Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ἐγενόμεθα, φησὶν, ἡμεῖς, ἃ καὶ αὐτός. Καὶ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς. Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τί ἐστιν, ἀρχὴν ὑποστάσεως; Τὴν πίστιν, δι' ἧς ὑπέστημεν, καὶ ἐγενόμεθα, καὶ ἐσώθημεν, ὡς ἂν εἴποι τις. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Εἰπὼν τὴν μαρτυρίαν, καὶ ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονεν. Μὴ τοίνυν νομίσητε, ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ὠφελήθησαν, ἐπεὶ μὴ ἐπίστευσαν. Ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. Τοὺς περὶ Χαλὲβ καὶ Ἰησοῦν φησι. Τίσι δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν, διὰ ἀπιστίαν. ΚΕΦΑΛ. Δʹ.
For we have become partakers of Christ. We have become, he says, what he himself is. And he is the head, and we the body. If indeed we hold fast the beginning of our substance firm to the end, in the saying: Today, if you hear his voice, do not harden your hearts, as in the provocation. What is the beginning of our substance? The faith, through which we have stood, and have become, and have been saved, as one might say. For who, having heard, provoked him? Having stated the testimony, he adds a question, which makes the argument clear. What he says is of this sort: They also heard, he says, just as we hear, but no benefit came to them. Do not suppose, then, that you will benefit from hearing the preaching, since they also heard but were not benefited, because they did not believe. But not all who came out of Egypt through Moses. He means those with Caleb and Joshua. With whom was he angry for forty years? Was it not with those who sinned, whose limbs fell in the wilderness? And to whom did he swear that they would not enter into his rest, if not to those who disobeyed? And we see that they were not able to enter, because of unbelief. CHAPTER 4.
Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γὰρ ἐσμὲν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι, ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ
πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαβὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Πόθεν τοῦτο δῆλον; ἐπειδὴ ὀφείλουσί τινες, φησὶν, εἰσελθεῖν, πάντες δὲ ἐκεῖνοι οὐκ εἰσῆλθον. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο δῆλον. Μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Δηλονότι, ὡς μελλόντων τινῶν τεύξασθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Καὶ πόθεν δῆλον; Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
Let us therefore fear, lest, while a promise of entering into his rest remains, any of you should seem to have fallen short. For we have been evangelized, just as they also were, but the word of hearing did not profit those, since they were not united with the faith of those who heard. For we who have believed enter into the rest, just as he has said: As I swore in my wrath: If they shall enter into my rest—although the works had been made from the foundation of the world. For he has said somewhere concerning the seventh day thus: And God rested on the seventh day from all his works; and again in this: If they shall enter into my rest. Since therefore it remains for some to enter into it, and those who were formerly evangelized did not enter because of disobedience, again he designates a certain day, Today, saying in David after so much time, as it is said: Today, if you hear his voice, do not harden your hearts. From where is this clear? Since some, he says, must enter, but all those did not enter. But that it is necessary to enter, and that some must enter, let us hear from where this is clear. After so many years, he says, David again says, Today, if you hear his voice. For if Jesus had given them rest, he would not have spoken afterward concerning another day. Evidently, as some being about to obtain some recompense, he says these things. For they did not enter into his rest, not having accepted the faith. Therefore a sabbath rest remains for the people of God. And from where is this clear? From his commanding, Do not harden your hearts.
Οὐ γὰρ, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα οὐ παρηγγέλλοντο. Εὖ δὲ καὶ τὸ μὴ κατάπαυσιν εἰπεῖν, ἀλλὰ σαββατισμὸν, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἐπέτρεχον. Σαββατισμὸν δὲ, τὴν βασιλείαν καλεῖ. Σαββατισμὸς οὖν ἄρα νοητὸς καὶ ἀληθὴς, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ὥσπερ ὁ Θεὸς, φησὶ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναστάσεως ὁ λόγος, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι, πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Ἵνα μὴ νομίσῃ τις, ὅτι ἁπλῶς τῆς καταπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν. Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἔχοντες οὖν Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ. Οὕτω, φησὶν, ἔχομεν δοῦναι τὰς εὐθύνας τῶν πεπραγμένων. Κρατῶμεν τῆς ὁμολογίας. Καὶ ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασις καὶ ἀνταπόδοσις, καὶ ὅτι Θεὸς ὁ Χριστός ἐστιν. Οὐ γὰρ ἔχομεν Ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας.
For if there were no sabbatismos, these things would not have been commanded. And it is well that he said not "rest" but "sabbatismos," the proper name, and that to which they were running. And he calls the kingdom a sabbatismos. So then the noetic and true sabbatismos is the time of the sojourn of our Savior. For he who has entered into his rest has himself also rested from his works, just as God did from his own. Let us therefore be diligent to enter into that rest, lest anyone fall in the same example of disobedience. As God, he says, rested from his works, so does he who enters into his rest. For since the discourse was about the resurrection, and they desired to hear when it would be, he shut up the discourse to this. For the word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the division of soul and spirit, of joints and marrow, and is a discerner of the thoughts and intents of the heart. And there is no creature hidden before him, but all things are naked and laid bare to his eyes. Lest anyone think that he will merely be deprived of the rest, he adds also punishment. To whom we must give an account. Having therefore a great High Priest, who has passed through the heavens, Jesus the Son of God. Thus, he says, we have to give an account of what we have done. Let us hold fast our confession. And what confession does he mean? That there is resurrection and recompense, and that Christ is God. For we do not have a High Priest who is unable to sympathize with our weaknesses, but one who has been tempted in all things according to likeness, without sin.
Οὐ γάρ ἐστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν ταῖς θλίψεσιν οὐκ ἴσασιν. Ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα δὲ ὑπέστη, φησὶν, ὁ Ἀρχιερεὺς ὁ ἡμέτερος. Διὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. Προσερχόμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον. Θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως. Ὅλον γὰρ τὸ πρᾶγμα φιλοτιμία ἐστὶ, καὶ δωρεὰ βασιλικὴ, τὰς ἁμαρτίας ἀφιεῖσα. Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Νῦν ἐὰν προσέλθῃς, φησὶν, λήψῃ καὶ χάριν, καὶ ἔλεον. Εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι. Ἄκαιρος γὰρ τότε ἡ προσδοκία. Οὐκ ἔστι γὰρ τότε θρόνος χάριτος, ἀλλὰ θρόνος κρίσεως· Ἀνάστα γὰρ, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Τὸ δὲ, μετὰ παῤῥησίας, ἀντὶ τοῦ, μὴ ἔχοντες συνειδὸς πονηρὸν, μηδὲ διστάζοντες. Οὐ δύναται γὰρ μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν. Ἵνα μὴ ἀκούσας Ἀρχιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρόνον ἀνάγει τὸν βασιλικόν. Ὁρᾷς ὅτι τὸ γενέσθαι Ἀρχιερέα, οὐ φύσεώς ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως.
For he is not, he says, ignorant of our affairs, as many of the high priests are, who do not know those in afflictions. For among men it is impossible to know the affliction of one who is afflicted without having had experience, and having come through things perceived by the senses. But our High Priest, he says, endured all things. For this reason he first endured, and then ascended, so that he might be able to sympathize. Let us therefore approach with boldness the throne of grace, so that we may receive mercy. It is a throne of grace, not a throne of judgment. For the whole matter is a mark of honor, and a royal gift, forgiving sins. And may we find grace for timely help. Now if you approach, he says, you will receive both grace and mercy. For you approach at the right time; but if you approach then, no longer. For then the expectation is out of season. For then there is not a throne of grace, but a throne of judgment; for Arise, O God, he says, judge the earth. And the phrase with boldness means not having an evil conscience, nor doubting. For such a one cannot approach with boldness. So that, having heard High Priest, you should not think that he stands, he immediately leads you up to the royal throne. You see that to become High Priest is not of nature, but of condescension and emptying.
ΚΕΦΑΛ. Εʹ.
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων ἀναλαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις· ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Σύγκρισιν ποιούμενος τῶν διαθηκῶν, ἀπὸ ἱερέων ἄρχεται. Ἐργάζεται δὲ αὐτὴν οὕτως· ὅτι οἱ μὲν τῆς παλαιᾶς, ἐξ ἀνθρώπων ἦσαν, ὁ δὲ τῆς καινῆς, ἐκ Πνεύματος ἁγίου, εἰ καὶ ἄνθρωπος γέγονεν. Καὶ ὁ μὲν περίκειται ἀσθένειαν, ὁ δὲ ἀναμάρτητος ἔμεινεν· Οὐ γὰρ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὥσπερ ἐκδέρων τις τὰ ἱερεῖα, πάντα τὰ ἔνδον δῆλα ποιεῖ, οὕτως τῷ Θεῷ δῆλα πρόκειται πάντα. Καθάπερ καὶ Ἀαρών· οὕτω δὲ καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σύ. Ἐνταῦθα ἕτερον πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα. Ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα. Τοῦτο προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Κατὰ τὴν τάξιν Μελχισεδέκ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Ὅτι τῶν ἐθνῶν ἱερεὺς ἦν, ὅτι διὰ ἄρτου, καὶ οἴνου τὴν θυσίαν ἀνέφερεν.
CHAPTER 5.
For every high priest taken from among men is appointed on behalf of men in things pertaining to God, that he may offer both gifts and sacrifices for sins, being able to bear moderately with those who are ignorant and going astray; since he himself also is encompassed with weakness, and because of this he ought, just as for the people, so also for himself, to offer for sins. And no one takes the honor to himself, but he who is called by God. Making a comparison of the covenants, he begins from the priests. And he works it out thus: that those of the old covenant were from among men, but he of the new covenant was from the Holy Spirit, even if he also became a man. And the one is encompassed with weakness, but the other remained without sin; for no guile was found in his mouth. Just as one who flays the sacrificial victims makes all the inward parts visible, so all things lie open and visible to God. Just as also Aaron; so also Christ did not glorify himself to become high priest, but he who spoke to him, You are my Son. Here again he heals another point, that he has been sent from God. This Christ said when conversing with the Jews up and down, I have not come of myself. Today I have begotten you; just as also in another place he says, You are a priest forever. This is a preparation for his being ordained by God. According to the order of Melchizedek; who in the days of his flesh, having offered up both supplications and entreaties to him who was able to save him from death, with loud crying and tears, and having been heard because of his godly fear. That he was a priest of the nations, that through bread and wine he offered up the sacrifice.
Καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τοῦτο κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· ἱκέτευεν γὰρ ὑπὲρ τῶν δύο λαῶν. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστίν.
ΚΕΦΑΛ. ς ʹ.
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, Ἀρχήν φησι, τὸν διὰ τῆς πίστεως θεμέλιον· τελειότητα δὲ, τὴν δι' ἔργων ἀγαθῶν ἐποικοδομήν. Ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας. Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου. Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου. Οὗ ἔχομεν διὰ τοῦ χαρίσματος. Καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα. Τὴν διδασκαλίαν τῆς ὁμολογίας.
Although he was a Son, he learned obedience from what he suffered, and having been made perfect, he became the cause of eternal salvation to all who obey him, being designated by God as high priest according to the order of Melchizedek; concerning him we have much to say, and it is hard to explain, since you have become sluggish in hearing. For though by this time you ought to be teachers, you again need someone to teach you what are the elements of the beginning of the oracles of God, and you have come to need milk, and not solid food. For everyone who partakes of milk is unskilled in the word of righteousness, for he is an infant. But solid food is for the mature, for those who by reason of use have their senses trained to discern both good and evil. This shows his providential care and the exceeding greatness of his love; for he interceded on behalf of the two peoples. And these things belong to the dispensation.
CHAPTER 6.
Therefore, leaving the word of the beginning of Christ, let us press on to perfection, not again laying a foundation of repentance from dead works, and of faith toward God, of the teaching of baptisms. He calls the foundation through faith the beginning, and perfection the building up through good works. And of the laying on of hands, and of the resurrection of the dead, and of eternal judgment. And this we will do, if God permits. For it is impossible for those who were once enlightened. For in this way they received the Spirit. And tasted of the heavenly gift. That is, of the forgiveness of sins. And became partakers of the Holy Spirit. Which we have through the grace. And tasted the good word of God. The teaching of the confession.
Δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας πάλιν. Τοῦτό φησι, διὰ τὸ θαύματα τοὺς βαπτιζομένους ἐπιτελεῖν. Τότε γὰρ οἱ βαπτιζόμενοι χαρίσματα ἐλάμβανον, ὥστε ἐνεργεῖν δυνάμεις. Ἀνακαινίζεσθαι εἰς μετάνοιαν. Τουτέστι, διὰ μετανοίας. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐκβεβλημένης τῆς μετανοίας· μὴ γένοιτο· ἀλλ' ὡς
μὴ δυνατοῦ ὄντος τοῦ διὰ τοῦ λουτροῦ ἀνακαινισμοῦ. Διὸ οὐκ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγε, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. Τὸ γὰρ καινὸν ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν. Ἀνακαινισθήσεται γὰρ ὡς ἀετοῦ ἡ νεότης σου. Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Τὸ βάπτισμα σταυρός ἐστι, καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Καὶ πάλιν· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν ἐκεῖ οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστι· εἰ γὰρ θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα· ὁ τοίνυν δεύτερον βαπτιζόμενος, πάλιν αὐτὸν σταυροῖ. Ὥσπερ γὰρ ἀπέθανε Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι· οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. Γῆ γὰρ πιοῦσα τὸν ἐπὶ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει. Ὑετὸν, τὴν διδασκαλίαν, φησὶν, ὡς καὶ ἑτέρωθι· Ἐντελοῦμαι γὰρ ταῖς νεφέλαις, τὸ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
And powers of the age to come, and those who have fallen away again. He says this because those who were baptized performed miracles. For at that time those who were baptized received gifts, so as to work powers. To be renewed again to repentance. That is, through repentance. But he says this, not as though repentance had been cast out—God forbid—but as
though the renewal through the washing were not possible. Therefore he did not say, "It is impossible to be renewed to repentance," and stop there, but he added how it is impossible: "to renew them again," that is, to become new. For to make a thing new belongs to the washing alone. For your youth shall be renewed like the eagle's. Crucifying for themselves the Son of God again, and exposing him to public shame. Baptism is a cross, and our old man was crucified with him. For we have become conformed to the likeness of his death. And again: For we were buried with him through baptism into death. Just as, then, there is no second crucifixion of Christ there—for this is to expose him to public shame; for if death no longer has dominion over him, and then he is crucified again, all those things are a myth—so the one who is baptized a second time crucifies him again. For just as Christ died on the cross, so we die in baptism—not to the flesh, but to sin. For the earth, having drunk the rain that comes often upon it, and bringing forth vegetation suitable for those for whom it is also cultivated, partakes of blessing. Rain, he says, means the teaching, as also elsewhere: For I will command the clouds not to rain rain upon it.
Ἐνταῦθα δηλοῖ, ὅτι ἐδέξαντο, καὶ συνέπιον τὸν λόγον, καὶ οὐδὲ οὕτως ἀπώναντο, μικροψυχοῦντες ἐν τοῖς πειρασμοῖς. Εὐλογίας ἀπὸ Θεοῦ. Ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς, τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας. Ἐκφέρουσα δὲ ἀκάνθας. Ἐπεὶ καὶ πάλιν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο. Ἀλλὰ τί· ἐκφέρουσα ἀκάνθας· ὡς ἂν εἴποι τις, ἐκβράσσουσα. Καὶ τριβόλους, ἀδόκιμος. Πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα, ὡς καὶ ὁ Δαβίδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἀκάνθας. Οὐ γὰρ ἁπλῶς ἐπέρχονται, ἀλλ' ἐμπήγνυνται. Κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ, ὁμοίως καθάπερ ἐπὶ τῆς ἀκάνθης. Καὶ τί λέγω αὐτὸ τὸ μικρόν; καὶ γὰρ μετὰ τοῦ ἐξαιρεθῆναι ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλειον αὐτῆς ἐλευθερωθῆναι. Οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ καὶ τοῦτον πληγέντα θεραπεῦσαι τόπον. Εἰκότως τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. Ὅθεν γὰρ αὐτῆς κατάσχῃς, πλήττει καὶ δάκνει. Καὶ κατάρας ἐγγύς. Κατάρας εἶπεν ἐγγὺς, οὐ κατάρα. Ὁ δὲ μηδέπω εἰς τὴν ἀρὰν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. Ἧς τὸ τέλος εἰς καῦσιν. Οὐκ εἶπεν, ἥτις καήσεται. Ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· Ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καθαψάμενος αὐτῶν ἱκανῶς, θεραπεύει πάλιν, ὥστε μὴ καταβαλεῖν.
Here he shows that they received and drank in the word, and not even so did they benefit, being fainthearted in temptations. Blessings from God. Here he says that God becomes the cause of all things, gently striking the Greeks, who ascribe the generation of fruits to the power of the earth. But bringing forth thorns. Since again he did not say, bearing thorns, nor did he use this useful name. But what? Bringing forth thorns; as one might say, belching forth. And thistles, worthless. Everywhere the Scripture calls sins thorns, as David also says: I was turned to misery, when thorns were fixed in me. For they do not simply come upon one, but are fixed in. And if a little of it remains, and we do not remove it all, that very little causes pain, just as in the case of a thorn. And why do I say that very little? For even after it is removed, it leaves the pain of the wound for a long time, and there is need of much care and healing, so as to be fully freed from it. For it is not enough merely to remove the sin, but also to heal the place that was wounded. With good reason he called sin a thistle. For wherever you grasp it, it strikes and bites. And near to a curse. He said near to a curse, not a curse. But he who has not yet fallen into the curse, but has come near, will also be able to become far from it. Whose end is for burning. He did not say, which will be burned. But what? Whose end is for burning; if it persists to the end, he says. But we are persuaded better things concerning you, beloved, and things that accompany salvation, even if we speak thus. Having touched them sufficiently, he heals them again, so as not to cast them down.
Τί γάρ φησιν; Οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ἀκανθῶν ὑμᾶς πλήρεις, ἀλλὰ δεδοικότες, μὴ τοῦτο γένηται. Ἐπήγαγε γὰρ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες. Βαβαὶ, πῶς αὐτῶν ἀνέῤῥωσε τὴν ψυχὴν, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ποίαν ἀνάγκην κατέστησε, τοῦ μὴ προσδοκᾷν ἐπιλανθάνεσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Τοῦτο θαυμαστόν ἐστι, καὶ τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν. Τὸ γὰρ εἰπεῖν, ἐπιθυμοῦμεν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερος, τοιοῦτος εἶναι καὶ εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον εὐπαράδεκτον εἰργάζετο· καὶ οὐκ εἶπεν, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλὰ πατρικῆς φιλοστοργίας τὸ πλέον τοῦ θέλειν, ἐπιθυμοῦμεν. Ἵνα μὴ νωθροὶ γένησθε. Καθάπερ, φησὶν, ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ ψυχὴν ἡ ἀργία τῶν
For what does he say? "We do not say these things as though we had condemned you, nor as though we thought you full of thorns, but fearing lest this should happen." For he added: "We are persuaded better things concerning you, and things that accompany salvation. For God is not unjust to forget your work and the labor of love which you showed toward his name, having ministered to the saints and still ministering." Alas, how he strengthened their soul by reminding them of former deeds, and into what a necessity he placed them, so as not to expect God to forget! For it is necessary that he sin, who has not been fully assured concerning hope. "But we desire that each of you show the same diligence unto the full assurance of hope until the end." This is wonderful, and characteristic of Paul's understanding, that he does not point out that they had given way. For to say "we desire" is as if one should say: I wish you to be diligent always, and such as you were before, to be such also for the future; for this made the reproof easy to accept. And he did not say "I wish," which would have been the mark of a teacher's authority, but "we desire," which belongs more to a father's affection than to the will. "That you may not become sluggish." Just as, he says, idleness harms the body, so also idleness harms the soul of those
ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. Μιμηταὶ δὲ τῶν διὰ πίστεως, καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Ἵνα μὴ νομίσωσιν, ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστιν. Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων. Καθαψάμενος αὐτῶν, γενναίως πάλιν εἰς ἐλπίδας φέρει, ὅτι πάντων ἐπιτεύξονται τῶν ἐλπιζομένων. Προστίθησι δὲ τοὺς μισθοὺς, ἵνα μὴ ἀποκάμωσι πρὸς τοὺς καμάτους, καὶ πιστοῦται τοῦτο ἐκ παραδειγμάτων. Ἔχων δὲ πολλοὺς εἰπεῖν, Ἀβραὰμ εἰς μέσον ἄγει, διὰ τὸ ἀξίωμα τοῦ προσώπου. Εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Λεληθότως ἀναμιμνήσκει αὐτοὺς τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν. Ἀμὴν, ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες. Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις διακόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν. Τουτέστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον. Δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν καὶ πίστεως. Ἐὰν γὰρ εἴπῃ, ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας;
It makes them more slack and weak in good things. But be imitators of those who through faith and patience inherit the promises. So that they might not think that, being despised as worthy of no account, they were abandoned, but that they might know that this is the mark of the most noble men. For when God made promise to Abraham, since he had no one greater by whom to swear, he swore by himself, saying. Having touched them, he again nobly brings them to hopes, that they will obtain all things hoped for. And he adds the rewards, so that they may not grow weary in their labors, and he confirms this from examples. And having many to mention, he brings Abraham into the middle, because of the dignity of the person. Surely blessing I will bless you, and multiplying I will multiply you. He secretly reminds them of the oaths of Christ, which he continually spoke. Amen, amen I say to you, he who believes in me shall not die forever. And so, having patiently endured, he obtained the promise. For men swear by the greater, and an oath for confirmation is to them an end of all contradiction. In which God, desiring more abundantly to show to the heirs of the promise the immutability of his counsel, interposed with an oath, so that by two immutable things, in which it is impossible for God to lie, we who have fled for refuge might have strong consolation. Here he frightens them, showing that a promise is often broken through faintness of soul. That is, to journey through life by way of temptations. But it is necessary, he says, to bear all things with patience and faith. For if he says that he gives, and you receive immediately, what did you also believe?
Κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν. Ἀπὸ τούτων, φησὶ, τὰ μέλλοντα στοχαζόμεθα. Εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. Ὥστε τὰ πρὸς Ἀβραὰμ γινόμενα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Καὶ εἰσερχομένην. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, δείκνυσιν ἐν τοῖς ἐπηγγελμένοις διὰ τῆς ἐλπίδος· καὶ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλὰ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἀντὶ τοῦ, εἰς τὸν οὐρανόν. Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ. Εὔκαιρος ἡ τοῦ προδρόμου ὀνομασία, ὡς καὶ ἡμῶν ὀφειλόντων λαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων τὸ μέσον. Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἰδοὺ καὶ ἑτέρα παράκλησις, εἴ γε ἄνω ὁ ἱερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τοῦ παρὰ Ἰουδαίοις.
ΚΕΦΑΛ. Ζʹ.
Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας Ἀβραάμ. Πολλαχοῦ τὴν σύγκρισιν ποιεῖται τῆς Παλαιᾶς καὶ τῆς Καινῆς. Ὅρα οὖν πάλιν καὶ ἐντεῦθεν δεικνύντα, ὅτι ὁ τύπος τῆς ἱερωσύνης Χριστοῦ, τουτέστιν ὁ Μελχισεδὲκ, πολὺ βελτίων ἦν τῶν κατὰ νόμον ἱερέων. Καὶ ὅρα πῶς αὔξει, πρῶτον μὲν ἀπὸ τοῦ ὀνόματος· ὁ γὰρ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης ἑρμηνεύεται· ἔπειτα καὶ ἀπὸ τοῦ τρόπου, ὅτι ἀπάτωρ καὶ ἀμήτωρ. Ὁ τοιοῦτος γὰρ ὁ Μελχισεδὲκ, μὴ γενεαλογούμενος, ἄγνωστος ἡμῖν καὶ τίνος πατρὸς, καὶ οἵας μητρὸς, καὶ πόθεν ἔσχεν τὴν ἀρχὴν, καὶ οἷον ἔχει τὸ τέλος. Οὐδὲν γὰρ περὶ αὐτοῦ γενεαλογεῖ ἡ Γραφὴ, ὥσπερ ἐπὶ τῶν ἄλλων.
To grasp the hope set before us, which we have as an anchor of the soul, both sure and steadfast. From these things, he says, we infer those things that are to come. For if these things came to pass after so great a time, then certainly those things too. So that the things that happened to Abraham confirm us also concerning things to come. And entering in. While we are still in the world, he shows that we are in the promised things through hope; and he did not say, We are inside, but that hope itself entered inside, which was truer and more persuasive. Into the inner part of the veil. In place of, into heaven. Where Jesus entered as a forerunner on our behalf, according to the order of Melchisedek. The naming of forerunner is timely, since we too must receive it. For the distance between the forerunner and those who follow is not great. Having become high priest forever. Behold, another encouragement, if indeed our priest is above, and far better than the one among the Jews.
CHAPTER 7.
For this Melchisedek, king of Salem, priest of God Most High, who met Abraham. In many places he makes the comparison of the Old and the New. Observe, then, again, that he shows from this also that the type of Christ's priesthood, that is, Melchisedek, was far better than the priests according to the law. And observe how he magnifies it, first from the name; for Melchisedek is interpreted king of righteousness; then also from the manner, that he was without father and without mother. For such a one was Melchisedek, not being genealogized, unknown to us both as to whose father and of what mother he was, and whence he had his beginning, and what kind of end he has. For the Scripture does not genealogize anything about him, as in the case of the others.
Εἰ τοίνυν ὁ τύπος τοσοῦτος, πόσῳ μᾶλλον ἡ ἀλήθεια, τουτέστιν ὁ Χριστός. Ὅτι δὲ τύπος ἦν αὐτοῦ ὁ Μελχισεδὲκ, ἔδειξε μὲν καὶ ἡ ὁρκωμοσία ἡ πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἔπειτα ἐκ τοῦ ὀνόματος· τίς γὰρ βασιλεὺς δικαιοσύνης, ἢ ὁ Κύριος ἡμῶν; Αὐτὸς γάρ ἐστι καὶ Βασιλεὺς εἰρήνης· εἰρηνοποίησε γὰρ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Αὐτὸς καὶ ἀπάτωρ, καὶ ἀμήτωρ· ἄνω μὲν ἀμήτωρ, κάτω δὲ ἀπάτωρ. Αὐτὸς καὶ μὴ γενεαλογούμενος· Τὴν δὲ γενεὰν γὰρ αὐτοῦ, φησὶ, τίς ἔγνω; Οὐ γὰρ δυνατὸν αὐτοῦ τὴν ἄνω γέννησιν ἐξειπεῖν. Αὐτὸς καὶ εἰς τοὺς αἰῶνάς ἐστιν· τουτέστιν, οὐκ ἔχει
ζωῆς τέλος. Αὐτὸς καὶ πρὸ παντὸς αἰῶνος· καὶ τοῦτό ἐστιν, οὐδ' ἀρχὴν ἡμερῶν. Ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλογούμενος. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε, Διὰ γὰρ τοῦτο εἶπεν, ὑπήντησεν ὑποστρέφοντι. Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν. Καὶ πῶς, ἢ τῷ μὴ ἐκφέρεσθαι; Λέγει οὖν, ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος καὶ ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι.
If, then, the type is so great, how much more the truth, that is, Christ. And that Melchizedek was a type of him, the oath sworn to him also showed: "You are a priest forever, according to the order of Melchizedek." Then, from the name: for who is a king of righteousness, if not our Lord? For he himself is also King of peace, for he made peace between the things in the heavens and the things on the earth. He himself is also without father and without mother: above without mother, below without father. He himself is also without genealogy: "But his generation," he says, "who has known?" For it is not possible to declare his generation above. He himself also is unto the ages, that is, he has no end of life. He himself is also before every age; and this means, nor beginning of days. When he returned from the slaughter of the kings, and blessed him, to whom Abraham also apportioned a tenth of all things: first, being interpreted, king of righteousness, then also king of Salem, which is, king of peace, without father, without mother, without genealogy. It is not possible to say, he says, that he gave it to him as one who had shared in the war; for this reason he said, he met him as he returned. Having neither beginning of days nor end of life, but made like the Son of God, he remains a priest continually. Now consider how great this man is, to whom Abraham also gave a tenth. And how, except by not being brought forth? He says, then, that just as this man is without father by not being genealogized, so Christ by the very nature of the matter, and just as we do not know of this man either a beginning of days or an end of life because it has not been written, so also in the case of Jesus, not because it has not been written, but because it is not.
Ἐκεῖνο μὲν τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν καὶ βασιλεὺς δικαιοσύνης, καὶ βασιλεὺς εἰρήνης· ἐκεῖ δὲ πράγματος ἀλή θεια· οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. Ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια, τὰ λάφυρα λέγει. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε. Τοσαύτη, φησὶν, ἦν τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορας, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. Δεκάτην οὖν παρ' ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν παρ' αὐτῶν τούτων δεκάτας λαμβάνωσιν, ἄρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνοι δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκε ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ, μαρτυρούμενος ὅτι ζῇ, καὶ, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ. Ὁ δὲ καταλαμβάνων, δεδεκάτωται. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, τὸ ἐπαγγελίαν ἔχειν τὸν Ἀβραὰμ, δείκνυσιν ἐκεῖνον ὄντα σεμνότερον. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
That was a type, and for this reason, from the fact that it was not written; but this is the truth, and for this reason, from the fact that it is not. Just as also in the case of names, here there were appellations, both king of righteousness and king of peace; but there, the truth of the reality; so also here there are appellations, but there, the truth of realities. From the first-fruits the patriarch. First-fruits, he says, the spoils. And those indeed from the sons of Levi who receive the priesthood have a commandment to tithe the people according to the law, that is, their brothers, although they have come out from the loins of Abraham. But he who is not genealogized from them has tithed Abraham, and has blessed the one having the promises. So great, he says, was the superiority of the priesthood, that even those of equal honor from their ancestors, and having the same forefathers, are much better than the others. They receive a tenth, then, from them. When, then, they receive tithes from these very ones, are not these indeed in the rank of laymen, but those among the priests? And not only this, but he was not even of equal honor with them, but from another race. So that he would not have given tithes to a foreigner, unless the honor were great. But without all contradiction the lesser is blessed by the better. And here indeed dying men receive tithes, but there, being witnessed that he lives, and, so to speak, through Abraham and Levi. But the one who receives has been tithed. Since above and below this was the venerable thing, that Abraham had the promise, he shows that he is more venerable. For he was still in the loins of his father when Melchizedek met him.
Οὐκοῦν, φησὶν, κρείσσων ὁ τύπος τοῦ Κυρίου, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Ἐν αὐτῷ ἦν, φησὶν, ὁ Λευΐ, εἰ καὶ οὔπω ἐτέχθη. Ἴδε πόσον τὸ μέσον τοῦ τὸν τύπον ἔχοντος τοῦ Ἀρχιερέως ἡμῶν, καὶ τῶν κατὰ νόμον. Ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Δείξας ὅτι πολὺ βελτίων, καὶ τοῦ Λευΐ, καὶ τοῦ Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ, λέγων· Τίνος ἕνεκεν οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών; Λέγει οὖν, ὅτι εἰ τελείους ἐποίει ὁ νόμος, διὰ τί μετετίθετο; ἡ γὰρ τοῦ ἱερέως μετάθεσις καὶ νόμου μετάθεσις ἦν. Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα. Τουτέστιν, αὐτῇ στοιχεῖ, καὶ δι' αὐτῆς ἅπαντα πράττει. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Αὐτῇ γὰρ ἐκέχρητο. Φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα. Τοῦτο πρὸς τοὺς λέγοντας, Τί ἔδει Καινῆς Διαθήκης; Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον. Οὕτω γὰρ, φησὶ, τὴν τοῦ Ἀαρὼν ἐξέβαλεν. Ἐντολῆς σαρκίνης γέγονε. Κατὰ πάντα γὰρ νόμος σάρκινος ἦν. Περίτεμε, φησὶ, τὴν σάρκα σου, χρίσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, περίκειρον τὴν
So then, he says, the type is better than the Lord, and better than him who has the promises. If, then, perfection was through the Levitical priesthood. In him, he says, was Levi, even though he had not yet been born. See how great the difference between him who has the type of our High Priest and those according to the law. For the people were legislated for under it; what further need was there for another priest to arise according to the order of Melchizedek, and not to be called according to the order of Aaron? Having shown that Melchizedek is much better, both than Levi and than Abraham, having become a priest in their order, he again attempts from another point, saying: For what reason did he not say, according to the order of Aaron? He says, then, that if the law made perfect, why was it changed? For the change of the priest was also a change of the law. For when the priesthood is changed, of necessity a change of law also takes place. For he to whom these things are said. That is, it serves him, and through it he does all things. For it is not possible to say that it was perfect, but did not preside over the people. For it was used by them. He has partaken of another tribe, from which no one has attended to the altar. For it is evident that our Lord has arisen from Judah, a tribe concerning which Moses spoke nothing about priesthood. And it is still more evident, if according to the likeness. This is against those who say, What need was there of a New Covenant? Melchizedek arises, another priest, who is not according to the law. For thus, he says, he cast out that of Aaron. It has become a commandment of flesh. For according to all things the law was fleshly. Circumcise, he says, your flesh, anoint the flesh, wash the flesh, shave the
σάρκα. Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐχ ὁ Μελχισεδὲκ, ἀλλ' ὁ Χριστὸς, ὃς τῇ οἰκείᾳ δυνάμει ζῇ. Τουτέστιν, οὐ προσκαίρου, οὐδὲ πέρας ἔχοντος. Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡ προάγουσα, φησὶν, ἐντολὴ, τουτέστιν ἡ προδεδομένη ἐντολὴ τῆς Παλαιᾶς Διαθήκης· λέγει δὲ τὸν νόμον· ἀθετεῖται, φησὶν, καὶ ἐκβάλλεται, ἐπειδὴ τελειῶσαι οὐκ ἠδύνατο τὸν ἄνθρωπον. Ἐπεισάγεται δὲ, φησὶν, ἡ κρείσσων ἐλπὶς, ἡ καὶ ἐγγίσαι ἡμᾶς ποιοῦσα τῷ Θεῷ. Λέγει δὲ τὴν Νέαν, δι' αὐτῆς γὰρ συνήφθημεν τῷ Θεῷ καὶ Πατρί· καὶ ταύτην ἔτι αὔξων, οὐ χωρὶς ὁρκωμοσίας λέγει γεγενῆσθαι. Ἐκείνη δὲ ἡ παλαιὰ χωρὶς ὁρκωμοσίας ἦν. Ὅρα δὲ πῶς καὶ τὰ δύο αὔξει, ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική. Τοῦτο δὲ αὐτῇ σημαίνει ἀπὸ τοῦ Χριστοῦ. Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου, καὶ τοῦ ὅρκου. Κατὰ τοσοῦτον καὶ κρείττονος διαθήκης γέγονε ἔγγυος Ἰησοῦς, καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν.
in the flesh. But according to the power of an indestructible life. For he testifies: You are a priest forever according to the order of Melchizedek. Not Melchizedek, but Christ, who lives by his own power. That is, not by a temporary life, nor one that has an end. For there is an annulment of the preceding commandment, because of its weakness and uselessness. For the law perfected nothing; but there is the introduction of a better hope, through which we draw near to God, and insofar as it was not without an oath. For those became priests without an oath, but he with an oath, through the one who says to him: The Lord swore, and will not repent. You are a priest forever according to the order of Melchizedek. The preceding commandment, he says, that is, the commandment previously given of the Old Testament—he means the law—is annulled, he says, and cast out, since it could not perfect man. But there is introduced, he says, the better hope, which also makes us draw near to God. He means the New, for through it we have been joined to God and the Father; and still magnifying this, he says it came to be not without an oath. But that old one was without an oath. And observe how he magnifies both, that it has no end as the legal one did. And he signifies this to it from Christ. For according to the power, he says, of an indestructible life, and of the oath. And to that extent Jesus has become the guarantor of a better covenant, and those have become priests in greater number, because they were prevented by death from remaining; but he, because he remains forever, has an unchangeable priesthood. Therefore he is also able to save completely those who draw near to God through him, always living.
Ὅτι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι, οὐκ ἂν τοῦτο ἐποίει, εἰ μὴ ζῶν ἦν. Ὁσάκις δὲ ἱερέα ἢ λειτουργὸν ἀκούεις, αὐτὸ τὸ τῆς κενώσεως ἐννόει τὸ μυστήριον. Εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Πάλιν καὶ τοῦτο τοῦ κατὰ σάρκα σημαντικὸν ἐποίει. Ὁ ἐγείρων τοὺς νεκροὺς, καὶ ζωοποιῶν οὓς θέλει, οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἐντυγχάνει; Δῆλον οὖν ὅτι τῆς οἰκονομίας εἰσὶν αὐταὶ αἱ φωναὶ, οὐ διαιρουμένης τῆς θεότητος· ὁ αὐτὸς γάρ ἐστι καὶ Θεὸς, κἂν διὰ τὴν οἰκονομίαν, ἄλλα περὶ αὐτοῦ λέγεται. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Because he swore to him that he would always be, he would not have done this if he were not living. And as often as you hear "priest" or "minister," understand the very mystery of the kenosis. To intercede for them. For such a high priest was fitting for us: holy, guileless, undefiled, separated from sinners, and having become higher than the heavens; who has no need daily, as the high priests do, first to offer sacrifices for his own sins, then for those of the people. Again, this too he made significant of the things according to the flesh. He who raises the dead and gives life to whom he wills, just as the Father also does—how does he intercede? It is clear, then, that these are the voices of the economy, the Godhead not being divided; for he is the same and God, even if because of the economy other things are said about him. For this he did once for all, having offered himself up. For the law appoints men as high priests, having weakness, but the word of the oath, which is after the law, a Son perfected forever.
ΚΕΦΑΛ. Ηʹ.
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. Τὸ ὑπὲρ τοῦ λαοῦ προσενεχθῆναι, φησί. Τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ ἄνω καὶ κάτω λειτουργὸν αὐτὸν εἶπε, τὰ τῆς ἀνθρωπότητος αὐτοῦ δηλῶν, ὅρα πῶς ἀνάγει τὴν διάνοιαν τῶν ἀκροατῶν, τὴν θεότητα κηρύττων αὐτοῦ, διὰ τοῦ λέγειν, Ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Τῶν ἁγίων λειτουργός. Τουτέστιν, ὑπὲρ τῶν ἡγιασμένων διὰ τοῦ ὀνόματος αὐτοῦ. Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς. Σκηνὴν ἀληθινὴν, τὴν Ἐκκλησίαν φησίν. Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεὺς, ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Περιεποιήσατο γὰρ αὐτὴν διὰ τοῦ ἰδίου αἵματος. Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ἡ παλαιὰ, φησὶ, λειτουργία ὑπόδειγμα ἦν ταύτης πνευματικῆς, ἥντινα καὶ ἐπουράνιον καλεῖ. Εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλὰ ὅλη τῶν οὐρανῶν ἐστιν· ἐλάτρευον δὲ ὑποδείγματι, ὡς τὸ πρόβατον προσφέροντες εἰς
CHAPTER 8.
A chapter in addition to what has been said. He says that he was offered up for the people. We have such a High Priest, who sat down at the right hand of the throne of the Majesty in the heavens. Since he called him a minister both above and below, making clear the things of his humanity, observe how he lifts up the understanding of his hearers, proclaiming his divinity, by saying, He sat down at the right hand of the throne of the Majesty in the heavens. Minister of the holy things. That is, on behalf of those who have been sanctified through his name. And of the true tabernacle. The true tabernacle, he says, is the Church. Which the Lord pitched, and not man. For every high priest is appointed to offer both gifts and sacrifices; hence it is necessary that this one also have something to offer. For if he were on earth, he would not even be a priest, since there are priests who offer the gifts according to the law. For he obtained it through his own blood. Who serve a copy and shadow of the heavenly things, just as Moses was divinely instructed when he was about to complete the tabernacle. The old liturgy, he says, was a copy of this spiritual one, which he also calls heavenly. For even if it is accomplished on earth, it is wholly of the heavens; and they served a copy, as when they offered the lamb for
τύπον Χριστοῦ· ὡς τοὺς ἄρτους τῆς προθέσεως πάλιν εἰς τύπον τοῦ σώματος αὐτοῦ, καὶ τὰ ἄλλα ὁμοίως. Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν, ἔδειξεν αὐτῷ πάντα. Σκόπει δὲ πόσον τὸ μέσον ταύτης πρὸς ἐκείνην, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Ταῖς πνευματικαῖς. Ἐκείνη δὲ ταῖς τῆς γῆς τῶν Χαναναίων. Διὸ καὶ, ἡ μὲν ἐκβέβληται, ἡ δὲ μένει. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
a type of Christ; as the showbread again into a type of his body, and the others likewise. For observe, he says, that you make all things according to the type shown to you on the mountain. But now he has obtained a more excellent ministry, by as much as he is also mediator of a better covenant. Since our hearing is more unlearned than sight, he showed him all things. And consider how great the difference between this and that, if indeed that was a pattern and type, but this is truth. Which has been legislated upon better promises. Upon spiritual ones. But that one upon the earthly promises of the Canaanites. Therefore also, the one has been cast out, but the other remains. For if that first one had been faultless, no place would have been sought for a second. For finding fault with them he says: Behold, days are coming, says the Lord, and I will accomplish upon the house of Israel, and upon the house of Judah, a new covenant, not according to the covenant which I made with their fathers, in the day when I took hold of their hand, to lead them out of Egypt; because they did not remain in my covenant, and I disregarded them, says the Lord. For this is the covenant which I will covenant with the house of Israel, after those days, says the Lord, giving my laws into their mind, and upon their hearts I will inscribe them, and I will be to them for a God, and they will be to me for a people, and they shall not teach each one his fellow citizen, and each one his brother, saying, Know the Lord, because all shall know me from the least of them to the greatest of them, because I will be merciful to their iniquities, and their sins, and their lawless deeds I will remember no more.
Τουτέστιν, εἰ ἀμέμπτους ἐποίει. Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον, καὶ γεγερασμένον, ἐγγὺς ἀφανισμοῦ. Δείκνυσι τὸ διάφορον καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς· Πῶς; ἡ μὲν πρώτη ἅγια· ἡ δὲ δευτέρα, Ἅγια ἁγίων. ΚΕΦΑΛ. Θʹ.
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥ τις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη, Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Δικαιώματα δὲ, σύμβολά φησιν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἐφεῖτο ἐπιβαίνειν, καὶ φανερὸς ἦν τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα Ἰουδαῖοι, ἔνθα προσήλυτοι, ἔνθα Ἕλληνες καὶ Ναζωραῖοι. Ἐπειδὴ πᾶσι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ. Οὐ γὰρ δὴ Ἰουδαῖοι ὁ κόσμος ἦν. Σκηνὴν καλεῖ, παρὰ τὸ σκηνοῦν ἐκεῖ. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Ἀντὶ τοῦ, τὰ ἔνδοξα. Περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν Ὡς μακροῦ δεόμενα λόγου Ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος ἁγίου, μήπω Ἵνα μὴ λέγωσιν, ὅτι Πῶς μία θυσία τετελείωκεν εἰς τὸ διηνεκές;
That is, if they had made them blameless. In saying "new," he has made the first old. And what is becoming old and growing aged is near to vanishing. He shows the difference even from the tabernacle itself: How? The first was holy; the second, the Holy of Holies. CHAPTER 9.
The first, then, had also ordinances of worship, and the sanctuary, a worldly one. For a tabernacle was prepared, the first, in which were the lampstand, and the table, and the setting forth of the loaves, which is called the Holy Place. And after the second veil, the tabernacle which is called the Holy of Holies, having a golden censer, and the ark of the covenant covered on every side with gold, in which was a golden jar containing the manna, and the rod of Aaron that budded, and the tablets of the covenant. And ordinances, he says, are symbols. He calls it worldly because it was permitted to all to enter, and it was a manifest place in the same house, where the priests stood, where the Jews, where the proselytes, where the Greeks and Nazarenes. Since it was accessible to all, he calls it worldly. For surely the Jews were not the world. He calls it a tabernacle, from the fact of dwelling there. And above it the cherubim of glory, overshadowing the mercy seat. Instead of, the glorious things. Concerning which it is not now possible to speak in detail. And with these things thus prepared, into the first tabernacle the priests enter continually, performing the services, but into the second, as needing much discourse, once a year only the high priest, not without blood, which he offers for himself, and for the ignorances of the people, the Holy Spirit signifying this, not yet—lest they say, How has one sacrifice perfected forever?
δείκνυσιν αὐτὴν ἄνωθεν ἀπὸ τοῦ ἀρχιερέως προτετυπωμένην. Εἴ γε ἁγιωτέρα καὶ φρικτὴ, μία ἦν, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε; Πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ Ἀπεκρύπτετο ἐνταῦθα, φησὶν, ἡ προτέρα, ἐπειδὴ οὕτως ἐνειστήκει αὐτῆς ὁ καιρός. Ἦν δὲ οὗτος, ὁ τῆς ἐπιδημίας τοῦ Χριστοῦ, δι' οὗ καὶ ἐφανερώθη. Εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμενα κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Τουτέστιν, ὁ τύπος γέγονε, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Αἱ γὰρ θυσίαι, οὐ τὸν ἀπὸ ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν, κατὰ
νόμον σαρκικῆς ἐντολῆς. Οὐ γὰρ δὴ μοιχείαν, καὶ φθόνον οὐδὲ ἱεροσυλίαν ἀφιέναι ἠδύναντο. Μόνον ἐπὶ βρώμασι, καὶ πόμασι, καὶ διαφόροις βαπτισμοῖς. Δοκοῦντα, φησὶν, καθαίρειν τὴν σάρκα. Καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, Καιρὸν διορθώσεως, τὸν τῆς παρουσίας καλεῖ τοῦ Χριστοῦ. Λέγει οὖν ὅτι ὠφέλιμα ἦν πρὸ τοῦ καιροῦ τῆς διορθώσεως, μετὰ δὲ ταῦτα ἀνωφελῆ. Διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
He shows that it was prefigured from above by the high priest. If indeed it was holier and more awe-inspiring, it was one; and how did the high priest offer once? That the way of the holy things was made manifest while the first tabernacle still had its standing, which was a parable. Here, he says, the former was hidden, since its time had thus stood. And this was the time of the coming of Christ, through whom it was also made manifest. For the time then present, in which gifts and sacrifices are offered, not being able to perfect the worshiper in conscience. That is, the type has come to be, according to which gifts and sacrifices are offered, not being able to perfect the worshiper in conscience. For the sacrifices did not remit the filth from the soul, but were still concerned with the body, according to the law of a fleshly commandment. For they could not remit adultery, nor envy, nor sacrilege. Only with respect to foods and drinks and various washings. They seem, he says, to purify the flesh. And with ordinances of the flesh, imposed until a time of reformation. But Christ, having come as high priest of the good things to come. He calls the time of the coming of Christ a time of reformation. He says, then, that they were useful before the time of reformation, but after these things unprofitable. Through the greater and more perfect tabernacle, not made with hands, that is, not of this creation, nor through the blood of goats and calves, but through his own blood he entered once for all into the holy places, having obtained eternal redemption.
Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, Τὴν σάρκα λέγει ἐνταῦθα, ἢ τὴν Ἐκκλησίαν. Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι καὶ ἀληθινῷ. Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδ' ἡ πρώτη χωρὶς αἵματος Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, ἀπὸ τοῦ τετελευτηκέναι τὸν Κύριον, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Ἀπόστολός φησι· Διὰ τοῦτο μὲν οὖν χρὴ θαῤῥεῖν, ὅτι οὐ ζώντων τῶν διατιθεμένων, ἀλλ' ἀποθνησκόντων τότε βέβαιαί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσιν. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο, φησὶν, ὁ Θεός· εἶτα ἁμαρτάνοντες οἱ ἄνθρωποι, οὐ μόνον ἦσαν ἀνάξιοι τὴν ἐπαγγελίαν ἀναλαβεῖν, ἀλλὰ καὶ θανάτῳ γεγόνασιν ἔνοχοι. Διὰ τοῦτο ὁ Χριστὸς ἐλθὼν ἀνεδέξατο τὰς ἁμαρτίας, καὶ ἀπέθανεν, ἵνα καθαρισθέντες, ἄξιοι γένωνται τὰς ἐπαγγελίας λαβεῖν. Ἐγκεκαίνισται.
For if the blood of bulls and goats, and the ashes of a heifer sprinkling those who have been defiled, sanctifies for the purity of the flesh, how much more will the blood of Christ, who through the Holy Spirit offered himself without blemish to God, purify your conscience from dead works, to serve the living God? He says "flesh" here, or "the Church." "To serve the living God"? Here he shows that those who have dead works cannot serve the living and true God. And for this reason he is the mediator of a new covenant, so that, death having occurred for the redemption of the transgressions under the first covenant, those who are called may receive the promise of the eternal inheritance. For where there is a covenant, it is necessary that the death of the one who made it be brought forward. For a covenant is confirmed over the dead, since it is never in force while the one who made it lives. Therefore not even the first was without blood. It was likely that many of those more weakly disposed, from the fact that the Lord had died, especially disbelieved his promises. The Apostle therefore says: For this reason, then, one must be confident, that covenants are confirmed not while those who make them are living, but when they die, and then they receive their force. And this is the meaning: God, he says, promised; then men, sinning, were not only unworthy to receive the promise, but also became liable to death. For this reason Christ came and took upon himself the sins, and died, so that having been purified they might become worthy to receive the promises. It has been inaugurated.
Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου, Τουτέστι, βεβαία γέγονε, καὶ ἐκυρώθη. Καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Σύμβολον τοῦ πνεύματος. Θερμὴ γὰρ ἡ ὕσσωπος· ἔστι γὰρ καὶ τὸ ὕδωρ σημαῖνον τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν· καὶ τὸ ἔριον δὲ, ὥστε κατέχεσθαι τὸ αἷμα. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Ἐπειδὴ ἐκείνου οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ' ἡμιτελὴς, εἶπε τὸ, σχεδόν. Ἀνάγκη οὖν, τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι. Οὗτοι, φησὶν, οἱ καθαροὶ, οἱ κατὰ νόμον τελειούμενοι, ἀτελεῖς ἦσαν, ἐπειδὴ καὶ τύπος ἦσαν ἐκεῖνοι τῶν μελλόντων. Αὐτὰ δὲ τὰ ἐπουράνια, Τὴν Ἐκκλησίαν λέγει. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τότε μὲν προβάτου αἵματι ἐχρίοντο, νῦν δὲ, αὐτοῦ τοῦ Χριστοῦ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν· νῦν ἐμφανισθῆναι Τοῦτο, φησὶν, ὥσπερ δὴ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ, ὡς μηδενὶ τόπου ὄντος τοιούτου. Πάλιν οὖν σύγκρισις, καὶ τὸ διάφορον πολὺ, ὅσῳ αὐτὸς ὁ οὐρανὸς τοῦ ναοῦ. Τῷ προσώπῳ Θεοῦ ὑπὲρ ἡμῶν.
For when every commandment according to the law had been spoken by Moses to all the people, he took the blood of the calves and goats, with water, and scarlet wool—that is, it became firm and was ratified—and hyssop, and sprinkled both the book itself and all the people, saying: This is the blood of the covenant which God commanded for you. And he likewise sprinkled the tabernacle and all the vessels of the ministry with the blood. A symbol of the Spirit. For hyssop is hot; and the water also signifies the purification through baptism; and the wool, so that the blood might be retained. And almost all things are purified with blood according to the law, and without shedding of blood there is no remission. Since there was no perfect purification from that, nor perfect remission, but only half-complete, he said "almost." It is necessary, then, that the copies of the things in the heavens be purified with these. These, he says, the pure ones, those being perfected according to the law, were imperfect, since those were also a type of the things to come. But the heavenly things themselves—he means the Church—with better sacrifices than these. At that time they were anointed with the blood of a sheep, but now with the blood of Christ himself. For Christ did not enter into holy places made with hands, copies of the true ones, but into heaven itself—now to appear. This, he says, just as indeed the Jews prided themselves greatly on the construction of the temple, as though there were no such place anywhere. Again, then, a comparison, and the difference is great, inasmuch as heaven itself is greater than the temple. In the presence of God on our behalf.
Εἰπὼν τὸ, ἐμφανισθῆναι, καὶ δείξας τὴν οἰκονομίαν, καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι τοῦτο πεποίηκεν ὑπὲρ ἡμῶν, ἐπεὶ, καθὸ Θεὸς Λόγος, πάντοτε σύνεστι τῷ Πατρί. Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐδὲ πολλάκις προσφέρει ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ τῆς καταβολῆς τοῦ κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν
αἰώνων. Εἰ παρὰ τὴν ἀρχὴν, φησὶ, τοῦτο ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἔμενεν ἐν ἀπωλείᾳ τὸ γένος. Οὐ γὰρ ἦν δυνατὸν δεύτερον ἀποθανεῖν Χριστὸν, ἵνα πάλιν σωθῇ. Ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἀνεφάνη. Εἰς ἀθέτησιν ἁμαρτίας, Τί ἐστιν ἀθέτησις; ἀντὶ τοῦ, καταφρόνησις. Οὐκέτι παῤῥησίαν ἔχει ἡ ἁμαρτία. Ἠθέτηται γὰρ ἡ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ. Τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. Διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, Καὶ τὴν αἰτίαν λέγει, διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο. Ἀπέκειτο γὰρ, φησὶν, τοῖς ἀνθρώποις ἀποθανεῖν. Τοῦτο οὖν τὸ ἅπαξ ἀπέθανεν ὑπὲρ ἁπάντων, ἅπαξ προσενεχθείς· καὶ ὑπὸ τίνος ἢ ὑφ' ἑαυτοῦ δηλονότι; Ἐγὼ γὰρ, φησὶν, ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.
Having said “to appear,” and having shown the economy, he adds the reason, that he did this for our sake, since, as God the Word, he is always with the Father. For I, he says, am in the Father, and the Father in me. Nor does he offer himself many times, as the high priest enters into the holy places year by year with the blood of another, since it was necessary for him to suffer many times from the foundation of the world; but now once at the consummation of the
ages. If, he says, this had happened at the beginning, and then no one believed, the race would have remained in perdition. For it was not possible for Christ to die a second time, so that it might be saved again. But since afterwards the sins were many, reasonably it was then that he appeared. For the putting away of sin. What is a putting away? In place of, a contempt. Sin no longer has boldness. For sin has been put away, owing indeed to receive punishment, but not having received it. That is, it suffered violence; when it expected to destroy all, then it was destroyed. Through his own sacrifice he has been made manifest. He was made manifest to God, and drew near. And insofar as it is appointed for men once to die, and after this judgment; so also Christ, having been offered once to bear the sins of many. And he states the reason why he died once: that he became the ransom for one death. For it was appointed, he says, for men to die. This, then, that he died once for all, having been offered once; and by whom, or by himself, clearly? For I, he says, sanctify myself for them. From the second time, without sin, he will appear to those who await him, for salvation.
ΚΕΦΑΛ. Ιʹ.
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, Ἐν τῇ πρώτῃ, φησὶν, ὤφθη, εἰς τὸ ἆραι τὰς ἁμαρτίας ἡμῶν· ἐν δὲ τῇ δευτέρᾳ οὐκέτι οὕτω φανεῖται, ἀλλὰ σώσων τοὺς εἰς αὐτὸν πιστεύσαντας. Οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ' ἐν αὐτοῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἐγώ. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου. Τουτέστιν οὐκ αὐτὴν τὴν ἀλήθειαν. Λέγει δὲ τὰς θυσίας τῆς ἀφέσεως. Ἀνώτερον λέγων, ὅτι Θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας· αἵτινες κατὰ τὸν νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω. Δείκνυσιν ἐκ Μαρτυρίας Παλαιᾶς, ὅτι ἀφ' οὗ ἡ ἐπιδημία Χριστοῦ, πέπαυται τὰ τῶν θυσιῶν, εἰ καὶ δοκοῦσιν ἔτι προσφέρεσθαι. Ἀνεβάλλετο γὰρ πρὸς ὀλίγον, εἶτα ἐπήγαγεν αὐτῶν τὸ τέλος. Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
CHAPTER 10.
For the law, having a shadow of the good things to come: In the first, he says, he appeared, to take away our sins; but in the second he will no longer appear in this way, but to save those who believe in him. Not the very image of the things, by the sacrifices which they offer year by year continually, they can never perfect those who draw near. For then they would have ceased to be offered, because the worshipers, once purified, would have no longer any consciousness of sins; but in them there is a remembrance of sins year by year. For it is impossible for the blood of bulls and goats to take away sins; therefore, when he comes into the world, he says: Sacrifice and offering you did not desire, but a body you prepared for me. Burnt offerings and sacrifices for sin you did not delight in; then I said, Behold, I have come. In the volume of the book it is written of me, to do your will, O God. That is, not the truth itself. And he speaks of the sacrifices of remission. Above, when he says: Sacrifice and offering and burnt offerings and sacrifices for sin you did not desire, nor did you delight in them—which are offered according to the law—then he said: Behold, I have come. He shows from the testimony of the Old that from the time of the coming of Christ, the sacrifices have ceased, even if they still seem to be offered. For he deferred them for a little while, then brought their end upon them. To do your will, O God. He takes away the first, that he may establish the second. By which will we are sanctified, through the offering of the body of Jesus Christ once for all.
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ Τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι Ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ καὶ προειρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, Διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. Ἐχθροὺς αὐτοῦ Ἰουδαίους λέγει, καὶ δαίμονας, καὶ πάντας τοὺς ἀντιπίπτοντας τῷ κηρύγματι. Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν, Ὥσπερ γὰρ αἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παῤῥησίαν, τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισε ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς
And every priest indeed stands daily ministering, and often offering the same sacrifices, which can never take away sins; but he, having offered one sacrifice for sins, sat down for ever at the right hand of God, henceforth waiting until his enemies be placed—"to deliver myself," he says—"as a footstool for his feet." For by one offering he has perfected for ever those who are being sanctified. And the Holy Spirit also bears witness to us; for after he had said before, "This is the covenant that I will make with them after those days, says the Lord: I will put my laws upon their hearts, and upon their minds I will write them, and their sins and their iniquities I will remember no more." Now where there is remission of these, there is no longer an offering for sin. He calls his enemies the Jews, and the demons, and all who oppose the preaching. Having therefore boldness, brothers—for as sins, he says, produce shame, so does the forgiveness of all things to us, and our becoming co-heirs, and our enjoying such great love—for entrance into the holy places by the blood of Jesus, which he inaugurated for us as a new and living way, through the veil, that is, of the
σαρκὸς αὐτοῦ· καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ. Τὸν οὐρανόν φησι. Προσερχώμεθα μετ' ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατανοῶμεν ἀλλήλους Δείκνυσιν, ὡς καὶ πίστει ὀρθῇ προσεῖναι δεῖ καὶ ἔργα λαμπρά. Τουτέστι γὰρ τὸ, καὶ λελουμένοι τὸ σῶμα ὕδατι. Τῷ καθαροὺς ποιοῦντι, ἢ τῷ μὴ ἔχοντι αἷμα. Εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Εἰς τὸ μᾶλλον ἀγαπᾷν, καὶ ἀγαπᾶσθαι. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, Οἶδε γὰρ ἀπὸ τῆς συνηθείας, καὶ τῆς ἐπισυναγωγῆς, πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γὰρ, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθητε, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας, Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
of his flesh; and a great priest over the house of God. He means heaven. Let us draw near with a true heart in full assurance of faith, having our hearts sprinkled from an evil conscience, and our bodies washed with pure water, let us hold fast the confession of our hope without wavering; for he who promised is faithful; and let us consider one another. He shows that both right faith and shining works must be present. For this is the meaning of "and having been washed as to the body with water." To him who makes clean, or to him who has no blood. Unto provocation of love and good works. Unto loving more, and being loved. Not forsaking the assembling of ourselves together, as is the custom of some, but exhorting, and so much the more, as you see the day approaching. For if we sin willingly after having received the knowledge of the truth, there remains no more sacrifice for sins; but a certain fearful expectation of judgment, and a zeal of fire, which is about to devour the adversaries. Anyone who has set aside the law of Moses dies without mercy on two or three witnesses; how much worse punishment do you think he will be deemed worthy of, For he knows from custom, and from the assembling, that the strength is great. For where, he says, two or three are gathered in my name, there am I in the midst of them. He who has trampled underfoot the Son of God, and has counted the blood of the covenant, in which you were sanctified, a common thing, and has insulted the Spirit of grace, For we know him who said: Vengeance is mine, I will repay, says the Lord. And again, He will judge his people. It is a fearful thing to fall into the hands of the living God.
Ὅταν γὰρ αὐτοῦ μετασχὼν ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, πῶς οὐ κατεπάτησεν αὐτὸν, καταφρονήσας αὐτοῦ; Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν Ἐπειδὴ διαλυθέντες ἦσαν ἀπὸ τῶν θλίψεων, ὅρα πῶς αὐτοὺς παραμυθεῖται. Πρῶτον μὲν ἀπὸ τῶν αὐτῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας. Ἔπειτα ἀπὸ τῆς Γραφῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ἔπειτα ἀπὸ λογισμῶν, εἰπὼν, ὅτι Ἔστι πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Καὶ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν ἐκείνων καὶ θαυμαστῶν. Εἰκότως δὲ πρῶτον μνημονεύει τοῦ Ἄβελ, πρότερον ὑπὲρ εὐσεβείας ἀποθανόντος· δεύτερον Ἐνὼχ δι' εὐσέβειαν μετατεθέντος, δεικνὺς ἐσομένας πάντως τὰς ἀμοιβάς· τρίτον Νῶε, κολαζομένους δεικνὺς τοὺς μὴ πιστεύοντας. Ὁρᾷς, ὅτι περὶ αὐτοῦ φησι, καὶ τῶν ἄλλων δε95.980 δεμένων οὕτως. Οὐχ ἡγήσασθε δεσμὰ εἶναι, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ἡμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.
For when he has partaken of him in the mysteries and then commits sin, how has he not trampled him underfoot, having despised him? But remember the former days, in which, after you were enlightened, you endured a great struggle of sufferings: on the one hand, being made a spectacle by reproaches and afflictions; on the other hand, having become partakers with those who were so treated. For you also sympathized with my bonds, and the plundering of your possessions. Since they had been dissolved from their afflictions, see how he consoles them. First, from the same things: for remember, he says, the former days. Then from the Scripture which says, But the righteous shall live by faith. Then from reasonings, having said that faith is the substance of things hoped for, the evidence of things not seen. And again from the forefathers, those great and wonderful men. And with good reason he mentions Abel first, who died earlier for piety; second Enoch, who was translated because of piety, showing that recompenses will certainly come; third Noah, showing that those who do not believe are punished. You see that he speaks about him, and that the others were bound in this way. You did not consider them to be bonds, but like noble athletes, you stood thus, because not only in our own affairs did you not need encouragement, but you also became an encouragement to others. You received it with joy, knowing that you have for yourselves a better possession in the heavens, and one that remains. Therefore do not cast away your confidence, which has great reward. For you have need of endurance, so that after doing the will of God, you may receive the promise.
Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ὁ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα.
ΚΕΦΑΛ. ΙΑʹ.
Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκφαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυρήθη εἶναι
δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι' αὐτῆς ἀποθανών Ἂν γὰρ μή τις τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηται, πίστις εἶναι οὐ δύναται. Ἔτι λαλεῖ· Πίστει Ἐνὼχ μετετέθειτο τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Πρὸς γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν ἀποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Ὥσπερ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω Ἄβελ μνημονευόμενος. Δι' ἧς κατέκρινε τὸν κόσμον. Ἔδειξε γὰρ αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
For yet a little while, and he who is coming will come and will not delay. But the righteous one shall live by faith. And if he shrinks back, my soul has no pleasure in him. But we are not of those who shrink back to destruction, but of faith to the saving of the soul. He who bears it with joy shows that he has some reward, and that the matter is not a loss but a gain.
CHAPTER 11.
Now faith is the substance of things hoped for, the evidence of things not seen. For by this the elders obtained a good report. By faith we understand that the ages were framed by the word of God, so that the things which are seen were not made of things which appear. By faith Abel offered to God a more excellent sacrifice than Cain, by which he was testified to be
righteous, God testifying of his gifts, and by it, being dead, he... For unless one has been more clearly assured concerning things invisible from things visible, it cannot be faith. He still speaks: By faith Enoch was translated so as not to see death, and he was not found, because God translated him. For before his translation he was testified to have pleased God, and without faith it is impossible to please him. For he who comes to God must believe that he is, and that he is a rewarder of those who seek him. By faith Noah, being warned concerning things not yet seen, moved with godly fear, prepared an ark for the salvation of his house. Just as heaven, appearing only, speaks, so Abel, being remembered. By which he condemned the world. For he showed that they were worthy of punishment, since they were not brought to their senses even by the building of the ark. And he became heir of the righteousness which is according to faith.
Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι Θεῷ. Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε, μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Ἐξεδέχετο γὰρ Ἐπειδὴ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδέπω οὐδεὶς ἐκομίσατο. Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν. Τουτέστιν, τὴν ἀσάλευτον. Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Αὐτὸς γὰρ ἐλθὼν, ἐκείνην αὐτοῖς ἐχαρίσατο. Εἰ μὴ γὰρ κατῆλθεν Ἰησοῦς, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν, πρόδρομος ἡμῶν γενόμενος, οὐκ ἂν ἡμεῖς ἐκείνων ἠξιώθημεν τῶν μονῶν. Πίστει γὰρ Σάῤῥα καὶ αὐτὴ δύναμιν Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φαίνονται. Ὅλος γὰρ αὐτῶν ὁ λόγος εἰς τοῦτο οἰκονομεῖται, εἰς τὸ ἀποκεκμηκότας αὐτοὺς ἀνακτήσασθαι. Εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. Τουτέστιν, εἰς τὸ κατασχεῖν τὸ σπέρμα. Διὸ καὶ ἀφ' ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. Τοῦτο οὐκ ἔστι, φησὶν, μόνον τὸ θαυμαστὸν, ὅτι ἔσχεν δύναμιν εἰς καταβολὴν σπέρματος, ἀλλ' ὅτι τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ εὔφοροι γαστέρες. Ὡς τὰ ἄστρα γὰρ, φησὶ, τοῦ οὐρανοῦ, ἐξ ἑνὸς δὲ σπέρματος, λέγει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας.
That is, from this he appeared righteous—from believing God. By faith Abraham, when called, obeyed to go out to the place which he was about to receive as an inheritance, and he went out, not knowing where he was going. By faith he sojourned in the land of promise as in a foreign land, dwelling in tents with Isaac and Jacob, fellow heirs of the same promise. For he was waiting—since those of the Hebrews who had believed looked upon these men as enjoying countless good things, he shows that no one has yet received them—for the city which has foundations. That is, the unshakable one. Whose architect and builder is God. For he himself came and granted it to them. For if Jesus had not descended and ascended into heaven, becoming our forerunner, we would not have been deemed worthy of those mansions. By faith Sarah herself also received power—he began here in a reproachful manner, since they appear more fainthearted than a woman. For his whole argument is arranged toward this end, to restore them when they had grown weary—to conceive seed, and she bore a child beyond the proper time of age, because she considered him faithful who had promised. That is, to retain the seed. Therefore also from one man were born, and that one as good as dead, as the stars of heaven in multitude, and as the sand by the shore of the sea, which is innumerable. This is not, he says, the only wonderful thing, that she had power to conceive seed, but that she became the mother of as many as not even fertile wombs have borne. For as the stars, he says, of heaven—and from one seed, he says. According to faith all these died, not having received the promises.
Οἱ περὶ τὸν Ἀβραὰμ, φησίν. Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Τῷ πνεύματι δηλονότι. Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Πεῖραν τῆς εὐσεβείας ἐπιδεικνύς. Πειράζει γὰρ, οὐχ ὡς ἀγνοῶν Θεὸς, ἀλλ' ὅτι οἱ ἅγιοι πεῖραν καὶ ἀπόδειξιν τῆς εὐσεβείας παρασχόμενοι, θαυμαστοὶ παρὰ πᾶσι γένωνται. Λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ἔλεγε, φησὶν, ὅτι ὁ ἐκ μήτρας καὶ γεγηρακυίας, καὶ ἀχρήστου γεγενημένης, υἱὸν γενέσθαι παρεσχηκὼς, καὶ σφαγέντα ἀναστῆσαι δυνήσεται. Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Τουτέστιν ἐν ὑποδείγματι. Τύπος γὰρ γέγονε Χριστοῦ· καὶ τοῦτο ἦν σύμβολον, τοῦτον Πατέρα τὸν Μονογενῆ προσάγειν. Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων,ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Πόθεν, φησὶν, ἐπηγγείλατο τοῖς υἱοῖς τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ; Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ
Those with Abraham, he says. But having seen them from afar, and having greeted them, and having confessed that they are strangers and sojourners on the earth. For those who say such things make clear that they are seeking a fatherland. And if indeed they had remembered that from which they went out, they would have had opportunity to return. But now they reach out for a better one, that is, a heavenly one. Therefore God is not ashamed to be called their God. For he has prepared a city for them. Clearly by the Spirit. By faith Abraham, when he was tested, offered up Isaac, and he offered up his only-begotten son, he who had received the promises, to whom it was said, In Isaac shall your seed be called. Showing a trial of piety. For God tests, not as though ignorant, but so that the saints, having provided a trial and proof of piety, may become admirable before all. Having reasoned that God is able even to raise from the dead. He was saying, he says, that he who granted a son to be born from a womb both grown old and become useless is able also to raise him up when slain. Therefore he received him back also in a parable. That is, in a figure. For he became a type of Christ; and this was a symbol, that the Father brings the Only-Begotten. By faith also concerning things to come Isaac blessed Jacob and Esau. By faith Jacob, when dying, blessed each of the sons of Joseph. From where, he says, did he promise such good things to the sons, except from believing God? And he worshiped upon the tip of his staff. By faith Joseph, when dying, concerning the departure of the sons of Israel
ἐμνημόνευσε. Ἐνταῦθα, φησὶν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτὸς ἐπέδειξεν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὸ, φησὶ, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἤδη γὰρ, φησὶν, προσεκυνεῖτο τῷ Ἰωσὴφ, τὴν τοῦ παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν, τὴν ἐσομένην αὐτῷ διὰ τοῦ Ἐφραίμ· καὶ τοῦτο ἐξέβη διὰ τῶν φυλῶν ὕστερον. Τουτέστι καὶ γέρων ὢν ἤδη. Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς, Ἵνα πιστεύσῃ ὁ λαὸς, ὅτι πάντως ἔσται αὐτῷ λύτρωσις. Οὐκ ἂν γὰρ περὶ τῆς μεταθέσεως τῶν ὀστῶν ἐμνημόνευσεν, εἰ μὴ ἀκριβῶς ἑώρα ἐσομένην αὐτήν. Ἐκρύβη τρίμηνον ἀπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος, Ἐπειδὴ τῶν ἁγίων ἐκείνων ἐλάττους φανῆναι οὐδὲν ἦν δεινὸν, τούτου χάριν, καὶ εὐτελεῖς, καὶ ἀσήμους ἄνδρας τίθησιν. Ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, Τοῦτό φησι, διδάσκων αὐτοὺς καταφρονεῖν πάντων, καὶ μὴ ἀδημονεῖν ἐπὶ τῇ τῶν ὑπαρχόντων ἁρπαγῇ, ὅπου γε ὁ Μωϋσῆς διὰ πίστιν τοὺς βασιλικοὺς ἐξέλιπε θησαυρούς. Οὐχ ἁπλῶς ἀφῆκεν, φησὶν, ἀλλ' ἠρνήσατο, τουτέστιν ἐμίσησε, καὶ ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περισσὸν ἦν τὰ βασίλεια θαυμάζειν Αἰγύπτου. Ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν Ἁμαρτίαν εἶπε, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακωθῆναι. Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
He mentioned. Here, he says, he not only spoke, but also was so confident in the things to come that he himself demonstrated it by deed. For since another king was going to rise from Ephraim, therefore, he says, he also bowed down upon the top of his staff. For already, he says, he was being bowed down to in Joseph, signifying the bowing down of the whole people, which would come to him through Ephraim; and this came to pass later through the tribes. That is, even when he was already an old man. And concerning his bones he gave command. By faith Moses, when he was born, so that the people might believe that there would certainly be a redemption for them. For he would not have mentioned the transfer of the bones if he had not clearly seen that it would come to pass. He was hidden for three months by his fathers, because they saw that the child was beautiful, and they did not fear the decree of the king. By faith Moses, when he had become great. Since to appear less than those saints was no terrible thing, for this reason he also sets down both lowly and obscure men. He refused to be called the son of Pharaoh's daughter, choosing rather to suffer affliction with the people of God. This, he says, teaching them to despise all things and not to be distressed at the plundering of their possessions, since Moses for faith's sake abandoned the royal treasures. He did not simply leave them, he says, but refused, that is, he hated and turned away from them. For with heaven set before him, it was superfluous to marvel at the kingdoms of Egypt. Or to have the temporary enjoyment of sins, having considered greater wealth than the treasures in Egypt. He called it sin, the not wanting to suffer affliction with the others. The reproach of Christ; for he was looking to the reward.
Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως. Τουτέστιν, Τὸ ὀνειδίζεσθαι τοιαῦτα, οἷα ὑμεῖς διὰ τὸν Χριστόν· ἢ ὅτι οἱ Αἰγύπτιοι ὠνείδισαν τὸν Θεὸν, ἀδικοῦντες, καὶ καταπονοῦντες τοὺς ἐξ Ἰσραὴλ, ὡς μὴ δυνάμενον σώζειν. Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. Τὸν Θεὸν ἔχων, φησὶ, διὰ παντὸς ἐν τῇ καρδίᾳ, ταῦτα ὑπέμεινε. Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλεθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τὸν περὶ τῶν μυστηρίων ἐμβάλλει λόγον. Λέγει δὲ, ὅτι πιστεύσας τὸν ὀλεθρευτὴν δυσωπεῖν, καὶ σώζειν τὸ γένος, τὸ ἀρνίον ἔσφαξεν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς. Πάλιν εἰς λαὸν ὁλόκληρον ἐξάγει τὴν μίμησιν. Ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Ἔδειξε, φησὶν, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, εἰ καὶ κατὰ βούλησιν Θεοῦ, στερεώτερον τείχους ἐγένετο. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπόλωλε τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης. Καὶ τί ἔτι λέγω, ἐπιλείψει γάρ με διηγούμενον χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν, Οὐκοῦν αἰσχρὸν, φησὶν, εἰ καὶ πόρνης ἀπιστότεροι φαίνεσθε. Οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Οἱ περὶ τὸν Γεδεών. Τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνει· καὶ τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Εἰργάσαντο δικαιοσύνην. Αὐτοὶ οὗτοι πάλιν· ἢ καὶ τὸν Δαβίδ φησιν.
By faith he left Egypt, not fearing the anger of the king. That is: to be reproached with such things as you are for Christ's sake; or that the Egyptians reproached God, doing injustice and oppressing the children of Israel, as though he were unable to save. For he endured as seeing the invisible one. Having God, he says, always in his heart, he endured these things. By faith he kept the Passover and the sprinkling of the blood, so that the destroyer of the firstborn might not touch them. He introduces the account concerning the mysteries. He says that, believing that the destroyer could be turned aside and the race saved, he slaughtered the lamb. By faith they crossed the Red Sea as through dry land. Again he brings the imitation down to the whole people, so that they might not say, "We cannot become like the saints." Having made trial of this, the Egyptians were swallowed up. By faith the walls of Jericho fell, having been encircled for seven days. He showed, he says, that it was water, by those who fell in and were drowned, even if by the will of God it became harder than a wall. By faith Rahab the harlot did not perish with those who disobeyed, having received the spies with peace. And what more shall I say? For time will fail me as I recount concerning Gideon, Barak, and Samson, and Jephthah, David, and Samuel, and the prophets. Therefore it is shameful, he says, if you appear more faithless than a harlot. Who through faith conquered kingdoms. Those around Gideon. For this is faith, when circumstances turn out to the contrary; and then one must believe that nothing has turned out contrary, but all things are in accordance. They worked righteousness. These same men again; or he means David also.
Ἐπέτυχον ἐπαγγελιῶν. Διὰ τὴν εἰς τοὺς ἐγγόνους ἐκβᾶσαν εὐλογίαν· ἢ ἐπὶ τοῦ Δαβὶδ, διὰ τὴν τοῦ Σαλομῶντος βασιλείαν. Ἔφραξαν στόματα λεόντων. Ὡς Δανιήλ. Ἔσβεσαν δύναμιν πυρός. Ὡς οἱ τρεῖς παῖδες. Ἔφυγον στόματα μαχαίρας. Ὡς οἱ Ἰσραηλῖται. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ. Ὁ κατὰ τὴν ἐπάνοδον λέγει τὴν ἐκ Βαβυλῶνος. Τίς γὰρ ἤλπισεν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανήκειν αὐτούς; καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενέσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Σαμψώμ. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ προφήτας ἐνταῦθα λέγει, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον. Νεκροὺς γὰρ ἀνέστησαν. Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ
ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. Ἐλιθάσθησαν. Στέφανος. Ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τοὺς ἀποθανόντας προφήτας, φησὶν, ὡς τὸν Ἡσαΐαν, ὅτι ἐν ξυλίνῳ ἐπρίσθη πρίονι. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Ἠλίας. Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς· καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. ΚΕΦΑΛ. ΙΒʹ.
They obtained promises. Because of the blessing that came to their descendants; or in the case of David, because of the kingdom of Solomon. They stopped the mouths of lions. As Daniel did. They quenched the power of fire. As the three children did. They escaped the mouths of the sword. As the Israelites did. They were made strong out of weakness, they became mighty in war. He is speaking of the return from Babylon. For who hoped that they would return from captivity? And not only return, but also become strong, and rout the camps of foreigners? They routed the camps of foreigners. Samson. Women received their dead by resurrection. Here he speaks of the things concerning the prophets, Elijah and Elisha. For they raised the dead. And others were tortured, not accepting release, so that they might obtain a better resurrection. And others
experienced mocking and scourging, and moreover bonds and imprisonment. They were stoned. Stephen. They were sawn, they were tempted, they died by the slaughter of the sword. The prophets who died, he says, such as Isaiah, because he was sawn with a wooden saw. They wandered about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated. Elijah. Of whom the world was not worthy. Wandering in deserts, and mountains, and caves, and the holes of the earth; and all these, having been witnessed to through faith, did not receive the promise, God having provided something better concerning us, so that they might not be made perfect without us. CHAPTER 12.
Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος Τοὺς περὶ Ἠλίαν φησί. Τί τοίνυν ἤμελλον ἐνταῦθα ἀπολαμβάνειν; Κόσμον γε μὴν ἐν τούτοις, τοὺς ἐν κόσμῳ νοεῖσθαι πρέπει. Μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, Μάρτυρας, οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν, καὶ τελειωτὴν Ἰησοῦν. Τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν. Μᾶλλον δὲ τοῦτο. Ῥᾴδιον γὰρ ἐὰν θελήσωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Τουτέστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἠβούλετο. Ὁ δὲ ἀντὶ τούτου σταυρὸν ὑπέμεινε, μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι. Ἐσταυρώθη γὰρ ἡμῶν ἕνεκεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.
Therefore we also, since we are surrounded by so great a cloud—he means those around Elijah. What then were they about to receive here? Surely a world in these things; those in the world must be understood. Of witnesses, having laid aside every weight—he calls witnesses not only those in the New Testament but also those in the Old. For they too bore witness to the majesty of God. And the sin that so easily entangles, let us run with endurance the race set before us, looking to Jesus, the author and perfecter of our faith. The sin that easily encircles us, or that can easily bring about our encirclement. Rather, this: for it is easy, if we will, to overcome sin. Who, for the joy set before him, endured the cross, despising shame, and has sat down at the right hand of the throne of God. That is, it was possible for him to suffer nothing at all, if he had so willed. But instead of this he endured the cross, having no necessity to be crucified. For he was crucified for our sake. For consider him who endured such contradiction from sinners against himself, so that you may not grow weary, fainting in your souls. You have not yet resisted to the point of blood, striving against sin; and you have forgotten the exhortation which speaks to you as to sons: My son, do not despise the discipline of the Lord, nor faint when you are rebuked by him. For whom the Lord loves he disciplines, and he scourges every son whom he receives; endure discipline; God deals with you as with sons. For what son is there whom a father does not discipline? But if you are without discipline, of which all have become partakers, then you are illegitimate and not sons.
Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέ ρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα Εἰ τὰ τῶν πλησίων πάθη οὐ διανίστησιν ἡμᾶς, φησὶν, ἀλλ' οὖν τὰ τοῦ Δεσπότου εἰς τοῦτο διεγείρει, εἰς τὸ ἀθλεῖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς Ἢ τῶν χαρισμάτων φησὶν, ἢ τῶν εὐχῶν, ἢ τῶν δυνάμεων. Γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἐπανορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τοῖς ἀνασχομένοις ἐπὶ πολὺ, καὶ καρτερήσασι· καὶ εὐφήμῳ ὀνόματι κέχρηται. Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσιν, ἄμαχον ἐν τοῖς πολέμοις. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί. Κἂν ᾖ τις ῥίζα τοιαύτη γέγονε, φησὶ, μηδεμίαν βλάστην ἄφες ἀναβῆναι, ἀλλ' ἔκκοψον, ἵνα μὴ φέρῃ καρπούς. Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Εἰς τοῦτο στίξαι δεῖ, ἵνα ᾖ τελεία διάνοια, καὶ τὸ ἐπιφερόμενον, ἢ βέβηλος, ὡς Ἡσαῦ. Βέβηλος δὲ, γαστρίμαργος καὶ ἀκρατής.
Then we had fathers of our flesh as instructors, and we respected them; shall we not much rather be subject to the Father of spirits, and live? For they disciplined us for a few days as seemed good to them, but he for our profit, that we may partake of his holiness. Now all discipline for the present seems not to be a matter of joy, but of grief; but afterward it yields the peaceful fruit of righteousness to those who have been trained by it. If the sufferings of our neighbors do not stir us up, he says, yet the sufferings of the Master awaken us to this, to strive for our souls. He says this either of the graces, or of the prayers, or of the powers. Therefore lift up the hands that hang down and the feeble knees, and make straight paths for your feet, so that what is lame may not be turned aside, but rather healed. Pursue peace with all, and the holiness without which no one will see the Lord. Looking diligently lest any man fail of the grace of God. Instead of, for those who have endured for a long time and persevered; and he has used a euphemistic name. So discipline is a training, making the athlete strong and invincible in the contests, unconquerable in wars. Lest any root of bitterness springing up trouble you, and through it many be defiled. And even if such a root has come to be, he says, do not let any shoot spring up, but cut it off, so that it bears no fruit. Lest there be any fornicator, or profane person, as Esau, who for one morsel of food sold his birthright. One must punctuate this so that the thought is complete, and also the following phrase, or profane person, as Esau. And a profane person is one who is gluttonous and incontinent.
Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων
κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη. Μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. Δι' ὑπερβατοῦ ἐνταῦθα ὁ νοῦς. Τῷ τοίνυν θέλων κληρονομῆσαι τὴν ἐπαγγελίαν, σύναψον τὸ, μετὰ δακρύων αὐτὴν ἐκζητήσας, ἵνα ᾖ διάνοια ἡ αὕτη. Βουληθεὶς κληρονομῆσαι καὶ αὐτὸς ἐπαγγελίαν, φησὶ, καὶ μετὰ δακρύων αὐτὴν ταύτην ἐπαγγελίαν ἐκζητήσας, ἀπεδοκιμάσθη, ὅτι μετανοίας οὐχ ηὗρε τόπον. Οὐ γὰρ μετενόησε, φησί. Πῶς γὰρ, ὃς ἔλεγεν, Ἐγγίσουσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου; Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ. Ἐν πολλοῖς ἤδη συγκρίνας τὴν Νέαν τῇ Παλαιᾷ, καὶ δείξας ταύτην ἐκείνης πολὺ κρείττονα, πάλιν καὶ ἐνταῦθα κατ' ἐπιδρομὴν συγκρίνει, ἀντὶ Μωϋσέως τιθεὶς Ἰησοῦν, καὶ ἀντὶ λαοῦ μυριάδας ἀγγέλων, καὶ ἀντὶ ὄρους τὸν οὐρανόν. Καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῆς ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον· Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Ἅτε ὡς ἐπὶ βασιλέως τινὸς παρόντος.
For you know that even afterward, when he wished to inherit the blessing, he was rejected. For he found no place of repentance, though he sought it with tears. The meaning here is by hyperbaton. Therefore, to “wishing to inherit the promise,” join “having sought it with tears,” so that the sense may be this: He wished, it says, to inherit the promise himself, and having sought this very promise with tears, he was rejected, because he found no place of repentance. For he did not repent, it says. For how could he, who said, “The days of mourning for my father will draw near, and I will kill Jacob my brother”? For you have not come to a mountain that can be touched, and to a fire that has been kindled, and to gloom, and darkness, and tempest. Having already compared the New to the Old in many places, and shown this to be much better than that, here again in summary he compares, setting Jesus in place of Moses, and myriads of angels in place of a people, and heaven in place of a mountain. And to the sound of a trumpet, and the voice of words, which those who heard begged that no word be added to them. For they could not bear what was commanded: even if a beast touches the mountain, it shall be stoned. And so fearful was the thing imagined: Moses said, I am terrified and trembling. But you have come to Mount Zion, and to the city of the living God, heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn enrolled in heaven, and to God the judge of all, and to the spirits of the righteous made perfect, and to Jesus the mediator of a new covenant, and to the blood of sprinkling, which speaks better than Abel. See that you do not refuse the one who speaks. As it were, in the presence of some king.
Τίνων δὲ, φησὶ, πρωτοτόκων, ἀλλ' ἢ τῶν πιστῶν; Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Μωϋσέα λέγει· ὁ δὲ νοῦς οὗτος· Εἰ τὸν τὰ ἐπίγεια ἐπαγγελλόμενον παραιτησάμενοι οὐκ ἐξέφυγον (λέγει δὲ τὸν Μωϋσέα, ὅτι τυπικὰ πάντα ἦν ἐκεῖνα, οἷον ἀγροὶ καὶ κτήματα, καὶ γῆ Χαναναίων), πόσῳ μᾶλλον οἱ τὸν τὰ οὐράνια ἐπαγγελλόμενον παραιτησάμενοι, κολασθήσονται! Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ, ἐγὼ σείω, Τουτέστιν καὶ ἡ κατὰ τὸ ὄρος Σινᾶ νομοθεσία ἐξάκουστος γέγονε, καὶ ἡ λύτρωσις, ἡ ἐξ Αἰγύπτου. Ὁ Θεὸς γὰρ, φησὶν, ἐκ τοῦ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη. Τουτέστιν, ἡ εἰς ἅπασαν ἥκουσα τὴν ὑπ' οὐρανόν. Οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν· τὸ δὲ, ἅπαξ, δηλοῖ, Τοῦτο λέγει, ὅτι ἡ τῆς καινῆς διαθήκης παράδοσις εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς, καὶ ὅτι ἐγνωρίσθη διὰ τῆς Ἐκκλησίας ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα· διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, Τοῦτό φησιν, ὅτι μετατέθεικεν τὸν νόμον εἰς πολιτείαν πνευματικήν. Ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. ΚΕΦΑΛ. ΙΓʹ.
Of whom does he say this, "firstborn," except of the faithful? For if those did not escape, who refused him who spoke on earth, much more we, who turn away from him who speaks from heaven. He means Moses; and the sense is this: If those who refused him who promised earthly things did not escape (he means Moses, because all those things were types, such as fields and possessions, and the land of the Canaanites), how much more shall those be punished who refuse him who promises heavenly things! Whose voice shook the earth then, but now he has promised, saying, "Yet once more I shake"—that is, both the legislation at Mount Sinai became widely heard, and the redemption from Egypt. For God, he says, when you went forth before your people, when you passed through the wilderness, the earth was shaken—that is, the report that reached all under heaven. Not only the earth, but also heaven; and "once" signifies this: He says this, that the delivery of the new covenant made peace between the things in heaven and the things on earth, and that through the Church the manifold wisdom of God was made known to the principalities and powers. The removal of the things that are shaken, as of things that were made, that the things which are not shaken may remain; therefore, receiving a kingdom that cannot be shaken—he says this, that he has transferred the law into a spiritual commonwealth. We have grace, through which we serve God acceptably with reverence and godly fear. For indeed our God is a consuming fire. Chapter 13.
Ἡ φιλαδελφία μενέτω. Εὐχαρίστως, φησὶ, λατρεύωμεν, μὴ μετὰ γογγυσμῶν, μηδὲ ἀποκακοῦντες ἐν ταῖς θλίψεσιν. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ Οὐκ εἶπε, ξενοδοχίας, ἀλλὰ φιλοξενίας· τουτέστιν, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Διὰ γὰρ τοῦτο ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται μέγας, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας ἐξένισεν. Ἐπειδὴ εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Ἀποτείνεται δὲ καὶ εἰς τὸν Λώτ. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ
φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Γενέσθω, φησὶ, τίμιος, καὶ μὴ μολυνέσθω τῇ πρὸς ἑτέραν κοινωνίᾳ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς, καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Καλὸν γὰρ Θεωροῦντες αὐτῶν τὸν βίον, καὶ τὴν πολιτείαν, φησὶ, μιμεῖσθε τὴν πίστιν. Τί ἐστι ἀναθεωροῦντες; συνεχῶς στρέφοντες ἐν ἑαυτοῖς, ἐξετάζοντες, λογιζόμενοι ἀναζητοῦντες, ἀκριβῶς βασανίζοντες, ὅτι τέλος χρηστὸν αὐτῶν ἔχει ἡ ἀναστροφή. Χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, Ἀντὶ τοῦ πίστει. Οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
Let brotherly love continue. Let us serve with thanksgiving, he says, not with grumbling, nor growing weary in afflictions. Do not forget hospitality; for through this—he did not say "entertaining strangers," but "love of strangers"—that is, do not merely lodge strangers, but with love for strangers. Some have entertained angels unawares. Remember those in bonds, as bound with them; those who are mistreated, as being yourselves also in the body. For this reason a great reward was given to Abraham, because not knowing that they were angels, he entertained them. Since if he had known, it would be nothing wonderful. And it is also applied to Lot. Marriage is honorable in all, and the bed undefiled. But God will judge fornicators and adulterers. Let your manner be free from the love of money, being content with what is present; for he himself has said, I will never leave you, nor will I ever forsake you; so that we may boldly say, The Lord is my helper, and I will not fear what man will do to me. Remember your leaders, who spoke to you the word of God. Let it be, he says, honorable, and let it not be defiled by fellowship with another. Whose outcome of conduct you consider, imitate their faith. Jesus Christ is the same yesterday, and today, and forever. Do not be carried away by diverse and strange teachings. For it is good—considering their life and conduct, he says—to imitate their faith. What is "considering"? Continually turning them over in yourselves, examining, reasoning, inquiring, accurately scrutinizing, that the end of their conduct is good. That the heart be established by grace—instead of "by faith." Not by foods, in which those who walked were not benefited.
Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἠρέμα αἰνίττεται τοὺς τὴν παραίτησιν τῶν βρωμάτων εἰσάγοντας. Ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι' αὐτοῦ οὖν ἀναφέρομεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστι καρπὸν Τουτέστι, τὰ αὐτὰ πάσχοντες κοινωνήσωμεν τοῖς παθήμασι τοῦ Χριστοῦ. Χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Τὸ τὴν εὐχαριστίαν ἀναφέρειν λέγει, καὶ γενναίως ἅπαντα φέρειν, καὶ τὰ δοκοῦντα λυπηρά. Τοῦτο ἐγγὺς ἡμᾶς εἶναι ποιεῖ Θεοῦ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ οὐ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ, καὶ πολλάκις ἡμῶν ταῦτα εἰς κρῖμα γίνεται· ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν. Πεποίθαμεν γὰρ, ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν, καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
We have an altar from which those who serve the tabernacle have no right to eat. For the bodies of those animals whose blood is brought into the holy places by the high priest for sin are burned outside the camp. Therefore Jesus also, that He might sanctify the people through His own blood, suffered outside the gate. He gently hints at those who introduce the rejection of foods. Therefore let us go out to Him outside the camp, bearing His reproach. For we have no lasting city here, but we seek the one to come. Through Him, then, let us continually offer up a sacrifice of praise to God, that is, the fruit of lips confessing His name. That is, let us, suffering the same things, share in the sufferings of Christ. But do not forget to do good and to share; for with such sacrifices God is well pleased. He says to offer up thanksgiving, and to bear all things nobly, even those things that seem painful. This makes us near to God; then we also have God as our debtor. But when we suffer not rightly, we are debtors and accountable to God, and often these things become for us a judgment; but those things become a payment for sins. Obey those who lead you, and submit. For they watch over your souls, as those who will give an account, so that they may do this with joy and not with groaning; for that would be unprofitable for you. Pray for us. For we are confident that we have a good conscience, desiring to conduct ourselves well in all things. But I urge you all the more to do this, so that I may be restored to you sooner.
Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον. Τί οὖν φησιν; ἂν πονηρὸς ᾖ, πειθώμεθα; πονηρὸς πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν, καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν περὶ αὐτῶν δεινὰ πολλὰ, τότε φησὶν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν ὅσα λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε. Τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; ὅτι καὶ δῆλα πᾶσίν ἐστιν, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστι πᾶσιν, ὅτε πονηρὸς οὐ παραιτήσεται διδάσκειν. Ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως. Τὸ γοῦν ἐπαγόμενον, τοῦτο δηλοῖ. Τί βλέπεις, φησὶν, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς;
Now may the God of peace, who brought up from the dead the great shepherd of the sheep, in the blood of the eternal covenant, our Lord Jesus, equip you in every good work, to do his will, working in you what is pleasing before him, through Jesus Christ, to whom be glory for ever and ever. Amen. But I beseech you, brothers, bear with the word of exhortation. For I have written to you briefly. Know the brother Timothy. What then does he say? If he is wicked, are we to be persuaded? How do you call him wicked? If it is for the sake of faith, flee from him and reject him, not only if he is a man, but even if an angel should come down from heaven. But if it is for the sake of his manner of life, do not be overly curious. For hear Christ saying, The scribes and the Pharisees have sat on Moses' seat. Having first said many terrible things about them, then he says, They have sat on Moses' seat. Therefore all that they tell you to do, do; but do not do according to their works. They have, he says, the dignity, but they are of an unclean life. But do not attend to their life, but to their words. For no one would be harmed on account of their morals. Why is this? Because these things are also clear to all, and he himself, even if he is wicked ten thousand times over, will never teach wicked things. But in the case of faith, it is not clear to all, when a wicked man will not refrain from teaching. Since also the saying, Do not judge, so that you may not be judged, concerns one's manner of life, not faith. At any rate, what follows makes this clear. Why, he says, do you see the speck that is in your brother's eye, but you do not notice the beam that is in your own eye?
Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν, ἀλλὰ περὶ βίου καὶ ἔργων. Ἀλλὰ ὁ Παῦλος πρότερον συνέστησεν
αὐτοὺς, καὶ τότε φησὶν, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Ἀπολελυμένον· μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἀπολελυμένον. Πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον. Καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἡ χάρις πῶς γίνεται μεθ' ἡμῶν; ἐὰν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν. Πρὸς Ἑβραίους ἐγράφη ἀπὸ τῆς Ἰταλίας διὰ Τιμοθέου. Στίχων. ψγʹ. (Τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἱστορεῖ Κλήμης, οὗ μέμνηται Παῦλος, ὃς καὶ ἐπίσκοπος Ῥωμαίων ἐγένετο· ὡς Παύλου αὐτὴν Ἑβραίοις τῇ Ἑβραΐδι διαλέκτῳ συντάξαντος ἡρμηνεύθη, ὥς τινες, ὑπὸ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· ὡς δὲ ἄλλοι, ὑπὸ αὐτοῦ τοῦ Κλήμεντος.) ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ.
Therefore all things whatsoever they tell you, do them, but do not do according to their works. You see that this is not about doctrines, but about life and works. But Paul first commended them, and then says, Obey those who lead you, and submit. Set free; with whom, if he comes sooner, I will see you. Greet all those who lead you, and all the saints. Those from Italy greet you. Set free. From where? I think he had been thrown into prison; or if not that, set free from Athens. For this too is recorded in the Acts. Grace be with you all. Amen. How does grace come to be with us? If we do not insult the beneficence. To the Hebrews was written from Italy through Timothy. Verses: 703. (Clement, whom Paul mentions, who also became bishop of the Romans, records the Epistle to the Hebrews; that Paul composed it for the Hebrews in the Hebrew tongue and it was translated, as some say, by Luke the evangelist; but as others say, by Clement himself.) On the First Epistle to Timothy.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ' ἐπιταγὴν Θεοῦ Πατρὸς ὑμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει. Ἐπειδὴ μέγας ἦν ὁ ἀγὼν τῷ μαθητῇ· δέσμιος γὰρ ἦν ὑπὲρ τοῦ κηρύγματος· τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἀνίστησιν αὐτοῦ τὴν ψυχὴν, Σωτῆρα τὸν Θεὸν καλῶν· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ χρὴ ἀκηδιᾷν ἐν ταῖς θλίψεσιν, ἔχοντες Σωτῆρα τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν. Εὑρίσκομεν γὰρ τὸ Πνεῦμα λέγον· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ τοῦτο τῆς θλίψεως παραμυθικόν. Οὐδαμοῦ τὸν ἔλεον ἢ ἐνταῦθα ὠνόμασεν. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν. Οὐ διδασκάλου φωνῇ κέχρηται, ἀλλ' οἰκέτου σχεδὸν, ἵνα διδάξῃ τὸν μαθητὴν ταπεινοφρονεῖν. Ἵνα παραγγείλῃς τισὶ, μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς, ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ. Μηδὲ προσέχειν μύθοις, Ταῖς μυθικαῖς τῶν Ἰουδαίων παραδόσεσιν, οἷς καὶ ὁ προφήτης ἐνεκάλει λέγων· Διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφιέντες γὰρ ἐξηγεῖσθαι τὸν νόμον, ἰδίας παραδόσεις ἐπενόουν. Καὶ γενεαλογίαις ἀπεράντοις. Γενεαλογίας, τὰς παρ' Ἑλλήνων θεογονίας λέγει, τὰς σειρὰς τῶν θεῶν. Παραινεῖ οὖν τῷ μαθητῇ, καὶ τοὺς μύθοις Ἰουδαϊκοῖς κεχρημένους ἀνατρέπειν, καὶ τοὺς Ἑλληνικῆς ἀπάτης χρωμένους, μὴ ἐπιτρέπειν λαλεῖν, μηδὲ οἱονεὶ σειρὰς εἰσφέρειν θεῶν. Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει.
CHAPTER ONE.
Paul, an apostle of Christ Jesus according to the command of God our Father and of the Lord Jesus Christ, our hope, to Timothy, my genuine child in faith. Since the struggle was great for the disciple—for he was a prisoner for the sake of the preaching—for this reason, right from the opening words, he raises up his soul, calling God Savior; and it is as if he were saying: It is not right to grow weary in afflictions, since we have God as Savior and Christ as our hope. For we find the Spirit saying: Set apart for me Paul and Barnabas. Grace, mercy, peace from God our Father and the Lord Christ Jesus, our Lord. And this is a consolation in affliction. Nowhere else did he name mercy except here. As I urged you to remain in Ephesus, while going to Macedonia. He has not used the voice of a teacher, but almost of a servant, in order to teach the disciple to be humble-minded. That you may command certain people not to teach differently. He does not name them by name, so as not to make them more shameless. Nor to pay attention to myths—to the mythical traditions of the Jews, which the prophet also reproached, saying: Teaching teachings, the commandments of men. For abandoning the interpretation of the law, they devised their own traditions. And to endless genealogies. By genealogies he means the genealogies of the Greeks, the successions of the gods. He therefore exhorts the disciple both to overturn those who use Jewish myths and not to permit those who employ Greek deception to speak, nor, as it were, to introduce successions of gods. Such things provide questions rather than the building up of God, which is in faith.
Αὗται, φησὶν, αἱ διδασκαλίαι πρὸς τὸ μηδὲν ὠφελεῖν, καὶ τῆς οἰκονομίας τοῦ Θεοῦ, ἀπασχολοῦσι τὸν ἄνθρωπον. Οἰκονομίαν δὲ Θεοῦ τὸ τῆς ἐνανθρωπήσεως λέγει μυστήριον. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου. Τουτέστι, κεφάλαιον τῆς παραγγελίας ἐστὶν, ὁ περὶ ἀγάπης λόγος. Ὥσπερ δὲ τέλος νόμου Χριστὸν ἡ Γραφὴ λέγει, τουτέστι συμπλήρωσιν καὶ κεφαλαίωσιν, οὕτω ἐνταῦθα εἴρηκε τὴν λέξιν. Εὖ δὲ τὸ προσθεῖναι ἐκ καθαρᾶς καρδίας, ἐπειδὴ ἔστι καὶ πονηρῶν ἀγάπη. Οἷοι ἦσαν οἱ ὁμονοοῦντες ἐπὶ τῇ κατὰ Χριστοῦ δυσσεβείᾳ. Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν. Τῆς ἀγάπης λέγει, καὶ τῆς ἀγαθῆς συνειδήσεως, καὶ τῆς ἀνυποκρίτου πίστεως. Θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ὁ γὰρ ἔρως τῆς φιλαρχίας ἀναγκάζει τὸ τῶν διδασκάλων ἁρπάζειν ἀξίωμα. Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται. Εἰδὼς τοῦτο, Τὸ, νομίμως, ἀντὶ τοῦ, δι' ἔργων αὐτὸν πληροῖ. Καὶ πάλιν τὸ νομίμως, ὅταν τις αὐτῷ πείθεσθαι λέγει. Πείθεται δὲ αὐτῷ ὁ δεχόμενος τὸν Χριστὸν, καθὸ καὶ τὸ περὶ αὐτοῦ ἐδίδασκεν ἡμᾶς μυστήριον, ὥσπερ ἐν σκιαῖς ὑμῖν
These teachings, he says, are for no benefit, and they distract a person from the economy of God. By the economy of God he means the mystery of the incarnation. The end of the commandment is love out of a pure heart, and a good conscience, and faith unfeigned. That is, the sum of the commandment is the word concerning love. And just as Scripture calls Christ the end of the law, that is, its fulfillment and summation, so here he has used the word. And it is well that he added out of a pure heart, since there is also the love of wicked men. Such were those who were of one mind in their impiety against Christ. Some of whom, having missed the mark, turned aside to vain talk. He means of love, and of a good conscience, and of unfeigned faith. Desiring to be teachers of the law, not understanding either what they say or about what they make assertions. For the love of rule compels them to seize the rank of teachers. But we know that the law is good, if one uses it lawfully. Knowing this: lawfully, in place of, he fulfills it through works. And again lawfully, when one says to obey it. And he who receives Christ obeys it, inasmuch as he also taught us the mystery concerning him, as for you in shadows
καταγράφων αὐτό. Ὅτι δικαίῳ νόμος οὐ κεῖται. Κατὰ μὲν τὸν πρόχειρον λόγον, ὅτι κολάσεώς ἐστιν ἐκτὸς τῷ δικαίῳ. Κατὰ δὲ τὸν πνευματικώτερον, ὅτι ὁ δικαιωθεὶς διὰ τῆς χάριτος, ἔξω λυπούντων προσ ταγμάτων ἐστὶ τοῦ νόμου, οὐκέτι χρείαν ἔχων γάλακτος, ἅτε λοιπὸν τῇ στερεᾷ χρώμενος τροφῇ. Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Ταῦτα εἰς Ἰουδαίους αἰνίττεται. Οὐ γὰρ ἦν παρανομίας εἶδος, ὃ μὴ ἔπραττον. Διὸ καὶ σφοδρὸς αὐτοῖς ἐτέθη νόμος κολάζων παραβαίνοντας. Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ· καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εὐαγγέλιον δόξης αὐτὸ καλεῖ, δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ· ἢ τάχα καὶ περὶ τῶν μελλόντων αἰνίττεται ἀγαθῶν. Ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Εἰπὼν, ὅτι Ἐπιστεύθην τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ, ἐπειδὴ ἔδοξε μέγα φθέγξασθαι, ἵνα μή τις δόξῃ ἐξ ἀπονοίας τοῦτο ποιεῖν, σκόπει πῶς ἐπιδιορθοῦται, ἀνάξιον ἑαυτὸν λέγων διὰ τὴν προτέραν ἄγνοιαν. Ἅμα δὲ καὶ ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον ἑαυτοῦ βίον ἐξηγούμενος.
Writing this down. That for a righteous man the law is not laid down. In the superficial sense, because the righteous man is outside punishment. In the more spiritual sense, because the one who has been justified by grace is outside the law's painful commandments, no longer having need of milk, since he now uses solid food. But for the lawless and unruly, the impious and sinners, the unholy and profane, parricides and matricides, murderers, fornicators, sodomites, slave-dealers, liars, perjurers, and whatever else is contrary to sound teaching. These things he hints at concerning the Jews. For there was no form of lawlessness that they did not practice. Therefore a severe law was also set for them, punishing transgressors. According to the Gospel of the glory of the blessed God, with which I was entrusted; and I give thanks to the one who strengthened me, Christ Jesus our Lord. He calls it the Gospel of glory for no other reason than with reference to those who are ashamed at persecutions and at the passion of Christ; or perhaps he also hints at the good things to come. That he considered me faithful, appointing me to ministry, me who was formerly a blasphemer and a persecutor and an insolent man; but I was shown mercy, because I acted ignorantly in unbelief. But the grace of our Lord overflowed with faith and love that is in Christ Jesus. Having said, I was entrusted with the Gospel of the glory of God, since he seemed to have spoken something great, so that no one might think he does this out of arrogance, observe how he corrects himself, calling himself unworthy because of his former ignorance. At the same time he also exalts the mercy of God and his love for mankind, recounting his former life.
Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν. Οὕτως μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μὴ εἴδετό ποτε, μήτε ἐνενόησεν, μήτε προσεδόκησεν νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὸ μέλλων αὐτὰ λέγειν, προλαμβάνει, καὶ λέγει· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Ὡς εἰ λέγοι· Μή τις ἀπιστήσῃ οἷς μέλλομεν ἐρεῖν. Πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε. Βουλόμενος πεῖσαι, φησὶν, ὁ Θεὸς τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησιν, ἐμὲ ἐδέξατο. Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐτοῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Προφητείαν ἐνταῦθα τὴν χειροτονίαν φησὶ, δι' ἧς τὸ Πνεῦμα ἔλαβε. Πληθυντικῶς δὲ αὐτὰς ὀνομάζει, οἱονεὶ σημαίνων ἐκείνην μεθ' ἧς ἔλαβεν αὐτὸν, καὶ μεθ' ἧς περιέτεμε, καὶ μεθ' ἧς ἐχειροτόνει. Ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν, ὧν ἐστιν Ὑμεναῖος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ, Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον, καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐπὶ τὸ τοῦ καταπεσεῖν εἰς βυθὸν κακῶν καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας.
Faithful is the saying, and worthy of all acceptance, that Christ Jesus came into the world to save sinners, of whom I am the first; but for this cause I was shown mercy, that in me first Jesus Christ might show forth all longsuffering. So great are the benefits of God, and surpassing all human expectation and hope, that in many places they are even disbelieved. For what the mind of man never saw, nor conceived, nor expected, these things he has graciously given to us. Therefore, being about to say these things, he anticipates and says: Faithful is the saying, and worthy of all acceptance. As if he were saying: Let no one disbelieve what we are about to say. For a pattern to those who are to believe on him unto eternal life. Now to the King of the ages, immortal, the only wise God, be honor and glory unto the ages of ages. Amen. This charge I commit to you, child Timothy. Wishing, he says, to persuade men that God forgives them all things, he received me. According to the prophecies which went before on you, that you might war in them the good warfare, holding faith and a good conscience. By prophecy here he means the ordination through which he received the Spirit. And he calls them plural, as it were signifying that one with which he received him, and that with which he circumcised him, and that with which he ordained him. Which some having thrust away, concerning the faith have made shipwreck, of whom are Hymenaeus and Alexander, whom I delivered to Satan. For when the life is desperate, such a doctrine is also begotten, and one may see many fallen into the depth of evils and turned aside to Hellenism.
Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάσουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν. Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
ΚΕΦΑΛ. Βʹ.
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Οὐχ ἵνα παιδεύσῃ αὐτοὺς, φησὶν, ἀλλ' ἵνα παιδευθῶσιν. Οὐ γὰρ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλ' ἐκ τῆς κολάσεως τοῦτο συμβαίνει. Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι,
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν Ἐπειδὴ τότε μάλιστα ἐδιώκοντο, φησὶν εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διδάσκῃ μὴ μισεῖν αὐτούς. Τοῦτο λέγων, ὃ προσέταξεν ὁ Κύριος λέγων, Προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Διὸ καὶ ἐπήγαγεν· Τοῦτο καλὸν καὶ ἀπόδεκτον. Ἀντίλυτρον ὑπὲρ πάντων· τὸ μαρτύριον, Ἔμελλεν, φησὶ, τιμωρεῖσθαι αὐτοὺς ὑπὲρ τῶν ἁμαρτημάτων, ἀλλ' ἀντ' ἐκείνων τὸν ἑαυτοῦ ἔδωκεν Υἱόν. Καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας Τουτέστι, προσηκόντως. Ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Δείκνυσιν, ὡς διὰ τῆς θυσίας τοῦ Χριστοῦ ἅπας τῆς οἰκουμένης τόπος γέγονεν Ἱερουσαλήμ. Ὁσίους δὲ χεῖρας λέγει, διδάσκων αὐτοὺς πάσης, ὡς εἰπεῖν, καθαρεύειν ἁμαρτίας.
For so that they might not be tormented by the fear of things to come, they will strive to persuade the soul that all things among us are false. So that they may be taught not to blaspheme.
CHAPTER 2.
I exhort therefore, first of all, that supplications, prayers, intercessions, and thanksgivings be made for all men. Not that he, he says, may teach them, but that they may be taught. For he does not bring this about, but it results from the punishment. For kings, and for all who are in authority, that we may lead a tranquil and quiet life in all godliness and reverence. For this is good and acceptable before our Savior God, who desires all men to be saved,
and to come to the knowledge of the truth. For there is one God, and one mediator between God and men, the man Jesus Christ, who gave himself. Since they were being persecuted especially then, he says to pray for them, in order to teach them not to hate them. In saying this, he says what the Lord commanded when he said, Pray for those who persecute you. Therefore he also added: This is good and acceptable. A ransom for all: the testimony. He was about, he says, to punish them for their sins, but instead of them he gave his own Son. In due time, for which I was appointed a herald and apostle, I speak the truth, I do not lie, a teacher of the Gentiles in faith and truth. I desire therefore that the men pray. That is, as is fitting. In every place, lifting up holy hands, without anger and disputing. He shows that through the sacrifice of Christ every place of the inhabited world has become Jerusalem. And he calls them holy hands, teaching them to be pure, so to speak, from every sin.
Τὸ δὲ, χωρὶς ὀργῆς, τουτέστιν ἀμνησικάκους ὄντας. Τὸ δὲ, διαλογισμῶν, τὸ ἀμφίβολον ἀναιροῦντός ἐστι, καὶ τὸ διστάζοντος, εἰ ἄρα λάβοιεν ἃ αἰτοῦσι παρὰ Θεοῦ. Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ ἐν χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν, ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Τουτέστι, πανταχόθεν περιστέλλεσθαι καλῶς, ὅπερ ἐστὶ πολλοῦ φόβου σημαντικόν. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. Βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, οὐδὲ διδάσκειν αὐτὰς ἐπιτρέπει. Καὶ τοῦτο γὰρ κοσμιότης ἐστὶ, περὶ ἧς καὶ διελέγετο, μηδὲ λαλεῖν ὅλως. Ἅμα δὲ καὶ τὴν αἰτίαν τίθησιν, ἐπειδὴ ἅπαξ ἐδίδαξε, καὶ τὸν ἄνδρα κατέστρεψεν, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησεν. Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Πρὸς σύγκρισιν τῆς γυναικὸς, φησὶν αὐτὸν μὴ ἠπατῆσθαι· πάλιν δὲ οὐ περὶ Ἀδὰμ εἴρηται, Εἶδε τὸ ξύλον ὅτι καὶ καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικός. Καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθείς. ΚΕΦΑΛ. Γʹ.
But “without wrath” means being without remembrance of wrongs. And “of reasonings” is the work of one who removes what is doubtful and what belongs to one who hesitates, whether they might receive what they ask from God. Likewise also the women, in modest attire, adorning themselves with shamefastness and sobriety, not with braided hair, or gold, or pearls, or costly clothing, but what is fitting for women professing godliness through good works. That is, to be decently clothed on every side, which is a sign of much fear. Let a woman learn in silence, in all submission. But I do not permit a woman to teach, nor to have authority over a man, but to be in silence. For Adam was formed first, then Eve. Wishing to cut off from them the occasion of chatter, he does not permit them even to teach. For this too is modesty, about which he was speaking, not even to speak at all. And at the same time he also sets forth the cause, since once she taught, she also overturned the man and made him liable to disobedience. And Adam was not deceived, but the woman, having been deceived, has come into transgression. But she will be saved through childbearing, if they remain in faith, and love, and holiness with sobriety. By way of comparison with the woman, he says that he was not deceived; and again it is not said concerning Adam, She saw the tree, that it was also good for food, but concerning the woman. And she ate, and gave also to her husband, so that he did not transgress by yielding to desire, but by being persuaded by the woman. CHAPTER 3.
Πιστὸς ὁ λόγος. Ὅμοιον ὡς εἰ λέγοι· Μὴ κατηφεῖς γένησθε, ὅτι τὸ γένος ὑμῶν διαβέβληται. Ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν, ὥστε μὴ μόνον δι' ἑαυτῶν, ἀλλὰ καὶ δι' ἑτέρων σώζεσθαι. Σώζονται γὰρ, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Θεῷ. Καὶ ὅτι τοῦτο σώζει, ἐπήγαγε, Πιστὸς ὁ λόγος, μονονουχὶ λέγων, Μηδεὶς ἀπιστείτω, φησί· διὰ τῆς τεκνογονίας σώζονται· οὐ γάρ ἐστι τοῦτο μικρὸν, τὸ τὰ δοθέντα παιδία παρ' αὐτοῦ, ταῦτα αὐτῷ ἀναθεῖναι. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον Οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστὶ, εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν, ὥστε μὴ τῆς ἀρχῆς, καὶ τῆς ἀπ' αὐτῆς τιμῆς ἐφίεσθαι μόνον. Ἀλλὰ καὶ τῆς προστασίας οὐκ ἐγκαλῶ· ἐπεὶ καὶ Μωϋσῆς ἐξ ἀρχῆς τοῦτον ἔσχε τὸν ζῆλον, τοῦ ἐπισκοπεῖν τοὺς ἀδελφοὺς αὐτοῦ. Ἀνεπίληπτον εἶναι, Διὰ μιᾶς λέξεως πᾶσαν αὐτὸν ἀρετὴν ἔχειν προσέταξε. Μιᾶς γυναικὸς ἄνδρα, νηφαλέον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, Ἵνα μὴ τοῦτο ἐμπόδιον γένηται τοῖς ἤδη ἐσχηκόσι γαμετὰς, ἢ καὶ πρὸς ἀντιδιαστολὴν τῶν παρὰ Ἰου δαίοις διδασκάλων, οἷς ἐξῆν καὶ δύο ἔχειν, ὅπερ καὶ ἁρμόζει μᾶλλον. Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Δεῖ γὰρ αὐτὸν οἴκοθεν παρασχέσθαι τὰ παραδείγματα, ὡς καλῶς δυνήσεται τὰ κατὰ
This is a faithful saying. It is as if he were saying: Do not be downcast because your race has been slandered. God has given you yet another occasion of salvation, namely the rearing of children, so that you may be saved not only through yourselves but also through others. For they are saved because they have raised athletes for God. And that this saves, he added, This is a faithful saying, almost saying, Let no one disbelieve, he says: they are saved through childbearing; for this is no small thing, to dedicate to him the children given by him. If anyone aspires to the office of overseer, he desires a good work. Therefore the overseer must be—I do not find fault, he says; for it is a work of oversight, if anyone should have this desire, so as not merely to long for the rule and the honor that comes from it. But I do not find fault even with the oversight, since Moses too from the beginning had this zeal, to oversee his brothers. To be blameless—by a single word he commanded him to possess every virtue. The husband of one wife, sober, self-controlled, orderly, hospitable, able to teach, not given to wine, not a striker, not greedy for shameful gain, but gentle, peaceable, not a lover of money, managing his own household well—so that this may not become an obstacle to those who have already had wives, or also by way of contrast with the teachers among the Jews, to whom it was permitted even to have two, which is also more fitting. Having children in subjection with all reverence. But if anyone does not know how to manage his own household, how will he care for the church of God? For he must provide the examples from his own house, so that he will be able well to [manage] the things concerning
Θεὸν τέκνα διοικεῖν. Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, Τὸν νεωστὶ κατηχημένον λέγει, οὐ τὸν νεώτερον τῇ ἡλικίᾳ Εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Τουτέστιν εἰς τὴν καταδίκην, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξω, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· ἔχοντας τὸ μυστήριον πίστεως, Οὕτως ὀφείλει, φησὶ, θαυμαστὸς εἶναι καὶ δίκαιος, ὡς καὶ τοὺς ἐχθροὺς αὐτῷ μαρτυρεῖν. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τὰ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Τουτέστιν, ὀρθὴν ἔχοντας πίστιν, καὶ μηδὲν αὐτῇ τῶν δολίων ἐπεισάγοντας. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί. Μή μοι εἴπῃς τοὺς κώδωνας, φησὶν, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα. Στύλος ἐστὶ τῆς οἰκουμένης ἡ Ἐκκλησία· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως. Ἀναμφίβολον γάρ ἐστιν.
God manages children. Not a neophyte, lest being puffed up—he means the one recently catechized, not the one younger in age—he fall into the condemnation of the devil. That is, into the condemnation which that one endured from his madness. But he must also have a good testimony from those outside, lest he fall into reproach and the snare of the devil. Deacons likewise must be dignified, not double-tongued, not addicted to much wine, not greedy for shameful gain, holding the mystery of the faith. Thus, he says, he ought to be admirable and just, so that even his enemies bear witness to him. This is similar to, Let your light shine before men. In a pure conscience. And let these also first be tested, then let them serve, being blameless. Women likewise must be dignified, not slanderers, sober, faithful in all things. Let deacons be husbands of one wife, managing their children and their own households well. For those who have served well gain for themselves a good standing and much boldness in the faith which is in Christ Jesus. I write these things to you, hoping to come to you sooner. But if I delay, so that you may know how one ought to conduct oneself in the household of God, which is the Church of the living God, the pillar and foundation of the truth. That is, having right faith and introducing nothing deceitful into it. And confessedly great is the mystery of godliness. God was manifested in the flesh. Do not tell me of the bells, he says, nor of the Holy of Holies, nor of the high priest. The Church is the pillar of the world; and it is a mystery, and a great one, and a mystery of godliness, and confessedly, not by seeking. For it is beyond doubt.
Ἐδικαιώθη ἐν πνεύματι. Τοῦτό φησιν, ὅτι μεταλαβὼν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. ΚΕΦΑΛ. Δʹ.
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. Ὥστε καὶ ἄγγελοι μεθ' ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Εἰς Μανιχαῖον καὶ Μαρκίωνα ταῦτα πάντα λέγει. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ. Δύο τίθησιν ἐνταῦθα κεφάλαια· ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτερον δὲ, εἰ καὶ γένηται τῇ ὑπολήψει κοινὸν, ἀλλ' ἔχεις τὸ φάρμακον· σφραγίσας εὐχαρίστησον· δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀφίπταται. Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας, ᾗ παρηκολούθηκα. Τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. Τοὺς βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Τὰς μυθικὰς Ἰουδαίων παραδόσεις λέγει. Γύμναζε δὲ ἑαυτὸν Ὁ γυμναζόμενος, ἱδρῶτας ἔχει πολλούς. Πρὸς εὐσέβειαν. Τουτέστι, πίστιν καθαρὰν καὶ βίον. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ὠφέλιμός ἐστιν.
He was justified in the Spirit. This he says, that having partaken of blood and flesh like us, he committed no sin, nor was guile found in his mouth. He was seen by angels, preached among the nations, believed in the world, taken up in glory. CHAPTER 4.
But the Spirit expressly says that in later times some will depart from the faith. So that even angels saw the Son of God with us, though previously they did not see him. Giving heed to seducing spirits and doctrines of demons, in the hypocrisy of liars, their own conscience seared, forbidding to marry, and commanding to abstain from foods which God created for reception with thanksgiving by the faithful and those who have known the truth. All these things he says against Manichaeus and Marcion. That every creature of God is good, and nothing is to be rejected when received with thanksgiving. For it is sanctified through the word of God and intercession. In setting these things before the brethren, you will be a good minister of Jesus Christ. He sets down two chapters here: one, that no creature is common; the second, that even if it becomes common in estimation, you still have the remedy: having sealed it, give thanks; glorify God, and all uncleanness flies away. Nourished in the words of the faith and of the good teaching which you have followed. Showing the constancy of attention to such things. Reject profane and old-womanish fables. He means the mythical traditions of the Jews. But exercise yourself—the one who exercises has many sweats—toward godliness. That is, pure faith and life. For bodily exercise is profitable for a little; but godliness is profitable for all things.
Τινὲς περὶ νηστείας τοῦτό φασιν εἰρῆσθαι. Ἄπαγε· οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν. Εἰ δὲ τήκει αὐτὸ, καὶ λεπτύνει, καὶ κατισχύει, οὐκ ἔστι σωματική. Ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν, ὥστε ἡμῖν δεῖ τῆς γυμνασίας τῆς κατὰ ψυχήν· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις, τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται. Ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελλούσης. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς, καὶ ἐνταῦθα
γάννυται. Ὡσπεροῦν καὶ ὁ πονηρὸς, καὶ ἐνταῦθα κολάζεται. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Τουτέστιν, ἀληθής ἐστι, καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, καὶ μάλιστα πιστῶν. Παράγγελλε ταῦτα, καὶ δίδασκε. Τουτέστι· τίνος γὰρ ἕνεκα κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Ἔργα γὰρ, φησὶν, ἐπίδειξον ἄξια πολιᾶς, ἃ καὶ ἐφεξῆς λέγει. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν πρεσβυτερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, Τῆς διδασκαλίας φησίν. Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν. Ἔπεχε σεαυτῷ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς.
Some say this was spoken about fasting. Far be it! It is not bodily exercise but spiritual. For if it were bodily, it would feed the body. But if it melts it and makes it thin and weakens it, it is not bodily. Therefore he speaks about the discipline of the body, so that we need the exercise that is according to the soul; for that one has no profit, but benefited the body a little; but the practice of godliness yields its fruit also in the age to come, and here it recovers. Having the promise of the life that now is, and of that which is to come. Therefore even here we are in good hopes. For he who is conscious of nothing in himself, even here rejoices. Just as the wicked man also is punished even here. Faithful is the word, and worthy of all acceptance. That is, it is true, both here and there. For to this end we labor and are reproached, because we have hoped in the living God, who is the Savior of all men, especially of the faithful. Command these things, and teach. That is: for what reason do we wear ourselves out, if we did not expect the things to come? Let no one despise your youth, but be an example to the faithful, in word, in conduct, in love, in spirit, in faith, in purity. Until I come, attend to reading, to exhortation, to teaching. For, he says, show works worthy of gray hair, which he also says next. Do not neglect the gift that is in you, which was given to you through prophecy, with the laying on of hands of the presbytery. Meditate on these things, be in them, he says, of the teaching. That your progress may be evident in all things. Take heed to yourself, and to the teaching; continue in them.
Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. Μὴ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. ΚΕΦΑΛ. Εʹ.
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα, ἢ ἔκγονα ἔχει, μανθανέτω πρῶτον, Περὶ παντὸς γεγηρακότος λέγει. Τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα, καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς, καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ἀντὶ τοῦ, εὖ ποιεῖν. Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, οὐ προνοεῖ, Τοὺς γένει προσήκοντας φησὶν, ὡς καὶ Ἡσαΐας, Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ παντὶ πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ, λοιδορίας χάριν.
For by doing this, you will save both yourself and those who hear you. Not only in your life, but also in your teaching word. CHAPTER 5.
Do not rebuke an elder, but exhort him as a father, younger men as brothers, older women as mothers, younger women as sisters in all purity; honor widows who are truly widows. But if any widow has children or grandchildren, let her first learn—he is speaking about every aged person—to be pious toward her own household and to give recompense to her forebears. For this is acceptable before God. But the one who is truly a widow and left alone has hoped in God and continues in supplications and prayers night and day; but she who lives in luxury, while living, has died. And command these things, so that they may be blameless. Instead of: do good. But if anyone does not provide for his own, and especially for those of his household—he means those related by birth, as also Isaiah says: You will not overlook your own of your seed—he has denied the faith and is worse than an unbeliever. Let a widow be enrolled if she is not less than sixty years old, having been the wife of one man, attested by good works, if she raised children, if she showed hospitality to strangers, if she washed the feet of all, if she relieved the afflicted, if she followed after every good work. But refuse younger widows. For when they have grown wanton against Christ, they wish to marry, having condemnation because they have set aside their first faith. At the same time they also learn to be idle, going about from house to house; and not only idle, but also gossips and busybodies, speaking things that are not fitting. I desire, then, that younger women marry, bear children, manage the household, give no occasion to the adversary for the sake of reproach.
Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Τὴν συνθήκην φησίν. Εἴ τις πιστὸς, ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφὴ, Βοῦν ἀλοῶντα οὐ φιμώσεις. Καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται.
For already some have turned aside after Satan. Because he does not overlook even those who are near, if not those who are strangers. He means the agreement. If any believing man or believing woman has widows, let them assist them, and let not the Church be burdened, so that it may assist those who are truly widows. Let the elders who preside well be counted worthy of double honor, especially those who labor in word and teaching. For the Scripture says, You shall not muzzle the ox that treads out the grain. And, The worker is worthy of his wages. Do not receive an accusation against an elder, except on two or three witnesses. Rebuke those who sin before all, so that the rest also may have fear. I charge you before God and the Lord Jesus Christ, and the elect angels, that you keep these things without prejudice, doing nothing according to partiality. Lay hands hastily on no one, nor share in the sins of others. Keep yourself pure. No longer drink only water, but use a little wine for your stomach's sake and your frequent infirmities. The sins of some people are evident beforehand, leading to judgment; but for some they also follow after. Likewise also good works are evident beforehand, and those that are otherwise cannot be hidden.
ΚΕΦΑΛ.ς ʹ.
Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρεις, βλασφημίαι. ὑπόνοιαι, Τουτέστι, δόξαι καὶ δόγματα πονηρά· τότε περὶ Θεοῦ ἃ μὴ δεῖ, ὑποπτευόμενοι, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. Διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγῖδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους, καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. Τοῦτό φησι· Καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτως καὶ αὐτοὶ οἱ πονηροὶ ἄνδρες.
CHAPTER 6.
Let as many servants as are under the yoke count their own masters worthy of all honor, that the name of God and the teaching be not blasphemed. And let those who have believing masters not despise them, because they are brothers, but rather let them serve them, because they are faithful and beloved, who receive the benefit. These things teach and exhort. If any man teaches otherwise, and does not consent to wholesome words, even the words of our Lord Jesus Christ, and to the teaching which is according to godliness, he is puffed up, knowing nothing, but is sick about questions and strivings about words, from which arise envy, strife, blasphemies, suspicions—that is, evil opinions and doctrines; then, concerning God, suspecting things which one ought not, whenever we fall into questions. Wranglings, of men corrupted in mind, and deprived of the truth, supposing that godliness is a means of gain. From such withdraw yourself. But godliness with contentment is great gain. For we brought nothing into the world, and it is clear that we can carry nothing out. And having food and clothing, let us be content with these. But those who wish to be rich fall into temptation, and a snare, and many foolish and harmful desires, which drown men in destruction and perdition. For the love of money is the root of all evils; which some, reaching after, have wandered from the faith, and pierced themselves through with many sorrows. This he says: just as the scabby sheep, when rubbed against, fill even the healthy ones with disease, so also do these wicked men themselves.
Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον. Πάλιν αὐτὸν εἰς εὐθυμίαν διανίστησι, μονονουχὶ λέγων· Μὴ φοβηθῇς τὸν θάνατον. Θεοῦ γὰρ εἶ δοῦλος, τοῦ δυναμένου ζωογονεῖν. Μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει. Τουτέστιν, ἵνα ἐν τῇ ἐπιφανείᾳ πλήρης αὐτὴν ἔχων εὑρεθῇς. Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων τὴν ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Τοῖς πλουσίοις ἐπὶ τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐν τῷ Θεῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυτοῖς. Τοῦτο πάλιν φησὶ, διδάσκων, μὴ διὰ φόβον προδιδόναι τὸ κήρυγμα. Θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.
But you, O man of God, flee these things; pursue righteousness, godliness, faith, love, patience, meekness. Fight the good fight of faith; lay hold on eternal life, to which you were called, and have confessed the good confession before many witnesses. I charge you before God, who gives life to all things, and before Christ Jesus, who witnessed the good confession before Pontius Pilate, that you keep the commandment spotless, blameless. Again he stirs him up to good courage, almost saying: Do not fear death. For you are a servant of God, who is able to give life. Until the appearing of our Lord Jesus Christ, which he will show in his own times. That is, that at the appearing you may be found having it in fullness. The blessed and only Potentate, the King of kings and Lord of lords, who alone has immortality, dwelling in unapproachable light, whom no man has seen, nor can see, to whom be honor and eternal power. Amen. Charge the rich in this present age not to be high-minded, nor to hope in the uncertainty of riches, but in the living God, who gives us richly all things for enjoyment, to do good, to be rich in good works, to be generous, willing to share, laying up treasure for themselves. This again he says, teaching them not to betray the preaching through fear. A good foundation for the future, that they may lay hold on eternal life. O Timothy, guard the deposit, avoiding the profane empty babblings and oppositions of falsely named knowledge, which some professing have missed the mark concerning the faith. Grace be with you. Amen.
Οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Πρὸς Τιμόθεον αʹ, ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς Στίχων σιʹ. ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ τῷ τέκνῳ, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ
Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ· πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ. Γράψας αὐτῷ, ὡς ἀφίξεται πρὸς αὐτὸν, ἐνεποδίσθη δεθεὶς εἰς Ῥώμην· διὸ καὶ δευτέρας αὐτῷ ἐδέησεν ἐπιστολῆς. Πρῶτον ἐγκώμιον τοῦ μαθητοῦ, ὅτι ἄνωθεν ἀπὸ οἰκίας ἐστὶ τῷ Χριστῷ δουλευούσης. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ καὶ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Κἂν αὐτὸς ταῦτα πάθῃς, φησὶ, μὴ αἰσχυνθῇς.
Nothing is unstable, but all things are firm, immovable, fixed, abiding. To Timothy 1, written from Laodicea, which is the metropolis of Pacatian Phrygia. 216 lines. To the Second Epistle to Timothy.
Chapter One.
Paul, an apostle of Christ Jesus by the will of God, according to the promise of life that is in Christ Jesus, to Timothy, my child: grace, mercy, peace from God
the Father and Christ Jesus our Lord. I thank God, whom I serve from my forefathers with a pure conscience, as I have unceasing remembrance of you in my prayers night and day, longing to see you, remembering your tears, so that I may be filled with joy, taking remembrance of the unfeigned faith that is in you, which dwelt first in your grandmother Lois and in your mother Eunice; and I am persuaded that it is also in you. For this reason I remind you to rekindle the gift of God that is in you through the laying on of my hands. For God has not given us a spirit of cowardice, but of power and love and sound mind. Having written to him that he would come to him, he was hindered, being bound in Rome; therefore a second letter to him was also needed. The first commendation of the disciple, that from above he is from a house that serves Christ. Therefore do not be ashamed of the testimony of our Lord, nor of me his prisoner, but suffer hardship together for the Gospel, according to the power of God who saved us and called us with a holy calling, not according to our works, but also according to his own purpose and grace, which was given to us in Christ Jesus before eternal times. And even if you yourself suffer these things, he says, do not be ashamed.
Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, καὶ ἀπόστολος, καὶ διδάσκαλος ἐθνῶν. Δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι. Οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει, καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδα τοῦτο, ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρεν. Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεον παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
ΚΕΦΑΛ. Βʹ.
But now has been made manifest through the appearing of our Lord Jesus Christ, who has abolished death and has brought to light life and incorruption through the Gospel, for which I was appointed a herald and apostle and teacher of the nations. For this cause I also suffer these things, but I am not ashamed. For I know whom I have believed, and I am persuaded that he is able to guard my deposit until that day. Hold to the pattern of sound words which you heard from me, in faith and love which are in Christ Jesus. Guard the good deposit through the Holy Spirit who dwells in us. I know this, that all those in Asia have turned away from me, among whom are Phygelus and Hermogenes. May the Lord grant mercy to the household of Onesiphorus, because he often refreshed me and was not ashamed of my chain, but when he was in Rome, he sought me out more diligently and found me. May the Lord grant him to find mercy from the Lord on that day; and how much he ministered in Ephesus, you know better.
Chapter 2.
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται, καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν, ὡς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Χριστῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο· ἐπὶ πλέον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμεναῖος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.
You therefore, my child, be strengthened in the grace that is in Christ Jesus, and the things you heard from me through many witnesses, entrust these to faithful people, who will be able also to teach others. You therefore endure hardship as a good soldier of Jesus Christ. No one serving as a soldier entangles himself in the affairs of this life, so that he may please the one who enlisted him. And if anyone also competes as an athlete, he is not crowned unless he competes lawfully. The laboring farmer must first partake of the fruits. Understand what I say; for the Lord will give you understanding in all things. Remember Jesus Christ, raised from the dead, from the seed of David according to my Gospel, in which I suffer hardship even to chains as a criminal; but the word of God is not bound. For this reason I endure all things for the sake of the elect, so that they also may obtain the salvation that is in Christ Jesus, with eternal glory. The saying is faithful: for if we died with him, we shall also live with him; if we endure, we shall also reign with him. If we deny him, he also will deny us. If we are faithless, he remains faithful; he cannot deny himself. Remind them of these things, solemnly charging them before the Lord not to engage in word-battles, which is useful for nothing, to the ruin of those who hear. Be diligent to present yourself approved to Christ, a worker not ashamed, rightly cutting the word of truth. But avoid the profane empty babblings; for they will advance further in impiety, and their word will have a spreading like gangrene; among whom are Hymenaeus and Philetus, who have missed the mark concerning the truth, saying that the resurrection has already happened, and they overturn the faith of some.
Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγίδα
ταύτην. Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν, ἡγιασμένον καὶ εὔχρηστον τῷ Δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. ΚΕΦΑΛ. Γʹ.
Nevertheless, the solid foundation of God stands firm, having this seal: The Lord knows those who are his, and let everyone who names the name of the Lord depart from iniquity. In a great house there are not only vessels of gold and silver, but also of wood and clay; some for honor, and some for dishonor. If anyone therefore purifies himself from these, he will be a vessel for honor, sanctified and useful to the Master, prepared for every good work. Flee youthful desires, and pursue righteousness, faith, love, and peace with those who call upon the Lord from a pure heart. But avoid foolish and uninstructed inquiries, knowing that they breed quarrels. A servant of the Lord must not quarrel, but be gentle toward all, able to teach, patient under wrong, instructing those who oppose him with meekness, lest at some time God grant them repentance unto the knowledge of the truth, and they come to their senses out of the snare of the devil, having been taken captive by him to do his will. Chapter 3.
Τοῦτο δὲ γινώσκετε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι, φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον, ἢ φιλόθεοι· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου· ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτεύοντες γυναικάρια, σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν, ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα. Ἃ διὰ Θέκλαν πέπονθε, λέγει. Καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Τούτων ὡς νεαρῶν ὄντων ἐμνήσθη· τὰ δὲ ἄλλα ἀφῆκεν, ὡς γνώριμα ὄντα τῷ ἀνδρί. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καὶ ἐπιστώθης· εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους.
But know this, that in the last days perilous times will come. For men will be lovers of themselves, lovers of money, boasters, proud, blasphemers, disobedient to parents, unthankful, unholy, unloving, unforgiving, slanderers, without self-control, fierce, despisers of good, traitors, headstrong, puffed up, lovers of pleasure rather than lovers of God, having a form of godliness but denying its power. And turn away from these; for of these are those who creep into houses and take captive silly women laden with sins, led away by various desires, always learning and never able to come to the knowledge of the truth. Now as Jannes and Jambres resisted Moses, so these also resist the truth, men of corrupt mind, disqualified concerning the faith, but they will not progress further. For their folly will be evident to all, as theirs also was. But you have followed my teaching, my conduct, my purpose, my faith, my patience, my love, my endurance, my persecutions, my sufferings, such as happened to me in Antioch, in Iconium, in Lystra; what persecutions I endured. He says, what she suffered through Thecla. And out of them all the Lord delivered me. Yes, and all who desire to live godly in Christ Jesus will be persecuted. He mentioned these as being recent; but the rest he left out, as being known to the man. But evil men and impostors will progress to the worse, deceiving and being deceived. But you remain in the things you have learned and been assured of, knowing from whom you learned them, and that from childhood.
Τὰς θλίψεις ἐνταῦθά φησι, καὶ τὰς ὀδύνας τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς ἀρετῆς. Τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τὸν νόμον καὶ τοὺς προφήτας λέγει, οἵτινες αὐτὸν ἐδύναντο εἰς τὴν σοφίαν ἀναγαγεῖν, τουτέστι Χριστόν. Εἰς τοῦτον γὰρ ἐπληροῦτο, καὶ ὁ νόμος, καὶ οἱ προφῆται. Ὅτι δὲ ᾔδει τὴν Γραφὴν, δῆλον ἐκ τοῦ ἱστορῆσαι τὸν Λουκᾶν περὶ αὐτοῦ. Ὅτι μητρὸς ἦν Ἰουδαίας πιστῆς, τουτέστιν ἐξ Ἰουδαίων πιστευσάσης εἰς Χριστόν. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾗ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. ΚΕΦΑΛ. Δʹ.
Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν. Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειοτέραν οὖσαν. Εἰκότως δὲ τοσαύτην ἐπάγει, ἐπειδὴ λυπηρὸν ἔμελλεν ἐρεῖν τῷ μαθητῇ, τὸν ἑαυτοῦ θάνατον. Ἐκείνην φησὶ τὴν Γραφὴν, περὶ ἧς εἶπεν, ὅτι Ἀπὸ βρέφους ἱερὰ Γράμματα οἶδας. Ζῶντας καὶ νεκροὺς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον,
He calls afflictions here the pains of the narrow and constricted way of virtue. You know the sacred writings, which are able to make you wise unto salvation through faith in Christ Jesus. He means the law and the prophets, which were able to lead him to wisdom, that is, to Christ. For in him both the law and the prophets were fulfilled. And that he knew the Scripture is clear from Luke's account concerning him, that his mother was a believing Jewish woman, that is, one from the Jews who had believed in Christ. All Scripture is inspired by God and profitable for teaching, for reproof, for correction, for instruction in righteousness, that the man of God may be complete, equipped for every good work. Chapter 4.
I charge you therefore before God and the Lord Jesus Christ, who is to judge. Having made much exhortation and consolation from all sources, he adds also that from the Scriptures, which is more perfect. And with good reason he adds so great a charge, since he was about to say something painful to the disciple, namely his own death. He means that Scripture of which he said, From infancy you have known the sacred writings. The living and the dead, at his appearing and his kingdom: preach the word,
ἐπίστηθι Ἁμαρτωλοὺς καὶ δικαίους λέγει· ἢ ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. Εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, Τουτέστιν, Μὴ ἔχε κεχωρισμένον καιρόν· ἀεί σοι ἔστω καιρὸς, Μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν εὐθυμίᾳ ὢν, μηδὲ ἐν Ἐκκλησίᾳ καθήμενος μόνον διδάξῃς, ἐν δὲ τοῖς κινδύνοις περισταλῇς, ἀλλὰ κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, μὴ παύσῃ τοῦ κηρύγματος. Κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Τουτέστι, τερπόμενοι τὴν ἀκοήν. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Σπούδασον ἐλθεῖν πρός με ταχέως. Δημᾶς γάρ με ἐγκατέλιπεν, Τὴν ἀθυμίαν παραμυθήσασθαι βούλεται τοῦ μαθητοῦ, θαῤῥεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, Χαίρειν, φησὶ, δεῖ, οὐκ ἀλγεῖν. Ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστιν, τὴν ἄνεσιν, καὶ τὴν τρυφήν. Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ.
Be steadfast. He calls them sinners and righteous; or because many will be left alive. In season, out of season: reprove, rebuke, exhort with all longsuffering and teaching. For the time will come when they will not endure sound teaching, but according to their own desires they will heap up for themselves teachers. That is: Do not keep a separate time; let every time be yours. Do not, when you are in peace, nor in cheerfulness, nor sitting only in the Church, teach, but when in dangers be restrained—no, even if you are in prison, even if bound with chains, do not cease from preaching. Itching the ear, and from the truth they will turn away their ear, and will be turned aside to myths. But be sober in all things, endure affliction, do the work of an evangelist, fulfill your ministry. For I am already being poured out, and the time of my departure is at hand. That is: delighting the ear. I have fought the good fight, I have finished the course, I have kept the faith. Henceforth there is laid up for me the crown of righteousness, which the Lord, the righteous judge, will give me in that day. And not to me only, but also to all who have loved his appearing. Be diligent to come to me quickly. For Demas has forsaken me. He wishes to comfort the disciple's despondency, bidding him be of good courage, as though he were departing for a crown, as having completed all things. We ought, he says, to rejoice, not to grieve. Having loved the present age, and he went to Thessalonica. That is: ease and luxury. Crescens to Galatia, Titus to Dalmatia; Luke alone is with me.
Μάρκον ἀναλαβὼν, ἄγαγε μετὰ σαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τούτους οὐ μέμφεται· διὰ τὸ κήρυγμα γὰρ ἦσαν ἀπεσταλμένοι. Τὸν δὲ φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· ὃν καὶ σὺ φυλάσσου. Λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Γλωσσόκομον ἔνθα εἶχεν τὰς βίβλους καὶ τὰ χαρτία. Διδάσκει ἡμᾶς ὡς ἄχρι ἐσχάτης ἀναπνοῆς, κἂν ἐν δεσμοῖς ὦμεν, τῶν θείων λογίων οὐκ ἀμελεῖν δεῖ. Ἰουδαϊκὸν ἱλαστήριον τοῦ νόμου λέγει. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Παρέστη γὰρ ἅπαξ τῷ Νέρωνι, καὶ διέφυγεν. Ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Ἵνα πᾶσι κατάδηλος γένηται ἡ τοῦ κηρύγματος ἐπιφάνεια. Οὐχ ὡς ἄξιον δὲ ἑαυτόν φησιν, ἀλλὰ διὰ τὸ κήρυγμα, ὡς ἄν τις πορφυρίδα καὶ διάδημα βαστάζων, δι' αὐτὰ ἐσώζετο. Λέοντα, τὸν Νέρωνα λέγει. Καὶ ῥυσεταί με Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸνὈνησιφόρου οἶκον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης. Τότε μὲν γὰρ, φησὶ, τῶν κινδύνων ἐξήρπασεν.
Taking Mark, bring him with you, for he is useful to me for ministry. But Tychicus I have sent to Ephesus. These he does not blame, for they had been sent for the preaching. But the cloak which I left at Troas with Carpus, bring when you come, and the books, especially the parchments. Alexander the coppersmith showed me many evils. May the Lord repay him according to his works; whom you also guard against. For he has greatly opposed our words. A chest where he kept the books and the papers. He teaches us that until our last breath, even if we are in chains, we must not neglect the divine oracles. He calls it a Jewish propitiation of the law. At my first defense no one came to my support, but all abandoned me; may it not be counted against them. But the Lord stood by me and strengthened me. For he stood once before Nero and escaped. That through me the preaching might be fully accomplished, and that all the nations might hear; and I was delivered out of the mouth of the lion. That the manifestation of the preaching might become clear to all. He says this not as though he were worthy, but because of the preaching, as if someone carrying a purple robe and a diadem were saved on account of them. The lion, he means Nero. And the Lord will rescue me from every evil work, and will save me into his heavenly kingdom; to whom be glory for ever and ever. Amen. Greet Prisca and Aquila, and the household of Onesiphorus. Erastus remained in Corinth, but Trophimus I left in Miletus sick. Do your best to come before winter. Eubulus and Pudens greet you. For then, he says, he snatched them out of the dangers.
Ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ Εὐαγγελίῳ γέγονε, ῥύσεταί με ἀπὸ παντὸς ἁμαρτήματος· τουτέστι, μὴ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Τὸν Λῖνόν φασι διαδέξασθαι τὸν μακάριον Πέτρον ἐν τῇ Ῥώμῃ. Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. Ὅμοιον ὡς εἰ λέγοι· Μὴ ἄλγει ὅτι ἀφίσταμαι. Ὁ Κύριος μετὰ σοῦ ἐστι· καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου, ἵνα ᾖ διπλῆ ἡ βοήθεια, τῆς χάριτος τοῦ πνεύματος, καὶ τοῦ βοηθοῦντος αὐτῷ. Πρὸς Τιμόθεον βʹ ἐγράφη ἀπὸ Ῥώμης. Στίχοι ρπʹ. Ἀπὸ Ῥώμης γράφει τὴν Ἐπιστολὴν ἐν δεσμοῖς ἐχόμενος, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν, καὶ τὴν παρὰ πόδας τελείωσιν. Ἐγὼ γὰρ, φησὶν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΤΟΝ.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν Λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταθήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγὼ διεταξάμην. Εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Ἐπισκόπους.
Since the Gospel has been fulfilled, it will rescue me from every sin; that is, it will not allow me to depart condemned. And Linus, and Claudia, and all the brethren. They say that Linus succeeded the blessed Peter in Rome. The Lord Jesus Christ be with your spirit. Grace be with you. Amen. It is as if he were saying: Do not grieve that I am departing. The Lord is with you; and he did not say, With you, but, With your spirit, so that the help might be twofold—the grace of the spirit, and that of him who helps him. To Timothy 2 was written from Rome. 180 lines. He writes the Epistle from Rome while held in chains, at the same time indicating both the defense that had already taken place for him and his consummation close at hand. For I, he says, am already being poured out, and the time of my departure has come.
TO THE EPISTLE TO TITUS.
CHAPTER ONE.
Paul, a servant of God, and an apostle of Jesus Christ according to the faith of God's elect, and the knowledge of the truth which is according to godliness, in hope of eternal life which the truthful God promised before eternal times, and manifested in his own seasons his Word in preaching, with which I was entrusted according to the command of God our Savior, to Titus, a genuine child according to the common faith: grace, mercy, peace from God the Father and the Lord Jesus Christ our Savior. For this cause I left you in Crete, that you might set right the things that are lacking, and appoint elders in every city, as I commanded you. If anyone is blameless, the husband of one wife, having faithful children, not under accusation of profligacy, or unruly. Bishops.
Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῇ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδαχῇ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι, φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς, οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροκέρδους χάριν. Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν Οὐ τὸν νηστευτὴν ἐνταῦθα λέγει, ἀλλὰ τὸν πάθους κρατοῦντα παντός. Προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Πάντα μὲν καθαρὰ τοῖς Προφήτην, ἐνταῦθα τὸν ποιητὴν λέγει, τὸν Καλλίμαχον. Διὰ τί δὲ τῇ μαρτυρίᾳ αὐτοῦ; ὅτι μάλιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν ἐκ τῶν αὐτῶν ἐνέγκωμεν τὰς κατηγορίας. Καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν, καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
For a bishop must be blameless, as the steward of God; not self-willed, not soon angry, not given to wine, not a striker, not given to filthy lucre; but a lover of hospitality, a lover of good men, sober, just, holy, temperate; holding fast the faithful word as he has been taught, that he may be able both to exhort in sound doctrine, and to convince the gainsayers. For there are many unruly and vain talkers and deceivers, especially those of the circumcision, whose mouths must be stopped; who subvert whole houses, teaching things which they ought not, for filthy lucre's sake. One of themselves, even a prophet of their own, said: He does not here mean the faster, but the one who masters every passion. The prophet: Cretans are always liars, evil beasts, slow bellies. This witness is true. For which cause rebuke them sharply, that they may be sound in the faith, not giving heed to Jewish fables and commandments of men who turn away from the truth. All things indeed are pure to the prophet — here he means the poet, Callimachus. But why does he use his testimony? Because we especially put them to shame when we bring accusations from their own writings. To the pure: but to the defiled and unbelieving nothing is pure, but both their mind and conscience are defiled. They profess that they know God, but in works they deny him, being abominable and disobedient, and to every good work reprobate.
ΚΕΦΑΛ. Βʹ.
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Πρεσβύτας νηφαλέους εἶναι, σεμνοὺς, σώφρονας τῇ πίστει, τῇ ἀγάπῃ, ὑπομονῇ. Πρεσβύτιδας ὡσαύτως, ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν. Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ, ἀφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον· ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μηδὲ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐπιδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως, καὶ
CHAPTER 2.
But speak thou the things which become sound doctrine. That aged men be sober, grave, temperate in faith, in love, in patience. Aged women likewise, that they be in behaviour as becometh holiness, not false accusers, not enslaved to much wine, teachers of good things, that they may teach the young women to be lovers of their husbands, lovers of their children, temperate, chaste, keepers at home, good, obedient to their own husbands. Not contrary to their own nature, but contrary to the disposition of those who partake. That the word of God be not blasphemed. Exhort the younger men likewise to be temperate. In all things shewing thyself a pattern of good works, in doctrine, uncorruptness, gravity, sound speech, that cannot be condemned; that he that is of the contrary part may be ashamed, having nothing evil to say of us. That servants be subject to their own masters in all things, to be well-pleasing, not gainsaying, not purloining, but shewing all good fidelity, that they may adorn the doctrine of God our Saviour in all things. For the grace of God that bringeth salvation hath appeared to all men, teaching us, that denying ungodliness and worldly lusts, we should live soberly, and righteously, and
εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχομένους τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ συμβαίνει γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν, μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ὑμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
ΚΕΦΑΛ. Γʹ.
Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς, καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους. Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ, καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ ἑαυτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου. Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε βεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς περιίστασο. Εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
that we might live soberly and righteously and godly in this present world, awaiting the blessed hope and the appearing of the glory of our great God and Savior Jesus Christ. For if it happens that a believing woman living with an unbelieving husband is not virtuous, the blasphemy is accustomed to pass over to God. Who gave himself for us, that he might redeem you from all lawlessness, and purify for himself a people for his own possession, zealous for good works. These things speak, and exhort, and reprove with all authority. Let no one despise you.
CHAPTER 3.
Remind them to be subject to principalities and authorities, to obey, to be ready for every good work, to blaspheme no one, to be peaceable, gentle, showing all meekness toward all men. For we ourselves were once foolish, disobedient, deceived, serving desires and various pleasures, living in malice and envy, hateful, hating one another. But when the kindness and love of mankind of our Savior God appeared, not by works of righteousness which we ourselves did, but according to his own mercy he saved us, through the washing of regeneration and renewal of the Holy Spirit, whom he poured out upon us richly through Jesus Christ our Savior, that being justified by his grace, we might become heirs according to the hope of eternal life. Faithful is the saying, and concerning these things I want you to be confirmed, that those who have believed God may take care to preside over good works. These things are good and profitable to men. But foolish questionings and genealogies, and strifes, and legal fights, avoid. For they are unprofitable and vain.
Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν. Ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Πρὸς Τίτον, τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα, ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας. Στίχων ζʹ. ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ.
Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατοικούσῃ Ἐκκλησίᾳ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάζει καὶ ἐπαινεῖ ἐπὶ τοῖς κατορθώμασι τὴν ἀγάπην αὐτοῦ, καὶ τὴν πίστιν τὴν πρὸς τὸν Κύριον ἐπαινῶν, ἐξ ἧς καὶ πᾶσι τοῖς ἁγίοις κοινωνικὸς ἦν. Εὐχαριστῶ τῷ Θεῷ πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ διακονία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
Reject a heretical man after a first and second admonition, knowing that such a person has been turned aside and is sinning, being self-condemned. When I send Artemas to you, or Tychicus, make haste to come to me at Nicopolis, for there I have decided to spend the winter. Diligently send Zenas the lawyer and Apollos on their way, so that nothing may be lacking for them. And let our people also learn to devote themselves to good works for necessary needs, so that they may not be unfruitful. All who are with me greet you. Greet those who love us in faith. Grace be with all of you. Amen. To Titus, who was ordained the first bishop of the church of the Cretans, it was written from Nicopolis of Macedonia. Seven stichoi. To the Epistle to Philemon.
Paul, a prisoner of Jesus Christ, and Timothy the brother, to Philemon the beloved and our fellow worker, and to Apphia the beloved, and to Archippus our fellow soldier, and to the church that meets in their house, grace to you and peace from God the Father and our Lord Jesus Christ. He does not immediately from the opening ask for the grace, but first marvels at the man and praises his love for his accomplishments, and praising the faith that he has toward the Lord, from which he was also sharing with all the saints. I thank God always, making mention of you in my prayers, hearing of your love and the faith that you have toward the Lord Jesus and toward all the saints, so that the fellowship of your faith may become effective in the knowledge of every good thing that is in us toward Christ Jesus.
Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα. Σὺ δὲ αὐτὸν, τουτέστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ, ὃν ἐγὼ ἐβουλόμην πρὸς
ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Χωρὶς δὲ τῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοὶ, πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι, ὅτι καὶ ἑαυτόν μοι προσοφείλεις. Ναὶ, ἀδελφὲ, ἐγώ σοι ὀναίμην ἐν Κυρίῳ. Ὑπὲρ δούλου μὲν γράφεται ἡ Ἐπιστολὴ, καὶ ταῦτα ἀποδράσαντος, καὶ ἔτι καὶ κλέψαντος, ὠφεληθέντος δὲ διὰ τῆς διδασκαλίας τοῦ Ἀποστόλου. Πολλὰ δὲ καὶ ἐκ ταύτης τὰ χρήσιμα. Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖον εἶναί τινας πρὸς πάντας. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου καὶ κλέπτου μετανοοῦντος τοσαύτην ποιεῖται σπουδὴν, πολλῷ μᾶλλον οὔτε ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περί τινας τῶν ἀδελφῶν.
For we have much joy and comfort in your love, because the hearts of the saints have been refreshed through you, brother. Therefore, though I have much boldness in Christ to command you what is fitting because of love, I rather appeal to you, being such a one as Paul the aged, and now also a prisoner of Jesus Christ. I appeal to you concerning my child, whom I begot in my bonds, Onesimus, who once was useless to you, but now is useful both to you and to me, whom I have sent back. But you, receive him, that is, my very heart, whom I wished to keep with myself, so that he might minister to me on your behalf in the bonds of the Gospel. But without your consent I wished to do nothing, so that your good deed might not be as it were by necessity, but voluntary. For perhaps for this reason he was separated for a time, so that you might receive him forever, no longer as a slave, but more than a slave, a beloved brother, especially to me, and how much more to you, both in the flesh and in the Lord. If therefore you have me as a partner, receive him as myself. But if he has wronged you in anything, or owes anything, charge this to me. I, Paul, have written with my own hand, I will repay it—not to say to you that you also owe me your very self. Yes, brother, may I benefit from you in the Lord. The Epistle is written on behalf of a slave, and one who had run away, and moreover had stolen, but who was benefited through the teaching of the Apostle. And many are the useful things from this letter as well. One, and the first, is that some should be zealous toward all. For if Paul makes such great zeal on behalf of a runaway and thieving slave who repents, how much more does it not befit us to be negligent concerning any of the brethren.
Δεύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Ὁ γὰρ κλέπτης καὶ δραπέτης οὕτω γέγονεν ἐνάρετος. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσπότων οὐ προσήκει. Εἰ γὰρ Παῦλος οὕτω θαῤῥῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον οὕτως εὐχάριστον αὐτῷ ὄντα πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ Δεσπότου, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα πρέπει αὐτὸν ἐν τῇ δουλείᾳ μένειν, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα εὔχρηστος πᾶσι τοῖς ἐν οἰκίᾳ γένηται. Ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν. Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πνεύματος ὑμῶν. Ἀμήν. Τουτέστι, τῷ Κυρίῳ δίδοθι τὴν χάριν, οὐκ ἐμοί. Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης. Στίχοι μβʹ. Οἱ πάντες στίχοι, εγμηʹ.
Second, that one must not despair of the slave class, even if it has been driven to the utmost wickedness. For the thief and runaway has thus become virtuous. Third, that it is not fitting to tear slaves away from their masters. For if Paul, having such confidence with Philemon, did not wish to keep Onesimus, who was so pleasing to him for service, against the will of his master, much more ought we not to do this. For if the servant is admirable, it is especially fitting that he remain in slavery and acknowledge his master's authority, so that he may become useful to all in the household. Refresh my heart in the Lord. Having confidence in your obedience, I wrote to you, knowing that you will do even more than I say. At the same time, prepare a guest room for me. For I hope that through your prayers I will be granted to you. Epaphras, my fellow prisoner in Christ Jesus, greets you, as do Mark, Aristarchus, Demas, and Luke, my fellow workers. The grace of our Lord Jesus Christ be with your spirit. Amen. That is, give the thanks to the Lord, not to me. It was written to Philemon from Rome. Forty-two lines. The total number of lines: 3,548.