—and he calls the gift "spirit"—when they are gathered together with the power of Christ. Those puffed up over the one who committed fornication because of his reputation were part of the whole, but he calls all to be gathered together for the condemnation regarding the fornication.
Lest he seem to be moved without reason, he adds the cause of his anger, that not only fornication but also such a thing is heard among you as is not even among the Gentiles. And you think highly of yourselves because you have been adorned with the wisdom of the world. You ought to mourn over him because he has dared to commit fornication not even customary among others; for this mourning would either separate the one persisting in fornication, or it would separate the very impropriety and bring back the man himself, so that the spirit might be saved.
He did not say "having not done" but "having fully done," and in this to show that he worked evil with much persistence, and did not sin after being seized, so that he might have an excuse. And the apostle alone was sufficient to condemn that man, but he wishes the Corinthians also to become fellow voters with him, so that they might thus be cast down, separated from communion with the lawbreaker, and especially those puffed up over their education. He does not do this as subjecting him to the authority of Satan—for he would be delighting Satan by doing this—but because we are accustomed to attribute to Satan all the grievous things in life, such as diseases, griefs, mournings, and other circumstances, as the apostle himself says somewhere.
ἐδόθη μοι σκόλοψ σατᾶν, ἵνα με κολαφίζῃ. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν παραδοῦναι αὐτὸν κελεύει τῷ σατανᾷ, τοῦτ’ ἔστι ταῖς τοῦ βίου δυσκολίαις.
Τὸ πνεῦμα οὐ τὴν ψυχήν, ἀλλὰ τὸ χάρισμα ἔφασαν.
Ταῖς τοῦ βίου κακώσεσι παραδίδωσιν· τοῦτο γάρ ἐστιν τὸ εἰς ὄλεθρον τῆς σαρκός, οὐκ εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν συμβαινόντων τῷ σώματι διεγερθεὶς μετανοήσῃ καὶ σωθῇ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐστὶ τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς μόνης σωζομένης.
Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ’ ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ’ ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.
Ἐκαυχῶντο γὰρ ἐπ’ αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντες ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι.
Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν ἀναιδῶς.
Παλαιὰν ζύμην τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ παλαιὸς συνεζυμώθη ἄνθρωπος.
Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰ Ἰουδαίοις ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ τοὺς νέους ἀνθρώπους προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις τοῦ παλαιοῦ ἀνθρώπου.
A thorn of Satan was given to me, to strike me." In this manner, then, he now orders him to be handed over to Satan, that is, to the hardships of life.
They said "spirit" not as the soul, but as the gift.
He hands him over to the afflictions of life; for this is the destruction of the flesh, not the ruin of the soul, so that, roused by what happens to the body, he may repent and the spirit in him, which is the gift, may be saved; for he does not here mean the soul, as if the flesh were not raised, but only the soul saved.
You see that they boasted about that man, not attending to the offensiveness of his fault, but puffed up by his reputation.
For they boasted about him, not attending to his fault but inflated by his learning.
He orders him to be expelled, so that the others who associate with him may not shamelessly rush into sin.
He calls sin "old leaven," with which the old man was leavened.
He transfers the type to the truth; for the unleavened bread among the Jews, not mixed with old leaven, prefigured the new men not mixed with the sins of the old man.
Ὁ παρὰ Ἰουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστικώτερον πως ἡ ζύμη, ἁπλούστερον δὲ τὸ ἄζυμον.
Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ, ἀλλ’ ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν τῆς παλαιᾶς ἐκείνης ζύμης· τοῦτο γάρ ἐστιν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Οὐκ ἐν ἄλλῃ, ἀλλ’ ἐν ταύτῃ ἔγραψεν. διὰ δὲ τοῦτο οὐ κωλύει τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους, ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευσάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ πεπλανημένους παρακαλεῖν.
Τὸ ἔγραψα οὐχ ἑτέρας ἐστὶν ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ· νῦν δὲ ἔγραψα ὑμῖν. τὸ δὲ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, Μωϋσέως ἐστὶ φωνὴ ἣν δευτεροῖ Παῦλος.
Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ κειμένης, δεικνὺς ὅτι οὐ μόνον αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες, ἀλλ’ οὔτε καινοτομία τὸ τοιοῦτον, ἀλλ’ ὅτι καὶ τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς τοιούτους ἐκτέμνεσθαι.
The lamb sacrificed among the Jews signified the passion and the mystery of the economy of the cross. And he says the following, since leaven is somehow more elaborate, while unleavened is simpler.
He persisted in the trope, as if he said: not in a wicked and evil life, but in a life having no admixture of that old leaven; for this is to be in unleavened things of sincerity and truth.
He wrote not in another, but in this same letter. And through this he does not forbid associating with outsiders, since if they were to shun all such persons, the proclamation would be hindered; for nearly all among the nations were such as happened to be benefited from association with those who had believed. He therefore indicates that one should rebuke one's own who sin, but exhort those who have gone astray.
The phrase "I wrote" is not of another letter but of this one, for he says: "Now I have written to you." And the phrase "you will remove the wicked one from yourselves" is a voice of Moses which Paul reiterates.
He recalls a saying found in the Old Testament, showing that not only are they themselves benefited, as if delivered from some plague, but also that such a thing is no innovation, but that this also seemed right to the lawgiver, that such persons should be cut off.
Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ οἰκείων γίνεται κριτής, οὐ τῶν ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης.
Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων ἁγίων τῶν δυναμένων δικάζειν αὐτοῖς ὑπ’ ἀπίστων ἐκρίνοντο.
Ἄνω εἰπών· τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ, νῦν τὸν πάντα κόσμον τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει· ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθωσιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν. οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξ Ἰουδαίων Ἰουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ’ ἔστι τὰ ἔθνη, κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ ἀποστόλου – ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός –· γέγραπται γάρ· βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσιν ὑμᾶς.
He said this fittingly, for one becomes a judge of his own people, not of strangers. But God is judge of all, since he is master of all.
He accuses them because, while there were saints capable of judging them, they were being judged by unbelievers.
Having said above, "You judge those within, but God will judge those outside," he now submits the whole world to the judgment of the saints. For here they examine the life of the faithful for their correction, but there they are entrusted with the judgment of the world, not for the correction of the sinners' ways, but for their conviction and condemnation. Therefore the twelve apostles will judge the twelve tribes as Jews from among Jews, because they believed the prophets themselves. But if they disbelieved and for this reason rejected Christ, the other holy ones, that is, the nations, will condemn those who did not abandon idols and believe in the true God. So there is no discrepancy between the evangelist and the apostle—for in both Christ spoke—for it is written: "The queen of the south will arise and condemn this generation," and "The men of Nineveh will rise up and condemn you.
Οὐκ εἶπεν· καὶ ὑφ’ ὑμῶν κρίνεται ὁ κόσμος; νῦν δὲ ἀγγέλους οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδασκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκοντας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ μήτιγε βιωτικά; ἔδειξεν ὅτι οὐ περὶ τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι οἱ ἱερεῖς ἄγγελοι κατὰ τὸν Μαλαχίαν λέγοντα· χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν. τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν διδασκαλίαν.
Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι.
He did not say, "And is the world judged by you?" But now he calls "angels" not the angels by nature, but the servant priests, the teachers of the people, who are likely to be judged by the saints as teaching falsely concerning Christ. For having said, "not to mention worldly matters," he showed that he spoke not about the angels by nature, but about those who hold an angelic rank and perform spiritual duties. But if he spoke of angels in the strict sense, clearly he meant those who have apostatized and fallen away from God. Indeed, the priests were called angels according to Malachi, who says, "The lips of a priest will guard knowledge, and they will seek the law from his mouth, for he is an angel of the Lord of the powers." So we judge these priests who have led the people astray, and likewise those who have become heresiarchs and have perverted the teaching of Christ.
The least member of the church is more choice than the unbeliever. Yet the apostle seems to have omitted this, which is clear: that the greater charges must be reserved for the perfect.
Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ’ ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ’ ἀλλήλων.
Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων.
Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ τοῦ ὑπό τινος· περὶ τούτων γὰρ ὁ λόγος· τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.
Οὐ περὶ προσώπου λέγει τὸ ὑπό τινος, ἀλλὰ περὶ πράγματος ἀτόπου καὶ πάθους. περὶ δὲ ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς ἐγκράτειαν προτρέπει. εἰδὼς δὲ ὅτι τῆς πλεονεξίας αὐτῶν ἡ γαστὴρ αἰτία – οἱ γὰρ πολλοὶ πάντα τολμῶσιν διὰ τὰς τῆς γαστρὸς ἡδονάς – διδάσκει ὡς ἀσύμφορόν ἐστι δουλεύειν τῇ κοιλίᾳ.
Οἴδαμεν ὅτι τὰ βρώματα τῇ κοιλίᾳ. ἀφώρισται καὶ αὐτὴ τούτοις, ἀλλ’ ὅμως πρόσκαιρα ταῦτα καὶ καταπαύσει αὐτὰ ὁ θεός· μετὰ γὰρ τὴν ἀνάστασιν ἀθανασίας διδομένης περιττὴ τῶν βρωμάτων ἡ χρεία. τί οὖν περὶ τὰ πρόσκαιρα σπουδάζετε ἐξ ὧν πορνεῖαι καὶ ἡδοναὶ ἄτοποι;
You appear defeated by the devil, not only in being judged by unbelievers, but also in having disputes among yourselves.
He spoke of a single energy of the Father and the Son and the Holy Spirit in the righteous, teaching the unity of substance.
He does not speak of a person, but of a thing, from the phrase "by someone"; for the discussion is about these things: foods for the belly, and the belly for foods; but God will bring both this and these to an end.
He does not speak of a person with the phrase "by someone," but of an absurd thing and a passion. And speaking about himself, he urges others toward self-control. Knowing that their gluttony is caused by the belly—for most people dare everything for the pleasures of the belly—he teaches that it is unprofitable to be a slave to the belly.
We know that foods are for the belly. The belly itself is also set apart for these, but nevertheless these are temporary, and God will bring them to an end; for after the resurrection, when immortality is given, the need for foods is superfluous. Why then do you busy yourselves with temporary things, from which come fornications and improper pleasures?
Ὅτι τὰ βρώματα καὶ τὸ ἐσθίειν πρόσκαιρον δῆλον. τὸ μέντοι σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ἀφώρισται, καὶ ὁ κύριος τῷ σώματι· καὶ οὐκ ἂν εἴη τὸ σῶμα πρόσκαιρον, ἀλλ’ ἐγερθήσεται εἰς ἀειδιότητα κατὰ τὸν τύπον τοῦ Χριστοῦ.
Σῶμα καὶ μέλη λέγει Χριστοῦ, τὸ σῶμα τῶν πιστευσάντων καὶ βαπτισθέντων.
Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἢ ἀμφιεννύναι τὸ σῶμα, ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ κολλώμενος, ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει.
Τὰ ἱμάτια καὶ ὁ κόσμος ἐκτὸς τοῦ σώματός εἰσιν· διὸ καὶ ὁ ταῦτα ποιῶν ἔξω τοῦ σώματος ἁμαρτάνει, ἤτοι ὁ μὲν λοιδορῶν ἢ καὶ ψευδόμενος ἄλλους ζημιοῖ καὶ ἁρπάζει, καὶ τὴν ἑτέρου τις γυναῖκα μοιχᾶται, ὁ δὲ πορνεύων ἑαυτὸν ὑβρίζει οὐκ εἰς ἄλλον τινὰ διαβαινούσης τῆς ἀπὸ τοῦ πράγματος βλάβης. πᾶν οὖν ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἥμαρτεν μέν, οὐ μὴν εἰς τὸ αὐτοῦ σῶμα οὐδὲ τὴν ἑαυτοῦ ἠτίμωσε σάρκα ὡς ὁ πορνεύσας.
That foods and eating are temporary is clear. The body, however, is not set apart for fornication but for the Lord, and the Lord for the body; and the body would not be temporary, but will be raised into perpetuity according to the pattern of Christ.
He speaks of the body and members of Christ, the body of those who have believed and been baptized.
If someone sins with respect to nourishing or clothing the body, he also does and adorns and fulfills its need and for the honor of the body; but he who clings to a prostitute, making his own body one body with her, insults and dishonors it.
Garments and adornment are outside the body; therefore, he who does these things sins outside the body, that is, he who reviles or even lies harms and robs others, and someone commits adultery with another's wife, but he who fornicates insults himself, since the harm from the deed does not extend to anyone else. Therefore, whatever sin a person commits, he has sinned, but not against his own body nor has he dishonored his own flesh as the fornicator has.
Καὶ μὴν καὶ ἀνδροφόνος τὴν χεῖρα μολύνων τῷ αἵματι εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, καὶ ὁ λοίδορος τὴν γλώττην ὥσπερ αἱμάττων ταῖς λοιδορίαις, ἀλλ’ ὁ προνεύων, φησίν, ὅλον ἑαυτὸν βαπτίζει τῷ τῆς πορνείας βορβορῷ. ὁ τοίνυν Παῦλος τῇ τῶν πολλῶν ὑπονοίᾳ συναπεχρήσατο φήσας τἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματος εἶναι. ἕτεροι δέ φασι ταύτην ἔχειν τὸ ῥητὸν τὴν διάνοιαν, ὅτι ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, τοῦτ’ ἔστιν εἰς τὴν τοῦ ἰδίου σώματος σύστασιν καὶ εἰς αὐτήν, ὡς ἂν εἴποι τις, τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ εἰς τὰς ἀρχὰς τῆς ἡμετέρας γενέσεως, ὡσανεὶ ἔλεγεν· παύσαιο οὕτως διὰ τῆς παρανόμου μίξεως ὑβρίζων εἰς τὸ τῆς φύσεως ἐργαστήριον ἐξ οὗ καὶ τὸ σὸν σῶμα βεβλάστηκεν. ἕτεροι δὲ ὡς σπουδὴ τῷ Παύλῳ, φασί, συγγνώμης κρεῖττον δεῖξαι τὸ τῆς πορνείας ἁμάρτημα. καὶ εἰπὼν ἀνωτέρω· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν καὶ τὰ ἑξῆς, καὶ δείξας ἐκ τούτου ὡς ὁ πορνεύων περὶ τὰ μέλη τοῦ Χριστοῦ πλημμελεῖ, οὕτως ἐπιφέρει πᾶν ἁμάρτημα καὶ ἑξῆς· ὁ μὲν γὰρ λοίδορος ἢ ἅρπαξ ἢ πλεονέκτης εἰς ἄνθρωπον ἐπλημμέλησεν ὃν ἐλοιδόρησεν ἢ ἠδίκησεν, ὁ δὲ πορνεύσας εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ὅπερ ἐστὶ μέλη Χριστοῦ. ἡνίκα γὰρ διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος εἰς σῶμα τελεῖ τοῦ Χριστοῦ, οὐ πορνείαν μόνον ἀλλὰ καὶ ἀσέβειαν ἐγκληθήσεται ὡς τὰ μέλη τοῦ Χριστοῦ ποιῶν πόρνης μέλη, καὶ εἰς τὸ ἴδιον σῶμα ὡς εἰς ναὸν ὑβρίζων Χριστοῦ. διὸ καὶ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ καὶ τὰ ἑξῆς;
And indeed, a murderer defiles his hand with blood and sins against his own body, and a slanderer stains his tongue with slanders as if with blood, but one who commits fornication, he says, immerses his whole self in the filth of fornication. So Paul, accommodating the common understanding, said that other sins are external to the body. Others say that this passage has the following meaning: that the fornicator sins against his own body, that is, against the constitution of his own body and, so to speak, against the very structure of the human being and the origins of our generation, as if he were saying: cease thus through unlawful intercourse to insult the workshop of nature from which your own body has sprung. Others say that Paul was eager to show the sin of fornication as worse than pardonable. And having said above: Do you not know that your bodies are members of Christ and so forth, and having shown from this that the fornicator offends against the members of Christ, he then adds: every sin and so forth. For the slanderer or robber or covetous person has offended against the person whom he slandered or wronged, but the fornicator sins against his own body, which is members of Christ. For when through the adoption of the Spirit one belongs to the body of Christ, he will be charged not only with fornication but also with impiety, as one who makes the members of Christ the members of a prostitute, and insults his own body as a temple of Christ. Hence he adds: Or do you not know that your body is a temple of the Holy Spirit in you, which you have from God and so forth?
τὸ γὰρ τῆς πορνείας ἁμάρτημα περὶ τὸ σῶμα ὡς περὶ θεοῦ ναὸν ἁμαρτάνετε, καὶ φυγαδεύει τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἀνεύθυνα – πάντα γὰρ ἔκπτωσιν ἔχει τῆς βασιλείας – ἀλλ’ ὅτι πρὸς τὸ προκείμενον ἐσπούδασε χαλεπωτέραν ἀποφῆναι τὴν πορνείαν ἁπάντων, πρόρριζον τὸ πάθος ἀνασπᾶσαι βουλόμενος ὡς ἀσεβέστερον παρὰ Κορινθίων ἁμαρτανόμενον· ὅλως γάρ, φησίν, ἐν ὑμῖν ἀκούεται πορνεία καὶ τὰ ἑξῆς.
Ὁ πορνεύσας καὶ ἀσεβείας ἐστιν ὑπεύθυνος· τὸ γὰρ ἑαυτοῦ σῶμα ἐνυβρίσας τὸν ναὸν τοῦ ἁγίου πνεύματος ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δεκαλόγῳ αὐτοῦ μνημονεύσαντος. τιμὴ δὲ τὸ σωτήριον αἷμα τοῦ Χριστοῦ ὃ δέδωκεν λύτρον ὑπὲρ ἡμῶν. δοξάσατε οὖν τὸν θεὸν μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρισμα δοξάσῃ τὸν θεόν.
Δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν. μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην. ἄλλοι δὲ τὸ πνεῦμα τὴν ψυχὴν ἐξειλήφασιν.
For the sin of fornication is committed against the body as against a temple of God, and it drives away the Holy Spirit, not that the other sins are blameless—for all entail exclusion from the kingdom—but because he has been zealous to show fornication as more grievous than all, wishing to uproot the passion as more impious among the Corinthians. For, he says, fornication is heard among you entirely, and so forth.
He who has fornicated is also liable for impiety; for by insulting his own body he has defiled the temple of the Holy Spirit. He says these things because some were fornicating contemptuously, considering fornication a small fault or no fault at all, since Moses did not mention it in his Decalogue. The saving blood of Christ, which he gave as a ransom for us, is an honor. Therefore glorify God not only in the gift but also in the body, so that both nature and choice and the gift may glorify God.
Glorify God, then, in your body and in your spirit. Not only in the gift but also in the body, so that both nature and choice and grace may glorify the benefactor through harmony. Others have interpreted the spirit as the soul.
Ταῦτα τῷ κλήρῳ ἀντέγραψεν· παρ’ αὐτοῦ γὰρ καὶ ἐγράφετο τῷ ἀποστόλῳ. τὴν μὲν οὖν πορνείαν ἐκώλυσεν ὡς παράνομον, τὴν δὲ κοινωνίαν τοῦ γάμου ὡς εὐσεβῆ καὶ πορνείας ἀπαλλακτικὴν συνεχώρησεν, τὴν δὲ ἐγκράτειαν ὡς τελειοτέραν ἐπῄνεσεν.
Διδάσκει ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. καλὸν ὀφείλημα τοῖς συνοικοῦσιν, ὅταν πρὸς τῇ ἄλλῃ συμφωνίᾳ ταύτην ὡς χρέως ἀλλήλοις ἀποδιδόναι γινώσκουσιν. οἰκονομικῶς δὲ τοσαύτῃ συγκαταβάσει ἐχρήσατο ὁ ἀπόστολος, ἵνα τὴν πορνείαν ἐκκόψῃ, τὴν κακίστην νόσον, διδάξας ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν.
Ἐπειδὴ ἀλλήλων εἶπεν εἶναι δούλους, ἀκολούθως λέγει ὅτι οὐ χρὴ ἀλλήλους ἀποστερεῖν ἑαυτῶν, εἰ μὴ ἄρα κατὰ συμφωνίαν εὐσεβῆ, ἵνα μήτε πορνείας ἀλλήλων αἴτιοι γένωνται, μηδὲ τὴν ἐπ’ ἀλλήλοις δεσποτείαν διαφθείρωσιν παρὰ γνώμην ἀλλήλων διϊστάμενοι.
Συγγινώσκων τῇ φύσει τοῦ σώματος λέγω ὡς χρὴ ὑμᾶς πάλιν συνελθεῖν, ἐπεὶ οὐ πάντως τοῦτο λέγω ἀποκλείων ὑμῶν τὴν ἐγκράτειαν· θέλω γὰρ πάντας ἐν ἐγκρατείᾳ εἶναι ὡς καὶ ἐμαυτόν.
He wrote these things to the clergy; for it was by him that they were written to the apostle. He forbade fornication as unlawful, but permitted the communion of marriage as pious and as a deliverance from fornication, and praised continence as more perfect.
He teaches that those joined in marriage are masters of each other more than of themselves. It is a good debt for those living together, when, in addition to other harmony, they know to render this to each other as a duty. The apostle used such great condescension economically, in order to cut off fornication, the worst disease, having taught that those joined in marriage are masters of each other more than of themselves.
Since he said they are slaves of each other, he consequently says that they ought not to deprive each other of themselves, unless perhaps by a pious agreement, so that they may not become causes of fornication for each other, nor destroy the mastery over each other by separating against each other's will.
Indulging the nature of the body, I say that you must come together again, since I do not say this at all to exclude your continence; for I wish all to be in continence, as I myself am.
Ταῖς χήραις καὶ τοῖς ἀγάμοις ἀνδράσι τοῖς μὴ παρθενίαν ἀσκήσασιν συμβουλεύει ἐγκρατεύεσθαι· εἰ δὲ ἡττῶντο τῆς σαρκός, γαμεῖν δείξας, ὅτι μέγα ἡ ἐγκράτεια. ὅμως συγχωρεῖ τὸν γάμον ὡς δεσμὸν καλόν.
Τὸ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι οὐκ ἂν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζομένων. Ἢ τῷ ἀνδρὶ καταλλαγήτω ἢ μενέτω ἄγαμος περὶ τῶν διά τινα μάχην διϊσταμένων δείκνυται.
Ἄνω περὶ χωρισμοῦ εἶπεν τοῦ διὰ ἐγκράτειαν, ὧδε περὶ τοῦ διὰ ἐρεσχελίας γινομένου. εἶτα εἶπεν· οὐκ ἐγὼ ἀλλ’ ὁ κύριος· ἔστι γάρ τι ὃ ἀφ’ ἑαυτοῦ λέγει ὁ ἀπόστολος, οὐχὶ πάντα δὲ ὁ κύριος δι’ ἑαυτοῦ. φησὶ δὲ ὅτι παραγγέλλω ὑμῖν ἤδη ἃ ὁ κύριος παρήγγειλεν ἐν τοῖς Εὐαγγελίοις περὶ τῶν γεγαμηκότων εἰπὼν ἃ ὁ θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω. σύμφωνα δὲ καὶ ταῦτα, τὸ ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τοῖς εἰρημένοις τῷ κυρίῳ ἐὰν ἀπολελυμένην τις γαμήσῃ, μοιχᾶται κἀκείνη ἐὰν γαμηθῇ ἄλλῳ.
Οὐχ ὡς ἀντινομοθετῶν λέγει· ἐγώ, οὐχ ὁ κύριος, ἀλλ’ ὅτι τινὰ μὲν δι’ ἑαυτοῦ εἶπεν ὁ κύριος, τινὰ δὲ νῦν πρῶτον εἴρηται παρὰ τοῦ ἀποστόλου περὶ τῆς διαστάσεως τοῦ ἀπίστου, καὶ διδάσκει ὅτι οὐχ ἡ ἀπιστία κρατεῖ τῆς πίστεως, ἀλλ’ ἡ πίστις τοῦ συνόντος ἁγιάζει καὶ τὸν ἄπιστον.
To widows and unmarried men who have not practiced virginity, he advises self-restraint; but if they are overcome by the flesh, he shows that they should marry, because self-restraint is great. Nevertheless, he permits marriage as a good bond.
That a wife should not be separated from her husband would not have been said concerning those who separate for the purpose of renunciation and devotion to Christ. Either she is reconciled to her husband or she remains unmarried—this is shown concerning those who separate because of some quarrel.
Above he spoke about separation for the sake of self-restraint; here about separation that occurs because of quarrelsomeness. Then he said: It is not I, but the Lord; for there is something that the apostle says on his own, but not everything does the Lord say through himself. He says that I command you now what the Lord commanded in the Gospels concerning those who are married, saying, what God has yoked together, let man not separate. And these things are consistent: the statement "if she is separated, let her remain unmarried" agrees with what the Lord said: if someone marries a divorced woman, he commits adultery, and she also commits adultery if she is married to another.
He does not speak as if legislating in opposition: I, not the Lord, but because some things the Lord said through himself, while some things are now said for the first time by the apostle concerning the separation of the unbeliever, and he teaches that unbelief does not prevail over faith, but the faith of the one who is with the unbeliever sanctifies even the unbeliever.
Οὐ τὸ λαμβάνειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου.
Ἅγιά ἐστι τὰ τέκνα καθαρὰ καὶ οὐ μεμολυσμένα καὶ ὑπὸ τῆς ἀπιστίας· νικᾷ γὰρ ἐπ’ αὐτῶν ἡ πίστις τῶν γονέων ἤπερ ἡ ἀπιστία.
Τῷ μὲν ἐμέρισεν ὁ θεὸς τὸ σῶσαι, τῷ δὲ σωθῆναι, ἑκάστῳ ἀπονείμας τὸ ἐπάξιον αὐτοῦ. τὸ δὲ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεὸς οὐ τὸ ἔχειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου.
Οὐ δι’ ἑαυτὴν ἡ περιτομὴ καλή, ἀλλ’ ὅτι ἐντολὴ θεοῦ, καὶ ἡ ἀκροβυστία δημιουργία θεοῦ, οὐ μισθὸς τῶν ἀκροβύστων. εἶτά φησι περὶ τοῦ δούλου· μὴ σπουδάσῃς περὶ τὴν πρόσκαιρον ἐλευθερίαν, ἀλλ’ εἰ καὶ δύνασαι, μᾶλλον χρῆσαι τῇ δουλείᾳ· μείζων γὰρ ὁ μισθός, ὅταν καὶ περὶ τὴν τῶν ἀνθρώπων δουλείαν ἠσχολημένος οὐκ ἀμελεῖ τοῦ εὐαρεστῆσαι θεῷ. ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη μενέτω, καὶ δοῦλος ἐπὶ τῇ δουλείᾳ μὴ ἀχθόμενος, καὶ ἐλεύθερος μὴ ἐπαιρόμενος· οὐδεμία γὰρ παρὰ θεῷ διαφορά.
Ὁ πιστὸς δοῦλος οὐδὲν ἔλαττον ἔχει κατὰ τοῦτο τοῦ ἐλευθέρου· παρὰ γὰρ τῷ θεῷ καὶ δοῦλος ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ’ αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ’ ἔστι παρ’ αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ’ ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστοῦ.
He says that it is not taking an unbeliever, but enduring an unbeliever.
The children are holy, pure, and not defiled even by unbelief; for the faith of the parents prevails over unbelief in them.
To one, God has assigned the task of saving; to the other, of being saved, apportioning to each what is worthy of him. And as for "to each as God has assigned," he says that it is not having an unbeliever, but enduring an unbeliever.
Circumcision is not good for its own sake, but because it is a command of God; and the foreskin is a creation of God, not a reward for the uncircumcised. Then he speaks about the slave: Do not be eager for temporary freedom, but if you are able, rather make use of servitude; for the reward is greater when, even while occupied with servitude to men, one does not neglect to please God. Let each remain in that to which he was called: the slave not being vexed at his servitude, and the free man not being puffed up; for there is no difference before God.
The faithful slave has nothing less in this respect than the free man; for before God, the slave is seen as free and has been freed by him. For this is what "he is a freedman of the Lord" means, that is, he has been freed by the Lord himself; and the man called to freedom in the faith will have nothing more than the slave, but like him is a slave of Christ.
Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε.
Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω; τίς δ’ ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ’ ὅτι οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχισμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω.
Grace knows no difference between slavery and mastery. Do not, therefore, flee from slavery as unworthy of faith; you lack nothing compared to those in faith on this account. And if it were possible for you to obtain freedom, let your concern rather be how you might be able to use it properly, having made care of evil your business in freedom. And showing that the free man has no more before Christ on this account, nor is the slave diminished, he adds: for he who is called a slave in the Lord is a freedman of the Lord; likewise, he who is called free is a slave of Christ.
Instead of living slavishly and illiberally for the sake of needs, serving men, and abandoning the true master by whose blood you were purchased.
How, when in other places he says, "If you seek proof of Christ speaking in me," does he now say, "I have no command from the Lord"? Who would accept it, if he says what the Lord did not command him? But it is clear that he does not say this, that he has no command to teach about virginity, but that he did not receive from God the command to enjoin virginity upon you, but rather to give an opinion and advise that virginity is good and useful. Therefore, as one advising, he says "I think" and calls it good, and places the choice of choosing it upon the hearers. The matter is pleasing to God, as the Lord also said that some castrated themselves for the kingdom, calling virginity castration because of its inactivity. He says, then, that he has no command, but he permitted it by opinion, saying, "Let him who is able to proceed, proceed.
εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ παρθενία, ἀλλ’ ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ.
Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ’ ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.
Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλαγήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατηγορίαν γάμου.
Ἄλλην αἰτίαν λέγει δι’ ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν – ἀφίεμεν γὰρ αὐτά – ἵνα καὶ οἱ ἔχοντες ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μεταβάλλεται, ἡ φθορὰ εἰς ἀφθαρσίαν, αἱ πόλεις, τὰ τείχη, οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ ἥτις λαμβάνει μεταβολήν.
Then, having called himself faithful, he indicates that he speaks both faithfully and in a manner worthy of a command. And the phrase "I think" he does not utter hesitantly, as if to say that virginity is good, but rather as a safeguard, lest it be considered a command.
He showed that he introduces virginity not as an accusation against marriage, but that out of consideration for the saints he advocates virginity, since marriage fills the flesh with pains and labors.
He showed that he introduces virginity not as an accusation against marriage, but as a concern for release from worldly cares. Then, having said "but I spare you," he advocates virginity out of consideration for the saints, not as an accusation against marriage.
He states another reason for which he prefers virginity, everywhere showing that he accuses marriage by prioritizing holiness: that the world is near its end, and one must know that what we have we do not have—for we leave them behind—so that even those who have possessions may be as those who do not. If it is good for those who have possessions to have them as if they do not, how much more is it for the virgin not even to approach marriage? And for those who use this world as not misusing it: through this he eliminates immoderate enjoyment, while nevertheless leaving room for necessary use. For the phrase "the form of this world is passing away" shows that it is not the world that passes away, but the form of the present life changes—corruption into incorruption, the cities, the walls, the laws, the agriculture, the arts; for these are like a certain form imposed upon this life, which undergoes change.
Διὰ τούτου τὸ ὀλιγοχρόνιον τῶν ἀνθρώπων δηλοῖ, ἵνα εἰς μετάνοιαν χωρήσωσιν ὡς φθάσαντες τοῦ βίου τὸ τέλος τῶν προσκαίρων καταφρονήσαντες. εἰ δὲ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ βέλτιον ἡ παρθενία;
Τοῦτ’ ἔστι μήτε τὰ λυπηρὰ τοῦ βίου τούτου ὑμᾶς καταβαλλέτω, μήτε τὰ δοκοῦντα χαρᾶς ἄξια ὑπερευφραινέτω· πάντα γὰρ τὰ ἐνταῦθα πρόσκαιρα καὶ οὐχ ἑστηκότα.
Σχῆμα καὶ μορφή τις ὥσπερ τοῦ κόσμου πολιτεῖαι, νόμοι, γεωργίαι, τέχναι, ἐμπορεῖαι, ὧν περισσὴ ἡ χρεία τῆς φθορᾶς μεταβληθείσης εἰς ἀφθαρσίαν· δείκνυσιν οὖν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ παρὸν σχῆμα τοῦ κόσμου.
Ἔδειξε διὰ τί εἶπε τὸ ἐγὼ δὲ ὑμῶν φείδομαι· ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας. καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν.
Ἀπέδωκε τὴν αἰτίαν δι’ ἣν τοῦ γάμου προτιμοτέρα ἡ παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν.
Through this he indicates the brevity of human life, so that they may proceed to repentance, having reached the end of life and despised transitory things. But if it is good for those who have it to be as if they do not have it, how is virginity not better?
This means: neither should the sorrows of this life cast you down, nor should things that seem worthy of joy overly elate you; for all things here are temporary and unstable.
There is a certain form and shape of the world—constitutions, laws, agriculture, crafts, commerce—whose need is superfluous when corruption is transformed into incorruption. He shows, therefore, that it is not the world that passes away, but the present form of the world.
He showed why he said, "But I spare you": so that you not waste your concerns on things that do not endure. And what follows demonstrates this even more.
He gave the reason why virginity is more honorable than marriage: not because of the marriage bed or abstinence from the bed, but because marriage is full of cares that distract the mind from occupying itself with piety according to God.
Θέλω ὑμᾶς ἀμερίμνους εἶναι, ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας ταῖς βιωτικαῖς περισπώμενοι χρείαις. διὸ καὶ τοῦ γάμου προτιμοτέρα ἡ παρθενία, οὐ διὰ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλ’ ὅτι ἀπασχολεῖ τῆς εὐσεβείας τὸν νοῦν.
Νομίζουσί τινες ὅτι αὐτόν τινα περὶ ἑαυτοῦ ἀσχημονεῖν λέγει, ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ εἴ τις ἀσχημονεῖν νομίζοι. οὐκ ἔστι δὲ οὕτως. καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γάρ· ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ’ ὑφ’ ἑτέρου δίδοται.
Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως, τὸ δὲ τελειοτέρας εὐσεβείας.
Πρὸς σύγκρισιν εἴρηται τοῦτο· μακαρία μὲν γάρ ἐστιν, ἐὰν γαμῆται καὶ ἔχῃ προστασίαν ἀνδρός, μακαριωτέρα δέ, ἐὰν πρὸς εὐσέβειαν ἀποβλέπουσα μὴ γαμῆται, ἀλλ’ ἀπασχολήσῃ ἑαυτὴν τῷ θεῷ.
Ἐπειδὴ οἱ Κορίνθιοι τὰ εἰδωλόθυτα ἤσθιον, λέγοντες ὅτι ἡμῖν οὐκ ἔστιν εἰδωλόθυτον – ἁγιάζω γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ καὶ ἐσθίω –, δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο, καὶ λέγει· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ὥστε ὃ οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω.
I want you to be free from care, so that you may not waste your concerns on things that do not endure, being distracted by the necessities of life. For this reason virginity is more honorable than marriage, not because of abstinence from the bed, but because it diverts the mind from piety.
Some think that he says that someone is being indecent about himself, meaning that if someone considers it indecent concerning his own virginity. But it is not so. And what follows shows this; for he says: so that the one who gives in marriage does well, and the one who does not give in marriage does better. But no one gives himself in marriage, but is given by another.
The better thing of this blessed one is to remain thus; for the one is of bodily rest, the other of more perfect piety.
This is said for comparison; for she is blessed if she is married and has the protection of a husband, but more blessed if, looking toward piety, she does not marry but devotes herself to God.
Since the Corinthians were eating meat offered to idols, saying that for us it is not meat offered to idols—for I sanctify it by the naming of Christ and eat it—he shows that they are not the only ones who know this as wise men, and he says: we know that we all have knowledge. So that what you know I know, but what you suffer I do not suffer.
Τοῦτο μέν, ὃ οἴδατε καὶ οἶδα, οὐ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς, ἐγὼ δὲ οἶδα. τί οὖν φυσιοῦσθε ὑπὸ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης ὅσον ἡ ἐμὴ γνῶσις; ἐπάγει γοῦν· εἰ δέ τις δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. αὐτίκα ὃ ἐγὼ οἶδα, σὺ οὐδέπω οἶδας. εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον; τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ’ αὐτοῦ, οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ’ ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας· λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως, ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως, οἷόν ἐστι τὸ ὑπὸ τοῦ κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς.
Ἐπειδὴ οἱ Κορίνθιοι ἔλεγον· οὐδὲν εἴδωλόν ἐστιν, διὸ καὶ οὐ λογοῦμεν τὰ ἱερόθυτα μᾶλλον ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ ἐσθίοντες ἢ βλαπτόμεθα, δείκνυσιν ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο ἀλλὰ καὶ ἄλλοι, ὅτι οὐκ ἔστι τι ἱερόθυτον· ὥστε ὃ μὲν οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. ἡ μὲν οὖν τοιαύτη γνῶσις φυσιοῖ καὶ βλάπτει, ἐὰν τὸ ἑαυτῶν οἴδητε, οὐ μὴν καὶ τὸ ἄλλο ὅτι ἡ ἀγάπη οἰκοδομεῖ, καὶ δεῖ γάρ σε διὰ τὴν ἀγάπην τοῦ ἀσθενοῦς ἀδελφοῦ μὴ ἐσθίειν ἐν εἰδωλείῳ, ἵνα μὴ ἐκεῖνος πληγῇ.
This you know, and I know, it is not necessary to consider; but what I know, that it is necessary not to eat because of the weak one, this you do not know, but I know. Why then are you puffed up by knowledge that does not have as much as my knowledge? He then adds: if anyone seems to know something among you, he has not yet known as he ought to know. For instance, what I know, you do not yet know. But if someone loves God, that one is known by him. We, whatever we suppose we know as men, do not yet know anything. What then is the blessed thing? To love God and to be known by him, not because he is ignorant of those who do not love, but because he claims as his own those who love; for the term "knowledge" is also taken for appropriation, just as the term "ignorance" is also taken for alienation, as in the saying of the Lord: "Depart, I have never known you."
Since the Corinthians said: there is no idol, therefore we are not harmed, eating idol-offerings rather in the name of Christ, he shows that not only they themselves as wise know this, but also others, that there is no such thing as an idol-offering; so that what you know I know, but what you suffer I do not suffer. Such knowledge then puffs up and harms, if you know your own things, but not also that love builds up, and it is necessary for you, because of the love of the weak brother, not to eat in an idol temple, so that he may not be wounded.
Οὐδὲν οἶδεν ὁ δοκῶν τι εἰδέναι ἐν ὑμῖν· οὐ γὰρ ἐγίγνωσκεν ἑτέρους βλάπτεσθαι τῇ τούτων γνώσει.
Κἂν οἰηθῶμέν τι εἰδέναι, οὐδέπω ἴσμεν οὐδέν. τὸ δὲ μακάριον τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ’ αὐτοῦ, τοῦτ’ ἔστι τὸ οἰκειοῦσθαι αὐτῷ· οὐδένα γὰρ ἀγνοεῖ, ἀλλὰ τοὺς ἀσεβεῖς λέγεται ἀγνοεῖν.
Προειπὼν οὐδεὶς θεὸς εἰ μὴ εἷς, ἵνα μὴ δόξῃ ἐκβάλλειν τῆς θεότητος τὸν υἱόν, ἐπήγαγεν ὁ πατήρ· καὶ γὰρ ἀληθῶς πατὴρ ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. οὐκοῦν καὶ υἱὸς θεὸς ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. εἰ δὲ ἑνὸς λεγομένου κυρίου τοῦ υἱοῦ, οὐχ ἥττω κύριος ὁ πατήρ, δηλονότι καὶ ὡς ἑνὸς λεγομένου θεοῦ τοῦ πατρός. οὐκ ἐλάττω θεὸς οὐδὲ υἱός. τὸ δὲ ἐξ αὐτοῦ τὰ πάντα οὐ τὴν οὐσίαν δηλοῖ – οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ τὰ δημιουργήματα – ἀλλὰ τὸ ἐξ οὗ τὴν βουλὴν τοῦ πατρὸς δηλοῖ. εἶτα εἰπὼν καὶ ἡμεῖς εἰς αὐτόν, δίδωσιν ἡμῖν νοεῖν τὸ ἐλλεῖπον τῷ λόγῳ, τὸ ἀλλ’ ἡμῖν εἷς θεός, καὶ ἡμεῖς εἰς αὐτὸν ἐλπίζομεν. πάλιν δὲ λείπει τῷ λόγῳ τῷ καὶ ἡμεῖς δι’ αὐτοῦ – λείπει γὰρ τὸ κεκλήμεθα ἢ σεσώσμεθα –· οὐ γὰρ τοῦτο λέγει ὅτι δι’ αὐτοῦ ἡμεῖς ἐγενόμεθα – εἰπὼν γὰρ τὰ πάντα περιέλαβε τὸ καὶ ἡμεῖς – ἀλλὰ πάντα λέγει τὰ γενόμενα, ἡμεῖς δὲ τὰ οἰκονομηθέντα καὶ σωζόμενα.
No one knows anything who thinks he knows something among you; for he did not recognize that others are harmed by this knowledge.
Even if we think we know something, we still know nothing. The blessed thing is to love God and to be known by him; this is to be united with him. For he is ignorant of no one, but the impious are said to be unknown to him.
Having said beforehand that there is no God except one, so that he might not seem to exclude the Son from divinity, he added "the Father." For truly there is no other Father except one. Therefore there is no other Son who is God except one. And if the Son is called one Lord, the Father is not a lesser Lord; clearly, as the Father is called one God, the Son is not a lesser God either. The phrase "all things are from him" does not indicate the essence—for the creations are not from the essence of God—but rather indicates the will of the Father. Then, having said "and we are toward him," he gives us to understand what is missing from the statement: "but for us there is one God, and we hope in him." Again, something is missing from the statement "and we through him"—for what is missing is "have been called" or "have been saved." For he does not say that we came into being through him—for having said "all things," he included "and we"—but he says all things that have come into being, while we are the things that have been ordered and saved.
Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους μέγα.
Ποία; ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ.
Ὁ οὐκ ἔχων ταύτην τὴν γνῶσιν ὅτι εἷς ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ, νομίζων εἰδωλόθυτον ἐσθίειν πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ ἐσθίοντος πιστοῦ. καὶ τὸ μὲν κατορθούμενον ἐκ τοῦ ἐσθίειν οὐ μέγα, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους βαρύ.
Οὐ λέγω ἵνα μὴ φάγω εἰδωλόθυτον, ἀλλ’ οὐδὲ κρέας, ἐὰν ἐπὶ τούτῳ σκανδαλίζηται ὁ ἀδελφός, ὅτι οὔτε ἐν οἷς ἔσχεν ἐξουσίαν, οἷον ἐν τῷ γραφῆναι παρ’ αὐτῶν, ἠνέσχετό τινα βαρῆσαι. διὰ πολλῶν δὲ τοῦτο κατασκευάζει, καὶ πρῶτον τοῦ ἰδίου ἀξιώματος μέμνηται, ἵνα δείξῃ τὰς αἰτίας ὅτι εὐλόγως ἐλάμβανεν, εἰ δ’ ἂν ἐβούλετο λαβεῖν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐξ ὧν λαβεῖν ἔλαβον. κἀγώ, φησίν, ἀπόστολός εἰμι καὶ ἐξουσίαν ἐμαυτοῦ ἔχω καὶ οὐχ ὑπό τινα εἰμὶ τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν· εἰ γὰρ καὶ ἔχουσιν οἱ ἄλλοι ἀπόστολοι πλείω τι παρ’ ἐμὲ τὸ μετὰ Χριστοῦ γενέσθαι, ἀλλ’ οὐδὲ τούτου ἐστέρημαι.
What is accomplished by you is nothing, but what harms the weaker ones is great.
What is that? That God is one and there is no idol in the world.
He who does not have this knowledge, that God is one and there is no idol in the world, thinking he eats meat offered to idols, is struck. And your knowledge harms the one who is weak; for many even of the believers have not yet understood that there is no meat offered to idols, these are harmed by the believing eater. And what is accomplished from eating is not great, but what harms the weaker ones is heavy.
I do not say that I should not eat meat offered to idols, but not even meat, if on this account the brother is scandalized, because neither in matters over which he had authority, such as in what was written by them, did he allow anyone to be burdened. Through many things he establishes this, and first he mentions his own rank, in order to show the reasons that he took reasonably, but if he had wished to take, just as also from the others from whom they took, they took. And I, he says, am an apostle and have authority over myself and am under no one who compels me and prevents me from taking; for even if the other apostles have something more than I in having been with Christ, yet I am not deprived of this either.
Πρὸς τοὺς διερωτῶντάς με εἰ εἰμὶ ἀπόστολος, αὕτη μοί ἐστιν ἀπολογία, ἡ ὑμετέρα σφραγὶς καὶ διδασκαλία.
Οὐκ ἐγὼ διατάττω ὡς ἀπόστολος; οὐκ ἐγὼ νομοθετῶ ταῖς ἐκκλησίαις; μὴ ὑφ’ ἑτέροις εἰμὶ διδασκάλοις; ἔχω γοῦν ἐξουσίαν, ἀλλ’ οὐ καταχρῶμαι αὐτῇ, ἵνα μὴ σκανδαλίσω ἐπ’ ἐμοί τινας ὀλιγοπίστους.
Ἡ βεβαίωσις καὶ ἡ ἀπόδειξις.
Δείκνυσιν ὅτι τοῖς ὑπηρετουμένοις εἴτε θυσιαστηρίοις εἴτε εὐαγγελίοις ἐκ τούτων διαζῆν νενομοθέτηται.
Γυναῖκα εἰπὼν καὶ προσθεὶς ἀδελφήν, τὸ πρέπον καὶ σῶφρον καὶ καθαρὸν τῆς συνεκδημούσης ἐδήλωσεν, εἴτε σύζυγος ἦν εἴτε οὔ, δηλονότι ὅτι καὶ Πέτρῳ καὶ ἄλλοις συνεξεδήμησαν γυναῖκες τῆς διδασκαλίας αὐτῶν ὀρεγόμεναι. οὐ διαβάλλων δὲ ταῦτά φησιν – μὴ γένοιτο – ἀλλὰ τῆς αὐτοῦ περὶ τὸν βίον ἀκριβείας τὴν ὑπερβολὴν δεικνύει, δυσωπῶν τοὺς Κορινθίους μὴ ἀπαραφυλάκτως ζῆν, ἵνα μὴ ἑτέροις γίνωνται σκάνδαλον.
Ἢ μόνοις ἡμῖν ἀπηγόρευται πράττειν ταῦτα ἅπερ καὶ ἑτέροις; ἐνέθηκε δὲ ὡς συνεργὸν τὸν Βαρνάβαν, ἵνα μὴ δόξῃ μεγαφρονεῖν ὡς μόνος κατορθῶν.
To those who keep asking me whether I am an apostle, this is my defense: your seal and teaching.
Do I not arrange as an apostle? Do I not legislate for the churches? Am I not under other teachers? I have authority, at any rate, but I do not abuse it, so that I may not cause scandal among some of the weak in faith.
The confirmation and the demonstration.
He shows that it has been legislated for those who serve, whether at altars or with gospels, to live from these.
Having said "woman" and added "sister," he indicated the propriety, modesty, and purity of the woman traveling with him, whether she was a wife or not, evidently because women traveled with Peter and others, desiring their teaching. He does not say these things to slander—far from it—but shows the excess of his own precision in life, shaming the Corinthians not to live carelessly, so that they do not become a scandal to others.
Is it only forbidden to us to do these things which are also done by others? He included Barnabas as a fellow worker, so that he might not seem to be boastful as the only one succeeding.
Μὴ ἐμὰ ῥήματα λέγω. οὐχὶ καὶ ὁ νόμος δὲ ταῦτα λέγει;
Οὐ διὰ ταῦτο δὲ ἔγραψα, φησίν, ἵνα τι παρ’ ὑμῶν ἀπενέγκωμαι, μὴ γένοιτο.
Οὐδὲν μέγα, εἰ εἰδωλόθυτον ἀπόσχῃ διὰ τὸν ἀδελφόν σου· κἀγὼ γὰρ ἐδούλωσα ἐμαυτὸν οἷς οὐχ ὑπόκειμαι, ἵνα ὠφελήσω πολλούς.
Ἰουδαίους λέγει τοὺς φύσει ὄντας ἐκ τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, ὑπὸ νόμον δὲ τοὺς μὴ ὄντας τοῦ γένους αὐτῶν, τῷ δὲ νόμῳ τῶν Ἰουδαίων χρωμένους καὶ γεγονότας προσηλύτους.
Ἀνόμους λέγει τοὺς Ἕλληνας τοὺς μὴ ὄντας ὑπὸ τὸν Μωϋσέως νόμον. οὐκ εἶπεν δὲ τοῖς Ἕλλησιν ἐγενόμην ὡς Ἕλλην, ἐπειδὴ οὔτε ὑποκρίνεσθαι τὸν Ἑλληνισμὸν ἠνέχετο. ἀνόμους οὖν λέγει τοὺς ἀπ’ ἐθνῶν ἐπιστέψαντας.
Ἔδοξα τοῖς ἀπὸ Ἑλλήνων μὴ εἶναι ὑπὸ νόμον καὶ ἔφερον τὴν ὑπόληψιν, ἵνα ῥύσωμαι αὐτοὺς τῶν Ἰουδαϊκῶν. πᾶσιν οὖν ἐνεδίδου τὸ κατ’ ἀρχὴν συνυπάγων ἑαυτόν, ἵνα συνενεχθεὶς αὐτοῖς ὀλίγα πρὸς ἑαυτὸν αὐτοὺς ἐπισπάσηται· οὐ γὰρ τοῖς ἐν μηδενὶ συμφωνοῦσι συντίθενται ποσῶς οἱ ἄνθρωποι, ἀλλὰ τοῖς ἐκ μέρους αὐτοῖς συντιθεμένοις.
I am not speaking my own words. Does not the Law also say these things?
I did not write for this reason, he says, in order to carry something away from you—far from it.
It is no great thing if you abstain from meat offered to idols for the sake of your brother; for I also enslaved myself to those to whom I am not subject, in order to benefit many.
He calls "Jews" those who are by nature from the race of Israel, and "those under the Law" those who are not of their race but who use the Law of the Jews and have become proselytes.
He calls "lawless" the Greeks who are not under the Law of Moses. He did not say, "I became as a Greek to the Greeks," since he could not bear to pretend Hellenism. So he calls "lawless" those from the nations who have converted.
I seemed to those from the Greeks not to be under the Law, and I bore that reputation in order to rescue them from Jewish practices. So he yielded to all at the beginning, subordinating himself, in order to be brought together with them and then draw them a little toward himself; for people do not at all agree with those who agree with them in nothing, but with those who agree with them in part.
Ἐπειδὴ καὶ τῷ εὐαγγελίῳ δοκεῖ μὴ κεχρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν, ὅπερ ἐκεῖνο βούλεται οἰκονομῶν, ἵνα κατ’ αὐτὸ τοῦτο αὐτῷ κοινωνήσω.
Ἐπειδὴ καὶ τῷ εὐαγγελικῷ δοκεῖ χρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν· ὅπερ γὰρ ἐκεῖνο εἶπεν, τοῦτο οἰκονομῶ.
Οὐ τοῦτο λέγει ὅτι εἷς ἐξ ἡμῶν πάντων προκρίνεται – ἢ γὰρ ἂν καὶ ἀπέγνωσαν ἑαυτῶν οἱ ἄνθρωποι εἰς τὸ δυσκατόρθωτον ἀποβλέποντες – ἀλλὰ δηλονότι ἡ εἰκὼν πρὸς τὰ εἰρημένα αὐτῷ ἔθνη εἴληπται. πάντες, φησίν, ὡς ἐν σταδίῳ τῷ βίῳ τούτῳ ἀγωνίζονται, Ἰουδαῖοι μὲν κατὰ νόμον, Ἕλληνες δὲ κατὰ πλάνην, εἷς δέ ἐστιν ὁ τῆς ἀληθείας λόγος, ὁ νικῶν καὶ λαμβάνων τὸ βραβεῖον. διὸ τρέχετε ἵνα μὴ σὺν τοῖς ἄλλοις ἀπολειφθῆτε.
Τί μέγα, φησίν, ἐὰν ἐγκρατεύσησθε σαρκὶ διὰ τὸν ἀδελφόν; πάντα δεῖ ἐγκρατεύεσθαι τὸν ἀγωνιζόμενον, ἀπὸ θυμοῦ, ἀπὸ δόξης καὶ ἀπὸ πάντων τῶν λοιπῶν· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδωλόθυτον οὐκ ἔστιν εἰδωλόθυτον.
Since he seems not to have used the law in the Gospel as well, I imitated his economy, which that one administers, so that by this very thing I might share in it.
Since he seems to use the law in the Gospel as well, I imitated his economy; for what that one said, this I administer.
He does not say this, that one from among all of us is preferred—for then people would have despaired of themselves, looking at the difficulty—but clearly the image is taken with reference to the nations he mentioned. All, he says, as in a stadium, contend in this life, Jews according to law, Greeks according to error, but there is one word of truth, which conquers and takes the prize. Therefore run, so that you may not be left behind with the others.
What great thing, he says, if you abstain from meat for the sake of your brother? The one who contends must abstain from everything—from anger, from glory, and from all the rest. Those, then, in order to receive a perishable crown, but we an imperishable one.
He did not say this simply, but correcting those who pretend to philosophize for the sake of gluttony, that the meat offered to idols is not meat offered to idols.
Οὐχ ἁπλῶς τοῦτο εἶπεν ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ γαστρίζεσθαι ἀδιαφόρως ἐσθίειν τὰ ἱερόθυτα ἐν πίστει προσποιουμένους.
Τοὺς ἐκ τῆς παλαιᾶς τύπους καὶ τὰς ἐκεῖθεν σκιὰς προεικονιζούσας τὴν μέλλουσαν ἀλήθειαν εἰς μέσον ἄγει ὁ θεσπέσιος Παῦλος, ἵνα σωφρονίσῃ τοὺς Κορινθίους ἐκ τῆς τῶν παλαιῶν παραθέσεως. εἰ γάρ φησιν· οἱ εἰς τὸν Μωϋσῆν βαπτισθέντες, ὃς ἦν τύπος τοῦ Χριστοῦ, ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ καὶ φαγόντες τὸ μάννα, τὸ πνευματικὸν βρῶμα, καὶ πιόντες ἐκ τῆς πέτρας τὸ πνευματικὸν πόμα κατεστρώθησαν ἐν τῇ ἐρήμῳ, εἰς μέθας καὶ πορνείας καὶ εἰδωλολατρείας τραπέντες, ὅτι τὸν τύπον καὶ τὴν σκιὰν ὕβρισαν, τί οὐκ ἂν πάθοιεν οἱ εἰς αὐτὴν τὴν ἀλήθειαν ἁμαρτάνοντες;
Ἐπειδὴ ἔλεγον· ἐμοὶ εἴδωλον οὐκ ἔστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, τοῦτο, φησίν, ἐκπειράσαι ἐστίν. ὃ γὰρ μὴ προσέταξεν Ἰησοῦς ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις.
Τοῦτο φησι πρὸς τοὺς λέγοντας· ἐμοὶ οὐδὲν εἴδωλόν ἐστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, ὅπερ ἐστὶν ἐκπειράζειν. ἃ γὰρ μὴ προσέταξεν ὁ κύριος ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις.
He did not say this simply, but correcting those who, for the sake of filling their stomachs, indiscriminately eat meat offered to idols, pretending to do so in faith.
The inspired Paul brings forward the types from the old covenant and the shadows from there that prefigure the coming truth, in order to sober the Corinthians by the comparison of the old things. For he says: those who were baptized into Moses, who was a type of Christ, in the cloud and the sea, and who ate the manna, the spiritual food, and drank from the rock the spiritual drink, were laid low in the desert, turning to drunkenness, fornication, and idolatry, because they insulted the type and the shadow—what would not suffer those who sin against the truth itself?
Since they said, "For me there is no idol; for I give thanks and eat," he says, this is to tempt. For what Jesus did not command, when you do it as if believing in him, you tempt rather than believe.
He says this to those who say, "For me there is no idol; for I give thanks and eat," which is to tempt. For what the Lord did not command, when you do it as if believing in him, you tempt rather than believe.
Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ’ ἣν οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται· τέλη γὰρ λέγει οὐ τὴν ἐσχάτην γενεὰν καθ’ ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ’ ᾗ τῶν αἰώνων ἡ συμπλήρωσις ἀπαντήσει.
Οὐκ ηὔξατο μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ’ οὕτως πειράζεσθαι ὡς φέρειν.
Ἐκ τούτου δηλοῖ ὅτι ὑπέμεινάν τινας ἀηδίας ἐκ τῶν πολιτῶν οἱ ἐν αὐτοῖς πιστεύσαντες. εἶτα οὐκ ηὔξατο αὐτοὺς μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ’ οὕτω πειρασθῆναι ὡς φέρειν.
Ὁρᾷς ὅτι πάντα τὰ προειρημένα αὐτῷ τούτου ἕνεκα κατεσκευάζετο.
Ἦλθεν ἐφ’ ᾧ κατεσκεύαζεν· πάντα γὰρ ὅσα προεῖπεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς τῆς εἰδωλολατρείας ἐλέγετο καὶ κατεσκευάζετο.
Μὴ πρὸς τὰ εἴδωλα αὐτῶν ἀποβλέπετε οὐδὲν ὄντα, ἀλλὰ πρὸς τὴν διάνοιαν καθ’ ἣν θύουσι δαιμονίοις καὶ οὐ θεῷ· τὸ γὰρ γινόμενον ὥσπερ εἰς ἄρνησιν γίνεται τοῦ θεοῦ.
Ἐπειδὴ γέγραπται ὁ θεὸς λέγων διὰ Μωϋσέως αὐτοῖς· παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, οἱ δὲ Κορίνθιοι εἰδωλόθυτα ἤσθιον, διὰ τοῦτό φησιν· ἢ παραζηλοῦμεν τὸν κύριον; – ἀντὶ τοῦ παροξύνομεν αὐτόν; – μὴ ἰσχυρότεροι αὐτοῦ ἔσμεν; ἔδειξε διὰ τούτου, ὅτι οὐ θέλει ὁ κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησί, θέλε ἃ μὴ θέλει ὁ κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος.
To you,” he says, “the advent of Christ has come, after which there will no longer be commandment nor law nor prophets.” For he calls “ends” not the last generation in which the consummation of the world will occur, but the final polity in Christ, at which the consummation of the ages will meet.
He did not pray not to be tempted, since an untempted man is untested, but to be tempted in such a way as to bear it.
From this he makes clear that some of the believers among them endured certain unpleasantries from the citizens. Then he did not pray that they not be tempted, since an untempted man is untested, but to be tempted in such a way as to bear it.
Do you see that all the things previously said were being constructed by him for this reason?
He came to the point for which he was constructing: for all that he said beforehand was spoken and constructed with a view to turning them away from idolatry.
Do not look to their idols, which are nothing, but to the intention according to which they sacrifice to demons and not to God; for what is done occurs as if it were done as a denial of God.
Since it is written that God says through Moses to them, “They have provoked me with non-gods, they have angered me with their idols,” and the Corinthians were eating idolothyta, for this reason he says: “Or do we provoke the Lord?”—that is, do we anger him?—“Are we stronger than he?” Through this he showed that the Lord does not wish us to eat idolothyta. “Do not, then,” he says, “wish what the Lord does not wish, as if you were stronger than he and wiser.
Ἢ εἰς ζῆλον αὐτὸν κινοῦμεν καὶ παροξύνομεν; εἴρηται γὰρ παρὰ Μωϋσεῖ· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. ταῦτα δέ φησιν, ἐπειδὴ εἰδωλόθυτα οἱ Κορίνθιοι ἤσθιον.
Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκριβολογουμένους μηκέτι τολμᾶν μήτε ὀψωνεῖν φόβῳ τοῦ μὴ ἀκοῦσαι εἰδωλόθυτον ἠγόρασας, παραμυθεῖται τὸν φόβον. συνείδησιν δὲ λέγει οὐ τὴν τοῦ ἐγνωκότος ὅτι οὐδὲν εἴδωλον, ἀλλὰ τὴν τοῦ ἑωρακότος τὸν ἀγοράζοντα τὸ εἰδωλόθυτον καὶ νομίζοντος ὅτι ἔστι τι εἰδωλόθυτον.
Ἃ ἐσθίετε τοῦ κυρίου ἐστίν, ἐπεὶ καὶ ἡ γῆ καὶ πάντα ὅσων πεπλήρωται.
Πάντα πεφυλαγμένως ποιεῖτε, ἵνα δοξάζωσι δι’ ὑμᾶς τὸν θεὸν καὶ μὴ σκανδαλίζωνται.
Μὴ αἴτιοι προσκόμματος γίνεσθε Ἰουδαίοις καὶ Ἕλλησιν ἐν τῷ μὴ προφάσει τῆς κακῆς ὑμῶν ἀναστροφῆς φεύγειν αὐτοὺς τὴν πίστιν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ ἐν τῷ τοὺς ὀλιγοπίστους μὴ σκανδαλίζεσθαι.
Ἐπαινεῖ νῦν καίπερ διεσφαλμένους, ἵνα κἂν τοῦ λοιποῦ πεισθῶσιν οἷς λέγει.
Or do we provoke him to jealousy and anger? For it is said by Moses: "They provoked me to jealousy with their gods, they angered me with their idols." He says this because the Corinthians were eating meat sacrificed to idols.
Since it was likely that they, being scrupulous, would no longer dare even to buy provisions for fear of hearing, "You have bought meat sacrificed to idols," he soothes their fear. And by "conscience" he means not that of the one who knows that there is no idol, but that of the one who has seen the buyer of the idol-offering and thinks that there is something to the idol-offering.
"What you eat belongs to the Lord," since both the earth and everything with which it is filled are his.
Do everything with caution, so that they may glorify God through you and not be scandalized.
Do not become causes of offense to Jews and Greeks, so that they do not flee the faith on account of your bad conduct, and to the church of God, so that the faint-hearted are not scandalized.
He now praises them, even though they have gone astray, so that at least from now on they may be persuaded by what he says.
Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος λέγει, ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς· θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός.
Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος – ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν – οὐδὲ ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ’ εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν – καὶ ὅλως οὐδὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται νῦν, ἀλλ’ ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν.
Ἐπειδὴ οἱ Ἀρείου λέγουσιν· ὥσπερ κεφαλὴ τοῦ ἀνδρὸς ὁ Χριστός, ἐπειδὴ ποιητὴς αὐτοῦ ἐστιν, οὕτω τοῦ Χριστοῦ ὁ θεὸς ὡς ποιητὴς αὐτοῦ, δοκοῦσι τὰ ἑξῆς ἀγνοεῖν· τῆς γὰρ γυναικὸς κεφαλὴ ὁ ἀνήρ. καὶ οὔτε ποιητὴς αὐτῆς ἐστιν καὶ ὁμοούσιος αὐτῇ ἐστιν, καὶ κατὰ τὸν αὐτὸν λόγον εὑρισκόμεθα ὁμοούσιοι τῷ Χριστῷ. οὕτω πάντα πᾶσι ληροῦσιν. κεφαλὴ γὰρ ὧδε κατὰ τὸ ἀρχοντικὸν εἴρηται, οὐ κατὰ τὸ ποιητικόν· ὥστε ὁ ἔχων ἄρχοντα καὶ κεφαλὴν τὸν Χριστόν, ἐὰν ἁμαρτῇ, τὸν ἑαυτοῦ ἄρχοντα ὑβρίζει. κατὰ τοῦτον τὸν λόγον τῷ Χριστῷ ὑποτεταγμένοι τῷ θεῷ καὶ πατρὶ ὑποτετάγμεθα, ὅτι καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεός.
He says this by way of exhortation rather than approval, in order to subsequently confirm the admonition among them: I want you to know that the head of every man is Christ, the head of a woman is her husband, and the head of Christ is God.
If one were to interpret impiously, it would be according to the discourse on divinity; if piously, according to that on the economy. For the discussion is not about having come into being now—behold, the husband did not make the woman—nor does the order Paul used look to this, but only to subordination. It is not due to a difference in nature, and the divinity of the Only-Begotten is not at all taken up now, but the economy, which is closer to the husband and woman according to nature.
Since the followers of Arius say: just as Christ is the head of man, because he is his maker, so God is the head of Christ as his maker, they seem to be ignorant of what follows: for the head of the woman is the husband. And he is neither her maker nor is he consubstantial with her, and by the same reasoning we are found to be consubstantial with Christ. Thus they prattle everything to everyone. For "head" is said here according to authority, not according to making; so that he who has Christ as his ruler and head, if he sins, insults his own ruler. According to this reasoning, being subordinate to Christ, we are subordinate to God and Father, because God is also the head of Christ.
Προφητεύειν λέγει τὸ τοὺς προφήτας ἑρμηνεύειν. ἤτοι ἐν τούτῳ ἡ διαφορὰ τῶν πάλαι προφητῶν καὶ τῶν νέων, ὅτι οἱ μὲν παλαιοὶ γενικώτερον ἐπροφήτευον περὶ ἐκπτώσεως Ἰουδαίων καὶ κλήσεως ἐθνῶν καὶ τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ, οἱ δὲ ἰδικῶς ὡς ἐπὶ Ἀνανίου ὁ Πέτρος.
Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν ψυχὴν εἰκὼν θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν καθ’ ἕν τι τούτων, πάντως ἂν καὶ ἡ γυνὴ εἰκὼν θεοῦ ἐκλήθη, καὶ αὐτὴ τὸν τύπον ἔχουσα τὸν τοῦ σώματος καὶ τὴν ψυχὴν ἔχουσα οἵαν καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ ἀνδρὶ ψυχὴν καὶ σάρκα εἰκὼν οὐ λέγεται, δηλονότι κατὰ τὸ ἀρχικὸν εἰκὼν θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν θεοῦ· ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ, διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι, γυναικὸς δὲ ὁ ἀνήρ, ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὖν οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν.
He says "to prophesy" means to interpret the prophets. Or rather, in this lies the difference between the ancient prophets and the new ones, that the ancient ones prophesied more generally concerning the fall of the Jews and the calling of the Gentiles and the incarnate advent of Christ, while the new ones prophesied specifically, as Peter did concerning Ananias.
From these things it is evident that man is neither an image of God according to the soul nor according to the body. For if he were according to either one of these, then certainly woman would also be called an image of God, since she too possesses the form of the body and has a soul of the same kind as man. But if woman, having the same soul and flesh as man, is not called an image, it is clear that man is an image of God according to the ruling principle. For when the discussion concerns irrational beings, woman too is an image of God; but when the comparison is between man and woman, only man is an image, because the male and female in humans rules over all things on land, in the sea, and in the air, while woman is ruled by man, and no one on earth rules over man. Therefore, just as no one rules over God among existing things, so no one rules over man among earthly things. And we understand nature as the truth of the things themselves.
Εἰκών ἐστιν ὁ ἀνὴρ τοῦ θεοῦ, οὐ κατὰ σῶμα ἢ ψυχήν, ἀλλὰ κατὰ τὸ ἀρχικόν· ἔχει γὰρ μετὰ τῶν ἄλλων ἐν ὑποταγῇ καὶ τὴν γυναῖκα, καὶ ὥσπερ οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὔτε ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. ὥσπερ δὲ καλῶς ὑπακούων ὁ ἀνὴρ τῷ ἀρχηγέτῃ δόξα καὶ ἔπαινος θεοῦ ἐστιν, οὕτως καὶ ἡ γυνὴ δόξα τοῦ ἀνδρός ἐστιν καλῶς αὐτῷ ὑποτεταγμένη.
Τὸ τραχὺ καὶ δύσεικτον τῶν γυναικῶν συνεωρακὼς ὁ ἀπόστολός φησιν, ὑπομιμνήσκων ὅτι καὶ ἀγγέλους ἐπέστησεν ἡμῖν ὁ θεός. τινὲς δὲ ἀγγέλους τοὺς ἱερέας τῆς ἐκκλησίας εἰρῆσθαί φασιν καὶ δι’ αὐτοὺς καλύπτεσθαι ὡς μὴ λαβούσας τοῦ ἄρχειν τὴν ἐλευθερίαν. τοῦτο δὲ ἴσως εἶπεν, ἐπειδὴ καὶ γυναῖκες προεφήτευον ἐκ πνεύματος ἁγίου. τοῦ δὲ πνεύματος ἐνεργοῦντος πᾶσα ἀνάγκη τοὺς λειτουργοὺς ἀγγέλους παρεῖναι, καὶ δεῖ διὰ τοῦτο κατακαλύπτεσθαι τὴν γυναῖκα.
Οὐκ ἀπὸ τοῦ παλαιοῦ ἔθους ἀλλ’ ἀπὸ τοῦ κατ’ αὐτοὺς ἐδοκίμασε τοῦτο. καὶ οἱ κομῶντες τὸ παλαιὸν ἐκ μέρους ἀποκείροντες ἐπὶ πλεῖον ἢ ἔδει κομῶντες, γυναικὶ δὲ ἀεὶ τὸ κείρεσθαι ἀπεδοκιμάσθη.
The man is an image of God, not according to body or soul, but according to the ruling principle; for he holds even his wife in subjection along with the others, and just as no one rules over God among beings, so no one rules over a man among earthly things. And just as the man who obeys the leader well is glory and praise of God, so also the wife is glory of the man when she is well subjected to him.
Having observed the harsh and unyielding nature of women, the apostle speaks, reminding that God set even angels over us. But some say that angels means the priests of the church and that through them women are covered, as not having received the freedom to rule. He said this perhaps because women also used to prophesy from the Holy Spirit. But when the Spirit is active, it is absolutely necessary that the angelic ministers be present, and for this reason the woman must be covered.
He did not approve this from the ancient custom but from what was fitting for them. And those who wore their hair long in ancient times, cutting it off in part, wore it longer than necessary, but for a woman, cutting the hair was always disapproved.
Αἱρέσεις λέγει οὐ τὰς ἐν τοῖς δόγμασιν ἀλλὰ τὰς ἐν ἔθεσι καὶ τύποις.
Ἐγκαλεῖ ὅτι συνερχόμενοι ὡς ἐπὶ κοινωνίᾳ τοῦ ἁγίου σώματος οὐκ ἀνέμενον ἀλλήλους, ἀλλά τινων διαπενίαν ἀσχολουμένων καὶ ὑστερούντων προφθάνοντες οἱ εὔποροι οὐκ ἀνέμενον τοὺς ἄλλους, ἀλλ’ ὑπὸ γαστριμαργίας τοῦ μὲν κυριακοῦ δείπνου παρημέλουν, ἐπὶ δὲ τὰ ἴδια αὐτῶν δεῖπνα ἐπείγοντο, ἅπερ πολυτελῶς ἐποίουν ἐν τῇ ἐκκλησίᾳ ὥσπερ ἐλέγχοντες τῶν οὐκ ἐχόντων τὴν ἔνδειαν, διότι ἄλλων πεινώντων αὐτοὶ ἐμέθυον· φθάνοντες γὰρ τὴν κοινωνίαν ἀπήλαυον τῶν ἰδίων ὄψων.
Πνευματικὰ λέγει νῦν τὰς τοῦ ἁγίου πνεύματος ἐνεργείας ἃς ἑκάστῳ κατὰ τὴν ἀξίαν διερεῖ, οἷον τῷ μὲν εὐαγγελίζεσθαι, τῷ δὲ προφητεύειν, καὶ ἑτέρῳ ἕτερον. διὰ δὲ τοῦ εἰπεῖν πρὸς τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ’ ἀνάγονται ὑπ’ ἀκαθάρτου πνεύματος οὐκ αὐθαιρέτῳ γνώμῃ πορευόμενοι· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀνήγεσθε ἀπαγόμενοι. φησὶ γοῦν· τὴν μὲν τοῦ ἀκαθάρτου πνεύματος ἐξ ὧν ἐπάσχετε ἴστε ἐνέργειαν, τὰ δὲ τοῦ ἁγίου πνεύματος καθαρὰν ἔχει τὴν ἐνέργειαν. διὸ ὁ μὲν μάντις σκοτοῦται τὴν ψυχὴν καὶ οὐκ οἶδεν ὃ λέγει, τοῦ δὲ προφήτου ἡ ψυχὴ φωτεινοτέρα γίνεται καὶ μαθοῦσα ἃ οὐκ ᾔδει λέγει τὰ ἀποκαλυφθέντα αὐτῇ. ὁ οὖν δαίμων ὡς ἐχθρὸς σκοτεῖ τὴν ψυχήν, τὸ δὲ πνεῦμα ὡς εὐεργετικὸν φωτίζει προσερχόμενον τῇ ψυχῇ, ὅπερ δεικνὺς ἐπάγει.
He calls "heresies" not those in doctrines but those in customs and practices.
He rebukes them because, when they came together as for communion of the holy body, they did not wait for one another, but while some were occupied with poverty and were lacking, the wealthy, getting there first, did not wait for the others, but, out of gluttony, they neglected the Lord's supper and hurried to their own dinners, which they made sumptuously in the church, as if reproaching the neediness of those who had not, because while others were hungry, they themselves were drunk; for, arriving first at the communion, they enjoyed their own dishes.
He now calls "spiritual" the energies of the Holy Spirit, which he will assign to each according to worth, for example, to one to evangelize, to another to prophesy, and to another something else. And by saying "you are carried up to the idols," he shows the greatest difference between prophecy and divination. For in the case of idols, those possessed by the unclean spirit are not sober, but are carried up by the unclean spirit, not proceeding by their own free will; for this is what he indicates by "you are carried up," being led away. So he says: you know the energy of the unclean spirit from what you suffered, but the energy of the Holy Spirit is pure. Therefore, the diviner's soul is darkened and he does not know what he says, but the prophet's soul becomes brighter and, having learned what it did not know, it speaks what was revealed to it. So the demon, as an enemy, darkens the soul, but the Spirit, as beneficent, enlightens the soul it approaches, which he shows by adding.
Πάντων γὰρ τὰ βλάσφημα εἰς Χριστὸν ὑπὸ τοῦ πονηροῦ ἐνεργεῖται τοῦ θολοῦντος τὴν ψυχήν. τοῦτο οὖν λέγει ἀσφαλιζόμενος τοὺς προσποιουμένους θεοφορεῖσθαι καὶ κατὰ Χριστοῦ λαλοῦντας. ἐπειδὴ δὲ καὶ ἡ λεγεὼν καὶ ἡ πυθομάντις ὠνόμαζον τὸν κύριον Ἰησοῦν, οὐ λέγομεν ὅτι ὁ τοῦτο λέγων τελείως λέγει – εἰσὶ γὰρ πολλοὶ κύριοι λεγόμενοι δίκαιοι – ἀλλὰ τὸ ὁμολογῆσαι τὴν ἐπὶ πάντων κυριότητα καὶ δεσποτείαν τοῦ Χριστοῦ. ἴσως δὲ ὅτι καὶ πειρώμενοι τοῦτο ἔλεγον ὡς ὁ διάβολος ἀναγαγὼν αὐτὸν εἰς τὸ ὄρος. διὸ οὔτε ὥσπερ ἀναξίων καὶ πειραζόντων καταδέχεται τὴν ἐξ αὐτῶν μαρτυρίαν.
Λόγος σοφίας τὸ καὶ νοῆσαι τὰ ἐν σοφίᾳ θεοῦ εἰρημένα ἐν προφήταις καὶ εὐαγγελισταῖς καὶ παραστῆσαι τοῖς ἀκούουσιν. λόγος γνώσεως ἡ ἀποκάλυψις τῶν λανθανόντων ἃ μανθάνει τις μὴ εἰδὼς ἐν πρώτοις παρὰ τῆς τῆς χάριτος καὶ λέγει. πίστις τὸ πιστεῦσαι μόνον τῷ κηρύγματι· οὐ γὰρ τὸ ἀκοῦσαι ἁπλῶς τοῦτο πίστις ἀλλὰ τὸ δέξασθαι πιστῶς τὰ εἰρημένα. διάκρισις πνευμάτων, ἐπειδὴ μεμίμηται ἡ μαντεία τὴν προφητείαν ἐν τῷ καὶ αὐτῇ δοκεῖν προλέγειν τὸ πνεῦμα τὸ ἅγιον, καὶ τούτων τὴν διάκρισιν δέδωκεν διὰ τὸ μὴ πλανᾶσθαι.
For all blasphemies against Christ are energized by the evil one, who muddies the soul. He says this, then, as a safeguard against those who pretend to be God-bearing and yet speak against Christ. And since both the legion and the pythoness named the Lord Jesus, we do not say that whoever says this speaks perfectly—for there are many called lords who are righteous—but rather the confession of Christ's lordship and dominion over all. Perhaps also they said this as a test, like the devil when he brought him up onto the mountain. Therefore he does not accept their testimony as from the unworthy and the tempting.
A word of wisdom is to understand what is said in the wisdom of God in the prophets and evangelists and to present it to the hearers. A word of knowledge is the revelation of hidden things, which one learns, not knowing them at first, from grace and then speaks. Faith is to believe only in the proclamation; for hearing it simply is not faith, but receiving what is said faithfully. Discrimination of spirits, since divination has imitated prophecy in that it too seems to foretell the Holy Spirit, and the discrimination of these has been given so that one may not be led astray.
Τῷ ὅλῳ σώματι ἐκ πολλῶν συγκειμένῳ μελῶν ἀπεικονίζει τὸν Χριστόν, διὰ τοῦ Χριστοῦ τὴν ἐκκλησίαν δηλῶν· ἐπεὶ γὰρ ὁ Χριστὸς εἴρηται τῆς ἐκκλησίας κεφαλὴ καὶ ἡ ἐκκλησία σῶμα Χριστοῦ, Χριστὸν δὲ ὠνόμασεν τὴν ἐκκλησίαν, ἀπὸ τοῦ κρείττονος τὸ ἔλαττον δηλῶν.
Τοῦτο λέγει, ἵνα μὴ τοὺς ταπεινοτέρους ἐν τῇ ἐκκλησίᾳ περιορῶσιν· κἂν γὰρ τῇ φύσει ἐλάττω τις ᾖ, ἀλλὰ τῷ κοινῷ τῆς ἐκκλησίας συμβάλλεται.
Οὐκ εἶπεν μέλη ἐκ μελῶν, ἀλλὰ μέλη πολλὰ ἐκ μέλους ἑνός· μέλος γὰρ ἡ κεφαλὴ τοῦ ὅλου σώματος.
Οὐκ εἶπεν ἐκ μελῶν, ἀλλ’ ἐκ μέλους· ἓν γάρ ἐστιν μέλος ἡ κεφαλή, ὅς ἐστι Χριστός, ἡ κεφαλὴ τῆς ἐκκλησίας.
Ἐπειδὴ μελῶν μέμνηται καὶ σώματος, ἄρχεται ἀπὸ τοῦ τιμιωτέρου τῶν ἄλλων μελῶν τῶν μετὰ τὴν κεφαλήν, τῶν ἀποστόλων. προφήτας δὲ λέγει τοὺς ἐν τῇ ἐκκλησίᾳ, οὐ τοὺς ἐν νόμῳ. τρίτον διδασκάλους. μὴ θαυμάσῃς εἰ πρὸ τῶν τὰς ἰάσεις καὶ τὰς δυνάμεις ἐπιτελούντων τέθειται διδάσκαλος· τὰ γὰρ σημεῖα ἵνα πιστευθῇ ἡ γνῶσις, ἡ δὲ γνῶσις διὰ τῶν διδασκόντων παρίσταται. ἀντιλήψεις. τοῦτο ἀλλαχοῦ λέγει· ὁ προϊστάμενος ἐν σπουδῇ. κυβερνήσεις· αἱ διοικήσεις αἱ ἐκκλησιαστικαί.
He depicts Christ by the whole body composed of many members, indicating the church through Christ; for since Christ is said to be the head of the church and the church the body of Christ, he named the church Christ, signifying the lesser by the greater.
He says this so that they may not overlook the more humble in the church; for even if someone is inferior by nature, he still contributes to the common good of the church.
He did not say members from members, but many members from one member; for the head is a member of the whole body.
He did not say from members, but from a member; for the head is one member, which is Christ, the head of the church.
Since he mentions members and body, he begins from the more honorable of the other members after the head, the apostles. He calls prophets those in the church, not those in the law. Third, teachers. Do not be surprised if teacher is placed before those who perform healings and miracles; for signs are so that knowledge may be believed, and knowledge is presented through those who teach. Supports. He says this elsewhere: the one who presides with zeal. Administrations: the ecclesiastical managements.
Κεφαλὴ τῆς ἐκκλησίας Χριστός, μεθ’ ὃ μέλος δεύτερα μέλη φησὶ τοὺς ἀποστόλους.
Οὐ τοὺς ἐν τῷ νόμῳ λέγει, ἀλλὰ τοὺς τῆς ἐκκλησίας.
Διὰ τοῦτο δείκνυσιν ὅτι μέγα ἐφρόνουν ἐπὶ τῷ χαρίσματι τῶν γλωσσῶν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις χαρίσμασιν. δείκνυσιν οὖν ὅτι τὸ μέγιστον ἡ ἀγάπη ἐστίν· ἐκεῖνα μὲν γὰρ χαρίσματά ἐστιν καὶ τοῖς ἀναξίοις διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας διδόμενα, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα τοῦ εὐσεβοῦς. τοῦτο οὖν λέγει· ποθεῖτε τὰ χαρίσματα τὰ κρείττονα. καὶ ὁδὸν ὑμῖν δείκνυμι τὴν ἄγουσαν ὑμᾶς ἐπὶ τὴν τῶν κρειττόνων χαρισμάτων ἀπόλαυσιν, ὁδὸν δὲ τὴν ἀγάπην· ὁ γὰρ ἀγαπῶν νόμον πληροῖ. ὁ δὲ νόμον πληρῶν εὐδοκιμεῖ. ὁ δὲ εὐδοκιμῶν λαμβάνει χάρισμα πνευματικόν.
Ἐπειδὴ ἑώρα αὐτοὺς ζηλοῦντας τοὺς ἔχοντας τὰ χαρίσματα, τὴν δὲ ἀγάπην οὐ θερμαίνοντας, διδάσκει ὡς κορυφαιότατον ἀγαθὸν ἡ ἀγάπη· ἐκεῖνα γὰρ τὰ χαρίσματα ἐσθ’ ὅτε καὶ ἀναξίοις ἐδίδοτο διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα ἴδιόν ἐστι τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσης τὸν νόμον;
The head of the church is Christ, after which member he calls the apostles secondary members.
He does not speak of those under the law, but of those of the church.
For this reason he shows that they were proud of the gift of tongues, but also of the other gifts. He therefore shows that the greatest thing is love; for those gifts are given even to the unworthy for the edification of the church, but the achievement of love belongs to the pious. So he says this: you desire the greater gifts. And I show you a path that leads you to the enjoyment of the greater gifts, and the path is love; for the one who loves fulfills the law. And the one who fulfills the law is esteemed. And the one who is esteemed receives a spiritual gift.
Since he saw them envying those who had the gifts, but not warming to love, he teaches that love is the highest good; for those gifts were sometimes given even to the unworthy for the edification of the church, but the achievement of love is proper to the pious. So he calls love the path that leads us to the enjoyment of the greater gifts; for what is higher than the gift of love, which fulfills the whole law?
Καὶ τίς γλῶσσα ἀγγέλων, παρ’ οἷς οὐ στῆθος, οὐ λάρυγξ, οὐ γλῶσσα, οὐ φωνή; ἀλλ’ ἐπειδή, ὡς λέγει Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ, ἔστησεν ὁ θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ – τότε δὲ δηλαδὴ ἔστησεν, ὅτε εἰς γλώσσας ἐμέρισεν τοὺς τὸν πύργον οἰκοδομεῖν ἐπιχειρήσαντας –· ἐπειδὴ γὰρ οὐκέτι ἀπὸ τῆς ὁμοφωνίας ἐφυλάττοντο εἰς συμφωνίαν, ἀλλ’ ὥσπερ ἠλλοτριώθησαν ἀλλήλων ταῖς τῆς γλώσσης ἐναλλαγαῖς, ἐτέθησαν ἄγγελοι, ἵνα ἕκαστος φυλάσσῃ ὃ ἐπιστεύθη ἔθνος, καὶ μηδὲν παραναλωθῇ καὶ ἀπόληται. διὰ τοῦτο ἀγγέλων γλώσσαις καλεῖ τὴν διαφορὰν τῶν γλωσσῶν. δεῖ δὲ εἰδέναι ὅτι ὥσπερ ἄρτον ἀγγέλων λέγει ὁ Δαυὶδ οὐχ ὡς ἐσθιόντων, οὕτως καὶ ἀγγέλων γλώσσας οὐχ ὡς λαλούντων· ἐκεῖνό τε γὰρ καὶ τοῦτο ὡς ὑπουργούντων τῇ τοῦ θεοῦ διατάξει. ἀνθρώπων μὲν οὖν γλῶσσα ἡ πεπαιδευμένη – ἐπείσακτος γὰρ αὕτη παρὰ τὴν φυσικὴν ἡ ἔντεχνος –, ἀγγέλων δὲ γλῶσσα ἡ κατὰ φύσιν εἰς πολλὰ μερισθεῖσα.
Γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ἐντεῦθεν φαίνεται ὅτι ἀγγέλων λέγει τὴν ἐναλλαγὴν τῶν γλωσσῶν καὶ τὴν διαφοράν· ὁ γὰρ λαλῶν ἄλλαις γλώσσαις παρὰ τοῖς οὐκ εἰδόσιν αὐτὰς ὥσπερ κύμβαλόν ἐστι μόνον ἦχον ἀποτελοῦν, νόημα δὲ οὐδὲν ἐπιδεικνύμενον.
And what tongue of angels, among whom there is no chest, no larynx, no tongue, no voice? But since, as Moses says in Deuteronomy, God set boundaries of nations according to the number of angels of God—and he set them then, evidently, when he divided into tongues those who attempted to build the tower—for since they were no longer preserved from homophony into harmony, but were alienated from one another by the changes of tongue, angels were appointed, so that each might guard the nation entrusted to him, and nothing be wasted and lost. For this reason he calls the difference of tongues "tongues of angels." And one must know that just as David speaks of "bread of angels" not as though they eat, so also "tongues of angels" not as though they speak; for both that and this are as of those serving in God's arrangement. Human tongue, then, is the educated one—for this artificial one is additional to the natural one—while angelic tongue is the one divided by nature into many.
I have become a resounding bronze or a clashing cymbal. From this it appears that he means by "angels" the variation of tongues and the difference; for one speaking in other tongues among those who do not know them is like a cymbal that only produces sound, but displays no meaning.
Ἀνθρώπων γλῶσσαν λέγει τὴν ῥητορικήν, γραμματικήν, φιλοσοφικήν, νοητικήν, συγγραφικήν, τεχνικήν, συζητητικήν. ποία δὲ γλῶσσα παρ’ ἀγγέλοις παρ’ οἷς οὐ στῆθος, οὐ φάρυγξ, οὐ φωνή, οὐκ ἄλλο τι σωματικόν; ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν οἱ ἄγγελοι κατὰ τὸ τῆς διασπορᾶς τῆς ἐπὶ τῆς πυργοποΐας, ἵνα ἕκαστος φυλάττῃ ὃ ἐπιστεύθη ἔθνος. ὥσπερ δὲ ἄρτον ἀγγέλων νοοῦμεν τὸν διὰ τῆς ἐπιταγῆς τῶν ἀγγέλων χορηγούμενον – οὐχ ὅτι οἱ ἄγγελοι ἤσθιον, ἀλλ’ ὅτι οἱ ἄγγελοι παρέχειν ἐπετάγησαν – οὕτως καὶ ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν ἄγγελοι.
Χαλκοῦ δὲ ἦχον καὶ κυμβάλου ἀλαλαγμὸν τὰς διαφορὰς τῶν γλωσσῶν εἶπεν· ὅταν γὰρ οὐκ οἶδέν τις τὰ ἐν ἑτέρᾳ γλώσσῃ λαλούμενα, οὕτως ἔχει τὸν λαλοῦντα ὡς κύμβαλον ἄσημον ἀποτελοῦν, νόημα δὲ οὐκ ἐμφαῖνον.
Μυστήριον λέγει πᾶν τὸ ἀγνοούμενον μέν, δυνάμει δὲ πνεύματος ἀποκαλυπτόμενον. ἓν μυστήριόν ἐστι τοῦτο, ὡς καὶ ἀλλαχοῦ λέγει· οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν τὸ μυστήριον τοῦτο καὶ πάλιν ἰδοὺ μυστήριον ὑμῖν λέγω.
He calls the tongue of men rhetoric, grammar, philosophy, intellect, composition, art, disputation. But what tongue among angels, among whom there is no chest, no larynx, no voice, nor any other bodily thing? The tongues of angels are the differences of languages over which the angels were set according to the dispersion at the time of the tower-building, so that each might guard the nation entrusted to him. Just as we understand bread of angels to be that supplied by the command of angels—not that angels ate, but that angels were commanded to provide—so also tongues of angels are the differences of languages over which angels were set.
He called the differences of languages the sound of bronze and the clangor of a cymbal; for when someone does not understand what is spoken in another language, he regards the speaker as producing a meaningless cymbal, revealing no thought.
He calls mystery everything that is unknown but is revealed by the power of the Spirit. This is one mystery, as he says elsewhere: for I do not want you to be ignorant of this mystery, and again, behold, I tell you a mystery.
Μετ’ ὀλίγα διδάσκει τί ἐστιν ἀγάπη, ὅπου λέγει· ἡ ἀγάπη μακροθυμεῖ καὶ τὰ ἑξῆς. διὸ ἄλλο ἐστὶ τὸ ἐλεεῖν καὶ ἕτερον τὸ ἀγαπᾶν, ὅμως καὶ τὸ δοῦναι τὴν οὐσίαν πτωχοῖς καὶ τὸ ἐκδοῦναι ἑαυτὸν εἰς μαρτύριον· ἐὰν μήπω τῆς ἀγάπης λόγῳ γίνηται, λανθάνει εἰς κενοδοξίαν καὶ φιλοτιμίαν κενὴν ἐκπίπτον. διὸ εἰ καὶ μεταδώσομεν διὰ τὴν περὶ τὸν λαμβάνοντα ἀγάπην, ἢ διὰ τὴν περὶ τὸν ἐντειλάμενον θεὸν μεταδοτέον, καὶ εἰ μαρτυρήσομεν διὰ τὴν περὶ τὸν κύριον ἀγάπην, τοῦτο ἡμῖν ὑπομενετέον.
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, τοῦτ’ ἔστιν οὐδέποτε ἐξολισθαίνει εἰς ἁμάρτημα.
Ἡ ἐκ μέρους καταργεῖται τῆς ὁλοκλήρου γνώσεως δοθείσης· ὀλίγα γὰρ οἴδαμεν τῶν πλειόνων ἔτι λανθανόντων.
Ὥσπερ, φησίν, ὅτε ἤμην παῖς, νηπίου εἶχον τοὺς λογισμούς, παρελθὼν δὲ εἰς ἄνδρα τέλειον ἔσχον τὸν νοῦν, οὐκέτι ἁπλῶς εἰδὼς τὸν πατέρα ὅτι πατήρ, ἀλλὰ καὶ κατὰ τί πατήρ ἐστιν, οὕτω καὶ ὅτι γιγνώσκω νῦν ἐκ μέρους, τοῦτο ἐν καιρῷ τελείῳ μαθήσομαι. καὶ ὅπερ νῦν ὡς ἐν ἐσόπτρῳ ἀμυδρῶς, τοῦτο ἐν καιρῷ ἐναργῶς γνώσομαι. οὐκ εἶπεν δὲ γνώσομαι τότε μυστήρια, ὅπερ ἀκόλουθον ἦν, ἀλλὰ ἐπιγνωσθήσομαι· ὁ γὰρ ἐπιγνωσθεὶς παρὰ τοῦ θεοῦ καὶ οἰκειωθεὶς αὐτῷ, οὗτος καὶ τῆς αὐτοψίας τῶν μυστηρίων τυγχάνει.
A little later he teaches what love is, where he says: love is patient, and so forth. Therefore, to show mercy is one thing and to love is another, yet both giving one's substance to the poor and giving oneself over to martyrdom—if this does not happen for the sake of love, it slips unnoticed into vainglory and empty ambition. Therefore, if we give on account of love for the recipient, or on account of love for the God who commanded, we must give; and if we bear witness on account of love for the Lord, this we must endure.
Love never falls away, that is, it never slips into sin.
The partial is abolished when the whole knowledge is given; for we know few things while more still remain hidden.
Just as, he says, when I was a child, I had the thoughts of an infant, but having passed into a full-grown man I acquired the mind, no longer simply knowing that the father is father, but also in what respect he is father, so also that I now know in part, this I will learn in due time fully. And what I now see dimly as in a mirror, this I will know clearly in due time. He did not say, however, "I will then know mysteries," which would have followed, but "I will be recognized"; for the one who is recognized by God and made his own, this one also attains the direct vision of the mysteries.
Μήπω ἀποκαλυφθείσης ἡμῖν πάσης γνώσεως, μένει ἡμῖν τὸ πιστεύειν ὅτι ἀποκαλυφθήσεται ἡμῖν πᾶσα γνῶσις. καὶ πιστεύουσι μὲν εἰς τὸ ἐλπίζειν, ἐλπίζουσι δὲ ἀναγκαία ἡ ἀγάπη, ἵνα μὴ ἐκπέσωμεν τῆς ἐλπίδος. διὸ εἶπεν· μείζων τούτου ἡ ἀγάπη· διὰ γὰρ τῆς ἀγάπης πληροῦται ὁ νόμος.
Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ – τὸ γὰρ πνεῦμα χορηγοῦν τὰς γλώσσας δηλονότι – καὶ μυστήρια φθέγγεται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδομεῖ δὲ τὴν ἐκκλησίαν οὐκ ἐπισταμένην ἃ λέγει. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ἐπιστάμενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει· πνεύματος ἁγίου ἦν χάρις ἐν αὐτῷ καὶ ᾠκοδομεῖτο.
Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύοι, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου.
Ζηλοῦτε, φησί, πλείω τῶν ἄλλων χαρισμάτων τὴν προφητείαν. τοῦτο δὲ εἶπεν· πρὸς γὰρ τὴν πολιτείαν ἑκάστου ἐδίδοτο τὰ χαρίσματα, καὶ ἐν αὐτοῖς ἦν ὃ ἤθελον ζηλῶσαι καὶ λαβεῖν. ὅταν δὲ λαλῶσί τινες γλώσσαις, οὐδεὶς ἀκούων νοεῖ. ἀλλ’ ὅμως εἰ καὶ τὰ λαλούμενα ἄδηλα ἀνθρώποις, ἀλλ’ ὁ ἐν πνεύματι λαλῶν λαλεῖ μυστήρια – τὸ γὰρ πνεῦμα χορηγοῦν γλώσσαις μυστήρια φθέγγεται –, ὁ δὲ προφητεύων ὠφελεῖ τοὺς ἀκούοντας· κατάδηλα γὰρ αὐτοῖς λαλεῖ.
Not all knowledge having been revealed to us, it remains for us to believe that all knowledge will be revealed to us. And they believe in order to hope, and they hope, but love is necessary, so that we may not fall away from hope. Therefore he said: greater than this is love; for through love the law is fulfilled.
For if he does not interpret, but only speaks in a tongue and does not make the meaning clear, as not having this gift of interpretation, he speaks mysteries—for the spirit supplying the tongues evidently—and he utters mysteries through the tongues, but he does not edify the church, which does not understand what he says. He who speaks in a tongue edifies himself, knowing that he understood what he was not previously uttering; it was a gift of the Holy Spirit in him, and he was edified.
Just as one who speaks in tongues and also interprets is not inferior to the prophet.
Be zealous, he says, for prophecy more than the other gifts. He said this: for the gifts were given according to each one's manner of life, and among them was that which they wished to be zealous for and to receive. But when some speak in tongues, no one listening understands. Yet even if what is spoken is unclear to men, he who speaks in spirit speaks mysteries—for the spirit supplying tongues utters mysteries—but the prophet benefits those who hear; for he speaks clearly to them.
Μείζων ἡ χάρις, ἐὰν ὁ λαλῶν γλώσσαις καὶ τὸ διερμηνεύειν λάβῃ· ἴσως γὰρ ὅτι ἀμφοτέρων οὐκ ἐτύγχανεν.
Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου.
Τί ὑμᾶς ὠφελήσω, φησίν, ἐὰν μὴ δύνωμαι ὑμῖν λαλεῖν ἢ περὶ ὧν ἀπεκαλύφθη μοι παρὰ θεοῦ, ἢ περὶ ὧν αὐτὸς ἔγνων καὶ κατέλαβον, ἢ περὶ ὧν παρὰ προφήταις κατενόησα, ἢ περὶ ὧν ὑμῖν συμβουλεύειν ἔγνωκα ἢ διδάσκειν; ἐὰν περὶ τούτων λαλῶ, ὑμεῖς δὲ μὴ συνίετε, τί ὑμᾶς ὠφελήσω;
Σκοπεῖτε γάρ, φησίν, ὅτι καὶ ἐν τοῖς ἀψύχοις αὐλῷ καὶ κιθάρᾳ ἐὰν μὴ διαστέλλωνται οἱ φθόγγοι, συγχεῖται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον.
Οὐδὲν ἄφωνον, δηλονότι γένος ἀνθρώπων.
Πνευματικὰ λαλεῖ τὰ διάφορα χαρίσματα τοῦ ἁγίου πνεύματος.
Ἐάν, φησί, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ οἶδα, μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν.
Προσευχέσθω ἵνα διπλῆς χάριτος τύχῃ, καὶ γλώσσαις λαλῇ καὶ ταύτας ἑρμηνεύῃ. τὸ δὲ προσεύχεσθαι γλώσσῃ πνεύματος μὲν ἁγίου ἐστὶν ἐνέργεια, τοῦ δὲ νοῦ ἀκαρπία γίνεται διὰ τὸ μηδένα δύνασθαι νοεῖν τὰ λεγόμενα ἢ ὠφελεῖσθαι. διό, φησίν, τοῦτο ποιητέον μοι, σαφηνίζειν τὰ διὰ τοῦ πνεύματος χορηγούμενά μοι πρὸς οἰκοδομὴν τῶν ἀκουόντων, ἵνα μὴ ὁ νοῦς ἄκαρπος ᾖ οὐκ ἔχων τῶν ῥημάτων τὴν δύναμιν.
The grace is greater if the one who speaks in tongues also receives the ability to interpret; for perhaps he did not obtain both.
Just as the one who speaks in tongues and interprets is not inferior to the prophet.
What good shall I do you, he says, if I am unable to speak to you either about what was revealed to me by God, or about what I myself have known and understood, or about what I have observed from the prophets, or about what I have resolved to advise or teach you? If I speak about these things, but you do not understand, what good shall I do you?
For consider, he says, that even with inanimate objects, such as the flute and the lyre, if the notes are not distinguished, the music of the flute or the lyre is confused.
No human race is speechless, evidently.
The various gifts of the Holy Spirit speak spiritual things.
If, he says, I speak in some tongue which I do not know, and do not know its power, I am convinced that I have a mind that is fruitless, not possessing the power of the things spoken.
Let him pray that he may obtain a double grace, both to speak in tongues and to interpret them. But to pray in a tongue is an activity of the Holy Spirit, yet the mind becomes fruitless because no one can understand the things said or be benefited. Therefore, he says, I must do this: clarify what is supplied to me through the Spirit for the edification of the hearers, so that the mind may not be fruitless, not possessing the power of the words.
Διὰ τὸ μηδένα δύνασθαι ὠφελεῖσθαι ἢ συνιέναι τὰ λεγόμενα, ἐὰν εὐχαριστῶ γλώττῃ, οὐκ ἀποδίδωσί σοι ὁ ἀκροατὴς τὸ ἀμήν. ἰδιώτην δὲ λέγει ὥσπερ τὸν ἀστράτευτον τὸν μηδέπω βαπτισθέντα.
Τῇ σαφηνείᾳ τοῦ νοῦ καὶ τῇ συνήθει γλώττῃ.
Τέλειοι γίνεσθαι σπουδάζετε, νοεῖν τὰς γραφάς.
Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι, ὅπου ὁ θεὸς ἐν πολλαῖς αὐταῖς ἐλάλησε γλώσσαις κἀκεῖνοι ἠπείθησαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι, ὅτε ἦλθε. τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐμέρισεν γλώσσαις, οἱ Ἰουδαῖοι ἀπειθοῦντες ἔλεγον· γλεύκους μεμεστωμένοι εἰσίν. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδομοῦσιν αἱ γλῶσσαι, ὅταν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ οἶδεν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει ἀλλ’ ὁ πιστός. ὁ δὲ ἄπιστος χρείαν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι θεοῦ πνεῦμα ἐν αὐτῷ. ὥστε θαῦμα ἦν ἡ γλῶττα, ἡ δὲ προφητεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία ἡ τῶν Ἑλλήνων, καὶ ἡ ὀλιγοπιστία ἡ τῶν εὐσεβῶν.
Because no one can be helped or understand what is said, if I give thanks in a tongue, the hearer does not respond to you with "amen." And he calls "layman" one who is like an unenlisted man, one not yet baptized.
By the clarity of the mind and the customary tongue.
Strive to become perfect, to understand the scriptures.
It is necessary to note that when the Jews were challenged, where God spoke to them in many tongues and they disobeyed, they cannot show it; but we show that when the Holy Spirit came and distributed tongues, the Jews, being disobedient, said: "They are filled with new wine." So tongues are a sign not for believers but for unbelievers, while prophecy is not for unbelievers but for believers. Thus tongues edify when the hearer learns that the speaker speaks a tongue he does not know, but he does not receive edification from the benefit of spiritual teaching because it is not understood, since it does not proceed; for prophecy is of future things, and the ordinary person does not believe what is said about them, but the faithful person does. The unbeliever has need of one who does not know the tongue he uses, and who shows that the Spirit of God is in him. So the tongue was a wonder, while prophecy is a wonder from its outcome, not in its utterance. And unbelief is spoken of in two ways in divine scripture: the true unbelief of the Greeks, and the weak faith of the pious.
Ἄπιστον λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν μήπω βαπτισθέντα, τὸν ἀστράτευτον· τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι ἢ ἀβάπτιστοι.
Νόμον λέγει καὶ τὰ τῶν ἄλλων προφητῶν, ἐπειδὴ κατὰ νόμον ἐπολιτεύοντο. τὸ δὲ εἰρημένον τῷ Ἡσαΐᾳ τότε ἀπέβη ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι.
Δηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν γλώσσῃ λαλεῖ ἣν οὐκ οἶδεν οὐδ’ ἔμαθεν παρ’ ἀνθρώπων, ὅμως οὐκ ὠφελεῖ τὸ πρᾶγμα τὸν ἀκροατὴν διὰ τὸ μὴ νοεῖσθαι. ἡ δὲ προφητεία τοῖς πιστοῖς δίδοται, ἥτις περὶ τῶν μελλόντων λαλεῖ οἷς οὐχ ὁ τυχὼν πιστεύει ἀλλ’ ὁ πιστός. τὸ δὲ σημεῖον δίδοται τοῖς ἀπίστοις, ἵνα πιστεύσῃ οἷς ὁρᾷ, ἡ δὲ προφητεία, ἵνα καταδέξηται τὸ ῥηθὲν καὶ εὐλογήσῃ τὸν κύριον. ἄπιστον δὲ λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν κατηχούμενον. ἔστι δὲ ὅπου καὶ ὁ ὀλιγόπιστος καλεῖται ἄπιστος.
Ἕκαστος δι’ ἧς ἔχει χάριτος παρὰ θεοῦ, διὰ ταύτης τὴν ἐκκλησίαν οἰκοδομείτω.
He calls the Greek an unbeliever, and the layman one not yet baptized, the unenlisted; for at that time they were not called catechumens or unbaptized.
He calls the law also that of the other prophets, since they lived according to the law. And what was said to Isaiah came to pass when the Spirit descended upon the apostles, and they spoke in tongues, and the Jews mocked.
Clearly tongues are beneficial when the hearer knows that the speaker is speaking in a tongue which he neither knows nor learned from men; nevertheless, the matter does not benefit the hearer because it is not understood. Prophecy is given to the faithful, which speaks of future things, which not just anyone believes, but the faithful. The sign is given to unbelievers, so that they may believe in what they see; prophecy, so that they may accept what is said and bless the Lord. He calls the Greek an unbeliever, and the catechumen a layman. There is also where the one of little faith is called an unbeliever.
Each one, through the grace he has from God, should build up the church by that grace.
Εἰπὼν σιγάτω ἐδίδαξεν ὅτι πνεύματι ἁγίῳ λαλῶν ὅτε θέλει λαλεῖ καὶ σιωπᾷ ὡς καὶ οἱ προφῆται, οὐ μὴν οἱ κατεχόμενοι πνεύματι ἀκαθάρτῳ· ἐκεῖνοι γὰρ καὶ ὅτε οὐ θέλουσι λαλοῦσι καὶ ἃ οὐκ ἴσασιν.
Διὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ πνεῦμα τὸ ἅγιον ἀπεκάλυπτε τὰ μυστήρια, κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τί φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον ὃ ἔλεγεν, ὅτι ὅτε ἦτε ἔθνη πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, οἱ ἄλλοι δὲ διακρινέτωσαν, οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω, ὡς ἐν αὐτοῖς ὂν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. μὴ φοβηθῇς, φησίν, ἐὰν σιγήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι.
Δηλονότι οἱ ἔχοντες χαρίσματα τῆς διακρίσεως τῶν πνευμάτων.
Μὴ φοβηθῇς ἐὰν σιωπήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάττεσθαι, ἵνα καὶ ἡ ἐκκλησία οἰκοδομὴν λάβοι καὶ ταραχὴ μὴ γίνεται πάντων ὁμοῦ λαλούντων.
Having said "let him be silent," he taught that he who speaks by the Holy Spirit speaks when he wishes and is silent, as also the prophets do, not those possessed by an unclean spirit; for those speak even when they do not wish to and say things they do not know.
Through these words he shows that the Holy Spirit revealed the mysteries to the souls, and those souls, once illuminated, revealed them to men, not as in oracles where the seer does not know what he utters. He therefore returned to that first point he was making, that when you were Gentiles you were led away to the voiceless idols as if being carried off. Let two or three prophets speak, and let the others discern, those who have the gift of discerning spirits. If a revelation comes to another who is seated, let the first be silent, as it is in their nature sometimes to be silent, sometimes to speak. And the spirits of prophets are subordinate to prophets. Do not fear, he says, if you are silent, as if rejecting the Spirit; for he knows that the gifts are subordinate to one another.
Clearly, those who have the gifts of discerning spirits.
Do not fear if you are silent, as if rejecting the Spirit; for he knows that the gifts are subordinate to one another, so that the church may receive edification and no confusion arise from everyone speaking at once.
Οὐ ξένον, φησί, λέγω, ἀλλ’ ὅπερ ἐκήρυξα. καὶ οὐχὶ ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς δὲ οὐκ ἐδέξασθε, ἀλλ’ ὃ καὶ παρελάβετε. καὶ οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ’ ἐν ᾧ σώζεσθε. μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν ὡς ὁ κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ἡμῶν, φησίν· τίνι δὲ λόγῳ τοῦτο τὸ εὐαγγέλιον, ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ Ἰησοῦς τῆς ἀναστάσεως ἀποθανὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἂν ἐνηνθρώπησεν ὁ σωτήρ. ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῇ ἐπιστεύσατε· ἐγὼ γὰρ λέγω ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῇ ἐπιστεύσατε.
Ὁ λόγος τοῦ εὐαγγελίου, ἡ ἐκ νεκρῶν ἀνάστασις ἧς ἡ ἀρχὴ ἡ τοῦ Χριστοῦ· εἰ γὰρ μὴ ἠβούλετο τὸν θάνατον ἀναιρεθῆναι ὁ θεός, οὐκ ἂν ἐνηνθρώπησεν. εἰ οὖν μὴ κατέχετε ἃ ἠκούσατε ἀλλ’ ἀποβεβλήκατε, δῆλον ὡς εἰκῇ ἐπιστεύσατε. τὸ δὲ ἐκτὸς ἀντὶ τοῦ πλήν.
Τὸ ἐν πρώτοις εἶπεν ἀντὶ τοῦ πρὸ πάντων τοῦτο ὑμῖν παρέδωκα.
Ἐν πρώτοις, πρὸ πάντων. οὐκ ἴδιον δὲ παρέδωκα ἐπιχείρημα ἀλλ’ ὃ παρέλαβον ἐκ τῶν γραφῶν. ἐπιστώθη δὲ αὐτοψίᾳ, ὅτι Χριστὸς ἀποθανὼν ἀνέστη καὶ ἐκάλεσεν αὐτὸν ἐξ οὐρανῶν.
It is not something strange, he says, that I speak, but what I proclaimed. And it is not that I proclaimed and you did not receive, but what you also received. And you did not receive something vain and useless, but that in which you are saved. About to say that I made known to you that the Lord Jesus died for us, he says: by what reasoning is this gospel, that the resurrection might be believed? For Jesus is the firstfruits of the resurrection, having died for us. For if death did not need to be abolished, the Savior would not have become man. Unless you believed in vain, that is, unless you believed in vain; for I say that if you do not hold fast, it is evident that you believed in vain.
The word of the gospel is the resurrection from the dead, of which Christ is the beginning; for if God had not wished death to be abolished, he would not have become man. Therefore, if you do not hold fast what you heard but have cast it away, it is clear that you believed in vain. And "unless" is used instead of "except."
He said "in the first place" instead of "I handed this over to you before all things."
"In the first place" means before all things. I did not hand over a private argument, but what I received from the scriptures. And it was confirmed by autopsy, that Christ died and rose and called him from the heavens.
Πῶς ἐτάφη, εἰ σάρκα οὐκ εἶχεν κατὰ τοὺς αἱρετικούς;
Ἀντὶ τοῦ πλέον ἢ πεντακοσίοις.
Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ διαμορφωθῆναι καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον, ὃ καὶ ζῆν οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος· ὁ δὲ Παῦλος ἐδίωκεν τὴν ἐκκλησίαν οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον – ἐδίωκε γάρ –, διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν, καὶ τοῦτο ἑξῆς ἐπιφέρει· διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ.
Τὰ ἐκβαλλόμενα βρέφη πρὶν ἢ διαμορφωθῆναι ἐν τῇ γαστρὶ ἐκτρώματα καλεῖται. ἐπεὶ οὖν ἐν μὲν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος, ὁ δὲ Παῦλος ὡς οὐ μορφωθεὶς ἐν τῷ νόμῳ ἐδίωκε τὴν ἐκκλησίαν, διὰ τοῦτο ἑαυτὸν εἰκότως ἔκτρωμα ὀνομάζει.
Ἐλάχιστος ἐν τοῖς ἀποστόλοις, ἐπειδὴ ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα.
How was he buried, if he did not have flesh according to the heretics?
Instead of "to more than five hundred."
An "abortion" is that which is expelled from the womb before being formed and receiving its proper time, which also cannot live. Since, then, as infants are formed in the womb, in the Law the souls were pre-formed toward piety, and were reborn from water and spirit; but Paul persecuted the Church, not being formed in the Law to perfection—for he persecuted—therefore he called himself an abortion, and he adds this next: because I persecuted the Church of God.
Infants expelled before being formed in the womb are called abortions. Since, then, in the Law the souls were pre-formed toward piety, and were reborn from water and spirit, but Paul, as one not formed in the Law, persecuted the Church, therefore he fittingly names himself an abortion.
Least among the apostles, because while they did not persecute but believed, I persecuted.
Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν.
Οὐ μάτην ἔλαβον πολλὴν χάριν, ἀλλ’ ἐχρησάμην αὐτῇ ὑπὲρ τοῦ κηρύγματος, περισσοτέρον αὐτῶν πάντων κοπιάσας.
Ἀντὶ τοῦ οὐ μάτην τὴν χάριν ἔλαβον· κεκοπίακα γάρ.
Οὐκ ἐγχωρεῖ Χριστὸν μὲν ἀναστῆναι, τοὺς δὲ λοιποὺς μηκέτι· ἀλλ’ ὁμολογουμένως δι’ οὐδὲν Χριστὸς ἀπέθανε καὶ ἀνέστη, εἰ μὴ διὰ τὴν ἡμετέραν ἀνάστασιν.
Εἰ μὴ ἐγήγερται, φησίν, ὁ Χριστός, μάτην ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. εἰ δὲ Χριστὸς ἐγήγερται, ὥσπερ οὖν καὶ ἐγήγερται, δηλονότι καὶ αἱ ἁμαρτίαι ἀφίενται, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἔσται.
Διὰ τοῦτο ἐλεεινοί, ὅτι τῆς ζωῆς ταύτης οὐ μετερχόμεθα τὰ ἀγαθά· εἰ γὰρ τῶν τῆς παρούσης ζωῆς ἀγαθῶν καταφρονοῦμεν καὶ ἑκόντες ἑαυτοὺς ταπεινοῦμεν ἐν πενίᾳ ἐν ἐγκρατείᾳ καὶ ἄλλοις ἐλπίζοντες ἄλλα τινά, πῶς οὐκ ἐσμὲν ἐλεεινοὶ τὰ ἐναντία ὧν εὐχόμεθα μετερχόμενοι; τὸ μόνον δὲ προσθεὶς ἔδειξε καὶ τῆς παρούσης ζωῆς ἀγαθὴν εἶναι τὴν εὐσέβειαν.
By the foreknowledge of God, though he was a persecutor, he obtained such grace, and therefore he labored more than the others.
Not in vain did they receive great grace, but I used it for the sake of the proclamation, having labored more than all of them.
Instead of: I did not receive grace in vain, for I have labored.
It is not possible that Christ rose, but the rest did not; but it is manifestly for nothing that Christ died and rose, if not for our resurrection.
If Christ has not risen, he says, you have believed in vain that your sins are forgiven, since the one who forgives has not risen. But if Christ has risen, as indeed he has, then clearly sins are forgiven, and the resurrection of the dead will take place.
For this reason they are pitiable, because we do not pursue the goods of this life; for if we despise the goods of the present life and willingly humble ourselves in poverty, in continence, and hope for other things in the future, how are we not pitiable, pursuing the opposite of what we pray for? By adding "only," he showed that piety is also a good of the present life.
Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν σωτῆρα, ἢ ποίαν ἀνάστασιν. εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν Χριστιανῶν· εἰ δὲ ἀληθὴς ὁ θάνατος, ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ. λεγέτωσαν ποῖος θάνατος ἢ ποία ἀνάστασις· ἆρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκοῦν σάρκα εἶχεν ὁ κύριος· εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν. εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος Χριστός· ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον θάνατον λογίσομαι; ἆρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ’ αὐτὸς λέγει· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας, ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ κυρίου; ἆρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκοῦν εἶχεν σάρκα. ἀλλ’ ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός, πᾶσα ἀνάγκη, οἵαν ἂν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ τῷ σωτῆρι. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἆρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν σάρκα. ἀλλ’ ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν ἁμαρτίας ὧν ἀπηλλάγη. οὕτω πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως.
We ask what death they say the Savior underwent, or what resurrection. For if both are in appearance, the faith of Christians is in appearance. But if his death is true, his resurrection is also true. Let them say what death or what resurrection. Is death to take on flesh? Then the Lord had flesh. And if he had flesh, he also died. And if he died, he also rose, becoming the firstfruits of those who have fallen asleep, Christ. Therefore our bodies also are raised. But what death shall I reckon? Is it to die to sins? But he himself says: the ruler of this world comes, and in me he has nothing. But if he also died as one who sinned and the death of sin, since he took away the sin of the world, by this reasoning he has not risen to this day; for he is always sinful in taking away the sin of the world. And what resurrection does Paul speak of for the Lord? Is it deliverance from the flesh? Then he had flesh. But deliverance from sins? Then the same argument as before will be stated. Besides, if Christ is the firstfruits of those who have fallen asleep, it is absolutely necessary that whatever resurrection we attribute to ourselves, we attribute the same to the Savior. What resurrection then do we receive? Is it deliverance from the flesh? Then the Lord also had flesh. But deliverance from sins? Then the Lord also had sins from which he was delivered. Thus from all sides, the sequence and force of the apostolic sayings.
Εἰ ψυχῆς ἡ ἀνάστασις, ἀνάστασις δὲ αὐτῆς νοεῖται ἤτοι σαρκὸς ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, εἴ γε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστῷ, οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπαλλαγή, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο. ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης ὅταν ἀποθάνωμεν· χρηστὸς ᾖ ὁ ἀπελθών.
Προσθεὶς τὸ μόνον ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καὶ γὰρ ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν.
Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος. ἆρα διὰ τοῦ Ἀδάμ; ἀλλ’ ἥμαρτεν μὲν ἡ ψυχή, κατεκρίθη δὲ τὸ σῶμα. εἶτα· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς. κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἐνὼχ καὶ τὸν Ἡλίαν, καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ παρουσίᾳ τοῦ σωτῆρος.
Πάντες εἶπεν διὰ τὴν ἀπόφασιν καὶ τὸ ἐνδεχόμενον, ἐπεὶ οὐ πάντες ἀπέθανον οἷος Ἐνὼχ καὶ Ἡλίας· εὑρεθήσονται δέ τινες καὶ ἐν τῇ παρουσίᾳ ζῶντες. ἐν τῷ Ἀδὰμ δὲ λέγει ἀντὶ τοῦ διὰ τὸν Ἀδάμ, ὥσπερ καὶ ἐν Χριστῷ διὰ τὸν Χριστόν. ἐν τῷ Ἀδὰμ οὖν ἀποθνῄσκομεν, δηλονότι κατὰ τὸ σῶμα, καὶ ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, δηλονότι κατὰ τὸ σῶμα· εἰ γὰρ πρὸ Χριστοῦ αἱ ψυχαὶ ζῶσιν, καὶ μετὰ Χριστὸν αὗται μόναι πάλιν ζῶσιν, τί τὸ περισσὸν τῆς οἰκονομίας;
If the resurrection is of the soul, and its resurrection is understood as either release from the flesh or from sins, how did those who fell asleep in Christ perish, if indeed they were righteous? For if they were in Christ, they were not sinners; and if it is release from the flesh, and the soul is immortal, it did not perish. You see that he speaks about our flesh which falls asleep in Christ when we die: the one who has departed is good.
By adding "only" he showed that the present life is also good; for in this life we practice piety, and in that life we receive the rewards.
Let those who accept these words say through which man death came, or what kind of death. Was it through Adam? But the soul sinned, while the body was condemned. Then: "Just as in Adam all die," and so forth. He speaks according to the judgment concerning the matter; not all are said to have died, since Enoch and Elijah live, and some are found living at the coming of the Savior.
He said "all" because of the judgment and the possibility, since not all died, such as Enoch and Elijah; some will be found living even at the coming. And "in Adam" he says instead of "through Adam," just as "in Christ" means "through Christ." Therefore we die in Adam, clearly with respect to the body, and they will be given life in Christ, clearly with respect to the body; for if souls live before Christ, and after Christ these same souls alone live again, what is the surplus of the economy?
Τάγμα λέγει δικαίων καὶ ἀδίκων, οὐκ ἰδικῶς δὲ τοὺς τοῦ Χριστοῦ ὧδε τοὺς πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάνατον καὶ τὸν διάβολον· τοῦτο γὰρ τοῦ κόσμου τὸ τέλος.
Τὴν βασιλείαν λέγει οὐ τὴν ἑαυτοῦ, ἀλλ’ ἣν ἥρπασεν ὁ πονηρὸς καταβαλὼν τὸν Ἀδὰμ καὶ τοὺς ἀπ’ αὐτοῦ. ταύτην δὲ παραδιδοὺς τῷ πατρὶ οὐκ ἀλλότριος αὐτῆς ἔσται· συμβασιλεύει γὰρ ὁ υἱὸς τῷ πατρί. οὐ προθεσμίας δέ ἐστι δηλωτικὸν τὸ ἄρχειν ἀλλ’ ἐπιτάσεως, ὥσπερ εἴ τις λέγει· δεῖ με ἐναρετῶς ζῆν ἕως ἂν κατορθώσω δικαιοσύνην. οὐ γὰρ τοῦτο λέγει ὅτι κατορθώσας οὐκέτι ζήσομαι ἐν δικαιοσύνῃ, ἀλλ’ ὅτι τὴν δικαιοσύνην δι’ ἐναρέτου μοι σπουδῆς κατορθωτέον. καὶ ἐν προφήταις δὲ τὸ ἕως οὐ πάντως προθεσμίας ἐστὶν ἀλλ’ ἐπιστάσεως, ὡς καὶ ἐν παλαιᾷ ἔνθα φησίν· ἐγώ εἰμι ἐγώ, εἰμὶ ἕως ἂν καταγηράσητε. οὐ γὰρ ὅρον τοῦ εἶναι αὐτὸν τὸ γῆρας τῶν γηρόντων λέγει, ἀλλ’ ὅτι κἂν ὑμεῖς γηράσητε, ἐγὼ εἰμί, οὐ συγγήρων ὑμῖν ἀλλ’ ἀεὶ ὤν. οὕτω καὶ νῦν τὸ ἄχρις οὗ πέρας σημαίνει. ὃ δὲ λέγει τοῦτό ἐστιν· οὐ διακοπήσεται αὐτοῦ μεταξὺ ἡ βασιλεία οὐδ’ ἐπιλήψουσιν οἱ πιστεύοντες ἕως ἂν κατορθωθῇ ἃ προέθετο, καὶ κατορθώσας καὶ βασιλεύσει διηνεκῶς.
He speaks of an order of the righteous and the unrighteous, and he does not here call the faithful of Christ in a specific sense, but all, because all are of Christ. In his presence there will be the resurrection of all, when also the end, the submerging of both death and the devil; for this is the end of the world.
He speaks of the kingdom not as his own, but as that which the evil one seized by overthrowing Adam and those from him. And when he delivers this to the father, he will not be alien to it; for the son co-reigns with the father. The phrase "until" is not indicative of a time limit but of intensity, as if one were to say: I must live virtuously until I accomplish righteousness. For this does not mean that having accomplished it I will no longer live in righteousness, but that righteousness must be accomplished by me through virtuous zeal. And in the prophets, too, the word "until" is not always a time limit but a matter of insistence, as also in the Old Testament where it says: I am I, I am until you grow old. For it does not set the old age of the aged as a limit of his being, but that even if you grow old, I am, not growing old with you but always existing. So also here the phrase "until" signifies a limit. What he says is this: his kingdom will not be interrupted in the meantime, nor will the faithful fail until what he has set out is accomplished, and having accomplished it, he will reign continuously.
Εἰ τὰ σώματα, φησί, νεκρὰ μένει καὶ οὐκ ἀνίσταται, τί ὑπὲρ τούτων τῶν νεκρῶν ὡς ἀνισταμένων καὶ κριθησομένων βαπτιζόμεθα, ἄφεσιν λαμβάνοντες ἁμαρτημάτων ὑπὲρ τοῦ μὴ κριθῆναι;
Ὅσον, φησίν, ἐπ’ ἀνθρώπῳ ἐθηριομάχησα, ὁ δὲ θεὸς ἔσωσέν με.
Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκέτι βλαστάνει. ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα ἢ ὄλως ἀκρωτηριασθεὶς τὸ σῶμα οὐκέτι ἐγείρεται. ἀγνοοῦντες ὅτι οὐ φύσις φύσει παρετέθη, ἀλλ’ ἡ δύναμις τοῦ πεποιηκότος, τοῦτ’ ἔστι τοῦ σπέρματος τὴν βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον, εἶτα ἀνίστασθαι; οὐχ ὁ θεός; ἄρα ὁ τῷ κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκε καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν.
Οὐχ ὡς ὅμοιον τῷ τῶν καρπῶν καὶ τῶν ἀνθρώπων παρέλαβον σῶμα, ἀλλ’ ἵνα τὴν δημιουργικὴν δύναμιν παραστήσω.
Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑποδείγματι γὰρ κέχρηται. καὶ σώματα ἐπουράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ὁρᾷς ὅτι ὑπόδειγμα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἐστι τὸ ὑπόδειγμα.
If the bodies remain dead, he says, and do not rise, why are we baptized for the sake of these dead as though they were rising and being judged, receiving remission of sins so as not to be judged?
I fought with beasts, he says, as far as a human could, but God saved me.
The Greeks object that a seed once divided no longer sprouts. Therefore, they say, a man who has lost a foot or has been altogether mutilated in body no longer rises. They are ignorant that nature was not set beside nature, but the power of the maker—that is, who gave the sprouting nature and the seminal power to the seed? Was it not God? Who causes the seed first to die and then to rise? Was it not God? Therefore, the one who gave the seminal power to the grain also gave to our bodies the power of resurrection.
I did not take the body as similar to that of fruits and humans, but in order to set forth the creative power.
Not as though the other flesh were rising; for he has used an example. And he calls the sun and the moon heavenly bodies, and the following things show this. So also the resurrection of the dead. You see that the first things were an example; now that to which the example belongs has been given.
Σώματα δὲ οὐράνια ἥλιος καὶ σελήνη.
Σῶμα ψυχικὸν λέγει τὸ τῇ ἁμαρτίᾳ τῆς ψυχῆς θανατωθέν, πνευματικὸν δὲ τὸ τῇ δυνάμει τοῦ πνεύματος ἐγειρόμενον, ὅπερ οὐκέτι κατὰ τὴν τῆς ψυχῆς ἀσθένειαν ζήσεται ἥτις οὐκ ἐξαρκεῖ φυλάττειν τὴν τοῦ σώματος σύστασιν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος δύναμιν ἥτις εἰς ἀθανασίαν αὐτὸ μεθίστησιν.
Τοῦτο Μωϋσῆς φησι τὸ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. τοῦτο τὸ Εὐαγγέλιον λέγει· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
Ἐκ γῆς ὁ ἄνθρωπος κατὰ φύσιν, χοϊκὸς δὲ κατὰ τὴν προαίρεσιν. ἐξ οὐρανοῦ δὲ τὸν Χριστὸν λέγει· οὐ καθ’ ὁμοιότητα ἢ ἐξ ἀναστάσεως ἀϊδιότης γίνεται.
Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐαλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου, πάντας δὲ ἐλέγχει τὸ ῥητόν. ἐρωτῶ γάρ· ὁ ἐκ γῆς χοϊκὸς εἶχεν ψυχὴν ἢ οὔ; οὐκ ἀρνήσονται. καὶ ὁ ἐξ οὐρανοῦ κύριος εἶχεν σῶμα ἀπὸ γῆς. πάλιν ἐρωτῶ· διὰ τί τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκὸν λέγει, τὸν δὲ κύριον ἐξ οὐρανοῦ; μετὰ ταῦτα· οἷος ὁ χοϊκός – καὶ οὐκέτι γῆς μέμνηται ἀλλ’ ὅτι – τοιοῦτοι καὶ οἱ χοϊκοί; ἢ δηλονότι ἐπειδὴ τὸ μὲν ἐκ γῆς τῆς φύσεως, τὸ δὲ χοϊκὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ οἷος ὁ χοϊκός, καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκέτι τῆς φύσεως μνημονεύει οὐδὲ τοῦ ἐκ γῆς, καὶ τὸν κύριον οὐκέτι ἐξ οὐρανοῦ λέγει ἀλλ’ ἐπουράνιον· πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευματικοί. οἷος δὲ ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.
Heavenly bodies are the sun and the moon.
He calls a body "soulish" which has been killed by the sin of the soul, and "spiritual" that which is raised by the power of the spirit, which will no longer live according to the weakness of the soul, which is insufficient to preserve the constitution of the body, but according to the power of the spirit, which transforms it into immortality.
This is what Moses says: "And the man became a living soul." The second man is a life-giving spirit. This is what the Gospel says: for that which is born in her is from the Holy Spirit.
Man is from earth by nature, but "earthly" according to choice. He says Christ is from heaven, not by likeness or from resurrection does eternity arise.
Those around Valentinus and Marcion and those from Photinus and those of Apollinarius also run to this, but the text refutes them all. For I ask: Did the one from earth, the earthly, have a soul or not? They will not deny it. And the Lord from heaven had a body from earth. Again I ask: Why does he call the first man from earth "earthly," but the Lord from heaven? After this: "As is the earthly" – and he no longer mentions earth, but – "so also are the earthly ones"? Or is it clearly because "from earth" refers to nature, but "earthly" to choice? Having come to "as is the earthly," and accusing those who have not lived well, he no longer mentions nature nor "from earth," and he no longer calls the Lord "from heaven" but "heavenly"; again, the spiritual ones were also from earth. "As is the earthly, so also are the earthly ones, and as is the heavenly, so also are the heavenly ones.
καὶ πᾶσα ἀνάγκη, εἰ ἀρνοῖντό τινες τὸ σάρκα ἀνειληφέναι τὸν ἐξ οὐρανοῦ κύριον, ἐπειδὴ ἐξ οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον ἑτέρως ἢ οὕτως· εἶπε τὴν φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκοί· ἀλλ’ οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες.
Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ’ ἔστιν ἄφθαρτον.
And it is absolutely necessary, if some were to deny that the Lord from heaven took on flesh, since he is from heaven and the heavenly beings, not to allow that he took on a body, because as the earthen one is, so also are the earthen ones, and thus this understanding stands nowhere unless it is understood in this way: he spoke of the nature, whence from the earth, from this both the heavenly beings and those called earthen; but no longer are both earthen. Therefore, one must pay attention that the Lord is said to be from heaven, not the heavenly beings, while the heavenly beings are from the earth, not the Lord from heaven. He calls the earthen image the earthen way of life, the image of the heavenly being the heavenly citizenship, meaning we imitated the disobedience of Adam, let us also imitate the obedience of the Son of God by obeying.
Many of the heretics drag this against the resurrection out of great folly; for he did not say that flesh and blood do not rise, but that they will not inherit the kingdom of God. He excluded them from the kingdom of the Son of God, not from the grace of the resurrection. What he says, then, is this: that flesh, being flesh, does not inherit, and blood, being blood, does not inherit; for as long as flesh is flesh, it is perishable; but when it has put on incorruption, having laid aside the weakness of the flesh, it becomes something else, that is, incorruptible.
Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα.
Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων.
Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν.
He demonstrated what he was saying before this: for he calls incorruption the kingdom, and corruption the mortality in this present age. Therefore, opposites do not become heirs of opposites.
He made clear that there are many trumpets: for having mentioned the last, he also included the first. And the dead will be raised incorruptible, and we will be changed. If the dead are incorruptible, they too will evidently be changed. What need is there that we also will be changed? Or perhaps he spoke of incorruption as common to all, while the phrase "we will be changed" now hints at the transformation for the better; hence he said "we" concerning the righteous.
Having said this and shown the body, he confined the heretics who say there is no resurrection of the flesh but of the soul; for these also impiously err concerning the divine economy itself, thinking that Christ assumed flesh not in reality but in appearance, which is senseless. For if he had no flesh, what was it that died and was buried and rose again? But if these things happened in appearance, then we too die in appearance. Therefore, incorruption is common to those who will be raised, while being changed is proper only to the saints, which indicates the transformation for the better. And the "we" is superfluous, unless perhaps he intends to signify concerning the saints, instead of "the righteous around us," as also elsewhere when he said "we the living," he indicated the saints around him.
Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς παραμυθίαν πενήτων.
Καὶ τὸ πρότερον αὐτοῖς ἐγκαλῶν οὐ μόνος ἐγκαλεῖ, καὶ νῦν καταλλαττόμενος οὐ μόνος γράφει, τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δεικνὺς ἀξιόπιστον. κἀνταῦθα μὲν τὸ δι’ οὗ καὶ τῷ πατρὶ προσήκειν ἔδειξε λέγων διὰ θελήματος θεοῦ.
Ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐπιστολῇ οὐ μόνος ἐνεκάλεσεν, καὶ νῦν παραμυθούμενος οὐ μόνος γράφει, ἀλλὰ τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δείκνυσιν ἀξιόπιστον. ἐπειδὴ δέ φησιν ἀπὸ θεοῦ πατρὸς ἡμῶν, ἰστέον ὅτι ἐπὶ μὲν τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ τοῦ υἱοῦ μόνως πατήρ· τὸ γὰρ ὁ θεὸς μοῦ καὶ ὁ θεὸς ὑμῶν ἐν σαρκὶ ὢν ὁ Χριστὸς ἔλεγεν.
Αὕτη ἡ δόξα ἣν δοξάζει καὶ ἐπονομασίαις ἐπονομάζει τὸν θεόν, ἤδη τὸ τῆς καταλλαγῆς προμηνύουσιν. πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως· ἐπὶ γὰρ τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ υἱοῦ μόνον πατὴρ ὁμολογεῖται.
Οἰκείως τοῖς θλιβομένοις ἀπ’ οἰκτιρμῶν θεοῦ καὶ παρακλήσεως ἄρχεται, χρηστὰς αὐτοῖς ὑποφαίνων ἐλπίδας· εἰ γὰρ πατὴρ οἰκτιρμῶν ὁ θεός, παρακαλέσειεν ἂν τοὺς δι’ αὐτὸν διωκομένους καὶ θλιβομένους.
A collection is called a "logia" when it is a contribution gathered for the relief of the poor.
And just as previously he did not accuse them alone, so now in reconciling he does not write alone, but by the addition of the holy Timothy he shows the matter to be trustworthy. And here too he showed that it pertains also to the Father through the means by which he says "through the will of God."
Since in the former epistle he did not accuse alone, so now in offering consolation he does not write alone, but by the addition of the holy Timothy he shows the matter to be trustworthy. And since he says "from God our Father," it must be noted that in the case of creatures both "God" and "Father" are said, but in the case of the Son only "Father" is said; for "my God" and "your God" Christ said while he was in the flesh.
This glory with which he glorifies and these appellations with which he names God already foreshadow the reconciliation. "Father of mercies" and "God of all consolation"; for in the case of creatures both "God" and "Father" are said, but in the case of the Son only "Father" is acknowledged.
It is fitting for those who are afflicted that he begins from the mercies of God and from consolation, showing them favorable hopes; for if God is the Father of mercies, he would console those who are persecuted and afflicted on his account.
Παρακαλῶν ὁ θεὸς καὶ παραμυθούμενος οὐκ ἐπὶ μικροῦ τὴν παραμυθίαν ποιεῖται.
Ταῦτα προανακηρύττει, ἐπειδὴ ἔμελλε τὸν κατακριθέντα δι’ ἁμαρτίαν ἀνακαλεῖσθαι διὰ τῆς παρακλήσεως.
Ἡ ἡμετέρα θλίψις ὑμῖν παραμυθία γίνεται· εἰ γὰρ οἱ ἀπόστολοι θλίβονται, πολλῷ μᾶλλον οἱ λοιποί. ἢ καὶ τοῦτό φησιν· εἰ καὶ θλιβόμεθα ὑπὸ τῶν ἀνθρώπων διὰ τὴν ὑμετέραν σωτηρίαν, τοῦτο πάσχομεν, ὅτι ὑμῖν κηρύττομεν τὸν Χριστόν.
Ἐὰν παραμυθίας τύχωμεν παρὰ θεοῦ δι’ ὑμᾶς, ἵνα ἀρκέσωμεν πρὸς τὴν ὑμετέραν παράκλησιν, ὥστε προτρέπειν ὑμᾶς πάσχειν τὰ αὐτὰ ἃ καὶ ἡμεῖς ὑπομένομεν παθήματα.
Ἐλπίζω τὰ αὐτά μοι ὑπομένοντας ὁμοίως παρὰ θεοῦ καὶ τῆς παρακλήσεως τεύξασθαι.
Οὐκ ἐπιδεικνύμενος διηγεῖται τὰς συμβάσας αὐτῷ ἐν τῇ Ἀσίᾳ θλίψεις, ἀλλὰ πρὸς ὑπομονὴν τῶν παθημάτων αὐτοὺς ἀλείφων.
Ἀντὶ τοῦ ὥστε ἀπαγορεῦσαι ἡμᾶς καὶ τοῦ ζῆν.
Ἀπόκριμα λέγεται ἡ ἀπὸ τοῦ κρίματος ἀπόφασις. ὅσον οὖν τὸ ἐφ’ ἑαυτοῖς· τὴν γὰρ ἀπόφασιν τοῦ θανάτου ἐσχήκαμεν, δι’ οὗ σωφρονιζόμεθα μὴ πεποιθέναι ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ σώζοντι θεῷ καὶ τοὺς ἑαυτοὺς ἀπαγορεύοντας.
God, in offering comfort and consolation, does not provide consolation in a small matter.
He proclaims these things in advance, since he was about to recall through consolation the one who had been condemned because of sin.
Our affliction becomes consolation for you; for if the apostles are afflicted, much more so are the rest. Or he also says this: even if we are afflicted by people because of your salvation, we suffer this because we proclaim Christ to you.
If we receive consolation from God through you, so that we may be sufficient for your encouragement, so as to urge you to suffer the same sufferings that we also endure.
I hope that you, enduring the same things as I, will likewise obtain consolation from God.
He does not recount the afflictions that befell him in Asia for display, but to anoint them for endurance of sufferings.
Instead of: so that we might renounce even life.
"Apokrima" is the term for the pronouncement from a judgment. So, as far as it depends on themselves; for we have received the sentence of death, through which we are disciplined not to trust in ourselves but in the saving God, even renouncing ourselves.
Οὐχ ὡς φιλοσωματῶν διαφεύγειν εὔχεται τοὺς ἐπιβουλεύοντας, ἀλλ’ ἵνα ὑπηρετῇ τοῖς δοθεῖσιν αὐτῷ χαρίσμασιν, ὅπως ἐκ πολλῶν προσώπων τῶν νῦν καὶ διὰ πολλῶν τῶν ἐσομένων εὐχαριστηθῇ τὸ κήρυγμα διασῶζον αὐτούς· εἰπὼν γὰρ διὰ πολλῶν τὴν διδαχὴν τῶν ἐσομένων ἀπέδειξεν. τὸ δὲ εὐχαριστηθῇ ὑπὲρ ὑμῶν ἀντὶ τοῦ ὑπὲρ ἧς καὶ αὐτοὶ τετυχήκαμεν δωρεᾶς.
Τοῦτο ἡμῶν τὸ καύχημά ἐστιν ὅτι μαρτυρεῖ ἡμῖν ἡ συνείδησις ἡμῶν ὅτι ὀρθῶς κηρύττομεν.
Καὶ μὴν τὴν σοφίαν τῶν ἔξωθεν ψυχικὴν εἶναι βούλεται, ἀλλὰ νῦν αἰνίττεται ὅτι οὐκ ἐχρήσατο λόγῳ κατὰ τοὺς ἔξω· ἐφ’ ᾧ τε λαβεῖν τι παρ’ αὐτῶν, οὐ σαρκικὴν ἔσχε τοῦ κηρύγματος τὴν αἰτίαν.
Οὐκ ἄλλα ἐδιδάξαμεν ὑμᾶς συνόντες ὑμῖν παρ’ ἃ νῦν ἐπιστέλλομεν, ἀλλὰ ταῦτα ἃ καὶ ἀναγινώσκετε ἀκαλλώπιστα ὄντα· ὅθεν καὶ ἐπιγινώσκετε ἡμῶν μὲν ἰδιώτην τὸν λόγον ὄντα, τοῦ θεοῦ δὲ τὴν ἐνεργοῦσαν δύναμιν εἰς πίστιν.
Καύχημα λέγει τοὺς Κορινθίους ὁ Παῦλος ἑαυτοῦ ἐφ’ οἷς κατώρθωσε κηρύξας· καύχημα δὲ τῶν Κορινθίων αὐτῶν ἐν ἡμέρᾳ Χριστοῦ ὡσανεὶ δόξαν ἐχόντων ἐφ’ οἷς ἐδέξαντο τὸ κήρυγμα.
He does not pray to escape those plotting against him as one who loves the body, but so that he may serve the gifts given to him, so that through many persons now and through many of those to come, the proclamation that preserves them may be thanked; for having spoken through many, he demonstrated the teaching of those to come. And the phrase "be thanked for you" stands for "for the gift of which we too have partaken."
This is our boast, that our conscience testifies to us that we proclaim rightly.
And indeed he intends the wisdom of outsiders to be psychic, but now he hints that he did not use speech according to the outsiders; for the sake of receiving something from them, he did not have a fleshly cause for the proclamation.
We did not teach you other things while being with you than what we now write, but these things which you also read, being unadorned; whence you also recognize that our speech is that of a layman, but that the power of God is at work for faith.
Paul calls the Corinthians his boast over what he accomplished by proclaiming; and the boast of the Corinthians themselves on the day of Christ, as if they have glory over what they received from the proclamation.
Ἐλπίζω ὅτι ἐπιγνώσεσθε, ἐπειδὴ καὶ ἤδη ἀπὸ μέρους ἐπέγνωτε ὅτι ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου καύχημα ὑμῶν ἐσμεν καθὼς καὶ ὑμεῖς ἡμῶν· οἱ μὲν γὰρ ἐφ’ οἷς κατόρθωσιν κηρύξαντες σεμνύνονται, οἱ δὲ ἐφ’ οἷς ἐπίστευσαν τῷ κηρύγματι φιλοτιμοῦνται.
Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας.
Βουλευόμενος ἐλθεῖν πρὸς ὑμᾶς κατεπαγγειλάμην ὑμῖν τοῦτο οὐχ ὑπὸ προπετείας καὶ ἐλαφρότητος· οὐδὲ γὰρ ὃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἀλλὰ πνευματικά. πρέπει δὲ τὸν περὶ πνευματικῶν βουλευόμενον μηδαμοῦ διαψεύδεσθαι, ἵνα ᾖ παρ’ αὐτῷ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ.
Τὸ μὲν ἐλθεῖν ἢ μὴ οὐκ ἐν ἐμοί, τὸ δὲ προθέσθαι ἐν ἐμοί. εἰ μὲν οὖν ναὶ καὶ οὒ εἶχε τὸ κήρυγμα, δικαίως εἶχέ μου ἡ βουλὴ τῆς πρὸς ὑμᾶς ἀφίξεως ναὶ καὶ οὔ· εἰ δὲ ὁ λόγος ἀληθής, δι’ ὅλου καὶ τὸ τῆς βουλῆς ἀληθές.
Πιστεύω τῷ θεῷ ὅτι οὐδὲν ὧν ἐκηρύξαμεν ψεῦδός ἐστιν.
Οὐδὲ γὰρ ὁ τοῦ θεοῦ υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ἐγένετο ψεύστης.
I hope that you will recognize, since already in part you have recognized, that on the Lord's day we are your boast just as you are ours; for some take pride in what they have accomplished by proclaiming, while others are ambitious in what they have believed in the proclamation.
I did not plan to come for any fleshly reason but for the sake of God; and to plan to come for the sake of God is not a matter of levity.
When I planned to come to you, I promised you this not out of rashness and levity; for I do not plan according to the flesh but spiritually. And it is fitting that one who plans concerning spiritual matters should never be false, so that with him yes is yes and no is no.
Whether to come or not is not in my power, but the intention is in my power. If, then, the proclamation had both yes and no, my intention regarding my arrival to you would rightly have both yes and no; but if the word is true, then the intention is also entirely true.
I trust in God that nothing of what we have proclaimed is false.
For not even the Son of God, our Lord Jesus, became a liar.
Διὰ τοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρὶ τὸ ἀμὴν ἀναπέμπομεν. τὴν δὲ εἰς Χριστὸν βεβαίωσιν διὰ τοῦ θεοῦ ἐλάβομεν. διὰ δὲ τοῦ σφραγισάμενος ἡμᾶς ἐδήλωσεν ἡμῶν τὴν πρὸς τὸν θεὸν οἰκειότητα καὶ τὴν ἀπὸ τοῦ πονηροῦ ἀλλοτρίωσιν· καὶ γὰρ καὶ οἱ ποιμένες σφραγῖδα τοῖς ποιμνίοις ἐπιτιθέασιν τὰ ἴδια αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων διακρίνοντες. εἰπὼν δὲ ἀρραβῶνα ἐνέφηνεν, ὅτι μικρόν τι ἐνέχυρον ἀπὸ τῆς γνώσεως εἰλήφαμεν, τὸ δὲ τέλειον ἡμῖν κεχρεώστηται· ὁ γὰρ ἀρραβὼν μέρος ἐξ ὅλου.
Ἐπειδὴ πολλὰ ἦν τὰ κατ’ αὐτῶν ἐγκλήματα, οὐκ ἠβούλετο ἀπελθὼν κατακρῖναι αὐτούς.
Ἐλλειπῶς εἴρηται ὁ λόγος· θέλει γὰρ εἰπεῖν ὅτι ἠβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ’ οὐχ ὡς κύριός ἐστι καὶ διδάσκαλος τῆς ὑμετέρας πίστεως.
Τὸ μὲν πταῖσαι ὑμᾶς ἐν ὑμῖν, τὸ δὲ διορθῶσαι πταίοντας ἐν ἡμῖν, ἵνα συνεργοὶ τῆς κατὰ θεὸν χαρᾶς γενώμεθα.
Ἐν ὑμῖν τὸ πιστεῦσαι, ἐν ἡμῖν τὸ διορθοῦσθαι τοὺς πταίοντας, ἵνα συνεργοὶ γενώμεθα τῆς χάριτος τοῦ θεοῦ. χαρὰν δὲ τὴν κατὰ θεὸν λέγει· οὐ γὰρ ἂν αὐτοῖς εἰς κοσμικὴν χαρὰν συνήργησεν ὁ ἀπόστολος.
Through Christ we send up the amen to God and Father. The confirmation in Christ we received through God. And through sealing us, he manifested our kinship with God and our alienation from the evil one; for shepherds also place a seal on their flocks, distinguishing their own from others. Having said "earnest," he indicated that we have received a small pledge from knowledge, while the full amount is owed to us; for the earnest is a part of the whole.
Since there were many accusations against them, he did not wish, upon leaving, to condemn them.
The statement is expressed elliptically; for he means to say that I wished to come to you, but not as one who is lord and teacher of your faith.
The falling into error is in you, the correcting of those who err is in us, so that we may become coworkers of joy according to God.
Believing is in you, correcting those who err is in us, so that we may become coworkers of the grace of God. He speaks of joy according to God; for the apostle would not have cooperated with them for worldly joy.
Εἰπὼν τῇ πίστει, ἐνέφηνεν ὅτι τοῖς ἔργοις ἀπολιμπάνονται. διὸ ὡς ἄκαρπον ἔχουσι τὴν πίστιν καὶ ἔτι ἀτελὲς οὖσαν, συνεργὸν αὐτοῖς εἶναί φησιν.
Διὰ τοῦτο οὐκ ἦλθον, οὐχ ἵνα μὴ λυπήσω ὑμᾶς ἀλλ’ ἐμαυτόν, καὶ ἵνα μή τινας κατακρίνω ἐφ’ οἷς πράττουσιν.
Οὐκ ἐκ τῶν ὁμοίων ὑμεῖς λυπεῖτέ με κἀγὼ ὑμᾶς· ὑμεῖς μὲν γὰρ ἐξ ὧν ἁμαρτάνετε λυπεῖτέ με, ἐγὼ δὲ ἐξ ὧν ἐπιπλήττω λυπῶ ὑμᾶς. ἀλλὰ εὐφραίνει ὁ λυπούμενος – ἔοικε γὰρ αἰσθόμενος λυπεῖσθαι –· ὁ γὰρ μὴ λυπηθεὶς δῆλον ὡς οὐδ’ ἐφρόντισεν ἐγκληθείς. εἰ γὰρ καὶ λυπῶ ὑμᾶς, ἁρμόδιον πρᾶγμα ποιῶ, σύντεινον εἰς ἐμὴν εὐφροσύνην ἐπὶ τῇ ὑμετέρᾳ ὠφελείᾳ.
Τοῦτο ἔγραψα τὸ ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ἐν τῷ τέλει τῆς ἐπιστολῆς ταύτης ἔνθα κεῖται μή πως ἐλθόντα με ταπεινώσῃ ὁ θεός. καὶ διὰ τοῦτο ἔγραψα, ἵνα ἐν ἡδονῇ ὑμᾶς εὕρω διορθωθέντας ἵνα μὴ λυπῆσθε. οὐ τὸ ἐμαυτοῦ δὲ σκοπῶν τοῦτο εἶπον ἀλλὰ τὸ ὑμέτερον· οἶδα γὰρ ὅτι ἐὰν ἴδητέ με χαίροντα χαίρετε, καὶ ἐὰν εἰδῆτέ με ἀλγοῦντα ἀλγεῖτε.
Having said "by faith," he indicated that they fall short in works. Therefore, they have faith as something fruitless and still incomplete, and he says it is their coworker.
For this reason I did not come, not that I might not grieve you, but myself, and that I might not condemn some for what they do.
You do not grieve me from similar things, nor I you; for you grieve me from the things in which you sin, while I grieve you from the things in which I rebuke. But the one who is grieved rejoices—for he seems to be grieved because he is aware—; for the one not grieved clearly did not care when accused. For even if I grieve you, I do a fitting thing, contributing to my joy at your benefit.
I wrote this, that I did not come out of consideration for you, at the end of this letter where it stands, "lest God humble me when I come." And I wrote this so that I might find you corrected with pleasure, that you might not be grieved. I said this not considering my own interest but yours; for I know that if you see me rejoicing, you rejoice, and if you see me in pain, you are pained.
Ταῦτα ἔγραψα, ἵνα εἰ βούλεσθέ με ἐλθεῖν πρὸς ὑμᾶς, προδιορθώσησθε τὰ πταίσματα.
Δείξας ὅτι τὰ αὐτὰ πταίσματα ἴδια ποιεῖται, πένθη καὶ δάκρυα ἐνέφηνεν ἣν ἔχει πρὸς αὐτοὺς ἀγάπην. εἰπὼν ἔγραψα ὑμῖν, οὐχ ἵνα ἁπλῶς λυπηθῆτε, ἀλλ’ ἵνα διαδέξηται τὴν λύπην ἡ κατὰ θεὸν χαρά.
Εἴ τις ἐμὲ καὶ ἀγαπῶντα λελύπηκεν, οὐκ ἐμὲ μόνον λελύπηκεν ἀλλ’ ἀπὸ μέρους καὶ ὑμᾶς, ἵνα μὴ ἐπιβαρῶ λέγων καὶ τὸν Χριστόν· ἐσιώπησε δὲ τὸ εἰπεῖν καὶ τὸν Χριστόν, ἵνα μὴ καὶ εἰπὼν βαρήσῃ.
Ἐπιτιμίαν λέγει τὴν κατάγνωσιν τὴν ἐκ τῶν πλειόνων.
Χαρίσασθαι αὐτῷ τοῦτο.
Ὑπηκούσατέ μοι εἰς τὸ κατακρῖναι, ὑπακούσατέ μοι καὶ εἰς τὸ ἀνακαλέσασθαι αὐτὸν κατακριθέντα.
Χαρίσασθε αὐτῷ, φησί, τοῦτο· γινώσκετε γὰρ ὅτι ὧν ὑμεῖς χαρίζεσθε τούτῳ κἀγὼ βούλομαι χαρίζεσθαι. διὰ δὲ τούτου δείκνυσιν ὅτι ἐκ διαθέσεως τῆς περὶ αὐτοὺς τὰ αὐτὰ αὐτοῖς φρονεῖν βούλεται.
Φαίνεται λυπηθεὶς πρὸς τοὺς ἐν Τρῳάδι, ὅτι μὴ περὶ πολλοῦ ἐποίησαν τὸν Τίτον μηδὲ κατέσχον αὐτὸν ἕως τῆς αὐτοῦ ἐπιδημίας, ἀλλ’ ὡς χαῦνοι περὶ τὴν πίστιν εἴασαν ἀπελθεῖν. σωφρονίζων οὖν αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθώσασθαι τὰ ἐκεῖ ὕστερον ἐπιδημῶν ὡς οὐδενὸς ὄντος τοῦ παρεμποδίζοντος.
I wrote these things so that, if you wish me to come to you, you might first correct the faults.
Having shown that he makes their same faults his own, he revealed the love he has for them through grief and tears. Saying "I wrote to you," it was not simply that you might be grieved, but that the grief might be succeeded by joy according to God.
If someone has grieved me, who loves him, he has not grieved only me but partly also you—so that I may not burden you by also saying "and Christ." He kept silent about saying "and Christ," lest he burden you by saying it.
He calls "censure" the condemnation that comes from the majority.
To grant this to him.
You obeyed me in condemning him; obey me also in recalling him once condemned.
Grant this to him, he says, for you know that what you grant to him, I also wish to grant. Through this he shows that, out of his disposition toward them, he wishes to think the same things as they do.
He appears to have been grieved toward those in Troas, because they did not make much of Titus nor detain him until his own arrival, but, as though careless about the faith, they let him depart. Therefore, disciplining them as unworthy, he passed them by, even though the door was open and no one was barring the proclamation. Or perhaps he passed them by for this reason as well: because he could easily correct matters there later when he arrived, since there was no one obstructing.