ἐπεὶ γὰρ δοκῶν νόησιν ἐπηρμένην ἔχειν καὶ τροφὰς ἐπιμορφα- ζόμενος ἔχειν μεγάλας ἠπάτα, τὴν πτῶσιν αὐτοῦ ὁ λόγος ἑρμηνεύει φάσκων ὡς γήϊνα αὐτῷ ἔσται τροφή, οὐδὲν θεῖον ἢ ἀνηγμένον ἔχοντι, ἀλλ' εἰλυσπωμένῳ περὶ τὰ γήϊνα, τοῦ ἡγεμονικοῦ αὐτοῦ ἐκπεσόντος, ὃ τὸ στῆθος σημαίνει, οὐκέτι ἀποτίκτοντός τι θεῖον ἢ οὐράνιόν τι διὰ τὸ τὴν γεννητικὴν δύναμιν, ἥτις διὰ τῆς κοιλίας σημαίνεται, περὶ τὴν ὕλην καὶ τὰ γήϊνα ἔχειν τὴν σπουδήν. Ὅτι δ' ἡ κοιλία οὕτως νοεῖται, ἐκτοῦ ἐναντίου ἔστι μαθεῖν, ψάλλοντος τοῦ μακαρίου Δαυίδ· Καὶ τὸν νόμον σου ἐμμέσῳ τῆς κοιλίας μου"6, ὅπερ οὐ τὸ αἰσθητὸν μέλος ἀλλὰ δύναμιν ψυχῆς σημαίνει. Ἀμέλει γοῦν οἱ ἐν μετανοίᾳ γεγενημένοι ἄνθρωποι γνόντες ὅτι ἡ νόησις αὐτῶν ὀφείλουσα οὐρανίων μεταλαμβάνειν τροφῶν εἰς γῆν κατεβλήθη φασίν· Ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν"6, κάτα πάντα γήϊνα γεγενημένη τῷ καὶ γήϊνα τρέφεσθαι καὶ γήϊνα ἀποκυίσκειν. Ὡς γὰρ δοχεῖόν ἐστιν ἡ κοιλία τροφῶν, οὕτω καὶ ἐργαστήριον τῶν πλαττομένων. Οἱ μὲν οὖν φαῦλα γεννῶντες ἐπὶ γῆς ἕρποντες πορεύονται, οἱ δὲ θεῖα ἀποτίκ- τοντές φασιν· Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν"6· τὸ δ' αὐτὸ γέννημα διανοίας καὶ τροφεῖόν ἐστιν. Εὖ δὲ καὶ τὸ προσκεῖσθαι· Καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου"6· οὐ γὰρ ἁπλῶς ζωῆς"3 εἶπεν, ἀλλὰ τῆς σῆς, ἣν εἵλω ἐκ τῆς σεαυτοῦ ῥοπῆς, ὡς εἰ λέγοι τις καὶ τῷ μὴ καθηκόντως ζῶντι· Πάσας τὰς ἡμέρας ἣς εἵλω ἔχειν ζωῆς φαῦλος ἔσει, ἁμαρτίαι σοι τροφὴ ἐν πάσαις αἷς προέκρινας ἡμέραις σου φαύλαις.
For since he seemed to have an elevated understanding and pretended to have great sustenance, he deceived; his fall the word interprets, saying that his food will be earthly, having nothing divine or elevated, but writhing about earthly things, his ruling part having fallen, which the chest signifies, no longer bringing forth anything divine or heavenly because the generative power, which is signified by the belly, has its zeal for matter and earthly things. That the belly is understood in this way can be learned from the opposite, when the blessed David sings: "And your law in the midst of my belly," which signifies not the perceptible limb but a power of the soul. Indeed, those who have come to repentance, knowing that their understanding, which ought to partake of heavenly foods, was cast down to earth, say: "Our belly was glued to the earth," having become entirely earthly both by being nourished by earthly things and by giving birth to earthly things. For as the belly is a receptacle of foods, so also it is a workshop of what is formed. Those who generate base things proceed crawling on the earth, while those who bring forth divine things say: "From your fear we conceived in the belly and travailed and gave birth." The same product of thought is also its nourishment. And it is well that it is added: "And you will eat earth all the days of your life." For he did not simply say "of life," but "of your life," which you chose by your own inclination, as if one were to say to one not living properly: "All the days of the life you chose to have, you will be base; sins will be your food in all the base days you preferred.
Ἕκαστα γὰρ πρὸς τὸν ἴδιον τρόπον, ἀποστὰς τῆς δεούσης ζωῆς, ἑαυτῷ ζωὴν περιποιεῖται. Τούτῳ ὅμοιον καὶ τὸ πρὸς τὸν πλούσιον εἰρημένον· Ἀπέλαβες τὰ ἀγαθά σου [ἐν] τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά."6 Καὶ παρατήρει ὅτι τοῦ μὲν φαύλου τὰ ἀδιάφορα̣ ἀγαθὰ εἶπεν· ἐπεὶ αὐτὸς ὡς ἀγαθὰ αὐτὰ ἐλογίζετο καὶ ἐν αὐτοῖς ἤλπισ̣εν, διὰ τοῦτο καὶ τὰ ἀγαθά σου"6 εἶπεν· ἐπὶ δὲ τοῦ Λαζάρου οὐκ ἐρρέθη τὰ κακὰ ἑαυτοῦ· οὐ γὰρ ἀπὸ τῆς ἰδίας προθέσεως ἔπασχεν, εἰ καὶ γενναίως ἔφερεν. Καὶ ὁ Ἰὼβ δὲ στερηθεὶς τῶν ἡδέων, ἐπεὶ οὐχ ἑαυτοῦ ἀγαθὰ αὐτὰ ἐλογίζετο, ἀλλ' ἐπιστάμενος αὐτῶν τὴν φύσιν, ὡς ἐδόθησαν παρὰ Θεοῦ, αὐτοῖς ἐκέχρητο, οὐκ εἶπεν· Εἰ τὰ ἀγαθά μου ἐδεξάμεθα"3, ἀλλ' Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου"6. Ἃ γὰρ αὐτὸς ᾑρεῖτο ἀγαθά, αἱ ἀρεταὶ ἐτύγχανον, τοῖς δ' ἀκολουθοῦσιν, κρίσει Θεοῦ ἀδιαφόροις, ὡς ἔπρεπεν ἐκέχρητο, ἐπαρκῶν δεομένοις· οὕτω γοῦν καὶ ἔφη· Ἡ θύρα δέ μου παντὶ ἐλθόντι ἠνέῳκτο"6. ιιι, 15. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ὅτε ὁ ἁπλούστερος σύνεστιν πονηρῷ, οὐ μικρὰν ἔχει τὴν βλάβην· ὁ πονηρὸς γὰρ
For each thing, according to its own manner, having departed from the proper life, procures life for itself. Similar to this is what was said to the rich man: "You received your goods in your life, and Lazarus likewise his evils." And observe that for the wicked man he called indifferent things goods, since he himself considered them goods and placed hope in them; for this reason he also said "your goods." But concerning Lazarus it was not said "his evils," for he did not suffer from his own disposition, even if he bore it nobly. And Job, when deprived of pleasant things, since he did not consider them his own goods, but knowing their nature, that they were given by God, used them accordingly, did not say, "If we received my goods," but "If we received the goods from the hand of the Lord." For the goods he himself chose were the virtues; the indifferent things that follow, by God's judgment, he used as was fitting, supplying those in need. Thus indeed he said, "My door was open to everyone who came." And: "I will place enmity between you and the woman, and between your seed and her seed; he will guard your head, and you will guard his heel." When the simpler one is with a wicked person, he suffers no small harm; for the wicked
προσέρχεται καὶ τὰ βλάβης ὑποβάλλει, καὶ δέχεται ἡ ἁπλουστέρα ψυχὴ εἰς ὠφέλιμα. Δεῖ οὖν διαίρεσιν γενέσθαι τούτων καὶ εἰς ἔχθραν καὶ τὸ ἀκοινώνητον ἐλθεῖν, ὡς τὸν ἁπλούστερον γενόμενον κατὰ τὸ σωτήριον παράγγελμα φρόνιμον εἰπεῖν περὶ διαβόλου· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν."6 Πολλάκις γοῦν καὶ γυναικὸς φιλίαν πρὸς ἄνδρα σὺν ἁπλότητι γινομένην ὁρῶντες, ἐξ ἧς ἀπάτης ἕπεται αἰσχροποιεῖν τοὺς τοιούτους, σπουδάζομεν οὐ μίσει εἰρήνης, ἥτις ἐστὶ καρπὸς τοῦ Πνεύματος, ἀλλὰ ἀποστροφῇ εἰρήνης, καθ' ἧς ὁ Σωτὴρ ἥκει μάχαιραν ἐπενεγκεῖν λέγων· Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν"6 διαιροῦσαν καὶ διατέμνουσαν τοὺς ὠφελεῖσθαι ποθοῦντας ἀπὸ τῶν βλάπτειν ἐπιχειρούντων. Ἀγαθὸς οὖν ὑπάρχων ὁ Θεὸς φυτεύει ἔχθραν οἷς ἡ εἰρήνη καὶ ἡ συναφὴ πολέμιον. Ὅταν γάρ τις ἀγνοίᾳ τοῦ κακοῦ αὐτῷ περιπίπτων μανθάνῃ ὅτι ὀλέθριόν ἐστι καὶ ἐπιζήμιον, ὠφελίαν οὐ μικρὰν καρποῦται. Ἀκολούθως δὲ καὶ τὸ σπέρμα τῷ σπέρματιἐχθρὸν ποιεῖ καὶ αὐτὸν αὐτῇ. Καὶ ἐπεὶ μὴ περὶ αἰσθητοῦ ὄφεώς ἐστι τὸ λεγόμενον, οὐδὲ τὸ σπέρμα αὐτοῦ αἰσθητὸν ἐκδεκτέον, ἀλλὰ τοὺς κατ' αὐτὸν τυπωθέντας καὶ μορφωθέντας καὶ γεννηθέντας ἢ λογισ[μο]ὺς διαστρέφοντας ἀπὸ τῆς ἀληθείας καὶ μαθήματα αὐτῆς ἀλλότρ[ια], σπέρμα δὲ τῆς γυναικὸς ὁμοίως τοὺς ἀπ' αὐτῆς ἐναρέτους–τῆς γὰρ ἐκκλησίας ἐπέχει τύπον–, ἢ τὰ τῆς θείας παιδεύσεως μαθήματα, πρὸς ἃ ἡ τοῦ ἀντικειμένου κακουργία τὰς ἐπιχειρήσεις ποιεῖται. Σπέρματος δὲ καὶ τέκνου διαφορὰ καὶ ἐν τοῖς εὐαγγελίοις εἴρηται, τῶν μὲν Ἰουδαίων λεγόντων·
It approaches and introduces harmful things, and the simpler soul receives them as beneficial. Therefore, it is necessary for a division to occur among these, and for them to come into enmity and lack of communion, so that the one who has become simpler, according to the saving commandment, may say wisely concerning the devil: "For we are not ignorant of his thoughts."6 Often, at any rate, seeing a woman's friendship with a man occurring with simplicity, from which deception follows that leads such persons to do shameful deeds, we strive not out of hatred for peace, which is a fruit of the Spirit, but out of aversion to a peace, against which the Savior comes, saying he will bring a sword: "I did not come to cast peace, but a sword,"6 dividing and cutting off those who desire to be benefited from those who attempt to harm. Therefore, God, being good, plants enmity among those for whom peace and union are hostile. For when someone, falling into evil through ignorance, learns that it is destructive and harmful, he reaps no small benefit. Consequently, he also makes the seed hostile to the seed, and himself to her. And since what is said is not about a perceptible serpent, neither is its seed to be understood as perceptible, but rather those who are formed, shaped, and born according to it, or reasonings that distort from the truth and teachings alien to it; and the seed of the woman likewise refers to those virtuous ones from her—for she represents the type of the church—or the teachings of divine instruction, against which the malice of the adversary directs its attacks. The difference between seed and child is also stated in the Gospels, when the Jews say:
Σπέρμα Ἀβραάμ ἐσμεν"6, τοῦ δὲ Σωτῆρος τοῦτο μὲν αὐτοῖς συγχωροῦντος, ἀπαγορεύοντος δὲ αὐτοὺς τέκνα τυγχ[ά]νειν τοῦ Ἀβραὰμ ἐν τῷ λέγειν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε."6 Ὁ μὲνγὰρ τέκνον ὑπάρχων καὶ σπέρμα ἐστίν, οὐ πάντως τοῦ σπέρματος καὶ τέκνου γινομένου τῷ ἀπαμβλίσκεσθαι καὶ μὴ τ[ε]λεσιουργεῖσθαι. Εἴη δὲ τοῦτο καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἑπόμενο[ν]. Πολλοὶ γὰρ ἀρξάμενοι κατὰ τὸν Ὑμέναιον καὶ Ἀλέξανδρον περὶ τὴν πίστιν ναυαγήσαντες τέκνα οὐκ ἀπετελέσθησαν. Πᾶν δὲ τεταγμένως καὶ τὰ τῆς φράσεως ἔχει. Οὐ γὰρ ὁ ὄφις πρὸς τὸ σπέρμα, ἀλλὰ πρὸς αὐτήν, οὐδὲ τὸ σπέρμα τοῦ ὄφεως πρὸς αὐτήν, ἀλλὰ τὸ σπέρμα αὐτῆς. Τὰ γὰρ ἄκρως κακὰ πρὸς τὰ ὑπερβάλλοντα ἀγαθὰ ἔχει τὴν μάχην, καὶ τὰ ἐλάττω πρὸς τὰ ἰσόρροπα. Ὁ Θεὸς γὰρ δίδωσιν καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν μὴ ἐῶν ἄμετρον γίνεσθαι κατά τινος πειρασμόν· Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἄρα κατέπιον ἡμᾶς."6 Ὡς ἀγαθὸς δὲ ὁ τοῦ παντὸς Κύριος καὶ τὰς ἐπιβουλὰς τοῦ ἀντικειμένου καταμηνύει καὶ τὰς κατ' αὐτοῦ ἐπιθέσεις ἐκδιδάσκει, τοῦ μὲν διαβόλου ἐπιτηροῦντος τὰς τοῦ ἀνθρώπου προκοπὰς καὶ διαβάσεις ἐπὶ τὴν ἀρετήν, αἵτινες διὰ τῆς πτέρνας δηλοῦνται, τοῦ δὲ ἀνθρώπου τὸ κεφάλαιον τῆς κακίας ἐπιτηροῦντος· τούτου γὰρ ἀναιρουμένου, συναναιρεῖται καὶ τὸ πᾶν. Πρόσσχες δὲ πῶς ἀπὸ γένους ἐπὶ γένος ἕτερον μετέστη ὁ λόγος· ὡς γὰρ πρὸς τὴν γυναῖκα πάντα ἐκεῖνα ἐλέγετο· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τῆς γυναικὸς"6 καὶ τὰ ἑξῆς, νῦν δέ φησιν·
We are the seed of Abraham. The Savior, while conceding this to them, forbids them from being children of Abraham by saying: If you were children of Abraham, you would do the works of Abraham. For one who is a child is also seed, but not every seed necessarily becomes a child, because it may be aborted and not brought to completion. This may also follow according to the anagogical sense. For many, having begun like Hymenaeus and Alexander, were shipwrecked concerning the faith and were not completed as children. Everything is also orderly in the phrasing. For the serpent is not directed toward the seed, but toward her; nor is the seed of the serpent directed toward her, but her seed. For the extremes of evil have their battle with the extremes of good, and the lesser with the equal. For God also provides the outcome of being able to endure, not allowing a trial to become immoderate against anyone: If the Lord were not with us, then they would have swallowed us. As the Lord of the universe is good, he both reveals the plots of the adversary and teaches the attacks against him, the devil watching for the progress and advances of man toward virtue, which are indicated by the heel, and man watching for the capital of evil; for when this is destroyed, the whole is destroyed together. Observe how the discourse has shifted from one genus to another; for all those things were said to the woman: I will put enmity between you and the woman, and so on, but now it says:
Αὐτὸς τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ πτέρναν."6 Ἔδει γὰρ περὶ μὲν τῆς ἀσθενεστέρας λέγεσθαι τὸ ἔχθραν θήσω, ἵνα τὸ ἀμιγὲς μηδὲ ἀπάτης χώρα γένηται, περὶ δὲ τοῦ ἀνδρός, ἅτε οὐκ ἐξαπατηθέντος κατὰ τὴν ἀποστολικὴν φωνήν, λέγεσθαι· Αὐτός σου τηρήσει κεφαλήν."6 Ἰσχυ[ρὸ]ς γὰρ ὢν καὶ πολεμεῖν ἐστιν ἐπιτη- δειότερος καὶ φυλάττειν τὰς τοῦ ἀντικειμένου ἐπιβολάς, μὴ συγχωρῶν αὑτῷ ἀπάτης ἀρχὴν προσαγαγεῖν ὡς τῇ Εὕᾳ, ᾗ, καθὼς προειρήκαμεν, συνηκολούθησεν, ἐπεὶ καὶ αὐτὸς εἶπεν· Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ"6, ἣν καὶ οὐκ ἀφῆκεν διὰ τὸ αὐτῆς χρήσιμον. Συνεκβέβληται γὰρ οὐ δι' ἑαυτόν, καθὰ καὶ τοῖς ἐν Βαβυλῶνι αἰχμαλωτιζομένοις ἠκολούθουν οἱ ἅγιοι οὐδὲν ἄξιον αἰχμαλωσίας δεδρακότες, ἀλλ' ὅπως ἰατροὶ τῶν αἰχμαλωτισθέντων γένωνται, ὡς Δανιὴλ καὶ Ἰεζεχιὴλ καὶ οἱ
ἐν τῇ καμίνῳ τρεῖς παῖδες.
Τὸ λεγόμενον οὖν πρὸς τὸν ὄφιν αὐτός σου τηρήσει κεφαλὴν"6 ἐμφάνοι ἂν ὅτι, εἰ καὶ ὡς ἀσθενεστέραν ἠπάτησας τὴν γυναῖκα, ἀλλ' ὁ ἀνήρ σοι προσπολεμήσει τὸ κεφάλαιον τῆς σῆς κακίας ἐπιτηρῶν, ὅ ἐστιν ἡ ἀσέβεια, ὅπερ ὁ σοφὸς ἐκβάλλει, τοῦ διαβόλου μὴ ἐφικνουμένου τῆς κεφαλῆς τοῦ σοφοῦ, ἀλλ' εἰ ἄρα τῆς πτέρνης, ἥτις εἴη ἂν τὰ ἐσχατιὰ τῶν εἰς ἀρετὴν συντελούντων. Πολλάκις γὰρ μὴ δυνάμενός τι τῶν προηγουμένων πολεμεῖν, περὶ τὰς χρείας τὰς ἀνθρωπίνας ἐνεδρεύει, ἵνα διὰ τούτων ὑποσκελίσῃ. Τοῦτ' αὐτὸ καὶ ἐν ψαλμοῖς λέγεται· Αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν"6· τοῦτο δὲ τὸ φυλάξαι τῷ τηρῆσαι ἐν τῷ νῦν προκειμένῳ ταὐτὸ σημαίνει·
He will guard his own head and you his heel. For it was necessary that concerning the weaker one it be said, "I will place enmity," so that there might be no room for mixture or deception, but concerning the man, since he was not deceived according to the apostolic saying, it be said, "He will guard your head." For being strong, he is both more fit for war and able to guard against the attacks of the adversary, not allowing him to bring the beginning of deception to him as to Eve, whom, as we have said before, he followed, since he himself said, "The woman whom you gave with me," whom he did not dismiss because of her usefulness. For he was cast out not because of himself, just as in Babylon the holy ones followed those taken captive, having done nothing worthy of captivity, but so that they might become physicians of the captives, like Daniel and Ezekiel and the three youths in the furnace.
What is said, then, to the serpent, "He will guard your head," would indicate that, even if you deceived the woman as the weaker one, yet the man will war against you, watching for the chief point of your wickedness, which is impiety, which the wise man casts out, the devil not reaching the head of the wise man, but if at all, the heel, which would be the extremities of things contributing to virtue. For often, when unable to attack any of the principal things, he lies in wait concerning human needs, so that through these he may trip him up. This same thing is said in the Psalms: "They will guard my heel." And this "guard" means the same as "watch" in the present passage.
τὸ ἐπιτηρῆσαι γὰρ δηλοῖ, οὐκ ἀγνοούντων ἡμῶν ὅτι καὶ ἐπὶ τὸ διατηρῆσαι κεῖνται αἱ λέξεις καὶ σκεπάσαι ὡς ἐν τῷ Σύ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς"6, καὶ ἐν τῷ Πάτερ ἅγιε, τήρησον αὐτούς"6. ιιι, 16–19. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήμφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκ ἀπίθανόν ἐστιν καὶ τὰς ἱστορίας ἐκλαβεῖν ἐπὶ τῶν λέξεων τούτων. Καὶ γὰρ φαίνεται ὡς ἡ μὲν γυνὴ πυκναῖς καὶ συνεχέσιν λύπαισπιέζεται καὶ στεναγμοῖς, οὐ μικρὸν ὑπομένουσα κάματον ἔν τε ταῖς συλλήψεσιν καὶ ἀποτέξεσιν ἔτι τε καὶ ἀνατροφαῖς, καθὸ καὶ ἡ τοῦ μακαρίου Ἰώβ φησιν ὅτι Ἠφανισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων"6, καὶ ὡς ἅπαντα πρὸς τὸν ἄνδρα ἤνεγκεν ἰσχυρότερον δεσπότου, τὰς ἀπ' αὐτοῦ ἀπεκδεχομένη ἐπικελεύσεις, ὁ δὲ ἀνὴρ ἔργοις καὶ φροντίσιν κατατρυχόμενος πόνοις καὶ ἱδρῶσιν διὰ παντὸς διατελῶν τοῦ βίου.
The phrase "to watch over" indicates, not that we are unaware that the words are also used for "to preserve" and "to protect," as in "You, Lord, will guard us and preserve us" and in "Holy Father, preserve them." And to the woman he said: "I will multiply your sorrows and your groaning; in sorrows you will bear children, and your turning will be to your husband, and he will rule over you." To Adam he said: "Because you listened to the voice of your wife and ate from the tree from which alone I commanded you not to eat, you ate from it; cursed is the earth in your works; in sorrows you will eat it all the days of your life. Thorns and thistles will spring up for you, and you will eat the grass of the field. In the sweat of your face you will eat your bread, until you return to the earth from which you were taken, for you are earth and to earth you will go." It is not implausible to interpret the histories according to these words. For it appears that the woman is oppressed by frequent and continuous sorrows and groans, enduring no small labor in conceptions, births, and also in rearing, as also the wife of the blessed Job says: "Your memory has been obliterated from the earth, sons and daughters, the pangs and labors of my womb, which I toiled in vain with hardships," and that she brings everything to her husband as to a stronger master, awaiting his commands from him, while the man is worn down by works and cares, continuing throughout his life in toils and sweats.
Καὶ γὰρ τῶν λυπούντων τὴν γυναῖκα οὐκ ἔστιν ἀμέτοχος, καὶ αὐτὸς ἰδιαζόντως πόνοις συνέχεται διὰ παντὸς τοῦ ζῆν, ἄλλα ἐπ' ἄλλοις πονῶν τε καὶ κάμνων σώματι καὶ ψυχῇ· καὶ γὰρ τὰ κατ' οἶκον αὐτῷ οὐκ ἀφρόν- τιστα, παίδων ἀνατροφή, καὶ τούτων πολλάκις ὀδύναι διάφοροι ἢ νόσοις πιεσθέντων ἢ θανάτῳ προλαμβανόντων, ἐξ ὧν ἁπάντων ἀνία ὑπερβάλλουσα καὶ πόνος ἱκανώτατος, καὶ πολλὰ ἂν εἴη λέγειν, ἃ πᾶσίν ἐστι προδηλότατα. Ἴδωμεν δὲ καὶ τὸ καθ' ἕκαστον τῶν εἰρημένων. Τῷ μὲν οὖν ὄφει εἴρηται· Ἐπικατάρατος σύ"6, τῷ δὲ Ἀδὰμ οὐχ οὕτως, ἀλλ' Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου"6, καὶ εἰκότως· οὐ γὰρ ἡττηθεὶς τῇ ἁμαρτίᾳ παρέβη, ἀλλ' ἀκολουθήσας τῇ γυναικὶ κατὰ τὰ προαπο- 102 δοθέντα ἡμῖν εἰς τὸ Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ"6, ὅτε παρετιθέμεθα τὸ ἀποστολικὸν λέγον· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν."6 Ἀλλὰ καὶ τῇ γυναικὶ εἰς πρόσωπον αἱ ἀπειλαὶ δίδονται· Πληθύνων πληθυνῶ τὰς λύπας σου"6. Ἐπιφέρων δὲ καὶ τὸ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"6, τῆς σωματικῆς οὐσίας τὸ ἴδιον ἐπιδείκνυσιν· οὐ γὰρ ἡ ψυχὴ ἀπὸ γῆς ἔχει τὴν ἀρχήν, ἵνα καὶ εἰς ταύτην ἀναλυθῇ κατὰ τοὺς φθαρτὴν αὐτὴν εἰσηγουμένους.
For the man is not without a share in the things that grieve the woman, and he himself is especially beset by toils throughout his whole life, laboring and toiling at one thing after another in body and soul. For his household affairs are not neglected: the rearing of children, and often the various pains of these children, either oppressed by diseases or overtaken by death, from all of which come overwhelming distress and very great toil. And there would be many things to say, which are perfectly obvious to all. But let us examine each of the things that have been said in detail. To the serpent, then, it was said: "Cursed are you." But to Adam it was not so, but rather: "Cursed is the earth in your works." And reasonably so, for he did not transgress because he was overcome by sin, but because he followed the woman, according to what we previously set forth on the phrase "The woman whom you gave to be with me," when we adduced the apostolic saying: "For Adam was not deceived, but the woman, having been deceived, became the one in transgression." But also to the woman the threats are given directly: "I will multiply, multiply your sorrows." And when he adds, "You are earth and to earth you will go," he indicates the property of the bodily substance; for the soul does not have its origin from earth, so that it might be resolved into it, as those who maintain that it is perishable hold.
Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν ὁ παράδεισος ἡμῖν ἐν ἀλληγορίᾳ ἐλαμβάνετο χωρίον εἶναι θεῖον ἐνδιαίτημα μακα- ρίων δυνάμεων, καταλλήλως καὶ τὰ περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐκλημπτέον. Ἔχομεν τοίνυν ἐκ τοῦ μακαρίου Παύλου ἀρχὰς ἐπὶ τὴν ἀναγωγὴν ἀγούσας λέγοντος τὸ Μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν."6 Ἡ ἐκκλησία τοίνυν τέκνα ἐν λύπαις τίκ- τει, πόνος γὰρ τῆς ἀρετῆς προηγεῖται καὶ λύπῃ, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένη· τίκτει δὲ αὐτὰ διὰ
λουτροῦ παλιγγενεσίας. Ἕπεται γὰρ τῇ μὲν ἀρετῇ πόνος, τῇ δὲ ἡδονῇ ῥᾳστώνη. Τοῦτο ὁ Σωτὴρ παιδεύει λέγων· Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν"6, πλατεῖα"6 δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι εἰς αὐτήν."6 Καὶ ὁ στεναγμὸς δὲ ἔπαινον̣ ἔχει δι' ἀρετὴν γινόμενος· τῶν καταστενα- ζόντων ***"6. Ἀλλὰ καὶ πρὸς τὸν ἄνδρα Χριστὸν τὴν ἀποστροφὴν ἔχει, παρ' αὐτοῦ κυριευομένη, ἵνα κατὰ τὰς ἐκείνου ὑποθημοσύνας τὰ παρ' αὐτῆς ἀποτικτόμενα τῆς ἀρετῆς γεννήματα ἀπ' αὐτοῦ ἔχῃ τὴν τελεσιουργίαν· Ἡρμοσά[μ]ην γὰρ ὑμᾶς"6 φησιν ὁ Παῦλος ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ."6 Μακαρία γάρ ἐστιν ἡ ἐκκλησία, ὅτε ὑπὸ Χριστοῦ π[ε]ριέχεται, καὶ ἑκάστη δὲ γυνὴ ὑπὸ τελείου καὶ σπουδαίου καὶ σῴζοντος τὸ καθῆκον τοῦ ἄρχειν μακαρία. Μὴ γάρ τις τὰς διεστραμμένας συμβιώσεις παραλαμβάνων ψευδοποιεῖν πειράσθω τὸ ῥητόν· οὐδὲ γὰρ περὶ τῶν τοιούτων τῷ λόγῳ τῷ θείῳ πεφρόντισται, καὶ τοῦτο διδάσκων ὁ Παῦλος παραινεῖ λέγων·
Since in the preceding passages the paradise was taken by us allegorically as a divine abode of blessed powers, accordingly the matters concerning the man and the woman must also be understood. We have, then, from the blessed Paul principles leading to the anagogical interpretation, when he says, "This mystery is great, and I say it is with reference to Christ and the Church." The Church, then, bears children in pains, for toil precedes virtue, and grief, producing repentance leading to unregrettable salvation; and she bears them through the bath of regeneration. For toil follows virtue, while ease follows pleasure. The Savior teaches this when he says, "How narrow is the gate and how straitened the road that leads to life," and "broad and spacious is the road that leads to destruction, and many are those who enter it." And groaning also has praise when it occurs for the sake of virtue; of those who groan ***. But she also has recourse to the man Christ, being governed by him, so that according to his instructions the offspring of virtue born from her may have their perfection from him; for Paul says, "I betrothed you to one man, to present you as a pure virgin to Christ." For the Church is blessed when she is encompassed by Christ, and each woman is blessed when she is under a perfect and earnest man who preserves the duty of ruling. Let no one, taking up distorted relationships, attempt to falsify the text; for the divine word is not concerned with such things, and Paul, teaching this, exhorts, saying:
"6*** ὥσπερ καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν"6, ὅπερ ἐστὶν ἀπαθῶς. Τὰ δὲ περὶ τῆς ἐντολῆς περιεχούσης ὡς οὐ δεῖ μόνου τοῦ ἀπηγορευμένου φαγεῖν ἐν τοῖς πρὸ τούτων αὐτάρκως σαφηνισθέντα νῦν παρεατέον, τοῦτο μόνον καὶ νῦν ἐπιση- μειώμενος, ὡς ὅτι τῆς φωνῆς ἀκούσας τῆς γυναικὸς ὁ Ἀδὰμ οὐ προηγουμένως ἥμαρτεν, ἀλλ' ἠκολούθησεν αὐτῇ, δι' ἣν καὶ τὰ εἰρημένα ὑφίσταται· Ἐπικατάρατος"6 γάρ φησιν ἡ γῆ ἐν τοῖς ἔργοις σοῦ."6 *** Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι"6. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐτοῦ ἐπιφυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σωτὴρ ἡρμήνευσεν, αἵτινες συμπνίγουσι τὸν ὑπὸ Ἰησοῦ βαλλόμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθος τοῦτον ὑποδέξηται, ἀλλὰ καὶ τὸ λεγόμενον ὡς Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖ- ται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας̣ καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν."6 Ἐὰν οὖν τις διὰ μελέτης ταύτας μὲν ἀναβλαστῆσαι μὴ συγχωρήσῃ, σχήσει χόρτον, ὅ ἐστι τρόφιμόν τι· πρῶτον γὰρ χορτῶδες ἔσται τὸ φυόμενον, ὡς καὶ ὁ Σωτήρ φησιν· "6*** εἶτεν στάχυν"6. Τοῦτον οὖν τὸν πνευματικὸν οὐκ ἀμελετήτως οὐδ' ἄτερ πόνου εὑρήσει ὁ σπουδαῖος. Καὶ γὰρ ἐπιμελῶς τῆς καρδίας τῶν ἀνθρώπων ἐπὶ τὰ κακὰ ἐκκειμένης, δυσθήρατος ἡ ἀρετὴ καὶ κόπῳ λαμβανομένη·
...blessed powers, accordingly the matters concerning the man and the woman must also be understood. We have, then, from the blessed powers the man and the woman, just as also Christ [has] the church, which is impassibly. But the matters concerning the commandment containing that one ought not to eat of the forbidden [fruit] have been sufficiently clarified in the preceding [passages] and must now be set aside, noting only this also now, that Adam, having heard the voice of the woman, did not sin primarily, but followed her, on account of which he also undergoes the things said: "Cursed," for it says, "is the earth in your works. Thorns and thistles will it bring forth for you." For what from the consequence of the body is not painful, pleasures and anxieties growing forth from it? For these are the thorns which the Savior interpreted, which choke the seed cast by Jesus, if the receiver does not receive it deeply, but also the saying that the earth which drinks the rain coming upon it often and produces suitable herbage for those for whom it is also cultivated, partakes of blessing from God; but bringing forth thorns and thistles, it is worthless and near a curse, whose end is for burning. If, therefore, someone through diligence does not allow these to sprout, he will have grass, which is something nourishing; for first the growth will be grassy, as also the Savior says: "then the ear of grain." This spiritual [ear], then, the zealous one will not find without practice nor without labor. For indeed, with the heart of men being prone to evil, virtue is hard to catch and obtained with toil.
Διὰ"6 γὰρ πολλῶν θλίψεών"6 φησιν δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν."6 Ἀγαθοῦ δ' εἰσαγωγικὸν χόρτον τέως ἐμφαγεῖν τὰ πρῶτα τῆς ἀρετῆς, εἶτεν στάχυν, ὅτε μεγάλα εἰσαγωγικὰ μαθήματα τελειότητός τις ἐπιλαμβάνεται ὡς ἀκοῦσαι· Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ."6 Ἐπίμοχθον οὖν ἡ ἀρετή, ὅπου καὶ ἡ καρδία τῶν ἀνθρώ- πων ἐπιμελῶς ἐπὶ τὸ κακὸν ἔγκειται· διὰ τοῦτο πάσας"6 φησὶν τὰς ἡμέρας τῆς ζωῆς σου ἐν ἱδρῶτι φαγῇ τὸν ἄρτον σου"6, ὅπερ οὐκ ἂν λεχθείη ἀγγέλοις· εὐκολώτερον γὰρ παρ' ἐκείνοις τὰ τῆς ἀρετῆς ἐνεργεῖται. Οἰκείως δὲ τῇ ἀλληγορίᾳ ἐκλημπτέον καὶ τὸ ἕως ἂν ἀποστρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήμφθης"6. Ἀναστὰς γὰρ ἐν πνευματικῷ σώματι οὐράνιον ἕξεις πολιτείαν ἐ[ν] τῇ γῇ τῶν πραῶν γινόμενος· Μακάριοι"6 γὰρ οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν"6, εἰ καὶ ἀντὶ ταύτης τὴν χέρσον διὰ τὰ ἴδια πταίσματα ἄνθρωπος ἀντικατηλ- λάξατο. Παρ' ἑαυτοὺς γὰρ ἢ γῆ ἐσμεν ἢ οὐρανὸς γινόμεθα τοῦτο ὁ σοφὸς Παῦλος παιδεύει λέγων· Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου"6, ὅπερ ἐν τῇ εὐχῇ λέγειν προστάτ- τονται οἱ μαθηταί· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς."6 Πότε δὲ τοῦτο ἔσται, ἢ ὅταν ἄνθρωποι ἐπὶ γῆς
For through many tribulations," he says, "you must enter the kingdom of heaven." But it is good to eat introductory grass for a time, the first things of virtue, then an ear of grain, when one takes up great introductory lessons of perfection so as to hear: "Solid food is for the perfect, for those who, through habit, have their senses trained for distinguishing good and evil." Virtue is therefore laborious, where the heart of men is diligently set upon evil; for this reason he says, "all the days of your life you will eat your bread in sweat," which would not be said to angels; for among them the works of virtue are accomplished more easily. And in accordance with the allegory, one must also interpret the phrase "until you return to the earth from which you were taken." For having risen in a spiritual body, you will have a heavenly citizenship, becoming in the land of the meek; for "blessed are the meek, for they will inherit the earth," even if man has exchanged this for the dry land on account of his own faults. For by ourselves we are either earth or we become heaven; this the wise Paul teaches, saying: "And just as we have borne the image of the earthly, so we shall also bear the image of the heavenly," which the disciples are commanded to say in the prayer: "Let your will be done, as in heaven and on earth." But when will this happen, except when men on earth
περιπατοῦντες ἐν οὐρανῷ ἔχωσιν τὸ πολίτευμα. Σημειωτέον δὲ τοῦτο, ὅτι οὐκ, ἐάν τι ἀλληγορῆται, πάντως ὅλον ἐξομαλίζειν ἀνάγκη· εἴλημπται γὰρ διὰ τί τὸ ῥητὸν οἰκεῖον πρὸς ἀλληγορίαν, τούτου δὲ νοουμένου, οὐκ ἀνάγκη καὶ τὰ πάντα δέχεσθαι πρὸς ἀναγωγήν, οἷον ὡς ἐπὶ τοῦ οὐ φιμώσεις βοῦν ἀλοῶντα"6, ὅπερ διὰ τὸ προσήκειν ἐπιγιγνώσκειν τὸν διδάσκαλον καὶ τοὺς πόνους οὓς πονεῖ ὑπὲρ τῶν παιδευομένων εἴρηται· οὐκ ἀνάγκη δὲ λέγειν εἰ δίκερως ὁ βοῦς καὶ ταῦτα εἰς τί ἀνάγεται· οὐ γὰρ διὰ τοῦτο παρείλημπται. Ταῦτα δὲ εἴρηται ἵνα μή τις, εἰς Χριστὸν ἀναγομένου τοῦ Ἀδάμ, πάντα ἀπαιτήσῃ περὶ Χριστοῦ τὰ περὶ τοῦ Ἀδὰμ ὅλα τὰ οἰκεῖα. Καὶ γὰρ αὐτὸς κατάρα ὑπὲρ τῆς ἀνθρωπότητος γέγονεν, σύμβολον ἐχούσης τῆς ἐκκλησίας, ἥτις ἦν ἡ γυνή, ἵνα διὰ τοῦ κόπου αὐτοῦ καὶ τῆς κενώσεως ζωὴ γένηται τοῖς ἀποσφα- λεῖσιν· Τὸν"6 γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ."6 Ἁμαρτία δὲ οὐ καθάπαξ ἐστίν, ἣ γὰρ ἂν οὐκ ἦν ποιητικὴ δικαιοσύνης. Καὶ γὰρ κατάραδὲ γέγονεν, ἵν' ἡμεῖς εὐλογίαν σχῶμεν· καὶ ὥσπερ οὐχ ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ τῆς γυναικὸς ἐξαπατηθείσης ἠκολού- θησεν, οὕτω, τῆς ἀνθρωπότητος σφαλείσης, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών"6. Εἰ γὰρ μὴ παραβὰν ἐτύγχανε τὸ γένος, οὐδὲ τοῦ θεραπεύσοντος ἔχρηζον, τραύματος μὴ γεγενημένου, ὃ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν ἐξεκάλειτο. ιιι, 20. Καὶ ἐκάλεσεν Ἀδ[ὰ]μ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
they have their citizenship in heaven. But note this: not every allegorized element must necessarily be entirely smoothed out; for a particular literal detail is taken because it is suitable for allegory, and when that is understood, it is not necessary to accept everything for anagogical interpretation. For example, in the case of "you shall not muzzle an ox while it is threshing," this is said because it is fitting for the teacher to recognize the labors he undergoes for his students; but it is not necessary to discuss whether the ox has two horns and what these might be referred to—for that is not the reason it was included. These things are said so that, when Adam is referred to Christ, one does not demand that everything proper to Adam be applied to Christ. For he himself became a curse for the sake of humanity, with the church, which was the woman, as a symbol, so that through his labor and kenosis life might come to those who had fallen away. For he who had not known sin committed sin on our behalf, so that we might become the righteousness of God in him. And sin is not simply sin, for then it would not be productive of righteousness. And he became a curse so that we might have blessing. And just as Adam was not deceived, but followed after the woman was deceived, so, when humanity had fallen, he emptied himself, taking the form of a servant. For if the race had not transgressed, they would not have needed one to heal them, since no wound had occurred that would summon his sojourn among men. 111, 20. And Adam called the name of his wife Life, because she is the mother of all the living.
Συνέσει κινούμενος προμηθεστάτῃ ὁ Ἀδάμ, ἐπιστάμενος ὅτι ἔξω τοῦ παραδείσου διὰ τὴν παράβασιν ἔσονται, προαναφωνεῖ τὸ μέλλον Ζωὴν καλῶν τὴν γυναῖκα, ὅτι αὕτη μήτηρ πάντων"6 ἔσται τῶν ζώντων"6. Ἐξ αὐτῆς γὰρ ἅπασα ἡ διαδοχὴ γέγονεν, οὐ δεῖ δὲ προσυπακούειν ὅτι καὶ τῶν ἀλόγων. Οὐ γάρ, ἐὰν καθόλου τι λέγηται, προσπαραλαμβάνειν καὶ τὰ μὴ πεφυκότα προσήκ[ε]ι. Οὐ γάρ, ἐὰν φάσκῃ τὸ λόγιον· Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ τὴν τῶν ἀλόγων προσλαβεῖν ἀκόλουθον· οὐδ' ἂν λέγῃ πάλιν· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν"6, προσυπακούειν τοῦτο καὶ περὶ τῆς σαρκὸς τῶν ἀλόγων ἁρμόζει. Οὕτω καὶ νῦν πάντων τῶν ζώντων μήτηρ ἡ Εὕα, τῶν πεφυκότων δηλονότι μητέρα αὐτὴν ἔχειν ἀνθρώπων. Εἰ δὲ καὶ ἐπὶ τὴν ἐκκλησίαν αὕτη ἀνάγοιτο, τίς ἂν ἄλλη εἴη μήτηρ τῶν ζώντων κατὰ τὴν ζωὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγοντα· Ἐγώ εἰμι ἡ Ζωή"6, ἢ ἡ ἐκκλησία, ἥτις ἀπ' αὐτοῦ ὡς ἀπὸ πηγῆς τὴν ζωὴν ἔχει, ἐξ ἧς καὶ οἱ ἀπογεγραμμένοι ἐν αὐτῇ, πρωτοτόκων ἐκκλη- σίᾳ τυγχανούσῃ, ζωῆς θείας μετέχουσιν. Δῆλον δὲ ὅτι, εἰ αὕτη μήτηρ, καὶ ὁ Χριστὸς πατὴρ τῶν πιστευόντων ὑπάρχει, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται"6. ιιι, 21. Καὶ ἐποίησεν Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ κιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Moving with the most prudent understanding, Adam, knowing that they would be outside the paradise because of the transgression, foretells the future by calling the woman Life, because she will be the mother of all the living. For from her the entire succession has come, but one must not additionally understand that this includes the irrational animals. For if something is said universally, it is not proper to include also those things which are not naturally suited. For if the scripture says, "I will pour out from my spirit upon every flesh," it is not consistent to include also the flesh of irrational animals; nor again if it says, "And every flesh will see the salvation of our God," is it fitting to understand this also concerning the flesh of irrational animals. So also now, Eve is mother of all the living, clearly of those humans who are naturally suited to have her as mother. But if she is also referred to the Church, what other would be the mother of the living according to the life, with our Lord Jesus Christ saying, "I am the Life," than the Church, which has life from him as from a source, from which also those enrolled in her, as she is a Church of firstborn, partake of divine life. It is clear that, if she is mother, Christ also exists as father of the believers, from whom every family in the heavens and on earth is named. And the Lord God made for Adam and his wife leather tunics and clothed them.
Καταλλήλως τῇ μελλούσῃ πάντων ἔσεσθαι μητρὶ μετὰ τοῦ ἀνδρὸς εἰς τοῦτο συμβαλλομένου οἱ δερμάτινοι κιτῶνες γίνονται, οὓς οὐκ ἂν ἑτέρους τις τῶν σωμάτων εἴποι. Εἰ γὰρ καὶ οἱ φιλίστορες ἐκ δερμάτων κιτῶνας τὸν Θεὸν πεποιηκέναι οἰήσονται, τί πρόσκειται καὶ τὸ ἐνέδυσεν αὐτούς"6, δι' ἑαυτῶν τοῦτο ποιῆσαι δυναμένων; Οὐ γὰρ ἀνεννόητοι ἐτύγχανον σκεπασμάτων, οἵ γε ῥάψαν- τε[ς] ἑαυτοῖς ἐκ φύλλων περιζώματα. Ὅτι δὲ πολλαχοῦ τῶν θ[εί]ων παιδευμάτων τὸ σῶμα δέρμα καλεῖται, ἔστιν εὑρεῖν. Ἰὼ[β] γὰρ ὁ μακάριός φησιν· Οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύε̣ι̣ν με με´̣λλων· ἐπὶ γῆς ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα"6, παντὶ δέ τῳ σαφὲς ὡς ταῦτα περὶ τοῦ σώματος ἑαυτοῦ ὁ Ἰὼβ ἔφασκεν· Καὶ πάλιν ὁ αὐτὸς περὶ ἑαυτοῦ τοιαῦτά φησιν· Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας."6 Σαφὲς γὰρ καὶ ἀριδηλότατον δεῖγμα τοῦ τοὺς δερματίνους κιτῶνας εἶναι τὸ σῶμα, ὅτι καὶ τοῦ ἐνέδυσας μνημονεύει ὁ Ἰώβ, ὅπερ καὶ ἐπὶ τῶν πρωτοπλάστων εἴρηται. Εὖ δὲ καὶ τὰ
Correspondingly, with the woman about to become the mother of all, with the man contributing to this, the leather tunics come into being, which no one would call anything other than bodies. For even if the historians think that God made tunics of leather, why is it added "and he clothed them," when they were able to do this by themselves? For they were not ignorant of coverings, since they had sewn for themselves loincloths from leaves. And that in many places of the divine teachings the body is called skin, one can find. For the blessed Job says: "For I know that the one who is about to dissolve me is eternal; he will raise up on the earth my skin that endures these things," and it is clear to everyone that Job said these things about his own body. And again the same one says about himself such things: "You clothed me with skin and flesh, and you wove me with bones and sinews." For it is a clear and most evident proof that the leather tunics are the body, because Job also mentions "you clothed," which is also said of the first-formed. And well also the
τῆς παρατηρήσεως ἔχει· δυναμένου γὰρ λεχθῆναι ὡς ἐποίησεν ὁ Θεὸς ἀμφοτέροις κιτῶνας δερματίνους"3, οὐχ οὕτω δ' εἴρηται, ἀλλὰ ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικ[ὶ] αὐτοῦ κιτῶνας"6. Δῆλον γὰρ ὅτι διάφοροι χαρακτῆρες ἄρρενος καὶ θήλεος καὶ ἰδιοσυγκρισίαι ἑτέραι καὶ ἕτερα πλεῖστα, καθὰ ὁ μὲν ἀνδρὸς χώραν, ἡ δὲ γυναικὸς ἐπέχουσα τῆς διαδοχῆς εἰσιν ἀρχή. Πρότερον μὲν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος γεγενῆσθαι εἴρηται, ὅπερ δηλοῖ τὸ ἄϋλον· ἐπειδὴ δὲ καὶ ἐν ἑτέρᾳ καταστάσει γεγένηται ὡς δεῖσθαί τινος ᾧ χρήσεται, ἐδέησεν αὐτῷ ὀργανικοῦ σώματος, νῦν δὲ καὶ δερμάτινοι γίνονται. Τούτων παραστατικόν ἐστιν τὸ λεγόμενον· Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν"6, τοῦ φθαρτοῦ σώματος δηλοῦντος τὸ παχὺ τοῦτο, εἶθ' ἑξῆς "6[κ]αὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα"6, γεῶδες σκῆνος λέγων ᾧ κέχρηται ἡ ψυχὴ ἀπαλλαττομένη τοῦδε τοῦ σώματος πρὸς τὰς μεταβατικὰς ἑαυτῆς κ[ι]νήσεις, ὅπερ μέσον ἐστὶ συνάπτον τὴν νοερὰν οὐσίαν πρὸς τὸ [π]αχύ· τοῦτο τὴν ψυχὴν βαρεῖ, τοῦ σκήνους οὐ τὴν ψυχὴν ἀλλ[ὰ] τὸν νοῦν βρίθοντος. Τοῦτο καὶ ὁ ἀπόστολος διδάσκει λέγων· "6[Ο]ἴδαμεν ὅτι ἐὰν ἡ [ἐ]πίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλύθῃ οἰκοδ[ομὴν ἐκ Θεο[ῦ ἔ]χομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ οἱ [ὄ]ντες ἐν τῷ σκήνει στενάζομεν"6· οἰκίαν γὰρ σκήνους λέγων φαν[ε]ρῶς διδάσκει τὰ προειρη- μένα. Ζητήσειεν ἄν τις, εἰ ὁ παράδεισος χωρίον ἐστὶν ὑπεραναβεβηκός, πῶς ἐκεῖ ἐνδιδύσκονται καὶ οὕτως ἐκβάλ- λονται· πρὸς ὃ λεκτέον ὅτι οὐχ ὡς ἔχει τὰ τῆς προφ[ορ]ᾶς, οὕτως καὶ τὰ πράγματα.
The observation has this: for although it could have been said that God made leather tunics for both, it is not stated thus, but rather, God made tunics for Adam and his wife. For it is clear that the different characteristics of male and female and other individual compositions and very many other things, according to which the one occupies the place of man, the other of woman, are the beginning of succession. Now first it was said that man was made according to the image, which indicates the immaterial; but since he has also come into being in another state as needing something which he will use, an organic body was necessary for him, and now leather tunics come into being. The saying is indicative of these things: "For a perishable body weighs down the soul," the perishable body indicating this thick one, and then next, "and the earthy tent burdens the much-contriving mind," calling the earthy tent that which the soul uses, when it is separated from this body, for its own transitional movements, which is intermediate, connecting the intellectual substance to the thick; this burdens the soul, the tent burdening not the soul but the mind. The apostle also teaches this, saying: "We know that if our earthly house of the tent is dissolved, we have a building from God, a house not made by hands, eternal in the heavens; for we who are in the tent groan." For calling the house of the tent, he clearly teaches the things previously mentioned. Someone might inquire, if paradise is a place that has transcended, how they are clothed there and thus cast out; to which it must be said that the matters are not as the utterance has it.
Ἐν γὰρ τοῖς ἅμα γινομένοις πολλά[κι]ς ἁρμόζει τὸ μὲν πρότερον, τὸ δ' ὕστερον λεχθῆ- ναι, οὐχ ἵ[ν]α, ὡς ἔχει τὰ τῆς προφορᾶς, καὶ τὰ πράγματα ἔχῃ. Τούτου τοῦ [εἴ]δους ἐστὶν τὸ ἐν τῇ προφητείᾳ λεγόμενον οὕτως· Ἰδοὺ Κύριος κά[θ]ηται ἐπὶ κούφης νεφέλης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσετ[α]ι τὰ χειροποίητα Αἰγύπτου"6· οὐ γὰρ ἀπ' οὐρανοῦ τὸ σῶμα κεκομι[κ]έναι τὸν Κύριον φρονητέον, ἵν' οὕτως ἐπ̣' αὐτοῦ ὀχούμενος ἐπὶ τὴν Αἴγυπτον τὸν περίγειον ἔλθῃ τόπον, ἀλλ' ἅμα τε σῶμα ἔλαβεν εἰς Αἴγυπτον ἦν, τάξεως δὲ οὐ συγχεούσης τὰ πράγματα χάριν εἴρηται. Ὡς οὖν ἐπὶ τοῦ Σωτῆρος οὔ φαμεν ὅτι προκαθίσας ἐπὶ τῆς κούφης νεφέλης ἦλθεν εἰς τὸν κόσμον, ἀλλὰ ταῦτα ἅμα λέγομεν, καὶ ἐνταῦθα οὔ φαμεν ὅτι ἐν τῷ παραδείσῳ ἔσχον τὰ παχέα σώματα καὶ οὕτω ἐκβέβληνται· οὐχ οἷόν τε γὰρ μετὰ σώματος ἐκεῖ τοιούτου διάγειν. Ἀμέλει γοῦν τὸν λῃστὴν γυμνῇ τῇ ψυχῇ εἰς τὸν παράδεισον εἰσήγαγεν λέγων αὐτῷ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"6–καὶ γὰρ τὸ αὐτοῦ σῶμα ἐν τῷ ἰκρίῳ ἔμεινεν, ἕως καὶ τῇ γῇ παρεδόθη– ἅμα καὶ ὁ ἀκούσας· Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου"6, οὐκ ἐγενήθη ὅμοιός σοι δεικνύμενος ἐκεῖσε διάγειν. Διὰ τούτων παρίστησιν ὡς παχέα σώ[μ]ατα ἐν αὐτῷ διατρίβειν οὐχ οἷά τε ἦν. ιιι, 22. καὶ εἶπεν ὁ θεός. Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶ[ν] τοῦ γιγνώσκειν καλὸν καὶ πονηρόν; καὶ νῦν μή ποτε ἐκτείν[ῃ τ]ὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσετ[αι εἰ]ς τὸν αἰ[ῶνα].
For in things that happen simultaneously, it is often appropriate that one thing be spoken of as prior and another as posterior, not so that the order of speech corresponds to the order of events. An instance of this kind is what is said in the prophecy as follows: "Behold, the Lord sits upon a light cloud, and will come into Egypt, and the handiworks of Egypt will be shaken." For one must not suppose that the Lord brought his body from heaven, so that, riding upon it in this way, he came to Egypt, the earthly place; but rather, he both took a body and was in Egypt at the same time, and it is said in this way for the sake of order, not because the order confuses the facts. Just as, then, in the case of the Savior we do not say that he first sat upon the light cloud and then came into the world, but we speak of these things as simultaneous, so here we do not say that they had thick bodies in paradise and were then cast out; for it is not possible to dwell there with such a body. Indeed, the thief was brought into paradise with his soul alone, when it was said to him: "Today you will be with me in paradise"—for his body remained on the cross until it was given over to the earth—and also the one who heard: "You are the seal of likeness and the crown of beauty in the delight of paradise" was not shown to be like you, dwelling there. Through these things it is demonstrated that thick bodies could not dwell in it. III, 22. And God said: "Behold, Adam has become as one of us, knowing good and evil; and now, lest he stretch out his hand and take from the tree of life and eat and live forever.
Οἱ πολλοὶ ὡς χλευαστικῶς εἰρηκότα τὸ ῥῆ[μ]α τοῦτο τῷ Ἀδὰμ τὸν Θεὸν ἐκλαμβάνουσιν, ἀνάρμοστόν τι τῷ [Θ]εῷ λέγοντες. Οὐ γὰρ οἰκεῖον σπουδαίῳ ἀνθρώπῳ ἐπεμβαίνειν πτώματί τινος, μή τί γε δὴ τῷ Θεῷ. Ἐπεὶ γάρ, φησὶν, ὁ ὄφις τοῦτο κατεπαγγείλατο τῇ γυναικὶ λέγων· Ἤδει γὰρ ὁ Θεὸς ὅτι, ᾗ δ' ἂν ἡμέρ[ᾳ] φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔ[σε]σθε ὡς θεοὶ γιγνώσκοντες καλὸν καὶ πονηρόν"6, ὁ Θεὸς εἶπεν τῷ Ἀδὰμ παραβάντι· Ἰδοὺ Ἀδὰμ ὡς ἡμεῖς γέγονεν,εἰρωνευόμενος α[ὐ]τόν. Ἀπάγοντες οὖν ἡμεῖς καὶ ἐξορίζοντες τὴν τοιαύτην ἔνν[οι]αν ἀπὸ τοῦ Θεοῦ οἰκείως τῷ βουλήματι τῆς θεοπνεύ- στου γραφῆς ἐκλάβωμεν καὶ τὸ προκείμενον. Ὁ διάβολος οὐ φύσει κακὸς ἢ κατ' οὐσίαν ἐστίν, ἀλλὰ καλὸς καὶ ἀγαθὸς γέγονεν, κατ' ἰδίαν τε μεταβολὴν τραπεὶς γέγονεν
διάβολος καὶ σατανᾶς καὶ πονηρός· τότε δὲ ἀγαθὸς καὶ καλὸς ἦν, ὅτε τοῦ τάγματος ἐτύγχανε τῶν ἀγγέλων, ἐξ αὐτῶν δὲ ἀπέστη ῥιφεὶς ἐπὶ γῆς διὰ τὴν ὑπερηφανίαν, ἣν ἑαυτῷ ἐπενόησεν. Οὐκ εἶπεν οὖν τῷ Ἀδάμ· Ἰδοῦ γέγονας ὡς εἷς ἡμῶν, ἀλλ' ὡς εἷς ἐξ ἡμῶν"6· ἐκ γὰρ τῶν οὐρανίων ὁ εἷς οὗτος ἐξέπεσεν, καθὰ καὶ ὁ ψαλμῳδὸς διδάσκει λέγων· Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱο[ὶ Ὑ]ψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε."6 Καὶ γὰρ ἐκεῖνος ἄρχων καὶ θεός, οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ θεοποίησιν, ἐξέπεσεν ὡς κἀκεῖνοι περὶ ὧν [Εἰ]πὼν δὲ ε[ἴ]ρηται· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν."6 Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν"6, ἐπήγαγεν πῶς· "6[το]ῦ γιγνώσκειν καλὸν καὶ πονηρόν"6.
Many people take this saying as having been spoken by God to Adam in a mocking manner, attributing something unfitting to God. For it is not proper for a serious man to trample on another's fall, let alone for God. For, they say, since the serpent promised this to the woman, saying, "For God knew that on whatever day you eat from it, your eyes will be opened and you will be as gods knowing good and evil," God said to the transgressing Adam, "Behold, Adam has become as we are," speaking ironically to him. Therefore, rejecting and banishing such a notion from God, let us take the passage at hand in a manner fitting the intention of the inspired scripture. The devil is not evil by nature or in essence, but was created good and noble, and by his own change he became devil, Satan, and evil; he was good and noble when he belonged to the order of the angels, but he fell away from them, cast down to earth because of the pride he conceived for himself. So he did not say to Adam, "Behold, you have become as one of us," but "as one of us": for this one fell from the heavenly beings, just as the psalmist teaches, saying, "I said, 'You are gods and sons of the Most High, all of you,' but you die as men and fall as one of the rulers." For that one was a ruler and a god, not by essence but by deification, and fell just as those concerning whom it is said, "I begot sons and raised them high, but they rejected me." "Behold, Adam has become as one of us," he added how: "to know good and evil.
Τοῦτ' αὐτὸ γὰρ μόνον [οἱ] μὴ χρώμενοι τῇ ἀρετῇ ἔχουσιν, γινώσκοντες μόνον [τί] καλὸν καὶ [τί] πονηρόν, μὴ διαστέλλοντες δὲ [ὡ]ς αἱρεῖσθαι μὲν τὸ ἀγαθόν, φεύγειν δὲ τὸ κακόν. Ἐναλλὰξ γο[ῦν] τοῖς πράγμασιν χρῶνται κατὰ τοὺς ταλανιζομένους περὶ ὧν λέγεται· Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φ[ῶ]ς σκότος."6 Λέγει δὲ οὕτως ὁ Θεὸς τὸ ἐξ ἡμῶν"6 τοῖς ἑαυτο[ῦ ἀ]γγέλοις, καθάπερ βασιλεὺς τοῖς ἑαυτοῦ δορυφόροις. Ὅτ[ι] δὲ τὸ κοινοποιεῖν ἑαυτὸν τὸν Θεὸν μετὰ τῶν ἑαυτοῦ κτισ[μ]άτων ἐκ τῆς γραφῆς γιγνώσκεται, ἔστιν μαθεῖν ἐκ τοῦ π[ρὸ]ς τοῦ Σωτῆρος εἰρημένου τοῖς μαθηταῖς· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν"6, ὃ καὶ αὐτὸ οὐ μικρὰν ἔχει τὴν παρατήρησιν· τὸ μὲν γὰρ ἐγείρε[σ]θε"6 πρὸς ἐκείνους, τὸ δὲ ἄγωμεν"6 μετ' ἐκείνων. Ἐπεὶ γὰρ ὁ Σωτὴρ ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ"6, διὸ οὐδὲ ὑπὸ πτῶμα γεγένηται, τοιαύτης ἐγέρσεως οὐ χρῄζει ὡς οἱ μαθηταί, οἷς εἶπεν Ἐγείρεσθε"6, διαναστῆτε τῶν ἀνθρωπίνων"3, συναριθμεῖ δ' ἐν τῷ ἀπελθεῖν ἑαυτόν. Ἐπεὶ μόνης τῆς ἀνθρωπίνης φύσεως οὐκ ἔστιν χωρὶς ἐπιπνοίας Θεοῦ τῇ ἀρετῇ χρήσασθαι, διὰ τοῦτο ἄγωμεν ἐντεῦθεν"6 λέγει· αὐτὸς γάρ ἐστιν κα[ὶ] ποιμὴν καὶ ὅδοσκαὶ βακτηρία, ἣ ἐπὶ τὰ θεῖα χειραγωγεῖ. Ἀμέλει γοῦν καὶ τῷ λῃστῇ εἶπεν· Σήμερον μετ' ἐμοῦ ἔσῃ [ἐ]ν τῷ παραδεί- σῳ."6 Ἀλλὰ καὶ ἐν τῇ ἀθέῳ ἐπινοηθεί[σῃ] πρὸς ἀνθρώπων πυργοποιΐᾳ εἴρηται·
For this alone do those who do not practice virtue possess: knowing only what is good and what is evil, but not distinguishing so as to choose the good and flee the evil. They use things interchangeably, like those who are reproached, concerning whom it is said: "Woe to those who call evil good and good evil, who set darkness as light and light as darkness." And God speaks thus from himself to his own angels, just as a king to his own bodyguards. That God communicates himself with his own creatures is known from Scripture; it can be learned from what was said by the Savior to the disciples: "Arise, let us go from here," which itself has no small observation: the "arise" is addressed to them, but the "let us go" is with them. For since the Savior committed no sin nor was deceit found in his mouth, therefore he has not fallen, and he does not need such an arising as the disciples, to whom he said "Arise," meaning "rise up from human things," but he includes himself in the departure. Since it is not possible for human nature alone to practice virtue without divine inspiration, therefore he says "let us go from here"; for he himself is both shepherd and road and staff, which leads by the hand to divine things. Indeed, he also said to the thief: "Today you will be with me in paradise." And also in the godless tower-building devised by men, it is said:
Δεῦτε καὶ κατα[β]άντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν."6 Κἂν γὰρ διὰ ὑπο[υργ]ῶν ἀγγέλων ποιῇ ἃ βούλεται Θεός, –ἀλλὰ λέγω κρίσει α[ὐ]τοῦ γίνεσθαι τὰ γινόμενα, – καταβαίνειν σὺν τοῖς π[ρ]οστελ[λομ]ένοις ὑπ' αὐτοῦ λέγεται. Ἰδοὺ"6 οὖν γέγονέν"6 [φ]ησιν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν τοῦ γιγνώσκειν καλὸν καὶ πο[ν]ηρόν"6, οἷς ἐπάγει ὥσπερ κατάκρισιν κηδεμονικῶς ὁ φι[λά]νθρωπος. Καὶ γὰρ τὰς ἀπειλὰς καὶ τὰς ἐπαγωγὰς πρὸς [τὸ] συμφέρον ποιεῖται. Τί δέ ἐστιν ὅ φησιν· Καὶ νῦν μή [π]οτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς κ[αὶ] ζήσεται εἰς τὸν αἰῶνα"6; Φθόνος ἔξω θείου χοροῦ ἀπελήλασται· εἰ δὲ τοῦτο, πολλῷ πλέον καὶ ὑπερβαλλόντως ἐν [Θ]εῷ τοῦτον ὑπάρχειν ἀδύνατον. Οὐ φθόνῳ οὖν κωλύει τοῦ ξ[ύ]λου τῆς Ζωῆς πάλιν αὐτοὺς λαβεῖν, ἀλλ' ἀναρμόστως κωλύει. Ὡς γὰρ ὁ Σωτὴρ παραγγέλλει· Μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶν μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων"6, ἐπιφέρει τε καὶ τὸν λογισμὸν λέγων· μήποτε καταπατήσωσιν αὐτοὺς καὶ στραφέντες ῥήξωσιν ὑμᾶς"6, οὕτω οὐ καλὸν τὸν ἐν ἁμαρτίαις γεγενημένον καὶ ἔτι ἐν αὐταῖς ὄντα τῆς ζωῆς τοῦ ξύλου δέχεσθαι· καταφρονητικὸν γὰρ τὸ τοιοῦτο. Εἰ δὲ κωλυθείη τῆς τοιαύτης ἀγωγῆς ὁ φαῦλος, μὴ καθ' ἡμέραν ἀκαίρως διδασκαλίας ἐπαΐων ποθήσει ποτὲ αἰσθόμενος οἷ κακῶν ἐστιν· εἰ δὲ καὶ μὴ ποθήσοι, βελτίων ἡ ἐν τοῖς ἐξ ἐπινοίας αὐτοῦ κακ[οῖ]ς διατριβὴ τῆς τῶν θείων καταφρονήσεως, εἰ ταῦτά τις αὐτῷ ἀκ[α]ίρως προσάγοι· πολυχρόνιον γὰρ τὸ κακὸν γίνεται, τοῦ ἀγαθοῦ [κ]αταφρονηθέντος, ἐξ οὗ συμβαίνει ἀνεράστως ἔχειν πρὸς αὐτ[ό].
Come, let us go down and confuse their language." For even if God does what he wills through ministering angels—yet I say that what happens happens by his judgment—he is said to descend with those sent by him. "Behold," then, it says, "Adam has become as one of us, knowing good and evil," to which the benevolent and philanthropic one adds, as it were, a censure. For he makes his threats and inflictions for the sake of benefit. What is it that he says: "And now, lest he ever stretch out his hand and take from the tree of life and live forever"? Envy is banished from the divine chorus; and if this is so, it is much more and exceedingly impossible for it to exist in God. Therefore, it is not out of envy that he prevents them from again taking from the tree of life, but he prevents it as unfitting. For as the Savior commands: "Do not cast the holy things to the dogs nor your pearls before swine," and he also adds the reasoning, saying: "lest they trample them and, turning, rend you," so it is not good for one who has come to be in sins and is still in them to receive the tree of life; for such a thing is contemptuous. But if the wicked person is prevented from such a way of life, not hearing teaching unseasonably day by day, he will at some time, perceiving in what evils he is, desire it; and even if he does not desire it, his abiding in evils of his own devising is better than contempt for divine things, if one were to present these to him unseasonably; for evil becomes long-lasting when the good is despised, from which it results that he is without love for it.
Τὸ δ' εἰς τὸν αἰῶνα"6 πρόσκειται ἀντὶ τοῦ διὰ βίου"3, ᾧ ὅμοιόν ἐστι [τὸ] παρὰ Παύλῳ λεγόμενον· Οὐ μὴ φάγω κρέας εἰστὸν αἰῶνα, ἵνα μ[ὴ] τὸν
ἀδελφόν μου σκανδαλίσω."6 ιιι, 23–24. καὶ ἐξαπέστειλεν αὐ[τὸ]ν Κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθ[αι τ]ὴν γῆ[ν] ἐξ ἧς ἐλήμφθη, καὶ ἐξέβαλεν τὸν Ἀδὰμ καὶ κατῴκισε[ν] ἀπέν[αν]τι τοῦ παραδείσου τῆς τρυφῆς. Ζητήσειεν ἄν τις πῶς, τοῦ ὄ[φ]εως μὲν αἰτίου τῆς παραβάσεως γεγενημένου, τῆς δὲ γυναικὸς [ἐξ]απατηθείσης πρώτης, οὐκ εἴρηται περὶ τούτων ὡς ἐξεβλήθησα[ν], ἀλλὰ περὶ τοῦ Ἀδάμ, ὃς εἴρηται παρὰ Παύλῳ τῷ σοφῷ μὴ ἠπατῆ[σ]θαι. Λέγομεν ὅτι, εἰ ὁ τὸ ἐλάττον παθὼν ἔξω τοῦ παραδείσου γ[έγ]ονεν, πόσῳ δὴ πλέον οἱ τὰ μεγάλα πταίσαντες. Εἰ μὲν γὰρ [ὁ] ὄφις ἐκβέβλητο, οὔπω δῆλον τὸ περὶ τῆς γυναικὸς καὶ τοῦ Ἀδὰμ ἄξιον εἶναι τοῦ ἐκβληθῆναι ἀπὸ τοῦ παραδείσου, ἐπειδὴ δὲ ὁ Ἀδὰμ, ὃ ο[ὐ]χ ὑπόκειται τοῖς μεγάλοις σφάλμασιν, ἔξω γέγονεν, δῆλον ὡς κ[αὶ] οἱ τὰ μεγάλα ἁμάρτοντες. Δύναται δὲ καὶ προσυπακούεσθα̣ι περὶ τῆς γυναικὸς τῷ τὸν Ἀδὰμ ἐκβεβλῆ- σθαι συνεκβαλλομένης καὶ αὐτῆς· καὶ γὰρ τὸ τοῦ Ἀδὰμ ὄνομα ἄνθρωπον σημαίνει, ὅπερ βεβαιοῖ τὸ λόγιον οὕτως ἔχον· Καὶ ἔπλασεν"6 γάρ φησιν ὁ Θεὸς τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῶν Ἀδάμ"6, ὅ ἐστιν ἐκάλεσεν τὸ ὄνομα αὐτῶν ἄνθρωπον"3. Περὶ δὲ τοῦ ὄφεως λεχθείη ἂν ὅτι ἐν παραδείσῳ ἦν οὐχ ὡς ἄξιος ἐκεῖ διάγειν, ἀλλ' ὥσπερ ἐν τῷ Ἰὼβ εἴρηται ὅτι ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ"6, οὕτω καὶ περὶ τοῦ ὄφεως ἐκλημπτέον.
The phrase 'for eternity' is added instead of 'for life,' which is similar to what Paul says: 'I will not eat meat for eternity, so that I may not scandalize my brother.' (1 Cor 8:13). And the Lord God sent him out from the garden of delight to work the earth from which he was taken, and he expelled Adam and settled him opposite the garden of delight. Someone might inquire how, when the serpent was the cause of the transgression and the woman was deceived first, it is not said concerning them that they were expelled, but concerning Adam, who is said by the wise Paul not to have been deceived. We say that if the one who suffered the lesser offense was put outside the garden, how much more so those who committed great sins. For if the serpent had been expelled, it would not yet be clear that the woman and Adam were worthy of being expelled from the garden; but since Adam, who is not subject to great faults, was put outside, it is clear that those who committed great sins also were. And it is possible that the woman is also understood to have been cast out together with Adam when he was expelled; for the name 'Adam' means 'human being,' which the saying confirms: 'And God formed the human being male and female and called their name Adam,' that is, he called their name 'human being.' Concerning the serpent, it might be said that it was in the garden not as being worthy to dwell there, but as it is said in Job that 'the angels of God came to stand before him,' so also is it to be understood concerning the serpent.
Ἐξαπέστειλεν οὖν τὸν Ἀδάμ, δῆλον δ' ὅτι καὶ τὴν γυν[α]ῖκα, ὁ Θεὸς ἐκ τοῦ παραδείσου, τὸ δ' ἀποστελλόμενον καιρὸν ἔχει τοῦ ἐ[π]ανακάμψαι· οὐδὲ γὰρ ἐπὶ τῷ ἀνεπι- στρεπτὶ ἔχειν αὐτὸν ἐξαπέστειλεν, ἀλλὰ ἵνα καταντικρὺ κατοικισθεὶς ἀπὸ Θεοῦ ἐν ἀναπολήσει αὐτοῦ γίνηται ἀτενίζων αὐτῷ. Ἐργάζεσθαι τὴν γῆν [ἐ]ξ ἧς ἐλήμφθη ἐξεβλήθη, ἵνα τὸ σκεῦος ἑαυτοῦ ἄγῃ σεμνῶς, ἡν[ιο]χῶν αὐτὸ καὶ μὴ ἐὼν τὰς σωματικὰς ὁρμὰς κατατρέχειν τοῦ [λο]γισμοῦ. Διὰ γὰρ τοῦτο καὶ κατῴκισεν αὐτὸν ὁ Θεὸς καταντικρὺ [τ]οῦ παραδείσου τῆς τρυφῆς, νόμον δεδωκὼς ἐν διανοίᾳ, ὃν [κ]αὶ ὕστε[ρον] γραπτὸν παρέσχετο, ἵνα ἐγκειμένην προστάγμ[α]σιν ἑαυ[τ]οῦ τὴν ἀρετὴν εὑρίσκων χρήσηται αὐτῇ καὶ δι' αὐτῆς [κα]τανόησιν λάβῃ τῆς θείας καὶ καθαρωτέρας ζωῆς τοῦ παραδεί[σο]υ. Καὶ κατανόησον πῶς ἐπὶ μὲν τοῦ Κάιν οὐκ εἴρηται· Ἐξέβαλεν [αὐ]τὸν ὁ Θεὸς ἀπὸ προσώπου ἑαυτοῦ"3, ἀλλ' ἐξῆλθεν Κάιν ἀπὸ προσ[ώπο]υ τοῦ Θεοῦ"6, νῦν δὲ καὶ ἐξέβαλεν τὸν Ἀδάμ"6, τρόπον τινὰ ἔτι ἔχ[οντ]α αὔραν πόθου τοῦ παραδείσου, διὰ δὲ τὸ ἀνάξιον ἐκβαλ- λόμ[ενον].
Therefore, God sent Adam out—and clearly also the woman—from the garden. But the one sent has an opportunity to return; for he did not send him out to be without the possibility of turning back, but so that, having been settled opposite God, he might be in a state of recollection, gazing intently at him. He was cast out to work the earth from which he was taken, so that he might conduct his vessel with dignity, guiding it and not allowing bodily impulses to overrun his reason. For this reason also God settled him opposite the garden of delight, having given a law in the mind, which later he also provided in written form, so that, finding virtue laid down in his commandments, he might use it and through it gain understanding of the divine and purer life of the garden. And observe how, in the case of Cain, it is not said, 'God cast him out from his presence,' but 'Cain went out from the presence of God'; whereas now it says, 'he cast Adam out,' who in a certain way still retains a breath of longing for the garden, but is cast out because of unworthiness.
Οὕτω δὲ οὐχ ὡς παντελῶς ἀλλότριον ἐξέβαλεν· Καὶ κατῴκι[σέν]"6 φησιν αὐτὸν ἀπέναντι τοῦ παραδείσου"6, ἔτι γὰρ κηδομένου καὶ οὐ[κ ἀ]παγορεύσαντος τὸ κατοι- κίσαι, κατῴκισεν δὲ αὐτὸν νομίμως, ὡς [πρ]οείρηται, ἐνθεὶς αὐτῷ ἔννοιαν τῶν ἀπαγορευόντων τὸ κακὸν νόμων, ὅπερ εἰσαγωγὴ τοῦ ἀγαθοῦ ἐστιν, οὐ κρύψας τὸν παρά- δεισον ἀπ' αὐτοῦ· οὐ γὰρ ἀφεῖλεν ἀπ' αὐτοῦ τὴν γνῶσιν τοῦ καλοῦ, οὐδὲ λήθην ἐνεποίησεν αὐτῷ τῆς ἀρετῆς, καθ' ἣν ἐν παραδείσῳ διῆγεν. ιιι, 24. Καὶ ἔταξεν τὰ χερουβεὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Αἱ προσηγορίαι τῶν ὑπ[ε]ρβεβηκυιῶν δυνάμεων, ὡς ἂν εἴποι τις, οὐχ ἁπλῶς κα[τὰ] τὰ παρ' ἡμῖν κύρια καλούμενα ὀνόματά εἰσιν, ἀλλὰ πολ[ιτ]ειῶν σημαντικαί· ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητε[ς δ]ιὰ τὸ ἄρχειν καὶ ἐξουσιά- ζειν καὶ βασιλεύειν, –τοῦτο γὰρ ὁ θ[ρό]νος δηλοῖ κατὰ τὸ ἐν Παροιμίαις λεγόμενον· Μετὰ γὰρ [δικ]αιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς"6, –καὶ κυριότητες δ[ὲ δ]ιὰ τὸ κυριεύειν λέγονται. Οὕτω χερουβεὶμ ἐκ τοῦ ἐνυπάρ- χοντ[ος] αὐτοῖς ἐκλήθησαν· πλῆθος"3 γὰρ γνώσεως"3 ἑρμηνε[ύε]ται χε[ρο]υβείμ. Ἀπ' αὐτοῦ οὖν τούτου τοῦ προσόντος αὐτοῖς ἡ προσηγο[ρία] εἴρηται. Ταὐτῇ τοι καὶ ἀπὸ τοῦ Ἀβρὰμ Ἀβραὰμ μετωνο[μά]σθη καὶ ἀπὸ Σάρας Σάρρα καὶ ἀπὸ Ἰακὼβ Ἰσραήλ, καὶ Πέ[τρο]ς δ' ὁ πρόκριτος τῶν ἀποστόλων τῆς προσηγορίας ταύτη[ς τ]ετύχη- κεν διὰ προκοπὴν
Thus he did not cast him out as utterly alien. "And he settled him," it says, "opposite the paradise," for he still cared and did not forbid the settling. He settled him lawfully, as was said before, instilling in him an awareness of the laws that forbid evil, which is an introduction to the good, not hiding the paradise from him. For he did not remove from him the knowledge of the good, nor did he cause him to forget the virtue according to which he lived in paradise. III, 24. "And he placed the cherubim and the flaming turning sword to guard the way to the tree of life." The appellations of the transcendent powers, as one might say, are not simply proper names as among us, but are indicative of their ways of life: "principalities" and "powers," "thrones," "dominions," because of ruling and exercising authority and reigning—for this is what "throne" signifies according to what is said in Proverbs: "For with righteousness a throne of rule is prepared"—and "dominions" are so called because of exercising dominion. Thus "cherubim" were named from what is inherent in them: for "cherubim" is interpreted as "fullness of knowledge." Therefore, from this very attribute belonging to them, their appellation is derived. In the same way, Abram was renamed Abraham, and Sarai was renamed Sarah, and Jacob was renamed Israel, and Peter, the foremost of the apostles, obtained this appellation through advancement.
ἀρετῆς ὡς καὶ οἱ προεκτεθ[έν]τες. Ἀπὸ γὰρ ὑποδεεστέρας ἀρετῆς, ἥτις διὰ τῶν πρώτω[ν ὀ]νο- μάτων ἐσημαίνετο, διαβάντες ἐπὶ μείζονα, οἰκείως [ἀρετ]ῆς τὰς προσηγορίας ἐδέξαντο, ὡς ἔνεστιν ἐντύχοντα τα[ῖς τ]ούτων ἑρμηνείαις θεωρῆσαι. Ἀβρὰμ μὲν γὰρ ἑρμηνεύε[ται] 114 πρὸς ἑτέραις καὶ πατὴρ υἱοῦ"3, Ἀβραὰμ δὲ πατὴρ υἱῶν"3, τοῦ μὲν πρώτου δηλοῦντος διδασκαλικὴν ἕξιν, οὐ´̣πω δὲ διαβαίνειν εἰς πάντας δυναμένην, ὅπερ ἐδήλου δε̣ύτερον· Σάρα δέ, ἑνὸς προσγραφομένου ῥῶ, μικρότης"3 ἑρμηνεύεται, ὅπερ δηλοῖ τὸν εἰσαγωγικὸν τρόπον, Σάρρα δὲ ἀρχοῦσα"3 δι' οὗ δηλοῦται ἡ τελειότης τῆς ἀρετῆς· ἀρχικὸν γὰρ αὕτη καὶ δυνατώτατον. Ἰακὼβ πτερνιστὴς"3 ἑρμηνευόμενος παρίστησι τὸ ἀσκητικὸν καὶ πρὸς τὰ πάθη ἀντιστατικόν, Ἰσραὴλ δὲ πρὸς τοῦ Θεοῦ μετονομαζόμενος τοῦ μηδὲν εἰκαίως ποιοῦντος, παρίστησιν τὸ θεωρητικὸν καὶ τὴν τοῦ νοῦ καθαρότητα, καθ' ἣν Θεὸν ὁρᾷ, [ὅπ]ερ μετὰ τὴν ἠθικὴν κατόρθωσιν συμβαίνει· νοῦς"3 γὰρ "3[ὁρῶ]ν Θεὸν"3 Ἰσραὴλ ἑρμηνεύεται. Τί δὲ δεῖ περὶ τοῦ προκρ[ίτο]υ τῶν ἀποστόλων λέγειν, ὅποτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φανε[ρῶ]ς ἐν τῷ εὐαγγελίῳ διὰ τὴν ὁμολογίαν αὐτὸν οὕτω κέ[κ]ληκεν· εἰπόντι γὰρ Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος"6 [ἀπε]κρίνατο· Σὺ εἶ Πέτ̣ρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομή[σω] μου τὴν ἐκκλησία̣ν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐ[τῆς]."6 Καὶ τα[ῦτα] μὲν περὶ τούτων· ἐπανέλθωμεν δὲ ἐπὶ τὸ ε᾿̣[ξ ἀ]ρχῆς· Κ[αὶ] ἔταξεν τὰ χερουβεὶμ καὶ τὴν φλογίνην ῥομ[φα]ίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύ[λου] τῆς ζωῆς"6.
virtue, as also those previously set forth. For from a lesser virtue, which was signified by the first names, having advanced to a greater, they fittingly received the appellations of virtue, as one may see by encountering their interpretations. For Abram is interpreted, among other things, "father of a son," and Abraham "father of sons," the former indicating a didactic disposition not yet able to pass over to all, which the latter signified. Sarah, with one rho added, is interpreted "smallness," which indicates the introductory mode, while Sarah is interpreted "ruling," through which the perfection of virtue is indicated; for this is a ruling and most powerful thing. Jacob, interpreted "supplanter," represents the ascetic and that which resists the passions, while Israel, renamed by God who does nothing in vain, represents the contemplative and the purity of the mind, according to which one sees God, which occurs after ethical achievement; for "mind seeing God" is what Israel is interpreted. And what need to speak about the foremost of the apostles, when our Lord Jesus Christ openly in the Gospel called him thus because of his confession? For when he said, "You are the Christ, the Son of the living God," he answered, "You are Peter, and on this rock I will build my church, and the gates of Hades will not prevail against it." And so much for these matters; let us return to the beginning: "And he placed the cherubim and the flaming sword that turns to guard the way to the tree of life.
Κα̣ὶ ἔστιν καὶ ἀπὸ τούτων ἐλέγξαι τοὺς κ[αὶ νῦ]ν εἶναι νομίζον̣τας ἐπὶ γῆς τὸν παρά- δεισον, ἐρω̣[τῶν]τας αὐτοὺς πῶς ῥο̣μφαίαφυλάττει ἄψυχος, εἰ οὕτω λ[αμβά]νοιτο· τὸ γὰρ φυλάττειν οὐκ ἐμψύχου μόνον ἀλλὰ καὶ λο[γικοῦ] τυγχάνει, καὶ μάλιστα Θεοῦ παράδεισον. Τίνα δὲ δώσουσι[ν λό]γον περὶ τοῦ μὴ ἕτερά τινα δεδόσθαι φυλάττειν τὴν ὁδὸ[ν το]ῦ ξύλου τῆς ζωῆς ἢ τὰ ὑπερανεβεβηκότα λογικὰ χερουβείμ; Ἐκ γὰρ τῶν φυλαττόντων τὸ μέγεθος τοῦ φυλαττομένου ἔστιν μὲν νοεῖν. Πῶς δὲ ἐπὶ μὲν τῆς ῥομφαίας ὁ ἑνικὸς εἴρηται χαρακτήρ, ἐπὶ δὲ τῶν χερουβεὶμ πλῆθος; Οὐκοῦν ἐπειδὴ οὐδὲν παρ' ἐκείνων ἢ ψυχρά τινα, ἃ οὐδὲ λέγειν καλόν, λεχθήσεται, ὥρα ἡμᾶς, ἀξίαν τοῦ θείου παραδείσου ἐννοοῦντας τὴν δοθεῖσαν φυλακήν, οἰκείως περὶ τούτου, Θεοῦ δίδοντος, διαλαβεῖν. Φιλανθρωπίαν μὲν οὖν τοῦ Θεοῦ τῶν ὅλων σημαίνει τὸ μίαν εἶναι ῥομφαίαν, ὅπερ σημεῖόν ἐστι κολαστικῆς δυνάμεως, τὴν φυλάσσουσαν, πλῆθος"3 δὲ "3[τ]ῆς γνώσεως"3 τῆς ἐπὶ τὴν θείαν ἀρετὴν ἀγούσης. Οὐ γὰρ κα[τ]ὰ τὰ ἁμαρτήματα ἐπάγει Θεὸς τὰς κολάσεις, πολλὰς διδο[ὺ]ς ἀφορμὰς ἐπὶ σωτηρίαν ἄγουσας. Καὶ ὅτι μὲν οὐ κατ' ἀξίαν κ[ολ]άζει, δηλοῖ ὁ ψαλμός· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τί[ς] ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν"6.
And it is possible also from these things to refute those who think that paradise exists on earth even now, by asking them how a lifeless sword guards, if it is understood in this way; for guarding is not only characteristic of an animate being but also of a rational one, and especially of God's paradise. And what account will they give concerning the fact that no others have been given to guard the path of the tree of life than the supereminent rational cherubim? For from those who guard, it is possible to understand the magnitude of what is guarded. And why is the singular form used for the sword, but the plural for the cherubim? Therefore, since nothing will be said by them or some frigid things, which it is not even good to mention, it is time for us, conceiving the given guard as worthy of the divine paradise, to discuss this appropriately, God granting. Now, the fact that there is one sword signifies the philanthropy of the God of all, which is a sign of punitive power, guarding, while the multitude of knowledge leads to divine virtue. For God does not inflict punishments according to the sins, giving many occasions that lead to salvation. And that he does not punish according to merit is shown by the Psalm: "If you take note of transgressions, Lord, who will endure? For with you is forgiveness.
Τῶν δ' ἐπὶ τὴν ἀ[ρετ]ὴν καλούντων πολλὰ τὰ αἴτια, πρῶτον ἡ τῶν κοινῶν ἐνν[οιῶ]ν δόσις, καθ' ἃς σῳζόμενας ἀδιαστρόφους ἡ ἀρετὴ κατο[ρ- θο]ῦται, ἐπὶ τούτων διὰ πλῆθος ἁμαρτίας κα[λυφ]θεισῶν [π]ατριάρχαι, νόμος, προφῆται καὶ ἐπὶ συντελείᾳ τῶν [α]ἰώνων [ὁ] Κύριος, ὃς καὶ τοὺς ἀποστόλους δέδωκεν, καὶ ὅλως οὐδὲν τῶν πα[ρὰ] τῆς προνοίας ἐστὶν ὃ μὴ ἐπὶ σωτηρία̣ν καλεῖ. Ἀλλὰ καὶ ἡ [ῥ]ομφαία χρησίμως καὶ δι' αὐτὸ τοῦτο τέθειται. Ἢ οὐ θε[ῖος] παράδεισός ἐστιν καὶ ὁ τῆς γραφῆς λόγος ἔχων ἐν ἑαυ[τῷ] καὶ τὰς ἀπειλὰς τὰς κατὰ τῶν μὴ βουλομένων ἕπεσθ[αι τ]αῖς τοῦ Θεοῦ προστάξεσιν καὶ τὰς μυρίας διορθώσεις ἐπὶ τὴ[ν ἀ]ρετὴν καλοῦσας; Καὶ γὰρ αὕται, ποιητικαὶ τυγχάνουσαι τῆ[ς] ἐπὶ τὸν παράδεισον εἰσόδου, κωλύουσι καὶ τῆς κολάσεως [τ]ὴν πικρίαν. Ὅτι δὲ ἡ ῥομφαία ἀντὶ κολάσεως ἐν ταῖς γραφ[αῖς] 116 φέρεται, ἔστιν ἐκ πολλῶν μαρτύρασθαι· Ἐν ῥομφαίᾳ"6 φησὶν τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ"6· καὶ οὐδήπου πάντες διὰ ξίφους ἀποθνῄσκουσιν, ἀλλὰ τὴν μέλλουσαν κατὰ τῶν ἁμαρτανόντων ἐπιφέρεσθαι κόλασιν τὸ τῆς ῥομφαίας
Among those who call to virtue there are many causes. First, the giving of common notions, according to which, when they are preserved uncorrupted, virtue is accomplished. When these have been obscured by a multitude of sins, there are patriarchs, law, prophets, and at the end of the ages the Lord, who also gave the apostles, and in general nothing that comes from providence does not call to salvation. But the sword also has been placed usefully and for this very reason. Or is not the paradise of God also the word of Scripture, containing within itself both the threats against those unwilling to follow the commandments of God and the countless corrections calling to virtue? For these, being productive of entry into paradise, also prevent the bitterness of punishment. That the sword is used in the Scriptures for punishment can be testified from many passages: "By the sword," it says, "all the sinners of the people will die." And not everyone dies by a physical sword, but the future punishment to be brought against those who sin is indicated by the term "sword.
ὄνομα δηλοῖ· καὶ τὸ Ὑμεῖς δ' Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε"6 τὴν αὐτὴν παρίστησιν διάνοιαν· ἀλλὰ καὶ τὸ λεγόμενον ἐν τῇ Ἐξόδῳ ὑπὸ τῶν ὑπὸ τοῦ Φαραὼ καταπονουμένων πρὸς Μωσέα καὶ Ἀαρών· Ἴδοι ὁ Θεὸς καὶ κρίναι *** δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας Φαραώ"6, δηλοῦσιν δὲ διὰ τοῦ ὀνόματος τῆς ῥομφαίας τὴν καθ' ἑαυ[τ]ῶν ἐπενεχθεῖσαν θλῖψιν. Τούτοις συνᾴδει καὶ τὸ Ἐὰν μὴ ἐπιστραφῆτε τὴν ῥομφαίαν αὐτοῦ, στιλβώσει"6· αὕτη δὲ στ[ρε]φομένη εἴρηται, ἵνα, στρα- φέντος ἀπὸ κακίας ἐπ' ἀρετὴν [τ]οῦ ἀνθρώπου, καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Ἡ φυλακὴ ο[ὖν, εἰ]ς ἣν τέθεινται ἡ ῥομφαία καὶ τὰ χερουβείμ, ὡς πρ[οείρ]ηται, εἴη πρὸς ὠφέλειαν, ἵνα, εἰ γένοιτο πόθος τινὶ τῆς εἰσόδου, [δι]ὰ τούτων ἡ χειραγωγία γένηται, τῶν μὲν χερουβεὶμ αἰνιττο[μέν]ων τὴν γνῶσιν τῆς ἀληθείας, ἧς μετέχειν δεῖ τὸν εἰσεῖνα[ι β]ουλόμε[νο]ν, τῆς δὲ ῥομφαίας τὴν ἐπίπονον ἀγωγήν· καὶ γὰρ δι[ὰ π]ολλῶν [θλ]ίψεων τῆς εἰσόδου ἔστιν τῆς βασιλείας τυχεῖν, ὡ[ς γ]έγραπται. Ὅτι δὲ στρεφομένη ἡ παρὰ Θεοῦ ἐκ[κε]ιμένη κόλασις καὶ οὐ πάντως ἐνερχομένη, τὰ κατὰ Νινευεί[τα]ς διδάσκει, οἳ τὴν ὀργὴν διὰ μετανοίας ἐκώλυσαν· τούτοις [δὲ] τὰ τῆς ἀπειλῆς ἐστράφη. Ἀλλὰ καὶ οἱ ἅγιοι, εἰδότες τὸ περὶ τ[ὰ] χερουβεὶμ κρῖμα καὶ ὡς οὐχ οἷόν τε εἰσελθεῖν εἰς τὸν παρά[δει]σον χωρὶς τῆς περὶ αὐτὰ τοῦ Θεοῦ οἰκονομίας, φασίν· Ὁ καθή[μ]ενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι"6 καθάπερ ἡνίοχος αὐτοῖς ἐ[πο]χούμενος καὶ τῇ σῇ βουλῇ ἀνοίγων ἢ κλείων τὴν εἴσοδον, ὅτ[ι] τ[ο]ῖς σοῖς πειθόμενοι προστάγ- 117 μασι οἱ ἔξω εἰσελθεῖν ἐπιθυμοῦσιν.
The name indicates. And the phrase "You Ethiopians are wounded by my sword" presents the same thought. But also what is said in Exodus by those oppressed by Pharaoh to Moses and Aaron: "Let God see and judge... to put a sword into the hands of Pharaoh" indicates through the name of the sword the affliction brought upon themselves. With these also agrees the phrase "If you do not turn back, his sword will be drawn." This sword is said to be turned, so that, when a person turns from evil to virtue, it also turns, providing entrance. The guard, therefore, in which the sword and the cherubim are placed, as was said earlier, would be for benefit, so that, if a desire for entrance should arise in someone, guidance might occur through these, the cherubim hinting at the knowledge of truth, of which one who wishes to enter must partake, and the sword at the arduous discipline. For it is through many afflictions that one can attain entrance to the kingdom, as it is written. That the punishment set forth by God is turned and not always applied is taught by the case of the Ninevites, who prevented the wrath through repentance; for them the threats were turned. But also the saints, knowing the judgment concerning the cherubim and that it is not possible to enter paradise without God's dispensation regarding them, say: "You who sit upon the cherubim, reveal yourself," as a charioteer riding upon them and by your will opening or closing the entrance, because those outside, obeying your commands, desire to enter.
Ἀλλὰ καὶ ἄλλοι ἐπιστάμενοι ὡς αὐτός ἐστιν ὁ ἀποφηνάμενος κατὰ τοῦ ἀνθρώπου· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"6, παρακα- λοῦσιν αὐτὸν λέγοντες· Ὁ καθήμενος ἐπὶ τῶν χερουβείμ, σαλευθήτω ἡ γῆ"6, ἵνα, μεταβολῆς γεγενημένης περὶ τὴν γῆν, εἴπῃ τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"6. ιῃ, 1–2. Ἀδὰμ δὲ ἔγνω Εὕαν τὴν [γ]υναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάιν καὶ εἶπεν· Ἐκτησάμην ἄνθρω- πον διὰ τοῦ Θεοῦ. Καὶ προσέθηκεν τεκεῖν τ[ὸ]ν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ ἐγένετο Ἄβελ ποιμὴν π[ρο]βάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Ἀκολούθως μετὰ τὴν ἐ[κ]βολὴν τὴν ἐκ τοῦ παραδείσου καὶ τὴν ποίησιν τῶν δερμ[α]τί[ν]ων κιτώνων εἴρηται· Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυνα[ῖκα] αὐτοῦ, τῆς γνώσεως ἀντὶ πείρας καὶ τῆς πρὸς γυναῖκα [συν]όδου λεγομένης· ᾔδει γὰρ αὐτὴν κατὰ τὸ τοῦ ἐπίστα[σθ]αι σημαινόμενον· οὕτω γοῦν καὶ εἶπεν θε[α]σ̣άμεν[ος] αὐτήν· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου"6. [Κα]τὰ τὴν [γ]νῶσιν ἣν ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ εἴρηται κα[ὶ ἐ]ν ταῖς Βασιλείαις· Ἔγνω Ἐλκανᾶ Ἅνναν τὴν γυναῖκααὐτοῦ"6. [Οὕ]τως εἴρηται καὶ περὶ Ῥεβέκκας· Παρ- θένος ἦν, ἀνὴρ οὐκ ἔ[γνω] αὐτήν"6, καὶ οὐδήπου ὑπ' οὐδένος ἐγιγνώσκετο ἀνδρό[ς, ἀ]λλὰ δῆλον ὡς διὰ τὸ μήπω συνελη- λυθέναι αὐτὴν ἀνδρὶ [οὕ]τως εἴρηται. Εὖ δὲ καὶ τὸ εἰπεῖν· Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγν[ω] αὐτήν"6· εἰ μὴ συνετῶς νοηθῇ, δισσολογία ἂν εἴη, ἀλλὰ δ[ηλ]ῶσαι βουλόμενον τὸ λόγιον ὡς καὶ σώματι καὶ γνώμῃ ἁγνοτάτη ἐτύγχανεν, οὕτως εἴρηκεν. Οὕτω θειότερον καὶ Μαρία ἔφασκεν·
But also others, knowing that it is he who declared against man, "You are earth and to earth you will return," beseech him, saying, "He who sits upon the cherubim, let the earth be shaken," so that, a change having occurred concerning the earth, he might say to the thief, "Today you will be with me in paradise." 13:1–2. "And Adam knew Eve his wife, and she conceived and bore Cain and said, 'I have acquired a man through God.' And she proceeded to bear his brother Abel. And Abel became a shepherd of sheep, while Cain was working the earth." Consequently, after the expulsion from paradise and the making of the leather tunics, it is said, "And Adam knew Eve his wife," the term "knowledge" being used instead of experience and of intercourse with a woman; for he knew her in the sense of understanding, as indeed he also said upon seeing her, "This now is bone of my bones." According to the knowledge by which Adam knew Eve his wife, it is also said in the books of Kings, "Elkanah knew Hannah his wife." Thus it is also said concerning Rebecca, "She was a virgin; no man knew her," and nowhere was she known by any man, but it is clear that it is said thus because she had not yet come together with a man. And it is well to say, "She was a virgin; no man knew her"; if it were not understood intelligently, it would be a tautology, but the saying, wishing to indicate that she was most pure both in body and in mind, spoke thus. So also Mary spoke more divinely.
Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γιγνώσκω;"6 Ἀλήθης γὰρ οὖσα ὄψεως ἀνδρός, διεταράχθηθεασαμένη τὸν ἄγγελον, εἰ μὴ αὐτὸς αὐτῆς ἀφεῖλεν τὸν φόβον, πιθανὸν δὲ καὶ τὸ νομομαθὴ οὔσαν ἐννοῆσαι μὴ ἄρα τις τῶν παραβάντων ἀγγέλων ἦν ὁ φανείς, τῶν ἐπιτεθυμηκέναι εἰρημένων τὰς τῶν ἀνθρώπων θυγατέρας. Καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάιν."6 Ἕτερο[ς] τρόπος γενέσεως ἀνθρώπων ὑπογράφεται· ὁ μὲν γὰρ Ἀδὰμ ἀπ[ὸ] χοῦ πέπλασται, ἡ δὲ Εὕα ἀπὸ τῆς πλευρᾶς τοῦ ἀνδρὸς λη[μ]φθεῖσα ᾠκοδομήθη, οὗτος δὲ ὁ νῦν γεννώμενος ἐξ ἀ[μ]φοτέρων τοκέων πρῶτος προῆλθεν, τῆς κατὰ τὸν Σωτῆρα γ[εν]ε´̣σεως ἐκ μόνης παρθένου γεγενημένης. Οὐκ ἄκαιρον γὰρ τ[ο]ῦτο παρασημήνασθαι, ἵνα πάντες οἱ τρόποι τῆς
ἀνθρώπων γενέ[σ]εως ἐξαριθμηθῶσιν, σῳζόντων ἡμῶν τὰ προειρημέ[ν]α [π]ερὶ τοῦ χοῦ, ὡς τῆς σωμα- τικῆς οὐσίας δηλουμένης, κα[ταλ]λήλου δηλαδὴ τῆς ἐν παραδείσῳ διατριβῆς ὄντος το[ῦ σ]ώματος. Συλλαβοῦσα"6 δὲ εἴρηται ἐνταῦθα καὶ δῆλον [ὡς ἐ]κ σπερμάτων οὗτοι· ἀκολούθως δέ, ἅτε μὴ πάντη ἐ[ξῃρ]ημένη τὸν περὶ προνοίας λόγον, εἶπεν· Ἐκτη- σάμην ἄνθρωπ[ον] διὰ το[ῦ Θεοῦ]"6· εἰ γὰρ ὑπηρέτησαν ὡς γονεῖς τῇ ἀποτέξ[ει], ἀλλ' ἀγω[γῇ] Θεοῦ τὸ πᾶν ἤρτυται. Τὸ δὲ διὰ τοῦ Θεοῦ"6 ἁπλούστ[ερο]ν ἐκλαβεῖν δεῖ ἀντὶ τοῦ παρὰ τοῦ Θεοῦ"3· οὕτως γὰρ καὶ ὁ Ἰωσ[ὴφ] εἶπεν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;"6 ἀντ[ὶ το]ῦ παρὰ Θεοῦ"3. Καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν τοῦ Κ[άι]ν τὸν Ἄβελ"6. Ὁ Φίλων μὲν οὖν βούλεται διδύμους αὐτοὺς εἶν[αι] ἀπὸ μιᾶς συλλήμψεως·
How will this be for me, since I do not know a man?" For being truly unacquainted with the sight of a man, she was disturbed when she saw the angel, unless he himself removed her fear. It is also plausible that, being learned in the law, she considered whether the one who appeared might be one of the transgressor angels, those said to have desired the daughters of men. And having conceived, she bore Cain. Another mode of human generation is described: for Adam was formed from dust, and Eve was built from the rib taken from the man, while this one now born came forth first from both parents, the generation according to the Savior having occurred from a virgin alone. For it is not untimely to note this, so that all the modes of human generation may be enumerated, while we preserve what was previously said about the dust, as indicating the bodily substance, the body being evidently suitable for life in paradise. "Having conceived" is said here, and it is clear that these are from seeds. Consequently, since she was not entirely exempt from the discourse concerning providence, she said, "I acquired a man through God." For even if the parents served as agents in the birth, the whole is arranged by God's guidance. And "through God" must be taken more simply as "from God." For thus also Joseph said, "Is not their interpretation through God?" instead of "from God." And he added, "to bear the brother of Cain, Abel." Now Philo wishes them to be twins from a single conception.
διό, φησίν, πρόσκειται τῷ ἔτεκεν τ[ὸν] Κάιν τὸ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀβέλ. Π[ό]τερον ὑγιῶς ἔχει ἢ οὔ, ἐπιστήσας δοκιμάσεις, δυνατοῦ ὄντ[ο]ς καὶ χωρὶς αὐτοὺς ἐν διαφό- ροις χρόνοις γεγεννῆσθαι· καὶ γ[άρ], εἴ τῳ φίλον προσέσθαι τὴν βίβλον τῆς διαθήκης εὑρήσει ἐν αὐτῇ καὶ πόσον θάτερ[ο]ς θατέρου τῷ χρόνῳ προσείληφεν. Ὅσα μὲν οὖν Φίλων εἰς τοῦτο ἀλληγορῶν εἶπεν, ὁ φιλόκαλος εἴσεται, λεκτέον δ' ὅμως εἰς τοῦτο τὰ κατὰ δύναμιν. Ἡ ψυχὴ τοίνυν, ὅτε μὲν παροράματι καὶ σφάλματι ὑποπίπτει, ἀπογεννᾷ φαῦλα γεννήματα, ἐὰν δὲ νήματα, ἐὰν δὲ ἀνανήψας ὁ νοῦς ἐπιστροφήν τινα σχῇ, τότε δῆτα ἄρχεται ἐκεῖνα μὲν ἀπωθεῖσθαι, τίκτε̣ιν ̣ δὲ εἰσαγωγὴν ἀρετῆς, ὅπερ ἐστὶν ἀποδεκτόν· κατ' ὀλίγον [δὴ] προκοπῇ αὐξομένη ἐπὶ τὸ τέλειον ἥξει ποτέ, τὸ ἀνάπαλιν δὲ ἄπευκτον, ἀρετῆς προκαταρξαμένης, κακίαν προσθεῖναι τ[ο]ῦ ἀστείου λογισμοῦ παρατραπέντος. Εὖ δὲ καὶ τὸ τὰ ἐπιτηδε[ύμα]τα αὐτῶν ἀναγεγρᾶφθαι· Ὁ μὲν"6 γὰρ Ἄβελ"6 φησὶν ἐγένετο πο[ι]μὴν προβάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν"6, ὅπερ ὡς πρὸς τὴν ἱστορίαν ἔχοι παρατήρησιν οὐκ εὐκαταφρόνητον, καὶ τ[ὴ]ν̣ τάξιν ἡμῶν ἐπιτηρούντων. Ἐν μὲν γὰρ τῇ γενέσει τὸν Κάιν [προ]έταξεν, τοῦ χρόνου τοῦτ' ἀναγκά- ζοντος, ἐν δὲ τοῖς ἐπιτη[δεύ]μασιν προτάττει τὸν δίκαιον. Ἀστεῖα γὰρ καὶ τιμιώτερα τ[ὰ το]ῦ Ἄβελ, ὧν ἐσπούδαζεν Κάιν· τὰ μὲν γὰρ ἔμψυχα τῶν ἀψ[ύχων] τῷ τῆς φύσεως λόγῳ διαφέρει. Καὶ ταύτῃ κ[αλῶς] ὁ Φίλω[ν] τοὺς ἀρχῆς μέλλοντας ἐπιλαμβάνεσθαι τῆς τε [ἑτ]έρων κ[αὶ] τῆς ἑαυτοῦ ἐν τῇ ποιμενικῇ προπαιδεύεσθαι ἔφη.
Therefore, he says, the phrase "she bore Cain" is followed by "she bore his brother Abel." Whether this is correct or not, you will judge by paying attention, since it is possible that they were born at different times without this. For if one wishes to consult the book of the covenant, one will find in it how much one exceeded the other in time. Now, whatever Philo said allegorically on this matter, the lover of beauty will know; nevertheless, we must say what we can on this subject. The soul, then, when it falls into oversight and error, produces base offspring; but if it recovers and the mind turns back, then it begins to reject those and to give birth to an introduction to virtue, which is acceptable. Gradually, by increase in progress, it will at length reach perfection. The opposite is to be deprecated: that virtue should begin and then evil be added because the noble reasoning has been perverted. It is also well that their occupations are recorded: "Abel," it says, "became a shepherd of sheep, while Cain was a tiller of the ground." This, as regards the historical account, is not to be despised, especially when we observe the order. For in the account of the births, he placed Cain first, since the time required this; but in the occupations, he places the righteous man first. For the pursuits of Abel are noble and more honorable than those which Cain practiced; for living things differ from inanimate ones by the principle of nature. And on this point Philo rightly said that those who are about to undertake rule over others and over themselves should be trained beforehand in shepherding.
Κάιν δ[ὲ ο]ὐκ ἐρρέθη γεωργός, ἀλλ' ἐργαζόμενος τὴν γῆν· οὐ γὰρ ἦν ἀ[στε]ῖος κατὰ τὸν Νῶε, ὅστις γεωργός, οὐκ ἐργάτης, εἴρηται. Πρὸς δὲ ἀ[λλ]η̣γορίαν ποιμήν ἐστιν ὁ Ἅβελ ζῴων, ὅ ἐστιν τῶν αἰσθήσ[εω]ν, ὑπὸ ἐπιστήμην ἄγων ταῦτας ὡς νομεὺς ἄριστος, τῷ τ[ε θ]υμικῷ καὶ ἐπιθυμητικῷ ἡνίοχον καὶ ταξίαρχον τὸν λογισ[μὸ]ν ἐπιτιθείς. Ὁ δὲ Κάι̣ν περὶ τὴν γῆν καὶ τὰ γήϊνα εἰλ[υ]σπώμενος οὐ γεωργὸς εἴρηται–ἢ γὰρ ἂν καὶ περὶ αὐτὰ τάξιν [ἐ]ζήτει–, ἀλλ' ἐργαζόμενος τὴν γῆναὐτὸ μόνον, φιλοσώματός [τι]ς ὤν, μηδένα λόγον ἢ τάξιν ἔχων, ὃς εἴποι ἂν προσφόρως ἑαυτῷ· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθ[ν]ῄσκομεν"6, τοῦ σὺν ἐπιστήμῃ θείᾳ ταῦτα ποιοῦντος κατὰ τὸ λεχθὲν Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε"6 ἀλλ' οὐκ ἐργάτου γῆς τυγχάνοντος.
Οὗτοι δέ, ὡς προείρηται, τρόποι ψυχῆς ἂν εἶεν διάφοροι κατὰ διαφόρους ἐνεργούμενοι χρόνους. ιῃ, 3–5. Καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν̣ Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ [ἤν]εγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐ[π]ὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυ[σία]ις αὐτοῦ οὐ προσέσχεν· καὶ ἐλύπησεν τὸν Κάιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ. Σύντονον καὶ ἀνενδοίαστον εἶνα[ι] προσήκει τὸν ἐνάρετον, ὡς μὴ μόνον αὐτὸν ἑτοιμότ[ε]ρ̣ο̣ν εἶναι πρὸς τὴν τῆς ἀρετῆς ἐνέργειαν, ἀλλὰ καὶ, κω[λυό]ντων ἄλλων, ἐθέλειν αὐτῆς προκινδυνεύειν καθάπ[ερ] ἥ τε μακαρία Σουσάννα καὶ Ἰωσὴφ ὁ ἀνδρειότατος·
Cain was not called a farmer, but a worker of the earth; for he was not refined like Noah, who is called a farmer, not a laborer. In allegory, Abel is a shepherd of animals, that is, of the senses, leading them under knowledge as an excellent herdsman, placing reason as charioteer and commander over the spirited and appetitive parts. But Cain, entangled with the earth and earthly things, is not called a farmer—for then he would have sought order concerning them—but merely a worker of the earth, being a lover of the body, having neither reason nor order, who would say fittingly to himself: "Let us eat and drink, for tomorrow we die," while one who does these things with divine knowledge does so according to the saying: "Whether you eat, drink, or do anything, do all for the glory of God," but not as a laborer of the earth.
These, as was said before, would be different modes of the soul, activated at different times. Gen 4:3–5. And it came to pass after some days that Cain brought an offering from the fruits of the earth to the Lord, and Abel also brought from the firstborn of his sheep and from their fat. And God looked upon Abel and upon his gifts, but upon Cain and upon his offerings he did not regard; and it grieved Cain greatly, and his face fell. The virtuous man must be intense and unwavering, so that he is not only more ready for the activity of virtue, but also, when others hinder, he is willing to risk his life for it, just as the blessed Susanna and the most courageous Joseph did.
πε[ιρώ]μενοι γὰρ ὡς ἀντεχό- μενοι τῆς σωφροσύνης περιπ[οι]οῦνται [ἐνσ]τάσεσιν. Κύριοι γὰρ τοῦ ταύταις περιβαλεῖν ἐφαίνον[το] οἱ εἰς ἁμαρτίαν προτρεπόμενοι· ὅμως οὐκ εἶξαν, [ἀ]λλ' εἵλαντ[ο] τὸ γνήσιον τὸ πρὸς Θεὸν διατηρεῖν, καὶ εἰ θάνατ[ος] γένοιτο· οὕτως διαπύρῳ τῷ πόθῳ τῆς ἁγνείας ἀντείχον[το], καὶ τὸ τέλος δὲ διέδειξεν καὶ τοῖς ἀπίστοις τὴν κρίσιν [α]ὐτῶν καὶ τὴν δοκιμασίαν σωτήριον Θεοῦ, τῆς ἀρετῆς αὐ[το]ὺς ἀποδεξαμένου. Ἀλλ' ὁ Κάιν οὐ τοιοῦτος, μελλητὴς δ[ὲ ε]ἰσάγεται· Μεθ' ἡμέρας"6 γὰρ ἤνεγκεν ἀπὸ τῶν καρπῶν τῆς γῆς"6, ὥσπερ ἔκ τινος μεταγνώσεως Θεοῦ μνημονεύων. Το[ῦ]το καταμεμφομένη ἡ θεία γραφὴ διδάσκει· Μὴ ἀπόσχῃ εὖ [π]οιεῖν ἐνδεή, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπης· Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν"6. Περὶ δὲ τοῦ Ἄβελ οὐκ εἴρηται ὡς μεθ' ἡμέρας"6, ἀλλά· Καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτός"6· καὶ ποῖα ἤνεγκεν, παρασημαίνει τὸ λόγιον, αἰνιττόμενον αὐτῶν τὸ οἰκεῖον καὶ τίμιον· ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων"6. Ἅτε δὲ τοῦ μὲν Κάιν ἠμελημένως πεποιηκότος τὰ τῆς προσαγωγῆς, τοῦ δ' Ἄβελ γνησίως, ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάι[ν] καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν"6. Τὸ γὰρ γνήσιον διαφ[αί]νεται τοῦ Ἄβελ·
Those who, while seeming to adhere to self-control, contrive to persist in their positions. For those who urged them toward sin appeared to be masters of casting them into these things; nevertheless, they did not yield, but chose to preserve their genuine devotion to God, even if death should result. Thus they clung to the ardent desire for chastity, and the outcome also revealed to unbelievers their judgment and their saving trial by God, who accepted their virtue. But Cain is not such; he is introduced as a procrastinator: "After days" he brought from the fruits of the earth, as if recalling God from some repentance. The divine scripture, censuring this, teaches: "Do not refrain from doing good to the needy, whenever your hand is able to help. Do not say, 'Return and come back, and tomorrow I will give,' when you are able to do good." Concerning Abel, it is not said "after days," but: "And Abel also brought"; and what he brought, the scripture indicates, hinting at their own worth and honor: "from the firstborn of his sheep and from the fat." And while Cain performed the act of offering carelessly, but Abel genuinely, God looked upon Abel and his gifts, but upon Cain and his sacrifices he did not attend. For the genuineness of Abel is evident.
πρωτότοκα γὰρ προσήγαγεν, τὰ τιμιώτατα τ[ῷ] Θεῷ κρίνας ἀπονέμειν, ὧν ἐστιν καὶ τὰ στέατα, ὡς ἔδει κ[αὶ τ]ὸν Κάιν ποιῆσαι, ἀπὸ τῶν πρωτογενημάτων παράσχοντα. Ἀ[π]άρχεσθαι γὰρ προη- γουμένως πρέπει τῷ Θεῷ, ὅπερ πνευματικῶς ὁ μακάριος Δαυὶδ ποιεῖ λέγων· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρ[ὸ]ς σέ, ὁ Θεός"6, οὐδέν μοι τῶν ἄλλων πρόκριτόν ἐστιν ἀλλ' ἡ πρὸ[ς] σὲ καταφυγή· καίτοι σοι τῷ Θεῷ πρὸ παντὸς πράγματος ἀπο[νέμητ]αι τὰ καθήκοντα. Δῶρον δὲ θυσίας ταύτῃ διαφέρει ὅτ[ι τὸ μ]ὲν δῶρον ἀπὸ ζῴων προσάγεται, ἡ δὲ θυσία οὐχί· ὅσῳ δὲ [ζῷ]α τῶν ἀψύχων τῇ φύσει τιμιώτερα φανερ[όν. Τί] δὲ τὸ "6[Οὐ] προσέσχεν ὁ Θεός"6, ἐξ οὗ καὶ λελύ- πηται Κάιν καὶ συν[έπ]εσεν αὐτοῦ τὸ πρόσωπον, εἴποι τις ἄν, ἢ πῶς ἔγνω Κάιν ὅτι ο[ὐ] προσεδέ[χε]το Θεός, ἵνα καὶ λυπηθῇ; πρὸς ὃ λέγοι τις τὰ ἀπὸ τῆς βίβλου τῆς δ[ιαθ]ήκης, ἐν ἧ γέγραπται ὡς ἀπ' οὐρανοῦ πῦρ κατιὸν ἐδέχετο [τὰς] θυσίας τὰς δεόντως προσαγομένας, ἐξ οὗ εἰκὸς ἐγνωκ[έ]ναι τὸν Κάιν, ἐπὶ τὰς αὐτοῦ μὴ ἐπελ- θόντος τοῦ πυρός, τῶ[ν τ]οῦ Ἄβελ δαπανηθεισῶν ὑπ' αὐτοῦ. Τοῦτο δὲ καὶ ἐν τῷ Λευι[τι]κῷ ἐγίνετο· οἱ γὰρ προαγα- γόντες ἀλλότριον πῦρ ἐπὶ τὸ θυ[σι]αστήριον δίκην ὑπέσχον οὐ μίκραν, καὶ Ἠλίας ὁ μέγας προφήτης [π]ρὸς τοὺς ἱερεῖς τῆς Βάαλ ἀπομαχόμενος διέδειξεν ὡς ἀπ' οὐρανοῦ τὸ πῦρ κατῄει ἐπὶ τὰς αὐτοῦ, ἁγίου ὄντος, θυσίας. Ταῦτα μὲν οὖν ἡ τοῦ ῥητοῦ παρέχει διήγησις· ὁ δὲ τῆς ἀναγωγῆς νοῦς τοιοῦτος ἂν εἴη·
He brought firstborn offerings, judging the most valuable things to be assigned to God, among which are also the fats, as Cain ought to have done, providing from the firstfruits. For it is proper to offer firstfruits to God in the first place, which the blessed David does spiritually, saying: "From the night my spirit rises early to you, O God," nothing else is preferable to me but the refuge in you; and yet to you, O God, before every matter, the appropriate things are assigned. A gift differs from a sacrifice in that a gift is brought from animals, but a sacrifice is not; and it is evident how much animals are more valuable by nature than inanimate things. And as for "God did not regard it," from which Cain was grieved and his face fell, one might ask, or how did Cain know that God did not accept it, so that he was grieved? To this one might reply from the book of the Testament, in which it is written that fire descending from heaven received the sacrifices that were properly offered, from which it is likely that Cain knew, because the fire did not come upon his, while Abel's were consumed by it. This also happened in Leviticus: for those who brought alien fire to the altar suffered no small penalty, and the great prophet Elijah, contending against the priests of Baal, showed that fire came down from heaven upon his own sacrifices, since they were holy. So then, the literal narrative provides these things; the anagogical sense would be as follows:
οἱ τὴν ἀρετὴν ὑποκρι- νόμενοι τῷ μὴ ἀπὸ γνησίας προθέσεως ἀλλ' ἄλλου χάριν τὴν ἐξωφάνειαν ἐπιδείκνυσθαι μελληταί τινές εἰσιν καὶ ἀδόκιμοι, οὐκ ἀπαρχόμενοι τῷ Θεῷ· ἀπαρχὴ δ' ἐστὶν ἀρετῆς ἡ ἀπὸ τῆς γνώμης· κίνησις ἐπ' [α]ὐτὴν ἐκεῖθεν φύεται. Τοῦτο Δαυὶδ παιδεύει φάσκων· Ἀλλ' ἦν [ἐν] νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ"6· οἱ δ' ὑποκριταί, οὐκ ἔχοντες ἀρετ[ῆ]ς θέλημα, ἢ αἰσχροῦ χάριν κέρδους, ὡς εἴρηται, ἢ δόξης τὰ τῆς ἀ[ρε]τῆς ὑποκρίνονται. Ταύτης ὢν τῆς μερίδος Κάιν προσήγα̣[γεν] μεθ' ἡμέρας, ὁ δ' Ἄβελ ἀμελλητὶ ζῷα πρωτότοκα καὶ στέατ[α] προσάγει· οὐδεμίαν γὰρ ἑαυτοῦ πρᾶξιν οἴεται ἀπαρχόμενος ὁ [ἐ]νάρετος εἶναι μὴ τῷ Θεῷ προσήκουσαν, καθὰ καὶ Παῦλος ὁ μα[κ]άρ[ιο]ς λέγων· Οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί"6, καὶ ὁ Ψα[λμ]ῳδός· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπία[σαν ο]ἱ οἰκοδομοῦντες αὐτόν."6 Ὁ Ἄβελ οὖν τὰ ζωτικὰ καὶ ἄλογα κ[τή]ματα [ ημ]ερώσας τῷ λογισμῷ καὶ εὐσταθῆ ποιήσας ἀνέ[φ]ερε τῷ [Θε]ῷ οἰκείων αὐτῷ καὶ μὴ τοῖς πάθεσιν. Γίνεται λύπ[η] τοῖς μὴ ὃν δεῖ τρόπον χρωμένοις τοῖς πράγμασιν, δίκην πυρὸ[ς] τοῦ συνειδότος ἐλέγχοντος καὶ παραδεικνύντος, κἂν ἔτι [ἡ] κακία ἐνέχηται,
Those who feign virtue, not from genuine purpose but for the sake of something else, displaying an outward appearance, are procrastinators and spurious, not offering firstfruits to God. The firstfruit of virtue is the movement of the will toward it, which arises from that source. David teaches this, saying, "But his will was in the law of the Lord." The hypocrites, having no will for virtue, feign the works of virtue either for the sake of base gain, as has been said, or for glory. Being of this party, Cain brought offerings after a delay, whereas Abel without delay brings firstborn animals and fats. For the virtuous man considers that no action of his, when he offers firstfruits, is not appropriate to God, just as the blessed Paul says, "Not I, but the grace of God with me," and the Psalmist, "Unless the Lord builds a house, those who build it labor in vain." Abel, therefore, having tamed the living and irrational possessions by reason and made them stable, offered to God what was proper to him and not to the passions. Grief comes to those who use things in the wrong way, as the conscience, like fire, convicts and exposes, even while vice still clings.
τὸ ἀπρεπὲς τῶν ἐνεργουμένων, ἐξ οὗ καὶ σ̣[υ]μπίπτει τὸ τῆς ψυχῆς πρόσωπον, ἀφ' οὗ καὶ οἱ σωματικοὶ χαρα[κτ]ῆρες δέχονται τὴν κατήφειαν. Ὅτι δὲ ψυχῆς πρόσωπον ἔ[σ]τιν, φησὶν τὸ λόγιον· Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ"6, κ[α]ὶ Ἀνακεκα- λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα"6, τοῦ αἰσθητοῦ προσώπου σημαινομένου ἐν τῷ καρδίας εὐφραινομένης πρόσωπον ἱλαρόν, ἐν λύπαις οὔσης σκυθρωπάζει"6, ὅπερ τῷ Κάιν συμβέβηκεν ὑπὸ τοῦ συνειδότος ἐλεγχομένῳ.
ιῃ, 6–7. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξ[ει]ς αὐτοῦ.
Φιλανθρωπία τοῦ Θεοῦ [τ]ῶν ὅλων ὑπερβάλλουσα δείκνυται, ὅτι καὶ τοῖς σφαλλομέν[ο]ις διαλέγεται, μὴ ἐῶν αὐτοὺς βυθίζεσθαι ταῖς ἁμαρ[τίαι]ς, ἀλλὰ διεγείρων πρὸς τὸ συναισθομένους ἐπὶ τὴν [ἀρε]τὴν ἐπιστρέψαι, ὅπερ καὶ νῦν ἐπὶ τοῦ Κάιν γίνεται, λ[έγο]ντος αὐτῷ τοῦ Θεοῦ κατὰ τὸ ἐνηχεῖν ἐν διανοίᾳ· Ἵν[α τί] π̣ερίλυπος ἐγένου;"6, σαυτῷ τούτου παραίτιος γέγονας καὶ ο[ὐχ ἕ]τερος τοῦ ἁμαρτήματος πρόφασις ὑπῆρξεν. Ὑποτ[ί- θε]ται δὲ καὶ τὸν τρόπον τοῦ σφάλματος λέγων· Οὐκ [ἂν ὀρ]θῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥ[μαρτε]ς."6 Ὅσοι γ[ὰρ] πρόνοιαν ἐφεστάναι μὲν τοῖς ὅλοις ἡγοῦντ[αι κ]αὶ διεξ[ά]γουσιν αὐτῶν τὰ πράγματα προσάγοντες εὐχαριστίαν [οἰ]κείως ποιοῦσιν, ἠμελημένως δὲ ταύτῃ χρώμενοι, ὡ[ς] τὰ μὲν τίμια ἑαυτοῖς φυλάττειν, προσάγειν δὲ τὰ εὐτελῆ, [οὗτ]οι κακῶς τῇ διαιρέσει κέχρηνται.
The impropriety of the deeds performed, from which also the countenance of the soul falls, from which the bodily features also receive dejection. That there is a countenance of the soul, the Scripture says: "The wisdom of a man will light up his face," and "With unveiled face we reflect the glory of the Lord," the perceptible face being signified in that when the heart is glad the face is cheerful, when it is in grief it is gloomy, which has happened to Cain as he is reproached by his conscience.
13:6–7. And the Lord God said to Cain: "Why have you become exceedingly grieved, and why has your face fallen? If you do not offer correctly, but do not divide correctly, you have erred. Be still. The turning away from him is toward you, and you will rule him."
The surpassing philanthropy of the God of all is shown, in that He converses even with those who err, not allowing them to sink in their sins, but rousing them to become aware and return to virtue, which also now happens in the case of Cain, God saying to him according to the inward prompting in his mind: "Why have you become exceedingly grieved?" You yourself have become the cause of this for yourself, and no other has been the pretext for the error. He also suggests the manner of the fault, saying: "If you do not offer correctly, but do not divide correctly, you have erred." For those who suppose that providence presides over all things and conduct their affairs, offering thanksgiving appropriately, but use it carelessly, so as to keep the valuable things for themselves and offer the cheap ones, these have used the division badly.
Τοῦτ' αὐτὸ τοῦ Ἰσραὴλ π[οιο]ῦντος, ὁ προφητικὸς λόγος ἐπιτιμητικῶς καὶ ἐντρεπτικ[ῶς] φησιν· Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσα- γάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; Προσάγαγε αὐτὸ τ[ῷ] ἡγουμένῳ σου"6. Ἀλλὰ καὶ Ἀνανία καὶ Σαφφείρα ἐν ταῖς Πράξε̣σιν τῶν ἀποστόλων, πολλῶν προσφερόντων εἰς χρείας τοῖς̣ δεομένοις, καὶ αὐτοὶ καθυπέσχοντο τιμὴν χωρίου, ἀφ' ἧς νοσφισάμενοι τὸ ἥμισυ τὸ ἕτερον προσήγαγον κακῶς τῇ διαιρέσει χρώμενοι, ὅπερ ἐλέγχων ὁ πρόκριτος τῶν ἀποστόλων τῷ πνεύματι κινούμενος ἔλεγεν· Οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου ποιῆσαι τὸ πρᾶγμα τοῦτο;"6 ὃπερ καὶ ἐνταῦθα τῷ Κάιν ὑπὸ Θεοῦ εἴρηται· Ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Ο[ὐκ] ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτε."6 Ἁμαρ[τ]άνουσι γὰρ ὅσοι ὡς δεομένῳ τῷ Θεῷ προσάγουσιν, ἀγνοο[ῦν]τες τὸ εἰρημένον ἐν Ψαλμοῖς πρὸς αὐτοῦ τοῦ Θεοῦ· Μὴ φάγο[μ]αι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;"6 καὶ ἔτι· Ἐμά ἐστιν [πάν]τα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες"6· ὑμεῖς μ[ὲν] γὰρ ὅσα εὐχείρωτα παρ' ἐμοῦ ἔχετε, ἐγὼ δὲ καὶ τὰ πάντα, [ὥσ]τε οὐ δεόμενος διετάξατο, ἀλλ' ἀπὸ τούτων συμβολικ[ῶς πα]ιδεύων ὡς οὐκ ἠμελημένως τῇ ἀρετῇ χρῆσθαι πρ[οσήκ]ει, ἀλλὰ τελείᾳ καὶ ὁλοκλήρῳ. Εἶτα, ἵνα μὴ προκόπτῃ τὸ κακόν, ἠ[ρεμ]εῖν ἀπ' αὐτοῦ παραινεῖ, ἵνα μὴ ἐπιτριβόμενον λύμην ἐργάσητ[αι χ]είρονα. Οὕτῳ καὶ τῇ Σίων λέγεται ἀτάκτως κινουμένῃ–τ[ο]ι[οῦ]- τον γὰρ [ὄνομ]α–·
If Israel does this, the prophetic word says reproachfully and admonishingly: "Is it not evil if you bring a blind man to sacrifice? And is it not evil if you bring a lame or sick man? Bring it to your leader." But also Ananias and Sapphira in the Acts of the Apostles, when many were bringing things for the needs of the needy, they themselves promised the price of a field, from which they embezzled half and brought the other half, using the division badly; and the chief of the apostles, moved by the Spirit, reproving them said: "Did not the remainder remain for you, and when sold was it not in your power? Why did you set in your heart to do this thing?" Which is also said here by God to Cain: "Why have you become exceedingly grieved, and why has your face fallen? If you do not offer correctly, and do not divide correctly, you have sinned." For those sin who bring to God as though he were in need, not knowing what is said in the Psalms by God himself: "I will not eat the flesh of bulls, nor drink the blood of goats," and further: "All the wild beasts of the field, the cattle in the mountains and the oxen are mine." For you have whatever is easily handled from me, but I have all things, so that he did not command because he was in need, but from these things he symbolically teaches that one ought not to use virtue carelessly, but perfectly and completely. Then, so that evil may not advance, he advises to rest from it, so that it may not, being rubbed, produce worse harm. Thus also to Zion, when it is moved disorderly—for such is its name—it is said:
Στῆσον σεαυτὴν Σίων."6 Ἐπεὶ γὰρ τὸ λογικὸν [ζ]ῷον ἐνε[ργη]τικόν ἐστιν ἢ κακίαν ἢ ἀρετὴν ἐνεργοῦν, εἰκότω[ς], ὅτε κακ[ία]ν πράττει, οἰκεῖον αὐτῷ τὸ στῆσαι ταύτην, ἵν' οὕ[τω]ς ἡ ἀρετὴ χώραν εὕρῃ τὴν πρέπουσαν. Τοῦτό τοι καὶ Δαυὶδ [πα]ραινεῖ· Ἔκκλινον ἀπὸ κακοῦ"6 λέγων καὶ ποίησον ἀγαθόν."6 Ἡσ[ύχ]ασον"6 οὖν, φησίν, μὴ πρόκοπτε τῷ κακῷ, μὴ διὰ τῆς κατηφεί[ας] λογίζου ὡς οὐ δεόντως οὐ προσεδέχθη σου ἡ θυσία. Πολλο[ὶ γ]ὰρ πολλάκις αὐτοὶ σφαλλόμενοι καὶ διὰ τοῦτο μὴ ἔχοντες εἶτα καθ' ἑαυτοὺς συνεργὸν τὸν Θεὸν δυσαρεστοῦνται τῇ προν[οί]ᾳ, ὅπερ κωλύει Θεὸς ἐπὶ τοῦ Κάιν λέγων· Ἡσύχασον."6 125 Ἐπάγει δὲ [κ]αὶ τὸ πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ"6, παιδεύων ὡς ὅσα οὐ κατὰ τὸ πρέπον προσάγεται Θεῷ,
ταῦτα οὐκ αὐτῷ προσφέρεται, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ὑποστρέφοντος πρὸς αὐτὸν διὰ τὸ μὴ εὑρηκέναι χώραν ἐν Θεῷ. Οὕτω καὶ οἱ ἐλεημοσύνην παρέχοντες πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ἀπέχουσιν ἑαυτῶν τὸν μισθόν, οὐδὲν ἀπὸ Θεοῦ ἔχοντες· οὐ γὰρ θείῳ [σ]κόπῳ τοῦτ' ἐποίησαν. Ὅλη μὲν οὖν ἡ τοῦ ῥητοῦ διή[γη]σις ὠφελιμωτάτη πρὸς ἦθος καὶ οὕτω ψιλῶς λαμβανομ[έ]νη, παιδεύουσα γνησίως τὰς προσφορὰς καὶ μὴ ἠμελημένως π̣οιεῖσθαι· ἐπειδὴ δὲ ἐν τοῖς φθάσασιν εἰς τρόπους ψυχῆς ἀ[νη]γάγομεν τὰ προειρημένα, ἀναγκαῖον καὶ νῦν τοῦτο ποιῆσ[αι]. Ὁ λόγος τοῦ Θεοῦ ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνυπάρχων, τῇ συνειδήσει τε παρών, κηδεμονικῶς ἐλέγχει τοὺς σφα[λ]λομένους, ὅπερ καὶ νῦν παρίσταται. Οἱ γὰρ ὑποκριταί, ὅσον μὲν εἰ[ς] τὸ τιμίαν δεικνύναι τὴν ἀρετήν, εἰ καὶ μὴ αἱροῦνται αὐ[τήν], ὀρθόν τι δοκοῦσιν ποιεῖν·
Set yourself, Zion." For since the rational animal is active, either doing evil or virtue, it is fitting that when it does evil, it is proper for it to stop this, so that virtue may find its appropriate place. This is also what David advises: "Turn away from evil," he says, "and do good." "Be still," then, he says, do not advance in evil, do not think through despondency that your sacrifice was not duly accepted. For many often, themselves erring and because of this not having God as their ally, are displeased with providence, which God prevents, saying of Cain: "Be still." And he adds: "His turning back is to you, and you will rule him," teaching that whatever is not brought to God in a fitting manner, these things are not offered to him, but belong to the giver, returning to him because they have found no place in God. Thus also those who give alms to be seen by men withhold the reward from themselves, having nothing from God; for they did not do this with a divine purpose. Now the whole exposition of the text is most beneficial for character, even taken simply, genuinely teaching that offerings are to be made and not carelessly; but since in what has preceded we have interpreted the earlier matters in terms of the soul's dispositions, it is necessary to do this now as well. The word of God, which exists according to common notions and is present to conscience, reproves those who err in a caring manner, which is also now evident. For hypocrites, insofar as they show virtue as honorable, even if they do not choose it, seem to do something right.
ἐπειδὴ δ̣ε`̣ τῇ διαιρέσει φαύλω[ς χρ]ω῀̣νται, τὸ μὲν ἀπὸ τοῦ βάθους τῆς διανοίας κίνημα προ`̣ς τὰς ἑ[αυτ]ῶν ἡδονὰς ἄγοντες, τὸ δὲ τῆς ἐξωφανείας δ[ῶρον] διὰ Θεοῦ ποιεῖν σχηματιζόμενοι, εἰκότως οὐκ εἴσι δε[κτοί], τὸ ἔξω[θ]εν τοῦ ποτηρίου καθαρίζοντες καὶ ἔξωθεν μὲν προ[βά]του δορὰ[ν] περιβαλ- λόμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες· τοῖς τοιούτ[οι]ς ἐλέγχων ὁ Κύριος ἔλεγεν· Τί παρομοιάζετε τάφοις κεκονι[αμ]ένοις· ἔσωθεν γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθ[αρ]σίας."6 Ἀλλ' οἱ ἐνάρετοι, ὅλοι δι' ὅλων ὄντες Θεοῦ καὶ διαθέσει καὶ π[ρ]α´̣ξει, καὶ τὰ ἀνθρώπινα, ἃ δὴ τῆς σωματικῆς ἀνάγκης ἕνεκ[εν] εἰς αὐτοὺς ὅρα, καὶ αὐτὰ σοφῶς ἐπ̣ιτελοῦντες, ὀρθῶς τῇ π[ρο]σαγωγῇ τῇ πρὸς Θεὸν χρῶνται, καὶ τῷ σώματι καὶ τῇ ψυχῇ καθα[ρ]ότητος ἐπιμελόμενοι, ὧν τύπος ὁ Ἄβελ ὑπάρχει ἄρχοντα καὶ προστάτην τὸν Θεὸν τῶν ἑαυτοῦ πράξεων τιθέμενος. Τοῦτο γὰρ ἐναρέτου ἴδιον, τῆς πράξεως τοῦ ὑποκριτοῦ ὑποστρεφούσης ἐπ' αὐτόν· Θεὸς γὰρ τὸ βάθος τῆς διανοίας ἐνορῶν οὐχ ὑποδέχεται τὰ παρ' αὐτοῦ τοιούτου ἐνεργούμενα.
Since they make a bad use of the distinction, bringing the motion from the depth of their mind to their own pleasures, while pretending to perform the gift of outward appearance through God, they are naturally not acceptable, cleansing the outside of the cup and putting on a sheep's skin outwardly, while inwardly being rapacious wolves. To such persons the Lord said in rebuke: "Why do you resemble whitened tombs? Within they are full of dead men's bones and every impurity." But the virtuous, being wholly through and through of God in both disposition and action, and also performing the human things, which indeed come into view in them because of bodily necessity, wisely, rightly use the approach to God, taking care for purity in both body and soul. A type of these is Abel, who sets God as ruler and overseer of his own actions. For this is characteristic of the virtuous person, while the action of the hypocrite recoils upon himself; for God, seeing the depth of the mind, does not accept the things performed by such a one.
ιῃ, 8. Καὶ εἶπεν Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ. Διέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελ[φ]ὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. Ἡ κατ' ὀλίγον ἐπίδοσις τῆ[ς κ]ακίας μὴ ἐμποδιζομένη εἰς ἀμετρίαν φθάνει, καὶ κρυπτο´̣[μ]ενον ἁμάρτημα τῇ διανοίᾳ, ἐπὰν μὴ ἀπὸ λογισμοῦ κω[λ]υθῇ, ἀποτελέσει τὰ τῆς ἐνεργείας, κἂν δόξῃ πρὸς βραχὺν [ἀ]ν̣αμένειν χρόνον. Τοῦτ' αὐτὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστ[ό]λων φέρεται· τοῦ γὰρ ἡγέμονος πλεῖστα ὅσα παρὰ τοῦ Παύ[λο]υ ἀκούσαντος περὶ τῆς διδασκαλίας τῆς θείας καὶ ἐμφό[βο]υ γεγενημένον, ἐνέκειτο πάλιν τὸ τῆς φιλαργυρίας [π]ά[θ]ος· φησὶν γὰρ τὸ συγγραφικὸν Πνεῦμα ὡς ἔφη πρὸς Παῦλον· "6[Και]ρὸν ἔχων μεταπέμψομαί σε"6, ἅμα καὶ προσδοκῶν χρ[ήμα]τα παρ' αὐτοῦ λαβεῖν. Τοιοῦτόν τι καὶ ὁ ἀλάστωρ Κάιν [πάσχ]ει· μετ[ὰ γ]ὰρ τὸ ἐντραπῆναι ὀλίγον ἐνίσχων τρέφει [τ]ὸν φθόν[ον ἐν] τῇ διανοίᾳ καί φησιν πρὸς τὸν ἀδελφὸν με[τ]ὰ δόλο[υ· Δι]έλθωμεν εἰστὸ πεδίον"6· καὶ διελθὼν οὐκ ἀφῆκ[εν] τὸν θυ[μό]ν, ἀλλ' ἐπιθέμενος ἀναιρεῖ τὸν ἀδελφόν. [Τι]νὲς καὶ ταῦτα ζητεῖν θέλοντές φασιν· Τίνι ἀμυντηρ[ίῳ] χρησάμενος ἀνεῖλεν τὸν Ἄβελ; Οὐδὲν δέ τοι τὸ ἄπ[ορ]ον· καὶ γάρ, εἰ καὶ μὴ σιδήρῳ, ἀλλὰ γοῦν ἢ λίθῳ ἢ ξύλῳ τοῦ[το] οἷόν τε ἦν γενέσθαι, ὃ καὶ ἡ βίβλος τῆς διαθήκης ᾐν[ίξ]ατο. Σφαγὴν δὲ ὁμῶς ἡ γραφὴ τὴν ὁπωσδήποτε γινομ[έ]νην ἀναίρεσιν εἶναί φησιν, ὡς δηλοῦται ἐν τῇ ἐπιστολῇ τῇ Ἰωάννου· Καθὼς Κάιν ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ, ὅτ[ι τ]ὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια"6.
8. And Cain said to Abel his brother, “Let us go into the plain.” And it happened that while they were in the plain, Cain rose up against Abel his brother and killed him. The gradual increase of evil, if not impeded, reaches excess, and a sin hidden in the mind, when not prevented by reason, will accomplish its works of activity, even if it seems to wait for a short time. This same thing is related in the Acts of the Apostles; for the governor, having heard very many things from Paul about the divine teaching and having become fearful, was again beset by the passion of love of money; for the scriptural Spirit says that he said to Paul, “When I have an opportunity, I will send for you,” while also expecting to receive money from him. Something similar also the accursed Cain suffers; for after being shamed a little, he strengthens himself and nourishes envy in his mind, and says to his brother deceitfully, “Let us go into the plain.” And having gone, he did not dismiss his anger, but attacking, he kills his brother. Some, wishing to inquire into these things, say, “What weapon did he use to kill Abel?” But there is nothing difficult about this; for even if not with iron, yet with a stone or a piece of wood it was possible for this to happen, which the book of the covenant also hinted at. And the scripture calls slaughter the killing that occurs in any way, as is made clear in the epistle of John: “Just as Cain slew his brother, because his works were evil, but those of his brother were righteous.
Τ[ὸ] δὲ ἀνέστη Κάιν ἐπὶ Ἄβελ"6 καὶ τὴν ἐπίθεσιν ἅμα καὶ τὴν ἑκ[ού]σιον ὁρμὴν δηλοῖ.
Ταῦτα μὲν οὖν ὁ τῆς ἱστορίας περιέχει λόγο[ς]· ἐπειδὴ δὲ τρόπον ὑποκριτὴν ἐφάσκομεν εἶναι τὸν Κά[ι]ν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, τοιαῦτα ἂν εἴη καὶ [τὰ] νῦν. Ἀδελφός ἐστι τοῦ φαινομένου ἔξω ἀνθρώπου [ὁ κ]ρυπτ[ὸς] καὶ ἐν διανοίᾳ ἄνθρωπος· ἀμφοτέρων γὰρ τὸν σπουδ[αῖο]ν̣ ἐπι[μ]έλεσθαι προσήκει, καὶ ὀρθά τε λογιζόμενον καὶ σ[τολι]σμὸν [ο]ἰκεῖον τοῖς
τρόποις ἐπιδεικνύμενον, ὅπερ καὶ ὁ ψαλ[μ]ῳδὸς [π]αιδεύων ἐν πρώτῳ ψαλμῷ φησιν· Μακάριος ἄνη[ρ ὃ]ς οὐκ ἐ[π]ορεύθη ἐν βουλῇ ἀσεβῶν"6, καὶ μετ' ὀλίγα· ὃ τὸν καρπὸ[ν] αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυ[ήσε]ται"6, καρπὸν μὲν λέγων τὴν ἀπὸ διαθέσεως ἐνάρετο[ν πρ]ᾶξιν, φύλλον δὲ τὸ ἔξωθεν κατάστημα, ὃ ἐν σχήμα[τι κα]ὶ στολισμῷ καὶ μειδιασμῷ ὀδόντων διαφ[αίν]εται. [Ἐπὰ]ν οὖν ὁ ὑποκριτὴς ταῦτα σπουδάζῃ, τοῦ λογ[ισμοῦ] δὲ αὐτ[οῦ] διεστραμμένου τυγχάνοντος, τὸν ἀδελφ[ὸν σ]φάτ- τ[ει], ἀσύμφωνον τὴν διάνοιαν τοῖς ἔξωθεν ἔχων. [Π]εδιὰς δ[ὲ] τούτῳ ἡ κατὰ τῶν ἀπατωμένων μηχανή, ει᾿̣[ς] ἣν χωρῶ[ν] τῇ κατ' ἐκείνων ἀπάτῃ ἑαυτὸν πρότερον εἰς ἁμαρτίαν ἄγε[ι]. Τοιοῦτοι δὲ καὶ οἱ σοφισταὶ τυγχά- νουσιν, πεδια´̣δι τῇ λέξε[ι] χρώμενοι, δι' ἧς εἰς ἀσέβειαν περιάγουσιν τοὺς ἑαυτῶ[ν ἀ]δελφούς. ιῃ, 9. Καὶ εἶπεν Κύριος ὁ Θεὸς πρὸς Κάιν· [Πο]ῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γιγνώσκω· μ[ὴ] φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ;
And Cain rose up against Abel” also indicates both the attack and the voluntary impulse.
Now these things the account of the history contains; but since we claimed that Cain is a hypocritical character according to the anagogical interpretation, such would also be the case now. The brother of the external visible man is the hidden man in thought; for it is fitting that the earnest man take care of both, reasoning correctly and displaying a fitting adornment in his ways, which the Psalmist also teaches in the first Psalm, saying, “Blessed is the man who did not walk in the counsel of the impious,” and a little later, “who will give his fruit in its season and his leaf will not fall off,” calling fruit the virtuous action from disposition, and leaf the external demeanor, which is manifested in bearing, attire, and the smile of the teeth. When, therefore, the hypocrite pursues these things, but his reasoning happens to be perverted, he slays his brother, having his thought discordant with his external appearance. The plain is for him the contrivance against those who are deceived, into which he enters, and by the deception against them he first leads himself into sin. Such also are the sophists, using the plain of speech, through which they lead their own brothers into impiety. 9. And the Lord God said to Cain, “Where is Abel your brother?” And he said, “I do not know; am I the guardian of my brother?
Ὁ φιλάνθρωπος Θεὸς καὶ τ[οὺ]ς πάντη ἀλλοτριωθέντας αὐτοῦ διὰ πολλὴν ἀγαθότητα πάλιν ἐπισκέπτεται καὶ διὰ τῆς ἐπισκέψεως εἰς αἴσθησιν διεγε̣ίρει, ὅπερ καὶ νῦν ἐπὶ τοῦ Κάιν ποιεῖ, πρῶτον μὲν ἐνιεὶς αὐτῷ τοὺς ἀπὸ τῆς συνειδήσεως λόγους, ἔπειτα καὶ δ[ι]ὰ τοῦ εἰπεῖν Ἄβελ ὁ ἀδελφὸς"6 ὥσπερ βαρύνει αὐτὸν τῇ προσηγορίᾳ τῆς φύσεως καὶ ἄγει εἰς συναίσθησιν τοῦ μιάσμα[το]ς. Μέγεθος παρίσταται τ̣οῦ τολμήματος, ὅτι καὶ ἀπέκτει[ν]εν κ[αὶ] ἀδελφὸν καὶ δίκαιον ἀδελφὸν, ὃν δι' ἐπικουρίαν καὶ [β]οή- θε[ιαν] ὁ Θεὸς πεποίηκεν, ἀνελών. Τοῦτο γὰρ τὸ λόγιόν φησιν· Εἰς πά[ντ]α̣ καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκ[α]ις χρή[σι]μοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται"6. Τὴν γ[ὰ]ρ αἰτί[αν] τῆς τῶν ἀδελφῶν ὑποστά- σεως ταύτην ὁ λόγος ὑπο[σ]ημαίν[ει]. Ἑνωτικὴ γὰρ ὑπάρχουσα ἡ θεία διοίκησις διὰ πάντων τοῦ[το π]οιεῖ. Ἀμέλει καὶ ἐν τῷ νόμῳ ἀρκούσης τῆς ἀδελφικῆς δια- θέ[σ]εω[ς] καὶ τῶν σφόδρα ἐγγὺς εἰς ἕνωσιν, τούτους μὲν οὐ συγχωρεῖ γ[άμ]ῳ συνάπτεσθαι, ἄλλας δὲ παρὰ τὰς ἀδελφὰς καὶ τὰς πλη[σίον] ἐπιτρέ[π]ει, ἵνα διὰ τούτων ἐπισυνάγηται καὶ ἀπὸ ἄλλων σ̣ η καὶ δι[ά]θεσις, ἅπερ ἐπάτησεν Κάιν. Ἰδεῖν γὰρ αὐτοῦ καὶ τ[ὴν ὑ]πόκρισ[ιν ἔ]στιν λέγοντος μετὰ ἀπονοίας· Οὐ γινώσκω· μὴ φύ[λα]ξ τοῦ ἀ[δελφ]οῦ μού εἰμι ἐγώ;"6 Διὰ μὲν γὰρ τοῦ Οὐκ οἶδα"6 τὸ θρασὺ δ[εί]κνυτ[αι, ὅ]τι ᾠήθη Θεὸν λανθάνειν, διὰ δὲ τοῦ Μὴ φύλαξ;"6 τὸ α᾿̣δ̣ι̣άθετον [κα]ὶ ἀνήμερον καὶ διὰ τοῦτο ἀδιανόητον δηλοῦτα[ι· φ]ύλακα γὰρ αὐτὸν τοῦ ἀδελφοῦἔπρεπεν εἶναι. ιῃ, 10–12. Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας;
The philanthropic God, even those who have become completely alienated from him, visits again on account of his great goodness, and through the visitation rouses them to perception, which he also does now in the case of Cain, first instilling in him the words from his conscience, and then also by saying "Abel the brother" as if burdening him with the appellation of nature and leading him to a consciousness of the pollution. The magnitude of the audacity is presented, that he killed both a brother and a righteous brother, whom God had made for assistance and help, having destroyed him. For this saying states: "Let a friend be present for you at every time, but brothers are useful in necessities; for this reason they are born." For this cause of the subsistence of brothers the word indicates. For the divine administration, being unitive, does this through all things. Indeed, also in the law, the fraternal disposition and those very close for union being sufficient, it does not permit these to be joined in marriage, but permits others besides sisters and those near, so that through these, connection and disposition may be gathered also from others, which Cain trampled upon. For it is possible to see his hypocrisy as well, when he says with derangement: "I do not know; am I not the guardian of my brother?" For through the "I do not know" the audacity is shown, that he thought to escape God's notice, and through the "Am I not the guardian?" the intractable and savage and therefore senseless character is revealed; for he ought to have been a guardian of his brother. 18, 10–12. And God said: "What have you done?
Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικα- τάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χει̣ρός σου, ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοί· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ ἀναισχυνοῦντα διδάσκει ὁ φιλάνθρωπος, καὶ οἰόμενον λανθάνειν Θεὸν παιδεύει ὡς [το]ῦτο ἀδύνατον· Φωνή"6 φησιν αἵματος τοῦ ἀδελφοῦ σου [β]οᾷ πρὸς μὲ ἐκ τῆς γῆς"6, μὴ νόμιζε τὸν ἀκοίμητον ὀφ[θα]λμὸν τῆς προνοίας διαπεφευγέναι τὸ μίασμα. Φωνὴ[ν] δὲ αἵματος τὴν φανέρωσιν λέγει ὡς καὶ ἑτέρωθι· Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρα[ς] ὑμῶν ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει"6. Καὶ οὕτω[ς] γ[ὰ]ρ ἐκλημπτέον, δυνατὸν δὲ καὶ τὸ αἷμα ἀντὶ τῆς ψυ[χῆς] ἐνταῦθα εἰρῆσθαι. Λέγοι δ' ἄν τις ὅτι διὰ τοῦτο αἵματος ἐμνήσθη, ὅτι τὸ σῶμα ἔκρυψεν. Ἐκχύ[σεως] δὲ μνημονεύει καὶ ὡς ἡ γῆ ἔχανεν τὸ στόμα α[ὐτῆς] δέξασθ̣αι τὸ αἷμα καὶ ἀδελφοῦ συνεχῶς, ἵνα μεγ[εθύ]νων [τὸ] πραχθὲν καταιδέσῃ τὸν ὠμόθυμον.
The voice of your brother’s blood cries out to me from the ground. And now you are accursed from the ground, which opened its mouth to receive the blood of your brother from your hand, because you till the ground and it will not give you its strength; groaning and trembling you will be upon the ground. And the philanthropic one teaches even the shameless, and instructs one who thinks he escapes the notice of God that this is impossible: “The voice,” he says, “of your brother’s blood cries out to me from the ground”; do not think that the sleepless eye of providence has escaped the pollution. He calls the manifestation “voice of blood,” as also elsewhere: “Behold, the wage of the workers who reaped your fields, the wage withheld from you, cries out.” And thus it must be understood; it is also possible that “blood” is said here instead of “soul.” One might say that he mentioned blood because he hid the body. He also mentions the outpouring, and that the ground opened its mouth to receive the blood, and “brother” repeatedly, in order to magnify the deed and shame the savage-tempered one.
Ἐπ[άγ]ει δὲ αὐτ[ῷ] καὶ ἀρὰς εἰκότως τοσοῦτον ἐργα- σαμένῳ [λ]έγων· Καὶ ν[ῦν] ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ὅτι ἐργᾷ τὴν [γ]ῆν καὶ οὐ πρ[ο]σθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι."6 Πολλάκ[ι]ς γὰρ διὰ τα`̣ς̣ τῶν ἀνθρώπων ἁμαρτίας ἡ τῆς γῆς ἔνδεια συμβαίνει τοὺς καρ̣π̣οὺς οὐκ ἀποδιδούσης κατὰ τὸ
εἰρημένον· "6[Π]ενθήσει ἡ γῆ διὰ τοὺς κατοικοῦντας ἐν̣ αὐτῇ."6 Δέδο[τ]αι γὰρ αὐτῂ ἐπὶ τῷ ἐκφέρειν καρποὺς τοῖς ἀδιάστρο[φ]ον μὲν τηροῦσι τὸν λογισμόν, φιλανθρωπίᾳ δὲ Θεοῦ κ[αὶ] τοῖς σφαλλομένοις παρέχει τὰ ἀναγκαῖα, προστάγματι πάλιν αὐτοῦ τῶν ἀπ' αὐτῆς ἐκλειπόν[των] καρπῶν, ἵν' ἐπιστροφὴ γένηται. Εἴη δὲ πρὸς ἀναγωγήν, ἑπομένων ἡμῶν τοῖς πρώτοις, αἰτιώμενος τὸν ὑποκριτὴν ὁ Θεός, ὅτι τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς διαστρέφει, ἀδελφὸν οὖσαν τοῦ ἔξω ἀνθρώπου, ὡς εἴρηται. Διὸ καὶ ἐπικατάρατος ἔσται, μηκέτι παρέχουσα καρπούς, ἀλλὰ τὴν ἐντρέχειαν ἐπὶ χρησίμῳ παραπολλύουσα, ἵν' ἐκ τούτου εἰς τὴν τῆς ἀρετῆς ἀρχὴν καταβάληται· [χρ]ήσιμον γὰρ καὶ τὸ διαστραφῆναι πονηρίαν, τῶν ἀπ' αὐτῆ[ς ]τελῶν μὴ ἐπιτυγχανομένων, ἵνα κόπος ἐγγενόμε[νος] ἔρωτα τῆς ἀρετῆς ἐμποιήσῃ κατὰ τὸ εἰρημένον· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται"6. Στένων"6 δὲ κα[ὶ] τρ[έ]μων ἐπὶ τῆς γῆς"6 ἔσται, οὕτω κρινόμενος, ἀεὶ ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος. ιῃ, 13–14. [Καὶ] εἶπεν Κάιν πρὸς Κύριον τὸν Θεόν· Μείζων ἡ α[ἰ]τία μου τοῦ ἀφεθῆναί με· εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι·
He then fittingly pronounces curses upon him, who has wrought such evil, saying: "And now you are accursed from the ground, because you till the ground and it will not add its strength to give to you." For often, on account of the sins of men, the ground's deficiency occurs, as it does not yield its fruits according to what is said: "The ground will mourn because of those dwelling in it." For it has been granted to it to bring forth fruits for those who keep their reasoning uncorrupted, and by God's philanthropy it provides necessities even to those who err, yet again by his command the fruits from it fail, so that a turning back may occur. But for an anagogical interpretation, following the first points, God accuses the hypocrite because he perverts the vital power of the soul, which is the brother of the external man, as has been said. Therefore he will be accursed, as it no longer provides fruits but wastes its resourcefulness on what is useless, so that from this he may be cast down into the beginning of virtue; for it is useful even for wickedness to be perverted, when its ends are not achieved from it, so that toil arising may instill a desire for virtue according to what is said: "Egypt labored, and the trade of the Ethiopians and the Sabaeans, tall men, will cross over to you." Groaning and trembling on the ground he will be, thus judged, always reproached by his conscience. 13–14. And Cain said to the Lord God: "My guilt is greater than that I should be forgiven; if you cast me out today from the face of the ground, I will be hidden from your face.
καὶ ἔ[σομαι σ]τένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκ[ων] με ἀποκτενεῖ με· Ἔγκειται καὶ τοῖς ἀλλοτριοῦσιν ἑ[α]υτοὺς το[ῦ] Θεοῦ λόγος, καθ' ὃν περὶ Θεοῦ αὐτοῦ ὡς φιλανθρώπου καὶ ἀγαθοῦ [ἀν]αλαμβάνουσιν· καὶ οὐχ οἷόν τε ἐκκεκόφθαι ταύτην ἀγ̣αθ̣[ὴ]ν τὴν ἔννοιαν, κἂν διὰ βάθος κακίας δυσαρεστῶνται π[ο]λλάκις. Αὐτίκα γοῦν εἰς ἀνάγκην περιστάντες οἱ πάν[τως] Θεοῦ ἀμνήμονες ἐπὶ λιτὰς καὶ ἱκεσίας καταφεύγ[ου]σιν, ὅπερ καὶ ἐπὶ τοῦ Κάιν θεωρεῖται. Ὡς γὰρ ἐπιλήσμων [Θεοῦ] ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὁρμήσας καὶ μετὰ θράσους [ὑ]ποκρινάμενος αὐτῷ ἐρωτή- σαντι· Ποῦ Ἄβελ ὁ ἀδελφός σου;"6, ἅτε δὲ μήπω πλείστης ἐν ἀνθρώποις διαστροφῆς ὑπαρχούσης, γνοὺς ἐκ τῶν τοῦ Θεοῦ λόγων, ὧν διὰ τοῦ ἐλέγχου ἔμαθεν τῶν ἐν τῷ συνειδότι γεγενημένων, ὡς ἀναπόδραστός ἐστιν ὁ τοῦ Θεοῦ ὀφθαλμός, δέεται αὐτοῦ μὴ εἰς παντὴ ἀλλοτρίω- σιν αὐτοῦ τοῦτον περιστῆσαι, ἐξ οὗ στένειν τε καὶ τρέμειν συμβήσεται καὶ ὑπὸ παντὸς τοῦ εὑρίσκοντος αὐτὸν προσ- δοκᾶν ἀναίρεσιν. Ὁ γὰρ πεπεισμένος ὡς ἡ σκεπαστικὴ δύναμις τοῦ Θεοῦ ἀπ' αὐτοῦ ἀπέστη πάντα τὰ ἄλλα φοβερὰ λογίζεται κ̣αὶ ἐπ' οὐδενὶ τῶν ὑφ' ἑαυτοῦ πραττο- μένων θαρρεῖ. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται εἰς τὴν ὅλην περίνοιαν τῆς τοῦ Κάιν ἀποκρίσεως· ἴδωμεν δὲ καὶ τὴν ὑποσυγκεχυ- μένην αὐτοῦ ἀπόκρισιν, ἅτε φαύλου καὶ οὐ μετέχοντος θεία[ς] χάριτος. Μείζων"6 φησίν ἐστιν ἡ αἰτία μου τοῦ ἀφεθῆναί με"6, ὅπερ εἴη δηλοῦν κατὰ πρώτην διάνοιαν ὅτι μεῖζον ἔσται μου τὸ κ[ακό]ν, μὴ ἐπεξερχομένου σου, ὠ῀̣ Θεέ, τῇ κατ' ἐμο[ῦ ἀ]δικίᾳ·
And I will be groaning and trembling upon the earth, and it will be that everyone who finds me will kill me. There is also present for those who alienate themselves from God a word according to which they conceive of God himself as philanthropic and good; and it is not possible for this good notion to be cut off, even if they are often displeased on account of the depth of wickedness. For instance, when they fall into necessity, those who are altogether forgetful of God take refuge in prayers and supplications, which is also observed in the case of Cain. For, as one forgetful of God, having rushed to the murder of his brother and with boldness having pretended to him when he asked, "Where is Abel, your brother?"—since at that time there was not yet much perversion among men—having learned from the words of God, which he learned through the reproach of what had occurred in his conscience, that the eye of God is inescapable, he beseeches him not to reduce him to total alienation from him, from which it will result that he groans and trembles and expects to be killed by everyone who finds him. For he who is persuaded that the protective power of God has departed from him considers everything else fearful and has confidence in nothing that he does. And these things have been said by us concerning the whole meaning of Cain's response; but let us also examine his response, which is somewhat confused, since he is base and does not partake of divine grace. "Greater," he says, "is my cause for being let go," which would seem to indicate, according to its first meaning, that my evil will be greater if you, O God, do not proceed against the injustice done to me.
ἔτι γὰρ ὑπὸ κηδεμονίαν ὑπάρχοντός ἐστ[ι τ]ὸ μὴ ἀπ̣αγορεύεσθαι. Τοῦτ' αὐτὸ ἐν τῷ προφήτῃ ἐπὶ τῶν ἀξίων καταφρονήσεως καὶ εἰς ἀδόκιμον νοῦν παραδοθέντων λέγεται πρὸς τοῦ Θεοῦ· Οὐ μὴ ἐπισκήψομαι ἐπὶ τὰς θυγατέρας αὐτῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν, ὅταν μοιχεύωσιν. Ὅτε μὲν γὰρ ἁμαρτάνοντας ἐπιστρέψαι οἵους τε ὄντας πα̣ιδευ῀̣σαι βούλεται, φησίν· Ἐπισκέψομαι ε᾿̣ν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν."6 Ὅ τι δε`̣ νῦν φησιν, τοῦτ' ἔστιν ὅτι μείζων μου ἡ μέμψις ἔσται, σοῦ, Κύριε, μὴ ἐπεξίοντος, ὡς εἴρηται· ὡς δὲ ἐσφαλμένος καὶ διαστροφὴν παθὼν οἴεται ὅτι τῆς γῆς ἐκβεβλημένος καὶ τοῦ προσώπου τοῦ Θεοῦ ἐκβληθήσεται. Κατὰ δὲ ἑτέραν διάνοιαν εἴη ἂν λέγων ταῦτα, ὅτι μεῖζόν μοι ἔσται κακόν, εἰ παραμένοιμι ἐν τῇ γῇ, σοῦ, ὦ Θεέ, μὴ ἀπολλύοντός με εἰς ἀνυπαρξίαν· εἰ γὰρ ἐκβάλλοις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι μηκέτι ὑπάρχων, ὅπερ εὐκτὸν αὐτῷ ὑπῆρχεν, ἐπειδὴ δὲ οὐκ ἐκβάλλεις με ἀπὸ τῆς γῆς–τοῦτο γὰρ προσυ- πακούειν δεῖ–, ἔσομαι στένων ἐν αὐτῇ καὶ τρέμων,
For it is still under care that one is not forbidden. This same thing is said by God in the prophet concerning those worthy of contempt and delivered over to a reprobate mind: "I will not take heed of their daughters when they fornicate, nor of their daughters-in-law when they commit adultery." For when he wishes to turn back those who are sinning and to discipline them as they are, he says: "I will visit with a rod their lawless acts and with scourges their sins, and I will not withhold my mercy from them." But what he now says is this: that my reproach will be greater, O Lord, if you do not proceed against me, as has been said; and as one who is mistaken and has suffered perversion, he thinks that he will be cast out of the earth and cast out from the face of God. But according to another understanding, he might be saying these things because it will be a greater evil for me if I remain on the earth, O God, while you do not destroy me into non-existence; for if you cast me out of the earth, I will also be hidden from your face, no longer existing, which would have been desirable for him; but since you do not cast me out of the earth—for this must be understood as implied—I will be groaning in it and trembling.
παν[τ]ο`̣ς τοῦ εὑρίσκοντός με ἀποκτενοῦντος. Ὅτι δὲ οἱ πολλοί, ἐ[πειδὰ]ν γιγνώσκωσιν ἑαυτοῖς ἀμετρίαν σφαλμάτων, ἔχον[τές] πως ἔννοιαν ὡς μετελεύσεται αὐτὸς ὁ Θεός, αἱρετὸν [ἡγ]οῦνται τὸ μὴ εἶναι, ἀναισθησίαν παθῶν τοῦ ὑπάρχειν προτιμῶντες, εἴη ἂν σαφὲς ἐκ τοῦ εἰρημ[ένου] ὑπὸ τοῦ προφήτου περὶ τῶν προδότων Ἰησοῦ· Θελήσουσ[ιν ε]ἰ ἐγενήθησαν πυρίκαυστοι."6 Καὶ ἑτέρως δ' ἂν ἐπιβάλοι λέγον[τ]ος αὐτοῦ· Εἰ ἐκβάλλεις με"6, σήμερον"6 δ' αἰτοῦντος τόπον μετανοίας ἵν' ὑπερτεθῇ τὸ νῦν, σήμερον"6 εἰρημένον. Ἐβούλετο δὲ καὶ τέλει τῷ καλουμένῳ ἰδίῳ"6 πρὸς τοῦ Θεοῦ περιπεσεῖν, ἵνα μὴ παντὶ τῷ εὑρίσκοντι εἰς ἀναίρεσιν ὑποκείμενος ᾖ. Ἐρωτήσειεν ἂν τίνα δήποτε ἐδεδίει ὁ Κάιν εὑρήσοντα αὐτὸν καὶ ἀποκτενοῦντα, μηδενὸς ὅλως πλὴν αὐτοῦ καὶ τῶν τοκέων ὑπάρχοντος· π[ρὸ]ς ὃν εἴποι τις ὅτι πρῶτον μὲν ἔννοιαν ἔχων ὡς διαδοχῆς ἐσομένης ἀνθρώπων, ἐφοβεῖτο μὴ ὡς τοσοῦτον μίασμα ἐργασάμενος ὑπὸ τῶν ἐσομένων ἀναιρεθῇ ὡς βδελυκτὸς, τοῦ τοσούτου ἄγους ε᾿̣πὶ καὶ τῶν γεννησομένων διαβαίνοντος, ἔπειτα δέ, εἰ καὶ μὴ τοῦτο, θείας δυνάμεις ἐτόπαζεν ἐκδίκους ἔσεσθαι τῆς ἀνοσιουργίας, ἃς εἰκὸς αὐτὸν καὶ ἑορακέναι μήπω τῆς κακίας κεχυμένης. Τὰ δὲ πρὸς ἀναγωγήν #561 ιῃ, 15. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάιν τοῦ μὴ ἀνελεῖν αὐτὸν παντὰ τὸν εὑρίσκοντα αὐτόν. Ἐπὶ μείζονα κόλασιν ἢ κατὰ τὴν ὑπόνοιαν τοῦ Κάιν τὴν ὅτι πᾶς ὁ εὑρίσκων αὐτὸν ἀποκτενεῖ αὐτὸν φυλάττων, τὸν τοῦ ἰδίου ἀδελφοῦ φονέα γεγενημένον, φησὶν ὁ Θεός·
of everyone who finds me will kill me. That the majority, when they recognize in themselves an excess of faults, having somehow the notion that God himself will pursue them, consider it preferable not to exist, valuing insensibility to sufferings over existence, would be clear from what is said by the prophet concerning the betrayers of Jesus: "They will wish that they had been burnt to ashes." And otherwise one might apply his saying: "If you cast me out," and "today" he asks for a place of repentance so that the present moment may be deferred, "today" being said. He also wished to fall into what is called the "proper" end from God, so that he might not be subject to being killed by everyone who finds him. One might ask whom exactly Cain feared would find and kill him, since no one at all existed except himself and his parents; to which one might say that first, having the notion that there would be a succession of humans, he feared that, having committed such a great pollution, he might be killed by those to come as an abomination, the great defilement extending even to those yet to be born; and then, even if not this, he supposed that divine powers would be avengers of the impious deed, which he likely had seen before evil had spread. The anagogical interpretation: #561 18, 15. And the Lord God said to him: Not so; everyone who kills Cain will release seven avengers. And the Lord God set a sign for Cain that not everyone who finds him would kill him. Guarding him for a greater punishment than Cain's supposition that everyone who finds him will kill him, God speaks, he who has become the murderer of his own brother.
Οὐχ οὕτως"6· ἔστιν οὐχ αὕτη σο[υ] ἁρμόνιος ἡ δίκη τοῦ πλημμελήματος τὸ ὑπὸ ὁτουοῦν ἀναιρεθῆναι. Οὗτος γὰρ ἑπτὰ ἐκδικούμενα παραλύσειε, ὅπερ δηλοῖ τὴν τελείαν τιμωρίαν. Πολλάκις γὰρ ὁ ἑπτὰ ἀριθμὸς ἐν τῇ γραφῇ ἀντὶ τελειότητος παρείλημπται· τοῦτο δηλοῦται ὑπὸ τοῦ [λε]γομένου· Ἑπτὰ ὀφθαλμοί εἰσιν ἐπιβλέποντες ἐπὶ π[ᾶ]σαν τὴν γῆν"6· οὐ γὰρ δὴ σῶμά ἐστιν ὁ Θεός, ἵνα καὶ ὑπὸ τὸν ἑπτὰ ἀριθμὸν οἱ ὀφθαλμοὶ αὐτοῦ τυγχά- νωσιν, ἀλλὰ δῆλον ὡς τὴ[ν ἐ]ποπτικὴν αὐτοῦ δύναμιν πληρεστάτην καὶ μεγ[άλη]ν εἶναι διδάσκει. Ἄλλοι δὲ εἶπον ὅτι, ὥσπερ ὁ τοῦ [Σ]ωτῆρος ἄνθρωπος ἔσχεν ἑπτὰ πνεύματα ἐπαναπαυσόμενα, "6[π]νεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ"6, οὕτως ἕκαστος ἄνθρωπος, πρὸ τῆς ἁμαρτίας ἀνὴρ τέλειος ὤν, εἰς ὃν καὶ καταντῆσαι ἡμᾶς ὁ ἀπόστολος διδάσκων φησίν· ἄχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ"6, ἔχων ταῦτα ἐπαναπαυσόμενα, εἰ ἁμαρτήσοι, παραλύσει αὐτά, περὶ ὧν ἐκδίκησις γενέσθαι ὤφειλεν πληρεστάτη καὶ κατάλ- ληλος. Σημειωτέον δὲ ὅτι τὸ πᾶς ὁ ἀποκτείνας Κάιν"6 ἢ ἀντὶ κλητικῆς εἴρηται, ἀντὶ τοῦ ὦ Κάιν, πᾶς ὁ ἀποκτείνας"3, ἢ ἄλλοις περὶ αὐτοῦ, ἵν' ᾖ πᾶς ὁ τὸν Κάιν ἀποκτείνας"3, οὓς δυνάμεις τινάς τις ὁ λέγων οὐκ ἂν ἁμάρτοι. Ταῖς δ' αὐταῖς ταύταις σημεῖον"6 δέδωκεν τοῦ μὴ ἀνελεῖν αὐτόν"6, ὅπερ ἂν εἴη αὐτοῦ τοῦ Θεοῦ τὸ πρόσταγμα· οὐ γάρ τι τῶν τοιούτων κριμάτων χωρὶς συγχωρήσεως γίνεται.
It is not so; this is not your fitting penalty for the offense, to be killed by anyone. For this would destroy the seven avengers, which signifies the perfect punishment. For often the number seven in Scripture is taken for perfection; this is made clear by the saying: "There are seven eyes looking upon the whole earth." For God is not a body, so that his eyes would be under the number seven, but it is evident that it teaches that his overseeing power is most complete and great. Others have said that, just as the human nature of the Savior had seven spirits resting upon it—"spirit of wisdom and understanding, spirit of counsel and might, spirit of knowledge and piety, spirit of fear of God"—so each human, before sin being a perfect man, to which the apostle teaches we should attain, saying: "until we all attain to the perfect man, to the measure of the stature of the fullness of Christ," having these resting upon him, if he should sin, he will destroy them, concerning which vengeance ought to occur most fully and appropriately. It should be noted that the phrase "everyone who kills Cain" is either spoken in the vocative, meaning "O Cain, everyone who kills," or spoken by others about him, so that it means "everyone who kills Cain," which one speaking would not err in taking as referring to certain powers. And to these same ones he gave a sign not to kill him, which would be the command of God himself; for none of such judgments occur without permission.
*** –ηυιτ λιγνες εν βλανξ– Σημεῖον ἔθετο τὴν μετὰ τὰ πταίσματα ῥο[πὴν τ]ῆς μετανοίας, καθ' ἣν οὐκ εὐχείρωτος ἔσται πρ[ὸς ἀν]αίρεσιν. Μέγα μὲν γὰρ ἀγαθὸν τὸ μὴ πταῖσαι· τὸ δὲ μ[ε]τὰ τὰ πταίσματα ἐν μεταγνώσει γενέσθαι δεύτερος ἂ[ν] εἴη λιμήν, ὅπερ οἰκονομῶν ὁ Θεὸς διὰ διδασκαλίας διεγείρει πρὸς τὸ μὴ ὑποπεσεῖν τῷ ἀπατεῶνι. Τοιαύτην τὴν διάνοιαν ὑποβάλλει τὸ ἐν ψαλμοῖς λεγόμενον· Ἐσημειώθη ἐφ' προσώπου φῶς τὸν Υἱὸν ἢ τὰς ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε"6, ὅπερ θείας ἔννοιας λέγων οἰκείως ἐρεῖς. Οὕτω γὰρ ἂν καὶ τὸ φυγεῖν ἀπὸ προσώπου τόξου γενήσεται, τοῦ προσώπου τοῦ Θεοῦ ἐν ἡμῖν, ὡς εἴρηται, ὑπάρχοντος· καὶ τὸ ἑξῆς δὲ ἐπιφερόμενον βεβαιοῖ· Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου"6. Φιλανθρωπίᾳ
οὖν καὶ ἀγαθότητι ὁ Θεὸς καὶ τοῖς μεγάλα σφαλλομένοις τόπον μετανοίας δίδωσιν, ἵνα πάλιν ἀνάλημψις τῆς ἀρετῆς γένηται.
ιῃ, 16. Ἐξῆλθεν οὖν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ. Τὸ ἐξελθεῖν τὸν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ οὐ τοπικῶς ἐκλαμβάνοντές φαμεν ὅτι πᾶς ἁμαρτάνων ἔξω Θεοῦ γίνεται, ἐπεὶ καὶ τὸ εἰσελθεῖν πρὸς τὸν Θεὸν οὕτω νοοῦμεν, λέγοντος τοῦ ψαλμοῦ· Εἰ[σ]έλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει"6· εἰσέρχεται δέ τις ἐνώπιον Θεοῦ τὰ ἔξω πάντα καταλιπών, ἁμαρτήματά τε καὶ τὰ αἰσθητὰ πράγματα, καὶ ἄλλος τοῦ κόσμου γινόμενος, ἵν' οὕτως τῆς περὶ Θεοῦ γνώσεως μέτοχος γένηται. Λέγεται οὖν ἐνταῦθα· Ἐξῆλθεν Κάιν ἀπ̣[ὸ] προσώ- που Θεοῦ"6, καὶ οὐ λέγομεν ὅτι τόπος τίς ἐστιν, ἐν ᾧ ὁ Θεὸς ὑπάρχει, ἐν ᾧ Κάιν ὑπάρχων ἐξῆλθεν·
He set a sign as the turning of repentance after transgressions, according to which he will not be easily seized for destruction. For not to stumble is a great good; but to come to regret after stumbles would be a second harbor, which God, managing through teaching, rouses so as not to fall to the deceiver. Such an understanding is suggested by what is said in the Psalms: "A light was marked upon the face, the Son or us, the light of your face, Lord," which, speaking of divine concepts, you will fittingly express. For thus also the flight from the face of the bow will occur, the face of God being in us, as has been said; and what follows also confirms: "So that your beloved may be rescued." With philanthropy and goodness, then, God gives a place of repentance even to those who err greatly, so that a recovery of virtue may occur again.
18, 16. So Cain went out from the face of God and dwelt in the land of Naïn opposite Eden. We, not taking the going out of Cain from the face of God locally, say that every sinner becomes outside of God, since we also understand entering toward God in this way, as the Psalm says: "Enter before him in exultation." One enters before God by leaving behind all external things, both sins and perceptible matters, and becoming another person of the world, so as thus to partake of knowledge about God. So it is said here: "Cain went out from the face of God," and we do not say that there is some place in which God exists, from which Cain, being in it, went out.
ἀπερίγραφ[ος] γὰρ ὁ Θεὸς καὶ τόποις οὐχ ὑποκείμενος, εἰ καὶ ναὸς ὕστερον γέγο[νεν], συμβολικῆς λατρείας ὑπάρχων διδα- σκαλία. Ἐξῆλθεν οὖ[ν] Κάιν, ἀνάξιον ἑαυτὸν καταστήσας τοῦ προσώπου τοῦ Θεοῦ, ἀνεννόητος λοιπὸν αὐτοῦ γεγενημένος. Περὶ τῶν τοιούτων εἴρηται· Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ"6, καὶ περὶ τῶν υἱῶν Ἠλὶ λέγεται· Υἱοὶ Ἠλὶ οὐκ εἰδότες τὸν Κύριον"6· καὶ γὰρ εἰ προσεκαρ- τέρουν τῷ ναῷ, ἀλλὰ τῇ διαθέσει καὶ τοῖς ἔργοις ἔξω ἐτύγχανον αὐτοῦ. Ὅτι δὲ Κάιν οὕτως ἐξῆλθεν, τὸ ἐπιφερόμενον παρί- στησιν· Καὶ ᾤκησεν"6 γάρ φησιν ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ"6 Σάλος"3 γὰρ ἡ Ναῒν ἑρμηνεύεται· ποῦ γὰρ ἔδει τὸν ἀποστάντα τῆς εἰρηνικῆς ἀρετῆς οἰκεῖν ἢ ἐν τῇ σάλῳ"3, ἀστάτῳ πράγματι καὶ ἀβεβαίῳ, ὅπερ ἐστὶν ἡ κακία; Εὖ δὲ καὶ τὸ κατέναντι· ἐναντία γὰρ τῇ ἀρετῇ ἡ κακία. Μεμνήμεθα τοίνυν ὡς, ὅτε διελαμβάνομεν περὶ τῆς ἐκβολῆς τοῦ Ἀδάμ, ἐσημειωσάμεθα ὅτι ἐκβέβληκεν αὐτὸν οὐκ ἀφ' ἑαυτοῦ ἐξελθόντα, ἀλλὰ ἔτι ἔχοντα ἔναυσμα πόθου τῆς διατριβῆς τοῦ παραδείσου τῆς τρυφῆς· διὸ καὶ κατέναντι τούτων αὐτὸν κατῴκισεν, οἷον αὐτὸς καὶ τὴν οἴκησιν οἰκονομήσας. Τοῖς γὰρ μὴ μεγάλα ἁμαρτάνουσιν, ἐπεὶ οὐ πόρρω ἡ ἀρετὴ ἐνυπάρχει, δίδοταί τις πρόφασις ταχεῖαν τὴν ὑποστροφὴν ὑποδεικνύουσα, πρὸς Θεοῦ διδο- μένη, ὅπερ ἐπὶ τοῦ Κάιν οὐκ εἴρηται. Οὔτε γὰρ κατῴκισται οὐδὲ ἐκβέβληται, προθύμῳ πόθῳ πρὸς τὸ κακὸν ἀπολι- σθήσας· διόπερ καὶ σάλον"3 οἰκεῖ, ἀδιαστάτως ταρατ- τόμενος, ἐπεὶ [τ]οῦτο ἐπόθησεν, τοῦ ἐναρέτου βεβαίου ὑπάρχοντος, διὰ [τὸ στ]άσιν ἔχειν ἰσχυράν, ὡς καὶ μετὰ Θεοῦ στῆναι δύνασθαι [κα]τὰ τὸ εἰρημένον·
For God is without boundaries and not subject to places, even though a temple later came to be, serving as instruction in symbolic worship. So Cain went out, having rendered himself unworthy of the face of God, having become thereafter unmindful of him. Concerning such persons it is said: "God is not before him," and concerning the sons of Eli it is said: "The sons of Eli did not know the Lord"; for even if they remained in the temple, yet in disposition and deeds they were outside of it. That Cain went out in this way, the following shows: "And he dwelt," it says, "in the land of Nod, opposite Eden." For Nod is interpreted as "tumult"; for where should the one who has departed from the virtue of peace dwell except in tumult, an unstable and unsteady thing, which is vice? And "opposite" is well said, for vice is opposite to virtue. We recall, then, that when we were discussing the expulsion of Adam, we noted that he was expelled not by going out of his own accord, but still retaining a spark of desire for the abode of the paradise of delight; therefore he was settled opposite these things, as it were, with God himself arranging the dwelling. For those who do not sin greatly, since virtue is not far off, some occasion is given that indicates a swift return, granted by God, which is not said of Cain. For he was neither settled nor expelled, having slipped eagerly toward evil with willing desire; wherefore he also dwells in tumult, being incessantly disturbed, since he desired this, while the virtuous is steadfast, because it has a firm stability, so as to be able to stand even with God, according to what is said.
Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ"6, καὶ ὑπὸ τοῦ [Σ]ωτῆρος περὶ τῶν θανάτου μὴ γευομένων· Εἰσί τινες τῶν ὧδε ἑστηκότων"6, οἵτινες ἦσαν οἱ γνώριμοι αὐτοῦ. Ἀ[λ]λὰ καὶ Παῦλος προτρέπων μὴ περιφέρεσθαι παντὶ ἀνα[ξί]ῳ διδασκαλίας γράφει· Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε"6· καὶ ὁ ψαλμῳδὸς δὲ εὐχαριστητικῶς φησιν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου"6· περὶ δὲ τῶν φαύλων ὡς ἀεὶ ἐπιτριβομένων ἐν κακοῖς εἴρηται· Οὐ μὴ στῇ"6 ὁ σάλος τῶν ποδῶν αὐτῶν. Μέγα γὰρ ἁμάρτημα ἀεὶ ἐν τῷ κακῷ κινεῖσθαι, ὅπερ μὴ βουλόμενος ἐν τῇ Σιὼν εἶναί φησιν ὁ λόγος· Στῆσον σεαυτὴν Σιών"6· ὅπερ ἔχων ὁ μακάριος Δαυίδ, ἵνα μὴ αὐτοῦ ἐκπέσῃ, ἔψαλλεν· Καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με"6, ὅ ἐστιν· πράξεις ἁμαρτωλοῦ, τοῦ διαβόλου, μὴ ἀποστήσῃ με ἀπὸ ἀρετῆς. ιῃ, 17. Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἑνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἑνώχ. Ζητοῦσί τινες πόθεν ἔσχεν γυναῖκα ὁ Κάιν, οὐκ ὄντων ἄλλων ἢ τοῦ Ἀδὰμ καὶ τῆς Εὕας, ἐξ οὗ οἱ κακοῦργοι ἀδελφογαμίαν εἰσάγουσιν. Ἔδει δ' αὐτοὺς ἐννοεῖν ὡς οὐκ ἐκ τούτου ἀδελφογαμία εἰσάγεται. Εἰ μὲν γάρ, ἀλλῶν οὐσῶν, ἐκέχρητο τῇ ἀδελφῇ, πιθανὸς ἦν ὁ λόγος· εἰ δέ, μηδένος ὑπάρχοντος, πρὸς σύστασιν τῆς διαδοχῆς τοῦτο γέγονεν, ποῦ χώραν ἔχει ἀδελφογαμία, οὐχ οἵου τε ὄντος ἑτέρωθεν δέξασθαι πρὸς συζυγίαν; Φέρεται καὶ λόγος παρὰ τοῖς Στωϊκοῖς ζητούμενος ὡς, εἰ συμβαίη ἐκπύρωσιν γενέσθαι τοῦ
But you stand here with me," and by the Savior concerning those who do not taste death: "There are some of those standing here," who were his acquaintances. And Paul, exhorting not to be carried about by every unworthy teaching, writes: "Stand therefore and do not again be subject to the yoke of slavery." And the psalmist, in thanksgiving, says: "You have set my feet upon a rock." Concerning the wicked, as always being worn down in evils, it is said: "The tossing of their feet will not cease." For it is a great sin always to be in motion in evil, which the Word, not wishing to be in Zion, says: "Set yourself, Zion." Having this, the blessed David, lest he fall from it, sang: "And let the hand of sinners not shake me," which is: may the deeds of the sinner, the devil, not separate me from virtue. 13, 17. And Cain knew his wife, and she conceived and bore Enoch. And he was building a city, and he named the city after the name of his son Enoch. Some inquire whence Cain had a wife, there being no others than Adam and Eve, from which the wicked introduce sibling marriage. But they ought to consider that sibling marriage is not introduced from this. For if, there being others, he had used his sister, the argument would be plausible; but if, no one else existing, this happened for the continuation of the succession, where does sibling marriage have a place, since it was not possible to receive from elsewhere for union? A certain argument is also brought forward, investigated among the Stoics, that if a conflagration of the
κόσμου καὶ ὑπὲρ τοῦ ζώπυρον παραμεῖναι τὸ τοῦ ἀνθρωπείου γένους μο´̣νος σοφὸς μείνοι μετὰ θυγατρὸς ἐπιστάμενος ὅτι διακοσμηθήσεται πάλιν κόσμος, δι' ὃ καὶ χρεία διαδοχῆς, εἰ καθηκόντως χρήσηται τῇ θυγατρί· καὶ φαίνεται αὐτοῖς ὁ λόγος οὐκ ἀνοίκειος τῷ μὴ εἶναι ἄλλην. Τοῦτο φαίνεται καὶ περὶ τῶν θυγατέρων τοῦ Λὼτ γεγενημένον, ὃ οἱ φιλαίτιοι μὲν αἰτιάσονται, τῶν δὲ συνετῶν οὐδείς. Μὴ γὰρ οἰόμεναι ἄλλον ἄνδρα εἶναι διὰ τὴν γεγενημένην καῦσιν τῶν πόλεων ἐκείνων, ἀλλὰ καὶ προσλαβοῦσαι ὡς κόραι ὅτι πᾶσα ἡ γῆ τοιαῦτα ὑπέστη ἐμπρησθεῖσα, λέγουσι γοῦν· Ἰδοὺ ὁ πατὴρ ἡμῶν γεγήρακεν καὶ οὐκ ἔστιν ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, καθὼς καθήκει πάσῃ τῇ γῇ, δεῦτε καὶ ποτίσωμεν τὸν πατέρα ἑαυτῶν οἶνον"6· καὶ ὅτι οὐκ ἐμπαθῶς τοῦτο πεποιήκασιν, ἀλλὰ ζώπυρον ὑπολιποῦσαι, συνελθοῦσα ἡ μία προετρέψατο καὶ τὴν ἄλλην τοῦτο ποιῆσαι, ὅπερ οὐκ ἂν ἐποίει ταχέως, εἰ πάθει ἐδούλευεν, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ὡς ἡ πρώτη ᾠκονόμησεν καὶ ἡ δευτέρα πεποίηκεν διαδοχῆς ἕνεκεν πλείονος. Οὐκ ἐγκλητέος οὖν ἐν αὐτοῖς ὁ Κάιν, εἰ καὶ ἐν πολλοῖς διεσφαλῇ. Σημειωτέον ὡς οὐκ εἶπεν· Ἔγνω Κάιν τὴν ἀδελφήν, ἀλλὰ τὴν γυναῖκα αὐτοῦ· αὕτη γὰρ ἡ προσηγορία τῆς διαδοχῆς οἰκεία. Ζητήσειεν ἄν τις πῶς, πέντε που ὀνομασθέντων ἀνθρώπων, τῶν γονέων τοῦ Κάιν καὶ αὐτοῦ καὶ τῆς γυτοῦτο ναικός, πόλιν οἰκοδομεῖν λέγεται, πρᾶγμα πολυπληθείας δεομένου· ὁ δὲ ζητῶν καὶ τὴν αἰτίαν ἀπαιτήσει διὰ τί πόλιν ἐποίουν, ἑνὸς ἄντρου ἢ καὶ οἰκηματίου σφόδρα μίκρου ἀρκοῦντος πρὸς οἴκησιν· πρὸς ἃ *** –λε ρεστε δε λα παγε εν βλανξ ιῃ, 18.
world and for the sake of preserving the spark of the human race, the only wise man remained with his daughter, knowing that the world would be ordered again, for which reason there was also need of succession, if he used his daughter appropriately; and the argument appears not unsuitable to them, since there was no other woman. This also appears to have happened concerning the daughters of Lot, which the fault-finding will blame, but none of the prudent will. For not thinking that there was another man because of the burning of those cities that had occurred, but also taking up as maidens that the whole earth had undergone such conflagration, they say at least: "Behold, our father has grown old and there is no one who will come to us, as is fitting for the whole earth; come, let us give our father wine to drink." And that they did this not passionately, but leaving behind a spark, the one who came together first also urged the other to do this, which she would not have done quickly if she were enslaved to passion, but in the same manner as the first arranged, so the second acted for the sake of greater succession. Cain is not to be blamed in this, even if he erred in many things. It should be noted that it did not say: "Cain knew his sister," but "his wife"; for this is the appellation proper to succession. One might inquire how, when perhaps five people are named—the parents of Cain, himself, and his wife—he is said to build a city, a matter requiring a multitude; and the one inquiring will also demand the reason why they built a city, when a single cave or even a very small dwelling would suffice for habitation; to which—[remainder of page blank in the source, 18].
Ἐγεννήθη δὲ τῷ Ἑνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησεν τὸν Μαουιά, καὶ Μαουιὰ ἐγέννησεν τὸν Μαθου- σαήλ, καὶ Μαθουσαὴλ ἐγέννησεν τὸν Λάμεχ. Τὴν γενεὰν τοῦ Κάιν διηγεῖται, ἥτις ἕως ἑβδόμης γενεᾶς φθάσασα τοῦ κατακλυσμοῦ ἐπιγενομένου ἀπώλετο· ἡ δὲ ἀπὸ τοῦ Ἀδὰμ διαδοχὴ ἀπὸ Σήθ, οὗ ἀνέστησεν ὁ Θεὸς, καταγομένη εἰς ἔτι νῦν φυλάττεται· ἀπὸ γὰρ αὐτῆς ἦν ὁ τοῦ Νῶε οἶκος καὶ οἱ διασωθέντες μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Εἰ δέ τις καὶ ἀναγαγεῖν ταῦτα βούλεται, ἀπὸ τῆς ἑρμηνείας τῶν ὀνομάτων δεχόμενος τῆς ἀναγωγῆς τὴν ἀρχὴν μετὰ τοῦ μὴ ψυχρολογεῖν τοῦτο ποιείτω. Εἴρηται δὲ καὶ Φίλωνι εἰς ταῦτα, ἅπερ ὁ φιλόκαλος ἐπισκεψάμενος τὴν δεοῦσαν δεχέσθω ὠφέλειαν. ιῃ, 19–22. Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μι[ᾷ] Ἀδὰδ καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰδ τὸν Ἰωβέλ· [ο]ὑ῀̣τος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. Τὸ παλαιὸν οὐκ ἐδοκεῖ παράνομον εἶναι οὐδὲ τοῖς σπουδαίοις δύο γυναῖκας ἔχειν· τῆς διαδοχῆς γὰρ καὶ τοῦ πλήθους τῶν ἀνθρώπων καιρὸς ἦν. Ὁ Λάμεχ οὖν δύο γυναῖκας ἔχων ἐξ ἀμφοτέρων ἐποίησεν υἱούς, οἳ καὶ ἀρχηγοὶ τεχνῶν γεγένηνται, ὁ μὲν κτηνοτρόφων ἀρχηγὸς γεγενημένος, ὃς ἀδελφὸν Ἰουβὰλ εἶχε̣ν̣ κ̣α̣ταδείξαντα ψαλτήριον καὶ κιθάραν, ἐκ δὲ τῆς ἑτέρας ὁ Θόβελ, ὅστις σφυροκόπος ἤρξατο εἶναι χαλκοῦ καὶ σιδήρου, οὗ καὶ ἀδελφὴν ὀνομάζει.
To Enoch was born Gaidad, and Gaidad begot Maouia, and Maouia begot Mathousael, and Mathousael begot Lamech. It recounts the generation of Cain, which, having reached the seventh generation, perished when the flood came; but the succession from Adam through Seth, whom God raised up, is preserved even now; for from it came the house of Noah and those saved with him in the ark. And if anyone wishes to interpret these things allegorically, receiving the beginning of the allegory from the interpretation of the names, let him do so without being frivolous. Philo has also spoken on these matters, and the lover of beauty, after examining them, should receive the appropriate benefit. 19–22. And Lamech took two wives for himself; the name of the first was Adad, and the name of the second was Sella. And Adad bore Iobel; he was the father of those dwelling in tents, the cattle-herders. And the name of his brother was Ioubal; he was the one who invented the psalterion and the kithara. Sella also bore Thobel, and he was a hammer-wielding smith of copper and iron; and Thobel's sister was Noema. In ancient times it did not seem unlawful even for the virtuous to have two wives; for it was a time for succession and the multiplication of people. So Lamech, having two wives, had sons from both, who became founders of arts: one became the founder of cattle-herders, and he had a brother Ioubal who invented the psalterion and the kithara; from the other wife came Thobel, who began to be a hammer-wielding smith of copper and iron, and he also names his sister.
Παρίστησιν μὲν οὖν διὰ τῶν ἐκτεθέντων ἡ θεία παίδευσις ὡς προαιρετικὰ ζῷα οἱ ἄνθρωποι τυγχά- νουσιν, μετέχοντες ἐπιστημῶν· οὐ γὰρ ὥσπερ τὰ ἄλογα μόνῃ αἰσθήσει συνζῶσιν, ἀλλ' ἤδη καὶ τοῦ λογιστικοῦ ἡ ἀρετὴ δείκνυται διὰ τοῦ καὶ τεχνῶν εὑρετὰς γεγενῆσθαι. Τὰ μὲν οὖν πρὸς τὸ ῥητὸν οὕτως ἔχει· εἴη δὲ τὰ τῆς ἀναγωγῆς ταῦτα. Ὁ κτηνοτρόφος ἕτερός ἐστι τοῦ ποιμένος· ὁ μὲν γὰρ σὺν ἐπιστήμῃ νέμει, [ὁ] δὲ κτηνοτρόφος οὔ. Ἄβελ ὁ δίκαιος ποιμὴν ἐτύγχανεν, [τὰς] ἀλόγους ἑαυτοῦ δυνάμεις ἐπιθυμητικὴν ὀρεκτι[κὴ]ν θυμικὴν ἄγων κατὰ λόγον τὸν ὀρθόν· ὁ δὲ κτηνοτρό[φο]ς ἀμοιρῶν ἐπιστήμης, ἡδονικός τις ὤν, [μ]όνων ἐστὶ [τ]ῶν αἰσθήσεων, οὐ κρατῶν ἀλλὰ κρατούμενος ὑπ' αὐτῶν. Καὶ ὡς ἐπὶ παρα- δείγματος σαφὲς ἂν εἴη τὸ λεγόμενον τοῦτον τρόπον. Ὁ ἰατρὸς ἄλλως χρῆται τῇ ἁφῇ ἢ ὁ πρὸς
ἡδονὴν ὁρῶν· οὗτος οὖν κτηνοτρόφος τρόπον τινά ἐστι̣ν̣, ὁ δὲ ἰατρὸς ποιμήν· λόγῳ γὰρ χρῆται τῇ αἰσθήσει. Οὕτω καὶ περὶ ὀσφρήσεως καὶ τῶν ἄλλων αἰσθήσεων ὁ λόγῳ αὐταῖς χρώμενος ἄριστος. Ἄρχει γὰρ ὁ λογισμ̣ὸς τῆς αἰσθήσε̣ω̣ς, ἐπὰν δὲ ὁ λογισμὸς κατακρατηθῇ, κατὰ τὰ πάθη λοιπὸν δέχεται τὰς προσηγορίας ὁ ἄνθρωπος, ὡς μὲν διὰ τὸν θυμὸν λέων καλεῖσθαι, διὰ δὲ τὸ πανοῦργον ἀλώπηξ, διὰ δὲ τ[ὸ] γεῶδες ὄφις, οὕτως ὡς καί τινας διὰ τὸ ἡδονικὸν καλεῖσθαι ἵππος· Ἵπποι"6 γάρ φησιν θηλυμανεῖς ἐγενήθητε"6, καὶ ἄλλους ἀνθρώπους καλεῖσθαι διὰ τὸ ὅλους τῶν αἰσθήσεων ὄντας μηδὲν θεῖον ἀπογεννᾶν ἡμιό- νους·
Through the passages set forth, divine instruction shows that human beings are volitional animals, partaking of sciences; for they do not, like irrational creatures, live by sensation alone, but the virtue of the rational part is also demonstrated by their having become discoverers of arts. Now the literal sense is thus; but let the anagogical sense be as follows. The cattle-breeder is different from the shepherd; for the latter tends with knowledge, but the cattle-breeder does not. Abel the righteous was a shepherd, leading his own irrational faculties—the desiderative, the appetitive, the spirited—according to right reason; but the cattle-breeder, lacking knowledge, being a pleasure-seeker, belongs only to the senses, not mastering them but mastered by them. And what is said would be clear by way of example in this manner. The physician uses touch differently than one who looks to pleasure; this latter is in a way a cattle-breeder, while the physician is a shepherd; for he uses sensation with reason. So also concerning smell and the other senses, one who uses them with reason is best. For reason rules sensation; but when reason is overpowered, then the man receives appellations according to his passions, being called a lion because of spirit, a fox because of cunning, a serpent because of earthiness, and likewise as some are called a horse because of the pleasure-seeking: "Horses," it says, "you became mad for females," and other men are called mules because, being wholly of the senses, they generate nothing divine.
Μὴ γίγνεσθε"6 γάρ φησιν ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις."6 Ὁ μὲν οὖν κτηνοτρόφος τοιοῦτος, φαῦλος τις ὑπάρχων, οὐκ οἶκον οἰκῶν, ἀλλὰ σκηνάς, πρᾶγμα ἀβέβαιον, οὐκ ἐκείνους μιμούμενος τοὺς διὰ προκοπὴν σκηνοῦντας, ἵν' ἀπὸ τούτου καὶ εἰς τὸν οἶκον εἰσελθῶσιν, οἳ καὶ λέγουσιν ὡς ἐν τῷ ψαλμῷ· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ [ἐ]κλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου"6· ἀπὸ γὰρ σκηνῶν ὁ προκόπτων αὐλῶν ἐπιθυμεῖ ψάλλων· Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ."6 Ὁ δ' ἕτερος ἀδελφός ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθ[άραν]"6, ἐν δίκῃ ἀδελφὸς αὐτοῦ τυγχάνων· γειτνίασιν γὰρ ἔχει πρὸς [τὴν] τῶν ἡδέων ἀπόλαυσιν καὶ ἡ διὰ μουσικῆς ἀπατὴν ἐνεργ[ουμέ]ν̣η̣ τ̣α̣ῖς ἀκοαῖς· Οὐαὶ"6 γὰρ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκε[ρα διώ]κοντες καὶ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μ[ετὰ] γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα τοῦ Κυρίου οὐκ ἐμβλέπουσιν."6 Ὁ δὲ ἐκ τῆς ἑτέρας τεχνιτεύει σκεύη πολέμια διὰ χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν χαλκοῦ τὴν φωνὴν σημαί- νοντος, ὡς καὶ Παῦλος γράφει· Γέγονα χαλκὸς ἠχῶν"6· ὁ δ' αὐτὸς καὶ σιδήρου ἐργατής ἐστιν, σοφιστής τις ὢν καὶ διὰ δῆθεν δυνατῶν πιθανοτήτων ἀπατῶν.
Do not become," he says, "like a horse and a mule, which have no understanding." Now the herdsman is such a one, being a base person, not dwelling in a house but in tents, an unstable thing, not imitating those who encamp for the sake of progress, so that from this they may enter into the house, who also say in the Psalm: "How beloved are your encampments, Lord of the powers; my soul longs and faints for the courts of the Lord." For from tents the one who progresses desires courts, singing: "I will pass through the place of a marvelous tent until the house of God." The other is the brother who invented the psaltery and the cithara, being in justice his brother; for there is a proximity to the enjoyment of pleasures, and the deception wrought through music upon the ears. "Woe," for those who rise early and pursue strong drink and remain until evening; for wine will consume them; for they drink wine with cithara and psaltery, and they do not behold the works of the Lord. The one from the other side crafts instruments of war through bronze and iron, the bronze signifying sound, as Paul writes: "I have become a resounding bronze"; and the same is also a worker of iron, being a kind of sophist and deceiving through seemingly powerful persuasions.
ιῃ, 23–24. Εἶπεν δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδὰ καὶ Σελλά· Ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τ̣ο̣υ`̣ς̣ λ̣ο´̣γ̣ο̣υ̣ς̣· ὁ´̣τι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάιν, ἐκ δ[ὲ] Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Τὸ ἐνωτίζεσθαι παρὰ τῇ θείᾳ παιδεύσει νομίζω μόνῃ φέρεσθαι, διαφέρει δὲ τοῦ ἀκοῦσαι, ὅτε σὺν αὐτῷ συνάπτεται, ὅτι τὸ μὲν ἐνωτίζεσθαι τὴν ἐκ τοῦ σύνεγγυς ἀκοήν, τὸ δὲ ἀκοῦσαι τὸ ὁπωσοῦν ἀκοῦσαι, καὶ εἰ μὴ ἐγγὺς ὁ λόγος ἐστίν. Καὶ ἐν τῷ Ἠσαίᾳ δὲ τὸ Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν"6 οὐκ ἐκ παραλ- λήλου ἐστὶν λεγόμενον, ὃ καὶ τὸ Ἐνωτίζου, οὐρανέ, καὶ λαλήσω"6–ἀντὶ γὰρ τοῦ Πρόσεχε"6 τὸ Ἐνω̣τίζου"6 ἄλλοι λέγουσιν ἑρμηνευταί–καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματος μου"6. Καί φασιν τοιαύτην εἶναι τὴν παρα- τήρησιν· ὅτε ὁ νόμος πρὸς τοῦ Θεοῦ ἐδίδοτο, ἐπεὶ πλ[η]σίον ἐτύγχανον τῶν οὐρανίων ἔργων, διὰ τοῦτο ὁ οὐρανὸς ἐνωτίζεσθαι παραγγέλ̣λεται, ὅτε δὲ ἀπέστησαν τῆς ἐναρέτου πολιτείας, ὡς ἐγγὺς γενέσθαι τῆς γῆς, τ[ο´̣]τε λοιπὸν εἴρηται· Ἄκουε, [οὐρα]νέ"6–πόρρω γὰρ αὐτῶν ἐτύγχανεν–καὶ ἐνωτίζου, γῆ"6– πλη̣[σίον γ]ὰρ αὕτη διὰ τῶν ἐπιτηδευμάτων ὑπῆρχεν. ὁ Λάμεχ οὖν οὐκ ἐκ παραλλήλου εἶπεν τὸ Ἀκούσατε"6 καὶ Ἐ[νω]τίσασθε"6, ἀλλὰ γοῦν οὐκ ἀκαίρως τὴν διαφορὰ[ν] αὐτω῀̣ν κειμένην ἐν τῇ γραφῇ παρετηρησάμεθα· τί δέ ἐστιν ὃ, λέγει, μαθῶμεν· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες̣ Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους."6 Καὶ τὴν φωνὴν οὖν καὶ τοὺς λόγους ἐκ παραλλήλου τις ἂν λέγοι·
23–24. And Lamech said to his wives, Adah and Zillah: "Hear my voice, wives of Lamech, and give ear to my words: that I have killed a man for a wound to me, and a young man for a bruise to me; for vengeance has been taken sevenfold from Cain, and from Lamech seventy-sevenfold." The term "give ear" I think is used only in divine instruction, and it differs from "hear" when joined with it, because "give ear" denotes hearing from close at hand, while "hear" denotes hearing in any manner, even if the speech is not near. And in Isaiah, "Hear, O heaven, and give ear, O earth, for the Lord has spoken" is not said in a parallel manner, as also "Give ear, O heaven, and I will speak"—for instead of "Pay attention," some translators say "Give ear"—"and let the earth hear words from my mouth." And they say that this observation holds: when the law was being given by God, since the heavenly works were near, therefore heaven is commanded to give ear; but when they departed from virtuous conduct, so as to come near the earth, then it was said, "Hear, O heaven"—for it was far from them—"and give ear, O earth"—for this was near through their practices. Lamech, then, did not say "Hear" and "Give ear" in a parallel manner, but we have observed the difference between them, placed not inappropriately in the scripture. Let us learn what it is that he says: "Hear my voice, wives of Lamech; give ear to my words." For one might speak of both voice and words in a parallel manner.
ὁ δὲ καὶ ἐπὶ τούτων ἀκρίβειαν ζητῶν λέγοι ἂν ὅτι ἐπὶ μὲν τῆς φωνῆς τὸ Ἀκούσατε"6, ἐπὶ δὲ τῶν λόγων τὸ ἀκριβέστερον, ὅπερ ἐστὶν τὸ ἐνωτί- ζεσθαι, ἔταξεν. Εἰς ταύτην τὴν διαφορὰν ὁρῶν̣ τις λέγοι ὅτι Ἰωάννης φωνὴ βοῶντος"6 ἐτύγχανεν, ἐκλαμβάνων τὴν μὲν πρόχειρον λέξιν τῶν γραφῶν φωνήν, τὸν δὲ μυστικὸν νοῦν λόγον. Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπά
μοι."6 Λέγεται ἐν τῇ βίβλῳ τῆς διαθήκης ὑπὸ τοῦ Λάμεχ τὸν Κάιν ἀνῃρῆσθαι ἀκουσίως· τοῖχον γάρ τινα οἰκοδομῶν προσανέτρεψεν αὐτόν, ὄπιθεν ὄντος τοῦ Κάιν, ὃς καὶ ἀνῃρέθη ἀκουσίως. Τῷ μὲν οὖν ἀνῃρῆσθαι φησίν, εἰς τραῦμα ἐμοὶ"6 γέγονεν, τῷ δὲ μὴ ἑκὼν εἰς μώλωπά μοι"6. *** –τρειζε λιγνες εν βλανξ– ιῃ, 25. Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· Ἐξανέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινεν Κάιν. Πρότερον διαστέλλοντες τὰ σημαινόμενα τοῦ ἔγνω"6 τὸ ἐγνωκέναι Ἀδὰμ τὴν Εὕαν γυναῖκα αὐτοῦ οὐ τὸ ἐπί- στασθαι ἐλέγομεν, ἀλλὰ τὸ σ̣υ̣ν̣εληλυθέναι, ὅπερ καὶ νῦν σημαίνει. Ἥτις συλλαβοῦσα ἔτεκεν υἱόν"6, ὃν καὶ ἐπωνόμασεν Σὴθ λέγουσα· Ἀνέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέ[κ]τεινεν Κάιν"6. Οἱ τῆς Οὐαλεντίνου αἱρέσεως φύσεις διαφόρους εἰσ[άγο]ντες ὡς τὴν μὲν αὐτῶν ἀνεπίδεκτον ἀρετῆς εἶναι, ἥντινα καὶ χοϊκὴν καλοῦσιν, τὴν δὲ ἀνεπίδεκτον κακίας, ἣν δὴ καὶ πνευματικὴν ὀνομάζουσιν, τρίτην λέγοντες εἶναι τὴν ψυχικήν, ἥτις μεμιγμένη τις παρ' αὐτοῖς νομίζεται·
But one who seeks precision even in these matters would say that for the voice he placed "Hear," and for the words the more precise term, which is "give ear." Looking at this distinction, one might say that John was a "voice of one crying out," taking the surface wording of the scriptures as voice, and the mystical sense as word. "That I have killed a man for a wound to me, and a young man for a bruise to me." It is said in the book of the Testament by Lamech that Cain was killed involuntarily; for while building a wall, he overturned it, with Cain being behind, who was thus killed involuntarily. So he says that the killing happened "for a wound to me," and that it was not intentional "for a bruise to me." *** —three lights in blanch— 25. And Adam knew Eve his wife, and she conceived and bore a son, and she named him Seth, saying: "For God has raised up for me another seed instead of Abel, whom Cain killed." Previously, when distinguishing the meanings of "knew," we said that Adam's knowing Eve his wife did not mean understanding, but having intercourse, which it also signifies now. "She conceived and bore a son," whom she named Seth, saying: "For God raised up for me seed instead of Abel, whom Cain killed." Those of the Valentinian heresy, introducing different natures, that one of them is incapable of receiving virtue, which they call material, and another incapable of receiving vice, which they call spiritual, and they say there is a third, the psychic, which is considered by them to be mixed.
καὶ τῆς μὲν ἀνεπιδέκτου ἀρετῆς σημεῖον τὸν Κάιν λαμβάνουσιν, τῆς δὲ πνευματικῆς τὸν Ἄβελ, τὴν λοιπὴν ἐπὶ τὸν Σὴθ ἀναφέροντες. Οὐ τοῦ παρόντος δὲ καιροῦ τὴν δυσσεβὴ ταύτην διελέγξαι αἵρεσιν, ἵνα μὴ ὁ λόγος μηκύνηται· σ νομεθα δὲ καὶ τὸν λόγον τῆς Εὕας ὥσπερ μαρτυρίαν εἶναι τοῦ τρόπου τοῦ Σήθ. Ἀντὶ γὰρ σπουδαίου τοῦ Ἄβελ οὗτος ἑρμηνευόμενος ποτισμός"3· ζωτικῆς δὲ χορηγείας τοῦτο σύμβο[λο]ν· ἔδει γὰρ τὸν ἀναφέροντα"3 τοῦτον γὰρ Ἄβελ ἑρμηνεύ[ε]ται–ποτισμὸν ἔχειν ἀδελφόν, ἵνα πρῶτός τις ὢν καὶ τελειότερος ἐκεῖνος ἱερέως δίκην ἀναφέρῃ τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὁ δὲ Σὴθ δευτερεῖα ἄγων προσφέρῃ διὰ ποτισμοῦ καὶ διδασκαλίας τοὺς παιδευομέ[ν]ους τῷ Θεῷ, ὃς ἀντὶ Κάιν ὑπάρχει αὐθεκάστου τινὸς ὄντος [κα]ὶ ἐφ' ἑαυτῷ βαλλομένου· κτῆσις γὰρ ἑρμηνεύεται Κάιν. ιῃ, 26. [Κ]αὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ θεοῦ. Οἱ ἐξ ἁγίου ἅγιοι πολλάκις καὶ τὴν κατὰ σάρκα γένεσιν ἐξ ἐκείνων ἀπέχουσι καὶ τὴν κατὰ ψυχήν, ὅνπερ τρόπον Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ γέγονεν καὶ Ἰσαὰκ τοῦ Ἰακὼκαὶ Ἰακὼβ τοῦ Ἰωσήφ· οὗτοι γὰρ ἅμα τε τῇ ἀνθρωπίνῃ διαδοχῇ ἐξ αὐτῶν ὑπάρχουσιν καὶ μιμηταὶ τῆς ἀρετῆς αὐτῶν κατέστησαν. Ὁ δὲ Ἠσαὺ κατὰ σάρκα μόνην γέγονεν τοῦ Ἰσαάκ, ἀλλοτριούμενος αὐτοῦ διὰ γνωμήν· φαῦλος γὰρ ἐτύγχανεν.
They take Cain as a sign of virtue that is not receptive, and Abel of spiritual virtue, referring the remaining to Seth. It is not the present time to refute this impious heresy, lest the discourse be prolonged. But we consider that the speech of Eve is also a testimony to the character of Seth. For this one, interpreted as "watering," is instead of the zealous Abel. This is a symbol of vital supply. For it was necessary that the one who offers—for this is what Abel is interpreted as—should have a brother who is a watering, so that he, being first and more perfect, like a priest, might offer the spiritual sacrifices to God, while Seth, holding second place, might offer through watering and teaching those being instructed to God, who exists instead of Cain, who is some self-willed one and one who casts upon himself. For Cain is interpreted as "possession." [Gen. 4:26] And to Seth a son was born, and he named him Enosh. This one hoped to call upon the name of the Lord God. Those who are holy from holy ones often keep both their physical birth from them and their spiritual birth, in the same way that Abraham became father of Isaac, and Isaac of Jacob, and Jacob of Joseph. For these exist both in the human succession from them and became imitators of their virtue. But Esau was born of Isaac only in the flesh, being alienated from him in character, for he was base.
Ὁ Σὴθ οὖν ἀντὶ τοῦ δικαίου τεχθεὶς γεννᾷ τὸν Ἐνὼς δίκαιος δίκαιον, ὃς ἀντὶ τοῦ κυρίου ὀνόματος ἄνθρωπος καλεῖται, τῆς τοιαύτης προση- 145 γορίας, τῆς ψυχῆς αὐτοῦ τὴν ἀρετὴν δηλούσης, σῳζούσης τὸ κατ' εἰκόνα"6 καὶ τὴν τοῦ ὄντως ὄντ[ο]ς ἀνθρώπου κατάστασιν· Ἐνὼς γὰρ παρ' Ἑβραίοις ἄνθρωπός ἐστιν. Ἀμέλει γοῦν καὶ τὸ ἴδιον τοῦ ἀνθρώπου προσάπτει αὐτῷ· Οὗτός"6 φησιν ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου"6· προσήκουσα δὲ αὕτη ἀνθρώπῳ ἐναρέτῳ πρᾶξις· ἐλπὶς δὲ ἡ τῷ ὄντι αὕτη ἐστὶν τὸ ὁμοιωθῆναι τῷ Θεῷ κατὰ τὸ δυνατόν· ἐλπίζειν δὲ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἅμα καὶ ὑπὸ ἐξουσίαν καὶ ὑπὸ τὴν διδασ- καλίαν τὴν θείαν ἐστὶν ἑαυτὸν ὑποτά[τ]τοντος.
ῃ, 1–2. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.
Ἧι ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπων[ό]μασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Βίβλ[ον] ἐνταῦθα τὴν διήγησιν τὴν περὶ τοῦ Ἀδὰμ καὶ τῆς διαδοχῆς αὐτοῦ ἕως τῶν παρόντων ἐκάλεσεν. Πρὸ μὲν οὖν τῆς ἕκτης ἡμέρας, καθ' ἣν ὁ ἄνθρωπος συνέστη, βίβλος"6 ἐλέγετο οὐρανοῦ καὶ γῆς"6· ὅλην γὰρ ἐκείνην τὴν διήγησιν τοῖς πρ[ὸ] τοῦ ἀνθρώπου γεγονόσιν ἀπένειμεν, ἄλλην ἀρχὴν τῆς τῶν [ἀνθρώπων] γενέσεως κατατιθέμενος· γένεσιν δὲ τὸν λόγον δ̣ιαγρ[άφοντα] τὴν ποίησιν αὐτοῦ φησιν, ὡς καὶ περὶ τοῦ Ἰησοῦ εἴρηται· Βίβλ[ος
Seth, then, born in place of the righteous one, begets Enos, a righteous man from a righteous man, who is called "man" instead of the Lord's name, this appellation indicating the virtue of his soul, preserving the image and the state of the truly real man; for "Enos" in Hebrew is "man." Indeed, it also attributes to him the specific quality of man: "This one," it says, "hoped to invoke the name of the Lord"; and this is a fitting action for a virtuous man; and hope, truly, is this: to be likened to God as far as possible; and to hope to invoke the name of the Lord God is at the same time to subject oneself to authority and to divine teaching.
1–2. This is the book of the generation of men.
On the day when God made Adam, he made him according to the image of God; he made them male and female, and he blessed them, and he named them Adam, on the day when he made them.
Here it called "book" the narrative concerning Adam and his succession up to the present. Before the sixth day, then, on which man was constituted, it was called "book of heaven and earth"; for it assigned that entire narrative to the things that came into being before man, setting down another beginning of the generation of men; and it calls "generation" the account describing his making, as also is said concerning Jesus: "Book
γε]νέσεως Ἰησοῦ Χριστοῦ"6, τὴν κατὰ σάρκα λέγων· ἡ γὰρ ἀΐδιος ἄγν[ωστος] ἀνθρώποις· λέγεται γάρ· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;"6 Ὥ[σ]περ δὲ οὐ πλῆθος ἡμερῶν τὰς ἓξ ἡμέρας ἐλέγομεν εἶναι, οὕτως οὐδὲ τὴν μίαν· οὐ γὰρ ἐν χρόνῳ Θεὸς δημι- ουργεῖ. Ἄνθρωποι μὲν γὰρ τὰς πράξεις χρόνῳ συμμε- τρουμένας ἔχουσιν, Θεὸς δὲ οὐχ οὕτως· Αὐτὸς̣"6 γὰρ εἶπεν καὶ ἐγεννήθησαν"6, καὶ οὐκ ἔχομεν διαστεῖλαι τὸ θελῆσαι τοῦ ὑπᾶρξαι ὃ βούλεται ὑποστῆσαι, τάξεως δ' ἕνεκεν, ὡς εἴρηται, ὁ πρῶτος ἐν τελείοις εἴλημπται. Ἀλλὰ καὶ περὶ τοῦ κατ' εἰκόνα"6 τὸν ἄνθρωπον γεγονέ- ναι τότε ὁμοίως εἴρηται. Τὸ δὲ καὶ εὐλόγησεν αὐτοὺς"6 ἐμφατικὸν τοῦ ἀγαθοὺς εἶναι· εὐλογία γὰρ εἰς ἀγαθοὺς φθάνει· Οὗτος"6 γὰρ λήμψεται εὐλογίαν παρὰ Κυρίου"6. Σημειωτέον ὅτι ἀμφοτέρους Ἀδὰμ καλεῖ, καὶ περὶ τοῦ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς"6 εἰπόντες ἐν τοῖς πρώτοις, οὐ παλιλλογήσομεν. Εἰ δὲ καὶ τὸ Ἐνὼς καὶ Ἀδὰμ τὸν ἄνθρωπον σημαίνει, οὐ ξενιστέον· παρ' Ἑβραίοις γὰρ πολυώνυμος ὁ ἄνθρωπος, ὥσπερ καὶ παρὰ τοῖς ἑλληνιστὶ λαλοῦσιν ἄνθρωπον, μέροπα, βροτόν, φῶτα· ἐτυμολογίαις δὲ ταῦτα ὑποπίπτοντα φύσει καὶ οὐ θέσει εἰσίν, ὡς καὶ πρότερον εἴρηται. ῃ, 3–5. Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν α[ὐτ]οῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτα- κόσια ἔτη, καὶ ἐγέννησεν υ[ἱο]ὺς καὶ θυγατέρας. Καὶ ἐγένον- [το π]ᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν τριάκοντα καὶ ἐν[νακόσ]ια ἔτη καὶ ἀπέθανεν.
of the generation of Jesus Christ," speaking of the fleshly one; for the eternal one is unknown to men. For it is said, "Who can recount his generation?" Just as we said that the six days are not a multitude of days, so also the one day is not; for God does not create in time. For men have their actions measured by time, but God does not; for He Himself spoke and they were born, and we cannot distinguish the willing from the existence of what He wishes to bring into being, but for the sake of order, as has been said, the first is taken among the perfect. But also concerning the human being having been made according to the image, it has been said similarly. And "He blessed them" is emphatic of their being good; for blessing reaches the good; for "this one will receive a blessing from the Lord." It should be noted that he calls both Adam, and concerning the male and female he made them, having said in the first part, we will not repeat. And if Enos and Adam signify the human being, one should not be surprised; for among the Hebrews the human being has many names, just as among those who speak Greek, human being, merops, mortal, light; these, falling under etymologies, are by nature and not by convention, as has also been said earlier. 5:3–5. And Adam lived two hundred and thirty years and begot according to his own form and according to his own image, and he named his name Seth. And the days of Adam after he begot Seth were seven hundred years, and he begot sons and daughters. And all the days that Adam lived were nine hundred and thirty years, and he died.
[Ἡ ζωὴ μ]ὲν ἀνθρώπων νῦν εἰς ὀλίγον ἀριθμὸν συντέτμηται· ῥ[ηθήσ]εται γὰρ ὕστερον ἐκ τῶν ἱστοριῶν οὕτω κατ' ὀλίγο[ν] χωρῆσαν τὸ πρᾶγμα, ὡς καὶ προανα- φωνηθῆναι πρὸς τοῦ Θεοῦ λέγοντος· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι"6, εἴρηται δὲ καὶ ὑπὸ τοῦ ψαλμῳδοῦ· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυνα- στείαις ὀγδοήκοντα ἔτη, τὸ δὲ πλεῖον αὐτῶν κόπος καὶ πόνος"6· τὰ γὰρ μετὰ τὸ ὀγδοηκοστὸν ἔτος τῆς ζωῆς πόνος ἐστὶν καὶ κόπος. Τότε δὲ οὐδὲ ταχέως ἐγήρων· ἑκατὸν γοῦν καὶ ἑξήκοντα ἐτῶν ἀκμαῖς ἐδόκουν εἶναι. Καὶ εἰκότως γε κατ' ἀρχὰς πολυχρόνιοι οἱ ἄνθρωποι ἐτύγχανο[ν], ἵνα μή, ὠκυμόρων αὐτῶν τυγχανόντων, ἐπιλείψῃ τὸ τῶ[ν] ἀνθρώπων γένος ἀπὸ μιᾶς ἀρχῆς κατα- γόμενον· οὕτω γὰρ καὶ πλείονας ἐγέννων, τοῦ χρόνου τῆς ζωῆς πλείονος ὄντος, ἑνὸς δὲ μνήμη γίνεται διὰ τὸν τῆς διαδοχῆς λόγον, τῶν πρωτο[τό]κων ὀνομαζομένων. Εἰ δέ τις λέγοι· Καὶ μὴν Σὴθ τρίτος, οὐ πρωτότοκος, ἐστίν, λεκτέον ὡς οὔτε ἀπὸ Κάιν ἔπρεπεν φαύλου ὄντος οὔτε ἀπὸ Ἄβελ ἀτέκνου ἀναχωρήσαντος, διόπερ εἰκότως ἀπὸ τοῦ Σὴθ τρόπον τινὰ πρωτοτόκου ὑπάρχοντ[ος]. Τὸ δὲ κατὰ τὴν ἰδέαν"6 καὶ κατὰ τὴν εἰκόνα"6 δόξει μὲν ἁπλ[ο]ύστερον λαμβανόμενον ταὐτὸν ἂν εἴη, ὁ δὲ φιλοτεχνῶν λέγοι ἂν ὅτι κατὰ μὲν τὴν ἰδέαν τῷ ***, κατὰ"6 δὲ τὴν εἰκόνα"6 τῷ ***. Ταῦτα μὲν οὕτω νῦν ἀποδέδοται· εἰ δέ τις καὶ τῷ πλήθε[ι τῶν ἐ]τῶν καὶ τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων τῶν γεννωμένων ἔ[νσχοι, Φί]λων ἀποδοίη λόγον μυστικὸν μετὰ τοῦ μὴ ψυχρολογ[εῖ]ν̣·
The life of humans is now reduced to a small number; for it will be said later from the histories that the matter proceeded little by little, as was also foretold by God saying, "My spirit will not remain in these men because they are flesh, and their days will be one hundred twenty years." It is also said by the psalmist, "The days of our years are seventy years, but if in power, eighty years, and the most of them are toil and pain"; for after the eightieth year of life there is pain and toil. At that time, however, they did not grow old quickly; at any rate, those of one hundred sixty years seemed to be in their prime. And reasonably so, for in the beginning men were long-lived, so that, if they were short-lived, the race of men, descended from one beginning, might not fail; for thus they also begot more, since the time of life was longer, and memory of one is preserved through the principle of succession, the firstborn being named. But if someone should say, "Yet Seth is third, not firstborn," it must be said that it was not fitting either from Cain, who was wicked, or from Abel, who died childless; therefore reasonably from Seth, who is in a way firstborn. As for "according to the form" and "according to the image," taken more simply it would seem to be the same, but one who is skilled would say that "according to the form" is to ***, and "according to the image" is to ***. These things have now been rendered thus; but if someone should be concerned with the multitude of years and the interpretation of the names of those born, Philo would give a mystical account without being frigid in speech.
πρόσεστε οὖν τούτῳ, ὠφέλιμον γάρ. ῃ, 6–8. Ἔζησεν δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησεν τὸν Ἐνώς. Καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη καὶ ἀπέθανεν. Ὁμώνυμος δέ ἐστιν οὗτος ὁ Ἐνὼς τοῦ πρὸ τούτου, ὃς υἱὸς ἦν τοῦ Κάιν. Οὗτος δὲ ὁ Ἐνὼς ἔζησεν ˉϠ καὶ ἀπέ- θανεν· υἱὸς δὲ αὐτοῦ Καινάν, ὃς καὶ αὐτὸς ἔζησεν ˉι καὶ ˉϠ καὶ ἀπέθανεν· υἱὸς δὲ τούτου Μαλελεήλ, καὶ τούτου δὲ ὁ χρ[ό]νος
ἐν πέντε καὶ ἐνενήκοντα ἔτεσιν συνετελέσθη· καὶ τούτου δὲ υἱὸς Ἰάρεδ, ὃς ἔζησεν δύο καὶ ἑξήκοντα ἔτη καὶ ἐννακόσια καὶ ἀπέθανεν, ὃς ἐ[γ]έννησεν τὸν Ἑνώχ. ῃ, 21–24. Καὶ ἔζησεν Ἑνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑ[κα]τὸν ἔτη καὶ ἐγέννησεν τὸν Μαθουσαλά, εὐηρέστησεν δὲ Ἑνὼ[χ] τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσαλὰ διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑν[ὼ]χ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. Καὶ εὐηρέστησεν Ἑνὼχ [τ]ῷ Θεῷ, καὶ οὐχ ηὑρίσκετο̣, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. Τὴν περ[ὶ τοῦ] Ἑνὼχ λέξιν παραλαβὼν ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους λέ[γ]ει· Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον"6. Περιγράφετα[ι] δ̣' ἡ ζωὴ αὐτοῦ εἰς ἀριθμὸν ἡμερῶν ἐνιαυτὸν καὶ λοιπὸν μετε[τ]έθη, ὅπερ συνετῶς λογίσαιτο ἄν τις ὅτι τελειότητος καὶ πληρό[τ]ητος ἐπειλημμένος κατὰ τὴν ἐν ἀνθρώποις ὑπᾶρξαι ὀφείλουσαν ἀρετὴν μετετέθη [εἰς] τὰ κρείττονα. Ἡ δὲ μετάθεσις [α]ὐτοῦ οὐ κατὰ τοὺς ἄλλους γέ[γονεν] ἀνθρώπους·
Attend therefore to this, for it is beneficial. (Gen. 5:6–8) And Seth lived two hundred and five years and begot Enos. And Seth lived after begetting Enos seven hundred and seven years and begot sons and daughters. And all the days of Seth were nine hundred and twelve years, and he died. This Enos is namesake of the earlier one, who was the son of Cain. This Enos lived nine hundred and five years and died; his son was Cainan, who himself lived nine hundred and ten years and died; his son was Mahalalel, and his time was completed in ninety-five years; and his son was Jared, who lived nine hundred and sixty-two years and died, who begot Enoch. (Gen. 5:21–24) And Enoch lived one hundred and sixty-five years and begot Methuselah, and Enoch pleased God after begetting Methuselah two hundred years, and begot sons and daughters. And all the days of Enoch were three hundred and sixty-five years. And Enoch pleased God, and was not found, because God translated him. The Apostle, taking up the passage concerning Enoch in the Epistle to the Hebrews, says: "By faith Enoch was translated so as not to see death." His life is circumscribed by a number of days, a year, and then he was translated, which one might wisely consider that, having attained perfection and fullness according to the virtue that ought to exist among men, he was translated to better things. And his translation did not occur as it does for other men.
τὰ γὰρ τῶν ἄλλων σω´̣ματα ἐνταῦθα διαμείναν[τα καὶ δια]λυ- θέντα ἐχωρίσθη τῶν ψυχῶν, περὶ δὲ τούτου λέγε[ται ὅτι μ]ετετέθη, περὶ οὗ νοοῦμεν ὅτι ἢ ὡς Ἠλίας ἀνελήμφθη ἢ καθ' ἕ[τ]ερον τρόπον εἰς θεῖον ἡρπάγη χῶρον. Ἐνταῦθα λοιπὸν σκοπεῖν προσήκει τὸ ὑπὸ Παύλου εἰρημένον Καὶ καθὼς ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν"6 πῶς ἀληθεύεται. Εἰ γὰρ οὗτοι, Ἠλίας λέγω καὶ Ἑνώχ, μετὰ τῶν παχυτάτων σωμάτων ἄχρις̣ καὶ νῦν καὶ τοῦ παντὸς αἰῶνος ἔσεσθαι μέλλοντες ἀνελήμ- φθησαν, ψευδὴς ὁ λόγος ὁ περὶ τοῦ δεῖν πάντας ἀνθρώπους ἀποθανεῖν παρὰ Παύλου τοῦ σοφοῦ καὶ ἁγίου λεγόμενος. Ἀλλ' οὐ ψευδής. Θεωρίαν ἄρα πρέπουσαν ἔχει τὸ προ- κείμενον, εἰ καὶ μὴ τῷ εἰθισμένῳ τ̣ὸ νῦν τοῖς ἄλλοις ἀνθρώποις θανάτῳ κεκοινωνήκασιν, ἀλλὰ τῷ τὴν ἔνυλον ζωὴν ἀποτεθεῖσθαι κατὰ τὸν ἀπόρρητον ἡμῖν τοῦ Θεοῦ λόγον τὸ θνητὸν αὐτῶν δεῖ νο̣η῀̣σαι. Εἰ γὰρ πρωτότοκος ἐκ τῶν νεκρῶν"6 ὁ Σωτήρ, καὶ τούτων ἂν εἴη πρωτότοκος. Ἄδοξον γὰρ τὸ ἐκτὸς αὐτοὺς εἶναι τοῦ τοιούτου λόγου, ἄλλως τε, εἰ οὐκ ἀπέθεντο τὴν ἔνυλον ζωήν, ὡς εἴπομε[ν, ο]ὐδὲ τῆς θείας ἀναστάσεως κεκοινωνήκασιν, καθ' ἣν ἐξ ἀτίμ[ο]υ ἔντιμον, ἐξ ἀδόξου ἐπίδοξον, ἐξ ἀσθενοῦς δυνατόν, ἐξ ψυχικοῦ πνευματικὸν ἀπολημψόμεθα πάντες τὸ σῶμα. Εἰ δέ τῳ φίλον κα̣[ὶ] τὴν βίβλον τῆς διαθήκης ἀναγιγνώ- σκειν, γνώσεται ὡς [εἰς] τὸν παράδεισον ἡρπᾶσθαι λέγεται· καὶ τοῦτο γὰρ εἰδέναι, [εἰ κα]ὶ μὴ ἐξ ἀναντιρρήτου βιβλίου ἐστίν, οὐκ ἄτοπον. Εἰσὶ δὲ οἳ τὴν μετάθεσιν τὴν ἐκ τρόπου εἰς τρόπον φασὶν εἶναι, καθ' ἣν [το]ῖς μαθηταῖς ὁ Σωτὴρ ἔλεγεν·
For the bodies of the others, having remained here and been dissolved, were separated from their souls, but concerning this one it is said that he was translated, regarding whom we understand that either he was taken up like Elijah or was snatched away in another manner to a divine place. Here, then, it is fitting to consider what was said by Paul: "And just as it is laid down for men to die once," how this is true. For if these—I mean Elijah and Enoch—having been taken up, are to be with their coarsest bodies even now and for the whole age, then the statement made by the wise and holy Paul, that all men must die, would be false. But it is not false. Therefore, the matter at hand has an appropriate interpretation, even if they have not shared in the death now customary for other men, but rather, because they have put off their material life according to the ineffable word of God, their mortality must be understood. For if the Savior is the firstborn from the dead, then he would also be the firstborn of these. For it is inglorious for them to be outside such a word, especially if they did not put off their material life, as we have said; then they would not have shared in the divine resurrection, according to which we will all receive our body from dishonor to honor, from inglorious to glorious, from weak to strong, from psychic to spiritual. And if one is pleased to read the book of the Testament, he will know that he is said to have been snatched away into paradise; and to know this, even if it is not from an indisputable book, is not absurd. There are those who say that the translation is from one mode to another, according to which the Savior said to his disciples:
Οὐκέτι ἐκ τοῦ κόσμου τούτου [ἐσ]τέ, ἐγὼ δὲ ἐξελεξάμην ὑμᾶς"6, τῆς ἐκλογῆς μετάθεσιν ἐκ τῶν κοσμικῶν ποιούσης, καὶ ἕτερον δὲ ῥητὸν τούτου κατα- σκευαστικὸν δέχονται· Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβή[κ]αμεν ἐκ τοῦ θανάτου εἰς τὴ[ν ζω]ήν"6· οἱ γὰρ μεταβεβηκότες ἐκ τοῦ θανάτου τοῦ ἑπ[ομένου] τῇ κακίᾳ ἐπὶ τὴν ζωὴν τὴν ἐξ ἀρετῆς μετεληλύ[θαμεν]. Αὕτη δὲ ἡ ἀπόδοσις οὐ μόνῳ τῷ Ἑνώχ, ἀλλὰ καὶ πᾶ[σι]ν τοῖς ἁγίοις ἁρμόζει· διόπερ ἐπιστῆσον εἰ τὴν προτέραν ἐγκρίναι προσήκει. ῃ, 32. Καὶ ἦν Νῶε ἐτῶν ˉφ, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σήθ, τὸν Χάμ, τὸν Ἰάφετ. Παρατηρητέον ὅτι οὐκ εἶπεν ἐπὶ τούτου πόσων ὑπάρχων ἐτῶν ἤρξατο γεννᾶν, ἀλλὰ ˉφ τυγχάνων εἶχεν τρεῖς οὐχ ἅμα γεννηθέντας υἱούς. Εὖ δὲ καὶ ὅτι οὐ θυγατέρας γεγεννηκέναι ἀναγέγραπται, ἀλλ' υἱούς, διὰ συμβόλου δεικνυμένο̣υ ὅτι οὐ θηλυτόκος ὁ δίκαιος, ὡς καὶ περὶ Μωσέως καὶ Ἀβραὰμ ἀναγέγρα[πτ]αι· οὐδὲ γὰρ οὗτοι θυγατέρας ἔσχον. Μακαρίζεται γοῦν τις κατὰ ψυχὴν πατὴρ εὐτόνων γεννημάτων ὑπάρχων, ἀκούων· Μακάριο[ς] εἶ καὶ καλῶς γὰρ ἔσται. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κ[ύκλ]ῳ τῆς τραπέζης σου· οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον"6. Αἰσθητῶν δὲ σύμβολα τυγχάνουσιν αἱ θυγατέρες. Αὐτίκα γοῦν καὶ ὁ τύραννος Φαραὼ φιλοπαθὴς [ὢν] τὰ γεννώμενα παρὰ τοῖς Ἑβραίοις ἄρρενα ἀνῄρει,
You are no longer from this world, but I have chosen you, the election making a transposition from worldly things. And they also accept another saying that supports this: "We know that we have passed from death into life." For those who have passed from the death that follows wickedness to the life that comes from virtue have migrated. This interpretation applies not only to Enoch but also to all the saints. Therefore, consider whether it is fitting to approve the former interpretation. "And Noah was 500 years old, and Noah begot three sons: Shem, Ham, and Japheth." It must be observed that it does not say at what age he began to beget, but that being 500 years old he had three sons, not born at the same time. It is also well that it is recorded that he begot not daughters but sons, indicating symbolically that the righteous man does not produce females, as is also recorded concerning Moses and Abraham; for neither did they have daughters. Indeed, someone is blessed as a father in soul, being the parent of vigorous offspring, hearing: "Blessed are you, and it will be well, for your sons are like young olive shoots around your table; thus will a man who fears the Lord be blessed." Daughters are symbols of perceptible things. For instance, the tyrant Pharaoh, being a lover of passion, destroyed the male offspring born among the Hebrews.
τὰ [θή]λεα περιποι- ούμενος. Τὰ γὰρ γεννήματα τῆς ψυχῆς τὰ [ε]ὔτονα οἱ περὶ τὰ κάτω στρεφόμενοι ἀναιρεῖν σπουδάζουσιν, χαίροντες περὶ πλοῦτον καὶ τὰ ἀνθρώπινα. Αὐτίκα γοῦν κ[αὶ] τὸ ἑξῆς ῥητὸν τοῦτο παιδεύει· ὡς γὰρ πλῆθος ἐγένοντο, [θ]υγατέρες αὐτοῖς ἐγεννήθησαν αὐτοῖς. ῃι, 1. Καὶ ἐγένοντο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγα[τ]έρες ἐγεννήθησαν αὐτοῖς. [Τὸ πολ]λοὶ"6 δυνατὸν καὶ ἐπὶ πλήθους, ἐφ' οὗ μάλιστα καὶ κυριόλε[κτον, ἐκλ]αμβάνεσθαι καὶ ἐπὶ τοῦ χυδαίου. Καὶ ἐν τῇ Ἐξόδῳ γὰρ [εἴρηται· Κ]αὶ ἐπλη- θύνθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ χυδαῖοι ἐγένον[το]"6. Ἀλλὰ καὶ τὸ Πολλοὶ λέγουσι τῇ ψυχῇ μου"6 ἀντὶ το[ῦ] χυδαῖ- οι"3· οὐ γὰρ σπουδαῖα ἐπιφέρουσιν ῥήματα. Καὶ Παῦλος δὲ λέγων· Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Κυρίου"6, τοὺς ἠμελημένους δηλοῖ. Εὖ δὲ καὶ τὸ ἐπὶ τῆς γῆς"6 λέγειν τούτους πεπλη- θύνθαι· γήϊνα γὰρ φρονοῦντες εὐτελεῖς ἦσαν καὶ τοῖς πολλοῖσμᾶλλον οἰκειότεροι· οὐ γὰρ ἐν οὐρανῷ οὗτοι, ἀλλ' ἐπὶ γῆς. Εἰκότως δὲ καὶ θυγατέρες αὐτοῖς ἐγεννήθησαν αὐτοῖς"6· θηλυτόκον γὰρ ἠμελημένον ὁ φαῦλος.
...preserving the female offspring. For the vigorous offspring of the soul, those who turn toward lower things are eager to destroy, rejoicing in wealth and human affairs. Indeed, the following verse also teaches this: for when they became numerous, daughters were born to them. "And it came to pass when men began to be many upon the earth, daughters were born to them." The term "many" can be understood both as a multitude, in which sense it is most properly used, and as the common crowd. For in Exodus it is said: "And the sons of Israel multiplied and became common." And also the phrase "Many say to my soul" means "common," for they do not utter words of worth. And Paul, saying, "For we are not like the many who debase the word of the Lord," indicates the negligent. It is well said that these multiplied "upon the earth," for thinking earthly thoughts they were base and more akin to the many; for these are not in heaven, but on earth. And fittingly, "daughters were born to them," for the negligent and base character is female-bearing.
ῃι, 2. Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πάντων ὧν ἐξελέξαντο. Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί· διόπερ ὁ χωρὶς τῆς̣ εἰς τὸν Θεὸν ἐλπίδος τῇ συζυγίᾳ χρώμενος [ἑ]αυτῷ καὶ οὐκ ἐκ Θεοῦ δέχεται, ἐπεὶ καὶ τῷ Ἀδὰμ ὁ Θεὸς [τὴ]ν γυναῖκα ἤγαγεν. Ὠφέλιμον οὖν καὶ τὸ ῥητὸν πρὸ[ς τ]ὸ μὴ χωρὶς Θεοῦ τι ποιεῖν. Ὁ γὰρ τὸν τίμιον γάμον σπου- δάζων οὐκ εἰς πλοῦτον ὁρᾷ, οὐκ εἰς εὐγένειαν, οὐκ εἰς εὐμορ[φίαν], ἐὰν ἀκόλαστος ᾖ. Οὕτω καὶ ὁ ἅγιος Ἀβραὰμ ἐ[κπ]έμπει τὸν ἑαυτοῦ παῖδα πρὸς μνηστείαν τρόποις ομένην δέξασθαι τῷ Ἰσαὰκ προστεταγμένος. Ἀμέλει γοῦν καὶ τὸ συγγραφικὸν Πνεῦμά φησιν περὶ αὐτῆ[ς·] Παρθένος ἦν· ἀνὴρ οὐκ ἔγνω αὐτήν"6, διὰ μὲν τοῦ π[αρθ]ένος ἦν"6 καὶ τὴν τῆς ψυχῆς δεικνὺς καθαρότητα, διὰ δὲ τοῦ ἀνὴρ οὐκ ἔγνω αὐτὴν"6 αὐτὸ τοῦτο τὸ τοῦ σώμ[ατ]ος ἀδιάφθορον. Καὶ ὅτι οὐ πᾶς γάμος ἐκ Θεοῦ ἐστιν, γρ[ά]φει Παῦλος· Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις"6, ὅπερ οἰκείως ἐν ἀρχῇ τοῦ κηρ̣ύγ̣μ[α]τος προσέταττεν, εἰ καὶ φαίνεται ὁ Παῦλος [·] Εἴ τις γυναῖκα ἔχει ἄπιστον"6· δῆλον γὰρ ὅτι πρὸ πίστεως ἦσαν συναφθέντες, οὓς οὐκ ἐβούλετο διαιρεῖσθαι μετὰ τὴν πίστιν ἵνα μὴ ὁ λόγος ἐμποδίζηται. Καὶ πρὸς ἀλληγορίαν δὲ γνώμην καὶ εὐσέβειαν καὶ σοφίαν συνάπτει Θεὸς ἀνδρί, ἵν' ἀπογεννήσῃ ἀρετάς· Ἡ σοφία"6 γοῦν τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ Σολομὼν δέ φησιν περὶ τῆς σοφίας· Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6 καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ. Ταύτην τὴν γυναῖκα ὁ Θεὸς ἁρμόζει· ὁ γὰρ Κύριος δίδωσιν σοφίαν"6.
...preserving the female offspring. For the vigorous offspring of the soul, those who turn toward lower things are eager to destroy, rejoicing in wealth and human affairs. Indeed, the following verse also teaches this: f
2. "And the angels of God, seeing that the daughters of men were beautiful, took wives for themselves from among all those they chose." A wife is joined to a man by the Lord; therefore, he who enters into union without hope in God receives her for himself and not from God, since also God brought the woman to Adam. So the literal sense is also useful for doing nothing without God. For he who is zealous for honorable marriage does not look to wealth, nor to noble birth, nor to beauty, if she is unchaste. Thus also the holy Abraham sends his own servant to seek a betrothal, being commanded to receive her for Isaac in a certain manner. Indeed, the Scriptural Spirit also says concerning her: "She was a virgin; no man had known her," showing through "she was a virgin" the purity of the soul, and through "no man had known her" this very incorruptibility of the body. And that not every marriage is from God, Paul writes: "Do not be yoked unequally with unbelievers," which he fittingly commanded at the beginning of his preaching, even if Paul appears [to say]: "If anyone has an unbelieving wife"; for it is clear that those who were joined before faith, he did not wish to be separated after faith, so that the word might not be hindered. And allegorically, God joins understanding, piety, and wisdom to a man, so that he may beget virtues. "Wisdom," then, "gives birth to prudence for a man," and Solomon also says concerning wisdom: "I became a lover of her beauty" and "I brought her to live with me." This woman God joins; for "the Lord gives wisdom.
Οὗτοι οὖν περὶ ὧν τὰ προκείμενα ἑαυτοῖς ἔλαβον γυναῖκας, οὐκ ἐκδεξάμενοι παρὰ Θεοῦ το[ῦτο] γενέσθαι. Τοῦτο γὰρ αὐτῶν ἐλέγχει τὴν ἄλογον ἐπιθυμίαν ὅτι πρὸς εὐμορφίαν ἔβλεψαν· τὸ γὰρ καλαὶ"6 τοῦτο σημαίνει. Ζητ[ε]ῖται παρὰ πολλοῖς πότερον ἄγγελοι φύσει συνεμίγησαν ταῖς γυναιξὶν ν ἕτερον ἔχει τὸ λεγόμενον. Ἔ[νιο]ι μὲν οὖν φασιν ἡδυπαθεῖς δαίμονας ἐρασθέντας [σ]ωμάτων γυναιξὶν συνεύνασθαι, ἀλλὰ τοῦτο νοεῖν κωλύει ἡ γενομένη ἐξ αὐτῶν σύλλημψις· οὐ γὰρ οἷόν τ[ε] ἀνθρώ- πων διαδοχὴν ὑπᾶρξαι οὕτως. Ἕτεροι δέ φασιν ὅτι [ἄγ]γελοι τῶν σωμάτων ἐπιθυμήσαντες αἰσθήσει συνε[πλ]α´̣κησαν Θεοῦ τοῦτο οἰκονομοῦντος, ἵνα κορεσθέντες τοῦ πόθου ἐπιστρέψωσιν εἰς ὃ καταλελοίπασιν, ἀλλη- γο[ρο]ῦντες δὲ τὰς γυναῖκας εἰς τὴν αἴσθησιν καὶ τὰ σώματα τοῦτό φασιν, ἐξ ὧν γίγαν[τας τ]οὺς λογισμοὺς καὶ πράξεις ἀπεγέννησαν. Εἰσὶ δ' οἱ φάσκοντες ὡς δαίμονες δι' ἡδυπαθείας ὀργάνῳ χρῶνται φαύλοις ἀνθρώποις, δι' ὧν ὥσπερ οἷόν τε συνεῖναι γυναιξίν, τῇ ἀπ' ἐκείνων ἁμαρτίᾳ αὐτοὶ ἡδόμενοι.
These, then, concerning whom the matters at hand are set, took wives for themselves, not having received this from God. For this exposes their irrational desire, that they looked to beauty; for the word "beautiful" indicates this. It is inquired by many whether angels naturally mingled with women, or whether the statement has another meaning. Some, then, say that pleasure-loving demons, having fallen in love with bodies, lay with women, but the resulting conception from them prevents this understanding; for it is not possible for human succession to occur in this way. Others say that angels, having desired bodies, were entangled with sense perception, God arranging this so that, having been sated with desire, they might return to what they had abandoned, and they allegorize the women as sense perception and the bodies, from which they generated giants, that is, reasonings and actions. There are those who assert that demons, through pleasure, use base men as an instrument, through whom, as is possible, they consort with women, delighting themselves in the sin from those.
ῃι, 3. Καὶ εἶπεν Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς
ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ τοῦ Θεοῦ Πνεῦμα παραμένει ἐν τοῖς ἀνωτέρω χωρήσασιν τῶν ὑλικῶν, δι' ἃ σάρκες λέγονται οἱ προσπελ[άζ]οντες αὐτοῖς, σαρκῶν νοουμένων τῶν ὑλικῶν καὶ ἐμπαθῶν καταστάσεων. Οὐ γὰρ τὴν πρόχειρον σάρκα λέγει· οὕτω γὰρ ἂν συνέβ[α]ινεν μηδένα ἄνθρωπον μετέχειν τοῦ Πνεύματος τοῦ Θεοῦ. Ὅτι δὲ [ἔσ]τι[ν] ἄλλη σὰρξ παρὰ ταύτην τὴν ὁρ[ω]μένην ἣν περικείμεθα, Παῦλος γράφει· Τὸ φρόνημα τῆς σαρκ̣[ὸς] ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδ[ὲ γ]ὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν- ται"6· εἰ γάρ τις σάρκα λάβοι τὴν ὁρωμένην, πολλοὶ σὺν αὐτῇ Θεῷ [ἤρε]σαν, οἱ ἅγιοι πάντες. Καὶ πάλιν λέγων Ὑμεῖς δὲ οὐκ ἐστὲ [ἐν σ]αρκί, ἀλλ' ἐν πνεύματι"6, τὴν ψεγομένην σάρκα σημαίνει· ἐν σαρκ̣[ὶ γὰρ ἦ]σαν ἔτι, τοῦτο τῷ ζῆν ἔχοντες. [152]Εἶτα λέγεται σὰρξ ἣν περικείμεθα καὶ τὸ ἄλογον ζῷον καὶ ὁ ἄνθρωπος· Ἐκχεῶ γὰρ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, ἀντὶ τοῦ ἐπὶ ἀνθρώπους, καὶ ὄψεται πᾶσα σὰρξ τὸ [σω]τήριον τοῦ Θεοῦ"6. Λέγεται δὲ καὶ ἡ λέξις τῆς γραφῆς σάρξ· Ἡ σὰρξ"6 γάρ φησιν οὐκ ὠφελεῖ οὐδέν, τὸ πνεῦμά ἐστι τὸ ζωοπ[οι]οῦν"6. Ψιλῶς γὰρ ἡ γραφὴ λαμβανομένη καὶ αἰσθητῶς οὐ [ζω]οποιεῖ, ὡς εἰ λέγοιμεν ὅτι καὶ ὁ κατὰ γεωμετρίαν σχήματα π[οιῶ]ν ὠφελεῖ, ὁ δὲ μόνον ἄνευ λόγου τοῦτο ποιῶν ἐλάττων ἂν εἴη ζωγράφου. Ἐπεὶ οὖν πολλοὶ οἱ ἄνθρωποι γεγενημένοι φαυλ[ότη]τος ἦσαν πλήρεις, οὐ μὴ κατοικήσει, φησίν, τὸ πνεῦμά μου ἐν αὐτοῖς·
3. And the Lord God said, "My spirit shall not remain in men forever, because they are flesh." The Spirit of God remains in those who have risen above material things, on account of which those who approach them are called flesh, with flesh understood as material and passionate states. For it does not mean the visible flesh; for if that were the case, it would follow that no human being partakes of the Spirit of God. That there is another flesh besides this visible one which we wear, Paul writes: "The mind of the flesh is enmity toward God; for it is not subject to the law of God, nor can it be; and those who are in flesh cannot please God." For if one were to take flesh as the visible kind, many with it have pleased God—all the saints. And again, saying, "But you are not in flesh, but in spirit," he signifies the reproached flesh; for they were still in flesh, having this in their life. Then, flesh is said to be what we wear, both the irrational animal and the human: "For I will pour out from my Spirit upon all flesh," meaning upon men, and "All flesh will see the salvation of God." And the wording of scripture is also called flesh: "For the flesh," it says, "avails nothing; it is the spirit that gives life." For scripture taken literally and sensibly does not give life, as if we were to say that one who makes figures according to geometry is beneficial, but one who does this only without reason would be inferior to a painter. Since, then, many men have become full of baseness, "My spirit will not dwell in them," it says.
Ἅγιον γὰρ πνεῦμα παιδεί[α]ς φεύξεται δόλον"6· χείριστον δὲ πάθος ὁ δόλος· ἀπρονοή- τως γὰρ βλάπτει. Τὸ δ' εἰς τὸν αἰῶνα"6 σημαίνοι ἂν τὸ διὰ βίου αὐτῶν ὁπόσον τοιοῦτοί εἰσιν. Τούτω̣ ἰσοδυναμεῖ τὸ οὐ [μ]ὴ φαγῶ κρέας εἰς τὸν αἰῶνα"6. Εἴτ' οὖν ἄνθρωποι ὑπὸ δαιμόνων ἐλαυνόμενοί εἰσιν θυγατέρας δεξάμενοι, εἴτε, ὡς προαποδέδοται, οἱ ἄγγελοι αἰσθήσεων ἐπιθυμηταί, οὐδὲν τούτοις τὸ πνεῦμα καταμένει. Ὅσοι γὰρ πάθει καὶ ἁμαρτήμασιν ἐπὶ τούτῳ ἦλθον, δῆλον ὡς ἀμετόχως ἔχουσι π[ν]εύματος θείου· οὐδὲ γὰρ οἱ διὰ βοήθειαν ἐλθόντες πνεύματος θείου στέρονται. Εἰ δέ τις ξενίζοιτο ἐπὶ τῷ τὰς ψυχὰς ἀγγέλους εἰρῆσθαι, οὐ δεῖ θαυμάζειν· τὸ γὰρ νοερὸν ἀμφοτέρων ταὐτόν, κἂν ἄγγελος λεπτὸν ἔχῃ σῶμα, ὁ δὲ ἄνθρωπος παχύ· κοινὸν γὰρ ἀμφοτέροις τὸ Θεῷ ἀρέσκειν, ἐπεὶ καὶ τὸ τῆς λογικῆς φύσεως κοινόν. Εἰ δὲ καὶ ἔνστασίν τις κομίζοι ὅτι πῶς αἱ προϋπάρχουσαι ψυχαὶ σωμάτων ἐπεθύ- μησαν, ὧν οὐκ ᾔδεσαν, πρὸς ὃν λεκτέον ὅτι τὸ ἐπιθυμεῖν λέγεται πολλάκις οὐχ ὡς πάντως τοῦτο εἰς ὃ αἱ πράξεις ἄγουσιν ἐπιθυμεῖν. Πολλάκις γοῦν καὶ ἐπιτιμῶντες τοῖς οὐ καλῶς πολιτευομένοις [ὅτι] ἐπιθυμεῖς ἀπολέσθαι"3, οὐ τοῦτό φαμεν ὅτι αὐτὸ τοῦτο ποθεῖς"3 ἀλλὰ τοιαῦτα πράττεις ἃ ἄγει σε εἰς ἀπώλειαν"3. Εἰ οὖν τις λέγοι ὅτι ἐπεθύμησαν αἱ ψυχαὶ σώματα, οὕτω δεῖ δι[ανο]εῖσθαι ὅτι τοιαύτης καταστάσεως ὑπήρξαντο, ἥτις χρε[ία]ν εἶχεν τῆς ἐν σώματι διαγωγῆς, ἀναξίων αὐτῶν οὐσῶν μετὰ πράξε[ω]ν τοιούτων ἐν χ̣ωρίῳ εἶναι μὴ τοιούτῳ. ῃι, 3. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν ε[ἴκ]οσι ἔτη.
For the Holy Spirit will flee from the deceit of discipline; and deceit is the worst of passions, for it harms without forethought. And the phrase "forever" would signify the extent of their whole life, as long as they are such as they are. Equivalent to this is "I will certainly not eat meat forever." Whether, then, they are men driven by demons who took daughters, or, as has been explained earlier, the angels who desired sensations, the Spirit does not remain in these. For as many as came to this through passion and sins, it is clear that they have no share in the divine Spirit; for not even those who came for the sake of help are deprived of the divine Spirit. But if anyone is surprised that souls are called angels, one should not wonder; for the intellectual nature of both is the same, even if an angel has a subtle body and a man a coarse one; for it is common to both to please God, since the nature of the rational is also common. But if someone raises an objection, how the pre-existent souls desired bodies, which they did not know, one must say to him that "to desire" is often said, not as if they altogether desire that to which their actions lead. Often, indeed, when we rebuke those who do not live rightly, saying "you desire to perish," we do not say this, that you long for this very thing, but that you do such things as lead you to destruction. If, then, someone says that the souls desired bodies, one must understand it thus, that they entered upon such a condition as had need of conduct in a body, since they were unworthy, because of such actions, to be in a place not of that kind. 3. And their days shall be a hundred and twenty years.
Πᾶν ὃ ποιεῖ καὶ λέγει Θεός, κρίσει τιν[ὶ] ἀληθινῇ καὶ πο[ι]εῖ καὶ λέγει. Ἐπεὶ οὖν ὡς ἀναγκαῖον λέγ[ει τ]ὸ ἔσονται αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι"6, οὐ φα[ίνε]ται δὲ τοῦτο, ἀναγκαῖον ἑτέρως θηρεῦσαι τὴν τοῦ προ[κει]- μένου διάνοιαν. Οἱ παραλαμβανόμενοι ἐν ταῖς γραφαῖς ἀριθμοὶ οὐχ ὡς ἔτυχεν παρελήμφθησαν, ἀλλὰ λόγου τινὸς χ̣[άρ]ιν· πολλάκις οὐδ' οἰκείως τῇ ἱστορίᾳ εἰσά- γονται, λόγου τ[ιν]ὸς ἕνεκα παραλαμβανόμενοι. Τὸ γὰρ εἰπεῖν Κατέλιπον [ἐμ]αυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν [γό]νυ τῇ Βαὰλ"6 τὴν ἱστορί[αν] οὐκ ἔχον–οὐδὲ γὰρ ἐλάνθανον τοσοῦτοι τὸν ἅγιον– διε̣λήμφθη τῆς διανοίας χάριν δηλούσης ὅτι πᾶς ὁ ὑπερβὰς τὰ αἰσθητὰ καὶ τὸν ἐν ἓξ ἡμέραις γενάμενον κόσμον, ἐν τῇ ἑβδομάδι τῇ ἀνα̣γ̣ω̣γικῇ γεγενημένος, ὑπὸ τοῦ Θεοῦ καταλείπεται σκοπὸς τῶν ἄλλων καὶ ὄφελος. Οὕτω καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὴν
γένεσιν το̣υ῀̣ κ̣όσμου παρείλημπται ὡς τέλειος, καθὰ καὶ ἐν τοῖς φθάσασιν εἴρηται. Καὶ τὸ Ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖται"6 οὐ διὰ τὸν ἀριθμὸν ἢ διὰ τ̣ο`̣ τ̣οσαυτάκις ῥύεσθαι ἀπὸ ἀναγκῶν εἴρηται, ἀλλ' ἐπεί, ἕως τις ε᾿̣ν̣ τοῖς πράγμασιν τοῦ ἐν ἓξ γενομένου ἐστίν, ὑπὸ ἀνάγκας ἐστ̣ίν, οὕτως εἴρηται· τῆς κατα- παύσεως, ἣ διὰ τοῦ ἑβδόμου δηλοῦται, κάθ̣α̣ρ̣σιν οὐκ ἔχουσιν, ὡς εἴρηται τοῖς μαθηταῖς πρὸς τοῦ Σωτῆρος· Οὐχ [ὑμεῖς] ἐστὲ ἐκ τοῦ κόσμου τούτου"6 ὑπερβάντες τὰς ἐν αὐτῷ [ἀνά]γκας. Ταῦτα δὲ προκατεσκευάσθη πρὸς τὸ δειχθῆναι ὡς οὐ μάτην ὁ ἑκατὸν εἴκοσι ἀριθμὸς ἐνταῦθα παρείλημπται·
Everything that God does and says, He does and says with some true judgment. Since, therefore, He says as a necessity, "Their days will be one hundred and twenty," and this is not apparent, it is necessary to hunt out the meaning of the passage in another way. The numbers taken up in the Scriptures were not taken up at random, but for the sake of some reason; often they are introduced not even in accordance with the history, being taken up for the sake of some reason. For the statement, "I left for myself seven thousand men who did not bend the knee to Baal," does not have the history—for so many would not have escaped the notice of the holy one—but was understood for the sake of the meaning, showing that everyone who surpasses the sensible things and the world that came to be in six days, having come to be in the anagogical hebdomad, is left by God as a lookout and benefit for the others. Thus also the number six is taken up for the generation of the world as perfect, as has been said in the preceding passages. And the phrase, "Six times he will be delivered from necessities," is not said because of the number or because of being delivered that many times from necessities, but because, as long as someone is in the affairs of that which came to be in six, he is under necessities, so it is said; they do not have the purification of rest, which is indicated by the seventh, as was said to the disciples by the Savior: "You are not from this world," having surpassed the necessities in it. These things were prepared beforehand to show that the number one hundred and twenty is not taken up here in vain.
δεῖ δὲ καὶ τοῦτο ἐπ̣ιτηρεῖν, ὅτι ἡ γρα[φὴ] παραλαμβάνουσα τοὺς ἀριθμοὺς συνάπ̣τ̣ε̣ι αὐτοῖς οἰκεῖα ὡ[ς ἐπ]ὶ τοῦ ἐν ἓξ ἡμέραις κόσμου γεγενημένου. Λάβωμέ[ν τι] παρά- δειγμα. Οὐ γὰρ φέρε εἰπεῖν ἐν ἓξ ἀγγέλοις ἢ ἐ[ν ἓξ] μονάσιν ἢ ἐν ἓξ ἀνθρώποις πεποίηκεν ὁ Θ̣εὸς τὸν κόσμον· χ[ρόνος] γὰρ ἐδηλοῦτο. Προσφόρως οὖν ἐν ἓξ ἡμέραις εἴ[ρηται δ]ιὰ τὸ ἕπεσθαι τῇ γενέσει χρόνον, οἰκείως τῇ ἡμ[έρᾳ συγχ]ρώμενος, ἵνα μὴ ἔτη ἢ μῆνας ἢ ὥρας· τὸ μὲ[ν γὰρ ἀ]νάξιον τοῦ Θεοῦ, τὸ δὲ ἀτελοῦς ὄνομα· μὴ γὰρ εἰδ[ότες ἡ]μέραν τί ἐστιν, ὥραν ἠγνοοῦ- μεν. Καὶ ἐνταῦθ[α δέ], ἐπεὶ περὶ ζωῆς ἦν, ἐτῶν ἐμνη- μόνευσεν. Κα[ὶ ὁ] πολὺς λέξει ὡς συντέμνων ὁ Θεὸς αὐτῶν τὴν [ζωὴν] εἰς ἑκατὸν εἴκοσι αὐτὴν περιέστησεν, τῶν π[ροτέρ]ων πολλοῖς ἔτεσιν ἐπιβιούντων· ἀλλὰ τοῦτο [οὐ προ]σῆκεν· φαίνονται γὰρ πλείονα ἔτη ζήσαντες. Ἴ[δωμε]ν τοίνυν τὸ ἰδίωμα τοῦ ἀριθμοῦ. Λέγεται τοίνυν ὅ[τι οὗτος] ὁ ἀριθμὸς ἐκ τῶν ἑαυτοῦ μερῶν συντεθέντων δι[πλασιά]ζεται· ἐὰν γὰρ συντεθῇ τὸ ἥμισυ, ὅ ἐστιν ἑξήκον[τα, τρ]ίτον ˉμ, τέταρτον ˉλ, πέμπτον εἴκοσι τέσσερα, ἕκτο[ν] εἴκοσι, ὄγδοον δέκα πέντε, δέκατον ˉιˉβ, δωδέ- κατ[ον] ˉι, πεντεκαιδέκατον ὀκτώ, εἰκοστὸν ˉϛ εἰκοστο- τέ[ταρ]τον πέντε, τριακοστὸν τέσσερα, τεσσερακοστὸν τρεῖσ[, ἑξ]εκοστὸν δύο, ἑκατοστοεικοστὸν ἕν, ἀποτελεῖ τὸν δ[ιακό]σια τεσσεράκοντα, διπλασίονα ὄντα τοῦ ἑκατὸν εἴκο[σι, οὗ] τὰ μέρη δέκα πέντε τυγχάνει, ὅσπερ δέκα πέντε αυ᾿̣[ξόμ]ενος κατὰ παραύξησιν ποιεῖ τὸν ἑκατὸν εἴκοσι. Ὁ δὲ δέκ[α π]έντε ὅτι εἰς τὸν τελειότατον βαθμὸν παρελήμφθη, δῆλόν ἐστιν·
One must also observe this, that Scripture, when it employs numbers, joins to them appropriate terms, as in the case of the world having been made in six days. Let us take an example. For it is not permissible to say that God made the world in six angels or in six units or in six men; for time was indicated. Suitably, then, it is said "in six days" because time follows generation, using "day" appropriately, so that it is not years or months or hours; for the former is unworthy of God, and the latter is a name of something imperfect; for if we did not know what a day is, we would be ignorant of an hour. And here, since it was about life, he mentioned years. And the common person will say that God, cutting short their life, limited it to one hundred twenty, since earlier people lived for many years; but this is not fitting, for they are seen to have lived more years. Let us then examine the property of the number. It is said, then, that this number, when its parts are added together, is doubled; for if one adds the half, which is sixty, the third forty, the fourth thirty, the fifth twenty-four, the sixth twenty, the eighth fifteen, the tenth twelve, the twelfth ten, the fifteenth eight, the twentieth six, the twenty-fourth five, the thirtieth four, the fortieth three, the sixtieth two, the one hundred twentieth one, it produces two hundred forty, which is double of one hundred twenty, whose parts are fifteen, which fifteen, when increased by augmentation, produces one hundred twenty. And that fifteen was taken for the most perfect degree is clear.
τοῦ γὰρ [αὐ]τοῦ ἀριθμοῦ ἓξ βαθμοί *** Ἀλλὰ καὶ τὸ δὸς μερίδα τοῖς ἑπτά"6, [ὅπε]ρ δηλοῖ τὰ τῆς παλα̣ι̣ᾶς διαθήκης, καί γε τοῖς ὀκτώ"6, ὅ[περ] ἀναστασίμου [καὶ] καινῆς διαθήκης ἐστὶν σύμβολ[ον, τ]ὸν δέκα πέντε [συ]νάπτει. Ἰουδαῖοι γοῦν τὴν πα[λαιὰ]ν μόνον δεχόμε̣νοι τοῖς ἑπτὰ διδόασιν μερίδα, [μὴ] ἀκούοντες τοῦ καὶ τοῖς ὀκτὼ αὐτὴν διδόναι· ἀλλὰ [καὶ οἱ ἑ]τερόδοξοι ἀθετοῦντες τὴν παλαιάν, τοῖς ὀκτὼ μ[ερίδα] διδόντες, παραιτοῦνται τοῖς ἑπτὰ παρέχειν· τοῦ ἐκ[κλησια]στικοῦ ἀμφοτέρας δεχομένου τὰς διαθήκας, ἀ[μφοτέ]ροις μερίδα δίδωσιν. Ἐπεὶ οὖν καὶ ὁ ἑκατὸν εἴκοσι [ἀριθμὸς] διπλασιάζεται, σύμβολον ὑπάρχει διδασκαλ[ίας διε]γειρούσης ἐπὶ τὴν ἀληθῆ ζωὴν κατά τε πρᾶξιν [καὶ θε]ωρίαν τιμ̣ω̣μέν[η]ν̣, ἵνα διπλασιάσαντες τὸν βίο[ν τὴν] ζωὴν ταυ´̣την ἔχωσιν διὰ τοῦ ἀριθμοῦ δηλουμ[ένην, ἵ]ν' ᾗ τὸ λεγόμενον ὅτι ὁ μὴ καὶ πράξει καὶ θεωρίᾳ ζῶ[ν οὐ ζῇ], ἀλλὰ καθάπερ ἡ σπαταλῶσα τέθνηκεν. ῃι, 4. Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν τα[ῖς ἡ- μ]έραις ἐκείναις καὶ μετ' ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο [οἱ] υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγέννων ἑ[αυτοῖ]ς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ [ὀνο]μαστοί. Οἱ μὲν ἔξω τῆς πίστεως γίγαντας εἰσάγοντες ἀ[πὸ μ]ύθων τοῦτο εἰσάγουσιν, ἐν δὲ τῇ θείᾳ γραφῇ ἀντὶ ἰσχυρῶν ἀ[νθρώπων] ὀνομάζονται. Ἐν γοῦν τῷ Ἠσαΐᾳ ἀπειλῶν ὁ Θεὸς ἀφαιρήσειν [το]ύτων τὰ χρήσιμα, ἐπεὶ τούτου ἄξιοι ἐτύγχανον, συν[άπτ]ει καὶ γίγαντα καὶ ἰσ- χύοντα ἐν τοῖς ἀφαιρουμένοις.
For the same number six has steps. But also the phrase "give a portion to the seven" indicates the things of the Old Testament, and indeed to the eight, which is a symbol of the resurrection and of the New Testament, and it joins the number fifteen. Jews, then, who accept only the Old Testament, give a portion to the seven, not hearing that it is also given to the eight; but also the heterodox, who reject the Old Testament, give a portion to the eight, and refuse to provide for the seven; the ecclesiastical person, who accepts both Testaments, gives a portion to both. Since, then, the number one hundred twenty is doubled, it is a symbol of teaching that rouses to the true life, honored according to both practice and contemplation, so that by doubling their life they may have this life indicated by the number, so that the saying is that he who does not live by both practice and contemplation does not live, but is like one who lives in luxury and is dead. 4. And the giants were on the earth in those days and after that, as the sons of God went in to the daughters of men and begot children for themselves; those were the giants from of old, the men of renown. Those outside the faith, who introduce giants from myths, introduce this, but in divine Scripture they are named instead of strong men. In Isaiah, at any rate, when God threatens to take away their useful things, since they were worthy of this, he joins both "giant" and "strong" among the things taken away.
Καὶ [τὸν] Γολιὰδ δὲ οὕτως ἐκάλεσεν μαρτυρήσασα ἡ γραφὴ ὅ[τι ἰ]σχυρὸς ὑπῆρχεν καὶ πολεμιστής. Ἀλλὰ καί, ὅτε Μωσῆς ἐξέ- 157 [γρ]αψεν τοὺς κατασκόπ[ου]ς εἰς̣ τὴν πολεμίαν ἀπαγ- [γέλλ]οντας, περὶ τῆς χώρας ἔλεγον· Ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑω[ράκ]αμεν ἐκεῖ"6, εἶθ' ἑρμηνεύοντες τὸ μέγε- θος αὐτῶν
ἔλεγον· Κα[ὶ ἦμ]εν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες"6. Οὕτ̣ω̣ς μεγαλοσώμ[ατ]α αὐτοὺς εἶναι μαρτυρεῖ.
Καὶ εἰμ̣ε`̣ν̣ ε᾿̣πιτετευγμένως ε[ἴρη]ται ὡς ὀργάνοις δαίμονες ἐχρῶντ̣ο̣ [ἀ]νθρώποις ἐμπαθέσι[ν, λέ]γοι ἄν τις ὅτι πρὸς ἔλεγχον αὐτῶν τῆ[ς] σωματικωτάτη[ς ἕξ]εως τηλικοῦτοι ἀπεγεννήθησαν αὐτοῖς, οἳ καὶ ὀνο[μαστο]ὶ"6 ἐκαλοῦντο ἀπ' αἰῶνος"6, δηλοῦντος τοῦ ἀπ' αἰῶνος"6 τ[ὸ πολ]υχρονίως τὸν περὶ αὐτῶν ὡς μεγαλοσωμάτων λόγ[ον ἐκφ]έρεσθαι. Εἰ δὲ καὶ γίγαντας λέγοις αὐτοὺς διὰ τὸ τῆ[ς ἕξεως] φαῦλον καλεῖσθαι, οὐκ ἂν ἔξω λόγου εἴη τὸ λεγόμ[ενον, οἵτ]ινες κατὰ κακίαν τοὺς ὑφ' ἑαυτοὺς ἐγέννων, ἐπ[ὶ μέγεθ]ος φαυλότητος ἀλείφοντες.
And [Goliath] likewise the scripture called him, testifying that he was strong and a warrior. But also, when Moses wrote out the spies sent into enemy territory to report, they said concerning the land: "But also we have seen sons of giants there," then interpreting their size they said: "And we were before them as if locusts." Thus it testifies that they were large-bodied.
And if it has been aptly said that demons used passionate men as instruments, one might say that for the refutation of their most corporeal condition, such beings were generated for them, who were also called "renowned" from eternity, the phrase "from eternity" indicating that the account concerning them as large-bodied has been handed down over a long time. And if you should call them giants because of the baseness of their condition, the statement would not be unreasonable, since they, in accordance with wickedness, generated those beneath them, anointing them to a magnitude of baseness.
Εἰ δὲ τὸ μετ' ἐκεῖνο"6 ὑ[πάρχ]ον ἐν τῷ προκειμένῳ πρὸς τῷ χρόνῳ δηλοῖ καὶ τ[ὸ μετ]ὰ τὸ κεχωρίσθαι αὐτῶν τὸ πνεῦμα περὶ ο̣ὑ῀̣ εἶπεν ὁ [Θεός· Οὐ] μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐντοῖς ἀνθρώποις τούτοις [διὰ τὸ] εἶναι αὐτοὺς σάρκας"6, συνεπισκ[έ]ψαι· τότε γὰρ ἀλ[λοτρι]ωθέντες τῆς μετουσίας αὐτοῦ, εἴτ' ἄνθρωποι εἴτε κα[ὶ ἄλλο]ι, γεννήματα εἶχον ἐπαιρόμενα κατὰ τῆς γνώ[μης] τοῦ Θεοῦ οὐ μόνον νοήματα ἀλλὰ καὶ ἀνθρώπους. ῃι, 5–7. Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπλ[ηθ]ύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις δ[ιανο]- εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελ̣ω῀̣ς̣ ἐπὶ τὰ πονηρὰ [πάσ]ας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησεν τὸ[ν ἄνθρωπ]ον ἐπὶ τῆς γῆς καὶ διενοήθη καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψ[ω τὸ]ν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕω[ς κτ]ήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανο[ῦ, ὅτι] ἐθυμώθην ὅτι ἐποίησα αὐτούς. Ἀκολούθως, εἰ καὶ μὴ πρ[οαι]ρετικόν τι τὰ ἄλογα ἔπραττον, μετὰ τοῦ ἀνθρώπου συ[ν]απόλλυνται, δι[' ὃν κ]αὶ γεγόνασιν πρὸς τ̣ο`̣ αὐτοῦ χρείας ἐκτ̣ε̣λεῖν, ζωπύρου κ[ατα]λιμπανομένου μ[ε]τ̣α`̣ τοῦ Ν]ῶε καὶ ἀπ̣' α̣ὐτῶν. Ἀκολούθω[ς δὲ] καὶ διαφθείροντ̣α̣ι̣ ἄ[νθρωπο]ι, κακίας πλ̣ε̣ο̣νασάσης ἐπὶ γῆ[ς, ὅτι] μετὰ τοῦ κακοῦ [τ]ῷ δια- νοεῖσθαι ἡμάρτανον, οὐ παρέ[ργως] ἀλλ' ἐπιμελῶ[ς"6 τ]α̣ι῀̣ς̣ ἁμαρτίαις χρω´̣μενοι. Ἐπιμελῶς [ἐξ]ετάσωμεν τὸ ε[ἰρη]θὲν ἄνωθεν ἀρ̣ξ̣α´̣μενοι· Ἰδών"6 φ[ησιν] Κύριος ὁ Θεὸς ὅτι ἐπλ[η]θ̣υ´̣ν̣θησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ [τῆς γῆ]ς."6 Ἄρα γὰρ πρότερ̣ο̣ν̣ οὐχ ἑώρα αὐτῶν τὰς κακίας;
But if that which follows, present in the passage, indicates in addition to the time also that after their spirit was separated—concerning which God said, "My spirit shall not remain among these men because they are flesh"—one should consider: for then, alienated from participation in him, whether men or others, they had offspring that were raised up against the will of God, not only thoughts but also men. And the Lord God saw that the wickednesses of men had multiplied upon the earth, and that each one diligently intended in his heart evil things all the days, and God considered that he had made man upon the earth, and he thought and said, "I will wipe out the man whom I made from the face of the earth, from man to beast and from reptiles to the birds of the sky, because I was angry that I made them." Consequently, even if irrational beings did nothing by choice, they are destroyed together with man, for whose sake they also came into being to fulfill his needs, a spark being left with Noah and from them. And accordingly, men are also destroyed when wickedness prevails upon the earth, because together with evil they sinned in their thinking, not casually but diligently practicing sins. Let us carefully examine what was said above, beginning: "The Lord God saw that the wickednesses of men had multiplied upon the earth." For did he not see their wickednesses before?
Ἀλ[λὰ δῆλο]ν ὅτι νῦν ἐπὶ ἐκ̣δ̣ι̣κ̣η´̣σει τεθέαται. Ὅτε γὰρ οὐ βούλ[εται κόλ]ασιν ἐπιπέμψαι τ̣ο̣ι῀̣ς̣ ἁμαρτάνουσιν, λέγεται μὴ ὁρ[ᾶν αὐτού]ς, ἔστιν δ' ὅτε κο̣ι̣μᾶσθαι, ἄλλοις δὲ γρηγορένα[ι. Λέγεται] γοῦν ὑπό τι̣ν̣ος· ᾿Ε̣γ̣ρ̣η̣γορήθη ἐπὶ τὰ ἀσεβήματά μο[υ"6, ἐπὶ δὲ π]ο̣λλὰ ἀσεβήμ̣ατ̣α̣ τ̣α`̣ς̣ μακροθυμίας Θεοῦ πειραθείς, [παρελθόν]των τῶν ἐπιπο´̣[νω]ν φησίν· Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβή[ματά] μου"6. Καὶ ἄλλος δέ τις εἶπεν ἅγιος· Ἐξηγέρθη ὡς ὁ ὑπνῶ[ν Κύριος], ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου"6· πολὺ γὰρ μ[ακρο- θ]υμήσας ἐπάγει ὑπερ̣βαλλόντως καὶ ἀθρόως τὰς κο[λάσει]ς τοῖς οὕτω δεομένοις, ὅπερ διὰ τὸ ἀθρόον καὶ πλῆθ[ος ἐξ]έγερσις καὶ κραιπάλη̣ ἐξ οἴνου λέγεται. Ἰατροῦ γὰρ ἀγαθο[ῦ τυγ]χάνει τὸ καιρίως̣ κεχρῆσθαι τοῖς πάθεσιν, ὅπερ διὰ τ[οῦ Ἰδ]ὼν δὲ Κύριος ὁ Θεὸς"6 δ[η]λοῦται. Εἰ δὲ πρόσκειται τὸ πᾶς τις [διανο]εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπὶ τὰ πονηρά"6 καίτοι τοῦ Νῶε [οὐχ ο]ὕτως ἔχοντος, οὐ δεῖ ξενίζεσθαι· πρὸς γὰρ τὸ ὡς ἐπὶ [τὸ π]λεῖστον οὕτως εἴρηται, καθὰ καὶ τὸ πᾶς ἀδελφὸς πτέρ[νῃ π]τερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται"6· δυνατὸν δὲ δ[ή, ἐ]πεὶ ὁ Νῶε οὐ κα̣θόλου̣ ἀ´̣ν̣θ̣ρ̣ω̣π̣ο̣[ς ἦν – ἀ]ναβεβήκει γὰρ [τὴν] ἀνθρώπων κατάστασιν–, τοῦτο εἰρῆσ̣[θαι ὡς] μὴ ὑποκειμέν[ου αὐ]τοῦ τῷ τῶν ἀνθρώπων καθόλου, θεοῦ [τυγχ]άνοντος καθὸ [εἴρητ]αι· Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς [ὁ λόγο]ς τοῦ Θεοῦ ἐγέ[νετο]"6. Τούτῳ ὅμοιον καὶ τὸ ἐγὼ εἶπα [ἐν] τῇ ἐκστάσει μ[ου· π]ᾶς ἄνθρωπος ψεύστης"6· θεὸς γὰρ ἦν, ὡς ἀ[ποδ]εδώκαμεν, ὁ τ[αῦτα] λέγων.
But it is clear that now it is seen in the context of punishment. For when he does not wish to send punishment upon those who sin, it is said that he does not see them; but at other times he is said to sleep, and for others to be awake. At any rate, it is said by someone: "I was awakened to my impieties," and after many impieties, having tested the patience of God, when the painful things have passed, he says: "I was awakened to my impieties." And another holy person said: "The Lord arose as one sleeping, as a powerful man who had become drunk from wine." For having been very patient, he brings upon those who so require the punishments excessively and all at once, which, because of the suddenness and multitude, is called an awakening and a hangover from wine. For it belongs to a good physician to use the affections at the critical moment, which is indicated by "And the Lord God saw." But if the phrase "everyone thinks in his heart upon evil things" is added, although Noah is not in this state, one should not be surprised; for it is spoken in this way as for the most part, just as also "every brother will trip his brother, and every friend will act deceitfully." But it is possible, since Noah was not a man in the general sense—for he had ascended beyond the human condition—that this is said as not applying to him under the general category of men, since he was a god, according to what is said: "He called those gods to whom the word of God came." Similar to this is also "I said in my ecstasy: every man is a liar," for he who said these things was a god, as we have shown.
Εἰ γὰρ μὴ οὕτως εἶχεν και`̣ [ἄνθρωπο]ς ψεύστης ἦν [ οὐ]κέτι ἀληθὲς τὸ πᾶς ἄνθρωπος ψ[εύστη]ς"6· ἀλλ' ἀληθεύ[ει μὲ]ν καὶ οὐκ ἔστιν αὐτὸς ἄνθρωπος ο῾̣ ὑ[περ]βὰς δι' ἀρετὴν [ἀνθρώπου] ὀνομασίαν
καθὸ εἴρηται· ῞Ο̣π̣[ου γὰ]ρ ἔρις καὶ ζῆλ[ος, οὐχὶ ἄ]νθρωποί ἐστε, ὡς καὶ οὗτοι περι[πατεῖ]τε;"6 Οὐ γὰρ ὡς ἔ[τυχεν ἐπ]ράττετο παρὰ αὐτῶν η῾̣ κ̣[ακία] ἀλλ' ἐπιμελῶ[ς"6 καὶ βεβο]υλευμένως· τοῦτο γὰρ δηλ[οῖ τὸ ἐ]ν τῇ καρδίᾳ"6. [Ὡσαύτως] τὸ ἐκ νεότητος"6 διττῶς ἂ[ν νοη]θείη, ἤτοι ἐκ μ[ικρᾶς] ἡλικίας εἰς κακίαν ἀλειφόμ̣[ενοι], ἢ ὅτι οὐδεὶς τ[ῶν κατὰ] τὸν διαγραφέντα ἄνθρωπον π[ρεσβύ]της ἐστί, κἂν τὴ[ν φύσι]ν οὕτως ὑπάρχῃ, τὰ νεω[τεροπο]ιὰ καὶ ἐπιπόλαι[α προ]ταττόμενος· Γῆρας γὰρ τίμ[ιον οὐ] τὸ πολυχρόνιον [οὐδὲ ἀ]ριθμῷ ἐτῶν μεμέτρηται· π̣[ολιὰ] γάρ ἐστιν φρόν[ησις ἀ]νθρώ- ποις καὶ γῆρας βίος ἀκηλίδωτ̣[ος"6. Οὐ]κ ἀνοικείως δὲ [καὶ τὸ ἁ]μαρτίας νεότητος καὶ τὰς [ἀγνοία]ς μου μὴ μνησθ[ῇς"6 ἑρ]μηνεύσεις λέγων ὅτι ὅσα [πονηρ]ῷ ἤθει ἔπραξα [μὴ μ]νησθῇς.
If it were not so, and a man were a liar, the statement "every man is a liar" would no longer be true. But he speaks truth, and he himself is not a man, the one who, through virtue, transcends the designation of man, according to what is said: "For where there is strife and envy, you are not men, as you also walk about." For their wickedness was not committed at random but carefully and deliberately; for this is what "in the heart" indicates. Likewise, "from youth" could be understood in two ways: either that from a young age they were anointed for wickedness, or that none of those who correspond to the described man is an elder, even if he is such by nature, since he puts forward novel and superficial things first. For honorable old age is not that which is long in time nor measured by a number of years; for gray hair is prudence for men, and old age is a life without blemish. Not inappropriately, you will also interpret "do not remember the sins of my youth and my ignorances" by saying: do not remember what I did with a wicked character.
Τούτων οὕτως εἰ[ρημέν]ων ἄξιον θεωρῆσ[αι τί δ]ηλοῦται ἐκ τοῦ ἐνεθυμήθη [ὁ Θεὸς ὅ]τι ἐποίησεν τὸν [ἄνθρωπον] ἐπὶ τῆς γῆς καὶ διενοήθη"6 καὶ ἐ[θυμώθ]η̣ν ὅτι ἐποίησα α[ὐτούς]"6, ὅπερ ἰσοδυναμεῖ τῷ μετε[μελήθ]ην ὅτι ἔχρισα τὸ[ν Σαο]ὺλ εἰς βασιλέα"6. Λεκτέον [δὲ ὅτ]ι̣ ἀνθρωπο- 160 πα[θῶς πε]ρὶ Θεοῦ λέγεται καὶ οὐχ οὕτως ὡς αἱ λέξεις καὶ ἡ νόησις ἔχε[ι. Ἐ]ὰν γὰρ περὶ χειρω̣[ν] καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ [ὤτω]ν ἐν τῇ γραφῇ μ[ετα]φέρηται, οὐ δεῖ οἴεσθαι ἀνθρ[ωπ]ίνως ἐσχημα[τῖσθαι] τὸν Θεόν, ἀλλὰ δῆλον ὡς δυν[άμε]ις αὐτοῦ δραστι̣κ̣α`̣ς̣ τὰς χεῖρας καὶ τὸ ἀναπόδρασ[τον ὀ]φθαλμοὺς καὶ οὑ´̣τ̣ω̣ς̣ ἕκαστον ὡς περὶ δυνάμεως [ἐκλη]μψόμεθα Θεοῦ εἰ καὶ καθ' ἑτέραν διάνοιαν το[ὺς ἐν τ]ῇ ἐκκλησίᾳ διο[ρατικοὺς] ὀφθαλμοὺς αὐτοῦ καὶ τοὺς πρα[κτικοὺ]ς χεῖρας καὶ τα`̣ λ̣ο̣ι̣π̣α`̣ ὁμοίως. Καὶ γὰρ τῷ ὄντι ἐπὶ μ[ὲν τῶν] αἰσθητῶν ἕκασ[τον τῶν] ὀνομαζομένων οἷον ξύλον μ[όνον] τι σημαίνει, ἐπὶ δ[ὲ τοῦ] Θεοῦ πλειόνων ὀνομάτων λεγο[μένων], ἃ νοεῖσθαι προίσ[τησι] λόγῳ τὰ διάφορα περὶ αὐτοῦ· [οὕτω]ς γὰρ ὁ Θεὸς καὶ πν[εῦμα καὶ πη]γὴ καλεῖται καὶ πάλιν χεῖρα[ς καὶ] πόδας ἀνάγετ[αι ἔχειν]· οὐδήπου δέ, εἴπερ αἰσθητόν τ[ι ἔτυ]χον, τοσαῦτα ἦσ̣[αν αὐτοῦ] τὰ ὀνόματα· οὐ γὰρ τὸ φῶς ἢ τὸ [πνεῦμα ἢ ἡ] πηγὴ χεῖρας ἔχο̣[υσιν]. Καὶ ἐπὶ τοῦ διενοήθη καὶ μετε[μελήθη] ὡς περὶ ἀτρέπτου [νοή]σομεν. Ὅνπερ γὰρ τρόπον καὶ ἄ[νθρωποι τὴν] ἔμφασιν παρασ[τῆσαι] βουλόμενοι τοῖς ὑφ' ἑαυτῶν διδ[ασκομέ]νοις ἁμαρτη´̣μ̣α̣τ̣[ος ὅτι] μεγάλως ἐσφάλησαν καὶ ἀνάξι[οί εἰσι] μαθημάτων λέ[γουσι]·
With these things thus spoken, it is worthwhile to consider what is indicated by the phrase "God reflected that he had made man upon the earth and considered," and "I was grieved that I had made them," which is equivalent to "I repented that I had anointed Saul as king." It must be said that this is spoken of God in a human manner, and not as the words and the thought actually are. For if hands and feet and eyes and ears are spoken of metaphorically in Scripture, one should not suppose that God is shaped in a human way, but it is clear that his hands are his active powers, his eyes his inescapable perception, and so on for each, as we will understand them as powers of God, even if, according to a different interpretation, his eyes are the discerning ones in the church, his hands the practical ones, and the rest similarly. For in truth, in the case of perceptible things, each of the names, such as "wood," signifies only one thing, but in the case of God, many names are spoken, which by reason present different things to be understood about him; for thus God is called both spirit and source, and again is said to have hands and feet. But if he were something perceptible, he would not have so many names; for light or spirit or source do not have hands. And concerning "he considered" and "he repented," we will understand them as referring to the unchangeable one. For just as men, wishing to convey the impression to those they teach, say that they have greatly erred in sin and are unworthy of learning,
Μετεμελήθην ὅτι τὰ τηλικαῦ[τα σοι π]αραδέδωκα, εἰς ἐ[πίγνω]σιν τοῦ πταίσματος αὐτὸν ἀγαγ[όντες, τ]ὸν αὐτὸν τρόπον [καὶ ὁ] Θεὸς οὐ πάθος ὑπομένων μετα[μέλεσ]θαι λέγεται, ἀλ[λὰ δι'] ἔμφασιν τοῦ μεγέθους τοῦ ἁμ[αρτή- μ]ατος. Οὐδὲ γὰρ ἠγ̣[νόει ὅ]τι τοιοῦτοι ἔσονται, ἀγαθότητι δ[ὲ ἐθε]ώρει εἴ πως ἐκ τῶ[ν νό]μων τῶν κατὰ διάνοιαν ἐπιγρα[φέντων]. Εἰκόνι δὲ χρησο´̣[μεθα] πρὸς τὸ μὴ αὐτοῦ εἶναι πάθος το[ῦ Θεοῦ ἀ]λλὰ τῶν μεταβαλ[λομέ]νων τοιαύτῃ. Ἔστω τις σοφὸς ε·ιοις πάλιν τιθέμενος, εἰ συμβαίη τινὰς τ ιδων καὶ διὰ τοῦτο ἀποκλήρους, οὐκ αὐτ[ὸς ἐπὶ] τῶν μετ̣αβληθ[έντων] τ]ῇ γνώμῃ μετέβαλεν, εἰς τοὺς δικαίους μόνους ἐλθούσης τῆς] περιουσίας· τοῦτον γὰρ ἐξ ἀρχῆς εἶχεν τὸν σκοπόν.
Εὖ δὲ τὸ ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς"6· οὐ γὰρ εἰς ἀνυπαρξίαν αὐτὸν περιάγει, οὐδὲ κατὰ ψυχὴν ἀπαλείφει, ἀλλ' ἀπὸ γῆς. Οὐ τοῦτο δὲ μόνον ἔργον ἐστὶ Θεοῦ τό, ἐπιπολασάσης κακίας, ἀναιρεῖν τοὺς ἀνθρώπους, ἀλλὰ καὶ διὰ συμβόλου ἀπόλλυσιν τὸν ἐν τῇ γῇ κατοικοῦντα φαῦλον ὄντα· κάτοικος γὰρ γῆς ὁ φαῦλος, τοῦ ἁγίου οὐ κατοίκου ἀλλὰ παροίκου τυγχάνοντος. Οὕτω γοῦν καὶ ἐν Ἰερεμίᾳ λέγεται· Ἐκκαυ-θήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς"6, τοὺς ῥιζώσαντας ἐπὶ γῆς, ὅπερ οὐ παθὼν ὁ ἅγιός φησιν εὐχαριστῶν· Παρὰ βραχὺ συνετε´̣[λε]σάν με ἐν τῇ γῇ"6, καὶ ἐν τῇ Ἀποκαλύψει δὲ λέγεται· Οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν"6, οὐ τοὺς παροικοῦντας· σκοπὸς δὲ Θεοῦ ἀπὸ τῶν γηΐνων τὸν ἄνθρωπον ἀποσπᾶσαι, κἂν αὐτὸς τῶν γηΐνων ἀντέχηται.
I repented because I entrusted such great things to you, leading him to recognition of the transgression. In the same way, God is said to repent not by undergoing a passion, but by an indication of the magnitude of the sin. For he was not ignorant that they would be such, but in his goodness he considered whether somehow from the laws inscribed according to the mind they might be guided. We shall use an image to show that this is not a passion of God but of those who change in such a manner. Let there be a wise man setting down laws again; if it should happen that some, seeing them and because of this become disinherited, he himself did not change with respect to those who changed in opinion, since the abundance came only to the righteous; for he had this purpose from the beginning.
And it is well said, "I will wipe out the man whom I made from the face of the earth"; for he does not lead him into non-existence, nor does he wipe him out according to the soul, but from the earth. But this is not the only work of God, when wickedness has spread, to remove men, but also through a symbol he destroys the one dwelling on the earth who is base; for the base man is a dweller of the earth, since the holy man is not a dweller but a sojourner. Thus, indeed, it is said in Jeremiah: "The evils will be burned out upon those dwelling upon the earth," those who have taken root on the earth, which the holy man, not suffering, says in thanksgiving: "They almost finished me off on the earth," and in the Apocalypse it is said: "Woe upon those dwelling the earth," not those sojourning; and God's purpose is to draw man away from earthly things, even if he himself clings to earthly things.
ῃι, 8. Νῶε δὲ εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Μέγα καὶ οὐράνιόν ἐστιν τὸ εὑρεῖν χάριν ἐναντίον τοῦ Θεοῦ, τοῦτο δὲ κατορθοῦται ἐκ τῆς πρὸς αὐτὸν ἀρεσκείας, ᾧ ἕπεται καὶ τὸ ἀνθρώποις ἀρέσ̣κ̣ει̣ν, τοῦ ἀρέσκοντος ἀνθρώποις οὐ πάντως Θεῷ ἀρέσκοντος. Ὅρα γὰρ τί ὁ μακάριος Παῦλός φησιν· Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην"6, καὶ ὁ ψαλμῳδός· Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων"6· οἱ δὲ ἐκ Θεοῦ τὴν χάριν ἔχοντές φασιν· Ὃς ἐχαρίτωσεν ἡμᾶς σὺν τ[ῷ] ἠγαπημένῳ"6, ἅμα καὶ Μαρία ἀκούει πρὸς τοῦ ἀγγέλου· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ"6. Αὕτη γάρ ἐστιν ἡ χάρις τὸ ἐ´̣χειν μεθ' ἑαυτοῦ τὸν Κύριον· ἔχει δὲ μεθ' ἑαυτοῦ τὸν Κύριον ὁ δι' ἀρε[τὴ]ν καὶ πράξεις ἐναρέ- τους λέγων· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ [λα]λοῦντος Χριστοῦ"6. Αὐτὸς γὰρ δίδωσιν χάριν καὶ εἰρήνην· τοῦτο γὰρ [ἐ]πεύχεται ὁ ἅγιος λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ"6. Δίδωσιν δὲ Θεὸς τὸ δῶρον τοῦτο, ἡμῶν τὴν ἀφορμὴν τοῦ λαβεῖν αὐτὸ παρεχόντων. Εἴρηται γοῦν ἐν Παροιμίαις· Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ"6· ἐν γὰρ τῇ τῆς προαιρέσεώς ἐστιν ἐξουσίᾳ †·τιη† τηρῆσαι αὐτὰς καὶ κατορθῶσαι.
Noah found grace before the Lord God. It is a great and heavenly thing to find grace before God, and this is accomplished by pleasing Him, from which follows also pleasing men, though what pleases men does not necessarily please God. For see what the blessed Paul says: "If I pleased men, I would not be a servant of Christ." And the Psalmist: "The Lord scattered the bones of those who please men." But those who have grace from God say: "He who has graced us together with the beloved," and also Mary hears from the angel: "Hail, graced one, the Lord is with you." For this is grace: to have the Lord with oneself. And he has the Lord with himself who, through virtue and virtuous actions, says: "If you seek proof of the Christ speaking in me." For He gives grace and peace; for this the saint prays, saying: "Grace to you and peace from God the Father and our Lord Jesus Christ." God gives this gift, while we provide the occasion for receiving it. It is said in Proverbs: "Grace and friendship set free; keep them for yourself, so that you may not be reproached." For it is in the power of choice to keep and accomplish them.
Οὕτως οὖν καὶ Νῶε ἐκ τῆς̣ οἰκείας προπαρασκευῆς εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, αὐτὸς διὰ τῶν τῆς ἀρετῆς ἔργων χαριτώσας ἑαυτὸν καὶ ἐκ τούτου δεξάμενος παρὰ Θεοῦ χάριν· τοῖς γὰρ ἀφ' ἡμῶν κατορθουμένοις καὶ ἀνυομένοις συνέργων ὁ τῶν ὅλων Θεὸς προστιθεὶς ἐπι- κοσμεῖ καὶ εἰς̣ μέγεθος ἀγαθοῦ ἄγει. Τοῦτ' αὐτὸ εἰδότες οἱ τοῦ Σωτῆρος μαθηταὶ ἤδη δι' ἑαυτῶν προκατορθώσαντες τὴν εἰς αὐτὸν πί[σ]τιν ἔλεγον αὐτῷ εἰδότες ὅτι καὶ θεοδώρητος πίστις ἐστίν· Πρόσθες ἡμῖν πίσ̣τι̣ν̣"6. Ὡς γὰρ λόγος σοφίας δίδοται διὰ τοῦ πνεύματος καὶ λόγος γνώσε̣ως κατὰ τὸ πνεῦμα, οὕτω καὶ πίστις ἐν τῷ αὐτῷ πνεύματι. Ἀδύνατον γάρ ἐστιν δέξασθαι τὴν ἐκ Θεοῦ κατὰ χάριν διδομένην πίστιν μὴ ἔχοντα τὴν ἐκ τοῦ ἐφ' ἡμῖν συνισταμένην. Τοῦτ' αὐτὸ γὰρ δηλοῦται ἐκ τοῦ πρόσθες ἡμῖν πίστιν"6· ἀλλὰ γὰρ καὶ Ἠσαΐας ἐκ προσώπου τοῦ ἀνθρώπου τοῦ κυριακοῦ, ἔστω δὲ καὶ ἐκ τοῦ ἰδίου, φησίν· Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν καὶ ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα"6· ἡ γὰρ πρὸς τοῦ Θεοῦ διδομένη ἀκοὴ καὶ παιδεία δ[ι]ανοίγει καὶ ταῦτα τὰ ὦτα πρὸς τὸ τὴν διάνοιαν θειότερον ἀκούειν. Οὕτω καὶ τὸ χάριν ἀντὶ χάριτος"6 νοήσομεν, τὴν ἐκ Θεοῦ ἀπὸ τῆς ἐφ' ἡμῖν προσγινομένην νοοῦντες. Εὖ δὲ καὶ τὸ εὗρεν"6 εἴρητα[ι, ἵ]να δειχθῇ ὅτι ζητήσας δεόντως εὗρεν, τῶν μὴ ὃν δεῖ τρόπο[ν] ζητούντων οὐχ εὑρισκόντων· Ζητήσουσίν με"6 γάρ φησιν κακοὶ καὶ οὐχ εὑρήσουσιν"6. Ἐντεῦθεν δὲ γνωρίζεται ὅτι καλῶς ἐζήτησεν ἐκ τῆς τοῦ Θεοῦ ἐπικρίσεως καὶ δωρείας, ὅταν ὥσπερ ἐπισφραγίζων αὐτὸς τὴν χα´̣ριν δῷ·
Thus, then, Noah also, by his own prior preparation, found grace before the Lord God, having himself rendered himself gracious through the works of virtue and from this having received grace from God; for to the things accomplished and achieved by us, the God of all, working together, adds, adorns, and leads to the magnitude of good. Knowing this very thing, the disciples of the Savior, having already through themselves first accomplished faith in him, said to him, knowing that faith is also a gift of God: "Add to us faith." For as a word of wisdom is given through the Spirit and a word of knowledge according to the Spirit, so also faith is in the same Spirit. For it is impossible to receive the faith given by God according to grace without having the faith that is constituted from what is in our power. For this very thing is made clear from the phrase "add to us faith"; but also Isaiah, from the person of the Lord's man, and let it be also from his own, says: "He added to me an ear for hearing, and the discipline of the Lord opens my ears"; for the hearing and discipline given by God opens these ears for the mind to hear more divinely. Thus also we shall understand "grace for grace," understanding the grace from God as accruing from that which is in our power. And the phrase "he found" is well said, in order to show that, having sought appropriately, he found, while those who do not seek in the proper way do not find; for it says, "The wicked will seek me and will not find me." From this it is recognized that he sought well, from the judgment and gift of God, when, as if sealing it, he himself gives the grace.
Οὐ"6 γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντ̣ο̣ς Θεοῦ"6, καὶ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν̣ οἱ οἰκοδομοῦντες αὐτόν"6. ῃι, 9. Αὗτ̣αι δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν Νῶε. Τοῦ δικαίου ἡ γενεαλογία οὐκ ἔστιν τοσοῦτον ἐξ ἀνθρώπων ὅσον ἐξ ἀρετῶν· αὗται γὰρ αὐτοῦ προηγούμενα γεννήματα. Τοῦτό τοι διδάσκει τὸ συγγραφικὸν πνεῦμα· προκειμένου γὰρ ὄντος τοῦ τὰς γενέσεις τοῦ Νῶε εἰπεῖν, ἐπήνεγκεν· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν"6. Τί δὲ δηλοῦται ἐκ τοῦ τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ"6, ἴδωμεν. Καὶ κατὰ μὲν πρώτην ἀπόδοσιν λέγοι ἂν ὅτι, τῶν ἀνθρώπων τῶν κατ' αὐτὸν αὐτοῦ καιρὸν εἰς ἄμετρον κακίαν ἐπιδεδωκότων, ἐκ τῆς πρὸς αὐτοὺς συγκρίσεως τέλειος ἦν, ὅπερ οὐ μέγα τυγχάνει, εἰ πρὸς ἀπεγνωσμένους συγκρίνοιτο, τάχα δυναμένου λεχθῆναι ὅτι τῶν σὺν αὐτῷ εἰς τὴν κιβωτὸν εἰσελθόντων διαφέρων τέλειος ἐλέγετο· καὶ γὰρ εἰκὸς αὐτοὺς εἶναι τοιούτους ἐκ τῆς πρὸς τὸν ἅγιον συνηθείας. Λεχθείη δὲ καὶ οὕτως· γενεὰ τοῦ δικαίου ἐστὶν ἡ
It is not for the one who wills nor for the one who runs, but for the merciful God; and, "Unless the Lord builds a house, those who build it have labored in vain." These, then, are the generations of Noah. Noah, a righteous man, being perfect in his generation, pleased God. The genealogy of the righteous man is not so much from men as from virtues; for these are his prior offspring. This is what the scriptural spirit teaches: for when it was proposed to tell the generations of Noah, it added: "Noah, a righteous man, being perfect in his generation, pleased God." Let us see what is indicated by "perfect in his generation." According to a first interpretation, one might say that, since the men of his time had given themselves over to boundless wickedness, he was perfect by comparison with them, which is not a great thing if compared to the hopeless; perhaps it could be said that he was called perfect as being different from those who entered the ark with him, for it is likely that they were such from their association with the holy man. It could also be said thus: the generation of the righteous man is
ὁμοιοτροπία, καὶ τοῦτο σημαίνεται ἐκ τοῦ Αὕτη ἡ γενεὰ ζητούντων αὐτόν"6· εἰπὼν γὰρ Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ"6 καὶ τὰ ἑξῆς, ἐπήγαγεν· Αὕτη ἡ γενεὰ ζητούντων αὐτόν"6, τοὺς τῇ αὐτῇ κεκοσμένους ἀρετῇ μίαν γενεὰν εἰπών. Τούτῳ κατὰ τὸ ἐναντίον ἀναλόγως ὅμοιόν ἐστιν τὸ λεγόμενον· Υἱοὶ τοῦ αἰῶνος το[ύ]του φρονιμώτεροί εἰσιν τῶν υἱῶν τοῦ φωτὸς ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν"6· γενεὰ γὰρ τῶν τοιούτων ἡ ὁμοία κατάστασις καὶ πολιτεία. Δεῖ δὲ οὕτως ἀκούειν τέλειον ὡς ἐν ἀνθρώποις, ὅπερ τέλειον ὁ Παῦλος ἐκ μέρους γιγνώσκειν ἔφη, λέγων περὶ τοῦ τελείου· Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται"6· πᾶσα ἡ ἐν ἀνθρώποις κατορθουμένη τελειότης ὡς πρὸς τὸ ἐν τῷ μέλλοντι αἰῶνι τέλειον ἐκ μέρους ἐστίν. Καὶ ἔστω ἐπὶ παραδείγματος σαφὲς τὸ λεγόμενον· ὁ ἐν τοῖς πρώτοις γράμμασιν τέλειος ὡς πρὸς τὸν γραμματικῶν λόγων ἀκούοντα ἀτελής ἐστιν. Καὶ αὐτὸς δὲ ὁ Ἀπόστολος λέγων Ἐκ μέρους γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομέν"6 φησιν περὶ ἑαυτοῦ καὶ τῶν ὁμοίων· Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν"6, καὶ Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις"6· ὡς γὰρ πρὸς τὴν ἐντῷ μέλλοντι, ὡς ἔφαμεν, γνῶσιν πρόσωπον πρὸς πρόσωπον"6 οὔσαν ἀτέλης ἡ ἐνταῦθα ὑπάρχει πολιτεία, κἂν εἰς ἄκρον φθάσασα τυγχάνῃ. Τὸ δὲ δίκαιον καὶ τὸ τέλειον καὶ τὸ εὐαρεστεῖν τῷ Θεῷ περὶ τοῦ Νῶε λεγόμενον ἅμα ἐκλαμβάνειν δεῖ, κἂν τὰ ῥήματα τάξιν ἔχῃ· δίκαιος"6 γὰρ καὶ τέλειος ὢν"6 τὴν πρὸς Θεὸν εἶχεν εὐαρέστησιν· προεπινοεῖται δὲ τῆς εὐαρεστήσεως τὸ τέλειον καὶ δίκαιον·
likeness, and this is indicated by the phrase, "This is the generation of those who seek him." For after saying, "Who will go up to the mountain of the Lord, or who will stand in his holy place? Innocent in hands and pure in heart," and so forth, he added, "This is the generation of those who seek him," calling those adorned with the same virtue one generation. Analogously, the opposite is similar to the saying, "The sons of this age are wiser than the sons of light in their own generation." For the generation of such persons is their similar condition and way of life. One must understand "perfect" as it pertains to humans, which Paul said he knew in part, speaking of the perfect: "When the perfect comes, the partial will be abolished." All perfection achieved among humans is partial in relation to the perfection in the future age. And let what is said be clear by example: one who is perfect in elementary letters is imperfect relative to one who hears grammatical discourses. And the Apostle himself, saying, "We know in part and we prophesy in part," speaks concerning himself and those like him: "Therefore, as many as are perfect, let us think this," and "We speak wisdom among the perfect." For as compared to the knowledge in the future, which is face to face, as we said, the way of life here is imperfect, even if it reaches the utmost degree. And one must take together the just, the perfect, and the being pleasing to God said concerning Noah, even if the words have an order: for being just and perfect, he had the being pleasing to God; the perfect and just are conceived prior to the being pleasing.
οὐ γὰρ ὅτι εὐηρέ- στησεν, γέγονεν δίκαιος καὶ τέλειος, ἀλλ' ὅτι δίκαιος καὶ τέλειος ἀνεφάνη, ἀποδέδεικται εὐαρεστῶν τῷ Θεῷ.
Εἰ δὲ καὶ τηλικαύτης ὑπάρχων ὁ Νῶε καταστάσεως ἄνθρωπος εἴρηται, οὐ δεῖ ξενίζεσθαι, πολλάκις ἡμῶν παρατηρησαμένων ὅτι πλείονα σημαίνει τὸ τοῦ ἀνθρώπου ὄνομα· οὐ γὰρ ἐπὶ ψεκτοῦ μόνου, ὡς εἴρηται· Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;"6 καὶ περὶ τοῦ ἐπ[ι]σπείροντος δὲ διαβόλου κακὰς ἐννοίας εἴρηται· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν"6· ἐνταῦθα δὲ πρὸς τῷ τὴν φύσιν δηλοῦν ἔτι καὶ τὸν κυρίως ἄνθρωπον σημαίνει τὸν σῴζοντα τὸ κατ' εἰκόνα"6.
Εὖ δὲ καὶ τὸ τέλειος ὢν τῷ Θεῷ εὐηρέστησεν"6· ἤδη γὰρ τελειότητος ἐπειλημμένος εὐηρέστησεν τῷ Θεῷ, οὐ παντὸς εὐαρεστοῦντος τῷ Θεῷ εὐαρεστοῦντος, ἀλλ' ἐσθότε, καὶ δικαίοις ἀνδράσ[ι] καὶ ἄλλως ἀνθρώποις· καὶ γὰρ εἰ ἐπαινεῖται ὁ δικαίῳ ἀρέσκων, ἀλλ[ὰ] μετὰ τὸ τῷ Θεῷ ἀρέσκειν. ῃι, 10. Ἐγέννησεν δὲ Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφετ. Τρεῖς μὲν υἱοὺς ἐγέννησεν καὶ τοσούτων γέγονεν πατὴρ ὁ Νῶε· οὐδὲ γὰρ πρὸ τούτου εἴρηται ἐσχηκέναι ἄλλο τέκνον. Καὶ τὸ μὲν ῥητὸν φανερόν· εἰ δὲ πρὸς ἀναγωγήν τις βλέποι, λέγοι ἂν ὅτι δύο τις γεννῶν ὑλικῆς ἕξεως ἂν εἴη σύμβολα τίκτων· τὰ γὰρ δύο τῇ ὕλῃ οἴκεια· διαιρετὴ γὰρ αὕτη· ὁ δὲ τριαγεννητικὸς τέλειος λέγεται πρῶτος ὢν ἄρτιος εἰκόνα φέρων τοῦ δημιουργοῦ, δρα- στήριος γάρ, καὶ ἔτι ἡ ἀφαίρεσις ἀπ' αὐτοῦ ἑνὸς ἀριθμοῦ δυάδα ποιεῖ, ὡς δηλονότι κατὰ προσθήκην τὰ τρία γεγένηται·
For it is not because he was well-pleasing that he became righteous and perfect, but because he was revealed as righteous and perfect, he is shown to be well-pleasing to God.
And if Noah, being in such a state, is called a man, one should not be surprised, since we have often observed that the name "man" signifies more than one thing. For it is not used only of a blameworthy person, as it is said: "For where there is strife and jealousy among you, you are not men and do not walk as men," and concerning the devil who sows evil thoughts, it is said: "An enemy man did this." But here, in addition to indicating nature, it also signifies the man in the proper sense, the one who preserves the image.
And it is well said that "being perfect, he was well-pleasing to God." For having already attained perfection, he was well-pleasing to God; not everyone who is well-pleasing to God is well-pleasing in the same way, but sometimes to righteous men and sometimes to other men. For even if one who pleases a righteous man is praised, it is after pleasing God.
Noah begot three sons: Shem, Ham, and Japheth. Noah begot three sons and became the father of that many; for it is not said before this that he had any other child. And the literal meaning is clear. But if one looks to the anagogical sense, one might say that one who begets two would be producing symbols of a material state, for the number two is proper to matter, since it is divisible. But the one who begets three is called perfect, being the first complete number, bearing the image of the creator, for he is active; and further, the subtraction of one from it makes a dyad, as it is evident that the triad comes about by addition.
τοῖς δὲ ἀνθρωπίνοις, ἃ δηλοῦται διὰ τῶν δύο, εἰ προστεθείη λογισμός, οὐκέτι ὑλικὰ ἢ ἀνθρώπινα μένουσιν, ὀρθότητος μετέχοντα· οὐ γὰρ ἁπλῶς πράττειν δεῖ, ἀλλὰ καὶ λόγῳ ὀρθῷ, ἵν' ἔχῃ τὸν ἔπαινον.
Δύναται δέ τις καὶ τροπολογῶν εἰς τὴν ψυχῆς τελείωσιν ταῦτα λαμβάνειν· δεῖ γὰρ πρότερον ἐγγενέσθαι τι τῇ ψυχῇ πάθος, εἶθ' οὕτω διάθεσιν γενέσθαι, καὶ οὕτως ἐπὶ τὴν πρᾶξιν ὁρμῆσαι· πάθος δέ φαμεν οὐ τὸ ψεγόμενον, ἀλλὰ τὴν ὡς ἂν ἐκτύπωσιν τῆς ψυχῆς ἐπὶ ἐνάρετον ὁρμήν· γίνεται δὲ καὶ ἐκ τοῦ ἐναντίου ταῦτα. Τρία οὖν ταῦτα γεννήματα τοῦ σπουδαίου· ἐάσθω γὰρ νῦν ἡ προπάθεια ὡς ῥοπὴν εἰς τὰ ἀδιάφορα ἔχουσα. Εἰ δὲ καὶ ταῖς ἑρμηνείαις τις ἐπιβάλλων εὐπορήσοι τινὸς ὠφελίμου, σκοπητέον. Ὁ μὲν οὖν Σὴμ ἑρμηνεύεται
τέλειος, Ἰάφετ πλατυσμὸς ἢ καλλονή, Χὰμ δὲ τολμηρὸς ἢ προπετὴς ἢ θέρμη ἢ ἔκτασις. Ποῖα δὲ ἄλλα γεννήματα τῷ δικαίῳ ἥρμοζεν ὡς ἡ τελειότης πλατυσμός τε καὶ καλλονή, ἅπερ ἅπαντα τῆς ἀρετῆς ἐστιν γνωρίσματα; Καλλονὴ γὰρ μετὰ πλατυσμοῦ συναπτομένη ἔξω ποιεῖ τῆς πλατείας ὁδοῦ, ἥτις ἐπὶ τὴν ἀπώλειαν ἄγει· εἰ δ' ὅτι ὁ Χὰμ ἑρμηνεύεται τολμηρὸς ἢ προπετὴς ἢ θέρμη ἢ ἔκτασις, εἴη μὲν ὡς πρὸς τὸν φαῦλον υἱὸν ἐπὶ ψόγου λαμβανόμενα οἴκεια τῷ ἐκείνου τρόπῳ, ὡς δὲ πρὸς τὸν τέλειον τῇ χρήσει σπουδαίως εἴλημπται· ἀβιαστικώτατον γὰρ ὁ ἐνάρετος, ἐπεὶ καὶ βιασταὶ τὴν βασιλείαν ἁρπάζουσιν· ἀλλὰ καὶ τολμηρὸς ὁ τοιοῦτος κατὰ τῶν ἐναντίων δυνάμεων κατὰ Παῦλον τὸν μακάριον λέγοντα· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"6 καὶ τὰ ἑξῆς·
But if reasoning is added to the human things, which are indicated through the two, they no longer remain material or human, partaking of correctness; for one must not act simply, but with right reason, so that it may receive praise.
One may also take these things tropologically, with a view to the perfection of the soul; for a passion must first arise in the soul, then a disposition come to be, and thus one proceed to action. By "passion" we mean not the blameworthy kind, but rather the impression, as it were, of the soul toward a virtuous impulse; these things also come about from the opposite. These three, then, are the offspring of the serious man; for the present, let the pre-passion be set aside, as having a bearing on indifferent things. And if one, applying oneself to the interpretations, should find something useful, it must be considered. Now Shem is interpreted
"perfect," Japheth "broadening" or "beauty," and Ham "bold" or "rash" or "heat" or "extension." What other offspring would befit the righteous man than perfection, broadening, and beauty, which are all marks of virtue? For beauty, when joined with broadening, leads one away from the broad way that leads to destruction. And if Ham is interpreted "bold" or "rash" or "heat" or "extension," these terms, taken as referring to a base son, are appropriate to his character in a blameworthy sense, but as referring to the perfect man, they are taken in a virtuous sense with respect to use; for the virtuous man is utterly non-violent, since it is the violent who seize the kingdom. But such a man is also bold against the opposing powers, according to the blessed Paul, who says: "Our struggle is not against blood and flesh" and so forth.
προπετὴς δὲ οὗτος ὡς καὶ τολμηρός, τὴν προπέτειαν οὐκ ἐπὶ κακῷ κτώμενος, ἀλλ' ἐπιτυχὼν ἐπ' ἀρετὴν θερμὸς καὶ ζέων τῷ Πνεύματι τυγχάνων, ἐξ οὗ καὶ τῶν ἀνθρωπίνων ἐξίσταται. ῃι, 11–12. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Κυρίου καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδεν Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Φθο̣ρα`̣ν γῆς οὐ τὴν εἰς τὸ μὴ εἶναι ἀπώλειαν τοῦ οὕτω καλοῦ στοιχείου δηλοῖ, ἀλλὰ τὴν τῶν ἁμαρτιῶν τῶν ἀνθρώ- πων ὑπερβολήν, γῆν τοὺς ἀνθρώπους μετωνυμικῷ τρόπῳ καλῶν, καθὰ καὶ ὁ ψαλμῳδός φησιν· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλλάτωσάν σοι"6, καὶ πάλιν Ἄισατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ"6· ὅταν γὰρ λέγηται Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ"6, τὸ στοιχεῖον τοῦτο σημαίνεται, καὶ Βλαστησάτω ἡ γῆ"6.
Τοσαύτη δὲ ἡ κακία τῶν ἀνθρώπων γεγένηται, οἵτινες γῆκαλοῦνται, ὡς Θεὸν ἰδεῖν αὐτὴν τὸν διὰ πολλὴν ἀγαθότητα παρορῶντα καὶ τὰ μεγάλα τῶν πταισμάτων· εἴρηται γάρ· Ἐὰν ἀνομίας παρατηρήσῃ Κύριε, Κύριε τίς ὑποστήσεται;"6 Οὐκ ὀργὴν οὖν ἐπάγει καθ' ἑκάστην ἡμέραν, ἐπειδὰν δὲ τὰ μέτρια τῶν ἁμαρτημάτων γένηται, ὡς λεχθῆναι καθάπερ ἐν τῷ προφήτῃ Ἰωνᾴ· Ἀνέβη ἡ κραυγὴ τῆς κακίας πρὸς τὸν Θεόν"6, καὶ περὶ Σοδόμων· Κραυγὴ Σοδόμων καὶ Γομόρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα"6, ὡς καὶ ἐνταῦθα τὸ ὅμοιον· Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας"6 τό τε λοιπόν. Ὁρᾷ οὐ πρότερον ἀγνοῶν, ἀλλὰ τὴν ἐπὶ ἐκδικίας ἐποπτικὴν δύναμιν δηλῶν, καθὰ ἐν τῷ Καὶ εἶδεν ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη"6.
This one is rash and also bold, acquiring rashness not for evil, but having hit upon virtue, being hot and boiling with the Spirit, from which he also departs from human things. 11–12. And the earth was corrupted before the Lord, and the earth was filled with injustice. And the Lord God saw the earth, and it was utterly corrupted, because every flesh had corrupted its way upon the earth. Corruption of the earth does not indicate the destruction into non-being of that noble element, but the excess of the sins of men, calling men earth by a metonymic manner, as also the Psalmist says: Let all the earth worship you and sing to you, and again: Sing to the Lord, all the earth; for when it is said, The heaven and the earth were completed, this element is signified, and Let the earth sprout.
Such has become the wickedness of men, who are called earth, that God saw it, he who through great goodness overlooks even great transgressions; for it is said: If you, Lord, were to take note of lawlessness, Lord, who would stand? He does not therefore bring wrath every day, but when moderate sins occur, so that it is said, as in the prophet Jonah: The cry of wickedness went up to God, and concerning Sodom: The cry of Sodom and Gomorrah has multiplied, and their sins are very great, as also here the same: And the earth was filled with injustice, and the rest. He sees, not being ignorant before, but indicating the power of oversight for vengeance, as in: And God saw the earth, and it was utterly corrupted.
Φθορὰν δὲ τὴν κακίαν καλεῖ καὶ τὴν ἐπ' αὐτῇ τιμωρίαν, οὕτω πολλάκις τῆς γραφῆς δηλούσης ἐν τῷ ὑπὸ Παύλου εἰρημένῳ· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός"6· ὁ γὰρ δι' ἀκολασίας ἁμαρτάνων φθορὰν τοῦ ναοῦ τοῦ Θεοῦ ἐργαζόμενος ὑπὸ κόλασιν εὑρισκόμενος φθείρεται, τῆς κολάσεως τὰ νῦν ὑπὸ τῆς φθορᾶς δηλουμένης. Φθορὰ δέ ἐστιν καὶ τὸ εἰς ἀδόκιμον παραδοθῆναι νοῦν· ἐσχάτη γὰρ αὕτη τιμωρία. Οὐ δεῖ δὲ κατὰ τοὺς Μανιχαίους οἴεσθαι ὅτι ἡ ἄποιος ὕλη περιλειφθεῖσα ἐν τῷ περιπολεῖν φθορὰν τῆς γῆς ἐργάζεται· τοῦτο γὰρ ἀμέμπτους ἐποίει τοὺς ἀνθρώπους, εἰ τὸ μὴ δυνηθὲν διακοσμηθῆναι πρὸς Θεοῦ τὴν λύμην εἰργάζετο· ἀλλὰ τρόπων μοχθηρία διὰ τῆς φθορᾶς τῆς γῆς δηλοῦται, καθὰ καὶ προείρηται, τῶν ἀνθρώπων διαφθειράντων τὴν ὁδὸν αὐτοῦ τοῦ Θεοῦ, ἣν ἐπὶ τῷ εὐοδεύειν ἐπὶ μακαριότητα εἰλήφεσαν. Τοιοῦτοί εἰσιν οἱ ἀκούσαντες τοὺς Ἰησοῦ λόγους καὶ μὴ ποιήσαντες. Εἰ δὲ καὶ σάρκα τὸν ἄνθρωπον, ὡς πολλαχοῦ εἴρηται, δηλοῖ, σκοπητέον μὴ τὸ Κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ"6 δηλοῖ ὡς ἕκαστος ἄνθρωπος διεστράφη ἀπὸ τῆς οἰκείας γνώμης. Ὅτι δὲ ἡ σὰρξ ἀντὶ τοῦ ἀνθρώπου λέγεται, σαφὲς ἐκ τοῦ Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ Κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα"6. Ὅλοι οὖν οἱ κατὰ τὴν τοῦ Νῶε γενεὰν γήϊνοι καὶ σάρκινοι γεγενημένοι διέστρεψαν τὴν ὁδὸν αὐτοῦ"6 ἕκαστος, ἣν παρείληφεν· οὕτω γὰρ τῷ μὲν δεδέχθαι αὐτοῦ, τῷ δὲ δεδόσθαι Θεοῦ ἡ ὁδὸς λέγεται. Κατέφθειραν οὖν τὴν ἑαυτῶν ὁδὸν ἢ τὴν τοῦ Θεοῦ· ἀμφοτέρως γὰρ οἷόν τε. ῃι, 13. Καὶ εἶπεν ὁ
He calls corruption both vice and the punishment for it, as Scripture often indicates in the saying by Paul: "If someone corrupts the temple of God, God will corrupt him." For the one who sins through licentiousness, working corruption of the temple of God, when found under punishment is corrupted, with punishment now being indicated by corruption. Corruption is also being handed over to a reprobate mind; for this is the ultimate punishment. One must not think, as the Manichaeans do, that qualityless matter left over in its wandering works corruption of the earth; for this would make humans blameless, if what could not be ordered by God produced the ruin. Rather, depravity of ways is indicated through the corruption of the earth, as has been said before, with humans having corrupted the way of God himself, which they had received for traveling well toward blessedness. Such are those who heard the words of Jesus and did not act. But if "flesh" indicates the human, as has been said in many places, one must consider whether "Every flesh corrupted his way" indicates that each human was perverted from his own judgment. That "flesh" is said instead of "human" is clear from "Pour out from my spirit upon every flesh" and "He judges himself against every flesh." Therefore, all those in the generation of Noah, having become earthy and fleshly, each corrupted his way, which he had received; for thus the way is said to be of God, in that it was received by him, or given by God. So they corrupted either their own way or that of God; for both are possible. 11:13. And the Lord said
Θεὸς πρὸς Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Πολλὰ τῶν γεγραμμένων ὠφελιμωτέραν ἔχει τὴν ἱστορίαν τοῖς πολλοῖς. Οὗτοι γὰρ αἰσθήσει καὶ δόξῃ ζῶντες οὐκ ἐφικνοῦνται τῶν ἀληθῶς μεγάλων καὶ ἐπωφελῶν. Καὶ ἔστω ἐπὶ παραδείγματος τὸ λεγόμενον. Τυφλὸν ἀπὸ γενετῆς Ἰησοῦς ἰάσατο καὶ Λάζαρον τέσσαρας ἡμέρας ἐν τῷ μνημείῳ ἔχοντα ἐξήγαγεν προστάξει μόνῃ, καὶ πάλιν τὸν ἐν ˉλˉη ἔτεσιν ἐν πολλῇ παρέσει μένοντα ἤγειρεν. Ταῦτα δὲ πρὸς τῷ αἰσθητῶς πληροῦσθαι καὶ συμβολικὰ ἦσαν, τοῦ μὲν ἀπὸ γενετῆς τυφλοῦ δηλοῦντος ἀνάβλεψιν ψυχῆς μηδέποτε βλεψάσης διὰ τὸ ἐξ ἁπαλῶν ὀνύχων ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ ἀνατετρᾶφθαι, καὶ πάλιν ὁ ἤδη ὀδωδὼς καὶ ἀπεγνωσμένην ἔχων τὴν ἐλπίδα, ἐκπεσών τε τῆς μακαρίας ζωῆς, ἐπ' αὐτὴν διὰ Ἰησοῦ συμβολικῶς ἐλθὼν ἐδείκνυτο, καὶ ὁ παρέσει δὲ κατειλημμένος εἶτα σωθεὶς ἐμήνυεν ψυχῆς εἰς ἀναισθησίαν πεσούσης ἐπι- στροφήν. Θαυμασιώτερα δὲ ταῦτα καὶ μείζονα τῆς σωμάτων ἰάσεως, ὅσῳ καὶ ἡ ψυχῆς οὐσία τιμιωτέρα σώματος, ἀλλ' ὅπερ οἱ πολλοὶ ἀγνοοῦσιν. Ὁ οὖν τὰ παράδοξα οὕτως αὐτοῖς διηγούμενος ὠφελιμώτερον ποιεῖ, καὶ ἐν τοῖς νῦν συνεκτεθεῖσιν τὰ τῆς ἱστορίας πολλὴν καὶ εὐσυνοπτοτέραν τοῖς πολλοῖς ἔχει τὴν ὠφελίαν. Τί γάρ φησιν; Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6, λέγει δὲ καὶ ὁ Πέτρος μακροθυμίᾳ τοῦ Θεοῦ ἐπῆχθαι τὸν κατακλυσμόν, ἵνα μετάνοια δοθῇ. Προδεδήλωται γὰρ ὅτι ἐν ἑκατὸν ἔτεσιν ἐγίνετο τὸ τῆς κιβωτοῦ κατασκεύασμα, ἵνα ὁρῶντες οἱ ἄνθρωποι καὶ πυνθανόμενοι τὴν αἰτίαν λάβωσιν καιρὸν μετανοίας.
God says to Noah: "The time of every man has come before me, because the earth has been filled with injustice from them." Many of the written things have a more beneficial history for the many. For these, living by perception and opinion, do not reach what is truly great and profitable. And let what is said be by way of example. Jesus healed a man blind from birth and brought out Lazarus, who had been in the tomb for four days, by command alone, and again raised the one who had remained in great paralysis for thirty-eight years. These things, while being fulfilled perceptibly, were also symbolic: the man blind from birth signified the recovery of sight of a soul that had never seen because it had been reared from tender nails in sin and ignorance; and again, the one already putrid and having despaired of hope, having fallen from the blessed life, was shown symbolically coming to it through Jesus; and the one seized by paralysis and then saved signified the return of a soul that had fallen into insensibility. These are more wonderful and greater than the healing of bodies, inasmuch as the substance of the soul is more valuable than the body, but this the many do not know. Therefore, the one who narrates these paradoxical things to them in this way does so more beneficially, and in the things now set forth together, the history has much and more easily comprehensible benefit for the many. For what does he say? "The time of every man comes upon the earth." And Peter says that the flood was brought on by the patience of God, so that repentance might be given. For it has been previously shown that the construction of the ark took place over a hundred years, so that people, seeing and inquiring about the cause, might take an opportunity for repentance.
Καιρὸν δὲ ἐνταῦθα οὐ δεῖ νομίζειν τὸν παρά τισιν ὡροσκόπον καλούμενον· οὐδὲ γὰρ εἱμαρμένη κρατεῖ τῶν πραγμάτων, ἀλλὰ ψήφῳ Θεοῦ πάντα γίνεται. Διόπερ ἡγητέον τὸ Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐπὶ τῆς γῆς"6 σημαίνειν τὴν ὡσανεὶ συμπλήρωσιν τῶν ἡμαρτημένων ἀνθρώποις, καθ' ἣν ἡ τῆς ἐκδικίας ἐπαγωγὴ προσάγεσθαι ὀφείλει, καθὸ λέγεται· Οὔπω γὰρ ἀναπεπληρῶνται αἱ ἁμαρτίαι τῶν Ἀμαρραίων ἕως τοῦ νῦν"6 ἀντὶ τοῦ οὔπω τοσαῦτα ἥμαρτον ὡς ἀπογνωσθῆναι αὐτῶν τὴν μετάνοιαν. Καὶ γὰρ οὐκ ὀργὴν ἐπάγει ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν, καίτοι ἁμαρτημάτων γινομένων, τοῦτο δὲ ποιεῖ τόπον μετανοίας παρέχων καὶ διδοὺς καιρὸν τοῦ καταγνῶναι ἑαυτῶν τοὺς ἁμαρτάνοντας· ὅταν δὲ οὕτω συνετελεσθῇ τὰ κατ' αὐτοὺς ὡς μηκέτι ἔχειν καιρὸν τοῦ μεταγνῶναι, καιρὸς ἦλθεν τοῦ παθεῖν αὐτούς. Ἅπαξ δὲ ὑπομνήσεως γεγενημένης τοῦ ἀναπληροῦσθαι ἁμαρτίας, τοῦτο σημειωτέον, ὅτι οὐ ταὐτὸν ἕνα πληροῦσθαι ἄνθρωπον ἁμαρτιῶν καὶ ὅλον λαόν· ἐν μὲν γὰρ τοῖς πολλοῖς πάσας ἐγχωρεῖ τὰς ἁμαρτίας εὑρίσκεσθαι, ὡς τὸν μὲν φέρε ἄσωτον εἶναι, τὸν δὲ φειδωλόν, καὶ τὸν μὲν θρασύν, τὸν δὲ δειλόν, καὶ πάλιν τὸν μὲν ἀκόλαστον, τὸν δὲ ἠλίθιον· περὶ ἕνα δὲ ἄνθρωπον τὰς ἐναντίας ταύτας κακίας, ὑπερβολὰς οὔσας καὶ ἐλλείψεις, εὑρίσκεσθαι ἀδύνα- τον. Πάσας μὲν γὰρ ἐν ἀνθρώπῳ τὰς ἀρετὰς εἶναι δυνατόν, ἀλλήλαις γὰρ ἀντακολουθοῦσιν, τὰς δὲ κακίας οὐχ οἷόν τε διὰ τὰ προειρημένα.
Here "time" should not be understood as what some call the horoscope; for fate does not govern affairs, but everything happens by the decree of God. Therefore, the phrase "The time of every man has come upon the earth" must be taken to signify the completion, as it were, of the sins committed by men, in accordance with which the infliction of punishment ought to be applied, as it is said: "For the sins of the Amorites have not yet been filled up to the present," meaning that they have not yet sinned so much that their repentance is to be despaired of. For God does not inflict wrath every day, even though sins are committed; He does this by providing an opportunity for repentance and giving time for sinners to condemn themselves. But when their condition has been so completed that they no longer have time to change their mind, then their time to suffer has come. Once it has been noted that sins are being filled up, one must observe that it is not the same for a single individual to be filled with sins as for a whole people; for among the many, all kinds of sins can be found, such that one, for instance, is profligate, another frugal, one bold, another cowardly, and again one licentious, another foolish; but in a single individual, it is impossible to find these opposite vices, which are excesses and deficiencies. For while it is possible for all virtues to exist in a person—since they follow one another—it is not possible for the vices to do so, for the reasons stated.
Καὶ ταῦτα μὲν ὡς παρεκβάσει, ἐπανελθῶμεν δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς· Καιρὸς παντὸς ἀνθρώπου ἥκει"6. Οὐδεὶς τοιαῦτα ἁμαρτήματα ἔχει ὡς συγχωρηθῆναι αὐτῷ· καὶ ὥσπερ ἄριστος ἰατρὸς καιρὸν τοῦ τροφὴν δέξασθαι τὸν κάμνοντα, κἂν ἐν νυκτὶ γίνηται, κατὰ τὴν τοῦ νοσήματος τοιάνδε κατάστασιν τίθεται, οὕτω καὶ τὸ νῦν λεγόμενον. Τοιῶσδε γὰρ ἐχόντων τῶν ἀνθρώπων ὡς εἰς ἔσχατον ἁμαρτίας ἥκειν, δι' ἃς ὁ κατακλυσμὸς ἐπάγεται, γίνεται τοῦτο ἀσυγγνώστατα πράττουσιν.
Οὐ δεῖ δὲ οἴεσθαι ψεῦδος εἶναι τὸ καιρὸν παντὸς ἀνθρώπου ἥκειν, εἰ καὶ ὀκτὼ ἐν τῇ κιβωτῷ διεσώθησαν· ἐνταῦθα γὰρ τὸ καθόλου ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον εἴληπται. Εἰ δὲ κατὰ τὸ Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"6 λέγει τὸ παντὸς ἀνθρώπου"6, οὐχ ὑπόκειται ὁ Νῶε τούτῳ ὑπερβαίνων τὴν ἀνθρώπου κατάστασιν· καὶ οὕτως ἀληθὲς τὸ παντὸς
ἀνθρώπου καιρὸν ἥκειν, τοῦ κατὰ τὸ ἁμαρτάνειν οὕτω καλουμένου. Οὐδὲ ματαίως καὶ τὸ ἐναντίον ἐμοῦ"6 πρόσκειται· οὐδενὸς γὰρ γενητοῦ ὑπάρχει τὸ γνῶναι καιρόν, καθ' ὃν ἄξια πεποίηκέν τις τοῦ λοιπὸν ἀπογνωσθῆναι. Καὶ τοῦτό γε δεόντως οὐδεὶς οἶδεν γενητός· εἰ γὰρ ἐγίγνωσκον τὰς καρδίας, οὐδ' ἂν ἐβοήθουν ἀποστρεφόμενοι ταχέως τοὺς ἐν ἁμαρτίᾳ γεγενημένους. Μόνης γὰρ τῆς ἀγαθότητός ἐστιν τῆς ἀνυπερβλήτου, τῆς κ[α]τ' οὐσίαν ἀγαθότητος τῆς μὴ μειουμένης, καὶ ὁρᾶν τὸ κρυπτὸν καὶ τὸν καιρὸν εἰδέναι.
And these things by way of digression; let us return to the beginning: "The time of every man has come." No one has such sins as to be pardoned for them; and just as an excellent physician sets the time for the sick person to receive food, even if it occurs at night, according to the particular state of the disease, so also is what is now said. For when men are in such a state as to have reached the extremity of sin, on account of which the flood is brought, this happens to those who act unpardonably.
One should not think that "the time of every man has come" is false, even if eight were saved in the ark; for here the universal is taken as meaning "for the most part." But if according to "For where there is strife and jealousy among you, you are not men" it says "of every man," Noah is not subject to this, surpassing the human condition; and thus it is true that "the time of every man has come," of the one so called according to sinning. Nor is "and the opposite of me" added in vain; for it belongs to no created being to know the time at which someone has done deeds worthy of being given up on thereafter. And this fittingly no created being knows; for if they knew hearts, they would not quickly turn away and cease to help those who have fallen into sin. For it belongs only to the unsurpassable goodness, to the goodness that is not diminished in essence, both to see the hidden and to know the time.
Εἰ δὲ καί τις γενητῶν ἐκ Θεοῦ μ[ε]τέχει ἀγαθό- τητος κατὰ διάθεσιν, ἀλλ' οὖν τὰς ἐπιβολὰ[ς] τῶν ἁμαρτημάτων καὶ τὰς αἰτίας ἀγνοεῖ, ἅσπερ πάσας εἰδὼς ὁ Θεὸς τὸν καιρὸν τῆς ἐπιτιμίας γιγνώσκει, διὸ εἴρηται ἐναντίον ἐμοῦ"6 καὶ ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐ- τῶν"6. Εἰκότως δὲ καὶ τοῦτο εἴρηται· οὐ γὰρ ἄ[λ]λων ἁμαρτόντων ἐπ' αὐτοὺς ἡ τιμωρία ἔρχεται. Δῆ[λο]ν δὲ καὶ ἐκ τούτου ὡς οὐχ εἱμαρμένη αὐτοῖς ἐπήνε[γ]κεν τὸν τοιοῦτον θάνατον· ἐπεὶ γὰρ ἐπλήσθη"6 φησὶν "6[ἡ] γῆ ἀδικίας ἀπ' αὐτῶν"6, ὁ καιρὸς ἥκει, ὅσπερ οὐκ ἂν ἐνστήσῃ, [ε]ἰ μὴ ἡμάρτανον. ῃι, 13. Καὶ ἰδοὺ ἐ[γὼ] κ̣[ατ]αφθείρω αὐτοὺς καὶ τὴν γῆν. Φιλανθρωπ[ία] κ̣αὶ ἀγαθότης Θεοῦ καὶ διὰ τούτων δηλοῦται προλέγοντ̣ο̣ς [τὸ] ἐσόμενον, ἵνα τῷ φόβῳ τῶν προσδοκωμένων̣ τ̣ὴ[ν] κακίαν ἀναστείλῃ, ὅπερ καὶ ἐπὶ Νινευειτῶν γέγονεν τοῦ προφήτου Ἰωνᾶ ἀκούσαντος· Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται"6. Ἀκολούθως οὖν καὶ τῷ δικαίῳ ταῦτα προλέγει καὶ προδιατάττει τὴν κιβωτὸν γενέσθαι, παντὸς κηρύγματος ἐναργέστερον πρὸς μετάνοιαν τὴν ταύτης κατασκευὴν προβαλλόμενος, φθείρειν δὲ αὐτοὺς καὶ τὴν γῆν κατ- επαγγελεῖται, ἐπεὶ τούτου ἔχρῃζον. Εἴσι μὲν γὰρ ἐπιτιμίαι πολλαὶ πρὸς Θεοῦ διδό- μεναι ἐπὶ τῷ μετάγνωσιν γενέσθαι τῶν ἁμαρτημάτων· θέλε[ι] γὰρ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή- 172 σατε"6. Ἀνάγκη γὰρ οὐ βιάζεται ἀγαθοὺς γενέσθαι, οὐδὲ γὰρ οἷόν τε· οὐκέτι γὰρ ἀγαθὸν τὸ τοιοῦτον.
If, then, any generated being partakes of goodness from God according to disposition, yet He is ignorant of the onset of sins and their causes, all of which God, knowing, recognizes the time of punishment. Hence it is said, "before me," and that "the earth was filled with injustice from them." And this is fittingly said; for the punishment does not come upon them because others have sinned. It is also clear from this that fate did not bring such a death upon them; for since it says, "the earth was filled with injustice from them," the time has come, which would not have arrived had they not sinned. Verse 13. "And behold, I will destroy them and the earth." The philanthropy and goodness of God are also manifested through these words, as He foretells what will happen, so that by fear of what is expected He may restrain wickedness, which also occurred in the case of the Ninevites when the prophet Jonah heard, "Yet three days and Nineveh will be overthrown." Consequently, He foretells these things to the righteous man and prearranges that the ark be built, presenting its construction as a more evident proclamation than any other for repentance, and He promises to destroy them and the earth, since they needed this. For there are many punishments given by God for the purpose of repentance from sins; for He wishes all men to be saved and to come to knowledge of the truth, saying, "How many times did I wish to gather your children together, as a hen gathers her chicks under her wings, and you did not wish it." For necessity does not compel men to become good, nor is it possible; for such a thing would no longer be good.
Ἐπὰν δὲ Θεὸς ὁ τὰ πάντα ἐπιστάμενος μετὰ πολλὰς τὰς νουθεσίας μὴ ἔχῃ ὑπακούοντα τὸν νουθετούμενον, τούτους, περὶ ὧν ὁ [λό]γος, καταφθείρει αὐτούς, καὶ τούτου κρίσει αὐτοῦ συμφέροντος. Συμφθείρεται δὲ καὶ ἡ γῆ–τουτέστιν τὰ ἐν τῇ γῇ, τοῦτο γὰρ σημαίνει τὰ νῦν ἡ γῆ–εἰκότως· τῶν γὰρ ἀνθρώπων ἀπολλυμέν[ων], ἔδει καὶ τὰ δι' αὐτοὺς συστάντα παραπόλεσθαι. Ἐπεὶ καὶ ζ[ωπύ]ρου παρα- καταλιμπανομένου διὰ τοῦ Νῶε καὶ τῶν σὺν αὐ[τ]ῷ, καὶ τῶν ἄλλων ζῴων ὁμοίως ζώπυρα κατελείφθησ̣[α]ν̣.
ῃι, 14–17. [Π]οίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· ν[οσ]σ̣ι̣α`̣ς ποιήσ̣ε̣ι̣ς̣ τὴν κιβωτόν· καὶ ἀσφαλ- τώσεις αὐτὴν ἔσωθε[ν] καὶ [ἔ]ξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτως ποιήσεις τὴν κιβωτό[ν]· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκ̣[ο]ν̣τ[̣ α] πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων. Κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτῇ. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστιν πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Πλείστην ἀκολουθίαν ἔχει τὸ ῥητόν, ἐκ ξύλων τετρα- γώνων"6 προσταττομένου ποιῆσαι τὴν κιβωτὸν τοῦ Νῶε, πρῶτον μὲν ἵνα μὴ καὶ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν α̣υ᾿̣τ̣ω῀̣ν̣, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν' ἐξ ὁλοκλή[ρ]ω̣ν ξ̣υ´̣λ̣ω̣ν̣ γινομένη ἀσφαλεστέρα τυγχάνῃ·
When God, who knows all things, after many admonitions does not have the admonished one obeying, He destroys these, concerning whom the account is, and this is for His judgment which is beneficial. And the earth is also destroyed together with them—that is, the things on the earth, for this is what "the earth" now signifies—reasonably; for when the men were perishing, it was necessary that the things established for their sake also perish along with them. Since a spark was left behind through Noah and those with him, sparks of the other living creatures were likewise left behind.
Gen. 6:14–17. "Make yourself an ark of squared timbers; you shall make the ark with compartments; and you shall caulk it inside and outside with pitch. And thus you shall make the ark: three hundred cubits the length of the ark, and fifty cubits the width, and thirty cubits its height. You shall make the ark by joining together, and you shall finish it to a cubit at the top; and you shall make the door of the ark on the side. You shall make lower, two-storied and three-storied chambers for it. And behold, I bring the flood, water upon the earth, to destroy every flesh in which there is a breath of life under heaven; and whatever is upon the earth shall die." The literal text has very great coherence, for the ark of Noah is commanded to be made of squared timbers, first so that much time not be consumed in their division, and then—which is also more true—so that, being made from whole timbers, it may be more secure.
ἔμελλεν γὰρ καὶ ὄρεσιν προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἂν ἀντεῖχεν, εἰ μὴ ἐξ ὁλοκλήρων ξύλων κατεσκεύαστο. Χρησίμως̣ δὲ καὶ νοσσιὰς"6 γενέσθαι προστάττει, αἵπερ εἰσὶν χῶραι διῃρη- μέναι, δύο τούτων ἕνεκεν, πρός τε τὸ μὴ ἀναμὶξ εἶναι τὴν τῶν ζῴων [δι]ατριβήν, ὧν ἔμελλεν εἰσάγειν
μεθ' ἑαυτοῦ, καὶ πρὸς τὸ σύνδ[ε]σιν εἶναι τοῦ κατασκευάσματος· ἀσθενέστερον γὰρ ἦν, εἰ πεν[τ]ήκοντα τὸ πλάτος καὶ τριακοσίων τὸ μῆκος καὶ τὸ ὕψος τριά[κ]οντα πηχῶν ὑπάρχον ἀσύνδετον ἔμενεν. Ἀσφαλτοῦτ[αί τ]ε καὶ ἔξωθεν καὶ ἔσωθεν πρὸς τὸ μηδεμίαν παρείσ[δυ]σιν ὕδα[τος] γενέσθαι. Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μ̣[εῖ]ζον· οὕτ[ω γὰρ] εὐκίνητον ἦν, ἐπεὶ καὶ τὰ σκάφη ταύτης εἰσὶ τῆς τοῦ σχήμα[τος ἀ]ναλογίας. Εἰ δ' ὅτι τετράγωνος κάτωθεν γέγονέν τις λέ[γοι, καὶ] τοῦτο οὐκ ἀπεικότως· ἐπεὶ γὰρ οὐκ εἰς τὸ πλεῖν προηγ̣ο̣υμέ[νως ἀ]λλ' εἰς τὸ φυλάττειν ἐγίνετο, διὰ τοῦτο οὕτως γέγονεν· ἄ[λ]λως [τ]ε καὶ κατεποντοῦτο τάχεως, εἰ μὴ τετράγωνος ἦν. Ἐπισυνη[γ]μένη δὲ οἰκείως ἐγίνετο, ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχ[ῃ τὸ]ν ὄλισθον καὶ μὴ καθάπερ εἰς πέτραν πάντοθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γε[ν]έσθαι ἐπιτηδείως προσ- ετάττετο *** (2 λιγνες εν βλανξ̣ Κατάγαια"6 δὲ διώροφα καὶ τριώροφα"6 οἰκείως κατεσκευάζετο πρὸς τὸ διαρκέσαι πάντα τὰ εἰσαγόμενα ζῷά τε καὶ τὰ πρὸς τροφὴν τούτω̣ν̣.
For it was going to approach mountains and undergo no small storm, to which it would not have held out if it had not been constructed from whole timbers. And it is usefully commanded that nests be made, which are divided spaces, for two reasons: both so that the dwelling of the animals which he was going to bring with him would not be mixed, and so that there would be binding of the structure; for it would have been weaker if, being fifty cubits in breadth, three hundred in length, and thirty in height, it had remained unbound. And it is coated with asphalt both outside and inside so that no water could seep in. And it is also well that the length is greater than the breadth; for thus it was easily movable, since even ships are of this proportion of shape. And if someone says that it was made square at the bottom, this too is not unreasonable; for since it was made not primarily for sailing but for preserving, it was made thus; otherwise it would have been quickly swamped if it were not square. And it was suitably made with a gathered shape, so that the onrush of waters would have a slip and not dash the waves as against a rock having height on all sides. And that the door was made on the side was fittingly commanded. The lower parts were made two-storied and three-storied suitably, so as to suffice for all the animals being brought in and for their food.
Τὸ δὲ ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα ἐν ᾗ ἐστιν πνεῦμα ὑποκάτω τοῦ οὐρανοῦ, κα[ὶ ὅ]σα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει"6 ἐστὶ μὲν καὶ διεγερτικόν, [καθὰ πρότερον] εἴρηται, δηλοῖ δὲ ὅτι τά τε ἐν τῇ γῇ καὶ τὰ ἀεροπό[ρα φθαρήσετ]α̣[ι· τ]άχα γὰρ τὰ ἔνυδρα διεσῴζετο. *** (12 λιγνες εν βλανξ̣ 174 ῃι, 18. Καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ. Οὐ φαίνεται πρὸς τοῦ Θεοῦ τῷ Νῶε γεγενημένη δ[ια]θή[κη] ἡ συνόρκη, ὡς Σύμμαχος καὶ Ἀκύλας ἡρμή- νευσαν. Μὴ δ[ή]που καταπορῇ τοὺς λόγους, ἀπεκαλύφθη τῷ Νῶε τὸ ἐσόμε[νον, ἵνα] εὔελπις [ᾖ] περὶ τῶν μελλόντων καὶ παιδεύῃ καὶ τὴν ἑαυτοῦ γενε[ὰν] ὡς ἁμαρτημάτων ἕνεκεν ὁ Θεὸς ταῦτα ἐπήγαγεν· καὶ ὑμεῖς διὰ δικα̣ι̣οσύνην σῴζεσθε"3, ἵνα τὸ αἶσχος τῆς κακίας ὑποδειχ[θ]ῇ καὶ [τὸ] τῆς ἀρετῆς ἐράσμιον, οὐχ ὡς τῶν ἡδέων μισθοῦ ὄ[ν]τος ἀρε̣τῆς, ἀλλ' ὅτι οὐ συναναπαύει τοῦ τρόπου τῆς κολάσεως ὁ σπουδα̣ι῀̣ος οὐχ ὑποκείμενος αὐτῇ. Τὸ δὲ στήσω"6 ἐνταῦθα τὸ βέβα̣ι̣ο̣ν̣ δηλοῖ.
But "I, behold, I bring the flood, water upon the earth, to destroy every flesh in which there is breath under the heaven, and whatever is upon the earth will perish" is both a rousing statement, as has been said before, and shows that both things on the earth and things that travel through the air will be destroyed; for perhaps the aquatic creatures were preserved. *** (12 lines in blank 174 ῃι, 18. "And I will establish my covenant with you." The covenant does not appear to have been made by God with Noah, as Symmachus and Aquila translated. Lest he be perplexed by the words, what was to come was revealed to Noah, so that he might be hopeful about the future and teach his own generation that God brought these things because of sins, and "you are saved because of righteousness," so that the shame of wickedness and the desirability of virtue might be shown, not because pleasure is the reward of virtue, but because the earnest person does not rest together with the manner of punishment, not being subject to it. And "I will establish" here indicates the firm.
ῃι, 18. Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου και`̣ η῾̣ γ̣υ̣ν̣η´̣ σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Ὁ Σωτὴρ ἐν εὐαγγελίῳ εἶπεν περὶ παντὸς ἀργοῦ ῥήματος δ[ώσειν] ἀνθρώπους λόγον ἐν ἡμέρᾳ κρίσεως, ἀργὸν δὲ ῥῆμα ἐ κον καὶ μὴ ἔχον τι ἐπωφελές· εἰ δὲ τοῦτο ἀνθρώποις π[ροσ]τ̣[άττεται] μὴ προφέρειν, πολλῷ πλέον οὐδὲ τὰ θεῖα λόγια περι[έ]χε[ι τι τοι]οῦτον, ἀλλὰ χρησίμως ἅπαντα ἐν αὐτοῖς φέρεται και̣[·]ατα̣ η·μεν ἐκ τῶν ἐκτεθέντων. Εἰσερχομένῳ εἰς τὴν κ[ι]βω[τὸν] [τ]ῷ Νῶε τοὺς υἱοὺς συνέταξεν, καὶ τῇ γυναικὶ τὰς γυναῖκας τῶν υ̣ι῾̣ω῀̣ν· ὅτε δὲ [λ]οιπὸν καιρὸς τοῦ ἐξελθεῖν εἰς τὴν γῆν, παυσαμένου τοῦ κ[α]τακλυσμοῦ, ἐπισημαίνεται τὸ λόγιον οὕτως· "6[Κα]ὶ εἶπεν ὁ [Θ]εὸς τῷ Νῶε· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνή [σου κ]αὶ οἱ υἱ[οί σ]ου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ"6. Ἔπρ[ε]π[εν] γάρ, με[λλο]ύσης φθορᾶς ἀνθρώπων γίνεσθαι, μὴ ἀσυμπαθε[ῖς] γενέσθαι τ[οὺς] δικαίους, ὥστε τοῖς γαμικοῖς ἀδέως χρᾶσθαι. ᾿Ε̣χ̣ώρισεν ο[ὖν τ]ὰς γυναῖκας τῶν ἀνδρῶν λέγων· Εἰσελεύσῃ σὺ [κ]αὶ οἱ υἱοί [σου καὶ] ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου"6· ὅτε δὲ [ἐδ]έχετο [ὅτι ἔμπ]αλιν ἤμελλεν ἀποδοθῆναι ἡ διαδοχή, ἀποδέ[δω]κεν, ὡ[ς παρεθ]έμεθα, τῷ Νῶε τὴν γυναῖκα λέγων· Ἔξελθε σὺ [κ]αὶ ἡ γυνή [σου, οἱ υἱοί] σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου"6. Καὶ ὅτι δι' ἔθους [οὐκ] ἐ´̣φη ε[ἰκαίως, ἀ]λλὰ μετὰ παρατηρήσεως, λέγειν ἔστιν, καὶ [τὸ ε]ὐαγγ[έλιον π]ιστώσασθαι, εἰρημένου πρὸς τοῦ Σωτῆρος· Οὐδεὶς [δύν]α̣ται δ[υσὶ κυρίοι]ς δουλεύειν·
18. "You shall enter the ark, you and your sons, and your wife and the wives of your sons with you." The Savior said in the Gospel that men will give an account on the day of judgment for every idle word—an idle word being one that is empty and has nothing beneficial. If this is commanded to men, not to utter such, much more do the divine oracles contain nothing of the sort, but everything in them is carried usefully, as we have shown from the passages set forth. To Noah entering the ark, he commanded the sons, and to the wife the wives of the sons. But when the time came to go out onto the earth, the flood having ceased, the oracle indicates thus: "And God said to Noah, 'Come out of the ark, you and your wife and your sons and the wives of your sons with you.'" For it was fitting, since destruction of men was about to occur, that the righteous not become unsympathetic, so as to use marital relations without restraint. Therefore he separated the women from the men, saying, "You shall enter, you and your sons and your wife and the wives of your sons." But when it was accepted that the succession was about to be restored in turn, he gave back, as we have set forth, the wife to Noah, saying, "Come out, you and your wife, your sons and the wives of your sons." And that he did not speak idly out of custom, but with observation, it is possible to say, and to confirm the Gospel, since it was said by the Savior, "No one can serve two masters.
ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τ[ὸν ἕτερ]ον ἀγ[απήσει] ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου κατα[φρονήσει]· οὐ δ[ύνασθ]ε Θεῷ δουλεύειν καὶ μαμωνᾷ"6. Καὶ δηλο[νότι δουλεί]α̣ τοῦ [μαμω]νᾶ ἡ φιλαργυρία, καὶ ἐπὶ πάσης δὲ κακίας ν. Οὐ[δαμῶς] γὰρ οἷόν τε κακίᾳ καὶ ἀρετῇ δουλεύειν· ὁ γὰρ ποιῶν τ]ὴν [ἁμαρτ]ίαν
δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ πᾶσα με ωντα μισεῖν τὰ πονηρά. Οἱ γὰρ ἀγαπῶντε[ς μ]ισεῖται πονηρά. Ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τ[ὸν ἕτερον ἀγαπήσει"6] –ἀγαπᾷ γὰρ Θεὸν ὁ ἐνάρετος μισῶν τὴν κακί[αν–ἢ τοῦ ἑνὸς ἀνθέ]ξεται καὶ τοῦ ἑτέρου καταφρονήσει"6, ὅπερ ἀκριβῶς εἴρηται· τὸ γὰρ ἀντέχεσθαι εἶπεν [ἐπὶ τῆς κακία]ς, οὐ τὸ ἀγαπᾶν. Οὐδεὶς γὰρ ἀγάπῃ τῇ πρὸς α ην ἐνεργεῖ, ἀλλ' ὀλισθήσας ἀντέχεται, οὐδὲ [μ]ισ[εῖν λέ]γεται τὸν Θεόν, ἀλλὰ κατα- φρονεῖν· διόπερ τὸ οἰκεῖ[ον ]ενι μὲν ῥῆμα, τῷ μὲν Θεῷ τὸ ἀγαπᾶσθαι ὑπὸ τοῦ σπουδαίου, τῇ δὲ κακίᾳ τὸ μισεῖσθαι, καὶ πάλιν τῇ μὲν κα̣κίᾳ τὸ ἀντέχεσθαι αὐτῆς τὸν ἐνεχόμενον φα[ῦ]λον, τῷ δε`̣ Θ̣ε̣ῷ τὸ καταφρονεῖσθαι ὑπὸ τοῦ τοιούτου. Οὐδεὶς γὰρ εἴ[πο]ι ἄν ποτε̣ κ̣αταφρονεῖν τινα τῆς ἁμαρτίας ἢ μισεῖν τὸν Θεό[ν], εἰ καὶ πρὸς [ἐ]πί- πληξιν οἱ φαῦλοι διὰ τὸ ῥοπὴν ἐσχηκέν[αι π]ρὸς κακ[ίαν μ]ισεῖν λέγονται Θεὸν κατὰ τὸ κύριε οὐχὶ τ[ο]ὺς μισο[ῦν- τ]άς σε ἐμίσησα;"6 οὐ γὰρ τοῦτο κυρίως ποι[εῖ, ἀ]λλ' ὀλισ[θών], ὡς ἐλέχθη, μισεῖν λέγεται. Τὸ δὲ κατα[φρον]εῖν κυριώτατον τοιαύτης ἀκριβείας καὶ παρατηρή[σεώς] ἐστ[ι κατὰ] τὸ λεγόμενον πάλιν ὑπ' αὐτοῦ τοῦ Σωτῆρος·
For either he will hate one and love the other, or he will cleave to one and despise the other: "You cannot serve God and mammon." And manifestly, the service of mammon is love of money, and likewise for every vice. For it is in no way possible to serve both vice and virtue; for he who commits sin is a slave of sin, and every [virtuous person] hates evil things. For those who love hate evil things. For either he will hate one and love the other—for the virtuous man loves God, hating vice—or he will cleave to one and despise the other, which is precisely stated; for he said "cleave to" with reference to vice, not "love." For no one acts out of love for vice, but having slipped, he cleaves to it, nor is he said to hate God, but to despise him; therefore the proper word is used in each case: for God, being loved by the virtuous man; for vice, being hated; and again, for vice, the wicked man who is entangled in it cleaves to it; for God, being despised by such a man. For no one would ever say that someone despises sin or hates God, even if the wicked, for the sake of rebuke, because they have inclined toward vice, are said to hate God, according to the verse: "Lord, did I not hate those who hate you?" For this is not what he properly does, but having slipped, as was said, he is said to hate. And the word "despise" is most proper for such precision and observation, according to what is again said by the Savior himself.
Πᾶ[ς ὃς ἂ]ν ὁμολ̣ο̣γήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμ[ολογ]ήσω κἀγ[ὼ] ἐν αὐτῷ, καὶ πᾶς ὃς ἂν ἀρνήσηται"6–οὐκ ἐ[ν ἐμο]ὶ"6 εἶ[πεν]–ἀρνήσομαι κἀγὼ αὐτόν"6· ὁ γὰρ ὁμολογ[ῶν τὸν] Θεὸν ἐν̣ [Χριστῷ] τοῦτο ποιεῖ, ὁ δὲ ἀρνούμενος οὐκ ἐν [Χριστῷ τ]οῦτο πο[ιεῖ]. Δεῖ οὖν τὴν ὁμολογίαν ἐν αὐτῷ εἶνα[ι ]ω̣ς̣ και· ση πρὸς τοὺς μὴ τοιούτους, ἀλλὰ μόν[ον τοῖς] λόγο̣[ις λέ]γοντας ὁμολογεῖν εἴρηται· Θεὸν ὁμολ[ογοῦσι]ν εἰδ[έναι, τοῖ]ς δὲ ἔργοις ἀρνοῦνται"6, καὶ Ὁ λαὸς οὗτ[ος τοῖ]ς χείλ[εσίν με] τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἄπεστιν ἀ[π' ἐμοῦ"6· ἐν γὰρ τῷ ὁ]μολογοῦντι ὁ ὁμολογούμενός ἐστιν κ[αὶ ὁ ὁμολογῶν ἐντῷ] ὁμολο- γουμένῳ. Ἀλλὰ μη´̣ τις ταὐτὸν οἴη[ται τῷ ἐγὼ ἐν τῷ Πατρ]ὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν"6· τὸ μὲν γὰρ τὸ απ̣ γ̣ίας δηλοῖ, τὸ δὲ τὴν ἐν τῷ ὁμολογου[μένῳ, ὅπ]ερ δηλοῦται ἐν τῷ πᾶς ὁστισοῦν ὁμολο[γήσῃ ἐν ἐμοί"6, τ]οῦ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ"6 οὐ μετο τος, –οὐ γὰρ Θεὸς ἀνθρώπου μετέχει, –ἀλλὰ κρίσιν ἐκ Θεοῦ τοῦ ὁμολογοῦντος. Οὕτως οὖν παρ[ εἴ]ρηται καὶ τὸ περὶ τῶν υἱῶν τοῦ Νῶε καὶ αὐτοῦ καὶ τῆ[ς γυναικὸς] αὐτοῦ καὶ τῶν υἱῶν, ἀλλ' ὡς παρετηρησάμεθα κα̣λῶ[ς ] 177 Εἴσελθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ. Οὐ γὰρ αὐτὸς δι' αὐτούς, ἀλλὰ [α]ὐτ[οὶ] δι' αὐτ[ὸ]ν καὶ τὴν ἀπ' αὐτοῦ ὠφελίαν διεσώθησαν. Καὶ τοῦτ[ο βεβαι]οῦτα[ι ἐκ] τοῦ ἐν τοῖς μετέπειτα ἐπιφερομένου, λέγο[ντος τοῦ Θεο]υ῀̣ πρὸς [τὸ]ν Νῶε· Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐ[ν τῇ γεν]εᾷ ταύ[τῃ]"6. Τὸ μέγεθος γὰρ αὐτοῦ τῆς ψυχῆς δηλοῦτ[αι τῷ δί]καιος"6, ἐ[πε]ὶ οὐχ ἁπλῶς μεμαρτύρηται, ἀλλ' ἐναντίον τ[οῦ Θεοῦ]. ῃι, 19.
Whoever confesses me before people, I will confess him, and whoever denies me—not in me, he said—I will deny him. For the one who confesses God does this in Christ, and the one who denies does not do this in Christ. Therefore the confession must be in him, as it is said to those who are not such but only say with words that they confess: they know God, they say, but by their deeds they deny him, and 'This people honors me with their lips, but their heart is far from me.' For in the one who confesses, the one confessed is present, and the one confessing is in the one confessed. But let no one think this is the same as 'I am in the Father and the Father is in me.' For the one indicates the divine nature, the other indicates being in the one confessed, which is made clear in 'Whoever confesses in me, I will confess in him'—not by participation, for God does not participate in man, but by judgment from God of the one confessing. Thus it has been said also concerning the sons of Noah and himself and his wife and the sons, but as we have observed well: 'Enter, you and your sons with you.' For not he because of them, but they because of him and the benefit from him were saved. And this is confirmed by what is added later, when God says to Noah: 'Because I saw you righteous before me in this generation.' For the greatness of his soul is indicated by 'righteous,' since he is not simply testified to, but before God.
Καὶ ἀπ[ὸ πά]ντων κτηνῶν καὶ ἀπὸ πάσης σαρκὸς δύο δύ[ο ἀπὸ πάντ]ων. Εἰ[ς τὰς] φύσεις τῶν ἀριθμῶν τις ἀποσκοπῶν καὶ γιγ[νώσκων] ὡς [ὁ ἑπτὰ ἐν] γραφαῖς πολλὰ ἔχων προ- νόμια μνημονεύετ̣[α]ι, ὁ δὲ δύο [ἐστὶ τῇ ὕ]λῃ οἰκεῖος, καθὰ καὶ πρότερον εἴρηται, ἐπιστήσει πῶς ἐπὶ [μὲν τῶν] καθαρῶν ἐν τοῖς ἑξῆς τὸν ἑπτὰ ἔταξεν ἀριθμόν, ἐπὶ δὲ [τῶν ἀκα]θάρτων καὶ νῦν τὸν δύο· ἔτι δὲ καὶ τοῦτο ζητήσει πῶς, [μηδέπω] τοῦ νόμου δεδομένου περὶ καθαρῶν καὶ ἀκα[θ]άρτων, [ὁ δύο λέ]γεται, εἰ μή που ἀπολόγοιτό τις ὅτι τῷ δικαίῳ προ[εθεωρεῖ]το ἡ ἐπιστη- μονικὴ τοῦ νόμου διάταξι[ς]. Κἀκεῖ[νος π]ροσαπορῶν πῶς εἷς ἄνθρωπος τοσούτων [κτηνῶν] περι[κρατεῖ] ὥστε καὶ εἰσαγαγεῖν αὐτὰ εἰς τὴν κ[ιβωτὸν] ἀκου[έσθω ὅ]τι Θεοῦ συνεργείᾳ τῷ δικαίῳ δέδοται [τὸ ἀναπ]λη[ροῦν] τὸ πρόσταγμα, οὐδὲν δὲ ἄπιστον τὸ [ὑπὸ Θεοῦ κ]αὶ τὰ [ἄγρια] ἡμεροῦσθαι. Εἰ δὲ καὶ τῷ προκρίτῳ [τῶν ἀποσ]τόλων [Πέτρῳ] ἐν τῷ σκεύει τῷ ὡς ὀθόνῃ πάντων τ[ῶν ζῴ]ων αἱ εἰ[κόνες] ἐφανερώθησαν, τί ἄπιστον εἰ διὰ τὸ μέ[λλειν] παλιγ[γίνεσ]θαι κόσμον συνήργησεν, ὅτε τῷ δικαίῳ κ[ελεύε]ι τούτων [εἰσαγ]ωγήν, ἵνα καὶ ἐξ αὐτῶν μετὰ ταῦτα διαδ[οχὴ
And from all beasts and from every flesh, two by two from all. Someone who looks at the natures of numbers and knows that seven is mentioned in the Scriptures as having many privileges, while two is proper to matter, as has been said before, will consider how among the clean animals in what follows he assigned the number seven, but among the unclean and now the number two. And further, he will inquire how, the law concerning clean and unclean not yet having been given, the number two is spoken of, unless someone should argue that the scientific arrangement of the law was pre-envisioned by the righteous one. And that one, further perplexed as to how one man could have control over so many beasts so as to bring them into the ark, let him hear that by the cooperation of God it is given to the righteous man to fulfill the command, and it is not incredible that wild things are tamed by God. But if also to the foremost of the apostles, Peter, in the vessel like a sailcloth the images of all animals were revealed, what is incredible if, because the world was about to be regenerated, he cooperated when he commands the righteous man to bring these in, so that from them afterwards succession
γέ]νηται. ῃι, 19–20. [Εἰσ]άξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετ[ὰ σε]αυτοῦ [ἄρσ]εν καὶ θῆλυ· ἔσονται ἀπὸ τῶν πετει- νῶ[ν κα]τὰ γένος [καὶ] ἀπὸ τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ [πάν]των ἑρπε[τῶν] τῶν ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν. [Δύο δ]ύο ἀπὸ πάντων εἰσ[ελεύσον]ται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ ἄρσεν καὶ θῆ[λυ. Λεκτ]έον δὲ ὅτι ἐνταῦθα τὸ γένος ἀντὶ τοῦ εἴδου[ς ἐστίν], λεγομένου ποτὲ τοῦ εἴδους καὶ γένους. Καὶ π εξω *** (17 λιγνες εν βλανξ̣ ῃι, 21. [Σ]ὺ δὲ λήμψῃ̣ [σεαυ]τ̣ῷ ἀπὸ πάντων τῶν βρωμάτων ἃ ἔδεσθε, καὶ σ[υνάξ]εις πρὸς σεαυτόν, καὶ ἔσται σοι κἀ[κείν]οι̣ς φαγ̣ε̣ι῀̣[ν].·ητ α ὑποτίθεσθαι τῷ δικαίῳ οὐ μόνον ἑαυτ̣ο̣υ῀̣ κ̣[αὶ τῶ]ν σὺν αὐτῷ, ἀλλὰ καὶ τῶν ἀλόγων φρονῆ- σαι· δικα[ίως] γὰρ οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ. Το`̣ δ̣ὲ πρὸς [σεα]υτὸν συνάξεις"6 παρατήρησιν ἂν ἔχοι ὅτι ἐν οἷς [σὺ] διαιτᾷ καταγωγίοις, καὶ ἄλλα ζῷα οὐ πλησιάζει, συνάγαγε τὰς τροφάς· εἰ γὰρ [ἐν τοῖς ἐ]κείν[ων] τόποις ἀπέκειντο, ἀφειδῶς ἐπιβαί[νοντα ταῖς] τρο[φα]ῖς ἔνδειαν αὐτῶν ἐργάζοντο *** (13 λιγνες εν βλανξ̣ ῃι, 22. [Καὶ ἐπο]ίησεν Νῶε πάντα ὅσα ἐνετείλατ[ο αὐτῷ] Κύριος [ὁ Θεός], οὕτως ἐποίησεν. [Μέγας] ἔπαινός ἐστιν, ὅταν, ἐπιστήμονο[ς ποιή]σαν- [τος, εἰ]πῇ τις ἀξιόπιστος καὶ ὀρθῶς κρίνε[ιν δυνά]μενος [ὅτι οὕ]τως ἐποίησεν ὡς ὁ προστάξας ὑπέθ[ηκεν α]ὐτῷ· [ἀρετῆ]ς γὰρ αὕτη ἡ πρᾶξις. Ἔστιν γάρ ποτε ]ιν μὴ μὴν οὕτως ὡς προσέταξεν· τὸ γὰ[ρ ] ]ν̣ην πρὸς τὸ θεαθῆναι τὴν πρᾶξι[ν ] σ θ̣αι τῆς διαθέσεως, οὐχ ὃν δεῖ τρόπον ἔχ κα τος.
]be. [Gen 6:19–20] “You shall bring into the ark, so that you may keep with yourself male and female; they shall be from the birds according to kind and from the cattle according to kind and from all reptiles upon the earth according to their kind. Two by two from all shall come in to you to be fed with you, male and female.” It must be said that here “kind” is used instead of “species,” since “species” is sometimes also called “kind.” And [text missing] ... [Gen 6:21] “But you shall take for yourself from all the foods which you eat, and you shall gather them to yourself, and it shall be for you and for them to eat.” It is fitting to suggest to the righteous man not only to take thought for himself and those with him, but also for the irrational beings; for justly he has compassion on the souls of his own cattle. And the phrase “you shall gather to yourself” would have an observation, that in the dwellings where you live, and other animals do not approach, you should gather the provisions; for if they were stored in the places of those animals, they would, by trampling the foods without restraint, cause a shortage of them. [Gen 6:22] “And Noah did everything that the Lord God commanded him; thus he did.” It is a great praise when, after a knowledgeable person has acted, someone trustworthy and able to judge correctly says that he acted thus as the one who gave the order prescribed to him; for this is the action of virtue. For it is sometimes the case that one does not act thus as was commanded; for [text missing] ... for the action to be seen ... of the disposition, not in the manner that is necessary ...
Πᾶ[σ]α πρᾶξις μὴ μετὰ τοῦ πρέποντος λογισ[μοῦ] γινομένη [ἀ]τελής ἐστι, κἂν τὸ ἀποτέλεσμα γίνη̣[ται] τε´̣λειο̣ν, μ[αρ]τυρεῖται δὲ ὁ δίκαιος ὡς καὶ ποιήσας κα ο[ Το]ῦτο γὰρ καὶ ὁ Σωτὴρ παιδεύει λέγων· Ἐλεᾶτε καὶ ἐ[λεηθήσεσ]θε"6, βούλεται δὲ τὸν ἔλεον μὴ μετὰ σ[αλ]πίγγω[ν γίνεσθ]αι, ὅ ἐστιν μὴ ἐμπομπεύειν καὶ ἐναλαζ[ον]εύεσ[θαι ταῖς] ἐνδείαις τῶν πενομένων· Γίνεσθε"6 γάρ [φη]σιν τ[έλειοι ὡς] ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν"6· ὁ [Θεὸς] γὰρ [ἑαυτοῦ] μεταδοτικός ἐστιν καὶ οὐκ ἄλλοθεν δ[εχό]μεν[ος· οὕτ]ω καὶ ὑμεῖς τὸ μεταδοτικὸν ζηλώσατε, [καθὰ] παρα[ινεῖ κ]αὶ ὁ μακάριος Παῦλος· Μακάριόν ἐστι μᾶ[λλον] διδόν[αι ἢ λ]αμβάνειν"6. Οὐ γὰρ ὁ λαμβάνων μιμεῖται [τὸν] Θεόν· ὁ [γὰρ Θεὸ]ς παρ' οὐδενός τι δέχεται, ἀλλὰ χορηγὸ[ς τῶν] πάντ[ων ἀ]γαθῶν. Ὁ μιμητὴς οὖν τοῦ Θεοῦ δίδωσιν. ῃιι, 1. Κ[αὶ εἶ]πεν Κύριο[ς ὁ Θεὸς] πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκό[ς σου] τὴν κ[ιβωτόν, ὅ]τι σε εἶδον δίκαιον ἐναντίον μου ἐ[ν τῇ γε]νεᾷ τ[αύτῃ]. Οὕτως ἐμφ[αίνεται] ὅτι ἅπας ὁ οἶκος οἱ ὀκτὼ μόνοι ἐτύ[γχα]νον· θ[εραπευτὴ]ν γὰρ οὐκ ἐπηγάγοντο ἢ διὰ τὸ μήπω [κα]ταδ[εδουλῶσ]θαι ἀνθρώπους ἢ διὰ τὸ ἀκτήμονας εἶναι τ[ῶν] τοιού[των].
Every action that occurs without proper reasoning is incomplete, even if the outcome is perfect. The righteous man is attested as having acted well. For the Savior also teaches this, saying, "Have mercy, and you will be shown mercy." He intends that mercy not be accompanied by trumpets, that is, not to parade and boast about the needs of the poor. For he says, "Become perfect as your heavenly Father is perfect." For God is self-giving and does not receive from elsewhere. Thus you also should emulate this giving nature, as the blessed Paul exhorts: "It is more blessed to give than to receive." For the one who receives does not imitate God; for God receives nothing from anyone, but is the provider of all good things. Therefore, the imitator of God gives. And the Lord God said to Noah, "Enter, you and all your household, the ark, because I have seen you as righteous before me in this generation." Thus it is evident that the entire household consisted only of eight persons; for they did not bring a servant, either because humans were not yet enslaved or because they possessed no such property.
[Οἶκον] οὖν ἐνταῦθα τὴν ἐν τοῖς ὀκτὼ συγ[γέ]νειαν [καλεῖ, πο]λλάκις γὰρ τοιούτου ὀνόματος ὁμων[υ]μοῦντ[ος καὶ ἐ]πὶ τούτων, κυρίως ἐπὶ τοῦ οἰκοδομηθ[έν]τος λεγ[ο- μένο]υ. Τὸ δ' αὐτὸ καὶ ἐπὶ πόλεως εὕροις ἄ[ν]. Ἐν τῷ εὐα̣[γγελί]ῳ γοῦν εἴρηται· Καὶ ἤγαγον αὐτόν"6, δηλο- ν[ότ]ι τὸν Ἰησοῦν, ἕ[ως ὀ]φρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο"6, δηλ[οῦντο]ς νῦν τοῦ ὀνόματος τῆς πόλεως τὴν κατασκευασθεῖ[σαν κ]αὶ οἰκοδομηθεῖσαν, ἐν δὲ τῷ ὡς δὲ ἦλθεν Ἰησοῦς εἰς Ἱ[εροσό]λυμα, ἐσείσθη πᾶσα ἡ πόλις"6 τοῦ ἀθροΐσματ[ο]ς τοῦ περιεχ[ομέν]ου τῶν ἀνθρώπων ὑπὸ τῆς πόλεως σημαινομέ[ν]ου. Καὶ πάλιν ἐν τῷ ἤρξατο ὁ Ἰησοῦς ὀνειδίζειν τὰς πόλει[ς ἐν αἷς ἐ]γένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μ[ετε- νόησαν"6 αὐ]τὸ [τοῦ]το δηλοῦται· μετάνοια γὰρ οὐκ ἐν ἀψύχοι[ς οὐδὲ ἐν ὑλ]ικο[ῖς] γίνεται, τοῦ ὀνόματος τοῦ οἴκου σημαίνον[τος τὸ μὲ]ν οἰ[κο]δόμημα ἐν τῷ ἥδε τοῦδε οἰκ[ία"3 ]. ου τη συναγωγή, τὸ δὲ ἀθρόϊσμα, ἐπὰν λέγητ υ [·] δε ὁ βασιλικὸς καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία η. Τὴ[ν δ]ὲ αἰτίαν τοῦ εἰς τὴν κιβωτὸν εἰσελθεῖν ἐ[πάγων] φησίν· "6[ὅτι] σ̣ε`̣ εἶδον δίκαιον
[House] therefore here [he] calls the kinship among the eight [relatives], for often such a name is homonymous [also] for these things, while properly it is said of the building that has been constructed. You would find the same also in the case of a city. In the Gospel, at any rate, it is said: "And they led him," clearly Jesus, "as far as the brow of the mountain on which their city was built," the name of the city now indicating the thing that has been built and constructed; but in the passage "And when Jesus came to Jerusalem, the whole city was shaken," the assembly of the people contained by the city is signified. And again in the passage "Jesus began to reproach the cities in which most of his miracles had occurred, because they had not repented," this same thing is indicated: for repentance does not occur in soulless or material things, the name "house" signifying on the one hand the building in "the house of so-and-so," and on the other hand the assembly, when it is said "the royal [house]" and "the prison" and "the household." And [adding] the reason for entering the ark, he says: "[Because] I saw that you are righteous.
ἐναντίον ἐμοῦ"6. Οὐχ ἁπλῶς "6[ὅτι σ]ὲ εἶδον"6 [εἶπ]ε̣ν, –καὶ γὰρ ὁ Ἄβελ δίκαιος ἦν καὶ ὁ Ἐνὼς ο[ὗ ἐλπὶς] τὸ ἐ[πικαλ]εῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ"6, –ἀλλ' ὅτι σὲ εἶδ[ον δίκ]αιον [ἐνωπί]ον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ"6, τῇ παρού[σῃ δ]ηλον[ότι. Ο]ὐ παρίσταται ὅτι διὰ τὴν τούτου ἀρετὴ[ν καὶ ο]ἱ παῖ[δες αὐ]τοῦ μετέχοντες αὐτῆς ἐσώθησ̣α[ν, γενε]ὰν [δέ, ὡς] προείρηται, τὴν ὁμοτροπίαν δηλ[οῖ, καθ]ὰ πα[ρεθέ]μεθα καὶ ἐν τοῖς φθάσασιν. Προσέ[τι δηλοῖ] τ̣ο̣ὺς [τοῦ α]ὐτοῦ τρόπου γενεὰν λέγεσθαι τὸ ζη[τηθή- σεται π]ᾶν αἷμα δ]ίκαιον ἐκκεχυμένον ἐπὶ τῆς γῆς ἀπὸ τ[ῆς γενεᾶς] τού[της]"6. Ἐν τῇ τῶν δικαίων γενεᾷ, ἵνα λάβωμ[εν τοὺς] σὺν [αὐτ]ῷ δικαίους, αὐτὸς εὑρέθη ἐναντίον αὐ[τοῦ δίκαιο]ς, οὐ [παν]τὸς δικαίου ἐναντίον Θεοῦ δικαίου ὄντος· [δίκαιοι] γὰρ υἱοὶ [κ]αὶ γυναῖκες ἐναντίον Νῶε ἐτύγχανον [μόνον]. Μέγα [δὲ ο]ὕτως ἐστὶν τὸ ἐναντίον τοῦ Θεοῦ εἶναι δίκα̣[ιον, ὡς] λέγεσ[θαι]· Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ"6 καὶ [τὰ ἄλλ]α φῶτα· ἀλλὰ καὶ ἐν ψαλμοῖς λέγεται· Οὐ δικαιω[θήσε]ται κατενώπιον σου πᾶς ζῶν"6, καὶ πάλιν ἕτερον [λόγιό]ν φησιν· Ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἦν δικαιοσύ[νη ἡ]μῶν"6 ἐκ πρ[ο]σώπου πάντων τῶν δικαίων. ῃιι, 2–3. Ἀπ[ὸ δὲ τῶν] κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτ[ὰ ἄρσεν] καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ ὄντω[ν καθα]ρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν πετε[ι]νῶν [τοῦ οὐραν]ο̣υ῀̣ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀ[πὸ τῶν] πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρ[σεν] καὶ θ[ῆλυ δια]θρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.
before me." He did not simply say, "that I saw you"—for Abel was righteous, and Enos, in whom there was hope of invoking the name of the Lord God—but "that I saw you righteous before me in this generation," the present one, evidently. It is not indicated that because of his virtue his children also, sharing in it, were saved; "generation," as was said earlier, signifies similarity of character, as we set forth also in the preceding passages. Moreover, it indicates that those of the same character are called a generation, as in "every just blood shed upon the earth from this generation will be avenged." In the generation of the righteous—so that we may take those who are righteous along with him—he was found righteous before him, not every righteous person being before a righteous God; for righteous sons and wives were before Noah only. So great is it to be righteous before God, as it is said: "the stars are not pure before him," and the other lights; but also in the Psalms it is said: "no living thing will be justified before you," and again another saying declares: "like the rag of a menstruating woman was all our righteousness" from the face of all the righteous. 2–3. "From the clean cattle, bring in to yourself seven each, male and female; from the cattle that are not clean, two each, male and female; and from the birds of the sky that are clean, seven each, male and female; and from the birds that are not clean, two each, male and female, to preserve seed over the whole earth.
Ἀκο[λούθως] ἑπτὰ [ἑπτὰ]"6 ἀπὸ τῶν καθαρῶν προστάττει εἰσαγ[αγεῖν]. Ἐπει[δὴ γὰρ] αὐτῶν καὶ πρὸς τροφὰς καὶ πρὸς ἱερουρ[γίας ἔ]μελλ[ον ἄνθρ]ωποι καὶ αὐτοὶ δὲ οἱ ἐν τῇ κιβωτῷ ἐ[μμένον]τες χ[ρείαν ἔχ]ειν, διὰ τοῦτο πλείονα κατα[λαμβάνο]ν[ται, ἵν' ἐξ α]υ᾿̣τῶν καὶ πλείων γένηται διαδοχὴ π[ρὸς] τὰς α[ὐτῶν χ]ρείας κατάλληλος· ἐπὶ δὲ τῶν αλλω· κότω[ν τ]οσαύτην εἰσαγόντων χρείαν δύο δύο"6 [εἰσ]άγεσ[θαι προσέ]τ̣αξεν. Εἰ δὲ δεῖ καὶ φυσιολογίαν εἰσάγ[ειν] τῷ λόγ[ῳ ]ωπονοις λέγοιτ' ἄν, ὡς καὶ πρὸ τούτου, [ὅτι, ἐ]πεὶ ἡ δ[υὰς διαι]ρετή, τοῦτο δὲ τῇ ὕλῃ οἰκεῖον, οἰκεῖος [τοῖς] μὴ καθ[αροῖς ὁ] δύο ἀριθμός. Ἀλλὰ καί, τοῦ δύο ἀναιρέτ[ου], ὁ Σωτὴρ κ[αλεῖ εἰς] ἕνα καινὸν ἄνθρωπον"6 τοὺς δύο, τόν τε ἐ[κ] περιτομ[ῆς καὶ] τὸν ἀπὸ ἐθνῶν εἰς τὴν ἑνότητα τῆς κ[α]τὰ τὸ ε[ὐαγγέλ]ιον πολιτείας εἰσάγων, ἥντινα οἱ παλαι[οὶ] ἅγιοι ἔ[σχον, μ]ηδεμιᾶς οὔσης διαφορᾶς ἑλληνισμο[ῦ] καὶ ἰουδαισμοῦ. Ἀφ' οὗ γὰρ τέχναι ἐξ ὧν ἀγάλ[ματα, καὶ ἡ] δὲ μετ' αὐτὰς εἰδωλολατρεία, καὶ ἐξότε νόμ[ος, γίνετα]ι̣ ἰο[υ]δαισμός. Ἡ πρώτη οὖν τῶν ἀνθρώπων πολιτεί[α, ἥτις χρι]στ[ια]νισμοῦ ἐτύγχανεν, εἰ καὶ μὴ ἡ προσηγορί[α αὕτη, κ]ατὰ τὰς κοινὰς ἐννοίας ὑπάρχει, ὅπερ καὶ ὁ Σωτὴ[ρ ]· ἐκήρυττεν· Πάντα ὅσα θέλετε ἵνα ποιῶ[σιν ὑμῖν οἱ] ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως"6. Τοῦτο δὲ ἐν τ[ῇ κοινῇ κ]εῖται ἐννοίᾳ· ἃ γὰρ μὴ βούλεταί τις παθεῖν, τα[ῦτα οὔ]τε τῷ πέλας ποιεῖν ὀφείλει. Διὰ δὲ τοῦτο κεῖται το[ῦτο ἐ]ν τῇ κοινῇ ἐννοίᾳ, ἵνα ἀναπολόγητος ᾖ ὁ ἄνθρωπος ε·αγόμενος ὑπὸ τοῦ Θεοῦ.
Next, he commands that seven pairs of clean animals be brought in, because people would need them both for food and for sacred rites, and those remaining in the ark would also have need of them. For this reason, more are taken, so that from them a greater succession suitable for their needs might arise. But concerning the other animals, since they require only that many, he ordered that two pairs be brought in. If one must also introduce a physical interpretation into the account, it might be said, as before, that since the dyad is divisible, and this is proper to matter, the number two is proper to the impure. But also, since the two is destructive, the Savior calls the two—the one from circumcision and the one from the nations—into one new man, leading them into the unity of the polity according to the gospel, which the ancient saints possessed, there being no difference between Hellenism and Judaism. For from the time when arts from which images arise, and the idolatry that follows them, and from when law arises, Judaism comes into being. The first polity of humans, therefore, which was that of Christianity, even if this name did not exist, exists according to the common notions, which the Savior also proclaimed: 'All things that you wish that people do to you, you also do likewise.' This lies in the common notion: for what one does not wish to suffer, one ought not to do to one's neighbor. And this is placed in the common notion so that the human being, led by God, may be without excuse.
Ὕστερον δέ, διαστραφείσης [τῆς ἐν]νοί[α]ς, ὁ γραπτὸς δέδοται, οὐ μαχόμενος ἐκείνῳ, ἀλ[λὰ ]·ιων [τοὺς ἀν]θρώπους εἰς αὐτόν· εἴρηται γοῦν· Νόμον εἰς βοή[θειαν] δέ[δ]ω- κεν"6. Ο̣ὕτω καὶ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ [κεκή- ρυκ]ταιἵν[α μὴ] προφασίσηταί τις ὡς μὴ ὑπομνησθείς,·α ν κοινῶν ἐννοιῶν.
Ταῦτα μὲν οὖν ὡ[ς πρὸς τὸ ῥη]τὸν ηται· λεκτέον δὲ καὶ ὅτι τὰ καθαρὰ ζῷ[α ] ως ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ε· γὰρ τὸ εἰπεῖν τὸ ἀκόλουθον τῇ ἱστορίᾳ, ὅτ̣[ι διὰ τὸ] α̣υ᾿̣τοῖς κ]αὶ πρὸς ἱερουργίαν καὶ πρὸς τροφὴν μέλ[λειν χ]ρ̣η῀̣[σθαι] τοὺς ἀνθρώπους διὰ τοῦτο πλείονα, ἔτι καὶ δι[ὰ τὸν ἀριθ]μῶν λ[όγο]ν, ὅτι πολυΰμνητός ἐστιν ἐν τῇ γραφῇ· [·τ]ῃ ἑβδομάδι λέγω, κατέπαυσεν ὁ Θεὸς· γ· πλείονας. Εἰς γὰρ τὴν ἀγένητον οἱ περὶ τ ν το ναγουσι τὴν ἑβδομάδα· αὕτη γὰρ παρθέν[ος ἐσ]τὶ καὶ ἀπάτωρ καὶ ἀμήτωρ, ἵν'
ᾖ τὸ λεγόμενον τοιο̣[ῦ- το]ν̣. Πάντες οι῾̣ ἐντὸς δεκάδος ἀριθμοὶ διπλασιαζόμε[νοι ἢ τ]ριπλασ[ιαζόμενοι π]λὴν τοῦ ἑπτὰ καὶ γεννῶσιν καὶ γεν[νῶνται, ο]ἷον ὁ εἷς γεννᾷ τὸν δύο, καὶ ὁ δύο τὸν τέσσε[ρα] οὕτ[ως γεννη]θεὶς ὑπὸ τοῦ ἑνός, καὶ ὁ τέσσερα τὸν ὀκτὼ γεν[νη]θεὶς [καὶ αὐτὸς] ὑπὸ τῶν δύο, ὁ δὲ πέντε τὸν δέκα, καὶ ὁ ἓξ δέ ποτ[ε γεννώμεν]ος οὐ γεννῶν, ὁ δὲ ἑπτὰ οὔτε ὑπὸ τῶν φθασάντων γ[εννᾶται οὔ]τε τινὰ μεθ' ἑαυτὸν ἕως δεκάδος γεννᾷ· ἀλλὰ καὶ ὁ δύο τὸν ἓξ καὶ ὁ τρία τὸν ἐννέα τριπλασιαζόμενοι γεννῶσιν. Ἔχει δὲ κα[ὶ ἕτερόν] τι προνόμιον· ἐὰν γὰρ ἐν διπλασίονι λόγῳ πολυπλασιά[ζῃς το]ὺς ἀπὸ μονάδος ἀριθμοὺς ἕως ἑπτά, ἴσος ἅμα καὶ τετράγ[ωνος] γίνεται·
Later, when [the] understanding was perverted, the written [law] was given, not in conflict with that [earlier understanding], but leading people to it. For it is said: "He gave the law as a help." So also the gospel has been proclaimed throughout the whole world, so that no one may plead ignorance, as if not reminded, of the common notions.
These things, then, are said with regard to the literal sense. But it must also be said that the clean animals are to be brought in seven by seven. For it is necessary to state what follows from the history: that because people would use them both for sacred rites and for food, for this reason more [were brought in], and also because of the significance of the number, which is much praised in Scripture—I mean the hebdomad—God brought it to rest. For into the unbegotten [nature], those who discuss these matters introduce the hebdomad; for it is virgin, without father and without mother, so that the meaning may be something like this: All numbers within the decad, when doubled or tripled, except seven, both generate and are generated—for example, one generates two, and two generates four, having been generated by one, and four generates eight, having itself been generated by two; five generates ten; and six, though sometimes generated, does not generate; but seven is neither generated by the numbers that precede it nor does it generate any number after itself up to the decad. Moreover, two generates six, and three generates nine when tripled. It also has another privilege: if you multiply the numbers from unity up to seven in a double ratio, the result is both equal and square.