ΕΙΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΚΕΦΑΛ. ΠΡΩΤΟΝ.
«Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος.» Τρεῖς εἰσὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ' ὅ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Ἕτερος δὲ ὁ ἀπὸ πίστεως, κατὰ τὸ εἰρημένον· Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ὁ τρίτος ὁ ἀπὸ τῆς πολιτείας κατὰ τὸ εἰρημένον· Μωϋσῆς ὁ θεράπων μου ἐτετελεύτηκεν. Ἐπειδὴ τοίνυν κατὰ πάντας τοὺς τρόπους, τὸ τῆς δουλείας ἀξίωμα ἐδέδεικτο, εἰκότως ἐν καυχήματος τάξει προτάττει τοῦτο τῆς ἐπιστολῆς. «Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Δείκνυσιν ὅσον αὐτοῦ τὸ ἀξίωμα. Εἴ γε ἀφώριστο ἀπὸ τοῦ Θεοῦ εἰς τὸ διακονῆσαι τὸ Εὐαγγέλιον αὐτοῦ. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων διεγείρων τὸν ἀκροατήν. «Ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δόγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὄν· καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. «Περὶ τοῦ Υἱοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.» Οὐ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. Διάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γένεσίς ἐστι τοῦ αὐτοῦ· τῇ τάξει δὲ τοῦ μυστηρίου ἠκολούθησεν. Πρῶτον γὰρ εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενον ἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν. «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως ἐκ νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Τὸν ἐκ Δαβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶν, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς· πρῶτον, ἀπὸ τῶν προφητῶν δι' ὃ ἔλεγεν·
TO THE EPISTLE TO THE ROMANS.
CHAPTER ONE.
"Paul, a servant of Jesus Christ, a called Apostle." There are three modes of servitude: one according to creation, as he says, that All things are thy servants. Another from faith, according to what is said: Being freed from sin, ye became servants of righteousness. The third from the commonwealth, according to what is said: Moses my servant is dead. Since, therefore, in all these modes the dignity of servitude had been demonstrated, fittingly, in the manner of a boast, he places this at the head of the epistle. "Separated unto the Gospel of God." He shows how great his dignity is, if indeed he had been separated from God to minister his Gospel. And he calls it the Gospel of God, rousing the hearer from the very prefaces. "Which he had promised before through his prophets in the holy Scriptures." Since they were charging the doctrine with innovation, he shows that it is older than the Greeks, and was forewritten in the prophets. "Concerning his Son, who was made of the seed of David according to the flesh." Our account, he says, is not concerning a mere man. Therefore he added, "according to the flesh," hinting that there is also a generation of the same one according to the spirit; and he followed the order of the mystery. For first they saw him as a man on earth, and the one born being proclaimed, and then they knew him to be God, he says. "Who was declared the Son of God with power according to the Spirit of holiness, by the resurrection from the dead, Jesus Christ our Lord." We proclaim, he says, that the one born of David is also the Son of God, this one who was made flesh; first, from the prophets, on account of which he said:
Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν. Δεύτερον, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως, ὃ καὶ αὐτῷ ἔδειξεν εἰπών· ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα· ὅτι τὸν τῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθείς· τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν ἐν δυνάμει. Τέταρτον, ἀπὸ τοῦ πνεύματος ὅπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, δι' οὗ πάντας ἁγίους ποίει. Διὸ Πνεῦμα ἁγιωσύνης εἶπεν· πέμπτον, ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸς καὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὁρισθέντος, δείχθεντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάντων γνώμης καὶ ψήφου. «Δι' οὗ ἐλάβομεν.» Ὅρα τὴν εὐγνωμοσύνην· οὐδὲν ἑαυτοῦ βούλεται, ἀλλὰ πάντα τοῦ Δεσπότου. «Χάριν καὶ ἀποστολήν.» Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γενέσθαι ἀποστόλους· οὔτε γὰρ καμόντες πολλὰ τὴν ἀξίαν ταύτην ἐλάβομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέγονεν. «Εἰς ὑπακοὴν πίστεως.» Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πίστεως, ἀλλ' εἰς ὑπακοήν. Ὅταν γὰρ ὁ Δεσπότης ἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. «Ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Ὅρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲν ὁ διὰ Μωϋσέως νόμος, ἑνὶ ἐκηρύττετο ἔθνει· τὸ δὲ Εὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέδοται. «Ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν· ἀλλ' ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειρε καὶ περιπάτει. «Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ·
Which he promised beforehand through the prophets. Second, from the very manner of his generation, which he also showed to him when he said: from the seed of David according to the flesh; because he dissolved the law of nature by being born of a Virgin. Third, from the wonders; for this is "in power." Fourth, from the Spirit which he was giving to those who believe in him, through which he makes all holy. Therefore he said "Spirit of holiness." Fifth, from his resurrection; for he himself first and alone raised himself. Of the one "designated," shown, declared, acknowledged by the judgment and vote of all. "Through whom we received." Observe his gratitude; he wishes nothing of his own, but all things of the Master. "Grace and apostleship." We did not, he says, achieve by ourselves the becoming apostles; for neither did we receive this dignity by laboring much; but we received it as grace, and the success came from the creation from above. "For obedience of faith." He did not say, for inquiry and construction of faith, but for obedience. For when the Master declares, those who hear ought not to busy themselves over the things said and meddle, but only to receive them. "Among all the nations." Observe how the preaching will be; since indeed formerly the law through Moses was preached to one nation; but the Gospel is spread to the ends of the inhabited world. "For his name." Not, he says, that we should busy ourselves about the essence; but that we should believe in the name. For this was the name which also performed the signs. For in the name of Jesus Christ, he says, arise and walk. "Among whom you also are called of Jesus Christ.
πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ.» Δύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας ἀπηλλαγμένην τὴν τοῦ Ἀποστόλου ψυχήν· εἴ γε Ῥωμαίοις κρατοῦσι τότε, καὶ εὐθὺς τὴν ἀρχὴν δεξαμένοις τῆς οἰκουμένης ἐπιστέλλων, οὐδέν τι κολακικόν φησιν· καὶ τὸ εὐθέως καλεῖν αὐτῶν τὸν
τύφον, εἴ γε παρακολούθους αὐτοὺς τῶν ἐθνῶν ἔταξεν. Περὶ γὰρ τῶν ἐθνῶν διαλαβὼν τὸ, ἐν οἷς καὶ ὑμεῖς ἐπήγαγεν. «Κλητοῖς ἁγίοις.» Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τίθησιν· Κλητὸς Ἀπόστολος. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί. Πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Τὸ δὲ, ἀγαπητοῖς Θεοῦ, διαιροῦντός ἐστιν ἀπὸ τῶν πιστευσάντων τοὺς μὴ τοιούτους. Καὶ ἄλλως δὲ τοὺς πιστεύσαντας καλεῖ πάντας, καθ' ὃ ἡγιάσθησαν διὰ λουτροῦ παλιγγενεσίας. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πόσον ἴσχυσεν ἡ τοῦ Χριστοῦ ἀγάπη δείκνυσιν, ὅτι οἱ ἐχθροὶ καὶ ἠτιμημένοι, ἅγιοι καὶ δίκαιοι γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ Πνεῦμα καλέσῃ, υἱοὺς ἀπέδειξεν· ὅταν δὲ υἱοὺς εἶπεν, ἁπάντων τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀπεκάλυψεν. «Πρῶτον μὲν εὐχαριστῷ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, περὶ πάντων ὑμῶν. Ἁρμόζον τὸ προοίμιον τῇ φιλοθέῳ ψυχῇ, ἐφ' οἷς εὐσεβοῦσιν ἕτεροι εὐαρεστεῖν τῷ Θεῷ. «Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.» Ὃς γὰρ ἄρτι δεξαμένης τὴν βασιλείαν τότε τῆς Ῥώμης, εἰκὸς τοὺς ἐν αὐτῇ πιστοὺς ἐν πάσῃ περιφέρεσθαι πόλει.
To all who are in Rome, beloved of God. Through these words two good things may be seen, and the Apostle's soul freed from flattery: since, writing to the Romans who were then ruling and had straightway received the empire of the world, he says nothing flattering; and that he straightway calls out their
arrogance, seeing that he set them as followers of the Gentiles. For having spoken concerning the Gentiles, he added, among whom you also are. To the called saints. Observe how he continually places the name: called Apostle. Among whom you also are called. To all who are in Rome, called. And he does this not out of superfluous speech, but wishing to remind them of the beneficence. And the phrase, beloved of God, is the mark of one separating from those who have believed those who are not such. And in another way he calls all who have believed, in that they were sanctified through the washing of regeneration. Grace to you and peace from God our Father and the Lord Jesus Christ. He shows how great the love of Christ prevailed, that those who were enemies and dishonored became holy and righteous suddenly. For when the Spirit calls, it has shown them to be sons; and when it said sons, it revealed the treasure of all good things. First, I thank my God through Jesus Christ for you all. The preface is fitting for the God-loving soul, in that others, being pious, are well-pleasing to God. That your faith is proclaimed in the whole world. For since Rome had then just received the kingdom, it is likely that the faithful in it were carried about in every city.
«Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου.» Ἐπειδὴ περὶ ἀδήλου πράγματος ἦν αὐτῷ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ ἀγάπη ἡ εἰς αὐτοὺς ἀνθρώπους μηδὲ εἰδότας αὐτόν· τούτου χάριν τὸν Θεὸν ἐπὶ τοῦ πράγματος τούτου μάρτυρα καλεῖ. «Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως.» Ἄνω τοῦ Πατρὸς εἰπὼν τὸ Εὐαγγέλιον, ἐνταῦθα τοῦ Υἱοῦ αὐτοῦ εἶναι λέγει, δεικνὺς τὴν ἑνότητα Πατρὸς καὶ Υἱοῦ. «Μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ χάρισμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Δείκνυσιν ὅσος ἐστὶν εἰς τὸ πείθεσθαι Θεῷ, ὅπου γε σφόδρα σπουδάζων καὶ εὐχόμενος τὴν Πόλιν ἰδεῖν, παρὰ τὸ τοῦ Θεοῦ δοκοῦν, οὐ παρεγίνετο πρὸς αὐτούς. «Τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἡμῶν τε καὶ ἐμοῦ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθέμην τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσί τε καὶ Ἰουδαίοις.» Ἵνα μὴ δόξῃ τισὶν μεγαλοφρονεῖν, εἶναι λέγων εἰς τὸ μεταδοῦναι ἡμῖν χάρισμα, τούτου χάριν καὶ αὐτὸς τῆς παρ' ἐκείνων παρακλήσεως δεῖσθαι λέγει. «Σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως, τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.» Δείκνυσιν ὡς εἰ καὶ ἡ διὰ φιλοδοξίαν προσρίπτει ἑαυτὸν τῇ βασιλευούσῃ Πόλει, ἀλλ' ὡς ἐκ παντὸς τρόπου προσῆκον αὐτῷ μυσταγωγεῖν αὐτούς.
For God is my witness, whom I serve in my spirit.” Since his discourse concerned an uncertain matter—namely, the love toward those men who did not even know him—for this reason he calls God as witness in this matter. “In the Gospel of his Son, how unceasingly.” Having said above “of the Father” the Gospel, here he says it is “of his Son,” showing the unity of Father and Son. “I make mention of you always in my prayers, beseeching, if perhaps now at last I may be prospered in the will of God to come to you. For I long to see you, that I may impart to you some spiritual gift, so that you may be established.” He shows how great is his obedience to God, since, though earnestly eager and praying to see the City, contrary to what seemed God’s will, he was not coming to them. “That is, that I may be comforted together with you through the faith which is in one another, both yours and mine. But I do not want you to be ignorant, brothers, that I often purposed to come to you, and was hindered until now, that I might have some fruit also among you, as also among the other Gentiles and Jews.” Lest he should seem to some to be magnanimous, in saying that it was to impart to us a gift, for this reason he also says that he himself needs the comfort that comes from them. “I am a debtor both to the wise and to the foolish; so, as much as is in me, I am ready to preach the gospel to you also who are in Rome.” He shows that even if, out of love of glory, he attaches himself to the imperial City, it is nonetheless as one for whom it was fitting in every way to initiate them into the mysteries.
Ἧ γὰρ πάντων ἐθνῶν κήρυξ ἐτέθη, δῆλον ὅτι καὶ κηρύττειν Ῥωμαίοις ὀφειλέτης ἐστίν. «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.» Καίτοι ἀλλαχοῦ φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα ἐνταῦθα οὐ λέγει καυχῶμαι, ἀλλ' οὐκ αἰσχύνομαι; ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι, ἄρτι τὴν ἀρχὴν τῆς οἰκουμένης ἀναδεξάμενοι, αὐτὸς δὲ ἐκήρυττεν Ἰησοῦν τὸν ἐσταυρωμένον· διὰ τοῦτο φησὶν, οὐκ αἰσχύνομαι, ἐκείνους διδάσκων, τέως μὴ ἐπαισχύνεσθαι. Ἤδει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν. «Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Ἐπειδή ἐστιν δύναμις Θεοῦ καὶ εἰς κόλασιν κατὰ τὸ εἰρημένον περὶ τῆς κολάσεως τῶν Αἰγυπτίων, τούτου χάριν προσέθηκεν τὸ, Εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, καὶ ἵνα μὴ ἁπλῶς καὶ ἀδιακρίτως τοῖς πᾶσιν δίδοσθαι νομισθῇ ἐπήγαγε, παντὶ τῷ πιστεύοντι. «Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.» Ἐνταῦθα τὸ, πρῶτον, οὐκ ἀξιώματος ὄνομα ἀλλὰ τάξεως σημασία· ὥσπερ ἀμέλει καὶ [διὰ] τῶν δεχομένων τοῦ βαπτίσματος χάριν, οὗ οὐχ ὁ πρῶτος πλεονεκτεῖ τοῦ δευτέρου, ἢ τοῦ τρίτου ἢ τοῦ ὑστάτου πλέον λαμβάνει. «Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται.» Ὁ γενόμενος, φησὶν,
For he was appointed herald of all the nations; it is clear that he is also a debtor to preach to the Romans. “For I am not ashamed of the Gospel.” And yet elsewhere he says: “But far be it from me to boast, except in the cross of Christ.” For what reason, then, does he say here not “I boast,” but “I am not ashamed”? Because the Romans were exceedingly excited over the affairs of life, having just taken up the rule of the inhabited world, while he was preaching Jesus who had been crucified; for this reason he says, “I am not ashamed,” teaching them, for the time being, not to be ashamed. For he knew that if they should succeed in this, advancing quickly they would also come to boasting. “For it is the power of God unto salvation for everyone who believes.” Since there is also a power of God unto punishment, according to what was said concerning the punishment of the Egyptians, for this reason he added, “Unto salvation for everyone who believes,” and so that it might not be thought to be given simply and indiscriminately to all, he added, “for everyone who believes.” “To the Jew first, and to the Greek.” Here “first” is not a name of dignity but a signification of order; just as, indeed, also among those who receive the grace of baptism, the first does not have more than the second, nor does he receive more than the third or the last. “For the righteousness of God is revealed in it from faith to faith, as it is written.” He who became, he says,
δίκαιος, οὐ κατὰ τὸν παρόντα μόνον βίον, ἀλλὰ τὸν μέλλοντα ζήσεται. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Τοῦτό φησιν, ὅτι καὶ οἱ παλαιοὶ ἐκ πίστεως ἐσώθησαν, ὧν αὐτὸς κατάλογον ἐν τῇ πρὸς Ἑβραίους ποιεῖται. «Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,» Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐπὶ τὸ κήρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐργάζεται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγαθὰ, ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι. Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικαστηρίου. «Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης,» Καὶ τίνες οὗτοι; Οἱ Ἑλλήνων παῖδες, οἱ ξύλοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσκύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται. «Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόντες τὸν Θεὸν, οὐκ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ' ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἑαυτοὺς ἀπεστέρησαν ἀπολογίας. «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ.» Ἵνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὃ γὰρ ἔχει τις, τοῦτο ἀλλάσσει.
The righteous shall live not only in the present life but in the life to come. “But the righteous shall live by faith.” He says this because even the ancients were saved by faith, a list of whom he himself makes in the Epistle to the Hebrews. “For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men.” Having exhorted them to come to the proclamation by means of good things, he again effects the exhortation by means of contrary things; for exhortation must be effected either by promising good things or by frightening. Therefore he brings them near to the divine tribunal. “Of those who hold the truth in unrighteousness, because what is known of God is manifest in them. For God manifested it to them. For his invisible things from the creation of the world are clearly seen, being understood by the things that are made, even his eternal power and divinity.” And who are these? The children of the Greeks, who assign the worship of God to wood and stones, and as far as it lies in them do injustice to the glory of God, even if he is not wronged. “So that they are without excuse. Because, knowing God, they did not glorify him as God, or give thanks, but became vain in their reasonings, and their foolish heart was darkened; professing to be wise, they became fools.” And yet God did not make these things for this reason, even if this resulted; for it was not in order to deprive them of excuse that he set so great a teaching in their midst, but in order that they might know him; but having failed to know him, they deprived themselves of every excuse. “And they changed the glory of the incorruptible God.” In order to show the accusation against their disposition; for what a person has, this he changes.
«Ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» Ὅρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν,» Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται. «Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς.» Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαιωτηρίου· καὶ αὐτοὶ γὰρ ἑαυτοὺς ταῦτα διέθηκαν, ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διαθεῖναι οὐκ ἴσχυσαν. «Οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα,» «Δείκνυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσεβεία ἐστὶ πρώτη. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπολαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, προσεκύνησαν κνωδάλοις, ἀλλ' οὐδὲν αὐτοῦ παρεφθάρη δόξα· ἔστι γὰρ εὐλογητός. «Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ·
In the likeness of an image of corruptible man and of birds and four-footed animals and reptiles.” Observe how many are the charges: first, that they did not know God; second, that though they had great inducements to this, they slipped away; third, that claiming to be wise; fourth, that they brought down to demons and stones and wood that worship. “Therefore God gave them over in the desires of their hearts, to uncleanness.” The word “gave them over” is used in place of “he allowed them.” “So that their bodies were dishonored among themselves.” From this they have their penalty even before the divine tribunal; for they themselves brought these things upon themselves, which their enemies could not have brought upon them. “Who exchanged the truth of God for a lie, and worshiped and served the creature rather than the Creator.” He shows that impiety is the first of all licentiousness. “Who is blessed forever, Amen. For this cause God gave them over to dishonorable passions. For their women exchanged the natural use for that which is against nature. Likewise also the men, having abandoned the natural use of the woman, burned in their desire toward one another, men with men working shamefulness, and receiving in themselves the recompense which was due for their error. And just as they did not see fit to retain God in their knowledge, God gave them over to a reprobate mind, to do those things which are not fitting.” Even if they, he says, abandoned him and worshiped creeping things, yet his glory has in no way been corrupted; for he is blessed. “Filled with all unrighteousness, wickedness, malice, covetousness,
μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας.» Εἰπὼν τὸ γενικὸν, καὶ κατ' εἶδος λοιπὸν διεξέρχεται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. θεομισεῖς. «Ἐφευρετὰς κακῶν.» Ἵνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα, ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν. «Γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγινώσκοντες.» Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν. «Ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.» Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν
γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυμεν εἰδότα καὶ ἑκόντα πλημμελοῦντα· ἀλλ' ὑπὸ πάθους ἕλκῃ. Τί οὖν καὶ συμπράττεις καὶ ἐπαινεῖς·
ΚΕΦΑΛ. Βʹ.
«Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἶδα μὲν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας;» Πρὸς τοὺς ἄρχοντας μὲν τῆς Ῥώμης ἀποτείνει τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἄνθρωπον ἁρμόσει· ἑαυτοὺς γὰρ κρίνομεν, ἀφ' ὧν τὰ παραπλήσια ἡμὶν πράττοντας ἑτέρους κρίνομεν. «Λογίζῃ δὲ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ;
Full of envy, murder, strife, deceit, malignity, whisperings, slanderers, hateful to God, insolent, arrogant, boastful.” Having stated the general charge, he then proceeds to go through the evils in kind, which impiety has wrought. Hateful to God. “Inventors of evil things.” In order that their disposition may now become a matter of accusation, he called them inventors of evil things. “Disobedient to parents, without understanding, covenant-breakers, without natural affection, unmerciful; who, knowing the ordinance of God.” And they set themselves against nature, he says. “That those who practice such things are worthy of death, not only do they do them, but also consent to those who practice them.” Having set down two contradictions, here he has removed both. For what could you say, he says, that you do not know what ought to be done? You, then, even if you are the cause of not knowing, having dismissed the God who makes himself known to you; but now we show by many arguments that you know and sin willingly; but you are drawn by passion. Why then do you also cooperate and give praise?
CHAPTER 2
“Therefore you are without excuse, O man, every one who judges; for in that which you judge another, you condemn yourself; for you who judge practice the same things. But we know that the judgment of God is according to truth upon those who practice such things.” He directs his discourse to the rulers of Rome, and it will also fit every man; for we judge ourselves, in that we judge others who practice things similar to us. “But do you reckon, O man, every one who judges those who practice such things, and does them, that you will escape the judgment of God?
Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;» Ἀνθυποφορά· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλ' εἰς μείζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους δι' αὐτῆς χωρεῖν εἰς μετάνοιαν. «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν,» Ὁ γὰρ μήτε διὰ τῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπειλημένων κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς οὐ παντελῶς σκληρότατος ἂν εἴη; «Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ.» Σὺ ἑαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ Θεός σοι. Καὶ τὸ θησαυρίζεις δὲ, ὡς πάντη τε καὶ πάντως ἐσομένης, εἰ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπονιψόμεθα. «Δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον.» Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσεσθαι ἀγαθὰ τοῖς ἁγίοις αὐτοῦ παριστῶσι, διὰ τῶν ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. Δόξαν δὲ λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγαθὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. «Τοὺς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ.» Ἵνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ εἶπεν, ἐξ ἀγνοίας, ἀλλ' ἐξ ἐριθείας. «Ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.» Ὥσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀγαθῶν τὰς ἀμοιβὰς τὰς μελλούσας εἰσάγει·
Or do you despise the wealth of his goodness and forbearance and long-suffering, not knowing that the goodness of God leads you to repentance?» An objection: But for the present I am not punished, he says; yet the delay he prepares not for pardon, but for greater punishment, for those who do not wish through it to proceed to repentance. «But according to your hardness and impenitent heart,» For he who comes to repentance neither through good things nor through threatened punishments, how would he not be utterly hardest? «You treasure up for yourself wrath in the day of wrath and revelation of the righteous judgment of God, who will render to each according to his works: to those who indeed by patience in good work.» You, he says, draw wrath upon yourself, not God upon you. And the «you treasure up» means, as though it will altogether and certainly come to pass, unless we wash it away by repentance. «Glory and honor and incorruption to those who seek, eternal life.» Not being able to say the good things that are to be good things for his saints who present them, he signifies them through the honors that exist among men. By saying glory, and honor and incorruption, he refers to the truly good things, which have not even entered into the heart of man. «But to those who are of factiousness, and disobey the truth, but obey unrighteousness.» In order to show again the accusation of their disposition, he did not say, from ignorance, but from factiousness. «Wrath and fury; tribulation and distress upon every soul of man who works evil; of the Jew first and also of the Greek.» Just as through the good things that are believed by us he introduces the future recompenses;
οὕτω καὶ διὰ τῶν λυπηρῶν πάλιν τῶν παρ' ἡμῖν, τὰς μελλούσας κολάσεις. «Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.» Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν, προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν. Πρῶτον γὰρ διεξέρχεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἅγιοι· εἰς τὰς μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν ἀμοιβὰς ἔρχεται. Δόξαν καὶ τιμὴν λέγων ὑπάρξειν τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπισπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν. «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.» Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον· ἄρχεται δὲ σύγκρισιν ποιεῖς, Ἰουδαίων τε καὶ τῶν πρὸ τῆς χάριτος Ἑλλήνων· Ἑλλήνας δὲ μὴ τοὺς εἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἷος ἦν ὁ Μελχισεδὲκ, Νινευΐται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κατασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν ὠφελεῖται ὁ Ἰουδαῖος διὰ νόμου, ἀλλὰ καὶ σφόδρα βαρεῖται· τοῦτο δὲ ποιεῖ, ὅπως ἂν εἰς τὸ δέξασθαι τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰουδαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νόμῳ· Διὸ δείκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ. Ἀδύνατον γὰρ αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ. Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν. «Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη
Thus also through the painful things among us, again, the future punishments. «But glory and honor and peace to everyone who works what is good, to the Jew first and also to the Greek. For there is no partiality with God.» Everywhere he fences in the hearer with good things, urging him to come to it. For first he goes through the rewards which the saints will receive; then, having placed the punishments in between, he comes again to the rewards of good things. He says that glory and honor will belong to the one who works what is good; for in this way he would more draw the hearer to action. «For as many as sinned without the law will also perish without the law; and as many as sinned under the law will be judged through the law.» In place of, not having the law as an accuser; but he begins to make a comparison of Jews and of the Greeks before grace; and do not take Greeks as the idolaters, but as the God-fearing; such as was Melchisedek, the Ninevites, Job, Cornelius. And he establishes this clearly, in order to show that the Jew is not helped at all through the law, but is even greatly burdened; and he does this so that he might call them forth to receive grace; for the Jews were saying that they did not need grace, being justified in the law. Therefore he shows that it profits them nothing. For it is impossible for it to be set right; but he even makes them accursed. And all these things, as I said, he establishes, shutting them up to the grace through faith. «For it is not the hearers of the law who are righteous before God, but the doers of the law will be justified. For when the nations
τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων. Ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.» Ἄνω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς Διαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν. «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει.» Συγκρίνας τὸν Ἰουδαίων τοῖς Ἕλλησιν, καὶ σφόδρα καταπαλαίσας, μικρὸν ὑφαιρεῖ τοῦ βάρους. Ὥσπερ τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὖν τὰ σεμνὰ τῶν Ἰουδαίων; Δείκνυσιν οὖν ὄνομα μόνον. τὰς αὐτούς. Μᾶλλον μὲν οὖν καὶ ἐν αὐτοῖς τούτοις ἐν οἷς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους. Ὅρα δὲ πῶς πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νόμῳ, ἀλλ' οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποιθας σεαυτὸν, πάλιν λέγων· ὡς· μὴ ὄντα μὲν τοῦτο ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἁρπάζων τὰ ῥήματα μόνον ἁρπάζει τὴν τιμήν.
Those who do not have the law by nature do the things of the law; these, not having the law, are a law to themselves; they show the work of the law written in their hearts, their conscience bearing witness with them, and between one another their thoughts accusing. Or also defending them on the day when God will judge the hidden things of men according to my Gospel through Jesus Christ. Having mentioned above the judgment of God, here he clearly reveals that Christ is the one who judges on the last day. For the Father has given him all judgment; and he does this, opening for them the way of the doctrines of the New Testament. But if you are called a Jew, and rest upon the law, and boast in God, and know the will, and approve the things that differ, being instructed from the law; and you are persuaded that you yourself are a guide of the blind, a light of those in darkness. Having compared the Jews with the Greeks, and thoroughly wrestled them down, he takes away a little of the weight. As if someone were objecting and saying, Where then are the venerable things of the Jews? He shows, then, that it is a name only—theirs. Rather, indeed, even in these very things in which they thought great things, they were worthy of punishment. But observe how obliquely he strikes everywhere: even if you boast in the law, yet you do not practice the things of the law; and the phrase, you are persuaded that you yourself—again he says this as though this were not what that man claims, but he puts it forward and, as it were, seizing the words only, he seizes the honor.
«Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.» Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, δι' αὐτὸ τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι. «Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις;» Βαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμωρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς ἑτέρων εἶναι διδάσκαλος ἀξιοῖ. «Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;» Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προέβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων. «Ὃς ἐν νόμῳ καυχάσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.» Ἐν ἑτέροις εἴδεσι δείξας παράνομον, ἐνταῦθα καὶ καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴτιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, ἐὰν δὲ παραβάτης νομοῦ ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.» Δείξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπιπτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή;
A corrector of the foolish, a teacher of infants, having the form of knowledge and of the truth in the law." For they ran down the proselytes greatly, for this very reason—that they seemed to be teachers. "You, then, who teach another, do you not teach yourself? You who preach not to steal, do you steal? You who say not to commit adultery, do you commit adultery?" He brings about a heavier punishment than that of the Jew, showing him to be a transgressor in those very things in which he claims to be a teacher of others. "You who abhor idols, do you rob temples?" For they advanced to such great madness from the love of money as to touch idolatrous money. "You who boast in the law, through the transgression of the law do you dishonor God? For the name of God is blasphemed among the Gentiles because of you, as it is written." Having shown him to be lawless in other forms, here he brings in the lawlessness more universally, bringing the name of the law itself into the middle. And he clearly demonstrates the Jew to be a transgressor of it, as also becoming the cause of the name of God being blasphemed. "For circumcision indeed profits if you practice the law, but if you are a transgressor of the law, your circumcision has become uncircumcision. If, then, the uncircumcision keeps the righteous requirements of the law, will not his uncircumcision be reckoned as circumcision? And the uncircumcision by nature, fulfilling the law, will judge you who through the letter and circumcision are a transgressor of the law." Having shown that the law is useful to them in nothing, but rather that it is even the cause of punishment to them, as if an opposing contradiction—what then? Is circumcision nothing?
Ὅρα πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν, μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. Ὥσπερ δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰουδαίου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτομῆς δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα τὴν περιτομήν. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.» Ἐπειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περιτομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων ὅτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐστὶν ὁ Ἰουδαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶσαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς; Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ. ΚΕΦΑΛ. Γʹ.
See how he also prevents this, again showing it to be superfluous and no different from the uncircumcised, since the commandments of the law are not fulfilled. For the ordinances of the law were impossible to complete. And just as in the earlier passages he compared the uncircumcised with the Jew, so also here, showing circumcision alongside, that the one who has circumcision falls far short in this respect. "For he is not a Jew who is one outwardly, nor is circumcision outwardly in the flesh; but he is a Jew who is one inwardly, and circumcision is of the heart, in spirit, not in letter; whose praise is not from men, but from God." Since everything according to the law was bodily—circumcision and sacrifice, and sprinklings of the body—see how he openly abolishes these things, no longer covertly, saying that circumcision is within, and the Jew is within, just as the law is also within. Why then, he says, do you boast, and pride yourself on accomplishing the things of the flesh? For praise from God is not laid up for these things. Chapter 3.
Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.» Ἀνθυποφορὰ, καὶ ταύτης ἡ λύσις· οὐκ ἀφ' ὧν ἐκεῖνοι κατορθοῦσιν, ἀλλ' ἐκ τῆς φιλοτιμίας τοῦ Θεοῦ· τὸ γὰρ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, τῆς τοῦ Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς κατόρθωμα. «Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέσθω δὲ Θεὸς ἀληθής.» Δείκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἷς τιμῶνται, κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινὲς, εἰ καὶ πάντες ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. «Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.» Ὃ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμένων τῆς πίστεως εἰρηκώς. «Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ὁ νοῦς οὕτως· Εἴ τις, φησὶν, κρίνει τά τε ὑπάρξαντα Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπ' αὐτῶν εἰς αὐτὸν ἀντιδοθέντα, τὴν νικῶσαν δῴῃ τῷ Θεῷ, τοσοῦτον γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν. «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο!
What then is the advantage of the Jew? And what is the benefit of circumcision? Much in every way. First, because they were entrusted with the oracles of God. An objection, and its solution: not from the things those men accomplish, but from the generosity of God; for to be entrusted with the oracles of God is the work of God's generosity, not the achievement of their virtue. What then if some were unfaithful? Will their unfaithfulness nullify the faithfulness of God? By no means! Let God be true. He shows them to be so wicked that even in the things for which they are honored, they are worthy of punishment. Well does he say some, even if all were unfaithful, so that he may not seem burdensome. For what, he says, do you charge, that they were unfaithful? And what is this to God? For does the ingratitude of those who were benefited overturn his beneficence? Or does it make the honor not to be honor? But it even shows his love for mankind to be greater, when he appears to honor even the one who is going to dishonor him. But every man is a liar, as it is written: That you may be justified in your words. What he said in a veiled way in the preceding, he now sets forth openly, having said that every man of them, being deceived, is a liar in respect of the faith. And that you may prevail when you are judged. The sense is this: If anyone, he says, judges both the things that came to the Jews from God and the things that were returned by them to him, he would give the victory to God, who is shown to be so generous that not even their ingratitude was able to check his beneficent right hand. But if our unrighteousness commends the righteousness of God, what shall we say? Is God unjust, who inflicts the wrath? I speak in human terms. By no means!
Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;» Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κόσμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς τοίνυν ἀδίκως κολάζεσθαι φῆς, αἴτιος ὢν τῆς αὐτοῦ νίκης; Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζόμενος· τὸ δὲ κατὰ ἄνθρωπον λέγω, κατὰ τὸ ἀνθρώπινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος. τὴν λύσιν ἐργάζει. «Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιησώμεθα τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.» Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια αὕτη· Εἰ τοῦτό φατε, ὡς συνήργησεν τὸ ψεῦδος ὑμῶν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὅμοιον ποιεῖτε τοῖς διαβάλλουσιν ἐμὲ, ὡς εἰρηκότα, ἐκ τῶν κακῶν εἶναι τὰ κάλα· εἰ δὲ οὔτε τοιοῦτόν τι ἐγὼ ἀπεφηνάμην, ἐκείνων τε τῶν ἐπὶ τούτων διαβαλλόντων ἐμὲ, τὸ κρῖμα ἔνδικόν ἐστιν· λείπεται καὶ ὑμᾶς τῇ αὐτῇ ἐνόχους φαίνεσθαι δίκῃ. Τί δὲ ἦν ὃ διέσυρον τὸν Ἀπόστολον; Εἰρηκότος αὐτοῦ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οἱ παρ' Ἕλλησιν δοκοῦντες σοφοὶ, κωμῳδοῦντες αὐτὸν ἔφασκον· Οὐκοῦν ἐκ τῶν κακῶν ἐστι τὰ καλὰ, καὶ δεῖ τὴν κακίαν ἐπιτηδεύειν, ὅπως τῶν καλῶν ἐπιτύχωμεν.
How then will God judge the world?” An objection again; and this is the objection: If, he says, having been made evil, I became the cause of God receiving the victory, I ought not to be punished. But he resolves it thus: If God is a righteous judge, and judges the world in righteousness, as it is written, he punishes you—clearly, then, he punishes you righteously. How, then, do you say that you are punished unrighteously, when you are the cause of his victory? For one who keeps the law proclaims the lawgiver great, rather than one who transgresses and is punished. But “I speak after the manner of men,” I speak in human terms, since he works out the solution as by an example. “But if the truth of God has abounded through my lie unto his glory, why am I still judged as a sinner? And not, as we are blasphemed, and as some say that we say, Let us do evil, that good may come—whose condemnation is just.” Again he sets forth the same thing more broadly; and this is the meaning: If you say this, that your lie contributed to the glory of God, you do the same as those who slander me, as though I had said that good things come from evil things. But if I have made no such assertion, and the condemnation of those who slander me on these grounds is just, it remains that you also appear liable to the same judgment. But what was it that they used to tear the Apostle apart? When he had said, “Where sin abounded, grace superabounded,” those who seemed wise among the Greeks, mocking him, used to say: Therefore good things come from evil things, and one must practice vice in order to attain good things.
Ὁ δὲ Ἀπόστολος οὐ τοῦτο ἔλεγεν, ὅτι ἡ προσοχὴ τῶν κακῶν ἄγει τὰ ἀγαθά· ἀλλ' ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἐξέλαβεν αὐτό· ὅτι καίτοι καὶ τῆς ἁμαρτίας κρατησάσης, ἡ Χριστοῦ χάρις ὑπερπερισσεύσασα καὶ κατήργησεν θάνατον, καὶ ἀνάστασιν δέδωκεν, καὶ τῶν ἄνω ἠξίωσεν μόνον· καὶ ὅτι οὗτος αὐτῷ ὁ σκοπὸς, καὶ οὐκ ἐκεῖνος ὃν κωμῳδοῦντες ἐκεῖνοι ἔλεγον, δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἀλλὰ ταύτας τὰς λύσεις ἐνταῦθα οὐ προσφέρει. Οὐ γὰρ εἰς τοῦτο αὐτὸ συνέτεινεν ἡ ἀντίθεσις, ἀλλὰ τοῦτο μόνον βούλεται δεῖξαι, ὅτι Ὅμοιον ἐκείνοις φατὲ, ὧν ὁ λόγος δίκην ἕξει τὴν ἐσχάτην· ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῶν κακῶν τὰ καλά φασιν, οὕτως καὶ ὑμεῖς ἐκ τῆς ἑαυτῶν ἀδικίας τὴν νίκην τοῦ Θεοῦ λέγετε. «Τί οὖν; προεχόμεθα; Οὐ πάντως.
Προαιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται, Ὅτι οὐκ ἔστι δίκαιος οὐδείς. Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἐχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἀνθυποφορά. Τί οὖν λέγεις, ὦ Παῦλε, πρότερον μὲν τῇ τιμωρίᾳ; Οὐδὲ μέσως, φησίν· πάντως·
But the Apostle was not saying this, that the attention of evils brings good things; rather, he took it in relation to past time: that although sin also prevailed, the grace of Christ superabounded and abolished death, and gave resurrection, and deemed them worthy of things above—only this; and that this was his aim, and not that which those men, mocking, were saying, is clear from his adding: What then? Shall we sin, because we are not under law but under grace? God forbid. For those who, he says, died to sin, how shall we still live in it? But these solutions he does not offer here. For the objection did not tend to this very thing, but it wishes only to show this, that you speak what is like those whose account will have the last penalty; for just as those men say good things come from evils, so also you say the victory of God comes from your own injustice. What then? Are we better? Not at all.
For we have already charged both Jews and Greeks all to be under sin; as it is written, That there is no one righteous. There is no one who understands, there is no one who seeks after God; all have turned aside, together they have become worthless; there is no one who does good; there is not even one. Their throat is an open grave, with their tongues they were deceitful, the poison of asps is under their lips. Whose mouth is full of cursing and bitterness. Their feet are swift to shed blood; destruction and misery are in their ways, and the way of peace they did not know; there is no fear of God before their eyes. Counter-objection. What then do you say, O Paul, first concerning the punishment? Not even moderately, he says; by all means.
οὐ καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν Ἰουδαῖον, καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας· ἀλλὰ φείδεται, μὴ δόξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰουδαίων, καὶ κατήγορον αὐτῶν παρίστησι τὸν Δαβὶδ, τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν. «Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ.» Ἐπειδὴ πολλὴν αὐτῶν κατάῤῥησιν εἰσήγαγεν τὸν Προφήτην λέγοντα, ἵνα μὴ ἀντιλέγῃ ὁ Ἰουδαῖος, ὅτι περὶ τῶν ἐθνῶν τὰ τοιαῦτα λέγει, προλαβὼν αὐτὸ ἀναιρεῖ, φάσκων, ὅτι οὐδήπου ὁ γραπτὸς νόμος Ἰουδαίους ἀφεὶς, ἑτέροις διαλέγεται· νόμον δὲ ἡ Γραφὴ καὶ τοὺς προφήτας φησίν. «Ἵνα πᾶν στόμα φραγῇ.» Αἰνίττεται πάλιν τῶν Ἰουδαίων τὸ φρύαγμα, ἀποκλείων αὐτοῖς τὴν παῤῥησίαν· οὐ διὰ τοῦτο, φησὶν, [ὅτι διὰ τοῦτο] ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα· ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτίαν. «Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Διότι ἐξ ἔργων τοῦ νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Ὑπόδικός ἐστιν, ὁ ἑαυτῷ μὲν μὴ δυνάμενος βοηθεῖν, τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας. «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» Δικαιῶσαι μὲν οὐδένα, φησὶν, ὁ νόμος δύναται· τοῦτο δὲ μᾶλλον ἴσχυεν, τὸ διδάξαι τὴν ἁμαρτίαν· οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄντος τῶν κακῶν· ἀλλ' ὡς ἐλέγχοντος ἑκάστου, ἣν ἁμαρτάνει ἁμαρτίαν. Καὶ τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰουδαίων ῥᾳθυμίας. Ὁ γὰρ νόμος, ἵνα φυλάττωνται τὸ κακὸν, δέδοται· ἐπειδὴ δὲ ἀναπεπτώκασιν, ἔλεγχος τῆς ἁμαρτίας αὐτῶν ἐστι.
He does not entirely abolish the principle that the Jew comes first in punishment, although he had indeed made this point above; but he spares them, lest he should seem to attack the Jews as an enemy, and he sets David before them as their accuser, allowing him to expose their sins. "Now we know that whatever the law says, it speaks to those who are in the law." Since he had introduced the Prophet making a great denunciation of them, saying this, lest the Jew should object that such things are said about the Gentiles, he anticipates and refutes this, asserting that the written law certainly does not leave the Jews aside and address others; and Scripture calls both the law and the prophets "law." "That every mouth may be stopped." He hints again at the arrogance of the Jews, shutting off their boldness: not, he says, for this reason did they sin, in order that their mouth might be stopped; but for this reason they were being convicted, so that they might not be ignorant of sin. "And that all the world may become subject to God. Because by works of the law no flesh shall be justified before God." He is subject who cannot help himself but needs another's assistance. "For through the law comes the knowledge of sin." The law, he says, can justify no one; but it was rather strong in this, in teaching sin. He does not say this as though the divine law were a teacher of evils, but as convicting each person of the sin he commits. And this too has come about from the carelessness of the Jews. For the law was given so that they might guard against evil; but since they have fallen back, it is a conviction of their sin.
«Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.» Ἑλλήνων, φησὶν, τὸν φυσικὸν παραβαινόντων νόμον, Ἰουδαίων δὲ, τὸν γραπτὸν, καὶ αὐτοῦ δὲ ἀσθενοῦντος δικαιῶσαι, τί ἔδει λοιπὸν, ἢ φανερωθῆναι τὴν τοῦ Θεοῦ δικαιοσύνην; Αὕτη δέ ἐστιν ἡ διὰ πίστεως χάρις. «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ χωρὶς τοῦ νόμου εἶπεν τὴν δικαίωσιν, καὶ εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον, ἐπήγαγεν, ὡς οὐ καινοτομία τὸ λεγόμενον. Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ προφῆται, φησὶν, τὴν αὐτὴν δικαιοσύνην προανεκήρυττον. «Ἐπὶ πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή.» Πάλιν δείκνυσιν μηδὲν πλέον ἔχοντας τῶν ἐθνῶν ἐν τῷ δικαιοῦσθαι· μία γὰρ χάρις τοῖς πᾶσιν ἡπλοῦται παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἔστι προσωπόληψις παρ' αὐτῷ. Καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἔστι διαστολή. «Πάντες γὰρ ἥμαρτον.» Εἰ πάντες ὁμοίως ἥμαρτον, καὶ οὐδὲν διαφέρει τοῦ Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν· τί ὁ παραβάτης τὴν σωτηρίαν τὸ πλέον ζητεῖ; «Ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Οἱ παραβαίνοντες τὸν νόμον, φησὶν, τιμωρίας ἀεὶ ὑπεύθυνοι· ὁ δὲ τιμωρίας ὑπεύθυνος, στεφανοῦσθαι ὀφείλει, ὥστε ὑστερεῖται τοῦ δοξασθῆναι παρὰ Θεοῦ. Ἀλλ' οὗτοι, φησὶν, οἱ ὑστερούμενοι δικαιοῦν ται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ; «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι.» Ὅρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ·
But now apart from the law the righteousness of God has been revealed.” Since the Greeks, he says, were transgressing the natural law, and the Jews the written law, and that law itself was weak to justify, what remained, then, but that the righteousness of God should be revealed? And this is the grace that comes through faith. “Being witnessed by the law and the prophets; but the righteousness through faith in Jesus Christ.” Since he said that justification is apart from the law, and saw that the Jew was disturbed, he added that what was said is not an innovation. For the law itself and the prophets, he says, proclaimed beforehand the same righteousness. “Upon all who believe. For there is no distinction.” Again he shows that they have nothing more than the Gentiles in being justified; for one grace is spread abroad for all by God, and there is no partiality with him. And this is the meaning of “There is no distinction.” “For all have sinned.” If all sinned alike, and the Jew differs in no way from the Greek in sin, why does the transgressor seek the greater share of salvation? “They fall short of the glory of God, being justified freely by his grace through the redemption that is in Christ Jesus.” Those who transgress the law, he says, are always liable to punishment; and the one liable to punishment ought to be crowned, so that he falls short of being glorified by God. But these, he says, who fall short are justified freely; and from where, except through the redemption that is in Christ Jesus? “Whom God set forth as a propitiation through faith in his blood.” See how he calls to mind the things in the Old
οὗτός ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ ἁγιάζον τὸν λαόν. «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Ἔνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν Θεὸν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας εἰς Χριστόν. Ὥσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου, τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν
μένοντα πλούσιον. «Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.» Τουτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ ἁμαρτήματα, κατὰ τὸ, Ψυχὴ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται, «Ποῦ οὖν ἡ καύχησις;» Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος, θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαι αὐτοὺς ἔτι καυχᾶσθαι ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν τινα, ἀλλὰ καὶ κατέκρινεν. «Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχί.» Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται, φειδόμενος τοῦ ἀκροατοῦ. «Ἀλλὰ διὰ νόμου πίστεως.» Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον. «Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.» Ἀντὶ τούτου, τὸ θαῤῥοῦμεν, τοῦτο ἐφανερώθη. «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.» Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προθεὶς, γενναίως ἀγωνίζεται φάσκων·
This is, he says, the type that was, that propitiatory, and the counselor of his blood, that blood which sanctifies the people. “For the demonstration of his righteousness.” A demonstration of righteousness, that God is shown not only to be righteous, but also to justify those who believe in Christ. Just as, indeed, a demonstration of wealth is the ability to enrich others also
while remaining rich. “Through the forbearance of God, for the passing over of sins previously committed, for the demonstration of his righteousness in the present time, that he might be righteous, and justify the one who is of the faith of Jesus.” That is, the putting to death; for sins put us to death, according to, “The soul that sins, it shall die.” “Where then is boasting?” Having established that they need grace, confidently he adds that they can no longer boast in the law; and so, not that it was unable to save any of them, but it even condemned them. “It was shut out; through what law? Of works? No.” He did not say, it was abolished, or it has been destroyed, sparing the hearer. “But through the law of faith.” Since by the name of law he saw the Jew especially attached, for this reason he also calls the grace through faith a law of faith. “For we reckon that a man is justified by faith apart from works of the law.” Instead of this, that we are confident, this was made manifest. “Or is God the God of Jews only, not also of the Gentiles? Yes, also of the Gentiles; since indeed God is one, who will justify the circumcision by faith, and the uncircumcision through faith.” Again, having set forth salvation as common to all men, he contends boldly, saying:
Ἐπειδὴ πάντων ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὔ· εἷς δὲ πάντων κτίστης, πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι. «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.» Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι, ὡς μὴ δύνασθαι ἐν αὐτῷ καυχᾶσθαι, λοιπὸν τούτου χάριν ἐπάγει· Μὴ θορυβηθῇς, φησίν. Οὐ γὰρ νόμον ἡ πίστις ἀναιρεῖ, ἀλλὰ τὸν νόμον συνίστησι. Πῶς δὲ συνίστησιν; εἷς σκοπὸς τῷ νόμῳ, τὸ τὸν ἄνθρωπον σῶσαι· εἰ δὲ ἡ πίστις τοῦτο ποιεῖ, καὶ σώζει τῇ χάριτι, τὸν σκοπὸν δηλονότι τοῦ νόμου συνίστησιν.
ΚΕΦΑΛ. Δʹ.
«Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;» Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κἀκεῖνος ἐκ πίστεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. «Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Δύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Πόλυ δὲ μεῖζον τοῦ ἀπὸ τῶν ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις καυχούμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαι πόνους, ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Θεόν·
Since God is the maker of all men, for this reason he saves all. For no one can say that he is the God of the Jews but not of the Gentiles; but being one creator of all, he is evidently also the Savior of all. "Do we then abolish the law through faith? May it not be! But we establish the law." Since he said that the law of works is excluded, so that one cannot boast in it, for this reason he next adds: Do not be disturbed, he says. For faith does not destroy the law, but establishes the law. And how does it establish it? The law has one goal, to save man; and if faith does this, and saves by grace, it evidently establishes the goal of the law.
CHAPTER 4.
"What then shall we say that Abraham our forefather according to the flesh has found?" Since the Jews kept turning this up and down, that the patriarch and friend of God first received circumcision, he wishes to teach that he too was justified by faith; and he called him father according to the flesh, casting them out of the genuine kinship with him, and preparing the way for the Gentiles to their nearness to him. "For if Abraham was justified by works, he has a boast, but not before God. For what does the Scripture say? Abraham believed God, and it was reckoned to him as righteousness." There are two boasts, the one from works, the other from faith. And the one from faith is much greater than the one from works; for the one who boasts in works has his own labors to put forward, but the one who takes pride in believing God displays a much greater occasion for boasting, inasmuch as he has glorified and magnified God.
καὶ ὁ μὲν ἐργαζόμενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύσας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. «Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.» Βούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι τὸ μέσον; Ἕκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὑρήσεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὄντα τὸ τέλος, τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας. Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τί τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι. «Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι
And the one who works the commandments has obeyed him; but the one who believes has received the fitting opinion concerning him, and has glorified and marveled at him more greatly than by the demonstration through works; and that boast belongs to the one who succeeds. But this glorifies God, and is wholly his; for he boasts in imagining great things concerning him, which pass over into that one's glory. "But to the one who works, the reward is not reckoned according to grace, but according to debt; but to the one who does not work, but believes in the one who justifies the ungodly, his faith is reckoned as righteousness." Do you wish, he says, to know the middle ground between faith and works? Test each by its end, and you will find that for those who work the end is a reward, but for those who believe the goal is righteousness. For the one succeeds in not murdering or committing adultery, or some such thing; but the other receives the fitting opinion concerning God, that he is able not only to release the ungodly from judgment, but also to declare him righteous. "Just as David also speaks of the blessing of the man whom God reckons righteousness apart from works: Blessed
ὧν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ μεῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ ὡσεὶ λέγοι· εἰς μέσον προάγων μὲν τὸν Δαβίδ· Τίνι τὴν μακαριότητα δίδωσιν; τῷ ἐργαζομένῳ, ἢ τῷ πιστεύοντι; μακαριότητα δὲ λέγει τὴν κορυφὴν τῶν ἁπάντων ἀγαθῶν. «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ.» Δεῖξαι βούλεται τὴν πίστιν πρὸ περιτομῆς ὑπάρχουσαν, ἐπειδὴ τῇ περιτομῇ μέγα ἐφρόνουν Ἰουδαῖοι· κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ Ἀβραὰμ, δεικνὺς αὐτὸν πρῶτον πιστεύσαντα καὶ δικαιωθέντα, εἶτα μετὰ ταῦτα λαβόντα τὴν περιτομὴν, καὶ αὐτὴν διὰ χρείαν τῶν μετὰ ταῦτα, οὐ δι' ἑαυτόν. «Καὶ σημεῖον ἔλαβεν περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίαν, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.» Διὰ τοῦτο μετὰ τὴν πίστιν περιετμήθη, φησὶν, ἵνα καὶ τὸ γένος τὸ ἐξ αὐτοῦ κατὰ σάρκα μὴ μισῆται τὴν πίστιν τοῦ Ἀβραὰμ, καὶ γένηται διὰ τῶν ἀμφοτέρων τῆς πίστεως πατὴρ, πρῶτον μὲν τῶν ἐθνῶν, καθὸ καὶ ἐν ἀκροβυστίᾳ ἔσχεν τὴν πίστιν· δεύτερον δὲ τῶν ἐν περιτομῇ·
whose lawless deeds were forgiven, and whose sins were covered: blessed is the man whose sin the Lord will certainly not reckon." Having spoken of the righteousness of faith, he increases the reward to something greater; and now he calls it blessedness. And it is as if he were saying: bringing David forward into the middle: To whom does he give blessedness? To the one who works, or to the one who believes? And he calls blessedness the summit of all good things. "This blessedness, then, is it upon the circumcision, or also upon the uncircumcision? For we say that faith was reckoned to Abraham as righteousness. How then was it reckoned? While he was in circumcision, or in uncircumcision? Not in circumcision, but in uncircumcision." He wishes to show that faith existed before circumcision, since the Jews thought greatly of circumcision; and he establishes this from Abraham, showing that he first believed and was justified, and then afterward received circumcision, and that too for the sake of those after him, not for himself. "And he received the sign of circumcision, a seal of the righteousness of the faith which he had in uncircumcision, so that he might be the father of all who believe through uncircumcision, so that righteousness might be reckoned to them, and the father of circumcision to those not of circumcision only, but also to those who follow in the footsteps of the faith in uncircumcision of our father Abraham." For this reason, he says, he was circumcised after the faith, so that the race from him according to the flesh might not hate the faith of Abraham, and so that through both he might become the father of faith—first of the Gentiles, inasmuch as he had the faith also in uncircumcision; and second of those in circumcision.
καὶ οὐχ ἁπλῶς τῶν ἐν περιτομῇ, ἀλλὰ τῶν μιμουμένων τὴν πίστιν αὐτοῦ, ἧς καὶ σημεῖον γέγονεν ἡ περιτομή. Διὸ καὶ ἐπήγαγε, τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ὥστε εἰ ἐκβάλλοιεν οἱ Ἰουδαῖοι τὴν πίστιν, λανθάνοντες ἐκβάλλοντες τὴν περιτομήν. Εἰ γὰρ σημεῖον τῆς πίστεως ἡ περιτομὴ, ἀναιροῦσι δὲ ἐκεῖνο τὸ πρᾶγμα, τουτέστιν ἧς καὶ σημεῖον ἡ περιτομὴ, τίς ἔτι τῆς σφραγίδος ἡ χρεία; Εἰ γὰρ οὐ δεικνύει τὸν στρατιώτην, περιττὴ καὶ ἀνόνητος. «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον εἶναι κόσμου, ἀλλὰ δικαιοσύνης πίστεως.» Δείξας προτερεύουσαν τὴν πίστιν τῆς περιτομῆς, δείκνυσι πάλιν, ὡς καὶ ἡ πλήρωσις τῆς ἐπαγγελίας πρὸς Ἀβραάμ. «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαῖαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου, ἀλλὰ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται.» Εἰ ἐκ τῶν ἔργων, φησὶν, τοῦ νόμου πιστεύομεν τὴν ἐπαγγελίαν λαβεῖν, περιττὴ ἡ πίστις. Περιττῆς δὲ γενομένης αὐτῆς καὶ ἀργῆς, οὐ δύναται μένειν ἡ ἐπαγγελία. Πῶς δέ, ἄκουε. Νόμος ἐπικαταράτους ποιεῖ καὶ τιμωρίας ἐνόχους· ἄνθρωπος δὲ ὑπεύθυνος κατάρᾳ καὶ δίκῃ οὐδέποτε κληρονομίας ἂν τύχοι. Εἰ δὲ τὸν νόμον παρέντες, σκοπήσομεν τὴν πίστιν τὴν ἄνευ ἔργων δικαιοῦσαν, τῇ δικαιοσύνῃ χάριν ὀφειλομένην εὑρήσομεν·
and not simply of those in circumcision, but of those who imitate his faith, of which circumcision has also become a sign. Therefore he also added, "to those who follow in the footsteps of the faith which our father Abraham had while uncircumcised"; so that if the Jews cast out faith, they unknowingly cast out circumcision. For if circumcision is a sign of faith, and they abolish that reality—that is, the very thing of which circumcision is a sign—what further need is there of the seal? For if it does not point out the soldier, it is superfluous and useless. "For the promise to Abraham, or to his seed, that he should be heir of the world, was not through the law, but through the righteousness of faith." Having shown that faith precedes circumcision, he shows again that the fulfillment of the promise was also to Abraham. "For if those of the law are heirs, faith is made void and the promise is annulled; for the law works wrath. But where there is no law, neither is there transgression. Therefore it is of faith, that it might be by grace, so that the promise might be sure to all the seed—not to that which is of the law only, but also to that which is of the faith of Abraham, who is the father of us all, as it is written." If, he says, we believe that the promise is received from the works of the law, faith is superfluous. And when it has become superfluous and idle, the promise cannot stand. But how, listen. The law makes men accursed and liable to punishment; and a man subject to a curse and to judgment would never obtain an inheritance. But if, setting the law aside, we consider the faith that justifies without works, we shall find the grace that is owed to righteousness.
εἰ δὲ ὀφείλεται χάρις καὶ δικαιοσύνη καὶ ἁγιασμὸς τῷ πιστεύοντι, ὡς ἐν τοῖς ὀπίσω δεδήλωται, δῆλον ὅτι καὶ τῆς κληρονομίας τῆς ἐπαγγελίας μεταλαβεῖ. Οὐκοῦν εἰ ὁ νόμος ἐπικαταράτους ποιεῖ, ἡ δὲ πίστις δικαιοῖ, τοῖς δικαιουμένοις, οὐ τοῖς καταράτοις, ἡ ἐπαγγελία μένει. «Ὅτι πατέρα πολλῶν ἐθνῶν ἔθηκά σε· κατέναντι οὗ ἐπίστευσεν Θεοῦ.» Τῶν διὰ πίστεως δηλονότι, ἵνα μὴ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Ἰσμαηλιτῶν καὶ Ἀγαρηνῶν, καὶ Ἰδουμαίων, ἐπήγαγεν, οὗ ἐπίστευσεν κατέναντι Θεοῦ· τὸ δὲ, κατέναντι, ἀντὶ τοῦ, ὁμοίως. Λέγει οὖν, ὥσπερ ὁ Θεὸς, ᾧ καὶ ἐπίστευσεν Ἀβραὰμ, πάντων ἐστὶν ἄρχων τῶν ἐθνῶν, ὡσαύτως καὶ Ἀβραὰμ πατήρ ἐστι πάντων τῶν ἐθνῶν. Εἰ δὲ μὴ πάντων, ἀλλὰ τῶν προειρημένων, οὐδὲ χώραν εἶχεν ἡ δωρεὰ, καθὸ μηδὲ διδομένης αὐτῆς, πάντων τῶν ἐξ αὐτοῦ ὑπῆρχεν πατὴρ κατὰ τὸν τῆς φύσεως νόμον, Ἕκαστος γὰρ τῶν ἐξ ἑαυτοῦ ὑπάρχει πατήρ· δείκνυται ἄρα, ὡς πάντων τῶν ἐθνῶν πατέρα αὐτὸν εἶναί φησιν. «Τοῦ
ζωοποιοῦντος τοὺς νεκροὺς, καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ὅτι περὶ τῶν ἐθνῶν, τῶν μὴ ἐξ αὐτοῦ τὸ γένος ἐχόντων, πατέρα τίθησι τὸν Ἀβραὰμ, δῆλον μὲν καὶ ἐκ τοῦ κατέναντι εἰπεῖν, καὶ ἐκ τοῦ ἐπαγαγεῖν δὲ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, δηλῶν τὴν ἐκ νεκρῶν σωμάτων τοῦ Ἰσαὰκ γονὴν, ὅτι δι' αὐτοῦ πολλῶν γέγονεν πατὴρ ἐθνῶν, διὰ τὴν ἐξ αὐτοῦ συμβᾶσαν τῷ κόσμῳ σωτηρίαν· τουτέστι Χριστὸν εἰς ὃν πάντα τὰ ἔθνη πιστεύσαντα χώραν δεδώκασι τῷ Ἀβραὰμ αὐτῶν καλεῖσθαι πατέρα. «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι πατέρα αὐτὸν πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου.
But if grace and righteousness and sanctification are owed to the one who believes, as has been shown in what precedes, it is clear that he also partakes of the inheritance of the promise. Therefore, if the law makes men accursed, but faith justifies, the promise remains for those who are justified, not for the accursed. "For I have made you a father of many nations, before God in whom he believed." Clearly for those who are through faith, lest the Jews should say that he brought this upon the Ishmaelites and Hagarenes and Idumeans—"before God in whom he believed"; and "before" is used in place of "like." He says, then, that just as God, in whom Abraham also believed, is ruler of all the nations, so too Abraham is father of all the nations. But if not of all, but only of those previously mentioned, then the gift would have no place either, inasmuch as, since it was not even being given, he was father of all who came from him according to the law of nature—for each man is father of those who come from himself. It is shown, therefore, that he calls him father of all the nations. "Who gives life to the dead, and calls the things that are not as though they were." That he makes Abraham a father of the nations, of those who do not have their race from him, is clear both from his saying "before" and from his adding, "who gives life to the dead," indicating the offspring of Isaac from dead bodies, that through him he became father of many nations, because of the salvation that came to the world through him—that is, Christ, in whom all the nations, having believed, have given place for Abraham to be called their father. "Who against hope believed in hope, that he might become the father of many nations, according to what was said, So shall your seed be.
Καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ αὐτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Παρ' ἐλπίδα μὲν, τὴν ὅσον ἐν ἀνθρώποις, ἐπ' ἐλπίδι δὲ, τῇ εἰς Θεὸν λέγει.» «Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.» Ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου, μᾶλλον δὲ καὶ πολλῷ πλέον· τοσαύτη γὰρ ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. «Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν.» Ἵνα τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐπὶ τοῦ ξύλου. «Καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.» Διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα δικαίους ἡμᾶς ἐργάσηται.
And not being weak in faith, he considered his own body already dead, being about a hundred years old, and the deadness of Sarah's womb; but he did not waver in unbelief at the promise of God, but was strengthened in faith, giving glory to God, and being fully convinced that what He has promised, He is able also to perform; therefore it was reckoned to him as righteousness. "Against hope, in the human sense, yet in hope," he says, "in hope toward God." "It was not written for his sake alone, that it was reckoned to him, but for us also, to whom it shall be reckoned, to those who believe in Him who raised Jesus our Lord from the dead." Lest the hearer say, "And what is that to us? For he is the one who was justified," he places us near the patriarch—or rather, far more than near: for such is the nobility, that his faith is a type of ours. "Who was delivered up for our transgressions"—so that He might bear our sins on the tree. "And was raised for our justification." For for this reason He both died and rose, that He might make us righteous.
ΚΕΦΑΛ. Εʹ.
«Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πολλὰ διαλεχθεὶς περὶ πίστεως παραίνεσιν εἰσφέρει περὶ βίου λαμπροῦ. Ἐπειδὴ τὴν πίστιν τῆς διὰ τῶν ἔργων δικαιοσύνης προέθηκεν, ἵνα μὴ νομίσῃ τὶς ῥᾳθυμίας ὑπόθεσιν γεγραμμένον εἶναι τὸ λεγόμενον, φησὶν, εἰρήνην ἔχωμεν, τουτέστι μηκέτι ἁμαρτάνωμεν· τοῦτο γάρ ἐστιν πόλεμον ἔχειν πρὸς τὸν Θεόν. «Δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν.» Εἰ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμημένους, φησὶν, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαγέναι τῷ Πατρί. «Τῇ πίστει.» Τὰ μὲν αὐτοῦ ποικίλα, φησὶν, καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανεν δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς καὶ προσήγαγεν, καὶ χάριν δέδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν μόνον εἰσενέγκαμεν. «Εἰς τὴν χάριν αὐτὴν ἐν ᾗ ἑστήκαμεν.» Τὸ ἀξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι· τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν. «Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» Δύο τέθεικεν, τὰ παρόντα, καὶ τὰ μέλλοντα· τὸ μὲν γὰρ εἰπεῖν τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν, ἅπερ ἐλάβομεν ἀγαθά. Τὸ δὲ εἰπεῖν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν.» Τί λέγω, φησὶν, τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα λυπηρὰ, ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι μεγαλοφρονεῖν ἐπ' αὐτοῖς. Καὶ καλῶς, καυχώμεθα, ἵνα κἂν τῷ οἰκείῳ προσώπῳ εἰσάγῃ τὴν παραίνεσιν.
CHAPTER 5
"Therefore, being justified by faith, let us have peace with God through our Lord Jesus Christ." Having spoken at length about faith, he brings in an exhortation concerning a life of excellence. Since he set faith before the righteousness that comes through works, lest anyone should think that what is said was written as an occasion for laziness, he says, "let us have peace," that is, let us no longer sin; for this is to have war with God. "Through whom also we have obtained access." If he himself, he says, reconciled us when we were at war, it is reasonable to remain in the reconciliation, and to render this recompense to him, so that he may not seem to have reconciled to the Father dull and ungrateful people. "By faith." His own acts, he says, are varied and many and diverse; for he died for us, and reconciled us and brought us near, and gave unspeakable grace; but we contributed only faith. "Into this grace in which we stand." To be deemed worthy of the knowledge of God, to be delivered from error, to recognize the truth; to obtain all the good things that come through baptism. "And let us boast in hope of the glory of God." He has set down two things, the present and the future; for by saying "the grace," he indicated the present good things, which we have received. But by saying "and let us boast in hope," he revealed all the future things. "Not only so, but we also boast in tribulations." Why do I speak, he says, of future good things as worthy of boasting? These present painful things are themselves sufficient to adorn us and make us magnanimous in them. And rightly, "let us boast," so that he may introduce the exhortation even in his own person.
«Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα.» Ἐπειδὴ παράδοξον ἦν τὸ λεγόμενον, τοῦ τὰ λυ πηρὰ ἡδονὴν αὐτοῖς ἐμποιεῖν, καὶ καύχημα, πιστοῦται αὐτῷ λογισμῷ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἔχει μὲν καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν ἡ ὑπομονὴ καὶ ἡ θλίψις, καὶ εὐδόκιμον ποιεῖ τὸν πειραζόμενον· συντελεῖ δέ τι πρὸς τὰ μέλλοντα. Τὴν γὰρ ἐλπίδα ἀκμάζειν ποιεῖ ἐν ἡμῖν· οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός. «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται
ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα καὶ τολμᾷ τις ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.» Ἑτέρα πάλιν κατασκευὴ, ἀφ' ὧν εἰλήφαμεν ἀγαθῶν. «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Ἀπὸ τοῦ μείζονος ἑτέρα κατασκευὴ, πολλῷ πλέον ἦν, φησὶν, ἐχθροὺς ὄντας καταλλαγῆναι, ἢ [τὸ μεῖζον] τὸ καταλλαγέντας ἐν τῇ ἀγάπῃ μεῖναι. Εἰ δὲ τὸ μεῖζον ἐποίησεν ἀποθανὼν ὑπὲρ ἡμῶν ἔτι ὄντων ἁμαρτωλῶν, πῶς οὐχὶ καὶ τὸ ἔλαττον ποιήσει; Σκόπει δὲ διὰ πόσων βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς.
Knowing that tribulation produces endurance, and endurance produces character, and character produces hope." Since what was said was paradoxical—that he instills pleasure and boasting in them through painful things—he confirms it by his own reasoning. What he says is of this sort: endurance and tribulation have the greatest fruit even before the things to come, and they make the one who is tested approved; and they contribute something toward the things to come. For they make hope flourish in us; for nothing so prepares one to hope for good things as a good conscience. "And hope does not put to shame. Because the love of God has been poured out in our hearts through the Holy Spirit who was given to us. For while we were still weak, Christ at the right time died for the ungodly. For scarcely for a righteous man will someone die; for the sake of the good man perhaps someone even dares to die. But God demonstrates his own love toward us, in that while we were still sinners, Christ died for us. Much more then, having now been justified in his blood, we shall be saved through him from the wrath." Another proof again, from the good things we have received. "For if while we were enemies we were reconciled to God through the death of his Son, much more, having been reconciled, we shall be saved in his life." From the greater, another proof: it was, he says, much more [a work] to reconcile us while we were enemies than [the greater thing] that, having been reconciled, we remain in love. But if he did the greater thing, dying for us while we were still sinners, how will he not also do the lesser? And observe through how many things he wishes to assure them concerning the things to come.
Πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν ὅτι ἐπληροφορήθη ὁ Ἀβραὰμ, ὅτι ὃ ἐπηγγείλατο ὁ Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι. Δεύτερον, ἀπὸ τῆς χάριτος τῆς δοθείσης. Τρίτον, ἀπὸ τῆς θλίψεως, ὅτι ἱκανή ἐστιν εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν, καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, ὅπερ ἐλάβομεν. Λοιπὸν δὲ, καὶ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τῆς ἡμετέρας κακίας, ἣν πρόσθεν κατεσκεύασεν. Καὶ δοκεῖ μὲν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ πολλά. Πρῶτον μὲν, ὅτι ἀπέθανεν· δεύτερον, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον, ὅτι κατήλλαξεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.» Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα, δι' αὐτὸ τοῦτο, διὸ νομίζει τις ἡμᾶς αἰσχύνεσθαι· τὸ γὰρ ὑπερβολῇ πονηρίας ζῶντας σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ διά τινος ἑτέρου, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. «Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος εἰσῆλθεν.» Ἔστι μὲν δὲ, πάλιν τὸ εἰρημένον τῆς δικαιοσύνης ἡμῶν, ἧς εἰλήφαμεν, κατασκευή· ἐλήφθη δὲ ἐκ τοῦ ἐναντίου. «Ἐφ' ᾧ πάντες ἥμαρτον.» Τὸ ἐφ' ᾧ, ἀντὶ τοῦ, δι' οὗ· λέγει δὲ, ὅτι ὥσπερ ἐκείνου πεσόντος, τουτέστι τοῦ Ἀδὰμ, καὶ οἱ μὴ φαγόντες ἀπὸ τοῦ ξύλου, γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί· οὕτω καὶ ἀναστάντος Χριστοῦ καὶ ἐγερθέντος, πᾶν τὸ σῶμα τῆς ἀθανασίας μετέλαβεν.
First, he shames them from the righteous man's own conviction, saying that Abraham was fully convinced that what God had promised, he is able also to do. Second, from the grace that was given. Third, from tribulation, that it is able to lead us to hope, and again from the Spirit, which we received. Then, further, from death and from our own wickedness, which he set forth beforehand. And what was said seems to be one thing, but it is found to be many. First, that he died; second, that he died for the ungodly; third, that he reconciled, that he justified, that he made them immortal, that he made them sons and heirs. "Not only so, but also boasting in God, through our Lord Jesus Christ, through whom we now have received the reconciliation." Not only were we saved, he says, but we also boast, for this very reason, because of which someone might think we ought to be ashamed; for to be saved while living in excess of wickedness is the greatest proof of having been greatly loved by the one who saves. For not through any other, but through the Only-Begotten himself he saved. "Therefore, just as through one man sin entered into the world, and through sin death, and so death entered into all men." Again, what was said is a confirmation of our righteousness, which we have received; and it was taken from the opposite. "In that all sinned." The phrase "in that" is used in place of "through whom"; and he says that just as when that man fell—that is, Adam—even those who did not eat from the tree all became mortal from him, so also when Christ rose and was raised, the whole body partook of immortality.
«Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.» Τὸ ἄχρι νόμου, ἀντὶ τοῦ, ἕως τῶν τῆς ἐπιδημίας καιρῶν· τέλος γὰρ νόμου Χριστὸς, κατὰ τὸ γεγραμμένον. Λέγει οὖν, ὡς διὰ μὲν τοῦ Ἀδὰμ εἰσῆλθεν εἰς τὸν κόσμον ἡ ἁμαρτία, ἔμεινεν δὲ μέχρι τῶν καιρῶν τῆς ἐπιδημίας βασιλεύουσα, καταργεῖται δὲ ὑπὸ Χριστοῦ. «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.» Εἰπὼν, πόσον ἐβασίλευσε χρόνον ἡ ἁμαρτία, λέγει καὶ ἐκ ποίου χρόνου εἰς τὸν κόσμον εἰσῆλθεν· καὶ ποῖος ὁ χρόνος, ἢ ὁ τῆς παραβάσεως τῆς ἐντολῆς, ἧς παραβέβηκεν Ἀδὰμ, ἣν καὶ νόμον ἡ θεία προσαγορεύει Γραφή; Φησὶν οὖν ὡς διὰ τῆς ἐντολῆς χώραν ἔσχεν ἡ ἁμαρτία. Ἠπάτησε γὰρ δι' αὐτῆς τὸν Ἀδὰμ ὁ ὄφις. «Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» Ἐμμένει τῷ διηγήματι περὶ τοῦ χρόνου λέγων τῆς ἁμαρτίας, καὶ πολλάκις περὶ αὐτοῦ ἡμῖν διαλέγεται, ἵνα μαθόντες ἀκριβῶς τὴν δύναμιν τῆς ἁμαρτίας, δοξάζωμεν τὸν καταργήσαντα αὐτὴν διὰ τῆς ἰδίας σαρκός· κατήργησεν δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. «Ὅς ἐστι τύπος τοῦ μέλλοντος.» Τοῦ μέλλοντος μὲν, τουτέστι Χριστοῦ. Λέγει δὲ, ὅτι ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου, τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος, οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ οὐ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. «Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ
For until the law, sin was in the world. “Until the law” is used in place of “until the times of the coming”; for Christ is the end of the law, according to what is written. He says, then, that through Adam sin entered into the world, and it remained reigning until the times of the coming, but it is abolished by Christ. And sin is not reckoned when there is no law. Having said how long a time sin reigned, he also says from what time it entered into the world; and what is that time, if not that of the transgression of the commandment which Adam transgressed, which the divine Scripture also calls a law? He says, then, that through the commandment sin gained a place. For the serpent deceived Adam through it. But death reigned from Adam until Moses, even over those who did not sin in the likeness of Adam's transgression. He stays with the narrative about the time of sin, saying, and he converses with us about it many times, so that, having learned accurately the power of sin, we may glorify the one who abolished it through his own flesh; and he abolished sin in the flesh. Who is a type of the one to come. Of the one to come—that is, of Christ. He says that just as that one became the cause of death for those from him, although they did not eat from the tree, of the death brought in through the eating, so also Christ has become the cause of righteousness for those from him who did not act righteously, which he bestowed on us all through the cross. But not as the transgression, so also the gift; for if by the transgression of the one the many
ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ, ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.» Εἰ ἁμαρτία, φησὶ, τοσοῦτον ἴσχυσεν, καὶ ἁμαρτία ἀνθρώπου ἑνός· πῶς οὐχὶ μᾶλλον περισσεύσει μειζόνως χάρις Θεοῦ; Καὶ χάρις, καὶ οὐ Πατρὸς μόνον, ἀλλὰ καὶ Υἱοῦ. Πολλῷ γὰρ τοῦτο εὐλογώτερον. «Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.» Δείξας ὅτι εὔλογον, δείκνυσιν, ὅτι καὶ ἀναγκαῖον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα μία ἴσχυσεν ἁμαρτία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἀνεῖλεν ἁμαρτίαν μόνον, ἀλλὰ καὶ τὰς δι' ἐκείνην ἐπελθούσας. Ἵνα γὰρ μὴ τὸ ὡς οὕτως ἀκούων, ὅμοιον νομίσῃς τῷ κατακρίματι τὸ χάρισμα· μηδὲ πάλιν τὸν Ἀδὰμ, ἀκούων ἐκείνην ἀνῃρῆσθαι μόνον τὴν ἁμαρτίαν νομίσῃς, ἣν ἐκεῖνος εἰσήνεγκεν, ἀλλὰ καὶ πάσας τὰς λοιπὰς, διδάσκει λέγων· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Ἀποφηνάμενος, ὅτι οὐ τοσοῦτον ὠφέλησεν μόνον Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ πολλῷ πλέον καὶ μείζονα, ἀναγκαίως τοῦ λόγου ἐπάγει τὴν κατασκευήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε;
they died, much more the grace of God and the gift, in the grace of the one man Jesus Christ, abounded to the many.” If sin, he says, was so strong—and the sin of one man—how much more will the grace of God abound more greatly? And it is grace, and not of the Father only, but also of the Son. For this is much more reasonable. “And not as through one man who sinned was the gift; for the judgment was from one unto condemnation, but the free gift is from many trespasses unto justification.” Having shown that it is reasonable, he shows that it is also necessary. What he says is this: one sin was strong enough to bring in death and condemnation; but grace did away not only with that one sin, but also with those that came in because of it. For lest, hearing “as” in this way, you should think the free gift to be like the condemnation; nor again, hearing that only that sin which he brought in has been done away, should you think of Adam in that way, but also all the rest, he teaches, saying: “But the free gift is from many trespasses unto justification.” “For if by the trespass of the one death reigned through the one, much more those who receive the abundance of grace and of the gift of righteousness will reign in life through the one Jesus Christ. Therefore, as through one trespass unto all men unto condemnation, so also through one righteous act unto all men unto justification of life.” Having declared that Christ benefited not only as much as Adam harmed, but much more and greater, he necessarily brings in the proof of the argument. What he says is this: What armed death?
Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου μόνον τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ; Καὶ διὰ τοῦτο οὐκ εἶπεν, χάριν, ἀλλὰ περισσείαν χάριτος. Οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν μόνον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν, καὶ κακίαν ἀπεδυσάμεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστημεν, τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἐλυτρώθημεν καὶ ὑγιάσθημεν, καὶ εἰς υἱοθεσίαν ἀνήχθημεν, καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόμοι, καὶ συμμέτοχοι αὐτοῦ κατέστημεν· καὶ σὰρξ αὐτοῦ ἐσμεν, καὶ ὥσπερ σῶμα κεφαλῇ, οὕτως ἡνώμεθα τῷ Χριστῷ. Καὶ ταῦτα πάντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς ὅτι οὐ φάρμακον μόνον ἐλάβομεν ἀντίῤῥοπον τοῦ πράγματος, ἀλλὰ καὶ ἰατρείαν καὶ εὐμορφίαν καὶ τιμὴν, καὶ δόξαν καὶ ἀδοξίαν πολὺ τὴν ἡμετέραν ὑπερβαίνοντα φύσιν. Διὰ τί ποτὲ εἰς πάντας ἀνθρώπους, ποτὲ δὲ οἱ πολλοί; Ἐπειδὴ ὁ μὲν κοινὸς θάνατος κατὰ πᾶν ἐκράτησεν, ὁ δὲ κατὰ προαίρεσιν εἰς πολλούς. Ἀμ φοτέροις ἀντέθηκεν τὴν διὰ τοῦ Χριστοῦ γενομένην ἀναλογίαν. «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί.» Πάλιν τῷ προτέρῳ κέχρηται λογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει. «Οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Πάλιν ἐπαγωνίζεται ἐπεξερχόμενος ταῖς κατασκευαῖς.
Eating from the tree by the one man alone. If, then, death took such great strength from one transgression, when some are found to have received a grace and righteousness much greater than that sin, how can they any longer be liable to death? And for this reason he did not say “grace,” but “abundance of grace.” For we did not receive only as much from grace as we needed for the removal of sin, but much more besides; for we were both released from punishment and stripped of all wickedness, and we were born again from above, and we rose again, the old man having been buried, and we were redeemed and healed, and we were led up to adoption as sons, and we were justified, and we became brothers of the Only-Begotten, and we were made co-heirs and fellow-partakers with him; and we are his flesh, and just as a body is joined to its head, so we have been united to Christ. And all these things Paul called an abundance of grace, showing that we received not only a remedy counterbalancing the matter, but also healing and beauty and honor, and glory surpassing our nature far beyond its dishonor. Why does he sometimes say “unto all men,” and sometimes “the many”? Because the common death prevailed over all, but the death according to choice over many. To both he set in opposition the proportion that came through Christ. “For as through the disobedience of the one man the many were made sinners.” Again he uses the former reasoning, tightening it by the repetition. “So also through the obedience of the one the many will be made righteous.” Again he contends, elaborating with his arguments.
Ταῦτα δὲ πάντα, φησὶν, διὰ τὸ λέγειν Ἰουδαίους, μὴ δύνασθαι τὸν Χριστοῦ θάνατον δικαιῶσαι τὴν οἰκουμένην. Τὸ δὲ, ἁμαρτωλοὶ κατεστάθησαν πολλοὶ, ἀντὶ τοῦ, ὑπεύθυνοι τῷ διὰ τὴν ἁμαρτίαν θανάτῳ, λέγει. «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Δείξας ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ δικαιωθεῖσαν καὶ σωθεῖσαν ἐκ τῆς καταδίκης, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Λέγει οὖν ὡς οὐ μόνον οὐκ ὠφέλησεν οὐδὲν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ· τὸ δὲ, ἵνα πλεονάσῃ, οὐκ αἰτιολόγον ἐστὶν, ἀλλὰ ἀπὸ τῆς ἐκβάσεως εἰλημμένον. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος ἵνα πλεονάσῃ ἡ ἁμαρτία· ἀλλ' ἐδόθη μὲν, ὥστε μειῶσαι τὸ παράπτωμα. Ἐξέβη δὲ εἰς τοὐναντίον, οὐ παρὰ τὴν
τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. Παρεισῆλθεν δὲ, εἶπεν, καὶ οὐκ, εἰσῆλθεν, δεικνὺς πρόσκαιρον αὐτοῦ τὴν χρείαν, καὶ οὐ κυρίως προηγουμένην. «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἵνα, ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον, ἀλλὰ καὶ τὰ μυρία ἃ προείπομεν δέδωκεν ἡμῖν ἀγαθά· πῶς δὲ ἐπλεόνασεν ἡ ἁμαρτία; Μυρίας δέδωκεν ὁ νόμος ἐντολὰς, βουλόμενος πανταχόθεν στηρίσαι τὸν ἄνθρωπον. Πασῶν δὲ παραβαινομένων, εἰκότως πλείων ἡ ἁμαρτία. ΚΕΦΑΛ. ϛʹ. «Τί οὖν ἐροῦμεν; ἐπιμένω τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο·
But all these things, he says, are because the Jews claim that the death of Christ cannot justify the world. And the phrase, "many were made sinners," he says in place of "liable to death because of sin." "But the law entered in, that the trespass might abound." Having shown that the world was condemned through Adam, and was justified through Christ and saved from condemnation, he opportunely also inquires about the law, cutting off the opinion held about it. He says, then, that it not only profited nothing, but the disease was even increased by its entering in; and the phrase "that it might abound" is not assigning a cause, but is taken from the outcome. For the law was not given for this reason, that sin might abound; but it was given to lessen the trespass. But it turned out to the opposite, not because of the nature of the law, but because of the negligence of those who received it. "It entered in," he said, and not "it came in," showing that its use was temporary, and not properly primary. "But where sin abounded, grace superabounded; that, just as sin reigned in death, so also grace might reign through righteousness unto eternal life through Jesus Christ our Lord." For he not only released us from punishment, but also gave us the countless good things which we mentioned before. And how did sin abound? The law gave countless commandments, wishing to establish man from every side. But when all of them were transgressed, sin was reasonably greater. CHAPTER 6. "What then shall we say? Shall we continue in sin, that grace may abound? May it not be so.
οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Εἰς τὸ προειρημένον πάλιν ἐπανακάμπτει λόγον· ὁ δὲ νοῦς οὗτος· Διασύροντές τινες τὸν Ἀπόστολον, ἔλεγον· Ἐπειδὴ μέγα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δοθῇ· ἀναιρεῖ δὲ τοῦτο, πρῶτον μὲν, τῇ ἀπαγορεύσει, λέγων, μὴ γένοιτο! ὥσπερ ἐπὶ τῶν ὁμολογουμένων κακῶν εἴωθε τίθεσθαι. Ἔπειτα καὶ ἀναντιῤῥήτῳ λογισμῷ· Οἵτινες, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν ἐν αὐτῇ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Νεκροὶ γεγόνα μεν τῇ ἁμαρτίᾳ, πιστεύσαντες καὶ φωτισθέντες· τὸ δὲ νεκροὶ, ὥστε μὴ ὑπακούειν αὐτῇ λοιπόν. «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐπειδὴ ἀσφαλὲς ἦν τὸ εἰρημένον, ἐπεξηγεῖται ἡμῖν αὐτό. Τί οὖν ἐστιν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος. Σταυρὸς γάρ ἐστι τὸ βάπτισμα· ὅπερ οὖν ὁ σταυρὸς τοῦ Χριστοῦ καὶ ὁ τάφος, τοῦτο ἡμῖν γέγονεν τὸ βάπτισμα, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν. Αὐτὸς μὲν γὰρ σαρκὶ ἀπέθανεν καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. Διὰ τοῦτο οὐδὲ, σύμφυτοι γεγόναμεν τοῦ θανάτου, εἶπεν, ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ' οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ' ὁ μὲν σαρκὸς, ὁ τοῦ Χριστοῦ· ὁ δὲ ἁμαρτίας, ὁ ἡμέτερος.
Whoever died to sin, how shall we still live in it?" He returns again to the argument already stated; and the sense is this: Some, tearing the Apostle to pieces, were saying, "Since we have sinned greatly, let us not cease from sinning, so that grace may be given more abundantly." But he refutes this, first by the prohibition, saying, "May it never be!" as he is accustomed to set it down in the case of acknowledged evils. Then also by an irrefutable reasoning: "Whoever," he says, "died to sin, how shall we live in it?" What he means is this: We have become dead to sin, having believed and been enlightened; and "dead" means so as no longer to obey it. "Or do you not know that as many of us as were baptized into Christ Jesus were baptized into his death? We were buried therefore with him through baptism into death; so that, just as Christ was raised from the dead through the glory of the Father, so we also might walk in newness of life. For if we have become united with the likeness of his death, we shall also be of his resurrection." Since what was said was obscure, he explains it to us. What then is "we were baptized into his death"? It means that we ourselves also die just as he did. For baptism is a cross; what therefore the cross and tomb of Christ were, this baptism has become for us, even if not in the same respect. For he died in the flesh and was buried, but we die to sin in both respects. For this reason he did not say, "we have become united with his death," but "with the likeness of his death"; for both the one and the other are death, but not of the same subject: the one is of the flesh, that of Christ; the other is of sin, that which is ours.
«Ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη.» Οὐκ εἶπεν, ἐσταύρωται, ἀλλὰ, συνεσταύρωται, ἐγγὺς φέρων τὸ βάπτισμα τοῦ θανάτου. «Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας.» Σῶμα ἁμαρτίας τὴν πονηρίαν πᾶσαν καλεῖ· ὥσπερ γὰρ ἄνθρωπον παλαιὸν λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου, τὴν ἀπὸ διαφόρων μερῶν πονηρίας συγκειμένην κακίαν. «Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Ταύτῃ, φησὶν, αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε μὴ ἁμαρτάνειν. Ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ τὸν ἀναβάντα ἄγει ἀπὸ τοῦ βαπτίσματος. Ἐπειδὴ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διὰ πάντος τῇ ἁμαρτίᾳ. «Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσωμεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει.» Τὸν στέφανον ἐπάγει ταχέως τῶν ἀγώνων· μέγιστον δὲ καὶ πρὸ τοῦ στεφάνου ἡμῖν ἀγαθὸν γίνεται, τὸ κοινωνῆσαι τῷ Δεσπότῃ. «Θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.» Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν τῷ θανάτῳ· ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν ἀπέθανεν, ἵνα αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν. «Ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Τουτέστιν ἀκαταλύτως, ὥστε μηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν, πολὺ μᾶλλον νῦν οὐκ ἀποθανεῖται καταλύσας αὐτήν.
«That our old man was crucified with him.» He did not say «was crucified,» but «was crucified with him,» bringing baptism near to death. «That the body of sin might be destroyed.» He calls all wickedness a body of sin; for just as he calls the whole of evil an old man, so also the body of that man, the evil composed of various parts of wickedness. «That we should no longer serve sin. For he who has died has been justified from sin.» In this way, he says, I wish it to be dead, not so as to be destroyed and die, but so as not to sin. For just as the one who has died has been released from sinning, lying as a corpse, so also he leads the one who has come up from baptism. Since he died once there, he must remain dead to sin entirely. «But if we died with Christ, we believe that we shall also live with him, knowing that Christ, having been raised from the dead, dies no more.» He quickly brings on the crown of the contests; and the greatest good comes to us even before the crown, namely to share with the Master. «Death no longer has dominion over him. For in that he died, he died to sin once for all.» That is, he was not even liable to that death; but he died because of our sin, in order to abolish it and cut out its sinews and all its power. «But in that he lives, he lives to God.» That is, indissolubly, so as no longer to be held by death; for if even the former death he died not being liable to it, but because of the sin of others, much more now will he not die, having destroyed it.
«Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι, νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μὴ οὖν βασιλευέτω ἡ
ἁμαρτίᾳ.» Ἐπειδὴ περὶ τῆς τοῦ Χριστοῦ ζωῆς διελέχθη, ἵνα μή τις λέγῃ, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; τὰ τοιαῦτα ἐπάγει λέγων· Εἰ νεκροὺς ὄντας ἀνέστησεν, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Οὐκ εἶπεν, τυραννείτω, ὅπερ ἀνάγκη ἦν ἀλλὰ μὴ βασιλευέτω, ὅπερ ἐστὶ προαιρέσεως. «Ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσῃ.» Τὸ σῶμα ἡμῶν πρὸ τῆς Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον τὴν ἁμαρτίαν. Ἐπειδὴ δὲ Χριστὸς παραγέγονεν, καὶ βάπτισμα ἐλάβομεν, καὶ τὸ Πνεῦμα διὰ βαπτίσματος, γέγονεν ἡμῖν εὐχειρῆ τὰ παλαίσματα. «Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· τί οὖν, ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν; Μὴ γένοιτο!» Τοῦτο δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας. «Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;» Ἀντίθεσιν θεὶς τὴν λέγουσαν, Τί οὖν; ἁμαρτήσομεν; καὶ πρώτην αὐτὴν λύσιν ἐπαγαγὼν, τὴν ἐξ ἀπαγορεύσεως, μὴ γένοιτο εἰπὼν, ἐπάγει καὶ τὴν δευτέραν ἀπὸ τοῦ ἐχθροῦ, τρίτην τὴν ἀπὸ τῆς κολάσεως· ἡ δὲ ἀπὸ τοῦ ἐχθροῦ αὕτη ἐστίν·
«Thus also you must reckon yourselves to be dead indeed to sin, but alive to God in Christ Jesus our Lord. Let not sin therefore reign in your mortal body.» Since he had spoken about the life of Christ, lest anyone say, «What then is what has been said to us?» he adds such things, saying: If he raised those who were dead, much more will he be able to hold fast those who are alive. He did not say «let it tyrannize,» which would have been a matter of necessity, but «let it not reign,» which is a matter of free choice. «In our mortal body, so as to obey its desires; and do not present your members as weapons of unrighteousness to sin; but present yourselves to God, as alive from the dead, and your members as weapons of righteousness to God. For sin shall not have dominion over you.» Our body before the coming of Christ was easily mastered by sin. For neither was the Spirit present to help, nor baptism able to put sin to death. But since Christ has come, and we have received baptism, and the Spirit through baptism, our struggles have become easy to handle. «For you are not under law, but under grace. What then, shall we sin, because we are not under law, but under grace? May it never be!» This shows that the contests are temporary. «Do you not know that to whom you present yourselves as slaves for obedience, you are slaves of him whom you obey, whether of sin unto death, or of obedience unto righteousness?» Having set down the objection that says, «What then? Shall we sin?» and having first brought forward its solution from prohibition, saying «May it never be,» he then adds the second from the adversary, and the third from punishment; and this one is from the adversary:
Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε; Ὅμοιον ὡσεὶ λέγοι· Οὔπω λέγω τὴν γέενναν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γένησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίᾳ δοῦλοι, καὶ ἐπὶ τῷ τοιούτῳ μισθῷ ὥστε πάλιν ἀποθανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν Δεσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν καὶ ἐλευθερίαν λαμβάνουσά σε ἑκόντα αὐτὴν πάλιν κλινόμενον, τί οὐκ ἐργάσηται; «Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας.» Ἀναμιμνήσκει πάλιν τῶν εὐεργεσιῶν, ὅτι τε μεγάλων ἀπηλλάγησαν κακῶν· καὶ οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ χάριτος Θεοῦ. «Ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.» Τὸ μὲν, ἐκ καρδίας, τὸ αὐτεξούσιον δηλοῖ· τὸ παρεδόθητε, τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. «Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.» Δύο ἐνταῦθα δείκνυνται τοῦ Θεοῦ δωρεαὶ, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. «Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν.» Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν βίου, νεκροὺς εἶναι κελεύων, δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει λέγων, ἀνθρώπινον λέγω, ὡσανεὶ ἔλεγεν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινομένων.
Do you not know that to whom you present yourselves as slaves for obedience, you are slaves of him whom you obey? He speaks as if to say: I do not yet speak of Gehenna, nor of that great punishment, but of the shame here below, when you become slaves—and slaves willingly, and slaves to sin, and for such a wage as to die again. For if before baptism it wrought bodily death, and the wound needed so great a remedy that the Master of all descended to death and thus loosed the evil, after so great a gift and freedom, when it finds you willingly bowing down to it again, what will it not do? «But thanks be to God, that you were slaves of sin.» He reminds them again of the benefits, that they were delivered from great evils—and not by their own labors, but by the grace of God. «But you obeyed from the heart the form of teaching to which you were delivered.» The phrase «from the heart» shows free will; «you were delivered» hints at the help that comes from God. «But being freed from sin, you were enslaved to righteousness.» Two gifts of God are shown here: the freeing from sin, and the enslaving to righteousness, which is better than all freedom. «I speak in human terms because of the weakness of your flesh. For just as you presented your members as slaves to uncleanness and to lawlessness for lawlessness.» Since he demanded great strictness of life, commanding them to be dead, wishing to show that he demands nothing excessive but something very proportionate and light, he establishes it from the opposite, saying, «I speak in human terms,» as if he were saying, from things that occur by custom.
«Οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.» Ὅτε ἐν πονηρίᾳ ἔζητε καὶ ἀσεβείᾳ, μετὰ τοσαύτης ἔζητε ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν· τοῦτο γάρ ἐστι τὸ, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, μηδὲν καθόλου τῆς κακίας πράττοντες. «Τίνα οὖν καρπὸν ἔχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνετε;» Τοιαύτη ἦν ἡ δουλεία, φησὶ, ὡς καὶ τὴν μνήμην αὐτῆς νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ μνήμη καταισχύνει, πολλῷ μᾶλλον ἡ πρᾶξις. Διπλῆ τότε παρεβλάπτεσθε, φησὶν, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐκ εἰδότες αἰσχύνεσθαι. «Τὸ γὰρ τέλος ἐκείνων θάνατος· νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ.» Ἐπειδὴ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγων. «Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν· τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Ὅρα πῶς τὰ μὲν δείκνυσιν ἤδη δεδομένα, τὰ δὲ ἐν
So now present your members as slaves to righteousness for sanctification. For when you were slaves of sin, you were free with respect to righteousness.” When you lived in wickedness and impiety, you lived with such obedience that you did nothing good at all; for this is what it means, “you were free with respect to righteousness.” Therefore now also, since you have transferred yourselves to righteousness, give yourselves wholly to virtue, doing nothing at all of evil. “What fruit, then, did you have in those things of which you are now ashamed?” Such was that slavery, he says, that even its memory now brings shame. And if the memory brings shame, much more does the deed. Then you were harmed in two ways, he says: both by doing things worthy of shame, and by not knowing how to be ashamed. “For the end of those things is death; but now, having been freed from sin and enslaved to God.” Since shame does not seem to be a very heavy burden, he comes to what is altogether fearful, calling it death. “You have your fruit for sanctification; but the end is eternal life.” See how he shows some things as already given, and others as
ἐλπίσιν ὄντα. Καὶ ἀπὸ τῶν δεδομένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐπειδὴ ὅπλων ἐμνημόνευσεν καὶ βασιλείας, ἐπιμένει τῇ μεταφορᾷ· εἰπὼν δὲ ὀψώνια ἐπὶ τῆς ἁμαρτίας, οὐ τὴν αὐτὴν ἐτήρησεν τάξιν ἐπὶ τὸν Χριστὸν, οὐδ' εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων, ἀλλὰ τὸ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐκ ὀφειλὴν ἀπέλαβον, ἀλλὰ χάριτι πάντα ταῦτα ἐγίνετο. ΚΕΦΑΛ. Ζʹ. «Ἢ ἀγνοεῖτε ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ); Καταλύσας τὸν ἠθικὸν λόγον ἐπὶ τὰ δογματικὰ μεταβαίνει, δεικνὺς ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ' οὐδὲ νόμος· εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ μᾶλλον ἁμαρτία· κατασκευάζει δὲ αὐτὸ ἀπὸ παραδείγματος· ἄρχεται δὲ ἐξ ἐγκωμίων, τῶν ἀκροατῶν καταγλυκαίνων τὴν ἀκοήν. «Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, καταργεῖται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε καὶ ὑμεῖς, ἀδελφοί μου, ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἀνδρὶ ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι.» Τοῖς ζῶσι, φησὶν, ὁ νόμος κεῖται, τοῖς δὲ τεθνηκόσι οὐκέτι διατάττει. Εἰ δὲ τεθνήκατε καὶ ὑμεῖς, συνταφέντες τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, οὐκέτι κυριεύει ὑμῶν ὁ νόμος. Ὅρα δὲ σύνεσιν τοῦ Παύλου·
in hopes. And from what has been given he confirms those things too—life from sanctification. “For the wages of sin is death; but the gift of God is eternal life, in Christ Jesus our Lord.” Since he mentioned weapons and a kingdom, he persists in the metaphor; but having said “wages” in the case of sin, he did not keep the same order for Christ, nor did he say “the reward of good deeds,” but “the gift of God,” showing that they were not released by their own effort, that they did not receive a debt owed, but all these things came about by grace. CHAPTER 7. “Or do you not know, brothers (for I speak to those who know the law)? Having set aside the ethical argument, he moves on to doctrinal matters, showing that not only does sin not rule over them, but neither does the law; and if the law does not rule, much less does sin. He establishes this from an example; and he begins with commendations, sweetening the hearing of his audience. “For the law rules over a man for as long as he lives; for the married woman is bound by law to her living husband. But if the husband dies, she is released from the law of the husband. So then, while the husband lives, she will be called an adulteress if she becomes another man’s. But if the husband dies, she is free from the law, so as not to be an adulteress, having become another man’s. So then, my brothers, you also were put to death to the law through the body of Christ, so that you might become another man’s, to him who was raised from the dead.” The law, he says, is laid down for the living, but for the dead it no longer gives orders. And if you also have died, having been buried together with Christ through baptism, the law no longer rules over you. But observe Paul’s understanding:
πῶς ἐν μὲν παραδείγματι τὸν νόμον δείκνυσι τετελευτηκότα, λέγων· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ. Ἐν δὲ τῇ ἐπαγωγῇ οὐκέτι τοῦτο ποιεῖ· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοὶ, καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθε μοιχείας ἀνδρὶ γενόμενοι ἑτέρῳ· ἀλλ' οὐκ εἶπεν οὕτως τοῦτο, ἀλλ' ἐθανατώθητε τῷ νόμῳ, ἵνα μὴ ὡς ἐχθροὺς ὑποπτεύητε κατὰ τοῦ νόμου βλασφημεῖν. Ὅρα δὲ καὶ πάλιν ὑπερβολὴν κατασκευῆς. Δείκνυσι γὰρ αὐτὸν τὸν νόμον τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γίνεσθαι ἀνδρὶ ἑτέρῳ· οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι τελευτήσαντος τοῦ προτέρου. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς ἀποστάντας αὐτοῦ, καὶ αὐτοῦ βούλημα τοῦ νόμου, τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. «Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί.» Ἀπὸ τοῦ κρείττονος τὴν προτροπὴν ἐργάζεται, Τότε γὰρ, φησὶν, ἐκαρποφορεῖτε τῷ θανάτῳ· νυνὶ δὲ τῷ Θεῷ.» «Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ὑμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ὑπὸ τοῦ νόμου.» Οὐκ εἶπεν, τὰ παθήματα τῶν ἁμαρτημάτων, τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ τὰ διὰ τοῦ νόμου. Καὶ οὐ προσέθηκεν, γινόμενα, ἀλλὰ ἁπλῶς, διὰ τοῦ νόμου· τουτέστι, διὰ τοῦ νόμου φαινόμενα. Ἵνα δὲ μηδὲ τῆς σαρκὸς κατήγορος ᾖ, οὐκ εἶπεν, ἃ ἐνεργεῖ τὰ μέλη· ἀλλ' ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τὴν ἀρχὴν τῆς πονηρίας ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων μελῶν· οὔτε δὲ τὸ αἴτιον εἶναί φησιν ἁμαρτημάτων τὸν νόμον, οὔτε ἀπαλλάττειν αὐτὸν ἀπεχθείας·
How in the case of an example he shows the law to have died, saying, "But if the husband dies." Yet in the application he no longer does this; for the consequent statement would have been: "Therefore, brothers, you also, since the law has died, are not judged as adulteresses having become another man's"; but he did not say it this way, but "you were put to death to the law," so that you might not suspect them as enemies blaspheming against the law. See again the abundance of his arrangement. For he shows that the law itself wills this—that we depart from it and become another man's; for it does not hinder, he says, our being joined to another once the former has died. And it is as if one were to say: The law itself acquits us of the charges when we have departed from it, and it is the will of the law itself that we become Christ's. "That we might bear fruit to God. For when we were in the flesh." From the better he makes the exhortation, "For then," he says, "you were bearing fruit to death; but now to God." "The passions of sins which were through the law were at work in your members, so as to bear fruit to death. But now we have been released from the law." He did not say, "the passions of sins which are produced by the law," but "which are through the law." And he did not add "produced," but simply "through the law"—that is, appearing through the law. But so that he might not be an accuser of the flesh either, he did not say, "which the members work," but "were at work in our members," showing from another angle that the origin of wickedness is from the thoughts that work, not from the members that are worked upon; and he says neither that the law is the cause of sins, nor that it delivers from the enmity.
κατηγόρου γὰρ τάξιν ἐπεῖχεν πικροῦ, ἀπογυμνῶν τὰ ἁμαρτήματα. Ὁ γὰρ τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωμα. «Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα.» Τουτέστι τῇ ἁμαρτίᾳ τοῦ παλαιοῦ ἀνθρώπου τοῦ κατεχομένου ἐν αὐτῇ, ἀποθανόντος καὶ ταφέντος. «Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.» Οὐκ ἔστιν μὲν γράμμα ἔτι τὸ καταδικάζον, φησὶν, τουτέστιν ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοηθοῦν. «Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Ἐπειδὴ πολλὰ ἔδοξεν κατὰ τοῦ νόμου λέγειν, τὰ παθήματα τῶν ἁμαρτιῶν διὰ τοῦ νόμου ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία ὑμῶν οὐ κυριεύσει· Οὐ γάρ ἐστε ὑπὸ νόμον. Καὶ πάλιν, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ
παράπτωμα. Καὶ πάλιν, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπειδὴ ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, ἀντιτίθησι καί φησιν· Τί οὖν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσεν, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ σκανδαλιζόμενον θεραπεύων. «Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις.» Εἰ καὶ σφοδρότερον κεχρῆσθαι δοκεῖ κατὰ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἐνίσταται. Τί δὲ ἦν κατεπεῖγον, ἄκουε· Ἰουδαῖοι σφόδρα ἐφιλονείκουν τῇ χάριτι, τὸν νόμον προκρίνοντες αὐτῆς, καὶ δι' ἐκεῖνον εἰς αὐτὴν ἐνύβριζον·
For it occupied the position of a harsh accuser, laying bare sins. For the one who lays more commands on the one willing to obey nothing increases the transgression. "Having died to that in which we were held." That is, to the sin of the old man who was held in it, having died and been buried. "So that we serve in newness of spirit, and not in oldness of letter." There is no longer a letter that condemns, he says, that is, the old law, but a spirit that helps. "What then shall we say? Is the law sin? May it never be! Since he seemed to say many things against the law—the passions of sins were being worked through the law in our members—and "sin shall not have dominion over you; for you are not under law." And again, "For where there is no law, neither is there transgression." And again, "But the law entered in, that the transgression might abound." And again, "The law works wrath." Since all these things seemed to bring slander against the law, as correcting the suspicion arising from them, he sets against it and says: "What then? Is the law sin? May it never be!" Before the argument he forbade it, making the hearer his own and healing the one being scandalized. "But I did not know sin except through the law; for I would not have known covetousness, unless the law said, You shall not covet." If he seems to have used harsher language against the law, do not marvel; for Paul insists against what was pressing. But hear what was pressing: the Jews were striving fiercely for the grace, preferring the law to it, and on account of it were insulting it.
σκοπὸς οὖν τῷ Παύλῳ δεῖξαι, ὥσπερ καὶ ἀληθὲς, τὸν μὲν νόμον μηδαμῶς δυνηθέντα τῶν ἀνθρώπων ἀφανίσαι τὴν ἁμαρτίαν· ἀλλὰ δι' αὐτοῦ μάλιστα τυραννοῦσαν αὐτήν· τὴν δὲ χάριν δι' ἑαυτῆς ἐξαλείψασαν, ἵνα τὸν μὲν νόμον ἀφῶσιν, ἐπὶ δὲ τὴν χάριν ἔλθωσιν· τούτου δὲ ὄντος τοῦ σκοποῦ, ὅρα πῶς λεπτῶς αὐτὸ κατασκευάζει. Τὴν ἁμαρτίαν γὰρ οὐκ ἔγνων, φησὶν, εἰ μὴ διὰ νόμου· ἁμαρτίαν δὲ τὴν ἐπιτεταμένην φησὶν, ἐπεὶ καὶ πρὸ νόμου ἦν. Καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Πάλιν τὴν ἐπι τεταμένην λέγων ἐπιθυμίαν καὶ σφόδρα. Οὐδὲ γὰρ διὰ τοῦτο δέδοται νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ' ἵνα κατασβέσῃ, εἰ καὶ εἰς τοὐναντίον ἐξέβη. Τὸ δὲ αἴτιον, τὸ βασιλεύειν ἦν τὴν ἁμαρτίαν, καὶ μὴ δύνασθαι τὸν νόμον κρατεῖν αὐτῆς. Τοῦτο δὲ ἐποίησεν ἡ χάρις· καὶ γὰρ κατέλυσεν αὐτὴν, καὶ Πνεύματος ἡμᾶς ἐνέπλησεν θείου, ὥστε εὐχερῶς αὐτῆς περιγενέσθαι. «Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.» Ἐπειδὴ κρατί· ἐπειδὴ οὔπω ἦν χάρις, δι' ἧς καὶ ἀναιρεῖται. «Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.» Τουτέστιν, οὐχ οὕτως γνωρίμην, οὐδὲ ἐλεγχομένην. Ἤδεσαν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. Ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν· διὰ τοῦτο καὶ πλείονος ἦσαν κατηγορίας ὑπεύθυνοι. «Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.» Ἀνατρέχει ἐπὶ τὸν τοῦ νόμου χρόνον, τὸ πάντων ἀνθρώπων ἀναλαμβάνων πρόσωπον, δεικνὺς καὶ ἐν αὐτῷ ἐκείνῳ τῷ χρόνῳ τὴν ἁμαρτίαν κρατοῦσαν. Ἓν δὲ ἐκ πάντων κατασκευάζει, τὴν πολλὴν εὐεργεσίαν τῆς χάριτος.
Paul's aim, then, was to show—as indeed is true—that the law was in no way able to abolish sin from among men, but rather that through it sin especially tyrannized; and that grace, by its own power, wiped it out, so that they might abandon the law and come to grace. Since this is his aim, observe how subtly he establishes it. "For I did not know sin," he says, "except through the law"; and by "sin" he means sin in its intensified form, since it existed even before the law. And again, "I did not know covetousness, unless the law said, You shall not covet." Again he means covetousness in its intensified and exceedingly strong form. For the law was not given for this purpose—to kindle covetousness—but to extinguish it, even if it turned out to the opposite. And the cause was that sin reigned and the law could not restrain it. But grace did this; for it destroyed it and filled us with the divine Spirit, so that we might easily overcome it. "But sin, taking occasion through the commandment, wrought in me all manner of covetousness." Since—since grace was not yet present, through which it is also done away. "For without the law sin is dead." That is, it was not so well known, nor exposed. For even those before the law knew that they were sinning. But they learned more accurately after the giving of the law; for this reason they were liable to greater accusation. "But I was alive without the law once." He runs back to the time of the law, assuming the person of all mankind, showing that even in that very time sin prevailed. And from all of this he establishes one point: the great beneficence of grace.
«Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Οὐ μὴ οὖσαν ἂν ὑπεστήσατο τὴν ἁμαρτίαν ἡ ἐντολὴ, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου. Εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρποῦντο, ἀλλ' οὖν ἀκριβῶς ἐμάνθανον ὅτι ἡμάρτανον. «Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὐτὴ εἰς θάνατον.» Οὐκ εἶπεν, γέγονε θάνατος, ἀλλ' εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας δηλῶν. «Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο.» Ὅρα πῶς πανταχοῦ τῆς ἁμαρτίας μέμνηται, τὸν νόμον ἐγκλημάτων ἀπαλλάττων καὶ κατηγορίας ἁπάσης· διὸ καὶ ἐπάγει, Ὥστε ὁ μὲν νόμος ἅγιος. «Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γίνηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.» Ἁμαρτίαν τὸν διάβολόν φησιν, τὸν πατέρα καὶ εὑρέτην τῆς ἁμαρτίας, αὐτὸν τὸν θάνατον, ὃς διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας κατήργηται. Καὶ τοῦτο ἔμπροσθεν αὐτὸς ἐδίδαξεν, εἰπὼν τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἐπαγαγών· Χάρις δὲ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ. Πονηρὸς ὢν ὁ διάβολος, λανθάνειν ἠδύνατο· διὰ δὲ τῆς εἰς ἄνθρωπον ἐπιβουλῆς, καὶ μάλιστα διὰ τοῦ εἰς σωτηρίαν δοθέντος νόμου, παρὰ τούτου φανερὰν ἐποίει δείκνυσθαι τὴν βασιλείαν.
When the commandment came, sin revived; but I died." The commandment would not have brought sin into existence—it was not there—but it exposed it as it lay hidden; and this very thing is a praise of the law. For before this they were sinning without perceiving it, but when it came, even if they reaped nothing else, at any rate they learned precisely that they were sinning. "And the commandment that was for life, this was found for me to be for death." He did not say, "it became death," but "it was found"—making clear the strange and paradoxical nature of the absurdity. "For sin, taking occasion by the commandment, deceived me, and through it killed me. So then the law is holy, and the commandment holy and just and good. Did then the good become death to me? By no means." See how everywhere he mentions sin, while acquitting the law of all charges and accusation; therefore he adds, "So then the law is holy." "But sin, that it might appear as sin, working death in me through what is good, so that sin might become exceedingly sinful through the commandment." He calls the devil "sin"—the father and inventor of sin, death itself, which has been abolished by the mere presence of Christ. And this he himself taught earlier, saying, "Who will deliver me from this body of death?" and adding, "Thanks be to my God through Jesus Christ." Being evil, the devil was able to escape notice; but through his plot against man, and especially through the law given for salvation, he made his kingdom plainly shown by this means.
«Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.» Ἵνα μὴ θορυβηθῇ ὁ ἀκροατὴς, ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβεν, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησεν, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησεν καὶ ἀπέκτεινεν· ἵνα μή τις τῶν τοιούτων ἀκούων, τὸν νόμον τῶν
κακῶν τούτων αἴτιον εἶναι νομίζῃ, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττει, ἀλλὰ καὶ ἐγκώμιον πλέκει αὐτῷ μέγιστον, λέγων· Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι, πνευματικὸν δὲ αὐτὸν εἰπὼν, διδάσκαλον ἀρετῆς αὐτὸν δείκνυσιν ὄντα καὶ κακίας πολέμιον. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ὁ νόμος ἐποίει, νουθετῶν, φοβῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων, ἀλλ' οὐκ ἐδυνήθη τὴν ἁμαρτίαν ἀνελεῖν. Εἰκότως· τῆς γὰρ χάριτος μόνης τοῦτο ἔργον ἦν. «Ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.» Μετὰ γὰρ θανάτου, φησὶν, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν καὶ ὀργὴν καὶ λύπην, καὶ τὰ ἄλλα πάντα. «Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω.» Τὸ, οὐ γινώσκω, ἀντὶ τοῦ, σκοτοῦμαι, φησὶν, καὶ συναρπάζομαι, καὶ ἐπήρειαν ὑπομένων, οὐκ οἶδα πῶς ὑποσκελίζομαι, ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν· Οὐκ οἶδα ὅπως ὁ δεῖνα ἐλθὼν συνήρπασεν· οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ ἐμφαίνοντες. «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Τὸ θέλειν τὸ καλὸν, καὶ μισεῖν τὸ πονηρὸν, γνώσεως ἀπηρτισμένης ἐστίν·
For we know that the law is spiritual." So that the hearer may not be disturbed when he hears that through the commandment sin took occasion, and that when it came sin revived, and that through it sin deceived and killed—so that no one, hearing such things, may think the law is the cause of these evils, he not only clears it of accusation but weaves for it a very great encomium, saying: "We know that the law is spiritual." And by calling it spiritual, he shows that it is a teacher of virtue and an enemy of vice. For this is what the law also did—admonishing, frightening, punishing, correcting, counseling concerning virtue—but it could not destroy sin. And rightly so; for this was the work of grace alone. "But I am fleshly, sold under sin." For after death, he says, the crowd of passions also entered in. For when the body became mortal, it received both desire and anger and grief, and all the rest. "For what I do, I do not know." The phrase "I do not know" stands for "I am darkened," he says, "and carried away, and suffering assault, I do not know how I am tripped up"—which is just what we too are accustomed to say: "I do not know how so-and-so came and snatched it away"—not putting forward ignorance, but displaying a kind of deception. "For I do not do what I want, but what I hate, this I do. But if I do what I do not want, I agree with the law that it is good. But now it is no longer I who do it, but sin that dwells in me." To will the good and to hate the evil is the mark of complete knowledge.
ὅθεν δῆλον ὅτι καὶ τὸ, οὐ θέλω, εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βιαστικὴν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα. Τί οὖν ἐστι τὸ, οὐ θέλω; ἀντὶ τοῦ, οὐκ ἐπαινῶ, ὃ οὐκ ἀποδέχομαι «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι.» Οὐ τὸ σῶμα διαβάλλει, ἀλλὰ τὸ ὑπερέχον τῆς ἁμαρτίας ἔδειξεν, πάλιν τὸ μέγεθος τῆς δωρεᾶς, τῆς διὰ τῆς χάριτος δεδομένης, κατασημᾶναι θέλων. «Τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω.» Πάλιν εἰπὼν, οὐχ εὑρίσκω, οὐκ ἄγνοιαν, φησὶν, ἀλλ' ἐπήρειάν τινα, καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. «Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐδὲ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ἐπεξεργασία τοῦ εἰρημένου. «Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» Μετὰ, τὸ καλὸν, συναπτέον τὸ συνήγορον, καὶ οὕτω σαφὴς γίνεται ἡ διάνοια, λέγουσα· Εὑρίσκω τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν συνηγοροῦντα· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, εἰ καὶ ἡ ἁμαρτία, φησὶν, ἐπίκειται πρὸς τὸ κακὸν παρεγείρουσα. «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ὅρα, πῶς διαγράφει μάχην νόμου φυσικοῦ καὶ ἁμαρτίας, καὶ νίκην τῆς ἁμαρτίας· τὸ γὰρ, αἰχμαλωτίζοντά με, τοῦτο ἐδήλωσεν.
Hence it is clear that even the phrase "I do not will" he has spoken, not abolishing free will, nor introducing any compulsory necessity, but [expressing] that he does not approve of what is done. What then is "I do not will"? In place of "I do not approve," which I do not accept: "For I know that in me, that is, in my flesh, no good dwells; for to will is present with me." He does not slander the body, but he has shown the excess of sin, again wishing to indicate the greatness of the gift given through grace. "But to carry out the good, I do not find." Again, having said "I do not find," he means not ignorance, but a certain assault and plotting of sin. "For I do not do the good that I will, but the evil that I do not even will, this I practice. But if I do this that I will, it is no longer I who carry it out, but sin that dwells in me." This is an elaboration of what was said. "I find then the law, for me who will to do the good, that evil lies close to me." After "the good," one must join "the advocate," and thus the thought becomes clear, saying: I find the law advocating for me who will to do the good; but [as for] "that evil lies close to me," even if sin, he says, presses upon me, stirring me toward evil. "For I delight in the law of God according to the inner man; but I see another law in my members warring against the law of my mind, and taking me captive by the law of sin, which is in my members." Observe how he describes the battle of natural law and sin, and the victory of sin; for "taking me captive" has made this clear.
Νόμον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν αὐτῆς ἀξίαν, ἀλλὰ διὰ τὴν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμωνᾶ καλεῖ, καὶ Θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.» Μετὰ τὸ ἐκτραγῳδῆσαι τὴν βίαν τῆς ἁμαρτίας, ἐπὶ τὸν οἶκτον ἔρχεται. Τίς με ῥύσεται; ἀλλ' εὐθὺς ἐπάγει τὴν δεδομένην ἐν τοσούτοις κακοῖς σωτηρίας ἐλπίδα· αὕτη δέ ἐστιν ἡ χάρις. Ὅταν δὲ ἀκούσῃς λέγοντας· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου, τουτέστι, τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου ΚΕΦΑΛ. Ηʹ.
«Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον
He called sin a law, not because of its own worth, but because of the obedience of those who submit to it. Just as, then, he calls mammon lord, and the belly a god, not because of their own worth, but because of the great servitude of those subjected to them. "Wretched man that I am, who will rescue me from this body of death? But thanks be to God through Jesus Christ our Lord. So then, I myself with the mind serve the law of God, but with the flesh the law of sin." After lamenting the violence of sin, he comes to compassion. "Who will rescue me?" But at once he adds the hope of salvation given amid so many evils; and this is grace. And when you hear those saying, "Who will rescue me from this body of death?" do not suppose that he is accusing the flesh. For he did not say "body of sin," but "body of death," that is, the mortal body, the one subdued by death. CHAPTER 8.
"There is therefore now no condemnation for those in Christ Jesus." What he says is of this sort: that we have not only been released from former things, but also with a view to the future
ἀχείρωτοι γεγόναμεν. Τὸ δὲ, μὴ κατὰ σάρκα περιπατοῦσι, προστέθεικεν, τὸ εὔκολον τοῦ κατορθώματος δηλῶν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου, τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Νόμον πνεύματος τὴν χάριν λέγει. Νόμον ἁμαρτίας, οὐ τὸν Μωΰσεώς φησι· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασεν; ἀλλὰ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, τουτέστι τὴν ἁμαρτίαν. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Ὁ νοῦς οὗτος· Ἐπειδὴ ἦλθε, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον διὰ τὸ τυραννεῖν τῆς σαρκὸς τὴν ἁμαρτίαν, τούτου χάριν ἔπεμψε τὸν Μονογενῆ, ἵνα διὰ τῆς σαρκὸς τῆς ἰδίας αὐτοῦ κατακρίνῃ ἁμαρτίαν· καλῶς δὲ τὸ ὁμοίωμα σαρκὸς ἁμαρτίας, ὠνόμασεν τοῦ Χριστοῦ τὴν σάρκα. Οὐ γὰρ ἦν σὰρξ ἁμαρτίας καὶ αὐτὴ, ἀλλ' ὁμοίωμα σαρκός. Οὐ γὰρ εὑρέθη, φησὶν, δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δὲ, περὶ ἁμαρτίας, τὴν αἰτίαν τῆς ἀφίξεως δηλοῖ· ὅτι διὰ τὸ καταργῆσαι τὴν ἁμαρτίαν ἀπέστειλεν τὸν Υἱὸν ὁ Πατήρ. Σάρκα τὸ σαρκικὸν φρόνημά φησιν. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Τί ἐστι, τὸ δικαίωμα; ἀντὶ, τὸ τέλος, καὶ ὁ σκοπός. Ὃ γὰρ ἐβούλετο ὁ νόμος ποιεῖν, καὶ οὐκ ἴσχυσεν· τοῦτο δὲ ἦν τὸ δικαιῶσαι τὸν ἄνθρωπον, τοῦτο πεποίηκεν ὁ Χριστός. Ὅρα δὲ πῶς πανταχοῦ τὸ μὴ κατὰ σάρκα περιπατεῖν τίθησι, μονονουχὶ λέγων·
We have become invincible. And the phrase "to those who walk not according to the flesh" he has added, showing the ease of the accomplishment. "For the law of the Spirit of life in Christ Jesus has set me free from the law of sin and death." He calls grace the law of the Spirit. The law of sin, he says, is not the law of Moses—for how could it be, which he has often called just and holy?—but that which wars against the law of the mind, that is, sin. "For what the law could not do, in that it was weak through the flesh, God, having sent his own Son in the likeness of sinful flesh, and concerning sin, condemned sin in the flesh." This is the meaning: Since the law came, he says, to justify man, because of the tyranny of sin through the flesh, for this reason he sent the Only-Begotten, so that through his own flesh he might condemn sin. And well did he call the flesh of Christ "the likeness of sinful flesh." For it was not itself flesh of sin, but a likeness of flesh. For "guile was not found," he says, "in his mouth." And the phrase "concerning sin" indicates the cause of his coming: that it was for the abolishing of sin that the Father sent the Son. He calls "flesh" the fleshly mind. "That the righteous requirement of the law might be fulfilled in us who walk not according to the flesh but according to the Spirit." What is the righteous requirement? It stands for the end and the goal. For what the law wished to do and could not—and this was to justify man—this Christ has done. And observe how everywhere he sets down "not walking according to the flesh," almost saying:
Ἠλευθερώθη σὰρξ τοῦ νόμου τῆς ἁμαρτίας, ἐκ μέσου γενομένης τῆς ἁμαρτίας· μὴ πάλιν αὐθαίρετον δουλείαν ἐπισπασώμεθα. «Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.» Ἀντὶ τοῦ, οἱ φρονήματος σαρκικοῦ πεπληρωμένοι, τουτέστι κακίας. «Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.» Φρόνημα σαρκός φησιν, τὸν γεώδη λογισμὸν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. Οὐ τοῦτο δὲ λέγει, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν· ἀλλ' ὅτι ἀδύνατον πονηρὸν μὲν ὄντα, ὑποταγῆναι τῷ Θεῷ. Μεταβαλλόμενον μέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι ῥᾴδιον, καὶ, ὡς ἀληθὴς ὁ λόγος, μεστὴ τῶν παραδειγμάτων ἡ ἱστορία. Παῦλος ἐκ διώκτου κήρυξ τῆς ἀληθείας, ὁ λῃστὴς ἐν παραδείσου φυτοῖς· ὁ Μανασσῆς, οἱ Νινευῗται, καὶ ἄλλοι μύριοι. «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Σάρκα πάλιν τὸν σαρκικὸν βίον καὶ κοσμικὸν λέγει, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα τὸν ὅλον σαρκοποιοῦντα τὸν ἄνθρωπον. «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι.» Δείκνυσιν ὅτι οὐδὲ ἐν σώματί ἐστιν ὁ ὀρθῶς βιῶν, ἀλλ' οἷον ἔτι περιπατῶν ἐν γῇ, ἐν οὐρανῷ πολιτεύεται. «Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Τὸ, εἴπερ Πνεῦμα, πολλαχοῦ τίθησιν, οὐκ ἀμφιβόλως, ἀλλὰ καὶ σφόδρα πιστικῶς, καὶ ἀντὶ τοῦ ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλίψιν. Ἀντὶ τοῦ, ἐπείπερ τοῦτο δίκαιόν ἐστιν.
The flesh has been freed from the law of sin, since sin has been removed from the midst; let us not again draw upon ourselves a voluntary slavery. "For those who are according to the flesh mind the things of the flesh; but those who are according to the spirit, the things of the spirit; for the mind of the flesh is death; but the mind of the spirit is life and peace; because the mind of the flesh is enmity toward God." This is instead of: those who are filled with a fleshly mind, that is, with wickedness. "For it is not subject to the law of God; nor indeed can it be." He calls the mind of the flesh the earthly reasoning, the one that is excited toward worldly things and evil deeds. He does not say this, that it is impossible for the wicked man to become good; but that it is impossible for one who is wicked to be subject to God. Yet for one who is changed, to become good and to be subject is easy, and, as the saying is true, history is full of examples. Paul, from a persecutor a herald of the truth; the robber in the plants of paradise; Manasseh, the Ninevites, and countless others. "But those who are in the flesh cannot please God." Again he calls the flesh the fleshly and worldly life, and the whole life full of luxury and prodigality that makes a man fleshly. "But you are not in the flesh, but in the Spirit." He shows that the one who lives rightly is not even in the body, but as it were, while still walking on earth, he conducts his citizenship in heaven. "If indeed the Spirit of God dwells in you." The phrase "if indeed the Spirit" he places in many passages, not as doubtful, but also very confidently, and instead of "since indeed," as when he says: "If indeed it is just with God to repay with affliction those who afflict us." This is instead of: since indeed this is just.
«Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οὐκ εἶπεν, εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν.» Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν, αὔξων αὐτοῖς τὴν ἡδονὴν καὶ τὸν περὶ αὐτοῦ πόθον. «Τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἷς Χριστὸς ἐνοικεῖ, τούτων νεκρὸν τὸ σῶμα τῇ ἁμαρτίᾳ· τουτέστι κατ' οὐδὲν ὑπακούει τῇ ἁμαρτίᾳ, ἀλλ' οἷον τέθνηκεν αὐτῇ, οὐδὲν διαφέρει τῶν ἐν σορῷ κειμένων σωμάτων τὰ σώματα ἡμῶν, πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. «Τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Δικαιοσύνην αὐτὸν τὸν Χριστόν φησιν. Γέγονε γὰρ ἡμῖν ἀπὸ Θεοῦ δικαιοσύνη, κατὰ τὴν αὐτοῦ τοῦ Ἀποστόλου φωνήν. Ζήσεται οὖν ἡμῶν τὸ πνεῦμα ἔνοικον ἔχον τὸν Χριστόν. «Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ἡμᾶς ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ
Πνεύματος ἐν ὑμῖν.» Ὅμοιον ὡς εἰ λέγοι, Μὴ φοβηθῇς ὅτι νεκρὸν περίκεισαι σῶμα, ἔχε τὸ πνεῦμα, καὶ ἀναστήσεται. Τί οὖν; τὰ μὴ ἔχοντα οὐκ ἀνίστανται; Ναὶ, φησίν· ἀλλ' οὐκ εἰς ζωήν. Διὰ τοῦτο οὐκ εἶπεν, ἀναστήσει, ἀλλὰ ζωοποιήσει, ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. «Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν.» Δείξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν, λέγων· οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. «Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν·
If anyone does not have the Spirit of Christ, he is not his." He did not say, "If you do not have," but he brought forward the painful point against others. "But if Christ is in you." Again he places Christ among them, increasing their pleasure and their longing for him. "The body indeed is dead because of sin." What he means is this: for those in whom Christ dwells, their body is dead to sin—that is, it obeys sin in no respect, but as it were has died to it; our bodies differ in nothing from bodies lying in a coffin as regards the working of sin. "But the spirit is life because of righteousness." He calls Christ himself righteousness. For he has become righteousness for us from God, according to the Apostle's own voice. So our spirit will live, having Christ dwelling in it. "But if the Spirit of him who raised us from the dead dwells in you, he who raised Christ Jesus from the dead will also give life to your mortal bodies through his Spirit who dwells in you." It is as if he were saying, Do not fear that you are clothed with a dead body; have the Spirit, and it will rise. What then? Do those who do not have it not rise? Yes, he says, but not unto life. For this reason he did not say "he will raise," but "he will give life," which was more than resurrection, and granted only to the righteous. "So then, brothers, we are debtors, not to the flesh, to live according to the flesh." Having shown how great the prize of the spiritual life is, he necessarily adds the exhortation from this point, saying: therefore we ought not to live according to the flesh. "For if you live according to the flesh, you are about to die.
εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.» Τὸν θάνατον ἡμῖν ἐκεῖνον αἰνίττεται τὸν ἀθάνατον, τὸν ἐν τῇ γεέννῃ, κόλασίν τε καὶ τιμωρίαν. «Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Καὶ ἕτερον τίθησιν ὑμῖν μισθὸν, προτρεψόμενος πνευματικῶς ὑμᾶς ζῇν. Οὗτος δέ ἐστιν υἱοθεσία. Οὐκ εἶπεν δὲ, Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ' ἄγονται· δεικνὺς ὅτι οὕτως βεβούληται ἄγειν αὐτὸ, Κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς ὁποιδὰν βούληται, ἄγειν αὐτόν. «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας.» Εἴ τι ἐδόκουν ποιεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ οἱ ἐν τῇ παλαιᾷ, φόβῳ τῶν κολάσεων ἐποίουν. Ἀθετήσας γάρ τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἀπέθνησκεν. Οἱ δὲ τὸ τῆς χάριτος δεξάμενοι πνεῦμα, πάντα πόθῳ ποιοῦσι Χριστοῦ. Συγκρίνουσιν οὖν ἐνταῦθα ποιεῖται τῶν ἐν τῷ νόμῳ καὶ τῶν ἐν τῇ χάριτι. «Ἐν ᾧ κράζομεν, Ἀββᾶ, Πατήρ. Πιστοῦται τὴν υἱοθεσίαν ἐκ τῆς προσευχῆς, ἧς προσέταξεν ὁ Κύριος τοὺς πιστεύοντας λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ δὲ πνεῦμά ἐστι χαρίσματος, καὶ πνεῦμα ἰαμάτων, καὶ πνεῦμα γλωσσῶν, καὶ πνεῦμα προφητείας, οὕτω καὶ πνεῦμα υἱοθεσίας. «Αὐτὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Ὁ Παράκλητος, φησὶν, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ τοῦ χαρίσματός ἐστι μόνον φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου. Αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξεν διὰ τοῦ χαρίσματος φθέγγεσθαι. «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν·
But if by the Spirit you put to death the deeds of the body, you will live. He hints to us of that death which is immortal, the one in Gehenna, both punishment and chastisement. For as many as are led by the Spirit of God, these are sons of God. And he sets before you another reward, urging you to live spiritually. And this is adoption as sons. But he did not say, "Those who live by the Spirit of God," but "are led," showing that he has thus willed to lead it, to be Lord of our life, so as to lead it wherever he wishes. For you did not receive a spirit of slavery again unto fear, but you received a spirit of adoption as sons. If any of those under the old covenant seemed to do any of the commandments of God, they did them out of fear of punishments. For if anyone set aside the law of Moses, he died without mercies. But those who have received the Spirit of grace do all things out of longing for Christ. Here, then, he makes a comparison of those under the law and those under grace. In whom we cry, Abba, Father. He confirms the adoption as sons from the prayer which the Lord commanded the faithful to say: Our Father who is in the heavens. And just as there is a spirit of grace, and a spirit of healings, and a spirit of tongues, and a spirit of prophecy, so also a spirit of adoption as sons. The Spirit himself bears witness with our spirit that we are children of God. And if children, heirs; heirs indeed of God, and joint heirs with Christ. The Paraclete, he says, bears witness by the grace given to us. And it is as if he were saying: It is not the voice of the grace alone, but also of the Paraclete who gave the gift. For he himself has thus taught us to speak through the grace. If indeed we suffer with him, in order that we may also be glorified with him.
Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Εἰ γὰρ ἐν τοῖς λυπηροῖς ἐκοινωνήσαμεν αὐτῷ, μᾶλλον καὶ ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν διωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν εἴδῃ καὶ πονέσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅρα πόσα διὰ τούτου κατασκευάζει, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων, καὶ τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τῶν ἀνθρώπων τὸ γένος ἐστίν· μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων δόγματα πάντα τὰ περὶ τοῦ κόσμου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην ἑνὶ τούτῳ καταβάλλει τῷ δόγματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ αἴτησις αὐτὴ σφόδρα ὠδίνει ταῦτα ἀναμένουσα, καὶ προσδοκοῦσα τὰ ἀγαθὰ, ἅπερ εἴρηκα νῦν. Ἀποκαραδοκία γὰρ ἡ σφόδρα προσδοκία ἐστίν. Ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἅπαντα τοῦτον· ὅπερ καὶ οἱ προφῆται ποιοῦσι, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτοῦντα· οὐχ ἵνα αὐτὰ ἔμψυχα νομίσωμεν, ἀλλ' ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον, καὶ ὄρη, καὶ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα κἂν ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν. Τούτους οὖν καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι, στενάζειν αὐτὴν καὶ ὠδίνειν·
For I reckon that the sufferings of this present time are not worthy to be compared with the glory which shall be revealed in us. For if we shared with him in things grievous, much more shall this be so in things good. For he who bestowed so many good things on those who had set nothing right—when he sees that they have also labored and suffered so much, how shall he not much more requite them? For the earnest expectation of the creation waits for the revelation of the sons of God. See how many things he establishes by this: both contempt for things present, and desire for things to come, and the showing forth of how earnestly God cares for the race of men. And along with these, all the doctrines of the philosophers which they composed concerning the world, he casts down like a spider's web by this one doctrine. What he says is of this sort: the creation itself greatly travails, awaiting and expecting the good things which I have just mentioned. For earnest expectation is intense expectation. And to make his discourse more vivid, he personifies this whole world—which the prophets also do, bringing in rivers clapping their hands, and hills leaping, and mountains skipping; not that we should think these things have souls, but that we may learn the excess of the good things, how it reaches even to things without sense. This same thing they often do also with things grievous, bringing in the vine lamenting, and the wine, and the mountains, and the panels of the temple wailing, so that even from this we may again perceive the excess of the evils. Imitating these, then, the Apostle also personifies the creation here, and says that it groans and travails.
οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ' ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. «Τῇ γὰρ ματαιότητι ἡ κτίσις
ὑπετάγη, οὐχ ἑκοῦσα.» Ὅμοιον ὡς εἰ λέγοι· Φθαρτὴ γέγονεν ἡ κτίσις. Καὶ τίνος χάριν; Διὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ τὸ σῶμά σου γέγονε θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἤνεγκεν ἀκάνθας καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος, πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τῷ Προφήτῃ λέγοντι περὶ τῶν οὐρανῶν· Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ ὥσπερ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. «Ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Εἰ καὶ φθαρτὴ γέγονεν ἡ κτίσις, φησὶ, δι' ἐμὲ, ἀλλ' οὐδὲν ἠδίκηται. Καὶ γὰρ ἄφθαρτος ἔσται δι' ἐμὲ πάλιν· τοῦτο γάρ ἐστιν τὸ, ἐπ' ἐλπίδι. Ὅταν δὲ οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης δείξῃ οὖσαν, τοῦτο λέγει, ἀλλ' ἵνα μάθῃς, ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐχὶ ἐκείνης κατόρθωμα τοῦτο. «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τουτέστι, διὰ τὴν ἐλευθερίαν. «Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Ὅρα πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέγων, Μὴ γένῃ τῆς κτίσεως χείρων, τοῖς παροῦσιν ἐμφιλοχωρήσας. Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας.
Not because he heard some groaning borne from earth and heaven, but in order to show the exceeding greatness of the good things to come, and the desire for release from the evils that hold us fast. "For the creation was subjected to vanity, not willingly." It is as if he were saying: The creation has become corruptible. And for whose sake? For your sake, the human being. For since your body has become mortal and passible, and the earth received a curse and brought forth thorns and thistles. But that heaven also, growing old together with the earth, will afterward be changed to a better lot, hear the Prophet speaking concerning the heavens: They shall perish, but you remain, and like a cloak you will roll them up, and they shall be changed. "But for the sake of him who subjected it in hope: because the creation itself also shall be freed from the slavery of corruption." Even if the creation has become corruptible, he says, for my sake, yet it has suffered no wrong. For it will be incorruptible again for my sake; for this is the meaning of "in hope." And when he says it was subjected "not willingly," he says this not to show that it possessed a will of its own, but so that you may learn that the whole came about through Christ's care, not as that creation's own achievement. "Into the freedom of the glory of the children of God." That is, for the sake of the freedom. "For we know that the whole creation groans together and travails together until now." See how he shames the hearer, all but saying: Do not become worse than the creation, lingering fondly among things present. For not only ought we not to cling to them, but we ought to groan at the delay of our departure from here.
Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ [ἢ] δίκαιον ὄντα τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον «Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.» Τῶν μελλόντων ἤδη γευσάμενοι, τούτων τὸ τέλος ἰδεῖν σπεύδομεν. Εἰ γὰρ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐ τῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, ἐννόησον ἡλίκον τὸ τέλος. «Υἱοθεσίαν ἀπεκδεχόμενοι.» Ἵνα μὴ τοῖς αἱρετικοῖς δῷ λαβὴν, δόξας τὰ παρόντα διαβάλλειν διὰ τοῦ λέγειν, στενάζομεν, φησὶν, ὅτι ταῦτα λέγω, οὐ τῶν παρόντων κατηγορῶν, ἀλλὰ τῶν μελλόντων ἐφιέμενος. Τοῦτο γάρ ἐστι τὸ, υἱοθεσίαν ἀπεκδεχόμενοι. «Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Τουτέστι τὴν ἀπηρτισμένην δόξαν· τότε γὰρ βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ὑμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. Ἔστι δὲ ἀντιπίπτοντος λύσις, ὡς εἴ τις πρὸς αὐτὸν λέγοι· Ἄνω καὶ κάτω βοᾷς ὅτι γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσιν αὐτὸ τίθης. Τί οὖν φησι νῦν; Ἐν ἀδήλῳ τὰ ἡμέτερα καθέστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς. Πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόναμεν κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου δεδοικυῖα μεταβολήν. «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐντεῦθεν ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ· καὶ διὰ ταύτης μόνης ἐσώθημεν τῆς ὁδοῦ.
For if the creation does this, much more ought you, being righteous, to show it, you who have been honored with reason. "And not only this, but we ourselves also, who have the firstfruits of the Spirit, we ourselves also groan within ourselves." Having already tasted of the things to come, we hasten to see their end. For if the firstfruits are so great that through them we are freed from sins and attain to righteousness and sanctification, consider how great the end must be. "Awaiting adoption as sons." Lest he give an opportunity to the heretics, who might think he is disparaging the present things by saying, "we groan," he says: I say these things not as accusing the present things, but as longing for the things to come. For this is what "awaiting adoption as sons" means. "The redemption of our body." That is, the perfected glory; for then grace will be secure, when your body also is freed from death and from the countless passions. And there is a solution to the objection, as if someone were to say to him: You cry out up and down that we have become sons, and now you place it in hopes. What then does he say now? Our affairs are set in uncertainty until our last breath. For many who were sons have become dogs and captives. But if we depart with a good hope, then the gift is immovable and clearer and greater, no longer fearing the change that comes from sin and death. "For in hope we were saved." What he means is this: We must not seek everything from here, but also hope. For this alone we have brought to God as a gift—to believe him who promised the things to come; and through this way alone we were saved.
Ἂν οὖν ταύτην ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ταῦτα δέ φησιν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν, τὴν ἀπὸ τῆς πίστεως. «Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.» Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, φησὶ, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤῥεῖν. Τοῦτο αἰτεῖ μόνον παρὰ σοῦ ὁ Θεὸς, φησὶν, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. Καὶ ἐπειδὴ μικρὸν ἦν καὶ εὐτελὲς, ὅρα καὶ ὅπως αὐτὸ ὑψοῖ, ὑπομονὴν εἶναι λέγων αὐτὸ, δι' οὗ πόνους καὶ ἱδρῶτας ὑπεσήμανεν, εἰ καὶ οὐχ οὕτως ἔχει τὰ τῆς ἐλπίδος. Ὡς εἰ ἔλεγεν· Ὥσπερ τὸν πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία πάσχοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. Τὸ γὰρ τῆς ὑπομονῆς, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. «Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν.» Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο ὑπομονῆς πολλῆς ἐπικουρίας τυγχάνομεν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὸ μὲν γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας εἰς τὴν ἐλπίδα ἐπαλείφοντος, καὶ δι' αὐτῆς πάλιν τὸν πόνον κουφίζοντος. «Τὸ γὰρ, τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.»
If, then, we destroy this, we have destroyed the whole of our contribution. And he says this so that we may not seek everything here, and betray our nobility, the nobility that comes from faith. "But hope that is seen is not hope; for what a man sees, why does he also hope for it? But if we hope for what we do not see, we wait for it with patience." If you intend to seek everything here, he says, what need is there of hope? What, then, is hope? It is to have confidence in what is to come. God asks only this of you, he says, that you also may have something of your own to contribute to your salvation. And since this was small and of little value, see also how he exalts it, calling it patience, by which he signified labors and sweat, even if the matter of hope is not so. As if he were saying: Just as God crowns the one who labors and toils and suffers countless things, so also the one who hopes. For the word "patience" is a name for sweat and great endurance. "Likewise also the Spirit helps our weakness." He shows that even for this light thing we obtain the aid of great patience. And it is similar to as if he were saying: The one part becomes yours—that of patience; the other part is from the Spirit's supply, anointing us unto hope, and through it again lightening the labor. "For we do not know what we should pray for as we ought.
Ταῦτα λέγει, τὴν πολλὴν δηλῶν περὶ ἡμᾶς τοῦ Πνεύματος πρόνοιαν, καὶ παιδεύων μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἵνα δὲ μὴ αἰσχύνηται τὴν ἄγνοιαν ὁ μαθητὴς, κοινὸν αὐτὸ πεποίηκεν, εἰπών· οὐκ οἴδαμεν. «Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.» Ἀσαφὲς τὸ εἰρημένον, διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. Διὸ ἀναγκαῖον ταῦτα εἰπεῖν. Τίς οὖν τότε κατάστασις ἦν; Διάφορα τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα ἐκαλεῖτο. Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται. Καὶ ὁ μὲν εἶχεν προφητείας χάρισμα, καὶ προέλεγεν τὰ μέλλοντα· ὁ δὲ σοφίας καὶ ἐδίδασκεν τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἔγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων καὶ εὐχῆς χάρισμα ἦν, ὃ καὶ αὐτὸ πνεῦμα ἐλέγετο, καὶ τοῦτο ἔχων ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμεῖς ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε· καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης, αὐτός τε ὑπὲρ πάντων ἵστατο αὐτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευεν. Τὸ πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τὸ χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ, καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστῶς μετὰ πολλῆς τῆς κατανύξεως καὶ μετὰ πολλῶν στεναγμῶν τῶν κατὰ διάνοιαν, τῷ Θεῷ προσπίπτων τὰ συμφέροντα πᾶσιν ᾔτει.
He says this, making clear the great providence of the Spirit toward us, and teaching us not to think that those things are altogether beneficial which appear so to human reasoning. But so that the disciple might not be ashamed of his ignorance, he made it a common matter, saying: "We do not know." "But the Spirit himself intercedes with groanings that cannot be uttered." What is said is unclear, because many of the wonders that happened then have now ceased. Therefore it is necessary to say these things. What, then, was the situation at that time? God gave various graces to those who were baptized then, which were indeed also called spirits. For the spirits of prophets are subject to prophets. And one had the grace of prophecy, and foretold things to come; another the grace of wisdom, and taught the many; another of healings, and cured the sick; another of powers, and raised the dead; another of tongues, and spoke in various voices. And along with all these there was also the grace of prayer, which was itself also called a spirit, and the one who had it prayed on behalf of the whole multitude. For since we, being ignorant of many things that are beneficial, ask for things that are not beneficial, a grace of prayer came to a certain one among those of that time; and he, standing for the common benefit of the whole Church, both himself interceded on behalf of all of them and taught the others. The Spirit, then, here calls such a grace, and the soul that receives the grace, and intercedes with God, and groans. For the one deemed worthy of such grace, standing with much compunction and with many groans of the mind, falling before God, asked for what is beneficial for all.
Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Ἵνα μάθῃς, ὅτι λόγος ἦν περὶ ἀνθρώπου πνευματικοῦ καὶ χάρισμα ἔχοντος εὐχῆς, καὶ οὐ περὶ τοῦ Παρακλήτου, ἐπήγαγε τὸ, Ὁ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Οὐκ ἀγνοοῦντα διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα, ἃ χρὴ καὶ αἰτεῖν παρὰ Θεῷ, τὰ δοκοῦντα αὐτῷ. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.» Καὶ τὰ δοκοῦντα εἶναι λυπηρά φησιν, εἰ ἐπάγοιτο ἡμῖν διὰ Θεὸν, εἰς ἀγαθὸν ἡμῖν ἐκτελευτήσει πέρας. Τοῦτο ἐποίησε καὶ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, καὶ ἐπὶ τῶν ἀποστόλων. «Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Πρόθεσιν ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷς, ἐπεὶ ἀντέπιπτε· καὶ τί μὴ πάντες ἐσώθησαν, «Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν.» Ἔδειξε τὸ ἀξίωμα, ὡς ἄνωθεν ὁ Θεὸς πρὸς αὐτοὺς διέκειτο. «Καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» Διὰ λουτροῦ παλιγγενεσίας. «Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» Διὰ τῶν χαρισμάτων, διὰ τῆς υἱοθεσίας. «Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ, οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Εἰ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσι, φησὶν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἔχοιεν εἰπεῖν.
But the one who searches hearts knows what the mind of the spirit is, because he intercedes for the saints according to God. So that you may learn that the word was about a spiritual man who has the gift of prayer, and not about the Paraclete, he added, The one who searches hearts knows what the mind of the spirit is. And it is as if he were saying: He does not teach God as though he were ignorant, but this happens so that we may learn to pray for those things which one ought also to ask from God, the things that seem good to him. For this is what According to God means. And we know that to those who love God all things work together for good. And he says that even the things that seem to be painful, if they come upon us for God's sake, will bring us to a good end. He did this also in the Babylonian furnace, and in the case of the apostles. To those who are called according to purpose. Here he says purpose, so that you do not attribute everything to the call, since someone might object: and why were not all saved? Because those whom he foreknew, he also predestined to be conformed to the image of his Son, so that he might be the firstborn among many brothers. And those whom he predestined, he also called. He showed the honor, that God had been disposed toward them from above. And those whom he called, he also justified. Through the washing of regeneration. And those whom he justified, he also glorified. Through the gifts, through the adoption as sons. What then shall we say to these things? If God is for us, who is against us? He who did not spare his own Son, but gave himself up for us all, how will he not also with him freely give us all things? Even if some disbelieve the things to come, he says, yet they would have nothing to say against the good things that have already happened.
Οἷον τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο, καὶ ἅπερ ἐνόμιζες εἶναι σκυθρωπὰ, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Ἐνταῦθα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ, ἀποτείνεται. Εὖ δὲ, τὸ μὴ εἰπεῖν, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; Μηδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ἡ γὰρ ἐκλογὴ, ἀρετῆς ἐστι σημεῖον. «Ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ.» Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν μηδὲ τοὺς πειρασμοὺς φοβώμεθα· ὑπὲρ γὰρ ἡμῶν ἐστιν
ὁ Θεός. Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται. Ἀνθρωπινότερον διαλέγεται καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι, πρότερον εἰπὼν τὸ, Ἐν δεξιᾷ, τότε ἐπήγαγεν, Ὃς ἐντυγχάνει ὑπὲρ ἡμῶν. Ὅ τε γὰρ τὴν ὁμιλίαν ἔδειξε καὶ τὴν ἰσότητα. «Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.» Ἵνα μὴ δόξῃ τὰ εἰρημένα ἐγκαταλείψεως εἶναι, καὶ τὸν Προφήτην ἐπάγει προαναφωνοῦντα τὰ αὐτὰ ἐκ πολλοῦ τοῦ χρόνου.
Such as the friendship from above that God has toward you, the justification, the glory. For he has granted you these things through what seem to be painful, and the things you considered gloomy—the cross, the scourges, the bonds—these are what set the whole inhabited world aright. "Who will bring a charge against God's elect?" Here he directs his argument against those who say that faith is of no benefit, and who disbelieve the sudden change. And well did he not say, "Who will bring a charge against God's servants?" Nor against God's faithful, but "against God's elect." For election is a sign of virtue. "God who justifies, who is the one who condemns? Christ Jesus who died, or rather was raised from the dead, who is at the right hand of God." He did not say, "God who forgave sins," but—which is far greater—"God who justifies." For when the judge's vote declares one righteous, and such a judge, of what is the accuser worthy? Therefore let us not fear even temptations; for God is on our behalf.
He who also intercedes for us. Who will separate us from the love of God? Tribulation? Or distress? Or persecution? Or famine? Or nakedness? Or danger? Or sword? As it is written. He speaks more humanly and more condescendingly, in order to show his love. And so that you may learn that this is so, having first said, "At the right hand," he then added, "who intercedes for us." For he showed both the intimacy and the equality. "For your sake we are put to death all the day long." Lest what was said should seem to be abandonment, he brings in the Prophet also, proclaiming the same things beforehand from long ago.
«Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα οὐκ ἀνθίσταται σφαζόμενα, οὕτως οὐδὲ ἡμεῖς. «Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.» Τοῦτο γὰρ δή ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι νικῶμεν μόνον, ἀλλ' ὅτι δι' ὧν καὶ ἐπιβουλευόμεθα νικῶμεν· καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ ὑπερνικῶμεν. «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τοῦ βίου τούτου συγκεκληρωμένα δεινά; Κἂν γὰρ τὰ μέλλοντα εἴποι τις πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ πᾶσαν τὴν ἄνω κτίσιν, ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ· οὔτε γὰρ εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα καὶ ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ, οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν· καὶ τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς καὶ πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα καὶ μέλλοντα, καὶ πάντα ἐμοὶ μικρὰ καὶ τὰ ἐν γῇ καὶ τὰ ἐν οὐρανῷ πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενός φησιν· οὔτε τις κτίσις ἑτέρα. ΚΕΦΑΛ. Θʹ.
We were reckoned as sheep for slaughter.” For, he says, just as those do not resist when being slaughtered, so neither do we. “But in all these things we overwhelmingly conquer through the one who loved us.” For this is the wonderful thing, not that we conquer only, but that we conquer through the very things by which we are plotted against; and not simply do we conquer, but we overwhelmingly conquer. “For I am persuaded that neither death, nor life, nor angels, nor Principalities, nor things present, nor things to come, nor powers, nor height, nor depth, nor any other creation will be able to separate us from the love of God that is in Christ Jesus our Lord.” Why, he says, need one speak of things present and the evils allotted to this life? For even if one should mention things to come and powers—things, as death and life; powers, as angels and archangels and all the creation above—these are small to me compared with the love of Christ. For neither if someone threatened the death that is to come and immortal, so as to make me depart from Christ, nor if he promised life without end, would I have accepted it; and why need one speak of kings below? For even if you mention to me angels and all the powers above, even if all things that are and are to come, all things are small to me, both the things on earth and the things in heaven, compared with that affection. Then, as though these were not enough to set forth the longing he had, having again undergone as many others, he says: nor any other creation. CHAPTER 9.
«Ἀλήθειαν δὲ λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.» Ὡς περὶ μεγάλων μέλλων λέγειν καὶ ἀπιστεῖσθαι διὰ τὸ μέγεθος, ὅρκον προβάλλεται. «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Καὶ αὕτη ἑτέρα ἀπόδειξις ὁμοία ταῖς προλαβούσαις. Κατασκευάζει γὰρ καὶ αὕτη ὃ εἶχεν περὶ τὸν Χριστὸν φίλτρον. Καὶ πῶς; τὴν αἰτίαν ἄκουε. Ἐπειδὴ πάντες ἔλεγον κατηγοροῦντες τοῦ Θεοῦ, ὅτι υἱοὶ τοῦ Θεοῦ ἀξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ τὸ κατὰ σάρκα· τοῦτο γάρ ἐστι τὸ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἐκβέβληνται, ἠτίμηνται· ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι ἐξ ἐθνῶν. Ἐπεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι καὶ ἐκπεσεῖν τῆς δόξης ἐκείνης ἧς λαμ βάνουσιν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τοῦ χοροῦ τοῦ ἀποστολικοῦ (οὐ γὰρ δὴ τῆς ἀγάπης τοῦ Χριστοῦ), ἵνα παύσηται ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. «Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ ἐπαγγελίαι.» Ὅμοιον ὡσεὶ λέγοι·
I speak the truth in Christ, I do not lie, my conscience bearing witness with me in the Holy Spirit, that I have great and unceasing sorrow and pain in my heart.” As one about to speak of great things and to be disbelieved because of their greatness, he puts forward an oath. “For I myself was praying to be accursed from Christ on behalf of my brothers, my kinsmen according to the flesh, who are Israelites.” And this is another proof similar to those that have gone before. For this too establishes the affection he had for Christ. And how? Hear the reason. Since all were speaking in accusation against God, saying that those who had been deemed worthy to be called sons of God, and who had received the law, who knew him before all things, and who had enjoyed so great glory, and who had served him before the whole world, and who had received the promises, and who were the fathers of his friends, and—what is greater than all—that they had even become the forefathers of Christ according to the flesh (for this is the meaning of “From whom is Christ according to the flesh”), had been cast out and dishonored, and in their place had been brought in men from the Gentiles who had never known him—since, then, by saying these things they were blaspheming God, he, hearing these things and being stung, and grieving for the glory of God, prayed to be accursed and to fall away from that glory which those who believe in Christ receive, and from the choir of the apostles (not, surely, from the love of Christ), so that the blasphemy against God might cease. “Whose is the adoption and the glory, and the covenants, and the legislation, and the worship, and the promises.” It is as if he were saying something like this:
Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι, καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησεν, καὶ δι' ὧν ἐξ ἐκείνων ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐγένετο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Εἰ καὶ ἕτεροι
βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα αὐτοῦ εἰδότες ἴσμεν σαφῶς, ὅτι οὐ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Ἅμα δὲ καὶ ἕτερόν τι ἐκδιδάσκει ἡμᾶς θεῖον μυστήριον, ὅτι ὁ γεννηθεὶς κατὰ σάρκα Χριστὸς, αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός. «Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, φησὶν, οὐκ ἀποροῦμεν τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία· πῶς οὖν ἕστηκεν ἡ ἐπαγγελία; Εἶπεν ὁ Θεὸς, Τῷ σπέρματί σου δώσω τὴν γῆν· σπέρμα δὲ τοῦ Ἀβραὰμ τὰ ἔθνη λέγων. Καὶ τοῦτο πόθεν ἐστὶ δῆλον; ἐκ τοῦ, Ἐν Ἰσαὰκ, εἰπεῖν αὐτὸν, κληθήσεταί σοι σπέρμα. Τουτέστιν ὥσπερ ὁ Ἰσαὰκ δι' ἐπαγγελίας γεννηθεὶς γνήσιος υἱὸς, οὕτω καὶ ὁ δι' ἐπαγγελίας γνήσιον σπέρμα προσαγορεύσειεν τοῦ Ἀβραάμ. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·
God willed that they be saved, and this he made clear both by what he did beforehand and by what came from them—that Christ according to the flesh came into being from them; but they themselves, out of their own willful ignorance, thrust away the benefaction. “Whose are the fathers, and from whom is Christ according to the flesh, who is over all, God blessed forever. Amen.” Even if others, he says, blaspheme, yet we who know his secret things know clearly that he is worthy not of blasphemy but of glory. At the same time he teaches us another divine mystery as well: that the Christ born according to the flesh is himself the God over all. “But it is not as though the word of God has failed. For not all those of Israel are Israel; nor because they are the seed of Abraham are they all children; but ‘In Isaac shall your seed be called’; that is, it is not the children of the flesh who are children of God, but the children of the promise are reckoned as seed. For this is the word of promise: ‘At this time I will come to you, and Sarah shall have a son.’” And since these things have turned out thus, he says, we are not at a loss to show that the promise has stood firm. How then has the promise stood firm? God said, “To your seed I will give the land”—calling the nations the seed of Abraham. And how is this clear? From his saying, “In Isaac shall your seed be called.” That is, just as Isaac, born through promise, was a genuine son, so too he would call the genuine seed of Abraham that which comes through promise. “And not only this, but also Rebecca, having conceived by one man, our father Isaac—
μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον (ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Τί θαυμάζεις, φησὶν, εἰ Ἰουδαίων, οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν, Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν· καὶ οὐ μόνον ἐπὶ τῶν πατριαρχῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν. Καίτοι γὰρ ὄντος κοινοῦ τοῦ ἁμαρτήματος, οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· καὶ ἐπὶ τῶν κολαζομένων δὲ τοῦτο, φησὶν, ἴδοι τις ἄν. Τῶν γὰρ Αἰγυπτίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ τετιμώρηνται· καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν ἐκάλεσε λαόν· καὶ οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τὸ γὰρ ἐγκατάλειμμα σέσωσται μόνον. Ταῦτα δὲ πάντα τὰ ἄπορα μέσα θεὶς, ὕστερον ἐπάγει τὴν λύσιν· ποία δέ ἐστιν ἡ λύσις, ἢ ὅτι ἐξ ἔργων, οὐκ ἐκ πίστεως, καὶ τὸ ἀγνοεῖν αὐτοὺς τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητεῖν στῆσαι· τίνος δὲ χάριν εἰς τοσαύτην ἀπορίαν ἐξήγαγε τὸν ἀκροατήν; ἵνα μονονουχὶ λέγῃ πρὸς Ἰουδαίους. Τοσαῦτα ἀποροῦντες, καὶ οὐδὲν τούτων λύειν δυνάμενοι, πως ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως πράγματα ἡμῖν παρέχετε· καίτοι γε ἐχόντων ἡμῶν δικαίαν αἰτίαν εἰπεῖν, δι' ἣν ἐκεῖνοι μὲν ἐσώθησαν, ὑμεῖς δὲ ἐξεπέσατε. Καὶ ποία αὕτη; Ὅτι ἐκεῖνοι μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου προσεκόψατε λίθῳ. «Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.» Οὐκοῦν οὐδὲ ἐφ' ἡμῶν καὶ τῶν Ἰουδαίων. «Τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ·
For before they were born, and before they had done anything good or evil (so that the purpose of God according to election might stand), not by works, but by him who calls, it was said to her, "The greater shall serve the lesser," as it is written: "Jacob I loved, but Esau I hated." Why do you marvel, he says, if of the Jews some were saved and some were not saved? For one might see this happening from of old in the case of the patriarchs; and not only in the case of the patriarchs, but also in the case of the Israelites. For although the sin was common, some were shown mercy and some were not shown mercy; and, he says, one might see this also in the case of those who are punished. For of the Egyptians some were saved and some were chastised; and in the case of the Jews, he called the not-people a people; and he did not deem all worthy of the same honor. For the remnant alone has been saved. Having set down all these insoluble difficulties in the middle, he afterwards brings in the solution; and what is the solution, except that it is from works, not from faith, and that they did not know the righteousness of God, and sought to establish their own? And for what reason did he lead the hearer into so great a difficulty? So that he might say, almost in so many words, to the Jews: While you are at such a loss, and are able to solve none of these things, how do you make trouble for us over the calling of the Gentiles—although we have a just reason to state why they were saved and you fell away. And what is this? That they were saved by faith, but you, as if by works of the law, stumbled at the stone. "What then shall we say? Is there injustice with God? May it never be." Therefore neither in our case nor in that of the Jews. "For to Moses he says: I will have mercy on whom I have mercy.
καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» Οὐ σόν ἐστιν εἰδέναι, φησὶν, ὦ Μωϋσῆ, τίνες ἄξιοι τῆς φιλανθρωπίας, ἀλλ' ἐμοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολὺ μᾶλλον ἡμῶν. «Ἄρα οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Διὰ μέσου πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς μοι οὖν· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὦ ἄνθρωπε μενοῦνγε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει, εἰς πλῆθος ἀπορίας ἐνάγων τὸν ἀκροατήν. Καὶ οὐ λύει πρῶτον, ἀλλ' ἐπιστομίζει λέγων· Τίς εἶ σὺ, ὁ ἄνθρωπος, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; ἀντὶ τοῦ ἀντιλέγων. «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸν δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους.» Ὃ λέγει τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραῶ, τουτέστιν ἄνθρωπος τοῦ Θεοῦ τὴν
And I will have mercy on whom I will have mercy. It is not yours to know, he says, O Moses, who are worthy of loving-kindness, but concede this to me. And if it was not for Moses to know, much more is it not for us. So then it is not of him who runs, nor of him who wills, but of God who shows mercy. For the Scripture says to Pharaoh, that for this very purpose I raised you up, that I might show my power in you, and that my name might be proclaimed in all the earth. Again he introduces another objection in the middle. So then he has mercy on whom he wills, and he hardens whom he wills. You will say to me then, Why does he still find fault? For who has resisted his will? O man, indeed, who are you who answer back to God? Shall the thing formed say to him who formed it, Why did you make me thus? Or does the potter not have authority over the clay, from the same lump to make one vessel for honor and another for dishonor? Again he introduces another objection, leading the hearer into a multitude of perplexities. And he does not first solve it, but silences him, saying: Who are you, O man, who answer back to God? — instead of "who argue against." But if God, willing to show his wrath and to make known his power, endured with much longsuffering vessels of wrath fitted for destruction, and in order to make known the riches of his glory upon vessels of mercy. What he says is of this sort: Pharaoh was a vessel of wrath, that is, a man of God's
ὀργὴν ἐξάπτων διὰ τῆς οἰκείας σκληρότητος. Πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔμεινεν. Διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον εἰς ἀπώλειαν· τουτέστι ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ' ἑαυτοῦ οὔτε γὰρ ὁ Θεὸς παρέλιπέ τι τῶν εἰς κατόρθωσιν ἡκόντων τὴν ἐκείνου· οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης, ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, οὐδ' ἂν ἐμακροθύμησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι τοῦ Θεοῦ, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ δι' αὐτοῦ δεικνύς. «Ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.» Ἐπειδὴ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας, ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκεν, πολλῷ μᾶλλον ἐκείνοις δι' ὧν καὶ Θεὸς ἐδοξάσθη. «Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην· καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Ἡσαΐας δὲ κράζει περὶ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται.» Καὶ ἑτέρωθεν ἀξιόπιστον ποιεῖται τὸν λόγον, προφήτας ἐπάγων ταῦτα λέγοντας.
kindling wrath through his own hardness. For though he enjoyed great forbearance, he did not become better, but remained incorrigible. Therefore he called him not only a vessel of wrath, but also prepared for destruction—that is, fully fitted, yet of himself and from his own side. For neither did God omit anything that contributes to his correction, nor did he himself lack anything that destroys him and deprives him of all forgiveness. Nevertheless, God, knowing even these things, bore with him in great forbearance, wishing to lead him to repentance. For if he had not willed this, he would not have been forbearing. But since he was unwilling to use God's forbearance for repentance, but fitted himself for wrath, God used him for the correction of others, through the punishment inflicted on him making others more diligent, and displaying his power through him. "Which he prepared beforehand for glory: us whom he also called, not only from the Jews, but also from the Gentiles." Since they reproached this—that they were saved by grace—and thought to shame them out of their great abundance, he removes this suspicion. For if the matter brought glory to God, much more to them through whom God was also glorified. "As also in Hosea he says: I will call my people who were not my people, and her who was not beloved, beloved; and it shall be, in the place where it was said to them, You are not my people, there they shall be called sons of the living God. But Isaiah cries out concerning Israel: If the number of the sons of Israel be as the sand of the sea, the remnant shall be saved." And from another source he makes the argument trustworthy, bringing in the prophets as saying these things.
«Λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς· καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν σπέρμα.» Οὐ περιόδου χρεία καὶ πόνου, τῆς ἀπὸ τῶν ἔργων τῶν νομικῶν, φησὶν, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν «Ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Καὶ ἐνταῦθα δείκνυσιν, ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι. «Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην· δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασεν. Διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ἐξ ἔργων νόμου.» Ἡ σαφεστάτη λύσις αὕτη ἐστίν· Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, λέγων, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων, τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ τῶν κολα σθέντων καὶ σωθέντων· ἀπὸ τῶν προφητῶν τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, τὴν κυριωτάτην ἐπάγει λύσιν. Πρότερον τὴν ἀπορίαν αὐξήσας· καὶ γὰρ δύο ἦν τὰ ζητούμενα· ὅτι τὰ ἔθνη ἐπέτυχεν, καὶ μὴ διώκοντα ἐπέτυχεν, καὶ ὅτι Ἰσραὴλ οὐκ ἐπέτυχεν, καὶ διώκοντα οὐκ ἐπέτυχεν. Τίς οὖν ἡ λύσις ἡ αὕτη; Σὺ μὲν, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. Παρέβης γὰρ αὐτὴν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. Οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, καὶ ἑτέραν ὁδὸν μείζονα ταύτην εὗρον, δικαιοσύνην τὴν ἀπὸ τῆς πίστεως. «Προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται·
For he will finish the word and cut it short in righteousness, because the Lord will make a short work upon the earth; and as Isaiah said beforehand, Unless the Lord of hosts had left us a seed." There is no need, he says, of a long circuit and toil from the works of the law, but with great brevity salvation will come. For such is faith: in brief words it has salvation. "We would have become as Sodom, and been made like Gomorrah." And here he shows that not even those few were saved of themselves, unless God had employed his great goodness. "What then shall we say? That the Gentiles, who did not pursue righteousness, have attained righteousness, but righteousness which is of faith; but Israel, pursuing a law of righteousness, did not arrive at that law. Why? Because they did not seek it by faith, but as it were by the works of the law." This is the clearest solution. For since he had also demonstrated it from the facts—"For not all those of Israel are Israel," he says—and from the ancestors, Jacob and Esau, and from those who were punished and those who were saved, and from the prophets Hosea and Isaiah, he now brings in the most authoritative solution, having first increased the difficulty. For there were two questions: that the Gentiles attained, and attained though not pursuing; and that Israel did not attain, and did not attain though pursuing. What then is this solution? You, O Jew, he says, did not even find the righteousness that is from the law. For you transgressed it, and became liable to the curse. But these, who did not come through the law, found another way, greater than this—the righteousness that is of faith. "They stumbled at the stone of stumbling, as it is written:
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.» Προσκόμματος λίθον καὶ πέτραν σκανδάλου, φησὶν, ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν ἀπιστησάντων.
ΚΕΦΑΛ. Ιʹ.
«Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.» Μέλλων αὐτῶν καθάπτεσθαι, πλέον νῦν ἢ πρότερον πάσης ἀπεχθείας ὑπόνοιαν ἀναιρεῖ. Καὶ γὰρ εὐδοκίαν ἐνταῦθα, τὴν σφόδρα ἐπιθυμίαν φησίν. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» «Καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν.
«Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Δείκνυσιν ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας πλανωμένους. Τὸ δὲ εἰπεῖν, τὴν ἰδίαν ζητοῦντες στῆσαι δεικνύντος ἐστὶν, ὅτι οὐδὲ ἐκείνην τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ νόμου ἐστήσαντο. Ἰδίαν δὲ δικαιοσύνην αὐτῶν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. Τοῦτο οὐ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. «Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἐπειδὴ εἶπε, δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, δείκνυσιν ὅτι μία ἐστὶ δικαιοσύνη, καὶ ἐκείνην εἰς ταύτην ἀνακεφαλαιοῦται· ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν ἐκ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης ἐξέπεσεν.
Behold, I lay in Zion a stone of stumbling and a rock of offense, and whoever believes in him will not be put to shame. He calls him a stone of stumbling and a rock of offense, he says, from the disposition and the end of those who disbelieved.
CHAPTER 10.
"Brothers, the good pleasure of my heart and my supplication to God on their behalf is for salvation." Being about to rebuke them, he now removes more than before any suspicion of hostility. For here he calls good pleasure the very strong desire. "For I bear witness to them that they have a zeal for God, but not according to knowledge." And he granted it by his word, and showed their untimely contentiousness.
"For being ignorant of the righteousness of God, and seeking to establish their own, they did not submit to the righteousness of God." He shows that they are led astray from contentiousness and love of rule rather than from ignorance. And the phrase "seeking to establish their own" shows that they did not establish even that righteousness which is from the law. But he calls it their own righteousness, either because the law no longer had force, or because it consisted of labors and sweat. This is said not only about the Jews, but also about the whole race of mankind. "For Christ is the end of the law, for righteousness to everyone who believes." Since he said "righteousness," lest those who believed from among the Jews should seem to possess the one and be deprived of the other, he shows that there is one righteousness, and that the former is summed up into this one: that the one who chose this righteousness which is from faith has also fulfilled that former one; but the one who dishonored this one has also fallen away from that former one.
Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ κατωρθωκὼς τὸν νόμον ᾖ, τὸ πᾶν εἴληφεν. Ὥσπερ γὰρ τέλος ἰατρικῆς ὑγεία, καὶ ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τῷ νόμῳ καὶ τῆς πίστεως· ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος· τί γὰρ ἐβούλετο ὁ νόμος; Δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' οὐκ ἴσχυσεν οὐδεὶς αὐτὸν πληρῶσαι. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ ἑορταὶ, καὶ θυσίαι, καὶ ἐντολαὶ, καὶ τὰ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλ' αὐτοῦ τὸ τέλος ἦν ἐν Χριστῷ μειζόνως διὰ τῆς πίστεως. «Μωϋσῆς γὰρ γράφει, ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος, ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως λέγει.» Τὰς κατασκευὰς ἀπὸ τῶν Γραφῶν πιστοῦται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ποία ἐστὶ, καὶ πόθεν συνίσταται. Πόθεν οὖν, ἢ ἀπὸ τοῦ πληρωθῆσαι πάσας τὰς ἐντολάς; Τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.» Ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, πῶς ηὗρον μείζονα δικαιοσύνην οὗτοι, τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης.
For if Christ is the end of the law, he who does not have Christ, even if he seems to have the law, does not have it; but he who has Christ, even if he has not fulfilled the law, has received the whole. For just as the end of medicine is health, and he who is able to make a man healthy, even if he does not possess the art of medicine, has the whole; but he who does not know how to heal, even if he seems to pursue the art, has fallen short of the whole; so it is with the law and faith: he who has faith also has the end of the law; but he who is outside faith is a stranger to both. For what did the law intend? To make man righteous. But no one was able to fulfill it. This, then, was the end of the law, and to this all things looked, and for this all things came to be—both feasts and sacrifices and commandments and all the rest—so that man might be justified. But its end was in Christ more greatly through faith. "For Moses writes that the man who does the righteousness which is of the law shall live in it. But the righteousness which is of faith speaks thus." He confirms his arguments from the Scriptures. What he says is of this sort. Moses shows us what the righteousness which is of the law is, and from what it consists. From what, then, except from the fulfilling of all the commandments? But this has become possible for no one. "Do not say in your heart, Who will ascend into heaven? that is, to bring Christ down; or who will descend into the abyss? that is, to bring Christ up from the dead." Lest the Jews say, How have these found a greater righteousness, when they have not found the lesser? he states an irrefutable argument, that this way is lighter than that.
Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων, ἡ δὲ ἐκ πίστεως δικαιοσύνη ῥήματι ἔχει τὴν σωτηρίαν. Ἵνα μὴ δόξῃ τὸ εὔκολον, εὐκαταφρόνητον αὐτὴν ποιεῖν καὶ εὐτελῆ, ὅρα πῶς πλατύνει τὸν περὶ αὐτῆς λόγον, ὥσπερ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν. Οὕτως ὅταν πιστεῦσαι δεηθῇ, λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούεσθαι. «Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς σωτηρίαν. Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος.» Τουτέστιν εὔκολον· ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη, καὶ κούφη, καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ, ἐσχάτης φιλονεικίας τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια. Εἶδες ὅτι ὁ βραχὺς οὗτος ὁ λόγος οὐ σωτηρίαν ἤνεγκε μόνον, ἀλλὰ καὶ δικαιοσύνην. «Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ὅπερ ἄνω περὶ τοῦ Πατρὸς εἴρηκεν, τὸ, ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ λέγει. «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;
For this one demands the fulfillment of all things, but the righteousness that is of faith has salvation in a word. Lest the ease of it seem to make it contemptible and cheap, observe how he expands the discourse about it, just as sloth opposes virtue through works, loosening the labors, and there is need of a soul exceedingly watchful, so as not to yield. So when it is necessary to believe, thoughts disturb and corrupt the mind of the many, and there is need of a more vigorous soul, so as to drive them off. "But what does it say? The word is near you, in your mouth and in your heart; that is, the word of faith which we preach. That if you confess with your mouth that Jesus is Lord, and believe in your heart that God raised him from the dead, you will be saved; for with the heart one believes unto salvation. For the Scripture says: Everyone who believes in him will not be put to shame. For there is no distinction between Jew and Greek." That is, it is easy; when, then, the righteousness is both greater and light and readily acceptable, and there is no other way to be justified, it is the height of contentiousness to attempt the impossible, having let go the easy and simple things. You have seen that this brief word brought not only salvation but also righteousness. "For the same Lord is Lord of all, rich toward all who call upon him; for everyone who calls upon the name of the Lord will be saved." What he said above concerning the Father—"Or is he the God of the Jews only, and not also of the Gentiles?"—this he also says here concerning the Son. "How then will they call upon him in whom they have not believed? And how will they believe in him of whom they have not heard?
πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσι, ἐὰν μὴ
ἀποσταλῶσιν, καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.» Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν· κατασκευάζει δὲ τοῦτο, κατ' ἐρώτησιν προάγων τὸν λόγον, σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατ' ἀντίθεσιν καὶ λύσιν ἅπαν ὑφάναι τὸ χωρίον. Σκόπει δέ· ἄνωθεν εἶπεν, φησὶν, ὁ Προφήτης· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἂν ἔχοι τις εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλεῖσθαι τοῦτον ὃν οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ' αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις. Πάντως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί· καὶ πάλιν ἀντίθεσις· Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Καὶ πάλιν λύσις ἐκ προφητικῆς μαρτυρίας· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. Καὶ ὅρα πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας. Οὐδὲν γὰρ ἄλλο περιῄεσαν πανταχοῦ λέγοντες, ἀλλ' ἢ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρήνην· Ὥστε ἀπιστοῦντες οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαίᾳ. Ἡ δὲ ὅλη κατασκευὴ αὕτη ἐστίν. Τὸ μὲν σωθῆναι, φησὶν, ἐκ τοῦ ἐπικαλεῖσθαι· τὸ δὲ ἐπικαλεῖσθαι, ἐκ τοῦ πιστεῦσαι· τὸ δὲ πιστεῦσαι, ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι, ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι, ἐκ τοῦ ἀποσταλῆναι.
But how will they hear without someone preaching? And how will they preach unless they are sent, as it is written: "How beautiful are the feet of those who bring good news of good things." Again he removes their excuse; and he establishes this by advancing the argument by way of question, making the refutation clearer, by weaving the whole passage through objection and solution. And observe: from the beginning, he says, the Prophet said: "Everyone who calls upon the name of the Lord will be saved." But perhaps someone might say: And how could they call upon this one in whom they did not believe? Then a question from him after the objection: And why did they not believe? And again an objection. Surely someone might say: And how could they believe without hearing? Then again the solution: And yet they heard, he says. Then again another objection: And how could they hear without someone preaching? Then again the solution: And yet they preached, and many were sent for this very purpose; and again an objection: And how is it clear that these are those who were sent? And again a solution from prophetic testimony: "How beautiful are the feet of those who bring good news of good things." And see how from the manner of the preaching he shows who the preachers are. For they went about everywhere saying nothing else but those ineffable good things, and the peace of God that has come to be toward men; so that, he says, in disbelieving you disbelieve not us but Isaiah. And the whole argument is this: salvation, he says, comes from calling upon; and calling upon, from believing; and believing, from hearing; and hearing, from preaching; and preaching, from being sent.
Ἀπεστάληναν δὲ καὶ ἐκήρυξαν· καὶ μετ' αὐτῶν προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων, ὅτι οὗτοί εἰσιν οὓς πρὸ πολλῶν ἐδηλοῦμεν χρόνων. Εὔδηλον ὡς τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον. «Ἀλλ' οὐ πάντες ἐπίστευσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» Ἑτέρα πάλιν ἀντίθεσις· Καὶ μὴν εἰ ἦσαν καὶ οὗτοι ἀπεσταλμένοι καὶ παρὰ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι. Ἡ δὲ λύσις πάλιν ἐκ μαρτυρίας προφητικῆς· ἀλλὰ καὶ τοῦτο ἄνωθεν, φησὶν, εἶπεν Ἡσαΐας, μᾶλλον δὲ καὶ τούτου μεῖζον. Ὑμεῖς μὲν γὰρ λέγετε· Διὰ τί μὴ πάντες ὑπήκουσαν; Ὁ δὲ Ἡσαΐας πλεῖον τούτου λέγει· Τίς γὰρ, φησὶν, ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; «Ἄρα ἡ πίστις ἐξ ἀκοῆς· ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.» Ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, τούτου χάριν φησίν· Καὶ μὴν ὁ προφήτης οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ' ὅτι ἐξ ἀκοῆς δεῖ ἡμᾶς πιστεῦσαι. Καὶ ἵνα μὴ δόξῃ εὐτελὲς εἶναι τὸ τῆς ἀκοῆς, αὐτὴν ταύτην τὴν ἀκοὴν διὰ ῥήματός φησι Θεοῦ εἶναι. «Ἀλλὰ λέγω· μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πάλιν ἀντίθεσις· Εἰ ἀπεστάλησαν, φησὶν, οἱ κηρύττοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, ἔμελλον ἀκούειν. Λύεται δὲ ἐξ ὑπερβολῆς. Οὐδὲ γὰρ ἀνήκοον γεγενῆσθαί φησι τῆς ἐκείνων ἀκοῆς· καὶ τοῦτο δὲ πάλιν ἐκ μαρτυρίας ἀρχαίας. «Ἀλλὰ λέγω· μὴ Ἰσραὴλ μὴ ἔγνω;» Πάλιν ἀντίθεσις· Τί οὖν, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὔτε συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀπεσταλμένοι;
They were sent and they preached; and a prophet went about with them, pointing them out and proclaiming that these are the ones whom we were declaring beforehand for many ages. It is evident that their not believing became the accusation of those men alone. "But not all believed the Gospel. For Isaiah says: Lord, who has believed our report?" Another objection again: And yet if these men too had been sent and dispatched by God, everyone ought to have obeyed. And the solution is again from prophetic testimony; but this too, he says, Isaiah spoke from of old, and indeed something even greater than this. For you say: Why did not all obey? But Isaiah says more than this: For who, he says, has believed our report? "So faith comes from hearing, and hearing through the word of Christ." Since at every period the Jews were seeking signs, and the sight of the resurrection, for this reason he says: And yet the prophet did not promise these things, but that we must believe from hearing. And so that hearing might not seem to be something cheap, he says that this very hearing is through the word of God. "But I say: have they not heard? Indeed, their voice went out into all the earth, and their words to the ends of the world." Again an objection: If, he says, those who preach were sent, and they preached what they were commanded, they were going to hear. And it is resolved by hyperbole. For he says that they did not become disobedient to their hearing; and this again is from ancient testimony. "But I say: did Israel not know?" Again an objection: What then, if they heard but did not understand what was said, nor comprehend that these were the ones who had been sent?
«Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» Αὕτη τῆς ἀντιθέσεως λύσις. Ἀπὸ μαρτυρίας τῶν παλαιῶν ἦν γνωρίσαι, φησὶν, αὐτούς· οὐκ ἀφ' ὧν ἠπίστησαν μόνον, οὐδὲ ἀφ' ὧν ἐκήρυττον ἐκεῖνοι τὰ ἀγαθὰ ἐκεῖνα ἃ εὐηγγελίζοντο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι τιμῇ. Τὸ δὲ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, τὸ τῶν Ἑλλήνων φησίν· τί γὰρ Ἑλλήνων ἀσυνετώτερον; τί δὲ εὐτελέστερον; «Ἡσαΐας δὲ λέγει· Εὑρέθην τοῖς μὴ ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Ἐβιάσατο, φησὶν, καὶ ἐφιλονείκησεν μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν ἐκ τοῦ προφανῶς εἰπεῖν, ἢ συσκιάσαι τι τῶν μελλόντων πραχθήσεσθαι. «Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Ἡμέραν ἐνταῦθα
πάντα τὸν χρόνον τῶν κηρύκων λέγων· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ.
First Moses says: "I will provoke you to jealousy by those who are not a nation; by a foolish nation I will anger you." This is the solution to the objection. It was from the testimony of the ancients, he says, that one could recognize them—not only from the fact that they disbelieved, nor from the fact that those men preached those good things which they announced as good news, but also from the fact that they saw those inferior to themselves, those from the Gentiles, held in greater honor. And the phrase "I will provoke you to jealousy by those who are not a nation" refers to the Greeks; for what is more foolish than the Greeks? What is more worthless? And Isaiah says: "I was found by those who did not seek me; I became manifest to those who did not ask for me." He forced himself, he says, and strove to say nothing obscured, but to set the matters bare before your eyes—or rather, choosing to risk danger by speaking openly than to obscure anything of what was going to be done. And to Israel he says: "All the day long I stretched out my hands to a disobedient and contrary people." By "day" here he means the whole time of the heralds; and the stretching out of the hands signifies the calling and drawing to himself and exhorting.
ΚΕΦΑΛ. ΙΑʹ.
«Λέγω οὖν· μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.» Κατὰ διαπόρησιν εἰσάγει τὸν λόγον· λέγει δὲ ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκεν· διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, τὸν λαὸν αὐτοῦ, ἀλλὰ προσέθηκεν, ὃν προέγνω. Εἶτα ἐπαγαγὼν ἀπόδειξιν τοῦ μὴ ἀπώσασθαι τὸν λαὸν, φησίν· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. «Ἢ οὐκ οἶδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.» Λύσιν ἐπάγει ἐξ ἱστορίας τῆς ἀντιθέσεως ἧς οὕτω τίθησι· τίς δὲ ἡ ἀντίθεσις; Οὕτως ἡμᾶς, φησὶν, ἀπατᾷς, καὶ παραλογίζῃ τὸν λαὸν ἅπαντα, σεαυτὸν τιθεῖς καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς φυσᾶς ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολομένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης. Ταύτης οὔσης τῆς ἀντιθέσεως, ὅρα πῶς ἐπάγει τὴν λύσιν ἀπὸ ἱστορίας κατασκευάζων· ἡ δὲ πᾶσα οἰκονομία τοῦ λόγου αὕτη· οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν. Εἰ γὰρ ἀπώσατο, οὐδένα ἀνεδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Εἶτα ἀντίθεσις· Καὶ μὴν, φησὶν, εἰ μὴ πάντας ἀπώσατο, πάντας ἐδέξατο. Εἶτα ἡ λύσις· Οὐδαμῶς, φησίν· καὶ γὰρ ἐν Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας· καὶ νῦν δὲ πολλοὶ οἱ πεπιστευκότες. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἠγνόει.
CHAPTER 11.
"I say then: Has God cast away his people? By no means; for I also am an Israelite, of the seed of Abraham, of the tribe of Benjamin. God has not cast away his people whom he foreknew." He introduces the argument by way of a question; and he says that even if those who have been saved are few, the things of the promise stand firm; for this reason he did not say simply "his people," but added "whom he foreknew." Then, having brought forward a proof that he has not cast away his people, he says: "For I also am an Israelite." "Or do you not know what the Scripture says in Elijah? How he pleads with God against Israel: Lord, they have killed your prophets, and they have torn down your altars; and I was left alone, and they seek my life." He brings in the solution from the history of the objection, which he sets out thus: what then is the objection? "In this way," he says, "you deceive us, and you mislead the whole people, setting yourself and the few who are with you, and puffing us up with empty hopes, saying that the promise has been fulfilled when all have perished and salvation has come down to a few." Such being the objection, observe how he brings in the solution, establishing it from history; and the whole economy of the argument is this: God has not cast away his people. For if he had cast them away, he would have received no one; but if he has received some, he has not cast them away. Then the objection: "And yet," it says, "if he did not cast away all, he received all." Then the solution: "By no means," he says; "for in the time of Elijah the things of salvation were confined to seven thousand; and now too many are those who have believed. But if you are ignorant, it is no wonder, since even that prophet, so great and so eminent, was ignorant.
«Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλειψα ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἐκάμψαντο γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λείμματα κατ' ἐκλογὴν χάριτος γέγονεν.» Ἵνα μὴ λέγοιεν, Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα; φησίν· λέγει, ναὶ μὲν οὖν. Δείκνυται γὰρ ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν, κἂν πρὸς ἅπαν ἔθνος ἡ ἐπαγγελία κειμένη. Διὸ καὶ ἐπάγει· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε. Σημαίνει δὲ καὶ ἕτερόν τι ἐκ τούτου, τὸ μὴ ξένην εἶναι τὴν χάριν καὶ πρᾶγμα καινὸν, ἀλλὰ καὶ ἑπτακισχιλίους δι' αὐτῆς σεσῶσθαι. «Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» Πάλιν κἀντεῦθεν ἀποστερεῖ συγγνώμης τοὺς Ἰουδαίους. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἡμᾶς πεῖσαι ἦν ἱκανή· φορτικὰ δὲ τὰ ἐπιταττόμενα ἦν. Οὐδὲ γὰρ ταῦτα, φησὶν, εἰπεῖν ἔχετε· πῶς γὰρ ἂν ταῦτα ἀπῄτησε, φησὶν, ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ ἐπισκιάζειν ἔμελλεν. «Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν.» Διὰ τὴν ἀπιστίαν δηλονότι· ταῦτα γὰρ καὶ ὀπίσω πάλιν κατεσκεύασεν. «Ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς γέγραπται.» Τὴν δικαιοσύνην. ὑπακούσασα τῇ πίστει. «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως.» Κατάνυξιν, τὴν διάθεσιν καὶ τὴν παράνομον κακίαν φησίν· ὅταν δὲ τὸ, ἔδωκεν, ἀκούεις, καὶ τὸ, παρέδωκεν, μὴ ὡς εἰς τοῦτο αὐτοὺς ὠθοῦντος τοῦ Θεοῦ, ἀλλ' ἀντὶ τοῦ, εἴασεν, δέχου τὴν λέξιν.
But what does the divine response say to him? I have left for myself seven thousand men, who have not bent the knee to Baal. So then also in the present time there has come to be a remnant according to the election of grace." Lest they should say, "What then is that to the present circumstances?" he says—he says, "Yes indeed." For it is shown from this that God has always been accustomed to save those who are worthy, even if the promise lies toward every nation. Therefore he adds: "So also in the present time a remnant according to the election of grace has come to be." And he signifies something else from this as well: that grace is not a strange thing nor a new matter, but that even seven thousand were saved through it. "But if by grace, no longer by works; since grace is no longer grace." Again from this he deprives the Jews of any excuse. For you cannot say, he says, that the prophets were calling, and the events were crying out, and the provocation was sufficient to persuade us; but the commands were burdensome. For neither can you say these things, he says; for how would God have demanded these things from you, he says, when he was going to overshadow even his grace? "What then? What Israel seeks, it has not obtained." Because of unbelief, clearly; for these things he has again established afterward. "But the election obtained it; but the rest were hardened, as it is written." Righteousness—having obeyed the faith. "God gave them a spirit of compunction." By compunction he means the disposition and the lawless wickedness; but when you hear "he gave," and "he handed over," do not take the word as though God were pushing them into this, but in place of "he allowed.
«Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Ἐπειδὴ αὐτοὶ αὐτῶν ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς, καὶ ἔφραξαν τὰ ὦτα, κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ οὐκ ἠβουλήθησαν οὔτε ὁρᾷν, οὔτε ἀκούειν, τούτου χάριν εἴασεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα πορεύεσθαι τῶν καρδιῶν αὐτῶν. Τὸ γὰρ ἄκοντας ἕλκειν εἰς τὸ καλὸν, τοῦτο ἦν ἀναιροῦντος τὸ αὐτεξούσιον. «Καὶ Δαβὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς ἀνταπόδομα αὐτοῖς, καὶ εἰς σκάνδαλον· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Δείκνυσιν ὡς αὐτὸ τοῦτο
καμμῦσαι αὐτοὺς ὀφθαλμοὺς, αἴτιον αὐτοῖς γέγονε τιμωρίας· τὸ γὰρ τὴν τράπεζαν γενηθῆναι εἰς παγίδα, τουτέστι πᾶσαν αὐτῶν μεταβληθῆναι τὴν εὐημερίαν. Ὅτι δὲ δικαίως ἐπενήνεκται ἡ θεία ὀργὴ, ἐδίδαξεν εἰπών· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. «Καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Τὸ διηνεκὲς τῆς τιμωρίας δηλοῖ· οὐδὲ γὰρ ἐλεηθήσονται πρότερον, πρὶν μετανοήσαντες τὴν πίστιν δέξωνται. «Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; Μὴ γένοιτο. Ἐκτραγῳδήσας αὐτῶν τὰς συμφορὰς, καὶ δείξας μέγα τὸ πτῶμα, καὶ κειμένους χαμαὶ, καὶ πάσης ἐλπίδος ἀφῃρημένους, ἵνα μὴ ἀπευδοκήσουσι τῆς σωτηρίας, ὅρα πῶς παραμυθεῖται κειμένους· τῷ δὲ, Ἔπταισαν ἵνα πέσωσιν, εἰς τὸ διηνεκὲς, προσθετέον. Οὕτω γὰρ μικράν τινα παραμυθίαν λαμβάνοντες, ἐπὶ τὴν μετάνοιαν ἤρχοντο, ὅσα γε ἐκ τῶν λόγων, εἰ καὶ μὴ οὕτως ἐξέβη διὰ τὸ τῆς γνώμης δύσκολον.
Eyes so as not to see, and ears so as not to hear, until this very day." Since they themselves closed their eyes and stopped their ears, according to the voice of Isaiah, and were unwilling either to see or to hear, for this reason he allowed them to walk according to the practices of their hearts. For to drag the unwilling toward the good—this was the act of one abolishing free will. "And David says: Let their table become a snare, and a catch, and a recompense to them, and a stumbling block; let their eyes be darkened so as not to see." He shows that this very thing—their having closed their eyes—has become the cause of punishment for them; for their table to become a snare means that all their prosperity was turned against them. And that the divine wrath was brought upon them justly, he taught by saying: "And as a recompense to them." "And bend down their back continually." This declares the ceaselessness of the punishment; for they will not be shown mercy before, until they repent and receive the faith. "I say then, have they stumbled so as to fall? By no means. Having dramatized their calamities and shown the fall to be great, and them lying on the ground and deprived of all hope—so that they might not despair of salvation—see how he consoles those who lie fallen; but to the phrase "they stumbled so as to fall," one must add "continually." For in this way, receiving some small consolation, they began to come to repentance—at least as far as the words go, even if it did not turn out that way because of the stubbornness of their disposition.
«Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.» Εἰ καὶ μὴ αὕτη τῶν πραγμάτων φύσις, ἀλλ' οὕτω λέγει παραμυθούμενος τὴν μεγάλην αὐτῶν, ὡς ἔφην ἔκπτωσιν. Οὐ γὰρ διὰ τοῦτο ἔπταισαν, ἵνα σωθῇ τὰ ἔθνη, ἀλλ' ἐπειδὴ ἠπίστησαν αὐτοὶ, ἐκηρύχθη τοῖς ἔθνεσιν. Ἔδει δὲ πρῶτον αὐτοὺς εἰσελθεῖν, εἶτα τὰ ἔθνη. Καὶ τοῦτο ἔκ τε τῶν παραβολῶν ὧν ἐν τοῖς Εὐαγγελίοις ἔστιν ἰδεῖν, ὧν πρὸς τοὺς ἀποστόλους ἔφασκεν ὁ Κύριος, τὸ πορεύεσθαι μᾶλλον εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· τὸ γὰρ, μᾶλλον, δηλοῖ, ὡς ἐκείνων μὲν πρῶτον ὀφειλόντων, εἶτα τούτων δεύτερον. Καὶ τὸ παρὰ τοῦ Παύλου δὲ πρὸς Ἰουδαίους ῥηθὲν οὐδὲν ἧττον ταύτην βεβαιοῖ τὴν γνώμην. Ποῖον δὴ τοῦτο τὸ; Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι πρῶτον τὸν λόγον τοῦ Θεοῦ. «Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. Ἐφ' ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἰ πῶς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;» Ἀπ' ἐκείνης ἧς εἶπεν διανοίας, τουτέστι τῆς σκοπὸν ἐχούσης τὴν παραμυθίαν, καὶ τούτους ἡγησώμεθα τοὺς λόγους. «Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης ἐν αὐτοῖς.» Ἀπαρχὴν τοὺς περὶ Ἀβραάμ φησιν. «Καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων·
But by their trespass salvation has come to the Gentiles, to provoke them to jealousy." Even if this is not the nature of the matter, he speaks this way consoling their great fall, as I said. For they did not stumble for this reason, that the Gentiles might be saved, but because they themselves disbelieved, it was proclaimed to the Gentiles. It was necessary, however, that they enter first, and then the Gentiles. And this can be seen both from the parables in the Gospels, which the Lord spoke to the apostles, that they should go rather to the lost sheep of the house of Israel; for "rather" makes clear that it was their debt first, and then these second. And what was said by Paul to the Jews confirms this opinion no less. What is this? "It was necessary that the word of God be spoken to you first. But if their trespass is the wealth of the world, and their failure the wealth of the Gentiles, how much more their fullness? But I speak to you Gentiles. Inasmuch then as I am the apostle of the Gentiles, I glorify my ministry, if somehow I may provoke to jealousy my own flesh, and save some of them. For if their rejection is the reconciliation of the world, what is their acceptance, if not life from the dead?" From that mind which he mentioned, that is, the one having consolation as its aim, let us understand these words also. "But if the firstfruits is holy, so also is the lump; and if the root is holy, so also are the branches. But if some of the branches were broken off, and you, being a wild olive, were grafted in among them." He calls the firstfruits those around Abraham. "And you became a partaker of the root of the richness of the olive tree, do not boast against the branches.
εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σε. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. Σὺ δὲ τῇ πίστει ἕστηκας.» Ἵνα μὴ τὸ παρὰ φύσιν ἀκούων, ἔλαττον δῷς ἔχειν τοὺς ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραὴλ, τούτου χάριν, συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος ἐγένου, προσέθηκεν, ἵνα δείξῃ τῆς αὐτῆς ἐκείνους μετασχόντας πολιτείας καὶ ἁγιότητος. «Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ Κύριος τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία· ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Δυνατὸς γὰρ ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.» Ὅρα σύνεσιν τοῦ Παύλου· πῶς ἀμφοτέροις ἐπάγει τὰ πρόσφορα. Τοῖς μὲν γὰρ Ἰουδαίοις πεσοῦσι καὶ ἐν πτώματι μεγάλῳ κειμένοις παραμυθίαν ἐγείρει πολλὴν, μὴ ἐῶν εἰς ἀπόγνωσιν· τοῖς δὲ ἔθνεσι δεξαμένοις τὴν πίστιν καὶ δεδοξασμένοις διὰ τῶν χαρισμάτων, φόβον προσάγει, ὅπως μὴ δι' ὧν ηὐπόρησαν ἀγαθῶν ὑψωθέντες εἰς φρόνημα, τῆς χάριτος ἐκπέσωσιν. «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσ έλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· Ἥξει ἐκ
But if you boast, it is not you who bear the root, but the root bears you. You will say then: Branches were broken off, so that I might be grafted in. Well said: they were broken off for their unbelief. But you stand by faith. Lest, hearing of what is contrary to nature, you should reckon the Gentiles as inferior to those of Israel, for this reason—that you have become a sharer in the root and the fatness—he added this, to show that they partook of the same citizenship and holiness. Do not be high-minded, but fear. For if the Lord did not spare the natural branches, neither will he spare you. Behold then the goodness and severity of God. Toward those who fell, severity; but toward you, the goodness of God, if you continue in his goodness; otherwise you also will be cut off. And they also, if they do not continue in unbelief, will be grafted in. For God is able to graft them in again. Observe Paul's understanding: how he applies what is fitting to both. For to the Jews who have fallen and lie in a great fall, he raises up much consolation, not allowing them to fall into despair; but to the Gentiles who have received the faith and been glorified through the gifts, he brings fear, so that they might not, being exalted in mind by the good things in which they prospered, fall away from grace. For if you were cut out of the olive tree that is wild by nature, and contrary to nature were grafted into a cultivated olive tree, how much more will these, who are natural branches, be grafted into their own olive tree. For I do not want you to be ignorant, brothers, of this mystery, so that you may not be wise in your own conceits, that a hardening in part has come upon Israel, until the fullness of the Gentiles comes in; and so all Israel will be saved, as it is written: He will come out of
Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει τὰς ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη· ὅταν ἀφελῶμαι τὰς ἁμαρτίας αὐτῶν.» Παρὰ φύσιν, καὶ κατὰ φύσιν, ὅταν ἀκούσῃς, μὴ τὴν ἀκίνητον αὐτὴν φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς, καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν, τούτοις δηλοῦνται τοῖς ὀνόμασιν· οὐ γὰρ φύσει τὰ καλὰ καὶ τὰ κακὰ, ἀλλὰ ἐκ γνώμης καὶ προαιρέσεως μόνης. «Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἐπειδὴ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. Ὁ δὲ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν αὐτῶν τὴν κλῆσιν, ἀλλὰ ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. «Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἐλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσι. Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Δείκνυσι τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, ὡς καὶ ἡ τοῦ Εὐαγγελίου παραβολὴ ἡ ἐπὶ τῶν δύο παίδων, οἷς ὁ πατὴρ εἶπεν· Πορεύου εἰς τὸν ἀγρόν. Ὥσπερ γὰρ τὸ, Παρέδωκεν εἰς πάθη ἀτιμίας, καὶ τὸ, Ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸν Θεὸν ἀναφέρει ἡ Γραφὴ, διὰ τὴν συγχώρησιν αὐτοῦ ἑκάστῳ ὡς βούλεται πράττειν, καὶ μὴ κωλύειν διὰ τὸ αὐτεξούσιον· οὕτως καὶ ἐνταῦθα νοηθείη δ' ἂν τὸ, συνέκλεισεν, καὶ ἐπὶ τοῦ συνεῖχεν ἄφυκτος ἀρᾷ· διὸ τὸν τῆς ἀπειθείας κατέστησεν ἔλεγχον. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ·
Zion the deliverer will turn away ungodliness from Jacob; and this is the covenant from me to them: when I take away their sins." When you hear "contrary to nature" and "according to nature," do not suppose that he is speaking of nature itself as immutable, but rather what is probable, and what follows, and again what is improbable, are made clear by these terms; for good and evil are not by nature, but from opinion and choice alone. "On the one hand, according to the Gospel, they are enemies for your sake; but on the other hand, according to the election, they are beloved for the sake of the fathers; for the gifts and the calling of God are irrevocable." Since you were called, they have become more contentious. But God did not even so cut off their calling, but awaits all those from the Gentiles who are going to believe, to enter, and then those also will come. "For just as you once disobeyed God, but now have been shown mercy through their disobedience, so also these now have disobeyed, that by the mercy shown to you they also may now be shown mercy. For God has shut up all in disobedience, that he might have mercy on all." He shows that those from the Gentiles were called first, as also the parable of the Gospel concerning the two children, to whom the father said: Go into the field. For just as "he handed them over to dishonorable passions," and "he blinded the minds of the unbelievers," Scripture refers to God, because of his permission for each to act as he wishes, and not to hinder because of free will; so also here one might understand "he shut up," both in the sense of "he confined them by an inescapable curse"; therefore he established the proof of their disobedience. "O the depth of the riches and wisdom and knowledge of God!
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.» Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐξερευνηθῆναι. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Τουτέστιν, αἱ ἐπαγγελίαι. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Οὐδὲ ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ηὗρον ἅπαντα, ἀλλὰ μέρος τι μικρόν· μόνος γὰρ αὐτὸς οἶδεν τὰ ἑαυτοῦ σαφῶς. «Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλὰ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. «Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» Χαρισάμενος ἡμῖν, φησὶν, οὐ παρ' ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας· οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ' αὐτοῦ· ἀλλὰ αὐτὸς κατάρχων ἐν παντὶ τῶν εὐεργεσιῶν. «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Αὐτὸς ηὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκρατεῖ. Καὶ γὰρ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν. Καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Καὶ τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλὰ αὐτὸς μόνος· αὐτὸς ὁ πλούσιος καὶ σοφός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὅταν μέγα τι λέγει καὶ καινὸν καὶ παράδοξον, θαυμάζων εἰς δόξαν καταλήγει· τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησεν· καὶ γὰρ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο, ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν, Ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, ὁ ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
as his judgments are unsearchable." For it is not only impossible to comprehend them, but not even to search them out. "And his ways are past tracing out." That is, his promises. "For who has known the mind of the Lord?" Not even I, he says, the teacher, have found everything, but only a small part; for he alone clearly knows his own things. "Or who has been his counselor?" What he says is of this sort: that being so wise, he is not wise from another, but he himself is the fountain of good things. "Or who has first given to him, and it shall be repaid to him?" Having bestowed on us, he says, not having borrowed from another, he gave these things, but welling up from his own house; nor owing a recompense to anyone, as though he had received something from him; but he himself is the first in all benefactions. "For from him, and through him, and to him are all things." He himself found, he himself made, he himself sustains. For he is rich, and does not need to receive from another. And he is wise, and does not need a counselor. And why do I say a counselor? Not even can anyone know his things, but he alone; he himself, the rich and wise. "To him be the glory into the ages. Amen." When he says something great and new and paradoxical, marveling he concludes in glory; this he also did in the case of the Son; for there too, marveling, he brought in this very thing, which also here: "From whom is Christ according to the flesh, God over all, blessed into the ages. Amen.
ΚΕΦΑΛ. ΙΒʹ.
«Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ.» Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, ἐπὶ τὴν παραίνεσιν μεταβαίνων, τοὺς οἰκτιρμοὺς προβάλλει τοῦ Θεοῦ, δι' ὧν ἐσώθησαν· ὥσπερ ἄν τις τὸν μεγάλα εὐεργηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. «Παραστῆναι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ Θεῷ εὐάρεστον.» Ἵνα μή τις νομίσῃ λέγειν κατασφάξαι σώματα, ταχέως ἐπήγαγεν τὸ ζῶσαν. Πῶς δὲ γένοιτο θυσία ζῶσα; Ἐὰν μηδὲν ἄτοπον πράττῃ τὸ σῶμα, ἐὰν μὴ ὁ ὀφθαλμὸς βλέπῃ πονηρὸν, μὴ γλῶττα λαλήσῃ αἰσχρὸν, μηδὲ χεὶρ ἅψηται παρανομίας. Οὕτω γίνεται ὁλοκαύτωμα. Οὐκ εἶπε, ποιῆσαι, ἀλλὰ παραστῆσαι, ὡς ἂν εἰ ἔλεγεν· Μηδὲν ἔχετε λοιπὸν κοινὸν πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Παραστήσας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, φησὶ, καὶ τῇ παρατάξει τῇ
φοβερᾷ, μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακοσμήσεις. Ζῶσαν, φησὶ, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς, τῆς διὰ τῶν σφαζομένων· πάλιν λογικὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἀλόγου, τῆς διὰ τῶν θρεμμάτων. Πρῶτον δὲ πάντων τὴν σωφροσύνην εἶπεν, ὥσπερ κρηπῖδά τινα καὶ θεμέλιον τῶν λοιπῶν ἀρετῶν. «Τὴν λογικὴν λατρείαν ὑμῶν.» Λογικὴν λατρείαν, τὴν πνευματικὴν διακονίαν καὶ τὴν πολιτείαν τὴν κατὰ Θεὸν, φησὶν, τὴν μηδὲν ἔχουσαν σωματικόν. «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα Θεοῦ τὸ ἀγαθὸν, τὸ εὐάρεστον καὶ τέλειον.» Μὴ πλάσῃς σαυτὸν, φησὶν, κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου.
CHAPTER 12.
"I appeal to you therefore, brothers, through the mercies of God." Having spoken at length about God's love for humanity, and having shown his ineffable care, when he comes to his exhortation he sets before them the mercies of God, through which they were saved; just as one who wishes to shame a man greatly benefited would bring the benefactor himself as a suppliant. "To present your bodies as a living sacrifice, holy, acceptable to God." So that no one might think he was saying to slaughter bodies, he quickly added "living." And how does a sacrifice become living? If the body does nothing improper, if the eye does not look upon evil, if the tongue does not speak shameful things, nor the hand touch lawlessness. Thus it becomes a whole burnt offering. He did not say "to make," but "to present," as if he were saying: Have nothing in common with them any longer; you have given them over to another. Having presented the members for the war against the devil, he says, and for that fearful battle-line, do not drag them back to private occupations. "Living," he says, in contrast to the Jewish sacrifice, which was through slaughtered victims; again "rational," in contrast to the irrational, which was through cattle. And first of all he mentioned chastity, as a kind of foundation and basis of the remaining virtues. "Your rational service." Rational service, he says, is the spiritual ministry and the conduct according to God, which has nothing bodily in it. "And do not be conformed to this age, but be transformed by the renewal of your mind, so as to test what is the will of God, the good, the acceptable and perfect." Do not mold yourself, he says, according to the form of the present life.
Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστιν. «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν.» Ἀνωτέρω εἰπὼν, Διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, διὰ τῆς χάριτος. Συνεχῶς τῶν εὐεργεσιῶν αὐτοὺς ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους αὐτοὺς ποιῆσαι. Ἔστι δὲ τὸ ὅλον περὶ ταπεινοφροσύνης. «Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ' ἵνα εἰς σωφροσύνην. Νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. «Ἑκάστῳ ὡς Θεὸς ἐμέρισε μέτρον πίστεως.» Πίστιν ἐνταῦθα τὸ χάρισμα καλεῖ. Εἰπὼν δὲ ὅτι ἐμέρισεν, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν· εἰ γὰρ ὁ Θεὸς ἐμέρισεν, καὶ μὴ σὸν τὸ κατόρθωμα· τί μέγα φρονεῖς; «Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· τὸ δὲ καθ' εἷς, ἀλλήλων μέλη.» Τίνος ἕνεκεν μέγα φρονεῖς, φησὶν, ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι, καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ ἐκεῖνος σοῦ μέλος, οὕτως κἀκείνου σύ.
For nothing that is in him is stable and settled. "For I say, through the grace of God that was given to me, to everyone who is among you, not to think more highly than he ought to think." Having said above, "Through the mercies of God I appeal to you," here again he says, "through the grace." Continually reminding them of his benefactions, so as to make them more grateful. And the whole matter concerns humility. "But to think unto sober-mindedness." What he says is of this sort: We received understanding, not so that we might use it for recklessness, but for sober-mindedness. To be sober and sound in mind, from the fact of having the mind's faculties intact. "To each one as God apportioned a measure of faith." Here he calls the gift "faith." And having said that he apportioned it, he has both consoled the one who received the lesser and restrained the one who enjoyed the greater; for if God apportioned it, it is not your own achievement—why are you proud? "For just as in one body we have many members, but all the members do not have the same function, so we, the many, are one body in Christ; and individually, members of one another." For what reason, he says, are you proud, or why again does another belittle himself? Are we not all one body, both great and small? When, then, we are one as to the head, and members of one another, why do you tear yourself apart by recklessness? Why are you ashamed of your brother? Just as he is a member of you, so you also are of him.
«Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει.» Βούλεται αὐτοὺς σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα ἢ ἐλάττω λαβεῖν. Διό φησιν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους. «Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες. Δείκνυσιν ὡς οὐδὲν ὄφελος ἀρετῆς, εἰ μὴ μετὰ τοῦ προσήκοντος γίνεται. Ὅρα γὰρ πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ· οὐ γὰρ εἶπεν, μεταδίδοτε, μόνον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ, προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ, ἐλεεῖτε, ἀλλὰ ἱλαρῶς· οὐδὲ, τιμᾶτε, ἀλλὰ προηγεῖσθε οὐδὲ, ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως· οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ, ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ, κολλᾶσθε· οὔτε, φιλεῖτε, ἀλλὰ, φιλοστόργως· οὐδὲ, σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ, πνεῦμα ἔχοντες, ἀλλὰ ζέον τὸ πνεῦμα· ὅταν γὰρ σχῇς ἅπαντα τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα. Ἑαυτῷ γὰρ δίδωσι, ἑαυτῷ προΐσταται. Ἀγαπητὸν γὰρ μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παράσχῃς.
Having gifts differing according to the grace that was given to us, whether prophecy according to the proportion of faith, or he who serves in serving, or he who teaches in teaching, or he who exhorts in exhortation." He wishes to make them more earnest, showing that they themselves provide the occasions for receiving greater or lesser gifts. Therefore he says, "according to the proportion of faith." For he says that these things are given by God—as when he says, "to each as God apportioned a measure of faith." But he also says that the beginnings came from themselves, in order to stir up the sluggish. "He who distributes, in simplicity; he who presides, in diligence; he who shows mercy, in cheerfulness. Love unfeigned. Abhorring what is evil, clinging to what is good. In brotherly love, affectionate toward one another; in honor, preferring one another; in diligence, not slothful; fervent in spirit." He shows that there is no benefit in virtue unless it is done with what is fitting. For observe how everywhere he seeks intensification: he did not say merely "distribute," but "with abundance"; nor "preside," but "with diligence"; nor "show mercy," but "cheerfully"; nor "honor," but "prefer"; nor "love," but "unfeignedly"; nor "abstain from evils," but "hate them"; nor "hold to goods," but "cling to them"; nor "love," but "affectionately"; nor "be diligent," but "not slothfully"; nor "having spirit," but "fervent in spirit." For when you have all the things just mentioned, you will draw the Spirit to yourself. For he gives to himself, he presides over himself. For it is desirable to suspect nothing evil in that one, and when you provide it with rejoicing.
Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ' ἑτέρων λαμβάνειν, ἂν μὴ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα. Τίς δὲ βασιλείαν λαμβάνων σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων συγχώρησιν κατηφὴς μένει; Οὐκ εἶπεν, ἀπεχόμενοι, ἀλλὰ, μισοῦντες. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα
μισοῦντες. Τὸ γὰρ ἀπὸ ῥῆμα πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ' αὐτοῦ, ὡς τὸ ἀπεκδεχόμενοι καὶ ἀπολύτρωσιν, καὶ ἀποκαραδοκίαν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσιν, αὐτὸς καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, ἔχθραν ἔχειν πρὸς τὴν κακίαν καὶ μῖσος. Οὐκ εἶπε, ποιοῦντες, μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι, κολλᾶσθαι ἐδήλωσεν. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγεν· Προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Ὅταν περὶ τῶν ἔξω λέγῃ· Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Ὅταν δὲ περὶ τῶν οἰκείων, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἔστε, οὐκοῦν διὰ τοῦτο δίκαιοι ἂν εἴητε ἀγαπᾷν ἀλλήλους. «Τῷ Κυρίῳ δουλεύοντες.» Διὰ τούτων ἁπάντων ἐστὶ δουλεύειν τῷ Θεῷ. «Τῇ ἐλπίδι χαίροντες.» Οὐδὲν γὰρ οὕτως πρὸς ἀνδρείαν ἐγείρει ὡς ἐλπὶς χρηστή. «Τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν, φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες·
For since nothing seems to men so shameful as to receive from others, unless by an exceeding cheerfulness you remove the suspicion and show that you receive more than you give, you have rather cast down than raised up the one who receives. But who is gloomy when receiving a kingdom? Who remains downcast when receiving forgiveness of sins? He did not say, "abstaining," but "hating." And not simply, but even exceedingly hating. For the prefix "apo" is in many places intensive with him, as in "awaiting eagerly" and "redemption," and "eager expectation." For since many, even without doing evil things, nevertheless have the desire for them, he wishes the mind also to be pure, to have enmity and hatred toward wickedness. He did not say, "doing" only, but also "being disposed"; for this is what he commanded, he made clear "to cleave to." Thus also God, joining the man to the woman, said: "He shall cleave to his wife." When he speaks about those outside: "If possible, as far as it depends on you, live peaceably with all men." But when about those of the household, "in brotherly love be tenderly affectioned toward one another." Brethren, he says, you are; therefore for this reason you would be just in loving one another. "Serving the Lord." Through all these things it is to serve God. "Rejoicing in hope." For nothing so rouses to courage as a good hope. "Patient in tribulation, persevering in prayer, sharing in the needs of the saints, pursuing hospitality. Bless those who persecute you; bless, and do not curse. Rejoice with those who rejoice, and weep with those who weep, being of the same mind toward one another.
μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.» Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσει καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικῶς καὶ δόκιμος γίνεσθαι. Οὐκ εἶπεν, παρέχετε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μεῖζον λαμβάνουσιν, ἢ διδόασι· καὶ ὅτι ἐμπορία τὸ πρᾶγμά ἐστιν. Κοινὸν γάρ ἐστιν. Εἰσφέρεις χρήματα, εἰσφέρουσί σοι τὴν πρὸς Θεὸν δόξαν ἐκεῖνοι. Οὐκ εἶπεν, ἐργαζόμενοι, ἀλλὰ, διώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλὰ αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. «Γενναίας γὰρ σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. «Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» Τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς· οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. «Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.» Ὅμοιον τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν. Τοῦτο δέ φησιν, οὐχ ἵνα πρὸς κενοδοξίαν ζήσωμεν, ἀλλ' ἵνα μὴ παρασχῶμεν λαβὴν τοῖς ἀνθρώποις καθ' ἡμῶν. «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες, μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί.» Εὖ τὸ, εἰ δυνατόν· ἔστι γὰρ ὅπου οὐ δυνατὸν, οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος, ἢ ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. «Ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις. Ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Ποίᾳ ὀργῇ, ἢ τῇ τοῦ Θεοῦ, φησίν; Ἐπειδὴ γὰρ μάλιστα τοῦτο ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικῆσαι. ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μάλιστα μετὰ πολλῆς δίδωσι τῆς περιουσίας·
not thinking highly of lofty things, but being led along with the lowly. For even before the things to come, in the present he will reap a great good from tribulation—namely, to become steadfast and approved. He did not say, "Supply their needs," showing that they receive more than they give, and that the matter is a trade. For it is common. You contribute money; they contribute to you the glory that is toward God. He did not say, "working," but "pursuing," teaching us not to wait for those in need to come to us, but ourselves to run after and pursue them. For it needs a very noble soul, so as not to envy the one who is approved, but even to rejoice with him. Do not become wise in your own eyes, repaying no one evil for evil. That is, do not think you are sufficient for yourselves; for nothing so puffs up and separates one from the rest as thinking that one is sufficient for oneself. Providing what is good in the sight of all men. Similar to, Let your light shine. He says this, not so that we may live for vainglory, but so that we may not give men an occasion against us. If possible, as far as depends on you, living peaceably with all men, not avenging yourselves, beloved. Well said, "if possible"; for there is a case where it is not possible, such as when the matter concerns piety, or when the struggle concerns those who are wronged. But give place to wrath; for it is written, Vengeance is mine, I will repay, says the Lord. To what wrath, he says, if not to God's? For since the one who has been wronged especially desires to see this—to avenge himself and enjoy it—this very thing he grants especially with great abundance.
ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν. Καὶ τοῦτο ἐστὶ τὸ, δότε τόπον τῇ ὀργῇ. Εἶτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. «Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Οὕτω γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Ἐπὶ τὸ μεῖζον αὔξει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; εὐεργετεῖν μὲν οὖν μάλιστα κελεύω. Οἶδα γὰρ ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας μνημονεύει τῆς ἐκείνου. Διὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλ' ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ· οὐ γὰρ εἶπε τιμωρήσεις αὐτὸν, ἀλλὰ, Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» Ἠρέμα πῶς ᾐνίξατο, μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν. ΚΕΦΑΛ. ΙΓʹ.
«Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.» Πολὺν τῆς πρὸς ἄρχοντας ὑποταγῆς ποιεῖται λόγον, δεικνὺς, ὡς οὐκ ἐπὶ ἀνατροπῇ τῆς κοινῆς
For if he himself does not defend him, he says, God will be the avenger. Allow him, then, he says, to exact punishment. And this is the meaning of "give place to wrath." Then, comforting them further, he also brought forward the testimony: "But if your enemy is hungry, feed him; if he is thirsty, give him drink. For in doing this you will heap coals of fire upon his head." He increases it to something greater. It is as if he were saying: What am I saying, he says, that one must be at peace? Rather, I command especially to do good. For I know that even if the enemy is a wild beast, even if the wronged man is fainthearted ten thousand times over, by feeding him and giving him drink, he himself no longer remembers that man's punishment. Therefore, confident in the outcome of the matter, he did not merely threaten, but he lavishes the punishment; for he did not say, "you will punish him," but, "you will heap coals of fire upon his head." "Do not be overcome by evil, but overcome evil with good." Gently, in a way, he hinted that one must not do this with such an intention. CHAPTER 13.
"Let every soul be subject to the governing authorities." He makes a lengthy argument for subjection to rulers, showing that it is not for the overthrow of the common
πολιτείας ὁ Χριστὸς τοὺς παρ' ἑαυτοῦ νόμους εἰσήγαγεν· ὅπερ ὠνείδιζόν τινες· ἀλλ' ἐπὶ διορθώσει βελτίονι. «Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ, τεταγμέναι εἰσίν.» Πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας καὶ λογισμὸς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. Οὐ τοῦτο δὲ λέγει, ὡς πᾶς ἄρχων ὑπὸ Θεοῦ χειροτονεῖται, οὐδὲ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος, ἀλλὰ περὶ τοῦ αὐτοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνεδὴν ἅπαντα φέρεσθαι ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Διὰ τοῦτο οὐκ εἶπεν· οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ Θεοῦ· ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Ὥσπερ γὰρ ὅταν περὶ ἀνδρὸς καὶ γυναικὸς λέγῃ, ὅτι παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρὶ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν· οὕτω καὶ ἐνταῦθα περὶ τοῦ καθόλου ἐκληπτέον τὸν λόγον. «Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν· ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστι, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
Christ introduced the laws of his own commonwealth; a thing which some reproached; but it was for a better correction. "For there is no authority except from God; and those that exist have been appointed by God." The first principle of this kind of legislation and reasoning is that these things have been ordained by God. He does not say this, that every ruler is elected by God, nor is the discourse about individual rulers, but about the matter itself. For that there are principalities, and that some rule and others are ruled, and that all things are not simply and without restraint carried along as if the peoples were driven about here and there like waves, is the work of God's wisdom. Therefore he did not say, "For there is no ruler except from God," but he speaks about the matter, saying, "For there is no authority except from God." For just as when he says concerning a man and a woman, that a woman is joined to a man by the Lord, he means that God made marriage, so also here the discourse must be understood concerning the general principle. "So that he who resists the authority has opposed the ordinance of God; and those who have opposed will receive judgment upon themselves. For rulers are not a terror to the good work, but to the evil. Do you wish not to fear the authority? Do what is good, and you will have praise from it. For it is God's servant to you for good; but if you do evil, be afraid; for it does not bear the sword in vain. For it is God's servant, an avenger for wrath to the one who practices evil.
Διὸ ἀνάγκη ὑποτάσσεσθαι.» Ἵνα μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ αὐτὸν νομοθετήσαντι· καὶ τοῦτο σπουδάζει πανταχοῦ δεῖξαι, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ' ὀφείλομεν. Οὕτω γὰρ, κἂν καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. «Οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Οὐ μόνον, φησὶν, ἀντίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, καὶ κακὰ σαυτῷ προξενεῖς, ἀλλὰ καὶ ἐν τοῖς μεγίστοις εὐεργέται σου γίνονται, εἰρήνης ὄντες πρόξενοι καὶ οἰκονομίας πολιτικῆς. «Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.» Ἀφεὶς εἰπεῖν τὰς εὐεργεσίας κατὰ μέρος, τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, ἐξ ἑνὸς τούτου τὸ πᾶν ἐνδείκνυται. Ποίου; Ὅτι εὐεργετούμεθα παρ' αὐτῶν, φησίν· σὺ μαρτυρεῖς μισθὸν αὐτῷ τελῶν. «Λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.» Τὸν πόνον αὐτῶν διὰ τούτου δείκνυσι, καὶ τὴν ταλαιπωρίαν τὴν περὶ τὰς φροντίδας. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύσῃς εἰρήνης. «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.» Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον αὐτοῖς κελεύων τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον.
Therefore it is necessary to be subject. So that the faithful may not say, "You are demeaning us and making us contemptible, subjecting to rulers those who are destined to enjoy the kingdom of heaven," he shows that it is not to rulers but again to God that he subjects them. It is as if he were saying: "He who does not obey that one wages war against God, who established him as lawgiver." And he strives everywhere to show this, that we do not grant them obedience as a favor, but owe it. For in this way he drew even the unbelieving rulers more toward piety, and the faithful toward obedience. "Not only because of wrath, but also because of conscience." Not only, he says, do you resist God by not being subject, and bring evils upon yourself, but they also become your greatest benefactors, being the cause of peace and civil order. "For this reason you also pay taxes." Having omitted to mention in detail the benefits that come to cities from rulers—such as good order, peace, and the other services—he demonstrates the whole from this one thing. From what? That we are benefited by them, he says; you bear witness by paying him the tax. "For they are ministers of God, attending to this very thing." By this he shows their toil and the hardship involved in their cares. For this is their life, this is their zeal: that you may enjoy peace. "Render to all their dues: to whom tax is due, tax; to whom toll, toll; to whom fear, fear; to whom honor, honor." He still holds to the same point, commanding us to pay them not only money but also honor and fear.
Εἰ δέ τίς φησιν, ὅτι ἀνωτέρω εἶπεν, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; γνώτω, ὡς ἕτερον λέγει φόβον, τὸν ἐκ τοῦ πονηροῦ συνειδότος. Εὖ δὲ καὶ τὸ, ἀπόδοτε, ἵνα τὸ ὀφειλόμενον δηλώσῃ. Οὐδὲ γὰρ χαρίζει, φησὶ, τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.» Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, τὴν ἀγάπην φημί. «Ὁ γὰρ ἀγαπῶν τὸν ἕτεραν, νόμον πεπλήρωκεν. Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολή.» Μηγάρτοι τοῦτο χάριν εἶναι νομίσῃς, φησίν. Καὶ γὰρ αὐτὸ ὀφειλὴ ἐστίν. «Ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται. Οὐκ εἶπεν, ἁπλῶς, πληροῦται, ἀλλὰ ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. Καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη. «Ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἡ ἀγάπη τοῦ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.» Οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. «Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι
But if anyone says that he said above, "Do you want to be unafraid of the authority?" let him know that he speaks of another fear, the one from an evil conscience. And well does he say, "Render," so as to make clear what is owed. For he says, in doing this you are not doing a favor; for the matter is a debt. "Owe no one anything, except to love one another." Again he flees to the mother of good things, and the teacher and producer of every virtue—I mean love. "For the one who loves the other has fulfilled the law. For, 'You shall not commit adultery, you shall not murder, you shall not steal, you shall not bear false witness, you shall not covet,' and if there is any other commandment." Do not suppose, he says, that this is a favor. For this too is a debt. "In this word it is summed up." He did not say simply "it is fulfilled," but "it is summed up"—that is, briefly and in a short space the whole work of the commandments is completed. For love is both the beginning and the end of virtue. "In this: 'You shall love your neighbor as yourself'; love does no evil to the neighbor; therefore love is the fulfillment of the law." He does not seek love in a simple sense, but love intensified. "And this, knowing the time, that
ὥρα ἤδη ἡμᾶς ἐξ ὕπνου ἐγερθῆναι.» Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός. «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ σπουδαιοτέρους εἶναι, ἀκμάζοντος ἐν αὐτοῖς τοῦ πόθου, προελθόντος δὲ τοῦ χρόνου ἀσθενεστέραν γενέσθαι τὴν σπουδήν· φησὶν, ὅτι τὸ ἐναντίον δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι, προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάζεσθαι, ἐπειδὴ καὶ τὰ βραβεῖα ἐγγύς. Ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τῷ δρόμου γίνωνται, καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ παραγίνεται, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. «Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.» Ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, φησίν· οὐδὲν γὰρ τῶν ἐν ὀνείροις φαντασμάτων τὰ τῇδε διαφέρουσι πράγματα. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατῶμεν.» Οὐκ εἶπε, περιπατεῖτε, ἀλλὰ, περιπατήσωμεν· ὥστε ἀνεπαχθῆ ποιῆσαι καὶ κούφην τὴν ἐπίπληξιν. «Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.» Οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως· οὐδὲ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μὴ μετὰ παροινίας, οὐδὲ τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. «Μὴ ἔριδι καὶ ζήλῳ·
The hour has already come for us to wake from sleep." Since he has commanded everything that was necessary, he urges them again to the practice of good works, starting from what is pressing. For, he says, the time of judgment stands at the doors. "For now our salvation is nearer than when we believed." Since it was likely that they were more zealous at the beginning, while their longing was at its peak, but that as time went on their zeal became weaker, he says that they ought to do the opposite—not to grow slack as time goes on, but rather to be all the more fervent. For the closer the king approaches, the more one must prepare, since the prizes are also near. Indeed, runners do this too: when they come near the end of the race and the receiving of the prize, then they rouse themselves all the more. "The night has advanced, and the day has drawn near." Therefore, if the one is ending and the other is arriving, let us from now on do the works of that day, not of this night. "Let us therefore put off the works of darkness, and let us put on the armor of light." Let us be rid of the dreams of the present life, he says; for none of the phantoms seen in dreams differ from the affairs of this world. "Let us walk decently as in the day." He did not say, "Walk," but, "Let us walk," so as to make the rebuke inoffensive and light. "Not in reveling and drunkenness, not in sexual immorality and debauchery." He does not forbid drinking, but drinking without measure; nor the enjoyment of wine, but not with drunken violence; nor does he abolish intercourse with women, but fornication. "Not in strife and jealousy.
ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν.» Οὐδὲν γὰρ οὕτω φιλονεικίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. Διὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, μὴ ἔριδι καὶ ζήλῳ. «Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαῖνον. Ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει Τιμοθέῳ, φησίν· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὐκοῦν πρὸς ὑγείαν προνόει, φησὶ, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ εἴη τοῦτο πρόνοια λοιπὸν, ὁπηνίκα τὴν φλόγα ἀνάπτῃς αὐτῆς, καὶ χαλεπὴν τὴν κάμινον ποιῇς. ΚΕΦΑΛ. ΙΔʹ.
«Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» Πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. ἔτι τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλειον ἀποστῆναι τοῦ νόμου, εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι τῶν χοιρίων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο κρεῶν, καὶ ἤσθιον λάχανα, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ, ἀλλὰ μὴ νόμου παρατήρησις· ἕτεροι δὲ πάλιν ἦσαν τελειότεροι οὐδὲν τοιοῦτο παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες καὶ εἰς ἀθυμίαν ἐμβάλλοντες αὐτούς.
But put on the Lord Jesus Christ. For nothing so kindles contentiousness and inflames anger as drunkenness and debauchery. Therefore, having first said, Not in reveling and drunkenness, not in sexual immorality and sensuality, he added, not in strife and jealousy. And make no provision for the flesh, to gratify its desires. For just as he did not forbid drinking, but being drunk, so too he did not forbid providing for the flesh, but providing for desires, that is, what exceeds mere need. Since indeed he commands Timothy to provide for it, he says: Use a little wine for your stomach's sake and your frequent illnesses. Therefore, he says, provide for health, not for sensuality. For that would no longer be provision, when you kindle its flame and make the furnace fierce. CHAPTER 14.
Receive the one who is weak in faith, but not for the passing of judgment on his reasonings. One person believes he may eat anything, but the one who is weak eats vegetables. Many of those who had believed from among the Jews, still held by the conscience of the law even after faith, kept the observance of foods, not yet daring to depart completely from the law; then, so as not to be easily detected as abstaining only from pork, they abstained from all meats in succession and ate vegetables, so that it might seem to be fasting rather than observance of the law. But there were others again who were more perfect, observing nothing of the kind, and these became burdensome and oppressive to those who did observe such things, reproaching them and casting them into discouragement.
Δεδοικὼς τοίνυν ὁ Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσιν, ὅρα τί ποιεῖ. Οὔτε γὰρ ἐτόλμα τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ὅτι Κακῶς ποιεῖτε ἐπιτιμῶντες, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῷ παρατηρεῖσθαι, οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους αὐτοὺς τῶν μὴ ἐσθιόντων κατηγόρους ἐργάσηται· ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν, καὶ δοκεῖ μὲν τοῖς ἰσχυροῖς ἐπιτιμᾷν. Τὸ δὲ ἀκριβὲς εἰς τοὺς ἐσθίοντας τὸ πᾶν ἀποτείνεται τῶν λόγων. Αὕτη γὰρ μάλιστα ἔσται διόρθωσις, ὅταν ὡς πρὸς ἄλλον τείνοντες τὸν λόγον, ἕτερον πλήξωμεν τὸν ἐργαζόμενον τὸ κακὸν, καὶ λανθανόντως τὴν διόρθωσιν ποιησώμεθα. Ὅρα τοίνυν πῶς αὐτὸ συνετῶς ποιεῖ, λέγων, Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει, εὐθέως πρώτην δίδωσι πληγήν· εἰπὼν γὰρ τὸν ἀσθενοῦντα, ἔδειξεν ἄῤῥωστον. Εἶτα
δευτέραν προστίθησι, λέγων, προσλαμβάνεσθε. Δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστίν. Δηλοῖ τοιοῦτο αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς ἀντεχομένους αὐτοῦ τῆς βοηθείας, διακρίνεσθαι. «Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.» Οὐκ εἶπεν, ἐάτω· οὐκ εἶπε, μὴ ἐγκαλείτω· οὐκ εἶπε, μὴ διορθούσθω, ἀλλὰ, μὴ ὀνειδιζέτω, μηδὲ διαπτυέτω. «Ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.» Ὥσπερ γὰρ οἱ τελειότεροι τοὺς ἀσθενεστέρους ηὐτέλιζον ὡς ὀλιγοπίστους, καὶ νόθους, καὶ Ἰουδαΐζοντας· οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἢ ὡς λαιμαργίᾳ προσέχοντας. «Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο·
Paul, therefore, fearing that those who wish to correct a small matter might overturn the whole, and desiring to lead them into indifference regarding foods, and to prepare them to fall away from the faith—see what he does. For he did not dare to say to those who were rebuking, "You do wrong to rebuke," lest he confirm them in their observing, nor again, "You do well," lest he make them more vehement accusers of those who do not eat; but he makes his rebuke measured, and he seems indeed to rebuke the strong, but in exactness the whole of his argument is directed against those who eat. For this will be the best correction, when, as if directing our argument to one person, we strike another who is doing the evil, and make the correction unnoticed. See, then, how he does this skillfully, saying, "But the one who is weak in faith"—immediately he gives the first blow; for by saying "the one who is weak," he showed him to be infirm. Then he adds a second, saying, "receive." For he shows again that he needs much care, which is a sign of extreme infirmity. He makes clear that his sin is such that even those who take hold of him for help are to be distinguished. "Let not the one who eats despise the one who does not eat." He did not say, "Let him leave him alone"; he did not say, "Let him not accuse him"; he did not say, "Let him not correct him," but, "Let him not reproach him, nor reject him." "But let not the one who does not eat judge the one who eats." For just as the more perfect used to despise the weaker as little-faith, and base, and Judaizing, so those used to judge these as lawbreakers, or as attending to gluttony. "For God has received him.
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.» Τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν. «Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.» Δείκνυσιν ἔτι χρῄζοντα τῆς προσοχῆς, καὶ τοσαύτης ἐπιμελείας δεόμενον, ὡς καὶ τὸν Θεὸν εἰς ταῦτα καλεῖν βοηθόν. «Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.» Ἐνταῦθα δοκεῖ ἠρέμα περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ νηστεύοντας διηνεκῶς κρίνειν. «Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.» Οὐ περὶ τὰ καίρια, φησὶ, τὸ πρᾶγμά ἐστιν· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν οὗτος κἀκεῖνος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσιν. Καὶ γὰρ καὶ οὗτος καὶ ἐκεῖνος εὐχαριστοῦσι τῷ Θεῷ. «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκομεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ·
Who are you to judge another’s servant? To his own lord he stands or falls.” That is, he showed his ineffable grace toward him. “And he shall stand, for God is able to make him stand.” He shows that he still needs attention, and requires so much care, that he even calls God as a helper in these matters. “For one judges a day above another day; another judges every day. Let each be fully convinced in his own mind.” Here he seems gently to hint about fasting. For it is likely that some of those who fast continually judge those who do not fast. “He who regards the day, regards it to the Lord, and he who does not regard the day, does not regard it to the Lord. And he who eats, eats to the Lord, and gives thanks to God; and he who does not eat, does not eat to the Lord, and gives thanks to God.” The matter, he says, is not about essential things; for what is sought is whether this one and that one act for God’s sake, and whether both come to thanksgiving. For both this one and that one give thanks to God. “For none of us lives to himself, and none of us dies to himself. For if we live, we live to the Lord; and if we die, we die to the Lord. So then, whether we live or whether we die, we are the Lord’s. For to this end Christ died and lived, that he might be Lord both of the dead and of the living. But why do you judge your brother? Or why do you despise your brother? For we shall all stand before the judgment seat of God. For it is written: As I live, says the Lord, every knee shall bow to me, and every tongue shall confess to God. So then each of us shall give an account concerning himself to God.
μηκέτι οὖν ἀλλήλους κρίνωμεν.» Σαφέστερον ἐδήλωσεν ὅτι ὁ τὸ νόμῳ ζῶν, οὐ δύναται τῷ Χριστῷ ζῇν. «Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.» Ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. «Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν· εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατ' ἀγάπην περιπατεῖς.» Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι αὐτοῦ τὸν ἀδελφὸν, τότε λοιπὸν καὶ ὑπὲρ δόγματος ἀποφαίνεται. «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.» Χριστὸς μὲν ὑπὲρ αὐτοῦ ἀπέθανε, φησίν· σὺ δὲ τοσοῦτον τὸν ἀδελφὸν οὐ τιμᾷς, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; «Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Ἀγαθὸν ἐνταῦθα τὴν ἀπηρτισμένην εὐσέβειάν φησιν. «Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.» Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, φησὶν, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσουσιν, ἐκείνου δὲ, μόνος αὐτός. «Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.» Τὴν σωτηρίαν τοῦ ἀδελφοῦ φησι. «Πάντα μὲν καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
Therefore let us no longer judge one another. He has shown more clearly that the one who lives by the law cannot live to Christ. But rather judge this, that you place no stumbling block or snare before your brother. This can apply to both: to the perfect man who is scandalized by the observance of foods, and to the imperfect man who stumbles at the severe rebuke. I know and am persuaded in the Lord Jesus that nothing is common in itself, except that to the one who considers something to be common, it is common; for if your brother is grieved because of food, you are no longer walking according to love. Having first rebuked the one who judges his brother, he then also gives his decision concerning doctrine. Do not destroy with your food that one for whom Christ died. Christ died for him, he says; but do you not honor your brother so much as to purchase his salvation even by abstaining from foods? Therefore let not our good be blasphemed; for the kingdom of God is not eating and drinking, but righteousness and peace and joy in the Holy Spirit. Here he calls the good complete godliness. For the one who serves Christ in this is pleasing to God and approved by men. So then let us pursue the things of peace and the things of building up one another. For, he says, all will not admire you for your perfection as much as for peace and concord. For all will enjoy this good, but that one, you alone. Do not for the sake of food destroy the work of God. He means the salvation of the brother. All things are indeed clean, but it is evil for the man who eats through a stumbling block.
Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.» Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. «Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ.» Ὃ λέγει τοσοῦτόν
ἐστι· Θέλεις μοι δεῖξαι ὅτι τέλειος εἶ, καὶ ἀπηρτισμένος, φησίν; Μὴ ἐμοὶ δείκνυε, ἀλλὰ ἀρκείτω σου τὸ συνειδός. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. «Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.» Ἐπειδὴ εἶπεν, καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίζῃ μικρὸν τὸ δικαστήριον, τοῦτο λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον· κἂν πάντες σου κατηγορήσωσιν, σὺ δὲ σαυτὸν μὴ κρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν· εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οὗτοι πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλ' ἐπὶ τῆς προκειμένης ὑποθέσεως. «Ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται.» Πάλιν παρακαλῶν φείσασθαι τῶν ἀσθενεστέρων, τοῦτό φησιν· Τί γὰρ ὄφελος ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι, τὸν, φησὶν, καὶ ἐσθίοντα, καὶ μὴ μετ' ἀμφιβολίας. Ὁρᾷς ὅπως αὐτὸν ἐνάγει, οὖν εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. «Ὅτι οὐκ ἐκ πίστεως.» Κατακρίνεται, φησὶν, οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ἐπειδὴ οὐκ ἐκ πίστεως. Οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο.
It is good not to eat meat or drink wine, nor to do anything by which your brother stumbles." So that these many concessions might not confirm the weaker one in his evil supposition, he lays down a rule again: "Do you have faith? Have it to yourself before God." What he says amounts to this: Do you wish to show me that you are perfect and complete? he says. Do not show it to me, but let your conscience suffice. And here he speaks of faith not concerning doctrines, but concerning the matter at hand. "Blessed is the one who does not judge himself in what he approves." Since he said, "let him have it to himself," so that he might not think the judgment seat a small thing, he says this: this is better for you than the whole world; even if all accuse you, but you do not judge yourself, nor does your conscience take hold of you, you are blessed. But he has set this down not simply speaking about all things—for there are many who do not condemn themselves and yet greatly transgress; these are more wretched than all—but concerning the matter at hand. "But the one who is divided, if he eats, is condemned." Again, urging them to spare the weaker, he says this: For what benefit is it if he eats while divided and condemns himself? For I receive that one, he says, who both eats and does not eat with doubt. You see how he leads him on, not only to eat, but also to eat with a clean conscience. "Because it is not of faith." He is condemned, he says, not because it is unclean, but because it is not of faith. For he did not believe that it is clean, but touched it as though it were unclean.
Δείκνυσι δὲ διὰ τοῦτο αὐτοῖς, καὶ τὴν βλαβὴν ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τούτου ἀπόσχωνται τοῦ ἐπιπλήττειν. «Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί.»
ΚΕΦΑΛ. ΙΕʹ.
«Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ παρακλήσεως δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.» Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶν, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐ ἥμαρτεν; Ταῦτα δὲ πάντα ἐπὶ τῆς προκειμένης ὑποθέσεως αὐτῷ εἴρηται. Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι· ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελεν τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλὰ καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὰ ἑαυτοῦ παρεῖδεν. Δείκνυσιν οὐ μόνον τὸν Υἱὸν ὀνειδισθέντα, ἀλλὰ καὶ τὸν Πατέρα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲ ξένον. Οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν.
He shows them through this also the harm they work, compelling even without persuading them to touch what for a time seemed to them to be unclean, so that by this means at least they might refrain from finding fault. "But everything that is not of faith is sin."
CHAPTER 15.
"We who are strong ought to bear the weaknesses of the weak, and not to please ourselves. Let each of you please his neighbor for his good, for building up. For even Christ did not please himself, but as it is written: The reproaches of those who reproach you fell on me. For whatever was written beforehand was written beforehand for our instruction, so that through patience and the comfort of the Scriptures we might have hope. May the God of patience and comfort grant you to think the same among yourselves according to Christ Jesus, so that with one mind and one mouth you may glorify the God and Father of our Lord Jesus Christ. Therefore receive one another, just as Christ also received us to the glory of God." For when one does not have confidence, he says, nor believe that it is clean, how has he not sinned? But all these things have been said by him with reference to the matter at hand. It was possible for him not to be reproached; it was possible not to suffer the things he suffered, if indeed he had wished to look to his own interests; but he was both insulted and received a bad reputation among many, being thought to be weak. But looking to our interests, he disregarded his own. He shows that not only the Son was reproached, but also the Father; and what he says is of this sort: Nothing new or strange has happened. For those who in the old times practiced reproaching him, these also raged against the child.
«Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.» Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγεται, ἔτι τοῦ κεφαλαίου ἐχόμενος· ὁ δὲ νοῦς οὗτος· Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα· Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Ἀλλ' ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελίας ἐστέρει λοιπὸν ἐκείνης τῆς διδομένης περὶ αὐτῶν πρὸς τοὺς πατέρας. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφήκει διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, καὶ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν
For I say that Christ has become a servant of the circumcision for the truth of God, to confirm the promises of the fathers." Again he speaks concerning the care of Christ, still keeping to the main point; and the meaning is this: A promise had been made to Abraham, saying, "To you I will give the land, and to your seed." But after this all the descendants of Abraham became liable to punishment. For the law, when transgressed, worked wrath for them, and deprived them of that promise which had been given concerning them to the fathers. Therefore the Son, having come, cooperated with the Father, so that those promises might be fulfilled and come to completion. For having fulfilled the whole law and, through the cross, having released them from the curse that was upon the transgression, he did not allow the promise to fall through. When, then, he says "a servant of the circumcision," he means this: that having come and fulfilled the whole law, and having been circumcised, and having become the seed of Abraham, he dissolved the curse, and made fit from then on those who were about to receive the
ἐπαγγελίαν. «Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ τὰ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς, καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοῦτο κατασκευάζει τῷ λόγῳ, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, καὶ δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων ἥψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει αὐτῶν τὴν ἀπόνοιαν. Ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίας πατέρων δείκνυσι διδόμενα τὰ ἀγαθά· τοῖς δὲ ἐξ ἐθνῶν ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης. Τὸ δὲ, δοξάζειν τὸν Θεὸν, τοῦτό ἐστι, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Διὸ καὶ μαρτυρίας ἐπάγει πολλὰς, δι' ὧν δείκνυσιν ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν. Ταύτας δὲ πάσας παράγει τὰς μαρτυρίας, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται, τῶν προφητῶν πάντων καλούντων αὐτοὺς, τοὺς ἐξ ἐθνῶν φημι, καὶ τὸν ἐξ ἐθνῶν πείσῃ μετριάζειν, τοῦ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.
promise. "But the Gentiles, for mercy's sake, glorified God, as it is written: For this cause I will confess to you among the Gentiles, and sing to your name. And again he says: Rejoice, you Gentiles, with his people. And again: Praise the Lord, all you Gentiles, and let all the peoples praise him. And again Isaiah says: There shall be the root of Jesse, and he who rises to rule the Gentiles; in him shall the Gentiles hope. Now may the God of hope fill you with all joy and peace in believing, so that you may abound in hope, in the power of the Holy Spirit." He establishes by this argument that those from the Gentiles are debtors to God for greater things. And if they are debtors for greater things, they would also be just in bearing the weak, those from the Jews. For since he had touched them sharply, lest this should make them elated, he restrains their arrogance. For to those he shows that the good things are given by promise of the fathers; but to those from the Gentiles by mercy and love of mankind alone. And this—to glorify God—means to be joined together, to be united, to praise with one accord, to bear the weaker one, not to overlook a member torn away. Therefore he also brings forward many testimonies, through which he shows that those from the Jews ought to be joined to those from the Gentiles. And he produces all these testimonies, at once restraining the one from the Jews, lest he be elated—since all the prophets call them, I mean those from the Gentiles—and persuading the one from the Gentiles to be moderate, by showing that he is liable for greater grace.
«Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης.» Τουτέστιν, ὁ ἐπιτιμῶν καὶ ἐγκαλῶν. –Τὴν ὁλόκληρον ἀρετὴν οὕτω καλεῖ. «Πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.» Ἐπειδή εἰσί τινες φιλόστοργοι μὲν, οὐκ εἰδότες δὲ τῷ πράγματι χρήσασθαι καλῷ. «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Πάλιν τὰ τῆς ταπεινοφροσύνης φησίν· τούτου γὰρ μάλιστα ἔδει αὐτοῖς. «Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων, ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς, εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. Πῶς δὲ γένοιτο εὐπρόσδεκτος ἐν Πνεύματι ἁγίῳ, ἀλλ' ἢ ὅταν ἡμῖν πρὸς τῇ πίστει καὶ πολιτεία προσγένηται πνευματικὴ, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἡμῖν; «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν Θεόν.» Ἐπειδὴ σφόδρα ἑαυτὸν ἐταπείνωσεν, πάλιν ἐπαίρει τὸν λόγον· καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξῃ εὐκαταφρόνητος εἶναι. «Οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐδὲν γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα. Τῆς γὰρ χειροτονίας μου ἔχω δεῖξαι τὰ τεκμήρια. «Ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ·
But I myself am persuaded concerning you, my brothers, that you also are full of goodness.” That is, he who reproves and accuses. He calls complete virtue by this name. “Filled with all knowledge, able also to admonish one another.” Since there are some who are affectionate but do not know how to use a good thing rightly. “But I have written to you more boldly, brothers, in part, as reminding you because of the grace given to me by God, that I should be a minister of Christ Jesus to the Gentiles, ministering the Gospel of God.” Again he speaks the things of humility; for this was especially needed by them. “That the offering of the Gentiles might be acceptable, sanctified in the Holy Spirit.” That is, the souls of those who are taught, that they might be received. For God did not bring me to this point so much honoring me as caring for you. And how would it become acceptable in the Holy Spirit, except when a spiritual conduct is added to our faith, so that we may hold the Spirit that was given to us? “I have therefore a boast in Christ Jesus toward God.” Since he humbled himself greatly, he again raises his discourse; and he does this on their behalf, so that he might not seem to be contemptible. “For I will not dare to speak of anything which Christ did not accomplish through me for the obedience of the Gentiles, in word and deed, in the power of signs and wonders, in the power of the Spirit of God. For no one could say,” he says, “that my words are a boast. For I have the proofs of my ordination to show. “So that from Jerusalem and round about as far as Illyricum I have fulfilled the Gospel of Christ.
οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι.» Ἀριθμεῖ καὶ πόλεις καὶ χώρας, οὐ τὰς ὑπὸ Ῥωμαίους μόνον, ἀλλὰ καὶ πάντα τὰ βάρβαρα ἔθνη· οἷον Πέρσας καὶ Σαρακηνοὺς καὶ Ἀρμενίους, καὶ τὰ ἕτερα τῶν βαρβάρων ἐθνῶν. Τοῦτο γὰρ, τῷ κύκλῳ, σημαίνει. «Οὐχ ὅπου ὠνομάσθη Χριστός.» Τοσοῦτον ἀπεῖχεν τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζεν τοὺς μὴ ἀκηκοότας διδάσκειν. «Ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομήσω· ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἀλλότριον οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητά φησιν, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον. Ἐπεὶ οὐ τὰ κηρύγματα ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς μισθὸν ἀλλότριον. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. «Νῦν δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις.»
Ὅρα πῶς δείκνυσιν, ὡς οὐ τῆς παρ' αὐτῶν ἐφιέμενος δόξης ἔγραφέν τε καὶ παρεγίνετο. «Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν.» Ἵνα μὴ δόξῃ εὐτελίζειν αὐτοὺς τῷ λέγειν, Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης λόγον κινεῖ, εἰπών· Ἐπιποθίαν ἔχων ἐλθεῖν πρὸς ὑμᾶς. «Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ πορευόμενος θεάσασθαι ὑμᾶς.» Ἵνα μὴ πάλιν αὐτοὺς φυσήσῃ, ὅρα πῶς αὐτοὺς καταστέλλει εἰπών· Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. Ὁμοῦ γὰρ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ καταλῦσαι καταλαζονεύεσθαι ἐκείνους.
Thus also making it a point of honor to evangelize.” He counts both cities and regions, not only those under the Romans, but also all the barbarian nations—for example, Persians and Saracens and Armenians, and the other barbarian nations. For this, “in a circle,” signifies. “Not where Christ was named.” So far was he from thrusting himself upon others’ disciples, and doing this for the sake of glory, that he was eager to teach those who had not heard. “Lest I should build upon another’s foundation; but as it is written: Those to whom it was not announced concerning him shall see, and those who have not heard shall understand. Therefore I was hindered many times from coming to you.” He calls it “another’s” not in respect of the quality of the person, nor in respect of the nature of the preaching, but in respect of the account of the reward. Since the preachings were not another’s, but insofar as it pertained to another’s reward. For the reward of those who had labored for others was another’s. “But now having no more place in these regions.”
Observe how he shows that it was not out of desire for glory from them that he wrote and came. “But having a longing to come to you for many years.” Lest he should seem to slight them by saying, Since I have nothing to do, for this reason I come to you, he again brings forward the account of love, saying: Having a longing to come to you. “Whenever I journey to Spain; for I hope, as I pass through, to see you.” Lest he should puff them up again, observe how he restrains them, saying: Whenever I journey to Spain, I hope, as I pass through, to see you. For at once he wishes to show his love and to put down their boasting.
«Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Ἵνα πάλιν μὴ λυποῖντο ὡς ὁδοῦ πάρεργον αὐτοὺς θεωροῦντος τοῦ Ἀποστόλου, φησὶν τὸ ὑφ' ὑμῶν προπεμφθῆναι, τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρές ἐστε, ὡς οὐ καταφρονῶν ὑμῶν, ἀλλὰ ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω· καὶ ἐπιτείνων τοιοῦτόν φησιν· Ἐὰν ἀφ' ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις.» Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκέτι ἔχω ἐν τοῖς κλίμασι τούτοις· καὶ ἐπιποθίαν ἔχω ἀπὸ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλεν δὲ ἔτι βραδύνειν, ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι' ἣν ἀναβάλλεται. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως. Διδάσκει δὲ καὶ ἕτερον λεληθότως, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν τὸ, Πορεύομαι εἰς Ἱερουσαλήμ· νῦν δὲ προσέθηκεν, διακονήσων τοῖς ἁγίοις. «Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαία.» Τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν. «Κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν.» Οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ, κοινωνίαν· τὸ δὲ, τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ αὐτοὺς ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, εἰς τοὺς πτωχοὺς, ἀλλ' εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Καὶ οὐ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε καὶ, ὅτι ὀφειλέται εἰσίν. «Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Δι' αὐτοὺς ἦλθεν, φησὶν, ὁ Χριστός·
And to be sent on my way there by you, once I have first enjoyed your company in part.” Again, so that they might not be grieved, thinking that the Apostle regarded them as a mere byway on his journey, he says “to be sent on my way by you,” that is, so that you may be my witnesses, that it is not out of contempt for you, but drawn by necessity, that I pass by; and intensifying this, he says: “once I have first enjoyed your company in part.” “But now I am going to Jerusalem, ministering to the saints.” Since he had said, “I no longer have a place in these regions,” and “I have a longing for many years to come to you,” but he was going to delay still further, so that he might not be thought to be mocking them, he also states the reason for which he postpones it. And he seems indeed to state the pretext for the delay. But he also teaches something else covertly—to urge them on to almsgiving, and to make them more zealous. For if this were not so, it would have sufficed to say, “I am going to Jerusalem”; but now he has added, “to minister to the saints.” “For Macedonia and Achaia were pleased.” That is, they approved, they desired. “To make some contribution for the poor among the saints in Jerusalem. For they were pleased, and they are debtors to them.” He did not say “almsgiving,” but “contribution”; and the word “some” he did not set down without purpose, but so that he might not seem to reproach them. And he did not say simply “for the poor,” but “for the poor among the saints.” And he was not satisfied with this alone, but added also that “they are debtors.” “For if the Gentiles have shared in their spiritual things, they ought also to minister to them in carnal things.” What he says is of this sort: For their sake, he says, Christ came;
αὐτοῖς ἦν ἅπαντα ἐπαγγειλάμενος, τοῖς ἐξ Ἰουδαίων· ἐξ αὐτῶν ὁ Χριστός· διὸ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία. Ἐκεῖθεν οἱ ἀπόστολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, κοινωνῆσαι, ἀλλὰ, λειτουργῆσαι, ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς καὶ τῷ βασιλεῖ τελούντων φόρους. «Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον.» Τουτέστιν, ὡς εἰς βασιλικὰ ταμεῖα ἀποτιθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ. Καὶ οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ πάλιν, τὸν καρπὸν, δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. «Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν.» Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν. «Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ἡμᾶς, ἐν πληρώματι εὐλογίας Χριστοῦ τοῦ Εὐαγγελίου ἐλεύσομαι.» Ὡσανεὶ ἔλεγεν· Οἶδα ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ Εὐαγγέλιον. Καὶ τοῦτο δὲ τρόπος συμβουλῆς θαυμαστὸς, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμοῦ μὲν μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ λέγει, ἵνα ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνον, μήτε τὸν Υἱὸν, μήτε τὸ Πνεῦμα ἀθετῇς.
having promised all things to them—to those of the Jews; from them is the Christ; therefore he said, “Salvation is of the Jews.” From there are the apostles; from there the prophets; from there all good things. Of all these, then, the world partook. If, therefore, you have partaken of the greater things, he says, you ought also to partake of and share the carnal things with them. And he did not say “to partake,” but “to minister,” placing them in the rank of deacons and of those who pay tribute to the king. “Having therefore completed this and sealed to them this fruit.” That is, as depositing it in the royal treasuries, as in an inviolable and safe place. And he did not say “alms,” but again “fruit,” showing that those who give are the gainers. “I will come by you into Spain.” Again he mentions Spain, showing his untiring zeal and his warmth toward them. “But I know that when I come to you, I will come in the fullness of the blessing of the Gospel of Christ.” As if he were saying: I know that when I come I will see you approved in all things, and abounding in good things, and worthy of countless praises according to the Gospel. And this also is a wonderful manner of counsel—to forestall them with commendations. “But I beseech you, brethren, through our Lord Jesus Christ, and through the love of the Spirit, to strive together with me in your prayers to God for me.” Again here he sets forth Christ and the Spirit, and nowhere makes mention of the Father. But he says these things so that when you see him making mention of the Father and the Son, or of the Father alone, you may not set aside either the Son or the Spirit.
Καὶ οὐκ εἶπε, Πνεῦμα, ἀλλὰ, ἀγάπης Πνεύματος. Καθάπερ γὰρ Χριστὸς ἠγάπησε τὸν κόσμον, καὶ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. «Ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.» Δείκνυσι μὲν τὸ
μέγεθος ὃ εἶχεν ἀγῶνος. Ἀπὸ δὲ τούτου καὶ δεύτερον κατασκευάζει· τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο διακονῆσαι τοῖς ἁγίοις. Οἱ γὰρ μεταξὺ τῶν οὕτω πονηρῶν κείμενοι, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. «Καὶ ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται, ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, διὰ θελήματος Θεοῦ συναναπαύσωμαι ὑμῖν.» Τουτέστιν, ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. Ὅρα δὲ πάλιν πῶς ἐπαίρει τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.» Εὐχῇ σφραγίζει τὸν λόγον.
ΚΕΦΑΛ. Ιςʹ.
«Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι. Καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγεννήθη, καὶ ἐμοῦ. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατ' οἶκον αὐτῶν Ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς.
And he did not say “Spirit,” but “Spirit of love.” For just as Christ loved the world, and the Father, so too the Spirit. “That I may be delivered from those who are disobedient in Judea.” He shows the greatness of the struggle he had. And from this he establishes a second point: to show that he rightly undertook to minister to the saints. For those situated amid such wickedness were also about to perish by famine. “And that my ministry to Jerusalem may be acceptable to the saints, so that I may come to you with joy, and by the will of God may be refreshed together with you.” That is, so that they may receive what is given with eagerness. And observe again how he raises the dignity of those who receive, if indeed the gifts sent need prayers from so great a people in order to be accepted. “And the God of peace be with you all. Amen.” He seals his discourse with a prayer.
CHAPTER 16.
“I commend to you Phoebe our sister, who is a deaconess of the church in Cenchreae, that you may receive her in the Lord worthily of the saints, and assist her in whatever matter she may need of you. For she has been a patroness of many, and of me. Greet Prisca and Aquila, my fellow workers in Christ Jesus, who for my life laid down their own necks, to whom not I alone give thanks, but also all the churches of the Gentiles; and greet the church in their house. Greet Epaenetus, my beloved, who is the firstfruits of Asia for Christ. Greet Mary, who labored much for us.
Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵ τινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. Ἀσπάσασθε Ἡρωδίονα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον, καὶ Ἰουλίαν, καὶ Νηρέα, καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τοῦ Χριστοῦ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Ἐφ' ὑμῖν οὖν χαίρω· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν.
Greet Andronicus and Junia, my kinsmen and my fellow prisoners, who are notable among the apostles, and who were in Christ before me. Greet Amplias, my beloved in the Lord. Greet Urbanus, our fellow worker in Christ, and Stachys, my beloved. Greet Apelles, the approved in Christ. Greet those of the household of Aristobulus. Greet Herodion, my kinsman. Greet those of the household of Narcissus, who are in the Lord. Greet Tryphaena and Tryphosa, who labor in the Lord. Greet Persis, the beloved, who labored much in the Lord. Greet Rufus, the chosen in the Lord, and his mother and mine. Greet Asyncritus, Phlegon, Hermas, Patrobas, Hermes, and the brothers with them. Greet Philologus, and Julia, and Nereus, and his sister, and Olympas, and all the saints with them. Greet one another with a holy kiss. The churches of Christ greet you. But I beseech you, brothers, to watch those who make divisions and scandals contrary to the teaching which you learned, and turn away from them. For such men do not serve our Lord Jesus Christ, but their own belly, and through smooth speech and blessing they deceive the hearts of the innocent. For your obedience has reached all. I rejoice therefore over you; but I want you to be wise indeed for the good, and guileless for the evil. And the God of peace will crush Satan under your feet quickly. The grace of our Lord Jesus Christ be with you. Amen.