khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:401 · narrative
Source
Πολλοὶ γὰρ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων, ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμέ νην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας, ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται, καὶ λέγει αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς· Ἀνὴρ εἶ, φησὶν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα· πᾶντες σου τὰς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακῶς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τοὐναντίον αἱρεῖται. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός· εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γενήσεται ἀγαθός. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο τὸ πονηροὺς εἶναι καὶ ἀγαθοὺς, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος κατεσκεύασεν, ἐχρῆν ἅπαντας εἶναι κακοὺς τοὺς τῆς φύσεως κοινωνοῦντας, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους·
English
For often many powerful men, breathing greed and thinking of nothing other than plunder and injustice, are shamed by certain people either to remit the pressing necessity for the poor man, or to concede something of the debt, or not to take vengeance on those who have grieved them, or on those thought to have grieved them. And he who comes to plead well before a powerful and wicked man does not begin straightway from the truth and say to him what he is, but adds to him the name of virtue: "You are," he says, "a good man; your name is everywhere proclaimed; all sing of your successes"; and he strings together many such things, so that he may be bent by the praise and flee from wickedness. See how evil is conquered by the praises of virtue. No wicked man wishes to be spoken of badly; for nature embraces what is its own, even if the will chooses the opposite. Let us not, then, say, "This man is good by nature, and this man is evil by nature"; for if he is good by nature, he will never be able to become evil; and if he is evil by nature, he will never become good. For if being wicked and good did not lie in our will, nor did the lover of mankind make our nature self-determining, it would have been necessary that all who share the same nature and are subject to the same passions be wicked, or that all be virtuous.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:402 · narrative
Source
ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν· καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμία κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας; Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ἀθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω· καὶ τί λέγω ἕτερον; μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ' ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται. Καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Ἔστι μὲν οὖν καὶ καθ' ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή· ὅταν δὲ ἐν μέσῳ τῶν
English
But when we see those of our own race, though troubled by the same passions, not enduring the same things as we do, but even with a strong reason charioteering nature, and prevailing over its disorderly leapings, and laughing to scorn all the prosperity of the present life, and eagerly longing for the true glory—is it not abundantly clear that they are able to accomplish these things by their own zeal, together with the grace from above? And do we, having used our own laziness, betray our salvation, making ourselves destitute of the goodwill from there? Let no one, then, blame some other person as hindering him from the labors of virtue, but let him ascribe the whole to his own faint-heartedness. And why do I speak of another? Let no one think that even the devil himself is able to hinder the road that leads to virtue; but he deceives and trips up the more lazy, yet he does not hinder and compel. And the very experience of things shows this: that whenever we wish to be sober-minded, we display such intensity that, even though there are many who urge us toward the road of vice, we do not endure their counsel, but become harder than any adamant, and block the ears of those who counsel base things. But when we are lazy, even though there is no one counseling or tripping us up, we rush of our own accord toward vice. Virtue is indeed admirable even by itself; but when, in the midst of those...
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:403 · narrative
Source
κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν ταύτην ἀποφαίνει. Οὐ γὰρ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. Καὶ τῆς μὲν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορθῶν ἦ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται. Καὶ εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν, δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ· πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάντων γοῦν ἀπολλυμένων διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τῆς φιλ ανθρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμένους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευτήσαντας καταφεύγει, καὶ δι' ἐκείνους φησὶν ἀφιέναι τὰ ἁμαρτήματα. Ὡσπεροῦν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Εἶδες πόση τῶν ἁγίων ἡ ἀρετή; οὐ γὰρ τὰ ῥήματα αὐτῶν μόνα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ τοῦ Ἠλίου μηλωτὴ τὸν Ἰορδάνηνἔσχισε· τὰ ὑποδήματα τῶν τριῶν παίδων τὸ πῦρ κατεπάτησαν· τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σίδηρον ὑπὲρ τῆς ἐμφανείας βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλατταν, τὴν πέτραν ἔῤῥηξε· τὰ ἱμάτια Παύλου δαίμονας ἤλασαν· αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευσαν·
English
If someone obtains this [office] while others are preventing him, he makes it far more admirable. For it is not the place that makes virtue, but virtue is by nature what makes the place venerable. And many, even the wicked, share in the benefit of one man's virtue; but by the wickedness of many, even if there is one man among a great people who succeeds, he is not dragged down with them. And one man living rightly can snatch an entire people from the wrath of God; but an entire city that has been corrupted cannot draw the man who lives well to its own punishment and chastisement, nor bring him down. And this is clear from Noah: when all were perishing, he alone was saved. And it is evident from Moses: he alone was strong enough to turn aside [the wrath] from so great a people. But I have yet another demonstration of God's love for humanity to mention. For when he does not find living men who have boldness and are able to beg forgiveness for those who have sinned, he takes refuge in the dead, and for their sake, he says, he forgives the sins. As he says to Hezekiah: I will defend this city for my own sake and for the sake of David my servant, who has already died. Do you see how great is the virtue of the saints? For not only their words, but even their very garments are always worthy of reverence for the whole creation. The mantle of Elijah split the Jordan; the sandals of the three children trampled the fire; the wood of Elisha changed the waters and made iron to float above its surface; the rod of Moses split the Red Sea and broke the rock; the garments of Paul drove out demons; the shadows of Peter put death to flight.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:404 · narrative
Source
ἡ τέφρα τῶν ἁγίων μαρτύρων πονηροὺς ἀπελαύνει δαίμονας. Διὰ τοῦτο μετ' ἐξουσίας ἅπαντα πράττουσι καθάπερ ὁ Ἠλίας. Οὐ γὰρ δὴ μόνον ἑώρα τὸ διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ' ἑώρα καὶ τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ καταδίκου παντὸς ἀθλιώτερον διακειμένην· καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον, καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς· καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτῃ ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται θησαυρός; Τοιοῦτος λέων ἦν καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον, καὶ βοήσας μόνον, τὰ θεμέλια ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι. Διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυον πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας φυγαδεύει πάντοθεν. Ἀλλὰ τίς λόγος ἀρκεῖ τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων ὅπερ ἕκαστος εἶχε καλὸν ἐκέκτητο.
English
The ashes of the holy martyrs drive away evil demons. For this reason they do all things with authority, just like Elijah. For he did not see only the diadem and the outward display of the king, but he saw also his soul clothed in rags, squalid, filthy, and in a condition more wretched than any condemned man; and seeing him a captive and a slave to his passions, he despised his rule; for it was as on a stage, not in truth, that he seemed to see a king. For what is the benefit of outward wealth, when the inner man is in such great poverty? And what is the harm of outward poverty, when so great a treasure is stored up within? Such a lion was the blessed Paul also; for entering the prison and merely crying out, he shook the foundations, he devoured the chains, not using teeth but words. Therefore they must be called not only lions, but something even greater than lions. For the lion, often falling into a net, is caught; but the saints, when bound, then become stronger; the lion roars, and puts all the wild beasts to flight; the saint speaks, and puts the demons to flight from every side. But what speech suffices for the achievements of Paul, or what tongue will be able to reach the praises of this man? For whether prophets displayed something noble, or patriarchs, or righteous men, or apostles, or martyrs, he has gathered all these together and possesses them with such surpassing greatness as none of those possessed the good that each one had.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:405 · narrative
Source
Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων; πόσης οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειλοχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ καὶ ἄλλων κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως τῶν λυπούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ, καὶ ὁ Δαυῒδ ἐπὶ τῇ πραότητι, καὶ ὁ Ἠλίας, ὅτι ὑπὲρ τοῦ Δεσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον, ὃς πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μεθ' ὑπερβολῆς; Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ' ἑαυτὸν μυριάκις
κατέλυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος. λιθαζόμενος, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων· οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι καὶ ἁλύσεσι καὶ δεσμωτηρίοις καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον· τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσεν;
English
When, therefore, a single soul has gathered to itself all the good things that exist among humans, and all of them in excess—not only the things of humans but also the things of angels—how shall we get the better of the greatness of these praises? Of how much condemnation would we not be worthy, when one man has gathered into himself all good things, and we do not even strive to imitate the smallest fraction of him? For the patriarch Abraham is admired for many other achievements as well, but especially for sacrificing his own son. And Isaac for his forbearance, because when driven from his own boundaries he did not retaliate, but yielded everywhere his own possessions, until he satisfied the unjust desire of those who vexed him. And Jacob for his endurance and patience, and David for his gentleness, and Elijah because he was zealous for his Master. But what could be equal to Paul, who has gathered all these things together in excess? For he did not sacrifice a son, but himself he put to death ten thousand times; and he was not only driven from his own boundaries, but over land and sea, both Greek and barbarian, and simply the whole earth that the sun looks upon, he went about as if winged, dragged, beaten, stoned, and dying every day; nor did he serve twice seven years, scorched by the heat of the day and the frost of the night, but spent his whole life in hunger and nakedness and chains and prisons and plots and dangers. And as for clemency and gentleness, who achieved them more, and who equally? Both of these the soul of Paul accomplished.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:406 · narrative
Source
Εἰ δὲ τὸν ζῆλον ἴδοις αὐτοῦ, τοσοῦτον ὄψει κρατοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Ἀλλ' ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον· ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισῶσαι λοιπόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμαστὸν εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλωμεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν πρὸς τὸ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται·
English
But if you look at his zeal, you will see that he surpasses Elijah as much as that one excelled the other prophets. But John ate locusts and wild honey; yet this man dwelt in the middle of the inhabited world just as that one did in the desert, not eating locusts and wild honey, but setting before himself a table far cheaper than that, and not even having an abundance of necessary food because of his zeal for the proclamation. It remains, then, to compare him to the angels. And let no one condemn the word as rash; for if the Scripture called John an angel, what is wonderful if we compare to those powers the one who is better than all? For what at last is man, and how great is the nobility of our nature, and of how great a virtue this creature is capable, Paul showed most of all men; and now he stands where he has been since he came to be, with bright voice defending the Master to all who find fault with our constitution, and showing that the middle between angels and humans is not great, if we are willing to attend to ourselves. For he did not receive a different nature, nor partake of another soul, nor inhabit another world, but having been reared in the same land and country and laws and customs, he surpassed all men who have been since men came to be; and as a dead man would be motionless toward a dead man, so with precision he calmed the leapings of nature, never suffering anything human toward anything. For just as in the case of money, the one who has gained two gold coins receives greater eagerness to collect and gather ten and twenty, so also it happens in the case of virtue.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:407 · narrative
Source
ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, τῆς ἐργασίας παράκλησίν τινα λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων πλειόνων ὁμοίως ἅψασθαι. Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' ἵνα πάντες. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀνατρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατορθώσαντες· ἀλλ' ἐκεῖνο σκόπει, ὅτι οὗτοι οἱ ὀλίγοι οἱ μὴ διορθώσαντες πολλοὺς διαφθεροῦσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος, ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας· καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου, ταχέως τὸ νόσημα ὁδῷ βαδίζον καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα, καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι μᾶλλον βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐδὲ τὴν φύσιν αἰδούμεθα, πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ πονηροὺς ὄντας. Ἀλλὰ σκανδαλίζονται, φησὶ, καὶ κακῶς ὑποπτεύουσι. Καὶ τί τοῦτο; σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται·
English
The one who has done a good work and succeeded in it receives from the work itself a certain encouragement and exhortation, so as to undertake more others in like manner. And let no one say to me that many have succeeded; for this is not what is sought, but that all should. Do you not see this happening also in the body? For if we strike and injure only the nail, the whole body suffers pain together with the limb. Do not, then, say this, that a few certain ones were left who did not succeed; but consider that, that these few who did not correct themselves destroy many others. For there was one man who had committed fornication among the Corinthians, and yet Paul groaned over it as though the whole city had perished; and very reasonably, for he knew that if that man were not disciplined, the disease, advancing quickly on its way, would soon overrun all the others. For if we cut off the festering and incurable member from the limbs, fearing lest the rest of the body also receive the same corruption, and we do this not despising that member but rather wishing to preserve the rest—how much more is it necessary to do this in the case of those who associate with us for evil? For if we are able both to correct them and not be harmed ourselves, we must do everything; but if they remain uncorrected and harm us too, it is necessary to cut them off and cast them out. For if, having worthless sons, we disown them and do not even respect nature, much more must we flee from associates and acquaintances who are wicked. But, he says, they are scandalized and suspect evil. And what of that? Honor yourself, and no one will be able to insult you.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:408 · narrative
Source
ἂν δὲ σὺ σαυτὸν ἀτιμάζῃς, κἂν ἄπαντές σε τιμήσωσιν, οὐ τιμηθήσῃ ποτέ. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος οἷός ἐστιν· ἀλλ' ὁ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δίδωσι δίκην· ὁ δὲ
πονηρὸς ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρῖμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα ἑαυτοῦ· ὅταν δὲ λανθάνῃ, καὶ εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε ἀναβλέψαι δυνήσονται; Ὥστε οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρὰ πάντων ἀκούειν καλῶς, οὐδὲ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ τοιοῦτος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων; Πάλιν, εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Ὥστε τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρὰ τοῦ Θεοῦ μόνον δεχόμενον ἔπαινον, ἀδύνατον ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ καλῶς ἀκούειν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ' οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ἰσχυροτέραν ταύτην ἀπεργάζεται.
English
But if you dishonor yourself, even if everyone honors you, you will never be honored. For the one who is good and receives a reputation for wickedness is not harmed at all by this as regards being what he is; but the one who suspects rashly and in vain gives the ultimate penalty. But the wicked man, if he is suspected of the opposite, will gain nothing from this, but will even have a greater judgment, and will fall into greater negligence. For the one who is such and is suspected, even if he should be humbled, he would recognize his own sins; but when he goes unnoticed, he also falls into insensibility. For if, when all are accusing them, those who sin scarcely rouse themselves to compunction, when not only do some accuse them but even praise them, when will they be able to look up? So it is not possible for those who are in virtue to be well spoken of by all, nor is it possible for one who cultivates virtue not to have many enemies; for praise from all would be the greatest proof of not making much account of virtue. For how would such a man be praised by all, if he wished to snatch the wronged from the wrongdoers? Again, if he wished to correct those who sin and to praise those who do right, is it not likely that he would praise some and blame others? So it would be impossible for one who pursues virtue with exactness, and who receives praise only from God, to be praised and well spoken of by all men. For wickedness always displays great madness against virtue; but not only does it not harm it at all, but by warring against it, it makes it stronger.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:409 · narrative
Source
Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ ἐν τῷ πάσχειν τῶν τοιούτων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Ἐννόησον γάρ μοι τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; ἀλλ' ὁ μὲν ἀναιρεθεὶς ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν καὶ περιγενόμενος καὶ τότε ζωὴν βαρυτέραν θανάτου ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Ἄκουσον δὲ καὶ τοῦ Χριστοῦ λέγοντος· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία. Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ' ὀλίγοι οἱ δίκαιοι· καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ' ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω καὶ ἡ δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει· καὶ ὅπως, ἄκουε. Δώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ' ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην εἰς ἑαυτοὺς ἐπέστρεψαν. Καὶ γὰρ καὶ ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς ποιότητος. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν γνῶναι ὅσον δύναται πλέον παῤῥησία δικαίου δυναστείας τυραννικῆς, τοῦ Ἰωάννου ἄκουσον λέγοντος τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα.
English
For such is the power of virtue that it prevails over such things even in suffering, and in being warred against it is set above those who war against it. For consider Abel with me: was he not killed by Cain? But the one killed is from that time until now proclaimed and crowned, and so great a span of time has not withered his memory; while the one who killed and prevailed both then endured a life heavier than death, and from that time until now is held up to public infamy, and receives accusations from all. And these things in the present life; but the things in the age to come, what speech, what mind will be able to set them forth? But hear Christ also saying: The kingdom of heaven is like leaven, which a woman took and hid in three measures of flour. So the righteous have the power of leaven, in order to change the wicked to their own quality. But few are the righteous; for the leaven also is small; but that smallness changes the whole lump to itself through the power that is in it. So also the power of the righteous has its strength not in the quantity of their number, but in the grace of the Spirit; and how, hear. Twelve were the apostles; you saw how small the leaven? The whole inhabited world was in unbelief; you saw how great the lump? But those twelve turned the whole inhabited world to themselves. For both the leaven and the lump are of the same nature, but not of the same quality. And if you wish to know from another example how much more the boldness of a righteous man can do than tyrannical dominion, hear John saying to Herod: It is not lawful for you to have your brother's wife.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:410 · narrative
Source
Ὁ Ἡρώδης, βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων δυναστείαν βασιλικήν· ὁ Ἰωάννης, πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον. Ἀλλ' οὗτος ὁ πτωχὸς, ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων ἐξ αὐθεντίας προστάττει, Οὐκ ἔξεστί σοι. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἀλλ' ὑπὲρ τούτων ἐμβάλλεται εἰς δεσμωτήριον ὁ δίκαιος· γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, καὶ εἴσεισιν ὀρχούμενον τὸ κοράσιον ἐν μέσῳ τοῦ συμποσίου, καὶ ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, ὥστε τὸν Ἡρώδην ὀμόσαι, Αἴτησαι ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως ἡμίσους τῆς βασιλείας μου. Ἄθλιε καὶ ταλαίπωρε, οὕτω προδιεφθάρης τῆς διανοίας τοὺς ὀφθαλμούς; τοσούτου κρίνεις τὴν βασιλείαν ἀξίαν; ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπεδίδοσο τὸ ἥμισυ· ἐὰν δὲ δεύτερον ὀρχήσηται, τί ποιήσεις; Εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προσαιτεῖν. Οἱ γὰρ πρὸς τὰ
English
Herod, a king, had bodyguards, was clothed in wealth, and wielded royal power; John was poor, homeless, cityless, possessionless, foodless, eating locusts from the plants and wild honey. But this poor man, who walked in the deserts, commands with authority the ruler of populous cities: It is not lawful for you. Do you see how by nature ruling belongs to virtue over vice? But for these things the righteous man is cast into prison; that bitter banquet takes place, and the girl comes in dancing in the midst of the banquet, and she pleases Herod and those reclining with him, so that Herod swears, Ask whatever you wish, and I will give it to you, up to half of my kingdom. Do you see where he threw away his kingdom? Whatever you ask, I will give you, and up to half of my kingdom. Wretched and miserable man, were the eyes of your mind so corrupted beforehand? Do you judge the kingdom to be worth so much? The girl danced once, and half was being given away; but if she dances a second time, what will you do? Pray that she not dance again, or that having danced again she not be applauded; otherwise, begging is left to you. For those who
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:411 · narrative
Source
παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι πολλὴν, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν. Ἔστω γάρ τις βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστός· ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· καὶ τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιτάττει τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα, καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικὼς, ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Ὥσπερ γὰρ ὁ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, διὰ τοῦτο αὐτὸ μάλιστα πᾶσιν εὐάλωτός ἐστιν· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, κἂν αὐτὸ περικέηται τὸ διάδημα, ἀράχνης πάσης ἐστὶν εὐτελέστερος. Τί τοίνυν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν, ἑκόντες ὑποσυρέντες, καὶ πρὸς τὴν κακίαν αὐτομολήσαντες; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς πονηρὸς, ἐπεὶ μὴ ἐδιπλασίασεν, ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι πόνον;
English
Gaping at the present things, even if they be rich ten thousand times over, even if they be clothed in great dominion, they are in the rank of slaves and man-servants to those who pursue virtue. For let there be some wicked king, and a good private citizen; let us see who is master of whom, and where the marks of lordship shine forth; and who is the ruler, and who the ruled. How then shall we know this? The king commands the private citizen to do something wicked and full of transgression; what then does the good and obedient private citizen do? Not only will he not yield nor obey, but he will even attempt to draw the one who commands him away from what lies before him, even if he must die. Who then is free? The one who does what he wishes, and does not even fear the king, or the one who is despised by his subject? For just as the captive, even if he has countless wealth, is for this very reason most easily captured by all, so too the one captured by the passions, even if he wears the diadem itself, is more worthless than any spider's web. What then could be more pitiable than those who pursue vice, when they are deprived even of the very title of being called human beings, and undergo punishment, because having received many starting points from nature, they have betrayed these, willingly dragged down and deserting to vice? For if the one who does not return what was given is wicked, because he did not double it, what will he hear who has even destroyed this? If that one was bound and carried off to where there is the gnashing of teeth, what shall we suffer, when ten thousand things drag us toward virtue, while we shrink back and hesitate? Do you not see the cheapness of life and the uncertainty of existence, and the toil in present things?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:412 · narrative
Source
Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν; Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ Ἰούδας προδότης ἐγένετο, ἀλλ' οὐ κατηγορία τοῦτο τῆς ἀποστολῆς, ἀλλὰ τῆς ἐκείνου γνώμης· καὶ ἰατροὶ πολλοὶ δήμιοι ἐγένοντο, καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων· ἀλλ' οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον· καὶ ναῦται πολλοὶ κατεπόντισαν πλοῖα, ἀλλ' οὐχ ἡ ναυτιλία, ἀλλ' ἡ κακὴ γνώμη ἐκείνων. Ἀνάγκη μὲν ἐλθεῖν τὰ σκάνδαλα, φησί· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Τί οὖν; ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει; Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴ γε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ' ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη· ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον, καὶ προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψευδὴς ἀναλίσκεσθαι; Οὐδαμῶς· οὐ γὰρ ἂν ἐλέχθη· εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε, φησίν; Ὅτι οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ' ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας·
English
For is it possible to pursue virtue without toil, but vice without toils? If, then, there is toil both here and there, why did you not choose this one, which has great gain? Do not, then, if you see an unworthy priest, slander the priesthood; for one must not slander the thing itself, but the one who uses the good badly; since Judas also became a traitor, but this is not an accusation against the apostolate, but against that man's disposition; and many physicians have become executioners, and have given poisons instead of medicines; but I do not slander the art, but the one who used the art badly; and many sailors have sunk ships, but it is not seamanship, but their evil disposition. It is necessary that scandals come, he says; but woe to that man through whom the scandals come. What then? Does his foretelling bring the scandals? No, his foretelling does not, far from it, nor does it happen because he foretold it, but because it was altogether going to be, for this reason he foretold it; as, if those who bring them did not wish to do evil, they would not have come either; and if they were not going to come, it would not have been foretold either; but since those men did evil, and were incurably sick, they came, and he foretells what is going to be. And if those men were corrected, he says, and there were no one bringing the scandals, was this word going to be consumed as false? By no means; for it would not have been spoken; for if all were going to be corrected, he would not have said, "It is necessary that they come"; but since he foreknew that they would be incorrigible from within, for this reason he said that they will certainly come. And for whose sake did he not destroy them, he says? Because those who are harmed are not destroyed from that source, but from their own negligence.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:413 · narrative
Source
εἰ δὲ παρὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ καὶ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ, εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἔζη, τί οὐκ ἂν εἰργάσατο; Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Καὶ γὰρ ἀπὸ πολλῶν τοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι, ἀπό τε τοῦ προσδοκᾷν χείρονα πείσεσθαι, εἰ μὴ μεταβάλλοιτο· ὅταν δὲ μηδενὶ τούτων γένηται βελτίων, πῶς οὐ πολλῷ χαλεπώτερα
πείσεται τῶν προτέρων κακῶν; Καὶ γὰρ ὁ Φαραὼ ἐκ πρώτης τῆς πληγῆς εἰ ἐπαιδεύθη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη παντί. Ἀλλ' ὁ ὑπὸ τοῦ δεσμοῦ γινόμενος καλὸς, οὐκ ἔσται ποτὲ καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς ἐπανήξει πάλιν. Μὴ οὖν τοῦτο ἐρωτῶντες λέγωμεν, Ὁ μηδὲν πεποιηκὼς κακὸν μηδὲ ἀγαθὸν, ποῖον δέξεται τόπον; τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν.
English
But if destruction comes from stumbling blocks, then all would have had to perish. So if we stay sober, we reap no small profit from this—namely, to be continually watchful. For if, with enemies present and so many temptations pressing upon us, we sleep, what would we be while living in security? And, if you wish, consider the first man. For if, having lived in paradise only a short time—perhaps not even a whole day—and having enjoyed luxury, he drove himself to such a depth of wickedness as to imagine equality with God, to regard the deceiver as a benefactor, and to keep no commandment at all, if he had lived the life that followed, what would he not have done? For when a man, once freed from evils, is not disciplined, he will suffer things far worse than before. For he ought to have been disciplined by many things—by having suffered previously, by having been delivered, and by expecting to suffer worse if he did not change. But when he becomes better by none of these, how will he not suffer things far worse than his former evils? For Pharaoh, if he had been disciplined by the first plague, would not have experienced the later ones, nor would he afterward have been drowned together with his whole army. But he who becomes good by constraint will never be good; once released from necessity, he will return again. Therefore, let us not ask this and say, "He who has done neither evil nor good—what place will he receive?" For not to have done good is itself to have done evil.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:414 · narrative
Source
Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ' οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι; καὶ μὴν οὐδὲν εἰργάσατο κακόν· αὐτὸ μὲν οὖν ἐστι κακὸν τοῦτο τὸ μὴ ποιεῖν ἀγαθόν. Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν τι αὐτῷ· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο ἠδίκησε. Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα.
English
For if you have a servant who does not steal, nor insult, nor talk back, but also restrains himself from drunkenness and all other such things, yet sits idle all day long and does nothing of what a servant owes his master, will you not whip him, will you not torture him, tell me? And yet he has done no evil—but this very thing is evil, namely, not to do good. Let us suppose a farmer too, and let him not damage any of our property, nor plot, nor steal, but only sit at home with his hands tied, neither sowing, nor cutting a furrow, nor tending a vine, nor laboring at any other of the tasks concerning the land—shall we not punish such a one? And yet he has done no wrong, nor do we have anything to accuse him of—but this very thing is what he has done wrong. And in the case of our own body, let the hand not strike the head, nor cut out the tongue, nor gouge out the eye, nor work any other such evil, but only remain idle and not fulfill its own service to the whole body—is it not worthy to be cut off, or to be carried around idle and doing damage to the whole body? What then, if the mouth does not eat the hand, nor bite the breast, but falls short in all its own functions—is it not better that it be stopped up instead? If, then, in these cases not only the doing of something evil, but also the lack of good things is a great injustice, much more so in spiritual matters. Would that it were possible for me to succeed on your behalf, and for you to receive the prizes of those successes—and I would not have troubled you so much.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:415 · narrative
Source
Ὥσπερ γὰρ μήτηρ ὁρῶσα παιδίον πυρέττον, παρεστῶσα ἀχθομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπεν· Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω κἀγὼ λέγω, Εἴθε δυνατὸν ἦν ἐμὲ πονέσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ὁ τοίνυν δυνάμενος καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέχεσθαι λύμην· οὕτω γὰρ καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΖʹ. Περὶ παίδων ἀνατροφῆς.
Δέομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ καὶ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο.
English
For just as a mother, seeing her child burning with fever, standing by him as he is distressed and inflamed, has often said in lamentation, "Would that it were possible for me, my child, to take upon myself your fever and draw the flame onto myself"—so I too say, "Would that it were possible for me, by suffering on your behalf, to set all of you aright." But this is not possible, it is not. Therefore let the one who is able also to correct others associate with those who are about to receive healing, and let him make them better; but let the weaker man flee from the wicked, so as not to receive harm from them. For in this way he will both live out the present life in safety and attain the good things to come—may we all attain them, by the grace and love for mankind of our Lord Jesus Christ, with whom be glory to the Father together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen. Homily 27. On the upbringing of children.
I entreat and implore, beloved, that we take great forethought for our own children, and that we seek everywhere the salvation of their soul. Imitate the blessed Job, who, fearing even for their sins committed in thought, offered sacrifices on their behalf and took great forethought for them; imitate Abraham; for he too was zealous not for money and possessions, but for the divine laws, so as to entrust their careful observance to his descendants.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:416 · narrative
Source
Καὶ ὁ Δαυῒδ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας,
καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης, καὶ τὰ ὄντα ἀπόλλυνται χρήματα μετὰ κινδύνου καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης, καὶ τὰ οὐκ ὄντα προσγίνεται. Δεῖ τοίνυν σκοπεῖν τοὺς γονεῖς, οὐχ ὅπως τοὺς παῖδας ἐν ἀργυρίῳ καὶ χρυσίῳ πλουσίους ποιήσωσιν, ἀλλ' ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ τῇ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ' ἂν εὐπορώτεροι· ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους μετὰ ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότες, ὅτι τούτων ἀμελουμένων οὐδεμίαν ἕξουσι παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας· Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ ἑτέρου· πόσῳ μᾶλλον τῆς τῶν παίδων; Σὺ δὲ ὅπως μὲν ἵππος γένοιτο καλὸς αὐτοῖς, καὶ οἰκία λαμπρὰ, καὶ πολυτελὴς ἀγρὸς, πάντα ποιεῖς καὶ πραγματεύῃ· ὅπως δὲ ψυχὴ καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχεις λόγον. Καίτοι τὰ μὲν κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετὰ ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ' αὐτοῦ·
English
And when David was nearing his end, calling his own son, he gave him these commands in place of a great inheritance, and said continually: If you wish, my child, to live according to the laws of God, none of unexpected things will fall upon you, but all your affairs will come to you with a favorable flow, and you will enjoy great security; but if you fall away from that help, your kingdom and this great power will be of no benefit to you. For when piety is absent, even the possessions that exist are destroyed with danger and the utmost shame; but when it is present, even things that do not exist are added. Parents must therefore take care, not that they make their children rich in silver and gold, but that they make them more abundantly supplied than all in reverence and philosophy and the possession of virtue; that they may need few things, that they may not be frantic over the things of life and youthful desires. And it is necessary to examine carefully their comings and goings, their places of resort, their associations, knowing that if these are neglected they will have no forgiveness before God. For if we are required to give account for the provision of others—for, it says, let each one seek not his own good, but the good of the other—how much more for that of children? But you do everything and contrive everything so that a fine horse may be theirs, and a splendid house, and a costly field; but for a beautiful soul and a pious disposition you have no concern. And yet possessions, even if they are many and costly, when there is no good man able to manage them with virtue, will all be destroyed and depart with him.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:417 · narrative
Source
ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας σχεῖν. Ἀλλὰ τοιοῦτόν τι πολλοὶ τῶν πατέρων περὶ τὰ τέκνα πάσχουσιν· οὐ βουλόμενοι μαστίξαι οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις ἑαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοὺς κοινοὺς ἄγεται νόμους, καὶ κολάζεται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ' ἄν; οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ, καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δεηθῇ διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; τολμᾷς ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν αὐτῷ φορὰν οὐκ εἰσενεγκὼν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης διαφθαρῆναι κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, καὶ θηρίου χαλεπώτερον ἐπιπηδᾷς τῇ τοῦ τυπτήσαντος ὄψει·
English
But if the soul becomes noble and philosophic, even if nothing is stored up within, it will be able to possess the goods of all with freedom from fear. But many fathers suffer something like this in regard to their children: not wishing to whip them nor to rebuke them with words, nor to grieve their own sons who live disorderly and lawlessly, they have often seen them caught in the most shameful acts, dragged off to court, cut down by executioners. For when you do not educate, when you do not discipline, he mixes himself with foul and corrupted men, and shares in their wickedness, is led under the common laws, and is punished while all look on; and with the calamity the shame becomes greater, as all point the finger at the father after that son's death, and make the marketplace untrodden for him. For with what eyes will he be able to look back at those who meet him after such disgrace and calamity of his child? What could be worse than this folly? Are you not ashamed and do you not blush, tell me, when the judge punishes your son, and makes him more temperate, and he begs for correction from outside, having lived with you so long a time from the beginning? Do you not cover yourself and sink down? Do you dare at all, tell me, still to be called a father, having thus betrayed your son, and not having brought in the necessary nurture for him, but overlooking his being corrupted by every evil? And if you see some runaway slave slapping the child, you are indignant and angry and displeased, and you leap upon the face of the one who struck him more fiercely than a wild beast.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:418 · narrative
Source
τὸν δὲ διάβολον καθ' ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, καὶ καθεύδεις, καὶ οὐκ ἀγανακ τεῖς οὐδὲ δυσχεραίνεις, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; καὶ ποίας τεύξῃ φιλανθρωπίας; Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς; Καίτοι τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως· ἀλλ' ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ' ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι. Τί δὲ καὶ ἀπολογήσῃ λοιπόν; Οὐ κατῴκησά σοι, φησὶν, ἐξ ἀρχῆς τὸν παῖδα; ἐπέστησα δὲ σὲ αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα· οὐ τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; οὐχ ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα καὶ ῥυθμίζειν; ποίαν οὖν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι
English
But seeing the devil striking him every day, demons leading him into sins, do you sleep and not grow indignant nor be vexed, nor snatch your son from the most savage beast? And of what love for humanity will you obtain? For how is it not absurd that when your son is afflicted by a demon, you run to all the saints and trouble those on the peaks of the mountains, so as to deliver him from that madness; but when sin, which is more grievous than every demon, troubles him continually, you do nothing more? And yet to be troubled by a demon is nothing grievous; for the demon certainly cannot cast one into Gehenna; but if we are watchful, this trial will bring us bright and conspicuous crowns, whenever we bear such assaults with thanksgiving; but for one who lives with sin it is impossible ever to be saved, but it is altogether necessary both to be shameful here and, having departed there, to be punished again with deathless punishments. And what defense will you make for the rest? Did I not, he says, establish the child with you from the beginning? Did I not set you over him as teacher and protector and guardian and ruler? Did I not put all his authority into your hands? Did I not command you to mold and shape him while he was tender? What forgiveness then could you have, if you overlook him when he has run away? For what could you say? That
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:419 · narrative
Source
δυσήνιός ἐστι καὶ τραχύς; ἀλλ' ἐξ ἀρχῆς ἔδει σε ταῦτα πάντα ὁρῶντα, ὅτε εὐήνιος ἦν καὶ κομιδῇ νέος, χαλινοῦν, μετὰ ἀκριβείας ἐθίζειν, πρὸς τὰ δέοντα ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ κινήματα τῆς ψυχῆς, ὅτε εὐκολωτέρα ἡ ἐργασία· τότε τὰς ἀκάνθας ἐκτεμεῖν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο· καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη καὶ αὐξανόμενα δυσκατέργαστα γέγονε. Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν ὁ Θεὸς μὲν, ἐπειδὰν παρ' αὐτῶν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· Ὁ μὲν γὰρ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω· ἡμεῖς δὲ ὑβριζομένου αὐτοῦ παρ' αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Μὴ τοίνυν τῶν παίδων ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ, πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ· ὡσπεροῦν τὸν πονηρὸν ἀποστρέφονται καὶ μισοῦσι, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν· οἱ γὰρ τῶν παίδων ἀμελοῦντες, κἂν τὰ ἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην. Εἰ δὲ βούλεσθε γνῶναι σαφῶς, ὅτι κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα καλῶς ᾖ διῳκημένα, τῆς δὲ τῶν παίδων ἀμελῶμεν σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην, προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικής· Ἠλεὶ τούτῳ ὄνομα ἦν·
English
Is he stubborn and rough? But from the beginning, when he was pliable and quite young, you should have seen all these things, bridled him, accustomed him with strictness, regulated him toward what was needful, chastised the impulses of his soul, when the work was easier; then you should have cut out the thorns, when his age was softer and they were more easily plucked up; and his passions, if neglected and growing, would not have become hard to deal with. What defense, then, could we offer when God, whenever we are insulted by them, does not even spare their life? For he says, "He who speaks evil of father or mother, let him die the death"; but do we not even endure to be indignant with them when he is insulted by them? "I," he says, "do not even refuse to kill the one who insults you; but do you not endure even to grieve with a word the one who tramples on my laws?" And where are these things worthy of pardon? Let us not, then, neglect our children, knowing that when they are well disposed in the things of God, they will also be esteemed and distinguished in the present life. For everyone reveres and honors the one who lives with virtue and equity, even if he is poorer than all; just as they turn away from and hate the wicked man, even if he has acquired great wealth. For those who neglect their children, even if in other respects they are equitable and moderate, will undergo the ultimate penalty for this sin. But if you wish to know clearly that even if all our own affairs are well ordered, but we neglect the salvation of our children, we shall pay the ultimate penalty, attend carefully to what is said: There was a certain priest among the Jews, a moderate and equitable man; his name was Eli.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:420 · narrative
Source
οὗτος γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχεν οὐδὲ ἐκώλυεν, μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ πάσης δὲ ἐποίει τοῦτο σπουδῆς· τιμωρίαν μὲν οὐκ ἐπετίθει, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτούς· καὶ τοιαῦτα πρὸς αὐτοὺς συνεχῶς ἔλεγε ῥήματα· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Καίτοι ἱκανὰ μὲν καὶ ταῦτα αὐτοὺς ἀνακτήσασθαι τὰ ῥήματα· ἀλλ' ὅμως, ἐπειδὴ μὴ τὸ πᾶν ὡς ἐχρῆν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν· καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Καί τοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ. Εἰ δὲ τὸν ἐλάττονα ἁμαρτόντα, οὕτω πανέστιον ἀνέτρεψεν ὁ Θεὸς, τοὺς χαλεπώτερα πεπλημμεληκότας, ἀτιμωρήτους ἀφήσει; Εἰ γὰρ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων ἔθνους, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ' ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἀπέκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς καὶ τῆς ἀρετῆς ἀποδέοντας πολὺ τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τούτους διακειμένους; Ὥσπερ γάρ τις ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην·
English
This man becomes the father of two children; and seeing them walking toward wickedness, he did not restrain them nor hinder them—or rather, he did restrain and hinder them, but he did not do this with all diligence. He did not impose punishment, but by words and exhortations he tried to lead them away from that wickedness, and he kept saying such words to them: "Do not, children, do not do so, for the report is not good which I hear about you." And yet these words were sufficient to restore them; but nevertheless, because he did not show the whole measure of what was required, he made God hostile both to himself and to them; and by sparing himself for his children's sake at the wrong time, he destroyed his own salvation together with his children. And yet, apart from his negligence toward his children, God had nothing else to charge against the elder. But if God so overturned an entire household because of the lesser one who sinned, will he leave unpunished those who have committed more grievous offenses? For if the priest, the elder, the renowned man, who presided over the nation of the Hebrews for twenty years without reproach, could plead none of these things to excuse himself, but because he did not care for his children with strictness he perished most piteously, and the sin of this negligence, like a wild and great wave, rose above all those things and concealed all his achievements—what judgment will take hold of us, who fall far short of his virtue, and who not only do not preside over our children but are disposed toward them more harshly than any barbarian? For just as in the case of one's own sins, one cannot flee to defense and pardon—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:421 · narrative
Source
οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων οἱ γεννήτορες· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις εἰς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν ἔχοι λόγον εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Μὴ δὴ πλοῦτον τοῖς παισὶ καταλίπῃς, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας, ζῶντας μὲν μὴ ποιεῖν αὐτοὺς κυρίους πάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ, ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν
κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως πλουσίους αὐτοὺς καταλίπωμεν, ἀλλ' ὅπως ἐναρέτους. Ἂν μὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιμελήσονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν, ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι. Μὴ οὖν πρότερον ἰδιωτικῶν ἢ δημοσίων ἁψώμεθα πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθωσώμεθα τὴν ἑαυτῶν. Ἐὰν ὑμεῖς τοὺς ἑαυτῶν υἱοὺς παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν παιδεύσουσι, καὶ πάλιν ἐκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι·
English
Thus parents are not responsible for the sins their children commit—and quite reasonably so. For if wickedness were present in humans by nature, one could reasonably resort to an excuse; but since we become both base and virtuous by choice, what plausible defense could a man offer who allows the one most desired of all to be corrupted and become wicked? Do not leave wealth to your children, so that you may leave them virtue. For it is the height of folly, while alive, not to make them masters of all that is yours, and at death to give their youth's ease great license. And yet while alive we can both demand an account and discipline and bridle those who misuse what they have; but at death, if along with our absence and their youth we also give them the power that comes from wealth, we will push those wretched and miserable ones into countless cliffs. Let us not, then, consider how we may leave them rich, but how we may leave them virtuous. For if they trust in wealth, they will take care of nothing else, since they have the means to overshadow the wickedness of their character with the abundance of their money; but if they see themselves destitute of that consolation, they will do everything so as to find great consolation in poverty through virtue. Let us not, then, touch private or public affairs before we have corrected our own soul. If you educate your own sons, they too will educate theirs, and again those will teach their own;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:422 · narrative
Source
καὶ οὕτω μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὸ πρᾶγμα προβαῖνον τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τούτου τὸν μισθόν. Ἐὰν γὰρ ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Οἱ γὰρ τῆς τῶν παίδων κοσμιότητός τε καὶ σωφροσύνης ἀμελοῦντες πατέρες παιδοκτόνοι τυγχάνουσι, καὶ χαλεπώτερον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πρὸς ψυχὴν ἡ ἀπώλεια καὶ ὁ θάνατος. Ὥσπερ οὖν, ἂν ἵππον ἴδῃς κατὰ κρημνοῦ φερόμενον, χαλινὸν ἐμβάλλεις τῷ στόματι, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις, καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν· οὕτω καὶ ἐπὶ τῶν παίδων ποίει τῶν σῶν, ἁμαρτανόντων αὐτῶν· δῆσον τὸν πλημμελήσαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· μὴ ἀφῇς λελυμένον, ἵνα μὴ πλέον δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν γὰρ σὺ δήσῃς, ὁ Θεὸς οὐκ ἔτι δεσμεῖ· ἂν δὲ μὴ δήσῃς, τὰ ἄῤῥηκτα αὐτὸν περιμένει δεσμά. Ἀλλ' ἱκανὸν ἔδωκε χρόνον τιμωρίαν, φησί. Πόσον, εἰπέ μοι; ἐνιαυτὸν καὶ ἔτη δύο καὶ τρία; Ἀλλ' οὐ χρόνου πλῆθος ζητῶ, ἀλλὰ ψυχῆς διόρθωσιν· τοῦτο τοίνυν δεῖξον, εἰ κατενύγη, εἰ μετεβάλετο, καὶ τὸ πᾶν γέγονεν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου λοιπόν. Οὐδὲ γὰρ εἰ πολλάκις ἐπεδέθη τὸ τραῦμα ζητοῦμεν, ἀλλ' εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέλησε καὶ ἐν χρόνῳ βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω·
English
And thus this matter, advancing until the coming of Christ, will bring the whole reward to those who provided the root. For if you raise the child well, so too will that one raise his own son, and this one his son; and like a kind of chain and succession of the best conduct it will proceed forever, receiving its beginning and root from you, and bringing you the fruits of the care of your descendants. For fathers who neglect the orderliness and chastity of their children are child-killers, and more harshly so than those others, inasmuch as the destruction and death are of the soul. Just as, then, if you see a horse rushing down a precipice, you put a bridle in its mouth, and you rein it back with vehemence, and you whip it often—and yet this is punishment, but this punishment is the mother of salvation—so also do with your children when they sin: bind the one who has done wrong, until he propitiates God; do not leave him loose, lest he be bound more by the wrath of God. For if you bind him, God no longer binds him; but if you do not bind him, unbreakable bonds await him. But he has given sufficient time for punishment, he says. How much, tell me? A year and two and three years? But I do not seek a quantity of time, but the correction of the soul; show this, then, whether he has been pricked to the heart, whether he has changed, and the whole has been accomplished; for unless this be so, there is no further benefit of time. For we do not ask whether the wound has been bandaged many times, but whether the bandage has done any good. If, then, it has helped even in a short time, let it no longer be applied; but if it has done no good, let it still be applied even after ten years.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:423 · narrative
Source
καὶ ὅρος οὗτος ἔστω λύσεως τοῦ δεδεμένου, τὸ κέρδος. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Καὶ σὺ δὲ, ὦ παῖ, ὡς οἰκέτης δούλευσον τοῖς γεννήσασί σε. Τί γὰρ ἀνταποδώσεις αὐτοῖς, οἷα αὐτοὶ σοί; ἀντιγεννῆσαι γὰρ αὐτοῖς οὐκ ἔνι. Ἀλλὰ καὶ ὅταν ὁ πατὴρ τὸν ἀδελφὸν ἐπιτιμήσῃ τὸν σὸν, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμενος, εἴτε ὡς πατρὶ συναγανακτῶν. Ἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ σοῦ, ῥᾳθυμότερος γίνεται. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ μείζονα· οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Μὴ δὴ τῶν γεγεννηκότων καταφρονῶμεν· κἂν γὰρ αὐτῶν καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνων διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐπικείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται. Ὥσπερ γὰρ κολαζομένων τῶν πονηρῶν, ἕτεροι βελτίους γίνονται, οὕτω καί τινων κατορθούντων πολλοὶ πρὸς τὸν ἴσον ἐνάγονται ζῆλον.
English
And let this be the boundary of the release of the one who is bound: the gain. For nothing so demonstrates the one who holds authority as the affection he shows toward those under his rule. For it is not begetting alone that makes a father, but also loving after begetting. And if where nature is, love is needed, how much more where grace is. And you, child, serve as a slave those who begot you. For what will you repay them, such as they have done for you? For you cannot beget them in return. But also when the father rebukes your brother, be angry with him as well, whether as caring for your brother, or as indignant together with your father. For if the one who has sinned sees that he was rebuked by the father but flattered by you, he becomes more slack. And the harm does not stop even there, but you bring punishment upon yourself as well. For the one who prevents the wound from being healed has no less a punishment than the one who made it, but even a greater one; for it is not the same to strike and to prevent the one struck from being healed; for the latter begets death altogether, but the former does not altogether. Let us not, then, despise those who begot us; for even if we despise them, fearing the rulers we shall certainly be more decent; and even if in sinning we spit upon them, we shall never be able to escape the rebuke of conscience; and even if we dishonor and thrust this aside, fearing the opinion of the many we shall be better; and even if we become shameless toward this too, the fear of the laws lying upon us will be able to bring us to our senses even against our will. For just as when the wicked are punished, others become better, so too when some do right, many are led to the same zeal.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:424 · narrative
Source
Καὶ γὰρ τὸ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, κἂν σωφρονῇ, κἂν μετ' ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην
τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Διὰ τοῦτο διδασκάλους μᾶλλον τῶν πατέρων ἐπιζητεῖν δεῖ καὶ ποθεῖν· διὰ τούτων μὲν γὰρ τὸ ζῇν, δι' ἐκείνων δὲ τὸ καλῶς ζῇν γίνεται. Μηδὲ, ὅτι πατέρα ἅγιον ἔχεις, ἐγκαλλωπίζου· αὐτὸ μὲν οὖν τοῦτο καταδικάσεταί σε πλέον, ὅταν οἴκοθεν ἔχων τὸ παράδειγμα τῆς εὐγενείας, ἀνάξιον σαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς. Μέγα ἀγαθὸν ἐν τοῖς κατορθώμασι τοῖς οἰκείοις τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· οὐδὲ γὰρ φίλος οὐδεὶς οὐδέπω παραστήσεται ἐκεῖ. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἱερεμίᾳ, Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ἐνταῦθα, ὅπου κύριοί ἐσμεν τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ. Τὰ γοῦν τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει· καὶ ὅπως, ἄκουε. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυῒδ, νέος, ἀκόλαστος, διεφθαρμένος. Οὗτος ἐπανέστη ποτὲ τῷ πατρὶ, καὶ τῆς βασιλείας αὐτὸν καὶ τῆς οἰκίας καὶ τῆς πατρίδος ἐκβαλὼν, ἀντ' ἐκείνου κατέσχεν ἅπαντα·
English
For while the child is still led by some fearsome tutor, even if he is self-controlled and lives with gentleness, it is nothing wonderful; rather, everyone credits the young man's self-control to the fear of the tutor. But when, having set aside the constraint from that quarter, he remains in the same dignity, then everyone credits to him also the self-control of his former age. For this reason one must seek and long for teachers more than fathers; for through the latter comes living, but through the former comes living well. And do not pride yourself because you have a holy father; rather, this very thing will condemn you the more, when, having the example of noble birth from your own house, you show yourself unworthy of the virtue of your ancestors. It is a great good to have the hopes of salvation in one's own achievements; for no friend will ever stand by you there. For if here, he says to Jeremiah, do not plead for this people—here, where we are masters of changing—how much more there. At any rate, the praises of ancestors, when we share in them, are also ours; but when we do not, they have no strength, but rather condemn the more; and how, listen. Absalom was a son to David, young, dissolute, corrupted. He once rose up against his father, and having cast him out of the kingdom and the house and the homeland, he took possession of all things in place of him.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:425 · narrative
Source
ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλικίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Εἰ γὰρ ὡς πατέρα αἰδεσθῆναι μὴ ἐβούλετο, ὡς γεγηρακότα ἐχρῆν· εἰ δὲ τῆς πολιᾶς κατημέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι ἔδει· εἰ δὲ μηδὲ οὕτως, ὡς οὐδὲν ἠδικηκότα. Ἀλλ' ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδὼ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε. Καὶ ὁ μὲν μακάριος οὗτος ὁ γεννησάμενος καὶ ἀναθρεψάμενος, ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ τις μετανάστης τῇ ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν κολαζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ' ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τῷ Δαυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ, καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσσατο τέφραν, ἐστέναξεν, ἀνέκραξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν, Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο τῆς ἀρχῆς μεταπεσούσης, αὐτὸς τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου, ὀνίνησι δὲ οὐδὲν ἡμᾶς·
English
He who neither respected nature, nor upbringing, nor age, nor what had gone before, but was once and for all so savage and harsh, and more a beast than a man, that he burst through all these restraints and shamelessly rushed upon the very laws of nature, and filled everything with confusion and uproar. For if he was unwilling to respect him as a father, he ought to have respected him as an old man; if he disregarded his gray hairs, he ought to have been ashamed before him as a benefactor; if not even so, at least as one who had done him no wrong. But the love of power cast out all this reverence and made the man a beast. And this blessed man, who had begotten and raised him, wandered as a fugitive and exile in the desert, like some stranger in a foreign land, and was punished by the evils that came from there; while that one reveled in his father's goods. Since matters stood thus, and the armies were arrayed with him, and the cities were under the tyrant, a certain man, Chusi, a gentle man and a friend of David, remained preserving his friendship toward him in this change of circumstances, and seeing him suddenly wandering in the desert, he tore his tunic, sprinkled ashes on himself, groaned, and cried out bitterly and piteously; and since he could do nothing more, he offered the consolation that comes from tears. For he was not a friend of circumstances nor of power, but of virtue; therefore when the rule had changed, he did not change his friendship. So when David saw him doing these things, he says to him: These things are indeed those of a friend and one genuinely disposed toward us, but they profit us nothing.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:426 · narrative
Source
ἀλλὰ τί δεῖ βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθείη τὰ δεινὰ, καὶ διέξοδόν τινα εὕρω τῶν συμφορῶν; Ταῦτα εἰπὼν εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν, φησὶ, πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ γὰρ Ἀχιτόφελ οὗτος καὶ τοῦ τυράννου τότε ἐκράτησεν, οἰκειωθεὶς αὐτῷ, καὶ δεινὸς μὲν ἦν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ἐδεδοίκει ὁ Δαυΐδ· οὕτως ἦν δεινὸς ὁ ἀνὴρ ἐν ταῖς γνώμαις. Ταῦτα ἀκούσας ὁ Χουσὶ ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπεν, Τί δὲ, ἐὰν ἁλῶ; τί δὲ, ἐὰν γυμνωθῇ καὶ ἐλεγχθῇ μου τὸ προσωπεῖον; τί δὲ, ἐὰν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ, ἴσως καὶ τοῦτο ἐλέγξει καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐνεπήδησε, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ὡς δὲ ἐπέστη τῇ πόλει, ἰδὼν προσελαύνοντα τὸν τύραννον, προσῆλθεν· ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον καὶ τῇ φιλαρχίᾳ μεθύων, οὐκ ἐξήτασεν ἀκριβῶς τὰ κατ' αὐτὸν, ἀλλ' ἐπισκώπτων αὐτὸν καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου· οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν τοῦ πατρὸς ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς.
English
But what need is there to deliberate and consider how the terrible things might be undone, and how I might find some way out of these calamities? Having said this, he suggests to him a plan of this sort: Go, he says, to my son, and having put on the mask of a friend, scatter his counsels for me, and make the counsel of Achitophel of no effect. For this Achitophel at that time also prevailed over the tyrant, having become intimate with him, and he was formidable in matters of war, and formidable also in commanding an army in war and battle; for which reason David feared him more than the tyrant; so formidable was the man in his counsels. Hushai, hearing these things, was persuaded, and reckoned nothing cowardly, nor unmanly, nor did he say, But what if I am caught? What if my mask is stripped off and exposed? What if the drama of my pretense is detected? Achitophel is formidable; perhaps he will also expose this and bring it to light, and I shall perish rashly and in vain. Having considered none of these things, he leaped into the camp, casting the whole upon God, and hurled himself into the midst of dangers. And when he stood at the city, seeing the tyrant riding up, he approached; and he, seeing him suddenly and drunk with the love of power, did not examine closely the circumstances concerning him, but mocking him and reproaching him, Go, he says, with your companion; not even enduring to speak the name of the father out of hatred and great enmity.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:427 · narrative
Source
Ὁ δὲ Χουσὶ οὐδὲν διαταραχθεὶς οὐδὲ θορυβηθεὶς, τί φησιν; Ὅτε ἦν ὁ Θεὸς μετ' αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν, ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἕστηκεν, ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύραννον καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβῶς (κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ, τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς), εὐθέως αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς πρώτους ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέρων ἕτερα εἰσηγουμένων περὶ τοῦ πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλομένους, παρελθὼν ὁ Ἀχιτόφελ ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι καὶ γνώμην εἰσενεγκεῖν, ταύτην εἰσηγεῖτο τὴν συμβουλήν· Τεταλαιπωρημένῳ, φησὶ, νῦν καὶ τεθορυβημένῳ ἐπιθώμεθα τῷ πατρὶ τῷ σῷ, καὶ μὴ συγχωρήσαντες αὐτὸν μηδὲ μικρὸν, οὕτως ἀνέλωμεν· ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδεὶς ἔσται πόνος ἡμῖν. Ταῦτα ἀκούσας ὁ τύραννος καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτομολήσαντα τῇ ὑποκρίσει πρὸς αὐτὸν, καί φησι· Μεταδῶμεν καὶ τούτῳ τοῦ λόγου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸ ἀθρόον ἐλθόντα τοῦτον οὕτω τιμῆσαι καὶ νομίσαι ἀξιόπιστον εἶναι· ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμάτων ἕνεκεν τοιούτων· ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσι παῤῥησίας αὐτῷ ὁ τύραννος, καὶ ἀξιοῖ λέγειν τὰ παριστάμενα. Τί οὖν ὁ Χουσί; Οὐδέποτε, φησὶν, οὕτω διήμαρτεν Ἀχιτόφελ. Εἶδες σύνεσιν ἀνδρός; οὐκ εὐθέως αὐτῷ τὴν γνώμην ἐκβάλλει, ἀλλὰ μετ' ἐγκωμίου.
English
But Chusi, not at all disturbed or thrown into confusion, what does he say? "When God was with him, I thought his interests; but since he has now stood with you, it is fitting to serve yours." This lifted up the tyrant and puffed him up, and without examining anything carefully (for a light man believes every word, having been carried headlong into the opposite course), he immediately brings him in among the genuine friends and enrolls him among the first of his friends. But God was managing the whole affair, present and commanding the events. And then, when a council was set concerning war, and different men were proposing different things about whether they ought to attack immediately or after delaying a little, Achitophel, that formidable man at giving counsel and bringing forward an opinion, came forward and proposed this counsel: "Let us now," he says, "attack your father, who is now in distress and confusion, and not allow him even a little time, and so destroy him; for if we attack him now while he is unprepared, there will be no trouble for us." Having heard these things, the tyrant also summons Chusi, the one who had come over to him by pretense, and says: "Let us share the matter with this man too"—which was not in accordance with human sequence, to honor this man who had come suddenly in such a way and to consider him trustworthy, so as even to deem him worthy of counsel for the sake of such matters; but, as I said before, when God commands, even difficult things become easy. And Chusi is brought in, and the tyrant shares his confidence with him and deems him worthy to say what he thinks. What then does Chusi say? "Achitophel," he says, "has never yet erred so." Do you see the man's understanding? He does not immediately cast out his opinion, but with commendation.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:428 · narrative
Source
Θαυμάσας γὰρ αὐτὸν πρῶτον ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην· μονονουχὶ λέγων, Θαυμάζω, πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώμεθα, καθάπερ ἄρκτος τις παροιστρῶσα, θυμοῦ γέμων ὁ πατὴρ ὁ σὸς, καὶ ἀπεγνωκὼς τῆς ἑαυτοῦ ζωῆς, ἐν ἀκμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐδένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖται τῆς σφοδρότητος ἡμῖν· εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς παρασκευῆς, καὶ μετὰ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ, καὶ μετὰ εὐκολίας ἁπάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανήξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσαλὼμ ταύτην, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ. Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ Δαυῒδ, ὥστε στῆναι μικρὸν καὶ ἀναπνεῦσαι καὶ στρατεύματα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην διά τινων κεκρυμμένων πέμψας ἀνδρῶν, ἀπήγγειλεν ἅπαντα τῷ Δαυῒδ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος, τὴν φέρουσαν τῷ Δαυῒδ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ μικρὸν ἔδοσαν οἱ περὶ τὸν τύραννον, παρασκευασάμενος ὁ Δαυῒδ ἐπέθετο, καὶ τὸ τρόπαιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβεσσαλὼμ αὕτη ἡ γνώμη, οὐκ ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν, βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε. Περὶ τοῦ Ἀχιτόφελ οὖν καὶ τοῦ Ἀβεσσαλὼμ εἴρηται τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ·
English
For having first admired him as one who in former times gave timely counsel, he now censures the present opinion, saying almost in so many words, "I marvel how he has now missed the mark; for this reasoning does not seem to me to be advantageous. For if we attack now, your father, filled with rage like a bear maddened over her cubs, and having despaired of his own life, fighting in the full vigor of his anger, will make no account of his own safety, and will fall upon us with great vehemence; but if we yield a little, we shall attack with greater preparation and with greater security, and without toil and with every ease, as though we had caught him in a net, and so we shall return." Absalom praises this opinion, and said it was more profitable for him. But Chusi said these things wishing to give David time, so that he might stand a little and breathe and gather his troops. So then, having driven out Achitophel's opinion by sending certain men secretly, he reported everything to David, and that the tyrant had ratified his opinion, the one bringing victory to David. And so it came to pass. For when the tyrant's men had yielded a little, David, having made preparation, attacked and set up the trophy. Which Achitophel, perceiving from great understanding and cleverness, and learning the outcome from this already, that this opinion meant destruction for Absalom, not enduring the insult that followed, departed, tied a noose and hanged himself, and so ended his life. Concerning Achitophel, then, and Absalom it has been said, "His labor will return upon his own head.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:429 · narrative
Source
ἀμφοτέρων γὰρ εἰς κεφαλὴν ἡ τιμωρία κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυσεν· ὁ Ἀβεσσαλὼμ δὲ οὐκ ἀπήγξατο, ἀλλ' ἄκων ἐκρέματο, καὶ οὐκ εὐθέως ἀνῄρητο, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ πρότερον ἀνηρτήθη καὶ τῷ ξύλῳ προσηλώθη, καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστιζόμενος. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ' ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες αὐτὸν καὶ ξύλον ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε· καὶ ἀντὶ μὲν σχοίνων ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου ἡ ἡμίονος. Καὶ σκόπει τοῦ Θεοῦ τὴν μακροθυμίαν· καὶ γὰρ ἀφῆκεν αὐτὸν χρόνον πολὺν, εἰς μετάνοιαν ἐφελκόμενος, καὶ πεῖραν λαβεῖν ἐποίησε τῆς τοῦ πατρὸς
γλυκύτητος. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ ἦν ἐκεῖνα πάντα αὐτὸν ἀπαγαγεῖν τῆς ἀκαίρου μανίας· ἡ τράπεζα, καθ' ἣν ἐκοινώνει τῷ πατρὶ τῶν ἁλῶν, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι πρὸς αὐτὸν ἐγίνοντο· τὰ ἄλλα πάντα, ἔνθα αὐτῷ κατηλλάγη φόνον τοιοῦτον πεποιηκότι. Μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν, ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας, πάντων ἀθλιώτερον ἂν ἔζη βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος ἀπὸ τοῦ τροπαίου; καὶ ταῦτα λοιπὸν, γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμενε χρόνον ἔτι μικρόν. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; πόσης ταῦτα πενίας χαλεπώτερα, πόσης νόσου, πόσης ὀδύνης;
English
For the punishment came down upon the head of both. For the one, having resorted to hanging, thus ended his life; but Abessalom did not hang himself, but was suspended unwillingly, and was not immediately put to death, but as in a court of justice he was first strung up and fastened to the wood, and with God bringing down the verdict from above, he hung for a long time, being scourged thereafter by his own conscience. And so that you may learn that what was happening was not of human zeal, but that the whole tribunal was divine, hairs and a tree bound him, and an irrational beast delivered him up; and instead of ropes the hair, and instead of wood the tree, and instead of a soldier the mule. And observe God's longsuffering; for he left him a long time, drawing him to repentance, and made him have a taste of the father's sweetness. For if he was not a beast, and had a heart of stone, all those things were sufficient to lead him away from his untimely madness: the table at which he shared salt with his father, the house, the assemblies, where the words were spoken to him; all the other things, where he was reconciled to him after having committed such a murder. Along with these there were other things sufficient to soften him. For he heard that he went about as a fugitive and a wanderer, that he suffered the utmost evils. And how did he not consider that even if he won, he would live a life more wretched than all, being polluted and unclean from the trophy? And these things, moreover, when the father was already old, and the expectation was at the doors, he did not wait even a little time longer. Where now are those who bewail poverty? How much harsher than this poverty, how much worse than this disease, how much worse than this pain?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:430 · narrative
Source
Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν ὁ δίκαιος οὗτος, οὐδὲ ἀπεδυσπέτησε οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβάς· ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ πάντων γενόμενος ταπεινότερος, ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐκδίδομαι. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν μόνον ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ πεπεῖσθαι, ὅτι τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεται. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ὄντες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Εἰ δέ τις εἶπε πρὸς αὐτοὺς, Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ; οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν προσδοκία· ἤκουσεν ἂν παρ' αὐτῶν· ὅτι Αὕτη μεγίστη ἐστὶν ἡμῖν ἀντίδοσις, τὸ διὰ τὸν Θεὸν ἀποθανεῖν. Οὕτω καὶ οὗτος μεγίστην ταύτην ἡγεῖτο αὐτῷ εἶναι παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Εἰ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης· πολλῷ μᾶλλον ἡμᾶς δεῖ μὴ βασιλείας προσδοκίᾳ, μὴ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι' αὐτὸν τὸν Θεὸν ταῦτα πάσχειν· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
This righteous man said nothing of the sort to himself, nor was he indignant nor did he lament, saying: "So this is the fine recompense I receive—I who meditated on his law day and night, I who became humbler than all in such a position of honor, I who spared my enemies, am delivered into the hands of a licentious child." Nothing of the sort did he say, nor did he think it; but he bore all things with philosophy, having only one consolation in what was happening—the conviction that these things happen with God's knowledge. And just as the three children in the furnace said: "And if not, be it known to you, O king, that we do not serve your gods, and we do not worship the golden image which you set up." But if someone had said to them, "And with what hope do you die? What do you expect, what do you hope for after death, after the fire?"—for there was not yet any expectation of the resurrection—they would have heard from them: "This is our greatest recompense, to die for God." So too this man considered this his greatest consolation—that God, knowing these things, did not prevent them. For if a lover would choose ten thousand times to be slaughtered for his beloved, though expecting nothing from her after death, how much more must we endure these things not for the expectation of a kingdom, nor for any other hope of the good things to come, but for God himself; because to him belongs glory unto the ages of ages. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:431 · narrative
Source
ΛΟΓΟΣ ΚΗʹ. Περὶ ὅρκων.
Μὴ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελῶμεν, ἀγαπητοί. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ ἔριδος καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποῖος κάματος μὴ ὀμνύναι; Πολλάκις γὰρ ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης βουληθέντες καταλλαγῆναι, ὑπὸ τῆς ἀνάγκης τῶν ὅρκων ὥσπερ τινὶ παγίδι κατεχόμενοι, τοῦτο ποιῆσαι οὐ βουλόμεθα· ὡς δυοῖν θάτερον πάθοιμεν, ἢ καταλλαγέντες ἐπιορκήσομεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσομεν. Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν; Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· οὐδὲ γὰρ οἱ ὀμνύοντες ἔχουσί τινα πρόφασιν προβαλέσθαι. ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν· ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς, τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσεσθε·
English
HOMILY 28. On Oaths.
Let us not be negligent of the virtue of the soul, beloved. For what pain is it, tell me, to forgive anger against the one who has grieved you? It is pain, rather, to bear malice and not to be reconciled. What toil is it to speak evil of no one? What difficulty is it to be rid of envy and strife and jealousy? What labor is it to love one's neighbor? What weariness is it not to swear? For often, overcome by rage and anger, we have sworn oaths never to be reconciled with those who have grieved us; then, when the anger has been quenched, wishing to be reconciled, held fast by the compulsion of our oaths as by some snare, we are unwilling to do it—so that we suffer one of two things: either, having been reconciled, we commit perjury, or, not having been reconciled, we make ourselves liable to the penalties of bearing malice. For how is it not absurd, when we have a garment better than others, not to endure to use it continually, but to drag the name of God everywhere carelessly and at random? For not every sin brings the same punishment, but those easily corrected bring upon us a greater penalty; for those who swear have no excuse to put forward, but only contempt. And I know that I seem henceforth burdensome and tiresome, appearing to annoy by the frequency of my exhortation; but nevertheless I do not desist, so that at least, ashamed of my shamelessness, you may desist from the wicked habit of oaths. For if that harsh and cruel judge, ashamed at the widow's importunity, changed his manner, much more will you do this.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:432 · narrative
Source
καὶ μάλιστα, ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τοῦτο ποιοῖτο Μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυ τοῦ οὐκ ἂν ἀρνησαίμην
τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἐν χάριτος ᾐτησάμην μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν οὕτω κούφην οὕτως αἰτοῦντι χάριν; ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾶς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι; Παρακαλῶ οὖν ὑμᾶς, τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν, φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν, Μισήσατε τὸν ἐμοῦ σφαγέα, τὸν ὅρκον. Πολλάκις γὰρ τεχνίτης διωμόσατο τῷ μαθητῇ, μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως τὸ δοθὲν ἔργον ἅπαν ἀνύσει. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα· καὶ ἀνάγκη τῆς ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι πάντως τοὺς ὀμόσαντας. Πολλάκις καὶ ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτάνοντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· ἀντώμοσεν ὁ ἀνὴρ τὰ ἐναντία, καὶ ἀνέστη φιλονεικῶν καὶ οὐκ ἐπιτρέπων. Ἐνταῦθα κἂν ὁτιοῦν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆναι· ὅπερ γὰρ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται, μᾶλλον δὲ ἀμφότεροι πάντως· καὶ πῶς, ἐγὼ λέγω·
English
And especially when the one exhorting you does this not for his own sake but for your salvation. Or rather, I would not even refuse to do this for my own sake; for I consider your good things to be my own successes. For if there were neither Gehenna nor punishment, and I came to you and asked this as a favor, would you not have nodded assent? Would you not have granted the request, so light a favor, to one asking in this way? But when it is God who asks it, for your sake who give, not for His own sake who receives, who is so ungrateful, who so wretched and miserable, as not to give a favor to God when He asks? I entreat you, therefore, take the head of John, cut off and still dripping with warm blood, and let each of you go home thus, and think that you see it before your eyes, uttering a voice and saying, "Hate my murderer, the oath." For often a craftsman has sworn to his apprentice not to let him eat and drink before he completes the whole task given him. A tutor has often done this too toward a youth, and a mistress toward a maidservant; and of necessity, when evening comes and the work is not finished, either those who have not completed it perish by hunger, or those who swore must altogether forswear themselves. Often too, when we are dining at home and one of the servants makes a mistake, the wife has sworn to flog him; the husband has sworn the opposite, and has risen up in contention and does not permit it. Here, whatever they do, perjury must altogether arise; for whatever happens, one of them will be caught in perjury—or rather, both of them altogether. And how, I will tell you.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:433 · narrative
Source
τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ ὤμοσε, καὶ τῷ κωλύσαντι πάλαι καὶ διακόψαντι τὴν εὐορκίαν, τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες, ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσί. Πῶς γὰρ οὐκ ἄτοπον, οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸν δὲ τῶν ἀγγέλων Δεσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν; Βούλει μαθεῖν πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας τοῦ ὅρκου; ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν γὰρ ἴδῃς σαυτὸν ἢ καὶ ἑτέρους τινὰς ἁλόντας τῷ κακῷ τούτῳ πάθει, καὶ συνεχῶς ὑπομνησθέντας, καὶ οὐ διορθώσαντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι· καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες· καταδίκην οὐ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Ἡ γὰρ γλῶσσα οὕτω βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος, ἱκανὴν λαμβάνει παράκλησιν· καὶ κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεηθησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐνδελεχῶς ἐξεταζόμενος, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται· οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς τὸ ὄνομα τοῦ Θεοῦ, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Πείσωμεν τοίνυν ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν.
English
For this is the paradoxical thing. He who swore to scourge his manservant or his maidservant, and was then prevented, has himself broken his oath by not doing what he swore, and has brought the charge of perjury upon the one who prevented him and long ago cut short his oath-keeping. For not only those who perjure themselves, but also those who impose this necessity on others, are liable to the same charges. For how is it not absurd that a servant does not dare to call his own master by name, nor simply and as it happens, while he carries the Master of the angels about everywhere simply and with great contempt? Do you wish to learn how it is possible to be rid of the evil habit of oaths? I will teach you a kind of method which, if you practice it, you will certainly overcome. For when you see yourself or certain others caught by this evil passion, and continually reminded and not corrected, command them to go to sleep without having dined; and impose this condemnation on both yourself and them—a condemnation that brings not loss but gain. For the tongue, thus continually tortured, even with no one reminding it, receives sufficient exhortation; and even if we are more insensible than all, being reminded every day by the greatness of this torture, we shall not need another's counsel and admonition. For just as, it says, a servant who is continually examined will not be cleansed from his bruises; so he who swears and names the name of God continually will not be cleansed from sin. Let us therefore persuade ourselves to flee the habit of oaths, and to make the change for the better.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:434 · narrative
Source
Εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην, ταῦτα συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην; ἕως ἂν ὑμᾶς ἴδω κατορθώσαντας, οὐκ ἀφέξομαι. Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνήθειά ἐστι τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος. Ὁ προλαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Καὶ μή μοι λεγέτω τις· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν οὖν, ὅπου παραβαίνεται νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή· μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι
Θεῷ· πλὴν ἐκεῖνα λέγω τέως, τοὺς περιττοὺς περικόψωμεν ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· κἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τοὺς ὅρκους, οὐδ' ἂν μυριάκις ἀναγκάσῃ τις, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων· ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος κινούμενον.
English
For even if I spoke to you about this matter yesterday and the day before, I will not desist today either, nor tomorrow, nor the day after, giving you this counsel. And why do I speak of tomorrow and the day after? Until I see you have set things right, I will not hold back. For to remind continually about the same things is a charge against the speaker, not the hearers, since they need continuous teaching. For what is easier than not to swear? The accomplishment is a matter of habit only; it is not bodily toil. Let the one who has gone ahead and succeeded reproach the one who lags behind, so as to stir him up the more by his mockery; let the one who has fallen behind and has not yet succeeded look at the one who has gone ahead, and strive eagerly to reach him quickly. And let no one say to me: What then, if someone imposes an oath on us by necessity? What then, if he does not believe? Above all, then, where a law is being transgressed, one must not mention necessity; for there is one inexorable necessity, not to stumble against God. Nevertheless, for now I say this: let us cut off superfluous oaths, those made simply and without necessity, those at home, those among friends, those among household servants; and if you do away with these, you will no longer need me for those others; for the mouth itself, having practiced fearing and fleeing oaths, even if someone compels it ten thousand times, will no longer consent to fall into that habit. A certain one of the secular rhetoricians is said, from some irrational habit, to keep moving his right shoulder as he walked; but nevertheless he overcame the habit, and having sharpened a knife on both sides, he placed it on his shoulders, so that by the fear of being cut he might discipline the limb that was moving.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:435 · narrative
Source
Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς κολάσεως· καὶ περιέσῃ πάντως. Ἀμήχανον γὰρ, ἀμήχανον μεριμνῶντας καὶ σπουδάζοντας, καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί ποτε. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται, τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν, τοῖς ἐπὶ τῶν ὅρκων κακοῖς ἐπιμένωμεν; πῶς οὖν αἰτησόμεθα ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνῦσαι μὴ δυνηθέντες; Πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ γλώττῃ τὸν Θεὸν καλέσομεν; Πῶς γὰρ οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος, καὶ τὰ χαλεπώτατα φέρειν· Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, καταφρονεῖν, καὶ συνήθειαν πονηρὰν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας· φοβηθῶμεν τὸν Θεὸν ὡς φοβούμεθα ἄνθρωπον. Ἄτοπον γὰρ τοὺς βασιλικοὺς νόμους μετὰ ἀκριβείας φυλάττειν, τοὺς δὲ θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας ἀλόγως καταφρονεῖν. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς οὐ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ τῇ δρεπάνῃ καταλύει; Ὅτι τῶν χαλεπωτάτων ἁμαρτημάτων τὰς τιμωρίας βούλεται μένειν ὁ Θεὸς διηνεκεῖς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Καὶ γὰρ τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι, καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς. Ὥστε οὖν μὴ τῷ σώματι καὶ τὴν πονηρίαν αὐτῷ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτῶν, καὶ τὴν αἰτίαν μανθάνοντας τῆς καταστροφῆς, φεύγειν τὴν τῆς ἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ τῶν Σοδόμων ἐγένετο·
English
Do this yourself also with your tongue, and instead of a sword set upon it the fear of punishment, and you will certainly prevail. For it is impossible, impossible, for those who are careful and earnest and make this their work ever to be defeated. For what defense will we have left, what excuse, when after so much exhortation we persist in the evils of oaths? How then will we ask for release from the terrors that hold us, when we have not been able to fulfill a single commandment? How will we expect the good change? How will we pray? With what tongue will we call upon God? For how is it not absurd that, when a king commands, we bear even the most difficult things, but when God legislates nothing difficult or hard, we despise it and put forward a wicked habit? Do not, I beg you, do not let us despise our own salvation to such a degree. Let us fear God as we fear man. For it is absurd to keep royal laws with exactness, but to despise the divine laws, which have come down from heaven, irrationally. For why does God destroy with the sickle not only the one who swears but also his house? Because God wishes the punishments of the most grievous sins to remain perpetual, so that all who come after may be disciplined. For it is necessary that the perjurer, having died, be buried and delivered to the bosom of the earth. So then, lest the wickedness be buried together with his body, he made his house a mound of earth, so that all who pass by, seeing them and learning the cause of the destruction, might flee from the imitation of sin. This also happened in the case of Sodom.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:436 · narrative
Source
ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξεκαύθη καὶ ἡ τῆς γῆς φύσις, καὶ φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι· σὺ δὲ ἔμπροσθεν τῆς μητρὸς τὸν υἱὸν καταθύεις, ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν ἐπὶ τῆς ἐρημίας κατὰ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας κατὰ τὸν μέλλοντα θάνατον; Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; διὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν ἱερὰ, ἵνα ὁρκίζωμεν; διὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα ἡμῶν λύωμεν, οὐχ ἵνα δεσμῶμεν. Σὺ δὲ, εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀναπτύξας καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διακελεύεται, φρίξον καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως! ὢ τῆς παρανομίας! ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν κελεύει σφαγέα γενέσθαι. Καθάπερ οὖν μάχης γενομένης, πολλάκις ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με ἐλύπησεν ὁ προστάτης ὁ σός·
English
For because they burned with desire for one another, the nature of the earth also burned, and the face of the earth, brighter than every voice, admonishes all generations after this, all but crying out and saying: Do not do such things, so that you do not suffer such things. What are you doing, man? You make someone swear upon the sacred table, and where Christ lies slain, there you slaughter your brother? Robbers indeed slay on the roads; but you, before the mother, slaughter the son, committing a murder more accursed than Cain's? For he slew his brother in the wilderness as regards the present death; but you slay your brother in the midst of the church as regards the death to come? For has the church come to be for this, that we might swear oaths? It has come to be for this, that we might pray. Has the sacred table been set here for this, that we might make oaths? It has been set here for this, that we might loose our sins, not that we might bind them. But you, if nothing else, at least reverence the very book which you hold out for an oath, and the Gospel, which you take in your hands and command others to swear by—open it and hear what Christ there enjoins concerning oaths, and shudder and draw back. What then does he say there concerning oaths? But I say to you, do not swear at all. And you make the very law that forbids swearing into an oath? O the outrage! O the lawlessness! For you do the same as if someone took the lawgiver who forbids murder as his ally and commanded him to become a slayer. Just as then, when a battle has occurred, we often bear insults nobly, and say to the one who insults us: What shall I do to you? So-and-so has grieved me, your patron.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:437 · narrative
Source
ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν· οὕτω καὶ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἔπεχε σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὅτι ὁ Θεὸς ἐκέλευσε
μὴ ὀμνύειν, μήτε ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν τὴν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Δότε μοι τοίνυν τοὺς ἐντεῦθεν ἀφικνουμένους λέγειν, ὅτι ὅπερ ἐστὶν ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν πόλεων ἔστιν ἰδεῖν. Ἕλοιντο γὰρ ἂν ἄνθρωποι οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τὴν γλῶτταν ἀποκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι. Εἰ γὰρ ἕνα τις ἢ δύο κερδάνας, τοσοῦτον λήψεται παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, οἱ τὴν οἰκουμένην ἅπασαν παιδεύοντες, πόσας οὐ λήψονται τὰς ἀμοιβάς; Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς· βέλτιον γὰρ αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ὕδατος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν. Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; Ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; Μὴ γὰρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πρᾶγμα ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ τὴν ὀδύνην. Διὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον·
English
That man holds my hands; and this is sufficient for comfort. So also, whenever you are about to make someone swear an oath, restrain yourself and prevent it, and say to the one who is about to swear: What shall I do for you? For God has commanded
not to swear, nor to administer oaths; that man holds me now. This is sufficient both for the honor of the Lawgiver, and for your own security, and for fear in the one who is about to swear. Give me, then, those who come from there to say that what is in Antioch, this one cannot see anywhere among the cities. For the people who inhabit that city would choose to have their tongue cut out first, rather than let an oath be uttered from their mouth. For if someone, having gained one or two, will receive so great a reward from God, those who instruct the whole inhabited world, how many recompenses will they not receive? But from habit the tongue often rushes to utter that evil word. But whenever it rushes, before bringing forth the word, bite it with your teeth from all sides violently; for it is better for it to bleed now, than then, desiring a drop of water, to be unable to obtain comfort. What are you doing, man, blaspheming the Benefactor and Savior and Protector and Guardian? Or do you not perceive that you are being carried down a precipice, and casting yourself into the abyss of final destruction? For do you think that if you blaspheme, you make the matter lighter? You intensify it, then, and make the pain more grievous. For this reason the devil brings in countless terrible things, so that he may lead you down into that abyss;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:438 · narrative
Source
κἂν μὲν ἴδῃ βλασφημοῦντα ὁ διάβολος, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζω ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· εἰ δὲ ἴδῃ γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, εὐθέως ἀφίσταται, ὡς εἰκῆ καὶ μάτην ἐφεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστηκὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι παρακειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν ῥίψῃς αὐτῷ καθάπερ κυνὶ ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἐὰν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως αὐτὸν ἀπήγαγες καὶ ἀποπηδῆσαι ἐποίησας. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Ἐπελθόντων ποτὲ πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ ἦν τοῦ Σαοὺλ οὗτος) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσωνται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ. Ἄρα τί τούτου γένοιτ' ἂν ἀνοητότερον; πεπονηκότας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διαναπαῦσαι, καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον ἀπειργάσατο, διὰ τῆς ἀνάγκης τοῦ ὅρκου λιμῷ παραδοὺς αὐτοὺς χαλεπωτάτῳ. Σφαλερὸν μὲν οὖν καὶ τὸ περὶ ἑαυτοῦ τινα ὀμνύναι·
English
And if the devil sees you blaspheming, he readily increases the pain and makes it greater, so that, pricked to the quick, you may despair again; but if he sees you bearing it nobly, and the more the suffering is intensified, the more you give thanks to God, he immediately withdraws, since from then on he watches in vain and to no purpose. And just as a dog standing by a table, if it sees the man eating continually throwing it something of what lies on the table, stays there perpetually; but if it stands by once and a second time and goes away having received nothing, it withdraws thereafter, since it sits by in vain and to no purpose—so too the devil has continually gaped after us. If you throw him a blasphemous word as to a dog, having received it he will attack again; but if you remain giving thanks, you have choked him with hunger, and you have quickly driven him off and made him leap away. And that these things are so, I will tell you an ancient story. Once, when enemies came against the Jews, and Jonathan (this was the son of Saul) cut some down and put others to flight, Saul his father, wishing to rouse the army more greatly against those left behind, and to make them not withdraw before they should subdue them all, did the opposite of what he wished, swearing that no one should eat bread until his enemies were avenged. What then could be more foolish than this? For when he ought to have rested the soldiers who were worn out and cut down, and sent them fresher against the enemies, he made things harsher for them than the enemies themselves, handing them over to the most grievous hunger through the compulsion of the oath. It is dangerous, then, for one to swear about himself;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:439 · narrative
Source
πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἐμποδιζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι, πολλῷ σφαλερώτερον· ὅπερ ὁ Σαοὺλ τότε ἀπερισκέπτως ἐποίησε. Δρυμῶνα παρῄει τὸ στρατόπεδον, μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ λαοῦ· καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ διεπορεύετο λαλῶν. Εἶδες οἷον τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προσκαλέσηται τῶν ὅρκων. Καὶ γὰρ ὁ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκή πτρου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα ὁ πονηρὸς πρὸς τὴν ἐπιορκίαν ὤθησεν· οὐχ ἕνα τῶν στρατιωτῶν, ἀλλ' αὐτὸν τὸν υἱὸν τοῦ ὀμωμοκότος βασιλέως. Οὐδὲ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν κατεσκεύαζε, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο· καὶ
English
For we are often hindered by the pressure of circumstances; but to bind even the judgment of others by the compulsion of one's own oaths is far more dangerous—which Saul then did without due consideration. The army was passing by a thicket that had a honeycomb, and the honeycomb was in front of the people; and the people entered the thicket and went along speaking. Do you see what a pitfall it was? A table spread ready-made, so that the ease of the attempt, the sweetness of the food, and the hope of escaping notice might draw them to transgress the oaths. For Jonathan, not having heard his father when he adjured them, stretched out the tip of the scepter that was in his hand, and dipped it into the honeycomb, and brought his hand back to his mouth, and his eyes brightened. See whom the evil one drove to perjury: not one of the soldiers, but the very son of the king who had sworn. For he did not wish only to bring about perjury, but he was also contriving child-murder, and he was hastening to split nature itself against itself; and
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:440 · narrative
Source
ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπιζε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ γὰρ θυγάτριον πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε. Καὶ τί λέγω παιδοκτονίαν; ἐπενόησε γὰρ ὁ πονηρὸς καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος. Εἶτα ἰδὼν, φησὶ, τὶς τῶν στρατιωτῶν, λέγει· Ὁρκώσας ὥρκωσεν ὁ πατήρ σου τὸν λαὸν, ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν, Ἀπώλεσε καὶ διέφθειρεν ὁ πατήρ μου ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες καὶ περιστέλλοντες κοινωνοῦσι τῶν ἐγκλημάτων. Καὶ εἶπεν ὁ ἱερεὺς, Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεὸν, Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, καὶ εἰ παραδώσεις αὐτοὺς εἰς χεῖράς μου; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλανθρώπου Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὅπερ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ Δεσπότης ἐποίησε. Καὶ εἶπε Σαούλ· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
English
What he once did in the case of Jephthah, he hoped to do again afterward. For Jephthah too, having promised God to slaughter the first one who met him after the victory in war, fell into child-murder; for he sacrificed his little daughter, who met him first. And why do I say child-murder? For the wicked one devised to find again a murder even more accursed than this. For if he had sinned knowingly and been slain, what happened would have been child-murder only; but as it was, having sinned through ignorance (for he did not hear the oaths), and then being put to death, he would have made his father's grief double. Then, it says, one of the soldiers saw and said: Your father solemnly adjured the people, saying, Cursed be the man who eats bread today; and the people were faint. And Jonathan said, My father has destroyed and ruined all. When the oath was transgressed, then, all were silent, and no one dared to bring the guilty man into the midst. And this too was becoming no small charge thereafter; for not only those who swear falsely, but also those who know and conceal it, share in the crimes. And the priest said, Let us draw near to God. And Saul inquired of God, If I go down after the Philistines, and will you deliver them into my hands? And the Lord did not answer him on that day. Observe the meekness and gentleness of the man-loving God; for he did not send a thunderbolt, nor shake the earth, but what friends do to friends when they have been insulted, this the Master did to his servant. And Saul said, Bring near the tribes of the people, and see in whom this sin has happened today.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:441 · narrative
Source
ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος, τὴν κρίσιν πεποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε. Καὶ εἶπε Σαοὺλ, Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν, Ἀπάγγειλον δή μοι τί ἐποίησας, Καὶ εἶπεν Ἰωνάθαν, Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου μικροῦ μέλιτος, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἔκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥήματα· Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φερομένου. Καὶ οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ· ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βα σιλεῖ. Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον. Εἰ γὰρ ἠθέλησεν ὁ βασιλεὺς ἀντιστῆναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἠθέλησεν ὁ παῖς τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πατροκτόνος εὐθέως ἂν ἐγένετο.
English
As the Lord lives, who has saved Israel, even if the answer falls to Jonathan my son, he shall surely die.” And before the guilty one had even appeared, he had passed the sentence; without knowing who would be caught, he pronounced the verdict; the father became the executioner, and before the examination he brought forth the condemning vote. And why need I say much? He referred the matter to a lot. And Saul said, “Cast lots between me and Jonathan.” And Saul said to Jonathan, “Tell me now what you have done.” And Jonathan said, “I did but taste a little honey with the tip of the staff in my hand, and behold, I am dying.” Who would not have been bent by these words, who would not have been brought to compassion? Consider what a storm Saul then endured, his inward parts being torn asunder, and him being borne along on either side by a sheerest precipice. And not even so did he come to his senses, but what does he say? “May God do so to me, and more also, that you shall surely die today.” And the people said to Saul, “May God do so to us, and more also, if he shall be put to death by death—the one who wrought the great salvation for Israel. As the Lord lives, if a hair of his head shall fall to the ground, because he showed the mercy of God on this day.” Behold, the people also swore a second time, and swore against the king. It is necessary, then, that the oath be broken; for it is impossible for all these to keep their oaths. For if the king wished to stand against and proceed against the oath, the whole people stood against him, and it would have become a most grievous tyranny; and again, if the boy, sparing his own safety, wished to give himself over to the army, he would at once have become a patricide.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:442 · narrative
Source
Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν καὶ πατροκτονίαν καὶ πόλεμον ἐμφύλιον καὶ μάχην καὶ σφαγὰς καὶ αἵματα καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου κειμένους; εἶδες ὁποῖον ὅρ κος τῆς ἀπωλείας τὸ βάραθρον κατεσκεύασεν; Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ παραπλήσια ἐκείνοις πεισώμεθα, ἀποστῶμεν τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας, ὡς ἂν τοῦ Θεοῦ τὴν εὔνοιαν ἐντεῦθεν ἐπισπασάμενοι, καὶ τὸν παρόντα βίον ἀσφαλῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΘʹ. Περὶ ἀκακίας καὶ ἀνεξικακίας καὶ μνησικακίας.
Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς οὐ μόνον ἐψώμιζε καὶ ἐπότιζε τοὺς ἐχθροὺς, ἀλλὰ καὶ κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγενόμενον, Ποῦ ἔστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; καὶ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτήσειν αὐτοῦ τὴν λαμπρότητα.
English
Do you see both tyranny and child-murder and parricide and civil war and battle and slaughters and bloodshed and countless dead brought about by a single oath? Did you see what a pit of destruction that oath prepared? So then, that we too may not suffer the like of those things, let us stand aloof from the wicked habit of oaths, so that having drawn down God's goodwill from this, we may both pass through the present life safely and attain the good things to come, by the grace and love for mankind of our Lord Jesus Christ, to whom be the glory and the might, with the Father and the all-holy Spirit, now and always, and unto the ages of ages. Amen.
Homily 29. On guilelessness and forbearance and remembrance of wrongs.
Whom ought we to bring forward into the midst, when we wish to speak about gentleness, beloved, other than the one who received testimony from above, and was especially admired for this? For I have found, it says, David the son of Jesse, a man after my heart, who not only fed and gave drink to his enemies, but also often snatched them from death when they were in danger. For Saul so hated and turned away from him, after countless benefactions, after the brilliant trophies, and the salvation wrought against Goliath, that he could not even endure to remember his name. For once, when a festival came, since he had woven some plot against him and stitched together a grievous scheme, and did not see him arrive, he says, Where is the son of Jesse? And having no wickedness to speak of, he brought forward the lowliness of his lineage, expecting by this to cast a shadow over his splendor.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:443 · narrative
Source
Ὁ δὲ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κὶς, ἀλλὰ τῷ τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ τὸν χριστὸν τοῦ Κυρίου· οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης. Χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ' ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, τριπλῷ κατεχόμενον δεσμῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν βοηθησόντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; ἀλλ', Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου, λέγεις, ἐπὶ τὸν χριστὸν Κυρίου; Ναὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιός ἐστιν οὗτος, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαί μοι προσῆκεν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι' ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. Ἤδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ' αὐτοῦ στήσεται· ἀλλ' εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ' ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον·
English
But the one who found him sleeping inside the cave did not call him the son of Kish, but by the name of honor: "For I will not," he says, "lay my hand upon the Lord's anointed." So free from anger and all remembrance of wrongs was he. He calls the Lord's anointed the one who had wronged him so greatly, the one thirsting for his blood, the one who after countless benefits had often attempted to destroy him. For he did not consider what that man deserved to suffer, but he considered what it was fitting for him both to do and to say to him. What is this? As though having taken his enemy prisoner in a jail, held by a triple bond—both by the narrowness of the place, and by the desolation of those who might help, and by the compulsion of sleep—do you not exact justice or punishment from him? But, "I will not lay my hand," you say, "upon the Lord's anointed"? Yes, he says; for I do not now look at what this man is justly deserving to suffer, but at what it was proper for me to do. You, then, perhaps marvel at him because he remembered none of the past evils; but I am struck with amazement at him for another, far greater reason. What is this? That not even fear of what was to come drove him to make away with his enemy. For he knew clearly that, having escaped his hands, he would again stand against him; but he chose rather to risk danger himself by releasing the one who had wronged him, than, providing for his own safety, to make away with his adversary.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:444 · narrative
Source
καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον, ἀλλ' ὥσπερ εὐεργέτου τινὸς καὶ τὰ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ λελυπηκότος ἐφείσατο, καὶ τὸ κράσπεδον ἀποκόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν· οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην ὑπώπτευεν αὐτὸν ὡς ἐχθρὸν, καὶ διὰ τούτου αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Τὸ μὲν γὰρ ἁπλῶς ἐχθρὸν λυπήσαντα μὴ ἀμύνασθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν; Τίνα δὲ ἔχοιεν ἂν πονηρίας ὑπερβολὴν τὰ παρὰ τοῦ Σαοὺλ εἰς τὸν Δαυῒδ ἐνδεικνύμενα; ὅτι ἄρτι τῶν πολεμίων ἀπελαθέντων παρ' αὐτοῦ, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, αὐτὸς τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων ἁπάντων αἴτιον ἀνελεῖν ἐπεχείρησε.
English
Neither the memory of past events, nor fear of what was to come, nor the general's urging, nor the desolation of the place, nor the ease of the slaughter, nor anything else roused him to murder; but just as if he were a benefactor and had done him great goods, so he spared his enemy and the one who had grieved him, and having cut off the fringe of his garment, and having taken away the water jar, he went off to a distance, and standing there he cried out, and showed these things to the one who had been saved; not doing it for display and vainglory, but wishing to persuade him by his deeds that he had suspected him as an enemy rashly and in vain, and hastening through this to draw him to friendship. For that one who was simply an enemy should not be repaid when he has been grieved—that is no wonder; but that a man who had been benefited with many and great benefits, and then in return for those benefits attempted once and twice and many times to destroy his benefactor, and having taken him in his hands and become his master, to destroy him—and yet to let him go and snatch him from another's plot, and that too when he was again about to set upon the same things—what excess of philosophy could he leave remaining? And what excess of wickedness could the things shown by Saul against David have? For when the enemies had just been driven off by him, and the city had recovered itself, and all were sacrificing victory offerings, he himself attempted to destroy his benefactor and savior and the cause of all those goods.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:445 · narrative
Source
Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀνελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδίδου τὰς ἀμοιβάς. Δαυῒδ γὰρ ἔψαλλε τῇ χειρὶ αὐτοῦ, φησὶ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ τοῦ Σαοὺλ, καὶ ἦρε Σαοὺλ
τὸ δόρυ, καὶ εἶπεν· Εἰ πατάξω ἐν Δαυΐδ. Καὶ ἐξέκλινε Δαυῒδ ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξε τὸ δόρυ ἐν τῷ τοίχῳ. Τίνα οὐκ ἂν καὶ τῶν σφόδρα φιλοσοφεῖν ἐπισταμένων εἰς θυμὸν ταῦτα ἐξήνεγκεν; Ἀλλ' οὗτος ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυτὸν ἐκδικήσειεν, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξῃ τοῦ πάθους ἐσκόπει. Διὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθήσασθαι τὴν βασκανίαν. Βέλτιον γάρ με, φησὶ, ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας; Τίνα οὐκ ἂν ἔπεισε ταῦτα ἐκτεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν καὶ ἀπαλλαγῆναι τῆς βασκανίας;
English
And the very occasion of his beneficence did not calm that raging and deranged man, but once and twice and many times he hurled his spear, wishing to destroy him, and such were the returns he gave in exchange for those dangers. For David, it says, sang with his hand, and the spear was in the hand of Saul, and Saul took up the spear and said, "If I strike David." And David turned aside from before him, and he struck the spear into the wall. What man, even among those who know well how to philosophize, would not these things have driven to anger? But this man chose rather to flee, and to be cast out of his ancestral house, and to be a wanderer and a fugitive, and while enduring hardship to procure the necessary food, than to become the cause of slaughter to the king. For he did not consider how he might avenge himself, but how he might rid that man of his passion. For this reason he withdrew himself from the eyes of his enemy, so as to draw off the swelling, and calm the inflammation, and assuage the envy. For it is better, he says, for me to endure hardship and suffer countless terrible things, than for this man to be judged by God for unjust slaughter. What then could equal that noble and adamantine soul, that he chose poverty instead of wealth, and desert instead of fatherland, and toils and dangers instead of luxury and security, in order to rid his enemy of the hatred against him? Whom would these things not have persuaded, though he were brutish and savage, to lay aside his enmity and be rid of his envy?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:446 · narrative
Source
Ἀλλὰ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισε πρὸς φιλανθρωπίαν ἐπικαμφθῆναι, ἀλλ' ἐδίωκε, καὶ πανταχοῦ περιῄει ζητῶν τὸν ἠδικηκότα μὲν οὐδὲν, ἀδικηθέντα δὲ τὰ ἔσχατα, καὶ μυρία αὐτὸν ἀντὶ τούτων ποιήσαντα ἀγαθά. Καὶ οὐκ εἰδὼς εἰς αὐτὰ λοιπὸν τοῦ Δαυῒδ ἐμπίπτει τὰ δίκτυα· Ἦν γὰρ ἐκεῖ σπήλαιον, φησὶ, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· Δαυῒδ δὲ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῷ ἐνδοτέρῳ σπηλαίῳ ἐκάθηντο. Καὶ εἶπον οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα καθὼς εἶπεν ὁ Κύριος, Δίδωμι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ, καὶ ἀφείλετο τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ μετὰ ταῦτα ἐπάταξε τὸν Δαυῒδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφείλετο τὸ πτερύγιον τῆς διπλοΐδος· καὶ εἶπε πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου ποιῆσαι τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τοῦ ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν· ὡς ἂν εἰ ἔλεγεν, Ἵλεώς μοι Κύριος· εἰ γὰρ καὶ αὐτὸς βουληθείην, μὴ συγχωρήσαι μοι τοῦτό ποτε ἐργάσασθαι, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν τὴν ἁμαρτίαν. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἡμερώτερον; ἆρα ἄνθρωπον τοῦτον ἐροῦμεν τὸν ἐν ἀνθρωπείᾳ φύσει ἀγγελικὴν πολιτείαν ἐπιδειξάμενον; ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι, ταχέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ· καὶ τί λέγω, εὔξασθαι; μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυπηκότος, τίς ἂν ῥᾳδίως ὑπέμεινεν;
English
But none of these things persuaded that savage and inhuman man to be bent toward kindness, but he kept pursuing him and went about everywhere seeking the one who had wronged him in nothing but had been wronged in the extreme, and had done him countless good things in return for these. And no longer knowing where he was going, he fell into David's nets. For there was a cave there, it says, and Saul went in to relieve himself; but David and his men were sitting in the inner part of the cave. And David's men said to him, Behold, the day of which the Lord spoke: I give your enemy into your hands, and you shall do to him what is pleasing in your eyes. And David rose and secretly cut off the fringe of Saul's cloak. And after these things David's heart struck him, because he had cut off the fringe of the cloak; and he said to his men, Far be it from me, by the Lord, to do this thing to my lord, to lay my hand upon him, because he is the Lord's anointed; as if he were saying, May the Lord be propitious to me; for even if I myself wished it, may he never permit me to do this, nor allow me to come into this sin. What could be gentler than this soul? Shall we call this man, who displayed an angelic way of life in human nature, a man? But the divine laws would not endure it. For who, tell me, would quickly choose to offer such a prayer to God? And why do I say, to offer? Who would easily endure not to curse the one who had grieved him?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:447 · narrative
Source
Εἶδες τοῦ Δαυῒδ τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολεμίου στῆθος; Θέα μοι λοιπὸν καὶ τὴν φιλοσοφίαν, θέα μοι τὴν πάλην, τὴν νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγένετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ Δαυῒδ, ἐπύκτευε δὲ ὁ θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός. Οὐ γὰρ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε, καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα αὐτοὺς δυσχεραίνοντας λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν ἀφεῖναι διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀναπνεύσωμεν; καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως τοὺς φίλους; καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυτοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα, οὐδὲ μέμνησαι τῶν κακῶν ὧν ἔπαθες παρ' αὐτοῦ; κἂν διὰ τὰ μέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα
English
Did you see David’s nets spread out, the prey caught in them, and the hunter standing there, and all urging him to plunge the sword into the enemy’s chest? Now look at his philosophy, look at the wrestling, the victory, the crown. For that cave was a stadium, and a certain wondrous and paradoxical wrestling took place. For David wrestled, his anger boxed, Saul lay as the prize, and God was the judge of the contest. For his battle was not only against himself and his own desire, but also against the soldiers present. For even if he wished to philosophize and to spare the one who had done the wrong, it was likely that he also feared them, lest they cut him down in the cave, since he was a destroyer and a traitor to their own safety, and was preserving their common enemy. For it was likely that they, being vexed, would say these things: We have become wanderers and fugitives, and we have fallen out of our homes and fatherland and all other things, and we have shared with you in all hardships; and you, having taken into your hands the cause of these evils, intend to let him go, so that we may never breathe free of these evils? And while you are eager to preserve the enemy, are you betraying your friends? And where is this just? For if you despise your own safety, at least spare our soul. Does the past not grieve you, nor do you remember the evils you suffered at his hands? At least for the sake of the future, kill him, so that he may not [inflict] greater and more grievous
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:448 · narrative
Source
ὑποστῶμεν κακά. Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνήσηται στέφανον. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ' ἑαυτὸν ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτὸ τοῦτο ἐποίησε· καὶ ἑταίρων οὐκ ἐπιεικῶν ἀνθρώπων καὶ μετρίων, ἀλλὰ στρατιωτῶν καὶ πολεμεῖν μεμαθηκότων, καὶ τοῖς πολλοῖς ἀπεγνωκότων πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμούντων, καὶ εἰδότων ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολεμίου σφαγῇ τότε ἔκειτο· οὐ μόνον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγαθῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθὺς διαβῆναι τὴν βασιλείαν. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου. Μέγα μὲν οὖν τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην. Καίτοι πολλοὶ τῶν ἐχθρῶν καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, κἂν αὐτοὶ μὴ καταδέξωνται τοὺς ἐχθροὺς ἀνελεῖν, ὑφ' ἑτέρων ἀναιρεῖσθαι μέλλοντας, οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ Δαυῒδ οὐχ οὕτως· ἀλλ' ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὕτως οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ τοὺς ἑταίρους αὐτοῦ βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν Δαυῒδ μᾶλλον κινδύνῳ τότε περιπεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ.
English
that we should submit to evils. But that righteous man did not reckon any of these things, but looked to one thing only, how he might be able to bind on the crown of forbearance. For it was not so wonderful that, being alone and by himself, he spared the one who had grieved him, as it is now paradoxical that he did this very thing when others were present—and companions who were not gentle and moderate men, but soldiers and men trained to make war, and who for the most part had despaired because of their toils, and desired to breathe freely for a little, and knew that the whole release from their evils then lay in the slaughter of the enemy; and not only release from evils, but also the acquisition of countless goods. For nothing prevented the kingdom from passing over to this man immediately once that one had been slain. Nevertheless, though there were so many things provoking them, that noble man prevailed to overcome all these and to persuade them to spare the enemy. Great indeed is it for a man to overcome his own passions; but far greater is it to be able also to persuade others to acquire the same resolve as himself. And yet many even of the enemies, and those who seem to practice philosophy, even if they themselves would not consent to destroy their enemies, would not choose to prevent them when they are about to be destroyed by others. But David did not do so; rather, as though he had received a certain deposit and was about to give an account of it, so not only did he himself not touch the enemy, but he also prevented his companions who wished to destroy him, becoming a bodyguard instead of an enemy and the best of spearmen. So that one would not err in saying that David then fell into greater danger than Saul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:449 · narrative
Source
Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ' ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ δικαιολογίαν τοιαύτην συνέθηκε, καὶ κατηγόρουν μὲν ἐκεῖνοι, κατηγορεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πολέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ Δαυῒδ ψῆφον ἐκύρωσεν. Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ἦν, ἡ τοῖς χείλεσιν ἐγκαθημένη τούτου, καὶ πειθώ τινα διδοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Ἆρα οὐχὶ καὶ ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειεν τῆς μεγαλοψυχίας, ὅτι τὸν ἐχθρὸν εἰς χεῖρας λαβὼν καθεύδοντα, καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμενον ἐργάσασθαι, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἑταίρους βουλομένους ἐκώλυσεν; Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας ψυχὰς εἶχον λοιπὸν, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι; Ἆρ' οὐκ ἄν τις εὐκαίρως ἐντεῦθεν ἀποδείξειεν, ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ Δαυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἐναπέτεμε; καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὸ τρόπαιον ἐνδοξότερον.
English
For he endured no ordinary struggle, striving in every way to rescue him from their plot; nor did he fear so much that he himself was about to be slaughtered, as he feared that one of the soldiers, yielding to anger, might destroy the man. For this reason he also composed such a defense, and they were accusing, but the one sleeping was being accused, and the enemy was making his defense, and God was judging, and He ratified the verdict of David. For without God's inclination he would not have been able to prevail over those madmen; but it was the grace of God that sat upon his lips, giving a certain persuasiveness to those words. Would one not especially marvel at his greatness of soul from this very fact, that having taken the enemy into his hands while he slept, remaining motionless and able to do nothing, he not only did not kill him himself, but even prevented his companions who wished to? How then was it likely that they would attend to him thereafter, with what great goodwill would they be disposed toward him? For if they had ten thousand lives thereafter, would they not readily have given them all for the general, having learned by deed, in his care for the enemy, his goodwill toward his own? For if he was gentle and mild toward those who had grieved him, would he not much more be so disposed toward those who were well-disposed? Would one not fittingly demonstrate from this that David set up a greater trophy by sparing Saul than when he struck down Goliath and cut off the barbarian's head? For this victory is more brilliant than that one, and the trophy more glorious.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:450 · narrative
Source
Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατώρθωτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. Ἐπεὶ οὖν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν νίκην ἐνίκησεν, ἀνέστη λοιπὸν τῶν ὕπνων ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν εἰς αὐτὸν γεγε νημένων εἰδὼς οὐδέν. Ἐξῄει δὲ καὶ ὁ Δαυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπων· ἐξῄει, οὐ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον, καὶ ὀργὴν ἐκνενευρισμένην, καὶ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, καὶ τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς· ἐξῄει τὴν δεξιὰν μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην ἔχων· δεξιὰν ἐκείνην, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ
δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην· ἐξῄει μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ τρεῖς παῖδες ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε· κἀκείνοις μὲν τὸ πῦρ ἔξωθεν ὁμιλοῦν, οὐδὲν ἐποίησεν·
English
For there he needed a sling and stones and a battle line; but here everything was accomplished by reasoning, and the victory was won without weapons, and the trophy was set up without bloodshed. Since, then, he had won this noble and wondrous victory, Saul, the subject of the contests, arose thereafter from sleep and came out of the cave, knowing nothing of what had been done to him. And David came out after him, now looking toward heaven with free eyes; he came out not carrying a barbarian's head, but a rage put to death, and anger enervated, and having given the enemy countless wounds, and having preserved Saul, while piercing the true enemy, the devil, with many blows; he came out with his right hand crowned together with the head—that right hand which had the strength to bring the sword out clean and to show the blade to God without blood, and to withstand so great a rush of anger; he came out with as much splendor as the three youths from the furnace. For just as the fire did not burn them, so the pyre of anger did not set him ablaze; and for them the fire, assailing from outside, did nothing;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:451 · narrative
Source
οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος. Ἐξελθὼν τοίνυν ὁ Δαυῒδ ὄπισθεν τοῦ Σαοὺλ, ἐβόησε λέγων, Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ καὶ ἔκυψε Δαυῒδ ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. Ἆρά γε ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν ἐλάττονα φέρει τὸν ἔπαινον; ὅτι αὐτὸς σώσας αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ, καὶ δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ πάντα ποιεῖ ὥστε ἐκείνου καταστεῖλαι τὸ φρόνημά τε καὶ φύσημα, καὶ τὸν θυμὸν παραμυθήσασθαι, καὶ τὴν βασκανίαν ἀνελεῖν. Ἀλλ' ἀκούσωμεν καὶ τῆς ἀπολογίας αὐτῆς. Ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος, Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἑωράκασιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστί· καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε.
English
This man, having within him the coals burning, and the devil outside fanning the furnace—by the sight of the enemy, by the urging of the soldiers, by the ease of the slaughter, by the desolation of those who might help, by the memory of past evils, by the agony over things to come (for this also kindled a flame brighter than brushwood and pitch and tow and all things that ignite the Babylonian furnace)—was not set on fire, nor did he suffer anything of the sort that was to be expected, but he came out pure and untouched. When David, then, had come out behind Saul, he cried out, saying, My lord king. And Saul looked back after him, and David bowed on his face and did obeisance to him. Does this, then, bring less praise for saving the enemy? Because he himself, having saved him, himself does obeisance to the one saved, and calls him king, and names himself slave, and does everything so as to restrain that man's pride and inflation, and to soothe his anger, and to remove his envy. But let us hear also his defense itself. Why do you listen to the words of the people saying, Behold, David seeks your life? Behold, your eyes have seen today that the Lord delivered you into my hands in the cave, and I was not willing to kill you, and I spared you, and I said, I will not put my hand upon my lord, for he is the Lord's anointed; and behold, the edge of your cloak is in my hand, which I took away, and I did not kill you.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:452 · narrative
Source
Οὐ γὰρ ἂν, εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς ἕστηκα τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Καὶ γὰρ, εἰ μὴ ἔκοψεν, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐδύνατο ὑποπτεῦσαι, ὅτι ἀδικηθεὶς ἕτερος τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας ἐφείσατο; νυνὶ δὲ ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὐτοῦ προνοίας παρέσχετο, καὶ αὐτὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον· φησὶ γὰρ, Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· τοῦτο δὲ εἶπεν, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ' αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπει κὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρὸς καὶ ἀμέτοχος. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχὴν, ὅτι πολλὰς καὶ μεγάλας εὐεργεσίας ἔχων ἀριθμεῖν τῷ Σαούλ·
English
For he says, I would not have cut off the piece of my garment, had I not been near and stood close to your body. For had he not cut it off, he would have had no other means from anywhere to convince the enemy. For how could the man who warred against one who had done him no wrong, after so many benefactions, have suspected that another, having been wronged and having taken the wrongdoer into his hands, spared him? But as it is, he provided an indisputable proof of his own forethought, and he calls the enemy himself both judge and witness of his own care, speaking thus: Know and see today, that there is no transgression in my hand; and you bind my soul to take it. So free from arrogance was he and pure from all vainglory, and he looked to one thing only, the verdict of God. For he says, Let God judge between me and you; and he said this, not wishing the man to be punished, nor to receive vengeance from him, but to frighten him by the remembrance of the coming judgment; because he would not have dared to call upon the judge who cannot be deceived, and to bring the case before him, unless he had been thoroughly persuaded of himself, that he was pure and free from every plot. Who would not be struck with amazement, who would not marvel at that noble and adamantine soul, that having many and great benefactions to recount to Saul—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:453 · narrative
Source
καὶ γὰρ ἐδύνατο, εἴπερ ἐβούλετο, εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου καθάπερ κατακλυσμοῦ τινος ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος, οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον· καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι' ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι· καὶ μετ' ἐκεῖνο δὲ πάλιν ἑτέρους οὓς κατώρθωσε πολέμους οὐκ ἐλάττους ἐκείνου· καὶ ὅτι ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε· καὶ ἕτερα πολλῷ πλείονα τούτων καὶ μείζονα. Ἀλλ' οὐδὲν τούτων
English
For he could have said, if he had wished, that when the barbarian war was about to sweep away the whole city like some flood, and you were cowering and afraid, expecting to die each day, I came forward—no one compelling me, but even you hindering and holding me back—and I did not endure it, but leaped forward before all others, and received the enemy, and cut off his head; and like the rush of some torrent I checked the advance of those barbarians and set the shaken city firm; and because of me you have your kingdom and your life, and all the rest have, along with their lives, the city and their homes and their children and their wives; and after that, again, the other wars which he waged successfully, no less than that one; and that when he attempted once and twice and many times to kill him, and hurled his spear at his own head, he did not bear a grudge; and many other things far more and greater than these. But none of these
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:454 · narrative
Source
εἶπεν, ἀλλ' ἀπὸ τῶν κατ' ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖται, μόνον οὕτως εἰπών· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Τίνα οὐκ ἂν τὰ τοιαῦτα κατακλάσειε ῥήματα; ὅτι οὐχὶ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων καὶ κηδομένων, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων ἐστί. Καὶ σὺ τοίνυν, ὅταν εἰς χεῖρας τὸν ἐχθρὸν λάβῃς τὸν σὸν, μὴ τοῦτο σκόπει ὅπως αὐτὸν ἀμυνόμενος καὶ μυρίαις πλύνων λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως αὐτὸν θεραπεύσῃς, ὅπως αὐτὸν ἐπαναγάγῃς πρὸς ἐπιείκειαν, καὶ μὴ πρότερον ἀποστῇς πάντα ποιῶν καὶ λέγων, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ἐκείνου ὠμότητος. Ὅπερ οὖν καὶ ὁ Δαυῒδ ἐποίησεν· ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζόμενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρίανεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· καὶ ὅσῳ μείζονα ἐπεβούλευσε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυε, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν, ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δακρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἤκουσεν εἰπόντος αὐτοῦ, Κύριέ μου βασιλεῦ, οὐκ ἤνεγκεν ἀδακρυτὶ ταύτην ἀκούειν τὴν φωνὴν ὁ Σαοὺλ, ἀλλ' ἀνῴμωξε, καὶ πικρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξε, καὶ εἶπεν· Δίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπέδωκας ἐμοὶ ἀγαθὰ, ἀντὶ τῆς ἐπιβουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν ἐκείνων· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά· καὶ οὐδὲ οὕτως ἐγενόμην βελτίων, ἀλλὰ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ.
English
he said, but he makes his defense from the events that happened on that day, saying only this: "Know and see today, that there is no evil or transgression in my hand; and you are binding my soul to take it." Whose heart would such words not break? For he did not wish to reproach him with his benefactions, but only to persuade him that he belonged to those who love and care for him, not to those who plot and wage war against him. And so you also, whenever you take your enemy into your hands, do not look to this—how you might send him away avenged and washed with countless insults—but how you might heal him, how you might lead him back to gentleness, and do not desist, doing and saying everything, until you prevail by your meekness over his savagery. This, then, is what David also did: seeing the enemy arming himself against his own safety, and setting everything in motion for this, he not only did not grow fierce, but came to greater compassion; and the greater the plots, the more he wept for him, and he did not desist, doing everything, until he had even brought him to make his defense with tears and lamentations. For when Saul heard him say, "My lord the king," he could not bear to hear that voice without tears, but wailed aloud, and let out a bitter cry, and lamented greatly, and said: "You are more righteous than I; for you have repaid me good in return for my plotting, in return for the slaughter, in return for those countless evils; but I have repaid you with evil; and not even so did I become better, but after those benefactions I remained in wickedness.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:455 · narrative
Source
Καὶ οὐδὲ οὕτω μετεβάλου, ἀλλὰ διέμεινας τὸν σαυτοῦ τηρῶν τρόπον, καὶ πάλιν ἡμᾶς ἐπιβουλεύοντας εὐεργετῶν. Καὶ ἀπήγγειλάς μοι σήμερον, ἃ ἐποίησάς μοι ἀγαθά· ὡς ἀπέκλεισέ με Κύριος εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Τί τοῦ Δαυῒδ γένοιτ' ἂν μακαριώτερον, ὃς ἐν βραχείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν, εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω τὸν Μωϋσέα θαυμάζω, ὅτι ἀπὸ πέτρας ἀκροτόμου ὑδάτων πηγὰς ἐξήγαγεν, ὡς θαυμάζω τοῦτον, ὅτι ἐξ ὀφθαλμῶν τοιούτων πηγὰς δακρύων κατήγαγεν. Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο· ἐκεῖνος ἐπάταξεν ἐν τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ. Ὅσον οὖν αὐτὸν ἐπαινῶ διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαυμάζω διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας, δακρύων ἐμπλῆσαι θερμῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ, εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγαγεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δὲ ἐκτεθηριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπειγόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι πᾶσαν τὴν πικρίαν ἐμέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοημένων;
English
And you did not even change after this, but you remained keeping your own manner, and again you benefited us who were plotting against you. And you reported to me today the good things you did for me: how the Lord shut me up into your hands, and you did not kill me. What could be more blessed than David, who in a brief moment of time so transformed the enemy, and having taken a soul thirsting for blood and slaughter, cast it suddenly into lamentations and wailings? I do not admire Moses so much because he brought forth springs of water from a hard rock, as I admire this man, because he brought down springs of tears from such eyes. For that one conquered nature, but this one overcame the will; that one struck the stone with the rod, this one struck the heart with the word, not to grieve it, but to make it pure and gentle. As much, therefore, as I praise him for his own meekness, all the more do I admire him for the transformation of Saul. For to master one's own passions is far less than to overcome also the madness of others, and to calm a inflamed heart, and to produce so great a calm from so great a storm, and to fill with warm tears eyes that looked upon murder. And this is what is full of much amazement and wonder. For if Saul had been one of the gentle and moderate men, it would not be a great thing to lead him back to his own virtue; but to prepare a man become brutish and having slipped down to the utmost wickedness, and hastening to slaughter, in a brief moment of time to vomit out all that bitterness—who would not hide away among those ever celebrated for the teaching of philosophy?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:456 · narrative
Source
Ἐπαίνου μὲν γὰρ ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· τὸ δὲ καὶ αὐτὴν αὐτοῦ μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μεταγαγεῖν, τίνα ἂν σχοίη λοιπὸν φιλοσοφίας ὑπερβολήν; Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον τῆς πρὸς τοὺς ἐχθροὺς ὁμιλίας ἀπείργουσιν ἑαυτοὺς, ἀλλ' οὐδὲ τὴν ὄψιν ἰδεῖν ἀνέχονται τὴν ἐκείνων, οὐδὲ τῆς φωνῆς ἀκοῦσαι· ὁ δὲ Δαυῒδ οὐχ οὕτως, ἀλλὰ καὶ τὸν ἐχθρὸν ἔσωσε, καὶ πρότερος ἐτίμησε προσειπὼν, Κύριέ μου βασιλεῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ, προσεκύνησεν αὐτόν· καὶ τιμηθεὶς ἐν τῷ εἰπεῖν ἐκεῖνον, Τέκνον Δαυῒδ, πάλιν μειζόνως ἀντετίμησεν εἰπών· Δοῦλός σου, κύριέ μου βασιλεῦ. Τίς ἂν σχοίη μείζονα ταύτης ἀνεξικακίαν εἰπεῖν; Ἐκεῖνος μέχρι τῆς
ψυχῆς αὐτῆς εὐεργετηθεὶς εἰς συγγένειαν τὸν εὐεργέτην ἤγαγεν· οὗτος εὐεργετήσας δεσπότην τὸν εὐεργετηθέντα ὠνόμασε. Τέκνον με, φησὶν, ἐκάλεσεν, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμὲ πονηρὸν καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Καὶ ὅρα ὅσον τὸ κέρδος εἰργάσατο. Ἐπειδὴ γὰρ εἶπε τοῦτο, οὐκ ἤνεγκεν ἐκεῖνος ἀδακρυτὶ λοιπὸν ταύτην ἀκούειν τὴν φωνὴν, ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ καὶ τὴν φιλοσοφίαν, ἢν ὁ Δαυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν.
English
For it is worthy of praise and the greatest wonder that he did not baptize the sword, nor cut off that hostile head; but that he even changed his own purpose, and made it better, and brought him over to his own gentleness—what excess of philosophy could anyone have beyond this? But most people not only keep themselves from converse with their enemies, but they cannot even endure to see their face, nor to hear their voice; but David did not act so, but he even saved his enemy, and was the first to honor him by addressing him, "My lord king." And not only this, but he also fell upon his face and did obeisance to him; and when he was honored by that man's saying, "Child David," he again honored him more greatly, saying, "Your servant, my lord king." Who could describe a forbearance greater than this? That man, having been benefited even to his very soul, brought his benefactor into kinship; this man, having benefited him, called the one he benefited master. "He called me child," he says, "and I love and cherish him, if only you hold me as a servant—only with laying aside your anger, only with suspecting nothing evil concerning me and not thinking me a plotter and enemy." And see how much profit he worked. For when he said this, that man could no longer hear this voice without tears, but he wailed bitterly, revealing through his tears the health in his soul and the philosophy which David had instilled.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:457 · narrative
Source
Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ Δαυῒδ, ὅτι οὕτω τῇ ἑαυτοῦ πραότητι καὶ ἐπιεικείᾳ τοῦ Σαοὺλ περιεγένετο, ὡς καὶ τῆς οἰκείας αὐτὸν πεῖσαι καταγνῶναι ὠμότητος, καὶ τὴν ἐκείνου ἀνυμνεῖν ἀρετήν; Εἰ γάρ τις εὕροι τὸν ἐχθρὸν αὐτοῦ, φησὶν, ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ μετ' ἐμοῦ σήμερον. Καὶ ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν τῇ χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν ἔγνως, εἰπέ μοι, τοῦτο; παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις, ἄοικος, ἀνέστιος. Πόθεν οὖν ταῦτα λέγεις, εἰπέ μοι; Ἀπ' αὐτοῦ μὲν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄπολις καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περιβεβλημένου δύναμιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ' ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ' ἑαυτοῦ πάντων ἐστὶν ἰσχυρότερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν; Ἄρα πόσων ἂν εἴη στεφάνων ἄξιος καθ' ἕκαστον τῶν ῥημάτων τούτων ὁ Δαυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτοῦ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ' ἡ τοῦ Δαυῒδ σοφία εἰς τὴν ἐκείνου ταῦτα ψυχὴν κατεφύτευσεν·
English
Of how many crowns would David not be worthy, because by his own gentleness and clemency he so prevailed over Saul that he even persuaded him to condemn his own cruelty and to extol that man's virtue? "For if a man find his enemy," he says, "in distress, and send him on a good way, the Lord will repay him with good things, as you have done with me today. And behold, I know that you will surely reign as king, and the kingdom of Israel shall be established in your hand. And now swear to me by the Lord, that you will not destroy my seed after me, and that you will not blot out my name from my father's house." And how did you know this, tell me? With you are the camps, with you the treasures, the weapons, the cities, the horses, the soldiers, the whole strength of the royal provision; but this man is desolate and naked, cityless, houseless, hearthless. From where, then, do you say these things, tell me? From his very manner of life. For the naked and cityless and desolate man would not have prevailed over me, who am armed and clothed with so great a force, unless he had God with him; and he who has God with him is stronger than all. Do you see what philosophy Saul utters after the plot? Do you see how it is possible to spit out all wickedness and to change and to return to what is better? Of how many crowns, then, would David be worthy for each of these words? For even if Saul's mouth uttered them, it was David's wisdom that planted them in that man's soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:458 · narrative
Source
φησὶ γοῦν ἐκεῖνος, Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Δέησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει λοιπὸν, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα· καὶ ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ, ἀλλὰ ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσῃς τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔγγονα· μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων αὐτῶν, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ Δαυΐδ; ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς, ἀλλ' εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε, καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον ὧν ὡμολόγησε, τότε παρέσχεν. Τὸν γὰρ ἔγγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία οὐδὲ ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχύνειν τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδὸς, ἀλλ' ἐκαλλωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Τίς γὰρ τῶν συνδειπνούντων αὐτῷ ὁρῶν τὸν ἔκγονον τοῦ Σαοὺλ τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν Δαυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, οὐχὶ πρὸς πάντας ἐσπένδετο τοὺς ἐχθροὺς αἰσχυνόμενος καὶ ἐρυθριῶν; Εἰ γὰρ καὶ ἑτέρωθι αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον, πολὺ μέγα ἦν·
English
For he says, "Swear to me by the Lord, that you will not destroy my seed after me, and that you will not blot out my name from the house of my father." The king now brings a supplication to the common man, and he who wears the diadem sets forth a petition, entreating the fugitive on behalf of his own children; and he demands an oath, not distrusting his character, but considering how many evils he had worked against him. "Swear to me, that you will not blot out my seed after me." He leaves the enemy as guardian of his own children, and places his offspring in that man's hands; almost taking hold of their right hand through his words, and bringing God in as mediator. What then does David do? Did he perhaps dissemble even a little in response to these things? By no means, but he immediately nodded assent, and gave the favor, and when Saul died, he not only did not kill them, but granted even more than he had agreed to. For he brought his grandson, who was lame and crippled in the leg, into his own house, and made him a table-companion, and deemed him worthy of the greatest honor; and he was not ashamed nor did he cover his face, nor did he think that he was disgracing the royal table by the boy's disability, but rather he adorned himself and took pride in it. For who of those dining with him, seeing the descendant of Saul, who had worked so many evils against David, enjoying such great honor from him, even if he were wilder than all beasts, would not have made peace with all his enemies out of shame and blushing? For even if elsewhere he appointed him food and set a fixed allowance, it was a very great thing.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:459 · narrative
Source
τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τράπεζαν, ὑπερβολὴν ἔχει φιλοσοφίας. Καὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον ζῶντας ἠμύναντο τοὺς ἐχθροὺς, ἀλλὰ καὶ τελευτησάντων εἰς τοὺς ἐκείνων παῖδας τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ' οὐχ ὁ Δαυῒδ οὕτως, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου τὴν περὶ ἐκεῖνον εὔνοιαν εἰς τοὺς παῖδας
ἐπεδείξατο. Τί τούτου μακαριώτερον γένοιτ' ἄν; ὅτι οὐ μόνον τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας ἰδὼν τοὺς ἑαυτοῦ κείμενον αἰχμαλώτου χεῖρον ἐφείσατο, ἀλλὰ καὶ πάλιν μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον εἰς χεῖρας λαβὼν, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκέ τε ὑγιῆ καὶ σῶον, καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμῶς λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ πεσόντα ἀκούσα ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον. καὶ σποδὸν κατεπάσατο, καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα Σαούλ· Ὄρη, φησὶ, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς μήτε δρόσος μήτε ὑετός· ὄρη θανάτου· ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυναστῶν. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί·
English
But that he even brought him to his own table—this surpasses all philosophy. For most people not only defend themselves against enemies while they are alive, but even when the enemies have died they discharge their anger against them upon their children. David, however, was not like this; rather, he preserved the enemy while he was alive, and when that man had departed, he displayed his goodwill toward him in his children. What could be more blessed than this? For not only did he, seeing his enemy lying beneath his own feet, worse than a captive, spare him, but again after this deliverance, when the man attacked him and wished to destroy him, he took him in his hands, and though he was able to cut him down along with his whole army, he let him go safe and sound; and recognizing that he was incurably sick and would never cease from his enmity against him, he removed himself from that man's eyes and lived among the barbarians as a slave, dishonored, ashamed, procuring for himself the necessary food by toil and hardship. And this is not the only wonderful thing, but also that when he heard that he had fallen in the battle line, he tore his tunic and sprinkled ashes on himself and uttered a lament such as one would utter having lost an only and true-born child, continually calling back his name together with the child's, composing eulogies, and sending forth a bitter cry, and remaining without food until evening, and cursing the places that received the blood of Saul: "O mountains," he says, "of Gilboa, let neither dew nor rain fall upon you; mountains of death; for there the shield of the mighty was lifted up." "I hate even the place itself," he says, "because of the dead who fell there.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:460 · narrative
Source
μηκέτι τοίνυν βραχείητε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι. Καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ, Σαοὺλ, καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν. Ἐπειδὴ γὰρ τὰ σώματα παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο· ἀλλ' ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον τῇ διαστάσει θατέρου ἐνόμισε. Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ὄντως γὰρ οὐδὲν οὕτως ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης κεντούμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν·
English
Do not, then, any longer be soaked by the rains from above; for you have once been badly soaked with the blood of my friends. And he continually turns their names over, speaking thus: “Saul, Saul, and Jonathan, the beloved and beautiful, not separated in their life, and in their death they were not separated.” For since he could not embrace their bodies while present, he entwines himself with their names, soothing his own grief as far as possible by these, and consoling the magnitude of the calamity. For it is not possible, he says, to say that the child lamented orphanhood, nor that the father bewailed childlessness; but what happened to no one happened, he says, to them: together and on one day they were torn from life, and the one not left behind did not consider life livable for himself by the separation of the other. Now let each one of you remember for me the enemy and the one who has grieved him, while the mind is still seething with mourning, and let him both guard this one while he lives, and mourn him when he has departed; and if it is necessary to suffer anything so as not to grieve the one who has wronged him, let him do and suffer all things, awaiting great recompenses from God. For truly nothing is so safe as sparing enemies, nor so precarious as wishing to avenge oneself and defend oneself. For the one who has destroyed will often also condemn himself, and will have a wicked conscience, pricked by that sin every day and hour; but the one who has spared and endured for a little time rejoices thereafter and lives in luxury, awaiting good hopes, and expecting from God the recompenses of forbearance.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:461 · narrative
Source
κἂν εἴποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν Δαυῒδ καὶ τὸν Σαοὺλ γενομένων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ βουληθεὶς ἀνελεῖν, γυμνὸς καὶ ἄνοπλος καὶ πάντων ἔρημος, καὶ καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως εἰς τὸ σπήλαιον ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν βουλόμενος, χωρὶς μηχανημάτων καὶ ὅπλων καὶ ἵππων καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ, ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο, καὶ μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν κηδεμονίας τὰς ἀμοιβὰς ἀπέλαβεν ὕστερον. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ, ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν, πολλῷ δὲ μᾶλλον φιλοσόφου ψυχῆς τὸ ἀδικηθέντα μὴ ἀμύνασθαι. Τοιοῦτος οὖν ὁ Δαυΐδ. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχε τότε τὸ μέτρον, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ
English
And if ever he should fall into any terrible danger, with great boldness he will demand from God the recompense. And this can be seen from what happened in the cases of David and Saul. For the one who wished to destroy him, naked and unarmed and bereft of all, and delivered over as it were a captive, lay thus in the cave; while the other, yielding and giving way everywhere, and not even wishing to take vengeance justly, without engines and weapons and horses and soldiers, took the enemy into his hands; and, what was greater than all, he drew God to greater favor, and later received great and wonderful recompenses for his care concerning the enemy. What excuse, then, shall we have, when we remember past sins and take vengeance on those who have grieved us, since that blameless man, having suffered so many things and expecting even more and worse evils to befall him, is shown to have so spared the salvation of his enemy as to choose rather to risk himself and to live with fear and trembling than justly to slay the one who was going to furnish him countless troubles? For it is good not to do wrong, but much more is it the mark of a philosophic soul not to take vengeance when wronged. Such, then, was David. And yet the law at that time provided this measure: an eye for an eye
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:462 · narrative
Source
κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν, καὶ οὐκ ἦν παράβασις τὸ γινόμενον· ἀλλ' οὕτω φιλόσοφος ἦν ὁ Δαυῒδ, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν αὐτῷ ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειεν τὰ προστάγματα. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον, τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ποίαν οὖν σχοίημεν συγγνώμην λοιπὸν, τίνα δὲ ἀπολογίαν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευσαμένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὐδὲ ὁ ἐν τῇ χάριτι τῷ πρὸ τοῦ νόμου, μᾶλλον δὲ τῷ ἐν τῷ νόμῳ, ἀλλ' ἀπὸ τοῦ καιροῦ πολλὴ ἡ διαφορὰ γίνεται. Ὅταν ἐννοήσω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἀγαθότητα καὶ τὸ συμπαθὲς καὶ φιλόστοργον, ἰλιγγιῶ καὶ τρέμω καὶ ἐκπλήξει συνέχομαι, πῶς καὶ ἐν αὐτῷ τῷ σταυρῷ τῶν σταυρούντων ὑπερηύχετο· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ οἱ λῃσταὶ δὲ ἀμφότεροι παρὰ τὴν ἀρχὴν ὠνείδιζον αὐτὸν, ἀλλ' ἡνίκα ὁ εὐγνώμων εἰς συναίσθησιν ἐλθὼν εἴρηκε, Μνήσθητί μου, Κύριε, τὸν παράδεισον αὐτῷ πρὸ πάντων ἀνέῳξε.
English
commanding, and to knock out tooth for tooth, and what was done was not a transgression; but David was so philosophical that he not only did not transgress the law, but even out of great abundance went beyond it and leaped over the boundaries. For he did not consider it sufficient for virtue if he did not also surpass the commandments. But we are required not only not to repay, but also to do good; for, he says, pray for those who despitefully use you; do good to those who hate you. What excuse then shall we have hereafter, or what defense after the coming of Christ, if we do not reach the measure of those who lived under the Old Covenant, and that too when much more is required of us? For unless your righteousness, he says, exceeds that of the scribes and Pharisees, you shall not enter the kingdom of heaven. For just as one who accomplishes the same things under the law is not equal to one before the law, so neither is one under grace equal to one before the law—or rather, to one under the law—but from the time there is a great difference. When I consider the goodness and compassion and tender love of our Lord Jesus Christ, I am dizzy and I tremble and I am overcome with amazement, how even on the very cross he prayed for those who were crucifying him; what could be equal to this? And both robbers at the beginning reviled him, but when the grateful one came to his senses and said, Remember me, Lord, he opened paradise to him before all others.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:463 · narrative
Source
Καὶ δακρύει δὲ τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ' ὅτι ἀπώλλυτο ἐκεῖνος. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην, τὴν κόλασιν τὴν μετὰ τὴν ἀγχόνην, καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἐθεράπευσε καὶ διεκρούετο. Ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην, τύπον ἡμῖν καὶ ὑπογραμμὸν ἀγαθωσύνης καὶ μακροθυμίας παρέχων ὁ ἀγαθὸς Δεσπότης. Ἰούδα γὰρ, φησὶ, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε, τίνα οὐκ ἂν ἔκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποίαν λιθώδη ψυχήν; ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Οὐδὲ γὰρ εἶπεν· Ὦ μιαρὲ καὶ παμπόνηρε καὶ προδότα, ταύτας ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας; ἀλλὰ πῶς; Ἰούδα· τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν, καὶ ἀνακαλοῦντος, οὐκ ὀργιζομένου. Καὶ οὐκ εἶπε, τὸν διδάσκαλόν σου, τὸν δεσπότην σου, τὸν εὐεργέτην· ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου φιλήματι παραδίδως; Εἰ γὰρ μὴ διδάσκαλος ἦν, μηδὲ δεσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, τοῦτον παραδίδως; Καὶ πρὸς μὲν τὸν προδότην οὕτως, ὡς προείρηται· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ μαχαιρῶν καὶ ξύλων πῶς; Καὶ τί γένοιτο ἡμερώτερον τῶν ῥημάτων τῶν πρὸς ἐκείνους εἰρημένων; Δυνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε ὡς ἐπὶ λῃστὴν μετὰ μαχαιρῶν καὶ ξύλων;
English
And he weeps for those who are about to kill him, and he is troubled and confounded at seeing the traitor—not because he was going to be crucified, but because that man was perishing. He was troubled, then, foreseeing the hanging, the punishment after the hanging, and knowing his wickedness, he tended him and shielded him to the very last hour. But he even kissed the traitor, the good Master giving us a type and pattern of goodness and longsuffering. For, he says, do you betray the Son of Man with a kiss? Whom would this voice not have softened, whom would it not have bent? What beast, what stony soul? But not that wretched man. For he did not say: O vile and utterly wicked and traitorous one, is this the recompense you give us for such great beneficence? But how? Judas—setting down the proper name, which was more the act of one lamenting and calling back, not of one angered. And he did not say, your teacher, your master, your benefactor; but, Do you betray the Son of Man with a kiss? For if he was not teacher nor master, do you betray this one who is so gently, so guilelessly disposed toward you as even to kiss you at the time of the betrayal? And toward the traitor he spoke thus, as has been said; but toward those who came with swords and clubs, how? And what could be gentler than the words spoken to them? For though he was able to make them all vanish at once, he did none of this, but speaks to them reprovingly, saying: Why did you come out as against a robber with swords and clubs?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:464 · narrative
Source
καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ταῖς ἁγίαις χερσὶν ὁρῶν, δυνάμενος πάντας κλονῆσαι καὶ ῥῖψαι κάτω. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μιμησώμεθα καὶ ἡμεῖς, ἀδελφοὶ, τὴν ἀνεξικακίαν αὐτοῦ, τὴν πραότητα, τὴν ταπεινοφροσύνην. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Διὰ δὴ ταῦτα καὶ ὁ Παῦλος ταῦτα τίθησι καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, οἱῳδήποτε τρόπῳ ἐπιβουλεύοντας δηλονότι. Καὶ οὐκ εἶπε, Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτου ἐζήτησεν εἰπὼν, Εὐλογεῖτε. Ἐκεῖνο μὲν γὰρ, τὸ μὴ μνησικακεῖν, μηδὲ ἀμύνεσθαι, ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου. Λοιπὸν καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον· καὶ γὰρ μισθῶν ἡμῖν εἰσι πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ
English
And having thrown them backward, since they remained insensible, he willingly handed himself over again, and he endured seeing them put bonds on his holy hands, though he was able to shake them all and throw them down. Who will speak of the mighty acts of the Lord, who will make all his praises heard? Let us also imitate, brothers, his forbearance, his gentleness, his humility. For learn from me, he says, that I am gentle and humble in heart, and you will find rest for your souls. For this reason Paul also sets these things down and says: Bless those who persecute you—clearly, those who plot in whatever way. And he did not say, Do not bear a grudge, nor avenge yourselves, but he sought what is far greater than this, saying, Bless. For that—not bearing a grudge, nor avenging oneself—is the mark of a philosopher, but this of an angel. Then, having said, Bless, he added, And do not curse, so that we may not do both this and that, but only that; for those who persecute us are the cause of rewards for us. But if you are sober, and
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:465 · narrative
Source
ἕτερον σὺ σαυτῷ μετ' ἐκείνων κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Χριστὸν ἀγάπης. Διὰ δὴ τοῦτο παντὶ τρόπῳ τοὺς ὑβρίζοντας καὶ διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσεν ὁ πνευματικὸς διδάσκαλος, καὶ ἄνω μὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε, προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν καὶ μὴ καταράσασθαι, μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. Διὸ καὶ ταῦτα ἐπήγαγεν, ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. Ἄκουσον τί φησιν ὁ Πέτρος πρὸς τὸν Χριστόν· Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁμοῦ καὶ ἐπερωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν ἢ μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει πλέον, βουλόμενος ἀρέσαι τῷ διδασκάλῳ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τοῦ μαθητοῦ φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τοῦ διδασκάλου συγκρινομένη, πενίας ἐστὶ πάσης εὐτελεστέρα· καὶ ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡ ἡμῶν ἀγαθότης πρὸς τὴν ἐκείνου ἄφατον φιλανθρωπίαν· εἰπόντος αὐτοῦ.
English
You will prepare for yourself another reward together with that one; for he will give you the reward that comes from persecution, but you will give yourself the reward that comes from blessing him, carrying a very great sign of love for Christ. For this reason the spiritual teacher commanded us in every way to repay those who insult and persecute and harm us in deeds with the opposite, and above he ordered us to bless them, and going on he exhorts us to benefit them in deeds as well: Rejoice with those who rejoice, and weep with those who weep. For since it is possible to bless and not to curse, yet not to do this out of love, he wants us also to be warmed through with friendship. Therefore he added these things too, so that we might not only bless but also grieve with them and suffer with them, whenever we see them fallen into misfortune. For nothing gathers love together as much as when we share both joys and sorrows with one another. Hear what Peter says to Christ: How many times, if my brother sins against me, shall I forgive him? Up to seven times? At once he both asks and promises, and before he learns, he is ambitious. For knowing clearly the mind of the teacher, that he inclines more toward loving-kindness, wishing to please the teacher, he says: Up to seven times? Then, so that you may learn what man is, and what God is, and how the ambition of the disciple, wherever it may arrive, when compared with the abundance of the teacher, is more worthless than all poverty; and as much as a drop is to a boundless sea, so much is our goodness compared with his ineffable loving-kindness—when he had said this.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:466 · narrative
Source
ἑπτάκις, καὶ νομίσαντος μεγάλα φιλοτιμεῖσθαι καὶ δαψιλεύεσθαι, φησὶν ὁ Χριστός· Οὐ λέγω, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· ὅπερ ἐστὶ τετρακόσια καὶ ἐνενήκοντα. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα· ἐὰν γὰρ ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασθεὶς, οὐδὲ πόνον ἕξεις λοιπὸν τῆς τοιαύτης φιλοσοφίας, καθάπαξ ἐμμελετήσας τῇ πυκνότητι τῆς συγχωρήσεως, μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ἀλλὰ καὶ εἴ τις ἁρπαγὴν ὑποστὰς ἄδικον, ὑπὲρ τῆς τοιαύτης ἀδικίας εὐχαριστήσει τῷ Θεῷ, μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης καρπώσεται τοὺς μισθούς. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ. Εἰ δὲ λέγοι τις· Τί γὰρ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι ἠδύνασο πρᾶξαι, τῷ δυσχερᾶναι, τῷ ἀποδυσπετῆσαι, τῷ κατεύξασθαι τοῦ λελυπηκότος, τῷ καταράσασθαι αὐτῷ μυρία, τῷ πρὸς πάντας διαβαλεῖν· ταῦτα γὰρ ἐν ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ. Ὁ τοίνυν ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται· δῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὅταν οὖν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν. Τότε γὰρ μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι· κἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι, καὶ ὃ πάντων μεῖζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν·
English
seven times, and when he thought he was being greatly honored and lavishly generous, Christ says: I do not say, until seven times, but until seventy times seven; which is four hundred and ninety. And do not think the command is difficult; for if you are prepared to disregard offenses against you that many times, trained by a first and second and third forgiveness, you will no longer have any toil from such philosophy, once you have thoroughly practiced yourself in the frequency of forgiveness, so as not even to be struck by the sins of your neighbor. But even if someone has suffered unjust plunder, for such injustice he will give thanks to God, and through that thanksgiving he will reap countless rewards. For nothing so gladdens God as not repaying evil for evil. But if someone should say: How could I have defended myself against the one who wronged me, being weaker? I would say this, that you could have acted by being vexed, by being indignant, by cursing the one who grieved you, by calling down countless curses on him, by slandering him to everyone; for these things lie within our power. Therefore the one who has not done these things will receive a reward even for not defending himself; for it is clear that, being master of that too, he would not have done it. When, then, you see your enemy fall into your hands, do not think that that time is for punishment, but for salvation. For then especially ought we to spare enemies, when we have become their masters; and if we thus manage our own affairs, and take up the salvation of our neighbors, we shall quickly be both desired and beloved by them, and, what is greater than all, we shall enjoy the good things laid up in store.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:467 · narrative
Source
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Λʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, συντεθὲν παρὰ Θεοδώρου Μαγίστρου, ἀπὸ διαφόρων λόγων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.
Τῆς μὲν ἐπιγραφῆς τῶν ἀποστολικῶν Πράξεων ἅπαν ὑμῖν ἤδη τὸ χρέος καταβεβλήκαμεν. Ἀκόλουθον δὲ λοιπὸν ἦν, καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ
εἰπεῖν τί ποτέ ἐστι, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς Δαμασκὸν εἰσαγόμενον, δεδεμένον, οὐκ ἐν ἀλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ Δεσποτικῇ· ἐπιθυμῶ δὲ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν ἅπασαν ἀναβράσαντα τὴν θάλασσαν, τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐχὶ ἀγκίστρῳ, ἀλλὰ λόγῳ Δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, καὶ τὸν κάλαμον μετεωρίζων ἀφ' ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ' ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ἐκείνην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω τὸν ἰχθὺν τοῦτον τὸν μέγαν ἡλίευσε.
English
By the grace and love for humanity of our Lord Jesus Christ, to whom be the glory and the dominion, with the Father and the holy and life-giving Spirit, now and always and unto the endless ages of ages. Amen.
Homily 30. An Encomium on the holy apostle Paul, composed by Theodore Magistros, from various homilies of our father among the saints John Chrysostom.
We have already discharged the whole debt owed you concerning the title of the apostolic Acts. It followed, then, that we should also touch upon the beginning of the book, and
say what it is: The first account I made concerning all things, O Theophilus, which Jesus began both to do and to teach. But Paul does not allow us to use this order of sequence, calling our tongue to himself and his own achievements. For I long to see him led into Damascus, bound—not in an iron chain, but by the Master's voice; I long to see this great fish caught, the one who made the whole sea boil, who stirred up countless waves against the Church; I long to see him caught, not with a hook, but by the Master's word. For just as a fisherman sitting on a high rock, raising his rod, lets the hook down from on high into the deep, so too our Master, who showed forth the spiritual fishing, sitting as it were on the high rock of the heavens, letting that voice down from above like a hook, and saying, Saul, Saul, why do you persecute me?—thus did he catch this great fish.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:468 · narrative
Source
Τίς γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον, καὶ διώκτην καὶ βλάσφημον, καὶ οὕτω τὴν Ἐκκλησίαν λυμαινόμενον, ὡς καὶ κατὰ τοὺς οἴκους πορευόμενον σύρειν ἄνδρας τε καὶ γυναῖκας, καὶ πάντα συγχέειν καὶ ταράττειν, ὑπέμεινεν, εἰ μὴ ἐξαίφνης ὁ Βασιλεὺς ὁ ἡμέτερος καλέσας μετέστησε, καὶ πρὸς ἑαυτὸν ἐπανήγαγε; Καὶ γὰρ καὶ οἱ μαθηταὶ, ὅπουπερ ἂν παραγενόμενον εἶδον, δεδοικότες ἔφριττον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· καὶ ὅτε πάλιν τῶν φίλων ἐγένετο, τὸν αὐτὸν φόβον ἐδείκνυον. Εἰ οὖν καταλλαγέντα αὐτὸν ἐδεδοίκεισαν, ἐχθρὸν ὄντα καὶ πολέμιον, τί οὐκ ἂν ἐποίουν; Ἐγὼ δὲ τί πάθω; ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν κατασχὼν ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ γὰρ ἴστε πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον, ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καὶ καταλῦσαι τὸν λόγον. Οὗτος τοίνυν ὁ μακάριος Παῦλος, ὁ τὴν οἰκουμένην φωτίσας πᾶσαν, ἐν καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς τῆς οἰκουμένης ἐγένετο. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέψαι χρησίμως· καὶ ἐπειδὴ καθ' ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτως σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινόν· ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος παρακούσῃ τῶν λεγομένων, καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλὰ οὔτε εὐεργετοῦντα ἐνεγκεῖν δύναται. Οὐδὲ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισεν. Εἰ πόλεμος ἡμῖν περιεστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα·
English
For who could have endured that savage and inhuman man, the persecutor and blasphemer, who so ravaged the Church as even to go about from house to house dragging off men and women and throwing everything into confusion and disorder, had not our King suddenly called him and removed him and brought him back to himself? For even the disciples, wherever they saw him arrive, shuddered in fear and did not dare even to look him in the face; and when he had become their friend again, they showed the same fear. If, then, they feared him when he had been reconciled, when he was an enemy and an adversary, what would they not have done? But what am I to suffer? I must take to flight with great urgency, lest he seize me again and carry me away from my purpose. For you know that often, when I was walking and occupied elsewhere, he met me and stopped me in the middle of my discourse, and so captivated me that he persuaded me to undo and demolish the discourse itself. This blessed Paul, then, who enlightened the whole world, was once blinded at the time of his calling; but that blindness became the enlightenment of the world. For since he saw badly, God blinded him well, so that he might see profitably; and since he persecuted the Church beyond measure, and was so violent and unapproachable, he receives a more violent bridle, so that, carried along by the rush of that zeal, he might not disobey what was said, and so that he might learn whom he was fighting against—one whom he could not endure, not only when he punished, but not even when he bestowed benefits. For it was not darkness that blinded him, but an excess of light that darkened him. If a barbarian war had surrounded us, and in the battle line the enemies were causing us countless troubles,
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:469 · narrative
Source
εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν; Ἐπειδὴ δὲ καὶ νῦν πόλεμος συνέστηκεν Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον ἤγαγεν· οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον αὐτὸν εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο ὅσους ἔμελλεν ἀπὸ τῆς γῆς χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. Διὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι
English
Then the commander of the barbarians, who brought countless devices, and confounded all our affairs, and filled everything with great uproar and confusion, and threatened to raze the city itself and deliver it to fire, and held out slavery to us—suddenly bound by our King, he was led captive into the city. Would we not all, with women and children, have rushed out to that spectacle? And since even now war has arisen, with Jews making uproar and throwing everything into confusion, and bringing many devices against the security of the Church, and the chief of the enemies is Paul, who does and says things greater than all, who throws everything into uproar and confusion—but our Lord Jesus Christ, our King, has bound him, bound him and led him captive—shall we not all go out to this spectacle, so as to see him led captive? For even the angels, watching from the heavens as he was bound and led in, leaped for joy—not because they saw him bound, but because they considered how many people he was going to loose from their bonds; not because they beheld him led by the hand, but because they reckoned how many he was going to lead by the hand from the earth; not because they saw him blinded, but because they understood how many he was going to lead out of darkness. For this reason I too, leaving all the others behind, hasten to leap toward Paul. For Paul, and longing for Paul, has compelled us to leap
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:470 · narrative
Source
τοῦτο τὸ πήδημα. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἀνεπλήρωσεν, ἀλλ' ἅμα τό τε στόμα ἠνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης περιέτρεχε συρόμενος, λιθαζόμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀλλ' ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν.
English
This leap. Who will proclaim your mighty acts, Lord, that you did not allow Paul to go unnoticed, that you showed such a man to the world? All the angels praised you with one accord when you made the stars, and when you made the sun, but not as they did when you showed Paul to the whole world. For this reason the earth has become brighter than heaven, since this man is brighter than the light of the sun. And this sun yields to the night, but that man prevailed over the devil; and the sun, carried from on high, sends its rays downward; but he, rising from below, did he not fill the space between heaven and earth with light? No, as soon as he opened his mouth, he filled the angels with great pleasure. For if there is joy in the heavens over one sinner who repents, and he from his very first public address hunted five thousand men, with how much joy does he not fill the powers above? And why do I say this? Simply for Paul to speak is enough for the heavens to leap and rejoice. For what is warmer than the heart of this man, who ran everywhere throughout the world, dragged about, stoned, in order to loose those who were bound and draw them to himself? For he did not accomplish these things as one fighting, but as one coming to a victory ready and at hand, so he set up his trophies, demolishing, tearing down, casting down the strongholds of the devil and the devices of the demons, and he did not even take a little breath, but leaping from these to those, and again from those to others, and like some excellent general setting up trophies every day, or rather every hour.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:471 · narrative
Source
Ἀπὸ γὰρ χιτωνίσκου μόνον εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι, τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς αὐτὸν ἐπανήγαγον. Ὅτε γὰρ τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθόντες τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προστρέχουσιν, οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος. Θαυμάζεται Δαυῒδ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειεν, παιδὸς ἔργον ἐκεῖνο· καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον· οὗτος γὰρ οὐ λίθον ῥίπτων τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυσε τοῦ διαβόλου τὴν φάλαγγα.
English
For entering the battle line with nothing but a tunic, he captured whole cities of the enemy with their men; and bows and spears and arrows and everything were the tongue of Paul. For he only spoke, and his words, falling upon the enemies more fiercely than any fire, drove out the demons and brought back to him the men who were possessed by them. For when he cast out that wicked demon, five thousand men of the sorcerers came together and burned the books of their magic, and turned to the truth. And just as in war, when a tower has fallen or a tyrant has been brought down, all those with him throw down their weapons and run to the general, so also it happened then: for when the demon had been cast out, all were besieged and threw down their books—or rather, destroyed them—and ran to the feet of Paul. And he, arrayed against the whole inhabited world as against a single army, stood nowhere still, but as though he had wings, he did everything: now he set right a lame man, now he raised a dead man, now he healed another—I mean the magician; and not even when shut up in prison did he keep quiet, but there too he won over the jailer to himself, working out this noble captivity. David is admired for bringing down Goliath with a single stone; but if one examines the achievements of Paul, that was the work of a child; and as great as the difference between a shepherd and a general, so great is the difference between the one and the other. For this man, without throwing a stone, brought down the spiritual Goliath, but by speaking only he destroyed the whole phalanx of the devil.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:472 · narrative
Source
Καὶ καθάπερ λέων βρυχώμενος καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιών· καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιών· καὶ καθάπερ μίαν οἰκίαν ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην ἐλαύνων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης καὶ κυβερνήτης καὶ πρωρεὺς καὶ ἱστίον καὶ πλοῖον, καὶ πάντα πάσχων ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς, αὐτὸς παλαίων, τρέχων, πυκτεύων· ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης· καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν,
ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντείων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα, τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν, ὧν ἕκαστον ἱκανὸν συνταράξαι σφοδρῶς, καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν·
English
And like a roaring lion breathing flame from its tongue, so he was unbearable to all as he advanced; and everywhere he leapt continually, he ran to these, he came to those, he moved to these, he sprang away to others, advancing faster than the wind; and as though steering the whole inhabited world as one house or one ship, drawing up those being baptized, steadying those who were dizzy, exhorting the sailors, sitting at the necks, scanning the prow, stretching the ropes, plying the oar, hauling the sail, looking toward heaven, being everything himself—both sailor and pilot and lookout and sail and ship—and suffering all things so that he might loose the evils of others. And like some athlete, himself wrestling, running, boxing; or a soldier fighting at the walls, fighting on foot, fighting at sea; so he went through every form of battle; and he breathed fire, and was unapproachable to all, grasping the inhabited world with one body, and routing all with one tongue. Not so did the many trumpets fall upon the stones of the city of the Jerichoites and bring them down, as the voice of Paul resounding cast the devilish strongholds to the ground and turned the enemies to himself. And through a window he was lowered from the wall, so that from below he might send up those cast down to the ground. The famine, then, and thirst, and nakedness, and shipwrecks, and fears, and plots, and prisons, and beatings, and all the other things whatsoever the blessed Paul endured for the sake of the preaching, I think there is no need to speak of, each of which was sufficient to shake violently and break in pieces that holy soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:473 · narrative
Source
ὅταν δὲ λέγῃ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; τοῦτό ἐστιν ὃ πάντων μάλιστα διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν αὐτῷ. Εἰ γὰρ καθ' ἕκαστον τῶν σκανδαλιζομένων αὐτὸς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Τὸ δὲ καὶ τοὺς Ἰουδαίους ἀπιστοῦντας ὁρᾷν, τίνα ἂν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἀνακωχὴν ἔχειν ἠδύνατο; Ηὐχόμην γὰρ, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον. Βαβαὶ τοῦ διαπύρου ἔρωτος τῆς ἀγάπης· ὁ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ ἀκαμπὴς, ὁ λέγων, Τίς ἡμᾶς χωρίσει ἀπὸ τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; ὁ γῆς καὶ θαλάττης κατατολμῶν, ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου πυλῶν καταγελῶν· οὗτος, ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ὢ τοῦ θαύματος! ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε καὶ κατέκλασε. Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν;
English
But when he says, "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?" this is what more than anything gave him his unceasing and unbearable despondency. For if he himself burned for each one of those who stumbled, it was impossible for that burning to be quenched from his soul; for those who stumbled did not cease, nor did they cease providing fuel for the fire. But to see the Jews also unbelieving—what small relief, at least, of despondency and pain could he have? "For I could wish," he says, "to be accursed from Christ for my brethren, my kinsmen according to the flesh, who are Israelites." What he means is this: It was more desirable to me to fall into Gehenna than to see the Israelites unbelieving. But he who chose the punishment in Gehenna for the sake of being able to win over all the Jews—it is evident that, not obtaining this, he lived a life heavier than those punished in Gehenna. O the burning love of charity! Paul, who braved fire, the adamantine, the firm, the unbending, the inflexible, who says, "Who shall separate us from Christ? Tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?"—he who braved land and sea, who laughed at the adamantine gates of death—this man, when he saw the tears of certain beloved ones, was so broken and crushed that he did not even hide his passion, but said at once: "What are you doing, weeping and crushing my heart?" O the wonder! The abyss of waters did not crush him, and a few tears crushed and broke him. "What are you doing, weeping and crushing my heart?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:474 · narrative
Source
Τί λέγεις, εἰπέ μοι; ἐκείνην τὴν ἀδαμαντίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πολλὴ γὰρ ἡ τῆς ἀγάπης ἰσχύς· αὕτη μου περιγίνεται καὶ κρατεῖ· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης. Ἀκούσατε ὅσοι μηδὲ χρημάτων διὰ τὸν Χριστὸν καταφρονεῖτε, μᾶλλον δὲ δι' ἑαυτοὺς, καὶ φρίξατε τὸ περὶ τὸν Χριστὸν τοῦ Παύλου φίλτρον ἐν διανοίᾳ λαμβάνοντες· οὐδὲ γὰρ τὸν Χριστὸν οὗτος ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι' αὐτὸν τὰ ἐκείνου, καὶ ἓν ἐδεδοίκει μόνον, τὸ μὴ τῆς ἀγάπης ἐκπεσεῖν τῆς πρὸς ἐκεῖνον· τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν, ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ βασιλείας ποθεινότερον. Ὅταν οὖν ἐκεῖνος μὲν διὰ τὸν τοῦ Χριστοῦ πόθον καὶ εἰς γέενναν καταδέχεται ἐμπεσεῖν, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀμφότερα ταῦτα προύκειτο, ἡμεῖς δὲ μηδὲ τοῦ παρόντος καταφρονῶμεν βίου· ἆρα ἄξιοι τῶν γοῦν ὑποδημάτων αὐτοῦ ἐσμεν λοιπὸν, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῇ μεγαλονοίᾳ; Εἰ γὰρ οἰκίας τις μιᾶς προνοούμενος, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγμάτων, καὶ τοσούτων ὄντων τῶν ἐπηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος, ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμεινεν.
English
What are you saying? Tell me, did a tear have the strength to crush that adamantine soul? Yes, he says; for great is the strength of love; it prevails over me and holds me fast; for I withstand all things except love. Hear this, all you who do not even despise money for the sake of Christ—or rather, for your own sakes—and shudder as you take into your mind Paul's affection for Christ. For he did not love Christ for the sake of Christ's gifts, but for his own sake he loved the things that belong to him, and he feared only one thing: to fall away from love for him. For this was to him more terrible than Gehenna, just as remaining in it was more desirable than the kingdom. When, then, that man, out of his longing for Christ, accepts even to fall into Gehenna and to be cast out of the kingdom—if indeed both of these were set before him—while we do not even despise the present life, are we then worthy even of his sandals, so far removed are we from him in greatness of mind? For if someone caring for a single house, with servants and stewards and managers, often cannot even breathe because of his anxieties, though there is nothing troubling him—consider what he endured who had the care not of one house but of cities and peoples and nations and the whole inhabited world, and for matters so great, with so many assailing him, and being alone, and suffering so much, and caring so deeply as not even a father does for his children.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:475 · narrative
Source
Εἴ τις φιλεῖν ἐθέλει γνησίως, καὶ δύναμιν ἀγάπης ἐπίστασθαι, ἐπὶ τὸν ταύτης τρόφιμον τὸν μακάριον Παῦλον δραμέτω, κἀκεῖνος αὐτὸν διδάξει, ἡλίκος ἐστὶν ἆθλος ἐνεγκεῖν χωρισμὸν φιλουμένου, καὶ ἡλίκης δεόμενος ψυχῆς. Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα
ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος· τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον, καὶ πᾶν κολάσεως εἶδος· μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι. Τί τοῦτο, ὦ μακάριε Παῦλε; ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρῳάδα ἐλθὼν καὶ τὴν ἄρουραν εὑρὼν ἐκκεκαθαρμένην, καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξασθαι, τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν χειρῶν κέρδος, καὶ ἀπεπήδησας εὐθέως; Ναὶ, φησί· πολλῇ γὰρ κατεσχέθην ἀθυμίας τυραννίδι, καὶ σφόδρα μου συνέσχε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο, ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι. Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως ἀγαπωμένου χωρισμόν; πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς;
English
If anyone wishes to love genuinely and to know the power of love, let him run to its nursling, the blessed Paul, and he will teach him how great a contest it is to endure separation from one who is loved, and what greatness of soul it requires. For this man, this very man who had stripped off the flesh and laid aside the body, and who walked the inhabited world almost with his soul laid bare, and who banished every passion from his mind, and who imitated the impassibility of the incorporeal powers—all other things he bore easily, as though suffering in another's body: prisons and chains and dragings away and scourges and threats and death, and every form of punishment. But when he was separated from one soul that he loved, he was so confounded and disturbed that, in the city where he expected to see his beloved and did not find him, he immediately sprang away from the city. What is this, blessed Paul? Bound to a wooden stake, dwelling in a prison, with scourges laid upon you, your back streaming with blood, you were initiating and baptizing and offering sacrifice, and you did not despise a single one who was about to be saved. But when you came to Troas and found the field cleansed and ready to receive the seeds, did you throw so great a gain from your hands and spring away at once? Yes, he says; for I was held by the tyranny of great despondency, and the absence of Titus gripped my mind exceedingly, and so mastered and overcame me as to force me to do this. Do you see how great a contest it is to be able to endure gently the separation from one who is loved? How painful a thing and bitter? How it requires a lofty and vigorous soul?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:476 · narrative
Source
Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶν εἰς τὸ τοὺς ἀδελφοὺς ἐπισπᾶσθαι, κἂν ἄπιστοί τινες εἶεν, τὸ πρᾶον εἶναι καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον; ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον κριθησόμενος· Μακάριον ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτόν· ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. Διὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων, λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τί οὖν ὁ Παῦλος; Εὐξαίμην ἂν ἔγωγε, μὴ μόνον σὲ, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι, ὅπερ ἐγώ. Πολλὰ μὲν οὖν πολλαχοῦ τῶν Παύλου θαυμάτων τὰ σημεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ ὡς τὰ στίγματα· καὶ οὐχ οὕτω με ἐν ταῖς Γραφαῖς εὐφραίνει θαύματα ἐργαζόμενος, ὥσπερ πάσχων κακῶς, μαστιζόμενος, συρόμενος, λιθαζόμενος· Λιθάσαντες γὰρ αὐτὸν, φησὶν, ἔσυρον ἔξω τῆς πόλεως· καὶ πάλιν, Δείραντες αὐτὸν, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν. Πόσον καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης, εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; Ἀλλ' ὅρα τὸ θαυμαστόν· Καὶ ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν;
English
For it is not enough for those who love to be bound together in soul, nor are they satisfied with this for consolation, but they also need bodily presence; and if this is not present, no small part of their gladness has been cut off. Do you wish to learn how great a weapon it is for drawing brothers to oneself, even if some are unbelievers—namely, to be gentle and mild and to present a sweet manner? Hear what Paul says as he enters before an unbelieving judge to be judged: I have considered myself blessed, being about to be judged before you. He said this not flattering him—far from it—but wishing to win him through mildness. Therefore he also won him in part, and the one who was formerly thought to be condemned captured the judge, and the one subdued himself confesses the victory with a brilliant voice in the presence of all, saying: In a little you persuade me to become a Christian. What then does Paul say? I would pray, indeed, that not only you, but also all those present, might become what I am. Many indeed, in many places, are the signs of Paul's wonders, but they are not so desirable as the marks; and I am not so gladdened in the Scriptures by his working wonders as by his suffering ill, being scourged, dragged, stoned. For having stoned him, it says, they dragged him outside the city; and again, Having beaten him, and laid many stripes on him, they threw him into prison. How great a boast, how great a pleasure, how great an honor, how great a splendor, to know that one has been bound for Christ! But see the marvelous thing: And the prison, it says, was shaken while Paul was bound, and all their chains were loosed. Did you see the nature of chains loosing chains?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:477 · narrative
Source
Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σαυτῷ κακόν· πάντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον, καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον; Οὐκ εἶπεν ὅτι Δι' ἡμᾶς ταῦτα γέγονεν, ἀλλ' ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν αὐτὸς, ἢ ἐκεῖνον ἰδεῖν ἀπολλύμενον. Καὶ καθάπερ τις στρατιώτης τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, καὶ ἐν μέσοις τοῖς τάγμασι τῶν πολεμίων στρεφόμενος, καὶ μηδὲν πάσχων δεινόν· οὕτω καὶ Παῦλος, μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάττης φαινόμενος. Καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην ἢ χόρτον ἐμπίπτων πρὸς τὴν αὐτοῦ
English
But when the jailer awoke and saw the doors of the prison opened, he drew his sword and was about to kill himself. What then did Paul do? He cried out with a loud voice, saying, "Do yourself no harm, for we are all here." Do you see his freedom from vainglory, his freedom from arrogance, and his tender affection? He did not say, "These things have happened for our sake," but as though he were one of the prisoners, he says, "For we are all here." For if he had kept silent and had not restrained that man's hands by his loud voice, he would have driven the sword through his throat. But he shouted because he had been thrown into the inner prison. You have done this to yourself, he says, by throwing into the inner prison those who were about to free you from danger. Did you see the love of humanity and the providential care of Paul? He chose rather to be bound and to be in danger himself than to see that man perishing. And just as a soldier, with the whole inhabited world warring against him and turning about in the midst of the ranks of the enemy, suffers nothing terrible, so too Paul, alone among barbarians, among Greeks, appearing everywhere on land, everywhere on sea. And as a spark falling upon stubble or grass, toward its own
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:478 · narrative
Source
φύσιν μετατίθησι τὰ καιόμενα, οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστη πρὸς τὴν ἀλήθειαν. Τίνα οὐκ ἂν ἐκπλήξειεν ἡ τῶν περικειμένων τῷ μακαρίῳ Παύλῳ δεσμῶν δύναμις; ὅτι τοὺς δήσαντας εἰς τοὺς πόδας ἦγε τοῦ δεδεμένου, καὶ ὑποχειρίους ἐκείνους τούτου ἐποίει. Προσέπεσε γὰρ, φησὶν, ὁ δεσμοφύλαξ τῷ Παύλῳ· καὶ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ· τί δακρύεις; τί τὸ ξίφος ἐπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβεν ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλεν ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι; Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τοῦ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; Διὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν· οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ. Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν βαλεῖν φυλακὴν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν; Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ;
English
Fire changes nature, and so too this man, advancing upon all, was changing all to the truth. Who would not be astonished at the power of the chains that encircled the blessed Paul? For he led those who had bound him at the feet of the one who was bound, and made them subject to him. For the jailer, it says, fell down before Paul; and the one who had been loosed was at the feet of the one who had been bound, and the one who had bound him was begging the one who had been bound to be loosed from fear. Was it not you who bound him, tell me? Was it not you who threw him into the inner prison? Was it not you who secured his feet in the stocks? Why do you tremble? Why are you in turmoil? Why do you weep? Why have you drawn your sword? I did not know, he says, that such was the power of the prisoners of Christ. What do you say? He received authority to open the heavens, and was he not going to open a prison? He was loosing those bound by demons, and was iron going to prevail over him? He who looses souls that are bound, then, would he not have been able to loose his own body? He who through his garments was loosing others from those chains and delivering them from demons, would he not have loosed himself by his own power? For this reason he was first bound, and then he loosed those who were bound, so that you might learn that the servants of Christ, when bound, have much greater strength than those who are loosed; for thus the strength of the saint is shown more brightly when even while bound he prevails over those who are loosed. When, then, the one who is bound looses not only himself but also those who are bound, what is the benefit of the walls? What more is gained by throwing him into the inner prison, when he has opened even the outer one? Do you wish to learn how great a thing is an iron chain worn for Christ's sake upon a servile body?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:479 · narrative
Source
ἀκούσατε τοῦ μακαρίου Παύλου τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις· τοῦτο τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότερον καὶ σεμνότερον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ Δεσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν· ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Τὸ γὰρ καὶ τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ, τοῦτο λαμπρότερον, καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς χεῖρας ὁ Παῦλος ἐδέδετο, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τις με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ' ἐκείνων ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις, ἐν οἷς ἐκεῖνα τὰ δεσμὰ μένει, καὶ ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι.
English
Hear the blessed Paul himself boasting of this very thing and saying: "I therefore beseech you, I the prisoner in the Lord." For it is a great dignity, and a mighty one, and greater than kingship and consulship and all things—to be bound for Christ. For nothing is so splendid as a prisoner for Christ, as the chains that encircle those holy hands; this is more splendid and more venerable by far than being an apostle, being a teacher, being an evangelist. If anyone loves Christ, he knows what is said; if anyone is mad and set ablaze for the Master, he knows the power of the chains; he would choose to be a prisoner for Christ rather than to dwell in the heavens. For this is more splendid even than sitting at his right hand, and more venerable and more blessed than sitting on twelve thrones. If anyone were to grant me all heaven, or that chain with which Paul's hands were bound, I would have preferred that chain; if anyone were to set me on high with the angels, or with Paul in bonds, I would have chosen the prison; if anyone were to make me one of those powers around the throne, or such a prisoner, I would have chosen to become such a prisoner; for nothing is better than to suffer ill for Christ. If anyone gave me now to raise the dead, I would not have chosen this, but the chain; for nothing is more blessed than that chain. I wished to be now in those places where those bonds remain, and to see the chains which demons fear and shudder at, and angels revere.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:480 · narrative
Source
Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον ἔνθα ὁ Παῦλος ἐδέδετο. Εἴ τίς μοι τὸν Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν, καὶ φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου· ἐκ τοῦ δεσμω τηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾖ. Ὢ μακαρίων δεσμῶν, ὢ μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη ἡ περιτεθεῖσα τῷ Παύλῳ! Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες αὐτοῦ, τὸν χωλὸν τὸν ἐν Λύστροις ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἤμην ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἂν ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ Δεσπότου δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη, καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς
τὸ δεσμωτήριον ἐνεβλήθη· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· καὶ γὰρ ταῦτα ἐκείνων κατὰ πολὺ μείζονα. Αἱρετώτερον γὰρ ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο καὶ Παῦλος ἐνθυμούμενος ἔλεγεν ὡς εἰκός· Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἐν δόξῃ εἶναι ἡγεῖτο, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ· τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Δόξασόν με, Πάτερ. Τί λέγεις; ἐπὶ σταυρὸν ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς;
English
If I were free from the cares of the churches and had a body in good health, I would not have declined to make so great a journey, just to see the chains and the prison where Paul was bound. If someone offered me to see Paul looking down from heaven and uttering a voice, or from the prison—I would have chosen the prison; for those from heaven come to him when he is in the prison. O blessed chains, O blessed hands, which that chain adorned when it was placed around Paul! His hands were not so precious for having raised the lame man in Lystra, as for having worn the bonds. If I had been in those times, then most of all I would have embraced them and placed them on my own eyes; I would not have ceased kissing the hands that were deemed worthy to be bound for my Master's sake. I do not count him blessed so much because he was caught up into the third heaven and into paradise, as because he was cast into prison; I do not count him blessed so much because he heard ineffable words, as because he endured the bonds; for these are far greater than those. For it is more choiceworthy for me to suffer ill for Christ's sake than to be honored by Christ. Paul, thinking this, said, as is likely: If he himself, having become a slave for my sake and having emptied his glory, did not consider himself to be in glory so much as when he was being crucified for me, what ought I not to suffer? For hear him saying: Glorify me, Father. What are you saying? You are led to a cross with robbers and tomb-breakers, you undergo the death of the accursed, you are about to be spat upon and struck, and you call these glory?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:481 · narrative
Source
Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ εἰκότως αὐτὰ δόξαν ἡγοῦμαι. Εἰ οὖν ὁ Δεσπότης ὁ ἐμὸς τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ τοῦτο τῆς ἐν τῷ πατρικῷ θρόνῳ δόξης μᾶλλον προτίθησι, πολλῷ μᾶλλον ἐγὼ ὀφείλω ταῦτα δόξαν ἡγεῖσθαι. Ὡς οὐδὲν τῆς Παύλου ψυχῆς μακαριώτερον. Ἐν τίσι καυχᾶται; ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασι. Πορεύομαι γὰρ, φησὶν, εἰς Ἱεροσόλυμα, δεδεμένος τῷ Πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλῖψις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ καὶ θλίψεις σε μένουσι; Δι' αὐτὸ τοῦτο, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν· οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου μου. Τί οὖν ἐστι τοῦτο; οὐκ αἰσχύνῃ, οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περιιών; οὐ φοβῇ, μή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμπειν· Ὥστε τοὺς δεσμούς μου, φησὶν, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον ἢ νεκρῶν ἀναστάσεως; ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ τοὺς πλείονας ἐπεσπάσατο· ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δημηγορῶν, τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· Ἔμφοβος γὰρ γενόμενος ἀπέλυσεν αὐτόν. Δεδεμένος ἔπλει καὶ τὸ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν·
English
Yes, he says; for I suffer these things for the sake of those I love, and reasonably I consider them glory. If, then, my Master, having loved the wretched and miserable, calls the matter glory, and prefers this to the glory on the Father's throne, much more ought I to consider these things glory. For nothing is more blessed than the soul of Paul. In what does he boast? In chains, in afflictions, in fetters, in marks. For I go, he says, to Jerusalem, bound in the Spirit, not knowing what will befall me there, except that the Spirit testifies to me in every city, saying that chains and afflictions await me. Why then do you go, if chains and afflictions await you? For this very reason, that I may be bound for Christ, that I may die for him; for I am ready not only to be bound, but also to die for the name of my Lord. What then is this? Are you not ashamed, do you not fear, going about the world as a prisoner? Are you not afraid lest someone condemn the weakness of your God? Lest someone for this reason fail to draw near? Not such are my chains, he says; they know how to shine even in palaces; so that my chains, he says, became manifest in the whole praetorium, and most of the brethren in the Lord, trusting in my chains, dared all the more to speak the word without fear. Do you see the power of chains greater than the resurrection of the dead? He was bound in Rome, and he drew most to himself; he was bound in Jerusalem, and speaking publicly while bound, he struck the king with amazement and brought the governor into fear; for becoming afraid, he released him. Bound, he sailed and loosed the shipwreck, and fettered the storm;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:482 · narrative
Source
ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον ἐξέπεσε. Καὶ θέα πανταχοῦ τοῦτο γινόμενον. Μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὐτῷ, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· Εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλον αὐτὸν, καὶ μετὰ πλείονος ἀσφαλείας· καὶ ἐν τοσούτοις ὢν, κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἀνειμένοι καθεύδουσιν, ᾖδε καὶ ὕμνει τὸν Κύριον. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἀδαμαντινώτερον; Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ. Ἴσως ἐλογίζετο, ὅτι Οὐδὲν τοιοῦτον ἐγὼ πέπονθα. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος, εἰς ἑτέρους πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ' οὐ δύναμαι· ἕτερον δεσμωτήριον εὗρον, ἐκείνου πολλῷ θαυμασιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανάστητε ὡς νῦν ἀρχομένῳ τοῦ λόγου, καὶ ἀκμαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται· οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι, πολλά με περιῤῥέει· οὐκ οἶδα ποῖον πρῶτον εἴπω, ποῖον δεύτερον. Διὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ τῶν πραγμάτων συγγένεια. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· ἀλλ' οὐ διὰ τοῦτο σιγήσομαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, καὶ μετὰ πολλῆς ἀνέσεως φθεγγόμενος; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; τίς γὰρ οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν;
English
While he was in chains, that beast attacked him and fell away without doing any harm. And see this happening everywhere. He had been scourged, and scourged severely—for they laid many blows upon him, it says—and he had been bound, and this too severely; for they threw him into the inner prison, and with greater security. And being in such circumstances, at midnight, when even those who are utterly at ease are asleep, he sang and hymned the Lord. What could be more adamantine than this soul? He considered that the children also sang in the fire and in the furnace. Perhaps he reasoned: I have suffered nothing of the kind. But the account, doing well, brought us out again to other chains and another prison. What am I to suffer? I wish to be silent, but I cannot; I have found another prison, far more wondrous and astonishing than that one. But rouse yourselves as though I were now beginning the account, and come with minds at their peak. I wish to break off the account, and it does not allow it; I cannot stop, I cannot be silent—many things flow around me; I do not know which to say first, which second. Therefore I beg that no one demand order of me, for the kinship of the matters is great. Long has Paul's chain become, and for a long time it has held us; but I will not for this reason be silent. For if he himself was not silent in prison, nor under scourges, shall I be silent, sitting while it is day and speaking with great ease? And how would this be reasonable? For who would not be struck? Who would not marvel?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:483 · narrative
Source
Μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη τοῦ Παύλου ψυχὴν, ὅτι δεδεμένος καὶ καθειργμένος ἀπὸ τοσούτου διαστήματος, Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης· ἀλλ' οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ
κίνδυνος καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ' εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ, καὶ οὐχ οὕτως αὐτοῦ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο, καὶ ἔπεμπε συνεχῶς τὰ γράμματα, τῶν πανταχόθεν ἐθνῶν, ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ' ἑαυτοὺς πραγμάτων ἀναφερόντων ἅπαντα· καὶ τοσοῦτον πλείονα πράγματα τοῦ βασιλέως ὄντος ᾠκονόμει, ὅσον καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο. Ὢ τῆς τοῦ Παύλου δυνάμεως· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα Νέρωνα ἔβαλλε· ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε τὸ δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήματος χρυσοῦ ἀφέντες, ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ ἐν συνηθείᾳ θέαμα ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ·
English
But rather, who could worthily be struck with amazement and marvel at that noble and heaven-reaching soul of Paul, because, though bound and imprisoned at so great a distance, he wrote to the Philippians? For you know how great is the distance between Macedonia and Rome; but neither the length of the journey, nor the abundance of time, nor the crowd of affairs, nor the danger and the successive calamities, nor anything else drove out his love and remembrance of the disciples, but he held them all in his mind, and his hands were not so bound by his chains as his soul was bound and fastened to the longing for his disciples. And just as a king, having ascended his throne at dawn and sat down in the royal palace, immediately receives countless letters from every direction, so too that man, sitting in the prison as though in a royal palace, both received far more and continually sent letters, while the nations from everywhere referred all their own affairs to his wisdom; and he administered so many more affairs than the king, inasmuch as he had been entrusted with a greater dominion. O the power of Paul! He wore a chain, and he struck Nero who wore the diadem; he wore squalid rags, as one dwelling in a prison, and more than the purple robe he turned all men toward the bonds that lay upon him; he stood on the earth, held fast and looking downward, and they, leaving the one on the golden chariot, gave heed to him—and rightly so. For it was a customary sight to see the king seated on a white yoke of horses;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:484 · narrative
Source
τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ἂν ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην αὐτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην τὸν αὐτῶν. Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον ἀπὸ τῶν ἄλλων αὐτὸν ἐπαινεῖν. Τίνων τούτων; πῶς ἥξει μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται κατηφὴς τότε καὶ στυγνός. Εἰ γὰρ οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθῃ, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ἦν, ξένος ἦν καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; τίνος οὐ μεθέξει; τίνος οὐκ ἐπιτεύξεται; Οὐδεὶς βασιλεὺς γενόμενος τῆς Ῥώμης τοσαύτης ἀπέλαυσε τιμῆς ὅσης ὁ Παῦλος· ἀλλ' ὁ μὲν βασιλεὺς ἔξω που κεῖται ἐῤῥιμμένος, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεύων καὶ ζῶν. Εἰ δὲ ἐνταῦθα, ἔνθα ἠλαύνετο καὶ ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς· ὅταν ἔλθῃ, τί ἔσται; εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρός· ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; εἰ μετὰ τοσαύτης εὐτελείας, τοσαύτης μεγαλοπρεπείας περιεγένετο· ὅταν ἔλθῃ, τί ἔσται; Μὴ ἔνι φυγεῖν τὰ πράγματα; Βούλεσθε δείξω τὸν σκηνοποιὸν ἐντιμότερον γεγονότα τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Τί τοῦ Ἀλεξάνδρου ἐνδοξότερον κατὰ τὴν τοῦ κόσμου δόξαν; τί ὑψηλότερον; οὐχὶ πολλὰ καὶ μεγάλα κατώρθωσε ζῶν;
English
But this is strange and paradoxical: to see a prisoner conversing with a king with such boldness as a king would with a wretched and miserable slave. A great crowd stood around, and all were slaves of the king; and they marveled not at their master, but at the one conquering their master. But indeed I have unwittingly praised the lion from a single claw, when it was fitting to praise him from his other deeds. From which deeds? How he will come with the King of the heavens in splendid array; how Nero will then stand downcast and sullen. For if the time of crowns is not yet, and the athlete has enjoyed so great honor, when the judge of the contest comes, how great an honor will he enjoy? He was among strangers, he was a stranger and a sojourner, and yet he is so admired; when he is among his own, what good will he not enjoy? Of what will he not partake? What will he not obtain? No one who became king of Rome enjoyed so great honor as Paul did; but the king lies cast out somewhere, while he occupies the middle of the city, as one reigning and living. And if here, where he was driven and where he was persecuted, he enjoyed so great honor, what will it be when he comes? If where he was a tentmaker he became so radiant, what will it be when he comes shining back with the sun's rays? If with such lowliness he prevailed with such magnificence, what will it be when he comes? Can these things not be escaped? Do you wish me to show that the tentmaker became more honored than the one more admired than all kings? What is more glorious than Alexander in the glory of the world? What is higher? Did he not accomplish many and great things while alive?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:485 · narrative
Source
οὐχὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν; οὐχὶ τρισκαιδέκατος ἐνομίσθη εἶναι θεὸς παρὰ τῇ συγκλήτῳ Ῥωμαίων; Ἀλλὰ τὸ μὲν ζῶντα κατορθοῦν πολέμους καὶ νίκας, βασιλέα ὄντα καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ θάνατον καὶ τάφον τοσαῦτα πανταχοῦ γῆς καὶ θαλάσσης καθ' ἑκάστην ἡμέραν ἐργάζεσθαι, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον. Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι καὶ εἰπὲ τὴν ἡμέραν, καθ' ἣν ἐτελεύτησεν· ἀλλ' οὐκ ἂν ἔχοις. Τοῦ δὲ Παύλου καὶ τὸ σῆμα λαμπρὸν ἴδοι τις ἂν τὴν βασιλικωτάτην Ῥώμην καταλαβὼν, καὶ ἡμέραν καταφανῆ, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαν. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται· καὶ ὁ τάφος τοῦ δούλου τοῦ Χριστοῦ λαμπρότερος τῶν βασιλικῶν ἐστιν αὐλῶν. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὸ σῆμα τὸ ἐκείνου περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος, ἕστηκε δεόμενος τοῦ νεκροῦ, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως καὶ τετελευτηκότος, ὡς προστάτου δεῖται ὁ τὸ διάδημα ἔχων. Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐν
English
Did he not subdue nations and cities, and conquer many wars and battles, and set up trophies? Was he not reckoned to be a thirteenth god by the senate of the Romans? But to succeed in wars and victories while alive, being a king and having armies, is nothing wonderful; but to accomplish so many things after death and the grave, everywhere on earth and sea, each day—this is what is especially full of great amazement. For where, tell me, is the tomb of Alexander? Show me and tell me the day on which he died; but you could not. But of Paul one may see even the tomb, splendid, if he reaches the most royal Rome, and the day manifest, making a festival for the whole world. And the former's tomb even his own people do not know, but the latter's even the barbarians know; and the tomb of the slave of Christ is more splendid than royal courts. For even the one himself clothed in the purple robe goes to embrace that man's tomb, and laying aside his pomp, he stands entreating the dead man to stand by him before God; and the tentmaker and the fisherman and the dead man—the one who wears the diadem needs him as a patron. And one would see this not only in Rome, but also in
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:486 · narrative
Source
Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ πρὸς τοῖς προθύροις αὐτὸν τοῦ ἁλιέως κατάθοιτο. Καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι· καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὐλείαν αὐτοῖς ἀφορισθῆναι θύραν. Καὶ οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται. Εἰ δὲ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, ἐν τῷ μέλλοντι πόσῳ μᾶλλον; Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώματος ἐκείνου, δι' οὗ πανταχοῦ τῆς οἰκουμένης διέδραμε, τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάξαντος, τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς ὑψηλότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσιν; Οὐδὲ γὰρ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή· εἰ γὰρ τὰ ἱματία αὐτοῦ ἔφριττον, πολλῷ μᾶλλον τὴν φωνήν. Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων, Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου· δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο· δι' οὗ ἔφυγον δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος·
English
In Constantinople. For here too the child thought he was honoring Constantine the Great with great honor, if he laid him at the entrance of the fisherman. And what gatekeepers are to kings in palaces, that kings are to fishermen in the tomb; and the former hold the interior as masters of the place, while the latter were content that the outer door be assigned to them as sojourners and neighbors. And the former are attended by servants and ministers, while the latter, though ruled by kings, are clothed with the dignity of kings. But if here things beyond nature have happened, how much more in the age to come? Who now will grant me to be poured over the body of Paul, and to be nailed to his tomb, and to see the dust of that body, through which he ran everywhere throughout the inhabited world, who filled up what was lacking in Christ, who bore the marks, who sowed the proclamation everywhere? The dust of the mouth through which Christ spoke, and the light shone forth higher than all lightning, and a voice leaped out more fearful to demons than all thunder? For thunder is not so fearful to us as that voice was to demons; for if they shuddered at his garments, much more at his voice. I wished to see the dust of this mouth, through which Christ spoke the great and secret things, and greater than through himself; through which he uttered that blessed word, saying, "I could wish to be anathema for my brethren"; through which he spoke before kings and was not ashamed; through which demons fled, not only hearing him when he spoke, but even when he was far off.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:487 · narrative
Source
δι' οὗ τὰ ἐν τῇ γῇ μετεῤῥύθμισεν ἅπαντα, καὶ τὰ ἐν οὐρανοῖς δὲ ὃν ἐβούλετο διεῖπε τρόπον, δεσμῶν οὓς ἐβούλετο καὶ λύων ἐκεῖ, κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Τίς ἄν μοι τὴν κόνιν τῆς τοῦ Παύλου καρδίας ὑπέδειξε, τῆς πυρουμένης καθ' ἕκαστον τῶν ἀπολλυμένων, καὶ ὠδινούσης ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων; Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καινὴν ζήσασαν ζωὴν, ἢ ταύτην τὴν ἡμετέραν· Ζῶ γὰρ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός (ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν καταξιωθεῖσαν Χριστὸν φιλῆσαι, ὡς οὐδεὶς ἄλλος ἐφίλησε· τὴν θανάτου καὶ γεέννης καταφρονοῦσαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην· Τί γὰρ ποιεῖτε κλαίοντες, φησὶ, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν Παύλου τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν τὰ θεῖα γράμματα ἐγράφετο· Ἴδε γὰρ πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί· τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων· ἐβουλόμην καὶ τῶν ποδῶν ἐκείνων ἰδεῖν τὴν κόνιν, τῶν περιδραμόντων τὴν οἰκουμένην, καὶ μὴ καμόντων· τῶν ἐν τῷ ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσειε, τῶν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων.
English
Through whom he set right all things on earth, and ordered the things in the heavens as he wished, binding there whom he wished and loosing, according to the authority given to him. Who would show me the dust of Paul's heart, burning for each of those who perish, and in travail a second time over the children who are miscarried? This heart I longed to see, even dissolved as it was—the heart higher than the heavens, wider than the inhabited world, brighter than the sunbeam, hotter than fire, harder than adamant, the heart that lived a new life, or rather this our own life; for "I live no longer I," he says, "but Christ lives in me"—so that Paul's heart was that man's heart, and a tablet of the Holy Spirit, and a book of grace—the heart deemed worthy to love Christ as no other loved him; the heart that despised death and Gehenna, and was crushed by brotherly tears: "For what are you doing, weeping," he says, "and crushing my heart?" I longed to see the dust of Paul's hands, the hands that were in chains, through whose imposition the Spirit was supplied, through which the divine letters were written: "For see with how large letters I have written to you with my own hand"—those hands which the viper saw and fell into the fire. I longed to see the dust of those eyes, blinded well, which regained their sight for the salvation of the inhabited world, which were deemed worthy to see Christ even in the body; I longed to see also the dust of those feet, which ran around the inhabited world and did not grow weary, which were bound in the stocks when he shook the prison, which went around the world and left it uninhabited.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:488 · narrative
Source
Καὶ τί δεῖ κατὰ μέρος λέγειν; ἐβουλόμην αὐτὸν ἐκεῖνον ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τινος ἐμβολὴ, εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν ὁ διάβολος, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ καὶ σκιὰν ἴδοι καὶ φωνῆς ἀκούσειε πόῤῥωθεν, δραπετεύειν εὐθέως. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ τῆς θήκης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ· οἷον ἀποστελεῖ τῷ Χριστῷ ἡ Ῥώμη δῶρον, οἵους στεφάνους περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς
δύο ταύτας λαμπάδας ἀφεῖσα πανταχοῦ τῆς οἰκουμένης. Τίς ἄρα λόγος ἀρκέσει τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, ταῦτα ὁμοῦ συλλαβὼν ἔχει, μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο. Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων· πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων;
English
And why need I speak in detail? I wished to see that spiritual lion himself. For just as a lion, sending fire from his eyes against packs of foxes, so he fell upon the band of demons and philosophers, and like the stroke of a thunderbolt he was borne down upon the ranks of the devil. For the devil did not stand against him in battle array, but so feared and trembled that even if he saw his shadow and heard his voice from afar, he would flee at once. Consider and shudder at what a sight Rome will see—Paul suddenly rising from his tomb with Peter, and being lifted up to meet Christ; what a gift Rome will send to Christ, what crowns she wears, two of them, what golden chains she is girded with. Not so bright is the heaven when the sun lets loose its rays, as is the city of the Romans when it lets loose these two torches everywhere in the inhabited world. What word then will suffice for Paul's achievements, or what tongue will be able to reach the praises of this man? For whether prophets displayed something noble, or patriarchs, or righteous men, or apostles, or martyrs, he has gathered all these together, with such surpassing excellence as none of those had—whatever good each one possessed, he had it. When, then, one soul has gathered together all the good things among men, and all with surpassing excellence—not only the things of men, but also the things of angels—how shall we get the better of the greatness of his praises?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:489 · narrative
Source
Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ· ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυνόμενος ὅρων οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως τῶν λυπούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν· καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ· καὶ ὁ Δαυῒδ ἐπὶ τῇ πραότητι· καὶ ὁ Ἠλίας ὅτι ὑπὲρ τοῦ Δεσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον, ὃς πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει, καὶ μεθ' ὑπερβολῆς; Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος, λιθαζόμενος, καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων. Οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι, καὶ ἁλύσεσι καὶ δεσμωτηρίῳ, καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον τῆς Παύλου ψυχῆς, ἀμφότερα ταῦτα κατώρθωσεν; Εἰ δὲ τὸν ζῆλον ἴδοις αὐτοῦ, τοσοῦτον ὄψει κρατοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Ἀλλ' ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον.
English
Of how much condemnation, then, would we not be worthy, when one man has embraced in himself all good things together, and we do not even make it our aim to imitate the smallest fraction of him? For the patriarch Abraham is admired for many achievements, but especially for sacrificing his own son; and Isaac for his forbearance, because, being driven from his own borders, he did not press his claims, but yielded everywhere his own possessions, until he satisfied the unjust desire of those who were troubling him; and Jacob for his endurance and patience; and David for his gentleness; and Elijah because he was zealous for the Master. But what could be equal to Paul, who has gathered all these things together, and in excess? For he did not sacrifice a son, but sacrificed himself ten thousand times; and he was not only driven from his own borders, but he went around land and sea, Greece and barbarian lands, and simply the whole earth that the sun looks upon, as if winged, being dragged, beaten, stoned, dying every day. Nor did he serve twice seven years, scorched by the heat of the day and the frost of the night, but spent his whole life in hunger and nakedness, in chains and prison, in plots and dangers. And as for equity and gentleness, who achieved both these things more, or equally with the soul of Paul? And if you look at his zeal, you will see it surpassing Elijah's as much as that one surpassed the other prophets. But John ate locusts and wild honey.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:490 · narrative
Source
Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισάσαι λοιπόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου. Εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμάζεις εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶν ἀρετῆς δεκτικὸν τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος. Καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονεν, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς, ὅτι καὶ ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν αὐτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθεν. Εἰ τοίνυν Παῦλος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
English
But this man spent his time in the middle of the inhabited world, just as that man did in the wilderness, not eating locusts and wild honey, but setting before himself a table far cheaper than that, and not even having an abundance of necessary food because of his zeal for the preaching. It remains, then, to compare him to the angels. And let no one condemn the boldness of the argument. For if the Scripture called John an angel, why do you marvel if we compare to those powers the man who is better than all? For what man is, and how great is the nobility of our nature, and of how great virtue this living creature is capable, Paul showed more than all men. And now he has stood from the time he came to be, with a bright voice defending the Master against all who find fault with our constitution, and showing that there is not a great distance between angels and men, if we are willing to attend to them. For he did not receive a different nature, nor share in another soul, nor inhabit another world, but having been raised in the same land and place and laws and customs, he surpassed all men who have come to be since men came to be; and as a dead man would be motionless toward a dead man, so with exactness he calmed the impulses of nature, and never suffered anything toward anything human. If, then, Paul, who prided himself on so many achievements and appeared like an angel on earth, was eager each day to gain, and to array himself against dangers for the truth, and to gather for himself the spiritual merchandise, and never to stand still—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:491 · narrative
Source
ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν
φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρίας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονότος, καὶ καθ' ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἑλκομένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρίαν ἢν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον· οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ·
English
What defense shall we have, we who are not only destitute of all right actions, but are also subject to so many failings, of which even one alone, if present in us, is enough to drag us down into the very pit of destruction, and who make no earnest effort even to correct these things, let alone to lay hold of the works of virtue? Was not that blessed man of the same nature as we are? For I am inflamed with longing for the man, and for this reason I do not cease continually turning him over in my mind; and as if looking into some archetypal image, gazing upon his soul, I consider his contempt for the passions, the excess of his manliness, the fervor of his love toward God, and I am struck with amazement, how one man, by his own will, accomplished the whole gathering of the virtues, while each of us does not even wish to accomplish the least thing. Who then will rescue us from the inexorable punishment, when Paul displayed such great virtue, he who shared the same nature as we do, who was subject to the same passions, who lived in such difficulty of times, and who was, so to speak, dragged about every day, torn asunder, and publicly hauled away by those who warred against the preaching? And so that you may not hear from our own tongue the right actions of this blessed man, and the manliness which he displayed every day on behalf of the preaching of piety, it is necessary to hear him speaking himself: In whatever anyone dares, I speak in foolishness, I also dare. Observe a soul that loves God: he calls the matter not only daring, but also foolishness.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:492 · narrative
Source
παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι; μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγεν· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν· ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις, ἀλλ' ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκεί νους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμενον, καὶ οὐκ ἐμοὶ πρέπον· ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες; Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ' εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρίας αὐτοῦ κατορθώματα, καί φησιν·
English
Training us not to parade the things done by us simply without necessity and with no one compelling us—if indeed some among us should be found to have done some good thing. Are they Hebrews? So am I. Are they Israelites? So am I. Are they the seed of Abraham? So am I. In these things, he says, do they take great pride? Let them not think that we fall short; for we too share in the same. Then he added: Are they ministers of Christ? I speak as one beside himself, I more so. Observe here the virtue of this blessed man's soul; for since he called what had been done by him both boldness and folly, although he had been brought into such great necessity, not even so was he satisfied with what had been said, but when he was about to show himself surpassing those men by a great measure, so that no one might think he spoke these things from self-love, he again calls what is said by him folly—almost saying: Do I not know that I am doing a thing that appears strange to many, and is not fitting for me? But the great necessity, having constrained me to this, forces me on; therefore forgive me, he says, for uttering words of folly. Let us imitate even the shadow of this man—we who have so many burdens of sins lying upon us, and who often accomplish one small thing, and do not even endure to keep this in the storehouses of the mind, but because we hunt for the glory that comes from men, we parade it abroad and set it in the midst, and by this untimely babbling deprive ourselves of the reward from God. But this blessed man suffered no such thing; rather, having said, I more so, he then enumerates the achievements of his manliness, and says:
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:493 · narrative
Source
Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπομεῖναι; Ναὶ, φησίν· εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι διηνεκῶς τοιούτοις ἑαυτὸν κινδύνοις ἐξεδίδου διὰ τὸ κήρυγμα θάνατον αὐτῷ τίκτουσιν· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ' αὐτοῦ τὴν ὠφέλειαν· καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα ὡς εἰπεῖν τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία, πόση ἡ ἀγρυπνία, πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος; ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο. Σκόπει γάρ μοι λέξεως ἔμφασιν· οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι, ἀλλὰ, Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ
English
In labors more abundantly, in stripes above measure, in deaths often. What are you saying? What you say is strange and paradoxical. Is it possible to undergo death often? Yes, he says—if not in experience, yet in resolve; teaching us that he continually gave himself over to such dangers for the sake of the proclamation, dangers that give birth to death for him. But the grace of God preserved the athlete in the very midst of the dangers, so that the great benefit from him might come to those who were being taught. And what follows next again, so to speak, conceals all that has been said: For who is weak, he says, and I am not weak? Who is caused to stumble, and I do not burn? Alas, how great is this man's affection, how great his vigilance, how great his care! What mother is so torn in her inmost parts when her child is feverish and lying on the bed, as this blessed man? He was weak on behalf of the weak in every place, and burned on behalf of those who were caused to stumble. For consider with me the force of the expression: he did not say, "Who is caused to stumble, and I am not grieved?" but, "I burn," he says, making clear to us the intensity of his pain, and almost showing himself set on fire and burning within on behalf of those who endure stumbling blocks. I know that into much
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:494 · narrative
Source
μῆκος τὸν λόγον ἐξέτεινα· ἀλλ' οὐκ οἶδα πῶς, ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΛΑʹ. Περὶ θανάτου.
Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί· μάλιστα δὲ τὸν περὶ συντελείας καιρόν. Διὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλων ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους;
English
I have stretched out the discourse at length; but I do not know how, having fallen into the wealth of the achievements of this holy man, I was carried away in tongue as if by the most violent rush of waters. Therefore, having stopped the discourse here, I beseech your love to carry this man continually in your mind, and to reason constantly that, partaking of the same nature as we and subject to the same passions, and having a lowly and contemptible trade, stitching leathers and standing at a workshop, since he wished and willed to give himself over to the labors of virtue and to make himself worthy of the reception of the Holy Spirit, he enjoyed more abundantly the generosity from above; may it be granted to us all to obtain it, by the grace and love for humanity of our Lord Jesus Christ, to whom be the glory and the might, with the Father and the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
Homily 31. On Death.
Many things our mind is eager to learn and grasp already, beloved, and especially the time of the end. For this reason Paul, restraining those who are sick with this untimely meddlesomeness, says: But concerning the times and the seasons, brothers, you have no need to be written to. For what, tell me, is the gain? Let us suppose the end is after twenty years, after thirty years, after a hundred; what is that to us? Is not the end for each one the limit of his own life? Why do you meddle and travail over the common end?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:495 · narrative
Source
Ἀλλ' ὥσπερ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ μεριμνῶμεν, καὶ πάντων φροντίζομεν μᾶλλον ἢ τῶν οἰκείων, οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν κατάλυσιν διδαχθῆναι βουλόμεθα. Εἰ δὲ μαθεῖν βούλεσθε διὰ τί ἡμῖν ἡ τελευτὴ ἀποκέκρυπται, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκεῖ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ τὸ τέλος ᾔδει, ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, μυρία ἐργασάμενος πρότερον δεινὰ, καὶ τῇ μετανοίᾳ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῇ μετανοίᾳ διδόασιν ἑαυτοὺς, εἰ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Ἄλλως τε, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν τοὺς ἐχθροὺς ἀμύνων, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Πρὸς τούτῳ, οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον κατατολμῶντες τῶν δεινῶν, τὸ θαῤῥεῖν ἐκ τοῦ μήπω παρεῖναι τὴν τελευτὴν ἔχοντες· καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα κατατολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον.
English
But just as in other matters we set aside our own concerns and care for the common good, and take thought for all rather than for our own affairs, so too here, each of us setting aside the care of his own end, let us desire to be taught the common dissolution. And if you wish to learn why our death has been hidden from us, and why it comes like a thief in the night, I will say what seems to me to be well. No one would ever have cultivated virtue throughout his whole life, if he knew his end; but knowing his last day, after having first done countless terrible things, and then approaching repentance at that time, he would thus depart. For if now, when the fear of uncertainty shakes the souls of all, all who have consumed their entire former life in wickedness give themselves over to repentance at their last breaths—if they had thoroughly persuaded themselves of this, who would ever have cultivated virtue? Besides, if each man knew that tomorrow he would certainly die, he would shrink from daring nothing before that day, but he would even slaughter whomever he wished, and he would avenge himself, defending against his enemies, and having first given rest to his soul, he would thus receive his end. In addition to this, not even the noble men themselves would have a reward for braving dangers, since they have their confidence from the fact that the end is not yet present; and the most sluggish man would enter fire, if he found some trustworthy guarantor of safety. For he who expects from each danger that he will die, and knows that he will live if he does not act against counsel, but will die if he dares such things—he has brought forth the greatest proof of his own zeal and of his contempt for this life here.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:496 · narrative
Source
Ὁ γὰρ τῷ ὄντι φιλοσοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον, ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν, τοὺς στεφάνους ἀναλογιζόμενος. Καὶ ὥσπερ ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει οὐδὲ κατηφὴς γίνεται· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ' ἑκάστην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει καθάπερ οἱ πολλοὶ, οὐ θορυβεῖται καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος πρὸς τοὺς στεφάνους. Διὰ τοῦτο τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν, καὶ πανταχοῦ
τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, ἵνα συνεχῶς τῆς ἑαυτῶν ὑπομιμνησκώμεθα ἀσθενείας. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείαις καὶ τοῖς ἄλλοις ἀξιώμασι, καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται· καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀνὴρ πολλάκις ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νόμῳ, γράφει τὰ προικῷα, καὶ οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω εἶδε τὴν γυναῖκα, καὶ θανάτου ψῆφος καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ διατυποῦται. Καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων.
English
For the one who truly philosophizes and is set upright by the hopes of things to come will not consider death to be death; but seeing a dead man lying before his eyes, he will not suffer what the many do, as he reckons up the crowns. And just as the farmer who sees the grain being dissolved does not fall down nor become downcast, so too the righteous man, adorned with right deeds and expecting the kingdom each day, when he sees death lying before his eyes, is not distressed as the many are, is not thrown into confusion and troubled; for he knows that death, for those who have lived rightly, is a migration to better things, and a journey abroad to better things, and a race toward the crowns. For this reason tombs are before the cities, tombs before the fields, and everywhere the school of our humility lies open before us, so that we may be continually reminded of our own weakness. Someone hastens to enter a city that is royal and adorned with wealth and powers and the other dignities, and before he sees what he imagines, he first sees what he becomes; and we are taught first what we end in, and then to see the visions within. And not only this, but also a man, often when he wishes to take a wife, dictates to the law, writes the dowry terms, and there is not yet a union, and death is straightway written down; he has not yet seen the woman, and the verdict of death is set down beforehand against himself and against her, and he writes such things as: If the husband die before the wife; if the wife before the husband, such and such is prescribed. And not only concerning things that exist and are living are the verdicts of death set down, but also against those not yet born.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:497 · narrative
Source
Τί γάρ φησι; Ἐὰν δὲ τὸ τεχθὲν παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· εἰ δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. Καὶ ταῦτα, φησὶν, ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί λέγεις, ἄνθρωπε; ἔξω ἦς τῶν πραγμάτων, καὶ ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ τὸ συνειδὸς ἐξέτασον· σκόπησον ὅτι μικρὸν ὕστερον καὶ σὲ μένει τοῦτο τὸ τέλος. Ἀλλ' ὁ τελευτήσας σήπεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Διὰ τοῦτο μὲν οὖν μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν καὶ ἀνοικοδομεῖ λαμπροτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ· μέλλων καταλύειν ἡμῶν τὸ σῶμα, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος ταύτην δόξης εἰσαγάγῃ πάλιν. Καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἐπλάττετο, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· οὐ γὰρ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος ὁ Θεὸς, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν·
English
For what does he say? "But if the child that is born dies." The fruit is not yet, and the verdict has already run its course. Then in his documents he recognizes nature; but if he suffers any of the human passions, or his wife dies, he forgets what he wrote, and brings forth other words of tragedy. And these things, he says, I had to suffer? These things did I expect to suffer, and to be deprived of my marriage? What are you saying, man? You were outside the events, and you recognized the boundaries of nature; when you fell into the passions, did you forget the laws of nature? When, therefore, you see one of your kindred depart from here, do not be vexed; return to yourself, and examine your conscience; consider that a little later this end awaits you too. But the one who has died rots, he says, and becomes dust and ashes. For this very reason, then, one must especially rejoice. For when a man intends to build a house that has become decayed and old, he first casts out those who dwell in it, and so demolishes the house and rebuilds it more splendid. And the casting out does not grieve those who are cast out, but rather gladdens them the more; for they do not attend to the demolition that is seen, but they picture the future building that is not seen. So indeed God also does: intending to demolish our body, he first leads out the soul that dwells in it, as from a house, so that having rebuilt it more splendid, he may bring it in again with greater glory. For even Adam, when he was being formed, did not see that he rose from the earth; for God did not make the soul older than the body, lest he see the creation.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:498 · narrative
Source
διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν, ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς, ἀλλὰ τὸν πρὸ αὐτοῦ ὁρᾷ εἰς χοῦν ἀναλυθέντα, καὶ δι' ὧν ὁρᾷ παιδεύεται. Οὐκ εἶδες θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, τί γινόμεθα, καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας, ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· ἄρα τί γινόμεθα; καὶ ὅλως φθεγγόμεθα, καὶ ἁρπάζομεν καὶ μνησικακοῦμεν; Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντῃ τῇ κακίᾳ εὐθὺς ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τίνος ἕνεκεν, εἰπέ μοι, οὕτω δακρύεις τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς ἦν καὶ ἐπιεικής; καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ κακία ἀλλάξῃ τὴν σύνεσιν. Ἀλλὰ νέος ἦν; καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ' εὐφημίας, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς δεῖ προπέμπειν τῆς εὐφημίας. Οὐ γὰρ λέγω μὴ λυπεῖσθαι ἐπὶ τοῖς ἀπελθοῦσιν ὑμᾶς, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἂν γὰρ ἐννοήσωμεν ὅτι θνητὸς ὁ ἀπελθὼν ἦν, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀφείλετο, οὐ τὴν
English
For this reason he was also ignorant of its cheapness; but when it is raised in the resurrection, he knows that he rises having put off the dust. For even if the dead man does not see himself, yet he sees the one before him dissolved into dust, and through what he sees he is instructed. Did you not see bold and arrogant men, how subdued they are in the face of deaths? A death is announced, and the heart of all cowers. And we philosophize around the tombs about what we become, and we babble; we have come out of the graves, and we have forgotten the lowliness. In the tomb each one speaks to his neighbor somewhat like this: Alas for our misery, alas for our pitiable life; what then do we become? And do we altogether speak, and seize, and bear grudges? And each one philosophizes simply in this way, as though about to renounce all wickedness at once; and inwardly he philosophizes with words, but outwardly he fights against God with deeds. But let us return to what lies before us. Tell me, for what reason do you weep so for the one who has departed? Because he was wicked? Then for this very reason one must give thanks, that the things of his wickedness were cut short. But was he good and gentle? Then for this very reason one must rejoice, that he was snatched away quickly, before wickedness could change his understanding. But was he young? Then for this very reason give thanks, and glorify the one who took him. For just as many escort those who are called to office with acclamation, so also must one escort the departed among the saints with much acclamation, inasmuch as they have been called to a greater honor. For I do not say that you should not grieve for the departed, but that you should not do this without measure. For if we consider that the one who departed was mortal, and that God took him, not the
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:499 · narrative
Source
τυχοῦσαν παραμυθίαν ληψόμεθα. Τὸ γὰρ ἐν τούτοις ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; μὴ ἀλγεῖς, ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τροφῆς ζῇν; Οὕτω καὶ ἐπὶ τοῦ θανάτου· μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γεγονώς· ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται. Ἀλλ' ὅταν ὁ Θεὸς καλῇ καὶ βούληταί τι λαβεῖν παρ' ἡμῶν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν τὰ δεσποτικὰ νοσφιζώμεθα. Κἂν γὰρ χρήματα λάβῃ, κἂν τὴν τιμὴν καὶ δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν, τὰ ἑαυτοῦ ἔλαβε· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν; Εἰ γὰρ ἡ ψυχή σου οὐκ ἔστι σὴ, πῶς τὰ χρήματα σά; εἰ δὲ οὐκ ἔστι σὰ, πῶς εἰς οὐδὲν δέον ἀναλίσκεις τὰ μὴ σά; Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ· οὐ γὰρ ἀπὸ τῶν σαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται ὁ Θεὸς εἶναι τὰ ὑπὲρ τῶν πενήτων ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἐὰν εἰς αὐτοὺς ἀναλώσῃς· ἂν δὲ εἰς ἑαυτὸν ἀναλώσῃς, ἀλλότρια γέγονε τὰ σά. Οὐχ ὁρᾷς ὅτι ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων χεῖρες διακονοῦσι, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστήρ· Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; καὶ ὀφθαλμὸς δὲ πάλιν ἐπειδὴ τὸ πᾶν δέχεται φῶς, μὴ διὰ τοῦτο αὐτὸ κατέχει μόνος, ἀλλ' οὐχὶ καὶ ὁλόκληρον φωτίζει τὸ σῶμα;
English
we shall receive the consolation that falls to us. For to be indignant at these things is the mark of those seeking something greater than nature. You were born a man and mortal; why then do you grieve that what is according to nature has come to pass? Do you not grieve that you are nourished by eating? Do you not seek to live without food? So also with death: do not for the present seek immortality, having been born mortal; for this was once for all defined and established by law. But when God calls and wishes to receive something from us, let us not, like the ungrateful among servants, withhold what belongs to the master. For even if he takes money, even if honor and glory, even if the body, even if the soul itself, he has taken what is his own; even if he takes your son, he has not taken your son, but his own servant. If, then, we are not our own, how are the things that are his ours? For if your soul is not yours, how are your possessions yours? And if they are not yours, how do you spend on what is in no need things that are not yours? Do not then say, "I spend what is my own, and I live in luxury from what is my own"; for it is not from your own, but from what belongs to another—and I say "another's" because you wish it so; since God wishes the things entrusted to you for the sake of the poor to be yours. And what is another's becomes yours if you spend it on them; but if you spend it on yourself, what is yours has become another's. Do you not see that in our bodies the hands minister, and the mouth smooths, and the stomach receives? Let not the stomach say, "Because I have received, I ought to keep the whole"; and again, since the eye receives all the light, let it not for this reason keep it alone, but does it not rather illuminate the whole body?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:500 · narrative
Source
καὶ οἱ πόδες ἐπειδὴ μόνοι βαδίζουσιν, ἆρα ἑαυτοὺς μετατιθέασι μόνον, ἀλλ' οὐχὶ καὶ ὅλον μετατιθέασι τὸ σῶμα; Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπόλλυσι. Καὶ γὰρ οἱ πένητες εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν. Ἀλλὰ παιδίον ἀπώλεσα, φησὶ, μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον χρηστὰς, αὐτό μοι μέλλον διαδέχεσθαι τὴν κληρονομίαν. Καὶ τί τοῦτο; μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξασον τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος ἔδωκε τῷ Θεῷ κελεύσαντι, οὕτω καὶ σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Εἰ γὰρ τελευτῶντα ἰδὼν τὸν υἱὸν εὐχαριστήσῃς τῷ φιλανθρώπῳ Θεῷ, οὐκ ἔλαττον λήψῃ μισθὸν τούτου τοῦ τὸν υἱὸν ἀγαγόντος καὶ καταθύσαντος· κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἐκεῖνον, φησὶ, παρ' οὗ πατὴρ οὐκέτι καλοῦμαι λοιπόν; Τί λέγεις; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω καὶ ἀσφαλέστερον ἔσχες. Οὐ γὰρ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου, ἀλλ' ἀθανάτου λοιπὸν κληθήσῃ πατήρ.
English
And the feet, since they alone walk, do they move only themselves, and do they not move the whole body as well? And each of those who pursue a necessary trade, if he wished not to share the benefit of his craft with another, destroys not only others but himself besides. For even the poor, if they had emulated your wickedness—you who take advantage and are rich—would quickly have made you poor, had they not been willing to share their own goods with those in need. But I have lost a child, he says, an only child, reared in great wealth, showing forth good hopes, who was about to succeed me and inherit my estate. And what of this? Do not groan, but give thanks to God, and glorify the one who has taken him, and in this you will be no worse than Abraham. For just as he gave to God when commanded, so you too, when he took, did not groan. For if, seeing your son at the point of death, you give thanks to the God who loves mankind, you will receive no less a reward than he who brought his son and sacrificed him; and if you dispel the wailings and lamentations, and rouse all to glorification, you will receive countless prizes from above and below, with men marveling at you, angels applauding, and God crowning you. And how is it possible, he says, not to mourn for him, since I am no longer called a father? What do you say? Did you cast away the child? Did you lose the son? Rather, you have gained him and hold him more securely. For you have not lost the being called a father, but you have gained the being called so in a greater way; for from now on you will be called the father not of a mortal child, but of an immortal one.
Citation. Tergwame, “Eclogae ex diversis homiliis”, khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0858 ·
generated 2026-11-15.