ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΑ ̓Εκ τοῦ κʹ τόμου τῶν εἰς τὸν Ἰεζεκιήλ.
Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; Καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. (Μετὰ τὸ παραστῆσαι περὶ τῶν προβάτων καὶ κριῶν, καὶ περὶ προβάτων αἰγῶν, ὅτι σύνηθες τῇ Γραφῇ τὸ πρόβατον καὶ ἐπὶ τοῦ γένους τῶν αἰγῶν ἔσθ' ὅτε τάσσειν, ἐπιφέρει.) Τί οὖν ἐστιν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐξετάσωμεν. Πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τὰ ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων. Εἶτ' ἐπεί τινες τὰ μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὧν ἐξελέξαντο νομὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὗ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπὸν ὕδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. Τοιοῦτοι δέ εἰσιν οἵτε τὴν μὲν Καινὴν ἐγκρίνοντες, τὴν δὲ Παλαιὰν ἀποδοκιμάζοντες Διαθήκην, καὶ οἱ τῶν παλαιῶν Γραμμάτων τὰ μὲν ἀπὸ θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. Πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμὴν τοὺς μὴ ὑπερηφανοῦντας τὰ πατήματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὰ πατήματα τῶν ποδῶν τῶν ψεκτῶν προβάτων, τράγων καὶ ἐρίφων·
From the thirtieth book of Origen's commentary on Ezekiel.
Thus says the Lord God: Behold, I will judge between sheep and sheep, between rams and goats. And is it not enough for you that you grazed on the good pasture? And you trampled the remnants of the pasture with your feet; and you drank the settled water, and you troubled the rest with your feet, and my sheep grazed on the footprints of your feet, and they drank the water troubled by your feet. (After he has set forth concerning the sheep and rams, and concerning the sheep of the goats, that it is customary for Scripture sometimes to use "sheep" also for the race of goats, he adds:) What then is it that he hints at in these things also? Come, let us examine it as far as we are able. Every good pasture, I think, and every settled water is, in sum, the oracles of the sacred writings. Then, since some approve certain of the things written as profitable, but reject others as not conducive to salvation, these would be the ones who, after grazing on the good pasture of the things they chose and drinking the settled water that they judged to be the better, trample the rest of the pasture and trouble the rest of the water with their own feet. Such are those who approve the New Testament but reject the Old, and those who say that some of the ancient writings are from a more divine and highest power, but others from an inferior one. But the shepherd calls his own sheep those who do not disdain the footprints of those feet, and do not despise the footprints of the blameworthy sheep, the rams and the kids;
οὐ γὰρ ἐθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν. Ἡμεῖς οὖν εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος, μηδέποτε φεύγωμεν νεμεσθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν Γραφῶν, καὶ διὰ τὴν ἀπέμφασιν τῆς λέξεως πατούμενα ὑπὸ τῶν μὴ δυναμένων, μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. Ἀλλὰ κἂν ᾖ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς Γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπώμεθα δι' ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. Καὶ τήρει γε ἐπιμελῶς ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. Ἀλλὰ καὶ μηδεπώποτε νομὴν προφητικὴν ἡμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομικὸν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν, καὶ τὸ ἀποστολικὸν ὕδωρ, ὥστε τῶν εὐαγγελικῶν τινα μὲν πατεῖν, τινὰ δὲ ὡς καλὴν νέμεσθαι νομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν ἤ τινα μὲν ἐγκρίνειν, τινὰ δὲ ἀποκρίνειν, ἡμεῖς καὶ τὰ ὅλα Εὐαγγέλια νεμηθῶμεν, καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσον ἐφ' ἡμῖν καθεστηκὸς ὕδωρ, αὐτὰ τηρήσωμεν καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν.
For they did not wish to be sheep worthy of the rams of the right hand. Let us, then, praying to be sheep of the Shepherd, never flee from grazing even on those things in the Scriptures which, as far as the literal wording goes, appear incongruous, and because of the incongruity of the expression are trampled by those who are neither able nor willing to use the whole pasture. But even if some water has been troubled by those feet, who have mixed base objections with the pure word of Scripture, let us not be turned away from drinking because of the disturbance they have made in the word, even the water troubled by their feet. And observe carefully that it is said to those who troubled the water and trampled the pasture, as concerning those who are better: And my sheep were grazing on the treadings of your feet, and they were drinking the water troubled by your feet. But let us never trample a prophetic pasture, nor trouble a legal water. But since some sin also concerning the gospel pasture and the apostolic water, so as to trample some of the gospel things but graze on others as a good pasture, and of the apostolic things either to reject all or to approve some and reject others, let us graze on the whole Gospels and trample none of them, and drinking all the apostolic things, let us keep the water that stands, as far as lies with us, and let us trouble none of the things in them with a disbelief that disturbs those who do not know how to understand what is said.