ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ Εἰς τό· Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. «Ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.» Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό· «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» καὶ, «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ,» σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσ σει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. Τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων πολ λῶν καὶ τοῦτο ἀπιστίας αἴτιον εἶναι δοκεῖ, ὅτι λέγε ται περὶ Θεοῦ τὰ ἀνάξια Θεοῦ. Ἀνάξιον δὲ Θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· Καὶ πῶς, φα σὶν, οὐκ ἄτοπον τὸν Θεὸν ἐνεργεῖν τινα, ἐπὶ τῷ ἀπει θεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλο μένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φα ραὼ ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα. Τοῖς δὲ πι στεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται, διὰ τό· «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ·» οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι Θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκλη ρύνει, αἰτίαν οὐκ ἔχοντος τοῦ, τόνδε μὲν ἐλεεῖσθαι, τόνδε δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. Ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοι, φασὶ πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς Γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι· ἓν δὲ τῶν ἀποκεκρυμ μένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον.
FROM ORIGEN ON EXODUS. On the passage: "The Lord hardened the heart of Pharaoh." "And the Lord hardened the heart of Pharaoh, and he was not willing to send them out." The statement, often found in Exodus, "The Lord hardened the heart of Pharaoh," and, "I will harden the heart of Pharaoh," disturbs almost all who come upon it, both those who disbelieve it and those who claim to believe. For to those who disbelieve, this, along with many other things, seems to be a cause of disbelief—that things unworthy of God are said concerning God. And it is unworthy of God to work a hardening upon anyone's heart, and to work a hardening with the result that the one being hardened disobeys the will of the one hardening him. And how, they say, is it not absurd that God should work something with the result that someone disobeys his will? For it is clear that these words seem to be spoken as though Pharaoh were not obedient to what he commands, when he does not wish it. But for those who are thought to believe, no ordinary disagreement has arisen because of "The Lord hardened the heart of Pharaoh." For some, persuaded that there is no other God besides the Creator, hold that God, by a sort of allotment, has mercy on whom he wishes and hardens whom he wishes, since there is no cause for this one being shown mercy and that one being hardened by him. But others, who are carried along better than these, say that many other meanings of Scripture have been hidden from them, and that they do not for this reason turn aside from sound faith; and one of the hidden things is also the sound account concerning this passage of Scripture.
Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν, δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέν τες, ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος, καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολή ψει περὶ δικαίου προσίενται Θεοῦ, σκληρύνειν τὴν καρδίαν Φαραὼ, καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. Εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ δί καιος, καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος, ὁ ἁμαρτίας χείρο νος αἴτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. Ἐπ' οὐ δὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθάπερ διηγεῖσθε βούλωνται, πα ραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φα ραώ· ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκεί μενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν, ὅτι ἐπεὶ σκληρύνει, πονηρὸς ὁ Δημιουργός· ἢ μήτε εὐποροῦντες ἀποδεί ξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέ σθαι περὶ τοῦ κτίσαντος ὡς πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν, ἐξηγητικὴν τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» ἀποστάντες τοῦ ἐκ τοῦ νομί ζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις.
But those who assert that there is another god besides the Creator, wishing him to be just but not good, have been carried along in a very amateurish and impious manner, in separating justice from goodness and thinking that justice can exist in someone apart from goodness, and goodness apart from justice. Nevertheless, even in saying this, they accept things contrary to their own supposition about a just God—that he hardens Pharaoh's heart and renders it disobedient to himself. For if the one who assigns to each according to worth is just, and who gives to those who have become better or worse from their own causes what he knows each is fit to receive, how is he just who has become the cause of sin, making Pharaoh worse? And not simply a cause, but as far as in them lies, cooperating with what those men have accepted, so as to make him most unjust. For by referring the hardening of Pharaoh's heart to nothing worthy of the purpose of a just God, I do not know how they can present a just God—even if, as you say, they wish it—as the one who hardens Pharaoh's heart. Therefore they must be pressed on the points in the present passage, so that they either show how a just God hardens, or dare to say that because he hardens, the Creator is evil; or, being unable to furnish proofs that the just one is the hardener of anyone, and not daring to utter such impiety about the Creator as to call him evil, they may take refuge in another path of interpretation of "The Lord hardened the heart of Pharaoh," abandoning the attempt to understand the words literally and thus destroying their own conceptions about a just God.
Τὸ δὲ τελευταῖον. κἂν ἀπορεῖν ὅ τι ποτὲ ὁ λόγος ὑποβάλλῃ ὁμολογήσω σιν· ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ Θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι, καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι ὃ διδά σκουσι διὰ τοῦ «ἐσκληρύνθαι ὑπὸ Κυρίου τὴν καρ δίαν Φαραὼ,» φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· Ὁ ἐπ' ἀπωλείᾳ κτισθεὶς, οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά. Τίς οὖν χρεία τὸν
Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησε Φαραὼ εἰ μὴ ἐσκληρύνθη; Εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν· εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρ δίαν, ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. Τί δὲ ἐνεργῶν ὁ Θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων, «Ἀνθ' ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου, καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγὼ δέ εἰμι Κύριος·» ὡς διὰ τοῦτο τῶν νομιζο μένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν Θεόν. Ἐν δὲ τοῖς Μακκαβαϊκοῖς τοιοῦτόν τι λέγεται· «Παρακαλῶ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινό μενα μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γέ νους ἡμῶν εἶναι·
But the last point. Even if I admit that they are at a loss as to what the argument suggests, let these matters be torn apart as they are examined concerning God in the present problem. Since, then, those who suppose that certain beings were made by their constitution for destruction also bring these things into the topic concerning nature, saying that what they teach is made clear by "the heart of Pharaoh was hardened by the Lord," come, let us inquire of them about these things: One who was created for destruction could never do any of the better things, since the very nature present in him opposes him toward good things. What need, then, was there for Pharaoh, who, as you say, happens to be a son of destruction, to be hardened by God, so that he should not send away the people? For if he had not been hardened, he would have sent them away. Let them answer, then, concerning this, saying what Pharaoh would have done if he had not been hardened. For if he was releasing them without being hardened, it was not a case of a nature that is perishing; but if he was not releasing them, the hardening of his heart was superfluous, for he would likewise not have released them even without being hardened. But what was God doing in relation to his ruling faculty when he hardened him? And how does he accuse him, saying, "Because you disobey me, behold, I will kill your firstborn, and all the Egyptians shall know that I am the Lord," as though for this reason the things thought to be harsh were brought upon them, so that they might know God. And in the Maccabean books something of this sort is said: "I urge those who come upon this book not to be cast down because of the calamities, but to consider that what happens is not for destruction, but for the discipline of our race.
καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ Δεσπό της, ὡς εἰς τέλος ἀφειμένων αὐτῶν τῶν ἁμαρ τημάτων, ὕστερον αὐτοὺς ἐκδικῇ· οὕτω καὶ ἐφ' ἡμῖν ἔκρινε, παιδεύων δὲ μετὰ συμφορᾶς, οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν.» Εἰ γὰρ τὸ ἐπιπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα, μεγάλης εὐεργεσίας ἐστὶ ση μεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται, μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. Οἱονεὶ δὲ Θεοῦ μιμητὴς γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ Δαυῒδ, ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβενὴρ, υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα, εἶτα ἐπιφέρει· «Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου.» Δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολα σθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφει λομένης αὐτῷ κολάσεως καὶ βασάνου, διὰ τὸ ἐντεῦ θεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
For the fact that they are not left for a long time to act impiously, but immediately fall into punishments, is a sign of great beneficence. For the Master does not, as in the case of the other nations, wait in patience until their sins are altogether let go, and afterward exact vengeance on them; nor did he judge so in our case, but chastising with calamity, he does not abandon his own people. For if falling into punishments because of sins is a sign of great beneficence, consider whether Pharaoh too, being punished after his heart was hardened, and being chastised together with his people, was not punished in vain, nor for his own harm. And David, becoming as it were an imitator of God according to what the times required, commands Solomon concerning Joab to punish him for the sins committed against Abner, the son of Ner, and to kill him for the offenses, and then adds: "And you shall bring down his gray hairs in peace to Hades." And it is clear that, as the Hebrew also reported to us, by being punished he would sleep in peace, no longer owing punishment and torment to him, because he had already received it here, after his departure from here.
Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπό τε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχό μεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σο φοῦ, καὶ δικαίου, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν· κατὰ δὲ τὸ ἐφαρ μόζειν, ἢ μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» ὑπονοοῦμεν. Ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ Θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχον τας καὶ ἐπικαιριωτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν, αἱ μέν εἰσιν ἐπὶ πλεῖον, αἱ δὲ ἐπ' ἔλαττον πό νους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τ' αὖ βοηθήματα, ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει, καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ, ὥσπερ εἰπεῖν, μόνον ἅψασθαι αὐτῆς. Μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος Γραφὴ, σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, καὶ συμ βεβηκέναι αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως· ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι, καὶ λιμοῖς πολυχρονιωτέροις, ἢ ὀλιγοχρονιωτέροις. Ἀπεμφαινόντως δὲ ἐν τῷ·
Thus we also accept every threat, both from the sacred Scriptures and from the working that accords with the magnitude and order of created things, as coming from God who created things visible and invisible, things temporary and things eternal, since the good, just, and wise God of our Lord and Savior is one and the same in all respects as the Father; and we strive to lead the Scriptures to that goal—of showing that all things belong to a good, wise, and just God, never having been suspected by those who have understanding of falling away even in the slightest particular, but rather of applying the things said—or not applying them—to his goodness, justice, and wisdom, needing God as our Savior. Such, then, are the thoughts we hold also concerning the words "The Lord God hardened Pharaoh's heart." The word of God is a physician of the soul, employing methods of healing most varied and suited to those who are ill, and most timely; and of the methods of healing, some produce more, others less, toil and torment in those being brought to cure; and again, remedies sometimes come about in a way that seems incongruous, and sometimes not so, and again sooner or later; and after one has been filled with sin, or after one has, so to speak, only touched it. And every God-inspired Scripture is full of testimonies concerning each one, recording that more or less grim remedies came upon the people and befell them for the sake of conversion and correction: in wars greater or smaller, and in famines of longer or shorter duration. And incongruously in the passage:
«Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσι.» Τάχα γὰρ ἐπὶ πλεῖον ἀφιεμένας ψυ χὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυτοῖς ἐγκαταλείπει· ἕως κορεσθεῖσαι ἀποστρα φῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς,
διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ δεύτε ρον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. Οἶδε δὲ ὁ τεχνίτης Θεὸς τὰς δια θέσεις ἑκάστων, καὶ ὡς ἐπιβάλλει αὐτῷ, μόνος ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρὴ, καὶ πότε ἑκάστῳ ποιεῖν. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος τοῦ, ἵν' οὕτως εἴπω, κεχωρηκότος κακοῦ, ὁ ἰατρὸς εἰς τὴν ἐπιφάνειαν διά τινων φαρμάκων ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοι δήσεις, καὶ πόνους πλείονας ὧν εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος ποιεῖν αὐτοῖς ἐπὶ λυσσοδήκτων, καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν Θεὸν οἰκονο μεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. Καὶ ὥσπερ λέγει ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· Ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονι κώτερος, οὐκ αἰτιάσεται, ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐργάσασθαι·
I will not visit upon your daughters when they commit fornication, nor upon your brides when they commit adultery." For perhaps he abandons souls that have been let go further, souls that are considered by them to be bodily and pleasant, until, having been satiated, they turn away from the things they desire, as it were even wishing to vomit them up, and would no longer quickly fall into the same things, because they have been filled with them to a greater extent and have been tested to such a degree. But those who would have despised falling into the same things a second time are led to healing more slowly, because they were delivered from evils more quickly. But God, the craftsman, knows the dispositions of each, and how it falls to him—he alone being able to apply the remedies knowledgeably—what must be done, and when, for each. And just as in certain bodily afflictions, when the evil has penetrated, so to speak, into the depth, the physician draws and attracts the matter to the surface through certain medicines, producing severe inflammations and swellings and more pains than the person had before proceeding to be healed—as is his custom to do in the case of those bitten by mad dogs and certain others who have suffered things similar to these—so, I think, God also manages the hidden evil that has penetrated into the depth of the soul. And just as the physician says in the case of some such person: "I will produce inflammations around the place of the discharge, and I will compel certain parts to swell, so as to bring about a severe abscess"—and when the physician says these things, the one who hears him, being more knowledgeable, will not blame him, but will even praise him who, as it were, threatens to bring these things about—
ὁ δέ τις λέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν, τὸ δέον ὑγιάζειν, ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτω δὲ οἶμαι καὶ τὸν Θεὸν εἰρηκέναι τό· «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φα ραώ·» καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς Θεοῦ λογίων, τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ Θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειό νων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον τὰ γινόμενα καταπληττόμενοι ἀκολουθεῖν τοῖς Ἑβραίοις· «Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐ τοῖς·» ἀποῤῥητότερον δὲ καὶ βαθύτερον τάχα, καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν, οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς ἄγοντι αὐτὸν, καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρ χούσης κακίας ἐκβράσματα ἐπιτελέσας, ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἀπὸ τοσούτου πολέμου τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. Ἀλλ' εἰκὸς δυσπαθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγό μενον, ὡς ἄρα συμφέρον γεγονέναι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι, μέχρι καὶ τῆς καταποντώσεως. Ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι τοῦ περὶ τῶν εἰρημένων.
But someone will say, asserting that he is doing something foreign to the physicians' profession—namely, the healing that is needed—by leading to inflammations and abscesses. And so, I think, God too has said: "I will harden Pharaoh's heart." And since these things are written, the one who hears them as oracles of God, preserving the dignity of the speaker, accepts them, and everyone who seeks finds, even in these things, how to set forth the goodness of God as coming to pass—more manifestly, indeed, for the salvation of the people, who are made to believe through more numerous marvels; and secondly, concerning the Egyptians, as many as were going to be struck with amazement at what was happening and follow the Hebrews. For "a mixed multitude of many Egyptians," it says, "went out with them." But more secretly and more deeply, perhaps also for the purpose of being of benefit to Pharaoh himself, who no longer hides the venom nor holds in the condition, but draws it out and brings it into the open, and perhaps by acting loosens it, so that when he has completed all the outpourings of the indwelling wickedness, he may afterward have the tree that bears evils weakened, perhaps dried up at the end, when he is drowned—not, as one might suppose, for the purpose of being utterly destroyed, but for the purpose of being lightened after casting off his sins, and perhaps descending into Hades in peace from so great a war of the soul. But it is likely that those who encounter this will be painfully affected, supposing what is said to be violent—that it was actually advantageous to Pharaoh that his heart was hardened, and that everything recorded about him came to pass for his sake, up to and including his drowning. But see whether we can from this remove the offensiveness and produce persuasion concerning the things that have been said.
«Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυῒδ, τοῦ ἁμαρτωλοῦ·» ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἔτι δὲ αὐτὸς ὁ Δαυῒδ ἀπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ, καὶ τῶν εἰς αὐτὸν πιστευόντων, φησίν· «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δι καιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολὰς δέ μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν.» Οὐκοῦν χάρις Θεοῦ ἐστι τὸ ἄνομον ἐπισκεφθῆναι ῥάβδῳ, καὶ τὸν ἁμαρτωλὸν μάστιξι. Καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται· διὸ καὶ ἀπειλεῖ ὁ Θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰου δαίαν οἰκούντων, «Μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὑτῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμ φας αὐτῶν ὅταν μοιχεύωσι.» Καὶ ἀλλαχοῦ φησιν· «Ἀνθ' ὧν ἐκαθάρισά σε καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι.» Οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται. Παρατηρητέον δὲ καὶ ἐπὶ ταῖς προφητικαῖς ἀπειλαῖς
Many are the scourges of the sinner," says David; but his son teaches that God scourges every son whom he receives. And further, David himself, proclaiming the prophecy concerning Christ and those who believe in him, says: "If his sons forsake my law and do not walk in my judgments; if they profane my statutes and do not keep my commandments, I will visit their transgressions with a rod, and their iniquities with scourges; but my mercy I will in no way scatter away from them." Therefore it is a grace of God that the lawless one is visited with a rod, and the sinner with scourges. And to the extent that the one who sins is not scourged, he is not yet subject to discipline and correction; which is why God also threatens, if the sins of those who dwell in Judea become great, "that I will no longer visit their daughters when they commit fornication, and their brides when they commit adultery." And elsewhere he says: "Because I cleansed you and you were not cleansed, I will no longer be angry with you, nor will I be jealous over you any more." Therefore those with whom he is not angry when they sin—so to speak—he is not angry, though provoked. And one must also observe this in the prophetic threats
ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέροις ἐχθροῖς τοῦ λαοῦ. Τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται. Ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δ' ὅτι σκλη ρὸν οὐ σκληρύνεται, ἀλλ' ἀπὸ ἁπαλότητος ἡ σκλη ρότης εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν Γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. Λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων, γεγένηται πονηρὸς, ἀλλὰ καὶ ἤτοι αἰτιώμενος ὁ Θεὸς τῷ Φαραὼ, μάτην αἰτιᾶται, ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρ τημάτων τῶν κατὰ τὴν ἀπείθειαν τῷ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης ἐκεῖνος. Πιστευτέον μέντοιγε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν Ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· «Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; τῷ γὰρ βουλή ματι αὐτοῦ τίς ἀνθέστηκε;» τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν, καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. Ἤτοι οὖν οἱ ἐν Θεῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀνα πλάσσεται αὐτοῖς ἕτερος Θεὸς, ἢ ἀγαθός. Κατ' αὐ τοὺς Θεὸς, οὐκ ἐλεήμων μόνον, ἀλλὰ καὶ σκληρύνων, καὶ οὐκ ἔτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός.
in many cases, because the phrase is added: "They shall know that I am the Lord." And he threatens not only the Israelites, but also the Egyptians, and the Assyrians, and other enemies of the people. And this is recorded in Exodus as well, at the end of what are thought to be many threats. For does the one who hardens harden a hard thing? But it is clear that a hard thing is not hardened, but from softness hardness changes into hardness; and softness of heart is praiseworthy according to Scripture, as we have observed in many places. So then let them say whether Pharaoh, being good, became wicked; but also either God, when he blames Pharaoh, blames him in vain, or not in vain. If then in vain, how is he still wise and just? But if not in vain, he was the cause of the sins committed in disobedience by Pharaoh; and if he was the cause, that one was not of a nature that was perishing. Yet this too must be believed, because the Apostle, making full use of the sayings from here, says: "So then, on whom he wills he has mercy, and whom he wills he hardens. You will say to me then, Why does he still find fault? For who has resisted his will?" Who is the one who hardens and shows mercy? For indeed, according to the apostolic voice, it is not one who hardens and another who shows mercy, but the same one. Either, therefore, those who are shown mercy in God belong to the one who hardens Pharaoh's heart, and in vain is another God fashioned for them, or a good one. According to them, God is not only merciful but also one who hardens, and he would no longer be, as they suppose, good.
Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι, καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων, ἐνι στάμενοι καὶ δεικνύντες ὅτι οὔτε εἰς ἃ ὑπολαμβά νουσι περὶ Θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύ σεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. Ἡμεῖς δὲ πολλα χόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσα γόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν. Καὶ τὰ χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,» τοῦ ταῦτα εὐχομένου, δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐ τοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ, καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς Δια θήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σω τῆρος λέγοντος· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε δὲ ἐκάη·» οὐκ ἂν γὰρ μὴ σωτηρίου ὄντος τοῦ πυρὸς, ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν εἰς Χριστὸν πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων·
But we have examined all these things deliberately at greater length against those who grant themselves without examination the claim to have understood, and who presume upon the simplicity of our words, standing against them and showing that neither in the things they suppose about God, nor in the things they dogmatize about nature, does the word examined in the present matter contribute to them, as they think. But we, being persuaded from many sources, consider that the things brought upon us by God become toil and chastisement, never against those who suffer, but always on their behalf. And indeed the harshest of the names thought to be applied to God—anger and wrath—are said to reprove and to discipline in the verse: "O Lord, do not reprove me in your anger, nor discipline me in your wrath," by him who prays this, beseeching that he may not need the reproof that comes through the anger of God, nor the discipline that comes through his wrath, as though certain people were to be reproved by the anger of God and disciplined by his wrath. But so that we may the more accept what is said, we must also use similar sayings from the New Testament, since the Savior says: "I came to cast fire upon the earth, and would that it were already kindled!" For unless the fire were saving, which he came to cast upon the earth, and saving for human beings, the Son of the good God would not have said these things. But Peter also, having by his word taken away Ananias and Sapphira, who sinned by lying not to human beings but to the Lord, not only took thought for the edification of those who, from seeing what had happened, would become more reverent in faith in Christ, but also for those who were dying.
βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσέ βειαν, λέγων αὐτῷ· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δι καιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, καὶ νῦν ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Ποίου καιροῦ; ἢ τοῦ ὅτε ἐπι πληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλε πιστεύων ὄνασθαι τῆς θεοσεβείας; Ἀλλὰ καὶ Δημᾶς, καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρη μένοις. Καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς, καὶ αὐτὸς παραδίδοται
Wishing to release them from the body by a sudden death and unexpectedly, since they had some share in righteousness as well, inasmuch as they had given even half of their possessions for the need of those in want. And Paul also, by blinding with his words the one who was with the proconsul Sergius Paulus, through hardships turns him to godliness, saying to him: "O you full of all deceit and all villainy, son of the devil, enemy of all righteousness, will you not cease perverting the straight ways of the Lord? And now you shall be blind, not seeing the sun for a time." What time? Or is it the time when, struck and tormented for his sins, he was about to become worthy through repentance to see the sun both in soul and in body, so that the divine power might be proclaimed in the restoration of his sight—and in soul, when he was about to believe and enjoy godliness? But also Demas and Hermogenes, whom he handed over to Satan so that they might be disciplined not to blaspheme, have suffered something similar to those previously mentioned. And the one in Corinth who had his father's wife, he too is handed over
τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται Θεοῦ. Ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον. Καὶ ἐν ἄλλοις περὶ τοῦ αὐτοῦ. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι ἐπὶ τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ Θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται εἰς τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπάγῃ θεραπείαν. Τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν διηγαγέ σε Κύριος ὁ Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυ λάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνισέ σε· καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου·
to Satan for the destruction of the flesh, so that the spirit may be saved in the day of the Lord. It is not surprising, then, if even the things concerning Pharaoh, who was hardened and at the end was surrounded by such punishments, are ordered by the goodness of God. But these things have been said by us for the present, as they occurred to us, concerning the words, "The Lord hardened the heart of Pharaoh." But if anyone, keeping his piety toward God, finds something better and in no way touching on impiety, with testimonies from the divine Scriptures, those things should be used rather. And elsewhere concerning the same. Furthermore, I consider in the passages according to place, lest perhaps, just as physicians draw out the poison of those bitten by mad dogs to the surface, so that it may not feed within and destroy the man, they produce more grievous conditions and inflammations; so God draws out the evil hidden and lurking in the depths of the soul, through his healing art, to the outside, so that it may become manifest and more evident, in order that after this he may apply the subsequent cure. And I think such are also the sayings in Deuteronomy, having this manner: "And you shall remember all the way which the Lord your God led you these forty years in the wilderness, in order to afflict you, and to test you, and that the things in your heart might be known, whether you will keep his commandments or not. And he afflicted you and made you hungry; and he fed you the manna, which you did not know, and your fathers did not know;
ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄν θρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ἄνθρωπος.» Τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ Θεὸς καὶ πειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν, ἐναπο κείμενα δὲ τῷ βάθει, καὶ εἰς φανερὸν διὰ τῶν κακώσεων ἐρχόμενα. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ Κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον πρὸς τὸν Ἰὼβ, οὕτως· «Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος·» οὔτε γὰρ εἶπε, γένῃ δίκαιος, ἀλλ', ἵνα ἀναφανῇς, τοιοῦτος ὢν καὶ πρὸ τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. Καὶ πάλιν ἐν ἄλλῳ τόμῳ ἐν ταῖς αὐταῖς εἰς τὴν Ἔξοδον σημειώσεσιν. Ἔλεγε δέ τις τῶν καθ' ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν, λέγειν εἰώθασι τὸ, «Ἐγώ σε ἀπώλεσα,» καὶ, «Ἐγώ σε πονηρὸν ἐποίησα,» μετὰ τοῦ ἤθους ἐμφαίνοντες, ὅτι ἡ χρηστότης αὐτῶν καὶ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. Ὥσπερ οὖν τούτων λεγομένων δύναταί τις λέγειν συκοφαντῶν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότη τος τοῦ Θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ, ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. Παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολι κῶν ῥητῶν, ὃ νενόηκεν εἰπεῖν· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακρο θυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
so that he may announce to you that man shall not live by bread alone, but by every word that proceeds through the mouth of God man shall live. Observe in these things that God brings evils and tests, so that the things in each person's heart may be discerned, as being indeed present but stored away in the depth, and coming into the open through the inflictions of evil. Such also is what is announced in Job by the Lord through a whirlwind and clouds to Job, as follows: "Do you think that I have dealt with you otherwise than that you might appear righteous?" For he did not say, "that you might become righteous," but "that you might appear," being such even before the trials, but appearing in the things that happened. And again in another volume, in the same notes on Exodus. But one of those among us used to say, mitigating the question at issue from common usage, that often good masters, being long-suffering toward servants who sin, are accustomed to say, "I destroyed you," and, "I made you wicked," indicating along with the character that their goodness and long-suffering seem to have become an occasion for greater wickedness. Just as, then, when these things are said, one could say, slanderously, that the master has admitted to having made the servant wicked, so the things that became an occasion of Pharaoh's hardness through the goodness of God have been recorded as having hardened Pharaoh's heart. But this one will be consoled from apostolic sayings, which he has thought to say: "Or do you despise the riches of his goodness and forbearance and long-suffering, not knowing that the goodness of God leads you to repentance?
διὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοσύνης τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ὁ αὐτὸς γοῦν Ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπι στολῇ φησιν· «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·» ὡς τῆς μακροθυμίας αὐτοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς, καὶ οἱονεὶ γεγεννηκυίας. Εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρ τάνοντας, ἀλλ' ἐλεοῦντα, ἐπλεόνασε τῇ χύσει, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀρ γῆς, καὶ ἵν' οὕτως εἴπω, αὐτὸς τὰ πάντα πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο, αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. Ὅτε γὰρ σημείων τοσούτων καὶ τε ράτων γενομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ἐλέγχεται; τῆς σκληρότητος καὶ ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυναμένης γεγονέναι. Ὅμοιον δὲ καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· «Εἰς κρίμα
But because of your hardness and unrepentant heart you are storing up for yourself wrath on the day of wrath, and of revelation, and of the righteousness of God, who will repay each one according to his works. At any rate, the same Apostle says in the epistle to the Romans: "But if God, willing to show his wrath and to make known his power, bore with much long-suffering vessels of wrath fitted for destruction," as though his long-suffering had borne with the vessels of wrath and, so to speak, had given them birth. For if, beyond his being long-suffering—not punishing those who sin but having mercy—he abounded in the outpouring, in some way he himself bore the vessels of wrath by his own long-suffering, and, so to speak, he himself made them all vessels of wrath, and in this respect he himself hardened their heart. For when, after so many signs and wonders had occurred, Pharaoh is not persuaded but after such great things resists, how is he not shown to be harder and more unbelieving? The hardness and unbelief seeming to have come about from the wonders. Similar also is the saying in the Gospel: "For judgment
ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν ἐλήλυθε. Καὶ μεθ' ἕτερα οὕτως. Τὰ τεράστια γινόμενα, τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὡς παρὰ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δ' ἀπειθοῦσι σκληρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. Καὶ ἐκ τοῦ Εὐαγγελίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι περὶ τοῦ καὶ τὸν Σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι τισίν· «Οὐαί σοι χώρα Ζὶν, οὐαί σοι Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν,» καὶ τὰ ἑξῆς· προγνώστης γὰρ ὁ Σωτὴρ ὢν τῆς ἀπιστίας τῶν ἐν χώρᾳ Ζὶν, καὶ τῶν ἐν Βηθσαϊδὰ, καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως, ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν χώρᾳ Ζὶν, καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις, καὶ Σιδωνίοις, ἢ τούτοις; Καὶ μεθ' ἕτερα. «Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι, Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν.
I came into this world. For the Savior did not set out to come for judgment, but it followed upon his having come—his having come for judgment of those who did not believe in him after the wonders. But he also came for a fall. And after other things, as follows. The wonders that were performed were mercy for those who received them and believed, as among the mixed Egyptians who had come out with the people; but for the disobedient they brought hardness upon their hearts. And from the Gospel, beyond what has been said, one can also set alongside similar things concerning the fact that the Savior seemed to some to have become a cause of evils: "Woe to you, land of Zin; woe to you, Bethsaida, because if the signs that were performed in you had been performed in Tyre and Sidon, they would long ago have repented, sitting in sackcloth and ashes. But I say to you, it will be more tolerable for Tyre and Sidon than for you," and the rest. For since the Savior foreknew the unbelief of those in the land of Zin, and of those in Bethsaida, and of those in Capernaum, and that it becomes more tolerable for the land of Sodom on the day of judgment than for those, why did he perform the wonders in the land of Zin and in Bethsaida, seeing that because of these it becomes more tolerable on the day of judgment for the Tyrians and Sidonians than for these? And after other things. "But you shall say to Pharaoh: Thus says the Lord: Israel is my firstborn son. I said to you, Send out my people, so that they may serve me.
Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα γοῦν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.» Λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι Θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ βασιλέως, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν, καὶ ἀπειλῶν, εἰ μὴ ἀπολύσει, ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; Θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. Εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται, καὶ ἀναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δου-λεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ Δημιουργοῦ. Ἅπαξ δὲ ἐὰν νῦν ἀναγκασθῶσι βε- βιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ Δημιουργοῦ, ἀλλὰ φάσκειν αὐτὸν ἀγαθὸν εἶναι. Πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» πότερον ἀληθῶς πιστεύουσι λέγεσθαι ταῦτα ὑπὸ τοῦ Θεοῦ, διὰ Μωϋσέως ἐνθουσιῶντος, ἢ ψευδῶς· εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ Θεὸς, οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ Θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· «Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν·» καὶ ἀλλαχοῦ· «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» Τὸ γὰρ, «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσωπητικῶς λέγεται πρὸς τὸν Φαραὼ οὐκ ἐντρεπόμενον, οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. Καὶ τὸ λεγόμενον δὲ παρὰ Μωϋσέως πρὸς τὸν Φαραὼ, «Ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ, καὶ σὺ, καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν Κύριον,» δηλοῖ ὅτι φοβηθήσονται·
But if you do not wish to send him away, at any rate see: I will kill your firstborn son. One must therefore say to those who claim that these things are the acts of a just God, and who suppose, according to the surface meaning of the text, that the heart of Pharaoh the king was hardened so that he would not send away his people—how is the one who hardened the heart just, and who threatens, if he does not release him, to kill his firstborn son? For when they are hard pressed, they will acknowledge that he is wicked. Then again they will be overturned by other arguments and brought to the point of not being slaves to the surface wording, which in their view cannot preserve the justice of the Creator. But once they are now compelled to examine these matters by force, they will rise to the point of no longer accusing the Creator, but of declaring that he is good. One must therefore ask those who think they have understood the words "The Lord God hardened the heart of Pharaoh," whether they truly believe that these things were spoken by God through Moses when he was inspired, or falsely. For if falsely, then in their view God is no longer just, nor true, and as far as they are concerned not even God. But if truly, let them consider whether he does not accuse him as one possessing free will when he says, "But if you do not wish to send him away," and elsewhere, "How long will you not be ashamed before me?" For the words "How long will you not be ashamed before me?" are said in a reproachful way to Pharaoh, who was not ashamed—not because he was unable, but because he was unwilling. And what is said by Moses to Pharaoh, "That you may know that the earth is the Lord's, and you, and your servants, I know that you have never feared the Lord," shows that they will fear him.
ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους, περί τε ἀγαθότητος Θεοῦ, καὶ περὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.
which applies to the heterodox, both concerning the goodness of God and concerning the fact that no nature is destroyed.