Τοῦτ’ ἔστι τῷ δημοσιεύοντι ἡμῶν τὰς ὕβρεις καὶ τὰς περιστάσεις τὰς διὰ Χριστόν. μείζονα δὲ χάριν ὁμολογεῖ ἐφ’ οἷς θριαμβεύεσθαι καταξιοῦται διὰ Χριστόν. ταῦτα δὲ λέγει καὶ διὰ τοὺς Κορινθίους· ἐδεδίει γὰρ μήποτε ὀκλάσωσιν δι’ ἃς ὑπέμενον θλίψεις καὶ ἐκπέσωσι τῆς σωτηρίας.
Οἱ εἰδωλολάτραι ἐν θανάτῳ ὄντες τῷ νοητῷ διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, καὶ δευτέρῳ περιπίπτουσι θανάτῳ μὴ παραδεχόμενοι τὸ εὐαγγελικὸν κήρυγμα· οἱ δὲ διὰ τῆς νομικῆς παιδεύσεως πρὸς τὰς ἀρχὰς ἐλθόντες τῆς γνώσεως τοῦ θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, ὅμως ἐὰν πιστεύσωσι τῷ Χριστῷ, παραδέχονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ πατρὸς ἐκ ζωῆς εἰς ζωήν.
Τὰ τοιαῦτα κατορθοῦντο Χριστοῦ εἶναι εὐωδία, οὐ τῶν τυχόντων ἀλλὰ τῶν γησίως δουλευόντων τῷ θεῷ. καὶ ὡς φορτικὰ μὲν οὐ λέγει ταῦτα περὶ ἑαυτοῦ, ἐξ ὧν δὲ ἐπάγων λέγει οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, ἐπέδειξεν ἑαυτόν.
Καπηλεύεσθαι λέγει τὸν λόγον ἤτοι παραμιγνύμενον περιτομῇ καὶ τηρήσει σαββάτων ἢ διὰ τὸ πορισμὸν νομίζειν τινὰς τὴν εὐσέβειαν. λέγω δὲ ὅτι ἐξ εἰλικρινείας φθέγγομαι, καὶ αὐτὸ τοῦτο ἐκ θεοῦ ἔχειν φησί, καὶ οὐκ ἀπὸ οἰκείας δυνάμεως. λέγει δὲ καὶ ἄλλην διάνοιαν, ὅτι διὰ τοῦτο ἐξ εἰλικρινείας, ἐπειδὴ ἐκ θεοῦ λαλοῦμεν, οὐ παίζοντες τὰ πράγματα ἀλλὰ θεοῦ ἀποκάλυψιν κηρύττοντες.
This is what it means for one who publicizes our insults and the circumstances we endure for Christ’s sake. He acknowledges a greater grace for being deemed worthy of being led in triumph for Christ’s sake. He says these things also for the Corinthians’ sake; for he feared that they might at some time falter because of the tribulations they endured and fall away from salvation.
The idolaters, being in a state of spiritual death because of the ignorance and hardness present in them, also fall into a second death by not accepting the evangelical proclamation. But those who, through instruction in the Law, have come to the beginnings of the knowledge of God have somehow come into life; yet if they believe in Christ, they receive the fragrance of the knowledge of the Father, from life to life.
Such achievements were said to be the fragrance of Christ, not of ordinary people but of those who genuinely serve God. And he does not say these things about himself as if boastful, but from what he adds, saying, “For we are not like the many,” he revealed himself.
He says that the word is “peddled,” that is, either mixed with circumcision and observance of the Sabbath, or because some consider piety a means of gain. I say that I speak with sincerity, and he says that this very thing comes from God, not from his own power. He also gives another meaning: that he speaks with sincerity for this reason, because we speak from God, not trifling with matters but proclaiming the revelation of God.
Τοῦτο λέγει, ἐπειδὴ ἦσαν καὶ ψευδαπόστολοι πορισμὸν ἡγούμενοι τὸν περὶ τῆς εὐσεβείας λόγον. εἶτα ἐπάγει ἐξ εἰλικρινείας, ἀντὶ τοῦ οὐ παίζομεν τὰ πράγματα, ἀλλὰ τὴν ἐκ θεοῦ ἀποκάλυψιν κηρύττομεν οὐ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ. καπηλεύεται δὲ ὁ λόγος τοῦ θεοῦ παραμιγνύμενος περιτομῇ καὶ σαββάτῳ καὶ ἐν τῷ νομίζειν πορισμὸν εἶναι τὴν εὐσέβειαν.
Ἐντεῦθεν θέλει δεῖξαι ὅσον ὁ νόμος τῆς χάριτος ἀπολιμπάνεται, ἵνα μή τινες τῶν ἐκ περιτομῆς τῷ ἀξιώματι Μωϋσέως καὶ τῶν προφητῶν δυσωποῦντες τοὺς ἀπὸ τῶν ἐθνῶν εἰς τὴν τοῦ νόμου μετενέγκωσι τήρησιν.
Τοῦτ’ ἔστιν αὕτη ὑμῶν ἡ πίστις καὶ ὁ βίος ἐπιστολὴ πᾶσι γίνεται καὶ γνώρισμα τοῦ ἡμετέρου κηρύγματος. ἐγγεγραμμένη δὲ πνεύματι, λέγει, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ δὲ τοῦ εἰπεῖν πλαξὶ λιθίναις καὶ καρδίαις σαρκίναις τὴν ὑπεροχὴν τῆς χάριτος πρὸς τὸν νόμον δείκνυσιν, ὅσῳ καρδία τῆς ἀψύχου πλακὸς κρείττω. δείκνυσι δὲ καὶ ὅσον ἡ χάρις τοῦ πνεύματος ἀμείνω τοῦ νόμου καὶ τῆς διακονίας τῶν προφητῶν τὸ κήρυγμα τῶν ἀποστόλων ἀνώτερον.
He says this because there were also false apostles who considered the discourse on piety a means of profit. Then he adds "from sincerity," meaning we are not playing with matters, but we proclaim the revelation from God, not debasing the word of God. The word of God is debased when it is mixed with circumcision and the Sabbath and when piety is thought to be a means of profit.
From this he wishes to show how far the law of grace surpasses, so that some of those from the circumcision, by appealing to the authority of Moses and the prophets, might not transfer those from the gentiles to the observance of the law.
This means: this faith of yours and your life becomes a letter to all and a mark of our proclamation. And it is inscribed by spirit, he says, by the energy of the Holy Spirit. And by saying "on stone tablets and fleshly hearts," he shows the superiority of grace over the law, insofar as the heart is better than the lifeless tablet. He also shows how much the grace of the spirit is better than the law and the ministry of the prophets, and the proclamation of the apostles is higher.
Ἀφ’ ἑαυτῶν ἀντὶ τοῦ ἀπ’ ἀλλήλων.
Γράμμα λέγει τὸν νόμον, πνεῦμα δὲ τὴν χάριν· ὁ γὰρ νόμος προστάσσων μέν, οὐ βοηθῶν δέ, βαρεῖ καὶ θανατοῖ διὰ τῆς κολάσεως τοὺς μὴ δυνηθέντας αὐτὸν πληρῶσαι, τὸ δὲ πνεῦμα καθαρὸν ἀπὸ ἁμαρτίας ποιοῦν καὶ παρέχον τὰ χαρίσματα δηλονότι πρὸς ζωὴν ὁδηγεῖ.
Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ’ ἐν προσώπῳ Μωϋσέως ὡς ἑξῆς αὐτός φησιν· διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην. ἀλλ’ οὐ βουλόμενος πρὸς τὸν προφήτην Μωϋσέα εἰπεῖν, τὸν νόμον καλεῖ Μωϋσέα, καὶ πρὸς τοῦτον ποιεῖται τὸν λόγον δεικνὺς ἐλάττονα τὴν δοθεῖσαν τῷ Μωϋσεῖ χάριν τῆς ἀποστολικῆς χάριτος. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. Μωϋσέα λέγει διακονίαν θανάτου, θάνατον καλῶν τὸν νόμον, ἐπειδὴ θάνατον προεξένησε παρακουσθείς. ἀλλ’ οὐκ ἀπὸ τούτου διαβέβληται ὁ νόμος· λέγονται γὰρ καὶ οἱ ἀπόστολοι ὀσμὴ θανάτου εἰς θάνατον.
Διακονίαν δὲ πνεύματος λέγει τοὺς ἀποστόλους, καὶ διακονίαν θανάτου τὸν Μωϋσέα. ἀλλὰ φειδόμενος Μωϋσέως πλακῶν μέμνηται· Μωϋσῆς πλάκας κατήγαγεν ἐξ ὄρους, ἀπόστολοι πνεῦμα τῷ κόσμῳ ἀποσταλέντες ἐκόμισαν.
From themselves" instead of "from one another."
"Letter" refers to the law, "spirit" to grace; for the law, while commanding but not helping, is burdensome and brings death through punishment to those unable to fulfill it, whereas the spirit, making one pure from sin and providing the gifts, clearly leads to life.
And indeed the glory did not occur on tablets but on the face of Moses, as he himself says subsequently: because of the glory of his face, which is abolished. But not wishing to speak against the prophet Moses, he calls the law "Moses," and directs his speech to this, showing that the grace given to Moses is inferior to the apostolic grace. "And if the ministry of death." He calls Moses a ministry of death, calling the law "death," since it procured death when disobeyed. But the law is not slandered on this account; for the apostles are also called a smell of death unto death.
He calls the apostles a "ministry of spirit," and Moses a "ministry of death." But sparing Moses, he mentions the tablets: Moses brought down tablets from the mountain; the apostles, sent as spirit to the world, brought it.
Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ’ ἐν προσώπῳ Μωϋσέως. καὶ βουλόμενος ὧδε καὶ πρὸς τὸν Μωϋσέα εἰπεῖν, διὰ τοῦ νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν τοῦτό φησιν, καὶ γὰρ καὶ τοὺς ἀποστόλους ὀσμὴν θανάτου εἶπεν διὰ τοὺς μὴ ὑπακούοντας τῷ κηρύγματι. ὀσμὴ δὲ θανάτου ἡ περὶ γεέννης ἀπειλὴ αἰώνιον ἐπάγουσα τοῖς ἀπίστοις θάνατον, καὶ ὀσμὴ ζωῆς τὸ κήρυγμα τῆς βασιλείας εἰς ζωὴν αἰώνιον διαπέμπον τοὺς ἑπομένους τῇ διδασκαλίᾳ. ἡ δὲ ὀσμὴ πρόδρομός ἐστιν τοῦ πράγματος.
Διάκονον κατακρίσεως καὶ θανάτου λέγει Μωϋσέα – κατέκρινε γὰρ ἐν τῷ νόμῳ τοὺς μὴ ὑπακούοντας – καὶ διακονίαν πνεύματος τοὺς ἀποστόλους· Μωϋσῆς γὰρ τὸν νόμον κατήνεγκεν, οἱ δὲ ἀπόστολοι τὸ πνεύμα τῷ κόσμῳ διεκόμισαν.
Τὸ δεδοξασμένον τοῦ νόμου γράμμα ἀνεξεταζόμενον πρὸς τὴν ὑπερβάλλουσαν δόξαν τοῦ πνεύματος οὐ δεδόξασται. οὐδ’ ἂν εἴποι τις δεδοξάσθαι ἐν τούτῳ τῷ λόγῳ τῆς συγκρίσεως τῆς πρὸς τὸ ὑπερέχον.
And indeed the glory did not occur on the tablets but on the face of Moses. And wishing here also to speak to Moses, he indicates Moses through the law. He calls the law itself a servant of death, because the law put to death those who did not fulfill it. And he does not say this as slandering it, for he also said that the apostles were a scent of death because of those who did not obey the proclamation. A scent of death is the threat concerning Gehenna, which brings eternal death to the unbelievers, and a scent of life is the proclamation of the kingdom, which conveys those who follow the teaching to eternal life. And the scent is a forerunner of the thing itself.
He calls Moses a servant of judgment and death—for he condemned in the law those who did not obey—and the apostles a ministry of the spirit; for Moses brought down the law, but the apostles conveyed the spirit to the world.
The glorified letter of the law, when examined in comparison with the surpassing glory of the spirit, is not glorified. Nor would one say it is glorified in this discourse of comparison with that which is superior.
Ἔδειξεν ὅτι δεῖ παύσασθαι καὶ ἀργῆσαι τὸν νόμον, ἀντεισαχθεῖσαν δὲ τοῦ πνεύματος τὴν χάριν διαμεῖναι.
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. ἡ ἐλπὶς ἡ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἐδήλωσε δὲ ὅτι μένει ἡ χάρις καὶ μετὰ τὴν ἀνάστασιν τὰς προσθήκας λαμβάνουσα πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ὡς γὰρ οὐκ ἠδύνατο τῇ δόξῃ […] προσέχειν, οὕτως οὐκ ἐδύναντο οὐδὲ τῷ τέλει τοῦ νόμου, τοῦτ’ ἔστιν ὅτι παυθήσεται ὁ νόμος. αὐτίκα φησίν· ἄχρι σήμερον ἔχουσι κάλυμμα. τὸ τέλος τοῦ νόμου, ὅταν ἀρθῇ τὸ κάλυμμα καὶ θεάσωνται τὴν δόξαν τοῦ πνεύματος, ὅτι ἐν Χριστῷ καταργεῖται, τοῦτ’ ἔστι διὰ τῆς εἰς αὐτὸν πίστεως.
Ποίαν ἐλπίδα; ὅτι οὐ καταργεῖται ἡ τοῦ πνεύματος χάρις ὥσπερ ὁ νόμος, ἀλλὰ μένει καὶ μετὰ τὴν ἀνάστασιν.
Ἡμεῖς διὰ τὴν μακαρίαν ἐλπίδα τοῦ παραμένειν τοῦ πνεύματος τὴν χάριν μετὰ παρρησίας διδάσκομεν, καὶ οὐ μιμούμεθα τὰ Μωϋσέως ἐπιτάγματα, ὃς διὰ τοῦ ἐπὶ πρόσωπον καλύμματος ἐσήμανεν ὅτι οὐ δύνανται ἀτενίσαι καὶ συνιδεῖν Ἰουδαῖοι ὅτι τέλος λήψεται καὶ ἀργήσει ὁ νόμος.
He showed that the law must cease and be idle, while the grace of the Spirit, once introduced, remains.
Having then such hope. Hope that is seen is not hope; he indicated that grace remains even after the resurrection, receiving additions so that the sons of Israel cannot gaze upon the end of that which is being abolished. For just as he could not attend to the glory, so they could not attend to the end of the law, that is, that the law will cease. Immediately he says: up to today they have a veil. The end of the law is when the veil is lifted and they behold the glory of the Spirit, that it is abolished in Christ, that is, through faith in him.
What hope? That the grace of the Spirit is not abolished like the law, but remains even after the resurrection.
We, because of the blessed hope that the grace of the Spirit will remain, teach with confidence, and we do not imitate the ordinances of Moses, who through the veil on the face indicated that the Jews cannot gaze and perceive that the law will reach its end and be idle.
Μένει τὸ κάλυμμα μηδὲ ὄψιν δεικνύον ὅτι Χριστοῦ ἐλθόντος καταργεῖται ὁ νόμος.
Ὥσπερ Μωϋσῆς λαλῶν μὲν Ἰουδαίοις εἶχε τὸ κάλυμμα, ὑποστρέφων δὲ πρὸς κύριον περιαιρεῖται αὐτό, καὶ νῦν Ἰουδαῖοι μετὰ τὸ ἀναγνῶναι τὸν νόμον καὶ ἀποδοῦναι τὴν βίβλον ἀποφέρουσιν τὸ κάλυμμα ὡς ὑποστρέψαντος Μωϋσέως πρὸς κύριον. ἐὰν οὖν ἀποστὰς ἔλθῃς πρὸς τὸ πνεῦμα, περιαιρεῖταί σου τὸ κάλυμμα ὥσπερ καὶ Μωϋσέως ὑποστρέφοντος πρὸς κύριον.
Ὁ καταξιωθεὶς πνεύματος κυρίου οὗτος ἠλευθηρώθη τῆς κατακρίσεως τοῦ νόμου· διὰ γὰρ τοῦ πνεύματος ἐνεργεῖται τὰ χαρίσματα. καὶ ἡ δωρεὰ πρὸς τοὺς ἀξίους.
Ἡμεῖς, φησίν, οἱ ἀπόστολοι ἀνακεκαλυμμένῳ προσώπῳ ὁρώμεθα ὑπὸ τῶν ἀνθρώπων· εἰπὼν δὲ ἡμεῖς πάντες δείκνυσι κοινὴν τοῦ πνεύματος τὴν εὐεργεσίαν. καὶ Μωϋσέως μὲν ἡ δόξα ἀπρόσιτος ἦν Ἰσραηλίταις, ἡμῶν δὲ ἡ δόξα τοῦ θεοῦ εὐπρόσιτός ἐστιν· στηρίσαντες γὰρ ἑαυτοὺς τῇ πίστει καὶ καθάραντες κατοπτριζόμεθα τὴν δόξαν τοῦ θεοῦ, τοῦτ’ ἔστι καὶ ὁρῶμεν καὶ ἀπομασσόμεθα ὡς ἐν ἐσόπτρῳ ταῖς ψυχαῖς τὴν εἰκόνα τῆς δόξης τοῦ πνεύματος. ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν μεταμορφούμεθα. ἢ οὕτως νοητέον· ἀπὸ τῆς δόξης τοῦ πνεύματος τῆς ἐνεργουμένης ἐν ἡμῖν ἐρχόμεθα δηλονότι εἰς δόξαν τῆς υἱοθεσίας. τὸ δὲ καθάπερ δηλοῖ ἅτε δὴ ἀπὸ κυρίου πνεύματος. ἐπιτηρητέον δὲ ὅτι κύριον τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, οὐχὶ τὸν υἱὸν τοῦ θεοῦ. καὶ ὥσπερ ὁ μέν τις ὁρᾷ τὸ ἔσοπτρον ἐκεῖνο, ὁ δὲ δέχεται τοῦ ὁρῶντος τὸ ἴνδαλμα, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος·
The veil remains, showing no face, because when Christ comes, the law is abolished.
Just as Moses, when speaking to the Jews, had the veil, but when turning back to the Lord, it is removed from him, so now the Jews, after reading the law and returning the book, carry away the veil, as if Moses had turned back to the Lord. Therefore, if you depart and come to the Spirit, the veil is removed from you, just as from Moses when he turned back to the Lord.
He who has been deemed worthy of the Spirit of the Lord has been freed from the condemnation of the law; for through the Spirit the gifts are activated. And the gift is for the worthy.
We, he says, the apostles, are seen by men with an unveiled face; but by saying "we," he shows that the benefit of the Spirit is common. And Moses' glory was inaccessible to the Israelites, but our glory of God is accessible; for, having supported ourselves by faith and purified ourselves, we reflect the glory of God, that is, we both see and imprint, as in a mirror, upon our souls the image of the glory of the Spirit. We are transformed from legal knowledge to spiritual grace. Or it must be understood thus: from the glory of the Spirit that is activated in us, we come, evidently, to the glory of adoption. The phrase "just as" indicates that it is from the Lord Spirit. It must be observed that he called the Holy Spirit "Lord," not the Son of God. And just as one person sees that mirror, and another receives the image of the one seeing, so also with the Spirit.
οἱ γὰρ τὴν δόξαν τοῦ Χριστοῦ κατοπτριζόμενοι αὐτοὶ ἀπὸ τῆς δόξης ὁμοιότητά τινα ἀποφέροντες εἰς δόξαν, τοῦτ’ ἔστιν ἐπισπῶνται καὶ λαμβάνουσι δόξαν τῆς πνευματικῆς εἰκόνος.
Μεταμορφούμεθα ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν, καὶ ἀπὸ δόξης οὐ τῆς τοῦ νόμου ἀλλὰ τῆς τοῦ πνεύματος, εἰς δόξαν τὴν τῆς υἱοθεσίας· λουτροῦ γὰρ τυχόντες εἰς υἱοθεσίαν ἐρχόμεθα.
Τὴν τῆς χάριτος λέγει, οὐ τὴν τοῦ νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν.
Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σπουδάζουσι διὰ τὴν αἰσχύνην· οὐ γὰρ μετέχει παρρησίας τὰ φαῦλα, ἀλλ’ ἐν σκότει διαλανθάνει.
Κἂν ᾖ κεκαλυμμένον τὸ εὐαγγέλιον, τοῖς ἀπίστοις κεκάλυπται, οὐχ ὡς ἐν τῷ νόμῳ ἀπὸ παντὸς Ἰσραὴλ ἐκεκάλυπτο ἡ δόξα τοῦ προσώπου Μωϋσέως.
Ἐὰν μὲν ὁ θεὸς τοῦ αἰῶνος τούτου λέγηται συναπτομένης τῆς ἀναγνώσεως, καὶ τὸ ἐτύφλωσεν ἀκολουθίαν ἔχει. ἐὰν δὲ ὁ θεὸς ἐτύφλωσε, καθ’ ὑπερβατόν, ὡς τὸ ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ τὸ ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραώ, κατὰ τὸν ἀποδοθέντα λόγον.
For those who mirror the glory of Christ themselves, bearing back some likeness from that glory into glory—that is, they draw and receive glory from the spiritual image.
We are transformed from legal knowledge into spiritual grace, and from glory—not that of the law but that of the spirit—into the glory of adoption; for having obtained the bath, we come into adoption.
He speaks of the glory of grace, not that of the law; for through the excess of grace we trample upon the afflictions.
The base and shameful things of disgrace are hidden, which those who do them strive to conceal because of shame; for base things do not partake of frankness, but lurk in darkness.
Even if the gospel is veiled, it is veiled to the unbelievers, not as in the law the glory of Moses' face was veiled from all Israel.
If the god of this world is spoken of with the reading connected, then "he blinded" has coherence. But if "God blinded," by hyperbaton, as in "God gave them a spirit of compunction, eyes for not seeing," and "I hardened Pharaoh's heart," according to the explanation given.
Ὥσπερ δὲ εἴρηται ἄρχων τοῦ αἰῶνος, οὐ φύσει ἄρχων ὤν, ἀλλ’ ὅτι οἱ ἀπατηθέντες ἄρχοντα ἑαυτῶν ἀνέδειξαν αὐτὸν ὑπακούοντες αὐτῷ, οὕτως καὶ ὁ θεὸς τοῦ αἰῶνος τούτου προσηγόρευται, οὐχ ὡς ἀληθῶς ὢν θεός, ἀλλ’ ἀφ’ ὧν τὰ ἔθνη λέγουσι καὶ νομίζουσιν ὀνομαζόμενος θεός, ὡς καὶ τῶν γαστριμάργων θεὸς ἡ κοιλία καλεῖται.
Εἰ ἑαυτοὺς ἐκηρύξαμεν, φησίν, ἐνῆν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον· εἰ δὲ Ἰησοῦν Χριστὸν καὶ τὴν ἐκείνου δόξαν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι κατὰ τὸ λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν.
Εἰ ἑαυτοὺς ἐκηρύσσομεν, ἦν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον, εἰ δὲ Χριστὸν καὶ τὴν αὐτοῦ δόξαν κηρύσσομεν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι.
Ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ διὰ Ἰησοῦν Χριστόν, δι’ ἐκεῖνον. Πρὸς φωτισμὸν τῆς γνώσεως, ὅτι ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι’ ἀποκαλύψεως ἐξετέθη.
Ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι’ ἀποκαλύψεως καὶ ἐλλάμψεως ἐγνωρίσθη· οὐ γὰρ ἄν ποτε τούτου ἐφικέσθαι ἠδυνήθη ἄνθρωπος σαρκίον περιβεβλημένος.
Just as it is said "ruler of this age," not being a ruler by nature, but because those who were deceived appointed him as their ruler by obeying him, so also "god of this age" is named, not as truly being god, but named god from what the nations say and think, just as the belly is called god of the gluttons.
If we had proclaimed ourselves, he says, it would be suspect that we were falsifying the word; but if we proclaim Jesus Christ and his glory, there is no deceit in the proclamation, according to the saying: he who seeks his own glory is not true, but he who seeks the glory of the one who sent him is true.
If we were proclaiming ourselves, it would be suspect that we were falsifying the word; but if we proclaim Christ and his glory, there is no deceit in the proclamation.
"In the person of Jesus Christ," instead of "through Jesus Christ," for his sake. "For the illumination of knowledge," that knowledge was not discovered by reasoning, but was set forth through revelation.
Instead of "through Jesus Christ it shone in our hearts," and knowledge was not discovered by reasoning, but was made known through revelation and illumination; for a man clothed in flesh could never have attained this.
Δείκνυσι διὰ τούτων καὶ τῶν ἑξῆς, ὅτι οὐ συγχωρεῖ ὁ θεὸς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. εἰ γὰρ καὶ θλιβόμεθα ὑπὸ τῶν διωκόντων, ἀλλ’ οὐχ οὕτω στενοχωρούμεθα ὡς μηδαμοῦ ἔχειν ἀποφυγὴν καὶ ἀπόκλισιν· πλατύνει γὰρ ὁ θεὸς τοῖς δι’ εὐσέβειαν θλιβομένοις, ὅθεν καὶ ὁ Δαυίδ φησιν· ἐν θλίψει ἐπλάτυνάς με.
Τὴν νέκρωσιν ἀεὶ περιφέρομεν τῷ κινδυνεύειν ἀεὶ διὰ Χριστὸν κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ ὄντες.
Ὁ κύριος δι’ ἡμᾶς εἰς θάνατον παρεδόθη, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν διὰ Ἰησοῦν, ἵνα κοινωνοὶ τῆς αὐτοῦ ζωῆς γενώμεθα.
Διὰ τὸ κήρυγμα οἱ ἀπόστολοι ἐκινδύνευον, ἐκήρυττον δὲ ἵνα ζήσωσιν οἱ πιστεύοντες, καὶ τοῦτό ἐστιν τὸ ἡ δὲ ζωὴ ἐν ὑμῖν.
Ἐπειδή, φησί, πνεῦμα δουλείας ἐν τῷ νόμῳ, πνεῦμα δὲ υἱοθεσίας ἐν τῇ χάριτι. εἶπε δὲ ὅτι τὸ πνεῦμα τὸ αὐτὸ ἔχομεν ὃ καὶ εἶχεν ὁ Δαυίδ, προσέθηκε τῆς πίστεως τὸ αὐτὸ πνεῦμα, οὐ τῆς νομικῆς δουλείας.
Ἔχοντες, φησί, τὸ αὐτὸ πνεῦμα τῷ Δαυὶδ τῷ κατὰ πίστιν λαλήσαντι, καθὼς ἔφη· ἐπίστευσα, διὸ ἐλάλησα. εἶτα εἰπὼν πνεῦμα προσέθηκε τῆς πίστεως· τοῦτο γὰρ κοινὸν νέας καὶ παλαιᾶς μόνον, ἐπεὶ ἐν μὲν τῷ νόμῳ πνεῦμα ἦν δουλείας, ἐν δὲ τῇ χάριτι πνεῦμα υἱοθεσίας.
Through these and the following words he shows that God does not allow us to be tried beyond what we can bear. For even if we are oppressed by those who persecute us, we are not so constricted as to have no place of escape or refuge; for God makes room for those who are oppressed for the sake of piety, whence also David says: "In oppression you have given me room."
We always carry death with us, in that we are always in danger for Christ's sake, being partakers of Christ's sufferings.
The Lord was handed over to death for us, but we for ourselves through Jesus, so that we might become partakers of his life.
The apostles were in danger because of the proclamation, and they proclaimed so that those who believe might live, and this is the "life in you."
Since, he says, there was a spirit of servitude in the law, but a spirit of adoption in grace. And he said that we have the same spirit that David had, and he added "of faith," the same spirit, not of legal servitude.
Having, he says, the same spirit as David, who spoke according to faith, as he said: "I believed, therefore I spoke." Then, having said "spirit," he added "of faith"; for this is common only to the new and the old, since in the law there was a spirit of servitude, but in grace a spirit of adoption.
Εἰ θάνατοι καὶ κίνδυνοι καὶ πειρασμοὶ παρηκολούθουν, πῶς ἐλαφροτέρα ἡ θλίψις; πῶς παραυτίκα; καὶ γὰρ παρέμειναν αὐτῷ οἱ πειρασμοὶ καὶ εἰς γῆρας ἐλαύνοντο. πῶς οὖν ἐλαφρά ἐστιν ἡ θλίψις τῶν ἁγίων; ἢ δηλονότι ἀντεξαγομένη πρὸς τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ πρὸς τὰ προκείμενα ἀγαθὰ τοῖς δικαίοις· πρὸς γὰρ ταῦτα καὶ βαρύτατοι πείρας μοι ἐλαφροὶ καταφαίνονται. καὶ οὐχ ἁπλῶς ἐλαφραὶ αἱ θλίψεις ἀλλὰ καθ’ ὑπερβολήν, αἵπερ θλίψεις πολὺ ὑστεροῦνται τοῦ μεγέθους τῆς δόξης· τὸ γὰρ μέγα σῶμα καὶ βαρύ ἐστιν. ἢ καὶ βάρος εἶπεν κατὰ μεταφορὰν τῶν σταθμίων· ἀντισταθμιζομένη γὰρ ταῖς θλίψεσιν ἡ δόξα βαρυτάτη πάνυ εὑρίσκεται. παραυτίκα δὲ λέγει τὸ πρόσκαιρον· κἂν γὰρ μακρὰν ᾖ τὸ θλίβον καὶ λυποῦν, ἀλλὰ πρόσκαιρον φαίνεται ὡς πρὸς τὸ τῆς δόξης ἀπέραντον.
Οἰκία σκήνους οὐ τὸ σκῆνος ἀλλ’ ἡ οἰκία· ἡ γὰρ οἴκησις ἡ ἐνταῦθα παύεται, τὸ δὲ σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν.
If deaths and dangers and trials followed, how is the affliction lighter? How is it immediate? For the trials remained with him and were driven on into old age. How then is the affliction of the saints light? Or is it evidently because it is weighed against the glory of the future age and against the goods set before the righteous? For compared to these, even the heaviest trials appear light to me. And the afflictions are not simply light, but exceedingly so, since these afflictions fall far short of the magnitude of the glory; for a large body is also heavy. Or he spoke of weight metaphorically, as of scales; for when glory is weighed against the afflictions, it is found to be very heavy indeed. And he says "immediate" meaning temporary; for even if the thing that afflicts and grieves is long-lasting, it appears temporary in comparison to the infinity of glory.
House of the tent, not the tent itself but the house; for the dwelling here ceases, but the tent rises. And he called the house the way of life, both the mortal and the expected one. Next, however, he shows that he means by "dwelling" the corruption and the incorruption.
Οἰκίαν σκήνους λέγει τὸ σῶμα, ὅπερ, φησίν, ἐὰν καὶ διαφθαρῇ ἐν πειρασμοῖς καὶ κινδύνοις διὰ Χριστόν, ἀποθησόμεθα αὐτὸ ὡς οἰκίαν φθαρτὴν καὶ ἐν ἐσχάτῳ τῶν χειροποιήτων. εὑρήσομεν δὲ ἐν οὐρανοῖς ἑτέραν οἰκίαν ἣν παρέχει ὁ θεὸς ἄφθαρτον καὶ ἀχειροποίητον. διὰ δὲ τούτων τήν τε θνητὴν διαγωγὴν καὶ τὴν ἀθάνατον ἐμφαίνει.
Διὰ τοῦ ἐπενδύσασθαι δείκνυσιν ὅτι ἡ φθαρτὴ σὰρξ ἀνίσταται καὶ τὴν ἀθάνατον ἐπενδύεται· ἡ γὰρ ἐπένδυσις λέγεται πρὸς ἑτέρῳ ἐνδύματι. οἰκίαν δὲ δύο λέγει, τὴν θνητὴν καὶ τὴν προσδοκωμένην· καὶ δύο οἰκητήρια, τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν, ὅτι τὸ μὲν ἀπολυόμεθα, τὸ δὲ ἐπενδυόμεθα. οἰκητήριον δὲ λέγει τὸ ἐξ οὐρανοῦ τὴν ἐξ οὐρανῶν ἀφθαρσίαν, καθὸ οὐκ ἔστι χειροποιητὴ ἀλλὰ θεοῦ δωρεά.
Πάντες μὲν δίκαιοι καὶ ἄδικοι ἐνδύονται τὴν ἀφθαρσίαν. ἐὰν μέντοι τις παραδοθῇ τῇ κολάσει, οὐδὲν διαφέρει γυμνοῦ.
Τὸ ἀκόλουθον θέλει· ἐφ’ ὃ ἐπενδύσασθαι θέλομεν τὴν ἀφθαρσίαν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα ἐκδύσασθαι εἰς φθοράν. διὸ καὶ ἐπήγαγεν· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
He calls the body a house of the tent, which, he says, even if it is destroyed in trials and dangers for Christ's sake, we will put it off as a perishable house and as the last of hand-made things. But we will find in the heavens another house, which God provides, imperishable and not made by hand. Through these things he indicates both the mortal way of life and the immortal one.
By the phrase "to put on over" he shows that the perishable flesh rises and puts on the immortal over it; for "putting on over" is said with reference to another garment. And he speaks of two houses, the mortal and the expected one; and two dwellings, corruption and incorruption, because we put off the one and put on the other. And he calls the dwelling from heaven the incorruption from the heavens, inasmuch as it is not hand-made but a gift of God.
All, both just and unjust, put on incorruption. But if someone is handed over to punishment, he is no different from a naked man.
He intends the logical consequence: that we wish to put on incorruption over it, but not to put off the body itself into corruption. Therefore he added: so that the mortal may be swallowed up by life.
Εἰς αὐτὸ τοῦτο, δηλονότι εἰς τὸ ἀφθάρτους γενέσθαι.
Ἀντὶ τοῦ πεπεισμένοι ὅτι ἐπιδημοῦντες ἐν τῷ σώματι, τοῦτ’ ἔστιν ἐν σαρκὶ ἔτι διάγοντες ἐν τῷ κόσμῳ τούτῳ.
Διὰ πίστεως ἐλπίζομεν εἰς θεόν· οὐ γὰρ τὸ εἶδος αὐτοῦ ὁρατὸν ἡμῖν ἐστιν· τοῦτο δὲ πιστεύομεν ὅτι πρὸς αὐτὸν ἐκδημήσομεν, ὅτε αὐτὸν ὀψόμεθα καθ’ ὅσον ἀνθρώπῳ θεὸν ἰδεῖν δυνατόν. σωματικῶς γὰρ καὶ Μωϋσῆς εἶδεν, καὶ ἄγγελοι ὁρῶσιν καθὼς αὐτοῖς ὁρᾶν δυνατόν· θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε καὶ πᾶν κτίσμα τῆς τοῦ θεοῦ ἀπολιμπάνεται ὄψεως.
Ἐὰν ὧδε ᾖς εὐάρεστος, ἀναντιρρήτως ἐκεῖ εὐαρεστότερος εἶ, οὐκέτι ἀγωνιζόμενος ἀλλ’ ἔχων τὸ ἀσφαλὲς τῆς εὐαρεστήσεως. ἐγχωρεῖ δὲ τὸ διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους καὶ περὶ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου εἰρῆσθαι, ἐπειδὴ αὐτὸς οὐκ ἦν τῶν τεθεαμένων τὸν κύριον ἐν σαρκὶ πρὸ τοῦ πάθους.
Οἱ ἀρέσκοντες ἀνθρώποις καὶ μὴ δι’ αὐτὴν τὴν εὐλάβειαν καυχώμενοι δηλονότι διὰ πρόσωπον ἀνθρώπων καυχῶνται· ἡ γὰρ καρδία ὑπὸ θεοῦ κατοπτεύεται.
For this very purpose, clearly to become incorruptible.
Instead of "persuaded that while dwelling in the body," that is, while still living in the flesh in this world.
Through faith we hope in God; for his form is not visible to us. But we believe this, that we will depart to him, when we will see him, insofar as it is possible for a human to see God. For even Moses saw him corporeally, and angels see him as it is possible for them to see; for no one has ever seen God, and every creature falls short of the vision of God.
If you are pleasing here, you are indisputably more pleasing there, no longer struggling but having the security of being pleasing. It is also possible that "we walk through faith, not through form" is said concerning the economy of the word of God, since he himself was not among those who had seen the Lord in the flesh before the passion.
Those who are pleasing to people and boast not for the sake of piety itself clearly boast for the sake of human approval; for the heart is observed by God.
Ἔκστασιν καλεῖ τὸ καύχημα. καυχώμεθα ἵνα ἐκεῖνος δοξασθῇ, σιωπῶμεν τὴν καύχησιν – ὅπερ σωφρονεῖν λέγει – ἵνα ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ καλεῖ τὸ τὸν ὀφείλοντα φεύγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι καυχᾶσθαι.
Ἔκστασιν λέγει τὸ καύχημα τὸ ἐπὶ τῇ πολιτείᾳ· ἐξεστηκότων γὰρ τὸ καυχᾶσθαι, σωφρονούντων τὸ μετριάζειν. πολλάκις οὖν ἀναγκαζόμεθα ἐξίστασθαι καὶ καυχᾶσθαι, ἵνα ὁ θεὸς δι’ ἡμῶν δοξασθῇ. σπουδάζομεν δὲ σωφρονεῖν καὶ μετριάζειν, ἵνα καὶ ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ λέγει τὸ τὸν ὀφείλοντα καυχᾶσθαι ἀναγκάζεσθαι εἰς τοῦτο ἔρχεσθαι.
Βουλόμενοι σιωπῆσαι ἀναγκαζόμεθα καυχᾶσθαι, συνεχόμενοι ὑπὸ τῆς Χριστοῦ ἀγάπης, ἵνα ἐκεῖνος δοξάζηται. Οἱ πάντες ἀπέθανον· τοὺς πιστοὺς λέγει καὶ διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς ζωῆς νεκρουμένους τῷ κόσμῳ. Καὶ μηκέτι ἑαυτοῖς ζῶσιν· καὶ γὰρ ἐγὼ εἰ ἐμαυτῷ ἔζων, οὐκ ἐκαυχώμην, ἐπεὶ δὲ Χριστῷ ζῶ, δι’ ἐκεῖνον καὶ σιωπῶ ἂν δέῃ πρὸς τὸ ὑμῶν συμφέρον, δι’ ἐκεῖνον καὶ καυχῶμαι, ἵνα ἐκεῖνος δοξασθῇ.
He calls the boast an ecstasy. We boast so that he may be glorified; we keep silent about the boast—which he calls being prudent—so that we may teach you not to boast. And he calls it an ecstasy when one who ought to flee from boasting is compelled to boast.
He calls the boast concerning one's way of life an ecstasy; for boasting belongs to those who are out of their minds, while moderation belongs to those who are prudent. Often, then, we are compelled to be beside ourselves and to boast, so that God may be glorified through us. But we strive to be prudent and moderate, so that we may also teach you not to boast. And he calls it an ecstasy when one who ought to boast is compelled to come to this.
Though we wish to be silent, we are compelled to boast, constrained by the love of Christ, so that he may be glorified. All have died; he means the faithful, who are dead to the world both through baptism and through their life. And they no longer live for themselves; for if I lived for myself, I would not boast, but since I live for Christ, for his sake I am silent if necessary for your benefit, and for his sake I boast, so that he may be glorified.
Εἴτε ἐξιστάμεθα, φησίν, εἴτε σωφρονοῦμεν ὑμῖν, πάντα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ πράττομεν. ἐπεὶ οὖν ὁ ὑπὲρ τινῶν ἀποθνήσκων τοὺς ἤδη κατακεκριμένους θανάτου ἀπαλλάττει, καὶ ὅσον τὸ ἐφ’ ἡμῖν ἀποθανόντες ἦμεν, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν. ἄρα οἱ πάντες ἀπέθανον ὅσον τῇ καταδίκῃ. τοὺς πιστοὺς δὲ λέγει οἵτινες διὰ τοῦ βαπτίσματος ἐνεκρώθησαν τῷ κόσμῳ, μηκέτι ἑαυτοῖς ζῶντες ἀλλὰ τῷ Χριστῷ· καὶ γὰρ ἀποθανὼν ὑπὲρ πάντων Χριστὸς καὶ τὸ κοινὸν χρέως ἀποδούς, ἑαυτῷ ὀφειλέτην τὸν κόσμον κατέστησεν.
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἐπειδὴ σαρκὸς ἡ περιτομὴ καὶ τόδε φάγε καὶ τόδε μὴ φάγῃς καὶ τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ’ ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο εὐκαίρως, ἵνα τοὺς ἐν νόμῳ ὠφελήσῃ. νῦν δὲ οὐδέπω τοῦτο […] ἔγνωμεν· οὐ γὰρ βούλεται ἡμᾶς ζῆν κατὰ νόμον.
Τοῦτο οὐ μόνον πρὸς τὸ νεκρῶσαι τὰς ἐπιθυμίας εἴρηται, ἀλλὰ μηδὲ πρὸς τὸ ὑπακούειν ἔτι τῷ νόμῳ· εἰ γὰρ καὶ περιετμήθη Χριστὸς καὶ γέγονεν ὑπὸ τὰς παρατηρήσεις τοῦ νόμου, ὅ ἐστιν εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ὡς ἄνθρωπος ἐπολιτεύσατο πληρῶν τὸν νόμον τῷ βίῳ· ἀποθανὼν δὲ καὶ ἀναστὰς ἄφθαρτος κατήργησε τὰ τοῦ νόμου, τῆς δὲ οὐρανίου πολιτείας ὑπέδειξε τὴν ὁδόν. διὸ καὶ οἱ βαπτιζόμενοι τὰς σωματικὰς πολιτείας ὡς ἀποθανόντες νεκροῦσιν, τὴν δὲ ἐν οὐρανοῖς καθαρὰν διαγωγὴν μιμούμενοι συνάπτουσιν ἑαυτοὺς κατὰ τὴν καρδίαν θεῷ.
Whether we are in ecstasy, he says, or whether we are prudent for you, we do everything through the love of Christ. Since, then, one who dies for others releases those already condemned to death, and as far as it depended on us we were as good as dead, if one died for all. Therefore all died as far as condemnation is concerned. He speaks of the faithful, who through baptism were put to death to the world, no longer living for themselves but for Christ; for Christ, having died for all and paid the common debt, made the world his debtor.
Thus from now on we know no one according to the flesh. Since circumcision is of the flesh, and "eat this" and "do not eat that" and the sabbath, he says that we of the faithful know no one according to the flesh. But because the objection was raised that the Lord was circumcised and kept the sabbath, he says this opportunely, in order to benefit those under the law. Now, however, we do not yet know this; for he does not wish us to live according to the law.
This is said not only to mortify the desires, but also that we should no longer obey the law; for even if Christ was circumcised and came under the observances of the law—that is, even if we knew Christ according to the flesh—yet now we no longer know him in that way. For when he was among men, he lived as a man, fulfilling the law in his life; but having died and risen, incorruptible, he abolished the things of the law and pointed out the way of the heavenly polity. Therefore those who are baptized mortify their bodily ways of life as if dead, and imitating the pure conduct in heaven, they join themselves to God in their heart.
Εἴ τις ἐν Χριστῷ ζῇ καὶ βαπτίζεται, οὗτος καινή ἐστι κτίσις, οὐκέτι κατὰ νόμον ζῶν ἀλλὰ κατὰ τὴν καινὴν χάριν τοῦ πνεύματος. εἴτε γὰρ εἴποις νόμον εἴτε χάριν, πάντα ἐκ θεοῦ· οὐδὲ γάρ φαμεν μὴ ἐκ θεοῦ εἶναι τὸν νόμον, εἰ καὶ ἔλαβε τέλος.
Τὸ κήρυγμα εἶναί φησι διακονίαν καταλλαγῆς, δι’ οὗ πιστεύοντες καταλλαγησόμεθα τῷ θεῷ.
Οὕτω νοητέον· ὅτι θεὸς ἦν κόσμον ἑαυτῷ καταλλάσσων ἐν Χριστῷ. οὕτως οὖν στικτέον· ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων, τοῦτ’ ἔστι διὰ Χριστοῦ.
Νῦν ἡμεῖς ἀντὶ τοῦ Χριστοῦ πρεσβεύομεν παρακαλοῦντος ὑμᾶς τοῦ θεοῦ δι’ ἡμῶν. εἶτα καὶ δείκνυσιν ὅτι λυπεῖται διὰ τοὺς τηροῦντας τὸν νόμον· ὑπὲρ Χριστοῦ γάρ, φησίν, οὐχ ὑπὲρ τοῦ νόμου. ὁ δὲ θεὸς δι’ ἡμῶν παρακαλεῖ ὡς διὰ Χριστοῦ, οὗ ἡμεῖς διάκονοι καὶ ὑπηρέται ἐσμέν.
Ἔδειξεν ἐντεῦθεν ὅπως λυπεῖται διὰ τοὺς τηρεῖν τὸν νόμον φιλονεικοῦντας· τηροῦντες γὰρ νόμον, φησίν, ἁμαρτωλοὶ γεγόναμεν. Χριστὸς ἁμαρτία γέγονεν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας ἀπαλλάξῃ. θεὸς δὲ ταῦτα παρέσχεν· δέξασθε τὴν καταλλαγὴν ἀποστάντες τοῦ τὰ νόμιμα τηρεῖν.
If anyone lives in Christ and is baptized, that one is a new creation, no longer living according to the law but according to the new grace of the Spirit. For whether you speak of law or grace, all things are from God; for we do not say that the law is not from God, even if it has come to an end.
He says that the proclamation is a ministry of reconciliation, through which believers will be reconciled to God.
It is to be understood thus: that God was reconciling the world to himself in Christ. Thus, then, one must punctuate: that God was in Christ reconciling the world to himself, that is, through Christ.
Now we, in place of Christ, intercede, God exhorting you through us. Then he also shows that he is grieved because of those who keep the law; for it is on behalf of Christ, he says, not on behalf of the law. And God exhorts through us as through Christ, whose servants and ministers we are.
He showed from this how he is grieved because of those who are contentious about keeping the law; for by keeping the law, he says, we have become sinners. Christ has become sin, in order to free us from sin. And God has provided these things; accept the reconciliation, having ceased from keeping the legal ordinances.
Οὐ μόνον παρακαλεῖν ἐπέτρεπε τοῖς ἀποστόλοις ἀλλὰ καὶ συνεργεῖν καὶ συμπονεῖν αὐτοῖς πρὸς σωτηρίαν, ἵνα γνησίως τὴν παρὰ τοῦ θεοῦ δέξωνται χάριν.
Ὡς θεμέλιον ἀρραγῆ προκαταβάλλεται τὴν ὑπομονήν, ἧς ὑπούσης εὐχερές ἐστι πᾶσαν ἐπιθεῖναι ἐντολήν.
Ὅπλα δικαιοσύνης δεξιὰ τὸ ἔργων ἔχεσθαι ἀγαθῶν, ἀριστερὰ δὲ τὸ ἔργων ἀπέχεσθαι πονηρῶν, διὰ δὲ ἀμφοτέρων τούτων δικαιοσύνη κατορθοῦται· δῆλον γὰρ ὅτι ἐνὸς ἀπόντος τὸ ἕτερον ἀργὸν καθίσταται.
Διὰ δόξης μὲν τῶν δεχομένων τὸν λόγον καὶ θαυμαζόντων αὐτόν, ἀτιμίας δὲ τῶν ὑβριζόντων τοὺς πιστεύοντας· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἑξῆς.
Εἰπὼν οὐ στενοχωρεῖσθε ἐν ἡμῖν διδάσκει τοῦτο ἀντὶ τοῦ οὐ στενοχωροῦμεν ὑμᾶς τῇ σωτηρίῳ διδασκαλίᾳ οὐδὲ ἐλλείψει τῇ παρ’ ἡμῶν· ἡ γὰρ καρδία ἡμῶν πεπλάτυνται καὶ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς διδασκαλίαν. καὶ ὑμεῖς οὖν ὡς κατ’ ἀντίδοσιν πλατύνατε ὑμῶν τὴν διάνοιαν καὶ καταδέξασθε τὴν διδασκαλίαν· οὐχ οὕτω γὰρ ἥπλωται ὑμῶν ἡ καρδία ὡς δέξασθαι τὰς παρ’ ἐμοῦ διδασκαλίας. ὥστε στενοχωρεῖσθε δι’ ἑαυτοὺς οὐκ ὄντες πλειόνων παραγγελμάτων δεκτικοί.
He not only permitted the apostles to exhort, but also to cooperate and to labor with them for salvation, so that they might genuinely receive the grace from God.
He lays down patience beforehand as an unbreakable foundation, upon which, when it is present, it is easy to impose every commandment.
The right weapons of righteousness consist in holding to good works, the left in abstaining from evil works, and through both of these righteousness is accomplished; for it is clear that if one is absent, the other becomes idle.
Through the glory of those who receive the word and admire it, and through the dishonor of those who insult the believers; the same principle applies to what follows.
Having said "do not be constrained among us," he teaches this instead of "we do not constrain you with the saving teaching, nor is there any lack on our part"; for our heart has been broadened and our mouth has been opened for teaching. And you therefore, as in reciprocity, broaden your understanding and accept the teaching; for your heart is not so spread out as to receive the teachings from me. So you are constrained by yourselves, not being receptive to more precepts.
Δέξασθε λέγοντας ἡμᾶς· ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. εἰ γὰρ σεσιωπήκειν, φησί, καὶ μὴ ἐπέπληξα, οὐκ ἐλυπεῖσθε· εἰ δὲ μὴ ἐλυπήθητε, ἐζημιώθητε ἂν μὴ μετανοοῦντες.
Χαίρω, φησίν, ἐπὶ ταῖς θλίψεσιν ὑμῶν, ὅτι οὔκ εἰσι κοσμικαὶ ἀλλὰ πνευματικαί. μνημονεύει δὲ ἑξῆς τῶν διὰ Χριστὸν συμβάντων αὐτῷ ἐν τῇ Ἀσίᾳ.
Καὶ μὴν διὰ τοῦτο ἔγραψεν. ἀλλ’ ὡς ἔοικεν καὶ ὡς ἡ ἔκβασις ἔδειξεν, οὐ διὰ τοῦτο ἔγραφον, ἀλλὰ διὰ τὸ δειχθῆναι τὴν σπουδὴν ὑμῶν καὶ τὴν ὑπακοήν· ὥστε ἑτέρου προφάσει ἕτερον κατενοήθη.
Ἐν τούτῳ ἀναπέπαυται, ὅτι ὑπήκουον αὐτοῦ τῇ διδασκαλίᾳ.
Ἐν ᾧ, φησί, πάνυ θλίβονται διωκόμενοι, ἐν τούτῳ πλέον χαίρουσιν, καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. μαρτυρεῖ δὲ τοῖς Μακεδόσιν ὁ ἀπόστολος ὅτι καὶ πτωχοὶ ὄντες δαψιλεῖς εἰς εὐποιΐαν ἐγένοντο, ἵνα καὶ οἱ Κορίνθιοι πρὸς καρποφορίαν διεγερθῶσιν.
Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰς καρποφορίαν προτρέψηται. διὰ δὲ τοῦτο εἶπε καὶ ταύτην, ἐπειδὴ εἶχον παρ’ αὐτοῦ τὴν χάριν τῆς διδασκαλίας.
Receive us as we speak, so that you may suffer no loss from us. For if I had been silent, he says, and had not rebuked, you would not have been grieved; but if you had not been grieved, you would have been harmed by not repenting.
I rejoice, he says, at your afflictions, because they are not worldly but spiritual. He then recalls the things that happened to him in Asia because of Christ.
And yet he wrote for this reason. But as it seems and as the outcome showed, they did not write for this reason, but in order to demonstrate your zeal and your obedience; so that one thing was perceived under the pretext of another.
In this he found rest, that they obeyed his teaching.
In that which, he says, they are greatly afflicted while being persecuted, in that they rejoice all the more, and their deep poverty overflowed into the wealth of their simplicity. The apostle bears witness to the Macedonians that, though poor, they were generous in beneficence, so that the Corinthians might be roused to fruitfulness.
The zeal of the Macedonians for beneficence prompted us to urge Titus to come to you, so that he might urge you to fruitfulness. And he said this for this reason, because they had from him the grace of teaching.
Διὰ τῆς ἑτέρων λέγει τῶν Μακεδόνων.
Τοῦτο συναπτέον πρὸς τὸ συνεπέμψαμεν τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ, ἵνα πολλῇ καὶ ἁδρᾷ τῇ παρὰ τῶν ἐξ ἐθνῶν εὐποιΐᾳ ἀρκέσωσιν ὑπηρετήσασθαι, περιστελλόμενοι καὶ φυλαττόμενοι, μή τις ἡμᾶς μωμήσηται ὡς ἐμποδίζοντας τῇ εὐποιΐᾳ τῇ εἰς τοὺς ἁγίους.
Ἐνώπιον μὲν κυρίου καλὸν τὸ ὑπηρετεῖν τῇ εὐποιΐᾳ, ἐνώπιον δὲ ἀνθρώπων τὸ μὴ μωμηθῆναι καὶ διαβληθῆναι ἐν τῇ ἁδρότητι τῆς διακονίας.
Οὐχ ὡς οἱ στρατιῶται τοῦ κόσμου ὀψώνια λαμβάνουσιν, οὕτως καὶ ἡμεῖς ἐπὶ τῷ λαμβάνειν ὀψώνια κηρύττομεν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ἐπειδὴ ᾔδειν ὅτι τινὲς λόγῳ πείθονται καὶ παραινέσει, οὐκ ἐβουλήθην εὐθὺς ἀποτομίᾳ χρήσασθαι ᾗ λογίζομαι ἐπί τινας, ἐπεὶ οὐκ ἐφαίνοντο οἱ λόγῳ μόνῳ ὑπακούοντες. πρῶτον δὲ λόγῳ ἐπέπληξα, ἵνα διδαχθῶσιν οἱ διὰ τούτου ἐπανορθούμενοι ἑαυτοὺς καὶ ἐλεγχθῶσιν οἱ μὴ ὑπακούοντες λόγῳ, χρῄζοντες δὲ τῆς διὰ τῶν πραγμάτων ἀποτομίας.
He says this through the others, the Macedonians.
This must be connected to the phrase "we sent the brother," whose praise is in the Gospel, so that with the abundant and generous beneficence from the Gentiles they might suffice to serve, while being careful and on guard lest anyone blame us as hindering the beneficence toward the saints.
Before the Lord, it is good to serve the beneficence; before men, it is good not to be blamed or slandered in the generosity of the ministry.
Not as the soldiers of the world receive wages, so do we preach for the sake of receiving wages. And we are ready to avenge every disobedience when your obedience is fulfilled. Since I knew that some are persuaded by word and admonition, I did not wish to immediately employ the severity which I contemplate for some, because those who obey by word alone were not apparent. First I reproved by word, so that those who correct themselves through this might be taught, and those who do not obey by word, but need the severity through actions, might be convicted.
Εἰδὼς ὅτι καὶ ἀκούοντές τινες πείθονται, οὐ βούλομαι ἤδη ἀποτομίᾳ χρήσασθαι, ἀλλ’ ὅταν ὑπακούοντες φανῶσιν, ἵνα δειχθῶσιν, τίνες οἱ λόγῳ παιδευόμενοι καὶ τίνες οἱ ἐπιστροφίας δεόμενοι.
Ἕκαστον ἀκριβῶς δοκιμάζετε τὸ κατ’ ἀξίαν τῆς ἀναστροφῆς τοῦ προσώπου. τοῦτο δὲ ὁρᾷ εἰς τοὺς ἀποστόλους· ἐπειδὴ γὰρ ἔμελλεν ἐλέγχειν τοὺς ἐκ περιτομῆς, ἐκεῖνοι δὲ προεβάλλοντο Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀσφαλίσασθε, φησί, μή ποτε τὸ ἀξίωμα τῶν προσώπων μὴ ἐάσῃ ὑμᾶς τὸ ἀληθὲς συνιδεῖν.
Ταῦτα γράφομεν οὐ μιμούμενοι τοὺς συνιστῶντας ἑαυτούς – οὐ γὰρ καλὸν τοῦτο –· οὐ γὰρ νοοῦσιν ὅτι αὐτοὶ ἐν ἑαυτοῖς αὐτοὺς μετροῦσιν καὶ οὐκ ἄλλῳ δύνανται παρατίθεσθαι· ἄλλοις γὰρ συγκρινόμενοι οὐδέν εἰσιν.
Οὐχ ὡς εὐτελεῖς ἐπὶ μείζοσι καυχώμεθα ὑπὲρ τὸ ἑαυτῶν μέτρον· καὶ γὰρ ἕως ὑμῶν ἤλθομεν καὶ ἐκηρύξαμεν τὸν λόγον.
Ἐκεῖνοι τοῖς ἡμετέροις καυχῶνται καμάτοις, ἡμεῖς δὲ οὔ, ἀλλὰ κατὰ νόμον τὸν κανόνα καὶ τὸ μερισθὲν ἡμῖν μέτρον καυχώμεθα, ἐλπίζοντες αὐξηθείσης τῆς ὑμετέρας πίστεως καὶ ἐπέκεινα ὑμῶν εὐαγγελίσασθαι. κανόνα δὲ λέγει τὸ μέχρις αὐτῶν τέως ἀφικέσθαι.
Knowing that some are persuaded even by hearing, I do not wish to employ severity yet, but only when they show themselves obedient, so that it may be revealed who are those educated by reason and who are those in need of correction.
Examine each one precisely according to the worth of the person's conduct. This pertains to the apostles; for since he was about to rebuke those from the circumcision, and they put forward Peter and James and John, he says, secure yourselves, lest the dignity of the persons ever prevent you from perceiving the truth.
We write these things not imitating those who commend themselves—for this is not good—; for they do not understand that they measure themselves by themselves and cannot present themselves to another; for when compared to others, they are nothing.
We do not boast as insignificant persons beyond our own measure about greater things; for we came even to you and proclaimed the word.
They boast in our labors, but we do not; rather, we boast according to the rule of the law and the measure allotted to us, hoping that when your faith has increased, we may preach the gospel even beyond you. And he calls the rule the point of having reached them for the present.
Εἰ καὶ καυχώμεθα, ἀλλ’ οὐχ ὡς συνέσει οἰκείᾳ κατορθοῦντες ἀλλὰ τῇ χάριτι τοῦ πνεύματος.
Ἀπεθάνετε, φησί, τῷ νόμῳ, ἑτέρῳ ἀνδρὶ γεγόνατε, τῷ ἐκ νεκρῶν ἀναστάντι. πῶς οὖν παρθένος ἁγνὴ πρότερον γαμουμένη; ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθεῖσα καὶ εἰς ἕτερον βίον μετελθοῦσα, παρθένος ἁγνὴ δικαίως ὠνόμασται.
Τὸν Χριστιανισμὸν βεβαιοῖ ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ πνεύματος ἔλλαμψις. εἰ τοίνυν ταῦτα παρ’ ὑμῶν μὴ ἐλάβετε, καλῶς ἐζητεῖτε τοὺς ἔτι κατὰ νόμον ζῆν βουλομένους.
Οὐ Κορινθίους ὀνειδίζων τοῦτό φησιν, ἀλλὰ τοὺς ὡς ἐμπορίᾳ χρωμένους τῷ κηρύγματι ἐλέγχει. διό φησιν ὅτι οὐ παύομαι καυχώμενος, ὅτι οὐ πεποίηκα ἐμπορίαν τὸ κήρυγμα ὡς ἐκεῖνοι· οὐδὲ γὰρ ἔλαβόν τι παρ’ ὑμῶν οὐδὲ λαμβάνω, οὐχ ὡς μὴ ἀγαπῶν ὑμᾶς – ἀγαπῶ γάρ – ἀλλ’ ἵνα τῶν κατηγόρων ἐκκόψω τὴν πρόφασιν, ἵνα εἴτε ψευδῶς εἴτε ἀληθῶς καυχῶνται, φανερωθῶσιν ὡς καὶ ἡμεῖς πεφανερώμεθα.
Τοῦτο ἰσχυρὸν δεῖξαι ψυχὴν ἀθάνατον· εἰ γὰρ ᾔδει ὅτι θνητὴ ἦν, οὐκ ἂν ἀμφέβαλλεν, πότερον τὴν ὀπτασίαν ἐκτὸς σώματος εἶδεν ἢ ἐν σώματι. τὸ δὲ ἕως τρίτου οὐρανοῦ τοῦ διαστήματος ἔφη τὸ τρίτον· εἰ γὰρ ἦν ἕως τριῶν οὐρανῶν ἀνελθών, πάντως ἂν ἐκεῖ τὰ ἄρρητα ῥήματα ἤκουσεν καὶ οὐκ ἐν τῷ παραδείσῳ. καὶ μηδεὶς οἰέσθω τὸν παράδεισον εἶναι ὑπὲρ τὸν οὐρανόν· κατὰ γὰρ ἀνατολὰς πεφύτευται ἐπὶ τῆς γῆς ἐν τῷ τόπῳ τῷ Ἐδέμ, ὅθεν καὶ ὁ Ἀδὰμ ἐπλάσθη ὡς Μωϋσῆς ἱστορεῖ. ἀσθενείας δέ φησι τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες.
Even if we boast, it is not as though we succeed by our own understanding but by the grace of the Spirit.
You have died, he says, to the law, you have become another man, belonging to the one who rose from the dead. How then can a pure virgin be one who was formerly married? But having been reborn through the bath of regeneration and having passed into another life, she is justly called a pure virgin.
Christianity is confirmed by faith in Christ and by the illumination of the Spirit. If, therefore, you have not received these things, you were right to seek out those who still wish to live according to the law.
He does not say this reproaching the Corinthians, but he refutes those who use the proclamation as a trade. Therefore he says that I do not cease boasting, that I have not made the proclamation a business as they have; for I have taken nothing from you nor do I take anything, not because I do not love you—for I do love you—but in order to cut off the pretext of my accusers, so that whether they boast falsely or truly, they may be revealed just as we have been revealed.
This is strong proof that the soul is immortal; for if he knew that it was mortal, he would not have doubted whether he saw the vision outside the body or in the body. And the phrase "as far as the third heaven" he said for the third part of the interval; for if he had ascended as far as three heavens, he would certainly have heard the unspeakable words there and not in paradise. And let no one think that paradise is above the heaven; for it is planted in the east on the earth in the place called Eden, where Adam was also formed, as Moses records. And he calls the persecutions weaknesses, not a bodily affliction as some think.
Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγει, ἐπειδὴ ἀπὸ διαβολικῆς ἐνεργείας ἐγίνοντο οἱ πειρασμοί. τὸν δὲ πειρασμὸν ὑπηρετούμενον τῷ διαβόλῳ ἄγγελον σατᾶν προσηγόρευσεν ἀπὸ μεταφορᾶς τῶν ἀγγέλων τῶν ὑπηρετουμένων θεῷ. τὸ δὲ ἐδόθη κατὰ συγχώρησιν θεοῦ νοητέον ὡς καὶ ἐπὶ τοῦ Ἰώβ· οὐ γὰρ ὁ θεὸς δίδωσι κακά.
Ἔχεις χάριν ἀποστολικήν, μὴ ζήτει ταύτην καὶ ἄνευ πειρασμῶν κατορθοῦν· ἡ γὰρ δύναμίς μου τελειοῦται ἐν διωγμοῖς καὶ θλίψεσιν.
Εἰ μὴ ἄρα μοι τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι οὐκ ἔλαβόν τι παρ’ ὑμῶν εἰς διατροφὴν ἀποναρκήσας πρὸς τὴν ἔνδειαν, ἐν ᾧ εἰ καὶ ἡμαρτηκέναι με νομίζετε, σύγγνωτέ μοι καὶ χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην ἣν ἠδικεῖσθαι παρ’ ἐμοῦ νομίζετε.
Τοῦτο μαρτύρεται αὐτοὺς πρὸς τὸ δεύτερον καὶ τρίτον γενέσθαι πρὸς αὐτοὺς διὰ τὸ κήρυγμα.
Ὥσπερ ὁ Χριστὸς εἴρηται ἁμαρτία καὶ κατάρα γεγονέναι, οὔτε ἁμαρτία ὢν οὔτε κατάρα, ἀλλὰ τὰ ἡμέτερα κακὰ ἰδιοποιήσατο, ἵνα ἡμᾶς ἀπ’ αὐτῶν ἐξέληται· οὕτω καὶ νῦν ἐξ ἀσθενείας οὐ τῆς ἑαυτοῦ λέγεται ἐσταυρῶσθαι, ἀλλ’ ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν, τὰ ὑπὲρ ἡμῶν οἰκονομῶν.
It is suspected by many that he has a pain in his head, but the truth is that he speaks of the persecutions, since the temptations came from diabolical energy. And the temptation that serves the devil he called a "satangel" by metaphor from the angels who serve God. And "it was given" is to be understood as by the permission of God, as also in the case of Job; for God does not give evils.
You have apostolic grace; do not seek to accomplish this also without temptations; for my power is perfected in persecutions and afflictions.
Unless perhaps you have this to charge against me, that I received nothing from you for my sustenance, having become indifferent to need, in which, even if you think I have erred, forgive me and grant me this injustice which you consider I have done to you.
This testifies that they came to them a second and third time for the sake of the proclamation.
Just as Christ is said to have become sin and curse, being neither sin nor curse, but appropriated our evils to himself in order to deliver us from them; so also now, it is said that he was crucified from weakness, not his own, but that which he undertook for us, managing the things on our behalf.
Τοῦ κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος τινὲς τῶν ἀπὸ τῆς περιτομῆς ἐξιόντες ἔπειθον τὰ ἔθνη ἰουδαΐζειν, καὶ πρώτη περὶ τούτου φαίνεται ζήτησις γεγενημένη ἐν Ἀντιοχείᾳ, ὅτι οἱ ἀπόστολοι ἔγραψαν μὴ ὑποκεῖσθαι νόμῳ, ἀπέχεσθαι δὲ εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· οὕτω γὰρ ἔδοξε τῷ ἁγίῳ πνεύματι. ἐκράτησε δὲ τὸ νόσημα τοῦτο τῶν Γαλατῶν συμφώνως ἰουδαΐζειν βουληθέντων. ἐπείσθησαν δὲ ὑπὸ τῶν διαστρεφόντων λεγόντων, ὡς οἱ λοιποὶ ἀπόστολοι οὐ κωλύουσι τοὺς βουλομένους τηρεῖν τὸν νόμον.
Δείκνυσιν ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου οὐδέ τις τῶν προφητῶν ἄλλος. οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος.
Εἰς ἕτερον εὐαγγέλιον ὃ οὐκ ἔστιν ἕτερον, φησίν· τὸ γὰρ ἡμέτερον εὐαγγέλιον καὶ τὸ τῶν ἀποστόλων ἐκτὸς ὑμᾶς εἶναι βούλεται νόμου.
Ἔστω ἄγγελος, διὰ τί δὲ καὶ ἡ μεῖς; ὅτε ἐκηρύττομεν, πνεύματος ἁγίου δυνάμει ἐκηρύξαμεν· τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ μετανοεῖ. ἐὰν οὖν ἄλλα εἴπωμεν, κατελίπομεν τὰ τοῦ πνεύματος. ἔστω οὖν καὶ ὁ κῆρυξ ἀνάθεμα, ἀθετῶν τὸ κήρυγμα.
After the preaching to the Gentiles was accepted, some of those from the circumcision who went out persuaded the Gentiles to judaize, and the first inquiry concerning this appears to have taken place in Antioch, because the apostles wrote that they should not be subject to the law, but should abstain from idolothyton and blood and strangled meat and fornication; for thus it seemed good to the Holy Spirit. This malady prevailed among the Galatians, who unanimously wished to judaize. They were persuaded by those who perverted the matter, saying that the other apostles do not prevent those who wish to keep the law.
He shows that neither Moses died for the world nor any other of the prophets. Therefore one ought not to be subject to the one who did not save, but to the one who died for us.
He speaks of another gospel which is not another; for our gospel and that of the apostles wishes you to be outside the law.
Let him be an angel, but why also a messenger? When we preached, we preached by the power of the Holy Spirit; and the Holy Spirit does not repent. If therefore we say other things, we have abandoned the things of the Spirit. Let then the herald also be anathema, rejecting the proclamation.
Παρ’ ὃ παρελάβετε. οὐκ ἐκήρυξα μὲν ἐγώ, φησίν, ὑμεῖς δὲ οὐκ ἐλάβετε, ἀλλὰ καὶ ἐγὼ ἐκήρυξα, καὶ ὑμεῖς παρελάβετε. οὔτε ἐγὼ μετανοῶ κηρύξας, καὶ ὑμεῖς τηρήσατε ὃ εἰλήφατε.
Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. μέλλων αὐτοὺς ὑπομιμνήσκειν τοῦ ἰδίου εὐαγγελίου, προλαβὼν ἀσφαλίζεται ἵνα μὴ νομίσωσιν ὅτι θεραπεύει ὑπαγόμενος· ἐπιπλήττει γὰρ νουθετῶν. εἰπὼν δὲ εἰ ἔτι, ἐδήλωσεν ὅτι ἤρεσκε ποτὲ ἀνθρώποις. τίσι δὲ ἤρεσκεν; παρ’ ὧν ἔλαβεν ἐπιστολὰς τοὺς εἰς Δαμασκὸν πιστοὺς κακῶσαι. εἰ οὖν, φησίν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἂν ἐπίστευσα τῷ Χριστῷ.
Τίς χρεία τῆς ἐν τῷ Ἰουδαϊσμῷ ἀναστροφῆς ἀλλ’ ἵνα δείξῃ, ὅτι οὐ προλήψει δουλεύει ἀλλ’ ἀληθείᾳ· οὐ γὰρ μισήσας τὸν νόμον ὑπέδραμε τὴν χάριν – ἐξεδίκει γὰρ αὐτόν – ἀλλ’ εὑρὼν τὸ τέλειον ἀπέστη τοῦ νόμου.
Νῦν δείκνυσιν ὅτι πλέον τι τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ. μὴ τοίνυν οἰηθῇτε ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν – ἐξεδίκουν γὰρ τὸν νόμον – ἀλλ’ εὗρον τὸ τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι.
Contrary to what you received.” “I did not preach,” he says, “but you did not receive; rather, I both preached and you received. Neither do I repent of having preached, and you keep what you have received.”
“Do I now persuade men or God? Or do I seek to please men?” If I were still pleasing men, I would not be a servant of Christ. About to remind them of his own gospel, he takes precautions in advance so that they might not think he is flattering them by ingratiating himself; for he rebukes while admonishing. By saying “if I were still,” he indicated that he once did please men. Whom did he please? Those from whom he received letters to harm the faithful in Damascus. “If, then,” he says, “I were still pleasing the Jews, I would not have believed in Christ.”
What need is there of his upbringing in Judaism except to show that he serves not prejudice but truth? For he did not hate the law and then run to grace—he was, after all, its defender—but having found the perfect, he departed from the law.
Now he shows that he has something more than those around Peter: for they did not zealously defend Judaism by disobeying Christianity as I did. Do not, therefore, think that I came to grace because I hated the law—I was, after all, defending the law—but I found the perfect, and I do not equate the law with the perfect grace.
Οὐ διαβάλλων δὲ τοὺς ἀποστόλους τοῦτό φησιν, ἀλλ’ ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί.
Εἰ γὰρ ἐξ ἔργων οὐδεὶς δικαιοῦται τῶν πόνον φερόντων, ἐκ δὲ πίστεως ὅπου τὸ τῆς εὐκολίας καὶ τὸ τῆς δικαιοσύνης μέγα, πῶς οὐκ ἀναγκαῖόν φησιν ἐάσαντας νόμον ἀρκεῖσθαι τῇ χάριτι; ἐξ ἔργων νόμου λέγει μὴ δικαιοῦσθαι, οὐκ ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη, τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον.
Πρὸς τὸν Πέτρον ὁ λόγος· σὺ κατέλυσας αὐτὰ δόγματι ὅπερ ἀπεστάλη παρ’ ὑμῶν τοῖς Ἀντιοχεῦσι καὶ πάσῃ τῇ οἰκουμένῃ. ἀπρεπὲς οὖν ταύτα διδάσκειν ἑτέρους, ὧν τῆς ἐπιμελείας ἀπέστης καὶ ἰδίῳ κατέλυσας δόγματι.
Ὁ νόμος τῶν σωματικῶν ἔχει τὴν ἐργασίαν καὶ τὴν ἀπόλαυσιν, τόδε φάγε καὶ τόδε μὴ φάγῃς, σάββατον τήρησον, περιτομήν. ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδοκιμεῖν. ἐνεκρώθην οὖν, φησί, τούτοις. τί χρείαν ἔχω νόμου;
Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην. ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοί, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ’ ἐν οὐρανοῖς ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα.
He does not say this to slander the apostles, but because I did not conform to mortal flesh.
For if no one is justified by works that bring toil, but by faith, where both the ease and the greatness of righteousness lie, how is it not necessary, he says, to set aside the law and be content with grace? He says that one is not justified by works of the law, not by commandments; for the commandment justifies when heard, but the work was what was difficult to accomplish.
The speech is directed to Peter: you yourself abolished these things by a decree that was sent by you to the Antiochenes and to the whole world. It is therefore unbecoming to teach others those things from whose care you have withdrawn and which you yourself abolished by your own decree.
The law has to do with the working and enjoyment of bodily things: eat this and do not eat that, keep the Sabbath, circumcision. Grace does not want you to gain approval through these things. I was therefore dead, he says, to these things. What need have I of the law?
I no longer live, but Christ lives in me. What I lived for myself, I was under the law. But since Christ lives in me, who is no longer under the law but in heaven at the right hand of the Father, I do not reject the one living in me.
Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ. πιστεύω γὰρ εἰς τὸν υἱὸν τοῦ θεοῦ. εἰ δὲ ὁ υἱὸς τοῦ θεοῦ ᾧ πιστεύω, ἐν δεξιᾷ τοῦ πατρός, ἐν οὐρανοῖς πολιτεύομαι· ὁ δὲ νόμος ἐν τοῖς ἐπὶ γῆς εἶχε τὰς τηρήσεις. οὐκ ἄρα ὑπόκειμαι νόμῳ.
Ἐβάρει πλέον ὁ νόμος, καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παραβάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστιν· πρὸ νόμου καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδούλευσε τῇ ἁμαρτίᾳ καὶ ἔστεργε τὸ κακόν, δοθέντος τοῦ νόμου ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει, ὁ δὲ γνοὺς ὅτι κακόν, τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει, καὶ ἐπιθυμεῖ τῷ θεῷ ὑπακοῦσαι. διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη, φησί, κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ἀλλ’ οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο.
But now I live in the flesh, I live in faith. For I believe in the Son of God. And if the Son of God, in whom I believe, is at the right hand of the Father, I dwell in the heavens; but the law had its observances among those on earth. Therefore I am not subject to the law.
The law was more burdensome, and for this reason it has been called a ministry of death. How then, he says, was it added for the sake of transgressions? In brief, it is something like this: before the law, the mind of men together with the flesh served sin and was content with evil; when the law was given, the mind was disciplined, but the flesh was still held fast. Since, then, one who is ignorant that sin is sin pursues impiety as piety and attends to it more zealously, while one who knows that it is evil will at least gain the awareness that he is transgressing, and desires to obey God. For this reason a law capable of giving life was given—that is to say, if a law was given, it was not given, he says, against the promises of God, nor could it prevail forever.
Εἰ καὶ μηδὲν ἕτερον κατώρθου ὁ νόμος, ἀλλὰ τὸ τὸν θεὸν εἰδέναι παρεῖχεν. τὸ δὲ τὸν θεὸν εἰδέναι ἕτοιμον ἐποίει πρὸς τὴν τῆς χάριτος ὑποδοχήν.
Οὐχ ἡ τοῦ νόμου τήρησις, φησί, βελτίονας ποιεῖ τοὺς πιστεύσαντας τῶν ἀπὸ τῶν ἐθνῶν τοὺς Ἰουδαίους, ἀλλ’ ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέχουσα, κοινὴν ποιεῖ τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ἰουδαίων, θήλεος, ἄρρενος. οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν – ὅσον γὰρ εἷς τῷ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον –, ἀλλ’ εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον.
Νῦν βούλεται δεῖξαι ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτάς, ὥσπερ εἰδωλολατρεῖ τοῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὤν, ἄλλως δουλεύων. καὶ οὐ νόμον τηρεῖ· πέπαυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν οὐ κατηγόρησεν ὡς πονηρῶν, ἀλλ’ ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν.
Even if the law accomplished nothing else, it at least provided knowledge of God. And knowledge of God prepared one for the reception of grace.
It is not the observance of the law, he says, that makes believers among the Jews better than those from the Gentiles, but the power of baptism, which provides the putting on of Christ, makes the grace common to all together—barbarians, Greeks, Jews, female, male. And he did not simply mix in female and male—for to that extent he was seeking by the expression what pertained to the matter at hand—but if baptism brings together male and female, which differ, into one grace, how much more does it bring together Greek and Jew.
Now he wishes to show that after grace has come, even if someone seems to keep the Sabbath according to the law, and the new moons, and the festivals, he is in a way worshipping the elements which he revered when he was a pagan, serving otherwise. And he does not keep the law; for it has ceased. And by calling the elements "poor," he did not accuse them as being evil, but as being unable to enrich and suffice for piety.
Μὴ νομίσητε, φησίν, ὅτι ἄλλην τινὰ λύπην εἶχον πρὸς ὑμᾶς καὶ διὰ τοῦτο ἐπιπλήττω· τῆς γὰρ ὀδύνης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾶν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρηνεῖν. ἐνταῦθα τοίνυν διδάσκει ὡς ἅπερ γράφει, διὰ φιλοστοργίαν γράφει – οὐδὲν γάρ, φησί, παρ’ ὑμῶν ἠδίκημαι –, ἀλλὰ καὶ θεραπείαν, ὅτι μάλιστα πλείστης ἠξίωμαι.
Τίς οὖν ὁ μακαρισμός; ἀντὶ τοῦ οὐδείς. ἢ οὕτως· τὸ τηρεῖν νόμον ἢ τὸ πίστει ζῆν; καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως μὴ τηροῦντες νόμον, ἀλλ’ αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς· ὤφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἦν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς. καὶ ὑμεῖς οὖν τοιαῦτα πράττετε ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ, ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε.
Do not think, he says, that I had some other grievance against you and for that reason I rebuke you; for the experience of pain continually compels him to change the form of his speech, and at one time to rebuke, at another to exhort, and sometimes to accuse, sometimes to lament. Here, then, he teaches that what he writes, he writes out of affection—for, he says, I have suffered no wrong from you—but also out of gratitude, because I have been deemed worthy of very great care.
What, then, is the blessing? It is as if to say, none. Or thus: is it the observance of the law or living by faith? And since he said that those people wish not that you emulate them, so that they themselves may possess the perfection of faith without keeping the law, but that you emulate them, he added that I say these things not out of envy toward them; for I wish that they too were perfect, having used faith, and that it were unhindered for them to be emulated and to imitate us. And you, therefore, do such things as make you worthy of emulation, so that all may imitate you, and do not become such only when I come, ashamed before me, but correct yourselves even in my absence.
Νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει, οἷόν ἐστι τὸ φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, τοῦ ἐν τοῖς Ἄσμασι τῶν Ἀσμάτων· ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροὶ οὐδὲ ἕτερόν τι, ἀλλ’ ἄλλα δι’ ἄλλων εἰσάγεται, καὶ τοῦτό ἐστιν ἀλληγορίας εἶδος κύριον. ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγηται, καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται. ἡ οὖν δι’ ἔργων προφητεία ἀλληγορία νῦν ὠνόμασται. τῶν γὰρ προφητειῶν αἱ μέν εἰσι διὰ λόγων μόνον ὡς τὸ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, αἱ δὲ δι’ ἔργων μόνον ὡς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, αἱ δὲ καὶ δι’ ἔργων καὶ διὰ λόγων ὡς τὸ πρὸς Ἰερεμίαν ῥηθέν, τὸ λάβε περίζωμα καινὸν καὶ περίθου· εἶτα θάψον αὐτὸ παρὰ τὸν Εὐφράτην, καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό, φησίν, ἐκεῖθεν. ἕως γὰρ τούτου δι’ ἔργων ἡ προφητεία, τὸ δὲ ἑξῆς καὶ διὰ λόγων· ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ περιεθέμην καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους καὶ σαθρωθέντας καὶ φθαρέντας ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ. νῦν οὖν τὴν δι’ ἔργων προφητείαν ἀλληγορίαν ὠνόμασεν.
Now he has used the term in name, not in the power of allegory. For allegory does not correspond to the literal expressions, but introduces certain other things indicated by the sequence of thoughts according to their texture, such as "Let him kiss me with kisses from his mouth" in the Song of Songs. There, neither a kiss nor hair nor belly nor thighs nor anything else is meant, but other things are introduced through others, and this is the proper form of allegory. Here, however, both the history is acknowledged and it has been demonstrated that it is a type of the future. So prophecy through actions is now called allegory. For among prophecies, some are only through words, such as "Behold, the virgin will conceive"; others are only through actions, such as Moses raising the serpent in the desert; and others are both through actions and through words, such as what was said to Jeremiah: "Take a new girdle and put it on; then bury it by the Euphrates, and as it decayed over time and was eaten away, take it from there." For up to this point the prophecy is through actions, but what follows is also through words: that "thus I also put on the sons of Israel and thus I helped them, and thus I lead them away captive to Babylon, and having become rotten and corrupted, I bring them back from there and restore them." So now he has called prophecy through actions allegory.
Οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ’ ἐπειδὴ οἱ Ἀγαρηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν, ἀπὸ δὲ τοῦ Σινᾶ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραήλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. διὰ τοῦτο ἐπήγαγεν· συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. ὅπου γῆς ἐπαγγελία, καὶ κτῆσις καὶ γάμος καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ· ὅπου δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία.
Ζητεῖται διὰ τί νόμου ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας. ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος, διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει. τούτου ἕνεκεν ὅτε νόμου ἦν μνήμη, μέμνηται καὶ τῆς ἁμαρτίας. καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων καὶ τῆς διὰ τοῦ κυρίου διορθώσεως εἰσήγαγεν, τὸ οἱ γὰρ κατὰ σάρκα ζῶντες θεῷ ἀρέσαι οὐ δύνανται. διὰ τί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν. τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τί καλὸν καὶ τί κακὸν καὶ τί τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθείς, λέγω δὴ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ὡς λέγει ὁ Παῦλος.
He did not mention Mount Sinai simply, but because the Hagarenes, those descended from Ishmael, hold the desert that extends as far as Mount Sinai. On Sinai the law was given, generating servitude; from Mount Sinai the tablets, once given, were carried into Israel, and after being moved many times from place to place, were finally established in Jerusalem. For this reason he added: "It corresponds to the present Jerusalem, and it serves along with her children." Where there is a promise of land, and possession and marriage and human concerns, servitude follows; but where there is release from earthly cares and bonds, and the citizenship is in the heavens, freedom comes from that citizenship itself.
It is asked why, when drawing away from the law, he mentions sin. Because the law commanded indulgence, and through this desire is aroused, and being unrestrained, it leads to sin. For this reason, whenever the law was mentioned, sin was also mentioned. Indeed, in the Epistle to the Romans, when mentioning the law, he also introduced the correction through the Lord: "For those living according to the flesh cannot please God." Why was indulgence in eating and drinking permitted? Because abstinence from acknowledged evils would not have advanced, unless they were allowed to eat and drink. For the lawgiver knew that it is impossible for those who indulge to control pleasures. For the time being, he wished to educate the mind, so that it might know what is good and what is evil and what is pious. For he foresaw that one would come who would supply what the law lacked—I mean, not walking according to the flesh, as Paul says.
Ἐδήλωσεν ἐκ τούτου ὅτι πολλοὶ ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν οὐδὲν παρεῖχον. διό φησιν· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ· ὁ γὰρ νόμῳ ὑποκείμενος ἐν τοῖς σαρκικοῖς ζῇ. ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι παρέχων εἰς τὴν σάρκα σπείρει μόνον.
Ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσιν, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, καινὴν δὲ κτίσιν εἶπεν. περὶ ἧς ἀλλαχοῦ· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. εἰ καινή, φησί, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον ἐν κόσμῳ ζῇ, ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται. ἐσταύρωται οὖν ἐμοὶ κόσμος κἀγὼ κόσμῳ.
Ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτω καὶ τοῖς Ἐφεσίοις, Ἰωάννου προλαβόντος καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς μὴ κρατεῖσθαι νόμῳ. ἐπειδὴ οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύσαντας ἐτήρουν νόμον, εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητόν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων περιτιθεὶς καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον, τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι δυνάμεως ἦν πνευματικῆς.
From this he made clear that many were spending at the wrong time, providing for those who commanded keeping the law, but providing nothing for those who proclaimed Paul's teaching. Therefore he says: "the one sowing into his flesh"; for the one subject to the law lives in fleshly things. So the one who provides for the one teaching these things sows only into the flesh.
Lest he be thought to advocate for uncircumcision and not circumcision, and give a pretext for slander to those who contradict, he very well added the final point, that neither circumcision nor uncircumcision has any force, and he spoke of a new creation. Concerning which elsewhere: "if anyone is in Christ, a new creation." If it is a new creation, he says, do not be under the law; for the one living according to the law lives in the world, but the one living in Christ dwells in the heavens. So the world is crucified to me and I to the world.
Just as he wrote to the Romans, when he had not yet seen them, so also to the Ephesians, John having preceded and laid down the proclamation for them, he opportunely exhorts them not to be held by the law. Since the apostles, while staying in Jerusalem, kept the law because of those from the circumcision who had believed, then, when John had sufficiently theologized and left out nothing of the proclamations concerning the knowledge of God, as far as was accessible to men, to set forth the economy of the incarnation, he comes to the proper magnitude of it, and by means of words worthy of the matters, and having undertaken the more difficult task; for the part concerning divinity had its own dignity and was agreed upon, but the part concerning the incarnation, which was humble in appearance, to narrate worthily required spiritual power.
Κἀνταῦθα τὸ διὰ καὶ τῷ θεῷ προσήκει κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται πατήρ. εἰκότως δὲ λέγει τὸ διὰ θελήματος θεοῦ, ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ θεὸς Ἰωάννην εἶναι ἀπόστολον οὕτως κἀμέ. τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα.
Εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται, καὶ τὸ πατὴρ καὶ τὸ κύριος, ὁμολογηθήσεται μείζων τοῦ πατρὸς ὁ υἱός, εἰ ὁ μὲν πατρὸς ἔχει ὄνομα, ὁ δὲ κυρίου. ἀλλ’ ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἶπεν· πατρὸς ἡμῶν, πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν ᾖ κείμενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν πατρὸς ἡμῶν καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγεν· καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα. διὰ τί οὖν κύριος μὲν τούτων ὁ πατήρ, οὐχὶ δὲ καὶ αὐτὸς κύριος τοῦ υἱοῦ, εἴπερ καταχρηστικὸν ἦν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων;
Here also the "through" applies to God according to Paul, and the Father is not diminished. He fittingly says "through the will of God" in order to show that just as God willed John to be an apostle, so also he willed me. He writes this so that what he says may be credible.
If each term is used improperly, both "Father" and "Lord," it will be agreed that the Son is greater than the Father, if the one has the name "Father" and the other "Lord." But the reason for these expressions is acknowledged: since he said "our Father," and the Father is also the Father of Christ, in order that the same name not be applied both to the Only-begotten and to the faithful—either degrading the Son contrary to nature or elevating them beyond nature—having said "our Father" and shown that the appellation is by grace, he added "and Lord Jesus Christ." For it was not possible, since the appellation is common in nature, for the dignity also to be common. Why then is the Father Lord of these, but not also himself Lord of the Son, if the appellation was improper in both cases?
Εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱός, ἀλλὰ φύσει υἱός.
Εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστιν, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε θέλησιν θελήματος.
Εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ. προλαβὼν ἤδη εἶπον ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον τῷ ἀξιώματι τῆς οἰκονομίας.
Ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων τῶν ἀνθρώπων ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν ὁ Χριστὸς πάντα ἀνεκεφαλαιώσατο. καὶ τοῦτο μετὰ ταῦτα ἑτέρως φησὶν εἰπών· εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως.
Φανερῶς ἐνταῦθα ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν. εἰπὼν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλήν, εἶπεν τοῦ θελήματος, ἵνα δείξῃ κεκριμένον τὸ θέλημα. ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσεν, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς.
If then the saints were determined in Christ for adoption, the Son is not adopted, but Son by nature.
If according to law the will is an energy, what is the good pleasure of this will? For he would not have said "will of will."
To the praise of the glory of his grace. I have already said beforehand that he adorns his own discourse with the dignity of the economy.
Since the one who was formed fell through disobedience, and when men became impious the heavenly things were alienated from the earthly, Christ came and recapitulated everything. And this he says differently later, saying: "having made peace between the things in the heavens and the things on the earth." For he is our peace, the one who made both one, the Jews and the Greeks, through faith in Christ.
Here clearly he speaks of one thing as energy and another as will. Having said "of the one who energizes all things according to the counsel," he said "of the will," in order to show that the will is determined. Whatever one might have confirmed from good counsel, these things are determined by judgment, using the terms as he spoke.
Τῶν προεγνωσμένων, φησίν, ἐστὲ καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι’ ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ πνεύματος μεταλήψεως. παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας; ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν. διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις.
Ἡ ἀπολύτρωσις τῆς περιποιήσεώς ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ θεῷ, ἀπολυτρούμεθα, μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν καὶ τῆς οἰκονομίας πάσης. φανερὸν ὅτι θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι. δόξαν δὲ πολλάκις ἡ γραφὴ λέγει αὐτὴν τοῦ θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν ἵνα μὴ λόγον ἀπαιτῇς ἀλλὰ προσκυνῇς. πρῶτος τὴν οὐσίαν τοῦ θεοῦ δόξαν λέγει Ἰεζεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν θεὸν καθεζόμενον, καὶ ἐπάγων· τοῦτο ὁμοίωμα τῆς δόξης κυρίου. ὅπερ ἀλλαχοῦ ἑρμηνεύων ὁ θεός φησιν· ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιήλ, ταύτην ὁ θεός φησι τὸ ἐγώ. λέγει δὲ Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης – ποίας δόξης; – καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. κἀνταῦθα τοίνυν τὸ μὲν θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκα λέγει, τὸ δὲ πατὴρ τῆς δόξης κατὰ τὴν φύσιν.
You also," he says, "are among those foreknown, being claimed for Christ through obedience, and through the faith that follows upon hearing, and through the seal that follows upon faith, which is a likeness to Christ through the reception of the Spirit." And from whom did they hear the word of truth? Was it not from John the Evangelist? For he was preaching there. That is why Paul speaks to them in a more elevated manner, since they were already formed by that teaching.
Redemption is a matter of acquisition; for in order that we may be acquired and claimed for God, we are redeemed, remembering the blood by which we were redeemed and the entire economy. It is clear that he calls the flesh of Christ "God"; for nowhere here has he mentioned the dignity of the divinity, but rather the economy concerning us, which is acknowledged to belong to the flesh. And Scripture often calls the very essence of God "glory"; for since it is intangible and inaccessible, he named it "glory" so that you might not demand an account but worship. Ezekiel first calls the essence of God "glory," having seen in visions God seated, and adding: "This is the likeness of the glory of the Lord." Which elsewhere, interpreting, God says: "I multiplied visions and was likened in the hands of the prophets." So what Ezekiel called "glory," God calls "I." And Paul says: "Who is the radiance of the glory"—of what glory?—"and the character of his hypostasis." Here, then, "God" refers to the flesh of our Lord Jesus Christ, while "Father" refers to the glory according to nature.
Καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἐν γὰρ τῷ αἰῶνι τούτῳ ὀνομάζομεν θρόνους, ἀρχάς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δὲ ἔστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστὰ καὶ λήψεται μετὰ τῆς γνώσεως καὶ τὴν παρ’ ἡμῶν προσηγορίαν, διὰ τοῦτο εἶπεν· καὶ ἐν τῷ μέλλοντι.
Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. διὰ τούτου ἐδήλωσεν ὅτι πλήρωμα τοῦ θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλησίαν. διὰ τί δὲ πλήρωμα; ἐπειδὴ πεπλήρωται θεοῦ· ὥσπερ γάρ, φησίν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ ἐκκλησίᾳ πληροῦται κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ. Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ θεοῦ ἡ ἐκκλησία.
Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἔστι γὰρ ἐν οὐρανῷ, τοῦτ’ ἔστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ, καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν, καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ, ἀλλ’ ἐν ἑκάστῳ κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ ἀφ’ ὧν μεταλαμβάνομεν ἡ γραφὴ περὶ θεοῦ, οὐκ ἀφ’ ὧν αὐτός ἐστιν· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν.
And of every name that is named, not only in this age but also in the age to come. For in this age we name thrones, principalities, lordships, authorities, powers, angels, archangels; but since there are myriad orders of invisible powers unknown to us and therefore unnameable, after the resurrection they will become known and will receive, together with knowledge, their appellation from us; therefore he said: "and in the age to come."
And he gave him as head over all to the church, which is his body, the fullness of him who fills all things in all. Through this he indicated that he calls the fullness of God the body of Christ, that is, the church. And why "fullness"? Because it is filled with God; for just as, he says, he fills all things in all, so also in the church he is fulfilled according to its being the body of Christ. Therefore the church is the body of Christ, but the fullness of God.
Of him who fills all things in all. For he is in heaven, that is, acting not as on earth, and he is on earth, not acting as in heaven, and in angels, in the sun, but in each according to its own nature; for scripture speaks about God from what we partake of, not from what he himself is; for that is incomprehensible.
Κόσμος διττῶς λέγεται, καὶ ἡ σύστασις ἡ δημιουργικὴ καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα, αἰῶνα καλέσας τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν, κόσμον δὲ τὴν σύστησιν τοῦ παντός, καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. τοῦτον τὸν νῦν αἰῶνα λέγει. τὴν οὖν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην αἰῶνα ὠνόμασεν, ἧς μέρος ἦσαν ποτὲ καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ.
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. φανερῶς διὰ τούτου δείκνυσιν ὁ ἀπόστολος, ὅτι οὐκ ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριόν τι πονηρὸν πνεῦμα. κἂν ὁ κύριος λέγῃ· εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ, οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε λέγων· ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως εἶδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν.
World" is spoken of in two senses: both the creative constitution and the evil system of human beings. Now he has divided matters for the lawless, calling the wickedness and sin of human beings "age," and the constitution of the universe "world," just as he says in the letter to the Galatians: that he might deliver us from the present evil age. This he calls the present age. Therefore he named the common apostasy and error of human beings "age," of which even those now believing in Christ were once a part.
Concerning the ruler of the power of the air of the spirit. Through this the apostle clearly shows that the devil was not an angel from heaven, but some evil aerial spirit. Even if the Lord says, "I saw Satan fall like lightning from heaven," he does not indicate the place from which he fell, but since lightning falls swiftly from above, he compared the swiftness of the devil's fall to lightning, saying: just as lightning is borne swiftly from heaven, so I saw his fall as swift.
Τοῦ νῦν ἐνεργοῦντος. ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν.
Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. ἐκ τούτου δείκνυται ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ· συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν.
Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. ὥσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς.
Ἐπειδὴ εἶπεν κτισθέντες, λέγει· ἡ κτίσις οἰκείωσίς ἐστιν. τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς ἐπήγαγεν, ἵνα λοιπὸν σαυτὸν οἰκοδομῇς.
Οὐκ εἶπεν ἐγγύτερον τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς.
Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμόν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός; ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, τοῦτ’ ἔστι τὴν ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον· κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ οἱ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες. καὶ τοῦτό ἐστιν ὃ λέγει Δαυίδ· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἵν’ οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ.
Of the one now active. He made clear that the devil does not always have power, but the weakness of human beings has become his power.
Doing the wills of the flesh and of the minds. From this it is shown that the flesh is not opposed to the soul; for it agreed together for sin.
And we were children of wrath by nature. Just as sons of Gehenna, so also children of wrath.
Since he said "having been created," he says: creation is a making one's own. And he added "for good works," so that you may henceforth build yourself up.
He did not say "nearer than those who believed from the circumcision," but "near."
Having broken down the middle wall of the fence, not the fence, but the middle wall. And what is the fence? "I will remove his fence and it will be for plunder," that is, the security of the spirit. And what is the middle wall? The lack of mixing with the Greeks; for Jews were prevented from mixing with Greeks, so that the Jews might not fall into idolatry, they who even without this were idolaters. And this is what David says: "God settles solitaries in a house." For the leaven needed to become strong, so that the whole of the world might thus be leavened.
Τὸν νόμον τῶν ἐντολῶν τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν τῶν Μωϋσαϊκῶν. ἐν δόγμασι, τοῖς ἰδίοις, καταργήσας, ὧν ἐστιν· οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον – τοῦτο δὲ ἔλυεν τὸ τόδε φάγε, τόδε μὴ φάγῃς –, καὶ τὸ μὴ διδόναι βιβλίον ἀποστασίου – τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα –, καὶ τὸ ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς – ἐναντίον ἦν οἷς ἔδωκε Μωϋσῆς. καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ οἷς τὸν νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπόν, τοῦτ’ ἔστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς εἶναι ἔβλαπτε μετὰ τὴν χάριν.
Ἕλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφιστάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται.
Ποιῶν εἰρήνην. ὁ γὰρ νόμος οὐ βούλεται εἰρήνην εἶναι. διὰ τί; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ.
He speaks of the law of commandments that has been established, as from the Mosaic commandments. By his own doctrines he has abrogated it, of which it is: not that which enters defiles a person—this dissolved the rule of eat this, do not eat that—and not giving a bill of divorce—this was contrary to the rule of dismissing a wife for any cause—and observing days and months and seasons and years—this was opposed to what Moses gave. And altogether there are many such doctrinal matters by which he abrogated the law of commandments, not the commandments as improper, but the custom as no longer useful. For the commandments are honored even if they are not in effect, but the law, that is, being under the law of commandments, was harmful to us after grace.
For Greeks, turning away from idolatry as impiety, and Jews, turning away from the law as no longer useful, are rebuilt into some other novelty of piety.
Making peace. For the law does not wish there to be peace. Why? So that bodily peace does not stir up war against piety.
Ἀμφοτέρους καταλλάξει τῷ θεῷ. ἐπειδὴ οἱ μὲν Ἕλληνες ἐπλανῶντο, οἱ δὲ Ἰουδαῖοι παραβεβήκεσαν.
Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν Ἰουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος, οὐχ ἑτέρως δὲ ἐπαύσατο ἢ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ᾧ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον, λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε παύσας τὸν νόμον.
Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. τοῦτο δείκνυσιν ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μωϋσέως ὡς τὸ εἰδωλολατρεῖν· μακρὰν γάρ φησιν εἶναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον· εἰ γὰρ εἶχον τὸ τέλειον, οὐκ ἦσαν ἐγγύς, ἀλλ’ ἐν αὐτῷ. εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγύς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων.
Ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπ’ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατ’ ἀποκάλυψιν. ᾐνίξατο δὲ ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν.
He will reconcile both to God, since the Greeks were in error, while the Jews had transgressed.
Having killed the enmity in himself. The meaning has breadth in the brevity of the expression; for since the law was what separated Jews from Greeks according to what was said before, and the law was about to cease, and it ceased in no other way than because the Lord rose from the dead, to whom the church had to be joined to another man after the law, he says that in his flesh he killed that enmity by putting an end to the law.
And having come, he proclaimed peace to you, those far off and those near. This shows that he does not call the law of Moses impious, like idolatry; for he says that the idolaters are far off, and the Jews are near. And the term "near" shows both a part of piety and not perfection; for if they had perfection, they would not be near, but in it. And if, on the other hand, they were opposed, they would not be near, but far off with the Greeks.
Here he wishes to show that he did not cast it aside as to strangers taught by others, but that, having been chosen herald of the nations, he owed them this example, and that just as the Lord taught those around John, so also he taught me by revelation. And he hinted that he could have said something deeper, but he measured the teaching to what they could comprehend.
Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς. εἰκότως· εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προφῆται ἤρξαντο ἀποκαλύπτειν τὰ ἐσόμενα.
Ἐν οὐρανοῖς, φησίν, ἡ τῶν δικαίων διαγωγή, ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων· οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι μετὰ τῶν ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά, ἡ δὲ τῶν λοιπῶν γηΐνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ πατρός, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὂν καὶ οὐκ ὀνόματι μόνον· δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν, καὶ τῶν φυσικῶν δὲ πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ ὅτι πατριὰν εἶπεν ὡς ἐπὶ συγγενείας, οὐ φατρίαν· πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει.
Ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον· βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος τί ἕτερον ἂν εἴη ἢ τοῦ σταυροῦ φύσις; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς. ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα τὸ ἀποστολικὸν διέτεινεν ἀπ’ ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπ’ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ τοῦ κυρίου τὴν οἰκονομίαν καὶ τῶν ἀποστόλων τὴν ὑπηρεσίαν, τὸ διπλοῦν τῆς οἰκονομίας ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος οὕτως εἶπεν· οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμήν, τὸ πλάτος καὶ τὸ μῆκος.
So that it might now be known to the authorities. Reasonably so; for if it had been hidden in God, all the powers would have been ignorant. For by "now" he does not mean the time of grace, but rather from when the prophets began to reveal what was to come.
In the heavens, he says, is the abode of the righteous, but on earth that of all men; for the righteous are not stationed on the earth among the living, but they dwell apart, like a kind of exceptional race, those who are devoted to God. And the race of these is called heavenly as pure, while that of the rest is called earthly as if defiled. It should also be noted that the apostle shows the name of the Father not from us ascending upward, but from above coming to us, clearly as being by nature and not merely in name; for the derivative must necessarily come after the natural, and of natural things the first is from above, then from below. It should also be noted that he said "family" as of kinship, not "clan"; for everywhere divine scripture calls kinships "families."
He has formed it, as it were more typically, into the shape of a cross; for depth and height and breadth and length—what else would they be but the nature of the cross? And he seems to speak of the cross as double, not simply. But since the Lord's economy is divinity from above and humanity from below, and the apostolic proclamation extended from north to south and from east to west, bringing together both the Lord's economy and the apostles' service, he thus spoke, displaying the double nature of the economy as in a double cross; for it was not possible for him simply to mention the places, the above and the below, and the line, the breadth and the length.
Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλησίαν· πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει.
Τὸ ἔγειρε, ὁ καθεύδων, καὶ τὰ ἑξῆς οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον. τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ; ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ; δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν.
Ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτόν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν.
Ἐπειδὴ προσήχθη ὁ ἀμνός, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν. φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος – δηλονότι πνευματικῶς τὸ σῶμα αὐτοῦ ἐσθίομεν –. ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκός, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ.
So that you might be filled with the entire fullness of God, that is, the church; for he calls the church "fullness."
"Arise, O sleeper," and the like, we find nowhere written in the Old or New Testament. What then is it? It was a gift at that time, of both prayer and psalms, with the Spirit prompting, just as he says in the letter to the Corinthians: each of you has a psalm, has a prayer. What then is it? Shall I pray to the Spirit, shall I also pray to the mind? Shall I sing a psalm to the Spirit, shall I also sing a psalm to the mind? It is clear, then, that in one of these spiritual psalms or prayers this which he recalled was contained.
He who ransoms another's slave ransoms and acquires him. Since, therefore, the present time is enslaved to evil men, ransom it, so as to use it for piety.
Since the lamb was brought forward, and we eat his body. And food is accustomed to be distributed into the body of the one eating—evidently we eat his body spiritually—it is distributed into our body, and thus flesh from his flesh, and bone from his bones.
Οὐ τὸ μυστήριον, ἀλλ’ ὁ θεός. τί οὖν ἐστιν ὃ λέγει; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ καὶ ἡ συνάφεια τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας· δι’ ὅπερ φησίν· ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ὡς ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα. τὸ οὖν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει, ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας. διὰ τοῦτο ἐπήγαγεν·
πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. διὰ τί εἶπεν· οἱ καθ’ ἕνα; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ ἦν τύπος τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ. διὰ τοῦτο εἶπεν· καὶ ὑμεῖς οἱ καθ’ ἕκαστον ἀγαπᾶτε. τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν, δεῖ δὲ καὶ τὸν τύπον αὐτὸν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα.
Εἰ ἡ μάχαιρα ῥῆμα θεοῦ, πνεύματος δὲ ἡ μάχαιρα, θεὸς ἄρα τὸ πνεῦμα οὗ ἡ μάχαιρα. εἴ τε ῥῆμα θεοῦ τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, δηλονότι ὡς λόγος ὁ υἱὸς τοῦ θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ θεοῦ τὸ πνεῦμα. μάχαιραν δὲ τοῦ πνεύματος εἶπε τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ πνεύματος.
It is not the mystery, but God. What then is it that he says? That this formation of Adam and of Eve from him and the union became a type of Christ and the church; for which reason he says: we are bone from his bones and flesh from his flesh, as Eve was from Adam. Therefore, "I, however, say" concerning Christ and concerning the church, he speaks of the mystery of marriage, meaning that the matters of marital law and the original creation are a type of Christ and the church. For this reason he added:
"Yet also you, each individually, so that each may love his own wife as himself." Why did he say "each individually"? Because the matters concerning Adam were a type of the church and of Christ. For this reason he said: "And you, each one, love." For the mystery of which marriage was a type has come to pass and is true, but the type itself must also be fulfilled, and each must love his own wife.
If the sword is a word of God, and the sword is of the Spirit, then God is the Spirit whose sword it is. And if he said the Holy Spirit is a word of God, clearly, just as the Son of God is Logos, so also the Spirit is a word of God. He called the punitive activity of the Spirit the sword of the Spirit.
Προσευχόμενοι πνεύματι οὐχ ἁπλῶς εἶπεν, ἀλλ’ ἐπειδὴ καθὸ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν ἀλλαχοῦ· αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα αὗται αἱ αἰτήσεις ἡμῶν μηδὲν ἔχωσι σαρκικόν. πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ πνεύματος βοηθουμένας.
Τῆς φθορᾶς τις, φησίν, ἀπαλλαττόμενος τῆς ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ πνεύματος.
Ἐν ταύτῃ τῇ ἐπιστολῇ κληρικοῖς γράφει οὐ λαϊκοῖς· δι’ ὅπερ οὐδὲ πλειόνων ἐδεήθη ἠδικῶν, σπουδὴ δὲ αὐτῷ διὰ τῆς ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς. δι’ αὐτῆς δὲ τῆς παραινέσεως δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ ἄλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως ἅπτεται τῶν κάλλιστα βιούντων καὶ ὑπ’ αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων.
Πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι. ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν. ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστε, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιόν τισιν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως· ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως.
When we pray, he did not say simply "by the Spirit," but since we do not know how we ought to pray, he says elsewhere: the Spirit itself intercedes for us, so that these petitions of ours may have nothing carnal. And we have spiritual petitions, aided by the power of the Spirit.
Someone, he says, who is being delivered from the corruption that comes from the devil, receives the grace of the Spirit in incorruption.
In this epistle he writes to clergy, not to laity; for this reason he did not need to address many wrongs, but his concern through the epistle is that humility be achieved among them. And through this very exhortation he shows the strictness of their other mode of life. For rarely does anyone both sin and become puffed up; for the tendency to be puffed up attaches to those who live most excellently, and it is precisely by this that they are often elated.
Everywhere and through everything it is shown that my sufferings and my defenses are not without benefit. I make the proof from your faith, your steadfastness. For whether I am defending myself when accused on account of the believers, of whom you also are, or whether I wish to confirm the gospel to some, I do so from your steadfastness; or whether I wish to show that I do not endure bonds without profit, I do so from your faith.
Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ’ ἐπιτάσεως, οἷόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα.
Ἀντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ γράφει· ἔπεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ.
Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ἦν κακά· ἦν γὰρ κέρδη. καὶ ἥγημαι εἶπεν· οὐ γὰρ ἦν ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν.
Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου. τοῦτο οὖν τὰ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον. ὥσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, οὕτως ἀπὸ τῆς πίστεως τοῦ Ἀβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ, καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ἤδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, οὗ τὸ πτύον ἐν τῇ χειρὶ καὶ διακαθαριεῖ τὴν ἅλωνα. ὅτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτων τήρησις καὶ τῶν ἄλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου. τοῦτο οὖν τὸ τοῦ σκυβάλου ὄνομα δείκνυσιν οἰκεῖον τὸν νόμον· καὶ ὥσπερ ἄνευ τοῦ σκυβάλου οὐχ οἷόν τε ἦν γενέσθαι σπόρον, οὕτως οὐδὲ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι.
And having been found in form as a man. The "as" is not one of comparison but of intensification, as in the phrase "as good as God is to Israel," and "as I loved your law, O Lord," meaning "I loved it exceedingly."
Instead of "paying attention to the word of life." And to Timothy he writes: "apply yourself," instead of "attend to yourself."
If he considers it a loss for the sake of Christ, it was not evil; for it was gain. And he said "I consider"; for it was not a loss, but by way of juxtaposition of the superiority of better things, he considers it a loss.
The "skubalon" is a part of the stalk, and the stalk and the ear once come from the seed. This skubalon, then, was once most useful for the seed to be produced. For just as from a seed come root, stalk, and ear, so from the faith of Abraham, as from a seed, come the things from the law, and the stalk of the prophets, and the ear already proclaiming Christ in secret. And the harvest and threshing of these things is at the first coming of the Savior, whose winnowing fan is in his hand and he will cleanse the threshing floor. When, therefore, the stalk of the law ceased, then, like skubalon, circumcision, observance of the sabbath, and the other things were separated, and the pure grain of faith, which was hidden in the prophetic stalk, was stored in the storehouses of the common master. This name "skubalon," then, shows the law to be akin; and just as without the skubalon it was not possible for the seed to come into being, so also without the law the perfection of grace could not be accomplished.
Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, οὐχ ὡς κακά, ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ’ εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰς τὰ ἑξῆς.
Τινὲς δὲ Εὐοδίαν εἶναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ τὸν ἄνδρα.
Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπόθεσιν τοῦ γράμματος καὶ τὸν σκοπὸν τοῦ ἀποστόλου. ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη.
Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον τοὺς ἔτι Ἕλληνας ἀφέλκοντας αὐτοὺς εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικάς, οἱ δὲ ἀπὸ Ἰουδαίων τοὺς Ἰουδαίους παρακελεύοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. ὁ δὲ λόγος ἦν τοῖς Ἕλλησι πρὸς αὐτοὺς ὅτι δίκαιον καὶ ἀγγέλοις προσκυνεῖν, τοὺς θεοὺς αὐτῶν ἀγγέλους λέγοντες εἶναι· τὸν γὰρ θεὸν μέγαν ὄντα καὶ ἀνθρώποις ἀνέφικτον, διὰ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖν τὰς ἐνεργείας τοῖς δεομένοις. ἴσασι δέ, φασί, καὶ αἱ γραφαὶ τὴν τῶν ἀγγέλων ὠφέλειαν· καὶ γὰρ ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, καὶ ὁ ἄρχων τῆς Περσίδος ἕτερος ἄγγελος. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἔρχεται, καὶ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με, καὶ ἐν ταῖς περὶ τοῦ ἀποστόλου Πέτρου· ὁ ἄγγελος αὐτοῦ, φασίν, ἔστιν, καὶ ὁ κύριος περὶ τῶν παιδίων· μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Forgetting the things behind, not as if they were evil, but what he means is this: I will not occupy myself with recalling my past struggles, but with caring about what I will accomplish in the future.
Some say that Euodia is the wife of the jailer, and Syntyche is the husband.
Much of this epistle is difficult to understand because many do not know the subject matter of the letter and the aim of the apostle. The subject matter is this.
Those who believed from among the Greeks had those who were still Greeks drawing them away to Greek observances, and those from among the Jews had the Jews urging them to keep the law, as if grace were incomplete without the law. The argument of the Greeks against them was that it is right to worship even angels, calling their gods angels; for God, being great and inaccessible to men, supplies benefits to those in need through these angels as intermediaries. They say that the scriptures also know the benefit of angels; for God set boundaries of nations according to the number of angels of God, and Michael is the ruler of the Jews, and the ruler of Persia is another angel. And again: Behold, the ruler of the Greeks comes, and Jacob: The angel who rescues me, and in the accounts concerning the apostle Peter: His angel, they say, exists, and the Lord concerning the children: Do not prevent them from coming to me, because their angels continually behold the face of my Father in the heavens.
ἀπὸ γὰρ τούτων ἁπάντων ὧν οἱ μὲν ἐπίστευον οἱ δὲ ἠπίστουν, συνήγοντο καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, φάσκοντες περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ χάριν ἀρκούντων τῶν ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσάγειν τῷ θεῷ ἀτελὲς δὲ ἔλεγον πάσας τὰς παρατηρήσεις παρορᾶν τὰς παρὰ Ἰουδαίοις καὶ Ἕλλησιν πρὸς ταῦτα ὁ σκοπὸς τῶν ἀποστόλων τῆς ἐν χερσὶν ἐπιστολῆς.
Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται πολλὰ τῆς πρὸς Κολοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου.
Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας πείθοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαέας ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι, ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας, οὐκ ἐφικτὸς ἀνθρώποις, διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖ τὰς εὐεργεσίας τοῖς δεχομένοις· οἱ δὲ Ἰουδαῖοι, ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, οὕτω καὶ ὁ ἄρχων Περσίδος ἀντέστη μοι. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, ὡς καὶ ὁ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου, καὶ ἐν ταῖς καθόλου περὶ Πέτρου· ἄγγελος αὐτοῦ ἐστιν, καὶ ὁ κύριος· ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
From all these, some of whom believed and others disbelieved, both Jews and Greeks gathered, claiming that the grace through the Lord Jesus was superfluous, since the angels from eternity were sufficient to bring the obedient to God; and they said it was imperfect to disregard all the observances among Jews and Greeks. To these things the aim of the apostles in the present epistle is directed.
It is fitting to state the hypothesis which we have found from the epistle; for many things in the letter to the Colossians are understood differently by most people because the hypothesis and the aim of the apostle are not fully known.
Those who believed from among the Greeks also had the still-pagan Greeks trying to draw them back to Greek observances, and those of the Jews who believed were persuading them to keep the law, as if grace were more imperfect without the law. In addition, both Greeks and Jews persuaded the Colossians to pay attention to angels: the Greeks said that their gods were angels, because God is uncontainable and great, not accessible to humans, but through these angels, as intermediaries, he dispenses benefits to those who receive them; and the Jews said that God set boundaries of nations according to the number of angels of God: thus Michael is the ruler of the Jews, thus also the ruler of Persia opposed me. And again: Behold, the ruler of the Greeks was coming, as also Jacob says: The angel who rescued me from my youth, and in the general accounts concerning Peter: He is his angel, and the Lord says: See that you do not despise one of these little ones, because their angels see the face of my Father in the heavens.
ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων. ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται. διὰ τοῦτο καὶ ἀρχόμενός φησίν·
Ἐπισημήνασθαι χρὴ διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον.
Ἤδη αὐτοὺς ὑποδείκνυσιν, ὅτι τὴν ἐλπίδα τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλ’ ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Διὰ τοῦ εἰπεῖν τῷ λόγῳ τῆς ἀληθείας δείκνυσιν ὡς οὐκ ἀκίνδυνον παροφθῆναι τὸ εὐαγγέλιον ἀληθὲς ὂν καὶ ἀψευδές.
Διὰ τοῦ προσθεῖναι καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ τὴν πίστιν αὐτῶν βεβαιοῖ· οὐ γὰρ μόνον φησὶν μέχρις ὑμῶν ἔφθασε τὸ εὐαγγέλιον, ἀλλ’ ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι.
From all these, some of whom they believed and others disbelieved, both Jews and Greeks concluded that the grace through the Lord Jesus Christ was superfluous, since angels from eternity were bringing the obedient. It is also incomplete to overlook the observances among both Greeks and Jews. Paul’s aim is directed against these things, and he corrects them. For this reason, he also says at the beginning:
It is necessary to note that in few lines he frequently mentions Christ; for he continually makes mention of the one who is being rejected, imprinting in their souls the desire for him.
He already indicates to them that the hope reserved for resurrection and the kingdom was not accomplished by the administration of angels, but by the presence of our savior Jesus Christ.
By saying “by the word of truth,” he shows that it is not without danger to overlook the gospel, which is true and unerring.
By adding “as also in the whole world,” he confirms their faith; for he says that the gospel has not only reached you, but already into the whole world, which is a sign of the power of Christ working in the proclamation.
Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφορεῖ καὶ αὔξεται.
Τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία.
Καὶ τὸ εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, οὐκ ἔστι ψεῦδος, ἵνα παροφθῇ· οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους. καὶ οὐκ ἔφθασε μέν, παρηκούσθη δέ, ἀλλ’ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον.
Συνίστησι τὸν Ἐπαφρᾶν ἕνα ὄντα τῶν ἁγίων καὶ κατηχήσοντα αὐτούς, ἵνα μᾶλλον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσιν.
Τί δὲ ἦν τὸ θέλημα τοῦ θεοῦ; τὸ ἐπιγνῶναι ὑμᾶς καὶ εἰδέναι ὅτι οὐ δι’ ἀγγέλων σωθῆναι ὑμᾶς δυνατὸν ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. πῶς οὖν ἐπιγνωσόμεθα; ἐν σοφίᾳ πνευματικῇ, οὐ κοσμικῇ.
Μάλιστα ἐπήγαγεν τῇ ὑπομονῇ τὴν μακροθυμίαν· ὑπομονὴ γὰρ ἄνευ μακροθυμίας οὐχ ἵσταται καὶ ἄνευ χαρᾶς ὑπομονὴ μισθὸν οὐκ ἔχει. δεῖ δὲ μάλιστα ἐν τούτοις καὶ χαρᾶς· οὐ γὰρ ὁ λυπούμενος ἐπὶ ταῖς θλίψεσι ταῖς διὰ Χριστόν, ἀλλ’ ὁ χαίρων ἐπ’ αὐταῖς ὑποδέχεται παρὰ τοῦ θεοῦ τὸν μισθόν. τίς δὲ ὁ μισθός; ἡ υἱοθεσία, ἡ κληρονομία, ἡ μετ’ ἀγγέλων διαγωγή.
For it was not neglected, but it bears fruit and increases.
The hope that is stored up of the resurrection and the kingdom was not accomplished by the administration of angels, but by the presence of Jesus Christ.
And the gospel that has come to you, he says, is not a lie, so that it might be overlooked; nor has it reached only you, but all people. And it has not only reached but been disregarded, but it is bearing fruit and increasing.
He commends Epaphras as one of the saints and as one who instructed them, so that they might pay more attention to his teaching.
What then was the will of God? That you should come to know and understand that it is not possible for you to be saved through angels, but through Jesus Christ. How then shall we come to know? Through spiritual wisdom, not worldly wisdom.
He particularly added patience to endurance; for endurance without patience does not stand, and without joy endurance has no reward. And in these matters there must especially be joy; for it is not the one who is grieved by the afflictions for Christ, but the one who rejoices in them, who receives the reward from God. And what is the reward? Adoption, inheritance, life among angels.
Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ τὸν κατακλυσμόν, καὶ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διηκόνουν οἱ ἄγγελοι τῷ θεῷ πρὸς τὴν ὑμετέραν σωτηρίαν. ἀλλ’ οὐκ μετέστησεν ἡμᾶς ὁ θεὸς εἰς τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ νῦν διὰ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ, ἡ βασιλεία αὐτοῦ ἡμῖν δεδώρηται. τὸ δὲ τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, οὐχ ὅτι τῆς ἀγάπης τοῦ θεοῦ υἱός ἐστι ὁ Χριστός, ἀλλ’ ὥσπερ υἱοὶ τῆς ἀπειθείας τινὲς καὶ υἱοὶ γεέννης ἕτεροι καὶ υἱὸς ἀπωλείας ὁ διάβολος καὶ ἄλλος υἱὸς τούτου ὠνομάσθη ᾧ προσέδραμε καὶ προσέθετο, οὐ φύσει ὢν υἱὸς ἀλλὰ τῇ τοῦ τρόπου οἰκειότητι, οὕτω καὶ ὁ σωτὴρ υἱὸς τῆς ἀγάπης τοῦ θεοῦ προσηγορεύθη, ὅτι οὐ μόνον τῇ φύσει υἱὸς θεοῦ ἀλλὰ καὶ τῇ τῆς ἀγάπης γνησιότητι· ἀγαπᾶ γάρ, φησίν, τὸν υἱὸν ὁ πατήρ, καὶ πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας αὐτοῦ· ἢ ὅτι ἀγαπήσας ἡμᾶς ἔπαθεν ὑπὲρ ἡμῶν. οὕτω δὲ ἀναγνωστέον· εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ.
Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμόν, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ ᾖσαν ἄγγελοι ὑπηρετούμενοι τῷ θεῷ πρὸς τὴν ἡμετέραν σωτηρίαν, ἀλλ’ οὐδὲν κατώρθωσαν. νυνὶ δὲ ὁ θεὸς διὰ τῆς οἰκονομίας τοῦ κυρίου μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ. ὃν ἠγάπησεν· ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν ἀγγέλων, ἀλλ’ εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. ὑπὸ τὸν κληρονόμον ἐσμέν, οὐχ ὑπὸ τοὺς οἰκέτας.
And before the flood and after the flood, and before the law and under the law, the angels served God for your salvation. But God did not transfer us into his kingdom; rather, now through our Lord, his only-begotten, his kingdom has been granted to us. As for the phrase "the son of his love," it is not that Christ is the son of God's love, but just as some are called sons of disobedience, others sons of Gehenna, and the devil a son of destruction, and another was named a son of him whom he approached and attached himself to, not being a son by nature but by affinity of character, so also the Savior was called the son of God's love, because he is not only a son of God by nature but also by the genuineness of love; for, it says, the father loves the son, and the father has given everything into his hands; or because, having loved us, he suffered for us. And it should be read thus: into the kingdom of the love of his son.
And before the flood and after the flood, before the law and under the law, angels were serving God for our salvation, but they accomplished nothing. But now God, through the economy of the Lord, has transferred us into his kingdom. Whom he loved: for he loves angels as servants, but Christ as a son. Therefore he did not bring you into the kingdom of the angels, but into the kingdom of the son of his love. We are under the heir, not under the servants.
υἱὸν οὖν ἀγάπης λέγει, ἐπειδὴ ὡς υἱὸς ἀγαπᾶται, οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ θεοῦ ἐστιν, οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας ταύτης υἱοὶ φύσει, οὐδὲ οἱ υἱοὶ τῆς γεέννης ταύτης τέκνα, οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος, οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείμενος· οὕτως οὐδὲ τῆς ἀγάπης υἱὸς ὁ κύριος. ἀλλ’ ἐπειδή εἰσιν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ υἱὸς ὡς υἱὸς ἀγαπᾶται, εἶπεν· τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. – Ἢ οὕτως· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ υἱὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς, διὰ τοῦτό φησιν· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλούς, εἰκών ἐστι τοῦ πατρός.
Βούλεται εἰπεῖν ὅτι προῆν· εἰ γὰρ μὴ προῆν πάντων, πῶς τὰ πάντα ἐν αὐτῷ κτίζεται; ἐν αὐτῷ δὲ εἶπε κτίζεσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους ἐλπίδα ἔχωμεν εἰς Χριστόν· τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι’ αὐτοῦ. ταῦτα δὲ εἴρηται πρὸς Ἰουδαίους, ἵνα μὴ ἐκ τότε νομίσωσιν εἶναι ἐξ οὗ γέγονεν ἐν σώματι μετ’ αὐτῶν. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. ἀντὶ τοῦ εἰς αὐτὸν ἀνατρέχει τῆς κτίσεως ἡ αἰτία· ἢ εἰς αὐτὸν εἶπεν, ὅτι οὐδὲν τῶν κτισθέντων ἔξω αὐτοῦ, ἀλλὰ πάντα ὑπ’ αὐτοῦ περιέχεται. καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· ἤτοι δι’ αὐτοῦ, ἢ ἀντὶ τοῦ ἐν βουλήσει αὐτοῦ καὶ δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι.
He therefore says "son of love," because he is loved as a son, not because he is of God's love; for neither are the sons of that disobedience sons by nature, nor are the sons of Gehenna children by nature, nor is the devil a son of perdition by nature, nor is the adversary a son of sin by nature; thus neither is the Lord a son of love. But because there are beloved slaves, while the son is loved as a son, he said: "of his son of love." — Or thus: He transferred us into the kingdom of the love of his son. Since the son, having loved us, suffered for us, in order to deem us worthy of his kingdom, for this reason he says: He transferred us into the kingdom of his son; for, having an identity with the one who begot him in respect to loving and benefiting sinners, he is an image of the father.
He wishes to say that he preexisted; for if he did not preexist all things, how are all things created in him? And he said that all things are created in him, so that, ceasing to hope in angels, we might have hope in Christ; and "in him" is used instead of "through him." These things are said to the Jews, so that they might not think from that time that he exists from when he came to be in a body among them. All things have been created through him and for him. Instead of "for him," the cause of creation runs back to him; or he said "for him" because nothing of the created things is outside him, but all things are encompassed by him. And all things are established in him; either through him, or instead of "in his will and power to hold all things together according to the mystery hidden in God who created all things.
Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος. καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσιν, λέγων ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος οὐ κυρίως εἴληπται, ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μὲν μονογενής ἐστιν ὁ μόνος πατρί, πρωτότοκος δὲ ὁ ἔχων ἄλλους ἀδελφοὺς ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους, τὰς ἐλπίδας ἔχωμεν ἐν Χριστῷ. καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως. τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται.
Ὥσπερ πρωτότοκον πάσης κτίσεως ἔλεγεν αὐτὸν πρὸ τῆς κτίσεως ὄντα, οὕτως πρωτότοκον ἐκ νεκρῶν πρὸ τῶν ἄλλων νεκρῶν εἰς ἀφθαρσίαν ἀναστάντα. οὐ γὰρ ἄν τις εἴποι ὅτι ἀναστάντες οἱ νεκροὶ ἀδελφοὶ πάντες ἔσονται τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο πρὸς τὸ τέλος εἴρηται· οἱ γὰρ πλείους ἁμαρτωλοὶ καὶ ἀσεβεῖς. ὥστε καὶ ἐν τῷ προκειμένῳ ὁ χρόνος παρέλκει ὡς καὶ ἐνταῦθα.
So that he might show you that he is also before all things, he said that he was also born as the firstborn of all creation. And by the addition he shows this more clearly, saying that in him all things were created. For if he were not before all things, how would all things be created in him? Therefore "firstborn" is not taken in the proper sense, since it is contrary to "only-begotten"; for by nature the only-begotten is the one who is alone to a father, while the firstborn is the one who has other brothers of whom he is the first. And it is not possible for both to be taken in the proper sense. But he said that all things were created in him, so that, ceasing to hope in angels, we might place our hopes in Christ. And Paul has this reason for his theology and for showing him to be the creator of all creation. And "in him" is said instead of "through him."
Just as he called him the firstborn of all creation, being before creation, so also the firstborn from the dead, having risen before the other dead to incorruption. For no one would say that the dead, having risen, will all be brothers of Christ, and for this reason it was said toward the end; for the majority are sinners and impious. So also in the present passage the time is superfluous, as it is here.
Ἵνα γένηται ἐν πᾶσι πρωτεύων. ἐν πᾶσι, ποίοις; τοῖς κατ’ οἰκονομίαν· πρῶτος γὰρ ἐν ὑπακοῇ, πρῶτος ἐν τῷ βαπτίσματι, πρῶτος ἐν πολιτείᾳ, πρῶτος ἐν πάθει, πρῶτος ἐκ νεκρῶν, ὥστε εἰκότως ἐν πᾶσι πρωτεύειν, τοῖς ἑπομένοις ἀρχὴ γεγονώς.
Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας. δημιουργὸς μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς.
Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος, καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος, καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν.
Τοῦτο τὴν ἀκολουθίαν ἔχει πρὸς τὸ αὐτός ἐστι κεφαλὴ τῆς ἐκκλησίας. πλήρωμα δὲ εἶπε τὴν ἐκκλησίαν, καλῶς καὶ ἤδη αὐτῷ εἴρηται διὰ τὸ πεπληρῶσθαι αὐτὴν πνεύματος ἁγίου. φησὶ δὲ ὅτι ηὐδόκησεν ὁ Χριστὸς πᾶν τὸ πλήρωμα ἐν αὐτῷ κατοικεῖν καὶ οὕτω δι’ ἑαυτοῦ ἀποκαταλλάξαι καὶ ἑνωποιῆσαι τὰ πάντα εἰς ἑαυτόν.
Ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα θεοῦ ἡ ἐκκλησία λέγεται. ηὐδόκησεν οὖν ὁ θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ, ἐν τῷ Χριστῷ οἷα ἐν κεφαλῇ ἰδίᾳ οἰκῆσαι, τοῦτ’ ἔστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι, ἀλλὰ μὴ ἀγγέλων – ηὐδόκησε γὰρ δι’ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι’ ἀγγέλων – καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ.
So that he might be preeminent in all things. In all things—which? Those according to the economy: for he is first in obedience, first in baptism, first in conduct, first in suffering, first from the dead, so that he might fittingly be preeminent in all things, having become a beginning for those who follow.
And he himself is the head of the body, of the church: creator of creation, and also creator of our conversion.
So that he himself might be preeminent in all things. For if he is head of the church and firstborn from the dead, and first in conduct, and first in sufferings, and first in obedience, and first in baptism—in all things he himself is preeminent according to the economy.
This has continuity with the statement that he himself is head of the church. And he called the church "fullness," well and already said by him because it is filled with the Holy Spirit. And he says that Christ deemed it good that the whole fullness dwell in him, and thus through himself to reconcile and unify all things into himself.
In the letter to the Ephesians he showed that the church is called the fullness of God. Therefore God deemed it good that his own fullness, that is, the church filled with him, dwell in Christ as in its own head, that is, to be aligned with him and attached to him, and not to angels—for he deemed it good to reconcile all things through him, not through angels—and indeed the achievements on behalf of the world are through Christ.
Καὶ διὰ τοιούτου αὐτοὺς διδάσκει ὅτι οὐκ ἄγγελοι αὐτοὺς καταλλάξουσι τῷ θεῷ ἀλλ’ ὁ υἱός· φησὶ γάρ· ἀποκατήλλαξεν ἡμᾶς ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ.
Οὐ μέχρις ὑμῶν μόνον ἔφθασε τὸ εὐαγγέλιον ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην· ἀλλ’ οὐδεὶς οὐδαμοῦ μετακεκίνηται, ἀλλὰ μένουσι πάντες ἑδραῖοι. διὸ καὶ τὰ νῦν ἀσφαλίζεσθε.
Εἴ τι, φησίν, ὑστέρημα πρὸς τὸ παθεῖν, ἀλλ’ ἀναπληρῶ τὰ ὑπολειπόμενα τῶν θλίψεων διὰ τὸν Χριστόν, χαίρω πάσχων ὑπὲρ ὑμῶν. διὰ τί δὲ ὑπὲρ ὑμῶν; ὅτι διὰ τὸ κηρύττειν αὐτοῖς ἔπασχεν.
Καὶ γὰρ εἰ ὁ Χριστός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, αἱ διὰ τῶν ἐπανισταμένων τῷ λόγῳ τῆς ἀληθείας ἐπεγειρόμεναι θλίψεις τῇ ἐκκλησίᾳ, Χριστοῦ θλίψεις καὶ μάλα εἰκότως ὀνομάζονται, ὁ ταῖς θλίψεσι ταύταις ἐνευδοκιμῶν καὶ ἐναθλῶν οὐκ ἔξω σκοποῦ φήσειεν ἀνταναπληροῦν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ.
Μυστήριον μέν ἐστιν ἡ οἰκονομία καὶ ἡ ἐνανθρώπησις τοῦ Χριστοῦ, δόξα δὲ τοῦ μυστηρίου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν, πλοῦτος δὲ ὁ πολὺς ἔλεος ὁ ἐκ τῆς ἀφέσεως τοῦ βαπτίσματος, καὶ δωρεῖται τοῖς βαπτιζομένοις τὴν ἀναγέννησιν. τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου; μὴ πτωχοί, φησί, γένησθε προστασίαις ἀγγέλων ὑποτρέχοντες.
And through such a one he teaches them that it is not angels who will reconcile them to God, but the Son; for he says: he reconciled us in the body of his flesh.
The gospel did not reach only as far as you, but also to the whole inhabited world; but no one anywhere has been moved, but all remain steadfast. Therefore, even now, secure yourselves.
If, he says, there is any deficiency with respect to suffering, yet I fill up the remaining afflictions for the sake of Christ, rejoicing while suffering for you. And why for you? Because he suffered for the sake of preaching to them.
For if Christ is the head of the body, the church, then the afflictions stirred up against the church by those who rise up against the word of truth are called afflictions of Christ, and quite reasonably; one who is well-pleased with and contends in these afflictions would not be off the mark in saying that he fills up the deficiencies of Christ's afflictions.
The economy and the incarnation of Christ is a mystery, but the glory of the mystery is the resurrection from the dead, and the wealth is the great mercy from the remission of baptism, and it bestows regeneration upon those being baptized. What is the wealth of the glory of this mystery? Do not become poor, he says, by running under the protections of angels.
Πλοῦτος ἡμῖν, φησί, Χριστὸς ἐδόθη. μὴ γενώμεθα πτωχοὶ εἰς ἀγγέλων προστασίας τραπέντες.
Εἰ ἐν τῷ Χριστῷ εἰσιν ἀπόκρυφοι τῆς γνώσεως θησαυροί, δῆλον ὡς οὐ δι’ ἀγγέλων μετασχεῖν αὐτῶν, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ.
Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ’ ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐστίν· δηλοῖ γὰρ ἡμῖν πᾶσι τὸ ἐρριζῶσθαι τὸ ἀσάλευτον τῆς πίστεως, τὸ δὲ ἐν Χριστῷ περιπατεῖν τὸ ἐναργῶς τῇ αὐτῇ πολιτείᾳ κατ’ ἴχνος βαδίζειν Χριστοῦ.
Τὴν ἐκκλησίαν λέγει ἅτε δὴ πεπληρωμένην τῆς θεότητος τοῦ πατρός. ὁ δὲ νοῦς ἐστι τοιοῦτος· ἡ ἐκκλησία πλήρης ἐστίν, ἐν τῷ Χριστῷ δὲ κατοικεῖ σωματικῶς, τοῦτ’ ἔστιν ὡς σῶμα ἡνωμένον κεφαλῇ, καὶ πανταχοῦ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει. καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ἀντὶ τοῦ δι’ αὐτοῦ πεπληρωμένοι. πεπληρωμένοι δὲ τίνος; δηλονότι τοῦ ἁγίου πνεύματος. ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. οὐ μόνον, φησί, τῆς ἐκκλησίας ἐστὶ κεφαλή – τοῦτο γὰρ τῆς οἰκονομίας ἴδιον – ἀλλὰ καὶ πάσης ἀοράτου δυνάμεως, ἐπεὶ καὶ δημιουργὸς αὐτῆς ἐστιν.
Wealth, he says, was given to us: Christ. Let us not become poor by turning to the protection of angels.
If the hidden treasures of knowledge are in Christ, it is clear that we are not to partake of them through angels, but through Christ himself.
Even if walking seems contrary to being rooted, in the present context it is not contrary; for being rooted signifies to us all the steadfastness of faith, while walking in Christ means walking clearly in the same manner of life, following in the footsteps of Christ.
He calls the church that which is filled with the divinity of the Father. And the sense is this: the church is full, and it dwells in Christ bodily, that is, as a body united to its head, and he everywhere calls Christ the head of the church. And you are filled in him, meaning filled through him. And filled with what? Clearly with the Holy Spirit. He is the head of every beginning and authority. Not only, he says, is he the head of the church—for that is proper to the economy—but also of every invisible power, since he is also its creator.
Τὴν ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησιν· τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. τὸ δὲ σωματικῶς ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα. πῶς οὖν οὐκ ἐπήγαγεν· ἥτις ἐστὶν ἡ ἐκκλησία;
Τοῦτ’ ἔστι περιτεμὼν ἡμᾶς ἐκ τῆς ἁμαρτίας τῆς σαρκὸς διὰ τοῦ βαπτίσματος ἐζωοποίησεν ἑαυτῷ. ὥστε τὸ ἐν Χριστῷ βάπτισμα περιτομὴ πνευματική· περικόπτει γὰρ τῶν πιστευόντων τὰς ἁμαρτίας.
Διὰ γὰρ τοῦ βαπτίσματος ἡ περιαίρεσις καὶ ἡ περιτομὴ τῶν ἁμαρτιῶν. συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε. οἱ βαπτιζόμενοι ἐν τῷ αἵματι τοῦ Χριστοῦ κοινωνεῖν αὐτῷ τοῦ θανάτου ὁμολογοῦσι διὰ τοῦ βαπτίσματος· κοινωνήσαντες δὲ αὐτῷ τοῦ θανάτου, ἀκολούθως καὶ τῆς ἀναστάσεως ἀπολαύσουσιν. ἔστι δὲ διπλοῦς ὁ τῆς ἀναστάσεως λόγος· ὁ μὲν γὰρ εἷς πνευματικός, ὁ δὲ ἕτερος σωματικός. ἀναστήσεται μὲν γὰρ πᾶσα σὰρξ ἀνθρώπων διὰ τὴν Χριστοῦ ἐκ νεκρῶν ἀνάστασιν, ἀλλ’ ὅσοι μὲν οὐκ ἐβαπτίσθησαν ἐν Χριστῷ, ἀλλ’ ἐναπέθανον αὐτῶν τῇ ἀπιστίᾳ, οὗτοι τῆς μὲν κοινῆς ἀναστάσεως μεθέξουσιν, τῆς δὲ ἀπολυτρώσεως καὶ τῆς ἐπαγγελίας οὐκ ἀπολαύσουσιν. ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι καὶ πρὸ τῆς κοινῆς ἀναστάσεως ἑτέρας ἀναστάσεως δωρεὰν ἐκέρδαναν· ἤδη γὰρ ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἐξανέστησαν. διὸ καὶ εἶπεν· ἐν ᾧ καὶ συνηγέρθητε, οὐκ ἐν ᾧ συνεγερθήσεσθε. οἱ οὖν ἐγερθέντες ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν πῶς ἔτι πολιτεύσονται ὡς πάλιν ἀποθανούμενοι; οὐκοῦν μάτην ἀνέστησαν; εἰ δὲ ὡς ἀεὶ ζήσοντες, οὐκ ἄρα κατὰ σάρκα διαζῶσι ταῖς ἐπιθυμίαις τῆς σαρκὸς δουλεύοντες, ἀλλὰ κατὰ πνεῦμα πολιτεύσονται.
He says that the church is filled by his divinity, just as he says elsewhere: "the one who fills all things in all." And here "bodily" is as the body in the head. Why then did he not add: "which is the church"?
This means: having circumcised us from the sin of the flesh through baptism, he brought us to life for himself. So that baptism in Christ is a spiritual circumcision; for it cuts off the sins of believers.
For through baptism there is the removal and circumcision of sins. Having been buried with him in baptism, in which you were also raised together. Those who are baptized in the blood of Christ confess through baptism that they share in his death; and having shared in his death, they will accordingly also enjoy the resurrection. There is a twofold account of the resurrection: one is spiritual, the other bodily. For every human flesh will rise because of Christ's resurrection from the dead, but those who were not baptized in Christ, but died in their unbelief, will partake of the common resurrection, but will not enjoy the redemption and the promise. But those who were baptized into Christ have already gained the gift of another resurrection even before the common resurrection; for they have already risen from the death of sins. Therefore he said: "in which you were also raised together," not "in which you will be raised together." So those who have risen from the death of sins, how will they still live as if they are going to die again? Did they rise in vain? But if they are to live forever, they will not live according to the flesh, enslaved to the desires of the flesh, but they will live according to the spirit.
σῶμα ἁμαρτίας καλεῖ τὰς πράξεις τὰς ἀτόπους· αὗται γὰρ διὰ σώματος τελοῦνται. περιτομὴ οὖν Χριστοῦ τὸ βάπτισμα· περιαιρεῖ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας τὴν ἀκροβυστίαν. ὡς περιττὸν δὲ ἀκροβυστία Ἰουδαίῳ, οὕτως ἁμαρτία ψυχῇ καὶ σώματι. διόλου δὲ τῇ τροπῇ παρέμεινεν. ἀκροβυστίαν δὲ σαρκὸς τὴν ἁμαρτίαν λέγει.
Ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἑστὼς ἐβόα, καὶ συγκατετίθετο τοῖς λεγομένοις καταδεχόμενος αὐτά, καὶ ἡ συγκατάθεσις ὥσπερ χειρόγραφον γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον, τὴν συγκατάθεσιν τὴν πρὸς τὸν νόμον, ἐξήλειψε τοῖς ἑαυτοῦ δόγμασιν ὁ Χριστός· ἐδογμάτισε γὰρ κατὰ τῶν ἐπιτηρήσεων τοῦ νόμου, ὡς ἐπὶ τῶν βρωμάτων ὅτι οὐ τὰ εἰσερχόμενα ἀλλὰ τὰ ἐξερχόμενα κοινοῖ τὸν ἄνθρωπον, καὶ ἐπὶ τῆς τηρήσεως τοῦ σαββάτου, ὅτι ἐν τῷ σαββάτῳ ἐθεράπευσεν· καὶ ἕτερα τοιαῦτα πολλά τις ἐπιτηρήσας εὑρήσει. προηγουμένως οὖν τοῦ νόμου τὰς τιμωρίας τὰς κατὰ τῶν ἁμαρτωλῶν τοῖς δόγμασι τῆς ἁμαρτίας κατήργησεν, δοὺς ἄφεσιν ἁμαρτιῶν καὶ μετάνοιαν εἰς σωτηρίαν. ἐπειδὴ δὲ ἐν ταῖς κατάραις ὁ λαὸς ἔλεγε τὸ ἀμήν, ὥσπερ ὑπόγραφον χειρόγραφον ἐβλήθη.
He calls the body of sin the improper actions; for these are accomplished through the body. Therefore, circumcision of Christ is baptism; for it removes the foreskin of the body of sin. Just as the foreskin is superfluous to a Jew, so sin is to soul and body. He has remained throughout in the trope. He calls the foreskin of the flesh sin.
When the law that curses transgressors was given, the whole people of Israel stood and shouted, and consented to what was said, accepting them, and the consent became like a written agreement. Therefore, this written agreement, the consent to the law, Christ erased with his own teachings; for he taught against the observances of the law, as concerning foods, that it is not what enters but what exits that defiles a person, and concerning the observance of the Sabbath, that he healed on the Sabbath; and one who observes will find many other such things. Primarily, then, he abolished the punishments of the law against sinners by the teachings of sin, granting remission of sins and repentance for salvation. Since in the curses the people said the amen, it was cast like a signed written agreement.
Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ σταυρῷ. ἐπειδὴ διὰ τῆς ἀπεκδύσεως καὶ τῆς ἀποθέσεως τῆς σαρκὸς τὰς ἐναντίας δυνάμεις καθεῖλεν, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. μέχρι γὰρ τοῦ σταυροῦ καὶ αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρασεν αὐτὸν ὁ σατανᾶς, βουλόμενος μαθεῖν εἰ αὐτός ἐστιν ὁ ὑπὸ τῶν προφητῶν κηρυττόμενος, ἵνα εἰ μάθῃ ὅτι αὐτός ἐστιν, ἐμποδίσῃ τὴν οἰκονομίαν. ἀλλ’ οὐδὲν ἤνυεν ὁ πονηρός, οὐδὲ γὰρ ἠδυνήθη μαθεῖν· τέως οὖν ἐλάνθανεν ὁ Χριστός. ἐπειδὴ δὲ προσηλώθη καὶ ἀπέθανε καὶ ἐτάφη καὶ ἀνέστη καὶ πάντα τὰ τῆς οἰκονομίας ἐπλήρωσεν, ἀπεξεδύσατο μὲν τὸ λανθάνειν, γυμνῇ δὲ τῇ κεφαλῇ ὁρᾶν τὴν θεότητα μετὰ τοῦ σώματος οὖσαν ἐδείκνυεν. πρῶτον μὲν οὖν ἦν ἔργον θεοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις, εἶτα ἡ εἰς οὐρανοὺς ἄνοδος, ἔπειτα ἡ διὰ τῶν ὑπηρετῶν καὶ τῶν ἄλλων ἁγίων ἐν τῷ ὀνόματι αὐτοῦ ἐνέργεια. ἀπεκδυσάμενος οὖν τὸ λανθάνειν ἐν παρρησίᾳ τὰς ἐναντίας ἐδειγμάτισεν ἐξουσίας. καὶ τίς τούτων ὁ δειγματισμός; ὅτι ἀσθενέστεροι τῶν ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ’ αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλοι δὲ τὸ ἀπεκδυσάμενος ἀντὶ τοῦ ἐκδύσας ἐξέλαβον.
Having stripped off the principalities and powers, he exposed them openly, triumphing on the cross. Since through the stripping off and laying aside of the flesh he overthrew the opposing forces, having stripped off the principalities and powers he exposed them openly, triumphing over them on it. For until the cross and his very death, our Lord was hidden, that he was both God and Son of God, and while he struck them with his miracles, he was concealed by his body; for this reason Satan also tempted him, wishing to learn whether he was the one proclaimed by the prophets, so that if he learned that he was that one, he might hinder the economy. But the evil one accomplished nothing, for he was not able to learn; thus for a time Christ was hidden. But when he was nailed and died and was buried and rose and fulfilled all the things of the economy, he stripped off being hidden, and with bare head he showed the divinity as being with the body. First then was the work of God, the resurrection from the dead, then the ascent into the heavens, then the activity through the servants and the other saints in his name. Having therefore stripped off being hidden, he openly exposed the opposing authorities. And what is this exposure? That they have become weaker than humans, that they are trampled, that they are mocked by them in the name of the Lord. Others, however, understood "having stripped off" as "having taken off.
Τὸ καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρόγραφον ἡ συγκατάθεσις γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον ἐξήλειψε τοῖς δόγμασιν. ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν.
Ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύσατο, τὴν παρακοὴν λύων καὶ τὴν ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν. ταύτας δὲ ἀπολλὺς καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν, ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἀπεκδυσάμενος, καὶ διὰ ταύτης τῆς ἐκδύσεως θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις. ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο, καὶ ἐκείνας ἐθριάμβευσεν δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν.
Μὴ οὖν τις ὑμᾶς κρινέτω. διδάσκει ὅτι ὁ νόμος κατήργηται, ἐξαλείψαντος τὸ καθ’ ἡμῶν χειρόγραφον τοῦ Χριστοῦ. διδάσκει δὲ ὅτι καὶ ὁ πονηρὸς καταπέπτωκεν ἀπεκδυσαμένου τοῦ κυρίου καὶ παραδειγματίσαντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. παραγγέλλει λοιπὸν μηκέτι τούτοις ὑπακούειν τοῖς καταργηθεῖσι διὰ τῆς τοῦ Χριστοῦ ἐνεργείας· ὥστε μήτε Ἰουδαίοις, φησίν, ἀναπείθουσιν ὑμᾶς φυλάττειν τὰ ἐν τῷ νόμῳ ὑπάγεσθε. σκιὰ γὰρ ἦν ἐκεῖνα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. ἡ δὲ σκιὰ προτρέχει μὲν τοῦ σώματος, ὑπόστασιν δὲ δι’ ἑαυτῆς οὐκ ἔχει. διό φησιν· νόμῳ μὴ ὑπακούετε. ἀλλὰ μὴν μηδὲ Ἕλλησι μετάγουσιν ὑμᾶς εἰς τὸ προσκυνεῖν ἀγγέλοις ἢ τοῖς στοιχείοις τοῦ κόσμου τούτου·
How did he erase the bond against us? When the law that curses transgressors was given, the whole people of Israel cried out in acceptance and agreement; thus the consent became a bond. This bond, then, he erased with his decrees. What decrees? Those that release from the polity according to the law and provide the polity in grace.
Since he lived for our sake, dissolving disobedience and annihilating sin, he was offered up and bore our sins. Destroying these, he overthrew the diabolical power—that is, having stripped off the principalities and powers, he exposed them openly, and through this stripping off he triumphed over and held up to scorn the opposing forces. In himself, then, he stripped them off, and he triumphed over them through what he suffered and accomplished.
Let no one, then, judge you. He teaches that the law has been abrogated, Christ having erased the bond against us. He also teaches that the evil one has fallen, the Lord having stripped off and held up to scorn the principalities and powers. He therefore commands that you no longer obey these things that have been abrogated through Christ's activity; so that, he says, you are not to be led by Jews persuading you to keep the things in the law. For those things were a shadow of the body of Christ, which is the church. The shadow runs ahead of the body, but has no subsistence in itself. Hence he says: Do not obey the law. But neither are you to be led by Greeks who draw you into worshipping angels or the elements of this world.
ἐμβατεύουσι γὰρ ἃ μὴ ἑωράκασιν ἀπ’ ἰδίου νοὸς καὶ ἀπ’ ἰδίου λογισμοῦ καθαιρόμενοι. τὸ οὖν μή τις ὑμᾶς κρινέτω περὶ Ἰουδαίων εἴρηται, τὸ δὲ μή τις ὑμᾶς καταβραβευέτω περὶ Ἑλλήνων. φησὶ δέ· μηδεὶς ὑμῖν ἐπιβουλευέτω νικῶσιν ἤδη καὶ καταγωνιζομένοις τὸν πονηρόν.
Ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. ὅτε ἐγένετο ταῦτα, φησί, σκιὰ ἦν τῶν μελλόντων· ἡ δὲ σκιὰ προτρέχει τοῦ σώματος. ἐπειδὴ τοίνυν ἡ σκιὰ τὰ νόμιμα, τί τὸ σῶμα; οὐ σκιὰ τὰ Χριστοῦ. ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκιά.
Ποία ταπεινοφροσύνη; ἐν τῷ λέγειν ὅτι ἡμεῖς μὲν ταπεινοί ἐσμεν, ὁ δὲ θεὸς μέγας καὶ ὑπερβαίνων τὸ ὑφ’ ἡμῶν θεραπεύεσθαι. ἐπεὶ οὖν μέχρις αὐτοῦ οὐ φθάνομεν, διὰ τῶν ἀγγέλων αὐτοῦ ἐξιλεούμεθα αὐτὸν καὶ προσαγόμεθα αὐτῷ. καὶ ἀνωτέρω δὲ ἔλεγεν· ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ νῦν φησιν· διὰ τί ἐπὶ τὰ στοιχεῖα καὶ ἀγγέλους ἔρχεσθε, καταλελοιπότες τούτων τὴν κεφαλήν, ὅπερ ἐστὶν ὁ Χριστός;
Ἐπειδὴ ἔλεγον ὅτι ὁ θεὸς μέγας ἐστίν, ἀκατάληπτός ἐστιν, ἀόρατός ἐστιν, καὶ οὐ φθάνομεν ἐκεῖ. διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸν μέγαν, διὰ τῶν ἀγγέλων προσαγόμεθα. καὶ ταύτην ταπεινοφροσύνην φησίν.
For they intrude into things they have not seen, purifying themselves by their own mind and their own reasoning. Therefore, "let no one judge you" is said concerning the Jews, while "let no one decide against you" is said concerning the Greeks. And he says: let no one plot against you, who are already victorious and overcoming the evil one.
It is a shadow of things to come, but the body is of Christ. When these things happened, he says, it was a shadow of things to come; and the shadow runs ahead of the body. Since, then, the shadow is the legal ordinances, what is the body? Not a shadow, the things of Christ. Therefore, when the body has come, the shadow is superfluous.
What humility? In saying that we are humble, but God is great and beyond being served by us. Since, then, we do not reach him, we propitiate him and approach him through his angels. And earlier he said: who is the head of every beginning and authority, and now he says: why do you come to the elements and angels, having left behind the head of these, which is Christ?
Since they said that God is great, he is incomprehensible, he is invisible, and we do not reach there. Therefore, because we do not contain the great one, we approach through the angels. And this he calls humility.
Ἐντεῦθεν ἔδειξε τὸν σκοπὸν ὃν λέγομεν, ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησί, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος. τί οὖν ἀφεὶς τὴν κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης
δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους, εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην, καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθείς, εὑρήσεις ἓν σῶμα τοῦ παντός. καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτω τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς. πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή, ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα, ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς.
Εἰ διὰ τοῦτο, φησίν, ἀποθνῄσκετε σὺν Χριστῷ, ὥστε μὴ τοῖς στοιχείοις τοῦ κόσμου τούτου προσκυνεῖν μήτε ἐμπολιτεύεσθαι, τί ἀνέχεσθε τῶν δογματιζόντων ὑμῖν κατὰ τὴν τοῦ κόσμου τούτου πολιτείαν ὡς κατ’ αὐτὴν ζῶντες; τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· μὴ γεύσῃ, μὴ θίγῃς, μὴ ἅψῃ· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ καταχρήσει; ταῦτα ὡς δόγματα Ἑλληνικὰ ἐκτίθεται· παραγγέλλουσι γὰρ οὗτοι ἐν τῇ ἰδίᾳ πλάνῃ μηδὲ ἅπτεσθαι μηδὲ γεύεσθαι παντὸς ἐμψύχου. πάντα γὰρ ταῦτα ἐδόθη τοῖς ἀνθρώποις εἰς φθοράν, οἷον ἐπὶ τῷ φθείρειν αὐτὰ καὶ καταναλίσκειν ἐν τῇ ἀποχρήσει καὶ τῇ βίᾳ τοῦ βίου. μὴ οὖν ἅψῃ τῶν δοθέντων παρὰ τοῦ θεοῦ κατὰ τὰ αὐτῶν ἐντάλματα καὶ τὰς διδασκαλίας αὐτῶν.
From this point he revealed the purpose we speak of, that because some were urging that people be brought in through angels, for this reason he was moved. "One must," he says, "hold to the head; for the head of the whole is the God Logos. Why then, leaving the head, do you grasp the body? For even if the power of the angels has a principle of harmony joining two or more members, still the benefit comes from the head to all—to angels as angels, to archangels as archangels, to visible things as visible. Set for me the heaven as the head for the cosmos, the sun and moon as eyes, and thus arranging each part of the cosmos in the order of members, you will find one body of the whole. And just as soul is in body and body of soul, so the invisible powers are in the visible. But more sovereign than all these is the head, from which the benefit comes to the whole body, being supplied, of course, from the head."
"If for this reason," he says, "you die with Christ, so as neither to worship the elements of this world nor to live as citizens in it, why do you tolerate those who teach you dogmas according to the polity of this world, as if you were living in accordance with it? Why do you receive dogmas as if living in the world: 'Do not taste, do not touch, do not handle'—all of which lead to corruption through misuse? He sets these forth as Hellenic dogmas; for these people in their own error command not even to touch or taste anything animate. For all these things were given to humans for corruption, that is, for consuming and using them up in the use and violence of life. Therefore, do not touch the things given by God according to their commandments and their teachings.
Ἀντὶ τοῦ ταῦτα φοβοῦ – λέγω δὴ τὸ μὴ ἅψῃ, μὴ γεύσῃ, μηδὲ θίγῃς – λόγον τινὰ ἔχειν δοκοῦντα, ἐπειδὴ ταπεινοφρονούντων ἐστὶ καὶ ἀφειδούντων σώματος τῷ ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων καὶ μὴ τιμᾶν τῇ πλησμονῇ τὴν ἰδίαν σάρκα. ἀλλ’ εἰ καὶ τὸ τῆς ἐγκρατείας καλόν, ἀλλὰ τὸ δεύτερον ἀσεβές· οὐ γὰρ μόνον ὡς κρείττους γαστρὸς ἀπέχονται, ἀλλὰ καὶ ὡς οὐκ ὀφείλοντες ἀδικεῖν τὰ ἔμψυχα, ἃ ἐδόθη εἰς φθορὰν τῇ τοῦ βίου ἀποχρήσει, καὶ μᾶλλον τοῦ θεοῦ ἐλεήμονες παρὰ τὰ ἄλογα εἶναι βούλονται.
Ἡ ζωὴ ἡμῶν κέκρυπται, ἀντὶ τοῦ ἡ μακαριότης τῆς αἰωνίου ζωῆς ἥτις πᾶσι φανερωθήσεται, ὅταν καὶ ἡ δόξα τοῦ Χριστοῦ φανερωθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.
Ὥσπερ πολλάκις σάρκα καλεῖ τὴν ἁμαρτίαν, οὕτω καὶ μέλη τῆς σαρκὸς νῦν καταριθμῶν πορνείαν λέγει καὶ ἀκαθαρσίαν καὶ τὰ ἑξῆς· ταῦτα γὰρ μέλη τῆς ἁμαρτίας.
Παλαιὸν μὲν ἄνθρωπον λέγει τὸ φρόνημα τῆς ἁμαρτίας, μέλη δὲ τὰς πονηρὰς πράξεις· νέον δὲ ἄνθρωπον τὸ φρόνημα τὸ πνευματικόν, καὶ μέλη αὐτοῦ τὰς ἀγαθὰς πράξεις.
Instead of 'fear these things'—I mean, do not touch, do not taste, nor even handle—they have a certain argument that seems plausible, since it belongs to those who are humble-minded and neglectful of the body to practice abstinence from foods and not to honor their own flesh with satiety. But even if the virtue of continence is good, the second point is impious; for they not only abstain as being superior to the belly, but also as though they ought not to wrong living creatures, which were given for consumption in the use of life, and they wish to be more merciful than God toward irrational beings.
'Our life is hidden'—that is, the blessedness of eternal life, which will be revealed to all when the glory of Christ is revealed at his second coming.
Just as he often calls sin 'flesh,' so now, enumerating the members of the flesh, he speaks of fornication, impurity, and so forth; for these are members of sin.
By 'old man' he means the mindset of sin, and by 'members' the evil deeds; by 'new man' he means the spiritual mindset, and by its members the good deeds.
Σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ. καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ· ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστι τὸ φρόνημα τὸ τῆς ἁμαρτίας, μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπερ ἐστὶ παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος τοῦτ’ ἔστι τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ αἱ ἀγαθαὶ πράξεις, ὡς καὶ ἀριθμεῖ λέγων χρηστότητα, μακροθυμίαν καὶ τὰ ἑξῆς.
Τοῦτο ὅμοιόν ἐστι τῷ ἵνα ᾖ τὰ πάντα ἐν πᾶσιν. ὃ δέ φησιν τοιοῦτόν ἐστιν· ἵνα ἐν πᾶσι τοῖς φρονοῦσι τὰ τοῦ θεοῦ τὰ πάντα ὁ θεὸς ἐνεργῇ. ὅταν γὰρ τὰ τοῦ Χριστοῦ φρονῇς καὶ ποιῇς, αὐτός ἐστιν ὁ ποιῶν διὰ σοῦ καὶ ἔστιν ἐν σοί.
Ὅμοιόν ἐστιν· ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν· οὐκ οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ. ἀλλ’ ὅ φησιν τοιοῦτόν ἐστιν· ὅταν τὰ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ, καὶ αὐτός ἐστιν ἐν σοὶ τῷ ποιεῖν σε ἃ ἐκείνῳ δοκεῖ.
He calls sin "flesh," whose members he also enumerates. And having counted the human being composed of these members, he commands to put off the old human together with his actions; so that the old human is the mindset of sin, and its members are the actions of the sins. And just as there is an old human, so also there is a new one—that is, the spiritual mindset; and its members are the good actions, as he also enumerates, saying kindness, patience, and so forth.
This is similar to the phrase "that all things may be in all." And what he says is this: that in all who think the things of God, God may energize all things. For when you think and do the things of Christ, it is he himself who acts through you, and he is in you.
It is similar: that God may be all things in all—not heaven in heaven, nor earth in earth. But what he says is this: when you think and do his things, it is God who acts through you, and he himself is in you, causing you to do what pleases him.
Ἀγάπης μὴ προηγουμένης οὐδὲν τῶν δεόντων τελειοῦται· τότε γὰρ καὶ τοῦ κακῶς ποιεῖν ἀλλήλους ἀπεχόμεθα καὶ τοῦ εὖ ποιεῖν φροντίζομεν, ὅταν ἀλλήλους ἀγαπῶμεν.
Μὴ οἱ πλανῶντες ὑμᾶς, φησί, καταβραβευέτωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ὑμῖν εἰς τὸ ἡνῶσθαι Χριστῷ· καὶ εὐχάριστοι γίνεσθε. τίνι; δηλονότι τῷ καλέσαντι ὑμᾶς
Χριστῷ, καὶ μὴ ἀγγέλοις ὑποτρέχητε.
Μὴ οἱ πλανῶντες καταβραβευέτωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ’ ἔστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν. εἶτα πάλιν προτροπή.
Τῶν δούλων ὑμῖν, φησί, μετ’ εὐνοίας ὑπηρετούντων, καὶ ὑμεῖς οἱ δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.
Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπὸ τῶν ἔτι Ἑλλήνων ὄντων, ἐφ’ οἷς αὐτοὺς παραμυθεῖται. μέμνηται δὲ καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως παραμυθούμενος αὐτοὺς ἐν ταῖς τῶν οἰκείων ἀποβολαῖς. ἡ δὲ προτεταγμένη τοῦ προοιμίου εὐχαριστία τῷ θεῷ μαρτυρία ἐστὶ τῆς τῶν Θεσσαλονικέων εὐλαβείας.
If love does not come first, none of the necessary things is perfected. For then we both refrain from doing evil to one another and take care to do good, when we love one another.
Let not those who lead you astray, he says, give the verdict, but let the peace of Christ give the verdict among you, so that you may be united with Christ; and become grateful. To whom? Clearly to Christ who called you, and do not run under angels.
Let not those who lead you astray give the verdict, but let the peace of Christ give the verdict in your hearts, that is, to be united with Christ and to think his thoughts. Then again an exhortation.
Of the slaves serving you with goodwill, he says, you masters also, according to what is just and equal, require them with the appropriate care. Equality, then, according to goodwill.
The Christians in Thessalonica who believed from among the Gentiles endured many persecutions from those who were still Greeks, on account of which he consoles them. He also mentions the resurrection of the dead, consoling them in the losses of their own people. The thanksgiving to God placed at the beginning of the preface is a testimony to the piety of the Thessalonians.
Ἡ μὲν πίστις ἐγείρει πρὸς ἔργον τοῦ ἀγαθοῦ, ἡ δὲ ἀγάπη παραμένειν ποιεῖ τοῖς πόνοις, ἡ δὲ ἐλπὶς ὑπομένειν ποιεῖ μετὰ μακροθυμίας τοὺς ἀγωνιζομένους.
Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις.
Εἰδότες, φησίν, ἀδελφοὶ ἠγαπημένοι, ὅτι τὸ εὐαγγέλιον οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει. οὐ μόνον, φησίν, ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ δυνάμεις καὶ θαυματουργίας ὑμῖν ἐπεδείξαμεν.
Ἀντὶ τοῦ διαδίδοται καὶ διαβεβόηται.
Οὐκ ἀφείλετο ἡμῶν, φησί, τὰ ἐν Φιλίπποις κακὰ τὴν εἰς Χριστὸν παρρησίαν, ἀλλ’ ἐλθόντες πρὸς ὑμᾶς ἀδεῶς ἐκηρύξαμεν τὸν λόγον.
Τὸ εὐαγγέλιον δι’ οὗ παρακαλοῦμεν τοὺς θλιβομένους, τοῦτ’ ἔστιν ἡ ἀνάστασις καὶ ἡ ἐν αὐτῇ μισθαποδοσία οὐ κατὰ πλάνην ἀλλὰ κατ’ ἀλήθειαν κηρύττεται.
Ἀντὶ τοῦ ἐπιβαρεῖς καὶ ἐπαχθεῖς διὰ τὸ ἀπαιτεῖν τιμὰς ἃς δεῖ τιμᾶσθαι ἀποστόλους Χριστοῦ.
Οὐκ εἶπεν τὸ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως σαίνεσθαι εἰπὼν τὸ μηδένα ξενίζεσθαι.
Faith rouses to the work of the good, while love makes one persevere in labors, and hope makes those who struggle endure with patience.
And faith rouses to toils, while love makes one persist in labors.
Knowing, he says, beloved brothers, that the gospel was not given to you in word alone, but also in power. Not only, he says, did we proclaim the word to you, but we also displayed powers and miracles to you.
Instead of "is spread and celebrated."
The evils in Philippi, he says, did not deprive us of our boldness toward Christ, but having come to you, we fearlessly proclaimed the word.
The gospel through which we comfort those who are afflicted—this is the resurrection and the reward in it, which is proclaimed not according to error but according to truth.
Instead of "burdensome and oppressive because they demand honors with which apostles of Christ ought to be honored."
He did not say "that no one should falter," lest he seem to accuse, but he used a word that cannot be reproachful of weakness, saying "that no one should be astonished.
Οὐκ αὐτὸς ἔμελλε περιλιμπάνεσθαι, φησίν, ἀλλὰ τὸ ἡμεῖς ἢ ἀντὶ τοῦ τοσοῦτον ὀλίγοι καὶ
εὐαρίθμητοι περιλειφθήσονται, οὐ φθάσουσι τοὺς κεκοιμημένους ἁγίους εἰς τὴν ἀπάντησιν τοῦ Χριστοῦ· εἰ γὰρ καὶ πάντες ἐγείρονται, ἀλλ’ οὐ πάντες ἀπαντήσουσι τῷ Χριστῷ ἀλλ’ οἱ δίκαιοι. δῆλον οὖν ὅτι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ ζῶντές τινες καταλαμβάνονται. ἢ καὶ τοιοῦτόν ἐστιν ὅ φησιν· εἰ συνέβαινε νῦν τὸν Χριστὸν ἐλθεῖν, ἡμεῖς οἱ περιλιμπανόμενοι σήμερον οὐ μὴ φθάσωμεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ τοὺς κοιμηθέντας. στικτέον δὲ μετὰ τὸ οἱ περιλειπόμενοι εἰς τὴν ἡμέραν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἐν φωνῇ ἀρχαγγέλου. τὸ αὐτὸ λέγει καὶ ὁ κύριος· μέσης δὲ νυκτὸς φωνὴ ἐγένετο· ἰδοὺ ὁ νυμφίος ἔρχεται. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. τοῦτο πάλιν αὐτὸς ὁ κύριος λέγει ἐν τοῖς Εὐαγγελίοις, ὅθεν καὶ ὁ κύριος καὶ ὁ ἀπόστολος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία τοῦ κυρίου. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι.
He was not himself going to be left behind, he says, but rather that we, or instead of that, so few and easily counted will be left behind, they will not overtake the sleeping saints at the meeting of Christ; for even if all are raised, not all will meet Christ, but only the righteous. It is clear, then, that at the coming of Christ some who are living are overtaken. Or this is also what he means: if it happened that Christ came now, we who are left behind today would not overtake those who have fallen asleep at the coming of Christ. A stop should be placed after "those who are left behind for the day of the Lord will not overtake those who have fallen asleep." In the voice of an archangel. The Lord says the same thing: at midnight a voice came: "Behold, the bridegroom comes." And the dead in Christ will rise first. This again the Lord himself says in the Gospels, whence both the Lord and the apostle hint that the coming of the Lord will be at night. Then we the living who are left behind, instead of "the righteous around us.
Ζῶντας ἔτι τινὰς βούλεται καταλαμβάνεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι
ἐκ τοῦ ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ κυρίου. καὶ τοιοῦτόν ἐστιν ὅ φησιν ὁ σωτήρ· ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξάπινα ἦλθεν ὁ κατακλυσμὸς καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. οὐκοῦν, φησίν, ζῶντες καταλαμβάνονταί τινες.
Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· μέσης δὲ οὔσης νυκτός, φησί, φωνὴ ἐγένετο· ὁ νυμφίος ἔρχεται. ὅτι δὲ ζῶντες καταλαμβάνονται, οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων· δύο ἔσονται ἐν κλίνῃ· ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται. καὶ δύο ἔσονται ἀλήθουσαι· ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφεθήσεται. καὶ ὁ κύριός τε καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία.
Ἡμέραν κυρίου τὴν παρουσίαν αὐτοῦ λέγει. κλέπτῃ δὲ παρείκασεν αὐτήν, ὅτι λανθάνουσα καὶ παρὰ προσδοκίαν ἔρχεται. ἐν νυκτὶ δέ, ὅτι ἡ ἡμέρα ἐπιστᾶσα τὰ ἐν νυκτὶ φαῦλα ἀπελέγχει.
He wishes that some are still living when they are overtaken at the coming of Christ, and that this is made clear from the phrase "we who are left behind at the coming of the Lord." And this is the sort of thing the Savior says: for just as in the days of Noah there were those marrying and giving in marriage, and suddenly the flood came and took everyone, so will be the coming of the Son of Man. Therefore, he says, some are overtaken while living.
At a command and at the voice of an archangel, even the dead in Christ will rise. The Lord himself says this in the Gospel: in the middle of the night, it says, a voice was heard: the bridegroom is coming. That the living are overtaken, who are also taken up together with those who have fallen asleep, the Lord makes clear in the Gospel, saying: two will be in a bed; one will be taken, and one will be left. And two will be grinding grain; one will be taken, and one will be left. And both the Lord and Paul hint that the coming will be at night.
He calls the day of the Lord his coming. He likened it to a thief, because it comes unnoticed and unexpectedly. And at night, because the day, when it arrives, exposes the evils of the night.
Ἀλλ’ ἡ νύμφη καὶ τῷ τῶν ἀρετῶν κόσμῳ κοσμουμένη ψυχὴ τὸν τῆς ἡμέρας ὕπνον καθεύδουσα τὸν ἄμοιρον νυκτὸς τὸν τῇ ἐγρηγόρσει συνεζευγμένον, καὶ μάλα εἰκότως ἔλεγεν· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. ταύτῃ τοι καὶ οὐ διέλαθεν αὐτὴν οὕτω καθεύδουσαν ἡ φωνὴ τοῦ νυμφίου· καὶ γὰρ τὴν θύραν κρούοντος ἤσθετο καὶ εἶπεν· φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν.
Ὅτι οὐκ ἐν τοῖς κατακρινομένοις, ἀλλ’ ἐν τοῖς σωζομένοις.
Διὰ τοῦτό φησιν· ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστός, ἵνα εἴτε γρηγορῶμεν, τοῦτ’ ἔστι ζῶμεν, εἴτε καθεύδωμεν, τοῦτ’ ἔστιν εἴτε ἀποθάνωμεν – ἄλλως γὰρ ὧδε τὸ καθεύδειν καὶ οὐχ ὡς ἄνω ἐξέλαβεν – ἅμα σὺν αὐτῷ ζήσωμεν. οἱ γὰρ τὰ εἰρημένα ὅπλα κτησάμενοι συζήσουσι καὶ συμβασιλεύσουσι Χριστῷ.
Τότε σβέννυται τὸ πνεῦμα, ὅταν ἡ πολιτεία ἀναξία ᾖ τῆς πίστεως. Προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζετε. μήτε, φησίν, ἐνεδρεύητε τοῦ πνεύματος τὰς ἀποκρύψεις, μήτε πᾶσαν ἀπαγγελίαν ἀδοκιμάστως παραδέχεσθε.
But the bride—the soul adorned with the ornament of virtues—sleeping the sleep of the day, which has no share of night and is joined with wakefulness, would very fittingly say: I sleep, but my heart is awake. And so the voice of the bridegroom did not escape her while she slept thus; for she perceived him knocking at the door and said: The voice of my beloved knocks at the door.
That it is not among those condemned, but among those saved.
For this reason he says: Christ died for us, so that whether we are awake, that is, living, or whether we sleep, that is, whether we have died—for here he takes "sleeping" differently and not as above—we might live together with him. For those who have acquired the aforementioned weapons will live and reign together with Christ.
Then the spirit is extinguished when the conduct is unworthy of the faith. Do not despise prophecies. Test everything. Neither, he says, lie in ambush for the hidden meanings of the spirit, nor accept every announcement without testing.
Οὐδαμοῦ ἐπ’ ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα ψυχὴ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τοῦτ’ ἔστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν ἄμεμπτα τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ τῶν χαρισμάτων εὔχεται, ἀλλ’ ἀμέμπτως, τοῦτ’ ἔστιν ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων διὰ τῆς εὐσεβείας.
Πάλιν ἐπὶ τοῖς διωγμοῖς οἷς ὑπέμενον οἱ Θεσσαλονικεῖς παραμυθεῖται αὐτούς, ἐξ αὐτοῦ τοῦ προοιμίου μνημονεύσας τῆς δικαίας καὶ μεγάλης ἀνταποδόσεως τοῦ Χριστοῦ τῆς τοὺς πονηροὺς ἀμυνομένης, τοὺς δὲ ἁγίους στεφανούσης. εἶτα ἐπειδὴ πολλὴ ζήτησις ἦν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ πότε ἐλεύσεται, καὶ περὶ τούτου διορθοῦται τὰς ὑπολήψεις, ὥστε μὴ προλαμβάνεσθαι ἢ παραφέρεσθαι ταῖς ξέναις διδασκαλίαις. ὑποτίθεται καὶ τὸν τρόπον καὶ τὴν ἀκολουθίαν τῆς παρουσίας Χριστοῦ τῆς πάλιν ἐσομένης μετὰ τὴν τοῦ ἀντιχρίστου πλάνην.
Ἡ μετὰ δικαιοσύνης ἀγάπη τὸ μὴ μόνον ἀγαπᾶν ἀλλὰ καὶ ἀνταγαπᾶσθαι.
Nowhere has he placed the three—spirit, soul, body—in relation to an unbeliever, but only in relation to those who believe, whose soul and body belong to nature, while the spirit belongs to benefaction, that is, the gift of believers. And he did not say "kept blameless," lest you think that he prays concerning the gifts, but "blamelessly," that is, with us living blamelessly and preserving through piety.
Again, in the persecutions which the Thessalonians endured, he consoles them, having recalled from the very preface the just and great retribution of Christ, which punishes the wicked and crowns the saints. Then, since there was much inquiry concerning the second coming of Christ—when it will occur—and concerning this he corrects their suppositions, so that they might not be anticipated or carried away by strange teachings. He also sets forth the manner and the sequence of the coming of Christ, which will again take place after the deception of the Antichrist.
Love with righteousness is not only to love but also to be loved in return.
Οὐκ ἀμφιβολίας ἐστὶ τὸ εἴπερ δίκαιον, ἀλλ’ ἐπιτάσεως καὶ ὁμολογίας· καὶ γὰρ ἐν ἤθει εἴρηται, ὡς πολλάκις φαμέν, ἡμέρας οὔσης· εἴπερ ἡμέρα ἔστιν. Διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν θεόν, ἀντὶ τοῦ ἐπάγοντος τιμωρίαν τοῖς ἀσεβοῦσιν. Μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρός. τὸ φοβερὸν τῆς ἐνδόξου παρουσίας παρίστησι καὶ διὰ τούτων, καὶ δι’ ὧν ἐπάγει τοὺς ἠδικημένους παραθαρρύνων· μεγάλη γὰρ παραμυθία οὐ μόνον ὁ μισθὸς ὁ ὑπὲρ τῶν παθῶν ἀλλὰ καὶ ἡ κατὰ τῶν ἠδικηκότων αὐτοὺς γενομένη τιμωρία.
Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡ γὰρ ἐνταῦθα πίστις προευτρεπίζει τὸν μισθὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ποίᾳ; ἐν ᾗ ἥξει ὁ Χριστός.
Παραινεῖ αὐτοὺς μὴ θορυβεῖσθαι ἀκαίρως πρὸ τῆς ἐπιφανείας τοῦ κυρίου, μήτε εἰ προφῆται λέγοιεν εἶναι ἐν οἷς πνεῦμα πλάνης ἐστίν, μήτε εἰ λόγοι καὶ φῆμαι περὶ τοῦ κυρίου κατασπείροιντο, μήτε εἰ ἐπιστολήν τινες πλασάμενοι κομίζοιεν ὡς ἡμετέραν. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ
It is not a matter of ambiguity, the "if" in "if it is just," but of emphasis and affirmation; for it is spoken in a customary manner, as we often say, when it is day: "if indeed it is day." "Giving vengeance to those who do not know God" instead of "inflicting punishment on the impious." "With the angels of his power in a flame of fire." He sets forth the terror of the glorious presence both through these words and through what follows, encouraging the wronged: for great consolation is not only the reward for sufferings but also the punishment inflicted upon those who have wronged them.
That our testimony was believed on that day; for faith here prepares the reward in advance for that day. Which day? The day when Christ will come.
He exhorts them not to be disturbed untimely before the appearance of the Lord, neither if prophets should speak who are in a spirit of deception, nor if words and rumors about the Lord should be sown, nor if some should fabricate a letter and bring it as if from us. For unless the apostasy comes first and the man of sin, the son of perdition, the adversary, is revealed, and
ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. μὴ προσδοκᾶτε, φησί, τὸν σωτῆρα πρὸ τοῦ πλάνου ὃν δεῖ πρότερον ἐλθεῖν, καθὼς ἔφην. ὑπὲρ πάντα θεὸν ἢ σέβασμα ὑπεραιρόμενον, οἷον ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὥσπερ γὰρ αὐτὸς αὐτὴν συνεστήσατο, οὕτω καὶ αὐτὸς ἀνατρέψει αὐτὴν ἐλθών, καὶ πᾶσαν αἵρεσιν, ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, ἵνα καὶ κατὰ τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ’ οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανήσας. τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πεπλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρτίας, τοῦτ’ ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοικοδομήσων τὸν ναόν, καὶ στήσεται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν σέβασμα, ἀντὶ τοῦ πᾶσαν
exalting himself above every so-called god or object of worship. Do not expect, he says, the savior before the deceiver who must come first, as I said. Exalting himself above every god or object of worship, that is, above every idolatry; for just as he himself established it, so also he himself will overturn it when he comes, and every heresy which he set against the word of truth, so that on this account also people may be condemned, because the idols by which they were led astray, they themselves did not destroy, but the one who led them astray. These deceptions the devil established from the beginning, gradually alienating people from God and quietly introducing worship of himself, so that when he later comes, having led them astray and being outside the help of God, he may easily subdue them to himself. Concerning the future deception of people, the savior himself also foretold that it would be difficult for him, when he comes, to find faith on earth. The man of sin, that is, the Antichrist; for he will come to Jerusalem as if to rebuild the temple, and will stand in the holy place proclaiming himself god. The adversary exalting himself above every so-called god, that is, above every idolatry; and above every object of worship, that is, every
αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας.
Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ’ οἷς ἐπλανήθησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας κατὰ μέρος συνερτήσατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν’ ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκώς, καὶ πεπλανημένους τοὺς ἀνθρώπους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τοῦτ’ ἔστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ πάντων ἀνθρώπων.
the heresy which he set against the word of truth. Just as the underpinning of an arch, so the heresies among those called both Jews and Greeks are a preparation for the devil. And just as when an arch is tightened and takes its proper construction, the underpinning is loosened and only the arch remains solid, so the devil placed the many heresies and the paths of error as an underpinning, having constructed his own worship like an arch.
Through this he shows that the idolatry which the devil established, he himself comes and overturns. And every heresy which he set against the word of truth, he himself comes and dissolves, so that in this also men may have the judgment that the things by which they were deceived they themselves did not destroy, but the one who deceives them. For the devil assembled these errors piece by piece, alienating from God and gradually introducing his own worship, so that when he comes later, having found things prepared beforehand, and men both deceived and outside the help of God, he may easily seem to himself to accomplish what he strives for, that is, to be worshipped by all men.
ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις αἵ τε παρ’ Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χριστιανοῖς τῷ διαβόλῳ. ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψῖς στερρά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν’ ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργῇ γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώπους.
Κατὰ μίμησιν τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ.
Κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον. ἐπειδὰν οὖν, φησί, τοῦτο διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τὸ τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος ἀποκαλυφθῆναι καὶ ἐπαναστῆναι μηδενὸς κωλύοντος. ἔφη δὲ τοῦτο, ὅτι καὶ ἀρχὴν ἤδη εἴληφε τὸ μυστήριον τῆς ἀνομίας, ἐπειδὴ κατὰ τοὺς χρόνους τοὺς ἀποστολικοὺς καὶ σχίσματα καὶ αἱρέσεις γεγόνασιν, καὶ ἔκτοτε τὴν ἀπιστίαν τῶν ἀνθρώπων ὁ διάβολος διεπράττετο. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀσεβείας. καὶ γὰρ Μανιχαῖοι ἤδη εἶπον τὸν διάβολον θεὸν εἶναι τοῦ νόμου, καὶ Μαρκίων εἶπεν οὐ τὸν πατέρα εἶναι τοῦ Χριστοῦ τὸν θεὸν τοῦ νόμου καὶ τὸν πάντων μείζονα λέγουσί τινες
For just as the underpinning of an arch, so the heresies among both Greeks and Christians are for the devil. And just as when an arch is tightened and receives its proper construction, the underpinning is removed, and only the arch remains firm, so the devil has placed the many heresies and the paths of error as an underpinning, preparing beforehand his own worship as a very great arch, so that when he comes to avenge all the heresies, he may also abolish them and introduce his own worship naked to men.
In imitation of the savior, Satan comes in a complete man.
The Holy Spirit restrains and prevents the coming of the lawless one. When, he says, this is removed from the midst and departs because of the wickedness of men, then the lawless one will have room to be revealed and to rise up with no one preventing him. He said this because the mystery of lawlessness has already taken a beginning, since in apostolic times both schisms and heresies have occurred, and from then on the devil has been working the disbelief of men. For the mystery of impiety is already being activated. For the Manichaeans have already said that the devil is the god of the law, and Marcion said that the god of the law is not the father of Christ, and some say he is greater than all.
σέβειν. λέγει δὲ καὶ Χριστὸν ἑαυτὸν εἶναι ὁ Μάνης, καὶ τὸν παράκλητον ἑαυτὸν εἶναι. μόνον τὸ κατέχον ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. καὶ κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἤδη εἶπεν. καὶ νῦν τὸ κατέχον οἴδατε.
Τὸ κατέχον φησὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν.
Τοῦτο καὶ Ἡσαΐας προλαβὼν εἶπεν· μνημονεύσας γὰρ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ. τὸ δὲ πατάξειν αὐτὸν τὴν γῆν προεῖπε καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν εἰρηκώς· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ μετ’ ὀλίγα· ἰδοὺ ἀποστελῶ ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, καὶ ἐπήγαγε· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.
Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. ἡ ζωὴ ἡμῶν ἐστιν ὁ Χριστός· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, ἐξ ἀνάγκης καταργεῖ καὶ τὸν τοῦ θανάτου πρόξενον τὸν διάβολον. κατὰ μίμησιν δὲ τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ, οὗ ἐστιν ἡ παρουσία
to worship. And Mani says that he himself is Christ, and that he himself is the Paraclete. Only the thing that now restrains, until it is removed from the midst, and then the lawless one will be revealed. And the Holy Spirit restrains and prevents the coming of the lawless one, as he has already said. And now you know what restrains.
He says that what restrains is the grace of the Holy Spirit.
This also Isaiah said beforehand; for after mentioning the one from the root of Jesse, he added: and he will strike the earth with the word of his mouth, and in spirit through his lips he will destroy the impious. And that he would strike the earth he also foretold through the last of the prophets, saying: a sun of righteousness will rise for you who fear, and healing in its wings. And a little later: behold, I will send you Elijah the Tishbite, and he added: when he comes, I will strike the earth utterly.
And he will abolish by the manifestation of his coming. Our life is Christ; therefore when Christ, our life, is revealed, he necessarily abolishes also the one who procures death, the devil. And in imitation of the Savior, Satan comes in a complete man, whose coming
κατ’ ἐνέργειαν τοῦ σατανᾶ πάσῃ δυνάμει, σημείοις καὶ τὰ ἑξῆς. κατὰ μίμησιν τῆς σωματικῆς ἐπιδημίας τοῦ· Χριστοῦ, τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς, καὶ ἐνεργεῖ ἐν ἀνθρώπῳ, καθὼς καὶ ἤδη εἶπον.
Τοῦτό ἐστι τὸ καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ, ὅπερ Ἡσαΐας φησίν· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. τὸ δὲ πατάσσειν τὴν γῆν προεῖπεν καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γάρ· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης, καὶ μετ’ ὀλίγα· ἰδοὺ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, τελευταῖον ἐπήγαγεν λόγον τὸ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.
Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ζωὴν ἡμῶν εἶπε τὸν Χριστὸν ὁ ἀπόστολος, καὶ ἐπήγαγεν· ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ. ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ.
by the energy of Satan with all his power, signs and so forth. In imitation of the bodily sojourn of Christ, the economy on our behalf, Satan comes and works in a man, as I have already said.
This is what it means: "and with the spirit through the lips he will destroy the impious," which Isaiah says; for after recalling the one from the root of Jesse, he added: "and he will strike the earth with the word of his mouth, and with the spirit through the lips he will destroy the impious." And he foretold the striking of the earth also through the last of the prophets; for after saying: "a sun of righteousness will rise for you who fear me," and a little later: "behold, I send you Elijah the Tishbite," he finally added the saying: "if I do not come, I will strike the earth utterly."
And he will abolish by the manifestation of his presence. The apostle called Christ our life, and added: "when your life is revealed." So when life is revealed from heaven, it is impossible for the agent of death not to be abolished, whose presence is by the energy of Satan.
τοῦτο ὤφειλεν πεῖσαι τοὺς Ἀπολιναρίδας καὶ τοὺς Ἀριανούς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς λόγος. κατὰ γὰρ μίμησιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ.
Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ’ ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν θεοῦ μέλλει λέγειν.
Καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί – οὐ νόμοι –, ἀλλὰ τῇ προαιρέσει καταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον.
Ἀλλ’ ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦ Παύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται; καὶ ὅτι ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; καὶ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; εἷς γὰρ ἦν ἐξ ἀμφοῖν θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγον τῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν καθ’ ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν·
This ought to have persuaded the Apollinarists and the Arians that the God Logos assumed a whole man. For in imitation of the righteousness and the economy on our behalf, Satan comes and will work in a man.
He has not placed the phrase "by command" in the other epistles. Why does he place it now? Because he was about to legislate certain things and set forth ecclesiastical canons. Having anticipated, he persuades that he is about to speak by command of God.
And indeed the law has the things to be done, and grace the things to be forbidden, but he named each from the predominant element, and especially because in grace are the commandments of the Savior—not laws—but left to free choice. If these do not happen, the one who has not done them is not absolutely condemned, as for example the possession of virginity and any other such thing.
But perhaps someone will say: How do you claim that the one who died is God, when Paul has clearly said in what he wrote to Timothy: "man Jesus Christ, who gave himself as a ransom for all"? What then? Do you not hear him saying that the Lord of glory was crucified? And that Christ is from Judah according to the flesh, who is God over all, blessed unto the ages, amen? And that Jesus Christ yesterday and today, the same and unto the ages? For he was one from both divinity and humanity, the natures having their own proper perfection according to their own principle, being consubstantial with the Father according to divinity and consubstantial with us men, the same, according to humanity. For indeed we say that the man like us, consisting of soul and body and completing one hypostasis, is a mortal rational animal.
ἀλλὰ κατὰ μὲν τὸ σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν
συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται. εἷς τοίνυν ὑπάρχων Ἰησοῦς Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκωμένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον, ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν γὰρ παραδεδόσθαι λέγεται Χριστὸς ὑπὸ τοῦ πατρός, πῆ δὲ αὐτὸς ἑαυτὸν παραδεδωκέναι γέγραπται. καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ὁ Παῦλός φησι περὶ τοῦ πατρός· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τιμοθέῳ δὲ γράφει ταυτί· εἷς θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. καὶ θέα μοι τῆς γραφῆς τὸ ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν ἴδιον υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν·
but mortal in body, rational in soul. Yet the whole living being is called mortal and the whole is called rational, and neither are the elements of which it is naturally composed confused, nor is it divided into two persons. So also Emmanuel, being one from two natures, one hypostasis and one nature of the Logos incarnate, neither confused the elements from which the ineffable union occurred, nor, while remaining one, does he give entry to a duality from which division arises; for what is properly one could never become two, and if it were to change into two, it would certainly cease to be one. Therefore, Jesus Christ being one, even if someone were to name him from a part and call him man, he is understood as God incarnate, and conversely, if one were to call him God, the Logos made man is signified. For this reason, knowing him to be one and indivisible, we necessarily use the qualification, saying he is consubstantial with the Father in divinity and consubstantial with us in humanity, and the same is passible in flesh and impassible in divinity. In a similar pattern, one may see the divinely inspired scripture proceeding: for in one place Christ is said to have been handed over by the Father, and in another it is written that he handed himself over. And Paul, writing to the Romans, says concerning the Father: "who did not spare his own son, but handed him over for all of us." And to Timothy he writes thus: "one God and mediator between God and men, the man Jesus Christ, who gave himself as a ransom for all." And behold for me the polished and precise character of scripture. For where it said that Christ is the own son of God and the Father, it said:
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, δηλῶν ἴδιον εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ μὴ ἀλλότριον, ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν, καὶ εἶπεν· ἄνθρωπος Ἰησοῦς Χριστός. προσεπήνεγκε τὸ θεοπρεπὲς καὶ οὐκ εἶπεν ὁ παραδοθεὶς ἀλλ’ ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. τί τοίνυν τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι’ αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς.
Ἐπειδὴ αὕτη ἡ γυνὴ ἐν παραβάσει γέγονε, σωθήσεται διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν
He who did not spare even his own son, showing that he who is of the same substance and not alien is his own, then also the subordinate and economic, he gave him up on behalf of us all. Where the economic preceded, and he said: the man Jesus Christ. He added the theoprepes and did not say "the one handed over" but "the one who gave himself as a ransom on behalf of all." Writing to the Galatians he speaks thus: "But now I live in the flesh, I live in faith in the Son of God who loved me and gave himself on my behalf." What then of these most artful things? And passing over things said with all the most theoprepes harmony, and clinging to Jewish blindness and pettiness, the children of Nestorius offer that Christ was handed over or raised by the Father, and they attempt through these, as it seems to them, to show that he is not true God after he became truly man.
Since this woman came to be in transgression, she will be saved through the children who will be born to her and the descendants who will accomplish the
εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ ἄρρενες δέ; ἀλλ’ εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι’ ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει. εἰ γὰρ ἡ μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν, δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι’ ἑαυτοῦ; σωθήσεται οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ· σωθήσεται διὰ τεκνογονίας, ἀλλ’ ἵνα αἱ μητέρες ἐπὶ τοῖς παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιοσύνῃ ἀνατρέφωσιν. σωθῆναι δὲ διὰ τῆς τεκνογονίας. οὐ δι’ ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ δι’ ὧν μήτηρ γίνεται τῶν ὑπακουόντων σωθήσεται, τοῦτ’ ἔστι κατὰ τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει ἄλλῃ ἴδια κατορθώματα δι’ ὧν σώζεται. τοῦτο δὲ λέγει, καθὼς ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ.
piety. What then, if they have no children, or if they bear children but not males? But even if children are born to some, they are born for the common race; through them the transgression is spoken of universally for the race of women. For if one woman is the cause of evil for all, is it not reasonable that many women, through the birth of pious children, should undo the evil brought upon them by one woman, Christ having given the beginning of the solution through himself? From what, then, will the woman be saved? From the transgression and the disobedience; so she must also have her own virtues, so that if the disobedience is forgiven, other sins do not condemn her. He did not simply say that she will be saved through childbearing, but so that mothers, having their salvation in their children, may raise them in all piety and righteousness. And to be saved through childbearing: the woman is not judged by the means by which she transgressed, but she will be saved by becoming a mother of those who obey, that is, according to the principle of obedience, since she has other personal virtues through which she is saved. He says this, as we have already stated, so that mothers may raise their children in piety.
Ἀπὸ τοῦ ὀνείδους τῆς παραβάσεως σωθήσεται διὰ τῆς τεκνογονίας. τοῦτο γάρ φησιν ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ’ ἵνα προτρέψηται εἰς εὐσέβειαν καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν ἐν πίστει.
Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε δορυφορίας, ἀλλὰ καλοῦ ἔργου, οἷον καλοῦ πόρου, καλοῦ καμάτου διὰ τὴν τῶν ἐκκλησιῶν προστασίαν. εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ὑπενέδωκεν οὐ τὸ τῆς ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπιτηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν κάλλιστον βίον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν δι’ ὧν ἐπιλέγει πλείονα προτρέπεται.
Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως. μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἡ ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶν καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει.
From the reproach of transgression she will be saved through childbearing. For the apostle says this not to reproach, but to exhort toward piety and toward raising children in faith.
He did not say "of honor," he did not say "of attendance," but "of a good work," such as a good source, a good labor for the sake of the oversight of the churches. If someone desires the episcopate, he desires a good work. He yielded not the desire itself but the pursuit, so that one might prepare himself for suitability for the episcopate. Rather, the yielding of desire is an exhortation to a good life, and it becomes like an approach to beneficence and the best life, so that having seemed to have permitted the desire, through what he adds he exhorts more.
He yielded the desire, not the pursuit, so that one might prepare himself for suitability for the episcopate through good works and faith. Therefore the yielding of desire is rather an exhortation to a good life. And desire is like an entrance into beneficence and the best life. He enumerates as many things as must befit the bishop, which suffice rather to deter, so that having seemed to have permitted the desire, through what he lists—what sort the bishop must be—he deters more.
Διδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου πολιτείας τὰ εἴδη.
Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ’ ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις.
Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί, ἐδικαιώθη δὲ ἐν πνεύματι πολιτευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ ἦν, ἀλλ’ οὐ κατὰ σάρκα ἐπολιτεύετο, ἀλλ’ ὑπέταξε τῷ πνεύματι τὴν σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοίγων ὁδόν. ἢ καὶ τοῦτό φησιν ὅτι τοῦ πνεύματος σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ πίστιν ὁ Χριστός. ὤφθη ἀγγέλοις. τίς; ὁ σταυρωθεὶς Χριστός. οὐ τοῦτο δέ φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ σωτὴρ ἔφη ὅτι οἱ ἄγγελοι ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός μου. ὅταν δὲ λέγῃ· θεὸν οὐδεὶς ἑώρακε πώποτε, δηλονότι οὐχ ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ’ ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὤφθη δὲ διὰ τῆς οἰκονομίας.
Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι. ὅμοιόν ἐστι τοῦτο τῷ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· τοῦ γὰρ πνεύματος τὰ σημεῖα ποιοῦντος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς ὤφθη ἀγγέλοις· ἔδειξε διὰ τούτου ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ αὐτοῖς διὰ τῆς σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν.
He gives the most instructive exhortation, introducing in detail the forms of blameless conduct.
He does not strike by way of accusation, but the one who is moved irrationally; for a just charge puts to shame, whereas an irrational reproach strikes.
Instead of "he was seen in flesh, he was justified in spirit by his manner of life." For even if he was in flesh, he did not live according to flesh, but subjected the flesh to the spirit, opening for us a path of righteousness. Or he also says this, that as the spirit was producing signs, Christ was justified according to our confession and faith. He was seen by angels. Who? The crucified Christ. He does not say this, that the angels do not see his divinity; for the Savior himself said that the angels see the face of my Father in heaven. But when he says, "No one has ever seen God," it is clear that he has not seen him as he is, but as far as it is possible for an angel and a human to see. Therefore God is invisible to both angels and humans, but he was seen through the economy.
The church on earth was justified in spirit through the confession. This is similar to "how you might be justified in your words and prevail when you are judged"; for as the spirit was producing signs, he was justified according to our confession and the faith of believers. He who came for the salvation of humans was seen by angels; through this he showed that the divinity of the only-begotten is invisible even to angels, but he was seen by them through the flesh. He was taken up in glory; on clouds, it says.
Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα.
Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη.
Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή. δῆλον δὲ ὅτι καὶ τὰ
κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα.
Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο. πρώτην δὲ λέγει πίστιν ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς.
Διδασκαλία μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις, λόγος δὲ ὁ τὰ νοήματα παριστῶν.
Ἐπειδὴ εἶπεν ἄνω· χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων – πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους –, τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος.
Instead of "if she, being a widow, did not reject the children she had."
If she offered hospitality—clearly to the faithful, while being enrolled in marriage.
If she washed the feet of saints. He added this to show that one must also receive them with care. It is clear that he says all these things demanding them according to ability; for she is not more destitute than the one who pays out two obols.
That those who had promised Christ to remain thus later got married. He calls "first faith" instead of "first submission," and "first" in the sense of the foremost, the highest, and the most supreme for them.
Teaching is the simple transmission through the words of scripture and the exposition of the meanings in the words, while discourse is that which presents the meanings.
Since he said above: "Lay hands quickly on no one, nor share in others' sins," now he gives the reason why he said that. The sins of all are not evident; for many sin in secret. So he says: test by time; for what can escape notice today is exposed tomorrow, and of sins, some are evident, bringing judgment from people—for all know that they sin and judge them unworthy—while others appear later, and those that are otherwise cannot be hidden. Since, therefore, the situation regarding people is thus, lay hands quickly on no one, lest he be found sinning in secret and be advanced unworthily, and you share in his fault.
Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται – οὐκ εἶπεν ὅτι λανθάνει –, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ὁ δὲ κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος.
Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν γίνεται.
Εἰς τὸ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, ἀντὶ τοῦ οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι.
Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται.
Οὐχ ἁπλῶς εἴρηται τοῦ ζωοποιοῦντος, ἀλλ’ ἵνα ὑπομνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, ἐπειδὴ τηρήσεως ἔμελλε παραγγέλλειν τῆς κατὰ τὴν πίστιν.
Likewise, good works are also evident. Concerning good works, he said only this, that they cannot be hidden—he did not say that they escape notice—but concerning evil works, some are evident, while others escape notice. Why? Because one does not quickly conceal what is good; for the one who does the truth comes to the light, while the evildoer conceals himself, wishing to escape notice.
The pious and faithful master quickly begins to receive the benefit and goodwill of the slave, and being kind, becomes grateful toward him.
"Those who receive the benefit" is used instead of "those who are sensitive to reciprocating."
Just as fire is produced from the friction of stone and wood, so impiety is generated from the gathering of base persons.
It is not said simply "of the one who gives life," but in order to remind that the one who gives life and grants revival to each will also give to each a reward worthy of them at the time of the resurrection, since he was about to enjoin the keeping of the faith.
Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς. μέλλων οὖν παραγγέλλειν ἐφ’ ᾧ τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ πάντα δι’ αὐτοῦ ἐγένετο· οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος.
Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις καὶ χορηγία παντὸς ἀγαθοῦ.
Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ’ ἐπιταγήν, ἐν δὲ τῇ δευτέρᾳ κατ’ ἐπαγγελίαν ἔφη· ἡ γὰρ ἀποστολὴ ἡ μὲν κατ’ ἐπιταγὴν τοῦ θεοῦ διατάττει τὰ συμφέροντα, ἡ δὲ τοῖς ἀκούουσι ἐπαγγελίαν ζωῆς, οὐ τῆς νῦν ἀλλὰ τῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ.
He did not set down the expression simply. For if he gives life to all things, clearly he will deem the pious worthy also of resurrection in addition to the common enlivening, granting the revival of bodies that have died. Therefore, about to enjoin that the commandment be kept unstained, he mentions the one who gives life, so that the hope of that enlivening might urge toward piety. It should be noted that he said "gives life to all things," not that we might think he gives life to inanimate things as well. Such also is the phrase "all things came into being through him"; for it is not absolutely all things, but those concerning which the discourse is.
As creatures remain in immortality and incorruptibility according to his grace and will, and need participation from him, even if they received an immortal nature like the angels, while this belongs properly to him alone, since he is life itself and the foundation of all beings and the supply of every good.
In the former epistle, about to deliver ecclesiastical canons, he spoke by way of command, but in the latter he spoke by way of promise. For the apostolic mission, on the one hand, by command of God arranges what is beneficial, and on the other hand, to those who hear, it offers a promise of life—not the present life but the eternal life in Christ Jesus.
Ἐν τῇ πρώτῃ ἐπιστολῇ κατ’ ἐπιταγὴν λέγει μέλλων διατάττειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μέν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας.
Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως.
Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐκκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν· συγκακοπάθησον τῷ εὐαγγελίῳ. ἐπήγαγε δέ· κατὰ δύναμιν θεοῦ, ἐπειδὴ αὐτὸ τὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖται βοηθείας, τοῦ καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴ καὶ ἐπὶ τῶν μετ’ αὐτόν, ἀλλὰ τῷ θανάτῳ τῆς παρακοῆς ἐζοφώθη. ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσει τοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανάτῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ.
Καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ εὐαγγέλιον; ὡς ἐπειράζοντο οἱ κηρύττοντες. ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησιν. – Φωτίσαντος δὲ ζωήν. τὸ ὂν φωτίζεται. ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωή, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ σωτῆρος ἡ ζωὴ φωτίζεται.
In the first epistle he speaks by way of command, intending to give orders, but in the second epistle by way of promise; for the apostolate gives orders, but with the hope that those who obey will attain eternal life.
He does not mean the unbroken continuity of life, but of faith in God.
Since the persecution against those who proclaimed the gospel was cutting off the gospel, for this reason he says: suffer together with the gospel. And he added: according to the power of God, because the suffering itself requires the help of God, who has abolished death and illuminated life and incorruption through the gospel. There was life also in the time of Adam and in those after him, but it was darkened by the death of disobedience. So now it is illuminated by the resurrection of Christ; it was darkened by death, it is illuminated through Christ.
And how is it possible for the gospel to be tempted? As those who proclaimed it were tempted. But since the persecution against those who proclaimed the gospel was causing an interruption to the gospel, for this reason he says these things. – And he illuminated life. That which exists is illuminated. Since, then, life was given before the disobedience of Adam, but was darkened by death, again by the resurrection of the Savior life is illuminated.
Ποίαν παραθήκην; τὴν ὑγιῆ διδασκαλίαν ἐδίδαξεν αὐτόν.
Ἐπειδὴ προεῖπεν, οὐ δεῖ τὸν στρατευόμενον ἐμπλέκεσθαι τῆς τοῦ βίου πραγματείας, ἐζητεῖτο δὲ λοιπὸν πῶς μὴ ἐμπλεκόμενος ἔχει τὰ πρὸς τὴν χρείαν. ἐνέφηνεν ὅτι ἀπὸ τοῦ εὐαγγελίου δεῖ ζῆν.
Πάθος ἐστὶν ἡ γάγγραινα, κατασήπων καὶ εὐχερῶς κατατρέχων τοῖς σώμασιν.
Οὐχ ὡς καταγινώσκων ῥᾳθυμοῦντος μαρτύρεται, ἀλλ’ ἵνα ἐν τῇ μαρτυρίᾳ φυλάξῃ αὐτῷ δι’ ὅλου τὴν ἑαυτοῦ πρόθεσιν. διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼ εἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειν τὸν λόγον.
Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸν τοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν εὐκαίρως δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶς εὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτικῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτον τὸν ἄνθρωπον, εἴθ’ οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπιστρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον εὐκαίρως ἀλλὰ καὶ ἀκαίρως, ἵνα ᾖ τὸ ἀκαίρως τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργον ἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸ τοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιρον τοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον.
What deposit? He taught him sound teaching.
Since he said beforehand that the one who serves as a soldier must not become entangled in the business of life, it was then asked how, without being entangled, he might have what is necessary for his need. He indicated that one must live from the Gospel.
Gangrene is a passion, causing decay and easily spreading through bodies.
He does not testify as one condemning a negligent person, but so that in the testimony he might preserve for him his own purpose throughout. I testify before God and the Lord Jesus Christ, who is about to judge the living and the dead, according to his epiphany and his kingdom, meaning that when the Son of Man comes, I may have a defense that I spoke. He says these things so that he may give him boldness to proclaim the word.
For through this command he wishes that at every time the teacher be present to those being instructed, the one who opportunely indicates the reminder after the sin; for then it seems how opportune it is to reprove the one who has sinned. But since this lies outside of preventive assistance—to wait for the man to sin first, then to reprove him and turn him toward repentance—correcting his statement, he says, not only opportunely but also inopportunely, so that the inopportune may be before the sin comes to actuality. For it is considered superfluous and not opportune by the many to converse with those who have not yet sinned. But this superfluous and inopportune thing is, for those who know how to discern, very necessary and opportune.
καὶ τῷ σωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθους λίνοις ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιον τοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μή
πως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Παῦλος ὁ ἀπόστολος διωρίσατο.
Ἡ τῆς διακονίας πληροφορία τὸ πλῆρες καὶ ἀνελλειπὲς ὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸ πανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖς μέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδομεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσάμενοι, καὶ εἰ κακοπαθεῖν διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖς εἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν ὁ ἀπόστολος· ἔφη γάρ· κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ.
Σπένδομαι. Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸ αἷμά μου τῇ γῇ.
And with the temperate man one must discuss fornication, so that he may not fall into the snares of passion; and with the one who honors self-sufficiency and equality and justice, it is fitting to go through arguments about greed and love of money, lest he unwarily admit the shoot of the root of all evils. For the root of all evils is love of money. The apostle Paul defined this.
The fullness of the ministry indicates the complete and unblemished character of the words that are proper to the high priesthood, and the filling of the needs of the rational flock from all sides, so that it is well provided in all its members, both priests and ministers; for those who have obtained the office of bishop are appointed to build up and to flee, even if it happens that they suffer hardship because of this. Therefore, in the aforementioned matters, the apostle placed the hardship of the work first; for he said: "Endure hardship, do the work of an evangelist."
I am poured out. Instead of "I am destroyed, I am slaughtered so as to sprinkle my blood on the ground.
Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡς κακῶς δεικνύντων τάφον Διὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳ Διῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν. ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσιν καὶ γαστέρες ἀργαί. αὕτη ἡ μαρτυρία ἀληθής, οὐκ ἐκείνη.
Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο εἶπεν ὅτι ἀποτόμως ἔλεγχε.
Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ὁ θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουργήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι τὸ θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.
Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν ἱεροπρεπεῖς εἶπεν.
Τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς σεμνότητος ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶ νοήματος.
Since the poet who said "Cretans are always liars, evil beasts, idle bellies," when he was attacking them, said that they wrongly show the tomb of Zeus, which does not exist, and Paul used the same verse, so that he might not be thought to run with the poet and to bear witness to the so-called Zeus for immortality, he added: "This testimony is true." That one lied while advocating for Zeus, but I speak the truth in saying that the Cretans are always liars and idle bellies. This testimony is true, not that one.
Since he often teaches by praising fairness, but he found the Cretans in need of a goad of rebuke, for this reason he said that he rebukes sharply.
All things are pure to the pure. God made all things pure; if they are impure, the accusation touches the creator. And this is that they confess to know God, but by their deeds they deny him.
He showed that he calls women to the clergy; for he would not have said "dignified."
He took the quality of indifference with respect to the mind, and that of dignity with respect to the deed, so that one might abstain not only from a corrupt deed but also from a thought.
Ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντος εἰσάγεσθαι λόγου κατασκευαστικόν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρ Ὀνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ – ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι –, τὸ ἀξιόπιστον τῆς παρακλήσεως δείκνυσιν.
Οἱ αἱρετικοί φασι μὴ εἶναι Παύλου τὴν ἐπιστολήν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις ἐπιστολαῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τοῦτ’ ἔστι ξένην παρὰ τὴν Παύλου καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων ὡς ἀποστασίαν νόμου διδάσκων, διὰ τοῦτο καὶ κινδυνεύσας ἐν Ἱεροσολύμοις καὶ μόλις διαφυγὼν ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις οὐ προτίθησι τὸ ὄνομα ἑαυτοῦ, ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἐπιστολῆς.
Γράφει δὲ αὐτοῖς τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἢ μᾶλλον ὑπὸ Κλήμεντος οὗ καὶ μέμνηται. διὰ τοῦτο ξένη φράσις. καὶ
In many letters he sets a strange phrase as a preparation for the argument that is to be introduced, and now, since he was about to make a request on behalf of Onesimus by his own worth—and his worth is to be bound—he shows the credibility of the entreaty.
The heretics say that the epistle is not by Paul, and they offer this as the first proof, that his name is not placed at the beginning as in the other letters; second, that the phrasing is different, that is, foreign compared to Paul's style and construction. Therefore one must know that Paul was hated by the Jews as one teaching apostasy from the law, and for this reason, having been in danger in Jerusalem and barely escaping, he was sent to Rome. So, writing useful things to the Hebrews, he does not set his own name, lest through the hatred toward him they lose the benefit from the epistle.
He writes to them in the Hebrew language, which was also translated by one of his disciples, by Luke, or rather by Clement, whom he also mentions. For this reason the phrasing is foreign. And
τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν, καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν ἐπιστολὴν εἶναι.
Πολυμερῶς μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν Κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραάμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ θεοῦ διοικήσεως. πολυτρόπως δέ, ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδάμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ, καὶ διὰ Μωϋσέως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι.
Ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ἀντὶ τοῦ δι’ υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι’ αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἵν’ ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοή, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκώς· ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν καὶ κληρονόμον ἔθηκεν – ἀντὶ τοῦ ἐποίησεν –, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν. καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν.
This has been investigated by those before us, and Eusebius of Pamphilus, who was more historical than those before and after him, made mention of the investigation, and that it seemed to our fathers, the ancient bishops, that the epistle was Paul's.
In a many-parted manner, according to the differences of the times in which the matters concerning us were administered, for example, in the generation of Adam, in the matters concerning Cain, in those concerning Noah, in those concerning Abraham, in those before the law, in those after the law—for the parts of God's administration on our behalf are many. And in a many-mannered way, because one commandment was given to Adam, another to Noah, another to Abraham, and another through Moses, and various ones through the prophets.
He spoke to us in a son, instead of through a son; for not in him as in an instrument, but through him as one administering flesh, so that the hearing of the Jews, beginning from this point and, as it were, grasping the word by some groping, might thus be led up to the pre-eternal existence. For having said earlier: "He spoke to us in a son, whom he also appointed heir"—instead of "made"—he led the discourse up to the pre-eternal existence. And he does this continually, at one time ascending to theology, at another descending to the incarnation.
Ζητῶν παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεγεννῆσθαι τὸν λόγον, τοῦ ἀπαυγάσματος ἐμνημόνευσεν· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ καὶ οὐδέποτ’ ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ’ ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ’ ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπών· καὶ χαρακτὴρ τῆς ὑποστάσεως, τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμερῶς εἶναι, τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης λόγον ὀνομάσας ἐπήγαγε· πρὸς θεὸν ἦν καὶ θεὸς ἦν, οὕτω καὶ Παῦλος ἀπαύγασμα εἰπὼν προσέθηκεν· καὶ χαρακτὴρ τῆς ὑποστάσεως.
Τοῦτό ἐστιν ὃ λέγει Ἰερεμίας· ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.
Εἰ καὶ ὁ λόγος σὰρξ ἐγένετο, ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει τῆς θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ θεοῦ πατρὸς οὐκ ἀπέστη θρόνων· καὶ ἠλαττωμένου βραχὺ παρ’ ἀγγέλους διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον – ὑποκάθηται γὰρ τὼν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις –, ἦν δὲ καὶ οὕτως ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου.
Seeking to demonstrate more clearly that the Word was born from the essence of the Father, he made mention of the radiance; for the radiance is from the essence of that of which it is a radiance, and is both continuous and from it and never conceived without that of which it is a radiance. But since the radiance shows the nature to be lesser than that of which it is a radiance and not in its own hypostasis, he presented this with another expression, saying: and character of the hypostasis, having placed the first as a demonstration of being from the essence indivisibly, and the second, that it is not without hypostasis. For just as John, having named the Word, added: it was toward God and it was God, so also Paul, having said radiance, added: and character of the hypostasis.
This is what Jeremiah says: the strong works of his words.
Even if the Word became flesh, yet he was in glory and nature of the divinity and did not depart from the highest thrones of God the Father; and although diminished a little compared to angels due to the measure of humanity—for the nature of man is inferior to the glory of the angels—yet he was also thus above every named name.
Ὥσπερ ἐπὶ τοῦ ἀπαυγάσματος καὶ τοῦ χαρακτῆρος ἐμιμήσατο τὸν νοῦν Ἰωάννου, λόγον ὀνομάσαντος καὶ πρὸς θεὸν εἶναι εἰπόντος, οὕτως καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην. ὥσπερ ἐκεῖνος εἶπεν· οὗτος ἦν ἐν ἀρχῇ, πάντα δι’ αὐτοῦ ἐγένετο, ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν, οὕτως καὶ ὁ Παῦλος· πρὸς μὲν τοὺς ἀγγέλους· ὁ ποιῶν, πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου – ἵνα δείξῃ· τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον ἀεὶ πρὸς πατέρα ἦν.
Οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι ἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἢ σελήνην ἢ οὐρανόν.
Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε; ἀφεὶς τὴν κτίσιν πᾶσαν τὸ ταύτης ἀνώτερον λέγει, τοὺς ἀγγέλους· εἰ γὰρ πρὸς ἀγγέλους διαφορὰ τῷ υἱῷ κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα; δεῖ δὲ ἐπισημήνασθαι ὅτι διὰ τοῦ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὸ προαιώνιον καὶ τὸ ἄτρεπτον τῆς φύσεως ἐδήλωσεν, καὶ διὰ τοῦ φάναι· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἐδήλωσεν ὅτι ὁ υἱὸς οὐκ ἔστι λειτουργὸς ἀλλὰ συνεργός.
Just as in the case of the radiance and the character he imitated the mind of John, who named the Word and said that it was with God, so also here he imitates John. Just as the latter said: "This one was in the beginning, all things came to be through him," instead of "This one was, these things were not," so also Paul: with respect to the angels, "the one who makes," but with respect to the Son, "your throne"—in order to show: that which is made was not, but the one who has a throne eternal was always with the Father.
He does not speak of a change of nature taking place, but by way of comparison, that it is possible for these things to perish rather, and that they perish as it were in comparison to the eternity of the Son. For the Lord, foretelling the second coming, says that stars will fall, but no longer the sun or the moon or the heaven.
To which of the angels did he ever speak? Leaving aside all creation, he speaks of what is higher than this, the angels; for if there is a difference for the Son with respect to angels according to the fact that the latter came to be while the former did not come to be, how much more with respect to all invisible things? It is necessary to note that through the phrase "but you are the same" he indicated both the pre-eternal and the unchangeable nature, and through saying "not all are liturgical spirits for service" he indicated that the Son is not a minister but a fellow worker.
Οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι’ ἀγγέλων οἰκονομηθέντα. ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. τοῦτο ὅμοιόν ἐστιν ἐκείνῳ τῷ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, τῷ ἀνέβην κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἐβεβαιώθη δὲ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω.
Τὸν μέλλοντα αἰῶνα λέγει. αὐτίκα τελευταῖον ἐπήγαγεν· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν. ὥστε τὸ τί ἐστιν ὅτι μιμνήσκῃ αὐτοῦ; τῷ Ἰησοῦ προσήκειν φησίν· τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκεν. ἀλλὰ ὡς αὐτὸς ὁ υἱὸς λέγει τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ’ ἂν εἴποι τὸν ἄνθρωπον οὗ ἐμνήσθη ὁ θεός, πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενον αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς. διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ’ ἀγγέλους.
He does not speak of the law, but of that which was often administered through angels. It was confirmed to us by those who heard it. This is similar to that passage in the Epistle to the Galatians: "I went up according to a revelation, and I laid before them the gospel, lest I be running or have run in vain." It was confirmed not because we asked, but because all the others were fully assured that what I proclaim, I proclaim rightly.
He speaks of the coming age. Immediately at the end he added: "But now we do not yet see all things subjected to him; but we see Jesus diminished a little compared to angels." So what is it that he mentions him? He says it pertains to Jesus; for the things of common humanity pertained to him. But as the Son himself says: "From the mouth of infants and sucklings you have prepared praise for the sake of your enemies, and I will see the heavens, works of your fingers." No one would say that the man whom God mentioned has made the praise prepared from the mouth of infants and sucklings for the sake of your enemies, and "I will see the heavens, works of your fingers." This one mentioned the man and diminished him a little compared to angels. Who is the man? Jesus. Because of the suffering of death he is diminished a little compared to angels.
Ὥσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει.
Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ ἁγίου πνεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια.
Ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ – κατὰ νόμον γὰρ ἐπολιτεύσατο –, διὰ τοῦτο λέγει· τοῦτ’ ἀφέντες ἐπὶ
τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἄνευ νόμου μέλλοντος ἱερέως εἶναι. Ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, βαπτισμῶν. τοῖς Χριστιανοῖς νεκρά ἐστι τὰ γήϊνα. ἄτοπον οὖν ἔστι, φησίν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴτε τῆς κατὰ πίστιν, εἴτε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς. ὁ κύριος ἐλθὼν μετάνοιαν ἐκήρυξεν, λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων. οὕτως οὖν ἀναγνωστέον· μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς θεὸν καὶ τὸ βάπτισμα – ὃ πληθυντικῶς ὠνόμασεν διὰ τὸ πλῆθος τῶν καταξιουμένων. εἴρηκε δὲ βαπτισμῶν καὶ τὴν διδαχήν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τὰ ἑξῆς – ἀνατρέχειν ἐπὶ τὸν νόμον. τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμῳ ἱερεῖς νόμον ἐξεδίκουν, ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου· οὐ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησίν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα.
He introduces the present age as if it were a single day.
He speaks of a division of soul and spirit, when the soul is affected together with the body, but the grace of the Holy Spirit draws it toward the heavens.
Since the beginning of Christ was from Judaism—for he lived according to the law—for this reason he says: having left this behind, let us be carried toward perfection, knowing that it is necessary to be according to the order of Melchizedek for the one who is to be a priest without law. From dead works, and from faith in God, from baptisms. Earthly things are dead for Christians. It is therefore absurd, he says, having withdrawn from this conduct, whether that according to faith or that from being dead to all things, to come again to the baptisms according to the law. The Lord, when he came, proclaimed repentance, saying: repent, for the kingdom of heaven is near; repentance from dead works. Thus it must be read: repentance from dead works, instead of "the repentance from dead works." What he says is this: it is not right, having left behind the repentance from dead works and the faith in God and the baptism—which he named in the plural because of the multitude of those deemed worthy. He spoke of baptisms and the teaching, and the laying on of hands through which ordinations occur, and the hope of resurrection and the rest—to run back to the law. And he prepares this in advance, since the priests under the law defended the law, but Melchizedek was outside the law; and he who came was according to the order of Melchizedek. It is not right, he says, having left behind the one according to the order of Melchizedek, to defend the priesthood under the law, so that the things under the law may remain in place.
θεμέλιον δὲ εἶπε τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις.
Νεκροὺς ἤγειραν οἱ ἀπόστολοι. αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. παραδειγματίζοντας εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ. ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός.
Ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὸ βάπτισμα – πῶς γὰρ δεύτερον βάπτισμα ἐκώλυεν; – ἀλλὰ τὴν τοῦ ἁγίου πνεύματος δύναμιν πολλάκις εὐεργετοῦσαν.
Ἀνωτέρω εἰπὼν τὴν πληροφορίαν τῆς ἐλπίδος ἐδήλωσεν ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι’ ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι’ οἰκονομίας.
Ἀδύνατον ὀμόσαντα τὸν θεὸν μετατεθῆναι, ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν.
Οὐχ ἁπλῶς μέμνηται ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτας ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευϊτικῆς φυλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ. κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου τῆς ἱερωσύνης τῆς ἐν νόμῳ.
He called the things in the law a foundation, because they became a prelude of piety for men.
The apostles raised the dead. This was the power of the resurrection. He said "making a mockery" because if baptism is a mystery, once is sufficient. But if the act occurs a second time, it is contempt and mockery.
He took an example, not for baptism—for how would he forbid a second baptism?—but for the power of the Holy Spirit, which often bestows benefits.
Having spoken above of the assurance of hope, he made clear that God provided Abraham with assurance, not the assurance through works that pertains to the civil life, but that through divine economy.
It was impossible for God, having sworn, to change; it was impossible for the power of the promise to be changed.
He does not simply mention how Melchizedek met Abraham when he had prevailed over the Assyrians and gave him tithes from everything, but shows that the forefather of the Levitical tribe used Melchizedek as a priest. Therefore, the priesthood without law is superior to the priesthood under law.
Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευϊτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως ἢ γυναικὸς ἱερείας. ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον. καὶ ταῦτα εὑρίσκεται ἐκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους. ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον· οὔτε γὰρ γένος ἱερατικὸν εἶχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς. καὶ ὅλως πάντα τὰ λεγόμενα κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδέκ· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεύς; ζήτημα τὸ λεγόμενον, ἔστι δὲ ἡ λύσις αὕτη· ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν. εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστόν, μένει διηνεκῶς· οὐχ ὁ ἄνθρωπος θνητὸς γάρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας.
Fatherless, motherless, without genealogy according to the principle of the priesthood, because in the Levitical tribe it was evident who was whose priest or whose priestess. There were also times of priesthood, and some held annual turns of service, while others served as priests for their whole life. And both of these are found among the priests in the law, even if not at the same times. He calls Melchizedek fatherless and motherless and without genealogy, having neither a beginning of days nor an end of life according to the principle of the priesthood; for he had no priestly lineage, nor did he begin from somewhere as a successor to another, nor from a turn of service, nor as having a law to be a priest for his whole life. And all these things are said entirely by way of comparison with the priests in the law. It is said concerning Melchizedek: "And being likened to the Son of God, he remains a priest forever." And how does Melchizedek remain a priest? This is a question that is raised, and the solution is this: just as he calls the law Moses, so here he calls Melchizedek sometimes the man, sometimes the priesthood itself. If, then, Melchizedek is likened through the priesthood according to Christ, he remains forever; not the man, for he is mortal, but the dignity of the priesthood.
Ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μωϋσέως ὥστε τὰς λατρείας γίνεσθαι, οὕτω μείζων ἡ σκηνὴ αὕτη, τῆς χάριτος ἡ σύστασις, τὸ σῶμα τοῦ Χριστοῦ κεφαλὴν ἔχον τὸν Χριστόν.
Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. πρότερον ἔθηκεν τὸν Ἰακὼβ εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν.
Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. οὐ περὶ πάντων λέγει τοῦτο ἀλλὰ περὶ τούτων τῶν τελευταίων οὓς καὶ μάρτυρας οἶδεν. ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν.
Ὄγκον ἀποθέμενοι πάντα. ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται. εὐπερίστατον δὲ εἶπε τὴν ἁμαρτίαν τὴν εὐκόλως ἡμᾶς περιϊσταμένην καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα.
Πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλων ἡ εἰς τὸν θεὸν δόξα, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ θεῷ πάντων.
Τοῦτό ἐστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα παρέλθῃ τὰ πρόσκαιρα καὶ ἔλθῃ τὰ αἰώνια.
Just as the tabernacle was constructed in the time of Moses so that the liturgies might take place, so this greater tabernacle, the constitution of grace, is the body of Christ, having Christ as its head.
By faith concerning future things, Isaac blessed Jacob and Esau. He placed Jacob first, then Esau, not according to the order of birth, but according to the order of the blessing.
Of whom the world was not worthy. He does not say this about all, but about these last ones whom he also knows as martyrs. He recalls those who pitched camps and received grace for the usefulness of the people.
Having laid aside all bulk. Bulk is the sin of carnal pleasure, from which easily besetting sin is born. He called sin easily besetting, which easily surrounds us and leads us into its own will.
For the glory to God is a panegyris and feast of angels, and an assembly of firstborn enrolled in the heavens, with God as judge of all.
This is what Paul says elsewhere; for he introduces the form of this world passing away, so that the temporary things may pass and the eternal things may come.
Τοῦτ’ ἔστιν οἱ ἐν νόμῳ οὐκ ἔχουσι τὸ δῶρον τοῦτο οὗ μετέχομεν ἡμεῖς. ἔξω δὲ τῆς παρεμβολῆς, ἀντὶ τοῦ ἔξω τῶν νομίμων καὶ τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.
This means that those under the law do not have this gift, in which we participate. And "outside the camp" means outside the legal ordinances and the Israelite camp.