khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:601 · narrative
Source
φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος τὸ ὅπλον ὁρῶν, δι' οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέταμε κεφαλήν. Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖνα τοῦ ἡλίου. Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας· τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων καὶ θηρίων καὶ τῶν ἄλλων τῶν τοιούτων περιγίνεται; Τοῦτον τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος· διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ, καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ καὶ γεγηθότι προσώπῳ· Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν· κἂν γελάσηται, δάκρυσαι αὐτὸν, ὅτι μαίνεται.
English
We shudder—consider what the devil will suffer when he sees the weapon by which Christ loosed all his power and cut off the head of the dragon. Do not, then, be ashamed of so great a good, so that Christ may not be ashamed of you when he comes with his glory, and the sign appears shining before him brighter than the sun's ray. For the cross will then appear, uttering a voice through its appearance, and making defense before the whole inhabited world on behalf of the Master, and showing that nothing was lacking of what pertained to them. This sign also opened closed doors for our forefathers; this sign quenched deadly poisons, this sign dissolved the power of hemlock, this sign healed the bites of venomous beasts. For if it opened the gates of Hades, and threw wide the vaults of heaven, and renewed the entrance to paradise, and cut out the sinews of the devil, what wonder if it prevails over deadly drugs and beasts and other such things? Engrave this, then, upon your mind, and embrace the salvation of our souls. For this cross turned the inhabited world around, drove out error, brought back the truth, made earth heaven, made men angels. Through this, demons are no longer fearsome but contemptible, nor is death death but sleep; through this all things have been cast to the ground, and the things that war against us have been trampled underfoot. If, then, someone says to you, "Do you worship the crucified one?" say with a bright voice and a glad face: "I do worship him, and I will never cease worshiping him"; and even if he laughs at you, weep for him, because he is mad.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:602 · narrative
Source
Εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐηργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ὁ ψυχικὸς αὐτοῦ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια παιδίον ἀγάγῃς, γελάσεται. Τούτοις δὴ καὶ οἱ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι· διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν παιδίων πάσχουσιν· ὅθεν οὐδὲ συγγνώμης ἄξιοί εἰσιν. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. Διὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης, καὶ τῶν αἰωνίων ἀγαθῶν. Καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρανίου καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; ὅπου γὰρ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ γῆς βασιλεὺς οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς·
English
Give thanks to the Master, because he has bestowed such benefits on us as no one is able even to learn without revelation from above. For this is also why this man laughs, because his natural man does not accept the things of the Spirit. Since even children suffer this, when they see something great and wonderful; and even if you lead a child into the mysteries, he will laugh. The Greeks resemble these children, or rather they are even more imperfect than they; and therefore more wretched, because it is not at an untimely age, but in full maturity, that they suffer the things of children; hence they are not even worthy of pardon. But let us, with a bright voice and a great and lofty cry, shout and say—even if all the Greeks are present, let us speak with greater boldness—that our boast is the cross, and the sum of all good things, and our boldness and our whole crown. I wished I could say with Paul, "The world has been crucified to me, and I to the world," but I cannot, being held by various passions. Therefore I exhort both you and, before you, myself to be crucified to the world, and to have nothing in common with the earth, but to long for the homeland above, and the glory from there, and the eternal good things. For we are soldiers of the heavenly King and have put on spiritual armor. Why, then, do we pursue the life of hucksters and peddlers, or rather of worms? For where the king is, there the soldier must also be. For we have become soldiers, not of those far off, but of those near. For the king on earth would not endure that all be in the palace, nor beside his own side—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:603 · narrative
Source
ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω οὗτος τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις πολλάκις περιφέρουσιν, ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα καὶ Κύριον τεταμένην εἶχεν. Ὥστε ἐὰν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν, Οὐ φοβηθή σομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Καὶ αὐτὸς πάλιν ὁ Θεός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς
αὐτόν. Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μήποτε καλέσειεν αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, ἀλλ' ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. Διὰ τοῦτό φησιν, Ἔτι λαλοῦντός σου. Οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούσω. Καλέσωμεν τοίνυν αὐτὸν, ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα·
English
But the God of the heavens wills that all be near the royal throne. And how, he says, is it possible for those who are here to stand by that throne? Because Paul too, while on earth, was where the Seraphim were, where the Cherubim were, and he was nearer to Christ than those shield-bearers of the king. For they often turn their eyes in many directions, but nothing dazzled him or dragged him about, but he kept his whole mind stretched toward the King and Lord. So that if we are willing, this is possible for us too. For if he were separated by place, you would rightly be at a loss; but if he is present everywhere, he is near to the one who is earnest and intent. This is why the prophet also said, I shall not fear evils, because you are with me. And again God himself: I am a God who is near, and not far off. Just as sins therefore separate us from him, so also righteous deeds draw us together to him. For while you are still speaking, he says, I will say, Behold, I am present. What father would ever listen so readily to his descendants? What mother is so prepared and standing continually, lest her children ever call her? There is no one, neither father nor mother, but God stands continually waiting, in case one of his servants should ever call upon him, and he has never disregarded us when we called as we ought. This is why he says, While you are still speaking. I do not wait for you to finish, and I will answer immediately. Let us therefore call upon him as he wishes to be called. And how does he wish it? Loose, he says, every bond of unrighteousness, untie the knots of violent contracts, tear up every unjust document.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:604 · narrative
Source
διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικάλεσαί με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι, φησί; Τίς δὲ οὐ δύναται, εἰπέ μοι; τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπάσαντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς ὑποδεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι κάμνοντες, ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων· Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ· ἀλλὰ μετάδος τῆς οἰκίας, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως κείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι; Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια πάντα. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ ἰμάτια καὶ βραβεῖα τιθέασιν· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ προφήτου ῥημάτων ἐκτείνων αὐτά.
English
Break your bread to the hungry, and bring the poor who are without shelter into your house. If you see the naked, clothe him, and do not overlook the kin of your own seed. Then your light shall break forth early, and your healings shall quickly spring up, and your righteousness shall go before you, and the glory of God shall wrap you around. Then call upon me, and I will hear you; while you are still speaking, I will say, Behold, I am present. And who, he says, is able to do all these things? But who is not able, tell me? For what among the things said is difficult? What is laborious? What is not easy? For it is so, not only possible, but even easy, since many have even surpassed the measure of the things said, not only tearing up unjust documents, but also stripping off all their possessions; not receiving the poor with a roof and a table, but even laboring with the sweat of the body, so as to feed them; benefiting not only relatives, but even enemies. And what at all is difficult among the things said? For he did not say, Cross over the mountain, pass through the sea, dig through so many and so many acres of land, remain fasting, put on sackcloth; but share your house, share your bread, tear up the documents that lie unjustly. What is easier than these, tell me? But if you think them even difficult, look with me also at the prizes, and all things will be easy for you. For just as kings in the hippodromes place crowns and garments and prizes before the contestants, so indeed Christ places the prizes in the middle of the stadium, extending them as if with many hands through the words of the prophet.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:605 · narrative
Source
Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι· διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς τὸ μέσον· ὁ δὲ βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον πάντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα, ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπησον μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι δῶρον; ἀλλ' οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα καὶ ἕτερα ἔπαθλα. Καὶ, εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι· μόνον μὴ ἀποκάμητε· καὶ πρῶτον μάθωμεν, τί ἐστι, Ῥαγήσεται. Τὸ ταχὺ καὶ δαψιλὸς ἡμῖν ἐμφαίνει, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι Πρώϊμον; Τουτέστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς, καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς;
English
And indeed kings, even if they are kings ten thousand times over, since they are human beings and have wealth that is spent and generosity that is exhausted, are eager to display the few as many; and so, entrusting each single item to each of their servants, they bring them forward in this way. But our King does the opposite: gathering all things together at once, since He is exceedingly rich and does nothing for display, He sets before us in this way the things which, when spread out, will be infinite and will need many hands to contain them. And so that you may learn this, examine each of them with precision. Then, it says, your light shall break forth early. Does it not seem to you to be one gift? But it is not one; for it contains many things within it, both crowns and prizes and other rewards. And, if you wish, let us unloose and show all the wealth, as far as it is possible for us to show it; only do not grow weary. And first let us learn what "shall break forth" means. It reveals to us both the swiftness and the abundance, and how greatly He desires our salvation, and how He labors to bring forth these good things and hastens, and nothing will hinder that ineffable rush; through all of which He demonstrates their abundance and the infinity of His riches. And what is "early"? That is, not after we have come into temptations, nor after the assault of evils, but it comes beforehand. For just as in the case of fruits we call "early" that which appears before its season, so here too, again revealing the swiftness, He spoke thus; just as above He said, While you are still speaking, I will say, Behold, I am present. And what light does He mean, and what ever is this light?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:606 · narrative
Source
Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν
γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει καὶ ἀπαλλαγήσῃ γεέννης καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας καὶ τῆς θλίψεως καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ εἰρήνη καὶ ἀγάπη καὶ τρυφὴ καὶ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα τὰ παλάτια ὑπάρχει τοῦ Δεσπότου, καὶ τὰ ταμιεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές. Μὴ οὖν ἀναβαλλώμεθα, μηδὲ ὀκνῶμεν ἐλεεῖν τοὺς δεομένους· μὴ, παρακαλῶ·
English
Not this perceptible one, but another far better, which shows us heaven, the angels, the archangels, the Cherubim, the Seraphim, the thrones, the dominions, the principalities, the powers, the whole army, the royal cities, the tents. For if you are deemed worthy of that light, you will see these things too and be delivered from Gehenna and the venomous worm, and the gnashing of teeth, and the painful bonds, and the constriction and the affliction and the lightless darkness, and being cut in two, and the rivers of fire, and the curse, and the places of pain, and you will depart where pain and grief have fled, where there is great joy and peace and love and luxury and gladness; where is eternal life, and glory unspeakable, and beauty inexpressible; where are eternal tents, and the unutterable glory of the King, and those good things which eye has not seen, and ear has not heard, and which have not entered into the heart of man; where is the spiritual bridegroom, and the bridal chambers of the heavens, and the virgins holding their bright lamps, and those who have the wedding garment; where are the palaces of the Master, and the royal treasuries. Do you see how great the prizes are, and how many things he displayed through a single saying, and how he gathered them all together? In this way, unfolding each of the following sayings as well, we shall find great abundance and a vast sea. Let us not, then, delay, nor shrink from showing mercy to those in need; do not, I beg you—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:607 · narrative
Source
ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς. Ἀλλὰ καὶ τὸν ἐγκεχειρισμένον τὴν ἐνέργειαν τῶν θείων μυστηρίων μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς· μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. Διὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς κἂν τὸν οἰκεῖον οἰκονομήσῃ βίον καλῶς, τὸν δὲ σὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισι, καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, κἂν μὴ πάντα τὰ ἥκοντα εἰς αὐτὸν ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτῷ εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Διὸ πολλῆς δεῖ θεραπείας ἀπολαύειν αὐτούς. Ἐὰν δὲ ἐπιβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἂν ἐν εὐθυμίᾳ διάγῃ ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, οὐ ταλαιπω ρῆσαι οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβαλεῖ κακοῖς. Οὕτω καὶ ὁ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν θεραπείας, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται·
English
But even if it is necessary to throw away everything, even if to be cast into fire, even if to dare the sword, even if to leap upon knives, even if to suffer anything whatsoever, let us bear all things readily, so as to be able to have the Holy Spirit with us. But let us also honor with great reverence the one entrusted with the ministry of the divine mysteries; for great is the dignity of priests. Whose sins you forgive, he says, they are forgiven. Therefore Paul also said: Obey those who lead you and submit, and esteem them exceedingly in honor. For you care for your own affairs; and even if you arrange these well, no account will be required of you for others; but the priest, even if he manages his own life well, yet does not carefully attend to yours, will depart with the wicked into Gehenna, and often, though not betrayed by his own, he is destroyed by yours, even if he does not perfectly accomplish all that comes to him. Knowing, then, the greatness of the danger, render him great goodwill; which Paul also hinted at when he said, that They keep watch over your souls, as those who will give account. Therefore they ought to enjoy great reverence. But if you too, along with others, set upon them, not even your own affairs will be well ordered. For as long as the pilot lives in good cheer, the passengers' affairs will also be in safety; but if those men revile him and are hostile toward him, he cannot endure hardship or keep watch in the same way, nor preserve his skill, and against his will he will plunge them into countless evils. So also the priest, if he enjoys the reverence shown by you, will be able to order your affairs well.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:608 · narrative
Source
ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλητε, τὰς χεῖρας ἐκλύσαντες, εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ· τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. Διὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾷς ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλέως, κἂν ὁστισοῦν ὁ λαβὼν τὴν ἀρχὴν ᾖ. Εἶτα ἂν μὲν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος ὁ φόβος· τοῦ Χριστοῦ δὲ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον καὶ λοιδορούμεθα καὶ μυρίοις ὀνείδεσι πλύνομεν; καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν; Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν οὐ κατανοῶμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα,
English
But if you cast them into discouragement and loosen their hands, you will make them easy for the waves to capture along with you, even if they are very brave. Consider what Christ says about the Jews: "The scribes and the Pharisees have sat on Moses' seat; therefore do all things whatsoever they tell you to do." But now it is not possible to say, "The priests have sat on Moses' seat," but rather, "On Christ's seat"; for they have succeeded to his teaching. Therefore Paul also says: "We are ambassadors for Christ, as though God were entreating through us." Do you not see that in the case of external rulers all submit to them, even when they are often better by birth and in life and in understanding than those who judge them? But nevertheless, because of the one who gave the office, they consider none of these things, but they respect the verdict of the king, whoever he may be who has received the office. Then, if a man ordains, such is the fear; but when Christ ordains, do we both despise the one ordained and revile him and wash him with countless reproaches? And having been forbidden to judge our brothers, do we sharpen our tongue against the priests? And where are these things worthy of defense, when we do not notice the beam in our own eye, but bitterly busy ourselves with the speck in another's? Do you not know,
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:609 · narrative
Source
ὅτι χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ' ἐλεῶν καὶ δακρύων. Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ. Σὺ δὲ ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος, ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνον ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ, ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν, εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι.
English
that by judging in this way you make the judgment seat harder for yourself? And I say this, not approving those who administer the priesthood unworthily, but pitying them and weeping. Yet I do not say for this reason that they are to be judged by those under their rule, even if their life is thoroughly discredited. But if you attend to yourself, you will suffer no harm in the things entrusted to him by God. For if he caused speech to be given through a donkey, and through a diviner he granted spiritual blessings, and worked in the irrational mouth and unclean tongue of Balaam for the sake of the offending Jews, how much more will he accomplish all his own works through you who are grateful, even if the priests are exceedingly worthless, and will send the Holy Spirit. For the clean man does not draw it from his own purity, but it is grace that accomplishes everything. For all things, he says, are for your sake, whether Paul, or Apollos, or Cephas. For the things entrusted to the priest are for God alone to bestow; and wherever human philosophy reaches, it will appear less than that grace. And I say this, not so that we may manage our own life carelessly, but so that, when some of those who preside are careless, you who are under their rule may not often heap up evils for yourselves. And why do I speak of the priests? Neither an angel nor an archangel can accomplish anything in the things given by God, but the Father and the Son and the Holy Spirit administer all things; the priest lends his own tongue and offers his own hand. For it was not even right that, because of another's wickedness, those who approach the symbols of our salvation in faith should be harmed.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:610 · narrative
Source
Ταῦτ' οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμὴν, ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΛΘʹ. Περὶ τοῦ, ὅτι πολλὰς ὁδοὺς ἡμῖν ὁ Θεὸς ἔδωκε πρὸς τὸ μὴ ἁμαρτάνειν, ἐὰν θέλωμεν· καὶ ὅτι τὸν μέλλοντα ἐπιτυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ δὲ παραβαίνοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους. Πάλιν ἀναγκάζομαι, ἀγαπητοὶ, κατηγορῆσαι τῶν παρόντων πραγμάτων. Καὶ τί πάθω; οὐκ ἐβουλόμην, ἀλλ' ἀναγκάζομαι. Εἰ μὲν γὰρ ἦν σιγήσαντα καὶ μηδὲν εἰπόντα τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται, ἡμῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ. Ἐπειδὴ γὰρ ὁ φόβος οὐκ ἤρκει ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν·
English
Knowing all these things, therefore, let us both fear God and hold his priests in honor, rendering them all honor, so that both for our own right actions and for our care toward them we may receive a great reward from God, by the grace and love for mankind of our Lord Jesus Christ, with whom to the Father together with the Holy Spirit be glory unto the ages of ages. Amen. Homily 39. On the fact that God has given us many ways to avoid sinning, if we are willing; and that the one who is to attain the kingdom of heaven must keep all the commandments; but that the one who succeeds in some and transgresses in others will know the difference from the others in Gehenna. Again I am compelled, beloved, to accuse the present state of affairs. And what am I to suffer? I did not wish it, but I am compelled. For if, by falling silent and saying nothing about what has happened, I could make what is happening disappear through silence, it would be necessary to be silent; but if the opposite happens (for not only does it not disappear when we are silent, but it even becomes worse), it is necessary to speak. For the one who accuses those who sin, even if nothing else, does not allow them to proceed further. For there is no soul so shameless and bold that, on continually hearing certain people rebuking it, does not feel shame nor slacken from its great wickedness. For there is, there is even in the shameless a small measure of shame; for God implanted shame in our nature. For since fear was not sufficient to discipline us, he also prepared many other ways of not sinning.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:611 · narrative
Source
οἷον, τὸ κατηγορεῖσθαι ἄνθρωπον, τὸ δεδοικέναι νόμους τοὺς κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι· πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ μὴ ἁμαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι· πρότερον μὴ ἁμαρτάνειν μαθεῖν, εἶτα τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν. Ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡμῖν. Πολλὰ φυσικὰ ἔχομεν ἀγαθὰ πρὸς τὴν
ἀρετήν· οἷον, πρὸς τὸ ἐλεεῖν ἀπὸ φύσεως κινούμεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύσει ἡμῶν ἐστιν ἄλλο, ὡς τοῦτο. Ὅθεν ἄν τις εἰκότως ἐξετάσειε, διὰ τί τοῦτο μάλιστα τῇ φύσει ἡμῶν ἐνέσπαρται, τὸ κατακλᾶσθαι δάκρυσι, τὸ ἐπικάμπτεσθαι, τὸ ἑτοίμους εἶναι. Οὐδεὶς φύσει ἐστὶν ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζήλου κρείττων, ἀλλὰ τὸ ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠμός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυμαστόν· θηρία ἐλεοῦμεν· οὕτως ἐκ περιουσίας ἡμῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύμνον ἴδωμεν λέοντος, πάσχομέν τι· ἐπὶ δὲ ὁμοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνάπηροι· καὶ τοῦτο ἱκανὸν εἰς ἔλεον ἡμᾶς ἀγαγεῖν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεημοσύνη. Διὸ οἱ ἱερεῖς τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύμβολον τὸ ἔλαιον.
English
For instance, for a man to be accused, to fear the laws that are established, to love glory, to lay claim to friendship; for all these are ways of not sinning. For often what was not done for God's sake was done for fear of men. For this is what is sought: first to learn not to sin, and then later we shall succeed in doing this for God's sake. For why does Paul urge those who are about to overcome their enemies not from the fear of God, but from awaiting vengeance? For by doing this, he says, you will heap coals of fire on his head. For in the meantime this is what he wills, that virtue be accomplished. What then I was saying, there is something shameful in us. We have many natural goods toward virtue; for instance, we are all moved by nature to show mercy, and there is nothing else in our nature so good as this. Whence one might reasonably examine why this especially has been implanted in our nature, to be broken down by tears, to be bent, to be ready. No one is by nature idle, no one is by nature free from vainglory, no one is by nature superior to jealousy, but to show mercy is implanted in all by nature, even if someone be savage, even if harsh. And what is wonderful? We show mercy to wild beasts; so abundantly is mercy implanted in us. And if we see a lion's cub, we feel something; and for one of our own kind, much more. See how many are maimed; and this is sufficient to lead us to mercy. Nothing so gladdens God as almsgiving. Therefore priests were anointed with this, and kings and prophets; for the oil was a symbol of God's love for humanity.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:612 · narrative
Source
Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν· ἐδήλου, ὅτι καὶ τὸ Πνεῦμα εἰς ἄνθρωπον δι' ἔλεον μέλλει ἔρχεσθαι. Ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους καὶ φιλανθρωπεύεται, διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε· καὶ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Ἐλεεῖς γὰρ, φησὶ, πάντας, ὅτι πάντα δύνασαι. Κἂν ἄρχοντά τις ἐπαινῇ, οὐδὲν οὔτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος· τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν Δεσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα. Κἂν ἁμαρτωλοὺς εἴπῃς, κἂν δικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ Θεοῦ δεόμεθα, πάντες ἀπολαύομεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦλος, κἂν Πέτρος, κἂν Ἰωάννης. Καὶ ἄκουσον αὐτῶν λεγόντων· οὐδὲν δεῖ λόγων τῶν ἡμετέρων. Τί γάρ φησιν ὁ μακάριος οὗτος; Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ποίησα. Τί οὖν; μετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; ἄκουσον τί φησι· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ περὶ Ἐπαφροδίτου φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ· καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος. Καὶ πανταχοῦ εὐρήσομεν τοῦτο αὐτὸν καυχώμενον, ὅτι ἐλέῳ ἐσώθη.
English
Again I learned that the ruler ought to have more of mercy; he showed that the Spirit too is about to come upon man through mercy. Since God has mercy on men and loves mankind, for this reason they were anointed with oil. For he made the priesthood out of mercy; and kings were anointed with oil. For you have mercy on all, he says, because you are able to do all things. And if one praises a ruler, he will say nothing so fitting to him as mercy; for this is proper to rule, to show mercy. Consider that through mercy the world was established, and imitate the Master. The mercy of a man is upon his neighbor, but the mercy of the Lord is upon all flesh. And whether you speak of sinners or of righteous men, we all need the mercy of God, we all enjoy it, whether it be Paul himself, or Peter, or John. And hear them saying: our own words are nothing. For what does this blessed man say? But I was shown mercy, because I did it ignorantly. What then? Did he not need mercy after these things? Hear what he says: I labored more abundantly than they all; yet not I, but the grace of God which was with me. And concerning Epaphroditus he says: For indeed he was sick near to death; but God had mercy on him, and not on him only, but on me also, so that I should not have sorrow upon sorrow; and again, We were burdened, he says, beyond our strength, so that we despaired even of living. But we had the sentence of death in ourselves, so that we should not trust in ourselves, but in God, who delivered us from so great deaths, and will deliver us; and again, I was delivered out of the mouth of the lion; and the Lord will deliver me. And everywhere we shall find him boasting of this, that by mercy he was saved.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:613 · narrative
Source
Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν· ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος, ὅτι Ἠθέλησεν ὁ σατανᾶς σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐν ἐλέῳ τοιοῦτος ἦν· καὶ πάντες δὲ ἁπλῶς· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δὲ, εἰ μόνον ἐνιαυτὸν τὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντα ἀπώλεσε; τί δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ ὑπερέβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν; Ἀλλὰ τί λέγω; εἰ οὕτως ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· Ἂν ἀπειλήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζύγου. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡμῶν, καὶ ὁρῶν ἡμᾶς καθ' ἑκάστην ἁμαρτάνοντας, καὶ μὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη, ἐλέῳ ἐστίν· Ἀνθρώπους γὰρ καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων. Διὰ τί; διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησε; δι' ἀγαθότητα. Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον, καὶ ἐκεῖ φωτὸς αἴτιον. Καὶ ἀνατελεῖ, φησὶν ὁ προφήτης, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον.
English
And Peter too was such a man because of having been shown mercy; for hear Christ saying to him, "Satan desired to sift you like wheat, and I prayed for you, that your faith might not fail." And John was such a man in mercy; and indeed all of them simply. For hear Christ saying, "You did not choose me, but I chose you." For we all need the mercy of God; for "the mercy of God," it says, "is upon all flesh." But if these needed the mercy of God, what might one say about the rest? For from where, tell me, does he cause the sun to rise on the evil and the good? And what if he had withheld the rain for only a year—would he not have destroyed everything? What if he had brought a flood? What if he had rained excessively? What if he had sent flies? But why do I speak of this? If he had done as he once did, would not all have perished? What is man, that you are mindful of him? It is timely to say now: "If he but threaten the earth, all become one grave." "As a drop of water from a bucket," it says, "so are the nations before him; they shall be reckoned as spittle, as a turning of the scales." As it is easy for us to move the balance, so it is for him to destroy all things and to make them again. He, then, who has such authority over us, and sees us sinning each day, and does not punish—does he not bear with us in mercy? Since even the cattle are by mercy: "For you save humans and cattle, Lord." He looked upon the earth and filled it with living creatures. Why? For your sake. And why did he make you? Because of his goodness. Nothing is better than oil; it is the cause of light, and there too it is the cause of light. And "your light shall rise," says the prophet, "early, if you show mercy to your neighbor.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:614 · narrative
Source
Καὶ ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς κατέχει· οὕτως ἡ ἐλεημοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν
χαρίζεται καὶ θαυμάσιον. Πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν· Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος· Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται. Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, τίς στήσεται; καὶ ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο δι' ἀγαθότητα μόνον· διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι' ἔλεον. Διὰ τί γὰρ μόνος ὢν τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, Διὰ τί τόδε καὶ τόδε; πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Ἐλεήσωμεν τοὺς πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί· οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλόξ· τὸ ἔλεον τοῦτο τοῦ πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον· οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι.
English
And just as this oil sustains the light, so almsgiving grants us there a great and wonderful light. Paul spoke much about this mercy; for hear him saying, "Only that we should remember the poor"; and at another time, "If it is worthy that I myself should also go." And everywhere, up and down, you see him caring about this. And again: "And let our people also learn to maintain good works"; and again, "For these things are good and profitable to men." But hear also another saying: "Almsgiving delivers from death." And if you take away mercy, O Lord, who shall stand? And if you enter, he says, into judgment with your servant. A great thing is a man, and precious is a merciful man. For this is a merciful man; or rather, this is God's own—to show mercy. Do you see how great is the strength of God's mercy? This made all things, this fashioned the world through goodness alone; for this he also threatened hell, that we might obtain the kingdom; and we obtain the kingdom through mercy. For why, being alone, did he make so many? Was it not through goodness? Was it not through love of humanity? If you ask, "Why this and why that?" everywhere you will find goodness. Let us show mercy to our neighbors, that we ourselves may be shown mercy; we gather this mercy not so much for them as for ourselves on that day, when the flame of the fire is fierce; this mercy is able to quench the fire, and for us it is the cause of light; thus through it we shall be delivered from the fire of hell; since from where will he have compassion and show mercy? Mercy comes from love. Nothing so provokes God as to be unmerciful.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:615 · narrative
Source
Ὥσπερ δὲ αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη· ἢ ἐλεήμων μὲν ᾖ, πλεονεκτοίη δέ· ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδοίη· πάντα εἰκῆ γέγονεν. Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς αὐτοῦ μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ πάλιν, Ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται· ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλείπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα· Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς οὐδὲν ἕτερον ἐγκληθέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο μόνον ἐξεβλήθησαν τοῦ νυμφῶνος· καίτοι γε σωφροσύνην εἶχον. Εἰρήνην, φησὶ, μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔστιν ἰδεῖν τὸν Κύριον·
English
Just as we have five senses, and all must be used as needed, so too with all the virtues. If someone is temperate but unmerciful, or is merciful but greedy for gain, or abstains from what belongs to others but does not share his own, everything has been in vain. For one virtue alone is not enough to present us with boldness at the judgment seat of Christ, but there is need of many and varied and manifold and every virtue. For hear him saying to his own disciples: "Go, make disciples of all the nations, teaching them to observe all that I commanded you"; and again, "Whoever loosens one of these least commandments shall be called least in the kingdom of heaven"—that is, in the resurrection. For he will certainly not enter the kingdom; for he knows how to call even the time of the resurrection a kingdom. "If he loosens one," he says, "he shall be called least"; so we need all of them. And see how it is not possible to enter without almsgiving, but even if this alone is lacking, we shall go away into the fire. For he says, "Depart, you cursed, into the eternal fire prepared for the devil and his angels." For what reason and why? "Because I was hungry, and you did not give me to eat; I was thirsty, and you did not give me to drink." Do you see how, though nothing else was charged against them, for this alone they perished? And the virgins for this alone were cast out of the bridal chamber, although they had chastity. "Pursue peace with all," he says, "and the sanctification without which no one shall see the Lord." Consider, then, that without chastity it is not possible to see the Lord.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:616 · narrative
Source
οὐ πάντως δὲ μετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν, ἂν πάντα κατορθώσωμεν, τὸν δὲ πλησίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον· Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν· ἐκεῖ γὰρ ἡ ἀρετὴ πᾶσα ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο, ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Εἰ γὰρ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν ἕνα νόμον τῶν κειμένων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατορθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται καὶ
English
But it is not altogether possible to see this with temperance, for often one thing has hindered another. Again, if we set everything right but benefit our neighbor in nothing, not even so shall we enter the kingdom. How is this clear? From the servants who were entrusted with the talents; for there every virtue was intact, and nothing was lacking, but since he became sluggish concerning the work, he was rightly cast out. It is also possible to fall into Gehenna from reviling alone; for he who says, it says, to his brother, "Fool," shall be liable to the Gehenna of fire. And even if someone sets all things right, but is insolent, he shall not enter. And let no one condemn God of cruelty, if he casts out of the kingdom of heaven those who have stumbled in this. For if among men, even if someone does any one of the unlawful things, he falls from the sight of the king, even if he transgresses one law of those established; even if he slanders in accusing, he has lost his office; even if he commits adultery and is caught, he has become unworthy; even if he has set ten thousand things right, he is ruined; even if he commits murder and
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:617 · narrative
Source
δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι· εἰ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς. πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ. Ἀλλ' ἀγαθός ἐστι, φησί. Μέχρι τίνος τὸν μωρὸν τοῦτον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ' ὅτι τὴν ἀγαθότητα αὐτοῦ νομίζομεν εἰς ταῦτα χρησίμην ἡμῖν εἶναι, καίτοι μυρία πολλάκις διαλεχθέντων ἡμῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐτοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Οὐχὶ κωλύει λέγειν ἡμᾶς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡμᾶς καὶ συνεχῶς λέγειν τοῦτο, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· μὴ ἐπὶ τούτῳ, φησὶ, θαύμαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁμαρτάνειν καὶ λέγειν, Τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Διὰ γὰρ τοῦτο τοσαῦτα περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράττωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ ἔσται τῆς ἡμετέρας σωτηρίας, ἀλλ' ἵνα μὴ ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασιν, ἀλλὰ μετανοῶμεν. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν· εἰ δὲ μοχθηρὸς γένῃ διὰ τὴν χρηστότητα, σὺ διαβάλλεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις (πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς μακροθυμίας τοῦ Θεοῦ), ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ χρησάμενος. Φιλάνθρωπος ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος κριτής· συγχωρῶν ἁμαρτίας, ἀλλ' ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὑπερβαίνει ἀδικίας, ἐξαίρει ἀνομίας, ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ διέλωμεν.
English
be shown, and this alone is enough to corrupt him—if the laws of men enjoy such great guard. How much more the laws of God. But he is good, it says. Until when shall we utter this foolish word? I called it foolish, not because he is not good, but because we think his goodness is useful to us for these things, although we have often discoursed countless times about this. For hear the Scripture saying: Do not say, His great compassion will atone for the multitude of my sins. It does not forbid us to say, His compassion is great; it does not advise this, but wishes us also to say this continually, and for this reason Paul moves everything—but because of what follows: do not, it says, marvel at God's love for humanity on this account, on the account of sinning and saying, The multitude of my sins will be atoned for. For on this account we discourse so much about goodness, not so that trusting in it we may do everything, since goodness would then be for the ruin of our salvation, but so that we may not despair in our sins, but may repent. For the kindness of God leads you to repentance, not to greater wickedness. But if you become wicked because of kindness, you rather slander it among men (for I see many accusing the longsuffering of God), so that you will pay the penalty, having used it not as one ought. God is loving toward humanity, but also a just judge; forgiving sins, but rendering to each according to his works; passing over injustices, removing lawlessnesses, but also making examination. How then are these not contrary? They are not contrary, if we divide them by their times.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:618 · narrative
Source
Ἐξαίρει ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν, κἂν ὦ μυρία, φησὶν, ἐργασάμενος κακὰ, καὶ δι' ἓν ἐξ αὐτῶν ἐκβάλωμαι, καὶ τῆς βασιλείας ἐκπίπτω, τίνος ἕνεκεν οὐκ ἐργάζομαι πάντα τὰ κακά; Ἀγνώμονος οἰκέτου ὁ λόγος, ἀλλ' ὅμως καὶ τοῦτον ἐπιλυσόμεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς. Βασιλείας μὲν γὰρ πάντες ὁμοίως ἐκπεσούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν δίκην πάντες, ἀλλ' ὁ μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀκεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ, καὶ ὁ τὰ ὀλίγα, ὀμοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχ ὁμοίως κατεφρονήσατε, ἀλλ' ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ' εἰς τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ἀλλὰ πάντων αὐτὸ προτίθησι τῶν δεινῶν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ· ὁ καὶ τοὺς φίλους διαφθείρων, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐνταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ διαβόλου ἐποίησεν αὐτὸν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεημοσύνην μὴ ποιοῦντι. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ μᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας· πόσῳ μᾶλλον ἔνθα κελευόμεθα πάντα ῥῖψαι; Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι;
English
Here he removes lawlessness both through washing and through repentance; there he makes an examination of what has been done through fire and torments. If, then, he says, even though I have worked countless evils, and for one of them I am cast out and fall from the kingdom, for what reason should I not work all the evils? The argument is that of a senseless servant, but nevertheless we will also resolve this argument. Do not work evils, so that you may benefit yourself. For we shall all alike fall from the kingdom, but in Gehenna we shall not all pay the same penalty, but one greater, another milder. For if you and that man both showed contempt, both the one with many and the one with few, you will alike fall from the kingdom; but if you did not show contempt alike, but one greater, the other less, in Gehenna you will perceive the difference. Why then, he says, does he threaten those who have not given alms that they will depart into the fire, and not simply into the fire, but into that prepared for the devil and his angels? For what reason and why? Nothing so provokes God, but he sets this before all terrors. For if one must love enemies, the man who destroys even friends, and is in this respect worse than the Greeks, of what punishment will he not be worthy? So that here the greatness of the sin made him depart with the devil. For woe to the one who does not do alms. But if this was so under the Old Covenant, much more under the New; if where the possession and enjoyment and care of money was permitted, such great provision was made for helping the poor, how much more where we are commanded to throw away all things? For what did those men not do?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:619 · narrative
Source
δεκάτας, καὶ πάλιν δεκάτας παρεῖχον, ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλά μοί τις θαυμάζων τινὰ, ἔλεγε, Δεκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν, εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς, οὐ μικρὰ παραμυθία. Τί οὖν; Μάλιστα μὲν οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσετε τιμωρίας· ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ, καὶ εἰς τὴν πυρὰν ἐμβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ' οὐδὲ αἰσθήσεται τῆς
παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; διὸ καὶ ἔλεγον, Ἀπολώλαμεν, ἐξολώλαμεν, παρανηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι· μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν.
English
Tithes, and again tithes, they provided; they assisted orphans, widows, and strangers. But someone, admiring a certain person, said, "So-and-so gives tithes." How much shame is this full of, if what was not a matter of admiration among the Jews has become admirable among Christians? If then there was danger in abandoning tithes, consider how great it is now. Drunkenness again does not inherit the kingdom. But what is the argument of the many? Therefore, if both I and that man are in the same circumstances, it is no small consolation. What then? In the first place, you and that man will certainly not enjoy the same punishment; but otherwise, neither is this a consolation. For the sharing of sufferings has consolation then, when the terrors are proportionate; but when they exceed and put us in a state of distraction, it no longer allows us to receive consolation. For tell the man who is being mangled and has stepped into the pyre, "So-and-so also suffers this"; but he will not even perceive the consolation. Did not all the Israelites perish together? What consolation did this bring them? Did it not rather grieve them all the more? Therefore they also said, "We have perished, we are utterly undone, we are consumed." What consolation, then, is this? In vain we console ourselves with these hopes; there is only one consolation, not to fall into that unquenchable fire; but for those who have fallen in, it is not possible to obtain consolation, where there is the gnashing of teeth, where there is weeping, where the worm is unending, where the fire is unquenchable. For will you think of any consolation at all, tell me, when you are in affliction and distress? For from then on you will be by yourself.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:620 · narrative
Source
Μὴ, δέομαι καὶ παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ ταῦτα πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ὑποστῆναι ὑμᾶς ἐχρῆν, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς, προκειμένης τοσαύτης τιμῆς, ταῦτα λέγειν; Ὅταν δὲ ἐννοήσῃς τότε τοὺς κατωρθωκότας, οὐ τήκῃ πλέον; ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας ἐνταῦθα, καὶ τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ, οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντας, καίτοι οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον ὑπὸ τούτου μόνου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν καὶ δακρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν. Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμεν ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν· ἀλλὰ προσέχωμεν καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι κράτος, δόξα, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
I beg and entreat you, let us not deceive ourselves in vain, nor console ourselves with these words, but let us do those things which can save us. It is set before us to sit together with Christ, and do you quibble over these matters? For if there were no other sin, for these words alone how great a punishment ought you to undergo, because we are so sluggish, because we are so wretched and careless, that, with so great an honor set before us, we say such things? And when you consider those who have succeeded, do you not melt all the more? When you see men from slaves and from low birth who have labored a little here, and there share the royal throne, will these things not be worse for you than punishment? For if now, seeing them prospering, though you suffer no evil, you are corrupted by this alone worse than any punishment, and you mourn for yourself and weep, and judge yourself worthy of ten thousand deaths, what will you then endure? For if there were no Gehenna, would not the very thought of the kingdom be enough to destroy and corrupt you? And that this will be so, it is enough to learn from the experience of things. Let us not, then, in vain entertain ourselves with such words; but let us attend to and take thought for our own salvation, and let us care for virtue, and rouse ourselves to the working of good things, that we may be deemed worthy to obtain so great a glory, in Christ Jesus our Lord, with whom to the Father together with the Holy Spirit be power, glory, honor, now and always, and unto the ages of ages. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:621 · narrative
Source
ΛΟΓΟΣ Μʹ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν. Οὐδὲν τῶν ἐπιτυγχανόντων τῆς βασιλείας τῶν οὐρανῶν μακαριώτερον, ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀποτυγχανόντων ἀθλιώτερον. Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος. Ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἔσται ἄξιος· μᾶλλον δὲ καὶ τότε πένθους. Ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἠδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ' οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
English
Homily 40. On the fact that we must do everything and take every pains for the salvation of our brethren; and that it is a great good to forgive the sins of those who trespass against us; and that this is greater than almsgiving. Nothing, brethren, is more blessed than those who attain the kingdom of heaven, just as nothing is more wretched than those who fail to attain it. For if a man banished from his homeland is pitied by all, and one who has lost an inheritance seems to all to be worthy of pity, he who falls away from heaven and from the good things laid up there—with how many tears ought he to be wept for? Or rather, ought he not even to be wept for? For one is wept for when he suffers something for which he is not himself responsible. But when a man of his own choice pierces himself with wickedness, he will be worthy not merely of tears but of lamentation; or rather, even then, of mourning. Since our Lord Jesus Christ also mourned and wept over Jerusalem, godless though it was. Truly we are worthy of countless wailings, countless lamentations, even if the whole inhabited world, taking a voice—stones and wood and trees and beasts and birds and fish, and simply the whole world, if it took a voice—should bewail us who have fallen away from those good things, it would bewail and lament nothing according to our deserts. For what speech will be able to set forth, what mind conceive, that blessedness, and that virtue, the pleasure, the glory, the gladness, the splendor? Things which eye has not seen, and ear has not heard, and which have not entered into the heart of man? He did not say that it simply surpasses them, but that no one has ever even conceived them—the things which God has prepared for those who love him.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:622 · narrative
Source
Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου,
τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς ἐχθροὺς ὄντας τίνος οὐ καταξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει, καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα καὶ ἄπειρος, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοὶ, ἐπιτυχεῖν. Καὶ τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον θέλει, δι' οὗ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὁλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτῷ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους αὐτοῦ καλεῖ. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα; Πένθους ὄν τως ἄξια τὰ ἡμέτερα, πένθους καὶ δακρύων καὶ ὀδυρμῶν καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετῶν. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ.
English
For if God is the one who prepares and makes ready good things, what must those things be? For if, when he had made us, immediately, before we had done anything at all,
he granted us so many things—paradise, converse with him, immortality he promised, a blessed life free from cares—what will he not grant to those who have labored so much and struggled and endured for his sake? He did not spare the Only-Begotten for our sake; he gave his genuine Son over to death for our sake, when we were enemies. Of what will he not deem worthy those who have become friends? Of what will he not give a share, having reconciled them to himself? And he is exceedingly rich and boundless, and he desires and is eager to obtain our friendship; but we are not so eager, beloved, to obtain it. And why do I say, we are not eager? We do not wish to obtain his good things as much as he himself wishes. And that he wishes it more, he has shown by what he did. For we scarcely bring ourselves to despise a little gold for our own sake; but he gave even his own Son for our sake. Let us use the love of God as we ought; let us enjoy his friendship. For you are my friends, he says, if you do what I tell you. Well then! Those who were enemies, who were infinitely separated from him, compared to whom he excelled in all things by incomparable excess—these he calls his friends. What, then, is not worth suffering for this friendship? For the friendship of men we often run risks; but for the friendship of God do we not even spend money? Our condition is truly worthy of mourning, of mourning and tears and lamentation and great wailing and beating of breasts. We have fallen from our hope, we have been brought low from our height, we have appeared unworthy of the honor of God.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:623 · narrative
Source
ἀγνώμονες καὶ μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν. Οἱ καταξιωθέντες εἶναι υἱοὶ καὶ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανόν· ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἄρα καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα· πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ, εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἂν ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν ὑπὲρ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι. Διὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα δόγματα καὶ φοβερὰ, καὶ πεπάτηται, καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες.
English
We have become senseless and ungrateful even after his benefactions; the devil has stripped us of all good things. We who were deemed worthy to be sons and brothers and co-heirs have differed in nothing from his enemies who insult him. What consolation will there be for us henceforth? He himself called us to heaven, but we pushed ourselves toward Gehenna. Indeed, falsehood and theft and adultery have been poured out upon the earth; some mingle blood with blood, others do things worse than bloodshed; many of the wronged, many of the defrauded, pray for countless deaths or to suffer these things; and, if they had not feared the fear of God, they would even have laid hands on themselves, so murderous are they against themselves. Are these things, then, not worse than bloodshed? Woe to my soul, for the devout one has perished from the earth, and the one who sets things right among men does not exist. Now let us also cry out first on our own behalf. But join with me in lamentation. Perhaps some even take omens and laugh. For this very reason the lamentation must be intensified, because we are so mad and deranged, because we do not even know that we are mad, but we laugh at the things over which we ought to groan. It is revealed, O man, wrath from heaven against all ungodliness and unrighteousness of men. God will come openly. Fire will go before him, and a violent storm round about him; fire will be kindled before him, and it will set his enemies round about in flames. The day of the Lord is like a burning oven. And no one takes these things to heart, but these dreadful and fearful doctrines are despised more than myths, and trampled upon, and there is no one who listens, but all are laughing and mocking.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:624 · narrative
Source
Τίς ἔσται πόρος ἡμῖν; πόθεν σωτηρίαν εὑρήσομεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες καὶ κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν; Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε· δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις καὶ τοῖς περιφερομένοις. Μηδεὶς τοίνυν χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἒν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται, τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς
παρεστήκει, οὐδενὶ εἴκει, οὐδὲ ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ. Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ περιστοιχίζεται· ἡμεῖς δὲ, ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν. Ἕκαστος ὅπως πλείονα ποιήσῃ τὰ ὄντα ἐσπούδακεν, οὐδεὶς ὅπως βοηθήσῃ τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ.
English
What resource will there be for us? From where will we find salvation? We are lost, we have been squandered, we have become a laughingstock to our enemies, and a mockery to the Greeks and the demons. The devil is now proud, he exults and rejoices; all the angels entrusted with us are in shame and dejection; there is no one to turn us back, everything has been spent by us in vain, and do we seem to you to be babbling? It is timely now also to call heaven, because there is no one who hears, to testify to the elements: Hear, O heaven, and give ear, O earth, for the Lord has spoken; give your hand, you who have not yet been baptized, reach out to those destroyed by drunkenness, you who are healthy to the sick, you who are sober to the mad and to those carried about. Let no one, then, for the sake of a friend's salvation prefer it; and let insult and rebuke look to one thing only, his own benefit. When a fever seizes him, slaves also take hold of their masters. For when that man is burning up, confounding his soul, and a swarm of slaves
stands by, he yields to no one, nor does he recognize the master's law in the harm of the master. Let us gather ourselves together, I beseech you. Daily wars, drownings, countless destructions all around, and on every side the wrath of God encircles us; but we, as though we were well-pleasing, are thus in security; we all make ready our hands for greed, no one for help; all for plunder, no one for protection. Each has hastened to make his possessions more, no one to help the one in need; each has great concern how to add to his wealth, no one how to save his own soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:625 · narrative
Source
Φόβος εἷς ἔχει πάντας, μὴ πενιχροὶ, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγορίας, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην· λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζομαι. Σύγγνωτε, ὑπὸ πένθους ἀναγκάζομαι· πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγγομαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν. στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ οὐ τούτων καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατήρ εἰμι, καὶ δακρύω· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν αὐτὴν τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι· οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπήν· πάντα εἰς διαβολὰς καὶ κατηγορίας·
English
One fear possesses everyone—lest we become poor, it says; lest we fall into Gehenna—and no one agonizes or trembles. These things are worthy of lamentations, worthy of accusation, worthy of condemnation. But I did not wish to say these things; I am compelled by grief. Forgive me, I am forced by mourning; I utter many things even that I do not wish. I see the wound as grievous, the calamity as unconsolable, the terrors that have overtaken us as greater than comfort; we are lost. Who will give water to my head, and springs of tears to my eyes, that I may lament? Let us weep, beloved, let us weep; let us groan. Perhaps there are some here saying, He speaks nothing to us but lamentations, nothing but tears. I did not wish it, believe me, I did not wish it, but to go through encomia and praises; but now is not the time for these things. It is not lamenting, beloved, that is grievous, but doing things worthy of lamentations; it is not bewailing that is abominable, but doing things worthy of bewailings. Do not be punished, and I do not mourn; do not die, and I do not weep. But if the body lies dead, you urge everyone to grieve with you, and you consider those who do not mourn to be without compassion; but when the soul is perishing, do you say that one should not mourn? But I cannot; I am a father, and I weep; I am a loving father. Hear what Paul cries out: My little children, for whom I am again in travail. What mother in labor utters such bitter cries as he? If only it were possible to see the fire of his mind, and you would see that I burn more than any woman or girl who has endured untimely widowhood; not so does she mourn her husband, nor a father his son, as I mourn this multitude that is with us. I see no progress; all things are for condemnations and accusations.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:626 · narrative
Source
οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· Ἀλλὰ τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κακὰ κρίνομεν ἑτέρους; Οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει, φησί, τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁδεῖνα πονηρός ἐστι καὶ λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ μεταμελετήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Εἴ τι οὖν ἐν ἐκκλησίᾳ, ὥσπερ ἐν δικαίοις σταθμοῖς, τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσει, ἐν μυρίοις ταλάντοις λόγων βιωτικῶν μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν, ἢ μᾶλλον οὐδὲ ὀβολοὺς δέκα. Εἰ οὖν ὁ Θεὸς ταῦτα παρατηρήσει, τίς ὑποστήσεται; Ταῦτα ἐννοοῦντες, οἰκτίρμονες ὦμεν, συγγνωμονικοὶ περὶ τοὺς ἁμαρτάνοντας εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα, τὰ εἰς ἡμᾶς ἁμαρτήματα· τὰ δὲ εἰς τὸν Θεὸν παρ' ἡμῶν, μυρία τάλαντα. Ἴστε γὰρ ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρίνονται· οἷόν τι λέγω· ὁ τὸν ἰδιώτην ὑβρίσας ἥμαρτεν, ἀλλ' οὐχ ὁμοίως, ὡς ὁ τὸν ἄρχοντα, καὶ μειζόνως τούτου ὁ τὸν μείζονα ἄρχοντα, ἀλλ' οὐχ ὁμοίως ὡς ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον· καὶ ἡ μὲν ὕβρις ἐστὶν ἡ αὐτή· τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου μείζων γίνεται. Εἰ δὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν· ὁ τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύθυνος ταλάντων;
English
No one makes it their business to please God; but, it says, let us speak ill of this man and that man; this man is unworthy of the clerical office, that man lives indecently. Owing to mourn our own sins, do we judge others harshly? Not even when we are clean of sins ought we to do this. For who is it, it says, that distinguishes you, and what do you have that you did not receive? But if you did receive it, why do you boast as though you had not received it? But why do you judge your brother, yourself full of countless evils? When you say, This man is wicked and a destroyer and depraved, consider yourself and examine your own affairs closely, and you will repent of what was said. If, then, anyone in the church, as in just balances, attempts to weigh our words, among ten thousand talents of worldly words he will scarcely find a hundred denarii of spiritual utterances, or rather not even ten obols. If, then, God will observe these things, who will endure it? Bearing these things in mind, let us be merciful, forgiving toward those who sin against us. A hundred denarii here are the sins committed against us; but the sins committed by us against God are ten thousand talents. For you know that sins are also judged by the quality of the persons involved; what I mean is this: he who insults a private citizen has sinned, but not in the same way as he who insults a ruler, and more greatly than this he who insults a greater ruler, but not in the same way as he who insults a lesser one; but he who insults the king, far more; and the insult is the same, but by the preeminence of the person it becomes greater. If, then, he who insults the king has an unbearable punishment because of the dignity of the person, of how many talents will he be liable who insults God?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:627 · narrative
Source
Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁμαρτάνωμεν, ἅπερ εἰς τοὺς ἀνθρώπους, οὐδὲ οὕτω τὸ ἴσον ἐστίν· ἀλλ' ὅσον μέσον Θεοῦ καὶ ἀνθρώπων, τοσοῦτον τῶν ἁμαρτημάτων ἐκείνων καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁμαρτήματα οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου
μεγάλα γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ φρικτὸς μὲν ὁ λόγος καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα ἡμῶν τὴν διάνοιαν κατασείσῃ καὶ παρασαλεύσῃ· δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα, ἢ τὸν Θεὸν, καὶ τιμῶμεν ἀνθρώπους, ἢ τὸν Θεόν. Ἐννόησον· ὁ μοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου μὲν καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυμίαν. Οὐχὶ προτιμᾷ ἀνθρώπους μόνον, οὐχὶ ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκείνους δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυμίας. Μᾶλλον δὲ ποίαν φλόγα; οὐκέτι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κεχρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν· νυνὶ δὲ ὕβρις καὶ στρῆνος. Ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς μανίας· τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον φροντίζει. Πάλιν, ἕτερος ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτοῦ δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, μηδὲ τὰ ἑτέρων λαμβάνειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ;
English
So even if we sin against God in the same ways as against men, not even so is it equal; but as great as the distance between God and men, so great is the difference between those sins and these. But now I find that our sins are even greater, not becoming great through the superiority of the person, but by their very nature. And the statement is shudder-inducing and truly terrifying, yet it must be spoken, so that it may shake and unsettle our mind, showing that we fear men far more than God, and honor men more than God. Consider: the adulterer knows that God sees him, and he despises Him; but if a man sees him, he restrains his desire. Does he not prefer men? Does he not insult God? And what is far worse, fearing those men, he despises Him. For if he sees them, he restrains the flame of desire. But what sort of flame? It is no longer a flame, but insolence. For if it were not permitted to have intercourse with a woman, the matter would reasonably be a flame; but as it is, it is insolence and wantonness. For if he sees men, he stops his madness; but for God's patience he cares less. Again, another, the thief, knows that he is stealing, and he tries to deceive men, and makes a defense against those who accuse him, and puts a shape upon his defense; but God, since he cannot persuade Him, he does not care for, nor respect, nor honor. And if the king commands us to abstain from another's property—or rather even to give our own—we all readily contribute; but when God commands us not to steal, nor to take what belongs to others, we do not endure it. Do you see that we prefer men to God?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:628 · narrative
Source
Φορτικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ, ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανακτεῖτε; καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐμοῦ· βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτιμᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν καὶ παῖδας· οἱ μὲν εἰς γάμον εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ, καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος· μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πολλῷ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους. Εἰ καὶ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅτε καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα;
English
The word is burdensome and offensive; but show that it is burdensome, and flee the deed. But if you do not fear the deed, how can I believe you when you say, "We fear the words, and they are heavy upon us"? You make yourselves heavy by the deed, and no one says a word; but if I speak the words of which you do the deeds, are you indignant? And how is this not absurd? May what comes from me prove to be false; I myself wish to receive the reputation of abuse on that day, as having abused you idly and in vain, rather than to see you accused of such things. And not only do you yourselves prefer men to God, but you also compel others. Many have compelled many servants and children: some have dragged them unwilling into marriage, others to serve in shameful ministries and vile lust and robberies and acts of greed and violence; so that the charge is double, and they find no pardon even from the necessity. For if you yourself do wicked things unwillingly, and because of the ruler's command—in the first place, not even so is the defense sufficient, but the sin becomes more grievous when you also compel those others to fall into the same things. What pardon, then, could there be for such a one hereafter? I have said these things, not wishing to condemn you, but to show how many debts we owe to God. For if, even when we honor a man equally with God, we insult God, how much more when we prefer men? If even these sins committed against men are shown to be much greater against God, how much more when the sin itself is greater and more grievous in its quality?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:629 · narrative
Source
Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι' ἀνθρώπους ποιῶν. Σφόδρα ἦμεν μα κάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα δι' ἀνθρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον, καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων οὐδὲ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως. Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι, οὐ δύνασαι τὰ ὄντα δαπανῆσαι εἰς τοὺς δεομένους; θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν οὐκ ἀφίης; καὶ ταῦτα δὲ, ἀφ' ὧν ἔχεις αὐτοῦ ἀπαιτεῖ. Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει
English
Let each person examine himself, and he will see that he does everything for the sake of men. We would be exceedingly blessed if we did for God as much as we do for men—for the glory that comes from men, and fear, and honor. If, then, we are liable for so much, we ought with all eagerness to forgive those who wrong us and take advantage of us, and not to bear grudges. For it is a way of release from sins that needs no toil, no expenditure of money, no anything else—but simply a choice. There is no need to set out on a journey, nor to go into a foreign land, nor to undergo dangers and labors—only to will it. Tell me, what excuse shall we have in matters that seem difficult, when a thing that has such great profit and such great benefit, and no toil at all, we do not do? You cannot despise money? You cannot spend what you have on those in need? Can you not will something good? Can you not forgive the one who has wronged you? For if you were not liable for so much, and God had merely commanded you to forgive, ought you not to do it? But now, being liable for so much, do you not forgive? And these things he demands from what you have. If, then, we come to one who is our debtor, he, knowing this, attends to it
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:630 · narrative
Source
καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι, πόσης μὲν ἀπολαύομεν φιλανθρῳπίας; πόσην δὲ ἐπιδεικνύμεθα κακίαν; πόσον πόνον; πόσην νωθείαν; πῶς εὔκολον ἡ ἀρετή; Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενός· ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα, πολλὴν ἔχον ὠφέλειαν. Ἐλύπησεν ὁ δεῖνα, καὶ ὕβρισε καὶ ἔσκωψεν; ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν Δεσπότην· ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· ἐννόησον, ὅτι εἰ μὴ ἀφῇς, οὐ δυνήσῃ μετὰ παῤῥησίας τοῦτο εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον, τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς τὸν Δεσπότην ἡμαρτηκότων τὴν ἄφεσιν λαβεῖν, ἀλλ' ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρδος· ἐννόησον πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται. Ἀγαθὸς ἀνὴρ εὐμετάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη.
English
And he receives and honors him, and shows every kindness with generosity, and this, not discharging the debt from what was lent, but wishing to make us gentle in the matter of exacting repayment. But you, owing so much to God and being commanded to forgive, do you not forgive again so that you may receive? Why ever, I ask? Alas, how great is the love for humanity we enjoy? How great is the wickedness we display? How great the toil? How great the sluggishness? How easy is virtue? Here there is no need of bodily strength, nor of wealth of money, nor of power, nor of friendship, nor of anything else; but it suffices only to will, and the whole matter is accomplished, having great benefit. So-and-so grieved you, and insulted and mocked you? Consider that you too do many such things to others, and to the Master himself; let it go and forgive. Consider that you say: Forgive us our debts, as we also forgive. Consider that if you do not forgive, you will not be able to say this with boldness; but if you forgive, you exact the matter as a debt, not because of the nature of the matter, but because of the love for humanity of the one who gave. And where is it equal, for one who forgives offenses against fellow servants to receive forgiveness of sins against the Master? But nevertheless we obtain such love for humanity, since he is rich in mercy and compassion. But to show you that even without these things and without the forgiveness, from the mere act of forgiving you reap the gain: consider how many friends such a person has, how everywhere all recount the praises of such a person. A good man is easily reconciled, he does not know how to bear a grudge; at once he was struck and at once he was healed.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:631 · narrative
Source
Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα τίς οὐκ ἂν ἐλεήσῃ; τίς οὐ συγγνώσεται ἁμαρτάνοντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὁ Κύριος ὑμῶν ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφίωμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν (καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας· εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἐὰν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι, δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν)· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα καὶ καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές. Ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ πάντας ἡμᾶς ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
Who would not show mercy to such a man when he has fallen into some calamity? Who would not forgive him when he sins? Who would not grant him favor when he pleads on behalf of others? Who would not wish to be a friend and servant of so good a soul? Yes, I beseech you, let us do everything on his behalf—not only toward friends and relatives, but also toward household servants. For, he says, relaxing the threat, knowing that your Lord also is in heaven. If we forgive our neighbors their trespasses, if we give alms, if we are humble (for this too takes away sins; for if the tax collector, merely by saying, Be merciful to me, a sinner, went down justified, much more shall we, if we are humble and contrite, be able to obtain great loving-kindness); if we confess our own sins and condemn ourselves, we shall wipe away the greater part of the filth. For many are the paths that purify. Therefore let us wage war against the devil from every side. I have said nothing difficult, nothing troublesome. Forgive the one who has grieved you, show mercy to the one in need, humble your soul; and even if you are a very great sinner, you will be able to attain the kingdom, cleansing away your sins by these things and wiping off the stain. May it come to pass that we all, having here purged away all the filth of our sins through confession, may there obtain the promised good things, by the grace and loving-kindness of our Lord Jesus Christ; with whom to the Father together with the Holy Spirit be glory, power, honor, now and always, and unto the ages of ages. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:632 · narrative
Source
ΛΟΓΟΣ ΜΑʹ. Περὶ τοῦ, ὅτι δεῖ μιμεῖσθαι ἡμᾶς κἂν τοὺς οἰκέτας ἡμῶν, ὁπόσα ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον πράττουσιν, ἵνα καὶ ἡμεῖς διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ αὐτὰ πράττωμεν· καὶ περὶ τῶν ἀνεκδιηγήτων ἀγαθῶν τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων.
Εἰ τοῖς οἰκέταις ὁ Παῦλος, ἀγαπητοὶ, πολλῇ κεχρῆσθαι τῇ ὑπακοῇ τοῖς κυρίοις, Τιμοθέῳ γράφων, ἐπέταττεν· ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν Δεσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα ἡμᾶς, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι, εἰς τὸ
ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος βίος, τὸ τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναντίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ Δεσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα, οὐ δεομένου τῶν ἡμετέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν Δεσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῶ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν.
English
HOMILY 41. On the fact that we ought to imitate even our own servants in whatever they do because of fear of us, so that we too may do the same things because of the fear of God; and on the indescribable good things prepared for the saints.
If Paul, beloved, writing to Timothy, commanded servants to show great obedience to their masters, consider how we ought to be disposed toward the Master who brought us from non-being into being, who feeds us, who clothes us. If in no other way, then, let us serve him at least as our own servants do. Did those servants not devote their whole life to this end—to giving rest to their masters—and is this not their work, and this their life, to care for their masters' concerns? Do they not care for their master's affairs the whole day, and for their own often only a small part of the evening? But we do the opposite: our own affairs all the time, but the Master's not even a small part—and this, though he has no need of our affairs, as masters need slaves, but even these very things redound again to our own gain. For there the servant's service benefits the master; but here the servant's service benefits the Master not at all, but again the servant himself. For he says, You have no need of my good things. Tell me, for what gain to God is it if I am righteous? Or what harm if I am unrighteous? Is not that nature pure? Is it not inviolable? Is it not above every passion? Servants have nothing of their own, but all things belong to their masters, even if they be ten thousand times rich; but we have many things of our own.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:633 · narrative
Source
Οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Ποῖος δεσπότης ὑπὲρ οἱκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ πάντων τῶν ἐχθρῶν τῶν μισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ μάλιστα, ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν μυρία. Τοῖς οἰκέταις οὐδεὶς ἐπαγγέλλεται τοιοῦτον, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; Ἐλευθερίαν, φησὶ, τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπωτέραν· πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πικροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκηρον, οὐδὲν φθαρτόν· ἀλλὰ τί; Οὐ λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε· Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς οἱ οἰκέται ἡμῖν δουλεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ Δεσπότῃ· μᾶλλον δὲ οὐδὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δουλείαν ἡμεῖς ἐπιδεικνύμεθα. Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦσι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ ὑβρίζομεν εἰς τὴν τρυφήν. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον, ὅταν τὴν μέλιτταν, ὅταν τοὺς μύρμηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρήσομεν πράττοντας ὑμᾶς.
English
It is not without reason that we enjoy such great honor from the God of all. What master gave his own son for a servant? No one; but everyone would choose to give their servants for their children. Here, however, the opposite happened: he did not spare his own son, but delivered him up for us all, for all his enemies who hated him. Servants, even if they are ordered to do something burdensome, are not so resentful, especially if they are well-disposed; but we complain about countless things. No one promises servants such things as God promises us. But what? Freedom, he says, the freedom here, which is often harsher than slavery; for often famine has overtaken it, and this freedom has become more bitter than slavery; and this gift is the greatest. But with God nothing is perishable, nothing corruptible; but what? I no longer call you servants, he says; you are my friends. Let us be ashamed, beloved, let us fear; even as servants serve us, let us serve the Master; or rather, we do not demonstrate service even to the smallest fraction. They practice philosophy out of necessity, having only covering and food; but we are insolent in luxury. If from nowhere else, at least let us receive the rules of philosophy from them. For Scripture knows how to send people not only to servants, but even to irrational creatures; for example, when it commands us to imitate the bee, when it commands us to imitate the ants. But I even urge you to imitate servants: whatever they do because of fear of us, let us do the same amount because of the fear of God; for we will not find you doing so.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:634 · narrative
Source
Ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις· οὐδὲν πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον, στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πληρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν οὐδὲ δυσχεραίνουσιν. Ἐκεῖνοι διὰ τὸν παρ' ἡμῶν φόβον ἐμπιστευόμενοι χρήματα πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθηροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπειλήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν. Ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν καὶ κατεσθίομεν, οὐ δεδοίκαμεν τὸν Δεσπότην· τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶντος αὐτοῦ. Τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου· κἂν ὑβρίζῃ μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ
English
Those men, because of the fear they have of us, are insulted ten thousand times, and they stand silent more than any philosopher; they are insulted both justly and unjustly, and they do not talk back, but they plead, often doing no wrong; taking nothing beyond what is needed, and often even less, they are content; and sleeping on a pallet, and filling themselves with bread alone, and having all the rest of their way of life cheap, they do not complain or resent it. Those men, because of the fear they have of us, when entrusted with money, return it all (for do not tell me of the wicked among servants, but of those not exceedingly bad); if we threaten, they immediately shrink back. Are these things not philosophy? For do not say that it happens by necessity, because necessity of Gehenna lies upon you too, and not even so are you temperate, nor do you render to God as much honor as you enjoy from your servants. Each of the servants has the dwelling appointed by law, and does not trespass on his neighbor's, nor does he plunder it in his desire for more. And one may see these things guarded among servants because of the fear of their masters; and rarely would you see a servant snatching or plundering what belongs to a servant. But among free men the opposite of these things happens: we bite and devour one another, we do not fear the Master; we snatch, steal, and strike what belongs to our fellow servants, while he looks on. But a servant would not do this, but even if he strikes, it is when the master does not see; even if he insults, it is when he does not hear; but we, while God sees and
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:635 · narrative
Source
ἀκούοντος τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται, καὶ αὐτοὶ μὲν οὐδέποτε εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα· τοὺς δὲ οἰκέτας τοὺς ἡμετέρους ἁμαρτάνοντας ἅπαντα ἐξετάζομεν μετὰ ἀκριβείας καὶ τὰ μικρότατα. Ταῦτα λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμενος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι· ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται· οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ' ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' ἀξίας ἐστὶ καὶ περιστάσεως· ἀλλ' ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς. Ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεής· ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Εἰ δὲ δεῖ φιλοσοφῆσαι καὶ περὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν, ἀληθῶς ἐκείνη ἐστὶν ἡ ὄντως ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἔνθα οὐδὲ φροντίδες, οὐδὲ πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν.
English
We dare to do this while he listens. The fear of the master is always before those men's eyes; but never before ours. This is why everything has been turned upside down, everything is confounded and corrupted, and we ourselves never take our own sins into account; but when our servants sin, we examine everything with precision, even the smallest matters. I say this, not wishing to make servants slack, but to turn our own slackness around, to rouse our indifference; so that even in this way we may serve God as our servants serve us, and serve the One who made us as those of the same nature serve us, and have nothing of that kind from us. These too are free by nature; let them rule the fish, and this has been said to them. This servitude is not of nature, but of worth and circumstance; yet even so they show us great honor. But we set ourselves upon them with all precision for the sake of our own service; yet to God we do not render even a small fraction, and even this benefit returns again to us. For the more earnestly we serve God, the more we shall benefit ourselves, and the more we ourselves shall gain. Let us not then deprive ourselves of so great a benefit. For God is self-sufficient and in need of nothing; but the recompense and the gain run back again to us. And if we must philosophize also about the good things laid up for the saints, truly that is the rest that is real, where pain and sorrow and groaning have fled away; where there are no cares, no toils, no agony, no fear that strikes and shakes the soul, but only the fear of God, which is full of pleasure.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:636 · narrative
Source
Οὐκ ἔστιν ἐκεῖ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα χαρὰ, εἰρήνη, εὐφροσύνη, ἡδονὴ, ἀγαθοσύνη, πραότης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν· ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς δυνατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον ἐννοήσωμεν, ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γινόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς· καὶ τὸν μετ' ἐκεῖνον πάλιν, τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν.
English
There is no "In the sweat of your face you shall eat your bread," nor thorns and thistles; there is no "In sorrow you shall bring forth children, and your turning shall be to your husband, and he shall rule over you"; all is joy, peace, gladness, pleasure, goodness, gentleness, love. There is no jealousy there, nor envy, not this death of the body, nor that death of the soul; there is no darkness, nor night; all is day, all is light, all is radiant. There is no toiling, no taking of satiety; we shall always continue in desire for good things. Do you wish me to give you some image also of the state there? It is not possible; yet nevertheless, as far as possible, I shall attempt to give you some image. Let us look up to heaven, when, with no cloud troubling it, it shows its own crown; then, having spent much time on the beauty of its appearance, let us consider that we shall also have a floor, not such as this is, but becoming as much fairer as the golden is than roofs of clay; and again the one after that, the higher roof, then the angels, the archangels, the countless hosts of the incorporeal powers, the very kingdom of God, the paternal throne. But the word is not able, as I said, to present the whole; there is need of experience and of knowledge through experience. How do you think, tell me, that Adam was in paradise? This way of life is much better than that, as much as heaven is than earth. Yet nevertheless let us seek also another image.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:637 · narrative
Source
Εἰ συμβαίη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν δορυφόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν ψυχὴν αὐτὸν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τι ἔσται· μᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται· εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἡρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγείη θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ
English
If it should happen that the one now reigning over the whole inhabited world held power, and then were troubled neither by wars nor by anxieties, but were only honored and lived in luxury, and had many guards, and gold flowed in upon him from every side, and he were the object of admiration—what kind of soul do you think he would have, if he saw the wars throughout the whole earth brought to an end? Something like this it will be; but not even yet have I attained that image. Therefore it is necessary to seek another as well. Consider it for me. For just as a royal child, while he is in his mother's womb, perceives nothing; but if it should happen that, having suddenly come forth from there, he ascended the royal throne, not gradually but all at once receiving everything—so is this state and that one; or if someone a prisoner, having suffered countless evils, were suddenly snatched up to the royal throne. But not even in this way have I attained the image precisely. For here, whatever good things one might obtain—even if you mention kingship itself—on the first day the desire is at its peak, and on the second and
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:638 · narrative
Source
τρίτην, χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ· ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινόμεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβαίη μέσον ἰδεῖν τρέχοντα, ἢ καὶ ἵππον ἐλαύνοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς, φησὶν, εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος ὀφθαλμὸς οὐ δύναται ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων. Τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὐκοῦν οὐδὲν οὔτε ἐλεεινότερον τῶν ἀποτυγχανόντων, οὔτε μακαριώτερον τῶν ἐπιτυγχανόντων.
English
A third, and as time goes on, it remains in pleasure, but not so great; for it always ceases through habit, whatever it may be; but there it not only does not diminish, but even increases. Consider how great it is for a soul that has departed there no longer to expect an end to those good things, nor a change, but increase, and a life that has no end, and a life freed from every danger, every despondency and anxiety, full of cheerfulness and countless good things. For if, going out into a plain where we see the tents of soldiers pitched from curtains, and spears and helmets and the bosses of shields gleaming, we are lifted up in wonder; but if it should also happen that we see the king running in the midst, or even driving a horse with golden armor, we think we have everything; what do you think, when you see the eternal tents of the saints pitched in heaven? For they will receive you, it says, into their eternal tents; when you see each of them shining brighter than the rays of the sun, not from bronze and iron, but from that glory whose gleams a human eye cannot see? And these things indeed concerning men. But what could one say of the thousands of angels, of archangels, of Cherubim, of Seraphim, of Thrones, of Dominions, of Principalities, of Powers, whose beauty is beyond contrivance, surpassing every mind? But to what point shall I not stop pursuing things unattainable? For neither has eye seen, it says, nor ear heard, nor has it entered into the heart of man, what God has prepared for those who love him. Therefore nothing is more pitiable than those who fail, nor more blessed than those who succeed.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:639 · narrative
Source
Γενώμεθα δὲ τῶν μακαρίων καὶ ἡμεῖς, ἵνα ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΜΒʹ. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πονηροὺς ἐν ἀφθονίᾳ τυγχάνοντας· καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν ἁμαρτίαις ζῶν. Μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας, ἀγαπητοὶ, θορυβείσθω· οὐκ ἔστι γὰρ ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας, οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν τοῖς ἐνταῦθα σωφρονίζωνται. Ὅταν οὖν ἴδωμεν πονηρὸν πλουτοῦντα, μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ αἱ κολάσεις. Καὶ ἄλλως δὲ, οὐκ ἔστιν οὔτε κακὸν πάντη εἶναι κακὸν, ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε ἀγαθὸν πάντη εἶναι ἀγαθὸν, ἀλλ' ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἐπὶ κακῷ τῆς αὐτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν ὀλίγων ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ.
English
Let us also become blessed, so that we may obtain the eternal good things in Christ Jesus our Lord, with whom to the Father together with the Holy Spirit be glory, power, honor, now and always, and unto the ages of ages. Amen.
Homily 42. On the fact that one must not be disturbed when we see the good faring badly and the wicked in abundance; and that the one who lives in sins differs in no way from a stinking corpse. Let no one, beloved, be disturbed when he sees the wicked prospering; for here is not the recompense, neither of wickedness nor of virtue. And if in some place there is a recompense of both wickedness and virtue, it is not according to worth, but simply, as it were a taste of the judgment, so that those who disbelieve in the resurrection may be brought to their senses even by the things here. When, then, we see a wicked man rich, let us not fall; when we see a good man suffering badly, let us not be disturbed; for there are the crowns, there the punishments. And besides, it is not possible for a bad man to be entirely bad, but he has some good things too; nor for a good man to be entirely good, but he has some sins too. When, then, the wicked man prospers, it is to the harm of his own head; for in order that, having received here the repayment of those few good things, he may be punished there completely, for this reason he receives them here. And that one is especially blessed, who is punished here, so that, having laid aside all his sins, he may depart approved and pure and blameless. And teaching us this, Paul says: For this cause many among you are weak and sickly, and many sleep; and again, I delivered such a one to Satan.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:640 · narrative
Source
Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ Δαυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ μῖσος ἄδικον ἐμίσησάν με· καὶ, Ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν ἕτερος, Κύριε, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ τῶν ἁμαρτημάτων δίκας ἐνταῦθα ἀπολαμβάνοντας· ποῦ δὲ τὰ ἀγαθὰ πονηροὶ ἀπολαμβάνοντες ἐνταῦθα, ἐκεῖ τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰμ λέγοντος πρὸς τὸν πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά.
Ποῖα ἀγαθά; Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ,ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπραγίᾳ γενόμενον· καί φησι, Διὰ τοῦτο οὗτος ἐνταῦθα παρακαλεῖται· ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁμαρτημάτων· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν ἀλύωμεν, ὅταν εὐπαθοῦντας ὁρῶμεν ἐνταῦθα τοὺς ἁμαρτωλοὺς, ἀλλ' ὅταν κακῶς πάσχωμεν, αὐτοὶ χαίρωμεν· ἁμαρτιῶν γάρ ἐστι τὸ πρᾶγμα ἔκτισις. Μὴ ζητῶμεν ἄνεσιν· θλῖψιν γὰρ ἐπηγγείλατο τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστός. Καί φησιν ὁ Παῦλος· Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ἀλλὰ βλακός. Ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει καὶ στενοχωρίᾳ. Ἀγῶνος οὗτός ἐστι καὶ τοῦ πυκτεύειν ὁ καιρός· οὐκοῦν καὶ τοῦ τραύματα λαμβάνειν καὶ αἱμάττεσθαι καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ μακάριος Παῦλος·
English
And the prophet says, "He has received from the hand of the Lord double for his sins"; and again David, "See my enemies, that they have multiplied beyond the hairs of my head, and with unjust hatred they have hated me"; and, "Forgive all my sins"; and again another, "Lord, give us peace, for you have repaid all things to us." But these things show that those who are good receive here the just penalties for their sins; but where do the wicked receive good things here, and there be punished completely? Hear Abraham saying to the rich man: "You received your good things, and Lazarus his evil things."
What good things? For here the word "you received," not "you took," shows that both suffered according to debt, the one coming into prosperity, the other into adversity; and he says, "Therefore he is comforted here; for you see him clean of sins; and you are in pain." Let us not, then, be distressed when we see sinners faring well here, but when we ourselves suffer ill, let us rejoice; for the matter is a payment of sins. Let us not seek relief; for Christ promised affliction to his disciples. And Paul says: "All who wish to live piously in Christ will be persecuted." No noble athlete in the arena seeks baths and a table full of food and wine; this is not the part of an athlete, but of a soft fellow. For the athlete struggles with dust, with oil, with the heat of the sun, with much sweat, with affliction and distress. This is the time for contest and for boxing; and therefore also for receiving wounds and bleeding and suffering pain. Hear what the blessed Paul says:
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:641 · narrative
Source
Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάντα τὸν βίον ἐναγώνιον εἶναι νομίσωμεν, καὶ οὐδέποτε ἄνεσιν ζητήσομεν, οὐδέποτε θλιβόμενοι ξενοπαθήσομεν· εἴπερ μηδὲ πύκτης, ὅτε ἐν ἀγῶνί ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός. Διὰ θλίψεως ἡμᾶς τελειωθῆναι δεῖ. Εἰ καὶ μὴ διωγμός ἐστι, μηδὲ θλῖψις, ἀλλ' εἰσὶν ἕτεραι θλίψεις, αἱ καθ' ἑκάστην ἡμέραν συμπίπτουσαι· εἰ δὲ ταύτας οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκαιμεν ἄν. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ ἀνθρώπινος. Εὐχώμεθα μὲν οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσελθόντες δὲ φέρωμεν γενναίως. Ἐκεῖνο μὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ μὴ κινδύνοις ἐπιῤῥίπτειν ἑαυτοὺς, τοῦτο δὲ γενναίων καὶ φιλοσόφων. Μήτε οὖν ἐπιῤῥίπτωμεν ἑαυτοὺς ἁπλῶς, θρασύτητος γάρ· μήτε ἀγόμενοι καὶ τῶν πραγμάτων καλούντων ἐνδιδῶμεν, δειλίας γάρ· ἀλλ' ἐὰν μὲν τὸ κήρυγμα καλῇ, μὴ παραιτώμεθα· ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν· ἐπίδειξις γάρ ἐστι τὸ πρᾶγμα, καὶ φιλοτιμία περιττή· ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θανάτους δέῃ, μὴ παραιτώμεθα μηδέν. Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ, ὡς ποθεῖς. Τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν κέρδος ἔχοντας; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς φυλάττειν τοὺς νόμους τοῦ Χριστοῦ κελεύοντος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ κελεύοντος τὸν σταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα γὰρ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα.
English
Thus I box, not beating the air. Let us consider the whole of life to be a contest, and let us never seek relaxation, and let us never, when afflicted, be faint-hearted; since not even a boxer, when he is in the contest, is faint-hearted. Another time is that of relaxation. We must be made perfect through affliction. Even if there is no persecution, nor affliction, yet there are other afflictions that fall upon us each day; and if we do not bear these, we would scarcely bear those. No temptation has taken you, he says, except what is human. Let us therefore pray to God not to enter into temptation; but having entered, let us bear it nobly. For that is the part of prudent men, not to throw themselves into dangers, but this is the part of brave and philosophic men. Therefore let us neither throw ourselves in rashly, for that is audacity; nor, when led and when circumstances call, let us give in, for that is cowardice; but if the proclamation calls, let us not refuse; but simply, when there is no cause nor need, nor necessity calling according to godliness, let us not rush in; for the thing is a display, and superfluous ambition; but if any of the things that harm piety should occur, even if it be necessary to endure ten thousand deaths, let us refuse nothing. Do not summon temptations, when the things according to piety go well for you, as you desire. Why do you draw upon yourself superfluous dangers that have no profit? I say these things, wishing you to keep the laws of Christ, who commands us to pray not to enter into temptation, and who commands us, having taken up the cross, to follow him. For these things are not contrary, but are in very great harmony.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:642 · narrative
Source
Σὺ μὲν γὰρ οὕτω παρεσκεύασο, ὡς στρατιώτης γενναῖος ἐν τοῖς ὅπλοις, ἔσο διηνεκῶς νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν. Πολέμους μέντοι μὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔμβηθι μετὰ πολλῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας· ῥῆξον τὴν φάλαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον. Ἐὰν δὲ μηδὲν ἡ εὐσέβεια παραβλάπτηται, μήτε πορθῇ τις τὰ ἡμέτερα δόγματα, κατὰ τὴν ψυχὴν λέγω, μηδὲ ἀναγκάζῃ τι ποιεῖν τῶν μὴ δοκούντων τῷ Θεῷ, μὴ περιττὸς ἔσο. Αἱμάτων δεῖ γέμειν τὸν τοῦ Χριστιανοῦ βίον· αἱμάτων, οὐκ ἐν τῷ τὰ ἀλλότρια ἐκχεῖν, ἀλλ' ἐν τῷ ἕτοιμον εἶναι τὸ ἑαυτοῦ ἐκχεῖν. Μετὰ τοσαύτης τοίνυν προθυμίας τὸ αἷμα ἐκχέωμεν τὸ ἴδιον, ὅταν ὑπὲρ Χριστοῦ τοῦτο ᾖ, μεθ' ὅσης ἂν ὕδωρ τις ἐκχέοι· καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷμα περιῤῥέον τὸ σῶμα· καὶ μετὰ τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ χρήμασιν ὦμεν προσδεδεμένοι, ἐὰν μὴ οἰκίαις, ἐὰν μὴ προσπαθείᾳ, ἂν μὴ πάντων ὦμεν ἀπηρτημένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι· πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν παθῶν. Οὐκ ἔστι διωγμὸς νῦν, μηδὲ γένοιτο γενέσθαι ποτέ· ἀλλ' ἕτερος
English
For you have been equipped in this way, as a noble soldier in arms; be continually sober, awake, always expecting the enemy. But do not breed wars; for this is not the part of a soldier, but of a seditious man. But if the trumpet of piety calls, go out at once, and despise your life, and enter with great eagerness into the contests; break the line of the adversaries, crush the face of the devil, set up the trophy. But if piety is not harmed at all, nor does anyone plunder our doctrines—I mean with respect to the soul—nor compel us to do anything of the things that do not seem good to God, do not be superfluous. The life of a Christian must be full of blood—of blood, not in pouring out the blood of others, but in being ready to pour out one's own. With as much eagerness, then, let us pour out our own blood, when it is for Christ, as one would pour out water; for blood is water flowing through the body; and with as much ease let us strip off the body as one would also a garment. And this will be so, if we are not bound to money, if not to houses, if not to attachment, if we are not dependent on all things. For if those who live this military life renounce all things, and wherever the war calls, there they go and travel, and endure all things with eagerness, much more must we, the soldiers of Christ, be prepared in this way and arrayed for the war of the passions. There is no persecution now, nor may there ever be; but another
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:643 · narrative
Source
πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν παθῶν. Τοῦτον τὸν πόλεμον διηγούμενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε· διὰ τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν· τοῦτον τοίνυν κατέχωμεν· πολὺς ὁ τῶν ἐπιθυμιῶν. Διὰ τοῦτο ἐκεῖθεν ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ· Στῆτε γὰρ περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν, καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. Διὰ τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία· διό φησιν ὁ προφήτης· Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Τουτέστι, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσμιότητι. Διὰ τοῦτο ταῦτα παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας τὴν ἀτοπίαν, καὶ βουλόμενος ἡμῶν πάντα τὰ μέλη περιπεφράχθαι· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· καὶ θώρακα ἡμᾶς περικεῖσθαι βούλεται, καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐμπηδῶν ὁ θυμὸς, καὶ μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεήσει πρὸς τὸ περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν βίαν ἀνάσχοιτο.
English
There is a war—the war of the desire for money, the war of envy, the war of the passions. Describing this war, Paul says: Our wrestling is not against blood and flesh. This war is always upon us; therefore he wants us always to stand armed. Stand therefore, he says, having girded yourselves—which is itself a matter of the present time; and he has shown that we must always be arming ourselves. For great is the war through the tongue, great through the eyes; let us therefore restrain it; great is the war of the desires. For this reason he begins from there to arm the soldier of Christ: Stand therefore, he says, having girded your loins, and he added, In truth. Why, In truth? For desire is mockery and falsehood; therefore the prophet says: My reins were filled with mockeries. The thing is not pleasure, but the shadow of pleasure. Having girded, he says, your loins in truth. That is, with the true pleasure, with chastity, with decency. For this reason he gives these exhortations, knowing the absurdity of sin, and wishing all our members to be fenced about; for unjust anger, he says, shall not be acquitted; and he wants us to wear a breastplate and a shield. For anger is a wild beast that easily leaps in, and we shall need countless fences and barriers in order to overcome and restrain it. And for this reason God built this part for us especially, as it were out of certain stones, from the bones, placing a support around it, so that it should never burst through or cut through and easily destroy the whole living creature. For it is fire, he says, and a great tempest; and no other member could endure this violence.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:644 · narrative
Source
Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πνεύμονα τῇ καρδίᾳ, ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ εἴς τινα σπόγγον ἐναλλομένην διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον καταβλάπτεσθαι τῇ ῥύμῃ τῶν ἁλμάτων. Δεῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος φύσει μέν ἐστιν ἁπαλός· διὸ καὶ αὐτὸς, καθάπερ τινὶ ὀστράκῳ, τῷ βρέγματι καλύπτεται ἄνωθεν· πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες, οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς, αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ, ἵνα πορεύωνται ἔνθα χρή. Πάντα τοίνυν, ἀγαπητοὶ, ὑπὲρ ἐκείνης πράττωμεν τῆς μελλούσης ζωῆς· πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργαζώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν· οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες· οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροί· ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν.
English
The physicians' sons also say that for this reason the lung has been spread out beneath the heart, so that the heart, being soft, leaping as it were into a sponge, might find rest, and not be damaged by the force of its leaps against the resistant and hard breastbone. We need, then, a strong breastplate, so as always to keep this beast in quietness; and we need a helmet too. For since the reasoning faculty is there, and from it one can either be saved, when the things that ought to be are done, or be lost, for this reason he says, And a helmet of salvation. For the brain is by nature soft; therefore it too, as if by some shell, is covered from above by the skull; and it becomes the cause for us of all good things and of evils, whether it knows what ought to be or what is not so. And the feet and the hands need weapons for us—not these hands, nor these feet, but again those of the soul: the hands to practice what ought to be, the feet so that they may walk where it is necessary. All things, then, beloved, let us do for the sake of that future life; looking to it in all things, let us work. Evil is darkness, beloved, it is death, it is night; we see nothing of what ought to be, we do nothing of what is fitting. Just as the dead are ugly and foul-smelling, so also the souls of those in evil are full of great uncleanness; their eyes are closed, their mouth is shut fast, they remain motionless on the bed of evil—or rather they are more pitiable than those who have suffered these things. For the latter are dead to both alike; but the former are insensible to virtue, yet alive to evil.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:645 · narrative
Source
Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται, οὐδὲ ἀμύνεται, ἀλλ' ἔστιν ὥσπερ ξύλον αὖον· οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τὰ τραύματα, καὶ οὐκ αἰσθάνεται, ἀλλ' ἀνάλγητος πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Εἰπέ μοι, πόθεν ἡ κακία τῶν νοσημάτων, πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ προαιρετικὰ πολλῷ μᾶλλον. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ τῶν
πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἔνδειαν, ἢ πλεονεξίαν εἰς ἀμετρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἀναφθείσης ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἢν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται, ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐγκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς;
English
If someone strikes a dead body, it does not feel it, nor does it defend itself, but it is like dry wood; so too the soul that has cast away life is truly dry: it receives countless wounds each day, and does not feel them, but is utterly insensible to everything. One would not err in comparing such people to the insane, to the drunk, to the delirious. All these things vice possesses, and it is harsher than all of them. The madman has much forgiveness from those who see him; for the disease is not of choice, but of nature alone; but the one who lives in vice—how shall he be forgiven? Where then does vice come from? Where do the majority of the wicked come from? Tell me, where does the vice of diseases come from, where does frenzy come from? Where does heavy sleep come from? Is it not from carelessness? If natural diseases have their beginning from choice, then chosen diseases much more so. Where does drunkenness come from? Is it not from the soul's lack of self-control? Is frenzy not from an excess of fever? And is fever not from the elements that abound in us? And is the excess of the elements in us not from carelessness? For whenever we bring one of the things in us to immoderation, either by deficiency or by excess, we kindle that fire. Again, if, once the flame has been kindled, we persist in despising it, we are working for ourselves a pyre that we cannot even extinguish. So it also happens with vice: when we do not check it once it has begun, nor stop it, we are no longer able to reach its end, but it becomes greater than our strength. Therefore, I beseech you, let us do everything so as never to nod off. Do you not see the guards, that often, having given themselves a little to sleep, they gained nothing from their long watch?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:646 · narrative
Source
δι' ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐφεδρεύει καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν Παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν· ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ τῆς κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς. Μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν, μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν· ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ τοὺς ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆσαι μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς ῥᾳθυμεῖν δυνατόν. Στενὴν βαδίζομεν ὁδὸν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς τοιαύτας ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς, τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι, μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος. Τῇ στενῇ πρόσχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν ἐπιφέρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν.
English
For through that small one they destroyed everything, giving great license to the one who wished to steal. For just as we do not see thieves as they see us, so too the devil stands over us and lies in wait more than all others and gnashes his teeth. Let us not therefore nod off; let us not say, "Nothing from this, nothing from that." Often we have been plundered from where we did not expect it. So too with vice: from where we did not expect it, we have perished. Let us examine everything carefully. Let us not get drunk, and we shall not sleep; let us not live in luxury, and we shall not slumber; let us not be frantic about outward things, and we shall remain sober; let us regulate ourselves from every side. And just as it is not possible for those walking on a stretched rope to be careless even a little—for the little works a great evil; for once turned aside, one is immediately carried down and destroyed—so neither is it possible for us to be careless. We walk a narrow road, hemmed in by precipices on both sides, not admitting two feet at once. Do you see how much exactness we need? Do you not see those who travel such roads, how they secure not only their feet but also their eyes? For if one seems to look elsewhere, even if the foot stands firmly, the eye, growing dizzy from the depth, has brought everything down. But one must attend to oneself and to one's walking; this is why it says, neither to the right nor to the left. Great is the abyss of vice, great are the precipices, great is the darkness below. Let us attend to the narrow way with fear, let us walk with trembling. No one traveling such a road carries anything superfluous; for it is enough, being lightly equipped, to be able to run through.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:647 · narrative
Source
Οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν· ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι κεχηνότες καὶ ἐκκεχυμένοι, πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν, ἀλλὰ μετὰ θαυμασμοῦ, Τί στενὴ ἡ ὁδός; Τουτέστι σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ τεθλιμμένη, φησὶν, ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε, Στενή· ὅταν γὰρ καὶ ῥημάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλωμεν εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες, καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ· ὡς ὅ γε κατατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ ἀνέσεως προσδοκάτω τις τὸν οὐρανὸν ὄψεσθαι· οὐ γὰρ ἔνι· μηδεὶς μετὰ τρυφῆς ἐλπιζέτω τὴν στενὴν ὁδεύειν ὁδόν· οὐ γὰρ δυνατόν· μηδεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἑτέραις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχων τούτων, ἀλλὰ στέναξον ἐκεῖνον, ὅτι τὴν ἀπολλυμένην ὁδὸν ὁδεύει. Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, καὶ διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος, διὰ μέσης τῆς ἀγορᾶς ἕλκοιτο·
English
No one hobbles his own feet, but he leaves them free; yet we, binding ourselves with countless cares and carrying countless worldly burdens, gaping and sprawling, how do we expect to walk the narrow road? He did not say simply that it is narrow, but with astonishment, "How narrow is the road!" That is, exceedingly narrow. This is what we too do in the case of things greatly admired. And straitened, he says, is the road that leads to life. And well did he say "narrow"; for when we must give account of words and thoughts and deeds and all things, it is truly narrow. But we make it narrower, widening and broadening ourselves and sprawling our feet. For the narrow road is difficult for everyone, but especially for the one who is fattened; whereas he who wastes himself away will not even perceive the constriction; so that the one who has trained himself to be pressed will not even be vexed at being squeezed. Let no one, then, expect with ease to see heaven; for it is not possible. Let no one hope to walk the narrow road with luxury; for it is not possible. Let no one walking the broad road hope for life. When, therefore, you see so-and-so luxuriating in baths, in a costly table, or in other bodyguardings, do not count yourself wretched as not sharing in these things, but groan for him, because he is walking the road that perishes. For what is the profit of this road, when it ends in affliction? And what harm is there from that constriction, when it comes to rest? Tell me, if someone invited to the palace were to walk through narrow, cramped, and steep places, while another being led to death were dragged through the middle of the marketplace—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:648 · narrative
Source
τίνα, εἰπέ μοι, μακαριοῦμεν; τίνα στενάξομεν; οὐχὶ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ
τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ γελάσονται τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ αὐτοὺς μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν χρὴ μάλιστα πενθεῖν, ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ θορυβοῦσι. Διὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς; Ἀλλ' ἐγώ σε θρηνῶ, τὰ μένοντά σε κακὰ ἐπιστάμενος, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀποδημήσῃ ἐν Χριστῷ, οὐχὶ τοὺς μὲν γελῶντας ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας φιλεῖς· Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γέλωτα ἀποτρέψῃ· τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ· γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς ἡμᾶς διέθηκεν ὁ διάβολος ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·
English
Whom, tell me, shall we call blessed? Whom shall we lament? Is it not the one who walks the broad road? So now let us not call the luxurious blessed, but those who do not live in luxury; these hasten toward heaven, those toward Gehenna. And perhaps many of them will laugh at what we say; but I mourn and lament them especially for this reason, that they do not even know what they ought to laugh at and what they ought most of all to grieve over, but they confuse and disturb and throw everything into turmoil. For this I lament them. What do you say, man? When you are about to rise again and to give an account of what you have done and to undergo the final judgment, do you take no account of these things, but practice gorging yourself and getting drunk, and besides this you laugh? But I lament you, knowing the evils that await you, the punishment that will succeed you; and I lament you especially for this, that you laugh. Grieve with me, lament with me your own evils. Tell me, if one of your household departs in Christ, do you not turn away from those who laugh at the death and consider them enemies, while you love those who weep and grieve with you? Then, when your wife lies dead before you, you turn away laughter; but when your soul is dead, do you turn away the one who weeps, and do you yourself laugh? Do you see how the devil has arranged it so that we are enemies and foes to ourselves? Let us come to our senses at last, let us see clearly, let us be watchful, let us lay hold of eternal life, let us shake off our great sleep. There is a judgment, there is a resurrection, an examination of what has been done; the Lord comes on the clouds; fire shall be kindled before him and round about him a violent tempest.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:649 · narrative
Source
ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες ὑμᾶς αὐτοὶ διχοτομηθῶμεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος, ὁ προστησόμενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσωμεν, τίς ἡμᾶς ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; οὐδαμῶς. Πολλῷ μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν, τίς ἡμῶν φείσεται; οὐδείς. Ἐλεήσωμεν ἑαυτούς. Ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, τοῦτο λέγοντες πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ πράττωμεν, ἐλεήσει ἡμᾶς ὁ Θεὸς, ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρὰ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες, ἐλέησόν με, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέους ποιῶν;
English
A river of fire is drawn along before him, an unending worm, an unquenchable fire, outer darkness, the gnashing of teeth. And even if you are vexed at these things ten thousand times, I will not cease speaking. For if the prophets, though being stoned, did not keep silent, much more must we bear hatred and not speak to please you, lest, having deceived you, we ourselves be cut in two. There is punishment there—deathless, without consolation, with no one to stand before it. Who, it says, will pity a charmer bitten by a snake? When we do not pity ourselves, who will pity us, tell me? If you see someone driving a sword through himself, could you ever spare him? By no means. Much more, when it is possible to set things right and we do not set them right, who will spare us? No one. Let us pity ourselves. When we pray to God saying, Have mercy on me, Lord, let us say this also to ourselves, and pity ourselves. We are masters of God having mercy on us; he has granted this to us; if we do things worthy of mercy, if we do things worthy of his love for humanity, God will have mercy on us; but if we do not pity ourselves, who will spare us? Pity your neighbor, and you will be pitied by God. How many each day come forward saying, Have mercy on me, and you do not even turn toward them? How many are naked, how many crippled, and we do not bend down, but we dismiss their supplications? How then do you think yourself worthy to be pitied, when you yourself do nothing worthy of pity?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:650 · narrative
Source
Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες, ἵν' οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων. Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ
δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι, καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον, ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ, Τόδε ἐλάβομεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι (ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαὰκ), ἢ ὡς ἐν τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία, καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται;
English
Let us become merciful, let us become compassionate, so that we may thus be well-pleasing to God and obtain the good things promised to those who love him, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father together with the Holy Spirit be glory, honor, and power, now and always, and unto the ages of ages. Amen. Homily 43. Concerning the fact that the one who despises present things has mastery over both; and that greed is worse than any mire and uncleanness. Since some great grace was from the beginning about to be given to human beings, beloved, God, wishing not to do this by grace but to provide it as a debt, first prepares a man, his own Son, to give himself up for the commandment of God, so that he might not seem to do anything great by giving up his own Son, if indeed a man did this before him; so that this might not be thought to be done by grace alone, but also as a debt. For those whom we love, we also wish to grant them this favor—to seem to have first received something small from them, and thus to give them everything, and we boast more over the receiving than over the giving, and we do not say, "We gave this to him," but, "We received this from him." Whence, he says, he also received him in a parable, that is, as in a riddle (for the ram of Isaac was, as it were, a parable), or as in a type. For since the sacrifice was completed and Isaac was slain in intention, for this reason he grants him to the patriarch. Do you see that what I always say is now also demonstrated?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:651 · narrative
Source
ὅταν παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμένην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὔ, ἵνα μὴ τὸ λαβεῖν ἡμᾶς προσδεδεμένους ἔτι προσδήσῃ. Λύε, φησὶ, σαυτὸν τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης. Καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον παιδικῶν ἀθυρμάτων, μετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτομεν, οἷον, σφαῖραν, καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα λοιπὸν, ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν ἄνθρακα πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν ὅτι, ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος·
English
When we present our mind fully equipped and show that we disdain earthly things, then he grants us earthly things as well, but not before—lest our receiving them, while we are still bound, bind us further. Loose yourself, he says, from slavery, and then receive, so that you no longer receive as a slave but as a master. Despise wealth, and you will be rich; despise glory, and you will be glorious; despise the punishment of your enemies, and then you will attain it; despise ease, and then you will receive it—so that when you receive, you receive not as a prisoner nor as a slave, but as a free man. For just as with small children, when the child desires childish toys, we hide those things with great care—a ball, for instance, and all such things—so that he is not hindered from what is necessary; but when he has come to despise them and no longer desires them, we freely give them over to him, knowing that no harm comes to him from them any longer, since that desire no longer has the strength to lead him away from what is necessary—so also God, when he sees that we no longer desire the things here below, permits us to use them; for we possess them as free men and adults, not as children. For that if you despise the punishment of your enemies, then you will attain it, hear what he says: If your enemy is hungry, feed him; and if he is thirsty, give him drink; and he added: For in doing this you will heap coals of fire upon his head. And again, that if you despise wealth, then you will attain it, hear Christ saying:
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:652 · narrative
Source
Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίας, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι, ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν, τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἑαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν. Εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων ἄγομαι· διὸ καὶ μεταπλάττειν καὶ μεταῤῥυθμίζειν αὐτὰ βούλομαι. Καὶ τί θαυμάζεις ἐν τούτοις; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης. Ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἠδικήθης, ἀλλ' ἀδικεῖς; Διὰ τοῦτο καὶ Παῦλός φησι· Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης· καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοὶ, ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. Διὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γενώμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω.
English
There is no one who has left father, or mother, or houses, or brothers, who will not receive a hundredfold and inherit eternal life. And that, if you despise glory, then you will attain it, hear again Christ himself saying: Whoever wishes to be first among you, let him be your servant; and again, For whoever humbles himself, this one will be exalted. What are you saying? If I give drink to my enemy, then do I punish him? If I give up my possessions, then do I have them? If I humble myself, then will I be exalted? Yes, he says; for such is my power, to provide opposites through opposites. I am resourceful and inventive; do not fear. By my will the nature of things follows, I do not follow nature; I work all things, I am not led by them; therefore I wish to reshape and refashion them. And why do you marvel at these things? For you will find the same in all the others as well. If you do wrong, you have been wronged; if you are wronged, then you have not been wronged. If you defend yourself, then I have not defended you, but you have defended yourself; for he who loves injustice, he says, hates his own soul. Do you see that you have not been wronged, but you do wrong? Therefore Paul also says: Why do you not rather suffer wrong? Do you see that this is not being wronged? When you insult, then you have been insulted; and many know this in part, as when they say to one another, let us go from here, do not insult yourself. Why? Because there is a great difference between you and that one; for whatever insults you heap up, he considers it glory. Let us reflect on this in all things, and let us become higher than insults. How, I say.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:653 · narrative
Source
Ἂν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· τοῦ γὰρ πλύνεσθαι ἄξιοι ἡγούμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ,
ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Κατὰ τὴν ἀξίαν αὐτῆς, τί ἐστιν; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς, εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον συνεκρότησας; οὐδαμῶς. Διὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται. Πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκία σου οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον; καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν;
English
If we have a fight against the man himself who wears the purple, we consider that in insulting him we are insulting ourselves; for we consider that we deserve to be washed. What do you say, tell me? You, a citizen of the heavens and possessing the philosophy from above, do you wash yourself alongside the one who thinks earthly things? For even if he possesses countless riches, even if he is in power, he does not yet know your beauty. Do not insult yourself by insulting him; spare yourself, not him; honor yourself, not him. Is there not a proverb of this sort: the one who honors honors himself? And reasonably so; for he does not honor him, but himself. Hear a certain wise man saying: Do honor to your soul according to its worth. According to its worth—what is that? If he has taken advantage, he says, do not take advantage; if he has insulted, do not insult. Tell me, I beg you, if some poor man took mud thrown from your courtyard, would you have convened a court for this? By no means. Why? So that you do not insult yourself, so that all may not condemn you. This is what happens now too. For the rich man is poor, and the more he is rich, the more he becomes poor with true poverty. Gold is mud thrown in the courtyard, not laid up in your house; for your house is heaven. For this, then, will you convene a court? And will the citizens above not condemn you? Will they not cast you out of their own homeland—you who are so lowly, so worthless, as to choose to fight over a little mud? For if the world were yours, and then someone took it, ought you to have turned back?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:654 · narrative
Source
Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ὅσον αὐτὰ ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπάνεται, μᾶλλον δὲ οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; Διατέμνωμεν τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον ἄρκος ἄρκον οὐ ταχέως ἀναιρεῖ, οὐδὲ ὄφις ὄφιν οὐκ ἀναιρεῖ, τὸ ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς; Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ δουλείας περιβάλλεις, ἀποδυσπετήσεσιν, ἁμαρτίαις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν ὡς μὴ μέλλοντας δώσειν δίκην. Φονεύων γὰρ, φησὶ, τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν. Κατάσχωμεν ἑαυτοῖς τὰς χεῖράς ποτε·
English
Do you not know that if you set the inhabited world down ten times, and a hundred times, and ten thousand times, and twice as much again, it is not even a fraction of the good things in the heavens? Therefore the one who admires the things here has insulted those things, if indeed by as much as he considers these worthy of earnest effort, by so much does he fall short of those—or rather, he will not even be able to admire those; for how could he, when he is frantic over these? Let us cut through the ropes and the nets; for these are earthly affairs. Until when shall we stoop downward? Until when shall we plot against one another, like wild beasts, like fish? Or rather, wild beasts do not plot against one another, but against those of another kind; for example, a bear does not quickly kill a bear, nor does a snake kill a snake, respecting its own kind. But you, with one of your own kind, though you have countless claims of justice—kinship, reason, the knowledge of God, countless other things besides, the strength of nature—do you kill this kinsman who shares in nature with you, and surround him with countless evils? For what if you do not thrust the sword and plunge your right hand into his throat? You do other things more grievous than that, surrounding him with ceaseless griefs. For if you had done that, you would have released him from care; but now you surround him with slavery to hunger, with despair, with many sins. These things I say, and in saying them I will not cease—not to make you murderers, nor urging you to come to a lesser evil than that, but so that you may not be confident as though you were not going to give account. For, he says, the one who takes away a man's livelihood is a murderer of his neighbor. Let us at some point restrain our hands from ourselves.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:655 · narrative
Source
μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλὰ ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην. Μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν, εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου; ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς; οὐκ ἀποφεύγεις; οὐκ ἐπιτιμᾷς; ἀλλ' ἐὰν ἐν δυναστείᾳ ᾖ, μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ τοιαῦτα σιτούμενος; Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶμα μολύνει καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)· ὡς δὴ τιμηθεὶς διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν; Καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλλήνων τράπεζαν, εἰ
English
Rather, let us not hold them back, but stretch them out well—not for greed, but for almsgiving. Let us not keep the hand unfruitful, nor dry; for the hand that does not give alms is dry, and the hand that grasps for more is foul and unclean. Let no one eat with such hands, for this is an insult to the guests. For tell me, if someone had us recline on carpets and soft bedding and gold-embroidered linen in a bright and great house, and stationed a great multitude of servants, and then prepared a platter of silver and gold, and filled it with many delicacies, costly and of every kind, and compelled us to eat—if only we would endure his hands smearing us with mire or even human dung, and him reclining with us thus—would anyone have endured this torment, and not rather have considered the matter an insult? I at least think so, and would have leapt away at once. But now you see not only the hands filled with mire—the true mire—but the very dishes themselves, and you do not leap away? Do you not flee? Do you not rebuke it? But if he is in power, you make the matter a great thing, and you destroy your own soul by eating such things? For greed is worse than any mire; for it defiles the soul, not the body, and makes it hard to wash clean. You, then, seeing the one who reclines at table stained with this mire—both his hands and his face—and the house and the table filled with it (for those dishes are more unclean and more foul than bulbs and even worse things than these)—do you behave as though you were honored, and as though you were about to feast? And have you no fear of Paul, who, to a table of Greeks, if
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:656 · narrative
Source
βουλοίμεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν μοναχὸς ὢν, ἂν κατηχούμενος ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς εἴη, ἀδελ φός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος μονάζοντος τότε ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλ', Ἐάν τιςὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, φησὶ, μέθυσος. Βαβαὶ, πόση ἡ ἀκρίβεια! Ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες τῶν παρ' αὐτῶν. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσει σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα ἀκούσειε παρὰ σοῦ, ὅτι, ἐπειδὴ ἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέμενα, οὐκ ἀνέξομαι μολύνειν τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυμάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ.
English
Would we wish that he allow them to depart without hindrance, but not even wish to permit them to go to the houses of the greedy? For if anyone who is called a brother, he says, is a fornicator—calling "brother" here simply every believer, not the monk. For what is it that makes brotherhood? The bath of regeneration, the ability to call God Father. So that the one who is a monk, if he is a catechumen, is not a brother; but the believer, even if he be a worldly man, is a brother. If anyone, he says, who is called a brother. For not even a trace of a monk existed then, but this blessed man conversed with all in reference to worldly men. If anyone, he says, who is called a brother is a fornicator, or greedy, or a drunkard, with such a one do not even eat. But it is not so in the case of the Greeks; rather, If any of the unbelievers invites you—calling the Greeks unbelievers—and you wish to go, eat everything set before you. But if anyone who is called a brother, he says, is a drunkard. Alas, how great is the strictness! But we not only do not flee the drunkards, but even go to them, to partake of what they provide. Therefore everything has been turned upside down, everything is confounded and overturned and ruined. For tell me, if one of such men invites you to a banquet—you who are considered poor and worthless—and then hears from you that, since the things set before us come from greed, I will not endure to defile my own soul, would he not be ashamed? Would he not be put to shame? Would he not be disgraced? This alone was sufficient to correct him, and to make him weigh himself in the balance on account of his wealth, and to marvel at you on account of your poverty, if indeed he saw himself despised by you with such great zeal.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:657 · narrative
Source
Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναμεν δοῦλοι, εἰπέ μοι; Ἐπειδὴ πρότερον γαστρὸς γεγόναμεν δοῦλοι καὶ χρημάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται. Ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, φησὶ, μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει, τὸν τῆς ἁμαρτίας δοῦλον. Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι. Διὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ' ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης. Ὥσπερ δὲ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεμεῖν, ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς τικτόμενος διαφθείρειν τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα.
English
But we have become slaves of men, I know not whence, though Paul cries aloud up and down, Do not become slaves of men. Whence, then, have we become slaves, tell me? Because we first became slaves of the belly and of money and of reputation and of all other things; we betrayed the freedom which Christ bestowed on us. What, then, awaits the one who has become a slave, tell me? Hear Christ saying: The slave does not remain in the house forever. You have an absolute verdict, that he never enters the kingdom. For the house is this. In the house of my Father, he says, there are many mansions. The slave, then, does not remain in the house forever; he calls that one a slave, the slave of sin. But the one who does not remain in the house forever remains in Gehenna forever, having consolation from nowhere. But indeed matters have come to such a depth of wickedness that they even make alms from these things and receive many. For this reason our boldness has been cut off, and we are not even able to rebuke anyone. Nevertheless, even if from now on we flee the harm that comes from this, do you also who roll about in this mire cease from such defilement. For just as a dead body is useful for no sensation, but even grieves those who come near it, so too sin immediately strikes the reasoning faculty, and does not allow even the thought itself to be at rest, but throws it into confusion and disturbs it. And a plague is said, when it is bred, to destroy bodies. Such is sin also; it differs in nothing from a plague, not corrupting the air first and then the bodies, but leaping straightway into the soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:658 · narrative
Source
Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας, πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχρὰ ἡ ὄψις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν. Εἰπὲ γάρ μοι· παντὸς πυρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἀλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον· καὶ δουλοπρεπῆ πράγματα ὑπομένει κολακεύων οὓς οὐ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γέροντας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους αὐτοῦ καὶ εὐτελεστέρους, παρακάθηται
κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχημοσύνην; τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ μέτρου, καὶ ἀλαζών. Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι· καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν. Ἀλλὰ πενία, φησὶ, καὶ λιμὸς καταναγκάζει. Εἰ καὶ τὰ μάλιστα, οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ ἐργαζομένας διατρέφεσθαι. Ἐνταῦθα δὲ ἕστηκεν ὁ πλεονέκτης, οὐκ ἐπὶ οἰκήματος, ἀλλ' ἐπὶ τῆς πόλεως μέσης· οὐ σῶμα, ἀλλὰ τὴν ψυχὴν προδιδοὺς τῷ διαβόλῳ, ὥστε καὶ συγγίνεσθαι καὶ εἰσέρχεσθαι πρὸς αὐτὸν, ὥσπερ ὄντως πρὸς πόρνην, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ πᾶσαν πληρώσας, ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς.
English
Do you not see the diseased, how they are inflamed, how they toss about, how they are filled with foulness, how shameful their appearance is, how wholly unclean they are? Such are those who sin, even if they do not see it. For tell me: is not the man who is caught by the desire for money, or for bodies, worse than any man in a fever? Is he not more unclean than all these, doing and suffering every shameless thing? For what is more shameful than a man in love with money? Whatever the women who prostitute themselves, whatever the women on the stage do not refuse to do, so much neither does this man; or rather, it is more likely that those women would refuse than this man. And he endures slavish things, flattering those whom he ought not, everywhere uneven: often he sits beside wicked men and old men who have been corrupted, men far poorer and more worthless than himself, flattering them, and insulting and browbeating others who are good and virtuous in every way. Did you see the disgrace on both sides? The shamelessness? He is both humble beyond measure and a braggart. But the prostitutes stand at a brothel; and this is the charge, that they sell their body for money. But poverty, he says, and hunger compel them. Even if that is so, not even this is sufficient for a defense; for it was possible for them to support themselves by working. Here, however, the greedy man stands, not at a brothel, but in the middle of the city; not selling his body, but betraying his soul to the devil, so as both to consort with him and to enter in to him, as though truly to a prostitute, and having fulfilled all his desire, he goes out; and the whole city sees, not two men or three.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:659 · narrative
Source
Καὶ τοῦτο δὲ τῶν πορνῶν ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν δοῦλος ᾖ, κἂν μοναχὸς, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν μισθὸν, καταδέχονται· τοὺς δὲ ἐλευθέρους, κἂν πάντων ὦσιν εὐγενέστεροι, χωρὶς τοῦ ἀργυρίου οὐ προσίενται. Τοῦτο καὶ ἐνταῦθα οὗτοι ποιοῦσι· τοὺς μὲν ὀρθοὺς λογισμοὺς, ὅταν ἀργύριον μὴ ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ μιαροῖς καὶ ὄντως θεομάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχημόνως συγγίνονται, καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί· οὕτως αἱ τούτων γίνονται ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίμμασι τὴν ἀμορφίαν συγκαλύψαι δυνάμεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος. Ἀπηνῃσχύντησας πρὸς πάντας, ὄψις πόρνης ἐγένετό σοι. Τοῦτο καὶ πρὸς τοὺς πλεονέκτας ἐστὶν εἰπεῖν· ἀπηνῃσχύντησας πρὸς πάντας· οὐ πρὸς τούσδε, καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς; Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα μῦθος εἶναι αὐτῷ δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυμίας μεθύων, καὶ οὐδὲ τῇ ἀκοῇ παραδεχόμενός τι τῶν ὠφελεῖν αὐτὸν δυναμένων. Ἀλλ' ὢ τῆς ἀτοπίας, καὶ ὅσα φθέγγονται· οὐαί σοι, μαμωνᾶ, καὶ τῷ μὴ ἔχοντί σε. Ἐνταῦθα διακρίομαι ὑπὸ τοῦ θυμοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν.
English
And this is also characteristic of prostitutes, that they are available to the one who gives the gold; whether he is a slave, or a monk, or anyone at all, if he holds out the payment, they receive him; but free men, even if they are nobler than all, they do not admit without the silver. This is what these people do here as well: sound reasonings, when they have no silver, they turn away from; but with the foul and truly God-fighting thoughts they consort because of the gold, and they consort shamefully, and they destroy the beauty of the soul. For just as those women are by nature hideous and dark and rustic and shapeless and ill-formed, and in every way shameful, so too the souls of these people become, unable even by outward cosmetics to conceal their shapelessness. For when the ugliness is extreme, whatever they devise, they cannot even counterfeit it. For that shamelessness makes prostitutes, hear the prophet saying: You have acted shamelessly toward all; the face of a prostitute has become yours. This can also be said to the greedy: You have acted shamelessly toward all—not toward these and those, but toward all. How? Such a man reverences neither father, nor son, nor wife, nor friend, nor brother, nor benefactor, nor anyone at all. And why do I say friend and brother and father? He does not reverence God himself, but all things seem to him a myth, and he laughs, drunk with excessive desire, and does not even receive through hearing anything of the things able to profit him. But oh, the absurdity, and what things they utter: Woe to you, mammon, and to the one who does not have you. Here I weep from anger; for woe to those who say these things, even if they say them in laughter.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:660 · narrative
Source
Εἰπὲ γάρ μοι, οὐ τοιαύτην ἀπειλὴν ἠπείλησεν ὁ Θεὸς, λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλήν; Οὐχὶ εἰδωλολατρείαν αὐτὴν εἶναί φησιν ὁ Παῦλος, καὶ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ; σὺ δὲ ἕστηκας γελῶν κατὰ τὰς βιωτικὰς γυναῖκας, γελωτοποιῶν κατὰ τὰς ἐν τῇ σκηνῇ; Τοῦτο πάντα ἀνέτρεψε καὶ κατέβαλε· γέλως γέγονε τὰ ἡμέτερα καὶ πολιτισμὸς καὶ ἀστειότης· οὐδὲν εὐσταθὲς, οὐδὲν βαρύ. Οὐ πρὸς τοὺς βιωτικοὺς ἄνδρας λέγω μόνον ταῦτα, ἀλλ' οἶδα οὓς αἰνίττομαι· γέλωτος γὰρ ἐμπέπλησται ἡ ἐκκλησία· ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθημένοις γίνεται. Καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γέλωτος. Πανταχοῦ χορεύει ὁ διάβολος, πάν τας ἐνεδύσατο, πάντων κρατεῖ· ἠτίμασται ὁ Χριστὸς παρέωσται, ἐν οὐδενός ἐστι μέρει ἡ Ἐκκλησία. Οὐκ ἀκούετε Παύλου λέγοντος. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν; Μετὰ τῆς αἰσχρότητος τὴν εὐτραπελίαν τίθησι, σὺ δὲ γελᾷς; Τί ἐστι μωρολογία; Τὰ μηδὲν ἔχοντα χρήσιμον. Γελᾷς δὲ ὅλως καὶ διαχεῖς τὸ πρόσωπον ὁ μονάζων, ὁ ἐσταυρωμένος, ὁ πενθῶν; γελᾷς, εἰπέ μοι; Ποῦ τοῦ Χριστοῦ τοῦτο ποιοῦντος ἤκουσας; οὐδαμοῦ· ἀλλὰ κατηφοῦντος μὲν πολλάκις· καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴμ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε τὸν Λάζαρον ἐγείρειν ἔμελλεν, ἔκλαυσε· σὺ δὲ γελᾷς; Εἰ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιος, ὁ ἐπὶ τοῖς αὑτοῦ ἀναλγήτως διακείμενος καὶ γελῶν, ποίας ἔσται συγγνώμης ἄξιος;
English
For tell me, did not God threaten such a threat, saying: "You cannot serve two masters"? And do you weaken the threat? Does not Paul say that this very thing is idolatry, and call the covetous man an idolater? And do you stand laughing like the women of the world, playing the jester like the people in the theater? This has overturned and cast down everything; our affairs have become laughter and refinement and wit; nothing is steadfast, nothing is serious. I say these things not only to men of the world, but I know whom I am hinting at; for the church has been filled with laughter; if so-and-so says something witty, laughter immediately arises among those sitting there. And the amazing thing is, at the very time of prayer many do not cease from laughter. Everywhere the devil dances, he has clothed himself in all, he rules over all; Christ has been dishonored, cast aside, the Church is in no one's regard. Do you not hear Paul saying: "Filthiness and foolish talking and jesting let it be removed from you"? Along with filthiness he places jesting, and do you laugh? What is foolish talking? Things that have nothing useful in them. And do you laugh at all and relax your face, you who are a monk, you who have been crucified, you who mourn? Do you laugh, tell me? Where did you hear of Christ doing this? Nowhere; but often he was downcast; for when he saw Jerusalem, he wept, and when he thought of the traitor, he was troubled, and when he was about to raise Lazarus, he wept; and do you laugh? If the one who does not grieve over the sins of others is worthy of accusation, the one who is unmoved by his own and laughs—of what forgiveness will he be worthy?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:661 · narrative
Source
Πένθους ὁ καιρὸς καὶ θλίψεως, ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων· σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιμήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ
Χριστοῦ λέγοντος, Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσετε; Ταῦτα ψάλλεις καθ' ἑκάστην ἡμέραν. Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι ἐγέλασα; οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόμεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν ἡ παραφορὰ, τοιαύτη ἡ παραπληξία· οὐδὲ αἰσθάνεται τῆς ἐπιτιμήσεως. Ἕστηκεν ὁ ἱερεὺς τοῦ Θεοῦ τὴν πάντων εὐχὴν ἀναφέρων, σὺ δὲ γελᾷς οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος μὲν ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις; οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς ἄλλοις κοσμεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως εἰσὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐμπέπλησται τῶν ἀσωμάτων ἐκείνων δυνάμεων. Οὗτος ἐμοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν ἀνδρῶν οὐ τολμῶσι τοῦτο ποιεῖν ταχέως· κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη;
English
The time is one of mourning and affliction, of dejection and servitude, of struggles and sweat; and do you laugh? Do you not see how Sarah was rebuked? Do you not hear Christ saying, "Woe to you who laugh, for you shall weep"? You sing these things every day. For what do you say, tell me? That I laughed? By no means; but what? "I was weary in my groaning." But perhaps some are so relaxed and frivolous as even to laugh at this rebuke, because we are discoursing about laughter. For such is derangement, such is madness: it does not even perceive the rebuke. The priest of God stands offering up the prayer of all, and do you laugh, fearing nothing? And he offers up prayers on your behalf, and do you despise them? Do you not hear the Scripture saying, "Woe to the despisers"? Do you not shudder? Do you not restrain yourself? When you enter a palace, you adorn yourself in bearing and look and gait and all other respects; but here, where the true palaces are, and such as are heavenly, do you laugh? I know indeed that you do not see; but hear that angels are present everywhere, and especially stand by the King in the house of God, and all things are filled with those bodiless powers. This is my word also to the women, who do not dare to do this readily in the presence of their husbands; and even if they do, not always, but only at the time of relaxation; but here they do so always. Tell me, do you cover your head, and do you laugh, O woman, as you sit in the church?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:662 · narrative
Source
εἰσῆλθες ἐξομολογήσασθαι τὰ ἁμαρτήματα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπλημμελημένων, καὶ μετὰ γέλωτος τοῦτο ποιεῖς; πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵνα, ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν· ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν καὶ ἀεὶ γελῶμεν· γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται· ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι ἢ μὴ χρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν αὐτῆς, καὶ οὐ λέγομεν, Ἐπειδὴ ἔγκειται, χρησώμεθα. Μετὰ δακρύων δούλευε τῷ Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡμαρτημένα. Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα. Διὰ τοῦτο δακρύων καιρός. Οἶδα ὅτι καὶ οἰωνίζονται οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγμάτων πάντων λαβὼν ταῦτά φησιν. Ὠκοδόμησά μοι οἰκίας, ἐφύτευσα ἀμπελῶνας, κολυμβήθρας ὑδάτων, ἐποίησά μοι οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ μετὰ ταῦτα πάντα; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς. Ταύτῃ μὲν γὰρ τῇ χαρᾷ πάντως λύπη ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν·
English
You have come to confess your sins, to fall down before God, to entreat and supplicate on behalf of the wrongs you have committed against yourself, and do you do this with laughter? How then will you be able to propitiate him? And what evil, someone says, is laughter? Laughter is not evil, but what is beyond measure is evil, what is untimely. Laughter is implanted in us so that, when we see friends after a long time, we do this; when we see certain people overwhelmed and afraid, we may relieve them with a smile, not so that we may guffaw and laugh continually. Laughter is implanted in our soul so that the soul may be relieved at times, not so that it may be dissolved in mirth; since indeed desire for bodies is also implanted in us, and it is not altogether necessary, because it is implanted, either to use it or to use it without measure; but we also master it, and we do not say, "Since it is implanted, let us use it." Serve God with tears, so that you may be able to wash away your sins. I know that many mock us, saying, "Tears at once!" For this reason it is a time for tears. I know that those who say, "Let us eat and drink, for tomorrow we die," also take omens from it. Vanity of vanities, all things are vanity. It is not I who say this, but the very one who gained experience of all things says it. I built myself houses, I planted vineyards, reservoirs of waters, I made for myself cupbearers and maidservants; and what then after all these things? Vanity of vanities, all things are vanity. Let us mourn, then, beloved, let us mourn, so that we may truly laugh, so that we may truly rejoice in the time of joy that is sincere. For with this joy grief is altogether mingled, and it is never possible to find it pure.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:663 · narrative
Source
ἐκείνη δὲ εἰλικρινής τίς ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ὕπουλον ἔχουσα, οὐδὲ ἀνα μεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας. Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΜΔʹ. Περὶ κατανύξεως καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν· καὶ περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, μὴ μόνον ἀπὸ τῶν παρόντων περὶ τῆς τοῦ Θεοῦ ψηφίζεσθαι προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ μὲν γὰρ παρόντα ἀγών ἐστι
καὶ σκάμματα καὶ στάδιον· τὰ δὲ μέλλοντα, ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ γοῦν τὸν ἀθλητὴν ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ· οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἰ μέλλει λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον; καθάπερ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Πιστεύομεν γὰρ ὅτι ὁ ἐγείρας τὸν Κύριον, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Διὸ οὐκ ἐκκακοῦμεν, φησὶ, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτοὺς, Διὸ μὴ ἐκκακεῖτε, ἀλλὰ τί;
English
That joy is pure and guileless, having nothing deceitful in it, nor anything mixed in; let us rejoice in that joy, let us pursue that joy. Moreover, it is not possible to attain it except by choosing here not what is pleasant but what is profitable, and by being willingly afflicted a little, and by bearing all things with thanksgiving. For in this way we shall be able also to attain the kingdom of heaven; may it come to pass that we all be deemed worthy of it in Christ Jesus our Lord, with whom be glory to the Father together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
Homily 44. On compunction and endurance and the desire for the good things to come; and on the second coming of our Lord Jesus Christ. I entreat you, brothers, to judge concerning God's providence not only from things present but also from things to come. For the present things are a contest and a wrestling-ground and a stadium; but the things to come are prizes and crowns and awards. Just as, then, the athlete in the wrestling-ground must struggle amid sweat and dust and great heat and toils and hardships, so also the righteous man here must endure many things and bear all things nobly, if he is to receive those radiant crowns there. For this reason Paul also continually stirs up for us the word concerning the resurrection, just as you heard him crying out and saying: For we believe that he who raised the Lord will raise us also through Jesus and will present us with you. Therefore, he says, we do not lose heart, having the greatest consolation in our struggles, the hope of things to come. And he did not say to them, "Therefore do not lose heart," but what?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:664 · narrative
Source
Διὸ οὐκ ἐκκακοῦμεν· δεικνὺς καὶ ἑαυτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ, τῷ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶ, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας. Καὶ ὅπερ ἀλλαχοῦ ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν· καὶ, Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ ἑτέραν τίθησι λέξιν, διπλασιάζων ταύτην, καὶ λέγων· Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσιν, εἰπὼν πῶς ἐλαφρὸν τὸ τῶν τοιούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα· οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται· τὰ δὲ μὴ βλεπόμενα αἰώνια· οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι.
English
Therefore we do not lose heart, showing that he himself is constantly in the struggles. But even if our outer man is being destroyed, yet the inner man is renewed day by day. How is he renewed? By faith, by hope, by eagerness, by boldly daring the terrible things. For to the extent that the body suffers countless things, to that extent the soul has better hopes and becomes more radiant, just as gold is more thoroughly refined by fire. And see how he brings down the sorrowful things of the present life. For the momentary lightness of affliction, he says, works out beyond measure unto an exceeding eternal weight of glory, since we do not look at the things seen but at the things not seen, having enclosed the matter in hope. And what he said elsewhere, that By hope we were saved; and, Hope that is seen is not hope; establishing this here too, he sets present things alongside future things, the momentary against the eternal, the light against the heavy, affliction against glory. And he is not content with these, but he adds another expression, doubling it, and saying, Beyond measure unto exceeding measure. Then he also shows the manner, having said how the affliction of such things is light. How then is it light? Since we do not look at the things seen but at the things not seen. Thus both this present thing is light and that future thing is great, if we lead ourselves away from the things seen. For the things seen are temporary; therefore the afflictions are also of this sort; but the things not seen are eternal; therefore the crowns are also of this sort.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:665 · narrative
Source
Καὶ οὐκ εἶπε μόνον, αἱ θλίψεις τοιαῦται, ἀλλὰ, καὶ τὰ βλεπόμενα ἅπαντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις, ὥστε μηδὲ ἐκεῖθεν χαυνοῦσθαι, μηδὲ ἐντεῦθεν βαπτίζεσθαι. Διὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων εἶπε, βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν, ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐντεῦθεν προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν, τὰ αἰώνια. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἔχουσιν ἀπολογίαν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, χαμαίζηλοι γινόμενοι, καὶ καταπίπτοντες εἰς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Εἰ μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καὶ φατὲ, τὰ ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλῳς ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανῶν διαλεγόμεθα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθιᾷς οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν, καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας τοιαῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἂν ἔχοι συγγνώμην; ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐκείνας ἐλπίδας;
English
And he did not say only, "The afflictions are such," but also, "all things that are seen," whether it be punishment or rest, so as neither to be puffed up from that quarter nor plunged from this. For this reason he did not say concerning the things to come, "an eternal kingdom," but "the things that are not seen are eternal," whether it be a kingdom or again a punishment, so as both to frighten from that quarter and to encourage from this. Since, then, the things that are seen are temporary, but the things that are not seen are eternal, let us look toward those things, the eternal things. For what defense would we have, choosing the temporary instead of the eternal? For even if the present is pleasant, yet it is not lasting; but its painful part is lasting and unforgivable. For what defense do those have who were deemed worthy of the Holy Spirit and enjoyed so great a gift, when they become earth-bound and fall down to the earth? For I hear many saying these ridiculous words: "Give me today, and take tomorrow." For if, he says, the things there are such as you also say, one thing has come in exchange for one; but if they are nothing at all, two things in exchange for nothing. What is more lawless than these words? What more foolish? We are discoursing about the heavens and those ineffable good things, and you bring before us the doings of the hippodromes, and are you not ashamed nor do you cover yourself, uttering such things as belong to the insane? Do you not blush, so nailed fast to the present things? Will you not cease raving and being beside yourself and babbling in your youth? And that Greeks should say such things is no wonder; but that faithful men should babble such things—what pardon could it have? For do you at all suspect those immortal hopes?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:666 · narrative
Source
ὅλως νομίζεις ἀμφίβολα ταῦτα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρα οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ἐπειδὴ μὴ ὁρᾷς Θεόν; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. Ἂν οὖν ἔρηταί τίς σε πάλιν, καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε; τί ἐρεῖς; πόθεν οἶσθα ὅτι
ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὕτως οὖν καὶ τὸν περὶ κρίσεως δέχου λόγον. Πῶς, φησίν· Ἐρήσομαί σε, σὺ δέ μοι ἀπόκριναι. Δίκαιός ἐστιν αὐτὸς ὁ Θεὸς, καὶ τὰ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ, ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλει τις μετὰ ταῦτα ζωὴ καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς, ὅτι ἓν ἀνθ' ἑνὸς, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; μᾶλλον δὲ δύο ἀντ' οὐδενὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυ φῶσι τοὐναντίον ἅπαν; Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, εἶτα ἐκεῖ κολασθέντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες δύο ἀντ' οὐδενός. Τίνες γὰρ ἐν ἀνέσει; οἱ τῷ παρόντι ἀποχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν τοὺς ἀπολελαυκότας τῶν παρόντων, καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν. Καὶ γὰρ προμνηστρίαις τινὲς ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ, καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν·
English
Do you altogether think these things doubtful? And where is there any excuse for this? But do you not see the things there? For you do not see God either; will you therefore refuse to believe that God exists, because you do not see God? Yes indeed, I believe, he says. If then someone asks you again, "And who came from heaven and announced these things?" what will you say? From where do you know that
God exists? From the things that are seen, he says, from the order in all creation, from the fact that this is evident to all. In the same way, then, receive also the account concerning judgment. How? he says. I will ask you, and you answer me. Is God himself just, and does he distribute to each according to desert, or on the contrary, does he wish the unjust to prosper and live in luxury, while the good are in the opposite condition? By no means, he says; not even a human being would consent to that. Where then will those who have done well here enjoy good things? And where will the wicked enjoy the opposite, if there is not to be some life and recompense after this? Do you see that it is one thing in exchange for one, and not two in exchange for one? Or rather, there will be two in exchange for nothing for the righteous, but for sinners who also live in luxury here, the exact opposite of everything? For those who have lived in luxury here and then are punished there have received not even one in exchange for one; while those who live in virtue receive two in exchange for nothing. For who are at ease? Those who have made the most of the present life, or those who have lived as philosophers? You perhaps will say the former, but I will show it is the latter, calling as witnesses those very people who have enjoyed the present things, and they will not be ashamed at what I am about to say. For some have often cursed matchmakers, and the day on which the bridal chambers were entwined, and have called those who have not married blessed.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:667 · narrative
Source
πολλοὶ δὲ δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων, τίμιος γὰρ, ἀλλὰ διὰ τοὺς κακῶς αὐτῷ χρωμένους. Εἰ δὲ οἱ γάμῳ ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διακειμένων; περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ ἁπάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, καὶ μόνος ἐλεύθερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν ἐπέραστον; Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ; Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γῆμαι τοῦ γῆμαι, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ τοῖς παροῦσι μὴ προσηλωμένοι. Καὶ οὕπω λέγω, Ἐκεῖνος μὲν κἂν μυρίοις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐκταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα· καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τοῦτόν ἐστι τρόπος. Ποῖος δὴ οὗτος;
English
Many have declined for no other reason than the burdensomeness of the matter. And I say this not to slander marriage—for it is honorable—but because of those who use it badly. But if those who have had dealings with marriage have often considered life unlivable, what should we say about those who have been dragged down into the pits of fornication, and are disposed more slavishly and miserably than any captive? About those who have rotted away in luxury, and have wrapped countless diseases around the body? But to be held in esteem is pleasant. Nothing, then, is more bitter than this slavery. For the vainglorious man is more slavish than all slaves, wanting to please just anyone; but the one who has trampled this underfoot is higher than all, and alone free—the one who does not care about the esteem that comes from others. But to have money is desirable? But we have often shown that those who are rid of these things and have nothing are in greater wealth and ease. But to get drunk is pleasant? And who would say this? Therefore not being rich is pleasanter than being rich, and not marrying than marrying, and not being vainglorious than being vainglorious, and not living in luxury than living in luxury; and here those who are not nailed to present things have the greater share. And I do not yet say that the former, even if he is stretched out on countless tortures, has good hope carrying him through; but the latter, even if he enjoys countless luxuries, has the fear of what is to come disturbing and confounding his pleasure; for this too is no small form of punishment, just as the opposite is of luxury and ease. And there is a third form after this. What then is this?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:668 · narrative
Source
Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς οὐδὲ ἡνίκα ἐστὶ φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὅρα ὅτι οὐ δύο ἀντ' οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ μυρία ἀντ' οὐδενὸς δυνησόμεθα εἶναι. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, πρόσεχε· Ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπήλαυσεν· ἆρα οὖν σοι δοκεῖ ἓν εἶναι καὶ τὸ ἐν παντὶ χρόνῳ κολάζεσθαι καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πονεῖν; τὸ νοσεῖν ἐν φθαρτῷ σώματι, καὶ τὸ ἀθάνατα ἀποτηγανίζεσθαι χαλεπῶς; τὸ στεφανοῦσθαι καὶ τὸ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν παρόντων ἀπόλαυσιν; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει εἴπωμεν, τὴν ποσότητα; τὴν ποιότητα; τὴν κατ' ἀξίαν τοῦ Θεοῦ περὶ ἑκατέρων ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα τῶν βορβόρῳ διηνεκῶς ἐγκαλινδουμένων; οὐδὲ γὰρ ἀνθρώτων ταῦτα λογικῶν ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κριτήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ
English
That the things of worldly luxury are not even seen when they exist, being refuted by nature and time; but those things not only exist, but also remain immovable. Observe that we shall be able to be as nothing not only two instead of nothing, but also three, and five, and ten, and ten thousand. But so that you may learn this very thing also by an example, pay attention: The rich man and Lazarus, the one enjoyed the present things, the other the things to come. Does it then seem to you to be one and the same thing—to be punished at all times, and to suffer for a brief hour? To be sick in a corruptible body, and to be fried immortally in severe torment? To be crowned and to luxuriate immortally after that little weakness, and to be tormented endlessly after the brief enjoyment of present things? And who could say these things? For what do you wish us to speak of—the quantity? The quality? The judgment according to the worth of God concerning each? Until when do you utter the words of beetles forever wallowing in the mire? For not even of rational men is it to betray a soul so precious for nothing, when it is necessary to obtain the heavens by a little labor. Do you wish me to teach you from another place also, that there is a fearful judgment there? Open the doors of your conscience, and see the one in the
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:669 · narrative
Source
διανοίᾳ σου ἐγκαθήμενον δικαστήν· εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου τὴν πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν γένος ἀνθρώπων συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὔτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν ἐνταῦθα οὐκ εὐθέως κολαζόμεθα, φησίν; Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν ἑαυτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μήτε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάζηται, τούς τε ἐκ μεταβολῆς ἀρίστης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σωτηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρ' αὐτὰ τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος; πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ Δαυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; Διὰ δὴ ταῦτα οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἀλλ' ἐκ πάντων ἐνίους· οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἴνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς πολλοὺς ἐνταῦθα κολαζομένους, ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας· ὡς ἐκείνους, ὧν τὸ αἷμα ταῖς θυσίαις ἔμιξεν ὁ Πιλᾶτος· ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν·
English
Consider the judge seated in your own conscience. If you condemn yourself—though you are self-loving and would not tolerate bearing an unjust judgment—will not God all the more exercise great providence over justice, and bring an impartial verdict concerning all things? Or will he simply allow everything to be carried along at random and without purpose? And who could say that? There is no one. Rather, both Greeks and barbarians, poets and philosophers, and every race of mankind agree with us in these matters, even if not in the same way, and they say that there are certain tribunals in Hades; so evident and acknowledged is the matter. And for what reason, someone says, are we not punished here immediately? So that he may display his own long-suffering, and provide us with salvation through repentance, and neither make our race something to be snatched away, nor snatch away before their salvation those who are able to be saved by a most excellent change. For if he punished immediately, right at the sins themselves, and destroyed, how would Paul have been saved? How would Peter, the foremost teachers of the world? How would David have reaped the salvation that comes from repentance? How the Galatians? How many others? For these reasons he does not require an account from all here, but from some out of all; nor from all there, but one here and another there, so that he may awaken even the very insensible by those whom he punishes, and make them expect what is to come by those whom he does not punish. Or do you not see many punished here—as those buried under the tower; as those whose blood Pilate mingled with the sacrifices; as those at Corinth who died an untimely death because they partook of the mysteries unworthily?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:670 · narrative
Source
ὡς τὸν δῆμον τῶν Ἰουδαίων ὑπὸ τῶν βαρβάρων κατασφαγέντα· ὡς ἑτέρους πολλοὺς καὶ τότε καὶ νῦν διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἀμαρτόντες ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην, ὡς ὁ πλούσιος ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς ἀπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας ἐργαζόμενος προθυμοτέρους, καὶ τοὺς ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς δίκαιος κριτὴς καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ εἰς ῥᾳθυμίαν χρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονέσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πόνων καὶ κέρδους, πολλάκις δὲ τὸ ἔμπαλιν· ἡ δὲ τῆς βασιλείας ἀντιστρόφως· ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· Ὁ γεωργὸς δι' ὅλου πονεῖται τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων· ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθε κενὸς, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ πρὸ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών.
English
as when the people of the Jews were slaughtered by the barbarians; as many others both then and now continually. And others too, having sinned greatly, departed without paying the penalty here, as the rich man in the case of Lazarus, as many others. He does this both to awaken those who disbelieve in the things to come and to make those who believe more zealous, and to make the slothful more earnest. For God is a righteous judge and strong and long-suffering, and does not bring wrath every day. But if we use his long-suffering as an occasion for sloth, there will be a time when he will no longer be long-suffering even a little, but will straightway bring the penalty. Therefore, lest we enjoy one moment of luxury (for this present life is that), let us not draw upon ourselves the punishment of endless ages, but let us labor for a moment, that we may be crowned forever. Do you not see that in worldly affairs too most people act this way, and choose a little toil for the sake of long rest, even if the opposite turns out for them? For here there is an equal share of toils and gain, and often the reverse; but the kingdom is the opposite way: little is the painful part, but great and endless is the pleasant. Consider: the farmer toils the whole year through, and often at the very end of his hope falls short of the fruit of his many labors; the pilot again and the soldier until the last of their age in wars and toils, and often each of them has departed empty—the one of the wealth of his cargoes, the other falling short before victory and of life itself.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:671 · narrative
Source
Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρὸν, καὶ γὰρ ἄδηλος ἡ ἐλπίς· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; Διὸ παρακαλῶ πάντας ὑμᾶς, ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖδες, οὐ φίλοι, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἐὰν ἀπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν ὁ Ἀβραάμ· Χάος μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου, ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐκ
ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν ἐπιτεθῇ σφοδρότερον, τότε μάλιστα κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως·
English
What defense, then, shall we have, tell me, when in worldly matters we prefer the painful things, so that we may rest a little—or not even a little, for the hope is uncertain—but in spiritual matters we do the opposite, and draw upon ourselves unspeakable punishment for the sake of a little ease? Therefore I exhort all of you, at least late, at some point, to recover from this madness. For no one will rescue us in that time—not brother, not father, not children, not friends, not neighbor, not anyone else; but if we are betrayed by our works, all will be gone and we shall utterly perish. How much did that rich man lament, and entreat the patriarch, and ask that Lazarus be sent? But hear what Abraham said to him: A great gulf is fixed between us and you, so that not even those who wish are able to cross over. How much did those virgins entreat their companions for a little oil, but hear also what those say: Lest there not be enough for us and for you; and no one was able to bring them into the bridal chamber. Considering these things, then, let us also take care of our own life. For however many toils you may mention, and whatever punishments you may bring forward, all these will be nothing compared to the good things to come. Set forth, then, if you wish, fire and iron and wild beasts, and anything harsher than these; yet even so these are not even a shadow compared to those torments. For when these are applied more violently, then especially are they light, bringing a swift release, since the body is not sufficient for both the violence and the length of the punishment.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:672 · narrative
Source
ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸ ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους δυνάμεις ἐκείνας διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας, τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς τὰς λαμπάδας ταῖς βασάνοις προσάγουσιν; Ἀλλὰ ταῦτα πάντα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας· καὶ γὰρ πρόσκαιροι αὖται αἱ κολάσεις, ἐκείνων δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα πάντως ἄφθαρτον ἔσται τὸ ἀνιστάμενον τότε. Ἀλλὰ μὴ γένοιτό ποτε πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερὰ, μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐντεῦθεν σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν ἑαυτῶν κατηγοροῦντες, πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; ἀλλ' οὐδὲν ὄφελος λοιπόν. Ἐπεὶ οὐδὲ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαι δυνήσονται λοιπὸν, οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι μὲν πολλάκις, ὅτι τὸ καὶ τὸ ἐχρῆν ποιῆσαι, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀλλ' οὐδὲν ἀπὸ ταύτης ἀπόνασθαι δύνανται τῆς φωνῆς εἰς τὸ τὴν κόλασιν διαφυγεῖν·
English
But there it is not so; rather both things come together, both duration and excess, in things pleasant and in things painful. While, then, there is time, let us anticipate his face in confession, so that we may see it then gentle and calm, so that we may escape those threatening powers. Do you not see the soldiers here, those who serve the rulers, how they drag, how they bind, how they scourge, how they pierce the sides, how they bring torches to the tortures? But all these things are child's play and laughter compared with those punishments; for these chastisements are also temporary, but of those neither does the worm end, nor is the fire quenched; for the body that rises then will certainly be incorruptible. But may it never be that we learn these things by experience, but let the fearful things stand for us only at the word, and let us not be handed over to those torturers, but be disciplined from here. How many things shall we then say accusing ourselves, how many shall we lament? How many shall we wail? But there is no profit any longer. Since neither can sailors, once the ship has broken up and sunk, profit any longer, nor physicians, once the patient has departed; but they will often say that this and that ought to have been done, but all in vain and to no purpose. For while hopes remain from correction, one must both say and do everything; but when we are no longer masters of anything, everything having been ruined, everything is said and done in vain. For the Jews also will say then, Blessed is he who comes in the name of the Lord, but they cannot benefit at all from this voice so as to escape the punishment.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:673 · narrative
Source
ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν' οὖν μὴ καὶ ἡμεῖς τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλώμεθα, καὶ σπουδάσωμεν εἰς ἐκείνην εἰσελθεῖν τὴν κατάπαυσιν, καθὼς εἶπεν ὁ Ἀπόστολος. Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἕνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, ἔνθα οὔτε φροντίδες, οὕτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος, ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐν ἱδρῶσι τοῦ προσώπου φαγεῖν τὸν ἄρτον ἐκεῖ, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν ἐν λύπαις τεκεῖν τέκνα, οὐδὲ Πρὸς τὸν ἄνδρα ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία, οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος, οὐχ οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς· οὐκ ἔστιν ἐκεῖ σκότος, οὐδὲ νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δώσω τινὰ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταπαύσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς δυνατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολλὴν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν, καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ τοσοῦτον γινόμενον κάλλιον ἴδωμεν, ὅσον τῶν πηλίνων ὀρόφων ἐστὶν ὁ χρυσοῦς· καὶ μετ' ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τὰ τοῦ Θεοῦ βασίλεια, τὸν θρόνον τὸν πατρικόν.
English
For when it was necessary to speak, they did not speak. So that we too may not suffer this, let us change from here already, and let us be eager to enter into that rest, just as the Apostle said. For truly that is rest, where pain, grief, and groaning have fled away, where there are neither cares, nor labors, nor agony, nor fear that strikes and shakes the soul, but only the fear of God, being full of pleasure. There it is not by the sweat of the face that one eats bread, nor are there thorns and thistles; there it is not in sorrows that one bears children, nor is there "Your turning away shall be to your husband, and he shall rule over you"; all is peace, joy, gladness, pleasure, goodness, gentleness. There is no jealousy there, nor envy, nor sickness, nor death, neither this death of the body, nor that death of the soul; there is no darkness there, nor night; all is day, all is light, all is bright. There is no toiling, there is no taking of satiety; we shall always continue in desire for good things. Do you wish me to give you some image of the rest there? It is not possible; nevertheless, as far as possible, I shall try to give you some image. Let us look up to heaven, when, with no cloud troubling it, it shows its own crown; then, having spent much time on the beauty of its appearance, let us consider that we shall also have a floor, and let us see it becoming not only such, but as much more beautiful as the golden is than roofs of clay; and after that again the higher roof, then the angels, the archangels, the countless hosts of the incorporeal powers, the very kingdoms of God, the paternal throne.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:674 · narrative
Source
Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφθην, ὁ λόγος δηλῶσαι τὸ πᾶν· πείρας γὰρ χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ εἶναι; Πολὺ ἐκείνης βελτίων ἐστὶν ἡ διαγωγὴ αὕτη, ὅσῳ τῆς γῆς οὐρανός. Πλὴν καὶ
ἑτέραν εἰκόνα ἐπιζητήσωμεν. Εἰ συμβῇ τὸν βασιλεύοντα νῦν πάσης κρατῆσαι τῆς γῆς, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν καὶ πολλοὺς ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τί ἐστι· μᾶλλον δὲ οὔπω τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται· εἰ δὲ συμβῇ ἄφνω ἐξελθεῖν ἐκεῖθεν, καὶ ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάπαυσις αὕτη κἀκείνη. Ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγῇ θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τὴν τρίτην, χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ἀπὸ τῆς συνηθείας, οἵα ἂν ᾗ. Ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν.
English
But the word cannot, as I said before, make the whole thing clear; for experience is needed, and the knowledge that comes through experience. Tell me, how do you think it was for Adam to be in paradise? This way of life is far better than that, as much as heaven is better than earth. Nevertheless, let us seek another image as well. Suppose the one who is now king gained possession of the whole earth, and then were troubled neither by wars nor by anxieties, but were honored only, and lived in luxury, and had many tributes, and gold flowed in upon him from every side, and he were looked up to; what kind of soul do you think he would have, if he saw the wars everywhere on earth brought to an end? Something like this is what it is—or rather, I have not yet reached that image exactly; therefore I must seek another. Consider it with me. For just as a royal child, while he is in his mother's womb, has no perception of anything; but if it should happen that he suddenly comes out from there and ascends the royal throne, not gradually but all at once receiving everything—so is this rest and that. Or if a prisoner, having suffered countless evils, were suddenly snatched up to the royal throne. But not even so have I reached the image precisely. For here, whatever good things one attains—even if you name kingship itself—the desire is at its peak on the first day, and on the second and third, but as time goes on, it remains a pleasure, yet not so great; for it fades from familiarity, whatever it is. But there it not only does not diminish, but even increases.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:675 · narrative
Source
Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες ἐνταῦθα, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινόμεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβῇ εἰς μέσον ἰδεῖν τρέχοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς εἰς τὰς αἰωνίους, φησὶ, σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος οὐ δύναται ὀφθαλμὸς ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων. Τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομα. διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὐδὲ οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν. Τί τοίνυν μακαριώτερον τῶν ἐπιτυγχανόντων τῆς δόξης ἐκείνης; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ ὁ κληρονομίαν ἀπολέσας, δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι·
English
For consider how great a thing it is for a soul that has departed there no longer to expect an end to those good things, nor any change, but progress and a life that has no end, and a life freed from every danger, from all despondency and care, full of cheerfulness and countless good things. For if, going out into a plain here, where we see the tents of soldiers pitched from curtains, and spears and helmets and the bosses of shields gleaming, we are lifted up in wonder; and if it should happen that we see the king also rushing into the midst with golden arms, we think we have everything; what do you think it will be when you see the eternal tents of the saints pitched in heaven? For they will receive you into the eternal tents, it says; when you see each of them shining brighter than the rays of the sun, not from bronze and iron, but from that glory whose flashes the human eye cannot see? And these things are among men. But what could one say of the thousands of angels, of archangels, of Cherubim, of Seraphim, of principalities, of powers, whose beauty is beyond reckoning, surpassing every mind? But to what end shall I not stop pursuing things that cannot be grasped? For eye has not seen, it says, nor ear heard, nor has it entered into the heart of man, what God has prepared for those who love him. What, then, is more blessed than those who attain that glory? What is more wretched than those who fail to attain it? For if anyone banished from his homeland is pitied by all, and he who has lost an inheritance seems to all to be pitiable;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:676 · narrative
Source
ὁ καὶ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν, πόσοις ὀφείλει δάκρυσι καταῤῥαίνεσθαι; Δακρύει γάρ τις, ὅταν τι πάθῃ τῶν ἀβουλήτων, ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ,καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν καὶ μυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνιθες καὶ ἰχθύες ὀδύρηται ἡμᾶς τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ὁποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ
English
He who falls even from heaven and from the good things laid up for us—with how many tears ought he to be drenched? For a person weeps when he suffers some unwished-for thing of which he is not himself the cause; but when from his own choice he plunges himself into wickedness, he is worthy not merely of tears but of lamentation, and indeed even then of mourning; since our Lord Jesus Christ also mourned and wept over Jerusalem, though it was impious. Truly we are worthy of countless wailings and countless lamentations. If the whole inhabited world, taking voice, and stones and wood and trees and beasts and birds and fish, were to bewail us who have fallen from those good things, it would bewail and lament nothing according to our desert. For what speech will be able to set forth, what mind, that blessedness, and that virtue, the glory, the gladness, the splendor, things which eye has not seen, and ear has not heard, and have not ascended into the heart of man? He did not say that it simply surpasses, but, nor has anyone ever even conceived, the things which God has prepared for those who love him. For when God is the preparer and provider of good things, of what sort is it likely that these things are? For if, having made us at once, with nothing beforehand done by us, he bestowed so many things—paradise, converse with himself, immortality, a blessed life and one freed from cares—for those who have toiled so much and striven and for his sake
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:677 · narrative
Source
ὑπομείνασι τί οὐ χαρίσεται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς τοὺς ἐχθροὺς ὄντας· τίνος οὐκ ἀξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα ἀπείρως, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν, ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοί. Καὶ τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἡμῶν θέλει, ὃ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις καταφρονοῦμεν ὀλίγου χρυσίου, αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Χριστοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας. Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε, καὶ καλεῖ φίλους. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Χριστοῦ ἀγάπης οὐ χρήματα προησόμεθα; Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους καὶ ὀδυρμῶν καὶ ὀλοφυρμῶν μεγάλων καὶ κοπετῶν· τῆς ἐλπίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, ἀδελφοὶ, καὶ κληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν τῶν ὑβριζόντων. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν;
English
For those who have endured, what will he not grant? He did not spare the Only-begotten for our sake; he gave his genuine Son to death for our sake, who were enemies. Of what will he not deem us worthy, once we have become friends? Of what will he not give us a share, having reconciled us to himself? And he is exceedingly, boundlessly rich, and he desires and earnestly seeks to obtain our friendship, but we do not earnestly seek it as we ought, beloved. And why do I say, we do not earnestly seek it? We do not wish to obtain his good things as he himself wishes. And that he wishes it more than we do, he has shown by what he did. For we scarcely bring ourselves to despise a little gold for our own sakes, but he gave even his own Son for our sake. Let us use the love of Christ as we ought; let us enjoy his friendship. For you are my friends, he says, if you do what I command you. Alas! Those who were enemies, who stood infinitely far from him, from whom he differed in all things by an incomparable excess—these he made friends, and he calls them friends. What then is not worth suffering for this friendship? For the friendship of men we often run risks; but for the love of Christ will we not surrender our money? Our condition is truly worthy of mourning, of mourning and lamentation and great wailing and beating of the breast. We have fallen from our hope, we have been brought low from our height, we have appeared unworthy of the honor of God, we have become senseless and ungrateful after his benefactions. The devil has stripped us of all good things. We who were deemed worthy to be sons, brothers, and heirs have differed in nothing from his enemies who insult him. What consolation, then, will there be for us?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:678 · narrative
Source
Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς εἰς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μίσγουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρω. Πολλοὶ γὰρ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους, ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν περὶ ἡμῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ ὀνειδίζουσι καὶ γελῶσι. Διὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, καὶ οὐδ' ὅτι μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπὸ Θεοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἤξει, πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Ἡμέρα Κυρίου, ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη καὶ φοβερὰ πράγματα ταῦτα· καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες. Τίς ἐστιν ἡμῖν πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος καὶ γαυροῦται καὶ χαίρει ἐν τῇ αἰσχύνῃ ἡμῶν·
English
He himself called us to heaven, but we pushed ourselves into Gehenna. Curse and lie and theft and adultery have been poured out upon the earth; some mingle blood with blood, others do deeds worse than bloodshed. For many of those who are wronged pray for countless deaths, or to suffer these things; and if they did not fear God, they would even have laid hands on themselves, so murderous are they against themselves. Are these things not worse than bloodshed? Woe is my soul, for the devout man has perished from the earth, and one who sets things right among men does not exist. Now let us too cry out first concerning ourselves. But join with me in my lament. Perhaps some even reproach and laugh at us. For this very reason the lament must be intensified, because we are so mad and deranged, and we do not even know that we are mad, but we laugh at the very things over which we ought to groan. Wrath from God is being revealed, O man, against all ungodliness and unrighteousness of men. God will come openly; fire will go before him, and it will set his enemies ablaze all around; fire will burn before him, and a violent storm all around him. The day of the Lord is like a blazing furnace. And no one takes these things to heart, but these dreadful and fearful things are rather despised as myths; and there is no one who listens, but all are laughing and mocking. What way of escape is there for us? From where shall we find salvation? We are lost, we have been squandered, we have become a laughingstock to our enemies, and a mockery to the Greeks and to the demons. Now the devil is proud and exults and rejoices in our shame.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:679 · narrative
Source
οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες ἐν κατηφείᾳ, οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. Χεῖρα ὀρέξατε, οἱ μηδέποτε καταβαπτισθέντες, τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ σπουδαῖοί τε καὶ ἑδραῖοι τοῖς περιφερομένοις. Μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἑσμὸς παρεστήκῃ, οὐκ ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέφωμεν ἑαυτοὺς, παρακαλῶ. Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ
πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πλείονα τὰ ὄντα σπουδάζει ποιῆσαι, οὐδεὶς δὲ πρὸς τὸ βοηθῆσαι τῷ δεομένῳ· ἕκαστος πῶς προσθήσει τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν οὐδεὶς δὲ ὅπως τὴν ψυχὴν αὐτοῦ διασώσῃ. Φόβος εἷς ἔχει πάντας, μὴ πένητες, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα διαβολῆς ἄξια. Ἀλλὰ ταῦτα οὐκ ἐβουλόμην λέγειν, ἀλλὰ ὑπὸ τῆς ὀδύνης βιάζομαι. Διὸ σύγγνωτε·
English
All the angels entrusted with our care are in dejection; there is no one who turns back; everything has been spent by us in vain, and we seem to you to be babbling. It is timely now to call heaven to witness, since there is no one who hears, and to adjure the elements: Hear, O heaven, and give ear, O earth, for the Lord has spoken. Stretch out a hand, you who have never been plunged under, to those destroyed by drunkenness; you who are healthy, to the sick; you who are sober, to the raving; you who are earnest and steadfast, to those who are carried about. Let no one, I beg, prefer the salvation of a friend to this; and let insult and rebuke look to one thing only, his benefit. When a fever seizes him, even slaves hold their master. For when that man is inflamed, confounding his soul, and a swarm of slaves stands by, he does not recognize the master's law in the master's harm. Let us gather ourselves together, I beg. Daily wars, drownings, countless destructions all around, and
from every side the wrath of God encircles us. But we, as though pleasing him, are thus at ease; we all make ready our hands for greed, no one for help; all for plunder, no one for protection; each is eager to make his possessions more, but no one to help the one in need; each has great concern how he may add to his wealth, but no one how he may save his own soul. One fear holds all—lest we become poor, he says; but that we may not fall into Gehenna, no one struggles and trembles. These things are worthy of lamentation, worthy of accusation. But I did not wish to say these things, but I am compelled by my pain. Therefore forgive me;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:680 · narrative
Source
ὑπὸ γὰρ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ἃ οὐ βούλομαι φθέγγεσθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντοτε θρήνους ἡμῖν λέγεις, πάντοτε δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Σὺ δὲ ἂν μὲν τὸ σῶμά σου ἀλγῇ, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος, Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν νῦν αὐτῆς τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν γὰρ ὁρῶ προκοπήν· πάντας εἰς διαβολὰς καὶ κατηγορίας, οὐδεὶς εἰς ἔργον τίθεται ἀρέσκειν Θεῷ, ἀλλὰ, Τὸν δεῖνα, φησὶ, λέγωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσόμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κατακρίνομεν ἑτέρους·
English
For I am compelled by grief to utter many things that I do not wish. I see the blow is severe, the calamity without consolation, the terrors that have overtaken us greater than any comfort. We are undone. Who will give water to my head, and fountains of tears to my eyes? Let us weep, beloved, let us weep, let us groan. Perhaps there are some here saying, You always speak lamentations to us, always tears. I did not wish it—believe me—I did not wish it, but to set forth eulogies and praises; but now is the time for these things. It is not lamenting, beloved, that is grievous, but doing things worthy of lamentation; it is not wailing that is abominable, but doing things worthy of wailing. Do not be punished, and I do not mourn; do not die, and I do not weep. But if your body is in pain, you beg everyone to grieve with you, and you consider those who do not grieve with you to be without sympathy; but when your soul is perishing, do you say there is no mourning? But I cannot—for I am a father, and a tender-hearted father. Hear what Paul cries out: My little children, for whom I am again in travail. For what mother with child utters such dreadful cries as he? If only it were possible now to see the fire of his very mind, you would see that I am burned more than any woman or maiden who has endured untimely widowhood. She does not mourn her own husband thus, nor a father his son, as I mourn this multitude that is among us. For I see no progress; all are given to slander and accusation, no one sets himself to do what pleases God, but, So-and-so, one says, let us speak ill of, and so-and-so; so-and-so is unworthy of the lot, so-and-so lives without shame. Owing it to mourn our own affairs, we condemn others.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:681 · narrative
Source
οὐδὲ, εἰ καθαροὶ ὦμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει, φησί; Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τί δὲ κρίνεις τὸν ἀδελφόν σου μυρίων γέμων κακῶν; Ὅταν εἴπῃς, ὁ δεῖνα μοχθηρός ἐστι καὶ λυμεὼν καὶ πονηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον τὰ σαυτοῦ ἀκριβῶς, καὶ μεταμεληθήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας. Μὴ πενθῶμεν πικρῶς, ἀγαπητοὶ, τοὺς τελευτῶντας καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει· ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος.
English
Not even if we were pure of sins ought we to do this. For who distinguishes you? it says. What do you have that you did not receive? And if you did receive it, why do you boast as though you did not receive it? And why do you judge your brother, being full of countless evils? When you say, "Such a one is worthless and a destroyer and wicked," consider yourself, and examine your own affairs carefully, and you will regret what was said. For there is no, there is no such incentive to virtue as the remembrance of sins. If we turn these two things over within ourselves, we shall be able to obtain the promised good things, we shall be able to purify ourselves and wipe ourselves clean; only let us take thought at some time, let us give heed to the matter, beloved; let us grieve here in our reasoning, so that we may not grieve there in punishment, but so that we may enjoy the eternal good things, where pain and sorrow and groaning have fled away; so that we may obtain the good things that surpass the human mind, in Christ Jesus our Lord; for to him be the glory and the might, together with the Father and the Holy Spirit, now and always, and unto the ages of ages. Amen. Homily 45. On not mourning excessively for the departed. Let us not mourn bitterly, beloved, for the departed and those who depart from here, but rather let us lament and weep for those who have ended their own life badly. For even a farmer, when he sees the wheat dissolving, does not mourn, but as long as he sees it remaining solid in the earth, he fears and trembles; but when he sees it dissolved, he rejoices; for the dissolution is the beginning of the coming sowing. So let us too rejoice then, when the corruptible house falls, when the man is sown.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:682 · narrative
Source
Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος,
τὴν δὲ ἀφθαρσία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά. Ἐπ' ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται· καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ' ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατέφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην, τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν. Ἀλλ' ἡ συνήθεια ποθεινὸν καὶ ἐπέραστον. Οἶδα κἀγώ· ἀλλ' ἐὰν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὸν, τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν· καὶ ὅπερ ὁ χρόνος οὐκ ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμματα.
English
And do not be amazed that he called burial a sowing; for this sowing is better. For that one is succeeded by deaths and toils and dangers and cares, but this one, if we live rightly, by crowns and prizes; and that one by corruption and death, but this one by incorruption and immortality and countless good things. In that sowing there are entanglements and pleasures and sleep, but in this one only a voice descending from the heavens, and all things are brought to completion at once; and the one who rises is no longer led thereafter into a life of much toil, but to where pain and sorrow and groaning have fled away. But if you also seek protection, and for this reason you lament the man, he has fled for refuge to God, the common protector and savior and benefactor of all, to the unassailable alliance, to the ready help, to the enduring shelter, which is present everywhere and walls us in from every side. But habit is longed for and deeply desired. I know it too; but if you entrust the passion to reason, and consider with yourself who it is that has taken him, and that by bearing it nobly you bring your resolve as a sacrifice to God, you will be able to run past this wave too; and what time does not accomplish, philosophy will do; but if you grow soft, the passion will cease with time, but it will bring you no reward. And along with these reasonings, gather examples as well, those in the present life and those in the divine Scriptures; consider that Abraham slaughtered his own son, and neither wept nor let fall a bitter word. But that was Abraham, it says. And yet you have been called to greater contests.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:683 · narrative
Source
Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος, ἔκοπτες σεαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ' ἐμαυτόν. Ἀλλ' οὐδὲ τοῦτο φιλοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν, καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σαλεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. Διὰ τί οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. Δι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο τὸν ἀπελθόντα ἐθρήνεις, ζῶντα διαπλάσαι ἐχρῆν καὶ ῥυθμίσαι· ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ τῷ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν προσίεμεν δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις αὐτοῖς ἐντεῦθεν γένηται παραμυθία·
English
But Job grieved, yet only as much as is fitting for a father who loves his children and cares deeply for those who have departed; for the things we do now are the actions of enemies and foes. For if someone had been carried off into a palace and crowned, and you beat yourself and lamented, I would call you a friend of the one crowned—no, rather a bitter enemy and foe. But not even now, he says, do I lament for that one, but for myself. Yet not even this is the part of one who loves him—to wish that he should still be in contest because of you, and subject to the uncertainty of the future, when he might be crowned and come to anchor, or toss on the open sea, when he might be in the harbor. But I do not know where he has gone, he says. Why do you not know, tell me? For whether he lived rightly or otherwise, it is clear where he has gone. It is for this very reason, he says, that I am crushed—because he departed a sinner. These are pretexts and excuses. For if you lamented the departed for this reason, you ought to have molded and shaped him while he was alive; but you look everywhere to your own concerns, not to his. And if he departed a sinner, for this reason too one ought to rejoice that his sins were cut off, and he did not add to his wickedness, and to help him, as far as possible—not by weeping, but by prayers and supplications and almsgiving and offerings. For it is not without reason that these things have been devised, nor do we make remembrance of the departed at the divine mysteries at random, and come forward entreating the Lamb who lies slain, who took away the sin of the world, for them—but so that some consolation may come to them from this.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:684 · narrative
Source
οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ, ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων, γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· καὶ τοῦτο ἐδείκνυτο ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Μὴ δὴ ἀποκάμωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχὰς τελείας. Καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. Διὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη μελῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ
English
Not in vain does the one standing at the altar cry out, while the awe-inspiring mysteries are being celebrated, on behalf of all who have fallen asleep in Christ, and of those who perform the memorials for them. For if the memorials had not been made for them, these things would not have been said. For our affairs are not a stage—God forbid—for these things come to pass by the ordinance of the Spirit. Let us therefore help them, and perform memorials on their behalf. For if the sacrifice of the father cleansed the children of Job, why do you doubt that when we offer on behalf of those who have departed, some consolation comes to them? For God is accustomed to grant favors to others on behalf of others; and Paul showed this when he said: That in many persons the gift bestowed on us might be thanked by many on our behalf. Let us not then grow weary in helping those who have departed, and in offering complete prayers on their behalf. For the common cleansing of the world lies there. Therefore, being of good courage, we pray for the world then, and we call them together with the martyrs, with the confessors, with the priests. For we are all one body, even if some members are more illustrious than others; and it is possible to gather forgiveness for them from every side—from the prayers, from the gifts offered on their behalf, from those who are called together with them. Why then do you grieve, why do you lament, when it is possible to gather so great a forgiveness for the one who has departed? But because you
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:685 · narrative
Source
γέγονας ἔρημος, καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας· ὥστε, ἕως ἂν τοῦτον ἔχῃς, καὶ αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς, καὶ παιδὸς, καὶ κηδεστοῦ. Καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν Δαυΐδ· Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Εἰπὲ, Σὺ εἶ ὁ Πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλλον αὐτὸν ἕξεις νῦν προνοοῦντα, ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας; Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεων ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυθία· ἂν δὲ τοὐναντίον ποιῇς, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ, παιδὸς μαστιχθέντος ὑπὸ τοῦ δεσπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρώξυνας κατὰ σαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόησον ὅσοι μᾶλλον σοῦ εὐχαριστοῦντες, οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργίσῃς καὶ ταύτῃ τὸν Δεσπότην, ἀλλὰ ὑπὲρ μὲν ὧν ἔλαβες εὐχαρίστησον, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις δόξαζε.
English
Have you become desolate, and lost your protector? But never say this; for you have not lost God either. So then, as long as you have him, he himself will be to you greater than a father, and a child, and a kinsman. For even while those were alive, it was he who did all things. Consider these things, then, and say with David: The Lord is my light and my savior; whom shall I fear? Say: You are the father of orphans and the judge of widows, and draw his help to yourself, and you will have him now providing for you more than before, inasmuch as you have come into greater distress. But have you lost a child? You have not lost him; do not say so. The matter is sleep, not death; a departure, not destruction; a journey from lesser things to better. Do not provoke God, then, but make him propitious. For if you bear it nobly, there will be from this a consolation both for the one who has departed and for you; but if you do the opposite, you rather kindle the wrath of God. For if, when a child was being scourged by his master, you standing by were indignant, you would have provoked the master against yourself all the more. Do not do this, then, but give thanks, so that in this way too the cloud of despondency may be scattered for you. Say with that blessed man: The Lord gave, the Lord has taken away. Consider how many who give thanks more than you did not even receive children at all in the beginning, nor were called fathers. For neither did I wish it, he says; for it was better not even to have experience than, after tasting the pleasure, to fall away from it. Do not, I beseech you, do not say these things; do not provoke the Master in this way either, but give thanks for what you have received, and glorify him for what you do not possess to the end.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:686 · narrative
Source
Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι βέλτιον ἦν μὴ λαβεῖν, τοῦτο ὃ σὺ λέγεις ἀγνωμόνως· ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει καὶ λογίζου πρὸς ἑαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σοῦ κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς, φησίν; Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις, μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ· κἂν ἀπολέσῃς γυναῖκα, δόξαζε· ἴσως σε εἰς ἐγκράτειαν ἀναγαγεῖν βούλεται ὁ Θεὸς, καὶ ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν, εἰπέ μοι;
English
Job did not say, "It was better not to have received," as you say so senselessly; but he gave thanks even for those things, saying, "The Lord gave"; and he blessed him for these things, saying, "The Lord has taken away; blessed be the name of the Lord forever." And in this way he silenced his wife, reasoning with her and uttering those wonderful words: "If we have received good things from the hand of the Lord, shall we not endure evil things?" And yet after this the trial became more severe; but even so he did not weaken, but bore it bravely in the same way, and glorified God. Do this also yourself, and consider within yourself that it was not a man who took away, but God who made you, who cares for you more than you do, and knows what is beneficial—not some enemy or plotter. Consider how many living children have made life unlivable for their parents. "Do you not see the brave ones?" he says. I see these too, but the circumstances of your child are safer even than theirs. For even if they are well esteemed, the outcome of their end is uncertain; but concerning that child you no longer fear or tremble, lest he suffer anything or undergo some change. Reason thus also concerning a good and domestic wife, and give thanks to God for all things; and even if you lose your wife, glorify him. Perhaps God wishes to lead you to self-control, and calls you to greater contests; he wished to free you from the bond. Tell me, if while we were sitting here the king sent someone to call us to the palace, should we weep and lament, tell me?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:687 · narrative
Source
Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι, κἀκεῖθεν ἤκοντες, παρ' αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν, καὶ σὺ κλαίεις, εἰπέ μοι; οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν καὶ ὕμνων ἄξιον ὄντως καὶ αἴνων; Βούλει μαθεῖν, ἵνα εἰδῇς ὅτι οὐχὶ δακρύων ὁ καιρός; τῆς γὰρ τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι μυστήριον. Ὥσπερ τινὰ οἰκίαν ἀφιεῖσα πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη Δεσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου πολλῷ βελτίων· πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Τί οὖν πρὸς σὲ, ἄνθρωπε, ὅτι οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς; Εἰπὲ γάρ μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος ἕνεκεν πενθεῖς, εἰπέ μοι; Καθάπερ γὰρ ἥλιος καθαρὸς ἄνεισιν, οὕτω καὶ ψυχὴ σῶμα
English
Angels are present, sent from the heavens, and having come from there, sent by the King himself to call their fellow servant, and do you weep, tell me? Do you not know what a mystery is being accomplished? How awe-inspiring and fearful and truly worthy of hymns and praises? Do you wish to learn, so that you may know that this is not a time for tears? For it is the greatest mystery of the wisdom of God. As if leaving some house, the soul goes forth hastening to its own Master; and do you mourn? Then you ought to have done this also when the child was being born; for this is a birth far better than that one; for it goes forth to another light, it is released as from some prison, it comes out as from a contest. Yes, he says; in the case of those of good repute you say these things well. What then is it to you, man, that you do not do this even in the case of those of good repute? For tell me, what could you have to condemn in the little child? For what reason do you mourn for him? What of the newly enlightened? For he too has come to the same state. For what reason do you mourn, tell me? For just as the sun rises pure, so also a soul [leaving] the body
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:688 · narrative
Source
ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος λάμπει φαιδρόν. Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης σιγῆς ἔστιν ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετ' ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς, εἰπέ μοι; Ἀλλ' ἐπὶ ἁμαρτωλῶν τοῦτο μόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν· οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ θρῆνος δεσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη· ὅταν δὲ ἀνακαλουμένου ῥήματα λέγῃς, καὶ συνήθειαν, καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκέπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλόν· καὶ ἐγὼ κατάξω δάκρυα, καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυνος ὁ τοιοῦτος· ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους. Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁμαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλὴν, ἐκεῖνος δὲ μικροψυχίαν. Εἰ ἐθρηνοῦμεν τὸν θρῆνον τοῦτον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν. Ὥσπερ γὰρ, εἰ κύριος ἦς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἰ τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον, κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτο ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν.
English
Departing with a clear conscience, she shines brightly. It is not so magnificent a sight to see a king entering a city with such great silence as to see a soul leaving the body and departing with angels. Consider what the soul is, in what astonishment it then finds itself, in what wonder, in what pleasure. Why do you mourn, tell me? But do you do this only over sinners? Would that it were so, and I would not have forbidden mourning; would that such were the purpose; this mourning is apostolic, this mourning is the Lord's; for Jesus also wept over Jerusalem. I wish that mourning were distinguished by this law. But when you speak words of one being called back, and of habit, and of protection, it is not for this that you mourn, but you are making excuses. Mourn, groan for the sinner; and I too will shed tears, and I more than you, inasmuch as such a one is liable to greater punishment; I will lament with such a purpose. But it is not only you who ought to lament such a one, but also the whole city and all who meet him, as those being led away to death. For truly this is the evil death, the death of sinners. But things have been turned upside down. This mourning is both of philosophy and has much teaching, while that other is of small-mindedness. If we all mourned this mourning, we would have corrected them while they were alive. For just as, if you were able to apply medicines preventing that bodily death, you would have done so, so too now, if you mourned this death, you would have prevented this from happening both in your case and in his. But now what happens is a riddle: that those who are masters did not permit this to come upon them, but allowed it to happen, and when it has happened, they mourn it.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:689 · narrative
Source
Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήματι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήματα; οἷα πείσονται πράγματα; Εἰκῆ ἔζησαν οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ καλῷ τῆς ἑαυτῶν κεφαλῆς; εἰ γὰρ εἰκῆ μόνον ἀνήλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία; Εἰπέ μοι, εἴ τις μισθωτὸς γενόμενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδεμίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ· τοῦτον οὖν οὐ θρηνήσομεν, εἰπέ μοι; οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν μόνον θέλωμεν, ἥμερον αὐτῷ γενέσθαι τὴν κόλασιν. Εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος ᾖ, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται. Εἰ γὰρ Παῦλος ἕτερον ἠλέησε, καὶ δι' ἄλλους ἄλλου ἐφείσατο, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο δεῖ ποιεῖν. Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον, ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενημένας; κἂν τὰς ὑπὲρ αὐτοῦ, ἵνα μετὰ παῤῥησίας αὐτὸν ἐξαιτῆται τότε ἡ γυνὴ, λύτρον ὑπὲρ αὐτοῦ καταθεμένη. Ὅσῳ πλειόνων γέγονεν ἁμαρτημάτων ὑπεύθυνος, τοσούτῳ μείζονος αὐτῷ δεῖ τῆς ἐλεημοσύνης· οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ.
English
Truly they are worthy of lamentation, when they stand before the judgment seat of Christ, what words will they hear? What things will they suffer? These men lived in vain—or rather not in vain, but even to their own harm. And concerning them it is timely to say: it would have been better for them if they had not been born. For what profit is there, tell me, in spending so much time to the detriment of one's own head? For if it had been squandered merely in vain, would the loss not have been sufficient? Tell me, if a hired laborer spent twenty years toiling in vain, will he not weep and lament, and seem more pitiable than all? This man has spent his whole life toiling in vain, he lived not a single day for himself, but for luxury, for debauchery, for greed, for sin, for the devil. Will we not, then, lament for him, tell me? Will we not try to snatch him from the dangers? For it is possible, it is possible, if only we are willing, to make his punishment milder. Let us make continuous prayers on his behalf, let us give alms, and even if he is unworthy, God will be moved by our entreaties. For if Paul showed mercy to another, and for the sake of others spared another, how much more ought we to do this. From that man's possessions, from your own, from wherever you wish, help him, pour out oil—or rather, water. Has he no alms of his own to show? Then at least those of his relatives. Has he none that were done by him? Then at least those done on his behalf, so that the woman may then with boldness entreat for him, having laid down a ransom for him. The more sins he has become liable for, the greater the almsgiving he needs—not only for this reason, but because it does not now have equal strength, but much less. For it is not the same thing for a man to do something himself, and for another to do it on his behalf.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:690 · narrative
Source
Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω καὶ τῷ πλήθει μεγίστην ποιῶμεν αὐτήν. Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα· τοῦτο ἐντάφιον μέγιστον· περίστησον χήρας, εἰπὲ τοὔνομα, πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεόν. Εἰ καὶ μὴ ὑπ' αὐτοῦ γεγένηται, ἀλλὰ δι' αὐτὸν ἕτερος γίνεται αἴτιος τῆς ἐλεημοσύνης· καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος ἴσασιν ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενημένων ἐλεημοσυνῶν ἀπώναντο· εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα. Εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς τὸ πᾶν. Καὶ γυναιξὶν εὐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡμῖν ὁ Θεὸς τοῦ
σώζεσθαι δίδωσιν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν. Τί οὖν, ἂν πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐν τῷ διδομένῳ κρίνεται μόνον, ἀλλὰ καὶ ἐν τῇ προαιρέσει· μόνον μὴ δῷς ἐλάττω τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶν, ἂν ἕρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ; Διὰ τί γὰρ μηδένα ἔχει, εἰπέ μοι; τούτῳ αὐτῷ δίδως δίκην, ὅτι μηδένα ἔχεις σαυτῷ φίλον οὕτως ἐνάρετον. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα, καὶ υἱὸν, καὶ φίλον, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν, μικρὸν μὲν, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας·
English
Since, then, it is a lesser thing, let us make it greatest also in abundance. Let us not busy ourselves about monuments or funeral rites; this is the greatest funeral rite: set widows around him, speak his name, bid them all make supplications and entreaties on his behalf; this will move God. Even if it has not been done by him, yet on his account another becomes the cause of almsgiving; and this too is a mark of God's love for humanity. Widows standing around and weeping know how to snatch him from death, not only of the present but also of the future. Many have benefited even from alms done by others on their behalf; for even if not completely, yet nonetheless they found some consolation. If this is not so, how are children saved? And yet there they contribute nothing, but the parents do everything. And to women children have often been pleasing, though they contributed nothing. God gives us many ways
of being saved, only let us not be negligent. What then, he says, if he is poor? Again I will say, the greater part of almsgiving is judged not only in what is given but also in the intention; only do not give less than your ability, and you have paid the whole. What then, he says, if he is desolate and a stranger, and has no one? For why does he have no one, tell me? In this very thing you pay the penalty, because you have no friend so virtuous for yourself. This then comes about, so that, even if we ourselves are not virtuous, we may be eager to have virtuous companions and friends—both a wife, and a son, and a friend—so as to reap some benefit even through them, little indeed, but reaping nonetheless. If you are eager to marry not a wealthy but a devout woman, you will enjoy this consolation from her;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:691 · narrative
Source
ἂν σπουδάσῃς μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τοιούτους αἱρεῖσθαι καὶ φίλους καὶ γυναῖκα καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βουλόμενον. Ὅρα· ὠφελεῖται ἐκεῖνος διὰ σοῦ, ὠφελῇ σὺ δι' ἐκεῖνον. Κατεφρόνησας χρημάτων προαχθεὶς ἐργάσασθαί τι γενναῖον; καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτός σοι τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν· οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ, ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ χάρισμα λέγω. Τί λέγεις; ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα, πάρεισιν ἄγγελοι, ἀρχάγγελοι, πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες, παρεστήκασιν ἐκεῖνοι βοῶντες πάντων σιγώντων, καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ λεγόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος; Μὴ γένοιτο, ἀλλὰ πάντα μετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ μαρτύρων προσφέρεσθαι; τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ Δεσπότου παρόντος, τῆς μνείας ἐπιτελουμένης ἐκείνης, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων.
English
If you take care to leave behind a son who is not rich but devout, and a modest daughter, you will enjoy this consolation. If you take care of these things, you too will be such a person. And this is a part of virtue: to choose friends, a wife, and children of this sort. Not in vain are offerings made on behalf of the departed, not in vain supplications, not in vain alms; the Spirit ordained all these things, wishing us to be benefited through one another. Consider: that one is benefited through you, and you are benefited through him. Did you despise money and, moved by it, do something noble? Both you have become the cause of salvation for him, and he has become the cause of almsgiving for you. Do not doubt that he will reap some good; it is not simply the deacon who cries out, "For those who have fallen asleep in Christ, and for those who perform the memorials on their behalf." It is not the deacon who utters this cry, but the Holy Spirit—I mean the gift. What are you saying? The sacrifice is in our hands, and all things are set forth prepared, angels are present, archangels are present, the Son of God is present, all stand with such trembling, those present cry out while all are silent—and you think the words spoken are simply happening? Therefore also the other things are simply done—both the things offered for the Church and the things offered for the priests and the things for the fullness? May it not be so, but all things are done with faith. What do you think it means that the offering is made for the martyrs, that one is named in that hour? Whether they are martyrs, or whether it is on behalf of martyrs, it is a great honor to be named, when the Master is present, when that memorial is being performed, when the fearful sacrifice and the ineffable mysteries are present.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:692 · narrative
Source
Καθάπερ γὰρ, καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει, ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν προκέηται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη, τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· καταγγέλλεται τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουμένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· μετὰ τοῦ θαύματος ἐκείνου εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν, οὐκέτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα· τῶν ἐπινικίων οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Μηδὲ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ, μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφοράς· ἵνα κἀκεῖνοι καὶ ἡμεῖς τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
For just as when the king is seated, a person accomplishes whatever he wishes, but when he has risen, whatever he says he will say in vain; so too then, as long as the things of the mysteries are set forth, there is the greatest honor for all—to be deemed worthy of remembrance. For observe: then that awesome mystery is proclaimed, that God gave himself for the world; after that wonder, he opportunely reminds him of those who have sinned. For just as when triumphs of kings are celebrated, then those who shared in the victory are acclaimed, and those who are in chains are released because of the occasion; but when the occasion has passed, the one who did not obtain it no longer enjoys any of it; so indeed also here: this time is the triumph. For as often, he says, as you eat this bread, you proclaim the death of the Lord. Let us not approach casually, nor suppose that these things happen as it chances. Moreover, we remember the martyrs, and this is for faith, that the Lord has died; and this is a sign that death has been put to death, that he has become a corpse. Knowing these things, let us devise every consolation we can for those who have departed—instead of tears, instead of lamentations, instead of memorials, almsgiving, prayers, offerings—so that both they and we may obtain the promised good things, by the grace and love for humanity of the only-begotten Son, with whom to the Father together with the Holy Spirit be glory, might, honor, now and always, and unto the ages of ages. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:693 · narrative
Source
ΛΟΓΟΣ Μς ʹ. Ὅτι, εἰ καὶ πάντων ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι, δυνάμεθα καὶ δι' ἐξαγορεύσεως σωθῆναι· καὶ ὅτι ἕκαστος ἡμῶν τῶν πιστῶν ἄγγελον ἔχει φύλακα· καὶ περὶ τῶν ἱερέων.
Τῶν ἀνθρώπων, ἀγαπητοὶ, οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον, οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς σταυρωταὶ τοῦ Χριστοῦ· καὶ γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα, τῆς πόλεως ἁλούσης, καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν· ὡς οἱ Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί· ἐκεῖ δὲ μόνον, ὡς ὁ πλούσιος ὁ ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν· ἐνταῦθα δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις· οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι, ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἦν ἅπερ ἔπαθον, ἀλλ' ἀγώνων καὶ παλαισμάτων. Σπουδάσωμεν τοίνυν τῆς τούτων εἶναι μερίδος· εἰ δὲ μὴ τούτων, κἂν τῶν ἐνταῦθα ἀποδυομένων τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν ἐκεῖνο τὸ κριτήριον, καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησόν σου τὰς εὐθύνας· ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην.
English
Homily 46. That, even if we are guilty of all sins, we can be saved through confession; and that each of us who believe has a guardian angel; and concerning the priests.
Of men, beloved, some are punished both here and there, some here only, some there only, and some neither here nor there. Here and there, as the crucifiers of Christ; for they both paid the penalty here, when they suffered those unbearable things at the capture of the city, and there they will undergo the most grievous punishment; as the citizens of Sodom, as many others. There only, as the rich man being scorched, and not even master of a drop. Here, as the one who committed fornication among the Corinthians. Neither here nor there, as the apostles, as the prophets, as blessed Job; for what they suffered was not indeed of punishment, but of contests and struggles. Let us therefore be zealous to be of their portion; and if not of these, at least of those who here put off their sins. For that tribunal is fearful, and the vengeance inexorable, and the punishment incurable. But if you wish not even here to pay the penalty, judge yourself, exact the accounts from yourself; hear Paul saying, that If we judged ourselves, we would not be judged. If you do this, advancing on the way, you will come even to the crown. And how, he says, shall we exact the penalty from ourselves? Mourn, groan bitterly, humble yourself, afflict yourself, recall your sins in kind; this is no small torment of the soul. If anyone has been in compunction, he knows that the soul is punished by this most of all; if anyone has been in remembrance of sins, he knows the pain that comes from it.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:694 · narrative
Source
Διὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν χρή· οὐδὲ γὰρ ταῦτα μικρὰν οἴσει κόλασιν. Καὶ γὰρ καὶ ὁ λοίδορος εἰς γέενναν ἐμπεσεῖται, καὶ ὁ μεθύων οὐδὲν κοινὸν ἔχει πρὸς τὴν βασιλείαν, καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὕτω προσκρούει τῷ Θεῷ, ὡς μηδὲ μαρτυροῦντος αὐτοῦ ὠφελεῖσθαι, καὶ ὁ τῶν οἰκείων ἀμελῶν τὴν πίστιν ἤρνηται, καὶ ὁ πένητας περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν μικρὰ ταῦτα εἶναι νόμιζε, ἀλλὰ συνάγαγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ γράψῃς, ὁ Θεὸς ἐξαλείφει, ὥσπερ οὖν, ἐὰν μὴ σὺ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει καὶ δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι, καὶ ἄνωθεν ἐξαλειφθῆναι, ἢ τοὐναντίον, ἡμῶν ἐπιλανθανομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην. Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα μετὰ ἀκριβείας ἀναλογιζώμεθα, καὶ εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας καθαρός; Μὴ γάρ μοι τὸ μέτρον εἴπῃς, ἀλλὰ κἀν τῷ μικρῷ τὴν αὐτὴν δώσομεν δίκην.
English
For this reason God sets righteousness as the prize for such repentance, saying: "Speak first of your sins, that you may be justified." For it is no small thing for correction that, having gathered together all one's sins, a person should turn them over continually in kind and reckon them up. For the one who does this will be so pricked to compunction that he will not think himself worthy even to live; and the one who thinks this will be softer than any wax. For do not tell me of fornication only, nor of those obvious sins, but one must also gather in the secret plots, and the slanders, and the evil speakings, and the vainglories, and envy, and all such things; for neither will these bring a small punishment. For the reviler also will fall into Gehenna, and the drunkard has nothing in common with the kingdom, and the one who does not love his neighbor so offends God that not even with his own testimony is he profited, and the one who neglects his own household has denied the faith, and the one who overlooks the poor is sent into the fire. Do not, then, think these things to be small, but gather them all together, and write them as in a book. For if you write them, God blots them out; just as, if you do not write them, God both records them and demands the penalty. Much better, then, that they be written by us and blotted out from above, than the opposite—that, while we forget, God brings them before our eyes on that day. In order, then, that this not happen, let us reckon up all things with exactness, and we shall find ourselves liable for many things. For who is clean of greed? For do not tell me of the measure, but even in the small we shall pay the same penalty.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:695 · narrative
Source
Τοῦτο ἐννόει, καὶ μετανόει. Τίς ὕβρεως ἀπήλλακται; τοῦτο δὲ εἰς γέενναν ἐμβάλλει. Τίς λάθρα τὸν πλησίον οὐ κακηγόρησε; τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος. Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσεν; οὗτος δὲ τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ τοῦ πονηροῦ πλέον. Τίς οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; οὗτος δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα πλείονα τούτων εἰπεῖν· ἀρκεῖ δὲ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθον ὄντα μηδὲ σφόδρα ἀναίσθητον εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ συνελθόντα τί οὐκ ἐργάσεται; Ὁρᾶτε, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει. Ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγγελον εἶχε, καθώς
English
Think on this, and repent. Who is free from insolence? Yet this casts one into Gehenna. Who has not slandered his neighbor in secret? Who has not played the fool? Yet this man is more unclean than all. Who has not looked at a woman with licentious eyes? Yet this man is a fully accomplished adulterer. Who has not been angry with his brother without cause? Yet this man is liable to the council. Who has not sworn? Yet this man belongs to the evil one. Who has not sworn falsely? Yet this man belongs to the evil one still more. Who has not served mammon? Yet this man has fallen away from the genuine servitude of Christ. I have also other things, more numerous than these, to say; but these suffice, and are enough to bring to compunction one who is not a stone nor altogether insensible. For if each one of them casts into Gehenna, what will not all of them together, coming at once, accomplish? See, he says, that you do not despise one of these little ones; for their angels always behold the face of my Father who is in heaven. For each believer has an angel. Since indeed from the beginning each man among the notable had an angel, just as
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:696 · narrative
Source
φησιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ τρέφων με, καὶ ὁ ῥυόμενός με ἐκ νεότητός μου. Εἰ τοίνυν ἀγγέλους ἔχομεν, νήφωμεν, καθάπερ παιδαγωγῶν τινων ἡμῖν παρόντων. Πάρεστι γὰρ καὶ δαίμων· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν, τὸν ἄγγελον αἰτοῦντες τῆς εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν (οὐδὲν γὰρ ταύτης ἴσον), ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προῤῥήσεσι· καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν. Διὰ τί; ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ τι σύμβολον τῶν ἀγαθῶν. Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας λέγετε, Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν· Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἁπλῶς, ἀλλ', Εἰρήνη πᾶσι. Τί γὰρ, ἂν μετὰ τοῦδε μὲν εἰρήνην ἔχωμεν, μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἂν μὴ πάντες ἡσυχάζωσιν οἱ λογισμοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς υἱοὺς Θεοῦ καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς. Εἰκότως·
English
Jacob says: The angel who nourishes me, and who delivers me from my youth. If, then, we have angels, let us be sober, as though tutors were present with us. For a demon is also present; therefore we pray and say, asking for the angel of peace, and everywhere we ask for peace (for nothing is equal to it), peace in the churches, in the prayers, in the litanies, in the announcements; and once and twice and three times and many times the president of the Church gives it: Peace be to you. Why? Because this is the mother of all good things, this is the foundation of joy. Therefore Christ also commanded the apostles to say this immediately as they entered houses, as a kind of symbol of good things. For entering, he says, into the houses, say: Peace be to you. For without this, all things are superfluous. And Christ said to the disciples: Peace I leave with you; my peace I give to you. This prepares the way for love. And the president of the Church does not say simply, Peace be to you, but, Peace to all. For what if we have peace with this one, but war and battle with another? What is the gain? For not even in the body, if some of the elements are at rest but others are in dissension, is it possible for health ever to be established, but through the good order and concord and peace of all; and if not all are at rest and remain within their own bounds, all will be overturned. And in our mind too, if all the thoughts are not at rest, there will be no peace. So great a good is peace, that its makers and craftsmen are called sons of God. Reasonably.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:697 · narrative
Source
ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ εἰρηνοποιοὶ υἱοὶ Θεοῦ, οἱ νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ μάχας ἐμβάλλεις; Καὶ τίς οὕτως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς, καὶ τὸ σῶμα τοῦ Χριστοῦ διασπῶντες μᾶλλον, ἢ οἱ στρατιῶται τῇ λόγχῃ διέτεμνον, ἢ Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατμηθέντα τὰ μέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συναφθῇ, οὐκέτι συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώματος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, ἐννόησον ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος ἐστί; τί γὰρ, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως οὐκ ἔστι θέλημα, φησὶν, ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων· καὶ πάλιν, Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ σὲ καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νομίζεις; Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους; Ὅταν εἰσέλθῃ ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως λέγει, Εἰρήνη ὑμῖν· ὅταν ὁμιλῇ, Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι· καὶ μεταξὺ πάλιν, Χάρις ὑμῖν καὶ εἰρήνη. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες εἰρήνην ἔχειν, ἐκπεπολεμώμεθα πρὸς ἀλλήλους; λαμβάνοντες καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴν εἰρήνην πολεμοῦμεν; Λέγεις, Καὶ τῷ πνεύματί σου. καὶ διαβάλλεις αὐτὸν ἔξω;
English
Since the Son of God also came to earth for this purpose, to make peace both in the earth and in the heavens. And if the peacemakers are sons of God, the troublemakers are sons of the devil. What do you say? Do you stir up strife and quarrels? And who, he says, is so wretched? For there are many who rejoice in evils and tear apart the body of Christ more than the soldiers cut it with the spear, or the Jews broke it with the nails. That evil is less than this: those members, once cut apart, were joined together again; but these, once torn away, if they are not joined together here, will no longer be joined, but remain outside the fullness. When you wish to make war on your brother, consider that you are making war on the members of Christ, and cease from your madness. For what if he is cast out? What if he is of little worth? What if he is contemptible? Thus, he says, it is not the will before my Father who is in heaven that one of these little ones should perish; and again, Their angels always behold the face of my Father who is in heaven. God for his sake became both your servant and mine, and was slain; and do you think he is nothing? Therefore you fight even against God in this, casting votes contrary to him? When the leader of the Church enters, he immediately says, Peace be with you; when he speaks, Peace to all; when the sacrifice is completed, Peace to all; and in between again, Grace to you and peace. How then is it not absurd that, hearing so many times that we should have peace, we are at war with one another? Receiving and giving back, do we make war on the one who gives peace? You say, And with your spirit. And do you slander him outside?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:698 · narrative
Source
Οἴμοι, ὅτι τὰ σεμνὰ τῆς Ἐκκλησίας σχήματα γέγονε πραγμάτων μόνον, οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων τὰ σύμβολα μένει τοῦ στρατοπέδου τούτου· ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ' ἀκούετε τὰ ἑξῆς. Τί φησιν ὁ Χριστός; Εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, εἰσερχόμενοι εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. Διὰ τοῦτο οὐκ ἴσμεν, ὅτι τύπον ῥημάτων νομίζομεν ταῦτα εἶναι, καὶ οὐ συντιθέμεθα τῷ νῷ. Μὴ γὰρ ἐγὼ δίδωμι τὴν εἰρήνην; ὁ Χριστὸς δι' ἡμῶν φθέγγεσθαι καταξιῶν. Εἰ καὶ τὸν ἄλλον ἅπαντα χρόνον κενοὶ τῆς χάριτός ἐσμεν, ἀλλ' οὐ νῦν δι' ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάντιν ἡ τοῦ Θεοῦ χάρις δι' οἰκονομίαν, καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν· εὔδηλον ὅτι οὐδὲ εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ
τοῦτο δι' ὑμᾶς. Μηδεὶς τοίνυν εἴπῃ, ὅτι Εὐτελὴς ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω μοι προσεχέτω· εἰμὶ γὰρ τοιοῦτος· ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα μάθητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν Δανιὴλ, τῷ Βαλτάσαρ διὰ τὸν αὐτόν. Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε, Χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο μὴ λεπρωθῆναι. Διὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ὑπέμεινε; Μὴ θαυμάσῃς.
English
Alas, that the solemn forms of the Church have become mere appearances of things, and not any truth! Alas, that the symbols of this army remain only as far as words! This is why you do not know why it is said, "Peace to all." But hear what follows. What does Christ say? "Into whatever city or village you enter, when you enter the house, greet it; and if the house is worthy, let your peace come upon it; but if it is not worthy, let your peace return to you." For this reason we do not know, because we think these things are a pattern of words, and we do not attend with our mind. Is it not I who give peace? Christ deigns to speak through us. Even if all the rest of the time we are empty of grace, yet not now, for your sake. For if the grace of God worked through a donkey and through a soothsayer by dispensation, and for the benefit of the Israelites, it is evident that he will not refuse to work even through us, but will endure even this for your sake. Let no one therefore say, "I am worthless and lowly and deserving of no account," and so pay attention to me—for I am such a one—but it is always God's custom, for the sake of the many, to set even such men over them. And so that you may learn: he deigned to speak to Cain for the sake of Abel, to the devil for the sake of Job, to Pharaoh for the sake of Joseph, to Nebuchadnezzar for the sake of Daniel, to Belshazzar for the sake of the same. And the magi obtained revelation, and Caiaphas prophesied, being a Christ-killer and unworthy, because of the dignity of the priesthood. It is also said that Aaron was not leprous for this reason. For why, tell me, when both had spoken against him, did only she undergo the penalty? Do not marvel.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:699 · narrative
Source
Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀξιώμασι, κἂν μυρία τις κατηγορῆται, οὐ πρότερον εἰς δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται τὴν ἀρχὴν, ἵνα μὴ ἐκείνη μετ' αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς, κἂν ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπελθὼν εἴτε καὶ ἐνταῦθα. τότε δὴ, τότε χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ νομίζετε παρ' ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα, οὐ δι' ἡμᾶς, ἀλλὰ δι' ὑμᾶς. Ἀκούσατε οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Πῶς δὲ ἀξία γίνεται; Ἐὰν δέξωνται ὑμᾶς, φησίν· Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τῶν λόγων ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως. ἢ τῇ πόλει ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν λεγομένων; τί τὸ κέρδος, ὅτι θεραπεύετε, καὶ οὐ προσέχετε τοῖς λεγομένοις ὑμῖν; Ἐκείνη ἐστὶ τιμὴ ἡμῖν, ἐκείνη θεραπεία ἡ θαυμαστὴ καὶ ὑμᾶς ὠφελοῦσα καὶ ἡμᾶς, ἐὰν ἡμῶν ἀκούητε. Ἀκούετε καὶ τοῦ Παύλου λέγοντος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἀρχιερεύς ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε. Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης· ἂν ἴδῃς ταύτης γυμνὸν, τότε καταφρόνει· τότε οὐδὲ ἐγὼ ἀνέχομαι ἐπιτάττειν· ἕως δ' ἂν ἐπὶ τοῦ θρόνου τούτου καθήμεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωμεν, ἔχομεν καὶ τὴν ἀξίαν καὶ τὴν ἰσχὺν, εἰ καὶ ἀνάξιοί ἐσμεν.
English
For if in the case of secular dignities, even if someone is accused ten thousand times over, he is not brought before a court until he has laid down his office, so that that office may not be insulted along with him, how much more in the case of the spiritual office—whatever sort of man he may be—the grace of God is at work; since otherwise all would be lost. But when he has laid it down, whether by departing or even while still here, then, yes then, he will give a more severe account. Do not suppose that these things are said by us of ourselves; it is the grace of God that works even through an unworthy man, not for our sake but for yours. Hear, then, what Christ says: "If the house is worthy, let your peace come upon it." And how does it become worthy? "If they receive you," he says. "But if they do not receive you, nor listen to your words, truly I say to you, it will be more tolerable for the land of Sodom and Gomorrah on the day of judgment" than for that city. What benefit, then, is there in receiving us, if you do not listen to what we say? What gain is there in honoring us, if you do not attend to what is said to you? That is the honor we receive, that is the wonderful service that benefits both you and us—if you listen to us. Hear Paul also saying: "I did not know, brothers, that he was the high priest." Hear Christ also saying: "Whatever they tell you to observe, observe and do." You are not despising me, but the priesthood. If you see it stripped of worth, then despise it; then not even I endure to give commands. But as long as we sit upon this throne, as long as we hold the presidency, we also hold the dignity and the power, even if we are unworthy.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:700 · narrative
Source
Εἰ ὁ Μωϋσέως θρόνος οὕτως ἦν αἰδέσιμος, ὡς δι' ἐκεῖνον ἀκούεσθαι, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡμεῖς διεδεξάμεθα, ἀπὸ τούτου φθεγγόμεθα, ἀφ' οὗ καὶ ὁ Χριστὸς ἔθετο ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Οἱ πρέσβεις, οἷοί περ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς ἀπολαύουσι τῆς τιμῆς. Ὅρα γάρ· εἰς μέσην βαρβάρων ἔρχονται τὴν γῆν μόνοι μεταξὺ τοσούτων πολεμίων, καὶ ἐπειδὴ μεγάλα ὁ τῆς πρεσβείας ἰσχύει νόμος, πάντες αὐτοὺς τιμῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες μετὰ ἀσφαλείας ἐκπέμπουσι. Καὶ ἡμεῖς τοίνυν πρεσβείας ἀνεδεξάμεθα λόγον, καὶ ἥκομεν παρὰ τοῦ Θεοῦ· τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα. Ἥκομεν πρὸς ὑμᾶς πρεσβεύοντες, ἀξιοῦντες καταλῦσαι τὸν πόλεμον· καὶ λέγομεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόμενοι δώσειν, οὐδὲ σίτου μέτρα τόσα καὶ τόσα, οὐδὲ ἀνδράποδα, οὐδὲ χρυσίον, ἀλλὰ βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον, συνουσίαν τὴν μετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ μήτε εἰπεῖν ἡμῖν δυνατὸν, ἕως ἂν ἐν τῇ σαρκὶ ταύτῃ ὦμεν καὶ τῷ παρόντι βίῳ. Πρεσβεύομεν τοίνυν, ἀπολαύειν δὲ βουλόμεθα τιμῆς, οὐ δι' ἡμᾶς, μὴ γένοιτο· ἴσμεν γὰρ ἡμῶν τὸ εὐτελές· ἀλλὰ δι' ὑμᾶς, ἵνα ὑμεῖς μετὰ σπουδῆς τὰ παρ' ἡμῶν ἀκούητε, ἵνα ὑμεῖς ὠφελῆσθε, ἵνα μὴ μετὰ ῥᾳθυμίας ἢ ἀπροσεξίας κατέχητε τὰ λεγόμενα. Οὐχ ὁρᾶτε τοὺς πρέσβεις, πῶς πάντες αὐτοὺς περιέπουσιν; ἡμεῖς Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαντες ὑμῖν τοῦτο, οὐχ ἡμεῖς, ἀλλ' αὐτὴ ἡ ἐπισκοπὴ, οὐχὶ ὁ δεῖνα, ἀλλ' ὁ ἐπίσκοπος. Μηδεὶς ἐμοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώματος.
English
If the throne of Moses was so venerable that he was heard on account of it, how much more the throne of Christ. We have succeeded to that throne; from this we speak, from which Christ also appointed for us the ministry of reconciliation. Ambassadors, whatever sort they may be, enjoy great honor because of the dignity of their embassy. For observe: they go into the midst of a barbarian land alone, among so many enemies, and since the law of embassy is mighty, all honor them, all look to them, all send them forth in safety. We too, then, have received the word of an embassy, and we have come from God; for this is the dignity of the episcopate. We have come to you as ambassadors, asking you to put an end to the war; and we say on what terms: not promising to give cities, nor so many measures of grain, nor slaves, nor gold, but the kingdom of heaven, eternal life, fellowship with Christ, and the other good things which it is not possible for us to speak of while we are in this flesh and in the present life. We are ambassadors, then, and we wish to enjoy honor, not for our own sake—God forbid; for we know our own worthlessness—but for your sake, that you may hear what comes from us with zeal, that you may be benefited, that you may not hold on to what is said with indifference or inattention. Do you not see the ambassadors, how all attend to them? We are ambassadors of God to men. But if this is burdensome to you, it is not we, but the episcopate itself; not this man here, but the bishop. Let no one hear me, but the dignity.
Citation. Tergwame, “Eclogae ex diversis homiliis”, khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0858 ·
generated 2026-11-15.