ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Τὸ τοῦ βιβλίου προοίμιον.
Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους τοῦ βασιλέως Κωνσταντίνου, ἐν οἷς καὶ ὁ παρὰ τοῦ Διοκλητιανοῦ κατὰ Χριστιανῶν γενόμενος διωγμὸς ἀπεπαύσατο. Γράφων δὲ ὁ αὐτὸς εἰς τὸν βίον Κωνσταντίνου, τῶν κατ' Ἄρειον μερικῶς μνήμην πεποίηται, τῶν ἐπαίνων τοῦ βασιλέως, καὶ τῆς πανηγυρικῆς ὑψηγορίας τῶν λόγων μᾶλλον, ὡς ἐν ἐγκωμίῳ φροντίσας, ἢ περὶ τοῦ ἀκριβῶς περιλαβεῖν τὰ γενόμενα. Ἡμεῖς δὲ προθέμενοι συγγράψαι τὰ ἐξ ἐκείνου μέχρι τῶν τῇδε περὶ τὰς ἐκκλησίας γενόμενα, τῆς ὑποθέσεως ἀρχὴν, ἐξ ὧν ἐκεῖνος ἀπέλιπε, ποιησόμεθα· οὐ φράσεως ὄγκου φροντίζοντες, ἀλλ' ὅσα ἢ ἐγγράφως εὕρομεν, ἢ παρὰ τῶν ἱστορησάντων ἠκούσαμεν διηγουμένων. Καὶ ἐπειδὴ πρὸς τὸ προκείμενον συλλαμβάνεται ἡμῖν μνημονεῦσαι, τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθε, μικρὰ περὶ τούτου ὡς οἷόν τε μνημονεύσωμεν, ἐνθένδε πόθεν τὴν ἀρχὴν ποιησάμενοι. Τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθεν. Ἡνίκα Διοκλητιανὸς, καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Ἡρκούλιος, ἐκ συνθέματος τὴν βασιλείαν ἀποθέμενοι, τὸν ἰδιωτικὸν ἐπανείλοντο βίον· καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Γαλέριος, ὁ συμβασιλεύσας αὐτοῖς, ἐπιβὰς τῆς Ἰταλίας, δύο κατέστησε Καίσαρας, Μαξιμῖνον μὲν ἐν τοῖς κατὰ τὴν ἑῴαν, Σεβῆρον δὲ ἐν τοῖς κατὰ τὴν Ἰταλίαν·
SOCRATES SCHOLASTICUS, ECCLESIASTICAL HISTORY Preface to the Book.
Eusebius, son of Pamphilus, having set forth the ecclesiastical history in ten whole books, brought it to a close at the times of the emperor Constantine, in which also the persecution against the Christians that had arisen under Diocletian came to an end. And the same author, writing the Life of Constantine, made mention of the affairs concerning Arius only in part, having taken thought rather for the praises of the emperor and the panegyrical loftiness of his words, as in an encomium, than for accurately encompassing the events that occurred. But we, having set before us to write the things that happened in the churches from that time until the present, will make the beginning of our subject from where he left off—not taking thought for grandeur of style, but for whatever we have found in written records or have heard from those who have narrated the histories. And since it contributes to our proposed purpose to recall in what manner the emperor Constantine came to be a Christian, let us mention a few things about this as best we can, making our beginning from here. In what manner the emperor Constantine came to be a Christian. When Diocletian and Maximian, who was surnamed Herculius, had laid down the empire by joint agreement and resumed a private life, and Maximian, who was surnamed Galerius, who had reigned together with them, having set foot in Italy, appointed two Caesars—Maximinus in the regions of the East, and Severus in the regions of Italy—
κατὰ δὲ τὰς Βρεττανίας Κωνσταντῖνος ἀνηγορεύθη βασιλεὺς, εἰς τόπον Κωνσταντίου τοῦ πατρὸς αὐτοῦ, τεθνηκότος τῷ πρώτῳ ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Ἰουλίου μηνός· ἐν Ῥώμῃ δὲ ὑπὸ τῶν στρατιωτῶν τῶν πραιτωρίων, Μαξέντιος ὁ υἱὸς Μαξιμιανοῦ τοῦ Ἡρκουλίου, ἤρθη τύραννος μᾶλλον ἢ βασιλεύς· ἐκ τούτων ὁ Ἡρκούλιος εἰς ἐπιθυμίαν πάλιν βασιλείας ἀρθεὶς, ἐπεχείρησεν ἀπολέσαι τὸν υἱὸν Μαξέντιον· ἀλλὰ τοῦτο μὲν ποιῆσαι ὑπὸ τῶν στρατιωτῶν διεκωλύθη· ὕστερον δὲ ἐν Ταρσῷ τῆς Κιλικίας ἐτελεύτα τὸν βίον· Σεβῆρος δὲ ὁ Καῖσαρ ὑπὸ τοῦ Γαλερίου Μαξιμίνου πεμφθεὶς εἰς τὴν Ῥώμην ἐπὶ τὴν Μαξεντίου σύλληψιν, ἀνῃρέθη, τῶν στρατιωτῶν προδεδωκότων αὐτόν· καὶ τὰ τελευταῖα πάντα Μαξιμιανὸς ὁ Γαλέριος περιέπων τελευτᾷ, Λικίννιον πρότερον βασιλέα καταστήσας· ὃς ἦν ἐκ παλαιῶν τῶν χρόνων συστρατιώτης αὐτῷ καὶ φίλος, ἀπὸ Δακίας ὁρμώμενος. Μαξέντιος δὲ κακῶς τοὺς Ῥωμαίους ἐπέτριβε, τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ' αὐτῶν· μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας, καὶ πολλοὺς ἀναιρῶν, καὶ ποιῶν τὰ τούτοις ἀκόλουθα. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, ῥύσασθαι Ῥωμαίους τῆς ὑπ' αὐτὸν δουλείας ἐσπούδαζεν· εὐθύς τε φροντίδας ἐτίθη, τίνα τρόπον καθέλοι τὸν τύραννον· καὶ ὡς ἦν ἐν τηλικαύτῃ φροντίδι, ἐπενόει τίνα Θεὸν ἐπίκουρον πρὸς τὴν μάχην καλέσειε· κατὰ νοῦν τε ἐλάμβανεν, ὡς οὐδὲν ὤναντο οἱ περὶ Διοκλητιανὸν, περὶ τοὺς Ἑλλήνων θεοὺς διακείμενοι·
But in Britain Constantine was proclaimed emperor in place of his father Constantius, who had died in the first year of the two hundred and seventy-first Olympiad, on the twenty-fifth day of the month of July. At Rome, Maxentius, the son of Maximianus Herculius, was raised by the praetorian soldiers as a tyrant rather than an emperor. On account of these things Herculius, stirred again by a desire for kingship, attempted to destroy his son Maxentius; but he was prevented by the soldiers from doing this. Later he ended his life at Tarsus in Cilicia. Severus the Caesar, having been sent by Galerius Maximinus to Rome for the arrest of Maxentius, was killed, since the soldiers had betrayed him. And Maximianus Galerius, after managing all the final matters, died, having first established Licinius as emperor; he had been from ancient times his fellow soldier and friend, being from Dacia. But Maxentius was grievously wearing down the Romans, treating them in a tyrannical rather than a kingly manner: committing adultery openly with the wives of free men, putting many to death, and doing the things that follow from these. When the emperor Constantine learned this, he was eager to rescue the Romans from slavery under him; and he immediately took thought in what manner he might bring down the tyrant. And as he was in such great anxiety, he considered what God he should call upon as an ally for the battle; and he took it to mind that those around Diocletian had profited nothing, since they were disposed toward the gods of the Greeks.
ηὕρισκέν τε ὡς ὁ αὐτοῦ πατὴρ Κωνστάντιος, ἀποστραφεὶς τὰς Ἑλλήνων θρησκείας, εὐδαιμονέστερον τὸν βίον διήγαγεν. Ἐν τοιαύτῃ τοίνυν ἀμφισβητήσει τυγχάνοντι, καί που ἅμα τοῖς στρατιώταις ὁδεύοντι, συνέβη θαυμάσιόν τι καὶ λόγου κρεῖττον θεάσασθαι. Περὶ γὰρ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, εἶδεν ἐν τῷ οὐρανῷ στύλον φωτὸς σταυροειδῆ, ἐν ᾧ γράμματα ἦν λέγοντα, «Ἐν τούτῳ νίκα.» Τοῦτο φανὲν τὸ σημεῖον τὸν βασιλέα ἐξέπληττεν· αὐτός τε τοῖς οἰκείοις σχεδὸν ἀπιστῶν ὀφθαλμοῖς, ἠρώτα καὶ τοὺς παρόντας, εἰ καὶ αὐτοὶ τῆς αὐτῆς ἀπολαύουσιν ὄψεως. Τῶν δὲ συμφωνησάντων,
ἀνερρώννυτο μὲν ὁ βασιλεὺς ἐπὶ τῇ θείᾳ καὶ θαυμαστῇ φαντασίᾳ. Νυκτὸς δὲ ἐπιλαβούσης, κατὰ τοὺς ὕπνους ὁρᾷ τὸν Χριστὸν λέγοντα αὐτῷ, κατασκεύασαι κατὰ τὸν τύπον τοῦ ὀφθέντος σημείου, καὶ τούτῳ κατὰ τῶν πολεμίων, ὡς ἑτοίμῳ κεχρῆσθαι τροπαίῳ. Τούτῳ πεισθεὶς τῷ χρησμῷ, κατασκευάζει μὲν τὸ σταυροειδὲς τρόπαιον, ὃ μέχρι νῦν τοῖς βασιλείοις φυλάττεται· σὺν προθυμίᾳ δὲ μείζονι πρὸς τὰς πράξεις ἐχώρει, συμβαλών τε αὐτῷ πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν νικᾷ, Μαξεντίου εἰς τὸν ποταμὸν ἀποπνιγέντος· ἦν δὲ τοῦτο ἕβδομον ἔτος τῆς βασιλείας αὐτοῦ, ἡνίκα τὴν κατὰ Μαξεντίου ᾔρατο νίκην. Μετὰ ταῦτα Λικιννίου τοῦ συμβασιλεύοντος αὐτῷ, τοῦ καὶ γαμβροῦ αὐτοῦ τυγχάνοντος ἐπὶ τῇ ἀδελφῇ αὐτοῦ Κωνσταντίᾳ, κατὰ τὴν ἑῴαν διάγοντος, αὐτὸς ἀπολαύσας τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ, χαριστήρια τῷ εὐεργέτῃ προσέφερε.
He discovered that his own father Constantius, having turned away from the religions of the Greeks, had lived a more blessed life. While he was therefore in such a state of uncertainty, and was at the same time traveling somewhere with his soldiers, it happened that he saw something wondrous and beyond description. For around the midday hours of the sun, when the day was already declining, he saw in the sky a pillar of light in the shape of a cross, on which there were letters saying, "In this, conquer." This sign that appeared struck the emperor with amazement; and he himself, almost disbelieving his own eyes, asked those present whether they too enjoyed the same sight. When they agreed,
the emperor was strengthened by the divine and wondrous vision. When night came on, in his sleep he saw Christ telling him to construct it according to the pattern of the sign that had appeared, and to use it against the enemy as a trophy ready at hand. Persuaded by this oracle, he constructed the cross-shaped trophy, which is kept in the palace even to this day; and with greater eagerness he proceeded to action, and engaging him before Rome near the so-called Milvian Bridge he conquered, Maxentius being drowned in the river; and this was the seventh year of his reign, when he won the victory over Maxentius. After these things, when Licinius, his co-emperor, who was also his brother-in-law through his sister Constantia, was spending time in the East, he himself, having enjoyed such great benefactions from God, offered thank-offerings to his benefactor.
Ταῦτα δὲ ἦν, ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι, καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι, τοὺς δὲ ἐν δεσμωτηρίῳ ἀφίεσθαι, καὶ τοῖς δημευθεῖσιν αὐτῶν τὰς οὐσίας ἀποκαθίστασθαι· τάς τε ἐκκλησίας ἀνώρθου, καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ. Ἐν τούτῳ δὲ καὶ Διοκλητιανὸς, ὁ τὴν βασιλείαν ἀποθέμενος, ἐν Σαλῶνι τῆς Δαλματίας ἐτελεύτα. Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος, Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν. Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς, τὰ τοῦ Χριστοῦ φρονῶν, πάντα ὡς Χριστιανὸς ἔπραττεν, ἀνεγείρων τὰς ἐκκλησίας, καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν· ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν, καὶ δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα· Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ, φόβῳ τοῦ βασιλέως Κωνσταντίνου, κινεῖν ὑπεστέλλετο· λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο· προϊὼν δὲ, καὶ φανερῶς αὐτοὺς βλάπτειν ἐπεχείρει. Καὶ γίνεται οὗτος ὁ διωγμὸς τοπικός· ἔνθα γὰρ ἦν Λικίννιος, ἐκεῖ μόνον ἐγένετο. Ἐπεὶ δὲ ταῦτά τε καὶ ἄλλα τυραννικῶς ποιῶν, οὐδαμῶς Κωνσταντῖνον ἐλάνθανεν, ἔγνω τε ἐπὶ τούτοις χαλεπαίνοντα, πρὸς ἀπολογίαν ἐτρέπετο. Καὶ θεραπεύων αὐτὸν, πλαστὴν φιλίαν ἐσπένδετο, πολλοὺς ὅρκους ὀμνὺς, μηδὲν τυραννικὸν φρονήσειν ποτέ· ἅμα τε ὀμνὺς, καὶ ἐπιορκῶν· οὐ γὰρ μετετίθετο τοῦ φρονεῖν τε τὰ τυραννικὰ, καὶ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Νόμῳ γὰρ ἐκέλευσε, τοὺς ἐπισκόπους μὴ φοιτᾷν παρ' Ἕλλησιν, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. Ἦν δὲ ὁ διωγμὸς θρυλούμενος ἐν ταὐτῷ, καὶ ἀπόρρητος·
These measures were: to release the Christians from persecution, to recall those in exile, to set free those in prison, and to restore their property to those who had been dispossessed; and he set the churches upright again, and did everything with great eagerness. At this time also Diocletian, who had laid down the imperial power, died at Salona in Dalmatia. How Licinius, the co-emperor with Constantine, persecuted the Christians while Constantine was increasing the Christian cause. But the emperor Constantine, holding the things of Christ, did everything as a Christian, raising up the churches and honoring them with costly offerings; and further, he closed and demolished the temples of the Greeks and made public the statues in them; but Licinius, his co-emperor, holding the Greek opinions, hated the Christians. And he shrank from stirring up open persecution for fear of the emperor Constantine, but secretly he plotted against many; and proceeding on, he attempted to harm them openly as well. And this persecution became local; for where Licinius was, there only did it occur. But when he had done these things and others in a tyrannical manner, it did not escape Constantine at all, and he knew that he was angry at these things, and he turned to making a defense. And courting him, he pledged a fabricated friendship, swearing many oaths that he would never think anything tyrannical; and at the same time swearing and perjuring himself; for he did not change from thinking tyrannical things and stirring up persecution against the Christians. For by a law he ordered that the bishops should not visit among the Greeks, so that the Christian cause might not have a pretext for growing. And the persecution was at once noised abroad and secret.
ἐκρύπτετό τε τῷ λόγῳ, καὶ ἔργῳ ἦν φανερός· ἀνήκεστα γὰρ οἱ διωκόμενοι, εἴς τε τὸ σῶμα, καὶ εἰς τὰ χρήματα ἔπασχον. Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο. Ἐκ δὲ τούτου, πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν· ἦσάν τε πολέμιοι, διακοπείσης αὐτοῖς τῆς ἐπιπλάστου φιλίας. Οὐκ εἰς μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, τέλος πρὸς Χρυσόπολιν τῆς Βιθυνίας, ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν, ἡττηθεὶς ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται· καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον ἡσυχάσας, ὕστερον βαρβάρους τινὰς συναγαγὼν, ἀναμαχέσασθαι τὴν ἧτταν ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς, ἀναιρεθῆναι αὐτὸν προσέταξε· καὶ κελεύσαντος αὐτοῦ ἀνῃρέθη. Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς, αὐτοκράτωρ τε βασιλεὺς ἀναδειχθεὶς, τὰ Χριστιανῶν αὖθις αὔξειν ἐσπούδαζεν· ἐποίει τε τοῦτο διαφόρως· καὶ ἦν ἐν βαθείᾳ εἰρήνῃ τὰ τοῦ Χριστιανισμοῦ δι' αὐτόν. Ἀλλὰ δὴ τὴν τηλικαύτην εἰρήνην ἐμφύλιος τῶν Χριστιανῶν πόλεμος διαδέχεται· τίς δὲ ἦν οὗτος, καὶ ὅπως ἔλαβε τὴν ἀρχὴν, ὡς οἷόν τε διηγήσομαι. Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας. Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας, τὸν καὶ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντα, διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς· μετὰ δὲ Ἀχιλλᾶν, Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης·
He concealed himself in word, but in deed he was manifest; for the persecuted suffered irreparable harm both in body and in property. That a war arose between Constantine and Licinius on account of the Christians. From this he stirred the emperor Constantine to the greatest hatred; and they became enemies, their fabricated friendship having been broken off. And not long after they turned to making war on each other. And after many engagements both by land and by sea, finally at Chrysopolis in Bithynia—this is the port of Chalcedon—he was defeated and surrendered himself. So having taken him alive, he dealt humanely with him; and he did not kill him at all, but ordered him to live quietly at Thessalonica. But he, having been quiet for a short time, later gathered certain barbarians and sought to recover from his defeat. The emperor, learning of this, ordered him to be put to death; and at his command he was killed. Constantine, therefore, having become master of all and been proclaimed sole emperor, again sought to increase the affairs of the Christians; and he did this in various ways; and the affairs of Christianity were in deep peace because of him. But indeed this great peace was succeeded by a civil war of the Christians; what this was, and how it took its beginning, I shall relate as best I can. Concerning the rivalry of Arius against Alexander the bishop. After Peter, who became bishop of Alexandria, the one who also suffered martyrdom under Diocletian, Achillas succeeds to the bishopric; and after Achillas, Alexander, in the aforementioned peace.
καὶ ἀδεέστερον διάγων, τὴν ἐκκλησίαν συνεκρότει· καί ποτε παρόντων τῶν ὑπ' αὐτῷ πρεσβυτέρων καὶ τῶν λοιπῶν κληρικῶν, φιλοτιμότερον περὶ τῆς ἁγίας Τριάδος, ἐν Τριάδι μονάδα εἶναι φιλοσοφῶν, ἐθεολόγει. Ἄρειος δέ τις πρεσβύτερος τῶν ὑπ' αὐτῷ ταττομένων, ἀνὴρ οὐκ ἄμοιρος διαλεκτικῆς λέσχης, οἰόμενος τὸ Σαβελλίου τοῦ Λίβυος δόγμα εἰσηγεῖσθαι τὸν ἐπίσκοπον, ἐκ φιλονεικίας κατὰ διάμετρον εἰς τὸ ἐναντίον τῆς τοῦ Λίβυος δόξης ἀπέκλινε, καὶ ὡς ἐδόκει, γοργῶς ὑπαπήντησε πρὸς τὰ παρὰ τοῦ ἐπισκόπου λεχθέντα· καὶ φησὶν, «εἰ ὁ Πατὴρ ἐγέννησε τὸν Υἱὸν, ἀρχὴν ὑπάρξεως ἔχει ὁ γεννηθείς· καὶ ἐκ τούτου δῆλον, ὅτι ἦν ὅτε οὐκ ἦν ὁ Υἱός· ἀκολουθεῖ τε ἐξ ἀνάγκης, ἐξ οὐκ ὄντων ἔχειν αὐτὸν τὴν ὑπόστασιν.» Ὡς ἐκ τῆς φιλονεικίας ἀρχὴν διαιρέσεως ἡ ἐκκλησία ἔλαβε· καὶ ὡς Ἀλέξανδρος ὁ Ἀλεξανδρείας καθεῖλεν Ἄρειον, καὶ τοὺς περὶ αὐτόν. Ταῦτα τῷ καινοπρεπεῖ λόγῳ συλλογισάμενος, ἀναρριπίζει τοὺς πολλοὺς πρὸς τὸ ζήτημα. Καὶ ἀνάπτεται ἀπὸ σμικροῦ σπινθῆρος μέγα πῦρ. Ἀρξάμενόν τε τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας, διέτρεχε τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην, καὶ τὴν ἄνω Θηβαΐδα· ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις. Συνελαμβάνοντο τῇ Ἀρείου δόξῃ πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ Εὐσέβιος αὐτῆς ἀντείχετο, οὐχ ὁ Καισαρεὺς, ἀλλ' ὁ πρότερον μὲν τῆς Βηρυτίων ἐκκλησίας ἐπίσκοπος, τότε δὲ τῆς ἐν Βιθυνίᾳ Νικομηδείας τὴν ἐπισκοπὴν ὑποδύς. Ταῦτα ἀκούων καὶ ὁρῶν τε γινόμενα ὁ Ἀλέξανδρος, πρὸς ὀργὴν ἐξάπτεται·
And conducting himself more boldly, he kept the church together; and once, when the presbyters under him and the rest of the clergy were present, he discoursed more ambitiously about the holy Trinity, philosophizing that in the Trinity there is a unity, and he theologized. But a certain Arius, a presbyter ranked among those under him, a man not unacquainted with dialectical disputation, thinking that the bishop was introducing the doctrine of Sabellius the Libyan, from contentiousness veered in direct opposition to the opposite of the Libyan's opinion, and, as it seemed, sharply countered what had been said by the bishop; and he says, "If the Father begot the Son, the one begotten has a beginning of existence; and from this it is clear that there was when the Son was not; and it follows of necessity that he has his subsistence from things that are not." Thus from contentiousness the church received the beginning of division; and how Alexander of Alexandria deposed Arius and those around him. Having reasoned these things with his novel argument, he stirred up the many toward the inquiry. And from a small spark a great fire is kindled. And the evil, having begun from the church of the Alexandrians, ran through all Egypt and Libya and upper Thebaid; and already it was also ravaging the remaining provinces and cities. Many others too were taken captive by the opinion of Arius, but especially Eusebius held fast to it—not the one of Caesarea, but the one who was formerly bishop of the church of the Berytians, and then slipped into the episcopate of Nicomedia in Bithynia. Hearing and seeing these things happening, Alexander is kindled to anger:
καὶ συνέδριον πολλῶν ἐπισκόπων καθίσας, τὸν μὲν Ἄρειον, καὶ τοὺς ἀποδεχομένους τὴν δόξαν αὐτοῦ καθαιρεῖ· γράφει δὲ τοῖς κατὰ πόλιν τοιάδε. Ἐπιστολὴ Ἀλεξάνδρου Ἀλεξανδρείας. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας, Ἀλέξανδρος ἐν Κυρίῳ χαίρειν. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς, «τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης,» ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς, καὶ σημαίνειν ἀλλήλοις τὰ παρ' ἑκάστοις γιγνόμενα, ἵνα «εἴτε πάσχει, εἴτε χαίρει ἓν μέλος, ἢ συμπάσχωμεν, ἢ συγχαίρωμεν ἀλλήλοις.» Ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ, ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ Χριστομάχοι, διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ Ἀντιχρίστου νομίσειε καὶ καλέσειε. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἵν' ἴσως ἐν τοῖς ἀποστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν, ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς· ἐπειδὴ δὲ Εὐσέβιος, ὁ νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ' αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων, οὐκ ἐκδεδίκηται κατ' αὐτοῦ, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ, συνιστῶν αὐτοὺς, εἴπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν ἐσχάτην καὶ Χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους, καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥημάτια, καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε.
And having seated a council of many bishops, he deposes Arius and those who accepted his opinion; and he writes to those in each city as follows. Letter of Alexander of Alexandria. To the beloved and most honored fellow-ministers of the catholic church everywhere, Alexander sends greeting in the Lord. Since the catholic church is one body, and there is a commandment in the divine Scriptures "to keep the bond of concord and peace," it is fitting that we write and make known to one another the things that happen among each, so that "whether one member suffers or rejoices, we may either suffer together or rejoice together with one another." In our own parish, then, lawless men and fighters against Christ have now gone out, teaching apostasy, which one might reasonably think and call a forerunner of the Antichrist. And I wished to consign such a thing to silence, so that perhaps the evil might be consumed among the apostates only, and not pass over into other places and defile the ears of some who are innocent. But since Eusebius, the one now in Nicomedia, thinking that the affairs of the church lay in his hands, because after leaving Berytus and casting an eye on the church of the Nicomedians he has not been punished for it, stands at the head also of these apostates, and has undertaken to write everywhere, commending them, so that he might perhaps drag some of the ignorant into the last and Christ-fighting heresy, I was compelled, knowing what is written in the law, no longer to keep silent, but to announce to all of you, so that you may know both those who have become apostates and the wretched little phrases of their heresy, and if Eusebius writes, do not pay attention.
Τὴν πάλαι γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν, νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφων· ἔργῳ δὲ δείκνυσιν, ὡς ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων, τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται γενόμενοι εἰσὶν, Ἄρειος, Ἀχιλλὰς, Ἀειθαλὴς καὶ Καρπώνης, καὶ ἕτερος Ἄρειος, καὶ Σαρμάτης, καὶ Εὐζώϊος, καὶ Λούκιος, καὶ Ἰουλιανὸς, καὶ Μηνᾶς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς, οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἐστὶ ταῦτα. «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ' ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν· οὐκ ἀεὶ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε· διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός. Οὔτε δὲ ὅμοιος κατ' οὐσίαν τῷ Πατρί ἐστιν, οὔτε ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ Σοφία αὐτοῦ ἐστί· ἀλλ' εἷς μὲν τῶν
ποιημάτων καὶ γενητῶν ἐστί· καταχρηστικῶς δὲ λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ Θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός· διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά· ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ ἄρρητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι· δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ Θεός·
For wishing now through these men to renew his long-standing ill will that had been silenced by time, he pretends to write on their behalf, but in fact he shows that he is doing this out of zeal for himself. Now those who have become apostates are Arius, Achilles, Aeithales and Carpones, and another Arius, and Sarmates, and Euzoius, and Lucius, and Julian, and Menas, and Helladius, and Gaius, and with them Secundus and Theonas, who were once called bishops. And what things, found contrary to the Scriptures, do they say? These: "God was not always Father, but there was when God was not Father; the Word of God was not always, but came to be from things that are not. For the God who is made the one who is not from that which is not; therefore there was once when he was not. For the Son is a creature and a made thing. Neither is he like the Father in essence, nor is he the true and natural Word of the Father, nor is he his true Wisdom; but he is one of the made and generated things; and he is called word and wisdom by misuse of terms, having himself come to be by the proper Word of God and the Wisdom in God, in which God also made all things and him; therefore he is also changeable and alterable in nature, as are all rational beings; and the Word is foreign and alien, and separated from the essence of God. And the Father is ineffable to the Son; for neither does the Word know the Father perfectly and exactly, nor can he see him perfectly. For the Son does not even know his own essence as it is; for he was made for us, so that God might create us through him as through an instrument.
καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἤθελεν ποιῆσαι.» Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, «Ναὶ δύναται· τρεπτῆς γὰρ φύσεως ἐστὶ, γενητὸς καὶ τρεπτὸς ὑπάρχων.» Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ' Αἴγυπτον ἐπισκόπων καὶ τὰς Λιβύας, ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. Ἀλλ' οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ ἀλήθεια· καὶ οὐδεμία ἐστὶ «κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ.» Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» οὐ καταγινώσκει τούτων λεγόντων, «Ἦν ποτὲ ὅτε οὐκ ἦν»; ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, «Ὁ μονογενὴς Υἱὸς,» καὶ, «Δι' αὐτοῦ ἐγένετο τὰ πάντα,» οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστὶ τῶν ποιημάτων ὁ Υἱός; Πῶς δὲ δύναται εἷς εἶναι τῶν δι' αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς, ὁ τοῖς πᾶσι κατ' ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος, «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν·» καὶ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ»; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν τελεία καὶ «ἀπαύγασμα» τοῦ Πατρὸς, καὶ λέγων, «Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα»;
And he would not have endured it, unless God had wished to make us. Indeed, someone asked them whether the Word of God can be turned as the devil was turned; and they were not afraid to say, "Yes, he can; for he is of a changeable nature, being created and changeable." Those around Arius, saying these things and shamelessly persisting in them—both them and those who followed them—we, having assembled with the bishops in Egypt and Libya, nearly a hundred in number, anathematized. But those around Eusebius received them, eager to mix falsehood with truth and impiety with piety. But they will not prevail, for the truth conquers; and there is no "fellowship of light with darkness, nor agreement of Christ with Belial." For who ever heard such things? Or who, hearing them now, is not astonished and stops his ears, so that the filth of these words may not touch his hearing? Who, hearing John say, "In the beginning was the Word," does not condemn those who say, "There was once when he was not"? Or who, hearing in the Gospel, "The only-begotten Son," and, "Through him all things came to be," will not hate those who declare that the Son is one of the created things? But how can he be one of those things that came to be through him? Or how is he only-begotten, who according to them is numbered with all things? And how could he be from things that are not, when the Father says, "My heart has uttered a good word," and, "From the womb, before the morning star, I begot you"? Or how is he unlike the Father in essence, who is a perfect image and "effulgence" of the Father, and who says, "He who has seen me has seen the Father"?
Πῶς δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἴσον γὰρ ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἢ ἀλλοιωτὸς, ὁ λέγων δι' ἑαυτοῦ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» διὰ δὲ τοῦ προφήτου, «Ἴδετέ με ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι»; Εἰ δὲ καὶ ἐπ' αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ' ὡς ὁ Ἀπόστολος, «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας.» Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, «Δι' ὃν τὰ πάντα,» καὶ «δι' οὗ τὰ πάντα»; Περὶ μὲν οὖν τοῦ βλασφημεῖν αὐτοὺς, ὅτι οὐκ οἶδε τελείως ὁ Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν. Ἅπαξ γὰρ προθέμενοι Χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ Κυρίου λέγοντος, «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς, πολλάκις ἀνετρέψαμεν αὐτούς.
But how can the Son be the Word and Wisdom of God, and yet there was once when he was not? For it is equivalent to saying that God was once without reason and without wisdom. And how can he be changeable or mutable, who says of himself, "I am in the Father, and the Father in me," and, "I and the Father are one," and through the prophet, "See that I am, and I have not changed"? But if someone can refer this saying even to the Father himself, it would be more fittingly spoken now concerning the Word, that even having become man he has not changed, but as the Apostle says, "Jesus Christ is the same yesterday and today and forever." What, then, persuaded them to say that he came into being for our sake, although Paul writes, "through whom are all things," and "by whom are all things"? Concerning their blasphemy, then, that the Son does not perfectly know the Father, one ought not to marvel. For once they set themselves to fight against Christ, they are deceived even by the words of the Lord himself, who says, "As the Father knows me, I also know the Father." If, then, the Father knows the Son in part, it is clear that the Son also knows the Father in part. But if it is not lawful to say this, and the Father knows the Son perfectly, it is clear that just as the Father knows his own Word, so also the Word knows his own Father, of whom he is also the Word. And saying these things, and unfolding the divine Scriptures, we have often refuted them.
Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, «Ὅτ' ἂν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθη κακῶν, καταφρονεῖ.» Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην· οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ
τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ· τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι· καὶ πρὸ αὐτῶν Ἰούδας. ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν, οὐκ ἀδίδακτοι μεμενήκαμεν· ἀλλ' ὁ μὲν Κύριος προείρηκε, «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ εἰμὶ, καὶ ὁ καιρὸς ἤγγικε· καὶ πολλοὺς πλανήσουσι·
And again, like chameleons they changed, striving among themselves to claim for their own the saying that is written: "When the ungodly man comes into the depths of evils, he despises." Many heresies, at any rate, arose before them, which, having dared more than was fitting, fell into folly; but these men, by all their words, having attempted the destruction of the divinity of the Word, justified those heresies by their own case, as having come nearer to the Antichrist. Therefore they were also repudiated by the church and anathematized. We grieve, then, over their destruction, and especially because, having once themselves learned the things of the church, they have now leapt away. But we are not surprised; for Hymenaeus and Philetus suffered this same thing, and before them Judas, who followed the Savior, but later became a traitor and apostate. And concerning these very things we have not remained uninstructed; but the Lord foretold: "Take heed lest anyone deceive you; for many will come in my name saying, I am he, and the time is near; and they will deceive many.
μὴ πορευθῆτε ὀπίσω αὐτῶν.» Ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, «Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν ἀλήθειαν.» Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε Εὐσεβίῳ, ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ὑμᾶς ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς Θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. Προσείπατε τοὺς παρ' ὑμῖν ἀδελφούς. Ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσι. Τοιαῦτα τοῖς ἁπανταχοῦ κατὰ πόλιν Ἀλεξάνδρου γράφοντος, χεῖρον ἐγένετο τὸ κακὸν, εἰς φιλονεικίαν ἐξαπτομένων, οἷς τὰ γραφέντα ἐγνωρίζετο. Καὶ οἱ μὲν τοῖς γραφεῖσι σύμψηφοι γινόμενοι, καὶ προσυπέγραφον· οἱ δὲ τοὐναντίον ἐποίουν. Μάλιστα δὲ πρὸς ἀντιπάθειαν ἐκεκίνητο ὁ τῆς Νικομηδείας Εὐσέβιος, ὅτι αὐτοῦ κακῶς Ἀλέξανδρος ἐν τοῖς γραφεῖσι μνήμην πεποίητο.
Do not go after them." But Paul, having learned these things from the Savior, wrote, "For in later times some will depart from the sound faith, paying attention to deceitful spirits and teachings of demons, who turn away from the truth." Therefore, since our Lord and Savior Jesus Christ both through himself gave command and through the Apostle signified concerning such people, we accordingly, having ourselves heard their impiety with our own ears, anathematized such people, as we said before, showing them to be alien from the catholic church and faith. And we made known also to your piety, beloved and most honored fellow ministers, that you should neither receive any of them, if they should be so rash as to come even to you, nor be persuaded by Eusebius or anyone else writing about them. For it is fitting that you, being Christians, turn away from all who speak and think against Christ, as God-fighters and corrupters of souls, and not even to say farewell to such people, lest at any time we become partakers in their sins, as the blessed John commanded. Greet the brothers among you. Those with me greet you. While Alexander was writing such things to the Alexandrians everywhere throughout each city, the evil became worse, as those to whom the writings were made known were inflamed to contentiousness. And some, agreeing with what was written, also subscribed to it; but others did the opposite. But especially Eusebius of Nicomedia was stirred to hostility, because Alexander had made dishonorable mention of him in his writings.
Ἴσχυε δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ μάλιστα ὁ Εὐσέβιος, ὅτι κατὰ τὴν Νικομήδειαν ὁ βασιλεὺς τότε διέτριβε· καὶ γὰρ ἐκεῖ τὰ βασίλεια μικρὸν ἔμπροσθεν οἱ περὶ Διοκλητιανὸν ἐπεποίηντο. Διὰ τοῦτο οὖν πολλοὶ τῶν ἐπισκόπων τῷ Εὐσεβίῳ ὑπήκουον· κἀκεῖνος συνεχῶς ἐπέστελλεν, Ἀλεξάνδρῳ μὲν, ἵνα καθυφεὶς τὸ κινούμενον ζήτημα, δέξηται τοὺς περὶ Ἄρειον· τοῖς δὲ κατὰ πόλιν, ὅπως ἂν μὴ γένοιντο σύμψηφοι Ἀλεξάνδρῳ. Ὅθεν τὰ πάντα ἦν ταραχῆς ἀνάμεστα· οὐ γὰρ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ πλήθη τεμνόμενα· τῶν μὲν, ὡς τούτοις· τῶν δὲ, θατέροις ἐπικλινομένων. Εἰς τοσοῦτον δὲ ἀτοπίας προέβη τὸ πρᾶγμα, ὥστε δημοσίᾳ καὶ ἐν αὐτοῖς θεάτροις τὸν Χριστιανισμὸν γελᾶσθαι. Οἱ μὲν οὖν περὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν, νεανικῶς περὶ τῶν ἀνωτάτω δογμάτων διεπληκτίζοντο, διεπρεσβεύοντο δὲ πρὸς τοὺς κατ' ἐπαρχίαν ἐπισκόπους· οἱ δὲ, εἰς θάτερον τεμνόμενοι μέρος, τῆς ἐκείνων ὁμοίας στάσεως ἐγίνοντο. Συνανεμίγνυντο δὲ τοῖς Ἀρειανίζουσι Μελιτιανοὶ, οἱ μικρὸν ἔμπροσθεν τῆς ἐκκλησίας χωρισθέντες, τίνες δέ εἰσιν οὗτοι, λεκτέον. Ὑπὸ Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τοῦ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντος, Μελίτιός τις μιᾶς τῶν ἐν Αἰγύπτῳ πόλεων ἐπίσκοπος καθῃρέθη, δι' ἄλλας τε πολλὰς αἰτίας, καὶ μάλιστα ὅτι ἐν τῷ διωγμῷ, ἀρνησάμενος τὴν πίστιν, ἐπέθυσεν. Οὗτος καθαιρεθεὶς, πολλούς τε ἐσχηκὼς τοὺς ἑπομένους αὐτῷ, αἱρεσιάρχης κατέστη τῶν ἄχρι νῦν ἐξ αὐτοῦ κατὰ τὴν Αἴγυπτον Μελιτιανῶν καλουμένων.
At that time Eusebius was especially powerful, because the emperor was then staying at Nicomedia; for Diocletian and his colleagues had built the palace there a little earlier. For this reason, therefore, many of the bishops obeyed Eusebius; and he continually wrote letters, to Alexander, urging him to set aside the question that had been stirred up and receive the followers of Arius, and to the bishops in each city, so that they would not vote together with Alexander. Hence everything was full of confusion; for it was not only the presidents of the churches that one could see disputing in words, but also crowds being divided, some inclining to these and others to those. The matter advanced to such a pitch of disorder that Christianity was publicly mocked even in the theaters themselves. Those around Alexandria itself contended vigorously over the highest doctrines and sent embassies to the bishops in each province; and these, divided to one side or the other, came to share the same faction as those men. The Melitians, who had separated from the church a little earlier, mingled with the Arians; and who these are, must be stated. By Peter, the bishop of Alexandria, who suffered martyrdom under Diocletian, a certain Melitius, bishop of one of the cities in Egypt, was deposed, for many other reasons, and especially because during the persecution, having denied the faith, he had sacrificed. Having been deposed, and having many who followed him, he became the leader of a heresy of the Melitians in Egypt, so called after him down to the present.
Ἀπολογίαν τε οὐδὲ μίαν εὔλογον ἔχων τοῦ κεχωρίσθαι τῆς ἐκκλησίας, ἠδικῆσθαι μὲν ἔλεγεν ἑαυτὸν ἁπλῶς· ἐκακηγόρει δὲ καὶ ἐλοιδόρει τὸν Πέτρον. Ἀλλὰ Πέτρος μὲν ἐν τῷ διωγμῷ μαρτυρήσας, ἐτελεύτησεν· ὁ δὲ μεταφέρει τὰς λοιδορίας ἐπὶ Ἀχιλλᾶν, ὃς μετὰ Πέτρον ἐπίσκοπος ἦν· καὶ αὖθις ἐπὶ τὸν μετὰ Ἀχιλλᾶν γεγενημένον Ἀλέξανδρον. Ἐν τούτοις δὴ καθεστώτωναὐτῶν, ἐπιγίνεται τὸ κατὰ
Ἄρειον ζήτημα. Καὶ ὁ Μελίτιος ἅμα τοῖς αὐτοῦ, συνελαμβάνετο τῷ Ἀρείῳ, κατὰ τοῦ ἐπισκόπου συμφατριάζων αὐτῷ. Καὶ ὅσοις μὲν ἄτοπος ἦν ἡ Ἀρείου δόξα, ἀπεδέχοντο τοῦ Ἀλεξάνδρου τὴν ἐπὶ Ἀρείῳ κρίσιν, καὶ ὡς δικαία εἴη ἡ κατὰ τῶν οὕτω φρονούντων ψῆφος. Ἔγραφον δὲ καὶ οἱ περὶ τὸν Νικομηδέα Εὐσέβιον, καὶ ὅσοι τὴν Ἀρείου δόξαν ἠσμένιζον, ὥστε λύειν μὲν τὴν φθάσασαν ἀποκήρυξιν, ἐπανάγειν δὲ εἰς τὴν ἐκκλησίαν τοὺς ἀποκηρυχθέντας· μήτε γὰρ δοξάζειν κακῶς. Οὕτως ἐναντίων τῶν γραμμάτων πρὸς τὸν ἐπίσκοπον τὸν Ἀλεξανδρείας πεμπομένων, πεποίηνται τῶν ἐπιστολῶν τούτων συναγωγὰς, Ἄρειος μὲν τῶν ὑπὲρ αὐτοῦ, Ἀλέξανδρος δὲ τῶν ἐναντίων· καὶ τοῦτο πρόφασις γέγονεν ἀπολογίας ταῖς νῦν ἐπιπολαζούσαις αἱρέσεσιν Ἀρειανῶν, Εὐνομιανῶν, καὶ ὅσοι τὴν ἐπωνυμίαν ἀπὸ Μακεδονίου ἔχουσιν· ἕκαστοι γὰρ μάρτυσι ταῖς ἐπιστολαῖς ἐχρήσαντο τῆς οἰκείας αἱρέσεως. Ὡς ὁ βασιλεὺς Κωνσταντῖνος λυπηθεὶς ἐπὶ τῇ ταραχῇ τῶν ἐκκλησίων, ἔπεμψεν Ὅσιον τὸν Ἱσπανὸν εἰς Ἀλεξάνδρειαν, εἰς ὁμόνοιαν παρακαλῶν τὸν ἐπίσκοπον καὶ τὸν Ἄρειον.
Having not even one reasonable defense for having separated himself from the church, he said simply that he had been wronged; and he was also slandering and reviling Peter. But Peter, having borne witness in the persecution, died; and he transferred his revilings to Achillas, who was bishop after Peter; and again to Alexander, who had become bishop after Achillas. While they were in this state, the dispute concerning Arius arose. And Melitius together with his followers was taken up with Arius, banding together with him against the bishop. And all those to whom the opinion of Arius was unacceptable accepted Alexander's judgment against Arius, and that the vote against those who thought this way was just. But those around Eusebius of Nicomedia, and all who were pleased with the opinion of Arius, also wrote, so as to annul the previous repudiation and to restore to the church those who had been repudiated; for they said he did not think wrongly. Since contrary letters were being sent to the bishop of Alexandria in this way, collections of these letters were made—Arius of those in his favor, and Alexander of those opposed—and this became a pretext for defense for the heresies now prevalent: of the Arians, the Eunomians, and all who have their name from Macedonius; for each group used the letters as witnesses of its own heresy. So the emperor Constantine, grieved at the disturbance of the churches, sent Hosius the Spaniard to Alexandria, urging the bishop and Arius to concord.
Ταῦτα δὲ πυθόμενος ὁ βασιλεὺς, καὶ τὴν ψυχὴν ὑπεραλγήσας, συμφοράν τε οἰκείαν εἶναι τὸ πρᾶγμα ἡγησάμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον πέμπει, δι' ἀνδρὸς ἀξιοπίστου, ᾧ ὄνομα μὲν ἦν Ὅσιος, μιᾶς δὲ τῶν ἐν τῇ Ἱσπανίᾳ πόλεων, ὄνομα Κουδρούβης, ὑπῆρχεν ἐπίσκοπος· πάνυ τε αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς. Ὧν γραμμάτων μέρος ἐνταῦθα κεῖσθαι οὐκ ἄκαιρον ἡγοῦμαι. Ἡ γὰρ ὅλη ἐπιστολὴ ἐν τοῖς Εὐσεβίου εἰς τὸν Κωνσταντίνου βίον κεῖται βιβλίοις. Νικητὴς Κωνσταντῖνος, Μέγιστος, Σεβαστὸς, Ἀλεξάνδρῳ καὶ Ἀρείῳ. Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν· ὅτε γὰρ σὺ, ὦ Ἀλέξανδρε, ἐζήτεις παρὰ τῶν πρεσβυτέρων, τί δήποτε ἕκαστος αὐτῶν ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων, μᾶλλον δὲ ὑπέρ τινος ματαίου ζητήματος μέρους, πυνθάνοιτο· σύ τε, ὦ Ἄρειε, ὅπερ ἢ μήτε τὴν ἀρχὴν ἐνθυμηθῆναι, ἢ ἐνθυμηθέντα, σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας· ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης, ἡ μὲν σύνοδος ἠρνήθη· ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς, ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη. Οὐκοῦν ἑκάτερος ὑμῶν ἐξίσου τὴν γνώμην παρασχὼν, ὅπερ ἂν ὁ συνθεράπων ὑμῶν δικαίως παραινεῖ, δέξασθε. Τί δὲ τοῦτο ἐστίν; οὔτε ἐρωτᾷν ὑπὲρ τῶν τοιούτων ἐξ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνασθαι.
But when the emperor learned these things, and was deeply grieved in soul, and considered the matter to be his own misfortune, hastening to extinguish the evil that had been kindled, he sends a letter to Alexander and Arius, by a trustworthy man, whose name was Hosius, and who was bishop of one of the cities in Spain, by name Corduba; and the emperor loved him greatly and held him in honor. I consider it not inopportune that a part of this letter be set down here. For the whole epistle is set down in the books of Eusebius on the life of Constantine. Victor Constantine, Greatest, Augustus, to Alexander and Arius. I learn from there that the origin of the present inquiry existed; for when you, O Alexander, were seeking from the presbyters why ever each of them was inquiring about some passage of the things written in the law, or rather about some part of a vain inquiry; and you, O Arius, what it was proper either not to have thought of at all, or having thought of it, to consign to silence, you unexpectedly opposed; whence, when the dissension among you was stirred up, the assembly was denied; and the most holy people, split into both sides, was separated from the harmony of the common body. Therefore, let each of you, having granted equal consideration, receive whatever your fellow servant justly advises. And what is this? It was proper neither to inquire about such things from the beginning, nor, when asked, to answer.
Τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας οὐ νόμου τινὸς ἀνάγκη προστάττει, ἀλλὰ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προστίθησιν, εἰ καὶ φυσικῆς τινος γυμνασίας ἕνεκα γίνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν, καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς πάντων ἀκοαῖς ἀπρονοήτως πιστεύειν· πόσος γάρ ἐστιν ἕκαστος, ὥς τε πραγμάτων οὕτω μεγάλων, καὶ λίαν δυσχερῶν δύναμιν, ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν, ἢ κατ' ἀξίαν ἑρμηνεύσαι; εἰ δὲ καὶ τοῦτο ποιεῖν τις εὐχερῶς νομισθείη, πόσον μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις, ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως, ἀντισταίη; Οὐκοῦν ἐφεκτέον ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως ἡ ἡμῶν ἀσθένεια τῆς φύσεως, τὸ προτεθὲν ἑρμηνεύσαι μὴ δυνηθέντων, ἢ ἡ τῶν διδασκομένων ἀκροατῶν βραδυτέρα σύνεσις, πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων, αὖθις ἐξ ἑκατέρου τούτων ἢ βλασφημίας, ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη. Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος, καὶ ἀπόκρισις ἀπρονόητος, τὴν ἴσην ἀλλήλαις ἐπιδιδότωσαν ἐφ' ἑκατέρῳ συγγνώμην· οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ θρησκείας αἵρεσις ἀντεισήχθη· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμὸν, ὥσπερ τὸ τῆς κοινωνίας σύνθημα. Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τὸν τοῦ Θεοῦ λαὸν ταῖς ὑμετέραις ἰθύνεσθαι φρεσὶν οὐ προσήκει, διὰ τὸ διχονοεῖν· ἀλλ' οὔτε πρέπον, οὔτε ὅλως θεμιτὸν εἶναι
For such inquiries as are not imposed by the necessity of some law, but are added by the idle curiosity of unprofitable leisure—even if they arise for the sake of some natural exercise—we ought nonetheless to keep them shut within our own mind, and not rashly bring them out into public assemblies, nor thoughtlessly entrust them to everyone's ears. For how great is any single person, that he should be able either to discern precisely, or to expound worthily, the force of matters so great and exceedingly difficult? And even if someone were thought to do this easily, how great a portion of the people will he persuade? Or who could withstand the exactness of such inquiries without dangerous slipping? Therefore in such matters we must restrain our much speaking, lest perhaps our weakness of nature—when we are unable to expound what has been set forth—or the slower understanding of the hearers who are taught, not having capacity to arrive at a precise comprehension of what was said, should again, from either of these causes, bring the people under necessity of blasphemy or schism. Wherefore both an unguarded question and an improvident answer should grant equal pardon to one another in either case. For no pretext was kindled among you concerning the chief of the commandments in the law, nor was any new heresy introduced by you against the religion of God; but you have one and the same mind, as it were the token of communion. For while you contend with one another over small and very trifling matters, it is not fitting that so great a people of God should be guided by your minds, because of your dissension; but neither is it proper, nor at all lawful, that
πιστεύεται· ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσω, λέξω. Ἴστε δὴ καὶ τοὺς φιλοσόφους αὐτοὺς, ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται. Πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦ σώματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. Εἰ δὲ τοῦτο ἐστὶ, πῶς οὐ πολλῷ δικαιότερον ὑμᾶς, τοὺς τοῦ μεγάλου Θεοῦ θεράποντας καθεστῶτας, ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; Ἐπισκεψώμεθα δὲ λογισμῷ μείζονι, καὶ πλείονι συνέσει τὸ ῥηθὲν ἐνθυμηθῶμεν, εἴπερ ὀρθῶς ἔχει δι' ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας, ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι, καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι' ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν; δημώδη ταῦτ' ἐστὶ, καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον, ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προσήκοντα. Ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. Ὁ μέγας ἡμῶν Θεὸς ὁ Σωτὴρ πάντων κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ἐφ' οὗ τῇ προνοίᾳ, ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως ὑμᾶς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεσίᾳ καὶ νουθεσίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγοιμι.
It is believed; and in order to remind your understanding by a small example, I will speak. You know indeed that the philosophers themselves are all agreed in one doctrine. But often when they disagree in some part of their assertions, even if they are separated by the excellence of their knowledge, yet by the unity of the body they again breathe together toward one another. And if this is so, how much more justly ought you, who are established as servants of the great God, to be of one mind with one another in such a disposition of religion? But let us consider with greater reasoning, and ponder with more understanding what has been said, whether it is right that for the sake of a few and vain contentions over words among you, brothers should be set against brothers, and the honor of the synod be separated by impious discord through us, who contend with one another over small and in no way necessary matters? These things are vulgar, and fit rather childish follies than the understanding of priests and prudent men. Let us willingly withdraw from diabolical temptations. Our great God, the Savior of all, has extended his common light to all; by his providence, permit me, the servant of the better, to bring this zeal to completion, so that I may lead you, his peoples, back to the communion of the synod by my address and service and the insistence of admonition.
Ἐπειδὴ γὰρ, ὡς ἔφην, μία τίς ἐστι πίστις ἐν ὑμῖν, καὶ μία τῆς καθ' ὑμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα, τοῖς δι' ἑαυτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν, τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὑμῖν ἐν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ἐν ὑμῖν μηδαμῶς ἐμποιείτω. Καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξάπαντος τῇ λίαν εὐήθει, καὶ οἵα δήποτε ἐστὶν ἐκείνη, ζητήσει συντίθεσθαι· δύναται γὰρ καὶ τὸ τῆς συνόδου τιμίον ὑμῖν ἀκέραιον φυλάττεσθαι, καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι, κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑπὲρ ἐλαχίστου διαφωνία γένηται· ἐπεὶ μηδὲ πάντες ἐν πᾶσι ταὐτὸ βουλόμεθα, μηδὲ μία τις ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. Περὶ μὲν οὖν τῆς θείας προνοίας, μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος· ἃ δὲ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρητε, μένειν εἴσω λογισμῶν προσήκει, τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. Τὸ μέντοι τῆς κοινῆς φιλίας ἀπόρρητόν τε καὶ ἐξαίρετον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥτε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ, μενέτω παρ' ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν. Ἀπόδοτε τῷ σύμπαντι λαῷ τὰς οἰκείας περιπλοκάς· ὑμεῖς τε αὐτοὶ, καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθάραντες, αὖθις ἀλλήλους ἐπίγνωτε. Ἡδίων γὰρ πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ὑπόθεσιν αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα.
For since, as I said, there is one faith among you, and one understanding of the heresy that is among you, and the commandment of the law, by its own parts, gathers the whole into one purpose of soul, this very thing which has stirred up strife among you against one another, since it does not pertain to the power of the whole law, let it by no means create any separation or faction among you. And I say these things, not as compelling you altogether to agree with that very simple-minded inquiry, whatever it may be; for the honor of the assembly can be kept intact for you, and the same fellowship toward all can be preserved, even if someone disagrees with another in part over the smallest matter; since not all of us wish the same in all things, nor does one nature or opinion govern among us. Concerning divine providence, then, let there be one faith among you, one understanding, one covenant of the better; but the matters over which you argue precisely with one another concerning these smallest inquiries, even if you do not agree to one opinion, ought to remain within your reasonings, kept in the secrecy of the mind. However, the secret and excellent thing of common friendship, and the faith of truth, and the honor concerning God and the religion of the law, let it remain among you unshaken; return now to mutual friendship and grace. Give back to the whole people their proper bonds; and you yourselves, as if having cleansed your own souls, know one another again. For friendship often becomes sweeter when, after the occasion of enmity, it returns again to reconciliation.
Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας, νύκτας δὲ ἀμερίμνους, ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς, καὶ βίου λοιπὸν ἥσυχος εὐφροσύνη σώζηται· εἰ δὲ μὴ, στένειν ἀνάγκη, καὶ δακρύοις δι' ὅλου συνέχεσθαι, καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πραέως ὑφίστασθαι. Τῶν γάρ τοι τοῦ Θεοῦ λαῶν, τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε, ἀκούσατε. Πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει, παραχρῆμα εἰς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ· σπεύδοντι δέ μοι πρὸς ὑμᾶς ἤδη, καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι, ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν· ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν ἀναγκασθείην, ἃ μηδὲ ταῖς ἀκοαῖς προσέσθαι δυνατὸν ἡγούμην. Ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ' ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδὸν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε. Καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντας, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ ἐλευθερίας ὀφειλομένην χάριν, ἐπ' εὐφήμοις λόγων συνθήμασιν, ὁμολογῆσαι τῷ
Give me, then, days of calm and nights free from care, so that for me too the pleasure of pure light and the tranquil joy of a life henceforth may be preserved; but if not, I must groan and be consumed by tears throughout, and not even endure the span of life gently. For when the peoples of God—I mean my fellow servants—are thus divided by unjust and harmful rivalry against one another, how can it be possible for me henceforth to be composed in my reasoning? And so that you may perceive the excess of my grief over this, hear me. Recently, having arrived at the city of the Nicomedians, I was at once hastening in my mind to the East; but when I was already eager to come to you, and was for the greater part with you, the report of this matter reined my mind back in the opposite direction, so that I might not be compelled to see with my eyes what I thought could not even be admitted by the ears. Open to me, then, henceforth, by your concord, the road to the East, which you have closed off by your rivalries against one another. And permit me quickly to behold both you together and all the other peoples rejoicing, and to acknowledge, with auspicious phrases of words, the thanks owed for the common concord and freedom of all to the
κρείττονι. Περὶ τῆς γεγενημένης Συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας, καὶ περὶ τῆς ἐκεῖ ἐκτεθείσης πίστεως. Τοιαῦτα μὲν οὖν θαυμαστὰ καὶ σοφίας μεστὰ παρῄνει ἡ τοῦ βασιλέως ἐπιστολή· τὸ δὲ κακὸν ἐπικρατέστερον ἦν καὶ τῆς τοῦ βασιλέως σπουδῆς, καὶ ἀξιοπιστίας τοῦ διακονησαμένου τοῖς γράμμασιν· οὔτε γὰρ Ἀλέξανδρος, οὔτε Ἄρειος ὑπὸ τῶν γραφέντων ἐμαλάσσοντο. Ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τοῖς λαοῖς ἔρις καὶ ταραχή· προϋπῆρχε δὲ καὶ ἄλλη τις προτέρα νόσος τοπικὴ, τὰς ἐκκλησίας ταράττουσα, ἡ διαφωνία τῆς τοῦ Πάσχα ἑορτῆς, ἥτις περὶ τὰ τῆς ἑῴας μέρη μόνον ἐγένετο· τῶν μὲν Ἰουδαϊκώτερον ἑορτὴν ποιεῖν ἐσπουδακότων, τῶν δὲ μιμουμένων σύμπαντας τοὺς κατὰ τὴν οἰκουμένην Χριστιανούς. Διαφωνοῦντες δὲ οὕτω περὶ τῆς ἑορτῆς, τῆς κοινωνίας μὲν οὐδαμῶς ἐχωρίζοντο· στυγνοτέραν δὲ τὴν ἑορτὴν τῇ διαφωνίᾳ εἰργάζοντο. Δι' ἀμφότερα τοίνυν ὁρῶν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν, σύνοδον οἰκουμενικὴν συνεκρότει, τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. Παρῆσάν τε ἐκ πολλῶν ἐπαρχιῶν καὶ πόλεων οἱ ἐπίσκοποι· περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον, τάδε κατὰ λέξιν φησίν. Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια·
Better. Concerning the synod that took place at Nicaea in Bithynia, and concerning the creed set forth there. Such, then, were the admirable and wisdom-filled exhortations of the emperor's letter; but the evil prevailed over both the emperor's zeal and the credibility of him who served the letters; for neither Alexander nor Arius was softened by what was written. But there was a rash strife and confusion even among the peoples; and there existed also another, earlier, local disease troubling the churches—the disagreement over the festival of Pascha, which arose only in the regions of the East; for some were eager to keep the festival in a more Jewish manner, while others imitated all the Christians throughout the world. And though they disagreed thus concerning the festival, they did not at all separate from communion; but they made the festival more gloomy by their disagreement. Seeing the church troubled, therefore, on both accounts, the emperor convened an ecumenical synod, summoning the bishops from everywhere by letters to come together at Nicaea in Bithynia. And the bishops were present from many provinces and cities; concerning whom Eusebius of Pamphilus, in the third book of his work on the life of Constantine, says the following word for word: "At any rate, from all the churches that filled all Europe, Libya, and Asia, the first-fruits of the ministers of God were gathered together.
εἷς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους, καὶ Παλαιστινοὺς, καὶ ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τε ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους· ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν· οὔτε Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία, Φρυγία τε καὶ Παμφυλία, τοὺς παρ' αὐτοῖς παρεῖχον ἐκκρίτους. Ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων τε οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων, αὐτός τε Ἱσπανῶν ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων· τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει· πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ Σωτῆρι τῆς κατ' ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθη χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ' ἡμᾶς συστησάμενος. Ἐπεὶ κατ' ἐκείνους συνῆχθαι λόγος «ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς,» ἐν οἷς ἐτύγχανον «Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τε ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ Προσήλυτοι, Κρῆτες καὶ Ἄραβες.» Πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει, τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας, ἐπισκόπων μὲν πληθὺς τριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα ἦν·
One house of prayer, as if widened by God, contained within it at the same time Syrians and Cilicians, Phoenicians and Arabians, and Palestinians, and in addition to these Egyptians, Thebans, Libyans, and those who came from Mesopotamia; and already even a Persian bishop was present at the synod; nor was a Scythian left out of the choir; and Pontus and Asia, Phrygia and Pamphylia provided their own distinguished men. But Thracians too and Macedonians, Achaeans and Epirots, and those who dwell farthest beyond these, came to meet together, and the much-heralded man of the Spaniards himself was one, sitting in council together with the many; but the overseer of the imperial city was absent because of old age; yet presbyters present in his place fulfilled his rank. Such a crown as this, alone from all time, one emperor, Constantine, joining to the bond of peace in Christ, dedicated as a God-fitting thank-offering to his own Savior for the victory over enemies and foes, establishing this image of the apostolic choir in our own times. Since, according to those men, the account has it that "from every nation under heaven devout men" were gathered, among whom were "Parthians and Medes and Elamites, and those who dwell in Mesopotamia, Judea and Cappadocia, Pontus and Asia, Phrygia and Pamphylia, Egypt, and the parts of Libya around Cyrene, and the resident Romans, both Jews and proselytes, Cretans and Arabians." Except that in this one respect they fell short: that not all were assembled from God's ministers; but in the present choir, the multitude of bishops exceeded the number of three hundred.
ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τε πλείστων ὅσων ἑτέρων, οὐδὲ ἦν ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. Ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον. οἷς δὴ πᾶσι βασιλεὺς ἐφ' ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετάξατο. Καὶ τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων Εὐσέβιος. Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτὴν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. Διέπρεπον δὲ ἐν τοῖς ἐπισκόποις Παφνούτιός τε ὁ ἐκ τῆς ἄνω Θηβαΐδος, καὶ Σπυρίδων ὁ ἐκ Κύπρου. Ὅτου χάριν δὲ τούτων ἐμνημονεύσαμεν, μετὰ ταῦτα ἐρῶ. Συμπαρῆσαν δὲ λαϊκοὶ πολλοὶ διαλεκτικῆς ἔμπειροι, ἐν ἑκατέρῳ μέρει συνηγορεῖν προθυμούμενοι· ἀλλὰ τὴν μὲν Ἀρείου δόξαν συνεκρότουν Εὐσέβιός τε Νικομηδεὺς, ὥς μοι καὶ πρότερον εἴρηται, καὶ Θέογνις, καὶ Μάρις· ὧν ὁ μὲν Νικαίας ἐπίσκοπος ἦν, Μάρις δὲ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος·
Following these were presbyters and deacons, and as many other attendants as there were—there was no number. Of the ministers of God, some were distinguished by the word of wisdom, others by the firmness of their life and endurance of hardship, and others were adorned by the middle way. Of these, some were honored by length of time, others shone by youth and the vigor of the soul, and others had but recently come to the course of ministry. To all of these the emperor ordered that their rations be supplied abundantly each day. Such were the things Eusebius wrote concerning those who assembled there. And the emperor, having completed the victory festival over Licinius, himself also came to Nicaea. Among the bishops, Paphnutius from the upper Thebaid and Spyridon from Cyprus were distinguished. The reason why we have mentioned these men I will state after this. There were present also many laymen experienced in dialectic, eager to plead on either side; but the opinion of Arius was supported by Eusebius of Nicomedia, as I have also said before, and by Theognis and Maris—of whom the one was bishop of Nicaea, and Maris of Chalcedon in Bithynia.
τούτοις δὲ γενναίως ἀντηγωνίζετο Ἀθανάσιος, διάκονος μὲν τῆς Ἀλεξανδρέων ἐκκλησίας· σφόδρα δὲ αὐτὸν διὰ τιμῆς ἦγεν Ἀλέξανδρος ὁ ἐπίσκοπος· διὸ καὶ φθόνος ὡπλίσατο κατ' αὐτοῦ, ὡς ὕστερον λέξομεν. Μικρὸν οὖν πρὸ τῆς εἰς ἕνα τόπον συνελεύσεως τῶν ἐπισκόπων, οἱ διαλεκτικοὶ πρὸς τοὺς πολλοὺς προαγῶνας ἐποιοῦντο τῶν λόγων. Ἑλκομένων δὲ πολλῶν πρὸς τὸ τοῦ λόγου τερπνὸν, εἷς τις τῶν ὁμολογητῶν λαϊκὸς, ἀκέραιον ἔχων τὸ φρόνημα, ἀντιπίπτει τοῖς διαλεκτικοῖς, καὶ φησὶ πρὸς αὐτούς· «ὡς ἄρα ὁ Χριστὸς, καὶ οἱ Ἀπόστολοι, οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην, οὐδὲ κενὴν ἀπάτην, ἀλλὰ γυμνὴν γνώμην, πίστει καὶ καλοῖς ἔργοις φυλαττομένην.» Ταῦτα εἰπόντος, οἱ μὲν παρόντες πάντες ἐθαύμασαν καὶ ἀπεδέξαντο· οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν, τὸν ἁπλοῦν λόγον τῆς ἀληθείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη, τῇ δὲ ἑξῆς, πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ' αὐτούς· καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσους ἔστη· καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία ἐγένετο, ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς αὐτοὺς χρῆσθαι λόγοις, πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς· καὶ τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον, παραχωρεῖν συνεβούλευε· καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες·
Athanasius, a deacon of the church of the Alexandrians, contended bravely against these. Bishop Alexander held him in very great honor; therefore envy also armed itself against him, as we shall relate later. A little before the bishops assembled in one place, the dialecticians were holding public contests of words before the crowds. And when many were drawn to the pleasantness of the argument, one of the confessors, a layman who kept his mind uncorrupted, opposed the dialecticians and said to them: "Christ and the Apostles did not hand down to us a dialectical art, nor an empty deceit, but a naked understanding, guarded by faith and good works." When he had said this, all those present marveled and approved; and the dialecticians, acting more reasonably, fell silent, having heard the simple word of truth. At that time, then, the uproar arising from dialectic was thus calmed; and on the next day all the bishops together came to one place. The emperor also came in after them; and when he had entered, he stood in their midst; and he chose not to sit down before the bishops had nodded their consent. So great a reverence and modesty toward the emperor possessed these men. And when the silence befitting the occasion had also come about, the emperor began from there, from his seat, to use exhortatory words toward them, urging them to concord and unanimity; and he advised each one to yield his private grievance to his neighbor; for the majority were bringing accusations against one another.
πολλοί τε ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ τὸ προκείμενον, διὸ καὶ συνεληλύθεισαν, χωρεῖν παρακαλέσας, τὰ βιβλία καυθῆναι ἐκέλευσεν, ἐπειπὼν μόνον· «Κελεύει Χριστὸς ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον.» Τότε οὖν τοὺς περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν, αὖθις περὶ τῶν δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ περὶ τούτων ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ αὐτός φησιν Εὐσέβιος, ἐπακοῦσαι καλόν· ἔστι δὲ ταῦτα. Πλείστων δὴ τῶν ὑφ' ἑκατέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο. Ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πραέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας· ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκύτερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καὶ δυσωπῶν τῷ λόγῳ· τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν. Πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπὶ τὸ αὐτὸ κατεστήσατο· ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτό τε ἤδη καὶ ἐγγράφως δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῆ δεδογμένα. Τοιαῦτα καὶ περὶ τούτων ταῖς ἑαυτοῦ φωναῖς ὁ Εὐσέβιος ἐγγράφως κατέλιπεν. Ἡμεῖς δὲ οὐκ ἀκαίρως αὐτοῖς ἐχρησάμεθα·
Many of them had on the previous day handed petitions to the emperor. But urging them to proceed to the matter at hand, for which they had also assembled, he ordered the petitions to be burned, saying only this: "Christ commands that forgiveness be granted to a brother who is eager to obtain forgiveness." Then, having set out at length the arguments concerning concord and peace, he again permitted them, by their own judgment, to examine the doctrines more carefully. It is good to listen to what the same Eusebius says about these matters also in the same third book of his Life of Constantine; and it is as follows. When very many proposals were being put forward by each of the two parties, and at first much disputation arose, the emperor listened to all of them with forbearance, and received their proposals with diligent attention. Taking up in turn what was said by each party, he gently drew together those who were contending factiously, and, making his conversations with each one mild, and speaking Greek—since he was not unacquainted with this either—he was rather sweet and pleasant, persuading some and shaming others by his argument, and praising those who spoke well. Driving all to concord, he brought them to be of one mind and one opinion on all the disputed points; so that the faith prevailed with one voice, and the time of the saving festival was acknowledged the same by all. And what had been commonly decided was already being ratified in writing by the subscription of each. Such things also concerning these matters Eusebius left behind in writing in his own words. And we have used them not inappropriately.
ἀλλὰ μάρτυσι χρώμενοι τοῖς ὑπ' αὐτοῦ λεχθεῖσι, τῇδε αὐτὰ κατετάξαμεν τῇ γραφῇ· ἵν' ὅταν τινες τῆς ἐν Νικαίᾳ συνόδου ὡς περὶ τὴν πίστιν σφαλείσης καταγινώσκωσι, μὴ αὐτῶν ἀνεχώμεθα, μηδὲ πιστεύσωμεν Σαβίνῳ τῷ Μακεδονιανῷ, ἰδιώτας αὐτοὺς καὶ ἀφελεῖς καλοῦντι τοὺς ἐκεῖ συνελθόντας. Σαβῖνος γὰρ, ὁ τῶν ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης Μακεδονιανῶν ἐπίσκοπος, συναγωγὴν ὧν διάφοροι ἐπισκόπων σύνοδοι ἐγγράφως ἐξέδωκαν ποιησάμενος, τοὺς μὲν ἐν Νικαίᾳ ὡς ἀφελεῖς καὶ ἰδιώτας διέσυρε, μὴ αἰσθανόμενος, ὅτι καὶ αὐτὸν Εὐσέβιον, τὸν μετὰ πολλῆς δοκιμασίας τὴν πίστιν ὁμολογήσαντα, ὡς ἰδιώτην διαβάλλει. Καὶ τινὰ μὲν ἑκὼν παρέλιπεν, τινὰ δὲ παρέτρεψεν· πάντα δὲ πρὸς τὸν οἰκεῖον σκοπὸν μᾶλλον ἐξείληφεν. Καὶ ἐπαινεῖ μὲν τὸν Παμφίλου Εὐσέβιον, ὡς ἀξιόπιστον μάρτυρα· ἐπαινεῖ δὲ καὶ τὸν βασιλέα, ὡς τὰ Χριστιανῶν δογματίζειν δυνάμενον· μέμφεταί τε τῇ ἐκτεθείσῃ ἐν Νικαίᾳ πίστει, ὡς
ὑπὸ ἰδιωτῶν καὶ οὐδὲν ἐπισταμένων ἐκδεδομένῃ· καὶ ὃν ὡς σοφὸν καὶ ἀψευδῆ καλεῖ μάρτυρα, τούτου τὰς φωνὰς ἑκουσίως ὑπερορᾷ. Φησὶ γὰρ ὁ Εὐσέβιος, ὅτι τῶν παρόντων ἐν τῇ Νικαίᾳ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι· καὶ ὅτι ὁ βασιλεὺς παρὼν, πάντας εἰς ὁμόνοιαν ἄγων, ὁμογνώμονας καὶ ὁμοδόξους κατέστησεν. Ἀλλὰ Σαβίνου μὲν, εἴ που χρεία καλέσοι, ποιησόμεθα μνήμην· ἡ δὲ ἐν Νικαίᾳ παρὰ τῆς μεγάλης συνόδου μεγαλοφώνως ἐξενεχθεῖσα συμφωνία τῆς πίστεως ἔστιν αὕτη. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.
But using as witnesses the things said by him, we have set these down in this writing, so that whenever certain people condemn the council of Nicaea as having erred concerning the faith, we may not tolerate them, nor believe Sabinus the Macedonian, who calls those who assembled there simpletons and ignorant men. For Sabinus, the bishop of the Macedonians in Heraclea in Thrace, having made a collection of the things that various councils of bishops published in writing, ridiculed those at Nicaea as simple and ignorant, not perceiving that he also slanders Eusebius himself, who confessed the faith with great testing, as an ignorant man. And some things he deliberately omitted, and some he distorted; but he took everything in a way more favorable to his own purpose. And he praises Eusebius of Pamphilus as a trustworthy witness; and he also praises the emperor, as one able to set forth the doctrines of the Christians; and he finds fault with the faith set forth at Nicaea, as having been issued by ignorant men who understood nothing; and the witness whom he calls wise and truthful, his words he deliberately overlooks. For Eusebius says that of the ministers of God present at Nicaea, some were distinguished by wisdom of speech, and others by firmness of life; and that the emperor, being present and leading all to concord, made them of one mind and one opinion. But we shall make mention of Sabinus, if ever need calls for it; and the agreement of the faith, proclaimed with a great voice at Nicaea by the great council, is this: We believe in one God, Father almighty, maker of all things visible and invisible.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα· παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι «ἦν ποτὲ ὅτε οὐκ ἦν,» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν,» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο,» ἢ «ἐξ ἑτέρˉας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,» ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ταύτην τὴν πίστιν τριακόσιοι μὲν πρὸς τοῖς δεκαοκτὼ ἔγνωσάν τε καὶ ἔστερξαν· καὶ, ὡς φησὶν ὁ Εὐσέβιος, ὁμοφωνήσαντες καὶ ὁμοδοξήσαντες ἔγραφον· πέντε δὲ μόνοι οὐ προσεδέξαντο, τῆς λέξεως τοῦ ὁμοουσίου ἐπιλαβόμενοι, Εὐσέβιός τε ὁ Νικομηδείας ἐπίσκοπος, καὶ Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεωνᾶς Μαρμαρικῆς, Σεκοῦνδος Πτολεμαΐδος. Ἐπεὶ γὰρ ἔφασαν ὁμοούσιον εἶναι, ὃ ἔκ τινος ἐστὶν, ἢ κατὰ μερισμὸν, ἢ κατὰ ῥεῦσιν, ἢ κατὰ προβολήν· κατὰ προβολὴν μὲν, ὡς ἐκ ῥιζῶν βλάστημα· κατὰ δὲ ῥεῦσιν, ὡς οἱ πατρικοὶ παῖδες· κατὰ μερισμὸν δὲ, ὡς βώλου χρυσίδες δύο ἢ τρεῖς· κατ' οὐδὲν δὲ τούτων ἔστιν ὁ Υἱός· διὰ τοῦτο οὐ συγκατατίθεσθαι τῇ πίστει ἔλεγον·
And in one Lord Jesus Christ, the Son of God, begotten of the Father, only-begotten, that is, from the substance of the Father, God from God and light from light, true God from true God; begotten, not made; consubstantial with the Father; through whom all things came to be, both the things in heaven and the things on earth; who for us men and for our salvation came down, and was made flesh, and became man; who suffered, and rose on the third day, ascended into the heavens, and is coming to judge the living and the dead. And in the Holy Spirit. But those who say that "there was once when he was not," and "before he was begotten he was not," and that "he came to be from things that are not," or who claim that the Son of God is "from another hypostasis or substance," or is "created," or "subject to change," or "alterable"—these the holy catholic and apostolic church anathematizes. This faith three hundred and eighteen men both acknowledged and approved; and, as Eusebius says, having spoken with one voice and held one opinion, they wrote it down; but only five did not accept it, taking issue with the term "consubstantial": Eusebius, bishop of Nicomedia, and Theognis of Nicaea, Maris of Chalcedon, Theonas of Marmarica, and Secundus of Ptolemais. For they said that "consubstantial" means that which is from something, either by division, or by flow, or by projection—by projection, as a shoot from roots; by flow, as paternal children; by division, as two or three gold pieces from a lump; but the Son is in none of these ways; therefore, they said, they did not agree with the faith.
πολλὰ οὖν τὴν λέξιν τοῦ ὁμοουσίου σκώψαντες, τῇ καθαιρέσει Ἀρείου ὑπογράψαι οὐκ ἠβουλήθησαν. Διόπερ ἡ σύνοδος Ἄρειον μὲν καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισεν ἅπαντας, προσθέντες μήτε ἐπιβαίνειν τῆς Ἀλεξανδρείας αὐτόν· βασιλέως δὲ πρόσταγμα, καὶ αὐτὸν καὶ τοὺς περὶ Εὐσέβιον καὶ Θέογνιν, εἰς ἐξορίαν ἀπέστειλεν. Εὐσέβιος μὲν οὖν καὶ Θέογνις μικρὸν ὕστερον μετὰ τὴν ἐξορίαν βιβλίον μετανοίας ἐπιδόντες, τῇ πίστει τοῦ «ὁμοουσίου» συνέθεντο, ὡς προϊόντες δηλώσομεν· τότε δὲ ἐν τῇ συνόδῳ, Εὐσέβιος ὁ τὴν Παμφίλου προσωνυμίαν ἔχων, καὶ τῆς ἐν Παλαιστίνῃ Καισαρείας τὴν ἐπισκοπὴν κεκληρωμένος, μικρὸν ἐπιστήσας, καὶ διασκεψάμενος εἰ δεῖ προσδέξασθαι τὸν ὅρον τῆς πίστεως, οὕτως ἅμα τοῖς πολλοῖς πᾶσι συνῄνεσέν τε καὶ συνυπέγραψεν· καὶ τῷ ὑπ' αὐτὸν λαῷ ἔγγραφον τὸν ὅρον τῆς πίστεως διεπέμψατο, τὴν τοῦ «ὁμοουσίου» λέξιν ἑρμηνεύσας, ἵνα μηδὲ ὅλως τις ὑπόνοιαν ἀνθ' ὧν ἐπέστησεν ἔχῃ περὶ αὐτοῦ. Ἔστι δὲ αὐτὰ τοῦ Εὐσεβίου τὰ γραφέντα, κατὰ λέξιν τάδε. Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν καὶ ὑμᾶς, ἀγαπητοὶ, μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ' ἵνα μὴ ἐκ μόνης τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ' ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι.
Having therefore greatly mocked the term “consubstantial,” they were unwilling to subscribe to the deposition of Arius. For this reason the synod anathematized Arius and all those of the same opinion with him, adding that he should not even set foot in Alexandria; and by the emperor's command it sent both him and those around Eusebius and Theognis into exile. Eusebius, then, and Theognis, a little after their exile, having submitted a document of repentance, agreed to the faith of the “consubstantial,” as we shall show as we proceed; but at that time in the synod, Eusebius who bears the surname of Pamphilus, and who had obtained by lot the bishopric of Caesarea in Palestine, having paused a little and considered whether one ought to accept the definition of the faith, thus together with all the many both consented and co-signed; and to the people under him he sent in writing the definition of the faith, interpreting the term “consubstantial,” so that no one at all might have any suspicion concerning him on account of the things for which he had paused. And these are the very things written by Eusebius, word for word as follows. The matters concerning the ecclesiastical faith that were dealt with at the great synod assembled at Nicaea it is likely that you also, beloved, have learned, since report is accustomed to run ahead of the accurate account of what is being done. But so that the things of the truth may not be reported to you differently from such hearing alone, we have necessarily sent to you first the writing concerning the faith that was set forth by us, then the second, which they issued by adding additions to our words.
Τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον· «Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν
τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύσαμέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες, τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν. Ἔστι δὲ αὕτη· "Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ Πατρὸς γεγεννημένον· δι' οὗ καὶ ἐγένετο τὰ πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν ἀνθρώποις πολιτευσάμενον· καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα πρὸς τὸν πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα Ἅγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθῶς Πατέρα, καὶ Υἱὸν ἀληθῶς Υἱὸν, καὶ Πνεῦμα Ἅγιον ἀληθὼς Ἅγιον Πνεῦμα· καθὼς καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε·
The letter from us, therefore, having been read in the presence of our most God-beloved emperor, and having been well and approvedly declared, is as follows: "Just as we received from the bishops before us, both in the catechesis and when we received the washing, and just as we have learned from the divine Scriptures, and as in the presbyterate and in the episcopate itself we believed and taught, so now also believing, we set before you our faith. And it is this: 'We believe in one God, Father almighty, the maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Word of God, God from God, light from light, life from life, the only-begotten Son, firstborn of all creation, begotten from God the Father before all the ages; through whom all things came to be, who for our salvation was made flesh and lived among men; and suffered, and rose on the third day; and ascended to the Father, and will come again in glory to judge the living and the dead. We believe also in one Holy Spirit. Believing that each of these is and exists—Father truly Father, and Son truly Son, and Holy Spirit truly Holy Spirit—just as our Lord also, when sending his own disciples to preach, said:
«Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.»" Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν, καὶ οὕτω φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου οὕτω σχήσειν, καὶ ἐν αὐτῇ ἐνίστασθαι τῇ πίστει, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν ἄθεον· ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντα πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα· δεικνύναι ἔχοντες δι' ἀποδείξεων, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν ὁμοίως. Ταύτης ὑφ' ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδενὶ παρῆν ἀντιλογίας τόπος. Ἀλλ' αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν· οὕτω τε καὶ ἑαυτὸν φρονεῖν ἐμαρτύρατο, καὶ ταύτῃ τοὺς πάντας συγκαταθέσθαι, καὶ ὑπογράφειν τοῖς δόγμασι, καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ «ὁμοουσίου.» Ὃ καὶ αὐτὸς ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοι τὸ «ὁμοούσιον,» οὔτε οὖν κατὰ διαίρεσιν, οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι· μήτε γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι· θείοις δὲ καὶ ἀπορρήτοις ῥήμασι προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος καὶ εὐσεβὴς ἡμῶν βασιλεὺς τοιάδε ἐφιλοσόφει· οἱ δὲ, προφάσει τοῦ «ὁμοουσίου,» τήνδε τὴν γραφὴν πεποιήκασι. ΤΟ ΜΑΘΗΜΑ.
Go therefore and make disciples of all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Spirit." Concerning these things we also affirm that this is so, and that we think so, and that we have held so from of old, and that we shall hold so until death, and that we stand firm in this very faith, anathematizing every godless heresy; that we have thought all these things from heart and soul, from the very time we came to know ourselves, and that we now think and speak them in truth, we bear witness before the God of all, and our Lord Jesus Christ; being able to show by proofs and to persuade you that in times past we both believed and preached in the same manner. This faith having been set forth by us, there was no room for contradiction. But our most God-beloved emperor himself first testified that it was most rightly contained, and he testified that he himself thought so, and he exhorted all to agree with it, and to subscribe to its doctrines, and to be in accord with them, with only one word added besides, that of "consubstantial." This he himself also interpreted, saying that he did not mean "consubstantial" according to the affections of bodies, nor that the Son subsisted by division, nor by any cutting off from the Father; for the immaterial and intellectual and incorporeal nature cannot undergo any bodily affection; but such things ought to be understood by divine and ineffable words. Such were the reflections of our most wise and pious emperor; but the others, on the pretext of "consubstantial," composed the following document. THE LESSON.
Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐρανούς· ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, «ἦν ποτὲ ὅτε οὐκ ἦν,» ἢ «οὐκ ἦν πρὶν γεννηθῆναι,» ἢ «ἐξ οὐκ ὄντων ἐγένετο,» ἢ «ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,» τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ Θεοῦ ἐκκλησία. Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ' αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ «ἐκ τῆς οὐσίας τοῦ Πατρὸς,» καὶ τὸ «τῷ Πατρὶ ὁμοούσιον,» οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν. Ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων· καὶ δὴ καὶ τὸ «ἐκ τῆς οὐσίας» ὡμολόγητο πρὸς αὐτῶν, δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός· ταύτῃ δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν υἱὸν, οὐ μὴν μέρος
We believe in one God, Father almighty, maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Son of God, begotten from the Father, only-begotten, that is, from the substance of the Father; God from God, light from light, true God from true God; begotten, not made; of one substance with the Father; through whom all things came to be, both in heaven and on earth; who for us men and for our salvation came down, and was made flesh, became man, suffered, and rose on the third day; ascended into the heavens; coming to judge the living and the dead. And in the Holy Spirit. But those who say, "There was once when he was not," or "He was not before he was begotten," or "He came to be from things that are not," or who claim that the Son of God is from another hypostasis or substance, or is created, or changeable, or alterable—these the catholic and apostolic church of God anathematizes. And indeed, when this writing had been dictated by them, since the expressions "from the substance of the Father" and "of one substance with the Father" had been spoken by them, we do not leave it unexamined by them. Questions and answers were accordingly raised from this point, and the argument tested the meaning of what was said; and indeed "from the substance" was acknowledged by them to be indicative of being from the Father, yet not as being a part of the Father; and in this respect it seemed good to us also to agree with this understanding, since pious teaching dictates that the Son is from the Father, yet not a part
τῆς οὐσίας αὐτοῦ τυγχάνειν. Διόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν τοῦ «ὁμοουσίου» παραιτούμενοι, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ τὰ αὐτὰ δὲ, καὶ τὸ «γεννηθέντα καὶ οὐ ποιηθέντα» κατεδεξάμεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα, τοῖς δι' αὐτοῦ γενομένοις ὅμοιον· κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι διδάσκει τὰ θεῖα λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ «ὁμοούσιον εἶναι τοῦ Πατρὸς» τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως· τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός· παραστατικὸν δὲ εἶναι «τῷ Πατρὶ τὸ ὁμοούσιον,» τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν· μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ οὐσίας, ἀλλ' ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι· ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ «ὁμοουσίου» συγχρησαμένους ὀνόματι.
to be of his substance. Wherefore we ourselves also assent in thought, not even rejecting the term “homoousios,” since the goal of peace lies before our eyes, and so that we may not fall away from right understanding. In the same way, we also accepted “begotten, not made,” since they said that “made” is a common appellation of the other creatures, which came to be through the Son, to none of which the Son is like; therefore he is not a work, like the things that came to be through him; but he is of a substance better than every work, which the divine oracles teach was begotten from the Father, the manner of the generation being inexpressible and beyond reckoning to every created nature. Thus also the account, when examined, establishes that the Son is “homoousios with the Father,” not in the manner of bodies, nor similarly to mortal living things; for neither by division of the substance, nor by cutting off, nor by alteration of the Father’s substance and power—for the unbegotten nature of the Father is foreign to all these things—but “homoousios” is illustrative “with the Father,” showing that the Son of God has no resemblance to created creatures, but is likened to the Father who begot him in every way, and is not from another hypostasis and substance, but from the Father. And to this same term, interpreted in this way, it seemed good to assent; since we have known that some of the ancients, learned and distinguished bishops and writers, used the name “homoousios” in the theology of the Father and the Son.
Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας, ἐπ' αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας· καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα, ἄλυπον εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς· διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία τῶν ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ «ἐξ οὐκ ὄντων,» καὶ τῷ «ἦν ποτὲ ὅτε οὐκ ἦν,» καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν· ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ, τούτοις εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες· καὶ, ὡς εὐλόγως, τότε μὲν καὶ μέχρι ὑστάτης ὥρας ἐνιστάμεθα, ὅθ' ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτεν· τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅτε ἡμῖν εὐγνωμόνως ἐξετάζουσι τῶν λόγων τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ' ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις. Τοιαῦτα μὲν ὁ τοῦ Παμφίλου Εὐσέβιος εἰς τὴν Παλαιστίνης Καισάρειαν διεπέμψατο. Καὶ τῇ Ἀλεξανδρέων δὲ ἐκκλησίᾳ, καὶ τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει, κοινῇ ψήφῳ τάδε ἡ σύνοδος ἔγραψεν. Ἐπιστολὴ τῆς συνόδου, περὶ ὧν ὥρισεν ἡ σύνοδος· καὶ ὡς καθῃρέθη Ἄρειος, καὶ οἱ ὁμοφρονοῦντες αὐτῷ.
Let these things be said concerning the exposition of faith which we all agreed upon, not without examination, but according to the understandings that were set forth, examined in the presence of the most God-beloved emperor himself, and agreed upon by the reasonings that were stated. And the anathematization that was set forth by them after the faith, we considered to be without offense, because it forbids the use of unwritten phrases; for this is why there has been almost a complete confusion and instability of the churches. Since, then, no divinely inspired Scripture has used the expressions “from things that are not,” and “there was once when he was not,” and the rest that follow upon them, it did not appear reasonable to say and teach these things; and to this, which also seemed good, we assented, since not even in the time before this have we been accustomed to use these words. These things we have necessarily sent to you, beloved, making clear to you the decision of our examination and assent. And, as is reasonable, at that time and up to the last hour we stood against them, when what had been written otherwise was offensive to us; but then, without contentiousness, we accepted what was not offensive, when, as we examined the meaning of the words with fair-mindedness, it appeared to concur with what we ourselves had confessed in the faith set forth beforehand. Such things did Eusebius of Pamphilus send to Caesarea in Palestine. And to the church of the Alexandrians, and to those in Egypt and Libya and the Pentapolis, the synod wrote the following by common vote. Letter of the synod, concerning what the synod ordained; and how Arius was deposed, and those who agreed with him.
Τῇ ἁγίᾳ Θεοῦ χάριτι, καὶ μεγάλῃ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ τοῖς κατ' Αἴγυπτον, καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι, ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων πόλεών τε καὶ ἐπαρχιῶν, μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη, παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστεῖλαι γράμματα· ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. Πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου· καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν, τὸν Υἱὸν τοῦ
Θεοῦ λέγων «ἐξ οὐκ ὄντων,» καὶ «εἶναι ποτὲ ὅτε οὐκ ἦν,» καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντος, καὶ κτίσμα καὶ ποίημα ὀνομάζοντος, ἅπαντα ταῦτα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης ἢ ἀπονοίας, καὶ τῶν βλασφήμων ῥημάτων, ἀνασχομένη. Καὶ τὰ μὲν κατ' ἐκεῖνον οἵου τέλους τετύχηκε, πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι' οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσε αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολέσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς, καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαΐδος· τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν.
To the holy grace of God, and to the great church of the Alexandrians, and to the beloved brothers throughout Egypt, Libya, and the Pentapolis, those gathered at Nicaea who convened the great and holy synod, the bishops: rejoice in the Lord. Since, by the grace of God and the most God-beloved emperor Constantine gathering us from various cities and provinces, a great and holy synod was convened at Nicaea, it seemed altogether necessary for the sacred synod to send letters also to you, so that you might know what was raised and examined, and what was decided and confirmed. First of all, then, the matters concerning the impiety and lawlessness of Arius and those with him were examined in the presence of the most God-beloved emperor Constantine; and with unanimous vote it was decided to anathematize his impious opinion, and the blasphemous words and names which he used in blaspheming, saying that the Son of God is "from things that are not," and "there was once when he was not," and saying that the Son of God is capable of vice and virtue by free will, and calling him a creature and a made thing—all these things the holy synod anathematized, not even enduring to hear so much as the impious opinion or folly and the blasphemous words. And what end the matters concerning him have obtained, you have either heard or will hear, so that we may not seem to trample upon a man who has received the rewards worthy of his own sin. But so great was the strength of his impiety that it also nearly destroyed Theonas of Marmarica and Secundus of Ptolemais; for they too have experienced the same things.
Ἀλλ' ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ ἀσεβείας καὶ τῆς βλασφημίας, καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ, ἠλευθέρωσεν ἡμᾶς, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου, καὶ τῶν ὑπ' αὐτοῦ χειροτονηθέντων· καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ συνόδῳ, ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. Ἔδοξεν οὖν Μελίτιον μὲν, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου, –κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν, – μένειν ἐν τῇ πόλει ἑαυτοῦ, καὶ μηδεμίαν ἐξουσίαν ἔχειν αὐτὸν μήτε χειροθετεῖν, μήτε προχειρίζεσθαι, μήτε ἐν χώρᾳ μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα· ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθα. Τοὺς δὲ ὑπ' αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας κοινωνῆσαι ἐπὶ τούτοις, ἐφ' ᾧτε ἔχειν μὲν αὐτοὺς τὴν τιμὴν καὶ λειτουργίαν, δευτέρους δὲ εἶναι ἐξάπαντος πάντων τῶν ἐν ἑκάστῃ παροικίᾳ τε καὶ ἐκκλησίᾳ ἐξεταζομένων, τῶν ὑπὸ τοῦ τιμιωτάτου καὶ συλλειτουργοῦ ἡμῶν Ἀλεξάνδρου προκεχειρισμένων· ὥστε τούτοις μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι, ἢ ὑποβάλλειν ὀνόματα, ἢ ὅλως ποιεῖν τι χωρὶς γνώμης τῶν τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπων, τῶν ὑπὸ Ἀλέξανδρον. Τοὺς δὲ χάριτι Θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ὄντας, καὶ ἐξουσίαν ἔχειν προχειρίζεσθαι καὶ ὀνόματα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου, καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν.
But since the grace of God has freed us from that evil doctrine and impiety and blasphemy, and from the persons of those who dared to make a dissension and division of the people that had been at peace from above, there remained the matter concerning the rashness of Melitius and those ordained by him; and concerning this part, what seemed good to the synod we make known to you, beloved brothers. It seemed good, then, that Melitius—the synod having been moved with greater humanity (for by the strict account he was worthy of no pardon)—should remain in his own city, and have no authority either to lay on hands, or to appoint, or to appear in a country or another city for this pretext; but that he should possess only the bare name of honor. And that those who had been appointed by him, having been confirmed by a more mystical ordination, should have communion on these terms: that they should indeed have the honor and ministry, but be in every way second to all those examined in each parish and church, who had been appointed beforehand by our most honored and fellow-minister Alexander; so that these should have no authority to appoint those who please them, or to submit names, or in general to do anything without the judgment of the bishops of the catholic church who are under Alexander. And that those who by the grace of God and your prayers have been found in no schism, but are spotless in the catholic church, should also have authority to appoint and to select names of those worthy of the clergy, and in general to do everything according to the law and ordinance of the church.
Εἰ δέ τινας συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ, τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο, καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφίζοντος αὐτῷ καὶ ἐπισφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις πᾶσι συνεχωρήθη· ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε, διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν, καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθείη, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ἐμποιῆσαι. Ταῦτα ἐστὶ τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ, καὶ τῇ ἁγιωτάτῃ Ἀλεξανδρέων ἐκκλησίᾳ. Εἰ δέ τι ἄλλο ἐκανονίσθη ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀκριβέστερον ἀνοίσει πρὸς ὑμᾶς, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμῖν, περὶ τῆς συμφωνίας τοῦ ἁγιωτάτου Πάσχα, ὅτι ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος· ὥς τε πάντας τοὺς ἐν τῇ ἑῴᾳ ἀδελφοὺς, τοὺς μετὰ τῶν Ἰουδαίων τὸ πρότερον ποιοῦντας, συμφώνως Ῥωμαίοις καὶ ἡμῖν, καὶ πᾶσιν ὑμῖν τοῖς ἐξ ἀρχαίου μεθ' ἡμῶν φυλάττουσι τὸ Πάσχα, ἐκ τοῦ δεῦρο ἄγειν. Χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι, καὶ τῇ τῆς εἰρήνης συμφωνίᾳ, καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι, ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ὑμῶν δὲ ἐπίσκοπον Ἀλέξανδρον, τὸν εὐφράναντα ἡμᾶς ἐν τῇ παρουσίᾳ, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρήνην γενέσθαι καὶ παρ' ὑμῖν.
If it should happen that any of those in the church depart this life, then let those who have just been received advance to the honor of the deceased, only if they appear worthy and the people choose them, with the bishop of Alexandria also voting for him and confirming. This was granted to all others; but in the case of Meletius himself the same things no longer seemed good, because of his disorderliness from the beginning and because of the readiness and rashness of his judgment, so that no authority or power should be given to him, a man able again to create the same disorders. These are the exceptional and distinguished matters pertaining to Egypt and to the most holy church of the Alexandrians. But if anything else was canonically enacted or decreed, while our lord and most honored fellow-minister and brother Alexander was present, he himself, being present, will report more accurately to you, since he is both lord and partaker of what has taken place. We announce to you concerning the agreement of the most holy Pascha, that through your prayers this part also has been accomplished; so that all the brothers in the East, who previously celebrated with the Jews, may from now on celebrate in agreement with the Romans and with us, and with all of you who from ancient times have kept the Pascha with us. Rejoicing, therefore, in these accomplishments and in the concord of peace, and that every heresy has been cut off, receive with greater honor and more abundant love our fellow-minister and your bishop Alexander, who gladdened us by his presence and in this age endured so much toil for the sake of peace also among you.
Εὔχεσθε δὲ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα, ταῦτα βέβαια μένῃ, διὰ τοῦ παντοκράτορος Θεοῦ, καὶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν Ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Ἐν ταύτῃ τῇ
τῆς συνόδου ἐπιστολῇ φανερὸν καθίστησιν, ὅτι οὐ μόνον Ἄρειον καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισαν, ἀλλὰ καὶ τὰς λέξεις τῆς δόξης αὐτοῦ· καὶ ὅτι περὶ τοῦ Πάσχα ὁμοφρονήσαντες, ἐδέξαντο τὸν αἱρεσιάρχην Μελίτιον, τὴν μὲν ἀξίαν τῆς ἐπισκοπῆς ἔχειν αὐτὸν συγχωρήσαντες, τὴν δὲ ἐξουσίαν τοῦ πράττειν αὐτὸν τινὰ ὡς ἐπίσκοπον, περιελόντες· δι' ἣν αἰτίαν νομίζω, ἄχρι νῦν κεχωρίσθαι τῆς ἐκκλησίας τοὺς ἐν Αἰγύπτῳ Μελιτιανοὺς, ὅτι περιεῖλεν ἡ σύνοδος Μελιτίου τὸ δύνασθαι. Ἰστέον δὲ, ὅτι Ἄρειος βιβλίον συνέγραψε περὶ τῆς ἑαυτοῦ δόξης, ὃ ἐπέγραψε Θάλειαν· ἔστι δὲ ὁ χαρακτὴρ τοῦ βιβλίου χαῦνος καὶ διαλελυμένος, τοῖς Σωταδίοις ᾄσμασιν, ἤτοι μέτροις, παραπλήσιος· ὅπερ καὶ αὐτὸ τότε ἡ σύνοδος ἀπεκήρυξεν. Οὐ μόνη δὲ ἡ σύνοδος τοῦ γράψαι περὶ τῆς γενομένης εἰρήνης ἐφρόντισεν, ἀλλὰ γὰρ καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δι' οἰκείων γραμμάτων τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε ἐπέστειλεν. Ἡ ἐπιστολὴ τοῦ βασιλέως. Κωνσταντῖνος Σεβαστὸς, τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε ἀγαπητοὶ ἀδελφοί. Τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν, ἵνα πάσης πλάνης ἀπαλλαγέντες, μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. Οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ' ἡμῶν· πᾶν εἴ τι δ' ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται·
Pray for us all, that what has seemed good may remain firm, through God the Almighty and through our Lord Jesus Christ, with the Holy Spirit; to whom be glory forever, amen. In this letter of the synod he makes it clear that they anathematized not only Arius and those who shared his opinion, but also the very expressions of his doctrine; and that, having come to agreement concerning Pascha, they received Melitios the heresiarch, allowing him to retain the dignity of the episcopate but removing from him the authority to act as a bishop in any matter. For this reason, I think, the Melitians in Egypt have remained separated from the church until now, because the synod took away from Melitios the power to act. It should be known that Arius composed a book concerning his own doctrine, which he entitled Thaleia; the style of the book is loose and disjointed, resembling the songs, that is, the verses, of Sotades; this too the synod then rejected. Nor was the synod alone concerned with writing about the peace that had been made, but the emperor Constantine also sent the following to the church of the Alexandrians through his own letter. The letter of the emperor. Constantine Augustus, to the catholic church of the Alexandrians. Greetings, beloved brothers. We have received perfect grace from divine providence, so that, being freed from all error, we may acknowledge one and the same faith. Nothing further is permitted to the devil against us; whatever he attempted by his malice has been destroyed from its foundations.
τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους, καὶ τὰ τῶν διαφωνιῶν, ἵν' οὕτως εἴπω, θανάσιμα φάρμακα, κατὰ τὴν τοῦ Θεοῦ κέλευσιν, ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. Ἕνα τοιγαροῦν ἅπαντες καὶ τῷ ὀνόματι προσκυνοῦμεν, καὶ εἶναι πεπιστεύκαμεν. Ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει Θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ' ὧν περ εἷς ἐξ ὑμῶν ἐγὼ, ὁ συνθεράπων ὑμέτερος καθ' ὑπερβολὴν εἶναι χαίρων, καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. Ἠλέγχθη γοῦν ἅπαντα, καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν. Καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ τὰ περὶ τοῦ μεγάλου Σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν, ἀπρεπῶς ἐβλασφήμουν τινες, τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων, ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων, μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις καὶ ἀκριβείαις τοῦ θείου νόμου πέφυκε πίστις εἶναι, βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος, καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ' ὑμῖν, ἔπειτα καὶ παρ' ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας. Ἀναδεξώμεθα τοιγαροῦν, ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφοὺς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν· ἐπὶ τὸ κοινὸν σῶμα, καὶ τὰ γνήσια ἡμῶν μέλη, σπουδῇ πάσῃ ἴωμεν.
Those dissensions, schisms, those tumults, and—if I may so speak—the deadly poisons of disagreements, the splendor of the truth overcame, according to the command of God. Therefore we all worship one and believe him to be one in name. And that this might come about, at God's prompting I convened in the city of Nicaea the majority of the bishops, with whom—I, one of you, your fellow-servant, rejoicing exceedingly to be so—I myself also undertook the examination of the truth. So then all things were exposed and accurately examined, whatever seemed to give rise to doubt or a pretext for dissension. And let the divine majesty spare us—how great and how dreadful were the things that certain persons impiously blasphemed concerning the great Savior, concerning our hope and life, speaking and confessing to believe things contrary to the God-inspired Scriptures and the holy faith. So then, while three hundred and more bishops, admired for their prudence and sagacity, confirmed one and the same faith, which is by nature the faith both of the truths and the exactitudes of the divine law, Arius alone was found to have been defeated by the devil's working, and he first scattered this evil among you, and then also among others with an impious opinion. Let us therefore accept the judgment that the Almighty has provided; let us return to our beloved brothers, from whom a certain shameless servant of the devil separated us; let us come with all eagerness to the common body and our genuine members.
Τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ, καὶ τῇ πίστει, καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκεν, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν. Ὃ γὰρ τοῖς τριακοσίοις ἤρεσεν ἐπισκόποις, οὐδὲ ἔστιν ἕτερον, ἢ τοῦ Θεοῦ γνώμη, μάλιστά γε ὅπου τὸ ἅγιον Πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισεν. Διὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς ὑπερτιθέσθω· ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε· ἵν' ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι, τὰς ὀφειλομένας τῷ παντεφόρῳ Θεῷ μεθ' ὑμῶν ὁμολογήσω χάριτας, ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας, τὴν εὐκταίαν ὑμῖν ἀγάπην ἀποδέδωκεν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀγαπητοὶ ἀδελφοί. Ὁ μὲν δὴ βασιλεὺς τοιαῦτα ἔγραφε τῷ Ἀλεξανδρέων δήμῳ, μηνύων ὅτι οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, γέγονεν ὁ ὅρος τῆς πίστεως· ἀλλ' ὅτι μετὰ πολλῆς συζητήσεως καὶ δοκιμασίας αὐτὸν ὑπηγόρευσαν· καὶ οὐχ ὅτι τινὰ μὲν ἐλέχθη, τινὰ δὲ ἀπεσιγήθη, ἀλλ' ὅτι ὅσα πρὸς σύστασιν τοῦ δόγματος λεχθῆναι ἥρμοζε, πάντα ἐκινήθη· καὶ ὅτι οὐχ ἁπλῶς ὡρίσθη, ἀλλ' ἀκριβῶς ἐξητάσθη πρότερον· ὥστε πάντα ὅσα ἢ ἀμφιβολίας, ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν, ταῦτα ἐκποδὼν γεγενῆσθαι. Τὸ κεφάλαιον δὲ, «γνώμην Θεοῦ» τὴν πάντων
For this befits your sagacity, your faith, and your holiness, that once the error of that one has been exposed, whom it is established to be an enemy of the truth, you should return to the divine grace. For what pleased the three hundred bishops is nothing other than the will of God, especially since the Holy Spirit, resting in the minds of such and so great men, illuminated the divine will. Therefore let no one doubt, let no one delay; but let all eagerly return to the truest way, so that when I come to you before long, I may with you render the thanks due to the all-bearing God, because, having shown forth the pure faith, he has restored to you the love you longed for. May God preserve you, beloved brothers. The emperor therefore wrote such things to the people of Alexandria, indicating that the definition of the faith did not come about casually or by chance, but that they set it forth after much inquiry and examination; and that it was not the case that some things were said and others passed over in silence, but that whatever was fitting to be said for the establishment of the doctrine was all brought forward; and that it was not defined casually, but was precisely examined beforehand, so that all things which seemed to give occasion for doubt or dissension had been removed. And the sum of it was, that the "will of God" was the
τῶν ἐκεῖ συνελθόντων γνώμην καλεῖ, καὶ Πνεύματι ἁγίῳ τῶν τοσούτων καὶ τηλικούτων ἐπισκόπων τὴν ὁμοφωνίαν γενέσθαι οὐκ ἀπιστεῖ. Σαβῖνος δὲ, ὁ τῆς Μακεδονίου αἱρέσεως προεστὼς, τούτοις μὲν ἑκὼν οὐ προσέχει· ἀλλ' «ἰδιώτας, καὶ μὴ ἔχειν γνῶσιν,» τοὺς ἐκεῖ συνελθόντας φησὶν, κινδυνεύων καὶ αὐτὸν τὸν Καισαρέα Εὐσέβιον ἐπὶ ἀγνωσίᾳ διαβάλλειν· καὶ οὐκ ἐνθυμεῖται ὡς, εἰ καὶ ἰδιῶται ἦσαν οἱ τῆς συνόδου, κατελάμποντο δὲ ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, οὐδαμῶς ἀστοχῆσαι τῆς ἀληθείας ἐδύναντο. Ἐπάκουσον γοῦν, οἷα καὶ δι' ἑτέρας ἐπιστολῆς ὁ βασιλεὺς, κατά τε Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ νομοθετήσας, τοῖς πανταχοῦ ἐπισκόποις τε καὶ λαοῖς διεπέμψατο. Ἄλλη ἐπιστολὴ Κωνσταντίνου. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, ἐπισκόποις καὶ λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος, δίκαιός ἐστι τὴν αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. Ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας ἐχθρὸς, συντάγματα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος, ἄξιον εὕρετο μισθὸν, καὶ τοιοῦτον ὥστε ἐπονείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακοδοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα· οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείου ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν' ὧν τοὺς τρόπους μεμίμηνται, τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. Πρὸς δὲ τούτοις, καὶ εἴ τι σύγγραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο, τοῦτο πυρὶ παραδίδοσθαι· ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη, ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο.
He calls it the opinion of those who assembled there, and he does not disbelieve that the unanimity of so many and such great bishops came about by the Holy Spirit. But Sabinus, the leader of the heresy of Macedonius, does not willingly attend to these things; rather, he says that those who assembled there were "ignorant men, and had no knowledge," running the risk of even slandering the Caesarean Eusebius himself with ignorance. And he does not consider that even if the members of the council were ignorant men, yet since they were illumined by God and by the grace of the Holy Spirit, they could in no way miss the truth. Hear, then, what the emperor, having legislated against Arius and those of his opinion, also sent through another letter to the bishops and peoples everywhere. Another letter of Constantine. Constantine the Victor, the Greatest, Augustus, to the bishops and peoples. Arius, having imitated the wicked and impious, is justly liable to the same dishonor as they. Just as therefore Porphyry, the enemy of true religion, having composed unlawful treatises against the faith, found a worthy reward, and such that he became infamous for the time that followed and was filled with the greatest infamy, and his impious writings were destroyed; so too now it has seemed good that Arius and those who share the mind of Arius be called Porphyrians, so that they may have the name of those whose ways they have imitated. Moreover, if any treatise composed by Arius should be found, let it be handed over to fire, so that not only the worthless parts of his teaching may be destroyed, but not even a trace of him may remain at all.
Ἐκεῖνο μέντοι προαγορεύω, ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας, καὶ μὴ εὐθέως προσενεγκὼν πυρὶ καταναλώσῃ, τούτῳ θάνατος ἔσται ἡ ζημία· παραχρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ, κεφαλικὴν ὑποστήσεται τιμωρίαν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι. Ἄλλη ἐπιστολή. Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις. Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία, καὶ εἰλικρινὴς ἀγάπη, ὁμογνώμων τε περὶ τὸν παγκρατῆ Θεὸν εὐσέβεια τηρῆται. Ἀλλ' ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μὴ εἰς ταὐτὸ πάντων ὁμοῦ, ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο· τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων, καὶ αὐτὸς δὲ καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών, –οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ' ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι, –ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη· ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι. Ἔνθα καὶ περὶ τῆς τοῦ Πάσχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν, ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν.
I forewarn, however, that if anyone is detected having concealed a document composed by Arius and does not immediately bring it forward and consume it with fire, the penalty for him shall be death; for being caught in this, he shall straightway undergo capital punishment. May God preserve you. Another letter. Constantine Augustus to the churches. Having gained experience from the prosperity of public affairs of how great is the grace of divine power, I judged that this before all things was the aim proper to me: that among the most blessed multitudes of the catholic church one faith, and sincere love, and a like-minded piety toward the almighty God should be preserved. But since this could not otherwise obtain an unswerving and firm order, unless all together, or at least the majority of the bishops, having come together, a decision should be made for each of the matters pertaining to the most holy religion; for this reason, when as many as possible had been assembled, I myself also happened to be present just as one of you—for I would not deny that I am by nature your fellow-servant, in which I especially rejoice—everything received the scrutiny it deserved, up to the point where the opinion pleasing to the overseer of all was brought to light for the harmony of unity; so that nothing any longer remained for dissension or dispute of faith. There also, when inquiry arose concerning the most holy day of Pascha, it seemed good by common consent that all everywhere should celebrate it on one day.
Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται, τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ, παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν, ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν· οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες, εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν· ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθους ἀποβληθέντος, ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ὑμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν· πρόκειται γὰρ δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων· τοῦτον συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. Ἔστι γὰρ ὡς ἀληθῶς
ἀτοπώτατον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ ἦμεν ἱκανοί. Τί δὲ φρονεῖν ἐκεῖνοι ὀρθὸν δυνήσονται, οἳ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν, ἄγονται οὐ λογισμῷ τινὶ, ἀλλ' ὁρμῇ ἀκατασχέτῳ, ὅποι ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀγάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ πλεῖστον αὐτοὺς πλανωμένους, ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως, ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὖν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται;
For what could be better for us, or what more venerable could there be, than that this feast, from which we have received the hope of immortality, be kept by all in one order and with clear reason, without fail? And first, it seemed unworthy that that most holy feast should be fulfilled by following the custom of the Jews, who, having defiled their own hands with lawless transgression, rightly, in their impurity, have their souls blinded. For it is possible, once their custom has been rejected, that by a truer order, which we have kept from the first day of the passion until the present, the completion of this observance may also continue into the ages to come. Let there be nothing, therefore, in common for you with that most hateful crowd of the Jews. We have received from the Savior another way; for a course lies before our most sacred religion, both lawful and fitting. Grasping this in harmony, let us tear ourselves away from that shameful conscience, most honored brothers. For it is truly
most absurd that they should boast that apart from their teaching we were unable to keep these things. But what right thought will they be able to have, who after that Lord-killing have been driven out of their minds, and are led not by any reasoning but by an unrestrained impulse wherever their innate madness may carry them? From that source, then, even in this matter they do not see the truth, so that, always wandering for the most part, instead of the proper correction, they celebrate Passover a second time in the same year. For what reason, then, do we follow these, who are acknowledged to be sick with a dreadful error?
δεύτερόν γε τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. Ἀλλ' εἰ καὶ ταῦτα μὴ προΰκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι' εὐχῆς ἔχειν πάντοτε, ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ἡμετέρας ψυχῆς κοινωνεῖν, ἢ δοκεῖν, ἀνθρώπων ἔθεσι παγκάκων. Πρὸς τούτοις, κἀκεῖνο πάρεστι συνορᾷν, ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν, ἐστὶν ἀθεώτατον· μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτὴρ, μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ' ὅμως ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς, κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια τελεῖν· καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας, ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο, ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾷν. Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ Κυριοκτόνων ἐκείνων εἶναι κοινόν· ἔστι τε τάξις εὐπρεπὴς, ἣν ἅπασαι τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν αἱ ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων·
Second, we would never tolerate celebrating Pascha twice in one year. But even if these things were not set before us, your sagacity ought always, both through earnest effort and through prayer, to strive that the purity of our soul have no fellowship, nor even appear to have fellowship, with the customs of utterly wicked men. In addition to these things, one can also observe this: that in so great a matter and in the feast of such a religion, for there to be disagreement is most impious. For our Savior has handed down to us one day of our freedom, that is, the day of his most holy passion; and he has willed that his catholic Church be one. Even if its parts are divided into many and various places, nevertheless it is warmed by one Spirit, that is, by the divine will. Let the sagacity of your Holiness consider how dreadful and unseemly it is that on the same days some devote themselves to fasts while others hold banquets; and after the days of Pascha, some are found in festivities and relaxations, while others are given over to the appointed fasts. For this reason, then, divine providence wills that this matter obtain the correction it deserves and be brought to one fixed rule, as I believe all perceive. Therefore, since this ought so to be corrected that there be nothing in common with those parricides and slayers of the Lord, and there is a seemly order which all the churches of the western, southern, and northern parts of the world observe, and certain of the places in the East as well—
ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην· ἵν' ὅπερ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε καὶ Ἀφρικὴν, ἅπασαν Αἴγυπτον, Ἱσπανίας, Γαλλίας, Βρεττανίας, Λιβύην, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις· λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς ἀπαιτεῖν δοκεῖ λόγος, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοιαύτῃ ἁγιότητι εἶναι τινὰ διαφοράν· καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία. Τούτων οὖν οὕτω στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐρανίαν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν· πᾶν γὰρ ὅ τι δ' ἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον, καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε· ἵν' ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἁγίαν μεθ' ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ·
For these reasons, at present all have considered it good, and I myself promised that it would be pleasing to your sagacity, so that whatever is observed with one harmonious judgment throughout the city of the Romans, Italy, and Africa, all Egypt, the Spains, the Gauls, Britain, Libya, all Greece, the Asian diocese, Pontus, and Cilicia, your understanding also may gladly accept, considering that not only is the number of churches in the aforementioned regions greater, but also that it is most holy for all to wish in common this very thing, which precise reason also seems to demand, and to have no communion with the perjury of the Jews. And to speak summarily of the most important point: it has pleased the common judgment of all that the most holy feast of Pascha be celebrated on one and the same day. For no difference ought to exist in such holiness; and it is better to follow this judgment, in which there will be no admixture of alien error and sin. Since these things are so ordered, gladly receive the heavenly and truly divine commandment; for whatever is done in the holy councils of bishops has reference to the divine will. Therefore, having made known to all our beloved brothers the things written above, you ought now both to receive and to ordain the aforementioned word and the observance of the most holy day, so that when I arrive at the long-desired sight of your disposition, I may be able to celebrate the holy feast with you on one and the same day.
καὶ πάντων ἕνεκεν μεθ' ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ὑμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Ἄλλη ἐπιστολὴ πρὸς Εὐσέβιον. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ. Ἕως τοῦ
παρόντος χρόνου, τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτῆρος Θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα, πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἐνεργείας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε. Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης, καὶ τοῦ δράκοντος ἐκείνου Λικιννίου τοῦ διώκτου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως Θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γενέσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας, ἐπιγνόντας δὲ τὸν ὄντως ὄντα Θεὸν, ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. Ὅσων τοίνυν ἢ αὐτὸς προΐστασαι ἐκκλησιῶν, ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους πρεσβυτέρους τε ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα, ἢ εἰς μείζονα αὔξειν, ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ, καινὰ ποιεῖν. αἰτήσεις δὲ καὶ αὐτὸς, καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα, παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως· τούτοις γὰρ ἐπεστάλη, πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ὁ Θεὸς διαφυλάξοι σε, ἀγαπητὲ ἀδελφέ.
And for all reasons I shall be well pleased with you, seeing that the devilish cruelty has been destroyed by divine power through our actions, while your faith and peace and concord flourish everywhere. May God preserve you, beloved brothers. Another letter to Eusebius. Constantine the Victor, the Greatest, Augustus, to Eusebius. Until the present time, while the impious will and tyranny persecuted the servants of God the Savior, I have believed and have thoroughly persuaded myself that the works of all the churches had either been ruined by neglect or, through fear of the threatening activity, had become less than their worth, most beloved brother. But now that freedom has been restored, and that dragon Licinius the persecutor has been driven from the administration of public affairs by the providence of God the Greatest and by our service, I consider that the divine power has become evident to all, and that those who had fallen into fear or unbelief or certain sins, having recognized the God who truly is, will come to the true and right ordering of life. Therefore, as many churches as you yourself preside over, or as you know other bishops presiding in their localities, and presbyters or deacons, urge them to be zealous concerning the works of the churches, either to correct what exists, or to increase it to greater size, or, wherever need demands, to make new ones. And do you yourself ask, and through you let the rest ask, for the necessities from the governors and from the provincial order; for these have been instructed to serve with all zeal the things said by your holiness. May God preserve you, beloved brother.
Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς πρὸς τοὺς καθ' ἑκάστην ἐναρχίαν ἐπισκόπους ἐπέστειλεν. Ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Παλαιστῖνον, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ Καισαρείας. Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ Σωτῆρος Θεοῦ συναιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτὸν ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν. Σφόδρα τοίνυν ἄξιον καταφαίνεται, καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους· τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει· πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα, ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων, γραφῆναι κελεύσειας· τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τὴν ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις. Ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. Ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται· καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν, ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. Οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων·
These things, then, concerning the building of the churches, he sent in writing to the bishops presiding over each province. But what sort of things he also wrote to Eusebius of Palestine concerning the preparation of the sacred books, it is easy to learn from the letter itself. Victor Constantine, the greatest, Augustus, to Eusebius of Caesarea. In the city that bears our name, through the assisting providence of God the Savior, a very great multitude of people has dedicated itself to the most holy church, so that all things there have received great increase. It appears very fitting, therefore, that more churches be constructed in it. Accordingly, receive most eagerly what has seemed good to our purpose; for it appeared proper to make this known to your understanding, that you should order fifty copies of the divine Scriptures, on well-prepared parchments, easily legible and convenient for use, to be written by skilled calligraphers who are precisely accomplished in their craft—those Scriptures, that is, whose preparation and use you know to be necessary for the teaching of the church. For letters have been sent from our gentleness to the governor of the diocese, so that he may take care to provide everything suitable for their preparation. For in order that the copies written may be prepared as quickly as possible, this will be the work of your diligence; for you ought to receive from the authority of this our letter the right to two public vehicles for their conveyance. For in this way especially the copies that have been beautifully written may be most easily conveyed even to our sight, when one of the deacons from your church fulfills this task.
ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. Ὁ Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. Ἄλλη ἐπιστολὴ πρὸς Μακάριον. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Μακαρίῳ Ἱεροσολύμων. Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστὶν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος πράγματος ἀξίαν εἶναι δοκεῖν. Τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως, ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθελήσωσιν εἰπεῖν, οὐδ' ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται· ἐπὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἔστι μοὶ σκοπὸς, ἵν' ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν, ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἱ
When he comes to us, he shall experience our benevolence. May God preserve you, beloved brother. Another letter to Macarius. Victor Constantine, greatest, Augustus, to Macarius of Jerusalem. So great is the grace of our Savior that no supply of words seems worthy of the present matter. For that the token of that most holy passion, long hidden beneath the earth, should have escaped notice through so many cycles of years, until through the destruction of the common enemy of all, it was destined to shine forth for his own servants set free—this truly surpasses all astonishment. For if all those who seem to be wise throughout the whole world were to come together into one and the same place and wish to say something worthy of the matter, they would not be able to contend even to the smallest degree; so far does the belief in this wonder surpass every nature capable of human reasoning, as much as heavenly things are established to be more powerful than human things. For this reason, then, this is always both my first and only aim: that just as the faith of the truth displays itself daily with newer wonders, so also the
ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνοιντο. Ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερὸν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μέλει μᾶλλον, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν Θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης, ὥσπερ τινος ἐπικειμένου βάρους, ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς Θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δὲ ἀποφανθέντα ἀφ' οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τὰ ἐφ' ἑκάστης πόλεως καλλιστεύοντα ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. Καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐργασίας τε καὶ καλλιεργίας, Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ διέποντι τῶν λαμπροτάτων ἐπάρχων τὰ μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι, παρ' ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας, καὶ τεχνίτας καὶ ἐργάτας, καὶ πάνθ' ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων, ἢ τῶν μαρμάρων, ἃ δ' ἂν νομίσῃς εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον· ἵν' ὅσων δ' ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ. Τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ' ἀξίαν φαιδρύνεσθαι δίκαιον.
May the souls of us all become more earnest concerning the holy law, with self-control and harmonious zeal. Since I think this is evident to all, I especially wish you to be persuaded of this: that I care about nothing more than that we should adorn with the beauty of buildings that sacred place, which by God's command I relieved of the foul addition of an idol, as of some oppressive burden—a place that was holy from the beginning by God's judgment, but has been shown to be holier still since it brought forth into the light the faith of the saving passion. It is fitting, therefore, that your sagacity so arrange and take forethought for each of the necessities, that not only the royal structure surpass those everywhere else, but that the rest also be such that all the finest things in each city are surpassed by this building. And know that concerning the construction and beautification of the walls, the care has been entrusted by us to Dracilianus, our friend, who administers the affairs of the most illustrious prefects, and to the governor of the province. For it has been commanded by my piety that both craftsmen and laborers, and all things whatsoever you may learn from your sagacity to be necessary for the building, be sent immediately through their forethought. But concerning the columns or the marbles, whatever you may judge to be more precious and more useful, hasten yourself, once you have made a survey, to write to us, so that however many and of whatever sort we learn from your letter to be needed, these may be able to be brought from everywhere. For it is right that the place more wonderful than the whole world be made bright in a manner worthy of it.
Τὴν δὲ τῆς βασιλικῆς καμάραν, πότερον λακωναρίαν ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι· εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι. Τὸ λειπόμενον, ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία· καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴγε τοῦτο κάλλιον ἐπικρίνειας. Ὁ Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. Καὶ ἄλλας δὲ ἐπιστολὰς ὁ βασιλεὺς κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ πανηγυρικώτερον γράψας πανταχοῦ κατὰ πόλεις προσέθηκε, διακωμῳδῶν καὶ τῷ τῆς εἰρωνείας ἤθει διαβάλλων αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ Νικομηδεῦσι κατὰ Εὐσεβίου καὶ Θεόγνιδος γράφων, καθάπτεται μὲν τῆς Εὐσεβίου κακοτροπίας, οὐ μόνον ἐπὶ τῷ Ἀρειανισμῷ, ἀλλ' ὅτι καὶ τῷ τυράννῳ ἤδη πρότερον εὐνοῶν τοῖς αὐτοῦ πράγμασιν ἐπεβούλευσε· παραινεῖ δὲ ἕτερον ἑλέσθαι ἐπίσκοπον ἀντ' αὐτοῦ. Ἀλλὰ τὰς περὶ τούτων ἐπιστολὰς, διὰ τὸ ἐν αὐταῖς μῆκος, ἐνταῦθα προσγράψαι περιττὸν εἶναι ἐνόμισα· ἔξεστι δὲ τοῖς βουλομένοις ἀναζητῆσαι καὶ ἐντυγχάνειν αὐταῖς. Καὶ περὶ τούτων τοσαῦτα εἰρήσθω. Ὅτι καὶ τὸν Ναυατιανῶν ἐπίσκοπον Ἀκέσιον κεκλήκει εἰς τὴν σύνοδον ὁ βασιλεύς. Κινεῖ δέ με ἡ τοῦ βασιλέως σπουδὴ καὶ ἑτέρου πράγματος μνήμην ποιήσασθαι τῆς αὐτοῦ γνώμης, ὅπως ἐφρόντιζε τῆς εἰρήνης. Τῆς γὰρ ἐκκλησιαστικῆς ὁμονοίας πρόνοιαν ποιούμενος, κέκληκε πρὸς τὴν σύνοδον καὶ Ἀκέσιον τῆς τῶν Ναυατιανῶν θρησκείας ἐπίσκοπον.
But regarding the vaulting of the basilica, whether it seems it should be a coffered ceiling or made by some other kind of workmanship, I wish to learn from you; for if it is going to be a coffered ceiling, it can also be adorned with gold. For the rest, let your Holiness take care that the judges mentioned above be informed as quickly as possible how many workmen and craftsmen and expenses are needed; and hasten to report back to me immediately, not only concerning the marbles and columns, but also concerning the coffered ceilings, if indeed you should judge this to be more beautiful. May God preserve you, beloved brother. And the emperor also wrote other letters against Arius and those of his opinion, in a more festal style, and posted them everywhere throughout the cities, ridiculing him and discrediting him with an ironic tone. Moreover, writing to the Nicomedians against Eusebius and Theognis, he censures the wickedness of Eusebius, not only for his Arianism, but because, already previously well-disposed toward the tyrant, he had plotted against his interests; and he urges them to choose another bishop in his place. But the letters concerning these matters, on account of their length, I considered superfluous to append here; it is possible for those who wish to search them out and read them. And let this much be said concerning these things. Also, the emperor had summoned Acesius, the bishop of the Novatians, to the council. But the emperor's zeal moves me to make mention of another matter as well, of his disposition, how he cared for peace. For, making provision for ecclesiastical concord, he summoned to the council also Acesius, bishop of the religion of the Novatians.
Μετὰ οὖν τὸ γραφῆναι καὶ ὑπογραφῆναι παρὰ τῆς συνόδου τὸν ὅρον τῆς πίστεως, ἠρώτα ὁ βασιλεὺς τὸν Ἀκέσιον, εἰ καὶ αὐτὸς τῇ πίστει συντίθεται καὶ τῷ ὁρισμῷ τῆς τοῦ Πάσχα ἑορτῆς· ὁ δὲ, «Οὐδὲν καινὸν,» ἔφη, «ὦ βασιλεῦ, ἡ σύνοδος ὥρισεν· οὕτω γὰρ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐκ τῶν ἀποστολικῶν χρόνων παρείληφα καὶ τὸν ὅρον τῆς πίστεως καὶ τὸν χρόνον τῆς τοῦ Πάσχα ἑορτῆς.» Ἐπανερομένου οὖν τοῦ βασιλέως, «Διὰ τί οὖν τῆς κοινωνίας χωρίζῃ;» ἐκεῖνος τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε· καὶ τὴν ἀκρίβειαν τοῦ αὐστηροῦ κανόνος ἔλεγεν, ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἁμαρτίαν, ἣν «πρὸς θάνατον» καλοῦσιν αἱ θεῖαι γραφαὶ, τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀξιοῦσθαι· ἀλλ' ἐπὶ μετάνοιαν μὲν αὐτοὺς προτρέπειν, ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν ἱερέων,
ἀλλὰ παρὰ τοῦ Θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου καὶ ἐξουσίαν ἔχοντος συγχωρεῖν ἁμαρτήματα. Ταῦτα εἰπόντος τοῦ Ἀκεσίου, ἐπειπεῖν τὸν βασιλέα, «Θὲς, ὦ Ἀκέσιε, κλίμακα, καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν.» Τούτων οὔτε ὁ Παμφίλου Εὐσέβιος, οὔτε ἄλλος τις ἐμνημόνευσε πώποτε· ἐγὼ δὲ παρὰ ἀνδρὸς ἤκουσα οὐδαμῶς ψευδομένου, ὃς παλαιός τε ἦν σφόδρα, καὶ ὡς ἱστορήσας τὰ κατὰ τὴν σύνοδον ἔλεγεν. Ὅθεν καὶ τεκμαίρομαι τοῦτο πεπονθέναι τοὺς σιωπῇ ταῦτα παραπεμψαμένους, ὃ πολλοὶ τῶν ἱστορίας συγγραψαμένων πεπόνθασιν· ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν, ἢ προσπάσχοντές τισιν, ἢ προσώποις χαριζόμενοι. Τὰ μὲν οὖν Ἀκεσίου τοσαῦτα. Περὶ Παφνουτίου τοῦ ἐπισκόπου.
After the definition of the faith had been written and subscribed by the council, the emperor asked Acesius whether he too agreed with the faith and with the decree concerning the feast of Pascha. He replied, "Nothing new, O emperor, has the council decreed; for thus from above and from the beginning, from the apostolic times, I have received both the definition of the faith and the time of the feast of Pascha." When the emperor further asked, "Why then do you separate yourself from the communion?" he taught him what had happened in the persecution under Decius, and stated the strictness of the severe canon, namely that those who after baptism had sinned a sin which the divine Scriptures call "unto death" ought not to be deemed worthy of communion in the divine mysteries, but should be exhorted to repentance, yet should await the hope of forgiveness not from the priests, but from God, who is able and has authority to forgive sins. When Acesius had said this, the emperor added, "Place a ladder, Acesius, and climb up to heaven alone." Of these things neither Eusebius of Pamphilus nor anyone else ever made mention; but I heard them from a man who in no way lied, who was very old and said he had inquired into the affairs of the council. Hence I infer that those who passed over these things in silence suffered what many of those who have written histories have suffered; for they omit many things, either because they attach themselves to certain views or to gratify certain persons. So much concerning Acesius. Concerning Paphnutius the bishop.
Ἐπεὶ δὲ Παφνουτίου καὶ Σπυρίδωνος ποιήσασθαι μνήμην ἀνωτέρω ἐπηγγειλάμεθα, εὔκαιρον ἐνταῦθα περὶ αὐτῶν εἰπεῖν. Παφνούτιος γὰρ μιᾶς πόλεως τῶν ἄνω Θηβῶν ἐπίσκοπος ἦν· οὕτω δὲ ἦν ἀνὴρ θεοφιλὴς, ὡς καὶ σημεῖα θαυμαστὰ γίνεσθαι ὑπ' αὐτοῦ. Οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλμὸν ἐξεκόπη· σφόδρα δὲ ὁ βασιλεὺς ἐτίμα τὸν ἄνδρα, καὶ συνεχῶς ἐπὶ τὰ βασίλεια μετεπέμπετο, καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει. Τοσαύτη προσῆν τῷ βασιλεῖ Κωνσταντίνῳ εὐλάβεια. Ἓν μὲν οὖν τοῦτο περὶ Παφνουτίου εἰρήσθω· ὃ δὲ πρὸς λυσιτέλειαν τῆς ἐκκλησίας καὶ κόσμον τῶν ἱερωμένων διὰ τῆς αὐτοῦ συμβουλῆς τότε γέγονε, διηγήσομαι. Ἐδόκει τοῖς ἐπισκόποις νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσφέρειν, ὥστε τοὺς ἱερωμένους, λέγω δὲ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς, ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. Καὶ ἐπεὶ περὶ τούτου βουλεύεσθαι προὔκειτο, διαναστὰς ἐν μέσῳ τοῦ συλλόγου τῶν ἐπισκόπων ὁ Παφνούτιος ἐβόα μακρὰ, μὴ βαρὺν ζυγὸν ἐπιθεῖναι τοῖς ἱερωμένοις ἀνδράσι, «τίμιον εἶναι τὸν γάμον αὐτὸν καὶ τὴν κοίτην ἀμίαντον» παρὰ τῷ Θεῷ λέγων, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν· οὐ γὰρ πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν, οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν σωφροσύνην τῆς ἑκάστου γαμετῆς· «σωφροσύνην» δὲ ἐκάλει καὶ τῆς νομίμου γυναικὸς τὴν συνέλευσιν· ἀρκεῖσθαι τε τὸν φθάσαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεσθαι, κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν, μὴ μὴν ἀποζεύγνυσθαι ταύτης, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο.
Since we promised above to make mention of Paphnutius and Spyridon, it is fitting to speak of them here. For Paphnutius was bishop of one of the cities of Upper Thebes; and he was so beloved of God that wondrous signs were performed by him. In the time of the persecution his eye was gouged out; yet the emperor greatly honored the man and continually summoned him to the palace, and would kiss the eye that had been dug out. Such was the reverence that belonged to the emperor Constantine. Let this, then, be one thing said about Paphnutius; but what was done at that time through his counsel for the benefit of the church and the adornment of the priesthood, I shall relate. It seemed good to the bishops to introduce a new law into the church, that those in holy orders—I mean bishops, presbyters, and deacons—should not sleep with the wives they had married while still laymen. And when this was proposed for deliberation, Paphnutius stood up in the midst of the assembly of bishops and cried out at length that they should not lay a heavy yoke upon men in holy orders, saying that "marriage itself is honorable and the bed undefiled" before God, and that they should not harm the church more by an excess of strictness; for not all could bear the discipline of impassibility, nor perhaps would the chastity of each man's wife be preserved. And he called even the union with a lawful wife "chastity"; and he said it was enough that one who had once obtained a lot in the clergy should no longer enter into marriage, according to the ancient tradition of the church, but should certainly not be separated from the wife he had already married while previously a layman.
Καὶ ταῦτ' ἔλεγεν ἄπειρος ὢν γάμου, καὶ ἁπλῶς εἰπεῖν, γυναικός· ἐκ παιδὸς γὰρ ἐν ἀσκητηρίῳ ἀνετέθραπτο, καὶ ἐπὶ σωφροσύνῃ, εἰ καί τις ἄλλος, περιβόητος ὤν. Πείθεται πᾶς ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου λόγοις. Διὸ καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γαμετῶν καταλείψαντες. Καὶ τοσαῦτα μὲν περὶ Παφνουτίου. Περὶ Σπυρίδωνος τοῦ Κυπρίων ἐπισκόπου. Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς καὶ ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι· ὃς μιᾶς τῶν ἐν Κύπρῳ πόλεων ὀνόματι Τριμιθοῦντος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο, διὰ δὲ ἀτυφίαν πολλὴν ἐχόμενος τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα. Πολλὰ μὲν οὖν τὰ περὶ αὐτοῦ λεγόμενα· ἑνὸς δὲ ἢ δύο ἐπιμνησθήσομαι, ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω πλανᾶσθαι. Μεσούσης ποτὲ τῆς νυκτὸς, κλέπται ταῖς ἐπαύλεσι τῶν προβάτων λαθραίως ἐπελθόντες ἀφαιρεῖσθαι τῶν προβάτων ἐσπούδαζον. Ὁ Θεὸς δὲ ἄρα ὁ τὸν ποιμένα σώζων ἔσωζε καὶ τὰ πρόβατα. Οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ ταῖς ἐπαύλεσιν ἐδέδεντο. Ὄρθρος τε ἦν, καὶ ἧκε παρὰ τὰ ποίμνια· ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας, ἔγνω τὸ γεγονός· καὶ εὐχόμενος λύει τοὺς κλέπτας, πολλά τε νουθετήσας, καὶ παραινέσας ἐκ δικαίων πόνων σπουδάζειν, μὴ μὴν ἐξ ἀδικίας λαμβάνειν, κριόν τε αὐτοῖς χαρισάμενος, ἀπέλυσε, καὶ χαριέντως ἐπιφθεγξάμενος, «ἵνα μὴ,» φησὶ, «μάτην ἠγρυπνηκότες φανείητε.» Ἓν μὲν δὴ τοῦτο τῶν περὶ Σπυρίδωνος θαυμάτων. Ἕτερον δὲ τοιοῦτο· ἦν αὐτῷ θυγάτηρ παρθένος, τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη.
And he said these things though he was inexperienced in marriage, and, to speak plainly, in woman; for from childhood he had been raised in an ascetic house, and was renowned for chastity, if any man ever was. The whole assembly of the clergy was persuaded by the words of Paphnutius. Therefore they also silenced the inquiry concerning this matter, leaving it to the judgment of those who wished to abstain from intercourse with their wives. And so much concerning Paphnutius. Concerning Spyridon, bishop of the Cyprians. But such was the holiness that attended this shepherd that he was deemed worthy even to become a shepherd of men; he had obtained by lot the bishopric of one of the cities in Cyprus named Trimithus, but because of his great freedom from vanity, while holding the bishopric he also shepherded the sheep. Many are the things said about him; but I shall make mention of one or two, so that I may not seem to wander beyond my present purpose. Once, at midnight, thieves came secretly upon the sheepfolds and hastened to carry off some of the sheep. But God, who was saving the shepherd, was saving the sheep as well. For the thieves were bound by an invisible power at the sheepfolds. It was dawn, and he came to the flocks; and when he found them with their hands behind them, he understood what had happened; and by prayer he loosed the thieves, and after admonishing them at length and urging them to strive to take from righteous labors, and not from injustice, he gave them a ram and sent them away, adding wittily, "So that," he said, "you may not appear to have kept watch in vain." This, then, is one of the wonders concerning Spyridon. Another was of this sort: he had a daughter who was a virgin, sharing in her father's piety, by name Irene.
Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον· ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν παρακαταθήκην ἔκρυψε· μετ'
οὐ πολὺ δὲ τὸν βίον ἀπέλιπεν. Ἥκει μετὰ χρόνον ὁ παραθέμενος· μὴ εὑρών τε τὴν παρθένον, ἐμπλέκεται τῷ πατρὶ, νῦν μὲν ἐγκαλῶν, ἔστιν δὲ ὅτε καὶ παρακαλῶν. Ἐπεὶ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων, ἐλθὼν ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς, ἐπεκαλεῖτο τὸν Θεὸν, πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπαγγελλομένην ἀνάστασιν· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος, φαίνεται τῷ πατρὶ, καὶ τὸν τόπον σημάνασα, ἔνθα τὸ κόσμιον ἀπεκέκρυπτο, αὖθις ἀπεχώρει. Τοιοῦτοι ἄνδρες ἐν τοῖς χρόνοις τοῦ βασιλέως Κωνσταντίνου κατὰ τὰς ἐκκλησίας ἐξέλαμπον. Ταῦτα δὲ ἐγὼ καὶ ἀκοῇ παρὰ πολλῶν Κυπρίων παρέλαβον, καὶ συντάγματι Ῥουφίνου τινος πρεσβυτέρου ἐνέτυχον, Ῥωμαϊκῇ λέξει συγγεγραμμένῳ, ἀφ' ὧν ταῦτα καὶ ἕτερα τινὰ τῶν μετ' οὐ πολὺ ῥηθησομένων συνήγαγον. Περὶ Εὐτυχιανοῦ τοῦ μοναχοῦ. Ἤκουσα δὲ ἐγὼ καὶ περὶ Εὐτυχιανοῦ, θεοφιλοῦς ἀνδρὸς κατὰ τοὺς αὐτοὺς χρόνους ἀκμάσαντος· ὃς καὶ αὐτὸς τῆς ἐκκλησίας τῶν Ναυατιανῶν τυγχάνων, παραπλήσια ἔργα ποιῶν ἐθαυμάζετο. Τίς τε ὁ περὶ τούτου διηγησάμενος, ἐρῶ μετὰ ἀκριβείας, καὶ οὐκ ἀποκρύψομαι, κἂν δόξω τισιν ἀπεχθάνεσθαι. Αὐξάνων τις τῆς Ναυατιανῶν ἐκκλησίας πρεσβύτερος μακροβιώτατος γέγονεν· ὃς καὶ τῇ ἐν Νικαίᾳ συνόδῳ, κομιδῇ νήπιος ὢν, ἅμα τῷ Ἀκεσίῳ παρέβαλλε, καὶ τὰ κατὰ Ἀκέσιον ἐμοὶ διηγήσατο.
To her a certain acquaintance deposited a precious ornament; and she, making it more secure, hid the deposit in the earth; and not long after she departed this life. After some time the depositor came; and not finding the virgin, he became entangled with her father, now accusing him, and sometimes also entreating him. But when the old man made the loss of the depositor a matter of grief, he came to his daughter's tomb and called upon God to show him before the time the resurrection that was promised; and he did not miss his hope. For the virgin, living again, appeared to her father, and having indicated the place where the ornament had been hidden, she departed again. Such men shone forth in the churches in the times of the emperor Constantine. These things I received both by hearsay from many Cypriots, and I came upon a treatise by a certain Rufinus, a presbyter, written in the Latin tongue, from which I gathered these things and certain others of those that will be related shortly. Concerning Eutychianus the monk. I also heard concerning Eutychianus, a man beloved of God who flourished in the same times; who, himself also belonging to the church of the Novatians, was admired for doing works of a similar kind. And who it was that related the account concerning him, I will state with precision, and I will not conceal it, even if I should seem to some to give offense. A certain Auxanon, a presbyter of the church of the Novatians, became a very long-lived old man; who also, being quite an infant, attended the council at Nicaea together with Acesius, and related to me the affairs concerning Acesius.
Οὗτος ἐξ ἐκείνων τῶν χρόνων ἄχρι τῆς βασιλείας τοῦ νέου Θεοδοσίου ἐξέτεινε, καὶ νεωτέρῳ μοι σφόδρα τυγχάνοντι τὰ περὶ Εὐτυχιανοῦ διηγήσατο, πολλὰ μὲν διεξελθὼν περὶ τῆς προσούσης αὐτῷ θείας χάριτος· ἓν δὲ κἀκεῖνο μνήμης ἄξιον ἐπὶ τοῦ βασιλέως ἔφη Κωνσταντίνου. Τῶν δορυφόρων τις, οὓς «οἰκείους» καλεῖ ὁ βασιλεὺς, τυραννικά τινα πράττειν ὑποπτευθεὶς, φυγῇ ἐχρήσατο. Ὁ βασιλεὺς δὲ ἐκέλευσεν ἀπειλῇ ἀναιρεῖσθαι αὐτὸν, ἔνθα ἂν εὑρίσκοιτο. Ὃς περὶ τὸν Βιθυνὸν Ὄλυμπον εὑρεθεὶς, βαρυτάτοις καὶ χαλεποῖς σιδήροις ἐν εἱρκτῇ κατεκέκλειστο περὶ τὰ μέρη τοῦ Ὀλύμπου, ἔνθα ἦν καὶ ὁ Εὐτυχιανὸς, τὸν μονήρη βίον ἀσκῶν, πολλῶν τε τὰ σώματα καὶ τὰς ψυχὰς ἐθεράπευεν· συνῆν δὲ αὐτῷ καὶ ὁ μακροβιώτατος Αὐξάνων, νέος ὢν πάνυ, καὶ τὰ τοῦ μοναχικοῦ βίου ὑπ' αὐτῷ παιδευόμενος. Παρὰ τοῦτον τὸν Εὐτυχιανὸν ἧκον πολλοὶ, παρακαλοῦντες ῥύεσθαι τὸν δέσμιον βασιλεῖ παρακλήσεις προσφέροντα. Καὶ γὰρ ἐληλύθει εἰς τὰς ἀκοὰς τοῦ βασιλέως τὰ παρὰ τοῦ Εὐτυχιανοῦ γινόμενα θαύματα. Ὁ δὲ ἑτοίμως ὑπέσχετο παρὰ τὸν βασιλέα πορεύεσθαι. Ἐπεὶ δὲ ὁ δεσμώτης ἐκ τῶν δεσμῶν ἀνήκεστα ἔπασχεν, οἱ παρακαλοῦντες ὑπὲρ αὐτοῦ φθάνειν ἔλεγον καὶ τὴν παρὰ βασιλέως τιμωρίαν καὶ τὰς ὑπὲρ αὐτοῦ παρακλήσεις τὸν ἐκ τῶν δεσμῶν ἐπικείμενον θάνατον. Εὐτυχιανὸς δὲ πέμψας παρακαλεῖ τοὺς δεσμοφύλακας ἀνεῖναι τὸν ἄνθρωπον. Τῶν δὲ λεγόντων κίνδυνον φέρειν αὐτοῖς τὴν ἄνεσιν τοῦ δεσμώτου, αὐτὸς δι' ἑαυτοῦ ἅμα τῷ Αὐξάνοντι πρὸς τὸ δεσμωτήριον παραγίνεται. Ἐκείνων δὲ μὴ βουλομένων ἀνοίγειν τὴν εἱρκτὴν, ἡ προσοῦσα χάρις Εὐτυχιανῷ φανερωτέρα ἐγίνετο·
This man extended from those times until the reign of the younger Theodosius, and he related to me, when I was still very young, the accounts concerning Eutychianus, recounting many things about the divine grace that was present in him; and he said that one particular incident was also worthy of remembrance, in the reign of the emperor Constantine. One of the bodyguards, whom the emperor calls "domestics," having been suspected of acting tyrannically, took to flight. The emperor ordered that he be put to death with a threat, wherever he might be found. He was found near the Bithynian Olympus and was shut up in prison in the regions of Olympus with very heavy and cruel irons, where Eutychianus also was, practicing the monastic life and healing the bodies and souls of many; and Auxanon, who lived to a very great age, was with him, though he was then quite young, being instructed by him in the practices of the monastic life. Many came to this Eutychianus, entreating him to rescue the prisoner by offering petitions to the emperor. For the wonders done by Eutychianus had reached the ears of the emperor. And he readily promised to go to the emperor. But since the prisoner was suffering incurably from his bonds, those who were entreating on his behalf said that both the punishment from the emperor and the petitions on his behalf were anticipated by the death that pressed upon him from the bonds. Eutychianus then sent to entreat the jailers to release the man. When they said that releasing the prisoner would bring danger upon them, he came in person, together with Auxanon, to the prison. And when they were unwilling to open the prison, the grace that was present in Eutychianus became more manifest.
αὐτόματοι γὰρ αἱ πύλαι τοῦ δεσμωτηρίου ἠνοίγοντο, τῶν δεσμοφυλάκων τὰς κλεῖς ἐχόντων παρ' ἑαυτοῖς. Εἰσελθόντος δὲ τοῦ Εὐτυχιανοῦ ἅμα τῷ Αὐξάνοντι, καὶ πολλῆς τοῖς τότε παροῦσιν ἐκπλήξεως γενομένης, αὐτόματοι οἱ δεσμοὶ τὸν δεσμώτην ἀπέλιπον. Μετὰ ταῦτα ἐπὶ τὸ πάλαι μὲν Βυζάντιον, ὕστερον δὲ Κωνσταντινούπολιν, ἅμα τῷ Αὐξάνοντι παρεγένετο. Δεχθείς τε εἰς τὰς βασιλικὰς αὐλὰς τοῦ θανάτου ἐρρύσατο τὸν ἄνθρωπον. Ἑτοίμως γὰρ ὁ βασιλεὺς τιμῶν τὸν ἄνδρα κατένευσε πρὸς τὴν αἴτησιν. Τοῦτο μὲν οὖν ὕστερον ἐγένετο. Τότε δὲ οἱ ἐν τῇ συνόδῳ ἐπίσκοποι καὶ ἄλλα τινὰ ἐγγράψαντες, ἃ κανόνας ὀνομάζειν εἰώθασιν, αὖθις κατὰ πόλιν τὴν ἑαυτῶν ἀνεχώρησαν. Φιλομαθὲς δὲ εἶναι νομίζω καὶ τὰ ὀνόματα τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπισκόπων, ἃ εὑρεῖν ἐδυνήθημεν, καὶ ἧς ἕκαστος ἐπαρχίας τε καὶ πόλεως ἦν, καὶ τὸν χρόνον ἐν ᾧ συνῆλθον, παραθέσθαι ἐνταῦθα. «Ὅσιος ἐπίσκοπος Κουδρούβης Ἱσπανίας, οὕτως πιστεύω ὡς προγέγραπται· Ῥώμης Βίτων καὶ
For the gates of the prison opened of their own accord, though the jailers had the keys in their possession. And when Eutychianus entered together with Auxanon, and great amazement came upon those present at the time, the bonds of their own accord left the prisoner. After this he came, together with Auxanon, to Byzantium, as it was formerly called, later Constantinople. And having been received into the imperial courts, he rescued the man from death. For the emperor, honoring the man, readily consented to the request. This, then, happened later. But at that time the bishops in the council, having also written certain other things, which they are accustomed to call canons, again withdrew to their own city. I consider it also a mark of love of learning to set down here the names of the bishops who assembled at Nicaea, as many as we were able to find, and of which province and city each was, and the time at which they assembled. "Hosius, bishop of Corduba in Spain, I believe as has been written above; Bito of Rome and
Βικεντῖνος πρεσβύτεροι· Αἰγύπτου Ἀλέξανδρος· Ἀντιοχείας τῆς μεγάλης Εὐστάθιος· Ἱερσολύμων Μακάριος· Ἁρποκρατίων Κύνων·» καὶ τῶν λοιπῶν· ὧν εἰς πλῆρες τὰ ὀνόματα κεῖται ἐν τῷ «Συνοδικῷ» Ἀθανασίου τοῦ Ἀλεξανδρείας ἐπισκόπου. Καὶ ὁ χρόνος δὲ τῆς συνόδου, ὡς ἐν παρασημειώσεσιν εὕρομεν, ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῇ εἰκάδι τοῦ Μαΐου μηνός· τοῦτο δὲ ἦν ἑξακοσιοστὸν τριακοστὸν ἕκτον ἔτος, ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος βασιλείας. Τὰ μὲν οὖν τῆς συνόδου τέλος εἶχεν· ἰστέον δὲ, ὅτι μετὰ τὴν σύνοδον ὁ βασιλεὺς ἐπὶ τὰ ἑσπέρια μέρη ἀφίκετο. Ὅτι Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἐξορισθέντες διὰ τὸ συμφρονῆσαι Ἀρείῳ, ὕστερον βιβλίον μετανοίας διαπεμψάμενοι, καὶ συνθέμενοι τῇ ἐκθέσει τῆς πίστεως, τοὺς ἑαυτῶν ἀπέλαβον θρόνους. Εὐσέβιος δὲ καὶ Θέογνις, βιβλίον μετανοίας τοῖς κορυφαίοις τῶν ἐπισκόπων ἀποστείλαντες, ἀνεκλήθησάν τε τῆς ἐξορίας ἐκ βασιλικοῦ προστάγματος, καὶ τὰς ἐκκλησίας ἑαυτῶν ἀπέλαβον· τοὺς εἰς τόπον ἑαυτῶν χειροτονηθέντας ἐξωθήσαντες, Ἀμφίωνα μὲν Εὐσέβιος, Χρῆστον δὲ Θέογνις. Οὗ βιβλίον τὸ ἀντίγραφον ἔστι τόδε. Ἤδη μὲν οὖν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ἐν ἡσυχίᾳ φέρειν τὰ κεκριμένα παρὰ τῆς ἁγίας ὑμῶν ἐπικρίσεως ὀφείλομεν. Ἀλλ' ἐπειδὴ ἄτοπον καθ' ἑαυτῶν δοῦναι τῶν συκοφαντῶν τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ἕνεκα ἀναφέρομεν ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, οἱ μηδαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες.
Vincentinus, presbyter; Alexander of Egypt; Eustathius of the great Antioch; Macarius of Jerusalem; Harpocration of Cynon; and the rest, whose names in full are set down in the Synodicon of Athanasius, bishop of Alexandria. And the time of the council, as we found in marginal notes, was in the consulate of Paulinus and Julian, on the twentieth of the month of May; and this was the six hundred and thirty-sixth year from the reign of Alexander of Macedon. So the council had its end. But it should be known that after the council the emperor arrived in the western parts. That Eusebius of Nicomedia and Theognis of Nicaea, having been exiled for agreeing with Arius, later sent a book of repentance and, having agreed to the exposition of the faith, recovered their own thrones. And Eusebius and Theognis, having sent a book of repentance to the leading bishops, were both recalled from exile by imperial decree and recovered their churches, having driven out those who had been ordained in their place—Eusebius driving out Amphion, and Theognis Chrestus. A copy of this book is as follows. Although we have already been condemned before trial by your piety, we ought to bear in silence the decisions of your holy judgment. But since it is absurd to give the slanderers proof against ourselves by our silence, for this reason we report that we too have concurred with the faith, and having examined the meaning concerning the homoousion, we became wholly for peace, we who nowhere followed the heresy.
Ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορήσαντες τοὺς δι' ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημῃνάμεθα τῇ πίστει· τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ' ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παρ' αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι μὴ τοιοῦτον εἶναι. Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παρ' ὑμῖν κεκριμένοις, καὶ διὰ τούτου τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν· οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἔχετε ἐν πᾶσι συμψύχους, ἀκολουθοῦντας τοῖς παρ' ὑμῖν κεκριμένοις· ὁπότε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον, ἔδοξε τῇ ὑμῶν εὐλαβείᾳ φιλανθρωπεύσασθαι καὶ ἀνακαλέσασθαι. Ἄτοπον δὲ, τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνακεκλημένου καὶ ἀπολογησαμένου ἐφ' οἷς διεβάλλετο, ἡμᾶς σιωπᾷν, καθ' ἑαυτῶν διδόντας τὸν ἔλεγχον. Καταξιώσατε γοῦν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ' ἡμῖν. Καὶ τοῦτο μὲν τὸ τῆς παλινῳδίας βιβλίον Εὐσεβίου καὶ Θεόγνιδός ἐστιν· ἀπὸ δὲ τῶν ῥημάτων αὐτοῦ τεκμαίρομαι, ὅτι οὗτοι μὲν τῇ ὑπαγορευθείσῃ πίστει ὑπεσημῄναντο, τῇ δὲ καθαιρέσει Ἀρείου σύμψηφοι γενέσθαι οὐκ ἐβουλήθησαν· καὶ ὅτι Ἄρειος πρὸ τούτων φαίνεται ἀνακληθείς.
Having reminded you, for the security of the churches, of all that was running through our mind, and having fully satisfied those who ought to be persuaded through us, we subscribed to the faith; but we did not sign the anathematization, not as accusing the faith, but as not believing that the one accused was such a person, being fully satisfied from his own private communications to us both through letters and through face-to-face conversations that he was not such a person. But if your holy synod has been persuaded, we do not oppose but agree with what has been decided among you, and through this letter we confirm our assent; not bearing the exile heavily, but putting off the suspicion of heresy. For if you now at least deem us worthy to receive us in person, you have us in all things of one soul, following what has been decided among you; since it seemed good to your piety to deal humanely with and recall the very man who was accused in these matters. But it is absurd, when the one who seemed to be liable has been recalled and has made his defense against the charges brought against him, that we should keep silent, giving the proof against ourselves. Deem it worthy, then, as befits your Christ-loving piety, to remind also the most God-beloved emperor, and to deliver our petitions, and to decide more quickly what is fitting for you concerning us. And this book of recantation belongs to Eusebius and Theognis; and from his own words I infer that these men subscribed to the faith that was dictated, but were unwilling to become concurring votes for the deposition of Arius; and that Arius appears to have been recalled before these events.
Ἀλλ' εἰ καὶ τοῦτο οὕτως ἔχειν δοκεῖ, ὅμως τῆς Ἀλεξανδρείας ἐπιβαίνειν κεκώλυτο· τοῦτο δὲ δείκνυται, ἀφ' ὧν ὕστερον ἑαυτῷ κάθοδον εἰς τὴν ἐκκλησίαν καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἐπενόησεν, ἐπιπλάστῳ μετανοίᾳ χρησάμενος, ὡς κατὰ χώραν ἐροῦμεν. Ὅτι μετὰ τὴν σύνοδον, Ἀλεξάνδρου τελευτήσαντος, Ἀθανάσιος καθίσταταιτῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος. Μετὰ ταῦτα δὲ εὐθέως Ἀλεξάνδρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας τελευτήσαντος, προΐσταται τῆς ἐκκλησίας Ἀθανάσιος. Τοῦτον φησὶν ὁ Ῥουφῖνος κομιδῇ νήπιον ὄντα, παίζειν σὺν ἑτέροις ἡλικιώταις ἱερὸν παίγνιον. Τοῦτο δὲ ἦν μίμησις ἱερωσύνης καὶ τοῦ καταλόγου τῶν ἱερωμένων ἀνδρῶν. Ἐν δὴ οὖν τῷ παιγνίῳ τούτῳ Ἀθανάσιος μὲν τῆς ἐπισκοπῆς ἐκεκλήρωτο τὸν θρόνον· τῶν δὲ ἄλλων νέων ἕκαστος ἢ πρεσβύτερον ἢ διάκονον ἐμιμεῖτο. Ταῦτα ἔπαιζον οἱ παῖδες κατὰ τὴν ἡμέραν, ἐν ᾗ τοῦ μάρτυρος καὶ
ἐπισκόπου Πέτρου ἐπετελεῖτο μνήμη. Τότε δὴ καὶ Ἀλέξανδρος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος διαβαίνων, ὁρᾷ τὸ γιγνόμενον παίγνιον· καὶ μεταπεμψάμενος τοὺς παῖδας, ἐπύθετο παρ' αὐτῶν τὸν ἐν τῷ παιγνίῳ κληρωθέντα τόπον ἑκάστῳ, προμηνύεσθαί τι διὰ τοῦ γεγονότος ἡγησάμενος. Ἐκέλευσέν τε ἐν τῇ ἐκκλησίᾳ ἄγεσθαι τοὺς παῖδας, καὶ παιδείας μεταλαμβάνειν, ἐξαιρέτως δὲ τὸν Ἀθανάσιον· εἶτα ἐν τελείᾳ γενόμενον ἡλικίᾳ καὶ διάκονον χειροτονήσας, ἦλεν ἐπὶ τὴν Νίκαιαν, συναγωνιζόμενον αὐτῷ ἐκεῖ, ὅτε συνεκροτεῖτο ἡ σύνοδος. Ταῦτα μὲν ὁ Ῥουφῖνος περὶ αὐτοῦ Ἀθανασίου ἐν τοῖς συντάγμασιν ἑαυτοῦ εἴρηκεν. Οὐκ ἀπεικὸς δὲ γενέσθαι· καὶ γὰρ πολλὰ τοιαῦτα γενόμενα πολλάκις ἐφεύρηται.
But even if this seems to be so, nevertheless he was prevented from entering Alexandria; and this is shown by the fact that he later devised for himself a return to the church and to Alexandria, employing a fabricated repentance, as we shall relate in its place. After the council, when Alexander had died, Athanasius was appointed bishop of the city of the Alexandrians. And immediately after this, when Alexander, the bishop of Alexandria, had died, Athanasius took charge of the church. Rufinus says that this man, when he was still quite an infant, was playing a sacred game with other children of his age. This was an imitation of the priesthood and of the roll of the consecrated men. In this game, then, Athanasius had been allotted the throne of the episcopate, while each of the other youths imitated either a presbyter or a deacon. The children were playing these things on the day on which the memorial of the martyr and bishop Peter was being celebrated. Then indeed Alexander, the bishop of Alexandria, passing by, saw the game that was taking place; and having summoned the children, he inquired of them what place each had been allotted in the game, thinking that something was being foretold through what had happened. And he ordered the children to be brought to the church and to receive instruction, and especially Athanasius; then, when he had reached full age and had ordained him deacon, he went to Nicaea, with him contending alongside him there, when the council was being assembled. These things Rufinus has said about this Athanasius in his own compositions. And it is not improbable that it happened; for many such things, having occurred, have often been discovered.
Περὶ οὗ τέως τοσαῦτα εἰρήσθω μοι. Ὡς βασιλεὺς Κωνσταντῖνος τὸ πάλαι Βυζάντιον αὐξήσας, Κωνσταντίνου πόλιν ἐπωνόμασεν. Ὁ βασιλεὺς δὲ μετὰ τὴν σύνοδον ἐν εὐφροσύνῃ διῆγεν· ἐπιτελέσας οὖν δημοτελῆ τῆς εἰκοσαετηρίδος αὐτοῦ ἑορτὴν, εὐθέως περὶ τὸ ἀνορθοῦν τὰς ἐκκλησίας ἐσπούδαζεν· ἐποίει τε τοῦτο κατὰ τὰς ἄλλας πόλεις καὶ ἐν τῇ αὐτοῦ ἐπωνύμῳ, ἣν Βυζάντιον καλουμένην τὸ πρότερον ηὔξησε, τείχη μεγάλα περιβαλὼν, καὶ διαφόροις κοσμήσας οἰκοδομήμασιν· ἴσην τε τῇ βασιλευούσῃ Ῥώμῃ ἀποδείξας, καὶ «Κωνσταντινούπολιν» μετονομάσας, χρηματίζειν «δευτέραν Ῥώμην» νόμῳ ἐκύρωσεν· ὃς νόμος ἐν λιθίνῃ γέγραπται στήλῃ, καὶ δημοσίᾳ ἐν τῷ καλουμένῳ στρατηγίῳ πλησίον τοῦ ἑαυτοῦ ἐφίππου παρέθηκε. Καὶ ἐν ταύτῃ τῇ πόλει, δύο μὲν οἰκοδομήσας ἐκκλησίας, μίαν ἐπωνόμασεν Εἰρήνην, ἑτέραν δὲ τὴν τῶν Ἀποστόλων ἐπώνυμον. Καὶ οὐ μόνον, ὡς ἔφην, ηὔξει τὰ τῶν Χριστιανῶν, ἀλλὰ καὶ τὰ τῶν Ἑλλήνων καθῄρει. Τὰ γοῦν ἀγάλματα κόσμον τῇ Κωνσταντίνου πόλει προὐτίθει δημοσίᾳ, καὶ τοὺς Δελφικοὺς τρίποδας ἐν τῷ ἱπποδρομίῳ δημοσιεύσας προὔθηκε. Ταῦτα μὲν οὖν δόξει περιττὰ λέγεσθαι νῦν· ὁρᾶται γὰρ πρότερον ἢ ἀκούεται. Τότε δὲ ὅμως μεγίστην ἐπίδοσιν ἔλαβε τὰ τοῦ Χριστιανισμοῦ· καὶ γὰρ ἐν τοῖς καιροῖς τοῦ βασιλέως Κωνσταντίνου, καὶ ἄλλα πλεῖστα ἡ τοῦ Θεοῦ ἐφύλαττε πρόνοια. Οὕτω τῶν τοῦ βασιλέως ἐγκωμίων μετὰ μεγαλοφώνου φράσεως ὁ Παμφίλου Εὐσέβιος μνήμην πεποίηται· οὐκ ἄκαιρον δὲ ἡγοῦμαι καὶ ἡμᾶς περὶ τῶν αὐτῶν, ὡς οἷόν τε, διὰ βραχέων εἰπεῖν.
Let this much be said by me for now concerning him. The emperor Constantine, having enlarged the ancient Byzantium, named it the city of Constantine. After the council, the emperor lived in gladness; and having completed a public festival of his vicennalia, he immediately devoted himself to setting the churches aright. He did this both in the other cities and in the one named after himself, which, formerly called Byzantium, he had enlarged, surrounding it with great walls and adorning it with various buildings. And having made it equal to imperial Rome, and having renamed it Constantinople, he ratified by law that it be styled the second Rome; which law is written on a stone stele and set up publicly in the so-called strategion, near his own equestrian statue. And in this city, having built two churches, he named one Irene, and the other he named after the Apostles. And not only, as I said, did he increase the affairs of the Christians, but he also pulled down those of the Greeks. At any rate, he set up the statues publicly as an ornament for the city of Constantine, and having brought out the Delphic tripods into public view, he set them up in the hippodrome. These things, then, will seem to be said superfluously now; for they are seen before they are heard. But at that time, nevertheless, the affairs of Christianity received the greatest advancement; for in the times of the emperor Constantine, the providence of God also guarded very many other things. Thus Eusebius, the son of Pamphilus, made mention of the praises of the emperor with lofty diction; and I do not consider it untimely that we too should speak briefly about the same things, as far as possible.
Ὡς τοῦ βασιλέως μήτηρ Ἑλένη, ἐπὶ τὰ Ἱεροσόλυμα παραγενομένη, τὸν σταυρὸντοῦ Χριστοῦ ἀναζητήσασα εὗρε, καὶ ἐκκλησίαν ἀνῳκοδόμησεν. Ἡ τοῦ βασιλέως μήτηρ Ἑλένη, ἧς ἐπ' ὀνόματι τὴν ποτὲ κώμην Δρεπάνην πόλιν ποιήσας ὁ βασιλεὺς Ἑλενούπολιν ἐπωνόμασε, δι' ὀνείρων χρηματισθεῖσα εἰς τὰ Ἱεροσόλυμα παρεγένετο· καὶ τὴν ποτὲ Ἱερουσαλὴμ ἔρημον «ὡς ὀπωροφυλάκιον» κατὰ τὸν προφήτην εὑροῦσα, τὸ τοῦ Χριστοῦ μνῆμα, ἔνθα ταφεὶς ἀνέστη, σπουδαίως ἐζήτει· καὶ δυσχερῶς μὲν, σὺν Θεῷ δὲ εὑρίσκει. Τίς δὲ ἡ αἰτία τῆς δυσχερείας, διὰ βραχέων ἐρῶ· ὅτι οἱ μὲν τὰ τοῦ Χριστοῦ φρονοῦντες μετὰ τὸν καιρὸν τοῦ πάθους ἐτίμων τὸ μνῆμα· οἱ δὲ φεύγοντες τὰ τοῦ Χριστοῦ, χώσαντες τὸν τόπον, Ἀφροδίτης κατ' αὐτοῦ ναὸν κατασκευάσαντες ἐπέστησαν ἄγαλμα, μὴ ποιοῦντες μνήμην τοῦ τόπου. Τοῦτο μὲν οὖν πάλαι προὐχώρει. Τῇ δὲ μητρὶ τοῦ βασιλέως φανερὸν τοῦτο ἐγένετο. Καθελοῦσα οὖν τὸ ξόανον, καὶ τὸν τόπον ἐκχώσασα καὶ καθαρὸν ἐργασαμένη, τρεῖς εὑρίσκει σταυροὺς ἐν τῷ μνήματι· ἕνα μὲν τὸν μακαριστὸν, ἐν ᾧ Χριστὸς ἐξετανύσθη· τοὺς δὲ ἑτέρους, ἐν οἷς οἱ συσταυρωθέντες δύο λῃσταὶ τεθνήκεσαν. Σὺν αὐτοῖς δὲ εὕρητο καὶ ἡ τοῦ Πιλάτου σανὶς, ἐν ᾗ βασιλέα τῶν Ἰουδαίων τὸν σταυρωθέντα Χριστὸν προσγράφων, ἐν διαφόροις γράμμασι ἐκήρυττεν. Ἐπεὶ δὲ ἀμφίβολος ἦν ὁ σταυρὸς ὁ ζητούμενος, οὐχ ἡ τυχοῦσα λύπη κατεῖχε τὴν τοῦ βασιλέως μητέρα. Οὐκ εἰς μακρὰν δὲ παύει τὰ τῆς λύπης ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ᾧ ὄνομα ἦν Μακάριος· λύει δὲ πίστει τὸ ἀμφίβολον· σημεῖον γὰρ ᾔτει παρὰ τοῦ Θεοῦ, καὶ ἐλάμβανε. Τὸ δὲ σημεῖον ἦν τοιοῦτο·
How the emperor's mother Helena, having come to Jerusalem, sought and found the cross of Christ, and built a church. The emperor's mother Helena, in whose name the emperor made the once village of Drepane a city and named it Helenopolis, having been instructed by dreams, came to Jerusalem; and finding the once Jerusalem desolate "as a watchtower in a cucumber field," according to the prophet, she earnestly sought the tomb of Christ, where he was buried and rose again; and with difficulty, but with God's help, she found it. And I shall briefly state the cause of the difficulty: that those who held the things of Christ after the time of the passion honored the tomb; but those who fled from the things of Christ, having heaped earth over the place, built a temple of Aphrodite upon it and set up a statue, making no mention of the place. This, then, had long been going on. But it became evident to the emperor's mother. Having therefore demolished the idol, and dug away the earth from the place and made it clean, she finds three crosses in the tomb: one, the blessed one, on which Christ was stretched out; and the others, on which the two robbers crucified with him had died. Along with them was also found the tablet of Pilate, on which, writing that the crucified Christ was king of the Jews, he proclaimed it in different languages. But since the cross being sought was uncertain, no ordinary grief possessed the emperor's mother. Not long after, however, the bishop of Jerusalem, whose name was Macarius, puts an end to her grief; and by faith he resolves the uncertainty; for he asked for a sign from God, and received it. And the sign was of this sort:
γυνή τις τῶν ἐγχωρίων, νόσῳ χρονίᾳ ληφθεῖσα, πρὸς αὐτῷ λοιπὸν τῷ θανάτῳ ἐγένετο. Προσάγεσθαι οὖν τῇ ἀποθνησκούσῃ τῶν σταυρῶν ἕκαστον ὁ ἐπίσκοπος
παρεσκεύασε, πιστεύσας ἀναρρωσθῆναι τὴν γυναῖκα ἁψαμένην τοῦ τιμίου σταυροῦ· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε· προσενεχθέντων γὰρ τῶν μὴ κυρίων δύο σταυρῶν, ἔμενεν οὐδὲν ἧττον ἡ γυνὴ ἀποθνήσκουσα. Ὡς δὲ ὁ τρίτος ὁ γνήσιος προσηνέχθη, ἡ ἀποθνήσκουσα εὐθὺς ἀνερρώσθη, καὶ ἐν τοῖς ὑγιαίνουσιν ἦν. Τοῦτον μὲν οὖν τὸν τρόπον τὸ τοῦ σταυροῦ ξύλον ηὕρηται. Ἡ δὲ τοῦ βασιλέως μήτηρ οἶκον μὲν εὐκτήριον ἐν τῷ τοῦ μνήματος τόπῳ πολυτελῆ κατεσκεύασεν, «Ἱερουσαλήμ τε νέαν» ἐπωνόμασεν, ἀντιπρόσωπον τῇ παλαιᾷ ἐκείνῃ καὶ καταλελειμμένῃ ποιήσασα. Τοῦ δὲ σταυροῦ μέρος μέν τι θήκῃ ἀργυρᾷ περικλείσασα, μνημόσυνον τοῖς ἱστορεῖν βουλομένοις αὐτόθι κατέλιπε· τὸ δὲ ἕτερον μέρος ἀποστέλλει τῷ βασιλεῖ. Ὅπερ δεξάμενος, καὶ πιστεύσας τελείως σωθήσεσθαι τὴν πόλιν ἔνθα ἂν ἐκεῖνο φυλάττηται, τῷ ἑαυτοῦ ἀνδριάντι κατέκρυψεν, ὃς ἐν τῇ αὐτῇ Κωνσταντίνου πόλει, ἐν τῇ ἐπιλεγομένῃ ἀγορᾷ Κωνσταντίνου, ἐπὶ τοῦ πορφυροῦ καὶ μεγάλου κίονος ἵδρυται. Τοῦτο μὲν ἀκοῇ γράψας ἔχω· πάντες δὲ σχεδὸν οἱ τὴν Κωνσταντίνου πόλιν οἰκοῦντες, ἀληθὲς εἶναι φασί. Καὶ τοὺς ἥλους δὲ, οἳ ταῖς χερσὶ τοῦ Χριστοῦ κατὰ τὸν σταυρὸν ἐνεπάγησαν, ὁ Κωνσταντῖνος λαβὼν, (καὶ γὰρ καὶ τούτους ἡ μήτηρ ἐν τῷ μνήματι εὑροῦσα ἀπέστειλεν), χαλινούς τε καὶ περικεφαλαίαν ποιήσας, ἐν τοῖς πολέμοις ἐκέχρητο. Ἐχορήγει μὲν οὖν πάσας τὰς ὕλας ὁ βασιλεὺς εἰς τὴν κατασκευὴν τῶν ἐκκλησιῶν·
A certain woman of the locals, seized by a long illness, had by now come to the very point of death. The bishop therefore arranged for each of the crosses to be brought to the dying woman, believing that the woman would be restored to health when she touched the precious cross; and he did not miss his hope. For when the two crosses that were not the Lord's were brought near, the woman remained none the less dying. But when the third, the genuine one, was brought near, the dying woman was immediately restored, and was among the healthy. In this way, then, the wood of the cross was found. And the mother of the emperor built a costly house of prayer at the place of the tomb, and named it "New Jerusalem," making it face the old and abandoned one. And having enclosed a part of the cross in a silver case, she left it there as a memorial for those who wish to inquire; and the other part she sent to the emperor. Having received it, and believing that the city would be completely saved wherever that should be kept, he hid it in his own statue, which stands in the same city of Constantine, in what is called the Forum of Constantine, on the purple and great column. This I have written from hearsay; but nearly all who inhabit the city of Constantine say it is true. And the nails, which were driven into Christ's hands at the crucifixion, Constantine took—for his mother also found these in the tomb and sent them—and having made them into bridles and a helmet, he used them in wars. The emperor, then, supplied all the materials for the construction of the churches.
ἔγραφε δὲ καὶ Μακαρίῳ τῷ ἐπισκόπῳ, ἐπισπεύδειν τὰς οἰκοδομάς. Ἡ δὲ τοῦ βασιλέως μήτηρ, ποιήσασα τὴν νέαν Ἱερουσαλὴμ, καὶ ἐν τῷ ἄντρῳ τῆς Βηθλεὲμ, ἔνθα ἡ κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ, ἑτέραν ἐκκλησίαν οὐχ ἥττω κατεσκεύαζεν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὄρει τῆς ἀναλήψεως. Οὕτω δὲ εἶχεν εὐλαβῶς περὶ ταῦτα, ὡς καὶ συνεύχεσθαι ἐν τῷ τῶν γυναικῶν τάγματι· καὶ τὰς παρθένους τὰς ἀναγεγραμμένας ἐν τῷ τῶν ἐκκλησιῶν κανόνι ἐπὶ ἑστίασιν προτρεπομένη, δι' ἑαυτῆς λειτουργοῦσα, τὰ ὄψα ταῖς τραπέζαις προσέφερε. Πολλὰ δὲ καὶ ἐδωρεῖτο ταῖς ἐκκλησίαις καὶ τοῖς πένησιν· εὐσεβῶς τε διανύσασα τὴν ζωὴν, ἐτελεύτησε περὶ ὀγδοηκοστὸν ἔτος· καὶ τὸ σῶμα αὐτῆς εἰς τὴν βασιλεύουσαν νέαν Ῥώμην διακομισθὲν ἐν τοῖς βασιλικοῖς μνήμασιν ἀπετέθη. Ὡς καὶ ὁ βασιλεὺς Κωνσταντῖνος τὰ μὲν Ἑλλήνων καθῄρει, πολλὰς δὲ ἐκκλησίας ἐν διαφόροις τόποις ἵδρυσεν. Καὶ μετὰ ταῦτα δὲ ὁ βασιλεὺς ἐπιμελέστερος ὢν περὶ τὰ Χριστιανῶν ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας. Καὶ παύει μὲν τὰ μονομάχια· εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἐναπέθετο. Λεγόντων δὲ τῶν Ἑλλήνων, ὡς ἄρα ὁ Σάραπις εἴη ὁ τὸν Νεῖλον ἀνάγων ἐπὶ ἀρδείᾳ τῆς Αἰγύπτου, τῷ τὸν πῆχυν εἰς τὸν ναὸν τοῦ Σαράπιδος κομίζεσθαι, αὐτὸς εἰς τὴν ἐκκλησίαν τὸν πῆχυν Ἀλεξανδρέων μετατιθέναι ἐκέλευσε. Τῶν δὲ φημιζόντων, ὡς οὐκ ἀναβήσεται ὁ Νεῖλος ὀργῇ τοῦ Σαράπιδος, ἥτε ἄνοδος τοῦ ποταμοῦ τῷ τε ἑξῆς ἔτει καὶ εἰς τὸ μετὰ ταῦτα ἐγένετό τε καὶ γίνεται· ἔργῳ τε δείκνυται ὡς οὐ διὰ θρησκείαν, ἀλλὰ διὰ τοὺς ὅρους τῆς προνοίας, ἡ τοῦ Νείλου ἀνάβασις γίνεται.
He also wrote to Macarius the bishop to hasten the buildings. And the king's mother, having made the New Jerusalem, also built another church in the cave of Bethlehem, where the birth of Christ according to the flesh took place, not inferior to it; and likewise on the Mount of the Ascension. She was so reverent in these matters that she even prayed together with the order of women; and urging the virgins enrolled in the canon of the churches to a meal, she herself served, bringing the dishes to the tables. She also gave many gifts to the churches and to the poor; and having completed her life in piety, she died at about the eightieth year; and her body, conveyed to the imperial New Rome, was deposited in the imperial tombs. Just as also the emperor Constantine tore down the temples of the Greeks, and founded many churches in various places. And after these things the emperor, being more diligent concerning the affairs of the Christians, turned away from the Greek religions. And he put an end to the gladiatorial combats; and he set up his own images in the temples. And when the Greeks said that it was Sarapis who brought up the Nile for the irrigation of Egypt, because the cubit measure was brought into the temple of Sarapis, he himself ordered the cubit to be transferred by the Alexandrians into the church. And when they claimed that the Nile would not rise because of the anger of Sarapis, the rising of the river both in the following year and thereafter happened and happens; and it is shown by fact that the rising of the Nile does not occur because of religion, but because of the bounds of providence.
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ βαρβάρων Σαρματῶν καὶ Γότθων κατατρεχόντων τὴν Ῥωμαίων γῆν, οὐδαμῶς ἡ περὶ τὰς ἐκκλησίας τοῦ βασιλέως πρόθεσις ἐνεκόπτετο· ἀλλ' ἀμφοτέρων τὴν ἁρμόζουσαν ἐποιήσατο πρόνοιαν· τοὺς μὲν γὰρ τῷ Χριστιανικῷ τροπαίῳ πεπιστευκὼς κατὰ κράτος ἐνίκα, ὡς καὶ τὸ εἰωθὸς παρὰ τῶν πάλαι βασιλέων δίδοσθαι χρυσίον τοῖς βαρβάροις περιελεῖν, ἐκείνους τε ἐκπεπληγμένους τῷ παραλόγῳ τῆς ἥττης πιστεῦσαι τότε πρῶτον τῇ Χριστιανισμοῦ θρησκείᾳ, δι' ἧς καὶ Κωνσταντῖνος ἐσώζετο. Αὖθις δὲ ἑτέρας ἐκκλησίας ἐποίει· καὶ μίαν μὲν ἐν τῇ καλουμένῃ δρυῒ τῇ Μαμβρῇ, ὑφ' ἣν τοὺς ἀγγέλους ἐξενίσθαι πρὸς τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι, κατεσκεύαζε. Μαθὼν γὰρ ὁ βασιλεὺς βωμοὺς ὑπὸ τῇ δρυῒ ἱδρύσθαι, καὶ θυσίας Ἑλληνικὰς τελεῖσθαι ἐπ' αὐτῷ, μέμφεται μὲν δι' ἐπιστολῆς Εὐσεβίῳ τῷ τῆς Καισαρείας ἐπισκόπῳ· κελεύει δὲ, τὸν μὲν βωμὸν ἀνατραπῆναι, πρὸς δὲ τὴν δρῦν κατασκευασθῆναι οἶκον εὐκτήριον. Ἑτέραν δὲ ἐκκλησίαν ἐν
Around the same time, while barbarian Sarmatians and Goths were overrunning the land of the Romans, the emperor's devotion to the churches was in no way hindered; rather, he made suitable provision for both matters. For those he had entrusted to the Christian trophy he conquered by main force, so that he even abolished the customary gold paid to the barbarians by former emperors, and they, astounded at the unexpectedness of their defeat, then for the first time believed in the religion of Christianity, through which Constantine too was preserved. Again he built other churches; and one he constructed at the place called the oak of Mamre, beneath which the sacred scriptures indicate that the angels were entertained by Abraham. For when the emperor learned that altars had been set up beneath the oak and Greek sacrifices were being performed at it, he censured Eusebius the bishop of Caesarea by letter, and commanded that the altar be overturned and a house of prayer be built at the oak. And another church at
Ἡλιουπόλει τῆς Φοινίκης κατασκευασθῆναι προσέταξε, δι' αἰτίαν τοιαύτην· οἱ Ἡλιουπολῖται, τίνα μὲν ἔσχον ἐξ ἀρχῆς νομοθέτην οὐκ ἔχω εἰπεῖν, ὁποῖος ἦν τὸ ἦθος· τὸ δὲ ἦθος ἐκ τῆς πόλεως δείκνυται. Κοινὰς γὰρ εἶναι παρ' αὐτοῖς τὰς γυναῖκας ἐγχώριος νόμος ἐκέλευε· καὶ διὰ τοῦτο, ἀμφίβολα μὲν ἦν παρ' αὐτοῖς τὰ τικτόμενα· γονέων γὰρ καὶ τέκνων οὐδεμία διάκρισις ἦν· τὰς γὰρ παρθένους τοῖς παριοῦσι ξένοις παρεῖχον πορνεύεσθαι. Καὶ τοῦτο ἐξ ἀρχαίου κρατοῦν παρ' αὐτοῖς, λῦσαι ἐσπούδασε. Νόμῳ γὰρ σεμνῷ τῶν αἰσχρῶν ἀνελὼν τὸ μῦσος, τὰ γένη ἑαυτὰ ἐπιγινώσκειν παρεσκεύασεν. Ἐκκλησίας τε κτίσας, καὶ ἐπίσκοπον χειροτονηθῆναι παρεσκεύασε, καὶ κλῆρον ἱερόν. Οὕτω τὰ Ἡλιουπολιτῶν κακὰ μετριώτερα ἀπειργάσατο. Παραπλησίῳ δὲ τρόπῳ καὶ τὸ ἐν Ἀφάκοις τοῦ Λιβάνου ἱερὸν τῆς Ἀφροδίτης καθελὼν, τὰς ἐκεῖ γιγνομένας ἀνέδην ἀρρητοποιΐας ἐξέκοψε. Τί δ' ἂν εἴποιμι ὅπως τὸν ἐν Κιλικίᾳ Πυθωνικὸν ἐξήλασε δαίμονα, τὸν οἶκον ἐν ᾧ ἐνεφώλευεν ἐκ θεμελίων ἀνατραπῆναι κελεύσας; Τοσοῦτος δὲ ἦν ὁ τοῦ βασιλέως περὶ τὸν Χριστιανισμὸν πόθος, ὡς καὶ Περσικοῦ μέλλοντος κινεῖσθαι πολέμου, κατασκευάσας σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν, ὥσπερ Μωϋσῆς ἐν τῇ ἐρήμῳ πεποιήκει, καὶ ταύτην φέρεσθαι, ἵνα ἔχοι κατὰ τοὺς ἐρημοτάτους τόπους εὐκτήριον ηὐτρεπισμένον. Ἀλλ' οὐ προέβη τότε ὁ πόλεμος· ἔφθη γὰρ δέει τοῦ βασιλέως σβεσθῆναι.
He ordered it to be built at Heliopolis in Phoenicia, for the following reason. What lawgiver the Heliopolitans had from the beginning, and what sort of character he was, I cannot say; but their character is shown by the city. For an indigenous law among them ordained that women be held in common; and for this reason their offspring were of uncertain parentage, since there was no distinction between parents and children; for they gave their maidens to passing strangers to be debauched. And this, which had prevailed among them from ancient times, he was eager to abolish. For by a venerable law he did away with the abomination of shameful practices and caused the families to recognize their own kin. He also built churches, arranged for a bishop to be ordained, and established a sacred clergy. In this way he made the evils of the Heliopolitans more moderate. In a similar manner, he also demolished the temple of Aphrodite at Aphaca in Lebanon and cut off the unbridled abominations that took place there. What should I say of how he drove out the Pythian demon in Cilicia, ordering the house in which it lurked to be overturned from its foundations? So great was the emperor's longing for Christianity that, when a Persian war was about to be stirred up, he constructed a tent of varied linen making the likeness of a church, just as Moses had done in the wilderness, and had it carried along, so that in the most desolate places he might have a ready place of prayer. But the war did not proceed at that time; for it was quenched beforehand by the emperor's fear.
Ὅτι δὲ καὶ περὶ τὸ ἀνορθοῦν τὰς πόλεις σπουδαῖος ἦν ὁ βασιλεὺς, καὶ ὅπως κώμας πολλὰς πόλεις ἀπέδειξεν, ὡς τὴν Δρεπάνην ἐπώνυμον τῆς μητρὸς, καὶ ἐν Παλαιστίνῃ Κωνσταντίαν ἐπ' ὀνόματι τῆς ἑαυτοῦ ἀδελφῆς Κωνσταντίας, οὐκ εὔκαιρον ἡγοῦμαι γράφειν. Οὐ γὰρ πρόκειται τὰς πράξεις τοῦ βασιλέως ἀριθμεῖν, ὅτι μὴ ὅσαι πρὸς Χριστιανισμὸν ἁρμόζουσιν, ἀλλ' ὅσαι μόνον περὶ τὰς ἐκκλησίας ἐγένοντο· διὸ τὰ κατορθώματα τοῦ βασιλέως ἑτέρας ὑποθέσεως ὄντα, ἰδίας τε δεόμενα πραγματείας, ἑτέροις ἀφίημι, τοῖς τὰ τοιαῦτα συγγράφειν δυναμένοις. Ἐγὼ δὲ, εἰ μὲν ἀδιαίρετος ἡ ἐκκλησία μεμενήκει, καὶ αὐτὸς ἡσυχίαν ἂν ἦγον. Ὅπου γὰρ ὑπόθεσις μὴ χορηγεῖ τὰ γινόμενα, περιττὸς ὁ λέγων ἐστίν. Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν τοῦ Χριστιανισμοῦ πίστιν ἡ διαλεκτικὴ καὶ κενὴ ἀπάτη συνέχεεν ἐν ταὐτῷ καὶ διέσπειρεν, ᾠήθην δεῖν γραφῇ ταῦτα παραδοῦναι, ὅπως ἂν μὴ ἀφανῆ γένηται τὰ κατὰ τὰς ἐκκλησίας γενόμενα· ἡ γὰρ περὶ τούτων γνῶσις παρὰ μὲν τοῖς πολλοῖς καὶ εὔκλειαν φέρει, αὐτὸν δὲ τὸν ἐπιστάμενον ἀσφαλέστερον ἀπεργάζεται, διδάσκει τε μὴ σαλεύεσθαι, κενοφωνίας τινὸς ἐμπεσούσης ἐκ λέξεων. Τίνα τρόπον ἐπὶ τῶν χρόνων Κωνσταντίνου τὰ ἐνδοτέρω ἔθνη τῶν Ἰνδῶν ἐχριστιάνισαν. Αὖθις οὖν μνημονευτέον καὶ ὅπως ἐπὶ τῶν καιρῶν τοῦ βασιλέως ὁ Χριστιανισμὸς ἐπλατύνετο· τηνικαῦτα γὰρ Ἰνδῶν τε τῶν ἐνδοτέρω καὶ Ἰβήρων τὰ ἔθνη πρὸς τὸ Χριστιανίζειν ἐλάμβανε τὴν ἀρχήν. Τίνος δὲ ἕνεκεν τῇ προσθήκῃ τῶν ἐνδοτέρω ἐχρησάμην, διὰ βραχέων ἐρῶ.
That the emperor was also zealous about restoring cities, and how he made many villages into cities, as Drepane named after his mother, and in Palestine Constantia in the name of his own sister Constantia, I do not consider it timely to write. For it is not my purpose to enumerate the deeds of the emperor, except those that pertain to Christianity, but only those that concern the churches. Therefore the achievements of the emperor, being of another subject and requiring a separate treatise, I leave to others who are able to write of such things. But I, if the church had remained undivided, would myself have kept silence. For where the subject does not supply the events, the speaker is superfluous. But since dialectic and empty deceit confounded and scattered the apostolic faith of Christianity together, I thought it necessary to commit these things to writing, so that what happened in the churches might not become obscure. For the knowledge of these things brings glory among the many, and makes the one who understands more secure, and teaches him not to be shaken when some empty babbling from words falls upon him. In what manner in the times of Constantine the inner nations of the Indians became Christian. Again, then, it must be mentioned how in the times of the emperor Christianity was spread abroad; for at that time the nations of the inner Indians and of the Iberians began to become Christian. For what reason I used the addition "inner," I will state briefly.
Ἡνίκα οἱ ἀπόστολοι κλήρῳ τὴν εἰς τὰ ἔθνη πορείαν ἐποιοῦντο, Θωμᾶς μὲν τὴν Πάρθων ἀποστολὴν ὑπεδέχετο, Ματθαῖος δὲ τὴν Αἰθιοπίαν, Βαρθολομαῖος δὲ ἐκληροῦτο τὴν συνημμένην ταύτῃ Ἰνδίαν· τὴν μέντοι ἐνδοτέρω Ἰνδίαν, ᾗ προσοικεῖ βαρβάρων ἔθνη πολλὰ, διαφόροις χρώμενα γλώσσαις, οὐδέ πω πρὸ τῶν Κωνσταντίνου χρόνων ὁ τοῦ Χριστιανισμοῦ λόγος ἐφώτιζε. Τίς δὲ ἡ αἰτία τοῦ καὶ αὐτοὺς Χριστιανίσαι, νῦν ἔρχομαι καταλέξων. Μερόπιός τις φιλόσοφος, τῷ γένει Τύριος, ἱστορῆσαι τὴν Ἰνδῶν χώραν ἔσπευσεν, ἁμιλλησάμενος πρὸς τὸν φιλόσοφον Μητρόδωρον, ὃς πρὸ αὐτοῦ τὴν Ἰνδῶν χώραν ἱστόρησεν. Παραλαβὼν οὖν δύο παιδάρια συγγενῆ ὁ Μερόπιος, Ἑλληνικῆς οὐκ ἄμοιρα διαλέκτου, καταλαμβάνει πλοίῳ τὴν χώραν· ἱστορήσας τε ὅσα ἐβούλετο, προσορμίζει χρείᾳ τῶν ἐπιτηδείων τόπῳ λιμένα ἔχοντι ἀσφαλῆ. Συμβεβήκει δὲ τότε πρὸς ὀλίγον τὰς σπονδὰς διεσπᾶσθαι τὰς μεταξὺ Ῥωμαίων τε καὶ Ἰνδῶν. Συλλαβόντες δὲ οἱ Ἰνδοὶ τὸνφιλόσοφον καὶ τοὺς συμπλέοντας, πλὴν τῶν δύο συγγενῶν παιδαρίων, ἅπαντας διεχρήσαντο· τοὺς δὲ δύο παῖδας, οἴκτῳ τῆς
When the apostles made their journey to the Gentiles by lot, Thomas received the apostleship of the Parthians, Matthew that of Ethiopia, and Bartholomew was allotted the India that is joined to it. But the inner India, which is neighbored by many barbarian nations using various languages, the message of Christianity had not yet enlightened even before the times of Constantine. What the reason was for their becoming Christians, I shall now proceed to relate. A certain philosopher, Meropius by name, a Tyrian by birth, hastened to make an inquiry into the land of the Indians, emulating the philosopher Metrodorus, who before him had investigated the land of the Indians. So Meropius, taking with him two young boys, his kinsmen, who were not unacquainted with the Greek tongue, reached the country by ship; and after investigating as much as he wished, he put in, for need of provisions, at a place that had a safe harbor. It happened at that time that the treaties between the Romans and the Indians had been briefly broken. The Indians seized the philosopher and those sailing with him, and put them all to death except the two kinsmen boys; but the two boys, out of pity for their
ἡλικίας διασώσαντες, δῶρον τῷ Ἰνδῶν βασιλεῖ προσκομίζουσιν. Ὁ δὲ ἡσθεὶς τῇ προσόψει τῶν νέων, ἕνα μὲν αὐτῶν, ᾧ ὄνομα ἦν Αἰδέσιος, οἰνοχόον τῆς αὐτοῦ τραπέζης καθίστησι· τὸν δὲ ἕτερον, Φουρμέντιος ὄνομα αὐτῷ, τῶν βασιλικῶν γραμματοφυλάκων φροντίζειν προσέταξεν. Μετ' οὐ πολὺ δὲ τελευτῶν ὁ βασιλεὺς ἐπὶ υἱῷ κομιδῇ νηπίῳ καὶ γυναικὶ, ἐλευθέρους τούτους ἀφίησιν. Ἡ δὲ γυνὴ τοῦ βασιλέως, υἱὸν ἔχουσα καταλελειμμένον ἐν ἡλικίᾳ μικρᾷ, εἶπεν αὐτοῖς πρόνοιαν αὐτοῦ ποιήσασθαι, ἄχρις οὗ εἰς ἄνδρα τελέσῃ. Πεισθέντες οὖν οἱ νεανίσκοι πρόνοιαν ποιοῦνται τῶν τοῦ βασιλέως πραγμάτων. Φουρμέντιος δὲ ἦν μάλιστα ὁ διοικῶν σύμπαντα· ἔργον δὲ ἐποιεῖτο, τοὺς ἐπιδημοῦντας τῇ χώρᾳ Ῥωμαίους ἐμπόρους ζητεῖν, εἴπου τινὰ τῶν Χριστιανιζόντων ἐφεύροι. Εὑρὼν δὲ, καὶ τὰ καθ' ἑαυτὸν διδάσκων, παρεκάλει τόπους καταλαμβάνειν ἰδιάζοντας ἐπὶ τῷ τὰς Χριστιανικὰς ἐκτελεῖν εὐχάς. Κατὰ βραχὺ δὲ προϊόντος τοῦ χρόνου, καὶ εὐκτήριον κατεσκεύασε, καί τινας τῶν Ἰνδῶν κατηχοῦντες συνεύχεσθαι αὐτοῖς παρεσκεύασαν. Ἐπεὶ δὲ ὁ τοῦ βασιλέως παῖς τῆς τελείας ἡλικίας ἐπέβη, οἱ περὶ τὸν Φουρμέντιον παραδόντες τὰ καλῶς ὑπ' αὐτῶν διοικηθέντα πράγματα, ᾔτουν ἐπὶ τὴν ἑαυτῶν ἀποχωρῆσαι πατρίδα· τοῦ δὲ βασιλέως καὶ τῆς ἑαυτοῦ μητρὸς ἐπιμένειν παρακαλούντων καὶ μὴ πεισάντων, ἀνεχώρουν ἐπιθυμίᾳ τῆς ἐνεγκαμένης. Αἰδέσιος μὲν οὖν ὡς ἐπὶ τὴν Τύρον ἐσπουδάζεν, ὀψόμενος γονέας τε καὶ συγγενεῖς·
Having preserved them through childhood, they bring them as a gift to the king of the Indians. He, delighted at the appearance of the young men, appoints one of them, whose name was Aedesius, as cupbearer of his own table; and he ordered the other, whose name was Frumentius, to take charge of the royal archives. Not long after, when the king was dying, leaving a son still quite an infant and a wife, he set them free. But the king's wife, having a son left behind at a tender age, asked them to take care of him until he should come to manhood. The young men therefore, being persuaded, took charge of the king's affairs. And Frumentius was especially the one who administered everything; and he made it his business to seek out the Roman merchants who were sojourning in the country, in case he might find any of those who were Christians. And when he found them, he both taught them what concerned himself and urged them to occupy private places for the performance of Christian prayers. And as time advanced little by little, he also built a house of prayer, and by catechizing some of the Indians he brought them to pray together with them. But when the king's son reached full age, those around Frumentius, having handed over the affairs that had been well administered by them, asked to depart to their own fatherland; and when the king and his mother urged them to remain and did not persuade them, they withdrew out of longing for the land that had borne them. Aedesius, then, hastened as to Tyre, to see his parents and relatives;
Φουρμέντιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, τῷ ἐπισκόπῳ Ἀθανασίῳ τότε νεωστὶ τῆς ἐπισκοπῆς ἀξιωθέντι, ὑπαναφέρει τὸ πρᾶγμα, διδάξας τά τε τῆς ἑαυτοῦ ἀποδημίας, καὶ ὡς ἐλπίδας ἔχουσιν Ἰνδοὶ τὸν Χριστιανισμὸν παραδέξασθαι· ἐπίσκοπόν τε καὶ κλῆρον ἀποστέλλειν, καὶ μηδαμῶς περιορᾷν τοὺς δυναμένους σωθῆναι. Ἀθανάσιος δὲ λαβὼν εἰς ἔννοιαν τὸ λυσιτελὲς, αὐτὸν Φουρμέντιον τὴν ἐπισκοπὴν ἀναδέξασθαι παρεσκεύασεν, εἰπὼν μὴ ἔχειν αὐτοῦ ἐπιτηδειότερον. Γίνεται δὴ τοῦτο· καὶ Φουρμέντιος ἀξιωθεὶς τῆς ἐπισκοπῆς αὖθις ἐπὶ τὴν Ἰνδῶν παραγίνεται χώραν, καὶ κῆρυξ τοῦ Χριστιανισμοῦ γίνεται, εὐκτήριά τε πολλὰ ἱδρύει, ἀξιωθείς τε θείας χάριτος, πολλὰ μὲν σημεῖα, πολλῶν δὲ σὺν τῇ ψυχῇ καὶ τὰ σώματα ἐθεράπευε. Ταῦτα δὲ ὁ Ῥουφῖνος παρὰ τοῦ Αἰδεσίου, ὕστερον καὶ αὐτοῦ ἱερωσύνης ἀξιωθέντος ἐν τῇ Τύρῳ, ἀκηκοέναι φησίν. Τίνα τρόπον Ἴβηρες ἐχριστιάνισαν. Καιρὸς δὲ ἤδη λέγειν, ὅπως καὶ Ἴβηρες ὑπὸ τὸν αὐτὸν χρόνον ἐχριστιάνισαν. Γυνή τις, βίον σεμνὸν καὶ σώφρονα μετερχομένη, θείᾳ τινὶ προνοίᾳ ὑπ' Ἰβήρων αἰχμάλωτος γίνεται. Ἴβηρες δὲ οὗτοι προσοικοῦσι μὲν τὸν Εὔξεινον πόντον, ἄποικοι δὲ εἰσὶν Ἰβήρων τῶν ἐν Ἱσπανίᾳ. Ἡ γυνὴ τοίνυν ἡ αἰχμάλωτος ἐνμέσοις οὖσα τοῖς βαρβάροις ἐφιλοσόφει· σὺν γὰρ τῇ πολλῇ τῆς σωφροσύνης ἀσκήσει, νηστείᾳ τε βαθυτάτῃ καὶ συντόνοις προσέκειτο ταῖς εὐχαῖς· τοῦτο δὲ ὁρῶντες οἱ βάρβαροι τὸν ξενισμὸν τοῦ πραττομένου ἐθαύμαζον. Συμβαίνει δὴ τὸν τοῦ βασιλέως παῖδα νήπιον ὄντα ἀρρωστίᾳ περιπεσεῖν·
But Phumentius, having reached Alexandria, reported the matter to Bishop Athanasius, who had then recently been deemed worthy of the episcopate, explaining both the circumstances of his own absence and that the Indians had hopes of receiving Christianity, and urging him to send a bishop and clergy and by no means to overlook those who could be saved. Athanasius, having taken into consideration the advantage, persuaded Phumentius himself to undertake the episcopate, saying that he had no one more suitable than him. And so it happened; and Phumentius, having been deemed worthy of the episcopate, again arrived in the land of the Indians and became a herald of Christianity, and established many places of prayer, and having been deemed worthy of divine grace, he healed many signs and many both in soul and in body. Rufinus says that he heard these things from Aedesius, who later was himself deemed worthy of the priesthood in Tyre. In what manner the Iberians became Christian. But it is now time to say how the Iberians also became Christian at the same time. A certain woman, pursuing a venerable and chaste life, by some divine providence was taken captive by the Iberians. Now these Iberians dwell near the Euxine Sea, and are colonists of the Iberians in Spain. The captive woman, therefore, being in the midst of the barbarians, practiced philosophy; for along with the great exercise of chastity, she devoted herself to very deep fasting and intense prayers; and the barbarians, seeing this, marveled at the strangeness of what was being done. It happened that the king's son, being an infant, fell into sickness.
καὶ ἔθει τινὶ ἐγχωρίῳ, παρὰ τὰς ἄλλας γυναῖκας ἡ τοῦ βασιλέως γυνὴ ἔπεμπε τὸν παῖδα θεραπευθησόμενον, εἴπου τι βοήθημα πρὸς τὴν νόσον ἐκ πείρας ἐπίστανται. Ὡς δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ, παρ' οὐδεμιᾶς τῶν γυναικῶν θεραπείας ἐτύγχανε, τέλος ἄγεται πρὸς τὴν αἰχμάλωτον. Ἡ δὲ, ἐπὶ παρουσίᾳ πολλῶν γυναικῶν, ὑλικὸν μὲν βοήθημα προσέφερεν οὐδέν· οὐδὲ γὰρ ἠπίστατο· δεξαμένη δὲ τὸν παῖδα, καὶ εἰς τὸ ἐκ τριχῶν ὑφασμένον αὐτῇ στρωμάτιον ἀνακλίνασα, λόγον εἶπεν ἁπλοῦν· «Ὁ Χριστὸς,» φησὶν, «ὁ πολλοὺς ἰασάμενος, καὶ τοῦτο τὸ βρέφος ἰάσεται.» Ἐπευξαμένης τε ἐπὶ τῷ λόγῳ τούτῳ, καὶ ἐπικαλεσαμένης Θεὸν, παραχρῆμα ὁ παῖς ἀνερρώννυτο, καὶ εἶχεν ἐξ ἐκείνου καλῶς· φήμη τε ἐντεῦθεν τὰς τῶν βαρβάρων γυναῖκας καὶ αὐτὴν τὴν τοῦ βασιλέως διέτρεχε· καὶ φανερωτέρα ἡ αἰχμάλωτος ἐγίνετο. Μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ βασιλέως γυνὴ ἀρρωστίᾳ περιπεσοῦσα τὴν αἰχμάλωτον γυναῖκα μετεπέμπετο. Τῆς δὲ παραιτησαμένης μετριαζούσης τε ἐν τοῖς ἤθεσιν, αὐτὴ φέρεται παρ' αὐτήν· ποιεῖ δὲ ἡ αἰχμάλωτος ἃ καὶ ἐπὶ τοῦ παιδὸς πεποιήκει πρότερον·
And by a certain local custom, unlike the other women, the king's wife sent the boy to be healed, wherever they knew from experience some remedy for the disease. But when the boy had been carried around by his nurse and obtained healing from none of the women, at last he is brought to the captive woman. And she, in the presence of many women, offered no material remedy—for she did not know of any—but having received the boy and laid him on the little mattress woven of hair that she had, she spoke a simple word: "Christ," she says, "who healed many, will heal this infant also." And when she had prayed following this word and called upon God, the boy immediately recovered strength and was well from that time on; and the report from this ran through the barbarian women and the king's wife herself, and the captive woman became more conspicuous. Not long after, the king's wife also, having fallen into illness, sent for the captive woman. But when she declined and showed moderation in her habits, she herself is brought to her; and the captive woman does what she had also done earlier in the case of the boy.
παραχρῆμα δὲ ἡ νοσοῦσα ἐρρώσθη καὶ ηὐχαρίστει τῇ γυναικί. Ἡ δὲ, «Οὐκ ἐμὸν,» ἔφη, «τὸ ἔργον, ἀλλὰ Χριστοῦ, ὃς Υἱός ἐστι τοῦ Θεοῦ, τοῦ τὸν κόσμον ποιήσαντος·» τοῦτόν τε ἐπικαλεῖσθαι παρῄνει, καὶ ἀληθῆ γνωρίζειν Θεόν. Θαυμάσας δὲ ὁ βασιλεὺς τῶν Ἰβήρων τὴν ἐκ τῆς νόσου εἰς ὑγιείαν ταχυτῆτα, πυθόμενός τε τίς εἴη ὁ θεραπεύσας, δώροις ἠμείβετο τὴν αἰχμάλωτον. Ἡ δὲ οὐκ ἔφη δεῖσθαι πλούτου· ἔχειν γὰρ πλοῦτον τὴν εὐσέβειαν, καὶ δέχεσθαι μέγα δῶρον, εἰ ἐπιγνώσειε τὸν Θεὸν, τὸν ὑπ' αὐτῆς γινωσκόμενον. Ταῦτα εἰποῦσα, τὰ δῶρα ἀντέπεμπεν· ὁ δὲ βασιλεὺς τὸν μὲν λόγον ἐταμιεύσατο. Μεθ' ἡμέραν δὲ ἐξελθόντι αὐτῷ εἰς θήραν, συμβαίνει τοιοῦτό τι. Τὰς κορυφὰς τῶν ὀρέων καὶ τὰς νάπας ἔνθα ἐθήρα κατέχεεν ὁμίχλη σκότος τε πολύ. καὶ ἦν ἄπορος μὲν ἡ θήρα, ἀδιεξίτητος δὲ ἡ ὁδός· ἐν ἀμηχανίᾳ δὲ γενόμενος πολὺ τοὺς θεοὺς ἐπεκαλεῖτο οὓς ἔσεβεν. Ὡς δὲ οὐδὲν ἤνυε πλέον, τέλος εἰς ἔννοιαν τῆς αἰχμαλώτου λαμβάνει τὸν Θεὸν, καὶ τοῦτον καλεῖ βοηθόν· καὶ ἅμα γε εὔχετο, καὶ τὸ ἐκ τῆς ὁμίχλης διελύετο σκότος. Θαυμάζων δὲ τὸ γενόμενον, χαίρων ἐπὶ τὰ οἰκεῖα ἀνεχώρει, καὶ τὸ συμβεβηκὸς διηγεῖτο τῇ γυναικί. Καὶ τὴν αἰχμάλωτον εὐθὺς μεταπέμπεται, καὶ τίς εἴη ὃν σέβει Θεὸν ἐπυνθάνετο· ἡ δὲ εἰς πρόσωπον ἐλθοῦσα, κήρυκα τοῦ Χριστοῦ τὸν τῶν Ἰβήρων βασιλέα ἐποίησε γενέσθαι. Πιστεύσας γὰρ τῷ Χριστῷ διὰ τῆς εὐσεβοῦς γυναικὸς, πάντας τοὺς ὑπ' αὐτὸν Ἰβήρας συγκαλεῖ· καὶ τὰ συμβάντα περί τε τῆς θεραπείας τῆς γυναικὸς καὶ τοῦ παιδίου, οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ τὴν θήραν ἐκθέμενος, παρῄνει σέβεσθαι τὸν τῆς αἰχμαλώτου Θεόν.
Immediately the sick woman was restored to health and gave thanks to the woman. But she said, "The work is not mine, but Christ's, who is the Son of God, who made the world." And she urged her to call upon him and to recognize him as the true God. The king of the Iberians, astonished at the swiftness of her recovery from sickness to health, and having inquired who it was that had healed her, rewarded the captive with gifts. But she said she had no need of wealth, for she had godliness as her wealth, and she would accept a great gift if he would come to know the God who was known by her. Having said this, she sent the gifts back. And the king stored up her words. But on the next day, when he went out to hunt, something of this sort happened. Mist and great darkness poured over the peaks of the mountains and the glens where he was hunting, and the hunt was impracticable and the road impassable. Finding himself in difficulty, he called at length upon the gods whom he worshipped. But when he accomplished nothing more, at last he took thought of the captive's God and called upon him for help; and even as he prayed, the darkness from the mist was dissolved. Marveling at what had happened, he returned home rejoicing and recounted the event to his wife. And he immediately sent for the captive and inquired who this God was whom she worshipped. And she, coming into his presence, made the king of the Iberians become a herald of Christ. For having believed in Christ through the pious woman, he summoned all the Iberians under his rule; and having set forth the things that had happened concerning the healing of his wife and the child, and indeed also the events of the hunt, he urged them to worship the God of the captive.
Ἐγένοντο οὖν ἀμφότεροι κήρυκες τοῦ Χριστοῦ· ὁ μὲν βασιλεὺς τοῖς ἀνδράσιν, ἡ δὲ γυνὴ ταῖς γυναιξί· μαθὼν δὲ παρὰ τῆς αἰχμαλώτου τὸ σχῆμα τῶν παρὰ Ῥωμαίοις ἐκκλησιῶν, εὐκτήριον οἶκον ἐκέλευσε γενέσθαι· εὐθύς τε τὰ πρὸς οἰκοδομὴν προσέταξεν εὐτρεπίζεσθαι. Καὶ ὁ οἶκος ἠγείρετο. Ἐπεὶ δὲ καὶ τοὺς στύλους ἀνορθοῦν ἐπειρῶντο, οἰκονομεῖ τι πρὸς πίστιν τοὺς ἐνοικοῦντας ἡ τοῦ Θεοῦ ἕλκουσα πρόνοια. Εἷς γὰρ τῶν στύλων ἀκίνητος ἔμενε· καὶ οὐδεμία εὑρίσκετο μηχανὴ δυναμένη κινῆσαι αὐτὸν, ἀλλὰ τὰ μὲν καλώδια διερρήγνυτο, τὰ δὲ μηχανήματα κατεάγνυτο· ἀπεγνωκότες οὖν οἱ ἐργαζόμενοι ἀπεχώρουν. Τότε δείκνυται τῆς αἰχμαλώτου ἡ πίστις· νυκτὸς γὰρ μηδενὸς ἐγνωκότος καταλαμβάνει τὸν τόπον, καὶ διανυκτερεύει τῇ εὐχῇ σχολάζουσα. Προνοίᾳ τε Θεοῦ ὁ στύλος ἀνορθοῦται, καὶ ὑψηλότερος τῆς βάσεως ἐν τῷ ἀέρι ἐστήρικτο, μηδαμῶς τῆς κρηπῖδος ἁπτόμενος. Ἡμέρα δὲ ἦν, καὶ ὁ βασιλεὺς ἔμφρων τις ὢν ἐπὶ τὴν οἰκοδομὴν παρῆν, ὁρᾷ τε τὸν στύλον ἐπὶ τὴν ἰδίαν κρεμάμενον βάσιν· καὶ ἐκπλήττεται μὲν αὐτὸς ἐπὶ τῷ γεγονότι, ἐκπλήττονται δὲ καὶ οἱ παρόντες σὺν αὐτῷ. Μετ' οὐ πολὺ γὰρ ἐπ' ὀφθαλμοῖς αὐτῶν τῇ ἰδίᾳ βάσει ὁ στύλος κατιὼν ἱδρύεται· βοή τε ἐντεῦθεν τῶν ἀνθρώπων βοώντων, καὶ ἀληθῆ τὴν πίστιν ἀνακαλούντων τοῦ βασιλέως, καὶ ὑμνούντων τὸν τῆς αἰχμαλώτου Θεόν· ἐπίστευόν τε λοιπὸν, καὶ σὺν προθυμίᾳ πολλῇ τοὺς ὑπολοίπους στύλους ἀνώρθουν· καὶ οὐκ εἰς μακρὰν τὸ ἔργον τετέλεστο. Πρεσβεία ἐντεῦθεν πρὸς τὸν βασιλέα Κωνσταντῖνον ἐγένετο·
So both became heralds of Christ: the king to the men, and the woman to the women. And having learned from the captive woman the form of the churches among the Romans, he ordered a house of prayer to be made; and immediately he commanded the materials for building to be prepared. And the house was raised up. But when they also attempted to set up the columns, the providence of God, drawing them on, arranged something to bring the inhabitants to faith. For one of the columns remained immovable; and no device was found able to move it, but the ropes were breaking and the machines were shattering; so the workmen, having given up hope, withdrew. Then the faith of the captive woman was shown; for by night, with no one knowing, she came to the place and spent the night devoted to prayer. And by the providence of God the column was set upright, and stood fixed in the air higher than its base, in no way touching the foundation. And it was day, and the king, being a man of understanding, came to the building, and sees the column hanging over its own base; and he himself is astonished at what had happened, and those present with him are also astonished. For not long after, before their eyes, the column descended and was established on its own base; and there was a shout from there as the people cried out and proclaimed the faith of the king to be true, and hymned the God of the captive woman; and from then on they believed, and with great eagerness they set up the remaining columns; and in no long time the work was completed. From there an embassy was sent to the emperor Constantine.
παρεκάλουν τε τοῦ λοιποῦ ὑπόσπονδοι Ῥωμαίων γίνεσθαι, λαμβάνειν τε ἐπίσκοπον καὶ ἱερὸν κλῆρον· πιστεύειν γὰρ εἰλικρινῶς ἔλεγον τῷ Χριστῷ. Ταῦτα φησὶν ὁ Ῥουφῖνος παρὰ Βακουρίου μεμαθηκέναι, ὃς πρότερον μὲν ἦν βασιλίσκος Ἰβήρων, ὕστερον δὲ Ῥωμαίοις προσελθὼν, ταξίαρχος τοῦ ἐν Παλαιστίνῃ στρατιωτικοῦ κατέστη· καὶ μετὰ ταῦτα στρατηλατῶν τὸν κατὰ Μαξίμου τοῦ τυράννου πόλεμον τῷ βασιλεῖ Θεοδοσίῳ συνηγωνίσατο. Τοῦτον μὲν τὸν τρόπον καὶ Ἴβηρες ἐχριστιάνισαν ἐπὶ τῶν Κωνσταντίνου χρόνων. Περὶ Ἀντωνίου τοῦ μοναχοῦ. Ὁποῖος δὲ ἦν ἐπὶ τῶν αὐτῶν χρόνων καὶ ὁ μοναχὸς Ἀντώνιος ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, ὃς φανερῶς τοῖς δαίμοσιν ἀντεπάλαιεν, ἐφευρίσκων τε ἁπλῶς τὰς τέχνας αὐτῶν καὶ τοὺς ἄθλους, καὶ ὅπως πολλὰ ἐποίει τεράστια, περιττὸν λέγειν ἡμᾶς· ἔφθασε γὰρ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος, μονόβιβλον εἰς τὸν αὐτοῦ βίον ἐκθέμενος. Τοιούτων
ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο. Περὶ Μάνετος τοῦ ἀρχηγοῦ τῆς αἱρέσεως τῶν Μανιχαίων, καὶ ὅθεν ἦν τὴν ἀρχήν. Ἀλλὰ μεταξὺ τοῦ χρηστοῦ σίτου εἴωθε καὶ ζιζάνια φύεσθαι· φθόνος γὰρ τοῖς ἀγαθοῖς ἐφεδρεύειν φιλεῖ. Παρεφύη γὰρ μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων τῷ ἀληθεῖ Χριστιανισμῷ Ἑλληνίζων Χριστιανισμὸς, καθάπερ καὶ τοῖς προφήταις ψευδοπροφῆται, καὶ ἀποστόλοις ψευδαπόστολοι παρεφύοντο. Τηνικαῦτα γὰρ τὸ Ἐμπεδοκλέους τοῦ παρ' Ἕλλησι φιλοσόφου δόγμα διὰ τοῦ Μανιχαίου Χριστιανισμὸν ὑπεκρίνατο· περὶ οὗ Εὐσέβιος μὲν ὁ Παμφίλου ἐν τῇ ἑβδόμῃ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπεμνήσθη· οὐ μὴν ἀκριβῶς διηγήσατο.
And they urged that for the future they become allies of the Romans under treaty, and receive a bishop and a sacred clergy; for they said they believed sincerely in Christ. These things Rufinus says he learned from Bacurius, who was formerly a petty king of the Iberians, but later came over to the Romans and was appointed commander of the military force in Palestine; and after this, when he campaigned in the war against the tyrant Maximus, he fought alongside the emperor Theodosius. In this manner, then, the Iberians too became Christians in the times of Constantine. Concerning Antony the monk. But what sort of man Antony the monk also was in the same times, in the desert of Egypt, who openly wrestled against the demons, both simply discovering their arts and their contests, and how he performed many wonders, it is superfluous for us to tell; for Athanasius, the bishop of Alexandria, has already set forth a single-volume work on his life. Of such
good things there was an abundance at the same time under the times of the emperor Constantine. Concerning Manes, the leader of the heresy of the Manichaeans, and whence he had his origin. But among the good wheat, tares are also accustomed to grow; for envy is wont to lie in wait for good things. For a little before the times of Constantine, there grew up alongside true Christianity a Hellenizing Christianity, just as false prophets also grew up alongside the prophets, and false apostles alongside the apostles. For at that time the doctrine of Empedocles, the philosopher among the Greeks, masqueraded as Christianity through Manichaeus; concerning whom Eusebius, the son of Pamphilus, made mention in the seventh book of his Ecclesiastical History, but did not narrate it accurately.
Διόπερ τὸ παραλειφθὲν ἐκείνῳ ἀναπληρῶσαι ἀναγκαῖον ἡγοῦμαι· γνωσθήσεται γὰρ, τίς τε ὢν ὁ Μανιχαῖος καὶ πόθεν, τοιαῦτα ἐτόλμησε. Σκυθιανός τις Σαρακηνὸς γυναῖκα εἶχεν αἰχμάλωτον ἐκ τῶν ἄνω Θηβῶν· δι' ἣν τὴν Αἴγυπτον οἰκήσας, καὶ τὴν Αἰγυπτίων παιδείαν μαθὼν, τὴν Ἐμπεδοκλέους καὶ Πυθαγόρου δόξαν εἰς τὸν Χριστιανισμὸν παρεισήγαγε· δύο φύσεις εἰπὼν, ἀγαθήν τε καὶ πονηρὰν, ὡς καὶ Ἐμπεδοκλῆς, νεῖκος ὀνομάζων τὴν πονηρὰν, φιλίαν δὲ τὴν ἀγαθήν. Τούτου δὲ τοῦ Σκυθιανοῦ μαθητὴς γίνεται Βούδδας, πρότερον Τερέβινθος καλούμενος· ὅς τις ἐπὶ τὴν Βαβυλωνίαν χώραν ὁρμήσας, ἥ τις ὑπὸ Περσῶν οἰκεῖται, πολλὰ περὶ ἑαυτοῦ ἐτερατεύετο, φάσκων ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐν ὄρεσιν ἀνατετράφθαι. Εἶτα συγγράφει βιβλία τέσσαρα, ἓν μὲν ἐπονομάσας «τῶν Μυστηρίων,» ἕτερον δὲ, «τὸ Εὐαγγέλιον·» καὶ «τὸν Θησαυρὸν» τρίτον, καὶ «τὰ Κεφάλαια» τέταρτον. Τελετὰς δέ τινας ποιεῖν σχηματιζόμενος, ἐδισκεύθη ὑπὸ πνεύματος, καὶ οὕτως ἀπώλετο. Γυνὴ δέ τις, παρ' ᾗ κατέλυεν, ἔθαψεν αὐτόν· καὶ τὰ ἐκείνου χρήματα κατασχοῦσα, παιδάριον ὠνήσατο, περὶ ἑπτὰ ἔτη τὴν ἡλικίαν, ὀνόματι Κούβρικον· τοῦτον ἐλευθερώσασα, καὶ γράμματα ἐκδιδάξασα, μετὰ χρόνον ἐτελεύτησε, πάντα αὐτῷ τὰ χρήματα τοῦ Τερεβίνθου καταλείψασα, καὶ τὰ βιβλία ἅπερ ἦν συντάξας ἐκεῖνος, ὑπὸ Σκυθιανῷ παιδευόμενος. Ταῦτα λαβὼν ὁ ἀπελεύθερος Κούβρικος, καὶ ἐπὶ τὰ Περσῶν μέρη χωρήσας, μετονομάζει μὲν ἑαυτὸν Μάνην· τὰ δὲ τοῦ Βούδδα ἤτοι Τερεβίνθου βιβλία, ὡς οἰκεῖα, τοῖς ὑπ' αὐτοῦ πλανηθεῖσιν ἐξέδωκεν.
Therefore I consider it necessary to fill in what was omitted by him; for it will be made known who the Manichaean was and from where he came, who dared such things. A certain Scythianus, a Saracen, had a wife taken captive from Upper Thebes; on her account he settled in Egypt, and having learned the Egyptian education, he introduced the doctrine of Empedocles and Pythagoras into Christianity, saying there are two natures, a good one and an evil one, just as Empedocles also did, calling the evil one Strife and the good one Love. Of this Scythianus, Buddas becomes a disciple, previously called Terebinthus; who, having set out for the region of Babylonia, which is inhabited by the Persians, used to tell many marvels about himself, claiming that he had been born of a virgin and had been brought up in the mountains. Then he writes four books, naming one "Of the Mysteries," another "The Gospel," the third "The Treasure," and the fourth "The Chapters." And pretending to perform certain rites, he was struck by a spirit and so perished. And a certain woman, at whose house he was staying, buried him; and having taken possession of his money, she bought a little boy, about seven years of age, by the name of Cubricus; having freed him and taught him letters, after some time she died, leaving to him all the money of Terebinthus, and the books which he had composed while being taught by Scythianus. The freedman Cubricus, having taken these and gone to the regions of the Persians, renames himself Manes; and the books of Buddas, that is Terebinthus, he published as his own to those who had been deceived by him.
Αἱ τῶν βίβλων τοίνυν ὑποθέσεις Χριστιανίζουσι μὲν τῇ φωνῇ, τοῖς δὲ δόγμασιν Ἑλληνίζουσι· καὶ γὰρ πολλοὺς θεοὺς σέβειν ὁ Μανιχαῖος προτρέπεται ἄθεος ὢν, καὶ τὸν ἥλιον προσκυνεῖν διδάσκει· καὶ εἱμαρμένην εἰσάγει, καὶ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ· καὶ μετενσωμάτωσιν δογματίζει, φανερῶς Ἐμπεδοκλέους καὶ Πυθαγόρου καὶ Αἰγυπτίων ταῖς δόξαις ἀκολουθήσας· καὶ τὸν Χριστὸν ἐν σαρκὶ γεγονέναι οὐ βούλεται, φάντασμα αὐτὸν λέγων εἶναι· καὶ νόμον καὶ προφήτας ἀθετεῖ· καὶ ἑαυτὸν ὀνομάζει Παράκλητον· ἅπερ πάντα ἀλλότρια τῆς ὀρθοδόξου ἐκκλησίας καθέστηκεν. Ἐν δὲ ταῖς ἐπιστολαῖς, καὶ ἀπόστολον ἑαυτὸν ὀνομάζειν ἐτόλμησεν. Ἀλλὰ τοῦ τηλικούτου ψεύδους ἀξίαν εὕρετο δίκην διὰ τοιάνδε αἰτίαν. Τοῦ βασιλέως Περσῶν υἱὸς νόσῳ περιπεπτώκει· ὁ δὲ πατὴρ, τὸ δὴ λεγόμενον, πάντα λίθον ἐκίνει, τὸν υἱὸν σωθῆναι βουλόμενος· μαθών τε περὶ τοῦ Μανιχαίου, καὶ τὰς τερατείας αὐτοῦ νομίσας εἶναι ἀληθεῖς, ὡς ἀπόστολον μεταπέμπεται, πιστεύσας δι' αὐτοῦ σωθήσεσθαι τὸν υἱόν. Ὁ δὲ παραγενόμενος μετὰ τοῦ ἐπιπλάστου σχήματος ἐγχειρίζεται τὸν τοῦ βασιλέως υἱόν· ὁ δὲ βασιλεὺς ἑωρακὼς ὅτι ὁ παῖς ἐν ταῖς χερσὶν αὐτοῦ ἐτεθνήκει, συγκλείσας αὐτὸν, τιμωρεῖσθαι ἕτοιμος ἦν· ὁ δὲ διαδρὰς ἐπὶ τὴν Μεσοποταμίαν διασώζεται. Μαθών τε αὐτὸν ὁ τῶν Περσῶν βασιλεὺς ἐκεῖ διατρίβειν, ἀνάρπαστον ποιήσας, ζῶντα ἐξέδειρεν· καὶ ἀχύρων τὴν δορὰν πληρώσας, πρὸ τῆς πύλης τῆς πόλεως προὔθηκε. Ταῦτα δὲ ἡμεῖς, οὐ πλάσαντες λέγομεν, ἀλλὰ διαλόγῳ Ἀρχελάου τοῦ ἐπισκόπου Κασχάρων, μιᾶς τῶν ἐν Μεσοποταμίᾳ πόλεων, ἐντυχόντες συνηγάγομεν.
The contents of the books, then, are Christian in language but Greek in doctrine; for the Manichaean, being godless, urges the worship of many gods and teaches the adoration of the sun; and he introduces fate and abolishes free will; and he dogmatizes the transmigration of souls, having openly followed the opinions of Empedocles and Pythagoras and the Egyptians; and he does not wish Christ to have come in the flesh, calling him a phantom; and he rejects the law and the prophets; and he names himself the Paraclete—all of which things are alien to the orthodox church. And in his letters he even dared to name himself an apostle. But for such great falsehood he found a punishment worthy of it, for the following reason. The son of the king of the Persians had fallen ill; and the father, as the saying goes, moved every stone, wishing his son to be saved; and having learned about the Manichaean, and supposing his marvels to be true, he sent for him as an apostle, believing that through him his son would be saved. And he, having arrived with his counterfeit appearance, was entrusted with the king's son; but the king, having seen that the boy had died in his hands, shut him up and was ready to punish him; but he escaped and made his way safely to Mesopotamia. And when the king of the Persians learned that he was spending time there, he had him seized and flayed him alive; and having filled the skin with chaff, he set it up before the gate of the city. These things we say not as having fabricated them, but having come upon the dialogue of Archelaus, bishop of Carchar, one of the cities in Mesopotamia, we have gathered them together.
Αὐτὸς γὰρ Ἀρχέλαος διαλεχθῆναι αὐτῷ φησὶ κατὰ πρόσωπον, καὶ τὰ προγεγραμμένα εἰς τὸν βίον αὐτοῦ ἐκτίθεται. Τοῖς οὖν ἀγαθοῖς ἐνακμάζουσιν ὁ φθόνος, καθὰ ἔφην, ἐφεδρεύειν φιλεῖ.
Τίς δὲ ἡ αἰτία, δι' ἣν ὁ ἀγαθὸς Θεὸς τοῦτο γίνεσθαι συγχωρεῖ, πότερον γυμνάσαι τὰ ἀγαθὰ τῶν δογμάτων βουλόμενος τῆς ἐκκλησίας, καὶ τὴν ἐπὶ τῇ πίστει προσγινομένην ἀλαζονείαν ἐκκόπτειν, ἢ ὅπως ποτὲ ἔχοι, δυσχερὴς μὲν καὶ μακρὰ ἡ ἀπόδοσις, οὐκ εὐκαίρως δὲ νῦν ἐξετάζεται· οὔτε γὰρ δόγματα πρόκειται γυμνάζειν ἡμῖν, οὔτε τοὺς περὶ προνοίας καὶ κρίσεως τοῦ Θεοῦ δυσευρέτους λόγους κινεῖν, ἀλλ' ἱστορίαν γεγονότων περὶ τὰς ἐκκλησίας πραγμάτων ὡς οἷόν τε διηγήσασθαι. Ὅπως μὲν οὖν μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων ἡ Μανιχαίων παρεφύη θρησκεία, εἴρηται· ἐπανέλθωμεν δὲ ἐπὶ τοὺς χρόνους τῆς προκειμένης ἱστορίας. Ὡς Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἀναθαρσήσαντες σπουδὴν πεποίηνται παρατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν, διὰ τὸ σκευωρήσασθαι Ἀθανάσιον. Οἱ περὶ Εὐσέβιον καὶ Θέογνιν τῆς ἐξορίας ἐπανελθόντες τὰς μὲν ἐκκλησίας κατέλαβον, ἐξωθήσαντες, ὡς ἔφην, τοὺς χειροτονηθέντας εἰς τὸν τόπον αὐτῶν· παρρησίαν τε οὐ τὴν τυχοῦσαν ἐκτήσαντο παρὰ τῷ βασιλεῖ, ὃς πάνυ διὰ τιμῆς ἦγεν αὐτοὺς, ὡς ἀπὸ κακοδοξίας εἰς τὴν ὀρθοδοξίαν ἐπιστρέψαντας. Οἱ δὲ, τῇ δοθείσῃ παρρησίᾳ καταχρησάμενοι, μείζονα τῆς προλαβούσης ταραχὴν τῇ οἰκουμένῃ ἐκίνησαν, διχόθεν ὁρμώμενοι, ἔκ τε τῆς προκατασχούσης αὐτοὺς Ἀρειανῆς δόξης, καὶ ἐκ τῆς πρὸς Ἀθανάσιον ἀπεχθείας·
For Archelaus himself says that he conversed with him face to face, and he sets forth the things previously written concerning his life. Envy, then, as I said, is wont to lie in wait for goods that flourish.
But what is the reason for which the good God permits this to happen—whether He wishes to exercise the good doctrines of the church and to cut off the arrogance that grows alongside faith, or whatever the case may be—the explanation is difficult and long, and is not conveniently examined now; for it is not our task to exercise doctrines, nor to stir up the hard-to-discover arguments concerning providence and the judgment of God, but to narrate as best we can the history of events that have occurred concerning the affairs of the churches. How, then, the religion of the Manichaeans sprouted up a little before the times of Constantine has been stated; but let us return to the times of the history before us. How Eusebius of Nicomedia and Theognis of Nicaea, taking courage, made it their earnest endeavor to pervert the faith of Nicaea, because they had contrived a plot against Athanasius. Those around Eusebius and Theognis, having returned from exile, took possession of the churches, having driven out, as I said, those who had been ordained in their place; and they acquired no ordinary boldness of speech with the emperor, who held them in very great honor, as having turned from evil doctrine to orthodoxy. But they, abusing the boldness of speech given them, stirred up a greater disturbance in the world than the previous one, setting out from two sources: both from the Arian opinion that had previously possessed them, and from their hatred toward Athanasius.
ἐπειδὴ αὐτοῖς ἐκεῖνος ἐν τῇ συνόδῳ γενναίως περὶ τῶν ζητουμένων δογμάτων ἀντέπεσεν. Πρῶτον μὲν τὴν Ἀθανασίου χειροτονίαν διέβαλλον, καὶ ὡς ἀναξίου πρὸς τὴν ἐπισκοπὴν, καὶ μὴ ὡς ὑπὸ ἀξιοπίστων γεγενημένου· ἐπεὶ δὲ ἐκεῖνος κρείττων τῆς διαβολῆς ἐδείκνυτο, (ἐγκρατὴς γὰρ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενόμενος, διαπύρως ὑπὲρ τῆς ἐν Νικαίᾳ πίστεως ἠγωνίζετο), τότε δὴ οἱ περὶ Εὐσέβιον σπουδὴν ἐτίθεντο, Ἀθανάσιον μὲν σκευωρήσασθαι, Ἄρειονδὲ καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν· οὕτω γὰρ μόνως δυνήσεσθαι τὴν τοῦ «ὁμοουσίου» πίστιν ἐκβαλεῖν, παρεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Ἔγραφεν οὖν Εὐσέβιος Ἀθανασίῳ, δέχεσθαι Ἄρειον καὶτοὺς ἀμφ' αὐτόν· καὶ γράφων μὲν παρεκάλει, ἔξωθεν δὲ διηπείλει. Ἐπεὶ δὲ Ἀθανάσιος οὐδενὶ τρόπῳ ἐπείθετο, κατασκευάζει πεισθῆναι τὸν βασιλέα, δέξασθαι μὲν εἰς πρόσωπον τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ εἰς τὴν Ἀλεξάνδρειαν παρασχεῖν· καὶ ταῦτα μὲν ὅπως ἐξίσχυσε κατεργάσασθαι, κατὰ χώραν ἐρῶ. Πρὸ τούτων δὲ ἑτέρα ταῖς ἐκκλησίαις ἐπιγίνεται ταραχή· καὶ γὰρ πάλιν τὴν εἰρήνην οἱ οἰκεῖοι τῆς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος μὲν οὖν ὁ Παμφίλου φησὶν, εὐθὺς μετὰ τὴν σύνοδον πρὸς ἑαυτὴν στασιάζειν τὴν Αἴγυπτον, τὴν αἰτίαν μὴ προστιθείς· ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο, ὅτι τὰς αἰτίας λέγειν ἐκκλίνων, μὴ συνευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο· ὡς δὲ ἡμεῖς ἐκ διαφόρων ἐπιστολῶν εὑρήκαμεν, ἃς μετὰ τὴν συνόδον οἱ ἐπίσκοποι πρὸς ἀλλήλους ἔγραφον, ἡ τοῦ «ὁμοουσίου» λέξις τινὰς διετάραττε· περὶ ἣν κατατριβόμενοι καὶ ἀκριβολογούμενοι τὸν κατὰ ἀλλήλων πόλεμον ἤγειραν·
because he had vigorously opposed them in the council concerning the doctrines under dispute. First they slandered the ordination of Athanasius, alleging that it was unworthy of the episcopate and had not been performed by trustworthy men. But when he proved superior to the slander—for having obtained control of the church of the Alexandrians, he contended fervently for the faith of Nicaea—then the party of Eusebius set about their effort to fabricate charges against Athanasius and to bring Arius back down to Alexandria. For in this way alone, they thought, would they be able to cast out the faith of the "homoousion" and introduce the Arianizing doctrine. Eusebius therefore wrote to Athanasius, urging him to receive Arius and his followers; and in writing he exhorted, while from without he threatened. But when Athanasius was in no way persuaded, he contrived to persuade the emperor to receive Arius into his presence and to grant him a return to Alexandria. How he managed to accomplish this, I shall relate in its proper place. But before these events, another disturbance arose in the churches; for once again the church's own members were disturbing the peace. Eusebius of Pamphilus, then, says that immediately after the council Egypt was in revolt against itself, without adding the cause—from which he acquired a reputation for double-dealing, because by avoiding mention of the causes he was understood not to agree with those at Nicaea. But as we have found from various letters that the bishops wrote to one another after the council, the term "homoousion" disturbed certain people; and wearing themselves out over it and arguing with precision, they stirred up war against one another.
νυκτομαχίας τε οὐδὲν ἀπεῖχε τὰ γινόμενα· οὐδὲ γὰρ ἀλλήλους ἐφαίνοντο νοοῦντες, ἀφ' ὧν ἀλλήλους βλασφημεῖν ὑπελάμβανον. Οἱ μὲν γὰρ τοῦ «ὁμοουσίου» τὴν λέξιν ἐκκλίνοντες, τὴν Σαβελλίου καὶ Μοντανοῦ δόξαν εἰσηγεῖσθαι τοὺς αὐτὴν προσδεχομένους ἐνόμιζον· καὶ διὰ τοῦτο βλασφήμους ἐκάλουν, ὡς ἀναιροῦντας τὴν ὕπαρξιν τοῦ Υἱοῦ τοῦ Θεοῦ· οἱ δὲ πάλιν τῷ «ὁμοουσίῳ» προσκείμενοι, πολυθεΐαν εἰσάγειν τοὺς ἑτέρους νομίζοντες, ὡς Ἑλληνισμὸν εἰσάγοντας ἐξετρέποντο. Καὶ Εὐστάθιος μὲν ὁ Ἀντιοχείας ἐπίσκοπος διασύρει τὸν Παμφίλου Εὐσέβιον, ὡς τὴν ἐν Νικαίᾳ πίστιν παραχαράττοντα· Εὐσέβιος δὲ τὴν μὲν ἐν Νικαίᾳ πίστιν οὔ φησι παραβαίνειν, διαβάλλει δὲ Εὐστάθιον, ὡς τὴν Σαβελλίου δόξαν εἰσάγοντα· διὰ ταῦτα ἕκαστοι ὡς κατὰ ἀντιπάλων τοὺς λόγους συνέγραφον· ἀμφότεροί τε λέγοντες ἐνυπόστατόν τε καὶ ἐνυπάρχοντα τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ἕνα τε Θεὸν ἐν τρισὶν ὑποστάσεσιν εἶναι ὁμολογοῦντες, ἀλλήλοις, οὐκ οἶδ' ὅπως, συμφωνῆσαι οὐκ ἴσχυον· καὶ διὰ ταῦτα ἡσυχάζειν οὐδενὶ τρόπῳ ἠνείχοντο. Περὶ τῆς γενομένης συνόδου
What took place was not far from a battle in the dark; for they did not appear even to understand one another, judging from the blasphemies they supposed each other to be uttering. For those who avoided the term "consubstantial" thought that those who accepted it were introducing the doctrine of Sabellius and Montanus; and for this reason they called them blasphemers, as doing away with the existence of the Son of God. Those, in turn, who adhered to "consubstantial," thinking the others were introducing polytheism, turned away from them as introducing Hellenism. And Eustathius, bishop of Antioch, disparaged Eusebius of Pamphylia as falsifying the faith of Nicaea; while Eusebius said that he did not transgress the faith of Nicaea, but slandered Eustathius as introducing the doctrine of Sabellius. For these reasons each side wrote treatises as against opponents; and though both said that the Son of God was subsistent and existing, and confessed that there is one God in three hypostases, they were unable, I know not how, to agree with one another; and for this reason they could in no way bear to keep quiet. Concerning the council that took place
ἐν Ἀντιοχείᾳ, ἣ καθεῖλεν Εὐστάθιον τὸν Ἀντιοχείας ἐπίσκοπον· ἐφ' ᾧ στάσεως γενομένης, μικροῦ ἀνετράπη ἡ πόλις. Σύνοδον οὖν ἐν Ἀντιοχείᾳ ποιήσαντες, καθαιροῦσιν Εὐστάθιον, ὡς τὰ Σαβελλίου μᾶλλον φρονοῦντα, ἢ ἅπερ ἡ ἐν Νικαίᾳ σύνοδος ἐδογμάτισεν· ὡς μὲν οὖν τινες φασὶν, δι' ἄλλας οὐκ ἀγαθὰς αἰτίας· φανερῶς γὰρ οὐκ εἰρήκασι. Τοῦτο δὲ ἐπὶ πάντων εἰώθασι τῶν καθαιρουμένων ποιεῖν οἱ ἐπίσκοποι, κατηγοροῦντες μὲν καὶ ἀσεβεῖν λέγοντες, τὰς δὲ αἰτίας τῆς ἀσεβείας οὐ προστιθέντες. Ὅτι μέντοι ὡς Σαβελλίζοντα καθεῖλον Εὐστάθιον, Κύρου τοῦ Βεροίας ἐπισκόπου κατηγοροῦντος αὐτοῦ, Γεώργιος ὁ Λαοδικείας τῆς ἐν Συρίᾳ ἐπίσκοπος, εἷς ὢν τῶν μισούντων τὸ «ὁμοούσιον,» ἐν τῷ ἐγκωμίῳ τῷ εἰς Εὐσέβιον τὸν Ἐμισηνὸν ἔγραψεν εἰρηκέναι. Καὶ περὶ μὲν τοῦ Ἐμισηνοῦ Εὐσεβίου κατὰ χώραν ἐροῦμεν. Γεώργιος δὲ περὶ Εὐσταθίου γράφει· φάσκων γὰρ Εὐστάθιον ὑπὸ τοῦ Κύρου κατηγορεῖσθαι ὡς Σαβελλίζοντα, αὖθις τὸν Κῦρον ἐπὶ τοῖς αὐτοῖς ἁλόντα καθῃρῆσθαι φησί. Καὶ πῶς οἷόν τε, Κῦρον τὰ Σαβελλίου φρονοῦντα κατηγορεῖν Εὐσταθίου ὡς Σαβελλίζοντος; Ἔοικεν οὖν Εὐστάθιον δι' ἑτέρας καθῃρῆσθαι προφάσεις. Τότε δὲ ἐν τῇ Ἀντιοχείᾳ δεινὴ στάσις ἐπὶ τῇ αὐτοῦ καθαιρέσει γεγένηται· καὶ μετὰ ταῦτα πολλάκις περὶ ἐπιλογῆς ἐπισκόπου τοσοῦτος ἐξήφθη πυρσὸς, ὡς μικροῦ δεῆσαι τὴν πᾶσαν ἀνατραπῆναι πόλιν, εἰς δύο τμήματα διαιρεθέντος τοῦ λαοῦ· τῶν μὲν Εὐσέβιον τὸν Παμφίλου ἐκ τῆς ἐν Παλαιστίνῃ Καισαρείας μεταφέρειν φιλονεικούντων ἐπὶ τὴν Ἀντιόχειαν, τῶν δὲ σπευδόντων ἐπαναγαγεῖν Εὐστάθιον.
At Antioch, which deposed Eustathius the bishop of Antioch; on account of which, when a sedition arose, the city was almost overthrown. So, having held a synod at Antioch, they depose Eustathius, on the grounds that he held the views of Sabellius rather than what the synod at Nicaea had decreed; as some say, however, for other disreputable reasons; for they did not state them openly. And this is what the bishops are accustomed to do in the case of all who are deposed, bringing accusations and saying that they are impious, but not adding the reasons for the impiety. That they deposed Eustathius as a Sabellian, with Cyrus the bishop of Beroea accusing him, George the bishop of Laodicea in Syria, who was one of those who hated the term "consubstantial," wrote in his encomium on Eusebius of Emesa that he had said. And concerning Eusebius of Emesa we shall speak in its proper place. But George writes concerning Eustathius: for saying that Eustathius was accused by Cyrus as a Sabellian, he again says that Cyrus, having been convicted on the same charges, was deposed. And how is it possible that Cyrus, holding the views of Sabellius, accused Eustathius of being a Sabellian? It seems, then, that Eustathius was deposed on other pretexts. At that time, then, a terrible sedition arose in Antioch over his deposition; and after this, so great a fire was often kindled over the choice of a bishop that the whole city came near to being overthrown, the people being divided into two factions: some striving to transfer Eusebius the Pamphili from Caesarea in Palestine to Antioch, while others hastened to restore Eustathius.
Συνελαμβάνετο δὲ ἑκατέρῳ μέρει καὶ τὸ κοινὸν τῆς πόλεως· καὶ στρατιωτικὴ χεὶρ, ὡς κατὰ πολεμίων κεκίνητο, ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι, εἰ μὴ ὁ Θεός τε καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος τὰς ὁρμὰς τοῦ πλήθους ἀνέστειλεν. Ὁ μὲν γὰρ βασιλεὺς δι' ἐπιστολῶν τὰ γεγενημένα καὶ τὰς στάσεις κατέπαυσεν, Εὐσέβιος δὲ παραιτησάμενος· ἐφ' ᾧ καὶ θαυμάσας αὐτὸν ὁ βασιλεὺς, γράφει τε αὐτῷ καὶ τὴν πρόθεσιν αὐτοῦ ἐπαινέσας, μακάριον ἀποκαλεῖ, ὅτι οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐπίσκοπος ἄξιος εἶναι ἐκρίθη. Ἐφεξῆς οὖν ἐπὶ ἔτη ὀκτὼ λέγεται τὸν ἐν Ἀντιοχείᾳ θρόνον τῆς ἐκκλησίας σχολάσαι· ὀψὲ δέ ποτε σπουδῇ τῶν τὴν ἐν Νικαίᾳ πίστιν παρατρέπειν σπουδαζόντων, χειροτονεῖται Εὐφρόνιος. Τοσαῦτα μὲν περὶ τῆς συνόδου, ἣ κατὰ τὴν Ἀντιόχειαν δι' Εὐστάθιον γέγονεν, ἱστορείσθω. Μετὰ ταῦτα δὲ εὐθὺς καὶ ὁ τὴν Βηρυτὸν μὲν πάλαι καταλιπὼν Εὐσέβιος, τότε δὲ τῆς ἐν Νικομηδείᾳ κρατῶν ἐκκλησίας, σπουδὴν ἔθετο σὺν τοῖς ἀμφ' αὐτὸν, Ἄρειον καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν· πῶς δὲ ἐξίσχυσαν τοῦτο κατεργάσασθαι, καὶ πῶς ἐπείσθη ὁ βασιλεὺς εἰς πρόσωπον δέξασθαι Ἄρειον καὶ τὸν σὺν αὐτῷ Εὐζώϊον, ἤδη λεκτέον. Περὶ τοῦ πρεσβυτέρου τοῦ σπουδάσαντος ἀνακληθῆναι Ἄρειον. Ἦν ἀδελφὴ τῷ βασιλεῖ Κωνσταντίνῳ, τοὔνομα Κωνσταντία· γυνὴ δὲ ἐγεγόνει Λικιννίου, τοῦ πρότερον μὲν συμβασιλεύσαντος αὐτῷ Κωνσταντίνῳ, μετὰ ταῦτα δὲ τυραννήσαντος, καὶ διὰ τοῦτο ἀναιρεθέντος. Ταύτῃ πρεσβύτερός τις τῷ Ἀρειανῶν προσκείμενος δόγματι γνώριμος ἦν, καὶ ἐν τοῖς οἰκείοις ἐτάττετο.
The common populace of the city also took sides with each faction, and a military force was moved as against enemies, so that they were about to take up swords, had not God and the fear of the emperor restrained the impulses of the crowd. For the emperor by letters put an end to what had happened and the seditions, and Eusebius declined; at which the emperor, marveling at him, wrote to him and, praising his purpose, called him blessed, because he was judged worthy to be bishop not of one city but of nearly the whole world. Accordingly, it is said that for the next eight years the throne of the church at Antioch remained vacant; but at last, through the zeal of those who were eager to pervert the faith of Nicaea, Euphronius was ordained. Let so much be recorded concerning the synod that took place at Antioch on account of Eustathius. And immediately after these things, Eusebius, who had long ago left Berytus but was then in control of the church at Nicomedia, made it his earnest endeavor, together with those about him, to bring Arius back to Alexandria; and how they prevailed to accomplish this, and how the emperor was persuaded to receive Arius and his companion Euzoius in person, must now be told. Concerning the presbyter who was eager for the recall of Arius. The emperor Constantine had a sister named Constantia; she had been the wife of Licinius, who had formerly reigned jointly with Constantine but afterward usurped power and for this reason was put to death. A certain presbyter who adhered to the doctrine of the Arians was known to her and was ranked among her household.
Ὑποβαλόντος οὖν Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ, λόγους περὶ Ἀρείου πρὸς τὴν γυναῖκα παρέσπειρεν, ἠδικῆσθαι φάσκων αὐτὸν ὑπὸ τῆς συνόδου, καὶ μὴ φρονεῖν ὡς περὶ αὐτοῦ λόγος κατέχει. Ταῦτα ἀκούσασα ἡ Κωνσταντία τῷ μὲν πρεσβυτέρῳ ἐπίστευεν, τῷ δὲ βασιλεῖ λέγειν οὐκ ἐτόλμα. Συμβαίνει δὲ χαλεπῇ νόσῳ περιπεσεῖν τὴν Κωνσταντίαν· ὁ δὲ βασιλεὺς συνεχῶς ἀρρωστοῦσαν αὐτὴν ἐπεσκέπτετο. Ἐπειδὴ δὲ ἡ γυνὴ ἐκ τῆς νόσου χαλεπώτερον διετέθη, θνήσκειν δὲ προσεδόκα, παρακατατίθεται τῷ βασιλεῖ τὸν πρεσβύτερον, μαρτυροῦσα αὐτῷ σπουδὴν καὶ εὐλάβειαν, καὶ ὡς εὔνους εἴη περὶ τὴν βασιλείαν αὐτοῦ. Ἡ μὲν οὖν μετ' οὐ πολὺ τεθνήκει· ὁ δὲ πρεσβύτερος ἐν τοῖς οἰκειοτάτοις τοῦ βασιλέως ἐτάττετο· καὶ δὴ κατὰ βραχὺ τὴν παρρησίαν αὐξήσας, τοὺς αὐτοὺς ἀναφέρει λόγους περὶ τοῦ Ἀρείου τῷ βασιλεῖ, οἷς πρὸς τὴν ἀδελφὴν ἐχρήσατο πρότερον· φάσκων μὴ ἄλλως φρονεῖν Ἄρειον, ἢ ὃ τῇ συνόδῳ δοκεῖ·
ἐλθόντα τε αὐτὸν κατὰ πρόσωπον, συντίθεσθαι τούτοις, καὶ ἀλόγως συκοφαντεῖσθαι τούτοις. Ξένα καταφαίνεται τῷ βασιλεῖ τὰ παρὰ τοῦ πρεσβυτέρου λεγόμενα· καὶ «εἰ Ἄρειος,» ἔφη, «συντίθεται τῇ συνόδῳ, καὶ εἰ τὰ ἐκείνης φρονεῖ, δέξομαί τε αὐτὸν εἰς πρόσωπον, καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν Ἀλεξάνδρειαν.» Ταῦτα ἔλεγε, καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε. Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερρότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα, μὴ παραχρῆμα τοῦτο πεποιηκότα.
When Eusebius and those with him had put this forward, he secretly sowed arguments about Arius in the ear of the woman, claiming that he had been wronged by the council and did not hold the opinions that report attributed to him. When Constantia heard this, she believed the presbyter, but did not dare to speak to the emperor. It happened that Constantia fell into a severe illness, and the emperor visited her continually as she lay sick. When the woman's condition grew worse from the illness and she expected to die, she entrusted the presbyter to the emperor, testifying to his zeal and piety and that he was well-disposed toward his reign. She died not long after; and the presbyter was ranked among the emperor's most intimate associates. And indeed, gradually increasing his boldness, he brought to the emperor the same arguments about Arius that he had previously used with his sister, claiming that Arius held no other opinions than what the council had decided, and that when he came face to face, he agreed with these things and was being unreasonably slandered by them. What the presbyter said seemed strange to the emperor; and he said, "If Arius agrees with the council, and if he holds its opinions, I will receive him in person and send him with honor to Alexandria." This he said, and immediately wrote to him as follows: Victor Constantine, greatest Augustus, to Arius. It was long ago made clear to your firmness that you should come to my camp, so that you might be able to enjoy our sight. But we wonder greatly that you have not done this at once.
Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι· ὅπως ἂν τῆς παρ' ἡμῶν εὐμενείας τε καὶ ἐπιμελείας τυχὼν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε διαφυλάττοι, ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν Δεκεμβρίων. Καὶ αὕτη μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν σπουδὴν καὶ τὸν ζῆλον, ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν· φαίνεται γὰρ διὰ τῆς ἐπιστολῆς, ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος, ἀφ' ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος, μὴ ταχέως Ἄρειος ἐπανῆλθεν εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα, μετ' οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν· συμπαρῆν δὲ αὐτῷ καὶ Εὐζώϊος, ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον, ὅτε καθῄρει τοὺς περὶ Ἄρειον. Δέχεται οὖν αὐτοὺς ὁ βασιλεὺς εἰς πρόσωπον, καὶ διεπυνθάνετο εἰ τῇ πίστει συντίθενται· τῶν δὲ συνθεμένων ἑτοίμως, ὁ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδιδόναι τὴν πίστιν ἐκέλευσεν. Ὡς Ἄρειος ἀνακληθεὶς, βιβλίον μετανοίας δοὺς τῷ βασιλεῖ, τὴν ἐν Νικαίᾳ πίστιν ὑπεκρίνατο. Οἱ δὲ βιβλίον συντάξαντες, τῷ βασιλεῖ προσκομίζουσι, τοῦτον ἔχον τὸν τρόπον. Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Ἄρειος καὶ Εὐζώϊος· καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν, καὶ ἐγγράφως ὁμολογοῦμεν ἐπὶ Θεοῦ, οὕτως πιστεύεις καὶ αὐτοὶ καὶ οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα·
Therefore, now, having mounted a public conveyance, hasten to come to our camp, so that, having obtained our goodwill and care, you may be able to reach your homeland. May God preserve you, beloved. Given five days before the Kalends of December. And this is the letter of the emperor to Arius. But wonder comes upon me at the zeal and eagerness that the emperor had concerning piety; for it is evident through the letter that he had very often urged him to repentance, from the fact that he reproaches him that, although he had written to him many times, Arius did not quickly return to the truth. Arius, therefore, having received the emperor's letter, arrived in Constantinople not long after; and there was present with him also Euzoius, whom Alexander had deposed when he was a deacon, at the time when he deposed those around Arius. The emperor, therefore, received them in person and inquired whether they agreed in the faith; and when they readily agreed, the emperor ordered them to submit their faith in writing. So Arius, having been recalled, gave a book of repentance to the emperor and pretended to accept the faith of Nicaea. And those who composed the book bring it to the emperor, having this form: To our most reverent and most God-beloved lord, the emperor Constantine, Arius and Euzoius: Just as your God-beloved piety commanded, lord emperor, we set forth our own faith and confess in writing before God, as you also and those with us believe, as is set out below. We believe in one God, Father Almighty:
καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν Λόγον, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν κατελθόντα, καὶ σαρκωθέντα, καὶ παθόντα, καὶ ἀναστάντα, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν καθολικὴν ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχόμεθα ἀληθῶς, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα Ἅγιον, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἐστὶν ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ κρίσει. Διὸ παρακαλοῦμέν σου τὴν θεοσέβειαν, θεοφιλέστατε βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σοῦ καὶ θεοσεβοῦς εὐσεβείας, τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων καὶ περισσολογιῶν· ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία εἰρηνεύσαντες μετ' ἀλλήλων τὰς συνήθεις εὐχὰς, ὑπὲρ τῆς εἰρηνικῆς σου βασιλείας καὶ παντὸς τοῦ γένους σου, κοινῇ πάντες ποιησώμεθα.
And in the Lord Jesus Christ, His Son, begotten of Him before all ages, God the Word, through whom all things came into being, both in the heavens and on the earth; who came down, and was incarnate, and suffered, and rose again, and ascended into the heavens, and is coming again to judge the living and the dead; and in the Holy Spirit, and in the resurrection of the flesh, and in the life of the age to come, and in the kingdom of heaven, and in one catholic church of God, which extends from the ends of the earth to the ends of the earth. And this faith we have received from the holy Gospels, the Lord saying to His own disciples: "Go, make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit." But if we do not thus believe and truly accept these things—Father, Son, and Holy Spirit—as the whole catholic church and the Scriptures teach, in which we believe in all things, God is our judge both now and in the coming judgment. Therefore we entreat your piety, most God-beloved emperor, that we, being churchmen and holding the faith and mind of the church and of the holy Scriptures, may be united through your peace-making and God-fearing piety to our mother, that is, the church, with the disputes and superfluous words set aside; so that both we and the church, having made peace with one another, may all together offer the customary prayers for your peaceful reign and for all your family.
Ὡς Ἀρείου εἰς τὴν Ἀλεξάνδρειαν γνώμῃ τοῦ βασιλέως κατελθόντος, καὶ μὴ δεχθέντος ὑπὸ Ἀθανασίου, οἱ περὶ Εὐσέβιον διαφόρους κατὰ Ἀθανασίου διαβολὰς πρὸς τὸν βασιλέα πεποίηνται. Οὕτω μὲν οὖν Ἄρειος τὸν βασιλέα πείσας, ἐχώρει ἐπὶ τὴν Ἀλεξάνδρειαν. Οὐ μέντοι γε κρείσσων ἡ κατασκευὴ τῆς σιωπωμένης ἀληθείας ἐγίνετο· ὡς γὰρ καταλαμβάνοντα αὐτὸν τὴν Ἀλεξάνδρειαν Ἀθανάσιος οὐκ ἐδέχετο (ὡς μῦσος γὰρ
αὐτὸν ἐξετρέπετο), αὖθις ἀνακινεῖν ἐπεχείρει τὴν Ἀλεξάνδρειαν, παρεμβαλὼν τὴν αἵρεσιν. Τότε δὴ καὶ οἱ περὶ Εὐσέβιον αὐτοί τε ἔγραφον, καὶ τὸν βασιλέα γράφειν παρεσκεύαζον, ὅπως ἂν προσδεχθῶσιν οἱ περὶ Ἄρειον. Ἀθανάσιος μὲν οὖν πάντῃ τοῦ δέξασθαι αὐτοὺς ἀπηγόρευσε· καὶ τὸν βασιλέα γράφων ἐδίδασκεν, ἀδύνατον εἶναι τοὺς ἅπαξ τὴν πίστιν ἀθετήσαντας καὶ ἀναθεματισθέντας αὖθις ἐξ ὑποστροφῆς συλλαμβάνεσθαι. Ὁ δὲ βασιλεὺς βαρέως ἐνεγκὼν, τάδε Ἀθανασίῳ γράφων ἠπείλησε. Μέρος ἐπιστολῆς τοῦ βασιλέως. Ἔχων τοίνυν τῆς ἐμῆς βουλῆς τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας τινὰς αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα. Ταῦτα ἔγραφεν ὁ βασιλεὺς, τοῦ λυσιτελοῦντος γινόμενος, καὶ μὴ βουλόμενος τὴν ἐκκλησίαν διασπᾶσθαι· τοὺς γὰρ πάντας ἐπὶ τὴν ὁμόνοιαν ἄγειν ἐσπούδαζε. Τότε δὴ καιρὸν εὔκαιρον οἱ περὶ Εὐσέβιον εὑρηκέναι νομίσαντες, ἀπεχθῶς πρὸς Ἀθανάσιον ἔχοντες, τὴν τοῦ βασιλέως λύπην ὑπουργὸν ἐλάμβανον τοῦ ἰδίου σκοποῦ·
How Arius, having come down to Alexandria by the will of the emperor and not having been received by Athanasius, the party of Eusebius made various slanders against Athanasius to the emperor. Thus then Arius, having persuaded the emperor, proceeded to Alexandria. Yet the device did not prove stronger than the truth that was being silenced; for when he arrived at Alexandria, Athanasius did not receive him (for he turned away from him as from a pollution), and he again attempted to stir up Alexandria, having injected his heresy. Then indeed the party of Eusebius both wrote themselves and prepared the emperor to write, so that the party of Arius might be received. Athanasius therefore utterly refused to receive them; and writing to the emperor he taught that it was impossible for those who had once set aside the faith and been anathematized to be received again by way of return. But the emperor, taking this grievously, threatened Athanasius, writing these things to him. Part of the emperor's letter. Having therefore the token of my will, grant unhindered entrance to all who wish to enter the church. For if I learn that you have hindered any of them who lay claim to the church, or have shut them out from entrance, I will send immediately the one who will depose you by my command and remove you from your places. These things the emperor wrote, becoming a partisan of expediency, and not wishing the church to be torn apart; for he was eager to bring all to concord. Then indeed the party of Eusebius, thinking they had found a favorable opportunity, since they were hatefully disposed toward Athanasius, took the emperor's displeasure as a servant of their own purpose.
καὶ διὰ τοῦτο ἐκύκων πάντα, ἀποκινῆσαι αὐτὸν τῆς ἐπισκοπῆς σπουδάζοντες· οὕτω γὰρ ἤλπιζον μόνως τὴν Ἀρειανὴν δόξαν κρατήσειν, Ἀθανασίου ἐκποδὼν γινομένου. Συμπαρατάττονται οὖν κατ' αὐτοῦ Εὐσέβιος ὁ Νικομηδείας, Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, καὶ Οὐάλης Μουρσῶν τῆς Παννονίας. Οὗτοι μισθοῦνται τινὰς τῆς Μελιτίου αἱρέσεως καὶ διαφόρους κατὰ Ἀθανασίου κατηγορίας ἐκίνησαν· καὶ πρῶτον μὲν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου, Μελιτιανῶν, διαβολὴν ἐργάζονται, ὡς Ἀθανασίου λινῆν ἐσθῆτα τελεῖν τοὺς Αἰγυπτίους τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ κελεύσαντος. Ἀλλὰ ταύτην μὲν τὴν διαβολὴν Ἀλύπιος καὶ Μακάριος πρεσβύτεροι τῆς Ἀλεξανδρέων, τότε τυχηρῶς ἐν Νικομηδείᾳ τυγχάνοντες, κατέσβεσαν, ψευδῆ τὰ κατὰ Ἀθανασίου λεχθέντα διδάξαντες εἶναι τὸν βασιλέα. Διὸ τῶν μὲν κατηγόρων διὰ γραμμάτων ὁ βασιλεὺς καθήψατο, Ἀθανάσιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Πρὶν ἢ δὲ ἐπιστῆ, φθάσαντες οἱ περὶ Εὐσέβιον ἑτέραν ἐπισυνάπτουσι τῇ προτέρᾳ διαβολῇ καὶ πολλῷ τῆς προτέρας χείρονα· ὡς Ἀθανάσιος ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι Φιλουμένῳ τινι ἔπεμψε γλωσσόκομον πλῆρες χρυσίου. Ἀλλὰ περὶ μὲν τούτου ὁ βασιλεὺς ἐν Ψαμαθίᾳ–προάστειον δὲ τοῦτο τῆς Νικομηδείας ἐστὶ–διαγνοὺς, καὶ ἀθῷον εὑρὼν Ἀθανάσιον μετὰ τιμῆς ἐξέπεμψε, γράψας τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὅτι αὐτῶν ἐπίσκοπος Ἀθανάσιος ψευδῶς διεβέβλητο.
And for this reason they kept stirring everything up, eager to remove him from the episcopate; for they hoped that only in this way would the Arian doctrine prevail, once Athanasius was out of the way. So they arrayed themselves against him: Eusebius of Nicomedia, Theognis of Nicaea, Maris of Chalcedon, Ursacius of Singidunum in Upper Moesia, and Valens of Mursa in Pannonia. These men hired certain persons of the Melitian faction and stirred up various accusations against Athanasius; and first, through Ision and Eudaemon and Callinicus, Melitians, they fabricated a slander, that Athanasius had ordered the Egyptians to pay a linen garment to the church of the Alexandrians. But this slander Alypius and Macarius, presbyters of the Alexandrians, who happened at that time to be in Nicomedia, quenched, teaching the emperor that what had been said against Athanasius was false. Therefore the emperor censured the accusers by letter, and urged Athanasius to come to him. But before he arrived, the party of Eusebius, getting ahead of him, attached another slander to the former one, and one much worse than the former: that Athanasius, plotting against the emperor's affairs, had sent to a certain Philumenus a case full of gold. But concerning this the emperor, having made inquiry at Psamathia—this is a suburb of Nicomedia—and having found Athanasius innocent, sent him away with honor, writing to the church of the Alexandrians that their bishop Athanasius had been falsely slandered.
Οἷα μέντοι μετὰ ταῦτα οἱ περὶ Εὐσέβιον κατὰ Ἀθανασίου συνέθεσαν, καλὸν μὲν ἦν καὶ πρέπον σιγῇ παραδοῦναι, ἵνα μὴ ἡ τοῦ Χριστοῦ ἐκκλησία ὑπὸ τῶν μὴ φρονούντων τὰ τοῦ Χριστοῦ καταγινώσκηται. Ἐπειδὴ δὲ ἐγγράφως ἐπιδοθέντα φανερὰ τοῖς πᾶσιν ἐγένετο, διὰ τοῦτο ἀναγκαῖον ἡγησάμην ὡς οἷόν τε διὰ βραχέων εἰπεῖν τὰ ἰδιαζούσης πραγματείας δεόμενα· ὅθεν δὲ ἡ τῆς συκοφαντίας ὑπόθεσις καὶ οἱ τὰς συκοφαντίας κινήσαντες ἔλαβον τὴν ἀρχὴν, διὰ βραχέων ἐρῶ. Μαρεώτης χώρα τῆς Ἀλεξανδρείας ἐστί· κῶμαι δέ εἰσιν ἐν αὐτῇ πολλαὶ σφόδρα καὶ πολυάνθρωποι, καὶ ἐν αὐταῖς ἐκκλησίαι πολλαὶ καὶ λαμπραί· τάττονται δὲ αὕται αἱ ἐκκλησίαι ὑπὸ τῷ τῆς Ἀλεξανδρείας ἐπισκόπῳ, καὶ εἰσὶν ὑπὸ τὴν αὐτοῦ πόλιν ὡς παροικίαι. Ἐν δὲ τῷ Μαρεώτῃ τούτῳ Ἰσχύρας τις οὕτω καλούμενος πρᾶγμα ὑπέδυ πολλῶν θανάτων ἄξιον· οὐδὲ πώποτε γὰρ ἱερωσύνης τυχὼν, τὸ τοῦ πρεσβυτέρου ὄνομα ἑαυτῷ περιθέμενος τὰ ἱερέως πράττειν ἐτόλμησε. Φωραθεὶς τοίνυν ἐπὶ τοῖς λεγομένοις ὁ Ἰσχύρας ἀποδρὰς ἐκεῖθεν, καὶ καταλαβὼν τὴν Νικομήδειαν, προσφεύγει τοῖς περὶ Εὐσέβιον. Οἱ δὲ μίσει τῷ πρὸς Ἀθανάσιον, δέχονται μὲν αὐτὸν ὡς πρεσβύτερον, ἐπαγγέλλονται δὲ καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τιμῆσαι, εἰ κατηγορίαν ἐνστήσεται κατὰ Ἀθανασίου, πρόφασιν λαμβάνοντες ὅσα ὁ Ἰσχύρας ἐπλάττετο· ἐφήμιζε γὰρ, ὡς εἴη τὰ πάνδεινα ἐξ ἐφόδου πεπονθώς· καὶ ὅτι Μακάριος εἰσπηδήσας
What Eusebius and his associates afterward concocted against Athanasius, it would indeed have been noble and fitting to consign to silence, so that the church of Christ might not be condemned by those who do not hold the things of Christ. But since, having been submitted in writing, these things became manifest to all, for this reason I considered it necessary to speak as briefly as possible of matters that require a separate treatise; and from what source the pretext of the slander arose, and who those were who set the slanders in motion, I shall state briefly. Mareotis is a district of Alexandria; in it there are very many villages and populous ones, and in them many splendid churches; these churches are assigned under the bishop of Alexandria, and are under his city as parishes. In this Mareotis a certain man named Ischyras undertook a deed worthy of many deaths; for never having obtained the priesthood, he put upon himself the name of presbyter and dared to perform the acts of a priest. Accordingly, when Ischyras was detected in these alleged practices, he fled from there, and reaching Nicomedia, he took refuge with Eusebius and his associates. And they, out of hatred toward Athanasius, received him as a presbyter, and promised to honor him also with the dignity of the episcopate, if he would institute an accusation against Athanasius, seizing as a pretext whatever Ischyras fabricated; for he spread abroad that he had suffered the most terrible things from an assault; and that Macarius, having burst in
εἰς τὸ θυσιαστήριον ἀνέτρεψε μὲν τὴν τράπεζαν, ποτήριον δὲ κατέαξε μυστικόν· καὶ ὅτι τὰ ἱερὰ βιβλία κατέκαυσε. Μισθὸν οὖν αὐτῷ, ὡς ἔφην, τῆς κατηγορίας τὴν ἐπισκοπὴν ἐπηγγείλαντο, γινώσκοντες ὡς ἡ κατὰ Μακαρίου κατηγορία σὺν τῷ κατηγορουμένῳ καὶ τὸν πέμψαντα καθαιρεῖ Ἀθανάσιον. Ταύτην μὲν οὖν τὴν κατηγορίαν ὕστερον συνεστήσαντο· πρὸ δὲ ταύτης τὴν παντὸς πεπληρωμένην μύσους, περὶ ἧς ἤδη λεκτέον. Χεῖρα ἀνθρώπου οὐκ οἶδα πόθεν λαβόντες, πότερον ἀνελόντες τινα καὶ χειροκοπήσαντες, ἢ ἤδη νεκροῦ ὄντος ἀπέκοψαν, ὁ Θεὸς οἶδε, καὶ οἱ αὐθένται τῆς πράξεως· προεχειρίζοντο δ' οὖν ὅμως αὐτὴν, ὡς Ἀρσενίου τινὸς ἐπισκόπου τῆς Μελιτιανῶν θρησκείας τυγχάνουσαν· καὶ ταύτην ἔφερον ἐν μέσῳ, τὸν Ἀρσένιον ἀποκρύψαντες· καὶ ἔλεγον τὴν χεῖρα ταύτην Ἀθανάσιον ἐσχηκέναι πρὸς μαγείας τινάς. Τὸ μὲν οὖν μέγιστον κεφάλαιον, ὃ οἱ συκοφάνται συνέθεσαν, τοιοῦτον ἦν. Οἷα δὲ φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, ἄλλοι ἄλλα κατηγόρουν αὐτοῦ· ἐπετίθεντο γὰρ τότε μάλιστα οἱ πρὸς αὐτὸν ἀπεχθανόμενοι. Ταῦτα γνοὺς ὁ βασιλεὺς, γράφει τῷ κήνσορι Δαλματίῳ, τῷ ἀδελφιδῷ ἑαυτοῦ ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντι, ἀγωγίμους ποιῆσαι τοὺς κατηγορουμένους, καὶ διαγνόντα δίκην τοὺς ἐλεγχθέντας εἰσπράξασθαι. Ἔπεμπε δὲ καὶ Εὐσέβιον ἅμα Θεόγνιδι, ἵνα ἐπὶ παρουσίᾳ αὐτῶν κρίνοιτο Ἀθανάσιος· ὁ δὲ ὡς ἔγνω καλεῖσθαι ὑπὸ τοῦ κήνσορος, πέμπει εἰς Αἴγυπτον ἀναζητῆσαι τὸν Ἀρσένιον· καὶ μανθάνει μὲν αὐτὸν κρύπτεσθαι, συλλαβεῖν δὲ οὐ δεδύνηται ἄλλοτε ἀλλαχοῦ μεθιστάμενον. Παύει δὲ ὁ βασιλεὺς τὸ ἐπὶ τοῦ κήνσορος δικαστήριον δι' αἰτίαν τοιαύτην.
He overturned the table in the sanctuary and shattered a mystic cup, and he also burned the sacred books. As the reward, then, for his accusation, as I said, they promised him the bishopric, knowing that the charge against Macarius would bring down, along with the accused, also the one who had sent him, Athanasius. This charge, then, they brought forward later; but before it, that one filled with every abomination, about which I must now speak. Having obtained a human hand—I do not know from where, whether they had killed someone and cut off his hand, or cut it from a man already dead, God knows, and the perpetrators of the deed—they nevertheless produced it, claiming it belonged to a certain Arsenius, a bishop of the Melitian sect; and they brought it forward publicly, having hidden Arsenius away; and they said that Athanasius had kept this hand for certain acts of magic. Such, then, was the chief count that the false accusers concocted. But as usually happens in such cases, different people brought different charges against him; for those who hated him were especially attacking him at that time. When the emperor learned of these things, he wrote to the censor Dalmatius, his own nephew, who was staying at Antioch in Syria, to make the accused appear for trial, and after judging the case, to exact punishment from those convicted. He also sent Eusebius along with Theognis, so that Athanasius might be judged in their presence. But when he learned that he was being summoned by the censor, he sent to Egypt to search for Arsenius; and he learned that he was hiding, but was unable to seize him, as he kept moving from one place to another. The emperor, however, halted the tribunal before the censor for the following reason.
Ὡς διὰ τὰς κατηγορίας τὰς κατὰ Ἀθανασίου σύνοδον ἐπισκόπων ἐν τῇ Τύρῳ ὁ βασιλεὺς γενέσθαι παρεσκεύασεν. Σύνοδον ἐπισκόπων ἐκήρυξε γενέσθαι ἐπὶ τῇ καθιερώσει τοῦ εὐκτηρίου οἴκου, ὃν ἐν τοῖς Ἱεροσολύμοις ἀνήγειρεν. Ὁδοῦ οὖν πάρεργον, πρότερον ἐν τῇ Τύρῳ συναχθέντας τοὺς ἐπισκόπους τὰ κατὰ Ἀθανάσιον γυμνάσαι προσέταξεν· ὅπως ἂν ἐκεῖ πρότερον ἐκποδὼν γενομένης τῆς ἐρεσχελίας, εἰρηνικώτερον τὰ ἐπιβατήρια τῆς ἐκκλησίας ἐπιτελέσωσι καθιεροῦντες αὐτὴν τῷ Θεῷ. Τριακοστὸν δὲ ἔτος ἦν τοῦτο τῆς βασιλείας Κωνσταντίνου· καὶ παρῆσαν ἐπὶ τὴν Τύρον ἐκ διαφόρων τόπων ἐπίσκοποι τὸν ἀριθμὸν ἑξήκοντα, Διονυσίου τοῦ ἀπὸ ὑπατικῶν συναγαγόντος αὐτούς. Καὶ ἤγετο μὲν Μακάριος ὁ πρεσβύτερος ἐκ τῆς Ἀλεξανδρείας σιδηροδέσμιος διὰ στρατιωτικῆς χειρός. Ἀθανάσιος δὲ ἀπαντῆσαι οὐκ ἐβούλετο, οὐ τοσοῦτον τὰς κατηγορίας εὐλαβούμενος, οὐδὲν γὰρ τῶν κατηγορουμένων ἐγίνωσκεν, ἀλλὰ φοβούμενος μή τι καινοτομηθῇ παρὰ τὰ ἐν Νικαίᾳ τῇ τότε συνόδῳ συναρέσαντα· ἐδεδοίκει γὰρ τὰ τοῦ βασιλέως ἀπειλητικὰ γράμματα· ἐγέγραπτο γὰρ αὐτῷ, ὡς εἰ μὴ ἑκὼν ἀπαντήσοι, ἀνάγκῃ ἀχθήσεσθαι. Παρῆν οὖν ἐξ ἀνάγκης καὶ Ἀθανάσιος. Περὶ Ἀρσενίου καὶ τῆς κεκόφθαι λεγομένης αὐτοῦ χειρός. Θεοῦ δέ τις πρόνοια τὸν Ἀρσένιον ἐπὶ τὴν Τύρον ἤλαυνεν· ἀμελήσας γὰρ τῶν ἐντολῶν, ὧν αὐτῷ οἱ τὰ χρήματα συκοφάνται παρασχόντες δεδώκασι, καθ' ἱστορίαν τῶν γενησομένων κεκρυμμένως παρῆν. Ἔτυχε δέ πως τοῦ ὑπατικοῦ Ἀρχελάου οἰκέτας ἐν καπηλείῳ ἀκοῦσαι λεγόντων τινῶν, ὡς Ἀρσένιος ὁ λεγόμενος ἀνῃρῆσθαι πάρεστιν ἔν τινος οἰκίᾳ κρυπτόμενος.
Because of the accusations against Athanasius, the emperor arranged for a council of bishops to be held at Tyre. He proclaimed that a council of bishops should be held for the consecration of the house of prayer which he had erected in Jerusalem. So, as a side matter of the journey, he ordered the bishops, having first assembled at Tyre, to examine the charges against Athanasius, so that, once the vexatious business had first been cleared out of the way there, they might more peacefully celebrate the inaugural rites of the church, consecrating it to God. This was the thirtieth year of the reign of Constantine. Bishops from various places were present at Tyre, sixty in number, Dionysius, a former consul, having gathered them. And Macarius the presbyter was brought from Alexandria in iron chains by a military hand. But Athanasius was unwilling to appear, not so much dreading the accusations—for he knew none of the things charged—but fearing lest some innovation be made contrary to what had been agreed at the council of Nicaea at that time; for he dreaded the emperor's threatening letters, since it had been written to him that if he did not appear willingly, he would be brought by force. So Athanasius also was present under compulsion. Concerning Arsenius and the hand said to have been cut off. But some providence of God drove Arsenius to Tyre; for having disregarded the instructions which the false accusers who supplied him with money had given him, he was present in hiding, according to the course of events that were to come. It happened somehow that the servants of Archelaus, a former consul, heard certain people in an inn saying that Arsenius, the man said to have been killed, was present, hidden in someone's house.
Ταῦτα ἀκούσαντες, καὶ τοὺς εἰπόντας σημειωσάμενοι, καταφανῆ τὰ ἀκουσθέντα τῷ δεσπότῃ ποιοῦσιν. Ὁ δὲ, ὡς εἶχε, μὴ μελλήσας ἀνεζήτησε καὶ εὗρε, καὶ εὑρὼν ἠσφαλίσατο· καὶ τῷ Ἀθανασίῳ δηλοῖ μηδὲν ταράσσεσθαι, παρεῖναι γὰρ ζῶντα τὸν Ἀρσένιον. Συλληφθεὶς οὖν Ἀρσένιος ἠρνεῖτο εἶναι ὃς ἦν· ἀλλ' αὐτὸν Παῦλος ὁ τῆς Τύρου ἐπίσκοπος πάλαι γινώσκων ἐξήλεγξεν. Ταῦτα τῆς προνοίας προευτρεπισάσης, μετ' οὐ πολὺ ἐκαλεῖτο ὑπὸ τῆς συνόδου ὁ Ἀθανάσιος· καὶ παρόντος, οἱ συκοφάνται τὴν χεῖρα εἰς μέσον ἦγον, καὶ τὴν κατηγορίαν ἐνίσταντο. Ὁ δὲ σοφῶς μετῆλθε τὸ πρᾶγμα· ἠρώτησε γὰρ τοὺς παρόντας καὶ τοὺς κατηγόρους, «τίνες εἶεν οἱ γινώσκοντες τὸν Ἀρσένιον;» πολλῶν δὲ εἰπόντων γινώσκειν αὐτὸν, εἰσάγεσθαι ποιεῖ τὸν Ἀρσένιον, ἔνδον τοῦ ἱματίου τὰς χεῖρας αὐτοῦ ἔχοντα. Εἶτα
αὖθις ἐρωτᾷ· «Οὗτος ἐστὶν ὁ τὴν χεῖρα ἀπολωλεκώς;» οἱ δὲ ἐπὶ μὲν τῷ παραδόξῳ κατεπλάγησαν, πλὴν τῶν εἰδότων ὅθεν ἡ χεὶρ ἡ κοπεῖσα· οἱ δὲ λοιποὶ ἀληθῶς ᾤοντο λείπειν τῷ Ἀρσενίῳ τὴν χεῖρα, καὶ προσεδόκων ἐξ ἑτέρας ὑποθέσεως ἀπολογεῖσθαι τὸν Ἀθανάσιον. Ὁ δὲ, ἀνελίξας τὸ ἱμάτιον τοῦ Ἀρσενίου καθ' ἕτεροντῶν μερῶν δείκνυσι τοῦ ἀνθρώπου τὴν χεῖρα. Πάλιν δὲ νομιζόντων τινῶν τῆς ἑτέρας ἐστερῆσθαι αὐτὸν, μικρὸν παρελκύσας ἀμφιβόλους αὐτοὺς κατέστησεν. Εἶτα μὴ μελλήσας, καὶ τὸ ἕτερον ἀνελίξας μέρος, καὶ τὴν ἑτέραν τοῦ Ἀρσενίου χεῖρα ἐπέδειξεν· οὕτω τε εἶπε πρὸς τοὺς παρόντας· «Ἀρσένιος μὲν, ὡς ὁρᾶτε, τὰς δύο χεῖρας ἔχων ἐφεύρηται·
Having heard these things and noted those who said them, they make what was heard clear to the master. And he, as he was, without delay sought and found, and having found, secured him; and he informs Athanasius to be disturbed by nothing, for Arsenius is present alive. Arsenius, therefore, having been arrested, denied that he was who he was; but Paul, the bishop of Tyre, knowing him long since, exposed him. These things providence having prepared beforehand, not long after Athanasius was summoned by the council; and when he was present, the false accusers brought forward the hand and pressed the accusation. But he wisely pursued the matter; for he asked those present and the accusers, "Who are those who know Arsenius?" And when many said they knew him, he has Arsenius brought in, holding his hands inside his garment. Then again he asks: "Is this the man who has lost his hand?" And they were astounded at the paradox, except those who knew whence the severed hand came; but the rest truly thought that Arsenius was missing his hand, and expected Athanasius to defend himself on another ground. But he, having unfolded Arsenius' garment from one side, shows the man's hand. And again, when some thought he had been deprived of the other, having drawn it aside a little, he made them doubtful. Then without delay, having also unfolded the other side, he displayed Arsenius' other hand as well; and so he said to those present: "Arsenius, as you see, has been found having both his hands.
τῆς τρίτης δὲ τὸν τόπον ὅθεν ἀφῄρηται, δεικνύτωσαν οἱ κατήγοροι.» Ὡς Ἀθανασίου ἐπὶ τῇ κατηγορίᾳ ἀθῴου εὑρεθέντος, οἱ κατήγοροι φυγῇ ἐχρήσαντο. Τούτων οὕτως ἐπὶ Ἀρσενίῳ πραχθέντων, ἐν ἀμηχανίᾳ μὲν οἱ ῥάψαντες τὸν δόλον κατέστησαν· Ἀχαὰβ δὲ, ὁ καὶ Ἰωάννης, ὁ κατήγορος, τοῦ δικαστηρίου διαδὺς ἐν τῷ θορύβῳ διέφυγε. Καὶ οὕτω μὲν ταύτην τὴν κατηγορίαν Ἀθανάσιος ἀπεδύσατο μηδεμιᾷ χρησάμενος παραγραφῇ, ἐθάρρει γὰρ, ὡς καταπλήξει τοὺς συκοφάντας καὶ μόνη τοῦ Ἀρσενίου ἡ ζωή. Ὅτι τὰς ἐπὶ τῇ δευτέρᾳ κατηγορίᾳ ἀπολογίας Ἀθανασίου μὴ καταδεξαμένων τῶν ἐπισκόπων, Ἀθανάσιος πρὸς τὸν βασιλέα ἀνέδραμεν. Ἐπὶ δὲ ταῖς κατὰ Μακαρίου συκοφαντίαις ταῖς νομικαῖς ἐχρήσατο παραγραφαῖς· καὶ πρῶτον μὲν τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς παρεγράφετο, φάσκων μὴ δεῖν ἐπὶ ἀντιδίκων κρίνεσθαι· ἔπειτα δὲ καὶ δείκνυσθαι, εἰ ὁ κατήγορος Ἰσχύρας ἀληθῶς πρεσβυτέρου ἔχει ἀξίαν· οὕτω γὰρ καὶ ἐν τῇ κατηγορίᾳ ἐγέγραπτο. Ἐπεὶ δὲ τούτων οὐδένα λόγον οἱ κριταὶ προσεδέξαντο, εἰσήχθη μὲν ἡ κατὰ Μακαρίου δίκη· ἀτονησάντων δὲ τῶν κατηγόρων, ὑπέρθεσιν ἐλάμβανεν ἡ ἀκρόασις, ἐφ' ᾧ παραγενέσθαι εἰς τὸν Μαρεώτην τινὰς, ἵνα ἐπὶ τῶν τόπων ζητηθῇ τὰ ἀμφίβολα. Ὡς δὲ Ἀθανάσιος πεμπομένους εἶδεν οὓς παρεγράψατο, –ἐπέμπετο γὰρ Θέογνις, Μαρὶς, Θεόδωρος, Μακεδόνιος, Οὐάλης, Οὐρσάκιος, –ἐβόα «σκευωρίαν εἶναι καὶ δόλον τὰ γινόμενα·
But let the accusers point out the place from which the third was removed.” When Athanasius was found innocent of the charge, the accusers took to flight. These things having been done thus in the matter of Arsenius, those who had woven the plot were thrown into perplexity; and Achab, also called John, the accuser, slipped out of the court in the confusion and escaped. And in this way Athanasius threw off this accusation, using no legal objection; for he was confident that the mere life of Arsenius would astound the false accusers. Because the bishops did not accept Athanasius’s defenses against the second accusation, Athanasius fled for refuge to the emperor. But against the legal slanders concerning Macarius he used legal objections; and first he objected against the party of Eusebius as enemies, claiming that one ought not to be judged before adversaries; and then he demanded that it be shown whether the accuser Ischyras truly held the rank of presbyter; for so it had been written in the accusation as well. But when the judges admitted none of these arguments, the trial concerning Macarius was brought in; and when the accusers grew weak, the hearing received an adjournment, on the condition that certain persons come to the Mareotis, so that the disputed matters might be investigated in the places themselves. But when Athanasius saw those whom he had objected against being sent—for Theognis, Maris, Theodore, Macedonius, Valens, and Ursacius were being sent—he cried out that “what was happening was a contrivance and a plot;
οὐδὲ γὰρ δίκαιον εἶναι Μακάριον μὲν τὸν πρεσβύτερον ἐν δεσμοῖς εἶναι, τὸν δὲ κατήγορον ἅμα τοῖς ἐχθροῖς δικασταῖς εἶναι, ἐφ' ᾧ τε ἐκ μονομεροῦς πρᾶξιν ὑπομνημάτων ποιήσασθαι.» Ταῦτα βοῶντος τοῦ Ἀθανασίου, καὶ διαμαρτυρομένου τό τε κοινὸν τῆς συνόδου, καὶ τὸν ἀπὸ ὑπατικῶν Διονύσιον, ὡς οὐδεὶς αὐτοῦ λόγον ἐποιεῖτο, διαλαθὼν ἀνεχώρησεν. Οἱ μὲν οὖν ἀποσταλέντες εἰς τὸν Μαρεώτην ἐκ μονομεροῦς ὑπομνήματα ποιήσαντες, ὡς ἀληθῶς γενομένων ἃ ὁ κατήγορος ἔλεγεν, εἶχον. Ὅτι Ἀθανασίου ἀναχωρήσαντος οἱ τῆς συνόδου καθαίρεσιν αὐτοῦ ἐψηφίσαντο. Καὶ Ἀθανάσιος μὲν ἀναχωρήσας πρὸς τὸν βασιλέα ἀνέδραμεν· ἡ σύνοδος δὲ πρῶτον μὲν ἐρήμην αὐτοῦ κατεδιῄτησεν. Ὡς δὲ καὶ τὰ ἐν τῷ Μαρεώτῃ πεπραγμένα συνέφθασε, καθαίρεσιν ἐψηφίσαντο, πολλὰ ἐν τοῖς καθαιρετικοῖς αὐτὸν λοιδορήσαντες, καὶ τῆς ἐπὶ τῷ φόνῳ κατηγορίας τῶν συκοφαντῶν τὴν ἧτταν ἀποσιγήσαντες. Ἐδέξαντο δὲ καὶ αὐτὸν Ἀρσένιον τὸν ἀνῃρῆσθαι λεγόμενον· ὃς πρότερον μὲν τῆς Μελιτιανῶν θρησκείας ἐπίσκοπος ἦν, τότε δὲ εἰς τὴν κατὰ Ἀθανασίου καθαίρεσιν ὡς τῆς Ὑψηλοπολιτῶν πόλεως ἐπίσκοπος καθυπέγραψε· καὶ, τὸ παράδοξον, ὁ λεγόμενος ἀνῃρῆσθαι ὑπὸ Ἀθανασίου ζῶν καθαιρεῖ τὸν Ἀθανάσιον. Ὅπως ἡ σύνοδος ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα παραγέγονε, καὶ τὰ ἐγκαίνια ποιησαμένη τῆς νέας Ἱερουσαλὴμ, τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. Παρῆν δὲ εὐθὺς γράμματα τοῦ βασιλέως σημαίνοντα ἐπὶ τὴν «νέαν Ἱερουσαλὴμ» σπεύδειν τὴν σύνοδον· εὐθύς τε, ὡς εἶχον, ἐκ τῆς Τύρου σπουδαίως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύοντο·
For it was not just that the elder Macarius should be in chains, while the accuser sat with hostile judges, so as to make a one-sided record of the proceedings. While Athanasius was shouting these things and protesting to the whole assembly and to Dionysius, who had been a consular, no one paid him any attention, and he slipped away and withdrew. So those sent to the Mareotis made a one-sided record, as though what the accuser said had truly happened, and they held to it. When Athanasius had withdrawn, the members of the synod voted for his deposition. And Athanasius, having withdrawn, fled to the emperor; but the synod first condemned him in absentia. When the proceedings in the Mareotis also arrived, they voted for his deposition, heaping much abuse on him in the deposition decree and keeping silent about the defeat of the slanderers regarding the charge of murder. They also admitted Arsenius himself, the very man said to have been killed—who had formerly been bishop of the Melitian sect, but at that time signed the deposition against Athanasius as bishop of the city of Hypselopolis; and, strange to say, the man said to have been killed by Athanasius, while alive, deposed Athanasius. How the synod came from Tyre to Jerusalem, and after celebrating the dedication of the New Jerusalem, received those around Arius into communion. Immediately there arrived letters from the emperor indicating that the synod should hasten to the "New Jerusalem"; and at once, as they were, they journeyed eagerly from Tyre to Jerusalem.
πάνδημον δὲ ποιήσαντες ἑορτὴν ἐπὶ τῇ καθιερώσει τῶν τόπων, Ἄρειον μὲν καὶ τοὺς περὶ αὐτὸν ἐδέξαντο, τοῖς βασιλέως γράμμασι πειθαρχεῖν λέγοντες, δι' ὧν δεδηλώκει αὐτοῖς πεπεῖσθαι περὶ τῆς πίστεως Ἀρείου καὶ Εὐζωΐου. Ἔγραφον δὲ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὡς παντὸς ἐξορισθέντος φθόνου ἐν εἰρήνῃ τὰ τῆς ἐκκλησίας καθέστηκε πράγματα· καὶ
ὅτι Ἄρειος ἐκ μετανοίας ἐπιγνοὺς τὴν ἀλήθειαν, ὡς λοιπὸν τῆς ἐκκλησίας ὢν, δικαίως καὶ λοιπὸν παρ' αὐτῶν προσεδέχθη, ἐξορισθέντα τὸν Ἀθανάσιον αἰνιττόμενοι. Οὐ μὴν ἀλλὰ καὶ τῷ βασιλεῖ τὰ περὶ τῶν αὐτῶν γνώριμα καθίστων. Ταῦτα δὴ τῶν ἐπισκόπων διατεθέντων, ἐπικαταλαμβάνει ἕτερα τοῦ βασιλέως γράμματα σημαίνοντα, Ἀθανάσιον μὲν ἀναδεδραμηκέναι πρὸς αὐτὸν, αὐτοὺς δὲ ἀναγκαῖον εἶναι δι' αὐτὸν παραγενέσθαι ἐν Κωνσταντινουπόλει. Ἔστι δὲ τὰ ἐπικαταλαβόντα γράμματα τοῦ βασιλέως τάδε. Ὅτι ὁ βασιλεὺς τὴν σύνοδον ἐκάλει πρὸς ἑαυτὸν δι' ἐπιστολῆς, ἵν' ἐπὶ ἑαυτοῦ τὰ κατὰ Ἀθανάσιον ἀκριβῶς ἐξετασθῇ. Νικητὴς Κωνσταντῖνος, μέγιστος, σεβαστὸς, τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις. Ἐγὼ μὲν ἀγνοῶ τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα· δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τὸν πλησίον ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ Θεῷ ἀρέσκοντα μὴ συνορώντων.
Having made a public festival for the consecration of the places, they received Arius and his followers, saying that they obeyed the emperor's letters, through which he had indicated to them that he was persuaded concerning the faith of Arius and Euzoius. They also wrote to the church of the Alexandrians, that with all envy banished, the affairs of the church were established in peace; and that Arius, having come to know the truth through repentance, was justly received by them thereafter as now belonging to the church, hinting at Athanasius as having been exiled. Moreover, they also made these matters known to the emperor. When the bishops had arranged these things, other letters from the emperor arrived, signifying that Athanasius had run up to him, and that it was necessary for them to come to Constantinople on his account. The emperor's letters that arrived are as follows: that the emperor summoned the synod to himself by letter, so that the matters concerning Athanasius might be examined accurately in his presence. Victor Constantine, greatest, august, to the bishops assembled at Tyre. I do not know what those things are that were decided by your synod with uproar and storm; but it seems somehow that the truth has been distorted by some turbulent disorder, since you, obviously through contentiousness toward your neighbor, which you wish to be invincible, do not perceive what is pleasing to God.
Ἀλλ' ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἁλόντα διασκεδάσαι, καὶ ἡμῖν διαρρήδην, εἴ τινα τῆς ἀληθείας αὐτοὶ οἱ συνελθόντες ἐποιήσασθε φροντίδα, καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε, φανερῶσαι. Τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν εὐσέβειαν ἀνελθεῖν δεῖ, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι' ὑμῶν αὐτῶν παραστήσητε. Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως, –συνέβαινε δὲ τηνικαῦτα ἐφ' ἵππου με ὀχεῖσθαι, – ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου, μετὰ ἱερῶν τινῶν οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσδοκήτως οὕτω προσῆλθεν ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν. Μαρτυρεῖ γάρ μοι ὁ πάντων ἔφορος Θεὸς, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅς τις ἦν παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινες, καὶ ὅς τις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε διηγήσασθαι πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀνήγγειλαν ἡμῖν. Ἐγὼ μὲν οὖν οὔτε διελέχθην αὐτῷ κατ' ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς δὲ ἐκεῖνος μὲν ἀκουσθῆναι ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ μικροῦ δεῖν ἀπελαύνειν αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον παρ' ἡμῶν ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπάρξαι, ἵνα ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθῇ.
But it will be the work of divine providence both to scatter the evils of this contentiousness, once they have been openly convicted, and to make clear to us plainly, if you who assembled together made any care for the truth, and if you judged the matters decided without any favor or enmity. Therefore it is necessary that all of you come up to my piety with haste, so that you may demonstrate through yourselves the exactness of what has been done by you. But for what reason I have deemed it right to write these things to you, and I summon you to myself through this letter, you will know from what follows. As I was entering, for the rest, our namesake and all-blessed fatherland of Constantinople — and it happened at that time that I was riding on a horse — suddenly Athanasius the bishop, in the middle of the highway, with certain sacred men whom he had around him, came up so unexpectedly as to provide occasion for astonishment. For God, the overseer of all, bears witness to me that I was not even able to recognize who he was at first sight, unless some of our men both told us who he was and, as was likely, reported to us, when we inquired, the injustice which he had suffered. I, then, neither conversed with him at that time, nor shared in conversation. But when he deemed it right to be heard, and I declined and almost ordered him to be driven away, with greater frankness he asked that nothing else be granted by us than your arrival, so that with you present he might be able to lament necessarily what he has suffered.
Ὅθεν ἐπειδὴ εὔλογόν μοι εἶναι φαίνεται καὶ τοῖς καιροῖς πρέπον καταφαίνεται, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἀνεπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ' ἐμοῦ δηλαδὴ, ὃν τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐδ' ἂν ὑμεῖς ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ ὑπὸ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούμενον, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν. Δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν Θεὸν ἐπιγινώσκει. Πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι δι' ἐμὲ τὸν τοῦ Θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν Θεὸν, καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι, τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεὸν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται. Ἡμεῖς δὲ, οἱ τὰ ἅγια μυστήρια τῆς ἐκκλησίας αὐτοῦ δοκοῦντες προβάλλεσθαι (οὐ γὰρ εἴποιμι φυλάττειν), ἡμεῖς, φημὶ, οὐδὲν πράττομεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα, καὶ ἁπλῶς εἰπεῖν, τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπίνου γένους συντείνοντα. Ἀλλ' ἐπείχθητε, καθὰ προεῖπον, πρὸς ἡμᾶς πάντες ᾗ τάχος· πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειρασόμεθα, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ
Since it appears to me reasonable and seems fitting for the times, I have gladly ordered these things to be written to you, so that all of you who filled up the synod that took place in Tyre may hasten without delay to the camp of our gentleness, demonstrating by your very deeds the purity and uprightness of your judgment, in my presence, that is, in the presence of one whom even you would not deny is a genuine servant of God. Therefore, through my service to God, peace prevails everywhere, and the name of God is genuinely blessed even by the barbarians themselves, who until now were ignorant of the truth. It is clear that one who is ignorant of the truth does not know God either. Nevertheless, as was said before, even the barbarians, on account of me, the genuine servant of God, have come to know God and have learned to reverence him, whom they perceived by their very deeds to be my protector and provider everywhere. Hence especially they know God, whom those men reverence on account of fear of us. But we, who seem to hold out the holy mysteries of his church (for I would not say we guard them), we, I say, do nothing but what tends to discord and hatred, and, to speak plainly, what tends to the destruction of the human race. But hasten, as I said before, all of you to us with all speed, persuaded that we shall try with all our might to bring it about that in the law of God these things especially be kept without offense, things to which neither blame nor any evil opinion will be able to attach, once they have been scattered and utterly crushed and
παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵ τινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας ἐμβάλλουσιν. Ὅτι τῆς συνόδου μὴ ἐλθούσης παρὰ τὸν βασιλέα, οἱ περὶ Εὐσέβιον διέβαλλον Ἀθανάσιον ὡς ἀπειλήσαντα ἀποστρέφειν τὸν σῖτον τὸν ἐκ τῆς Ἀλεξανδρείας τῇ Κωνσταντίνου πόλει χορηγούμενον· ἐφ' οἷς κινηθεὶς ὁ βασιλεὺς εἰς ἐξορίαν ἐξέπεμψε τὸν Ἀθανάσιον κελεύσας τὰς Γαλλίας οἰκεῖν. Ταῦτα τὰ γράμματα εἰς ἀγῶνα τοὺς ἐν τῇ συνόδῳ κατέστησε· καθὸ οἱ μὲν πλείους ἐπὶ τὰς ἑαυτῶν ἐχώρησαν πόλεις. Οἱ δὲ περὶ Εὐσέβιον καὶ Θέογνιν καὶ Μάριν, Πατρόφιλόν τε καὶ Οὐρσάκιον καὶ Οὐαλέντα εἰς τὴν Κωνσταντινούπολιν ἐλθόντες οὐκέτι περὶ ποτηρίου κατεαγότος, ἢ τραπέζης, ἢ Ἀρσενίου ἀναιρεθέντος ζήτησιν γενέσθαι συνεχώρησαν· ἀλλ' ἐπὶ ἑτέραν χωροῦσι διαβολὴν διδάξαντες τὸν βασιλέα, ὡς εἴη Ἀθανάσιος ἀπειλήσας κωλύσειν πεμφθῆναι τὸν σῖτον τὸν ἐξ ἔθους ἐκ τῆς Ἀλεξανδρείας εἰς τὴν Κωνσταντινούπολιν κομιζόμενον· καὶ τούτων λεγομένων παρὰ Ἀθανασίου ἀκηκοέναι Ἀδαμάντιον, Ἀνουβίωνα, Ἀρβαθιωνα, καὶ Πέτρον, τοὺς ἐπισκόπους. Ἀλλὰ γὰρ ἰσχύει διαβολὴ, ὅταν ὁ διαβάλλων ἀξιόπιστος ᾖ. Τούτῳ γὰρ συναρπαγεὶς ὁ βασιλεὺς καὶ εἰς θυμὸν ἀχθεὶς ἐξορίᾳ ὑποβάλλει τὸν Ἀθανάσιον, τὰς Γαλλίας κελεύσας οἰκεῖν. Φασὶ δέ τινες τοῦτο πεποιηκέναι τὸν βασιλέα σκοπῷ τοῦ ἑνωθῆναι τὴν ἐκκλησίαν, ἐπειδὴ Ἀθανάσιος πάντῃ κοινωνῆσαι τοῖς περὶ Ἄρειον ἐξετρέπετο. Ἀλλ' οὗτος μὲν ἐν Τριβέρει τῆς Γαλλίας διήγαγεν. Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας καὶ Ἀστερίου τοῦ σοφιστοῦ.
When the enemies of the law had been utterly destroyed, those who under the pretext of the holy name cast in various and diverse blasphemies. Because the synod did not come before the emperor, the party of Eusebius slandered Athanasius, claiming he had threatened to divert the grain supplied from Alexandria to the city of Constantine. Moved by these charges, the emperor sent Athanasius into exile, ordering him to dwell in Gaul. This letter threw those at the synod into contention, so that the majority departed for their own cities. But the party of Eusebius, along with Theognis and Maris, Patrophilus, Ursacius, and Valens, came to Constantinople and no longer permitted any inquiry to be made about a broken cup, or a table, or the murder of Arsenius; instead they proceeded to another slander, instructing the emperor that Athanasius had threatened to prevent the grain customarily conveyed from Alexandria to Constantinople from being sent; and that Adamantius, Anubion, Arbathion, and Peter, the bishops, had heard these things said by Athanasius. But indeed slander prevails when the slanderer is credible. For the emperor, carried away by this and brought to anger, subjected Athanasius to exile, ordering him to dwell in Gaul. Some say the emperor did this with the aim of uniting the church, since Athanasius utterly refused communion with the party of Arius. But he spent his time in Treveri in Gaul. Concerning Marcellus of Ancyra and Asterius the sophist.
Οἱ δὲ ἐν Κωνσταντινουπόλει συναχθέντες ἐπίσκοποι καὶ Μάρκελλον τὸν Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ καθεῖλον δι' αἰτίαν τοιαύτην. Ἀστέριός τις ἐν Καππαδοκίᾳ σοφιστικὴν μετιὼν, τὴν μὲν κατέλειπε, Χριστιανίζειν δὲ ἐπηγγέλλετο· ἐπεχείρει δὲ καὶ λόγους συγγράφειν, οἳ μέχρι νῦν φέρονται, δι' ὧν τὸ Ἀρείου συνίστη δόγμα, τὸν Χριστὸν οὕτω λέγων εἶναι Θεοῦ δύναμιν, ὡς εἴρηται παρὰ Μωϋσῇ τὴν ἀκρίδα καὶ τὴν κάμπην «δύναμιν» εἶναι Θεοῦ, καὶ ἕτερα τούτοις παραπλήσια. Συνῆν δὲ ὁ Ἀστέριος συνεχῶς καὶ τοῖς ἐπισκόποις τοῖς μάλιστα τὴν Ἀρειανῶν δόξαν μὴ ἀθετοῦσι. Καὶ δὴ καὶ εἰς τὰς συνόδους ἀπήντα, ὑποδῦναι μιᾶς πόλεως ἐπισκοπὴν προθυμούμενος· ἀλλ' ἱερωσύνης μὲν ἠστόχησε διὰ τὸ ἐπιτεθυκέναι κατὰ τὸν διωγμόν. Περιϊὼν δὲ τὰς ἐν Συρίᾳ πόλεις οὓς συνέταξε λόγους ἐπεδείκνυτο. Ταῦτα γνοὺς ὁ Μάρκελλος, ἀντιπράττειν αὐτῷ βουλόμενος, κατὰ διάμετρον πολὺ εἰς τὸ ἐναντίον ἐξέπεσε· ψίλον γὰρ ἄνθρωπον, ὡς ὁ Σαμοσατεὺς, ἐτόλμησεν εἰπεῖν τὸν Χριστόν. Ταῦτα γνόντες οἱ τότε ἐν Ἱεροσολύμοις συνελθόντες Ἀστερίου μὲν οὐδένα λόγον ἐτίθεντο, ἐπεὶ μηδὲ εἰς τὸν κατάλογον τῶν ἱερέων ἐτέτακτο· Μάρκελλον δὲ, ὡς ἱερωμένον, λόγον ἀπῄτουν τοῦ συγγραφέντος αὐτῷ βιβλίον. Ὡς δὲ ηὕρισκον αὐτὸν τὰ τοῦ Σαμοσατέως φρονοῦντα, ἐκέλευον αὐτὸν μεταθέσθαι τῆς δόξης· ὁ δὲ καταισχυνθεὶς ἐπηγγέλλετο κατακαύσειν τὸ βιβλίον. Ὡς δὲ σπουδῇ διελύθη ὁ τῶν ἐπισκόπων σύλλογος, τοῦ βασιλέως εἰς τὴν Κωνσταντινούπολιν καλοῦντος αὐτοὺς, τότε δὴ τῶν περὶ Εὐσέβιον ἐν τῇ Κωνσταντινουπόλει παρόντων, αὖθις τὰ κατὰ Μάρκελλον ἀνεζητεῖτο.
The bishops assembled in Constantinople also deposed Marcellus of Ancyra in Galatia Minor for the following reason. A certain Asterius in Cappadocia, who practiced sophistry, abandoned it and professed to be a Christian; he also undertook to compose treatises, which are still extant, in which he supported the doctrine of Arius, saying that Christ is a power of God in the same way that Moses said the locust and the caterpillar are a "power" of God, and other things similar to these. Asterius also constantly associated with the bishops who did not especially reject the opinion of the Arians. Indeed, he even attended the synods, eager to insinuate himself into the episcopate of a single city; but he missed the priesthood because he had sacrificed during the persecution. Going around the cities of Syria, he displayed the treatises he had composed. When Marcellus learned of this, wishing to oppose him, he fell into the opposite extreme by a wide margin; for he dared to say that Christ was a mere man, as the Samosatene did. When those who had assembled at Jerusalem learned of this, they paid no attention to Asterius, since he had not been enrolled in the list of priests; but they demanded an account from Marcellus, as one who was a priest, concerning the book he had written. When they found that he held the views of the Samosatene, they ordered him to change his opinion; and he, put to shame, promised to burn the book. But when the assembly of bishops was hastily dissolved, the emperor summoning them to Constantinople, then, when the party of Eusebius was present in Constantinople, the matter concerning Marcellus was again investigated.
Ὡς δὲ ὁ Μάρκελλος οὐχ ᾑρεῖτο κατακαῦσαι, καθὰ ὑπέσχετο, τὴν ἄκαιρον συγγραφὴν, οἱ παρόντες τὸν μὲν καθεῖλον, Βασίλειον δὲ ἀντ' αὐτοῦ εἰς τὴν Ἄγκυραν ἔπεμψαν. Ἀλλὰ τοῦτο μὲν τὸ σύγγραμμα Εὐσέβιος ἐν τρισὶ βιβλίοις ἀνέτρεψεν, ἐξελέγξας τὴν κακοδοξίαν αὐτοῦ. Μάρκελλος δὲ ὕστερον ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ τὴν ἐπισκοπὴν ἀνέλαβεν, εἰπὼν μὴ νενοῆσθαι αὐτοῦ τὸ σύγγραμμα, καὶ διὰ τοῦτο τοῦ Σαμοσατέως δόξαν λαβεῖν. Περὶ μὲν οὖν τούτου κατὰ χώραν ἐροῦμεν. Ὅπως Ἄρειος μετὰ τὴν Ἀθανασίου ἐξορίαν ἐκ τῆς Ἀλεξανδρείας ὑπὸ τοῦ βασιλέω μεταπεμφθεὶς ταραχὰς ἐκίνησεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ Κωνσταντίνου πόλεως. Τριακοστὸν δὲ ἔτος τῆς βασιλείας Κωνσταντίνου τούτων γινομένων ἐπληροῦτο· καὶ Ἄρειος σὺν τοῖς περὶ αὐτὸν καταλαβὼν τὴν Ἀλεξάνδρειαν αὖθις ὅλην ἐτάραττε, τοῦ
Ἀλεξανδρέων λαοῦ δυσφοροῦντος ἐπί τε τῇ Ἀρείου καθόδῳ καὶ τῶν ἀμφ' αὐτὸν, καὶ ὅτι ὁ ἐπίσκοπος αὐτῶν Ἀθανάσιος εἰς ἐξορίαν ἀπέσταλτο. Ὡς δὲ ὁ βασιλεὺς ἐπυνθάνετο διεστράφθαι τὴν Ἀρείου γνώμην, μετάπεμπτον αὖθις εἰς τὴν Κωνσταντινούπολιν ἥκειν αὐτὸν ἐκέλευσε, λόγον δώσοντα ὧν αὖθις ἀνακινεῖν ἐπεχείρει. Ἐτύγχανε δὲ τότε τῆς ἐν Κωνσταντινουπόλει προεστὼς Ἀλέξανδρος ἐκκλησίας, Μητροφάνην πάλαι διαδεξάμενος. Τοῦτον τὸν ἄνδρα θεοφιλῆ ὄντα ἡ πρὸς Ἄρειον τότε γενομένη μάχη ἀνέδειξεν· ὡς γὰρ ἧκε τότε Ἄρειος, καὶ ὁ λαὸς εἰς δύο πάλιν τμήματα ἐμερίζετο, ταραχή τε κατὰ τὴν πόλιν ἐγένετο, τῶν μὲν τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς παρασαλεύειν λεγόντων, τῶν δὲ εὔλογα λέγειν τὸν Ἄρειον φιλονεικούντων, εἰς ἀγῶνα μέγιστον κατέστη ὁ Ἀλέξανδρος·
But Marcellus did not choose to burn up the untimely writing, as he had promised; so those present deposed him, and sent Basil in his place to Ancyra. This treatise Eusebius refuted in three books, exposing his heterodoxy. Later, however, Marcellus recovered his bishopric at the council of Sardica, claiming that his writing had not been understood, and that for this reason it had acquired the reputation of Samosata's doctrine. About this, then, we shall speak in its proper place. How Arius, after the exile of Athanasius, was summoned by the emperor from Alexandria and stirred up disturbances for Alexander, bishop of Constantinople. And the thirtieth year of Constantine's reign was being completed when these things happened; and Arius, having arrived at Alexandria with his followers, again threw the whole city into confusion, while the people of the Alexandrians were aggrieved both at the return of Arius and his associates, and because their bishop Athanasius had been sent into exile. But when the emperor learned that Arius's opinion had been corrupted, he again ordered him to come to Constantinople, to give an account of the things he was again attempting to stir up. It happened that at that time Alexander was presiding over the church in Constantinople, having long ago succeeded Metrophanes. This man, being beloved of God, was brought to prominence by the struggle that then arose against Arius; for when Arius arrived at that time, and the people were again divided into two factions, and there was turmoil in the city—some saying that the faith of Nicaea must in no way be undermined, while others contended that Arius spoke reasonably—Alexander was brought into a very great contest.
καὶ μάλιστα μὲν, ὅτι Εὐσέβιος ὁ Νικομηδείας πολλὰ διηπείλει αὐτῷ, λέγων ὅσον οὐδέπω καθαιρήσειν αὐτὸν, εἰ μὴ εἰς κοινωνίαν δέξηται τὸν Ἄρειον καὶ τοὺς ἀμφ' αὐτόν. Ἀλεξάνδρῳ δὲ οὐ τοσοῦτον περὶ καθαιρέσεως ἔμελεν, ὅσον ἐδεδίει ἐπὶ τῇ σπουδαζομένῃ παραλύσει τοῦ δόγματος· φύλακα γὰρ ἑαυτὸν τῶν ὅρων τῆς συνόδου νομίζων, παντοῖος ἐγίνετο μὴ παρατρωθῆναι τοὺς τύπους αὐτῆς. Ἐν ταύτῃ τοίνυν τῇ ἀγωνίᾳ καθεστὼς, χαίρειν πολλὰ φράσας τῇ διαλεκτικῇ προσφεύγει Θεῷ· καὶ νηστείαις μὲν συνεχέσιν ἐσχόλαζε, καὶ τοῦ προσεύχεσθαι οὐδένα τρόπον παρέλειπε· καὶ δὴ τοιοῦτο ἐνθύμιον εἶχε, καὶ λαθὼν ἐπετέλει τὰ δόξαντα. Ἐν τῇ ἐκκλησίᾳ ᾗ ἐπώνυμον Εἰρήνη μόνον ἑαυτὸν κατακλειστὸν ποιήσας, καὶ εἰς τὸ θυσιαστήριον εἰσελθὼν, ὑπὸ τὴν ἱερὸν τράπεζαν ἑαυτὸν ἐπὶ στόμα ἐκτείνας εὔχεται δακρύων. Νύκτας τε πολλὰς ἐφεξῆς καὶ ἡμέρας τοῦτο ποιῶν διετέλει· ᾐτεῖτο γὰρ παρὰ Θεοῦ, καὶ ἐλάμβανεν. Ἡ δὲ αἴτησις ἦν τοιαύτη· «Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα, ἑαυτὸν τὴν ὡρισμένην ἡμέραν τῇ συζητήσει μὴ ὄψεσθαι· εἰ δὲ ἣν αὐτὸς ἔχει πίστιν ἀληθὴς, Ἄρειον τῆς ἀσεβείας δίκην διδόναι τὸν πάντων αἴτιον τῶν κακῶν.» Περὶ τοῦ θανάτου Ἀρείου. Τοιαῦτα μὲν οὖν Ἀλέξανδρος ηὔχετο. Ὁ βασιλεὺς δὲ ἀπόπειραν Ἀρείου ποιήσασθαι βουληθεὶς, ἐπὶ τὰ βασίλεια αὐτὸν μεταπέμπεται, ἠρώτα τε εἰ τοῖς ὅροις στοιχεῖ τῆς ἐν Νικαίᾳ συνόδου. Ὁ δὲ ἑτοίμως μηδὲν μελλήσας ἐπ' αὐτοῦ ὑπέγραφε τὰ περὶ τῆς πίστεως ὁρισθέντα σοφισάμενος. Καὶ ὁ μὲν βασιλεὺς θαυμάσας καὶ ὅρκον ἐπέφερεν. Ὁ δὲ καὶ τοῦτο σοφιζόμενος ἐποίει·
And especially because Eusebius of Nicomedia was threatening him greatly, saying that he would very soon depose him unless he received Arius and his followers into communion. But Alexander was not so much concerned about deposition as he feared the ruin of the doctrine that was being zealously promoted; for considering himself a guardian of the definitions of the council, he tried every means to prevent its formulations from being corrupted. Being therefore in this agony, he bade farewell to dialectic and fled to God; and he devoted himself to continuous fasts, and in no way neglected prayer; and he had such a purpose in mind, and carried out his resolve in secret. In the church that bears the name of Irene, he shut himself in alone, and entering the sanctuary, he stretched himself face down beneath the holy table and prayed with tears. For many nights in succession and days he continued doing this; for he asked from God, and received. And the request was of this sort: "If the opinion of Arius is true, let me not see the appointed day of the disputation; but if the faith that I myself hold is true, let Arius, the cause of all evils, pay the penalty for his impiety." Concerning the death of Arius. Such then was the prayer of Alexander. But the emperor, wishing to make a test of Arius, summoned him to the palace, and asked whether he agreed with the definitions of the council of Nicaea. And he readily, without any delay, signed in his presence the things defined concerning the faith, having quibbled. And the emperor, marveling, also imposed an oath on him. And he, quibbling even about this, did it.
τίνα δὲ τρόπον ἐτεχνάζετο γράφων, ὡς ἤκουσα, ἔστι ταῦτα. Καταγράψας, φησὶν, ὁ Ἄρειος ἐν χάρτῃ ἣν εἶχε δόξαν, ὑπὸ μάλης ἔφερεν· ὤμνυ τε ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ γεγραφηκὼς εἴη. Τοῦτο μὲν οὖν οὕτω γεγενῆσθαι, ἀκοῇ γράψας ἔχω· ὅτι μέντοι καὶ ὅρκον ἐπέθηκε τοῖς γραφεῖσιν, ἐκ τῶν ἐπιστολῶν τοῦ βασιλέως ἀνελεξάμην. Πιστεύσας δὲ ὁ βασιλεὺς δεχθῆναι αὐτὸν ὑπὸ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Ἀλεξάνδρου εἰς κοινωνίαν ἐκέλευσεν. Σαββάτου δὲ ἦν τότε ἡμέρα, καὶ τῇ ἑξῆς προσεδόκα συνάγεσθαι. Δίκη δὲ ἐπηκολούθει τοῖς Ἀρείου τολμήμασιν. Ὡς γὰρ ἐξῆλθε τῆς βασιλικῆς αὐλῆς, ἐδορυφορεῖτο μὲν ὑπὸ τῶν περὶ Εὐσέβιον διὰ μέσης τότε τῆς πόλεως, περίοπτός τε ἦν· καὶ ἐπεὶ ἐγένετο πλησίον τῆς ἐπιλεγομένης ἀγορᾶς Κωνσταντίνου, ἔνθα ὁ πορφυροῦς ἵδρυται κίων, φόβος ἔκ τινος συνειδότος κατεῖχε τὸν Ἄρειον· σύν τε τῷ φόβῳ τῆς γαστρὸς ἐκινεῖτο χαύνωσις· ἐρόμενός τε εἰ ἀφεδρών που πλησίον, μαθών τε εἶναι ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου, ἐκεῖσε ἐβάδιζεν. Λαμβάνει οὖν λιποθυμία τὸν ἄνθρωπον· καὶ ἅμα τοῖς διαχωρήμασιν ἡ ἕδρα τότε παραυτίκα παρεκπίπτει, καὶ αἵματος πλῆθος ἐπηκολούθει, καὶ τὰ λεπτὰ τῶν ἐντέρων, συνέτρεχε δὲ αἷμα αὐτῷ σπληνί τε καὶ ἥπατι· αὐτίκα οὖν ἐτεθνήκει. Ὁ δὲ ἀφεδρὼν ἄχρι νῦν ἐν τῇ Κωνσταντινουπόλει δείκνυται, ὡς ἔφην, ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου καὶ τοῦ ἐν τῇ στοᾷ μακέλλου, πάντων τε τῶν παριόντων ἐγειρόντων δάκτυλον κατ' αὐτοῦ, ἀειμνημόνευτον τοῦ θανάτου τὸν τρόπον ἀπεργαζόμενος. Τούτου γενομένου φόβος καὶ ἀγωνία κατεῖχε τοὺς περὶ τὸν Νικομηδέα Εὐσέβιον·
In what manner he contrived it by writing, as I heard, is as follows. Arius, they say, wrote down on a sheet the opinion he held and carried it under his arm, and he swore that he truly thought as he had written. That this happened in this way, I have written from hearsay; but that he also added an oath to what was written, I have gathered from the letters of the emperor. And the emperor, believing that he had been received into communion by Alexander, bishop of Constantinople, ordered him to be received. It was then the day of the Sabbath, and on the next day he expected to assemble with the congregation. But judgment followed upon the audacious deeds of Arius. For when he came out of the imperial court, he was escorted by the followers of Eusebius through the middle of the city at that time, and he was conspicuous; and when he came near the so-called Forum of Constantine, where the porphyry column stands, fear from some consciousness seized Arius; and along with the fear a relaxation of the bowels was stirred; and asking whether there was a latrine somewhere nearby, and learning that there was one behind the Forum of Constantine, he went there. A faintness then seized the man; and immediately with the evacuations the seat then at once fell out, and a quantity of blood followed, and the thin parts of the intestines, and blood rushed together with his spleen and liver; and so he died immediately. And the latrine is shown to this day in Constantinople, as I said, behind the Forum of Constantine and the meat market in the colonnade, and all who pass by raise a finger against it, making the manner of his death ever-memorable. When this happened, fear and agony seized the followers of Eusebius of Nicomedia.
διέτρεχέ τε ἡ φήμη δι' ὅλης τῆς πόλεως, ὡς δὲ εἰπεῖν, καὶ τῆς συμπάσης οἰκουμένης. Ὡς δὲ ὁ βασιλεὺς τῷ
Χριστιανισμῷ μᾶλλον προσετίθετο, καὶ ἀληθῶς ἐκ Θεοῦ μεμαρτυρῆσθαι τὴν ἐν Νικαίᾳ πίστιν ἔφησεν, εὐφραίνετο ἐπὶ τοῖς γεγονόσι· καὶ ἐπὶ τρισὶν υἱοῖς οὓς Καίσαρας ἀνηγορεύκει, ἕκαστον κατὰ δεκάδα ἐνιαυτῶν τῆς βασιλείας αὐτοῦ, τὸν μὲν πρῶτον ὁμώνυμον ἑαυτοῦ Κωνσταντῖνον τῶν ἑσπερίων μερῶν ἄρχειν καταστήσας ἐν τῇ πρώτῃ δεκάδι τῆς βασιλείας αὐτοῦ. Τῶν δὲ πρὸς τῇ ἑῴᾳ μερῶν τὸν τῷ πάππῳ ἐπώνυμον Κωνστάντιον ἐν τῇ εἰκοσαετηρίδι κατέστησε Καίσαρα· τὸν δὲ νεώτερον Κώνσταντα ἐν τῇ τριακονταετηρίδι τῆς ἑαυτοῦ βασιλείας ἐχειροτόνησεν. Ὡς ὁ βασιλεὺς ἀρρωστίᾳ περιπεσὼν τέλει τοῦ βίου ἐχρήσατο. Ἐνιαυτοῦ δὲ μετὰ ταῦτα παραδραμόντος ἐπιβὰς ἑξηκονταπέντε ἐνιαυτῶν ὁ βασιλεὺς Κωνσταντῖνος ἀρρωστίᾳ περιπίπτει· καὶ ἐκ τῆς Κωνσταντινουπόλεως ἐκπλεῖ ἐπὶ τὴν Ἑλενούπολιν, ὡς φυσικοῖς θερμοῖς χρησόμενος τοῖς ἐκεῖ γειτνιάζουσιν. Ἐπεὶ δὲ σφοδροτέρου τοῦ νοσήματος ᾔσθετο, τὰ μὲν λουτρὰ ὑπερέθετο· ἀπαίρει δὲ ἐκ τῆς Ἑλενουπόλεως εἰς τὴν Νικομήδειαν· κἀκεῖ ἐν προαστείῳ διάγων τοῦ Χριστιανικοῦ μεταλαμβάνει βαπτίσματος. Εὔθυμός τε ἐπὶ τούτῳ γενόμενος διαθήκας ποιεῖται, ἐν αἷς τοὺς μὲν τρεῖς υἱοὺς κληρονόμους τῆς βασιλείας ἐνίσταται, καθὰ καὶ ζῶν αὐτοῖς τοὺς κλήρους διένειμε. Πολλὰ δὲ τῇ Ῥωμαίων πόλει καὶ τῇ ἑαυτοῦ ἐπωνύμῳ πρεσβεῖα καταλιπὼν, τὰς διαθήκας ἐκείνῳ παρατίθεται τῷ πρεσβυτέρῳ δι' ὅν περ Ἄρειος ἀνακέκληται, οὗ καὶ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην·
The report ran through the whole city and, one might say, the entire inhabited world. And as the emperor attached himself more to Christianity, and declared that the faith of Nicaea had truly been attested by God, he rejoiced at what had come to pass; and with respect to the three sons whom he had proclaimed Caesars, one in each decade of his reign, he appointed the first, Constantine, his namesake, to rule the western parts in the first decade of his reign. In the twentieth year he established as Caesar over the eastern parts Constantius, who bore his grandfather's name; and the younger, Constans, he elected in the thirtieth year of his own reign. But the emperor fell into illness and came to the end of his life. A year having passed after these things, the emperor Constantine, having reached his sixty-fifth year, fell into illness; and he sailed from Constantinople to Helenopolis, intending to use the natural hot springs in the neighboring region. But when he perceived that the disease was more severe, he postponed the baths; and he set out from Helenopolis to Nicomedia; and there, staying in a suburb, he received Christian baptism. And having become cheerful at this, he made a will, in which he established his three sons as heirs of the empire, just as while living he had divided the portions among them. And having left many privileges to the city of the Romans and to his own namesake city, he deposited the will with that elder through whom Arius had been recalled, of whom we made mention a little before.
ἐντειλάμενος μηδενὶ ἑτέρῳ ἢ τῷ υἱῷ τῷ τῆς ἀνατολῆς ἄρχοντι Κωνσταντίῳ εἰς τὰς χεῖρας βαλεῖν. Μετὰ δὲ τὸ θέσθαι τὰς διαθήκας ὀλίγας ἡμέρας ἐπιβιοὺς τὸν βίον ἀπέλιπε· τῶν μέντοι υἱῶν αὐτοῦ ἐπὶ τῇ τελευτῇ παρῆν οὐδείς· πέμπεται οὖν εὐθὺς πρὸς τὴν ἑῴαν ὁ Κωνσταντίῳ μηνύσων τὴν τελευτήν. Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου. Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν Κωνσταντινούπολιν διεκόμισαν· ἀπέθεντό τε ἐν τοῖς βασιλείοις ἐφ' ὑψηλοῦ, καὶ διὰ τιμῆς ἦγον καὶ δορυφορίας πολλῆς, ὡς καὶ ζῶντος ἐγίνετο· καὶ τοῦτο ἐποίουν ἕως τις τῶν υἱῶν αὐτοῦ παραγένηται. Μετὰ δὲ ταῦτα ἐκ τῶν ἀνατολικῶν μερῶν ἐπιστάντος Κωνσταντίου, κηδείας τῆς βασιλικῆς ἠξιοῦτο ἀποτεθεὶς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων, ἣν δι' αὐτὸ τοῦτο πεποιήκει, ὅπως ἂν οἱ βασιλεῖς τε καὶ οἱ ἱερεῖς τῶν ἀποστολικῶν λειψάνων μὴ ἀπολιμπάνοιντο. Ἔζησε δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἔτη ἑξηκονταπέντε, ἐβασίλευσε δὲ ἔτη τριάκοντα ἕν· ἐτελεύτησε δὲ ἐν ὑπατίᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ, τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ Μαΐου μηνός· τοῦτο δὲ ἦν δεύτερον ἔτος τῆς διακοσιοστῆς ἑβδομηκοστῆς ὀγδόης Ὀλυμπιάδος. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν ἑνὸς πρὸς τοῖς τριάκοντα. Προοίμιον, δι' ἣν αἰτίαν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ἐλέχθη. Ῥουφῖνος, ὁ τῇ Ῥωμαίων γλώττῃ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξας, περὶ τοὺς χρόνους ἐπλανήσθη. Τὰ γὰρ κατὰ Ἀθανάσιον νομίζει μετὰ τὴν τελευτὴν τοῦ βασιλέως Κωνσταντίνου γεγενῆσθαι· ἀγνοεῖ δὲ καὶ τὴν ἐν Γαλλίαις γενομένην αὐτοῦ ἐξορίαν καὶ ἕτερα πλείονα.
having instructed that they be delivered into the hands of no other than his son Constantius, who ruled the East. And after he had made his will, he survived a few days and departed this life. None of his sons, however, was present at his death. So Constantius was immediately sent to the East to announce the death. Concerning the funeral of the emperor Constantine. And those close to the emperor placed his body in a golden coffin and conveyed it to Constantinople. They laid it in the palace on a high bier and honored it with much guarding, as was done while he was alive; and they did this until one of his sons should arrive. After this, when Constantius had come from the eastern regions, he was deemed worthy of a royal funeral, being laid in the church named after the apostles, which he had built for this very purpose, so that emperors and priests might not be deprived of the apostolic relics. The emperor Constantine lived sixty-five years, and reigned thirty-one years. He died in the consulship of Felicianus and Tatianus, on the twenty-second day of the month of May. This was the second year of the two hundred and seventy-eighth Olympiad. The book covers a period of thirty-one years. Preface, for which reason the first and second book were spoken from the beginning. Rufinus, who composed the ecclesiastical history in the Latin language, erred concerning the dates. For he thinks that the events concerning Athanasius happened after the death of the emperor Constantine; and he is also ignorant of his exile in Gaul and several other matters.
Ἡμεῖς οὖν πρότερον Ῥουφίνῳ ἀκολουθήσαντες τὸ πρῶτον καὶ τὸ δεύτερον τῆς ἱστορίας βιβλίον ᾗ ἐκείνῳ ἐδόκει συνεγράψαμεν. Ἀπὸ δὲ τοῦ τρίτου ἄχρι τοῦ ἑβδόμου βιβλίου τὰ μὲν παρὰ Ῥουφίνου λαβόντες, τὰ δὲ ἐκ διαφόρων συναγαγόντες, τινα δὲ καὶ παρὰ τῶν ἔτι ζώντων ἀκούσαντες ἐπληρώσαμεν. Ὕστερον μέντοι συντυχόντες Ἀθανασίου συντάγμασιν, ἐν οἷς τὰ καθ' ἑαυτὸν ὀδύρεται πάθη καὶ ὅπως διὰ τὴν διαβολὴν τῶν περὶ Εὐσέβιον ἐξωρίσθη, ἔγνωμεν δεῖν πιστεύειν μᾶλλον τῷ πεπονθότι καὶ τοῖς γινομένων τῶν πραγμάτων παροῦσιν, ἢ τοῖς καταστοχασαμένοις αὐτῶν καὶ διὰ τοῦτο πλανηθεῖσιν. Ἔτι μὴν καὶ ἐπιστολῶν τῶν τότε διαφόρων ἐπιτετυχηκότες, ὡς οἷόν τε τὴν ἀλήθειαν ἀνιχνεύσαμεν. Διὸ ἠναγκάσθημεν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ὑπαγορεύσαι, συγχρώμενοι καὶ ἐν οἷς ὁ Ῥουφῖνος οὐκ ἐκπίπτει τοῦ ἀληθοῦς. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἰστέον, ὅτι οὐ παρεθήκαμεν ἐν τῇ πρώτῃ ὑπαγορεύσει τὸ καθαιρετικὸν Ἀρείου οὔτε μὴν τὰς
βασιλέως ἐπιστολὰς, ἀλλὰ τὰ γυμνὰ μόνον πράγματα, ὑπὲρ τοῦ μὴ πολυστίχου γενομένης τῆς ἱστορίας ὀκνηροὺς τοὺς ἀναγινώσκοντας ἀπεργάσασθαι. Ἐπεὶ δὲ πρὸς σὴν χάριν, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, καὶ τοῦτο ἔδει ποιῆσαι, ὥστε μὴ ἀγνοεῖν καὶ ὅσα αὐταῖς λέξεσιν οἱ βασιλεῖς ἐπέστειλαν, ἢ κατὰ διαφόρους συνόδους οἱ ἐπίσκοποι τὴν πίστιν καταβραχὺ μεταποιοῦντες ἐξέδωκαν, διὰ τοῦτο ὅσα ἀναγκαῖα ἡγησάμεθα ἐν τῇδε τῇ μετὰ ταῦτα ὑπαγορεύσει μετατεθείκαμεν. Καὶ τοῦτο ἐν τῷ πρώτῳ βιβλίῳ ποιήσαντες, καὶ ἐν τῷ μετὰ χεῖρας, λέγω δὲ τῷ δευτέρῳ, ποιῆσαι σπουδάζομεν. Ἀρκτέον δὲ ἤδη τῆς ἱστορίας.
We therefore, having followed Rufinus at first, composed the first and second books of the history as seemed best to him. But from the third book through to the seventh, we filled them out partly from what we received from Rufinus, partly from what we gathered from various sources, and partly from what we heard from those still living. Later, however, having come upon the writings of Athanasius, in which he laments his own sufferings and how he was exiled through the slander of those around Eusebius, we judged that we ought to trust rather the one who suffered and those present when the events occurred, than those who merely conjectured about them and for that reason were deceived. Moreover, having also come upon various letters of that time, we traced the truth as far as possible. Therefore we were compelled to dictate the first and second books anew, while also making use of those points where Rufinus does not depart from the truth. Nevertheless, this too must be known, that in the first dictation we did not include the deposition of Arius, nor indeed the
letters of the emperor, but only the bare facts, so that the history, having become lengthy, might not render the readers slothful. But since for your sake, O holy man of God, Theodore, this too had to be done—so that you might not be ignorant also of what the emperors wrote in their very words, or what the bishops at various synods published, gradually altering the faith—for this reason we have inserted in this subsequent dictation whatever we considered necessary. And having done this in the first book, we are eager to do so also in the one now at hand, I mean the second. But now we must begin the history.