khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:201 · narrative
Source
πυθομένου γὰρ τοῦ παιδὸς, τίνος ἦν θυγάτηρ, οὐ μόνον τὸν πατέρα καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα, καί φησι· Θυγάτηρ μέν εἰμι Βαθουὴλ τοῦ Μελχὰς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Καὶ πάλιν περὶ τοῦ τόπου, εἰ ἔστι μόνον καταλῦσαι αὐτοὺς, πυθομένου τοῦ παιδὸς, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν. Εἶδες ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ τῆς σωφροσύνης ἡ ἀκρίβεια, καὶ τῆς ταπεινοφροσύνης ἡ ὑπερβολὴ, καὶ τῆς φιλοξενίας ἡ ἐπίτασις; Πόσου πλούτου οὐκ ἂν εἴη τιμιωτέρα; πόσων θησαυρῶν προτιμότερά τις ταῦτα ἡγήσεται; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, τοῦτο ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ταῦτα ἀκούσας ὁ οἰκέτης καὶ θαυμάσας τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ' εἰς τὴν οἰκίαν τοῦ Ναχὼρ, ὃς ἦν ἀδελφὸς Ἀβραὰμ τοῦ κυρίου αὐτοῦ, ἡσθεὶς ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, προσεκύνησε τῷ Κυρίῳ τῷ διὰ τὴν εἰς τὸν πατριάρχην εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, οὕτω πάντα μετ' εὐκολίας αὐτῷ κατευοδώσαντι· καί φησιν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου Ἀβραάμ. Καὶ λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη ἡ παῖς, μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, ἀπήγγειλε τοῖς γονεῦσιν αὐτῆς ἅπερ ἤκουσε παρὰ τοῦ παιδός.
English
For when the servant asked whose daughter she was, she disclosed not only her father but also her father's father, and says: I am the daughter of Bethuel the son of Milcah, whom she bore to Nahor. And again, when the servant asked about the place, whether there was only room to lodge them, she says: Not only is there room, but we have plenty of straw and fodder as well. Did you see, at such an age, how great was the exactness of her chastity, the excess of her humility, and the intensity of her hospitality? Of how much wealth would this not be more precious? Than how many treasures would one consider these things preferable? This is the greatest dowry, this is the countless good things, this is the treasure that is never spent. When the servant heard these things and marveled at her abundant hospitality, and learned that he had not come to some strangers but to the house of Nahor, who was the brother of Abraham his master, delighted at what had been said by the girl, he worshiped the Lord, who through his goodwill toward the patriarch had shown such great care for him, having thus made everything prosper for him with ease; and he says, Blessed is the Lord God of my master Abraham, who has not forsaken his righteousness and his truth from my master Abraham. And thereafter he himself also makes known to the girl who he is, and through his thanksgiving to God he makes it clear to her that he has not come from a foreign house, but that the one who sent him is also a brother of Nahor. When the girl had learned these things, she ran with great joy and reported to her parents what she had heard from the servant.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:202 · narrative
Source
Καὶ ἔδραμε Λάβαν ἔξω πρὸς τὸν ἄνθρωπον ἐπὶ τὴν πηγὴν, καὶ ἰδὼν αὐτὸν ἑστῶτα μετὰ τῶν καμήλων, εἶπεν αὐτῷ· Τί ἕστηκας ἔξω; δεῦρο εἴσελθε· προλαβὼν γὰρ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, Ἀπέσαξε τὰς καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ' αὐτοῦ, καὶ παρέθηκεν αὐτοῖς ἄρτον φαγεῖν. Ἀλλ' ἐνταῦθα σκόπει μοι τὴν πολλὴν τοῦ οἰκέτου σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι' ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες, οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαι, φησί· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, χρυσίον καὶ ἀργύριον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδωκεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Καὶ ὥρκωσέ με ὁ κύριός μου λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ
English
And Laban ran out to the man at the spring, and seeing him standing with the camels, he said to him: Why do you stand outside? Come in; for I have beforehand prepared the house, and a place for the camels. Then when he had entered, he unloaded the camels; and he gave straw and fodder, and water to wash his feet, and the feet of the men who were with him, and he set bread before them to eat. But here observe for me the great understanding of the servant. For what does he say? I will not eat until I have told you the reason for which I have undertaken so great a journey, and for whose sake I have come here from the land of Canaan, and how I was guided to your house, so that having learned everything, you also may show your own goodwill toward my master. And beginning to recount, he says: I am the servant of Abraham; and the Lord has blessed my master exceedingly, and has given him sheep and calves, gold and silver, male servants and female servants, camels and donkeys. And Sarah, the wife of my master, bore one son to my master after he had grown old, and he gave him all that he had. And my master made me swear, saying: You shall not take a wife for my son
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:203 · narrative
Source
μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ· ἀλλ' εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο· ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυρίου μου, Εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευ θῆναι μετ' ἐμοῦ; Καὶ εἶπέ μοι· Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς εὐχαῖς ἐφοδιάσας ἐξέπεμψεν. Ἐπεὶ δὲ αἱ παρ' αὐτοῦ γενόμεναι προσευχαὶ ἐληλύθασι, καὶ οὕτως ἅπαντα ἐναργῶς ᾠκονομήθη παρὰ τοῦ Θεοῦ, ὥστε φθάσαι με πρὸς ὑμᾶς, λοιπὸν καὶ ὑμεῖς τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθε, καὶ εἰ ποιεῖτε ἔλεος πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα εἰδέναι ἔχω ὅ τι δεῖ με διαπράξασθαι· εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι. Καί φησι πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης, καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθά σοι ἀντειπεῖν καλὸν, ἢ κακόν· οὐδὲ οἷόν τε τοῦτο παρ' ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. Ταῦτα ἀκούσας ὁ παῖς παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, Προσεκύνησε τῷ Κυρίῳ ἐπὶ τὴν γῆν· καὶ ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ· καὶ λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημάτων ἐγγυηθεῖσαν τῷ Ἰσαάκ· τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα.
English
...my son Isaac from the daughters of the Canaanites, among whom I sojourn; but you shall go to the house of my father, and to my tribe, and you shall take a wife for my son from there. He gave these commands; but I, considering the difficulties and reckoning the hardship of the matter, asked my lord, "What if the woman is not willing to go with me?" And he said to me: "The Lord, before whom I have been well-pleasing, he himself will send his angel with you, and will prosper your way, and you shall take a wife for my son from my tribe and from my father's house." With these commands, and furnished with these prayers, he sent me out. And since the prayers made by him have come to pass, and all things have been so clearly ordered by God that I have reached you, henceforth you also show what is on your part, and if you are doing mercy toward my lord, tell me, so that I may know what I must do; but if not, that I may make my journey elsewhere. And the father of the girl and her brother say to him: "This word has come from the Lord; we shall not be able to speak against you either good or bad; nor is it possible for this to be done by us. Behold, you have the girl; take her and depart, and she shall be a wife for the son of your lord, as the Lord has spoken." When the servant heard these things from the father and the brother, he worshiped the Lord upon the earth; and bringing out vessels of gold and silver and clothing, he gave them to Rebekah; and henceforth he treats her with openness, as one already betrothed by these words to Isaac; and he honors with gifts both the brother and the mother.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:204 · narrative
Source
Καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον αὐτὸς, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς πρωῒ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρθένος μεθ' ἡμῶν ὡσεὶ ἡμέρας δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς. Τίνος ἕνεκεν ὑπερτίθεσθε καὶ ἀναβάλλεσθε, τοῦ Θεοῦ τοσαύτην εὐκολίαν ἐν πᾶσί μοι παρεσχηκότος; Οἱ δὲ εἶπαν· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν αὐτήν. Καὶ ἐκάλεσαν καὶ εἶπον αὐτῇ· Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. Καὶ ἐξέπεμψαν Ῥεβέκκαν καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ' αὐτοῦ. Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ· Γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πύλας τῶν ὑπεναντίων. Καὶ ἀναστᾶσα Ῥεβέκκα, καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου. Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης, ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ ἐπὶ τὰς καμήλους ἐπιβαίνουσαν; Μήπου ἡμίονοι ἀργύρῳ περιλαμπόμενοι τοὺς τραχήλους; μήπου οἰκετῶν ἐσμὸς, ἢ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη; Οὐδαμοῦ· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Εἴδετε ἐκ τῶν παρὰ τοῦ Ἀβραὰμ εἰς τὸν υἱὸν γεγενημένων, ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι τοῖς ἑαυτῶν παισὶν οἱ γονεῖς; ὅπως πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν;
English
And when he saw that the command of his master had come to fulfillment, then at last he takes his rest. For he says, I ate and drank, he and the men who were with him, and they slept. And rising early he said, Send me away, that I may go to my lord. But the brothers and the mother said, he says, Let the maiden remain with us about ten days, and after this you shall depart. But he said to them, For what reason do you postpone and put off, when God has granted me such ease in all things? But they said, Let us call the girl and ask her. And they called and said to her, Will you go with this man? And she said, I will go. And they sent away Rebekah and her possessions, and the servant of Abraham, and those with him. And they blessed Rebekah, and said to her, Become thousands of ten thousands, and let your seed inherit the gates of their adversaries. And Rebekah arose, and her maids, and they mounted the camels, and went with the man. Do you see what a bride the patriarch brings home, one who drew water, and carried the pitcher on her shoulders, and mounted the camels? Were there perhaps mules with necks gleaming with silver? Perhaps a swarm of servants, or the great luxury that exists now? Nowhere; but such was the courage of the women of old, that they even mounted the camels themselves, and so journeyed. Have you seen, from what was done by Abraham for his son, how in ancient times parents were eager to bring wives to their own children? How before wealth they sought nobility of soul?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:205 · narrative
Source
Μήπου γραμματεῖα; μήπου συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται; Οὐδὲν γὰρ ἐκείνοις τοιοῦτον, ἀλλὰ τὸ μέγιστον καὶ ἀσφαλὲς γραμματεῖον τῆς κόρης ὁ τρόπος. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν πρὸς τὸν νυμφίον εἰδῆτε τὴν κόρην ἐπαναχθεῖσαν. Ἐξῄει γὰρ, φησὶν, Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, εἶδε τὰς καμήλους ἐρχομένας, ἐν αἷς ἐπεκάθητο Ῥεβέκκα. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Καὶ μαθοῦσα, ὅτι αὐτός ἐστιν ὁ μέλλων ταύτην ἀγαγέσθαι, Περιεβάλετο, φησὶ, τὸ θέριστρον. Καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Σκόπει πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα· οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ
χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιείκεια. Εἰσῆλθε γὰρ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν· καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτήν. Ταύτην μιμείσθωσαν γυναῖκες, τοῦτον ζηλούτωσαν ἄνδρες, καὶ οὕτω τὰς νύμφας ἄγεσθαι σπουδαζέτωσαν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται, καὶ μεθ' ἡδονῆς τὸν βίον διάξωσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι. Εἰ δέ γε βούλει φιλοτιμίαν ἐπὶ γάμου ἐπιδείξασθαι κέρδος ἔχουσαν, κάλεσον χοροὺς πενήτων. Ἀλλὰ αἰσχύνῃ καὶ ἐρυθριᾷς; καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζεις αἰσχρὸν ποιεῖν·
English
Perhaps written contracts? Perhaps agreements, and the other ridiculous things that happen now? For nothing of that sort existed among them, but the girl's greatest and most secure document was her character. And you will know this when you see the girl brought back to the bridegroom. For he says, Isaac went out to meditate in the field; and looking up with his eyes, he saw the camels coming, on which Rebekah was riding. And Rebekah, seeing Isaac, leaped down from the camel and said to the servant: Who is that man walking in the field to meet us? And when she learned that he was the one who was to take her as his wife, she put on, it says, her veil. And the servant, having arrived, recounted everything to Isaac with precision. Consider how nowhere are these superfluous and useless things; nowhere a diabolical procession, nowhere cymbals and flutes and dances, and those satanic banquets, but all modesty, all wisdom, all gentleness. For Isaac entered, it says, into the house of his mother, and took Rebekah; and she became his wife, and he loved her. Let women imitate this, let men be zealous for this, and let them be eager that brides be led in this way, so that both the bridegroom's desire may increase and the girl's chastity may be intensified, and they may pass their life in pleasure, upheld by the favor of God. But if you wish to display an ambition at marriage that brings profit, call choirs of the poor. But you are ashamed and blush? And what could be worse than this irrationality? Dragging the devil into your house, you think you are doing nothing shameful—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:206 · narrative
Source
τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ἀλλ' οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο, φησίν. Ἀλλὰ σὺ κατάρξαι σπούδασον, καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις καὶ μιμήσηται τοῦτο τὸ ἔργον, πρὸς τοὺς ἐξετάζοντας ἔχουσι λέγειν οἱ ἔγγονοι, καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγε, καὶ τὸ ὑφ' ἑτέρων κατορθούμενον, σοὶ τῷ πρώτῳ φυτευσαμένῳ τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν. Καὶ ὥσπερ μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων, ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει· οὕτω καὶ πενήτων εἰσιόντων, ὁ Χριστὸς παραγίνεται. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τῶν εἰς τούτους ἀναλωμάτων πολύν τινα λήψῃ τὸν καρπὸν ταχέως. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ· καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην, περιστάντες οἱ παρ' αὐτῆς τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.
English
Are you ashamed to bring Christ in? But no one in the city has done this, he says. But you, be eager to begin, and to become the leader of this noble custom, so that those after you may also refer it to you. And if someone emulates and imitates this deed, their descendants, and their descendants' descendants, will have something to say to those who inquire: that such-and-such a person first introduced this noble law, and the good accomplished by others will bring its reward to you, the first to plant those fruits. And just as when soft and mimetic dancers perform there, the devil revels in their midst; so too, when the poor enter in, Christ is present. And from that expenditure there is no profit, but great harm may even result; but from what is spent on these, you will quickly receive abundant fruit. And that this is true, learn from the girl in Joppa; for once, when she lay dead, the poor who were fed by her stood around her and wept and raised her up, and brought her back to life; in Christ Jesus our Lord, to whom be the glory and the power, with the Father and the Holy Spirit, now and always, and unto the ages of ages. Amen. Homily 15. On Covetousness.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:207 · narrative
Source
Τίνος ἕνεκεν ἀπὸ πλεονεξίας πλουτεῖν ἐπιθυμεῖς, ἄνθρωπε, ἵνα ἑτέροις μὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι; καὶ ἵν' ὁ ἀποστερηθεὶς ὑπὲρ τῆς τῶν ἀναγκαίων δάκνηται τροφῆς καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκη ταί σοι κατηγόρους; Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τοῦτο, τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ τοῦτο· καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικήσεως, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Καὶ μή μοι λέγε· Πῶς ὁ δεῖνα εὐπραγεῖ πονηρὸς ὤν; εἰ γὰρ καὶ εὐπραγεῖ, ἀλλ' οὐκ εἰς τέλος. Μὴ παραζήλου γὰρ, φησὶν, ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ἡ πλεονεξία ζύμη τίς ἐστι παλαιὰ, καὶ ὅπουπερ ἂν ἐμπέσῃ καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται· κἂν μικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύμωσε. Διὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες, μὴ τὰ αὐτὰ πάσχωσι· Μάλιστα μὲν πείσονται, κἂν μὴ παραυτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται.
English
For what reason do you desire to be rich from greed, O man—so that gold and silver may be heaped up for others, but curses and accusations for you? And so that the one who was defrauded may be stung for want of necessary food and may wail, and may draw countless accusers against you? And—what is far more dreadful than this—when on that day, before the fearful judgment seat, the man who suffered wrong and lost all his possessions is brought into the midst, and you have no advocate, what will you say to the Judge? For now you are able to corrupt this human court, but that one you will no longer be able to corrupt—or rather, not even this one; for God sees what is done, and is near to those who are wronged even without being called upon. For the man who has suffered wrong, even if he himself is unworthy to obtain any vengeance, nevertheless, since what is done does not please God, he certainly has the One who will avenge him. And do not say to me, “How is so-and-so prosperous, though he is wicked?” For even if he prospers, it is not to the end. For do not be envious, it says, of those who do evil, for like grass they will quickly wither, and like green herbs they will quickly fall away. Greed is a kind of old leaven, and wherever it falls and into whatever house it enters, it makes that house unclean; even if you gain a little from injustice, it has leavened your whole substance. For this reason, often the few things brought in wickedly have cast out the many things that were stored up well. What then, he says, when many who are greedy do not suffer the same things? Most certainly they will suffer, even if they do not suffer immediately; but if they escape now, fear all the more then; for they are being kept for a greater punishment.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:208 · narrative
Source
Μᾶλλον δὲ κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Καὶ γὰρ ὁ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως οἶδεν ἀκριβῶς, ὅτι τὰ ἑτέρων ἔχει, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους
κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος μετὰ πολλῆς τῆς προσθήκης κατὰ τὸν Ζακχαῖον· εἰ δὲ ἀγνοεῖς, εἰς τοὺς δεομένους ταῦτα διάνειμαι, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Ἐὰν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν Θεόν. Εἰ γὰρ τὰ δεύτερα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην ἐσχάτην· ὅταν ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμεν, πῶς οὐ πεισόμεθα χαλεπώτερα; Τί τὸν Δεσπότην ὑβρίζεις ἀκάθαρτα δῶρα προσάγων αὐτῷ; Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐδὲ δέχεται τοιαύτην τροφήν. Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων αὐτόν· βέλτιον οὐδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα· εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας περιέβαλες τὸν γυμνὸν, ἆρ' οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας·
English
But even if they themselves escape, those who inherit their property will suffer the same things. And how is this just, someone says? It is entirely just. For the one who receives an inheritance full of injustice, even if he himself did not seize it, nevertheless knows precisely that he holds what belongs to others, and for this reason it was just that he suffer. The laws of outsiders also know these things, which, letting go the robbers and embezzlers, command that restitution be demanded from those with whom one finds all of one's own property lying. If, then, you know those who were wronged, repay with great addition, like Zacchaeus; but if you do not know, distribute these things to the needy, and so you will also alleviate the harm. For if we give all things from others, it is no profit to us. And Zacchaeus shows this, who then said he would propitiate God, giving fourfold of what had been taken. But we, seizing countless things and giving few, think we make God propitious. For if Cain, offering the second-fruits, and these not even having wronged another, paid the ultimate penalty, when we offer from robbery and greed, how will we not suffer worse things? Why do you insult the Master by bringing unclean gifts to him? Christ does not wish to be fed by greed, nor does he accept such food. Better to overlook him wasting away with hunger than to feed him from such things; better to give nothing at all than to give others' things to others. For tell me, if you saw two men, one naked and the other having a cloak, and then stripping the one who had the cloak you clothed the naked man, did you not wrong him? It is clear to everyone, surely. But if, giving to another all that you took, you wronged him and did not show mercy—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:209 · narrative
Source
ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐχ ὑποστήσῃ τιμωρίαν; Εἰ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε κατήγορος, τίνος ἀπολογίας τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν καὶ τὰ ἀλλότρια λαμβάνοντες; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ· οἱ καὶ λιμῷ αὐτὸν παραδιδόντες, δι' ὧν ἁρπάζουσι, καὶ ἐνδεδυμένον γυμνοῦντες, καὶ ξένον ὄντα οὐ μόνον οὐ συναγαγόντες, ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀῤῥωστοῦντα οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπὶ πλέον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένον οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένον εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, πόσην ὑποστήσονται τιμωρίαν; Εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμει νον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Εἰ ὁ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα· ὁ καὶ τὰ ἀλλότρια ἁρπάζων ποίας τεύξεται συγγνώμης, Οὐ γὰρ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἐστιν. Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ καὶ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ τὰ ἑτέρων ἀδίκως περιβαλλόμενοι, καὶ τὰς τῶν ὀρφανῶν καὶ χηρῶν ἀνατρέποντες οἰκίας, ποίας ἀπολαύσονται παραμυθίας; Φρίξωμεν τοίνυν τὸ πρᾶγμα· φύγωμεν τὴν ἁμαρτίαν·
English
When you do not give even the smallest fraction of what you seize, and you call the thing almsgiving, what punishment will you not undergo? If Lazarus, though wronged in nothing by the rich man and having enjoyed none of his goods, stood as a bitter accuser, what defense will those obtain who, in addition to not showing mercy from their own means, also take what belongs to others? If those who did not feed the hungry Christ are condemned with the devil to the unquenchable fire, what punishment will those undergo who even hand him over to famine by what they seize, and strip the clothed man naked, and not only fail to take in the stranger but even drive him away, and not only fail to visit the sick but even crush him further, and not only fail to see the bound man but even arrange to throw the freed man into prison? If the one who loves those who love him will be no better off than the Gentiles, what forgiveness will the one who maltreats those who have done him no wrong have? If the one who does not share his own goods has as his accuser the one who was not shown mercy, what forgiveness will the one who also seizes what belongs to others obtain? For it is not only seizing what belongs to others, but also not sharing one's own with others—this too is seizure and greed and deprivation. If those who did not feed the hungry Christ drew so great a fire upon their own head, what consolation will those enjoy who seize what does not belong to them at all, and unjustly clothe themselves in others' goods, and overturn the houses of orphans and widows? Let us therefore shudder at the matter; let us flee from sin.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:210 · narrative
Source
φεύξομεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας· οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας; Τί τοίνυν τοῦ ἅρπαγος ἐλεεινότερον γένοιτ' ἂν, ὅταν τὰ μὲ συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πολέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων παρανομίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας; Ἄρα τί τῶν πλεονεκτῶν γένοιτ' ἂν χαλεπώτερον, ὅτι καὶ τὴν ζωὴν αὐτῶν θανάτου παντὸς χαλεπωτέραν ἐργάζονται, τῆς φροντίδος καὶ τῆς ἀθυμίας καὶ τῆς διηνεκοῦς ἀγρυπνίας κατεσθιούσης αὐτὴν καὶ κατὰ μικρὸν δαπανώσης, καὶ πᾶσαν ἡδονὴν καὶ ἀρετῆς καὶ κακίας ἐντεῦθεν ἐλαύνοντες; Καὶ ἐν μὲν τῷ κερδαίνειν κἂν τὰ πάντα περιβάλωνται, οὐδεμιᾶς αἰσθάνονται ἡδονῆς, τῷ τῶν πλειόνων ἐφίεσθαι· ἐν δὲ τῷ ζημιοῦσθαι, κἂν ὀβολὸν ἀπολέσωσι, πάντων ἡγοῦνται χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι νομίζουσι τῆς ζωῆς. Κἂν γυναῖκα ὁ τοιοῦτος ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι
English
We shall escape if we consider those before us who did wrong, who grasped for more and departed this life—do not others enjoy their money and their labors, while they themselves are in punishment and retribution and incurable evils? How then is this not the utmost folly, to be beaten down and to suffer misery, so that both while living we are worn out by labors, and when we depart we endure unbearable punishments and retributions? What then could be more pitiable than the robber, when the things he gathered together, often his enemies and foes have divided among themselves; but the sins piled up for him from these things he takes and departs with, being required for these transgressions with great exactness? Is there anything then more grievous than the greedy? For they make their own life more grievous than any death, since anxiety and despondency and continual sleeplessness devour it and little by little consume it, and drive out from it every pleasure both of virtue and of vice. And in gaining, even if they encompass all things, they feel no pleasure, because they desire more; but in losing, even if they lose an obol, they think they have suffered the worst of all things, and suppose they have fallen out of life itself. And if such a man has a wife, if children, if friends, unless it is possible for him to gain from every side, these are to him as natural enemies.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:211 · narrative
Source
πολεμιώτεροι καταφαίνονται. Δικαίως γάρ τίς φησι εἶναι φιλαργύρου μηδὲν ὠμότερον. Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη· δυσχεραίνων πρὸς τὴν ἄλλων εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος, πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν· πάντα ὑπομένων ὅθεν καὶ δύο συλλέξαι μόνον ὀβολοὺς ἔνι· ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουτοῦντας· τοὺς μὲν, μήποτε προσελθόντες αἰτήσωσι, τοὺς δὲ, ὅτι μὴ τὰ ἐκείνων ἔχῃ· ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆσθαι, καὶ ὡς παρὰ πάντων ἠδικημένος, οὕτω πρὸς ἅπαντας διάκειται. Καὶ ὅπερ ἐστὶ μαινομένῳ ξίφος. τοῦτο καὶ φιλαργύρῳ πλοῦτος, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι' ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ' ἑκάστην δέχεται τὴν ἡμέραν, οὐκ ἀπαλλάττων τῆς μανίας ἑαυτὸν, ἀλλ' ἐπιτείνων μειζόνως· καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέρας παρέχει πληγῆς χαλεπωτέρας. Τί τοίνυν τοῦ πλεονέκτου γένοιτ' ἂν χαλεπώτερον; ὅτι μετὰ τὸ τὴν ψυχὴν ἀπολέσαι τὴν ἑαυτοῦ καὶ τὸ σῶμα μυρίαις κατατεῖναι φροντίσι, καὶ τρυφῆς καὶ ἡδονῆς καὶ τιμῆς καὶ δόξης ἁπάσης ἐστέρηται, δι' ἣν μάλιστα πολλὰ ἁμαρτάνουσιν ἄνθρωποι.
English
They show themselves more hostile. For with good reason someone says that nothing is more savage than a lover of money. For such a person both gives himself over and goes about as a common enemy of the inhabited world, grieving that the earth does not bear gold instead of ears of grain, and the springs water instead of streams, and the mountains stones; resentful at the prosperity of others, withdrawn from the common goods, turning away from every pretext from which silver cannot be obtained; enduring everything from which one can collect even only two obols; hating all—the poor, the rich: the former, lest they come forward and ask; the latter, because he does not have their possessions. He thinks that all have acquired what is his, and as though wronged by all, so he is disposed toward all. And what a sword is to a madman, that wealth is to a lover of money—or rather, much more grievous. For the madman, having taken the sword and thrust it through himself, is released from his madness and receives no second blow; but the lover of money receives countless more grievous wounds each day, not releasing himself from the madness but intensifying it the more; and the more wounds he receives, the more he provides occasion for other, more grievous blows. What, then, could be more grievous than the covetous man? Because after destroying his own soul and stretching out his body with countless anxieties, he is deprived of luxury and pleasure and honor and all glory, for the sake of which especially people commit many sins.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:212 · narrative
Source
Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι μηδὲν ἠδικημένος κατὰ τῶν οὐδὲν ἠδικηκότων ἐκθηριοῦται καὶ ὁπλίζεται, καὶ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας τὰ καλὰ, πρὸς πάντας ἐκπεπολέμωται. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν αὐτὸν, ἅτε καὶ κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσι, τὸν αὐτὸν ἐπιδείκνυνται πόλεμον· οἱ δὲ μείζους καὶ δυνατώτεροι δακνόμενοι καὶ ἀγανακτοῦντες ὑπὲρ τῶν ταπεινοτέρων, ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται ἢ παραψυχή; Τοῦτο πλοῦτος, τὸ ἀδικεῖν, εἰπέ μοι; τοῦτο οὐ χαλεπώτερον καταδίκου; ὁ κατάδικος δέδεται τὸ σῶμα, οὗτος δέδεται τὴν ψυχήν. Ὁρᾷς αὐτὸν δεσμώτην, καὶ οὐκ ἐλεεῖς αὐτόν; Διὰ τοῦτο αὐτὸν, φησὶ, μισῶ, ὅτι δέδεται οὐκ ἀνάγκῃ, ἀλλὰ προαιρέσει τὴν ἅλυσιν ἐπισπασάμενος. Πάλιν σὺ πρὸς τοὺς πλουτοῦντας· πάλιν ὑμεῖς κατὰ τῶν ἁρπαζομένων. Ὑμεῖς οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας· καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς. Ἀεὶ σὺ τοῖς πλουσίοις κεκόλλησαι· ἀεὶ καὶ σὺ τῷ πένητι κεκόλλησαι. Ἀπόστηθι τοῦ προβάτου μου, ἀπόστηθι τῆς ποίμνης μου· εἰ δὲ λυμαίνῃ μου τὴν ποίμνην, ἐγκαλεῖς, ὅτι διώκω σε; Οὐ διώκω σέ· λύκον διώκω. Εἰ μὴ εἶ λύκος, οὐ διώκω σε· εἰ δὲ διώκω σε, σαυτὸν αἰτιῶ ὅτι λύκος ἐγένου. Ἐὰν μὲν βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτῶν δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν·
English
And what is even more grievous, that though wronged in nothing, he rages and arms himself against those who have wronged no one, and casting away all noble things from his soul, he is at war with all. For those who are wronged hate him, inasmuch as they have suffered evil; and those who have not yet suffered, fearing lest they suffer, and grieving with those who have suffered, show the same warfare against him; and those who are greater and more powerful, being stung and indignant on behalf of the humbler, and moreover also envying, are likewise enemies and hate him. And why do I speak of men? For when he has God also at war with him, what hope or consolation will be left to him? Is this wealth, to do wrong, tell me? Is this not more grievous than a condemned man? The condemned man is bound in body, but this man is bound in soul. Do you see him a prisoner, and do you not pity him? Therefore, he says, I hate him, because he is bound not by necessity, but by choice, having drawn the chain upon himself. Again you against the rich; again you against those who are plundered. You are not satisfied with eating and biting the poor; and I am not satisfied with correcting you. You have always clung to the rich; you have always clung to the poor man. Depart from my sheep, depart from my flock; but if you ravage my flock, do you accuse me because I pursue you? I do not pursue you; I pursue a wolf. If you are not a wolf, I do not pursue you; but if I pursue you, blame yourself that you have become a wolf. If a king commands to abstain from the goods of another, and moreover even to give of one's own, we all bring it forward readily.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:213 · narrative
Source
τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, οὐκ ἀνεχόμεθα, ἀλλὰ προτιμῶμεν τοῦ Θεοῦ τοὺς ἀνθρώπους· καὶ πῶς οὐ δεινόν; Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πόσῳ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους; Βαρὺ τὸ ῥῆμα καὶ ἐπαχθές· οἶδα κἀγώ· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φυγόντες τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανακτεῖτε; καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐμοῦ λεγόμενα. Βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμῖν, ἢ ὑμᾶς ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται. Καὶ καθάπερ αἱ ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὀδυνῶν διακόπτονται· οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ
English
But when God commands us not to plunder, we do not endure it, but we prefer men to God; and how is this not dreadful? For if, even when we honor man equally with God, we insult God, how much more when we prefer men? The saying is heavy and burdensome; I know it myself; but show that it is burdensome by fleeing the deed. But if you do not fear the deed, how can I believe you when you say, "We fear the words, and they are burdensome to us"? You burden yourselves by the deed, and no one says a word; but if I speak the words of which you do the deeds, you are indignant? And how is this not absurd? May what I say prove to be false. I would myself rather receive the reputation of abuse on that day, as having abused you idly and in vain, than see you accused for such things. For he who digs a pit for his neighbor will fall into it himself. And just as women in labor are cut through by their pains, so too the one who works deceit, before he wrongs his neighbor, is himself cut through and in pain, and not as it happens, but also
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:214 · narrative
Source
μετὰ πολλῆς τῆς δριμύτητος. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν παρὰ τὴν ἀρχὴν ἐντεθέν· κἂν μυρία φιλονεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον· καὶ οὐκ ἔστιν οὐδεὶς τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; ἀλλ' ὅμως ἐκεῖνος ἐπιθυμήσας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε. Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων τὸν ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιάσαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην. Βούλεσθε γνῶναι σαφῶς, πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους ὁ πλοῦτος, ἀλλὰ θηρία καὶ δαίμονας; Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ ἦν ἰδεῖν χαλκοῦν τὸν οὐρανὸν γεγενημένον, καὶ τὸν θάνατον τῶν ἁπάντων θανάτων χαλεπώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν, καὶ Θεὸν παρακαλούμενον λῦσαι τοῦτο τὸ δέος· οὗ τῇ φιλανθρωπίᾳ παρ' ἐλπίδα ἅπασαν πολὺς καὶ ἄπειρος ὑετὸς ἄνωθεν κατεφέρετο. Πάντων οὖν ἐν πανηγύρει καὶ ἑορτῇ καθεστώτων, ἅτε ἐξ αὐτῶν ἀναβάντων τῶν τοῦ θανάτου πυλῶν, τῶν πλουτούντων τις, στυγνὸς, κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ ἀθυμίας περιῄει·
English
with great severity. For even if someone is wicked ten thousand times over, the judgment seat of conscience is not corrupted; for it is natural and was implanted in us by God from the beginning. And even if we strive ten thousand times, that conscience stands by, crying out, punishing, condemning; and there is no one among those living in wickedness who does not endure ten thousand pains, both when he plots evil and when he brings his plan to action. For what was more wicked than Ahab? Yet nevertheless, when he desired the vineyard, consider how much pain he had. For being a king and ruling over all, and having no one to contradict him, since he could not bear the verdict of conscience, he went in gloomy, looking down, confused, carrying great darkness on his face, proclaiming on his face the proof of the condemnation from conscience, and unable to overshadow the pain that arose in him from despondency. Do you wish to know clearly how wealth does not allow men to be men, but beasts and demons? A drought once seized our city, and one could see the sky become bronze, and death, harsher than all deaths, expected each day, and God being entreated to loose this fear; by whose love for mankind, beyond all hope, much and boundless rain poured down from above. When all were therefore in festival and celebration, as having ascended from the very gates of death, one of the rich, sullen, downcast, dead from despondency, went about;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:215 · narrative
Source
καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσεν, ἀλλ' ὑπὸ τῆς τυραννίδος τοῦ χαλεποῦ τούτου πάθους κεντούμενος, εἰς μέσον τὴν αἰτίαν ἐξήνεγκε· Μυρία γὰρ σίτου μέτρα κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Τί λέγεις; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῆς τοῦ Δεσπότου φιλοτιμίας πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦλος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; Τί γὰρ αὐτοῦ ἐλεεινότερον γένοιτ' ἂν τοῦ πλουσίου, τοῦ δι' αὐτὸ τοῦτο ἀλγοῦντος, ὅτι ἄπειρα κέκτηται, καὶ δυσχεραίνοντος ὡς ἀπολωλεκέναι νομίζοντος, καὶ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν, ἵνα αὐτῷ χρυσίον προσγένηται; Πῶς ὑμῖν ὑπογράψω βούλεσθε τὰ τοῦ πλεονέκτου πάθη καὶ ἅρπαγος; τί γὰρ τῶν χειρῶν ἐκείνων μιαρώτερον; τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον, ἢ ἀναιδέστερον καὶ κυνικώτερον; Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐδὲ τὸν οὐρανὸν οὐρανὸν, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ γὰρ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οἱ δὲ ἅρπαγες ὁρῶσι πένητας, καὶ μᾶλλον ἐκθηριοῦνται. Οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐ τῶν ἄλλοις δεδομένων ἐφίενται, ἀλλὰ καὶ τὰ αὐτῶν εἰς ἑτέρους κενοῦσιν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λαβόντες ἰδιοποιήσαιντο. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τοῦ πλησίον οὐκ ἀνέχονται·
English
And when many were asking the reason, he could not even hold it inside, but, pricked by the tyranny of this cruel passion, he brought the reason out into the open: "For though I possess countless measures of grain," he says, "I no longer have any way to dispose of them." What are you saying? Are you in pain because not all have perished, so that you might gather up gold? Have you not heard what Solomon says: "He who withholds grain is cursed by the people"? But you go about as a common enemy of the good things of the world, and an adversary of the Master's generosity, and a friend of mammon—or rather, a slave? For ought not that tongue to have been cut out? Ought not the heart that gave birth to these words to have been extinguished? For what could be more pitiable than this rich man, who grieves for this very reason—that he possesses countless things—and is vexed, thinking he has lost them, and each day prays that a famine may come, so that gold may accrue to him? Do you wish me to sketch for you the passions of the greedy and rapacious man? For what is more polluted than those hands? What is more shameless than those eyes, or more impudent and more dog-like? He does not see men as men, nor heaven as heaven, but thinks everything to be money. For the eyes of men are accustomed to see the poor worn down and to weep over them; but the rapacious see the poor and are all the more brutalized. The eyes of men do not covet what has been given to others, but even pour out their own upon others; but these men do not endure it unless, having taken the possessions of all, they make them their own. The eyes of men do not endure to see the body of their neighbor naked;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:216 · narrative
Source
οὗτοι δὲ, εἰ μὴ πάντας γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθοιντο, οὐδέποτε κόρον λαμβάνουσι· μᾶλλον δὲ οὐδὲ τότε ἐμπίπλανται. Διόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον τῆς τοιαύτης τροφῆς, ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν· ἐπεὶ εἰ μέλλοιμεν εἰς τοῦτο αὐταῖς κεχρῆσθαι, βέλτιον αὐτὰς ἐκκοπῆναι καὶ χωρὶς τούτων εἶναι. Ὅταν γὰρ πρόβατον μὲν σπαραττόμενον ὑπὸ θηρίου τις ἰδὼν ἀλγῇ, καὶ τὴν ψυχὴν δάκνηται, εἰς δὲ τὸν ὁμόφυλον τοῦτο αὐτὸ ἐργαζόμενος, οὐ νομίζῃ τι ποιεῖν δεινόν· πῶς ἂν εἴη ἄνθρωπος ὁ τοιοῦτος, ἀλλ' οὐ θηρίον, καὶ τοῦ θηρίου χείρων; Τὰ μὲν γὰρ θηρία τῇ φύσει ἐστὶ τοιαῦτα· οἱ δὲ πλεονέκται κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς
τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται. Τῶν τοιούτων καὶ τὰ στό ματα θηρίων ἐστὶ στόματα· μᾶλλον δὲ καὶ τούτων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκ ἔτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ· καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας. Οἱ μὲν γὰρ δαίμονες τοὺς ἐπιβουλευομένους ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι.
English
But these men, unless they strip everyone bare and devour all that everyone has at home, never take their fill; or rather, not even then are they satisfied. Therefore one might say that their hands are not only the hands of wild beasts, but far fiercer and more savage than even those. For bears and wolves, once they have had their fill of such food, withdraw; but these men have no fill. And yet for this reason God made us hands, that we might help others, not that we might plot against them; since if we were going to use them for this, it would be better for them to be cut off and to be without them. For when someone sees a sheep torn apart by a beast and grieves, and is bitten in his soul, yet when he does this very thing to one of his own kind, does he not think he is doing anything terrible? How could such a man be a human being, and not a beast, and worse than a beast? For beasts are such by nature; but the greedy, having gentleness by nature, force themselves against nature into
the beastly. The mouths of such men are the mouths of beasts; or rather, fiercer even than those; for they utter words that send forth poison more than those teeth, working murder. And if one examines the mind of such men, he will no longer call them merely beasts, but even demons; for they are full of great cruelty and of hatred toward their fellow servant. For the demons have the men they plot against cooperating with them; so that if they did not cooperate, the greater part of their plots against us would be done away with; but these men attempt to prevail even when those they wrong contend against them.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:217 · narrative
Source
Καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς τῶν ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων, καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα. Ὄντως θηρίων χαλεπωτάτων, τὸ μὴ ὑπό τινος ἀδικουμένους αὐτοὺς ἄρχειν ἀδικίας· μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας εἰς ἀνάγκην καταστήσῃς, οὐδέποτε λυμανεῖται, οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ' ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιμημένος ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ τὸν ἀδελφὸν ἀδικεῖς καὶ κατεσθίεις; καὶ πόθεν ἀπολογήσεσθαι δυνήσῃ; Οὐχ ὁρᾷς τὴν μέλισσαν, ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, πῶς οὐδὲν αὐτῆς προΐσταται τὸ μὴ ἀποθανεῖν ποιοῦσαν κακῶς, ἀλλ' ἐναποθνήσκει τῷ κέντρῳ; Διὰ ταύτης παιδεύθητι μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ γὰρ τὸν θάνατον δεχόμεθα πρότερον. Ἐκείνους μὲν γὰρ πρὸς μικρὸν ἴσως ἐλυπήσαμεν, αὐτοὶ δὲ οὐκέτι ζησόμεθα, ὡς οὐδὲ ἐκείνη. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οὐκέτι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσωμεν, οὐχ ὅπως εἰς δέον ἀπολαύσωμεν, ἀνατέτραπται ἡ τάξις, καὶ ἐκεῖνα μᾶλλον ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ὁ γὰρ χρημάτων ἐρῶν, οὐ μόνον τοὺς ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ τοὺς φίλους μισήσει. Οὐδὲ γὰρ συγγένειαν οἶδεν ὁ τοιοῦτος, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινά·
English
And there is no desire for the kingdom there, nor fear of Gehenna, nor shame before men, nor mercy, nor compassion, but shamelessness and recklessness and contempt for all things to come, and the words of God seem to them to be a myth. Truly they are the most savage of beasts—that men who are not wronged by anyone should be the authors of wrongdoing; or rather, not even of beasts. For if you let those beasts graze in the desert and do not hem them in and force them into necessity, they will never do harm, nor approach, nor bite, but will go their own way. But you, being a rational man, honored with such great authority and honor and glory, do you not even imitate the beasts in your dealings with those of your own kind, but wrong your brother and devour him? And how will you be able to defend yourself? Do you not see the bee, whose work kings and commoners alike take for their health—how nothing keeps it from doing harm except that it dies, but it dies on its sting? Be taught by this not to grieve your neighbors; for we ourselves receive death first. For them we perhaps grieved for a little while, but we ourselves shall live no longer, just as neither does she. This is why money is called money, that we may use it for what is needed, not that we may guard it; for that is no longer to possess, but to be possessed. For if we are going to look to this—how we may make these things many—and not how we may enjoy them for what is needed, the order is overturned, and those things possess us rather than we them. For the lover of money will not only not love his enemies, but will even hate his friends. For such a man knows no kinship, does not remember acquaintances, does not respect age, does not have anyone as a friend.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:218 · narrative
Source
ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ, πρὸ τῶν ἄλλων πάντων, πρὸς ἑαυτὸν, οὐ τῷ μόνον ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι. Καὶ ὁ μὲν χρημάτων καταφρονῶν, ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος καὶ περιβάλλεσθαι, πλεῖον ἀνῆψε μᾶλλον, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη καὶ τὴν γῆν καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσίον, καινήν· τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε σβεσθῆναι δυναμένην. Ὅταν γὰρ ἑτέροις τὰ ἑαυτῶν δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν, τίς ἄρα ἡμῖν ἐστι σωτηρίας ἐλπίς; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ συγγνώμης; Εἰπὲ δή μοι, εἴ τίς σε εἰς Περσικὴν ἤγαγε γῆν ὀψόμενον τὰ ἐκεῖ καὶ ἐπανήξοντα, εἶτα ἐκέλευσεν οἰκίαν δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψεις; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείπουσι μετὰ σὲ, πολλάκις δὲ καὶ πρὸ σοῦ. Διὰ τοῦτο οὖν πλεονεκτεῖς, καὶ τὰ τῶν ἄλλων ἁρπάζεις, ἵνα σοι ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος καὶ αἱ τῶν κιόνων κεφαλαί;
English
But he will be hatefully disposed toward all, and before all others toward himself, not only by destroying his own soul, but also by stretching himself out in countless anxieties. And the one who despises wealth has set his desire at rest; but the one who wishes to be rich and to surround himself with possessions has kindled it the more, and never stands still, but even if he receives countless talents, he desires as many more; and if he obtains these, he again longs for twice as many others; and going on, he prays that the mountains and the earth and the sea and all things become gold for him, raging with a new and terrible madness, one that can never be quenched. For when, being commanded to give our own things to others, we snatch the things of others, what hope of salvation is there for us? If you did not feed the hungry, you are punished; if you also stripped the one who was clothed, what forgiveness will you obtain? Tell me, if someone led you to the land of Persia to see the things there and return, and then ordered you to build a house, would you not have condemned him for the utmost folly, as ordering you to spend lavishly at the wrong time? How then do you do this very thing on the earth, which you will leave a little later? But I will leave it to my children, he says. But they too leave it a little later after you, and often even before you. Is it for this reason, then, that you take advantage and snatch the things of others, so that the bridle of your horse may be smeared with much gold, and the roof of your house and the capitals of your columns?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:219 · narrative
Source
καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν τὸν οὕτω παρὰ τοῦ Δεσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος, καὶ σώματα ζώων ἀλόγων οὐδὲ αἰσθανομένων τοῦ κόσμου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κίων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κίονα καὶ τὰ εἰρημένα ἅπαντα εἰς ἔσχατον κατακλείεται λιμόν. Κἂν μὲν
θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ἀπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζεται· τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς, ἀλλὰ πάντων σοι γέγονεν ὁ Χριστὸς ἀτιμότερος. Καὶ τί τῆς τοιαύτης παρανομίας χαλεπώτερον; Πόσοι ποταμοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ, ὅταν τὰ μὲν ἄλογα ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκῆται τῇ συγγενείᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν· σὺ δὲ μετὰ τῆς φύσεως καὶ μυρίας ἔχων ὑποθέσεις φιλίας, ἐκείνων ἀγριώτερος δείκνυσαι; Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ δίδως, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς τοιαῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε·
English
And would not these things deserve how great a Gehenna, when your brother, who has been so honored by your Master, you cast into countless calamities so that you may adorn stones and pavement and the bodies of irrational animals that do not even perceive the world? And the dog is cared for with great attention, but the man—or rather, Christ—because of the dog and all that has been said, is shut up in extreme hunger. And if
a throne must be constructed, or a footstool, everything is made of gold and silver; but the member of Christ, and for whose sake he has come down from heaven, does not even enjoy the necessary food, but Christ has become more dishonored by you than all things. And what is harsher than such lawlessness? How many rivers of fire will suffice for such a soul, when irrational animals love their own kind and are content with the kinship of nature for affection toward one another; but you, who along with nature have countless grounds for friendship, are shown to be wilder than they? Let us not provoke God from both sides, both gathering from where we should not, and scattering to where we ought not. For how great wrath would it not deserve, when you give to the prostitute while passing by the poor man? For even if you were providing from just labors, was the matter not a charge—to give wages for vice, and for those things for which one ought to punish, for these to honor? But when, stripping orphans and wronging widows, you feed debauchery, consider how great the fire will be for those who dare such things. Be afraid, all you who wrong the poor.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:220 · narrative
Source
ἔχετε δύναμιν ὑμεῖς καὶ πλοῦτον καὶ χρήματα καὶ δικαστῶν εὔνοιαν, ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Ταῦτα τὰ ὅπλα οἰκίας ὀρύττει, θεμελίους κατασκάπτει, πόλεις ἀνεῖλεν, ὁλόκληρα ἔθνη κατεπόντισε. Τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τῷ Θεῷ ἡ πρόνοια. Μέγα γὰρ καὶ ἰσχυρὸν ὅπλον στεναγμὸς ἀδικουμένων ἀνθρώπων. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν μὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον ἢ ἀποδύρωνται τὰ οἰκεῖα κακά· καὶ τοῖς μὲν ἵλεως γίνεται, τιμωρεῖται δὲ τοὺς ἐπηρεάζοντας. Φύγωμεν τοίνυν τὸ ἀδικεῖν, ἵν' ἵλεων ἕξωμεν τὸν Θεὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ι ʹ. Περὶ ἀλαζονείας καὶ κενοδοξίας. Βουλόμενος τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, μὴ μακροὺς κίνει λόγους, ἀλλ' ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Εἰ δὲ μετὰ τὸν θάνατον εἶναι ταῦτα λέγει, κατάστειλον αὐτὸν ζῶντα, καὶ δίδαξον ὅτι γῆ καὶ σποδός ἐστι· νῦν γὰρ οὐκ οἶδεν ὅτι ταῦτά ἐστιν. Ὁρᾷ τὴν εὐπρέ πειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας· ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν· ἡ φαντασία αὐτὸν ἀπατᾷ, καὶ ἐπιλανθάνεσθαι ποιεῖ τῆς φύσεως· αὐτὴν ἀναμένει μόνην τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν· οὐκ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων·
English
You have power and wealth and money and the goodwill of judges, but those others have a weapon stronger than all these: their groans and lamentations and the very fact of being wronged, which draws down the alliance from heaven. These weapons dig up houses, overturn foundations, destroy cities, sink whole nations. So great is the providence of God over those who are oppressed. For a mighty and strong weapon is the groan of wronged men. God respects their forbearance, when those who suffer evil utter no wicked word but only groan or bewail their own misfortunes; and he becomes merciful to them, but punishes those who oppress them. Let us therefore flee from doing wrong, that we may have God merciful, by the grace and love for mankind of our Lord Jesus Christ, to whom be the glory and the power unto the ages of ages. Amen.
HOMILY 10. On Arrogance and Vainglory. When you wish to humble the puffed-up man, do not stir up long speeches, but merely remind him of his nature, and rebuke him sharply, speaking thus: Why is earth and ashes proud? But if he says these things are so only after death, humble him while he is alive, and teach him that he is earth and ashes; for now he does not know that this is what he is. He sees the comeliness of his body, he sees his dominion, the attendance of flatterers, the parasites following after him; he is wrapped in costly garments, he has put on the great bulk of office; the imagination deceives him and makes him forget his nature; he awaits only the proof that comes from the end; he does not come to the biers and coffins of his forebears;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:221 · narrative
Source
πρὸς τὰ παρόντα βλέπει μόνον, καὶ οὐδὲν τῶν μελλόντων ἐννοεῖ. Δίδαξον τοίνυν αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν, ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ· ἐνδόσθια ἔγκατα λέγων, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας. Ἴδε τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας. Μὴ ἀναμείνῃς σου τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν ἡμῶν τὴν οὐθένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα,
English
He looks only at the present and gives no thought to any of the things to come. Teach him, then, from this very point, that he is earth and ashes, so that while still alive he may receive the remedy. For having said, "Why is earth and ashes proud?" he added, "Because even in his life his inward parts are brought to nothing," calling the inward parts the entrails—the belly that is full of refuse and much uncleanness and stench. See the cheapness and fragility of his substance. Do not wait for the day of your death to learn your weakness; while the man is still alive, search him out, and pass into his entrails with your reasoning, and you will see all our nothingness. But do not be cast down; for God made this not out of hatred for us but out of sparing us, providing us with great occasions for humility. For if man, being earth and ashes, dared to say, "I will ascend into heaven," had he not had the bridle of nature, where would he not have fallen away in his mind? When, then, you see someone puffed up, stretching out his neck, raising his eyebrows,
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:222 · narrative
Source
ἐπὶ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτήριον ἐμβάλλοντα, ἐπηρεάζοντα, θανάτῳ παραδιδόντα, εἰπὲ πρὸς αὐτὸν, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου εἴρηται, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ· ἀλλ' αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ τούτων ὄψει τὴν γῆν τὴν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τίνος ἕνεκα μέγα φρονεῖς, ἄνθρωπε, καὶ διὰ τί; κατάβηθι ἀπὸ τοῦ φυσήματος τοῦ κενοῦ, διάσκεψαι τῆς φύσεως τὸ εὐτελές· γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ δὲ φύσει συζῶν μέγα φρονεῖς, εἰπέ μοι; καὶ τί τούτου γένοιτ' ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; καὶ τί τούτου τὸ ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχῃς, τῶν δὲ παθῶν αἰχμάλωτος ᾖς καὶ δοῦλος; ὥσπερ ἂν εἴ τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβαλὼν μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ. Πάντων παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, καὶ τούτων ἦς ἰσότιμος. Εἰ γὰρ ἐπὶ τοῖς ὄντως καλοῖς ὁ ἀλαζονευόμενος κατηγορίας ἄξιος, καὶ πάντων ἐκείνων τὸν μισθὸν ἀπόλλυσιν· ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν παροῦσαν δόξαν φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος;
English
Carried on a chariot, threatening, casting into prison, insulting, handing over to death—say to him, "Why is earth and ashes proud? Because even in his life his inward parts are brought to nothing." These things are said not only about a private individual, but also about the one seated on the royal throne. For do not look at the purple robe, nor the diadem, nor the golden garments; but examine nature itself, and you will see that these things too have earth as their underlying substance. For all the glory of man is as the flower of grass. For what reason are you proud, O man, and why? Come down from your empty inflation, consider the cheapness of nature: you are earth and ashes, dust and powder, smoke and shadow, grass and the flower of grass. Living together with such a nature, are you proud, tell me? And what could be more ridiculous than this? But you rule over many men? And what is the benefit of this, when you rule over men but are a captive and slave of the passions? It is as if someone at home were being beaten by his own servants and receiving wounds, and then, going out into the marketplace, were proud over his rule over others. You are a slave of all the passions, and you are proud that you rule over those of the same nature as yourself? Would that you ruled over those passions, and were of equal honor with them. For if the one who boasts over truly good things is worthy of accusation, and loses the reward of all those things, how could the one who exalts himself over things that are nothing, and puffs himself up because of present glory, not be more ridiculous than all?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:223 · narrative
Source
Ἄθλιε καὶ ταλαίπωρε, τῆς ψυχῆς σου διαφθειρομένης χαλεπωτάτῃ νόσῳ, καὶ τὴν ἐσχάτην πενόμενος πενίαν, μέγα φρονεῖς, ὅτι χρυσοῦ τάλαντα ἔχεις τόσα καὶ τόσα; ὅτι πλῆθος ἀνδραπόδων; Ἀλλὰ ταῦτα οὐ σά· καὶ εἰ μὴ πείθῃ τοῖς ἐμοῖς ῥήμασιν, ἀπὸ τῆς πείρας τῶν προλαβόντων μάνθανε. Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ, ὅτι σοι τούτων ὄφελος οὐδὲν, ὅτι ψυχοῤῥαγῶν καὶ οὐδεμιᾶς ὥρας οὐδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων, εἰς τοὺς παρόντας αὐτὰ παραπέμπεις, καὶ τούτους πολλάκις, οἷς οὐκ ἐθέλεις, ἀλλὰ μετὰ βίας παραχωρῶν, οἷς οὐδὲ καθορᾷν αὐτὰ ἐβούλου τὸ πρότερον. Ἡ γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τέφρα καὶ κόνις καὶ καπνὸς καὶ σκιὰ καὶ τὸ ἔτι τούτων οὐδαμινώτερον. Τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος μεῖζον εἶναι νομίζουσιν οἱ πολλοί. Τοῦ ἐν τοσαύτῃ τοίνυν λαμπρότητι γεγενημένου, τοῦ μεγάλως θαυμασθέντος, ὁ μὴ ὕπατος ἔλαττον ἔχει οὐδέν· ἐν τῷ αὐτῷ κἀκεῖνος καὶ οὗτός ἐστιν ἀξιώματι· ὁμοίως γὰρ ἑκάτεροι μετ' ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ μοι; ἡμερῶν δύο; τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ' ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὰ γὰρ ἐν ἡμέρᾳ οὐκ ὄναρ, εἰπέ μοι; διὰ τί μὴ ταῦτα μᾶλλον λέγομεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα τῆς ἡμέρας καταλαβούσης ἐλέγχεται οὐδὲν ὄντα, οὕτω τῆς νυκτὸς καταλαμβανούσης καὶ ταῦτα οὐδὲν ὄντα ἐλέγχεται·
English
Wretched and miserable man, when your soul is being corrupted by a most grievous disease and you are impoverished with the ultimate poverty, do you think highly of yourself because you have so many and so many talents of gold? Because you have a multitude of slaves? But these things are not yours; and if you are not persuaded by my words, learn from the experience of those who have gone before. But if you are so drunk that you cannot even be instructed in these things from what happens to others, wait a little, and you will know through what happens to you that these things are of no benefit to you, that when your soul is being torn apart and you are master of not a single hour nor even a brief moment, you unwillingly pass these things on to those present, and often to those to whom you do not wish, but yielding by force to those to whom you did not even wish to look upon them before. For the substance of human affairs is nothing other than ashes and dust and smoke and shadow and what is even more insignificant than these. For what, tell me, do you consider great? What do you think is a great dignity? That of the consul? For most people think that nothing is greater than this dignity. Of him, then, who has been in such great splendor, who has been greatly admired, the one who is not consul has no less; both he and this one are in the same dignity; for both alike, after a little while, are not. When did it happen, tell me? How long? Two days? This also happens in dreams. But it is a dream, he says. And what of this? For are the things of the day not a dream, tell me? Why do we not rather call these a dream? For just as dreams are proven to be nothing when day overtakes them, so when night overtakes these things, they too are proven to be nothing.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:224 · narrative
Source
καὶ ὥσπερ ἐν ἡμέρᾳ τοῖς ἐν νυκτὶ γενομένοις οὐ γάννυταί τις, οὕτως οὐδὲ ἐν νυκτὶ τῶν μεθ' ἡμέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγὼ ἐν νυκτί. Ἀλλ' ἐγὼ ἐν ἡμέρᾳ, καὶ σὺ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω μου πλέον τι ἔχεις, εἰ μὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὕπατος, τέως, καὶ τὸ τὴν ἀπὸ τῶν ῥημάτων ἡδονὴν ἔχειν, πλέον ἔχειν ποιεῖ. Πῶς ποιεῖ; Ἐὰν εἴπω, Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωμαι τῷ ῥήματι, οὐχ ἅμα ἐλέχθη καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγματά ἐστιν· ἅμα ἐφάνη ὕπατος, καὶ οὐκ ἔστι. Θῶμεν δὲ καὶ ἐνιαυτὸν καὶ τρεῖς καὶ τέσσαρας· ποῦ εἰσιν οἱ δέκα ἔτη ὕπατοι γενόμενοι; οὐδαμοῦ. Ἀλλ' ὁ Παῦλος οὐχ οὕτως· ἦν μὲν γὰρ καὶ ζῶν διαπαντὸς λαμπρὸς, οὐ μίαν ἡμέραν, οὐδὲ δύο, οὐδὲ δέκα καὶ εἴκοσιν, οὐδὲ ἐνιαυτοὺς δέκα καὶ εἴκοσιν, ἀλλὰ καὶ ἐτελεύτησε, καὶ τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν ἐστι λαμπρὸς, καὶ πολλῷ λαμπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα μὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαμπρότητα τίς ἂν καὶ παραστήσειε λόγος; Καὶ καθάπερ ἔστιν ἰδεῖν τὰ τῆς θαλάττης κύματα, νῦν μὲν εἰς ὕψος ἄφατον
English
And just as on a day no one who has been in the night rejoices in it, so too in the night it is impossible to enjoy the things of the day. Have you become consul? I too was in the night. But I am in the day, and you in the night. And what of this? Not even so do you have any advantage over me, unless perhaps being called "such-and-such a consul" for a time, and having the pleasure that comes from the words, makes one have more. How does it do so? If I say, "Such-and-such a man is consul," and gratify him with the word, was it not spoken and gone at the same moment? So too are the realities: at the same moment he appeared consul, and he is not. Let us posit even a year, and three, and four; where are those who were consuls for ten years? Nowhere. But Paul was not so; for while living he was always illustrious, not for one day, nor two, nor ten and twenty, nor for ten and twenty years, but he also died, and four hundred years have now passed, and still even now he is illustrious, and far more illustrious than when he was alive. And these things are on earth; but the splendor in the heavens—what account could even set it forth? And just as one can see the waves of the sea, now rising to an unutterable height
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:225 · narrative
Source
αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς τὴν ἀλαζονείαν μετιόντας ὁρῶμεν, νῦν μὲν μέγα φρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους· ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαύνοντας πενίαν. Τούτους καὶ ὁ μακάριος Δαυῒδ αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια· ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία. Εἰκότως ἄρα εἴρηται παρὰ τῶν παλαιῶν κενοδοξία· διάκενος γάρ ἐστιν ἔνδον, οὐδὲν ἔχουσά τι χρήσιμον· ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδοθέν ἐστι, διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα ἰδεῖν ἔπεισε τὸν ἑαυτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται·
English
being lifted up, and then suddenly brought low again—in the same way we see those who pursue arrogance, now thinking great things of themselves and raising their brows and fluttering about the affairs of the present life, and then suddenly brought low and driven into the utmost poverty. The blessed David too, hinting at these, said: Do not fear when a man becomes rich, or when the glory of his house is multiplied. Well did he say, Do not fear. Let not, he says, the abundance of wealth and the splendor of glory throw you into confusion; for you will see him before long lying on the ground, inert, dead, cast out, become food for worms, stripped of all these things, and able to carry away nothing at all with himself (for these things do not depart together with those who remove from here), but leaving everything here, and clothed only in wickedness, and the burdens of sins gathered from it. With good reason, then, it was called vainglory by the ancients; for it is empty within, having nothing useful; but just as masks seem to be bright and lovely, yet are empty within—which is why, though they are more beautiful than bodily faces, they never persuaded anyone to look at them with desire—so, or rather more wretchedly, is the glory that comes from the many. For nothing so alienates from the love of God for mankind and delivers to the fire of Gehenna as the tyranny of pride. For when this is present in us, even if we practice chastity, or virginity, or fasting, or prayers, or almsgiving, or anything whatsoever, our whole life becomes unclean.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:226 · narrative
Source
Ἀκάθαρτος γὰρ, φησὶν, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Τοσοῦτόν ἐστιν ἡ κενοδοξία κακὸν, ὅτι οὐ μόνον πρὸς κακίαν ὠθεῖ τοὺς ἁλόντας, ἀλλὰ καὶ ταῖς ἀρεταῖς παρυφέστηκε· καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα. Οὐ γὰρ ἔστιν ἀμφοτέρων ἐφιέμενον, ἀμφοτέρων τυχεῖν· τυχεῖν μὲν γὰρ ἔστιν ἀμφοτέρων, ὅταν μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς ἐπιθυμῶμεν, τῆς ἐκ τῶν οὐρανῶν· ἀμφοτέρων δὲ ἐρῶντα οὐκ ἔστιν ἀμφοτέρων τυχεῖν. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν ἐργαζόμενός τι τῶν ἀγαθῶν, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μὴ, ἀρκοῦσαν ἐνταῦθα εἴληφε τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου τὴν ἀντίδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Ὁ δὲ δι' αὐτὸ τοῦτο μόνον ἐργαζόμενός τι τῶν πνευματικῶν, ὥστε μόνῳ ἐκείνῳ ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, καὶ ὁ θησαυρὸς αὐτῷ ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀρετῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἤδη πολλὴν αὐτῷ παρέχει τὴν παραμυθίαν· καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην αὐτῷ διαφυλάττεσθαι τὴν ἀμοιβὴν καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσει δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν.
English
For every proud-hearted man is unclean before the Lord," it says. So great an evil is vainglory that it not only drives those caught by it toward vice, but it even stands alongside the virtues; and when it cannot cast us out from that side, it works great damage within virtue itself, forcing us to endure the labors but depriving us of the fruits. For it is not possible for one who desires both to obtain both; to obtain both is possible when we desire not both but the one—the one from the heavens; but for one who loves both, it is not possible to obtain both. For he who does some good work for the sake of hunting the glory that comes from men, whether he is able to enjoy it or not, has received sufficient recompense here, and he will receive no recompense there for this. Why? Because by forestalling it he deprived himself of the honor from the Judge, having preferred the glory from men to the verdict of the righteous Judge. But he who does some spiritual work for this reason alone—to please only that unsleeping eye—both keeps his treasure unplundered and the fruits of virtue intact, and the good hope from this already gives him great consolation; and along with that recompense being preserved for him in a safe treasury, the glory from men will also follow. For then we enjoy it more abundantly, when we look down on it, when we do not seek it, when we do not pursue it.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:227 · narrative
Source
Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ. Τί οὖν γένοιτ' ἂν ἐκείνων ἀθλιώτερον, τῶν πρὸς ἐπίδειξιν ἀνθρώπων τὴν ἀρετὴν μετιόντων, καὶ ταῖς νηστείαις ἀφανιζόντων τὰ πρόσωπα, καὶ τὰς εὐχὰς ἐν ταῖς ἀμφόδοις ποιουμένων, ὅταν τοὺς μὲν πόνους ὑπομένωσι, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης; Τί ποιεῖς, ἄνθρωπε; ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων, καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων; ἕτερον ἔχεις δικαστὴν, καὶ ἕτερον καθίζεις θεατήν; Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης ἄνω καθημένης, ἐν ταῖς τῶν ἵππων ἁμίλλαις
ἅπαν τοῦ σταδίου περιτρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσι τὸν βασιλέα καθήμενον; καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν. Σὺ δὲ αὐτὸν τὸν τῶν ἀγγέλων βασιλέα τοῖς σοῖς δρόμοις ἀγωνοθετοῦντα ὁρῶν, ἐκεῖνον ἀφεὶς ἐπὶ τὰς τῶν ὁμοδούλων καταφεύγεις ὄψεις; Διά τοι τοῦτο μετὰ μυρίας πάλας, μετὰ τοὺς πολλοὺς ἱδρῶτας ἀστεφάνωτος ἀναχωρεῖς, καὶ χωρὶς βραβείων πρὸς τὸν ἀγωνοθέτην ἀπέρχῃ.
English
For in the horse races, those who drive the horses, while the whole crowd applauds and pours out countless acclamations, do not turn back to them, nor do they reap any pleasure from their acclaim, but they look to one alone—the king seated in their midst—and attending to his nod they overlook the whole multitude, and then they think greatly of themselves when he crowns and glorifies them. What, then, could be more wretched than those who pursue virtue for the display of men, who destroy their faces with fastings and make their prayers in the streets, when they endure the labors but are deprived of every reward? What are you doing, man? You are about to give an account of your deeds to one, and you call another as witness of what is done? You have one as judge, and you seat another as spectator? Do you not see the charioteers, who, while the whole city sits above, in the contests of the horses run around the whole part of the stadium, and there strive to overturn the chariots of their rivals, where they see the king seated? And of so many eyes they consider one eye more trustworthy. But you, seeing the very King of the angels presiding over your races, do you leave him and flee to the eyes of your fellow servants? For this reason, after countless wrestlings, after many sweats, you depart uncrowned, and without prizes you go away to the Judge.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:228 · narrative
Source
Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρων ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται· ἡμᾶς δὲ τοιοῦτον ἔχοντας κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς, τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν; Εἰ δὲ ἐπὶ τῷ κατορθώματι φυσώμενός τις τὸ πᾶν ἀπώλεσεν· ὁ μετὰ ἁμαρτημάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιμωρίας ἄξιος; τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἁμαρτάνοντα μέγα φρονεῖν πολὺ χαλεπώτερον. Εἰ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, τὸ ἐπὶ τοῖς μηδὲν οὖσι, πόσῳ μᾶλλον; Καὶ γὰρ οὐδὲν οὕτω παρανόμους ποιεῖ καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν πολλῶν κεχηνέναι δόξαν· καὶ οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους ποιεῖ, ὡς τὸ αὐτῆς ὑπερορᾷν. Διὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν μὲν εὐημερῇ, πάντων ἑαυτὸν τῶν ἄλλων προτίθησιν· ὅταν δὲ τἀναντία ὑπομένῃ, κατορύξαι ἑαυτὸν βούλεται, ὑποβρύχιος ὑπὸ τοῦ πάθους γινόμενος. Καὶ πρόσεχε ᾧ λέγω. Ὁ βασιλεὺς Ὀζίας ποτὲ τὰ ἴδια σκάμματα ὑπερβὰς, καὶ τὸ μέτρον διαπηδήσας τῆς βασιλείας, εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας θυμιᾶσαι θέλων. Τί οὖν ὁ ἱερεύς; Οὐκ ἔξεστί σοι, βασιλεῦ, θυμιᾶσαι· ὑπερβαίνεις τὰ σκάμματα· τὰ μὴ δεδομένα ζητεῖς· διὰ τοῦτο καὶ ἃ ἔλαβες, ἀπολεῖς· οὐκ ἔστι σὸν τοῦτο, ἀλλ' ἐμόν. Μὴ ἥρπασά σου τὴν πορφυρίδα; μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην.
English
For how is it not absurd that a servant does everything he does for the sake of pleasing his master, and seeks nothing more than his master's regard, nor draws the eyes of others to his deed—even if those watching are great men—but looks to one thing only, that his master may observe it; while we, having such a Lord, seek other spectators, who can do us no good but can harm us by their watching, and empty out all our labor? And if one who is puffed up over a success has lost everything, he who does this while burdened with sins—of how great a punishment would he not be worthy? For it is far worse than sinning to be proud even while sinning. If boasting over things that are truly good is folly, how much more is boasting over things that are nothing? For nothing makes people so lawless and senseless as gaping after the opinion of the many; and nothing makes them so esteemed and adamantine as despising it. Therefore anyone who is to withstand such a rush and force of wind needs a very vigorous soul. For when one prospers, he sets himself before all others; but when he endures the opposite, he wishes to bury himself, sinking beneath the passion. And pay attention to what I say. King Uzziah once overstepped his own boundaries and leaped past the measure of kingship; he entered the sanctuary with presumption, wishing to offer incense. What then did the priest say? It is not permitted to you, O king, to offer incense; you are overstepping the boundaries; you seek what has not been given; therefore you will also lose what you received; this is not yours but mine. Did I seize your purple? Do not seize my priesthood.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:229 · narrative
Source
Ὁ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερὸν, ἀνεπέτασε τὰ Ἅγια τῶν ἁγίων θέλων θυμιᾶσαι. Ἐπεὶ οὖν ὁ ἱερεὺς κατεφρονήθη, καὶ λόγος ἱερωσύνης ἐπατεῖτο, καὶ οὐδὲν ἠδύνατο οὐκέτι λοιπὸν, ἢ μόνον ἐλέγχειν, καὶ παῤῥησίαν ἐπιδείκνυσθαι, ὁ δὲ καὶ ὅπλα ἐκίνει, καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς φησιν· Ἐγὼ τὸ ἐμαυτοῦ ἐποίησα, οὐδὲν πλέον δύναμαι· βοήθησον ἱερωσύνῃ, Κύριε, πατουμένῃ, ἧς νῦν οἱ νόμοι ἀδικοῦνται καὶ θεσμοὶ ἀνατρέπονται. Καὶ ὅρα τί γίνεται· Εὐθέως ἐξήνθησε λέπρα εἰς τὸ μέτωπον αὐτοῦ. Ὅπου ἡ ἀναισχυντία, ἐκεῖ καὶ ἡ τιμωρία. Εἶδες φιλανθρωπίαν τῆς τοῦ Θεοῦ τιμωρίας; οὐ κεραυνὸν ἀφῆκεν, οὐ γῆν ἔσεισεν, οὐ συνετάραξε τὸν οὐρανὸν, ἀλλ' ἐξήνθησεν ἡ λέπρα· καὶ οὐκ ἐν ἄλλῳ τόπῳ, ἀλλ' ἐπὶ τοῦ μετώπου, ἵνα ὡς ἐν στήλῃ τὰ γράμματα ᾖ κείμενα, καθάπερ νόμος ἐν ὑψηλῷ τινι τόπῳ, λέγοντα· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Τί τοίνυν τὸν αὐχένα ἀνατείνεις, εἰπέ μοι; τί δὲ βαδίζεις ἐπ' ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν ἢ μέλαιναν, καὶ ὡς πάντων κρατῶν οὕτως ἀεροβατεῖς; τάχα ἐβούλου σοι πτερὰ φῦναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς. Τί σε καλέσω καὶ καθελῶ σου τὴν ἀπόνοιαν; εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτόν; ἀλλ' οὐδέπω ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόμην. Ἐμοὶ δοκεῖς στυππείῳ καταφλεγέντι προσεοικέναι· καὶ γὰρ ἐκεῖνο δοκοῦν οἰδεῖν μετὰ τὸν ἐμπρησμὸν, καὶ διανεστηκέναι, μικρὰν χειρὸς ἁφὴν ἂν ὑπομένῃ, κατηνέχθη τε ἅπαν καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη.
English
But he did not endure it; instead, puffed up with folly, he entered the sanctuary and threw open the Holy of Holies, wishing to offer incense. Since, then, the priest was despised and the word of the priesthood was trampled underfoot, and there was nothing left that he could do except reprove and show boldness of speech—while the other was even setting weapons in motion and using his own wealth—the priest says: I have done what was mine; I can do nothing more. Help the priesthood, Lord, which is being trampled underfoot, whose laws are now being wronged and whose ordinances are being overturned. And see what happens: immediately leprosy blossomed forth on his forehead. Where there is shamelessness, there also is punishment. Did you see the loving-kindness of God's punishment? He did not let loose a thunderbolt, he did not shake the earth, he did not convulse the heaven, but the leprosy blossomed forth—and not in another place, but on the forehead, so that the letters might lie there as on a pillar, like a law set in some high place, saying: Do not do such things, lest you suffer such things. Why, then, do you stretch your neck up, tell me? Why do you walk on tiptoe? Why do you raise your eyebrows? Why do you puff out your chest? You cannot make a single hair white or black, and yet, as though you ruled all things, you walk on air. Perhaps you wished feathers to grow on you, so that you might not walk on the earth. What shall I call you, and how shall I bring down your folly? Shall I call you ashes and dust and smoke and powder? But I have not yet precisely grasped the image. You seem to me to resemble burnt tow; for that too, seeming to swell and stand up after the burning, if it endures a little touch of the hand, is all brought down and appears more worthless than any ashes.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:230 · narrative
Source
Καὶ ὥσπερ αἱ πομφόλυγες εἰς ὕψος αἰρόμεναι μέγα εὐκόλως ῥήγνυνται, οὕτω καὶ οἱ τῇ κενοδοξίᾳ φυσώμενοι ῥᾳδίως ἀπόλλυνται. Οὐδὲν γὰρ ἀπονοίας ἴσον κακόν. Ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν· ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν, ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο· προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν. Ὅπερ οὖν καὶ ὁ
Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἐπὶ τοῦ μακαρίου δὲ Ἰὼβ, εἰ μικράν τινα λαβὼν ἐπιτροπὴν ὁ διάβολος, πρόῤῥιζον αὐτοῦ τὸν οἶκον ἀνέσπασε, τὸ σῶμα διεμασήσατο, τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα διέτρησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν· εἰ μὴ μυρίοις κατείχετο δεσμοῖς, πῶς οὐκ ἂν πάντας ἐλυμήνατο; Πονηρὸν γὰρ τὸ θηρίον τοῦτο καὶ ἀκόρεστον· καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεε. Διὰ τοῦτο χώραν αὐτῷ κατὰ πάντων ὁ Δεσπότης οὐ δίδωσιν, ὡς φιλάνθρωπος· ᾧ πρέπει δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
And just as bubbles, when raised on high, are easily burst, so too those puffed up with vainglory are easily destroyed. For there is no evil equal to folly. For the devil, though he was not such before, thus became the devil; and the first man, puffed up by the devil with these hopes, was thrown headlong and became mortal; for having expected to be a god, he lost even what he had. Therefore God, reproaching him and mocking his folly, said: Behold, Adam has become as one of us. And in the case of blessed Job, if the devil, having received some small permission, tore up his house by the roots, mangled his body, wrought so great a tragedy, destroyed his substance, buried his children, pierced his flesh, set his wife upon him, and caused his friends, his enemies, and his servants to say such things—if he had not been held in countless bonds, how would he not have ruined all? For this beast is evil and insatiable; and if he were not continually bridled, he would overturn and confound all things. Therefore the Master, in his love for humanity, does not give him free scope against all; to whom be glory and power, now and always, and unto the ages of ages. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:231 · narrative
Source
ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.
Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ' ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται. Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών. Τὰ μὲν γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, τότε καθ' ἡμῶν καθοπλίζεται· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Καὶ οἱ μὲν δαίμονες πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων. Ὁ μὲν γὰρ μοιχὸς καὶ ἡδονὴν καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ τὴν ἁμαρτίαν ἀπαρτίζει τὴν ἑαυτοῦ·
English
Homily 17. On Envy.
Nothing is so accustomed to divide and tear us apart from one another as envy and malice, that grievous disease, deprived of all forgiveness, and far more grievous than the root of evils, covetousness. For the covetous man rejoices when he himself receives; but the malicious man rejoices when another does not receive, reckoning the misfortune of others as a benefit to himself. What could be more insane than this? For neglecting his own evils, he wastes away at the good things of others, making heaven inaccessible to himself, and even before heaven, making the present life unlivable. For neither does the worm that sits in wood and wool and the grub devour them as the fever of malice consumes the very bones of the malicious and corrupts the chastity of the soul. One would not err in calling the malicious worse than both beasts and demons. For the beasts, either needing food or first provoked by us, are then armed against us; but these men, though often benefited, have inflicted the treatment of wrongdoers upon their benefactors. And the demons maintain an implacable enmity against us, but they do not plot against those of their own kind; but these men do not respect even the fellowship of nature, nor spare their own salvation, but before those whom they envy, they punish their own souls, filling them with all manner of turmoil and despondency, vainly and to no purpose. Such is malice, than which no wickedness could be worse. For the adulterer both reaps a certain pleasure, and in a brief time completes his own sin.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:232 · narrative
Source
ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκής. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμων βλάβῃ χαίρει τῇ ἡμετέρᾳ, οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά. Καὶ καθάπερ οἱ κάνθαροι τρέφονται κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέραις δυσημερίαις, κοινοί τινες ἐχθροὶ καὶ πολέμιοι τῆς φύσεως ὄντες. Καὶ οἱ μὲν ἄλλοι ἄλογον σφαττόμενον ἐλεοῦσιν· οὗτοι δὲ ἄνθρωπον ὁρῶντες εὐεργετούμενον, ἐκθηριοῦνται καὶ τρέμουσι καὶ ὠχριῶσι. Καὶ τί ταύτης τῆς μανίας χεῖρον γένοιτ' ἄν; Τί ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις, καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαμπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε ἔδει καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν ὁρᾷς λαμπρὸν καὶ περιφανές. Ἀλλὰ ἀλγεῖς ὅτι ὁ Θεὸς δοξάζεται; Ὅρα ποῦ ὁ πόλεμος τείνει. Οὐχὶ τοῦτό με λυπεῖ, φησὶν, ἀλλὰ δι' ἐμοῦ τὸν Θεὸν ἐβουλόμην δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται διὰ σοῦ πάλιν ὁ Θεός. Εἰ γὰρ καὶ πολέμοις ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον ἐχθρὸν ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται δι' αὐτῆς εὐδοκιμήσεως ἐκείνου. Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς Χριστὸν ἐπεδείξω πόλεμον; Διὰ τοῦτο, κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν
English
But the envious man punishes and avenges himself before the one who is envied, and he will never cease from the sin, but is continually in the act of committing it. For just as a pig delights in the mire, and a demon in our harm, so too does this man delight in his neighbor's evils; and whenever something unpleasant happens, then he rests and breathes easily, reckoning others' misfortunes as his own good cheer, and others' goods as his own evils. And just as dung-beetles feed on dung, so too do these feed on others' calamities, being certain common enemies and adversaries of nature. And other men pity even a dumb beast being slaughtered; but these, seeing a man being benefited, become savage and tremble and grow pale. And what could be worse than this madness? Why do you grow pale, tell me, and tremble, and stand in great fear? What terrible thing has happened? That your brother is illustrious and distinguished and well spoken of? Then you ought to be crowned and rejoice and glorify God, because you see your own member illustrious and distinguished. But you are grieved that God is glorified? See where the war tends. It is not this that grieves me, he says, but I wished God to be glorified through me. Then rejoice when your brother is well spoken of, and God is glorified through you again. For even if he were an enemy and at war with you, yet if God was being glorified through him, you ought to have made him a friend for this reason; but you make your friend an enemy, because God is glorified through that man's good repute. And how else could you have shown your war against Christ? For this reason, even if someone works signs, even if virginity, even if fasting, even if sleeping on the ground
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:233 · narrative
Source
ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης φθάσῃ τῆς ἀρετῆς, τῷ δὲ τῆς βασκανίας ὑποκείμενος ᾖ πάθει, πάντων ἐστὶν ἐναγέστερος. Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας οὐδὲν ἡμᾶς πλέον ἔχειν ἀφίησι τῶν ἐθνικῶν· ὁ τοῖς φιλοῦσι βασκαίνων, ποῦ στήσεται; Καὶ γὰρ τοῦ πολεμεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης, δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος. Καὶ ὁ μὲν φανερὰν τὴν μάχην ἐπιδείκνυται, ὁ δὲ συνεσκιασμένην· καὶ ὁ μὲν αἰτίαν ἔχει πολλάκις εἰπεῖν εὔλογον τοῦ πολέμου, ὁ δὲ οὐδὲν ἕτερον ἢ μανίαν καὶ γνώμην σατανικήν. Καὶ ὥσπερ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ. Καὶ ὥσπερ, εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν, οὕτως εὖ ποιοῦντες αὐτοῖς, ἑαυτοῖς εὖ ποιοῦμεν. Ὁ γὰρ κακῶς ἀκούων ψευδῆ, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος, ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Καὶ ὥσπερ ἀμήχανον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον παρὰ πάντων ἀκούειν κακῶς, ἂν μὴ πολλὰς πολλαχόθεν αὐτὸς ἑαυτῷ παράσχῃ τὰς ἀφορμάς. Αἱ δημοσίᾳ δὲ γινόμεναι κακηγορίαι πολλάκις ἰταμοὺς καὶ ἀναισχυντοτέρους τοὺς ἀνθρώπους ποιοῦσιν. Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τε ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ·
English
he shows himself, and through this virtue reaches even to the angels, but the one who is subject to the passion of envy is more accursed than all. For if loving those who love us leaves us with nothing more than the Gentiles have, where will the one who envies those who love him stand? For envying is worse than waging war. For the one who wages war, once the cause for which the war arose is removed, has also dissolved the enmity; but the envious man could never become a friend. And the one displays his battle openly, the other in shadow; and the one often has a reasonable cause to state for the war, the other has nothing other than madness and a satanic mind. And just as the one who does wrong does not wrong but is wronged, so too the one who plots against his neighbor destroys himself. And just as, if we wrong our neighbors, we wrong ourselves, so by doing good to them, we do good to ourselves. For the one who hears false evil spoken of him is not only not wronged, but even has the greatest reward. For it is not the one who suffers but the one who does evil who is worthy of punishment, unless that man provides reasonable grounds for the slander. And just as it is impossible for the virtuous man to be well spoken of by all, so it is impossible for him to be evil spoken of by all, unless he himself provides many occasions for it from many quarters. But slanders made publicly often make men more reckless and more shameless. For as long as the many who sin see that it is possible for them to escape notice, they choose to return easily; but when they have lost the good opinion of the many, they fall into despair and slip into shamelessness. But you have been wronged by him in some matter;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:234 · narrative
Source
τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ. Εἰ τοίνυν βούλει καὶ σαυτὸν εὐεργετῆσαι κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα· ἂν δὲ κακῶς εἴπῃς, οὐ πιστευθήσῃ, τῆς ἔχθρας τὴν ὑποψίαν δεχόμενος. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς· μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε καὶ ἴων καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἀπὸ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι· τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτον. Τὸν μὲν γὰρ λοίδορον πάντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν ἢ κάνθαρον κόπρῳ τρεφόμενον, τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος καὶ ὡς ἀδελφὸν γνήσιον. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; οὐκ ἐκεῖνον μὲν ταχύτερον ἄκων εἰς βασιλείαν παρέπεμψεν, ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς; Τί τὸν Ἰακὼβ ἔβλαψεν Ἡσαῦ; οὐχ ὁ μὲν ἐπλούτει, καὶ μυρίων ἀπέλαυεν ἀγαθῶν· αὐτὸς δὲ καὶ τῆς πατρῴας οἰκίας ἐξέπιπτεν, καὶ εἰς τὰ ἀλλότρια ἐπλανᾶτο μετὰ τὴν ἐπιβουλὴν ἐκείνην; Οἱ δὲ ἀδελφοὶ τί τὸν Ἰωσὴφ ἐποίησαν χεῖρον, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν, καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς τῆς Αἰγύπτου γέγονε πάσης; Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ μειζόνων γίγνῃ πρόξενος ἀγαθῶν τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ πάντα ἐφορῶν·
English
Why then do you also wrong yourself? For the one who defends himself thrusts the sword into himself. If, then, you wish both to benefit yourself and to defend yourself against that man, speak well of the one who has wronged you; but if you speak ill, you will not be believed, since you receive the suspicion of enmity. For enmity, meeting the minds of the hearers first, does not allow what is said to enter their ears. Do not, then, speak ill, so that you do not defile yourself as well; nor weave mud together with clay and brickmaking, but weave crowns from roses and violets and the rest of the flowers; nor carry dung from your mouth, like the dung-beetles; for this is what slanderers do: they themselves are the first to enjoy the stench. For everyone turns away from the reviler, as from one reeking rotten, like some leech or dung-beetle feeding on dung, on the evils of others; but the one who has a well-speaking mouth they receive as a common song and as a genuine brother. For what wrong did Cain do to Abel? Did he not unwillingly send him the more quickly into the kingdom, while he pierced himself with countless evils? What harm did Esau do to Jacob? Did not the one grow rich and enjoy countless goods, while he himself fell out of his father's house and wandered in foreign lands after that plot? And what worse did the brothers do to Joseph, and that to the point of bloodshed? Did not these men endure famine and run the risk of the utmost extremities, while he became king of all Egypt? For by as much as you envy, by so much do you become the cause of greater goods for the one envied. For God is the one who oversees all things.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:235 · narrative
Source
καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, μᾶλλον ἐπαίρει καὶ ποιεῖ λαμπρὸν, καὶ ταύτῃ σε κολάζει. Εἰ γὰρ τοὺς ἐφηδομένους τοῖς ἐχθροῖς οὐκ ἀφίησιν ἀτιμωρήτους παρελθεῖν, πολλῷ μᾶλλον τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν, οὐδὲν πλέον ἔχει τελωνῶν· ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, ποίας τεύξεται φιλανθρωπίας; Τίνος οὖν ἕνεκεν ἀλγεῖς, ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Εἰ γὰρ ἀλγεῖν δεῖ, ἐφ' οἷς αὐτοὶ πάσχομεν κακοῖς ἀλγεῖν ἐχρῆν, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Ἢ οὐκ οἶδας, ὅτι πάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα; καὶ εἰκότως. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμὸν, ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν· σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; οὐδεμίαν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνον. Εἰ γὰρ
ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ γὰρ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Ὁ δαίμων φθονεῖ μὲν, ἀνθρώποις δὲ, δαίμονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς; καὶ ποίας τεύξῃ συγγνώμης; Δεινὸν ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας· οὕτω γὰρ ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν.
English
And when it sees the one who does no wrong being wronged, it lifts him up all the more and makes him illustrious, and in this way it punishes you. For if it does not let those who rejoice over their enemies go unpunished, how much more those who begrudge those who have done nothing wrong. For if the one who loves the one who loves him has nothing more than the tax collectors, the one who hates the one who does no wrong—what kind of loving-kindness will he obtain? For what reason, then, do you grieve, O man, at the good things of your neighbor? For if one must grieve, one ought to grieve over the evils we ourselves suffer, not over those in which we see others prospering. Or do you not know that this sin is deprived of all forgiveness? And reasonably so. For the fornicator can cite his desire, and the thief his poverty, and the murderer his anger—cold and irrational, yet they have some excuses to offer; but you, what cause will you give, tell me? None, except only an intensified wickedness. For if
we are commanded to love enemies, when we hate even those who love us, what penalty will we pay? For if the one who loves those who love him will be no better off than the Gentiles, the one who maltreats those who have done nothing wrong—what forgiveness will he have? The demon envies, but humans, not any demon; and you, being a human, envy humans? And what forgiveness will you obtain? Envy is a terrible thing, terrible, and it persuades one to despise one's own salvation; for in this way Saul summoned an evil demon against his own soul; and having summoned it, he again begrudged the physician. For such is envy: he knew that he was saved, and he preferred to perish rather than to see the one who saved him prospering.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:236 · narrative
Source
Καὶ, εἰ βούλεσθε, διηγήσομαι ὑμῖν τίνας εὐεργεσίας εὐεργέτησεν ὁ Δαυῒδ τὸν Σαοὺλ, καὶ τίσιν αὐτὸν μετὰ ταῦτα ἐκεῖνος ἠμείψατο. Πολέμου ποτὲ τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, τὸν ἁπάντων ἀνεδέξατο πόλεμον, καὶ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικει μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου δι' αὐτόν· ὅτι ὁ δοῦλός σου προελεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα; ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην αὐτὸν ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν;
English
And, if you wish, I will tell you what benefactions David conferred on Saul, and how he repaid him afterwards. Once, when a most grievous war had overtaken the Jews, and all were terrified and afraid, and no one dared to step forward, but the whole city was in the utmost extremity, and each saw death before his eyes, and all expected to die every day, this man came in from the sheep to the battle line and took up the war on behalf of all, though he saw no necessity pressing upon him, but even had many who tried to prevent him (for his brother rebuked him, and the king, looking to the unripe age of his youth, held him back and ordered him to stay); yet, heated from within, he ran against the barbarians, and showed such solicitude for the king that even before the war and the victory, raising him up when he lay in his sight, he said: Let not the heart of my lord fall because of him; for your servant will go out and fight with this foreigner. Is this a small thing, tell me, for one who had no necessity to give up his own life, and for the benefit of those men to leap into the midst of the enemies, though he had never received any good from them? Ought he not, after these things, to be inscribed as their master, and proclaimed the common savior of the city, who preserved the life of all, after the grace of God? For what other benefaction was greater than this?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:237 · narrative
Source
Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ' εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέσατο τῶν τοῦ θανάτου πυλῶν, καὶ δι' ἐκείνου ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ Δαυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων· ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ' ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, ἐξῆλθον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι, Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσι. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν Δαυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, εἰπέ μοι; εἰ γὰρ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον ἢ τῷ Δαυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν· εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔσω ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο· πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους συμβαλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν;
English
For he deposited the benefaction not in money, nor in glory and power, but in his very soul, and he called him back from the very gates of death, and through that man the king lived thereafter and enjoyed his rule. How, then, did he repay him after these things? For if one were to consider the greatness of his achievements, not even if he had taken the crown from his own head and placed it on David's, would he have yet rendered a worthy recompense, but would still owe more. For the one granted him both life and kingship; the other was going to yield to him only kingship. Nevertheless, let us see his repayments. When he had taken the barbarian's head and was returning with the spoils, the dancing women came out, it says, singing and saying, Saul struck down his thousands, and David his ten thousands. And Saul was angered, and from that day he eyed David with suspicion. For what reason, tell me? For if one must say something astonishing, those women did a favor to Saul rather than to David by saying these things; and he ought to have loved him, because at least they gave him the thousands. Why, then, is he vexed that they gave the ten thousands to that man? For if he had contributed anything to the war, and had brought in even some small part, these things would rightly have been said—that Saul was for thousands, and David for ten thousands. But if he himself sat inside in fear and trembling, expecting each day to die, while this man accomplished everything, how was it not absurd that the one who contributed nothing to the dangers was vexed that he did not receive the greater share of the acclaim?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:238 · narrative
Source
Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν Δαυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· οὐκ ἀνέχεται πράως ὁρᾷν τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· καθάπερ καὶ ὁ βασιλεὺς Γεράρων ὑπέμεινεν· ὁρῶν γὰρ τοῦ Ἰσαὰκ καθ' ἑκάστην
ἡμέραν αὐξανομένην τὴν εὐπορίαν ἐδεδοίκει, καὶ μεταναστῆναι ἐκεῖθεν καταναγκάζει τὸν δίκαιον. Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα δι' αὐτῶν θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἢν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; Ἀλλ' ἴδωμεν καὶ τοῦ βασιλέως τὸν ζῆλον, οἷος ἐγίνετο διὰ τὴν τοῦ δικαίου εὐπορίαν· Ἄπελθε, φησὶν, ἀφ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου. Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι ὅπου ἂν αὐτὸν συμβαίη ἀπελθεῖν, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; Κἂν γὰρ εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκά σῃς, οὕτως εὐμήχανον Δεσπότην ἔχει, ὡς κἀκεῖ γενόμενον πολλῷ πλέον περιφανέστερον ἀποδεῖξαι. Διὰ γὰρ τῶν ἐναντίων μάλιστα τὰ ἐναντία πολλάκις οἰκονομεῖ. Αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.
English
For if it was necessary to be indignant, it was David who ought to have been indignant, because after he had set everything right, another shared in the praise. But such is envy: it does not patiently endure to see the prosperity of others, but considers the neighbor's well-being to be its own misfortune, and wastes away at the neighbor's good things—just as King Gerar also endured. For seeing Isaac's wealth increasing each day, he was afraid, and he compels the righteous man to depart from there. But it is worth hearing the very words of divine Scripture, so that through them we may behold God's goodwill, which he displays toward his own servants. "And Isaac," it says, "sowed in that land, and found a hundredfold harvest of barley in that year." Did you see the Master's generosity? Did you see the abundance of his beneficence? But let us also see the king's jealousy, what it became because of the righteous man's prosperity: "Depart from us," he says, "for you have become stronger than we are." And truly he was stronger, having the alliance from above in all things, and being guarded by God's right hand. Where, then, are you driving the righteous man away? Do you not know that wherever he happens to go, he must be in the care of his own Master? For even if you compel him to go into the desert itself, he has so resourceful a Master that, even when he is there, he will show him forth far more conspicuously. For it is especially through opposites that he often orders opposites. To him befit glory, might, honor, and worship, with the Father and the Holy Spirit, forever. Amen. Homily 18. On Hatred and Enmity.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:239 · narrative
Source
Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν Δαυῒδ λαμβανέτω καὶ εἰς νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ τὸ πέλαγος τῆς μήνιδος διαλῦσαι. Διὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἐπὶ πλέον αἰσχυνθήσῃ τὴν ἀναβολὴν μηκυνόμενος. Δότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῆς συνεχοῦς ταύτης διδασκαλίας ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεχύθη, περιεπλάκη, κατεφίλησεν, ἐδάκρυσε· κἂν γὰρ θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς τοιαύτης καταμαλαχθεὶς φιλοφροσύνης ἡμερωθήσεται· καὶ σαυτὸν μὲν ἀπαλλάξεις τῶν ἐγκλημάτων, ἐκεῖνον δὲ πρὸς εὔνοιαν ἐπισπασάμενος κερδανεῖς. Καὶ μή μοι λέγε, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον, καὶ καταλλάξαι αὐτὸν οὐ δύναμαι. Οἷον γὰρ ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων· ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυριάκις ἐπεβουλεύσατο· εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγρῷ ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν;
English
If anyone has been wronged by his neighbor, let him call David to mind and take thought, so that, while the heart still lives, by the memory of this most gentle and forbearing man he may be able to dissolve the sea of wrath. For why is your brother your enemy? Has he insulted you? But he has done no wrong. But for the sake of money do you overlook him as he shows enmity? Do not, I beg you. Do not postpone cutting the cords of wrath; for delays give birth to hesitations. If you put it off today, you will be more ashamed; and if you add tomorrow, the shame is greater; and if the third day, you will be put to shame all the more as you prolong the delay. Grant me, I beg you, to say these things with zeal; make me hear that from this continuous teaching we have accomplished something: that someone went and immediately threw both arms around his enemy, embraced him, clung to him, kissed him, wept. For even if he is a beast, even if a stone, even if anything at all, softened by such kindness he will be tamed; and you will free yourself from the charges, and by drawing him to goodwill you will gain him. And do not tell me, "I have a foul enemy, wicked, depraved, incorrigible, and I cannot reconcile him." Whatever you say, he is not worse than Saul, who both once and twice and many times was saved by David, yet himself plotted countless times; and then, though benefited in return for these things, he continued preserving his own wickedness. For what do you have to say? That he cut off land, and did wrong in the field, and overstepped the boundaries of houses, and seized slaves, and insulted, and took advantage, and brought you to poverty?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:240 · narrative
Source
Ἀλλ' οὔπω τὴν ψυχὴν ἀφελέσθαι ἐσπούδασεν, οὐχὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐδὲ τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ εἰς τὰς χεῖρας τὰς σὰς πολλάκις ἐμπεσὼν καὶ διασωθείς. Εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυῒδ, ὅτι ἀτελεστέροις ἐντρεφόμενος νόμοις, καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τὴν ἐν τῇ χάριτι ἔφθασε. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντα ἔπραττε καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τί δήποτέ ἐστιν, εἰπέ μοι, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; τί γάρ σε τοσοῦτον ἠδίκησε; Χρήματά σε ἀφείλετο; ἀλλ' ἐὰν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μὴ ἐπιβουλευσάμενος ἢ καὶ καταρασάμενος διὰ τὸν Θεὸν, τὰ αὐτὰ πεποιήκασιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ ὁ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε καὶ ἀνελεῖν ἐπεχείρησε; μαρτύριόν σοι τὸ
English
But he did not strive to take his life—not twice or three times or many times, nor even after being so greatly benefited, nor after falling many times into your hands and being saved. And in this too, David again has the advantage, because, nurtured on more imperfect laws that demand nothing of the kind, he nevertheless reached the very summit that is in grace. And you, indeed, often, angered over past wrongs, bear a grudge; but he, fearing even for the future, and knowing precisely that the city would be uninhabitable for him and life unlivable if he saved his enemy, did not withdraw from caring for him, but did everything while feeding the enemy against himself. Tell me, what is it, then, that you hold against your enemy and refuse to be reconciled? For how greatly has he wronged you? Did he take your money? But if you bear the plundering nobly, you will receive as great a reward as if you had placed it in the hands of the poor. For both the one who has given to the poor and the one who has not plotted against or cursed the one who defrauded him for God's sake have done the same things. When, therefore, the ground of the expenditure is one, it is evident that the crown is also one. But did he plot against your life and attempt to destroy you? The testimony is yours—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:241 · narrative
Source
πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεων γενέσθαι παρακαλῶν. Μὴ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν Δαυῒδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, ἀλλ' ὅτι διπλοῦν καὶ τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἐδύσατο ἀπὸ τῆς ἐκείνου ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώσας, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτα εἰδὼς ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται· εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει, μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους. Καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, τοῦτο καὶ αὐτὸς ἐλογίζετο, καὶ καθ' ἡμέραν ἀπέθνησκε διὰ τὸν Θεόν. Δυνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν, ἀλλ' εἵλετο κινδυνεύειν καθ' ἑκάστην ἡμέραν μᾶλλον, ἢ δικαίαν ἐργασάμενος σφαγὴν, ἀπὸ τοσούτων ἀπαλλαγῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι ζωῆς αὐτῆς ἐπιβουλεύοντα οὔτε ἀμύνεσθαι οὔτε μισεῖν χρὴ, πολλῷ μᾶλλον τὸν εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα τῶν ἔξω. Βούλει μαθεῖν ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, κἂν πονηρός τις καὶ διεφθαρμένος καὶ ἀδιόρθωτος ᾖ; Τί λέοντος ἀγριώτερον; ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἡμερώτερος καὶ ἐπιεικέστερος, ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα φοβῶν ἡμερότητι.
English
He reckons this a great thing, if you count the plotter who carried his enmity to such a length among your benefactors, and continue praying for him, and beseeching God to be propitious to him. Let us not look at this, that God prevented David from being slaughtered by Saul when he was pursued, but that he put on a double and triple and quadruple crown of martyrdom from that man's plot. For he who for God's sake saved his enemy, who had once and twice and many times hurled the spear at his own head, and became master to destroy him, and then spared him, and knew this too, that after this sparing he would attack again—it is evident that he was slain ten thousand times in his intention, and having been slain ten thousand times for God's sake, he has many crowns of martyrdom. And what Paul said, this he also reckoned, and died daily for God's sake. For being able to destroy the plotter, for God's sake he did not wish it, but chose rather to be in danger each day than, having wrought a just slaughter, to be delivered from so many deaths. But if one must neither avenge oneself on nor hate the man who plots against one's very life, much more so the man who does wrong in any other of the things outside. Do you wish to learn that it is possible, if we are willing, to reconcile to ourselves every man who is hostilely disposed toward us, even if he be wicked and depraved and incorrigible? What is wilder than a lion? But nevertheless men tame this beast, and art constrains nature, and he becomes gentler and more tractable than any sheep—he who is wilder and more kingly than all beasts—and walks through the marketplace fearing no one, by his gentleness.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:242 · narrative
Source
Τίνα οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ πρὸς ἡμᾶς ἔχειν ἡδέως; καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον, τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον; Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίνα ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες μὴ δύνασθαι διορθοῦν; Εἰ δὲ καὶ ἀνίατα νοσεῖ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Τί δὲ τοσοῦτον ἡμάρτηται τῷ ἐχθρῷ, ὅτι ἀναδύῃ πρὸς τὴν ἐκείνου καταλλαγήν; Εἶπέ σε κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; καὶ τί τοῦτο; εἰ μὲν ἀληθῆ λέγει, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον. Εἰ σύνοιδας σαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ κατα γελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ χαῖρε καὶ σκίρτα κατὰ τὸν τοῦ Κυρίου λόγον· Ὅταν γὰρ, φησὶν, ὀνειδίσωσιν ὑμᾶς καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ψευδόμενοι, χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρῶς καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν. Πολλάκις γὰρ ἃ οὐκ ἐποίησαν φίλοι ἐπαινοῦντες καὶ χαριζόμενοι, ἐποίησαν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι. Οἱ μὲν γὰρ ὡς εἰκὸς χαριζόμενοι, εἴτε καὶ κολακεύοντες, πρὸς μείζονα ὄγκον τὴν νόσον ἐπαίρουσιν·
English
What defense, then, will we have, what excuse, when we tame wild beasts but say that men cannot ever be calmed, nor even feel kindly toward us? And yet gentleness is contrary to the nature of a beast, while savagery is contrary to the nature of a man. When, then, we overcome nature, what defense will we have in saying that the will cannot be corrected? But if he is sick with an incurable disease, the greater your toil, the greater also your reward for remaining and caring for the one who is incurably sick. But what great sin has the enemy committed, that you shrink back from reconciliation with him? Did he speak ill of you, and call you an adulterer and a fornicator? And what of it? If he speaks the truth, correct yourself; if he lies, laugh it off. If you are conscious in yourself of what was said, be chaste; if you are not conscious of it, despise it—or rather, do not merely laugh it off nor merely despise it, but rejoice and leap for joy, according to the word of the Lord. For when, he says, they reproach you and cast out your name as evil, lying for the sake of the Son of Man, rejoice in that day and leap for joy, because your reward is great in the heavens. But if he speaks the truth, and you bear his words with gentleness, and do not revile in return nor insult, but groan bitterly and condemn the sins that were committed, you will reap a reward no less than the former. For often the things that friends did not accomplish by praising and gratifying, enemies accomplished by speaking ill, even if they speak the truth. For the former, as is likely, by gratifying, or even flattering, inflate the disease to a greater swelling.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:243 · narrative
Source
οἱ δὲ ὑπὸ τῆς ἔχθρας κινούμενοι, καὶ τὰ ἁμαρτήματα ὀνειδίζοντες, εἰς ἀνάγκην ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς τούτων αἴτιοι πανταχοῦ· ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐ μόνον ἐχθρὸς, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς δυνήσεται πρὸς ὀργὴν κινῆσαι. Καὶ τοῦτο ἀπὸ τῆς περὶ τὸν Δαυῒδ ἱστορίας δῆλον. Αὐτοῦ γὰρ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τὰ ἄλλα πάντα, ἃ μετὰ τούτων ἀπελογήσατο τῷ Σαούλ· ἐκεῖνός φησιν, Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ὢ πόση διὰ τῆς τῶν ἐκείνου ῥημάτων ἐπιεικείας τῷ τεθηριωμένῳ τούτῳ ἀθρόον γέγονεν ἡ μεταβολή! ὁ γὰρ μηδὲ ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπὼν, καὶ πρὸς αὐτὸν τὸν φθόγγον
διεθερμαίνετο τῆς φωνῆς. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ Δαυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο· ἐκβαλὼν γὰρ θυμὸν, εὐθυμίαν ἐδέξατο καὶ συμπάθειαν. Τί τοῦ Δαυῒδ μακαριώτερόν τε καὶ ὑψηλότερον; ὅτι τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν.
English
But those who were moved by hatred and reproached us for our sins forced us into the necessity of correction, and hatred became for us the occasion of the greatest benefit. Let us not, then, say, "So-and-so provoked me, and so-and-so led me on to speak shameful words"; we are the cause of these things everywhere. For if we are willing to practice philosophy, not only an enemy, but not even the devil himself will be able to stir us to anger. And this is clear from the story of David. For when he had said, "Behold, the edge of your cloak is in my hand," and all the other things with which he defended himself to Saul, that man says, "Is this your voice, my son David?" O how great was the sudden change that came over this man turned into a beast, through the gentleness of his words! For he who could not endure even to call him by his bare name at any time, but hated even his very appellation, was brought even to kinship with him, addressing him as son, and was warmed through at the very sound of his voice. And just as a father who hears the voice of a son returning from somewhere after a long time is stirred not only at the sight of him but also at the very voice itself, so too Saul, when David's words entered and cast out his hatred, recognized the holy man thereafter, and laying aside one passion, received another; for having cast out wrath, he received good cheer and compassion. What is more blessed and more exalted than David? Because he made the murderer a father, and the wolf a sheep, and filled the furnace of anger with abundant dew, and turned the waves into a calm, and quenched all the inflammation of wrath.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:244 · narrative
Source
Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ἀγαπητοὶ, ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα δεινόν· καὶ οὐδὲν πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν δεινά· ὥσπερ οὖν οὐδὲ ὁ Δαυῒδ φυγαδευόμενος, ἐλαυνόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινὸν, ἀλλὰ τοῦ πολεμίου λαμπρότερος ἦν καὶ σεμνότερος, καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε, τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρὸς δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν οὐρανῶν βασιλεία; Τί δὲ ὠφέλησεν ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, τοσαῦτα ἐπιβουλεύσας; οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται; καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους ἐκδέχεται νῦν τιμωρίας. Ὅταν οὖν τὸν ἐχθρὸν ἴδῃς τὸν σὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, μὴ τοῦτο λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα, καὶ τὸν θυμὸν διὰ τούτων ἀνάψῃς, καὶ τὴν φλεγμονὴν εἰς ὄγκον ἐπάρῃς μείζονα· ἀλλ' ὅσα μὲν ἤκουσας καὶ ἔπαθες λυπηρὰ, πάντα ἐπιλανθάνου· εἰ δὲ καὶ ἀναμνησθῇς, τῷ διαβόλῳ ταῦτα λογίζου· σύλλεγε δὲ εἴ τί σοι χρηστὸν εἶπε πώποτε καὶ ἐποίησε, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν ἐγκαλεῖν καὶ διαλέγεσθαι μέλλῃς, πρότερον τὸ πάθος ἐκβαλὼν, καὶ τὸν θυμὸν σβέσας, οὕτως ἔλεγχε καὶ εὐθύνας ἀπαίτει, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτε εἰπεῖν οὔτε ἀκοῦσαί τι δυνησόμεθα ὑγιές·
English
Let us not, then, my beloved, consider only this—how we may suffer no evil at the hands of our enemies—but how we may do nothing terrible to them; and we shall suffer no evil, even if we suffer countless terrible things. Just as David, though exiled, driven out, and plotted against even to his very life, suffered nothing terrible, but was more brilliant and more revered than his enemy, and more desired by all—not by men only, but by God himself. For how was that holy man wronged then, having suffered so much at the hands of Saul? Is he not sung of to this very day, brilliant on earth and brilliant in heaven? Do not the ineffable good things await him, and the kingdom of the heavens? But what did that wretched and miserable man gain by plotting so much? Did he not fall from the kingdom, and endure a pitiable death along with his son, and is he accused by all? And what is worse, he now awaits immortal punishments. When, therefore, you see your enemy, or even take him into your mind, do not say this: "I suffered such and such things, I heard such and such things," and thereby kindle your anger and raise the inflammation to greater swelling; but all the painful things you heard and suffered, forget them all. And if you do remember them, reckon them to the devil. But gather up whatever good thing he ever said or did to you, and you will quickly dissolve the enmity. And if you are going to accuse and argue with him, first cast out the passion and quench the anger, and then reprove him and demand an account, and you will be able easily to prevail. For when we are angry we shall be able to say or hear nothing sound.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:245 · narrative
Source
ἀπαλλαγέντες δὲ τοῦ πάθους, οὔτε αὐτοὶ ῥῆμα ποτε ἐξοίσομεν τραχὺ, οὔτε ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ οὕτως ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε. Καθάπερ γὰρ νυκτὸς παρούσης, οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν· ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρων ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δὲ ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία ὄψις καὶ ἀηδὴς, ποθεινὴ καὶ ἐπίχαρις φαίνεται. Ὅταν δὲ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα ὃ σαυτῷ σύνοιδας, σὺ δὲ ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Καὶ ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν μαρτυρίαν παρέξομεν. Φαρισαῖός τις ἦν καὶ τελώνης, ὁ μὲν εἰς ἐσχάτην κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος· καὶ ἀνῆλθον ἀμφότερος εἰς τὸ ἱερὸν προσεύξασθαι. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν, Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπέ τι τῶν ψυχρῶν ῥημάτων, ἃ καθ' ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν, ἀλλὰ πικρὸν στενάξας, καὶ πατάξας τὸ στῆθος, τοῦτο μόνον εἶπεν· Ὁ Θεὸς, Ἱλάσθητί. μοι τῷ ἁμαρτωλῷ· καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο ὄνειδος·
English
Once we have been freed from the passion, we shall neither ourselves ever utter a harsh word, nor shall we listen in that way when others speak. For it is not so much the nature of what is said as the preconception of enmity that is accustomed to make us savage. For just as when night is present, we often do not recognize even a friend who is present, but when day comes and we see him from afar we recognize him, so also it is accustomed to happen with enmity: as long as we are ill-disposed toward one another, we both hear the voice of others and see their face with a corrupted judgment; but once we have put away our anger, the face that before was hostile and unpleasant appears desirable and gracious. And when your enemy reproaches you with a sin that you are conscious of in yourself, and you, on hearing it, do not insult him in return but groan bitterly and entreat God, you have straightway put away all your sin. And so that you may not think that we are merely entertaining you, we shall provide the testimony from the divine Scriptures. There was a certain Pharisee and a tax collector—the one had been driven to the utmost wickedness, the other was careful for righteousness—and both went up to the temple to pray. Then that one stood and said, "O God, I thank you that I am not like the rest of men, extortioners, greedy, or even like this tax collector." But the tax collector, standing far off, did not insult him in return, did not revile him in return, did not say any of those cold words that we say every day when we wash one another, but groaning bitterly and beating his breast, he said only this: "O God, be merciful to me, a sinner"—and he went down justified. Did you see the swiftness? He accepted reproach, and he washed away reproach.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:246 · narrative
Source
ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα, καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐεργέτης καθίσταται. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δὲ εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην, νηστεύοντα,
ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν χωρὶς ἱδρώτων καὶ πόνων καὶ χρόνου μακροῦ στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν. Διὰ τοῦτο καὶ ὑπερεύχεσθαι τῶν ἐχθρῶν προσέταξεν ὁ Θεὸς, ὡς μὴ μόνον ἀφιέναι αὐτοῖς τὰ ὀφειλήματα, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξεν ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς, τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Εἰ δὲ βούλει γνῶναι ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν καὶ ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μέλλωσι γενέσθαι χείρους διὰ τῆς ἡμετέρας ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ· τί οὖν ὁ Θεός; λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον ἐποίησε, καίτοι γε τὰ ἄλλα οὖσαν ἐπιεικῆ τε καὶ σώφρονα.
English
He recognized his sins, and he put away his sins, and the accusation of sin became the removal of sin, and the enemy unwillingly is established as a benefactor. What, then, could be more blessed than this? And what is easier for deliverance from sins? For how much would the tax collector have had to toil—fasting, keeping vigil, sleeping on the ground, giving his possessions to those in need, sitting in ashes and sackcloth for a long time—in order to be able to put away those sins? And now, having done none of these things, through a mere word he put away all wickedness and its reproaches, and the insults of the one who seemed to revile him brought him a crown of righteousness without sweat and toil and long time. For this reason God also commanded us to pray for our enemies, so that we not only forgive them their debts, but also count them among the first of our friends. But if you are wronged in nothing, yet you turn away and do not look on pleasantly, and you have the wound still festering in your soul, you have not yet fulfilled the commandment that Christ gave. How, then, do you entreat God to be propitious to you, when you yourself have not yet become propitious to those who have trespassed against you? But if you wish to know that, even if we entreat on behalf of our enemies and those who have wronged us, God does not forgive if they are going to become worse through our forbearance, I will tell you an ancient story. Miriam once spoke against Moses; what then did God do? He inflicted leprosy on her and made her unclean, although in other respects she was gentle and modest.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:247 · narrative
Source
Εἶτα τοῦ Μωϋσέως αὐτοῦ ὑβρισμένου παρακαλοῦντος, ἱκετεύοντος ἀφεῖναι τὴν ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεὸς, ἀλλὰ τί ἔφη; Εἰ πατέρα εἶχε, καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε τὴν ἐπιτίμησιν; Σὲ μὲν οὖν ἀποδέχομαι τῆς πραότητος καὶ τῆς ἀνεξικακίας, ἐμὲ δὲ οὐδέπω αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Ἀναμνήσθητι τοίνυν τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον ὅτι τὰ κρυπτόμενα νῦν ἀνακαλύπτονται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα ἅπερ ἀποκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος εἶδεν. Εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἅπαντα κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, οὐ τῆς κολάσεως χαλεπώτερον ἀλγήσομεν πνιγόμενοι καὶ ἀγχόμενοι τῷ συνειδότι; Ἀλλὰ τὴν τοσαύτην σου αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως. Καὶ, εἰ βούλεσθε, ἀκούσατε ταύτης τῆς ἐντολῆς τὴν δύναμιν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶν, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ' ὅμως, οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη δύναται ἐξαρπάσαι ἡ ἐντολή. Διὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκέλευε λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον ὑμῶν μὴ λογίζεσθε. Εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην;
English
Then, when Moses himself, though insulted, pleaded and begged that God would release his anger, God did not yield, but what did he say? If a man had a father, and he did it face to face, would he not have borne the rebuke? You, then, I accept for your gentleness and forbearance, but I must not yet release it from punishment. Remember, therefore, the fearful judgment, in which all things are naked and laid bare; consider that what is hidden now is uncovered then. If, then, you forgive your neighbor the sins that are going to be uncovered then, all these things are wiped away here, and you will depart dragging along nothing of the sins you have committed. So you receive greater things than you give. For often we have sinned in such ways as no one else has seen. Then, when we consider that on that day all our sins will lie before our eyes in the common theater of the world, shall we not grieve more painfully than punishment itself, choked and strangled by conscience? But such great shame of yours, so many sins, can be washed away through forgiveness toward your neighbor. And, if you wish, hear the power of this commandment: Though Moses and Samuel stand, he says, my soul is not toward them. But nevertheless, those whom Moses and Samuel could not snatch from the anger of God, this commandment can snatch away. For this reason he continually urged those to whom he said these things, saying: Let each not bear malice against his brother in your hearts; and, Do not reckon the evil of your neighbor. But if we are commanded to love enemies, when we also hate those who love us, what penalty shall we pay?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:248 · narrative
Source
Εἰ ὁ τὸν φιλοῦντα ἀγαπῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται γέενναν, τῶν ἐθνικῶν χείρων γενόμενος; Εἰ ὁ μὴ φιλῶν τὸν ἀδελφὸν, κἂν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Εἰ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν ἁμαρτήματα, οὐκ ἀφίησιν ὁ Θεός· τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι, ποίαν ἄφεσιν δώσει; Τί τοίνυν μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ, τί πολεμοῦμεν ἀλλήλοις, προστεταγμένοι καὶ τοὺς μισοῦντας φιλεῖν; τί λέγεις, ἄνθρωπε· ἐχθρὸν ἔχεις καὶ οὐ καταισχύνῃ; οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα; Εἴθε μήτε ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμεῖν, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν. Οὐκ οἶσθα πόση ἡδονὴ μετὰ τὰς καταλλαγάς; Τί γὰρ, εἰ καὶ ἐν ἔχθρᾳ οὐ σφόδρα φαίνεται, Εἰ δὲ λέγεις ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἰ γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα ἑτέροις σὺ διέθηκας κακὰ, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Οὐδὲν γὰρ τοσοῦτον κακῶς ἔπαθες, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν κακόν. Πῶς γὰρ ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἑλλήνων παῖδες οὐδὲν μέγα
English
If one who loves the one who loves him has nothing more than the tax collectors, where will the one who hates the one who has done no wrong stand? And how will he escape Gehenna, having become worse than the Gentiles? If one who does not love his brother, even if he empties his wealth, even if he shines in martyrdom, accomplishes nothing more, consider how great a punishment the one who wages war against one who has done no wrong would be worthy of. If God does not forgive those who do not forgive the sins committed against themselves, what kind of forgiveness will he give to those who attempt to wrong those who have done no wrong? Why then do we fight against one another in vain, why do we wage war against one another, when we have been commanded to love even those who hate us? What do you say, man? You have an enemy and you are not ashamed? For the devil is not enough for us, that we also draw in those of the same race? Would that he had not wished to wage war against us, would that he were not even the devil. Do you not know how great the pleasure is after reconciliations? For what if it does not appear very strongly in enmity also? But if you say that you are inflamed by remembering the insult, remember whether any good has come to you from the one who caused you pain, and how many evils you have inflicted on others, and you will quickly put an end to the enmity. For you have not suffered anything so badly as the evil you will do to yourself by remembering wrongs. For how will you obtain forgiveness, which you do not share with others? The children of the Greeks [have done] nothing great
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:249 · narrative
Source
προσδοκῶντες, πολλάκις ἐπὶ ἀνεξικακίᾳ ἐφιλοσόφησαν· καὶ σὺ ὑπὲρ οὗ τὴν ψυχὴν ὁ Χριστὸς ἔδωκε, καὶ οὐδὲ σφαγῆναι παρῃτήσατο, ἐχθροῦ ὄντος, καὶ ἐπὶ τοιαύταις ἐλπίσι μέλλων ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς πρὸς τὸ καταλῦσαι τὴν ἔχθραν; Καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ' ἀμισθὶ μᾶλλον ἢ ἐπὶ μισθῷ βούλει σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ, ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι· Διὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον πορίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς, ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκ ἔτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Λῃσταὶ κοινωνοῦντές τισιν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόμεθα κατ' ἀλλήλων; καὶ πῶς οὐκ ἂν εἴημεν καὶ τῶν θηρίων χείρους; Διά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ὁ δὲ πάντων ἡμῶν πολέμιος ἰσχυρότερος καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου φραττόμεθα, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας παρατάξεις κεχρήμεθα. Οὗ τὴν στρατηγίαν ἐκφύγοιμεν, χάριτι τοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
English
expecting, have often philosophized about forbearance; and you, for whom Christ gave his soul, and did not even refuse to be slain, though he was an enemy, and who are about to depart on such hopes—do you shrink back and hesitate to put an end to enmity? And what time accomplishes, are you unwilling to do before time for the sake of the law of God, but would rather have the passion extinguished without reward than with reward? For even if this comes about from time, it will be no advantage to you, but great indeed is the punishment, because what time accomplished, the law of God did not persuade you to do. For this very reason it provides you with an ineffable reward, that you may anticipate that day; since, if you are reconciled when entreated, the friendship is no longer of God's command, but of that one's zeal; therefore you also depart uncrowned, while he receives the prizes. Robbers who share meals with certain people are no longer robbers toward those with whom they share, but the table changes their manner, and makes those fiercer than wild beasts gentler than sheep; but we, who partake of such a table, who share such food, arm ourselves against one another? And how would we not be worse even than the wild beasts? For this very reason we become weaker, and the enemy of us all stronger each day. For we are not fenced together against him, but we stand with him against one another, and we use him as general for such battles. May we escape his generalship, by the grace of Christ, to whom befit glory, power, honor and worship, with the Father and the Holy Spirit, forever. Amen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:250 · narrative
Source
ΛΟΓΟΣ ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας.
Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῆς τῶν οὐρανῶν οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ· εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους. Ἄλλως τε καὶ διὰ τοῦτο λύπη καὶ ἀθυμία γεγένηται, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ' ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐδὲ ἵνα ἐπ' ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶμεν, ἀλλ' ἵνα εἰς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν αὐτῇ καταχρώμεθα. Καὶ γὰρ στρατιώτης θάνατον δεδοικὼς οὐδὲν οὐδέποτε γενναῖον ἐργάσεται. Τὸν τοίνυν ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ' ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεὸν, ἀλγεῖν δεῖ. Τοῦτο μὲν γὰρ ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ·
English
Homily 19. On grief and despondency.
God has implanted despondency in our nature, not so that we should use it indiscriminately and inopportunely, even in circumstances that oppose it, nor so that we should destroy ourselves, but so that we might gain the greatest benefits from it. For the time for despondency is not when we suffer evil, but when we do evil. But we have reversed the order and exchanged the seasons: when we commit countless evils, we are not in the least restrained; but if we suffer some small thing at someone's hands, we collapse and grow dizzy and pray to be delivered from the present life, not knowing that afflictions and trials and the painful things that befall us no less display God's care for us than do good things. And why do I speak of afflictions here? For the threat of Gehenna no less than the kingdom of heaven sets forth his love for mankind; for if Gehenna had not been threatened, no one would quickly have attained the good things in heaven. For the promise of good things alone is not sufficient to urge us toward virtue, unless the fear of dreadful things also drives forward those who are more slackly disposed toward it. And besides, it is for this reason that grief and despondency have come to be—not so that we should feel pain over death, nor over loss of money, nor over any other such thing, but so that we should employ it for the removal of sins. For a soldier who fears death will never do anything noble. Therefore the one who grieves should grieve not over the things for which he is punished, but over the things by which, sinning, he provokes God. For this separates us from God and makes him an enemy—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:251 · narrative
Source
ἐκεῖνο δὲ καταλλάττει τε αὐτὸν ἡμῖν μάλιστα, καὶ ἐγγὺς ἡμῶν εἶναι παρασκευάζει. Διὰ γὰρ τοῦτο εἰς τὸν παρόντα βίον ἐξηνέχθης, ἄνθρωπε, οὐχ ἵνα ἀργῶν τρέφῃ, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος ᾖς. Οὐ γὰρ ἀνδρὸς γενναίου τὸ τὴν ἄνεσιν ζητεῖν καὶ τρυφῆς ἀπολαύειν, ἀλλὰ σκώληκος ἀλόγου μᾶλλον ἡ ἐπιθυμία, ἢ λόγον ἔχοντος. Καὶ εὔχου μὲν μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης, μὴ δυσχέραινε, μηδὲ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένῃ λαμπρότερος, πάντα ποίει. Ἢ οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους, πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς
κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος· οἶδε καὶ τὰ στοιχεῖα τοὺς οὕτως ἀνδρείους αἰδεῖσθαι· οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι· κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνηται, πάντων ἐπιλανθάνεται καὶ κρατεῖ τοῦ πάθους. Τὸν Χριστιανὸν οὖν, εἴποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ· ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ. Τοὺς οὖν κακηγορουμένους οὐκ ἀγωνιᾷν δεῖ καὶ τρέμειν, ἀλλὰ τοὺς κακηγοροῦντας· οὐ γὰρ ἐκεῖνοι ἀναγκάζονται ἀπολογεῖσθαι ὑπὲρ ὧν κακῶς ἤκουσαν, ἀλλ' οὗτοι ὑπὲρ ὧν κακῶς εἶπον· τούτοις γὰρ ἀποκρέμαται ὁ κίνδυνος ἅπας. Ὥστε τοὺς μὲν κακῶς ἀκηκοότας ἀμερίμνους δεῖ εἶναι· οὐ γὰρ παρέξουσιν εὐθύνας ὑπὲρ ὧν ἕτερος εἶπε κακῶς·
English
But that especially reconciles him to us and prepares him to be near us. For this is why you were brought into the present life, O man—not so that you might be fed in idleness, nor so that you might suffer nothing terrible, but so that by suffering you might become more glorious. For it is not the mark of a noble man to seek ease and enjoy luxury; rather, that desire belongs to an irrational worm, or to one who has reason. And pray that you may not fall into temptation; but if ever you do enter it, do not be vexed, nor disturbed, nor troubled, but do everything so that you may become more glorious. Or do you not see the bravest of the soldiers, how when the trumpet calls they look to the trophies, to the victories, to those
of their ancestors who have succeeded? You too, therefore, when the spiritual trumpet sounds, stand fiercer than a lion; step in, even if it be fire, even if it be iron. The elements themselves know how to respect those who are so brave; the wild beasts too know how to fear those who are so noble; even if by famine, even if by nature itself they are made savage, it forgets all things and masters the passion. The Christian, then, whenever he is grieved, ought to have only two grounds for despondency: either when he himself, or when his neighbor, has offended God. Therefore it is not those who are reviled who ought to be anxious and tremble, but those who revile; for it is not the former who are compelled to give an account for the things they heard evilly, but the latter for the things they spoke evilly; for upon these hangs the whole danger. So that those who have been evilly spoken of ought to be free from care; for they will not give reckoning for the things another has spoken evilly.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:252 · narrative
Source
τοὺς δὲ εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ φοβερὸν δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι. Διὰ τοῦτο μὴ τῷ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς· ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι· ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Ἐὰν γὰρ ἡ διάνοια καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γαλήνῃ καὶ λιμένι καθεδούμεθα διαπαντός. Ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα. Τοῦτο καὶ ἐπὶ τῶν σιτίων ἔστιν ἰδεῖν. Ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν δέχηται, κἂν σκληρὸν ᾖ, κἂν αὐτοακατέργαστον, πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν, τῆς φυσικῆς κράσεως περιγινομένης τῆς ἐν τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ προσενέγκῃς ἔδεσμα, εἰς τὸ χείριστον αὐτὸ μετεῤῥύθμισε καὶ διέφθειρε, τῆς ἀσθενείας τὴν ἀρετὴν αὐτοῦ λυμαινομένης. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἢ ἀκοῦσαί τι τῶν λεγομένων χρησίμως, ἢ εἰπεῖν. Τῶν γὰρ ὀδυνωμένων αἱ ψυχαὶ οὐ θέλουσι μακροὺς ἀποτείνειν λόγους, ἀλλ' ὥσπερ νεφέλη τις πυκνὴ γενομένη, καὶ τὴν ἡλιακὴν ἀκτῖνα ὑποδραμοῦσα, ἀποστρέφει τὴν αὐτὴν ἅπασαν εἰς τὰ ὀπίσω·
English
But those who have said this are in agony and trembling, inasmuch as they are about to be dragged before the fearful judgment seat for these things. Therefore let us not grieve at being spoken of badly, but at being spoken of badly justly; for if we live in wickedness, even if no one is slandering us, we are more wretched than all; but if we take care for virtue, even if the whole inhabited world speaks ill of us, then we shall be more enviable than all. For if our mind is well ordered, even if ten thousand storms are stirred up from every side, we shall sit in calm and in a harbor continually. Just as, then, when it is not well, even if everything comes to us with favoring winds, we shall be in no better state than those in shipwrecks. This one may see also in the case of foods. For when the body of our stomach is strong and vigorous, whatever it receives, even if it be hard, even if it be quite unworked, it transforms it into a pure humor, the natural temperament overcoming the badness in the food; but when its tone is relaxed and flabby, even if you bring it the most succulent of all dishes, it changes and corrupts it into the worst, the weakness damaging its virtue. For it is not possible for a soul that is in pain and held by a cloud of despondency to be able either to hear anything of what is said profitably with eagerness, or to speak. For the souls of those in pain do not wish to stretch out long speeches, but as a certain thick cloud comes into being and runs beneath the sun's ray, it turns the whole of it back again;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:253 · narrative
Source
οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν αὐτῇ εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς ἀνάγκης ἔνδον αὐτόν. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ, μετὰ τῆς οἰκείας δυνάμεως. Καὶ γὰρ καὶ οἱ τοῦ Ἰὼβ φίλοι πρὸς τοῦτον παραγενόμενοι, καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας ἐκείνης καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν τε τὰ ἱμάτια καὶ ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο, δηλοῦντες, ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις, ὡς ἡσυχία καὶ σιγή. Μάθε τοίνυν ὡς ὁ συγχωρήσας τὸν πειρασμὸν γενέσθαι, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Δυνατὸς γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι τὰ δεινὰ, ἀλλὰ ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, οὐ καταλύει τὴν θλῖψιν. Καὶ θαύμαζε τοὺς πειραζομένους, καὶ γενναίως τοὺς πειρασμοὺς ὑπομένοντας, καθάπερ τοὺς παῖδας τοὺς τρεῖς, οὓς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου. Τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὁμιλησάντων ἐξέβησαν ἀλυπότεροι. Οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πειρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας. Καίτοι γὰρ μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διέκειντο.
English
Thus also a cloud of despondency, whenever it stands before our soul, does not allow the passage of the word to become easy for it, but chokes it and holds it within with much constraint. And this happens not only with those who speak, but also with those who hear. For just as it does not allow the word to leap out easily from the soul of the speaker, so it does not permit it to fall into the mind of the hearers with its own proper force. For indeed the friends of Job, having come to him and seen the tragedy of that house, and the righteous man sitting on that dunghill and covered with sores, tore their garments and wailed, and sat by him in silence, showing that nothing is so fitting for those in pain at the beginning as quiet and silence. Learn, then, that the one who permitted the trial to come to pass himself also knows the time of the trial's release. For God is able to loose all dreadful things, but until he sees that turning has taken place, he does not destroy the affliction. And marvel at those who are tried and who bravely endure the trials, just as the three children, whom no one would have marveled at had they not been burned, if they had been far from the Babylonian furnace. For this is what amazed everyone, that after conversing with the fire for so long a time, they came out more free from pain than those who had not conversed with it. Thus also in the case of the saints it can be said that if no trial had been brought upon them, we would not have marveled at them as rejoicing continually. For although encircled by countless waves on every side, they were in a better condition than those enjoying clear calm.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:254 · narrative
Source
Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτοῖς μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν
ἐμβαλλόντων ἀνωτέρους ἁπάντων εἶναι, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον. Καὶ γὰρ ὁ θάνατος οὐ πάντων ἀφορητότερος εἶναι δοκεῖ; ἀλλ' ἡ τούτου προσδοκία οὐ μόνον αὐτοὺς οὐ λυπεῖ, ἀλλὰ καὶ μειζόνως εὐφραίνει. Οἴδασι γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ ὅτι ἔθος τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὐτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις καὶ τὴν ἑτέρων σωτηρίαν· ὥσπερ καὶ ἐπὶ τοῦ ἁγίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο. χειμῶνος κατὰ τὴν θάλασσαν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμὶ καὶ λατρεύω, ἄγγελος λέγων· Μὴ φοβοῦ, Παῦλε· κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Τούτου συνεχῶς μνημονεύωμεν. Οὐδὲν γὰρ οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς μεμνῆσθαι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ τῶν κοινῇ καὶ τῶν ἰδίᾳ. Εἰ γὰρ φίλου εὐεργεσιῶν ἀναμνησθέντες, ἢ ῥῆμα προσηνὲς ἀκούσαντες ἢ πρᾶγμα, διαθερμαινόμεθα· πολλῷ μᾶλλον ὅταν ἴδωμεν πόσοις κινδύνοις περιεπέσομεν, καὶ ἀπὸ πάντων ἡμᾶς ἐξείλετο ὁ Θεὸς, προθυμότεροι περὶ τὴν ἀρετὴν ἐσόμεθα·
English
For if there were nothing causing them grief, it would not be a great thing for them to be able to rejoice continually; but when many things press upon them and cast them into despondency, to be above them all, and to rejoice in the midst of sorrowful circumstances—this is the paradoxical thing. For does not death seem to be more unbearable than anything? Yet the expectation of it not only does not grieve them, but even makes them rejoice more greatly. For they know that the presence of death is a release from labors, and that it is the custom of the philanthropic God to honor his servants, and often to grant them even the salvation of others; just as he also did in the case of the holy Paul, the teacher of the world, who sent forth everywhere the rays of his own teaching. For when he was being brought up to Rome, a great storm arising at sea, and all those in the ship fearing for their very safety, and having no good hope because of the greatness of the surge, he called them all together and said: Be of good cheer, men; for there will be no loss of life among you, except of the ship. For there stood by me this night an angel of God, whose I am and whom I serve, saying: Do not fear, Paul; for God has granted you all those who sail with you. Let us continually remember this. For nothing benefits us so much as continually remembering the benefactions of God, both those common to all and those private. For if, when we recall a friend's benefactions, or hear a kind word or deed, we are warmed through, how much more, when we see how many dangers we have fallen into and how God has delivered us from them all, shall we be more eager for virtue.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:255 · narrative
Source
ὡσπεροῦν καὶ ὁ Παῦλος· οὗ τὸν μὲν λιμὸν καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν. Ἱκανὸν γὰρ καὶ τούτων ἕκαστον συνταράξαι σφοδρῶς καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν· ὅταν δὲ λέγῃ, Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτῷ διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν. Εἰ γὰρ καθ' ἕκαστον τῶν σκανδαλιζομένων ἐπυροῦτο αὐτὸς, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Τὸ δὲ καὶ τοὺς Ἰουδαίους ἀπιστοῦντας ὁρᾷν, τίνα ἂν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἀνακωχὴν ἔχειν ἠδύνατο; Ηὐχόμην γὰρ, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Ὁ δὲ τὴν ἐν γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον. Πρὸς ὃν εἴρηται καὶ τὸ, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαί ρεις, ὅτι τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν.
English
Just as also Paul—concerning whom, his hunger and thirst, his nakedness, his shipwrecks, his fears, his plots, his prisons, his beatings, and all the other things that the blessed Paul endured for the sake of the preaching, I think there is no need to speak. For each of these alone was enough to shake violently and break down that holy soul. But when he says, "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?"—this is what most of all gave him continual and unbearable despondency. For if he burned for each one of those who were made to stumble, that burning could not be quenched from his soul; for those who were made to stumble did not cease, providing fuel for the fire. And to see the Jews also unbelieving—what small relief of despondency and pain could he possibly have? "For I could wish," he says, "to be accursed from Christ for my brethren, my kinsmen according to the flesh, who are Israelites." What he means is this: It was more desirable to me to fall into Gehenna than to see the Israelites unbelieving. But he who chose the punishment in Gehenna in order to be able to win over all the Jews—it is evident that, not obtaining this, he lived a life heavier than those punished in Gehenna. To him it was also said, "My grace is sufficient for you; for my power is perfected in weakness"—that is, It is sufficient for you that you raise the dead, that you heal the blind, that you cleanse lepers, that you work other wonders; do not seek also to preach without danger and without fear and without troubles.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:256 · narrative
Source
Ἀλλὰ ἀλγεῖς καὶ ἀθυμεῖς; μὴ δόξῃς τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο μὲν οὖν αὐτὸ δείκνυσί μου τὴν δύναμιν (Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται), ὅταν διωκόμενοι τῶν διωκόντων περιγένησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπητε. Ἀλλὰ δεινὸν μὲν καὶ τὸ ὑφ' ὁτουοῦν ἀκούειν κακῶς· ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾖ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προφέρῃ, τότε δὴ, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμὸν, ὡς καὶ ἀποπνίξαι τὸν ὑβριζόμενον δύνασθαι. Ἦ ὁ μὲν ὑπό τινος μεγάλου παθὼν κακῶς, ἔχει φιλοτιμίαν οὐ μικρὰν, τὴν τοῦ ποιοῦντος ὑπεροχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιμμένου, μείζονα ἔχει τὴν ἀνίαν, καὶ ἀνυπομόνητον τὴν θλῖψιν λογίζεται. Ἀλλὰ μὴ τοῦτο σκόπει, εἰ σκώπτουσιν ἡμᾶς
τινες, ἀλλ' εἰ καλῶς καὶ δικαίως· κἂν μὲν δικαίως, καὶ μὴ γελώντων ἐκείνων, ἡμεῖς δακρύωμεν· ἂν δὲ ἀδίκως, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς ἑαυτοὺς μὲν μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας· εἰ καὶ μηδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις ἐστὶ λόγου δυναμένου δακεῖν ψυχήν. Ταῦτα καὶ ὑμῖν αὐτοῖς καὶ ἀλλήλοις λέγετε καθ' ἑκάστην, καιροῦ τυγχάνοντες.
English
But are you in pain and disheartened? Do not think that this is a sign of my weakness—that many are plotting against you and beating you and driving you and scourging you; rather, this very thing demonstrates my power (for he says, My power is made perfect in weakness), when, being persecuted, you prevail over those who persecute you; when, being driven, you master those who drive you; when, being bound, you put to flight those who bind you. But it is indeed a terrible thing to be spoken ill of by anyone; but when the one doing this is one of those who have been benefited, and he reproaches and throws in his face the benefits done to him, then, then the insolence becomes unbearable, and it brings with it so much anger along with the despondency as to be able even to suffocate the one who is insulted. Or does the one who has suffered ill at the hands of some great man have no small ground for pride—the superiority of the one who did it? But the one who suffers at the hands of a worthless and cast-off person has greater vexation, and reckons the affliction unbearable. But do not look at this—whether some are mocking us—but whether rightly and justly; and if justly, even if they do not laugh, let us weep; but if unjustly, even if all laugh, let us count ourselves blessed, but lament them, as being more wretched than all, and no different from madmen—even if nothing is more unbearable to those in pain than a word able to bite the soul. Say these things both to yourselves and to one another each day, as you find opportunity.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:257 · narrative
Source
Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ παρακαλεῖν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ προσέλθοι τῷ μέλλοντι διδόναι τὴν αἴτησιν, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος· πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν δεῖ. Οὕτω γὰρ ὑπὲρ ἀλλήλων ὀφείλομεν, ὥσπερ ὑπὲρ ἑαυτῶν μεριμνᾷν, καὶ φείδεσθαι τῶν πλησίον, καθὰ δή τοι καὶ ἡμῶν ὁ Θεός. Οὐδεὶς γὰρ οὕτως ἑαυτοῦ φείδεται, ὡς πάντων ἡμῶν ὁ Θεὸς, ὃς πολλῷ μᾶλλον ἡμῶν αὐτῶν βούλεται μηδὲν πάσχειν ἡμᾶς δεινόν· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Κʹ. Περὶ ὀργῆς καὶ θυμοῦ.
Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; παράστηθι μαχομένοις ἐν ἀγορᾷ· ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δύνασαι ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι, ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἂν μᾶλλον θεωρήσῃς τὰ σά. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καὶ καταγελάστως οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασιν, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες· οὕτως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρ δία, καὶ ταῖς ὕβρεσι δάκνεται. Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. Διὰ τί γὰρ ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; Ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους ἡμῖν.
English
For if one who is about to ask a favor, even if he is going to make a reasonable request, waits for the fitness of the occasion, so that he may approach in a calm and well-disposed manner the one who is about to grant the petition, and having taken the alliance that comes from the occasion may obtain the favor—how much more must the speaker seek a fitting occasion. For in this way we ought to care for one another as for ourselves, and to spare our neighbors, just as indeed God also spares us. For no one spares himself as God spares all of us, who far more than we ourselves desires that we suffer nothing terrible; to whom befit glory, power, honor, and worship, now and unto the ages of ages. Amen.
HOMILY 20. On anger and wrath.
Do you wish to learn how great an evil anger is? Stand by those who are fighting in the marketplace; for you cannot easily see the disgrace in yourself, darkened and drunk as you are, but when you have been cleansed of the passion, then you will rather observe your own condition. For when wrath, boiling around the chest, is stirred up and grows savage, the mouth breathes fire, the eyes send forth fire, the face swells from every side, the hands are stretched out disorderly, and the feet leap and jump ridiculously against those who hold one back, and they are no different from madmen—no, not even from wild asses—kicking and biting; so a wrathful man is not comely. But, he says, the heart swells and is bitten by the insults. I know it too; for this reason I admire those who master it. For if we are willing, it is possible to drive away the passion. For why is it that when rulers insult us, we do not suffer this? Because fear stands as a counterweight to our passion.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:258 · narrative
Source
Διὰ τί καὶ οἰκέται παρ' ὑμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; Ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν ἐπικείμενον ἔχουσι δεσμόν. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκα καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρίζοντας λέγομεν· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κελεύων σιγᾷν· μὴ σκιρτῶμεν, μηδὲ ἔστω Θεὸς, ἀτιμότερος ἀνθρώπων. Ὅταν οὖν σε λυπήσῃ τις, ἐννόησον τὰ ἡμαρτημένα σοι πρὸς τὸν Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερόν σοι καταστήσεις τὸ δικαστήριον τῶν μελλουσῶν εὐθυνῶν. Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν. Πρὸς τούτοις δὲ κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σεαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιρούς. Πότε σαυτὸν ἐπῄνεσας; ἡνίκα ἡττήθης, ἢ ὅτε σαυτοῦ ἐκράτησας; οὐχὶ τότε μὲν καταρώμεθα ἑαυτοῖς πολλάκις, καὶ πολὺ τὸ τῆς μεταμελείας ἡμῖν ἐπεισέρχεται, καὶ ῥημάτων ἕνεκα καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, τρυφῶμεν, γαυριῶμεν ὡς νενικηκότες. Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνεσθαι· ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν· ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Μηδὲ πρὸς τοὺς παραινοῦντας σιγᾷν ἀντίτεινε λέγων· Οὐκ ἀνέξομαι ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ· οὐ γὰρ δὴ τότε καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος καὶ τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων μαρτυρίαν, ἀλλ' ἀποχρῶσαν νόμιζε τὴν παρὰ τῶν συνετῶν·
English
Why is it that even slaves, though insulted by you ten thousand times, bear everything in silence? Because they too have the same bond laid upon them. But now, for the sake of men we bear even intolerable things, and we say to those who insult us: "So-and-so insulted me, not you"; yet in the case of God shall we not have even this reverence? Let us say also to our own soul: "God is insulting us now, who commands us to be silent; let us not prance about, nor let God be more dishonored than men." When, then, someone grieves you, consider your sins against God, and that by your gentleness toward him you will make the tribunal of future accounts more gentle toward you. For, he says, Forgive, and it shall be forgiven you. In addition to these things, consider that also: whether at any time, carried away into savagery, you restrained yourself, and whether at any time you were dragged along by passion, and compare both occasions. When did you praise yourself? When you were defeated, or when you restrained yourself? Is it not that then we often curse ourselves, and much regret comes upon us, both for words and for deeds? But when we prevail, we revel, we exult as having conquered. For victory over anger is not to defend oneself with equal blows—for that is the ultimate defeat—but to bear gently when one has suffered badly and heard badly. Nor resist those who advise you to be silent, saying: "I will not endure it, so that so-and-so may go away having laughed at me"; for he will not laugh then, but when you retaliate; and if he laughs even then, he will suffer this too as a fool. But do not seek to win the testimony of fools, but consider sufficient that of the wise.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:259 · narrative
Source
μᾶλλον δὲ πρὸς τὸν Θεὸν ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσει· τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ τὴν παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς
κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα· Μὴ ἐπιδυέτω γὰρ, φησὶν, ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ γὰρ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο τοῦτο τὸ πάθος. Ὅταν οὖν ἐπηρεάζῃ σέ τις, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα τοῦτον δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεύδεσθαι ἀπὸ τοῦ διαβόλου, τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὀργίζεσθαι μὲν οὖν οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης μὴ φαινομένης. Ὅταν σε ὑβρίσῃ τις, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται· καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὐδὲ πρὸς τὸν φλεγμαίνοντα, ἀλλ' ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Εἰ δὲ καὶ ἀμύνασθαι βούλει, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν· ἂν δὲ δηχθεὶς ὑβρίσῃς, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα. Διὰ τί γὰρ ὁ πλούσιος ἀκούων ὅτι πένης ἐστὶ, γελᾷ; ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν. Ἂν τοίνυν μέλλοιμεν γελᾷν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρεξόμεθα τοῦ μὴ συνειδέναι τοῖς λεγομένοις. Ὕβρισέ σέ τις;
English
Rather, look up to God, and he will praise you; and the one who is admired by him ought not to seek honor from men. And if someone has much money and possessions, let him use them as a sojourner who will shortly depart from them, both willingly and unwillingly. And if someone has been wronged by anyone, let him not be angry immortally, or rather not even for a time; for "let not the sun," it says, "go down upon your wrath." For this passion has overturned whole households, dissolved ancient friendships, and produced inconsolable tragedies. When, then, someone mistreats you, do not look to him, but to the demon who stirs him up, and pour out all your anger against that one; but pity the man himself who is stirred by him. For if lying is from the devil, being angry without cause is much more from there. Now it is not possible to be angry when there is no one provoking; but to desire is necessary, even when the sight that moves to this does not appear. When someone insults you, consider the punishment with which he is punished; and not only will you not have anger, but you will even shed tears. For no one is provoked against a man with a fever, nor against one who is inflamed, but one pities all such people and weeps. But if you wish to defend yourself, be silent, and you have struck him a fatal blow; but if, stung, you insult back, you compel what is said to be thought true. For why does the rich man laugh when he hears that he is poor? Because he is not conscious of poverty in himself. If, then, we are going to laugh at insults, we will provide the greatest proof that we are not conscious of what is said. Did someone insult you?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:260 · narrative
Source
παρακάλεσον τὸν Θεὸν, ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως· ἀδελφός ἐστι σός· μέλος ἐστὶ σόν. Ἀλλὰ πλέον ἐπεμβαίνει μοι, φησίν. Οὐκοῦν διὰ ταῦτά σοι μείζων ὁ μισθός. Διὰ ταῦτα μάλιστα τὸν θυμὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος. Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, μηδὲ καταβάλῃς σαυτὸν μετ' ἐκείνου. Ἕως μὲν γὰρ ἂν ἕστηκας, δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ καὶ σαυτὸν καταῤῥίψῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑμᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; ἀλλ' οὐ δυνήσεται κείμενος. Ἀλλὰ σὺ ὁ πεσὼν μετ' ἐκείνου; καὶ πῶς, ὁ οὐκ ἀρκέσας σεαυτῷ, χεῖρα ὀρέξεις ἑτέρῳ; Ἔτρωσεν αὐτὸν ὁ διάβολος· μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις ὁμιλῶμεν, ταχέως ὑγιεῖς πάντες ἐσόμεθα· ἂν δὲ κατ' ἀλλήλων καθοπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία πρὸς τὴν ἡμετέραν ἀπώλειαν. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; ἀλλ' οὐ τὸ κακῶς παθεῖν ἐστιν ἄθλιον, ἀλλὰ τὸ ποιῆσαι κακῶς. Μὴ γὰρ εἴπῃς· Οὐδέν ἐστι κακὸν, ἂν τὸν δεῖνα ὑβρίσω. Διὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ· τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξανόμενα καὶ ἀνίατα γίνεται. Οὐδὲν τοίνυν ἡγῇ ποιεῖν δεινὸν, τοῦ ἀδελφοῦ κατηγορῶν; πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστι ἀδελφὸς, πῶς λέγεις, Πάτερ ἡμῶν; τὸ γὰρ, ἡμῶν, πολλῶν ἐστι προσώπων σημαντικόν. Οὐ γὰρ δύναται πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον·
English
Entreat God that he may quickly become propitious to him; he is your brother, he is your member. But he tramples on me more, he says. Therefore on this account your reward is greater. For this reason especially it is right to let go of anger, since the devil has wounded him. Do not therefore rebuke him yourself, nor throw yourself down along with him. For as long as you stand, you can save that one too; but if you also throw yourself down by returning the insult, who will raise you both up thereafter? He who was wounded? But lying down he will not be able. But you who have fallen along with him? And how will you, who were not sufficient for yourself, extend a hand to another? The devil has wounded him; do not wound him yourself, but rather cast out the former weapon. For if we speak to one another in this way, we shall all quickly be healed; but if we arm ourselves against one another, there is no need even of the devil for our destruction. But you suffered badly first? Yet it is not suffering badly that is wretched, but doing badly. For do not say: It is nothing, if I insult so-and-so. For this very reason it is a great evil, because it seems to be nothing; for things that seem to be nothing are easily despised, and things despised also grow, and things that grow also become incurable. Do you therefore think you are doing nothing terrible when you accuse your brother? How then do you call him brother? And if he is not a brother, how do you say, Our Father? For the word our is significant of many persons. For the one who has a beastly and inhuman disposition cannot call the philanthropic God Father.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:261 · narrative
Source
οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τῆς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσεν. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζει δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· οὗτος δὲ πάντα συναγαγὼν ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων ἀλογίας γέγονεν ἀλογώτερος. Τὰ μὲν γὰρ θηρία καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ ἄνθρωπος ὢν, καὶ τὴν ἀγριότητα ἐκείνων τὴν κατὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβάλλων τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύσιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον, καὶ λέοντα μὲν τιθασσεύων καὶ χειροήθη ποιῶν,
English
For he does not preserve the marks of the goodness that is in the heavenly Father, but has transformed himself into the beastly form and has fallen away from the divine nobility. For when a man leaps like a bull, kicks like a donkey, bears grudges like a camel, is gluttonous like a bear, snatches like a wolf, strikes like a scorpion, is crafty like a fox, and neighs after women like a lustful stallion, how can such a one send up the voice befitting a son and call God his Father? What, then, should such a one be called? A beast? But beasts are held by one of these defects; this man, however, having gathered all of them in himself, has become more irrational than their irrationality. For beasts, though wild by nature, having enjoyed human skill, often become tame; but this man, being a man and changing the wildness of those beasts, which is according to nature, into tameness that is against nature, what defense will he have, bringing his own gentleness, which is according to nature, out into wildness that is against nature, and making the wild by nature tame, but making himself, who is tame by nature, wild, and taming a lion and making it docile,
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:262 · narrative
Source
τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καὶ γὰρ τὸν μὲν λέοντα ἡμεροῖ καὶ ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Εἰ οὐδὲν οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικὸν τὸν ἀδικούμενον· πόσης οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοῖς οὐκ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ κατ' αὐτῶν ἐντυγχάνοντες; Τίνα δὲ λοιπὸν ἕξουσι σωτηρίας ἐλπίδα, ὅταν καὶ ἡνίκα ἐξιλεοῦσθαι αὐτὸν δέῃ, καὶ τότε αὐτὸν παροξύνωσιν, ἱκέτου μὲν σχῆμα περικείμενοι, θηρίου δὲ φωνὰς ἀφιέντες, καὶ καθ' ἑαυτῶν τὰ τοῦ πονηροῦ βέλη ἐξακοντίζοντες; Εἰ γὰρ ὅτε ἐλέου χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς· πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος; Ἔπαθες κακῶς, καὶ ἀμύνασθαι βούλει τὸν κακῶς σοι ποιήσαντα; ποίησον αὐτῷ καλῶς, καὶ ἠμύνω. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμψονται· ἂν δὲ ἐνέγκῃς, σὲ μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κακηγορήσουσι. Τί δὲ ἐχθρῷ γένοιτ' ἂν μεῖζον κακὸν καὶ πικρότερον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον, ἑαυτὸν δὲ παρὰ πάντων ὑβριζόμενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Θηρίον ἐστὶν εὐκόλως ἐκπηδῶν ὁ θυμός· καὶ διὰ τοῦτο μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεῖ πρὸς τὸ περιγενέσθαι αὐτοῦ καὶ κατασχεῖν.
English
But who makes his own temper fiercer than a lion? For he tames the lion and makes it a man, yet he allows himself to become a lion instead of a man; and to the lion he grants what is beyond nature, but for himself he does not even procure what is according to nature. If nothing makes a man so like God as for the one who is wronged to be forgiving to those who wrong him, of how great a punishment would they not be worthy who, after all this, not only do not forgive themselves, but even call upon God for vengeance against their enemies and petition against them? What hope of salvation will they have left, when even at the very time they need to propitiate him, they then provoke him, wearing the guise of a suppliant but uttering the cries of a beast, and hurling the arrows of the evil one against themselves? For if, when you have need of mercy, you do not even then let go of your anger, but remember it exceedingly, and that too knowing that you thrust the sword against yourself, when will you be able to become humane? You have suffered badly, and you wish to avenge yourself on the one who treated you badly? Do him good, and I am avenged. For if you exact punishment, all will blame both you and him alike; but if you bear it, they will applaud and marvel at you, and will speak ill of him. But what greater and bitterer evil could befall an enemy than to see the enemy admired and applauded by all, while he himself is insulted by all in the sight of his enemy? Anger is a beast that easily leaps out; and for this reason we need countless fences and barriers in order to overcome it and hold it in check.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:263 · narrative
Source
Διὰ γὰρ τοῦτο ἡμῖν μάλιστα τοῦτο τὸ μέρος ὥσπερ ἔκ τινων λίθων τῶν ὀστῶν ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ θεὶς, ὥστε μὴ διαῤῥήξαντά ποτε μηδὲ διατεμόντα, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέρος τοῦ ὅλου σώματος ταύτην ἂν τὴν βίαν ἀνάσχοιτο. Οὐχ οὕτω λέων τὰ σπλάγχνα διασπαράξαι δύναται τὰ ἡμέτερα, ὡς θυμὸς τοῖς σιδηροῖς ὄνυξι διαπαντὸς ἐγκαθήμενος ἀπόλλυσιν ἅπαντα. Οὐ γὰρ δὴ τῷ σώματι λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. Ὅταν οὖν ἐλθών τις εἴπῃ σοι, ὅτι ὁ δεῖνά σε ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς παρόντας τὸν ὑβρικότα· καὶ, κἂν σφόδρα ὦσιν ἀνόητοι, σὲ μὲν ἐπαινέσονται καὶ θαυμάσονται, ἐκεῖνον δὲ μισήσουσιν ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Πρὸς τούτοις δὲ καὶ τὰ εἰρημένα πάντα δυνήσῃ δεῖξαι ἕωλα ὄντα. Ὁ μὲν γὰρ δακνόμενος, τοῦ συνειδέναι τοῖς λεγομένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἀπήλλαξεν ἑαυτὸν ὑποψίας. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς κολάζειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς καταγελᾷν τῶν ὕβρεων.
English
For this reason especially God built this part for us, as it were, out of certain stones—the bones—setting it as a support for it, so that it would never rupture or sever and easily destroy the whole living creature. For it is fire, he says, and a great tempest; and no other part of the whole body could endure this violence. A lion cannot tear our entrails apart as rage does, seated forever with iron claws, destroying everything. For it does not harm the body only, but corrupts the very health of the soul. So when someone comes and says to you, "So-and-so has insulted you and continues speaking evil of you to everyone," praise the insulter before those present; and even if they are very foolish, they will praise and marvel at you, but they will hate him as more savage than any wild beast, because he, though wronged in nothing, caused pain, while you, though treated badly, repaid with the opposite. In addition to this, you will be able to show that all the things said are stale. For the one who is bitten provides proof that the words are true by the very fact that he feels pain; but the one who laughed it off, by this very thing, has freed himself from all suspicion before those present. And if you also desire to take revenge on him, this too will follow in abundance, both as God punishes him for what he has said, and even before that punishment, your philosophy becomes for him a timely blow. For nothing is so accustomed to punish those who insult us as our laughing at the insults when we are insulted.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:264 · narrative
Source
Ὅταν δὲ ὑβρισθεὶς ἀνθυβρίσῃς, ἡττήθης, οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τοῦ τῆς λοιδορίας ψεύδους καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων, ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ τε γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας, καὶ τὸν ὑβρίσαντα μᾶλλον ἀλγεῖν ἐντεῦθεν ἐποίησας. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάψασθαι. Ὅταν οὖν οὗ μάλιστα ἐπιθυμεῖ, τούτου μάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτελίσας καὶ δείξας εὐκαταφρόνητον. Οὐ γὰρ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γέγονεν, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον· καὶ ἐκεῖ μὲν καὶ ἑτέρους ἔχεις τοὺς συμμερίζοντας τὴν νίκην, ἐνταῦθα δὲ
English
But when you return insult for insult, you have been defeated—not by a man, but, what is more shameful, moved by the illiberal passion of anger. But if you keep silent, you have both conquered and set up the trophy without toil, and you will have countless people to crown you and to condemn the falsehood of the abuse. For the one who talks back seems to retort as one who is stung; but the one who is stung gives the suspicion that he is conscious of what is said. But if you laugh it off, you have both dissolved the verdict against yourself by your laughter, and you have made the one who insulted you suffer more from this. For he is not so pleased at not being insulted as he is pained at not being able to get at you. When, therefore, you deprive him most of all of that which he most desires, you have deprived him of everything, having made him contemptible and shown him worthy of disdain. For kings are not made illustrious by conquering enemies as much as by conquering anger and rage; for there the success belongs to weapons and soldiers, but here your trophy is bare; and there you have others to share the victory, but here
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:265 · narrative
Source
μόνος τὸ τρόπαιον ἔστησας. Ὅταν οὖν σε ὑβρίσῃ τις, φέρε γενναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισεν. Ἂν πλήξῃ τὴν δεξιὰν, μὴ ἀντιτείνῃς· ἐκεῖνος γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν. Εἰ δὲ δοκεῖ σοι δύσκολα ταῦτα εἶναι, ἐννόησον ὅτι, εἰ μαινόμενός τις τὸ ἱμάτιόν σου περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα; Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα ἔνθα μέν σοι ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν· ἔνθα δὲ καρδία διαῤῥήγνυται (ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ), οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ τοῦ μηδ' ὁτιοῦν ὑπομείναντος; Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, καὶ μὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλὰ ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς, ἔασον ἀτιμώρητον, εὐχαρίστησον. Αὕτη γὰρ ὄντως ἄμυνα, κἀκείνῳ βλάβην φέρουσα, καὶ ὠφέλειαν σοί· ἀπὸ ταύτης γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμείβεσθαι τὸν πεποιηκότα κακῶς, πῶς δυνήσεται ἀνιαθῆναι λοιπόν; Τί γὰρ, εἰπέ μοι, κακὸν πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα καὶ ἐνταῦθα μένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι;
English
You alone have set up the trophy. When, therefore, someone insults you, bear it nobly; for he has insulted himself, not you. If he strikes your right hand, do not resist; for it is he who is being struck—striking you with his hand, but himself with his anger, and receiving a bad reputation from all. But if these things seem difficult to you, consider: if some madman tore your cloak, whom would you say was suffering harm—you who suffered it, or he who did it? It is clear: he. Then where a cloak is torn, the one who did it has suffered worse than the one who suffered it; but where a heart is torn (for anger does this), will you not judge that he has suffered greater evils than you, who suffered nothing at all? If one must not return evil for evil, much more must one not return evil for good, and return evil when no evil preceded. But so-and-so, he says, is wicked, and he grieved me and wronged me greatly. Do you wish to avenge yourself? Do not repay; leave him unpunished; give thanks. For this is truly vengeance, bringing harm to him and benefit to you; for from this joy is born. For when we have such a soul as to avenge no one but to benefit all, tell me, from where will the sting of grief be able to steal in? For he who rejoices in suffering evil so much as to repay with kindness the one who did evil, how will he be able to be distressed any longer? For tell me, what evil have you suffered? Has sickness fallen upon you? But nothing strange; for our body is mortal and subject to suffering. But poverty of money? But these things too are possessions and dispossessions, and remain here. But plots and slanders?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:266 · narrative
Source
ἀλλ' οὐχ ἡμεῖς ἀδικούμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται· ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς· ἀλλ' ὁ ποιήσας κακῶς. Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας χαλεπωτέραν ταύτην ἀποφηνάμενος. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Πῶς γὰρ βούλει τὸν Δεσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γινόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ' ὕβρισέ σε ὁ σύνδουλός σου; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις· ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ οὗτος μὲν ἐκ πάθους καὶ ἠδικημένος ἴσως ὕβρισε, καὶ παροξυνθείς· σὺ δὲ τὸν Θεὸν ὑβρίζεις οὐκ ἠδικημένος οὐδὲ ἐπηρεασμένος, ἀλλ' εὐεργετούμενος ὑπ' αὐτοῦ καθ' ἑκάστην ἡμέραν· καὶ τίνα ἕξομεν ἀπολογίαν ἢ συγγνώμην; Ἐννόησον τοίνυν, ὅτι, εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδεμίαν βιωσόμεθα ἡμέραν. Ἀνομίας γὰρ, φησὶν, ἐὰν παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΑʹ. Περὶ ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης.
English
But we are not the ones wronged in these matters—rather, those who have done the wrong. For the soul that sins, it says, is the one that shall die; and the one who sinned was not the one who suffered evil, but the one who did evil. Let us therefore be eager for nothing so much, beloved, as to be free from anger and to reconcile those who are ill-disposed toward us, knowing that neither prayer, nor almsgiving, nor fasting, nor participation in the mysteries, nor any other such thing, if we harbor resentment, will be able to stand by us on that day. So one would not be wrong to declare this more grievous than every sin. For God hates and turns away from nothing so much as a resentful man who keeps his anger. For how do you wish the Master to be gentle and mild toward you, when you yourself are harsh and unforgiving toward your fellow servant? But your fellow servant insulted you? You too often insult God. And where is the equality between a fellow servant and a Master? And he insulted you perhaps from passion and because he had been wronged, and provoked; but you insult God, not wronged nor abused, but benefited by him every day. And what defense or pardon shall we have? Consider, then, that if God wished to examine strictly the things done against him, we would not live a single day. For if you should watch for iniquities, it says, O Lord, O Lord, who shall stand? For yours is the glory unto the ages of ages. Amen. Homily 21. On rule and authority and glory.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:267 · narrative
Source
Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην· ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα· κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς ἐποίησεν. Εἰ δὲ παρὰ ἀνθρώποις τοσαύτης ἀπέλαυσε δόξης δι' ἐκεῖνο τὸ ῥῆμα, πόσων ἀγαθῶν ἀπολαύσεται παρὰ τῷ φιλανθρώπῳ Θεῷ; Καὶ γὰρ οὗτός ἐστιν ἀληθῶς βασιλεὺς, ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν· τὸν τοιοῦτον ἡδέως ἂν εἶδον
καὶ γῆς καὶ θαλάττης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων. Ὁ γὰρ τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας, ῥᾳδίως ἂν ἐπισταίη καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν. Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται· καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει·
English
Blessed Constantine is spoken of: when his image had once been stoned, and many were provoking him to proceed against those who had offered the outrage and to exact punishment, saying that they had wounded his whole face by hurling stones at it, he felt his own face with his hand, and smiling gently, said, "I see no wound anywhere on my forehead; but my head is sound, and my whole face is sound." And he made those men, reddening and ashamed, withdraw from that unjust counsel. But if among men he enjoyed so great glory because of that saying, how many good things will he enjoy with the humane God? For this man is truly a king, who rules anger and envy and pleasure, and brings all things under the laws of God, and keeps his mind free, and does not allow the dominion of pleasures to prevail over his soul. Such a man I would gladly see
ruling over earth and sea, and cities and peoples and armies. For he who has set reason over the passions of the soul would easily preside over men as well, together with the divine laws, so as to be in the place of a father to those he rules, conversing with the cities with all gentleness. But he who seems to rule over men, yet is a slave to anger and love of rule and pleasures, would first appear ridiculous to those he rules, because he wears a crown studded with stones and of gold, but is not crowned with self-control; and his whole body shines with purple, but he has his soul unadorned.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:268 · narrative
Source
ἔπειτα δὲ οὐδὲ ὅπως μεταχειρίσεται τὴν ἀρχὴν ἐπιστήσεται ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς ἄρχειν, πῶς ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις; Μηδὲ τοῦτο σκοπῶμεν ὅπως ἐν τιμαῖς ὦμεν καὶ ἐξουσίαις, ἀλλ' ὅπως ὦμεν ἐν ἀρετῇ καὶ φιλοσοφίᾳ. Αἱ γὰρ ἐξουσίαι πολλὰ τῶν τῷ Θεῷ μὴ δοκούντων ποιεῖν πείθουσι, καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς, ὥστε εἰς δέον χρήσασθαι τῇ δεδομένῃ τιμῇ καὶ δόξῃ καὶ ἐξουσίᾳ. Ὁ μὲν ἀπεστερημένος δόξης, καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων αὐτῆς τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξηται τὸ μηδέποτε εἰς αὐτὴν ἀκολάστως ἰδεῖν. Τοιοῦτον γὰρ ἡ ἐξουσία. Διὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα. Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί. Τὸ γὰρ εὐδοκιμεῖν καὶ προκόπτειν ἐν δήμῳ, ὅσον λαμπρότερον ποιεῖ, τοσοῦτον μείζους τοὺς κινδύνους ἔχει καὶ τὰς φροντίδας· ἀναπνεῦσαι γὰρ καὶ στῆναι ὁ τοιοῦτος ὅλως οὐ δύναται, οὕτω πικρὸν ἔχων καὶ βαρὺν τὸν δεσπότην. Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι; κἂν μυρία ἔχῃ κατορθώματα ὁ τοιοῦτος, δυσκόλως εἰς βασιλείαν εἰσέρχεται. Οὐδὲν γὰρ οὕτως ἐκτραχηλίζειν εἴωθεν, ὡς ἡ παρὰ τῶν πολλῶν δόξα. Τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγκεῖν, μέγα καὶ γενναῖον· τὸ δὲ δόξης μετασχεῖν, νεανικῆς δεῖται ψυχῆς καὶ σφόδρα μεγάλης, ὥστε δόξης ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι.
English
Then he will not even know how to manage authority; for the one who has not been able to rule himself, how could he be able to direct others by the laws? And let us not consider this—how we may be in honors and positions of power—but how we may be in virtue and philosophy. For positions of power persuade people to do many things that do not seem good to God, and a very youthful soul is needed, so as to use the given honor and glory and authority as is fitting. The one deprived of glory practices philosophy even unwillingly; but the one who enjoys it suffers something like this: as if someone living with a beautiful and fair maiden should accept laws never to look at her licentiously. For such is authority. Therefore it has cast many even unwillingly into insolence and stirred up anger, and removed the bridle of the tongue, and thrown open the door of the mouth, as if fanning the soul up by a wind, and sinking the vessel into the last depth of evils. For greatness of honor is an addition of punishment for those who choose to live unworthily of the honor. For to be well esteemed and to advance among the people, the more splendid it makes one, the greater the dangers and the cares it has; for such a person cannot at all breathe or stand still, having so bitter and heavy a master. And why do I say stand still and breathe? Even if such a person has countless successes, he enters the kingdom with difficulty. For nothing is so accustomed to make one break one's neck, as the glory that comes from the many. For to bear dishonor is great and noble; but to partake of glory requires a youthful and very great soul, so that one enjoying glory may not break one's neck.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:269 · narrative
Source
Ἀλλ' εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃς δόξης. Σκιὰ γάρ ἐστι δόξης αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Οἱ οὖν κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς παντελῶς καθιστῶσιν. Οὕτω καὶ ὁ Ἀδὰμ, ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσε. Καὶ πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες, καὶ τὰ παρόντα ἀπώλεσαν, καὶ οἱ προσδοκῶντες τῶν ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Τὰ γὰρ ἀνθρώπινα πράγματα ὅσον ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσοῦτον μείζονα τὴν πτῶσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσων τὰ βασίλεια γέμει τῶν κακῶν. Διὰ τοῦτο οὖν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον, ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ δόξης πολλῆς; Εἶτα οὐκ ἐννοεῖς τὸ τούτων εὐμάραντον, καὶ ὅσον ἐντεῦθεν τίκτεται τὸ κακόν; Τὸ γὰρ δὴ χαλεπώτατον τούτων, ὅτι τὰ μὲν ἐξ αὐτῶν κακὰ ἀθάνατα μένει· ἡ δὲ ἡδονὴ οὔπω ἐφάνη καὶ ἀπέπτη. Ἀλλ' ἐξουσίαν ἔχει παρὰ τῷ κρατοῦντι πολλὴν, καὶ ἄγει καὶ φέρει πάντα ὅπου θέλει, καὶ τοὺς ἐχθροὺς λυπεῖ, καὶ τοὺς κολακεύοντας εὐεργετεῖ, καὶ πολλὴν ἔχει δύναμιν; Τί οὖν ἐργάσασθαι δύναται δεινόν; ἀποχειροτονήσει τῆς ἀξίας; καὶ τί τοῦτο; ἂν μὲν γὰρ δικαίως, καὶ ὠφελεῖ· οὐδὲν γὰρ οὕτω παροξύνει Θεὸν ὡς τὸ παρ' ἀξίαν τιμᾶσθαι· ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν ἐπ' ἐκεῖνον, οὐκ ἐπὶ τοῦτον χωρεῖ·
English
But if you wish to receive glory, spurn glory; but if you pursue glory, you will fall from glory. For this glory is a shadow of glory. No one, upon seeing a painted loaf, even if he is held by hunger ten thousand times over, will touch the painting. Those, therefore, who say that they have received the whole in the present, make themselves completely desolate for the future. Thus also Adam, in hope of greater honor, fell even from that which he had. And many often, desiring greater things, lost also the present things, and those who expected to have the whole of things here fell even from the part. For human affairs, the more they are exalted and shine, the greater the fall they produce—not only those of the ruled, but also those of the kings themselves. For one would not find a private house filled with as many calamities as the palaces are full of evils. For this reason, then, tell me, do you envy your neighbor because you see him enjoying honor and great glory? Then do you not consider the fragility of these things, and how great the evil that is born from them? For the most grievous of these things is that the evils from them remain immortal, while the pleasure has not yet appeared and has flown away. But he has great authority with the ruler, and drives and carries all things wherever he wishes, and grieves his enemies, and benefits his flatterers, and has great power? What then is he able to do that is terrible? Will he depose him from his rank? And what is this? For if justly, it also benefits; for nothing so provokes God as to be honored beyond one's worth; but if unjustly, the charge again goes against that one, not against this one.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:270 · narrative
Source
ὁ γὰρ ἀδίκως τι παθὼν, καὶ γενναίως ἐνεγκὼν, πλείονα ταύτην πρὸς τὸν Θεὸν κέκτηται τὴν παῤῥησίαν. Ὁ γὰρ τοῖς ἄρχουσιν ὑποτασσόμενος, οὐ τοῖς ἄρχουσιν ὑποτάσσεται, ἀλλὰ τῷ Θεῷ τῷ ταῦτα νομοθετήσαντι πείθεται· καὶ ὁ μὲν οὐχ ὑπακούων ἐκείνοις, τῷ Θεῷ πολεμεῖ· Οὐ γάρ ἐστιν ἐξουσία, φησὶν, εἰ μὴ ἀπὸ Θεοῦ. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς
ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστί. Διὸ καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε δίκην ἀπαιτήσει παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην· καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην, καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ὥσπερ γὰρ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος· καὶ στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων ἂν τοὺς ἄρχοντας ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν. Ὅταν οὖν ἄρχων ἀνεπίληπτος ᾖ πᾶσι, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ συγχωρεῖν τοὺς ὑπὸ αὐτὸν ταττομένους ἅπαντας. Τὸ μὲν γὰρ μὴ κολάσαι τοὺς ὑπευθύνους, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που ἢ δευτέρου μόλις ἐστὶν ἀνθρώπου, καὶ μάλιστα ὅταν βασιλεὺς ὑβριζόμενος ᾖ· καὶ τῷ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον·
English
For the one who has suffered something unjustly and borne it nobly has obtained greater boldness before God. For the one who submits to rulers does not submit to rulers, but obeys God who legislated these things; and the one who does not obey them makes war on God. For there is no authority, it says, except from God. For the very existence of principalities, and that some rule and others are ruled, and that all things are not simply
carried along in disorder, with the peoples whirled this way and that like waves, is the work of God's wisdom. Therefore he is also a fierce avenger when these are despised. For he will not exact from you an ordinary penalty for disobeying, but a very great one indeed; and nothing will rescue you when you argue back, but you will also suffer the most grievous punishment at the hands of men, and you will provoke God all the more. For just as, if you remove the pilot from a ship, you have sunk the vessel; and if you lead a general away from the army, you have handed the soldiers over bound to the enemy; so if you destroy the rulers of cities, we will live a life more irrational than irrational beasts. For what the wooden props are in houses, rulers are in cities. When, then, a ruler is blameless in all respects, then he will be able, with as much authority as he wishes, both to punish and to pardon all those ranked under him. For to fail to punish those who are liable, and to grant pardon to those who have sinned unpardonably, is scarcely the act of one man or a second, and especially when it is a king who is being insulted; and to subject a city by fear is easy—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:271 · narrative
Source
τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι, καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν, δυσκατόρθωτον, κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Μείζων ὄντως ἡ τῆς ἱερωσύνης ἀρχὴ τῆς ἀρχῆς τῆς βασιλικῆς, καὶ τοσοῦτον μείζων, ὅσον ὁ μὲν βασιλεὺς σώματα ἐμπεπίστευται, ὁ δὲ ἱερεὺς ψυχάς. Καὶ ὁ μὲν λοιπάδας χρημάτων ἀφίησιν, ὁ δὲ λοιπάδας ἁμαρτημάτων· κἀκεῖνος ἀναγκάζει, οὗτος παρακαλεῖ· ἐκεῖνος ὅπλα αἰσθητὰ, οὗτος ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, οὗτος πρὸς δαίμονας. Διὰ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ ἱερεῖς τοὺς βασιλεῖς ἔχριον, καὶ νῦν τὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεὸς, παιδεύων ἡμᾶς, ὅτι οὗτος ἐκείνου μείζων ἄρχων· Τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Εἰσῆλθε γάρ ποτε ὁ βασιλεὺς Ὀζίας εἰς τὸν ναὸν τοῦ Κυρίου θυμιάσαι θέλων, καὶ εἰσῆλθεν Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ· οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπεισδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς Δεσποτικῆς ἐξαγαγεῖν οἰκίας. Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος, Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος·
English
But to make everyone lovers of him and to persuade them to be favorably disposed toward his rule is hard to accomplish, even if one spends countless sums of money, even if one sets countless armies in motion, even if one does anything at all, he will not easily be able to draw to himself the disposition of so many men. For nothing so demonstrates the one who holds authority as affection toward those under his rule. For it is not only begetting that makes a father, but also loving after begetting. And if where nature is, love is needed, much more where grace is. Truly the office of the priesthood is greater than the office of the king, and greater by as much as the king is entrusted with bodies, while the priest is entrusted with souls. And the one remits debts of money, the other debts of sins; and the one compels, the other exhorts; the one has perceptible weapons, the other spiritual weapons; the one wages war against barbarians, the other against demons. For this reason even in the Old Testament priests anointed kings, and now God places the head under the hands of the priest, teaching us that this ruler is greater than that one; for the lesser is blessed by the greater. For once King Uzziah entered the temple of the Lord wishing to burn incense, and Azariah the priest entered after him; for not as one about to drive out a king, but as one about to drive out a runaway and an insolent servant, he came in after him with such vehemence, like a noble watchdog rushing in upon an unclean beast, so as to drive it out of its Master's house. He did not look at the bulk of his authority, he did not listen to Solomon saying, The threat of a king is like the wrath of a lion;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:272 · narrative
Source
ἀλλὰ πρὸς τὸν ἀληθινὸν βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ τούτου τῷ φόβῳ ἑαυτὸν ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ. Ἀλλ' εἰσέλθωμεν καὶ ἡμεῖς, εἰ δοκεῖ, ἵνα ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται. Οὐκ ἔξεστί σοι, φησὶν, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ· οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, ἐπειδὴ αὐτὸς ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς τιμῆς· ὁ μὲν γὰρ τὴν ἁμαρτίαν ποιῶν, δοῦλός ἐστι, κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζόμενος, κἂν ἁπάντων ἔσχατος ᾖ, καὶ αὐτοῦ τοῦ βασιλέως βασιλικώτερός ἐστι. Καὶ πρόσεχε ᾧ λέγω· Ἐδέησέ ποτε βασιλέα γενέσθαι τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρότερον γενόμενος ἀνάξιος ἦν. Πέμπεται οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, καί φησιν· Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶἀκούσας βασιλέα, νομίσας ἐπιτήδειον εἶναι πρὸς τὸ ποιῆσαι ἀξίωμα, ἄγει τὸν πρῶτον υἱόν. Ἄπαγε αὐτὸν, φησὶν, οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος· ἄγει τὸν τρίτον· οὐδὲ οὗτος· τὸν τέταρτον, τὸν πέμπτον, τὸν ἕκτον· οὐδὲ οὗτος. Καὶ ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον υἱόν; Ἠσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶ, μικρὸν, εὐτελῆ, ποιμένα. Τί οὖν; βασιλέα ποιῆσαι ζητεῖς, καὶ τὸν ἐλάττω κρείττονα ἡγῇ τοῦ κρείττονος; ἄνθρωπος ἄνθρωπον ἐξουθενεῖ, ὁ δὲ Θεὸς στεφανοῖ·
English
But looking to the true King of the heavens, and having fortified himself with fear of him, he thus leaped upon the tyrant. But let us also enter in, if it seems good, so that we may see what he says to the king. "It is not permitted to you, Oziah," he says, "to burn incense to the Lord." He did not call him king, since he himself had first cast himself out of that honor; for the one who commits sin is a slave, even if he has countless crowns upon his head; but the one who works righteousness, even if he is the last of all, is more kingly than the king himself. And pay attention to what I say: At one time the Jews needed a king to be made, since the one who had been made before was unworthy. So Samuel is sent to Jesse, and he says: "God has sent me to make a king from among your sons." Jesse, having heard "a king," thinking him suitable for the office, brings his first son. "Send him away," he says, "God has not been well pleased in him." He brings the second; not even this one; he brings the third; not even this one; the fourth, the fifth, the sixth; not even this one. And the chorus of the sons was used up, and the one being sought was not found. He says to him: "Do you have another son?" The father was ashamed. "I have one," he says, "small, of little account, a shepherd." What then? Do you seek to make a king, and do you consider the lesser better than the better? Man despises man, but God crowns—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:273 · narrative
Source
Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· Ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν; ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Καὶ διὰ τί μὴ ἐξ ὀνόματος εἶπεν ὁ Θεός· Ἄπελθε, χρῖσόν μοι τὸν Δαυῒδ εἰς βασιλέα, ἀλλ' ἕνα τῶν υἱῶν Ἰεσσαί; Ἵνα μὴ πάθῃ ὁ Δαυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν· οὕτω δέος ἦν μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο τῷ Δαυΐδ. Ἦλθε τοίνυν ὁ Δαυῒδ, καὶ χρίεται τῷ ἐλαίῳ, καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος οὐδὲ δόρατα, ἀλλὰ τὴν τοῦ Θεοῦ ψῆφον τὴν πάντων δυνατωτέραν. Καὶ πολέμου καλοῦντος, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν, καὶ εὗρε τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι οὐδὲ ἐξελθεῖν κατ' αὐτοῦ. Εἰστήκει καὶ λέγει· Τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσιν αὐτῷ· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δὲ, Οὐκ ἀπόνοιαν, ἀλλὰ πίστιν, οὐ θώρακα, ἀλλὰ θεοσέβειαν καθοπλίζομαι· οὐ σκοπῶ αὐτοῦ τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας αὐτοῦ· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος, πάλιν βασκανία. Ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν τῆς καρδίας σου καὶ τὴν κακίαν, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. Ὁ δὲ ὑποτεμνόμενος τοῦ ἕλκους ἀπέστη ἀπ' αὐτῶν, καὶ παραγενόμενος εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ;
English
For God does not see as man sees; man looks at the face, but God looks at the heart. For do we seek bulk of flesh? We desire nobility of soul. And why did God not say by name: Go, anoint David for me as king, but rather "one of the sons of Jesse"? So that David might not suffer what Joseph suffered. For just as those men, having learned who their king was to be, plotted against him, so there was a fear that these too might do the same. Thus ignorance became the mother of safety for David. So David came, and was anointed with oil, and departed having the kingdom, not clad in breastplate, nor shield, nor spears, but in the vote of God, which is mightier than all things. And when war called, he went out to see the battle line, and found the barbarian challenging to single combat, and no one dared to leap forward or go out against him. He stood and said: Who is this uncircumcised man, who has reproached the battle line of the living God? And they say to him: Whence comes this madness of yours? But he said: It is not madness but faith; I am armed not with a breastplate but with piety toward God; I do not consider his size, but the desolation of his mind; I do not see that the ship is great, but that it has no pilot. What then do the brothers do? Again envy, again malice. To whom did you leave those little sheep? We know the arrogance of your heart and your wickedness, that you came down for the sake of seeing the war. But he, cutting off the wound, withdrew from them, and coming to the other part of the war, he says: What will be done for the man who takes up his head?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:274 · narrative
Source
Οἱ δὲ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καταπεπτωκότα, δεδοικότα καὶ τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου; καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ. Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι σὺ παιδάριον ὂν μικρὸν, αὐτὸς δὲ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται ὁ Δαυῒδ τὰ κατορθώματα εἰπεῖν· Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ποίμνης μου, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τῶν θηρίων ἐκείνων, διότι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυΐδ· Πορεύου, καὶ Κύριος μετὰ σοῦ. Ἔδωκε δὲ αὐτῷ ὁ βασιλεὺς τὰ ἑαυτοῦ ὅπλα, καὶ οὐκ ἐδύνατο βαστάξαι. Διὰ τί; Οὐ συνεχώρει τοῦτο ὁ Θεὸς, ἵνα μὴ τὰ ὅπλα συμμερίσωνται τὴν νίκην τῶν κατορθωμάτων· ἵνα μὴ εἴπῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνίκησαν, ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἀφίησι βῶλον· ἔπεσεν ὁ ἀλλόφυλος. Οὐ γὰρ τῇ φύσει τοῦ σώματος, ἀλλὰ τῇ δυνάμει τοῦ πνεύματος, τὴν νίκην ἀπηνέγκατο. Ἔδραμε καὶ ἔλαβεν αὐτοῦ τὸ ξίφος, καὶ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν· καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ τοίνυν δόξης ἐρᾷς καὶ τιμῆς, μὴ τὴν οἰκίαν μηδὲ τὸν ἵππον, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε καὶ θεράπευε·
English
They bring him in to the king. So he saw the king fallen down, afraid and trembling, and he says to him: Why has the face of my lord fallen? And in prosperity he acknowledges his servitude. Who is this? Shall I not go and take off his head? What then does the king say? And how can you, being a little boy, while he has been a warrior from his youth? The king disbelieves; David is compelled to recount his achievements: I, he says, was a little boy, shepherding the sheep of my father; and when a lion or a bear came and took a sheep from my flock, I went out after them and snatched it from their mouth, and I struck the lion and the bear; and this one shall be as one of those beasts, because he has reproached the battle line of the living God. And Saul said to David: Go, and the Lord be with you. And the king gave him his own armor, and he could not bear it. Why? God did not permit this, so that the armor might not share in the victory of his achievements; so that the king might not say, My armor won. He throws off the armor and puts on faith; he lets go the clod; the foreigner fell. For not by the nature of the body, but by the power of the Spirit, did he carry off the victory. He ran and took his sword and cut off his head; and what was written was fulfilled: In the works of his hands the sinner was caught. If, then, you long for glory and honor, adorn and tend not the house nor the horse, but the soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:275 · narrative
Source
ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήμην ἔχοντος ψυχὴν, καὶ τὸ τῆς οἰκίας καὶ τοῦ ἵππου προβαλλομένου κάλλος. Ἀλλὰ κἀκεῖνα καὶ ταῦτα γίνεται, φησί. Τί φῄς; οὐ δέδοικας ταῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν λίθων τὸν Χριστὸν ἀριθμῶν; οὐκ οἶσθα ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; σὺ δὲ οὐδὲ μικρὰν τούτῳ ἀντιδίδως ἀμοιβήν; Κἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς· τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ τὸν μισθὸν καταβαλεῖν; καὶ ποίας ἂν εἴης ἀπολογίας ἄξιος; Καθάπερ γὰρ ὁ λίθον πρὸς τὸ ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὐδὲ πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίζοντα ἐπανιόντος τοῦ λίθου· οὕτω δὴ καὶ ὁ τὴν μακαρίαν ἐκείνην οὐσίαν τοῦ Θεοῦ
βλασφημῶν, ἐκείνην μὲν οὐδὲν παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος. Ἀκουέτωσαν οἱ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν περιεργαζόμενοι, καὶ τὴν ἀκατάληπτον ἐκείνην φύσιν καταληπτὴν εἶναι λέγοντες, ἵνα γνῶσιν, ὡς οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν. Ὁ ἅγιος προφήτης Δανιὴλ, ὁ τοῦ Θεοῦ φίλος, ὁ ἔχων παῤῥησίαν πολλὴν πρὸς αὐτὸν, τρεῖς ἑβδομάδας ἐνήστευσεν ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο·
English
As things are now, nothing would be more contemptible than you, since you have a soul destitute, and you put forward the beauty of your house and your horse. But those things and these things come to pass, he says. What do you say? Do you not fear when you utter these things, and count Christ along with horses and stones? Do you not know that he himself fashioned the body, and bestowed the soul, and apportioned the whole world? And do you not repay him even a small recompense? If you rent out a little house, you demand the rent with great exactness; but enjoying all his creation, and dwelling in so great a world, do you not endure to pay back even a little rent? And of what defense would you be worthy? For just as one who hurls a stone upward will not be able to cut through the body of heaven, nor reach that height, but receives the blow on his own head, the stone returning upon the thrower; so indeed also the one who blasphemes that blessed essence of God will never harm it at all, since it is much greater and higher than to receive any harm, but he sharpens the sword against his own head, having become ungrateful toward his benefactor. Let those hear who pry into the blessed essence of the Godhead, and say that that incomprehensible nature is comprehensible, so that they may know that it is not possible for a man to see even the essence of an angel with impunity. The holy prophet Daniel, the friend of God, who had great boldness toward him, fasted three weeks of days, and he did not eat the bread of desires, nor did wine and meat enter into his mouth, nor did he anoint himself with ointment.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:276 · narrative
Source
καὶ ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τῆς τοιαύτης θεωρίας ὑποδοχὴν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη, τότε τὸν ἄγγελον εἶδεν, καί φησιν· Ἐστράφη τὰ ἐντός μου ἐν τῇ ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοὶ οὔτε ἰσχύς· καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν. Ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν ὁ νεανίας, ὁ δὲ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκεδάσας τὴν ὠχρίαν, καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας, καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι· Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν. Ἀνέστησε τοίνυν αὐτὸν ὁ ἄγγελος, ὁ δὲ ἀνέστη ἔντρομος· καὶ ἀρχομένου τοῦ ἀγγέλου διαλέγεσθαι πρὸς αὐτὸν, πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· καὶ καθάπερ οἱ ἀπὸ τοῦ φόβου ἐκλελυμένοι, διεγερθέντες καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες καὶ διαβλέψαντες, κατεχόντων ἡμῶν αὐτοὺς καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἐκλύονται μεταξὺ ταῖς χερσίν· οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα, καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν, ἐθορυβεῖτο καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀποῤῥῆξαι ἐπειγομένη· ἀλλ' ἐκεῖνος κατεῖχεν. Εἰ δὲ ὁ Δανιὴλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιὴλ ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ σώματι δυνηθεὶς, ὁ ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθεὶς κατορθώμασι. συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ' ἄπνους ἔκειτο·
English
And when his soul was more fit to receive the vision of such a sight, having become lighter and more spiritual through fasting, then he saw the angel, and he says: My inward parts were turned within me in my vision, and no breath was left in me, nor strength; and my glory was turned into corruption. For since the young man was comely, the fear of the angel's presence disposed him like those who are breathing their last, pouring over him great pallor, and consuming the flower of his youth, and wasting away all the fair color of his countenance; for this reason he says: My glory was turned into corruption. So the angel raised him up, and he arose trembling; and when the angel began to speak with him, again he fell to the ground; and just as those who have been loosened by fear, when roused and come back to themselves and looking about, while we hold them and sprinkle their face with cold streams, often grow faint in our very hands, so also the prophet suffered. For his soul, having been frightened, and not bearing the sight of the fellow servant's presence, nor able to endure that light, was troubled, as if hastening to break itself free from the bond of the flesh as from some chain; but he held him fast. And if Daniel, whom the eyes of lions reverenced, Daniel who in a human body was able to do things beyond man, who was witnessed to in wisdom and righteousness and in many other achievements—if he did not endure the presence of a fellow servant, but lay breathless;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:277 · narrative
Source
οἱ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου, καὶ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι, καὶ αὐτὴν ὑπισχνούμενοι τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσε, τί πείσονται; Καθάπερ γὰρ τὸ τῶν ἀκτίνων τῶν ἡλιακῶν ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς, ὡς ὁ βλέπων· οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς αἱ τῶν ἀγγέ λων δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης εἰσὶ φύσεως· ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν κἀκείνων τὸ διάφορον· ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς, Εἶδον τὸν Κύριον, μὴ τοῦτο ὑποπτεύσῃς ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλὰ τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις. Τοῦτο δὲ καὶ ἀπὸ τῶν ἀποστόλων φανερόν. Ἀνέβη γὰρ, φησὶν, εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Τί ἐστι, Μετεμορφώθη; Παρήνοιξεν ὀλίγον τῆς θεότητος, καὶ ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα Θεόν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Ἠθέλησε δεῖξαι τὴν λαμπηδόνα αὐτοῦ ὁ εὐαγγελιστὴς, καὶ λέγει, Ἔλαμψεν. Ἔλαμψε, πῶς; Ἔλαμψε σφοδρῶς. Εἰπέ μοι, καὶ πῶς; Ὡς ὁ ἥλιος· Ὡς ὁ ἥλιος λέγεις; Ναί; Διὰ τί; Οὐκ ἔχω ἄλλο ἄστρον φαιδρὸν καὶ λευκόν. Λευκὸς ἦν ὡς χιών· οὐκ ἔχω ἄλλην ὕλην λευκοτέραν· ὅτι γὰρ οὐχ οὕτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται. Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί. Εἰ δὲ ὡς ὁ ἥλιος ἔλαμψεν, οὐκ ἔπιπτον οἱ μαθηταί·
English
Those who have fallen so far short of the virtue of the righteous man, and who pry into the Master of the angels, and promise that they know with all exactness the very essence—the highest and first essence, which brought forth these myriads of angels, one of whom Daniel could not look upon—what will they suffer? For just as the blind man does not know the inaccessibility of the sun's rays in the same way as the one who sees, so too we do not know the incomprehensibility of God in the same way as the powers of the angels, insofar as they are purer and wiser and more clear-sighted than human nature. For as great as the difference between a blind man and one who sees, so great is the difference between us and them; so that even if you hear the prophet saying, I saw the Lord, do not suspect that he saw that essence, but rather the condescension—and that too more dimly than the powers above. This is also clear from the apostles. For Jesus, it says, went up into the mountain, and was transfigured before them. What is "was transfigured"? He opened a little of his divinity, and showed them the God who dwells within. And his face shone as the sun, and his garments became white as the light. The evangelist wished to show his radiance, and says, "It shone." It shone—how? It shone intensely. Tell me, and how? As the sun. You say, "As the sun"? Yes. Why? I have no other star bright and white. He was white as snow; I have no other substance whiter. For that it did not shine in this way is shown by what follows: And the disciples fell to the ground. But if it had shone as the sun, the disciples would not have fallen.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:278 · narrative
Source
ἥλιον μὲν γὰρ ἔβλεπον καθ' ἡμέραν, καὶ οὐκ ἔπιπτον· ἀλλ' ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ ὑπὲρ τὴν χιόνα, διὰ τοῦτο μὴ φέροντες τὴν λαμπηδόνα, κατέπεσον. Ἀλλὰ τί πάθω; ἄνθρωπός εἰμι καὶ ἀνθρώποις διαλέγομαι· πηλίνην κέκτημαι γλῶτταν· συγγνώμην αἰτῶ παρὰ τοῦ
Δεσπότου· οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἔσο, Δέσποτα· οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας· οὐ μὴν ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλ' ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. Διὰ τοῦτο δὲ καὶ ταῦτα εἰρήκαμεν, καὶ τὴν κατὰ τὸν μακάριον Δανιὴλ ἱστορίαν ὑμῖν ἀνέγνωμεν, καὶ συνεχῶς ἐδείκνυμεν αὐτὸν ὠχριῶντα, τρέμοντα, ψυχοῤῥαγοῦντα, τῆς ψυχῆς ἐπειγομένης ἀποῤῥῆξαι τὸν τῆς σαρκὸς δεσμόν· ἵνα ἐκ πολλῆς τῆς περιουσίας εἰδῆτε οἱ τὸν Θεὸν καταληπτὸν εἶναι λέγοντες, ὅτι οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλ' οὐδὲ ἀγγέλου φορητὸν κατιδεῖν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου, ἐκ τοῦ σώματος ἀναβῆναι ἔσπευδε, καὶ πρὸς τὰ ἔξωθεν ἠπείγετο. Καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προκαταλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας, καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος, ὁ παῤῥησίαν τοσαύτην ἔχων, ἄγγελον ἰδὼν οὐκ ἤνεγκεν·
English
For they used to see the sun every day and did not fall; but since he shone brighter than the sun and whiter than snow, for this reason, unable to bear the radiance, they fell. But what am I to suffer? I am a man and I converse with men; I possess a tongue of clay; I ask forgiveness from the Master; for I have not used these words out of recklessness, but because of the poverty of my weakness and of the nature of our tongue. Be merciful, Master; for it is not in recklessness that I speak these words, but I have no others; yet I do not stand still in the meanness of the wording, but I rise on the wing of the thought. It is for this reason that we have said these things also, and have read to you the story concerning the blessed Daniel, and have continually shown him growing pale, trembling, gasping for breath, his soul pressing on to burst the bond of the flesh; so that from the abundance of this you may know, you who say that God is comprehensible, that not only the manifestation of God, but not even that of an angel, is bearable to behold. For just as a tame and gentle dove dwelling in some little house, whenever it perceives some fear, startled, flies up to the roof and seeks some way out through the windows, longing to be delivered from its distress; so too the soul of that blessed man at that time hastened to ascend from the body and rushed toward what was outside. And it would have gone out and flown away and left the body desolate, had not the angel quickly anticipated it and released it from its distress and led it back again to its own dwelling-place. But if that righteous man, who had such boldness, seeing an angel, did not endure it:
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:279 · narrative
Source
οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ, καὶ οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων περιεργαζόμενοι Δεσπότην, τί πείσονται; Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔῤῥηξεν· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν. Καὶ εἰ ὁ τοιοῦτος καὶ τηλικοῦτος ἄγγελον ἐλθόντα πρὸς αὐτὸν ἰδὼν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ, τίνα ἕξουσιν ἀπολογίαν, οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες; Διὰ τοῦτο Παῦλος ἐκπληττόμενος ἔλεγεν, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Οὐκ εἶπεν, ἀκατάληπτα, ἀλλ', Ἀνεξερεύνητα. Εἰ δὲ ἐξερευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, καὶ αὐτὸς καταληπτὸς, εἰπέ μοι; Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα· καὶ αὐτὸς μόνος καταληπτός· καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; τίς δὲ οὐκ ἂν θρηνήσειεν ὑμᾶς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἣν ἀποβαλέσθαι σπουδάσωμεν, ἀγαπητοὶ, ὅση δύναμις, τὸν Παῦλον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἑστάναι δοκοῦντες τῶν ἡμετέρων, μετ' ἐκπλήξεως βοῶντα καὶ λέγοντα· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΚΒʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας.
English
Those who have fallen so far from him, and who pry into not an angel but the very Master of the angels himself—what will they suffer? He tamed the fury of lions; but we cannot prevail even over foxes. He tore a dragon in two; but we fear even mere reptiles. And if such a man, so great, when he saw an angel coming to him, was seized by a grievous dizziness of darkness, what defense will they have, who attempt to trespass upon that blessed nature? For this reason Paul, struck with amazement, said, O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments, and his ways past tracing out! He did not say, incomprehensible, but, unsearchable. But if it cannot be searched out, much more is it impossible to be comprehended. And his ways past tracing out. His ways are past tracing out, and he himself is comprehensible, tell me? What do you say? His judgments are unsearchable, his ways past tracing out, the things he has prepared for those who love him have not entered into the heart of man, his majesty has no limit, his understanding has no number—all things are incomprehensible, and he alone is comprehensible? And what excess of madness could this not involve? And who would not lament for you your derangement and this final folly? Let us strive to cast it off, beloved, as much as we can, always seeming to set Paul before our eyes, crying out with amazement and saying: How unsearchable are his judgments, and his ways past tracing out! To him be the glory forever. Amen. Homily 22. On endurance and long-suffering.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:280 · narrative
Source
Εἰ βούλεσθε, προθῶμεν ὑμῖν εἰς ὑπομονῆς παράκλησιν, ἀγαπητοὶ, τὰ τοῦ δικαίου Ἰὼβ ἀνδραγαθήματα. Οὗτος γὰρ, οὗτος ὁ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν ἀθρόον κατενεχθεὶς, πενίᾳ καὶ νόσῳ καὶ παίδων ἀποβολῇ καὶ ἐχθρῶν ἐπαναστάσει καὶ φίλων ἀγνωμοσύνῃ καὶ λιμῷ καὶ σαρκὸς ὀδύναις καὶ λοιδορίαις καὶ συκοφαντίαις προσεπάλαιε· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ταῦτα ἐπέθεντο. Ὁ γὰρ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσὼν, οὐκ ἂν εὐκόλως ὑπομείναι τὴν τοιαύτην μεταβολήν. Καὶ ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους τῶν ἀπελθόντων ἔχει παραμυθίαν· καὶ τῆς τῶν προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τούτῳ αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος. Οὐ γὰρ
English
If you wish, beloved, let us set before you, for your encouragement to endurance, the valiant deeds of the righteous Job. For this man, this man who enjoyed such great glory, and was escorted by all, and was everywhere proclaimed with great splendor, when he was suddenly brought down into dishonor and contempt, struggled against poverty and disease and the loss of his children and the uprising of enemies and the heartlessness of friends and famine and bodily pains and insults and slanders; and what is even harder, these things fell upon him though he was untrained. For the man born of poor parents and raised in such a household, having been trained and practiced, would easily bear the burden of poverty; but the man who was flooded with so much wealth and prided himself on so great riches, then suddenly changed to the opposite, would not easily endure such a change. And again, the man who has lost children, even if he loses them all, yet not at one time, has the remaining ones as a consolation for those who have gone; and when the grief of the former deaths has ceased, if that of the second comes after a time, by this very fact the suffering becomes more bearable to him. For not
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:281 · narrative
Source
νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμισθέντι ἤδη καὶ ἀφανισθέντι· ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς, καὶ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Τίς δ' ἂν εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον; οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ' ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ' ἀκούσιον; ἀλλὰ παρῆν τὰ σῖτα, καὶ οὐδεὶς ὁ κωλύων ἦν, ἀλλὰ καὶ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων. Τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προαπαντῶσα κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι, ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας τῆς ἐκ τῶν σαρκῶν γινομένης ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. Πῶς ἂν διηγησαίμην τὰς ὀδύνας. τὰς πηγὰς τῶν σκωλήκων, τὸν ἰχῶρα τὸν καταῤῥέοντα, τὰ ὀνείδη τῶν φίλων, τὴν καταφρόνησιν τῶν οἰκετῶν; Οὐ γὰρ ἐφείσαντό μου, φησὶν, οἱ οἰκέται μου, ἀπὸ προσώπου ἐμπτυσμάτων· καὶ οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων, οὗτοι νῦν ἐπιπεπτώκασί μοι, καὶ νουθετοῦσί μοι ἐλάχιστοι. Ἆρα οὐχὶ χαλεπὰ ταῦτα ἅπαντα εἶναι δοκεῖ; καὶ γάρ ἐστι χαλεπὰ καὶ ἀφόρητα·
English
It assails one who is young with the wound, but one already asleep and gone; which cuts off no small part of the pain. But this man saw his whole chorus snatched away in a single moment of time, and by the most bitter manner of death, and at the hour of a banquet, and in a house that was open to strangers, and the house became a tomb for them. And who could describe that famine, that strange one and one that cannot be interpreted, the voluntary one, the involuntary one? For I do not know how to call it. Voluntary? But he wished to taste of what was set before him. But involuntary? But the food was present, and there was no one to prevent him, but even when the table was set before him he held back, and though the foods were seen he did not touch them. For the foul odor of the wounds about his body, meeting him beforehand, dissolved his desire, and filled the very table with its offensiveness. For, he says, I see my food as a stench. And the necessity of hunger compelled him to touch what was set before him, but the excess of the foul odor arising from his flesh conquered the force of hunger. How could I describe the pains, the springs of worms, the ichor flowing down, the reproaches of friends, the contempt of servants? For, he says, my servants did not spare me because of the spittings on my face; and those whom I did not consider worthy to be my wandering dogs, these now have fallen upon me, and the least instruct me. Do these things not seem to be all grievous? For they are indeed grievous and unbearable.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:282 · narrative
Source
ἀλλ' ὅμως, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος Θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν, ὅτι Ἵνα δίκαιος ἀναφανῇς, ταῦτα συνεχωρήθη, οὕτως ἀνέπνευσεν, ὡς μηδὲν δόξαι πεπονθέναι τῶν λυπηρῶν ἐκείνων. Ὡς γὰρ ἐν τῷ σκάμματι τὸν ἀθλητὴν καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ· οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν καὶ ἔνδειαν καὶ ὁδοιπορίαν καὶ ταλαιπωρίας ἑτέρας· πολλῷ μᾶλλον ψυχὴν μακαρίζειν δεῖ τὴν δυναμένην καρτερῶς καὶ γενναίως ἁπάσας τῶν δεινῶν φέρειν τὰς προσβολὰς, καὶ διατηρεῖν ἀδούλωτον αὐτῆς διαπαντὸς τὸ φρόνημα. Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτω καὶ ἡ διηνεκῶς τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ παλαίσματα μερίμνης πάντων αὐτὴν ἀπαγούσης ἐκείνων. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν κακὸν, πολλὰς ἔχει τὰς ἀμοιβάς· καὶ δείκνυσιν ὁ Ἰὼβ ἀπὸ τῶν παθημάτων μᾶλλον ἢ ἀπὸ τῶν κατορθωμάτων εὐδοκιμήσας. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἦν, ἡνίκα τὰ χρήματα ἐκέκτητο, καὶ τὴν οἰκίαν ἀνεῴγει τοῖς πένησι, καὶ τὰ ὄντα ἐξεδίδου, ὡς ὅτε ἀκούσας αὐτὴν καταπεσοῦσαν οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τοὺς γυμνοὺς περιέβαλλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκιμος, ὅτε, ἀκούσας ὅτι πῦρ κατέπεσε καὶ πάντα ἀνάλωσεν, εὐχαρίστησε.
English
But nevertheless, when the loving-kind God deigned to tell him the reason for these struggles—that it was so that you might be shown to be righteous, and these things were permitted—he breathed again, so as to seem to have suffered none of those griefs. For just as in the arena the athlete must contend with sweat and dust and great heat and toils and hardships, so also the righteous man here must endure many things and bear all things nobly, if indeed he is to receive those bright crowns there. For if we call that body blessed which can bear cold and heat without pain, and famine and want and journeying and other hardships, much more must we call that soul blessed which can steadfastly and nobly bear all the assaults of troubles and keep its resolve unenslaved at all times. Just as, then, the soul that enjoys idleness and ease is easily captured by the passions, so too the soul that has devoted itself continually to the struggles for piety does not even have leisure ever to think of these things, since the care for its wrestlings leads it away from all those things. For not only to do some good thing, but also to suffer evil, has many recompenses; and Job shows this, having been approved more by his sufferings than by his successes. For he was not so glorious when he possessed his wealth and opened his house to the poor and gave out what he had, as when, on hearing that it had fallen, he did not resent it; he was not so glorious when from the shearing of his sheep he clothed the naked, as he was glorious and approved when, on hearing that fire had fallen and consumed everything, he gave thanks.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:283 · narrative
Source
Τότε φιλάνθρωπος ἦν, νῦν ἐγένετο φιλόσοφος· τότε ἠλέει τοὺς πένητας, νῦν δὲ εὐχαριστεῖ τῷ Δεσπότῃ. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνάλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες· καὶ, εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας, διὰ γοῦν τοὺς μὴ ἔχοντας ἔδει φείσασθαι. Ἀλλ' οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον πάντα οἰκονομοῦντα. Καὶ ἵνα μάθῃς ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, ἄκουσον· Ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, ὅτι Μὴ δωρεὰν σέβεταί σε Ἰώβ; ἐπεὶ δὲ πάντα ἔλαβε καὶ πάντων αὐτὸν ἐγύμνωσεν, ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν ἐνεφράγη τὸ ἀναίσχυτον αὐτοῦ στόμα, καὶ οὐκέτι οὐδὲν ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἢ ἀπὸ τῶν προτέρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ'
English
Then he was a lover of humanity; now he has become a lover of wisdom. Then he had pity on the poor; now he gives thanks to the Master. And he did not say to himself: What is this? The flocks have been destroyed, from which countless poor were fed; and even if I was unworthy to enjoy prosperity, at least for the sake of those who have nothing, they should have been spared. But he said nothing of the kind, nor did he think it; rather, he knew that God orders all things for what is beneficial. And so that you may learn that afterward he dealt a greater blow to the devil when, having been stripped, he gave thanks, than when, possessing them, he showed pity, hear this: When he possessed them, the devil could at least have had some suspicion to say, Does Job fear you for nothing? But when he had taken everything and stripped him of all, and he preserved the same goodwill toward God, then at last his shameless mouth was stopped, and he no longer had anything to say; for the righteous man was more illustrious than from his former state. For to do almsgiving while living in wealth is one thing; to bear nobly having everything snatched away and with...
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:284 · narrative
Source
εὐχαριστίας, πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων εὐχαριστεῖν τῷ Θεῷ, θαυμαστὸν οὐδέν· ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις. Εἰ γὰρ οἱ μυρία συνειδότες ἑαυτοῖς κακὰ, ἂν ὀλίγον χρυσίον ἀπολέσωσι, καὶ τοῦτο πολλάκις ἐξ ἁρπαγῆς ἔχοντες, ἀβίωτον τὸν βίον εἶναι νομίζουσι· πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ Ἰὼβ, τὰ ἐκ δικαίων συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρίας ὑπομένων πειρασμῶν νιφάδας, καὶ διὰ πάντων ἀκίνητος μένων, καὶ τὴν προσήκουσαν περὶ τούτων ἀναφέρων τῷ Δεσπότῃ εὐχαριστίαν; Ἂν μὲν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικὸς μόνον ῥήματα καὶ πέτραν ἦν ἱκανὰ διασαλεῦσαι. Εἰ γὰρ ἐν εὐθυμίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς πολλοὺς πολλάκις ἔπεισαν αἱ γυναῖκες· ἐννόησον πῶς ἦν νεανικὴ ψυχὴ ἡ μετὰ τοσούτων ὅπλων αὐτὴν ἀποκρουσαμένη. Ὅταν γὰρ γυνὴ ᾖ, καὶ ἐλεεινὰ λέγῃ καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ τὰ τραύματα καὶ τοὺς μώλωπας καὶ μυρία κύματα τῶν λογισμῶν· πῶς οὐκ ἄν τις δικαίως ἀδάμαντος παντὸς στεῤῥοτέραν τὴν οὐδὲν ὑπὸ τοσούτου χειμῶνος παθοῦσαν ψυχὴν ἀποφήνηται; Δότε μοι μετὰ παῤῥησίας εἰπεῖν ὅτι καὶ τῶν ἀποστόλων, εἰ μὴ μείζων, ἀλλ' οὐκ ἐλάττων ὁ μακάριος ἐκεῖνος ἦν. Τοὺς μὲν γὰρ τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν παρεμυθεῖτο· ἐκεῖνος δὲ καὶ ταύτης ἔρημος ἦν τῆς παραμυθίας·
English
of thanksgiving is far greater. For to give thanks to God when things are borne along by a fair wind is nothing wonderful; but when the surge is great, and the vessel is overturned and in danger, then is the great proof of endurance and of gratitude. For if those who are conscious of countless evils in themselves, when they lose a little gold—and often possessing it from robbery—think life not worth living, of how many crowns would Job not be worthy, who saw the things gathered from righteous labors simply and as it happened being snatched away, and after all those things endured countless showers of trials, and through all remained unmoved, and rendered the fitting thanksgiving for these things to the Master? For if no one else had said any of the other things, the words of his wife alone were enough to shake even a rock. For if women have often persuaded many, even when they were in good cheer and suffering nothing, to do what was displeasing; consider how manly was the soul that repelled her with so many weapons. For when it is a woman, and she speaks pitiable words and has the occasion cooperating, and the wounds and the bruises and countless waves of thoughts—how would one not justly declare that soul harder than any adamant, which suffered nothing under so great a storm? Give me leave to say boldly that that blessed man was, if not greater, then not less than the apostles. For to them it was a comfort that they suffered these things for Christ; but he was deprived even of this comfort.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:285 · narrative
Source
καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν πολλῇ τρυφῇ τραφεὶς, οὐκ ἐξ ἁλιέων καὶ τελωνῶν καὶ τῶν εὐτελῶς βεβιωκότων, ἀλλὰ τοσαύτης ἀπολελαυκὼς τῆς τιμῆς ἔπασχεν ἅπαντα. Καὶ ὃ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, αὐτὸς ὑπέμεινε, παρὰ φίλων καὶ οἰκετῶν καὶ τῶν εὖ πεπονθότων, οὐ παρὰ τῶν ἐχθρῶν ὀνειδιζόμενος καὶ μισούμενος. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, φέρε λοιπὸν κατορθωμάτων καὶ παθημάτων ποιησώμεθα σύγκρισιν, ἵνα μάθητε σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ κατορθώμασιν οὐκ ἐλάττους. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, αὐτὸν τοῦτον τὸν μέγαν ὑπομονῆς ἀθλητὴν Ἰὼβ, τὸν ἑκατέρωθεν λάμψαντα τούτοις, καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παροῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν Θεόν; Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς ἦγεν, ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεθορυβήθη οὐδὲ ἐταράχθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν ὅτε τῇ ὑγείᾳ τοῦ σώματος πρὸς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁρπάγματα·
English
And what is greater still, having been raised in great luxury, not from fishermen and tax collectors and those who had lived modestly, but having enjoyed such great honor, he suffered all things. And what seemed most burdensome in the case of the apostles, he himself endured—being reproached and hated by friends and household members and those who had been well treated by him, not by enemies. And that these things are so, come now, let us make a comparison of achievements and sufferings, so that you may learn clearly that recompenses are appointed not only for achievements but also for sufferings, and recompenses very great, and not less than those for achievements. And let us bring in, if it seems good, this very man, the great athlete of endurance, Job, who shone on both sides in these things, and let us see by comparison when he was more radiant—when he opened his house to all who came, or when, after it was brought down, he uttered no bitter word but praised God? When was he more cheerful, tell me—when he offered sacrifice on behalf of his children and led them to concord, or when, after they were buried and had ended their lives by the most bitter manner of death, he bore what happened with great philosophy? When did he shine forth more—when from the shearing of his lambs the shoulders of the naked were warmed, or when, on hearing that fire fell from heaven and consumed the flock together with the shepherds, he was not disturbed or troubled, but bore the calamity gently? When was he greater—when he used the health of his body for the protection of those who were wronged, crushing the molars of the unjust and snatching plunder from the midst of their teeth—
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:286 · narrative
Source
ἢ ὅτε τὸ σῶμα τοῦτο αὐτὸ τὸ τῶν ἀδικουμένων ὅπλον ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον; Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν λαμπρότερον ἐκείνων ἀπέφηνεν. Ἐκείνων μὲν γὰρ γινομένων, εἰ καὶ ἀναισχύντως σφόδρα καὶ ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; τούτων δὲ συμβαινόντων ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δοὺς, καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοιγαροῦν, ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορθοῦντα καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς· τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς ἔμελλεν ἡσυχάζειν, καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι, καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυμάζειν χρή·
καὶ τὸν ἐκ πολέμου δὲ καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Ὅταν τοίνυν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφανωθῇ· ἵνα πλείονα τὴν πληγὴν λάβῃ ἐκεῖνος. Μέγα μὲν γὰρ καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι·
English
Or when he saw this very body, the weapon of the wronged, being devoured by worms, and sitting on the dung heap he himself scraped it, taking a potsherd? For I melt clods of earth, scraping away the ichor, it says. And yet those things were all successes, while these were sufferings; nevertheless these showed him more brilliant than those. For when those were happening, even though he was very shameless and audacious, the devil nevertheless spoke against him, saying, Does Job worship God for nothing? But when these things happened, he covered himself and withdrew, turning his back, and not even having so much as a shadow of shameless contradiction to put forward. Therefore, whenever you see a righteous man accomplishing great things and suffering countless terrible things, do not marvel; for on the contrary, one ought to marvel if the devil, receiving many blows, was going to keep quiet and bear his wounds gently. For neither, if a snake, being continually pricked, should grow savage and leap upon the one pricking it, ought one to marvel;
and the man returning from war and victory and slaughter must also be bloodied, and often have wounds. When, therefore, you see someone giving alms and doing countless other good things, and by this breaking the devil's power, and then falling into temptations and dangers, do not be disturbed because of this; for it was because of this that he fell into temptations, since he struck the devil very hard. And how did God permit it, he says? So that he might be crowned the more; so that that one might receive a greater blow. For it is a great thing, even when affairs are borne with a fair wind, both to show mercy and to hold fast to virtue;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:287 · narrative
Source
πολλῷ δὲ μεῖζον, τὸ δεινὰ πάσχοντα ἀμεταστρεπτὶ καὶ μετὰ πλείονος ἔχεσθαι τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Ὥσπερ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες δεινὸν ἐνταῦθα, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ· οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινὰ, πολλῆς ἀπολαύσονται ἐκεῖ τιμῆς. Καὶ καθάπερ ἁμαρτωλῶν ὄντων δύο, ἂν ὁ μὲν ἐνταῦθα κολασθῇ, ὁ δὲ μὴ κολασθῇ, μακαριώτερος ὁ κολασθεὶς τοῦ μὴ κολασθέντος ἐστίν· οὕτω δὴ καὶ δικαίων ἐνταῦθα ὄντων δύο, ἂν ὁ μὲν πλείους, ὁ δὲ ἐλάττους ὑπομένῃ τὰς θλίψεις, μακαριώτερος ὁ τὰς πλείους ὑπομένων ἐστίν. Οἱ δὲ τὴν τοῦ Θεοῦ παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν ἐξ αὐτῆς καρπώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς. Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις; Οὐκοῦν ἀπὸ τῶν πενήτων μάθε εὐχαριστεῖν τῷ Δεσπότῃ· οὗτοι γὰρ πάντα τὸν βίον ἑαυτῶν ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν, οὐδὲ δυσχεραίνουσιν, ἀλλ' εὐχαρίστως φέρουσι. Τί γὰρ τοιοῦτον ἔπαθες οἷον ἐκεῖνος; Ἐξεκόπης τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; οὗτος δὲ καὶ ἀνίατον. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγείαν τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν μεγάλην; ἀλλ' οὐδέπω πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα; ἐννόησόν μοι τὸν Ἰὼβ τὸν τῆς ὑπομονῆς ἀπερίτρεπτον πύργον. Τίς γὰρ τούτου πενέστερος γέγονεν, ὃς καὶ τῶν ἐν βαλανείοις ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμινιαίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἁπλῶς ἀνθρώπων πενέστερος ἦν;
English
Much greater is this: that one who suffers terrible things should hold fast to the labors of virtue without turning away and with greater eagerness. For just as in the case of sinners, those who suffer no terrible thing here undergo a greater punishment there; so too in the case of the upright, those who suffer many terrible things here will enjoy much honor there. And just as when there are two sinners, if one is punished here and the other is not punished, the one who is punished is more blessed than the one who is not punished; so also when there are two righteous men here, if one endures more afflictions and the other fewer, the one who endures more is more blessed. But those who do not bear God's discipline with thanksgiving, but are resentful, besides gaining no fruit from it, also wrap themselves in the utmost calamities. But do you live in poverty and hunger and countless dangers? Then learn from the poor to give thanks to the Master; for they, spending their whole life in begging, do not blaspheme, do not complain, nor are they vexed, but bear it with thanksgiving. For what such thing have you suffered as he did? Was your eye cut out? But he lost both. Did you suffer a long illness? But his was even incurable. Did you lose your children? But he also lost the health of his own body. Were you deprived of a great sum? But you have not yet come to the point of needing others. But are these not enough? Consider for me Job, the unshakeable tower of endurance. For who has become poorer than he, who was poorer than those thrown into the baths, and those who sleep in the ash of the furnace, and simply than all men?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:288 · narrative
Source
Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγός· ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο διέφθειρεν ὁ διάβολος. Καὶ οἱ μὲν πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλάμῃ καλύπτονται· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων· καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινά (καὶ οὐ μικρὸν τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ)· ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οὗτοι μὲν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ· ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν. Εἶδες αὐτὸν πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν; Τί γὰρ ἂν τοῦ γυμνοῦ καὶ μηδὲ στέγην ἔχοντος πενέστερον γένοιτ' ἂν, μηδὲ ἐδάφους αὐτοῦ ἀπολαύοντος; οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ' ἐπὶ τῆς κοπρίας ἐκάθητο. Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμενον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως διαναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν τῆς ἀθυμίας. Εἰ δὲ βούλει καὶ τὸν παρὰ τῆς φύσεως πόλεμον τὸν μετὰ πολλῆς τῆς ὑπερβολῆς τῷ γενναίῳ τούτῳ ἐπιτεθειμένον ἀκούειν, πρόσεχε ᾧ λέγω· Δέκα παιδία ἀπώλεσε, τὰ δέκα ἀθρόον, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, τὰ δέκα πολλὴν ἀρετὴν ἐπιδεδειγμένα, καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ καὶ ἐλεεινῷ.
English
For these men, at least, have a garment, even if torn; but that man sat naked, and the only garment he had from nature—the covering of the flesh—even this the devil destroyed with a grievous rot. And the poor, at least, are under a roof, even if it be the porch of a bathhouse, even if they are covered with reeds; but that man continued always spending the night in the open air, not even having the comfort of a bare roof. And what is greater: these men are conscious in themselves of many terrible deeds (and this is no small comfort in misfortune—to be conscious that one is justly punished); but that man was deprived even of this comfort, and though he had displayed a manner of life full of virtue, he endured the things of those who have dared the worst. And these men have practiced misfortune from the beginning and from the start; but that man endured poverty unpracticed, receiving the change from wealth all at once. Did you see him come to the last extremity of poverty, beyond which one cannot find another? For what could be poorer than the naked man who has not even a roof, who does not even enjoy the ground itself? For he sat not on the ground, but on the dung heap. Therefore whenever you see yourself come into poverty, consider the suffering of the righteous man, and immediately you will rise up and drive away every thought of despondency. But if you wish also to hear of the war from nature that was brought against this noble man with great excess, attend to what I say: He lost ten children, ten all at once, in the very flower of their age, ten who had displayed great virtue, and not by the common law of nature, but by a violent and pitiable death.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:289 · narrative
Source
Τίς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν; ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε δεινά; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστιν. Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὡς ὁμοῦ πάντα συνελθόντα, πόσον ἤγειρε καὶ τὸν θόρυβον.
Ὅταν τοίνυν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον καὶ πάντως εὑρήσεις πολλὴν σεαυτῷ τὴν παραμυθίαν· ἀναμνήσθητι τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην· λόγισαι τὸ μέγεθος τῆς συμφορᾶς καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον ἐκείνην τραγῳδίαν. Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας ἢ δεύτερον ἢ τρίτον, ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας, καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγίνετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ θάτερον ὑπερέβαλλε θατέρου τῶν λυπηρῶν. Οὐ γὰρ ἄωρος θάνατος μόνον, ἀλλὰ καὶ τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους εἶναι καὶ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ φύσεως εἶναι ἑκατέρας, τὸ μὴ κοινῷ νόμῳ τῆς φύ σεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων ὅσον τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολὴ καὶ τῆς ζάλης. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἁπλῶς ἀκουόμενα·
English
Who could describe such a calamity? What man of iron, what adamant, would have endured such dreadful things? There is no one, there is no one. For if each of these things is unbearable by itself, consider how great a tumult all of them coming together raised.
When, then, you lose a son and a daughter together, run back to that righteous man and you will surely find great consolation for yourself; remember his words at the calamity of his children, words which crowned that holy head more than ten thousand crowns; reckon the magnitude of the calamity and that strange shipwreck, and that foreign and paradoxical tragedy. For you perhaps lost one, or a second, or a third, but he lost so many sons and so many daughters, and the man of many children suddenly became childless; and his inward parts were not consumed little by little, but the whole harvest was snatched away at once, and not even with him present, nor sitting by his side, so that at least by hearing his last words he might have some consolation for so bitter an end, but beyond all hope, and each of the two sorrows exceeded the other. For it was not only untimely death, but also that all were in their prime, that they were virtuous and affectionate, that all were together, that they were of both sexes, that it was not by the common law of nature, that it came after so great a loss, that he was conscious of no evil in himself nor that they suffered these things. For each of these is sufficient by itself to disturb; but when they are seen running together at once, consider how great is the height of the waves, how great the excess of the storm and the surge. These things are indeed wonderful even when simply heard;
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:290 · narrative
Source
ἂν δὲ μετὰ ἀκριβείας ἐξετάσῃς αὐτὰ, τότε μειζόνως ὄψει τὸ θαῦμα. Ἐννόησον γὰρ ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν, ἀλλ' ὁλόκληρον ἐτρύγησε τὸν καρπὸν, καὶ τὸ δένδρον οὐ κατέβαλε· πᾶσαν ἐπήγαγε τὴν θάλασσαν μετὰ τῶν κυμάτων, καὶ τὸ σκάφος οὐ κατεπόντισεν· ὅλην τὴν δύναμιν ἐκένωσεν, καὶ τὸν πύργον οὐκ ἔσεισεν, ἀλλ' εἱστήκει πάντοθεν βαλλόμενος καὶ ἀκλινὴς μένων· καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο, μᾶλλον δὲ ἐπέμποντο μὲν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστὶ τὸ τοσούτους παῖδας ἀπολωλέναι· τί γὰρ οὐκ ἦν ἱκανὸν δάκνειν; οὐχὶ τὸ πάντας ἀναρπασθῆναι; οὐχὶ τὸ πάντας ἀθρόον καὶ ἐν μιᾷ ἡμέρᾳ; οὐχὶ τὸ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει; οὐχὶ τὸ πολλὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τὸ τρόπῳ τῆς τιμωρίας τοιούτῳ καταλῦσαι τὸν βίον; οὐχὶ τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτην ἐπενεχθῆναι ταύτην; οὐχὶ τὸ φιλόστοργον εἶναι τὸν γεγεννηκότα; οὐ τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας; Ὅταν γὰρ πονηρούς τις ἀποβάληται παῖδας, δάκνεται μὲν τῷ πάθει, πλὴν οὐ μετὰ τοσαύτης τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν λύπην· ὅταν δὲ καὶ ἐνάρετοι ὦσι, μόνιμον τὸ τραῦμα γίνεται, οὐχὶ τὸν ἀπὸ τῆς φύσεως μόνον ἐπιδεικνυμένῳ πόθον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας. Πάλιν ὅταν κατὰ μέρος ἁρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος· οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος;
English
But if you examine these things carefully, then you will see the wonder more greatly. For consider that the devil did not take half and leave half, nor did he take the greater part and leave the lesser, but he plucked the whole fruit and did not cast down the tree; he brought the whole sea with its waves and did not sink the ship; he emptied all his power and did not shake the tower, but it stood assailed from every side and remained unshaken; and showers of arrows were borne against it, and it was not struck—or rather, they were sent but did not wound. Consider how great a thing it is that so many children should have perished. For what was not enough to bite? Was it not that all were snatched away? Was it not that all at once and in a single day? Was it not in the very flower of their age? Was it not that they displayed great virtue, and that they ended their life by such a manner of punishment? Was it not that after so many blows this last one was brought upon him? Was it not that the one who begot them was affectionate? Was it not that those who departed were beloved? For when someone casts off wicked children, he is bitten by the suffering, yet not with such intensity; for the wickedness of those who departed does not allow the grief to become sharper. But when they are also virtuous, the wound becomes lasting, showing not only the longing that comes from nature but also that from piety. Again, when they are snatched away one by one, the suffering has some consolation; for those who are left overshadow the despondency over those who have departed. But when the whole chorus has departed, toward whom will the man of many children be able to look, who has suddenly become childless?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:291 · narrative
Source
Εἰ γὰρ ἐν τρισὶν ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς· πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν, οὐκ ἐν ἡμέραις τρισὶ καὶ δύο καὶ μιᾷ, ἀλλ' ἐν ὥρᾳ μιᾷ ἅπαντας οὕτως ἀφαιρεθείς. Τὸ γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης, κἂν φύσει κοῦφον ᾖ, τῷ παρ' ἐλπίδα συμβῆναι καὶ ἐξαίφνης, ἀφόρητον γίνεται. Ὅταν οὖν τι καὶ καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λάβῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται καὶ πάντα ὑπερβαίνει λόγον. Οὐδὲ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἀνακλινομένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥι νὸς συντριβείσης,
English
For if, when certain people have departed within three or five days, the women and all the relatives lament this above all else—that the deceased was snatched swiftly and suddenly from their sight—how much more would this man have grieved, having thus lost them all not in three days, or two, or one, but in a single hour. For a dread that has been rehearsed over time, even if it is utterly unbearable, would easily become light through expectation; but what happens contrary to hope and suddenly, even if it is by nature light, becomes unbearable because it happens contrary to hope and suddenly. When, then, something is both grievous in itself and receives the addition that comes from happening contrary to hope, consider how unbearable it becomes and surpasses all account. For he did not see them breathing their last and giving up the ghost on a bed, but all buried in the house. Consider, then, who it was that was digging up that mound, now pulling up a stone, now a limb of a child, and seeing a hand still holding a cup, and another right hand laid out on the tablet, and the very form of the body corrupted, the nose crushed,
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:292 · narrative
Source
κεφαλῆς διακλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον. Συνεχύθητε ταῦτα ἀκούοντες καὶ δακρύετε; ἐννοήσατε τοίνυν τίς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορᾶς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος, θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν κακοῖς; οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; αὕτη μοι τῆς φιλοφροσύνης ἡ ἀμοιβή; διὰ τοῦτο τοῖς ξένοις ἠνέῳξά μου τὴν οἰκίαν, ἵνα τάφον τῶν παίδων γινομένην αὐτὴν ἐπίδω; διὰ τοῦτο πᾶσαν περὶ αὐτοὺς ἀρετὴν ἐπεδειξάμην, ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐκ εἶπε τούτων οὐδὲν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα γενναίως, καὶ μετὰ τοσαύτην ἐπιμέλειαν αὐτῶν ἀφαιρεθείς. Ἆρ' οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως, τὸ δὲ ὑπὸ πάντων διασύρεσθαι· ἆρα φορητὰ ταῦτα καὶ παραμυθίας ἄξια; Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητὰ, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπομεῖναι. Οὐδὲ γὰρ οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες, δάκνειν εἰώθασιν ἡμῶν τὴν ψυχήν. Θέα δέ μοι κἀντεῦθεν λοιπὸν τὸ ἐπιεικὲς καὶ φιλόθεον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς.
English
When the head had been shattered, the eyes destroyed, the brain scattered, and, simply put, the whole form corrupted, and the variety of wounds did not allow the father to recognize the imprint of the beloved faces. Were you disturbed hearing these things and do you weep? Consider, then, who that man was who saw these things. For if we, after so much time, cannot bear to hear that tragedy without tears—and that too when we are hearing of another's misfortune—who was that man of adamant, taking these things in at the sight, philosophizing not amid another's evils but his own? For he did not grow indignant, nor did he say, "What ever is this? Is this the recompense for my kindness? For this did I open my house to strangers, that I might see it become a tomb of my children? For this did I show every virtue toward them, that they should endure such a death?" He said none of these things, he did not think them, but bore all things nobly, even after such care for them was he deprived of them. Was it then only these terrible things that happened to him? But what of the abandonment and betrayal of friends, the mockeries and insults, the jeering and laughter, being ridiculed by all—are these things bearable and worthy of consolation? These things are not even bearable to hear, let alone to endure through the deeds themselves. For the nature of misfortunes is not so accustomed to bite our soul as are those who reproach us in the midst of our misfortunes. And from this point observe for me the gentleness and love of God of that noble and adamantine soul.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:293 · narrative
Source
Ἐπειδὴ γὰρ ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ἑώρα, τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα πάσης; ἐπὶ τούτοις ἀνέῳξά μου τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν ἐκεῖνα εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει δειχθῆναι καὶ τὴν τῆς φύσεως συμπάθειαν καὶ τὴν τῆς γνώμης φιλοσοφίαν· εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα ἄν τις καὶ ἀναισθησίας ἐνόμισε τὴν φιλοσοφίαν ταύτην. Καὶ σὺ τοίνυν ὅταν χρήματα ἀπολέσῃς τὰ σὰ, καὶ μὴ δυσχεράνῃς, ἀλλὰ γενναίως ἐνεγκὼν εὐχαριστήσῃς τῷ Θεῷ, καὶ τὰ τοῦ Ἰὼβ ἀποφθέγξῃ ῥήματα, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, κέρδος τὴν ζημίαν διὰ τούτων ἐποίησας. Τί λέγεις· Ὁ Κύριος ἀφείλετο; ὁ κλέπτης ἀφείλετο, καὶ πῶς δυνήσομαι εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυμάσῃς· καὶ γὰρ ὁ Ἰὼβ, ἃ ὁ διάβολος ἔλαβε, ταῦτα ἔφησεν ὅτι Ὁ Κύριος ἀφείλετο· καὶ πῶς ἃ ὁ κλέπτης ἔλαβε, σὺ οὐκ ἐρεῖς ὅτι Ὁ Κύριος ἀφείλετο; Μὴ γὰρ εἴπῃς· Οὐκ ἔχω χάριν· οὐκ ἐμῆς γνώμης τὸ πρᾶγμα ἦν, οὐκ εἰδότος οὐδὲ βουλομένου ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται μοι μισθός; οὐδὲ γὰρ τοῦ Ἰὼβ εἰδότος οὐδὲ βουλομένου ταῦτα ἐγένετο· πῶς γάρ;
English
For seeing himself in the last extremities, while wicked men and sorcerers were prospering, he said nothing of the kind that some of the weaker sort might say: "For these things I raised my children, and trained them with all strictness; for these things I opened my house to those who passed by, so that after those many courses of running for the sake of the needy, for the sake of the naked, for the sake of the orphans, I might receive these recompenses." But instead of these things he brought forth words better than every sacrifice, saying: "The Lord gave, the Lord has taken away." And if he tore his garments and cut off his hair, do not marvel; for he was a father, and a loving father, and it was necessary that both the sympathy of nature and the philosophy of his mind be shown. For if he had not done this either, perhaps someone might have considered this philosophy to be insensibility. And you, therefore, whenever you lose your money, do not be vexed, but having borne it nobly, give thanks to God, and utter the words of Job: "The Lord gave, the Lord has taken away," and you have made the loss a gain through these words. What do you say? "The Lord has taken away"? The thief has taken it away, and how shall I be able to say, "The Lord has taken away"? Do not marvel; for Job also said of the things the devil took, "The Lord has taken away." And how do you not say of the things the thief took, "The Lord has taken away"? For do not say: "I have no gratitude; the matter was not of my will; the robber took it without my knowing or willing; what reward shall I have?" For neither did these things happen to Job with his knowing or willing; for how could they?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:294 · narrative
Source
ἀλλ' ὅμως οὐκ ἔλαττον ἔχει τῶν ἐλεημοσύνην δόντων ἐκεῖνος, ὁ μὴ δοὺς τότε. Ἂν δὲ καὶ πρὸς μάντιν σε παραινέσωσί τινες ἀπελθεῖν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κεκώλυται, ἕλῃ μᾶλλον μὴ λαβεῖν τὰ χρήματα ἢ παρακοῦσαι τοῦ Θεοῦ, ἴσον ἔχεις τὸν μισθὸν τῶν εἰς πένητας αὐτὰ δεδωκότων, ὅτι ἀπολέσας ηὐχαρίστησας, καὶ δυνάμενος πρὸς μάντεις ἀπελθεῖν, ἠνέσχου μὴ λαβεῖν αὐτὰ μᾶλλον, ἢ οὕτω λαβεῖν. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεομένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἁρπασάντων ἐκείνων, οὐκ ἀνέλαβες. Ἀπεστέρησέ σε χρημάτων ἐκεῖνος; σὺ σαυτὸν μὴ ἀποστερήσῃς τῆς σωτηρίας· ἀλγῶν γὰρ ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι σαυτὸν περιβάλλεις κακοῖς. Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ
τὸν αἰώνιον πλοῦτον σαυτὸν ἀφαιρῇ. Ἐλύπησέ σε ὁ διάβολος ἀφελόμενος τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ μὴ εὐφράνῃς. Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί γίνεται· Οὔτε αὐτὰ εὑρήσεις, ἀπελθὼν πρὸς τοὺς μάντεις· οὐ γάρ ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἴποιεν ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίμων εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλὰ ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δίδωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι καὶ ἀποστῆσαι.
English
Nevertheless, he who did not give then has no less than those who gave alms. And if some urge you to go to a diviner, but you, out of fear of God, since it has been forbidden, choose rather not to receive the money than to disobey God, you have a reward equal to those who gave it to the poor, because having lost it you gave thanks, and being able to go to diviners, you endured rather not to receive it than to receive it that way. For just as that man, out of fear of God, poured it out upon the needy, so you too, out of fear of God, when they seized it, did not take it back. Did he deprive you of money? Do not deprive yourself of salvation; for by grieving over the wrongs you suffered from others, you yourself surround yourself with greater evils. He perhaps encompassed you with poverty, but you wickedly harm yourself in the things that matter; he deprived you of your external possessions, which later would leap away even against your will; but you deprive yourself of eternal wealth. Did the devil grieve you by taking away your money? Grieve him in return by giving thanks, and do not gladden him. If you go to diviners, you have gladdened him; if you give thanks to God, you have dealt him a fatal blow. And see what happens: you will not find it either, by going to the diviners; for it is not in their power to know; and if perhaps they should speak by chance, you both destroy your soul besides, and you will be laughed at by your own brothers, and again you will lose it badly. For the demon, knowing that you cannot bear the loss, but on account of these things you even deny your God, gives money again, so that he may have an occasion to deceive you again and lead you away.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:295 · narrative
Source
Καὶ καθάπερ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν, οἷς λυποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος, ἂν ἴδῃ καταγελῶντα καὶ καταφρονοῦντά σε τῆς αὐτοῦ ἐγχειρήσεως, ἀποστήσεται τῆς τοιαύτης ὁδοῦ, προσεγγίζων οὐκέτι. Ἔξεστιν οὖν σοι ταῦτα ὑπομένοντα τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά. Καὶ εἰκότως τοῦτον μᾶλλον θαυμάζομεν, τὸν ἐπηρείας εὐχαρίστως φέροντα, ἢ τὸν ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις τρέφεται καὶ τῷ συνειδότι, καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας, καὶ πρότερον γενναίως ἐνεγκὼν τὴν στέρησιν τῶν χρημάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφῃρέθη βία. Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν ποθοῦντα ἀποστερηθῆναι· οὐδὲ πάλιν ἐν πολλῷ χρόνῳ μελετῆσαι καταφρονῆσαι χρημάτων, καὶ ἀθρόον ζημίαν συμβᾶσαν ὑπενεγκεῖν. Ὁ μὲν γὰρ ἔτι παρεσκευασμένος πρὸς τὰ δεινὰ, ῥᾷον ἂν ἐνέγκοι τὴν τούτων ἐπαγωγήν· ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοιοῦτον πάλιν οἷον καὶ πρότερον, διπλῇ ταράττεται καὶ εὐχείρωτος γίνεται, τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ, καὶ τὴν πρὸς ἐκεῖνα παρασκευήν. Οὐ μικρὸν δὲ εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι νομίσας, καὶ πρὸς τὸ τέλος ἥκειν αὐτὸ, καὶ φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ τῶν δυσχερῶν. Διὰ τί γὰρ τὴν γυναῖκα τοῦ Ἰὼβ μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος;
English
And just as we deal with our enemies in those matters by which we grieve them: if we see that they are not pained, we withdraw thereafter, as having no way to bite them; so also the devil, if he sees you laughing at and despising his attempt, will depart from such a course, approaching no more. It is possible, then, for you, by enduring these things, to receive as great a reward as if you had thrown them away willingly. And with good reason we admire this man more, the one who bears insults thankfully, than the one who gives willingly. Why ever so? Because the latter is nourished by praises and by his conscience, and has good hopes, and having first nobly endured the deprivation of his money, then threw it away; but the former, still bound to them, was deprived by force. And it is not equal, having first been persuaded to depart from money, thus to empty oneself of it, and, while still longing for it, to be deprived of it; nor again to have practiced despising money over a long time, and to endure a loss that came suddenly. For the one still prepared for terrible things would more easily bear their onset; but the one who has reclined and released his thoughts from cares, if something such as happened before should happen again, is disturbed twofold and becomes easy to capture, both by the unexpectedness and by all his zeal and his preparation for those things having been dissolved. And it is no small ground for pain, but even more unbearable than all, when someone, thinking he has been delivered and has come to the very end, and having laid aside all care and anxiety, finds again from the beginning another start of troubles. For why did the devil not destroy Job's wife along with his children?
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:296 · narrative
Source
Ἐπειδὴ ᾔδει μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν ἐκείνου. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον τὸν Ἀδὰμ, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι τὸν Ἰώβ. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως, καὶ ἡσυχάζειν ἐᾷ, τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορᾷ προῆλθεν ὁ χρόνος, καὶ διὰ ταῦτα αὐτὸν εἶδε διψῶντα ἀπαλλαγῆς, καὶ ἀποθανεῖν ἐπιθυμοῦντα, ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα (Εἰ γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσει μοι τοῦτο)· τότε αὐτὴν προσάγει, καί φησιν· Μέχρι τίνος καρτερεῖς λέγων, Ἰδοὺ ἀναμένω χρόνον τινὰ ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος, τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ φησι· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐκ ἐφάνη·
English
Since he knew that this would greatly contribute to his plot against him. For if, he says, through it I cast Adam out of paradise, much more shall I be able to trip up Job on the dung-heap. And behold the villainy: for he did not bring this device to bear when the oxen were being destroyed, nor the donkeys, nor the camels, nor when the house was brought down, nor when the servants were buried, but for a time he is silent and lets him be at rest, seeing the athlete; but when the spring of worms gushed forth, and the skin was rotting and falling away, and the flesh was being consumed, producing ichor full of great stench, and the hand of the devil was consuming him more painfully than frying-pans and furnaces and every flame, gnawing and devouring his body from every side more cruelly than any wild beast, and much time passed in such calamity, and because of these things he saw him thirsting for release and longing to die, as not even having the strength to breathe (For if I could, he says, lay hands on myself, or beg another, and he would do this for me)—then he brings her forward, and says: How long will you endure, saying, Behold, I wait yet a little time, awaiting the hope of my salvation? For he too, ever consoling and fending off the one who was troubling him, used to say such things: Wait yet a little, and quickly there will be an end of these things. Therefore she reproaches him, saying: Will you say the same even now? For much time has already passed by, and no end of these things has appeared.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:297 · narrative
Source
Ἀπώλετο δέ σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων, κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη. Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι, καὶ
δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά. Καὶ ὃ πάντων ἐστὶν ἐλεεινότερον, Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ' εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Τί οὖν ὁ μακάριος οὗτος καὶ ἀδάμαντος στεῤῥότερος; Βλέψας εἰς αὐτὴν πικρῶς· ὢ διανοίας σώφρονος καὶ μετρίας! καὶ πρὸ τῆς φωνῆς ἀπὸ τῆς ὄψεως διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινῆσαι πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, καί φησιν· Ἱνατί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; οὐδεμίαν· ἀλλ' ἐξ ἀγαθότητος μόνης καὶ φιλανθρωπίας. Γυμνὸς γὰρ ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι, φησίν. Ὑπογράψατε τοίνυν τὸν ἀθλητὴν καὶ ὑμεῖς ἑαυτοῖς, καὶ νομίσατε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῃ τῇ κοπρίᾳ καθήμενον, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα. Οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι παραβαλεῖν τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα·
English
Your memorial has perished from the earth—your sons and your daughters, the pangs and labors of my womb, which I toiled over in vain with hardships, and I, a wanderer and a servant, going from place to place and from house to house. For I do not merely beg, but I also wander about,
and I serve a strange and new servitude, going everywhere and carrying about the tokens of my calamity, and teaching everyone my evils. And what is more pitiable than all, I wait for the sun, when it will set, and I shall rest from my labors and from the pains that surround me, which now hold me fast. But say a word to the Lord, and die. What then does this blessed man, harder than adamant, do? He looked at her bitterly—O prudent and measured mind! Even before his voice, by his look he drove back her devices. For she expected to stir up fountains of tears; but he became fiercer than a lion, filled with wrath and indignation, and says: Why have you spoken as one of the foolish women? If we received good things from the Lord, shall we not endure evil things? For in return for what did God give us those things? What recompense was he exacting? None; but from goodness alone and love of mankind. For naked I came out from my mother's womb, and naked shall I depart, he says. Then trace for yourselves also this athlete, and imagine that you see that dung-heap, and him sitting in the midst of the dung-heap, the golden statue, the one adorned with gems, the—how shall I say it? I do not know. For I cannot find any material so precious as to be able to compare with that bloodied body.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:298 · narrative
Source
οὕτω πάσης ὕλης τιμίας ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἐδείκνυτο λαμπροτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα. Αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις· ἐκεῖναι δὲ τῆς διανοίας ἡμῶν φωτίζουσι τὰ ὄμματα. Τίς εἶδε, τίς ἤκουσε τοιαῦτα θαυμαστὰ παλαίσματα; οἱ γὰρ τῶν ἔξωθεν ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· οὗτος δὲ ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, τότε ἐνικήθη καὶ ἀνεχώρησε. Τί γέγονε, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς; οὐκ ἐγένετο πάντα ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν ἵππων, τῶν ἡμιόνων; οὐχὶ καὶ τὸν χορὸν τῶν παίδων ἀπώλεσας, καὶ τὴν σάρκα ἅπασαν κατέκοψας; τίνος ἕνεκεν ἀνεχώρησας; Ὅτι ἐγένετο μὲν ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι' ὃ πάντα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε. Διὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ· τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πληγῆς· ἀλλὰ τοὐναντίον ὅπερ ἂν ἐβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρὸν, φαιδρότερον εἰργασάμην τὸν ἀντίδικον. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος ἐγένετο; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν· πολλῷ δὲ σεμνότερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων. Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος καὶ πολλὴν τὴν εὐπρέπειαν.
English
Thus the nature of that flesh, from its great abundance, was shown to be brighter than all precious material, and its wounds more radiant than the sun's rays. For the sun's rays illumine the eyes of the body, but those wounds illuminate the eyes of our mind. Who has seen, who has heard of such wondrous contests? For the boxers of the outside games, when they have battered the heads of their opponents, then they win and are crowned; but this one, when he battered the body of the righteous man, then he was defeated and withdrew. What has happened, O devil? For what reason do you withdraw? Did not everything happen that you wished? Did you not destroy his flocks, his herds, his droves of horses and mules? Did you not also destroy the chorus of his children, and batter all his flesh? For what reason did you withdraw? Because, he says, everything happened that I wished; but that which I most desired to happen, and for the sake of which I did everything—this did not happen; for he did not blaspheme. For it was for this, he says, that I did all those things, so that this might come out; and since this did not happen, I gained nothing more from the loss of his goods, and the destruction of his children, and the striking of his body; but on the contrary, the very thing I wished for turned out the opposite—I made the enemy brighter, I rendered the adversary more radiant. Do you perceive how great was the gain of his affliction? For his body was beautiful and healthy; but it has become far more venerable, cut through by those wounds. Since wool too is beautiful even before dyeing, but when it becomes purple, it takes on an indescribable beauty and great comeliness.
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:299 · narrative
Source
Εἰ γὰρ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν Ἔγνω τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς βασιλεὺς ἐπὶ θρόνου καθήμενος, ὡς ἐκεῖνος τότε ἐπὶ τῆς κοπρίας καθήμενος ἐπίσημος ἦν καὶ περιφανής. Μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον θάνατος· μετὰ δὲ τὴν κοπρίαν ἐκείνην οὐρανῶν βασιλεία. Διὰ γὰρ τοῦτο τὴν οὐσίαν αὐτοῦ ἐσύλα ὁ διάβολος, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται· καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀῤῥωστίᾳ περιβάλῃ, ἀλλ' ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, καὶ ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς, ὡς κατέξαναν αὐτοῦ τὸ σῶμα τῶν σκωλήκων τὰ στόματα), καὶ οὐχὶ τῆς πόλεως ἐκβαλὼν μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας
English
For if he had not stripped him, he would not have known the good condition of the crowned one; if he had not pierced his body with wounds, the rays would not have shone forth from within; if he had not seated him on the dung heap, we would not have known his wealth. For not so splendid is a king seated on a throne as that man then was distinguished and conspicuous, seated on the dung heap. For after the royal throne comes death; but after that dung heap, the kingdom of heaven. For this reason the devil plundered his substance, not to make him poor, but to force him to utter some blasphemous word; and he cut his body, not to cast him into weakness, but to trip up the virtue of his soul. But nevertheless, having set in motion all his devices, and having made him poor instead of rich—this very thing that seems to all of us most dreadful—and childless instead of having many children, and having scraped his whole body more cruelly than the executioners in the courts (for the claws of those men do not dig into the sides of those who fall into their hands as the mouths of worms scraped his whole body), and not only having cast him out of the city, nor of the house, and having moved him to another
khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:300 · narrative
Source
πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ καὶ οἰκίαν καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνε. Καὶ σὺ τοίνυν, ἂν ἀφέληταί σοῦ τις χρήματα, καὶ γενναίως ἐνέγκῃς, τοῖς εἰς τοὺς πένητας πάντα δεδαπανηκόσι τὸν αὐτὸν λήψῃ μισθόν. Ὥσπερ γὰρ σπουδάζοντες, καὶ ἀπὸ τῶν λυπούντων κερδαίνομεν, οὕτω ῥᾳθυμοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀμείνους γινόμεθα. Εἰ γὰρ ὁ Ἰὼβ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηρῶν πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλὰ καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιᾶσθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι; Θαυμάζεις τοὺς τρεῖς παῖδας; καὶ γὰρ κἀγὼ, ὅτι κατετόλμησαν καμίνου, ὅτι κατεξανέστησαν τοῦ τυράννου, Τοῖς θεοῖς σου, λέγοντες, οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Ἀλλὰ μεγίστη τοῦτο παραμυθία ἦν αὐτοῖς τὸ σαφῶς εἰδέναι, ὅτι διὰ τὸν Θεὸν πάντα πάσχουσιν, ἅπερ ἂν πάθωσιν. Ὁ δὲ μακάριος ἐκεῖνος οὐκ ᾔδει ὅτι ἀγωνίσματα καὶ πάλη ἦν ἅπερ ἔπαθεν· εἰ γὰρ ᾔδει, οὐδ' ὅλως ἂν ᾔσθετο τῶν γινομένων. Ὅτε γοῦν ἤκουσεν, Ἄλλως με οἴει κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος;
English
a city, but made for him a dung heap and a house and a city, he not only did him no harm, but even showed him more radiant through the very things he plotted against him. So you too, if someone takes your money and you bear it nobly, you will receive the same reward as those who have spent everything on the poor. For just as when we are earnest, we gain even from things that grieve us, so when we are slack, we do not become better even from things that profit us. For if Job, having suffered so much, was in no way wronged—and he suffered not at the hands of a man, but at the hands of the demon more wicked than all wicked men—what defense will those have left who say, "So-and-so wronged me and harmed me"? For if the devil, full of such great malice, having stirred up all his instruments and let loose all his arrows, and having emptied out with great excess all the evils that were among men against both the house of the righteous man and his body, did him no harm but even benefited him more, how will some be able to blame so-and-so and so-and-so, as though they had been wronged by them and not by themselves? Do you marvel at the three children? Indeed I do too, that they dared the furnace, that they stood up against the tyrant, saying, "We do not serve your gods, and we do not worship the golden image which you have set up." But this was their greatest consolation, to know clearly that for God's sake they suffer whatever they suffer. But that blessed man did not know that what he suffered was a contest and a wrestling; for if he had known, he would not have felt what was happening at all. At any rate, when he heard, "Do you think I have dealt with you otherwise than that you might be shown righteous?
Citation. Tergwame, “Eclogae ex diversis homiliis”, khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-eclogae-ex-diversis-homiliis#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0858 ·
generated 2026-11-15.