Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλῶσαν, τότε δὴ λάθρα ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περισχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τοῦ πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Ἀλλ' οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ' ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. Ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεταρμο ζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς προαιρέσεως βεβηκότες, ἀλλ' ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, καὶ πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὸ γὰρ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύουσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατὰ τὰς ὑφάλους πέ τρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρα τον τοῖς ἀφυλάκτοις γίνονται.
Therefore it has also been called the shell-skinned creature. And since two hollows, fitted exactly to one another, enfold the oyster, the crab's claws are necessarily idle. What then does it do? When it sees the oyster in windless places warming itself with pleasure and opening its folds to the sun's ray, then it secretly inserts a pebble and prevents it from closing, and the crab is found to have supplied its lack of strength through cunning. This is the vice of those who share in neither reason nor voice. Such is the man who goes to his brother with deceit, who attacks his neighbor's misfortunes, and who revels in others' calamities. But I would not pass over the treacherous and stealthy nature of the octopus, which, whatever rock it happens to wrap itself around each time, takes on that rock's color. So that many fish, swimming unawares, fall in with the octopus—the rock, as it were—and become ready prey for the crafty one. Such in character are those who insinuate themselves into whatever powers are always dominant, and who adapt themselves to each occasion's needs, not standing firm on the same purpose, but easily becoming now one thing and now another, and shifting their opinions to suit each person's pleasure. These it is not easy to avoid, nor to guard against the harm that comes from them, because their wickedness is deeply concealed under the pretense of friendship. For while they hold hatred in their depths, they show a surface dyed over with love, like reefs beneath the sea, which, covered by shallow water, become an unforeseen evil to the unwary.
Χρὴ τοίνυν πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἑαυτοὺς ἐκδικῶμεν, ἀλλ' ἵνα μὴ συγχωρῶμεν εὐοδωθῆναι τῷ ψεύδει, καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ. Τρισὶ γὰρ ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ αὐτὸς ἑαυτόν. Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώμονος, πονηρῶν καὶ φιλαπεχθημόνων ἀνθρώπων ἔργον εἰδότες· τὸ δὲ, τοὺς ἐκ διαβολῆς δόξαντας εἶναι πονηροὺς, πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν, ἀνδρῶν σωφρόνων, καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων. Τὴν μὲν τῶν προτέρων κακίαν ἐκφύγωμεν, τῶν δὲ μὴ τοιούτων τὴν πολιτείαν ἐκζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΚΟΛΑΣΙΑΣ.}1 {ΛΟΓΟΣ ΙΘʹ.}1 Ὁ τῶν Μακεδόνων Ἀλέξανδρος, τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι λέγων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ δὲ εἰς ταυτὸν ἐκείνῳ φέρει τὸ παράγγελμα, ὅτι Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ἤγουν ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παρα δέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος.
It is necessary, then, not to keep silent in the face of slanders, not so that we may defend ourselves by contradiction, but so that we may not allow falsehood to prosper and may not leave those who have been deceived to remain in harm. For the slanderer inflicts harm on three persons at once: he wrongs the one falsely accused, and those to whom his word is addressed, and himself as well. Now, to falsely accuse and slander certain people out of an unrestrained tongue and an unthinking disposition—we know this to be the work of wicked and quarrelsome men. But to attempt with all eagerness to turn aside the falsehood by refutations, when people have come to seem wicked through slander—this is the part of prudent men, who along with their own good counsel value highly the safety of the many. Let us flee the vice of the former and emulate the conduct of those who are not such, so that we may also obtain the good things to come, in Christ Jesus our Lord, to whom be the glory and the power, now and always and unto the ages of ages. Amen.
{ON CHASTITY AND INTEMPERANCE.} {HOMILY 19.} Alexander of Macedon, having taken the daughters of Darius captive, though they were testified to possess a beauty that was wondrous beyond compare, did not deign even to look upon them, saying it was shameful that one who had conquered men should be defeated by women. And this precept leads to the same point as that: "Whoever looks upon a woman to desire her has already committed adultery"—that is, whoever looks upon a woman for pleasure, even if he does not complete the adultery in deed, yet by receiving the desire into his soul he is not released from the charge.
Εἰ οὖν αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκο ποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, πόσον αἱ κατ' ἐπιτήδευσιν γινόμεναι ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις; Τί τοίνυν ἐροῦσιν, ἢ τί ἀπολογήσονται, οἱ ἐκ τοιούτων θεαμάτων μυρίον ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρί ματι τῆς μοιχείας. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι' ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μιάσματα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ δὲ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατείᾳ φυλάσσων, ἀληθῶς δείκνυσι τελείαν ἑαυτῷ διὰ πάντων ἐξηρτισμένην τῆς παρθενίας τὴν χάριν. Ἐὰν δὲ ἐπαγγελλόμενός τις τῷ τῆς παρθενίας ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ ἐκ τῆς παρθενίας σεμνὸν διώκων, τοῦ δὲ καθ' ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Οὐχ ὁ ἀνωμάλως οὖν ἔχων περὶ τὴν σωφροσύνην, καθαρός· ἀλλ' ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ πνεύματι. Ὁ δὲ σωφροσύνης ἐρῶν, τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσων, παρ' αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδασκέσθω πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς τὰς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα.
If, then, chance encounters have so much danger for those who look about curiously, how much danger do meetings brought about deliberately have, so that one sees women behaving indecently and posing for licentiousness, and singing effeminate songs, which, even if only heard, are able to implant the whole sting of pleasure in the incontinent? What then will they say, or what defense will they make, who have gathered a countless swarm of evils from such spectacles? Therefore they are liable under the Lord's inexorable sentence, by the judgment of adultery. For it is possible to commit fornication with speech, to commit adultery with the eye, to be defiled through hearing, to receive pollutions in the heart, and through immoderation in food and drink to fall away from the bounds of chastity. But the one who in all these things keeps himself by self-control under the rule of virginity truly shows in himself the grace of virginity made perfect and fully furnished through all things. But if someone, while professing the name of virginity, in deed does the things of those who live with women, it is clear that he pursues the dignity that comes from virginity while not abstaining from what is shameful according to pleasure. Not the one who is irregular in chastity is pure, but the one who has subjected the mind of the flesh to the spirit. And let the one who loves chastity, continually unrolling the story of Joseph, be taught by it the acts of chastity, finding him not only continent toward pleasures but also habitually disposed toward virtue. For the life of Joseph is an exhortation to chastity, and the narratives of Samson are an encouragement to courage.
Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμα ράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις. Τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει· ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται. Ἀλλὰ σωφροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυ πωθεῖσα τῇ ψυχῇ διὰ βάθους, καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Οὐδὲ γὰρ ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀπο κοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν, εἰ μὴ λακτίζουσιν, ἐπαινέσομεν· τοῖς δὲ βουσὶν, εἰ μὴ κε ρατίζουσι, τῆς ἡμερότητος ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ' ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδικίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Καὶ ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλὰ ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι' ἀδυναμίαν κακοῦ. Ἅπαν μὲν οὖν κολάζειν τὸ σῶμα καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμὰς, προσῆκε, καὶ τοὺς ἀπ' αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν· ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾷν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερόμενον, παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον; Διὸ δὴ καὶ Πλάτωνά φασι τὴν ἐκ σώματος βλάβην προειδόμενον, τὸ νοσῶδες χωρίον τῆς
We call a person temperate, not when the desires of intemperance have been dulled by old age, or by disease, or by some other affliction. For in such a one the vice is still present, but its activity is hampered by the weakness of the bodily organs. Rather, temperance is a true, scientific power, imprinted deeply upon the soul, and obliterating the traces of shameful impulses that remain within. For it is not fitting that those who have had their members cut off be praised for temperance. Nor do we praise horses for not butting with their horns, but we will praise them if they do not kick; and we will acknowledge the gentleness of oxen if they do not gore with their horns. For a person is admired not for what he is unable to do, but for what he is able to do and does not use his power for injustice. And temperance in old age is not temperance, but an inability for intemperance. A dead man is not crowned; no one is righteous through inability to do evil. It is fitting, then, to chastise the whole body and to restrain it, as one would the impulses of a wild beast, and to lull to sleep the disturbances that arise from it in the soul, striking them down, as it were, with the whip of reason. But we should not slacken every rein of pleasure and allow the mind, like a charioteer, to be carried along and dragged away by the insolence of hard-mouthed horses. And we should remember Pythagoras, who, having observed one of his companions fattening himself up greatly with exercises and food, said: Will you not stop making your prison more difficult for yourself? Therefore they say that Plato, foreseeing the harm that comes from the body, [chose] the unhealthy place of the
Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν εὐπάθειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φορὰν, περικόπτῃ. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ' ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα. Καὶ γὰρ ἡ ἄγαν τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώ ματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι· τό γε ὑπο πεπτωκέναι τούτῳ καὶ θεραπεύειν, μανία σαφής. Παντὸς τοίνυν ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλ λοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλά των, ὑπηρεσίαν φιλοσοφίας κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος ἔχειν πρόνοιαν εἰς ἐπιθυμιῶν ἀφορμήν. Ἀλλὰ τὰ μὲν ἡμέτερα τοιαῦτα. Γυναῖκες δὲ ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοι αύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀνα στάσεως καθῆσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμ βάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ὁ Κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ·
To deliberately reach the Academy of Attica, so that he might prune back the body's good health, like the excess yield of a vine. But I have heard from physicians that extreme soundness of body is also precarious. For excessive care of the body is both unprofitable to the body itself and a hindrance to the soul; and to be subject to it and to pamper it is manifest madness. Therefore one must utterly despise the body if one is not going to be buried in its pleasures as in mire, or else cling to it only to the extent that, as Plato says, we acquire it as a servant of philosophy—saying much the same, I suppose, as Paul, who exhorts that one ought to have no forethought for the body, to serve as an occasion for desires. But our own affairs are such as these. But shameless women, having forgotten the fear of God, having despised eternal fire, on this very day, when they ought, because of the remembrance of the resurrection, to sit in their houses and to take thought of that day on which the heavens will be opened, and the Judge will appear from heaven, and the trumpets of God, and the resurrection of the dead, and just judgment, and recompense to each according to his work—
ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ ἐκκαθαίρειν μὲν αὐτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι δὲ πρὸς ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, καὶ ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καὶ καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, κατ αναισχυντήσασαι πάσης ἄῤῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ' ἑαυτὰς προσ καλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως Μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πεποίηνται. Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις πο σὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν· θέατρον ἑαυταῖς νεανίσκων ὄχλον παραστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπουσαι. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλοῦσα τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους οὓς ἐδιδάχθης; κινεῖς πόδας καὶ ἐξάλλῃ ἐκμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι, αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον·
Instead of keeping these things in their thoughts, and cleansing their hearts from evil intentions, and wiping away with tears their former sins, and preparing themselves for the meeting with Christ on the great day of his appearing, they have shaken off the yoke of slavery to Christ, and have thrown from their heads the veils of modesty, and have despised God, have despised his angels, have shamelessly cast aside all regard for the male gaze, tossing their hair, trailing their garments, and at the same time playing with their feet, inviting to themselves every licentiousness of young men, having formed dances in the Martyria outside the city, they have made the consecrated places a workshop of their own indecency. They have defiled the air with harlot songs, and they have defiled the earth with their unclean feet, which they have stamped upon in their dances; having set before themselves a crowd of young men as a theater, truly wanton and utterly deranged, leaving no excess of madness behind. Do you laugh, tell me, and delight in a licentious delight, when you ought to weep and groan over what has been done? Do you utter the songs of a harlot, having cast out the psalms and hymns which you were taught? Do you move your feet and leap madly, and dance dances that are no dances, when you ought to bend your knees in worship? For whom do I lament? The maidens unacquainted with marriage, or those held in the yoke of marriage? For the former have returned without their virginity, and the latter have not brought back chastity to their husbands.
εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. Διὰ τοῦτο πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περι βολῇ τῆς ἐσθῆτος, προσδοκάτω αὐτῆς τὴν ἀφαίρεσιν. Ἐπειδὴ γὰρ πορεύονται ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, κελεύονται γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ. Ἀφαιρεῖται μέντοι καὶ ἀφ' ἡμῶν τὴν δόξαν τοῦ ἱματισμοῦ ὁ Κύριος, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φανῶμεν, καταπατοῦντες αὐτὸν, καὶ τῶν σαρκικῶν μολυσμάτων ἀναπιμπλάντες. Τίς δὲ ὁ τοιοῦτος ἱματισμός; φησίν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν δι' ἁμαρτιῶν τὸ σῶμα καταπατούντων, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων. Αἱ τοίνυν ἐπὶ τῷ τοῦ σώματος κάλλει μέγα φρονοῦσαι γυναῖκες, ὑπεραίρουσιν ἑαυτὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι, καὶ ἐπαιρό μεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι· ὑψηλόν τε τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μέντοι σεμνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὰ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ ἄσεμνος καὶ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλ λους
For if ever some people escaped sin in the body, yet surely in their souls they received corruption. Therefore let every woman who has made bad use of the covering of her clothing expect its removal. For since they walk along dragging their tunics, as though not using their garment but misusing it, they are commanded to be stripped of the glory of their clothing. Yet the Lord also takes away from us the glory of our clothing, if we appear to have used it unworthily, trampling it underfoot and defiling it with fleshly pollutions. And what is this clothing? he says. As many of you as were baptized into Christ have put on Christ, whom the Lord takes away from those who trample the body underfoot through sins and regard the blood of the covenant as a common thing. Therefore women who pride themselves greatly on the beauty of the body, exalting themselves above the rest, indulging in vain prancing and puffed up over a thing that quickly fades and flows away, carry their neck on high, so that their faces may be visible to all. But the modest and orderly woman, bowing down to the earth from shame, keeps her face drawn downward; while the shameless woman, who by the snare of her beauty would catch many
προαιρουμένη, πορεύεται ὑψηλῷ τῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύει τῷ βλέμματι, ἰόν τέ τινα φθαρτικὸν ἐξαποστέλλει τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. Ἐπειδὴ δέ ἐστί τινα χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτηδευόμενα τοῦ προσώπου, λευκόν τε, καὶ ἐρυθρὸν, καὶ ἕτερον μέλαν ὂν (τὸ μὲν λευκότητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλμοῖς περιγράφει)· καὶ αὐτὰ περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται, φησὶν, ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύ ταις ἐλεεινῶν νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται· αἱ γὰρ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθε νεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Ἀλλὰ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρ νουμένην.
Choosing it, she walks with a haughty neck, and with nods of the eyes, and she discloses the licentiousness of her soul by her glance; she sends forth a destructive poison from her eyes, such as the account concerning the basilisk also holds, which they say destroys those who look upon it by its mere sight. And since there are certain colors cultivated by women for the adornment of the face—white, and red, and another that is black (the white falsely claims whiteness for the body, the red blooms on the cheeks, and the black draws the eyebrows around the eyes in a crescent shape)—the Lord threatens to take these away too, so that, he says, the chastity of men may not be stolen, nor the eyes of pitiable younger men be swept away by these paintings; for the wicked dispositions of women plunge the weak souls of those who live with them. Let men hear, let women hear, how the dignity of widowhood, even among irrational creatures, is preferable to the indecency of multiple marriages. Other enemies make peace with the dead; but stepmothers begin their hatred after death. But they say the turtle-dove, once separated from its mate, no longer accepts union with another, but remains unpaired, refusing union with another through the memory of the one once yoked to it.
Τί οὖν ἡμῶν γένοιτ' ἂν ἐλεεινότερον, μὴ μόνον τὴν αὐτὴν τοῖς ἀλόγοις περὶ τοὺς ὁμόζυγας μὴ ἐπιδεικνυμένων στοργὴν, ἀλλὰ καὶ τὴν ἐναντίαν τῶν τοῦ Κυρίου ἐντολῶν ὁδευόντων, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ σοφίσμασι χρωμάτων, τὴν σωφροσύνην ὑποκλεπτομένων; Ἃ πάντως ἀφαι ρεθήσεται τότε, ὅτε γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ· ὅτε ὀφρὺς συμπεπτωκυῖα, καὶ παρειὰ κατηφὴς, καὶ χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου καθίστα ται· καὶ ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἐν διανοίᾳ λαβόντες, ἀγαπητοὶ, σπεύσωμεν ὡς ἔστι καιρὸς, κατὰ τὰ δοκοῦντα τῷ Θεῷ πολιτεύεσθαι, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχω μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΚΑΙ ΚΕΝΟΔΟΞΙΑΣ.}1 {ΛΟΓΟΣ Κʹ.}1 Ἀμήχανον τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάν τας ὑποδεὲς καὶ ἔσχατον, δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πειρασμῶν. Ὁ δὲ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ καταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας. Ἀλλ' ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ' ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας δεόμενον. Ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι· καὶ ἁπαξαπλῶς, μέγας ἐκεῖνος παρὰ Θεῷ ὁ ταπεινοφρόνως κατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ' ἑαυτὸν καταδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος χαρίσασθαι τὴν εἰρήνην τῷ ἀδελφῷ.
What then could be more pitiable than we are, who not only fail to show toward our spouses the same affection as the irrational beasts, but even walk in the opposite way to the Lord's commandments—with haughty neck, with signals of the eyes, with cunning devices of colors, secretly stealing away chastity? All these things will surely be taken away at that time when all things stand naked before the Judge; when the brow is fallen, and the cheek is downcast, and the color becomes livid from fear; and each one will receive according to his works. Having taken these things to heart, beloved, let us hasten, while there is time, to live according to what seems good to God, so that we may also attain the good things to come, in Christ Jesus our Lord, to whom be glory unto the ages of ages. Amen.
{ON HUMILITY AND VAINGLORY.} {HOMILY 20.} It is impossible for one who has not accepted being inferior and last toward all to ever be able, when reviled, to master his anger, or, when oppressed, to overcome temptations through patience. But he who has achieved the utmost humility, condemning himself in revilings as of greater worthlessness than himself, will not be stirred in his soul by words of dishonor. But if he hears himself called poor, he knows that he is poor and in need of all things, and in need of the daily provision from the Lord. And if he hears himself called low-born and of obscure origin, he has already grasped in his own heart that he was made from clay; and simply put, that man is great before God who humbly lays himself down before his neighbor, and without shame accepts the accusations against himself, even if they are not true, in order to grant the great benefit of peace to his brother.
Ὁμοίως γάρ ἐστι χαλεπὸν, ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι. Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη, ἑαυτῶν ὑπεροπτικώτερα πέφυκε γίνεσθαι. Τῷ δὲ ταπεινῷ καὶ καταβεβλημένῳ φρο νήματι ἕπεται στυγνὸν ὄμμα καὶ εἰς γῆν συννενευκὸς, σχῆμα ἠμελημένον, κόμη αὐχμηρὰ, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ' ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεται. Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα, μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ. Καὶ τὸ
βάδισμα μήτε νωθρὸν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν· μηδ' αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. Σκοπὸς δὲ ἐσθῆτος εἷς, ὥστε κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Μήτε δὲ ἐν χρώ ματι, τὸ ἀνθηρὸν διωκέσθω· μήτε ἐν τῇ κατασκευῇ, τὸ λεπτὸν καὶ μαλακόν. Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν, ἴσον γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. Ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ὁ χιτὼν ὀφείλει ἔχειν, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. Καὶ ὑπόδημα, τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Γυμνάσιον γὰρ ταπεινοφροσύνης ἐστὶν ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι διατριβὴ, τὸ πάθος τῆς φιλοδοξίας θεραπεύουσα. Κενόδοξος δέ ἐστιν, ὁ ψιλῆς ἕνεκεν τῆς τοῦ κόσμου δόξης ποιῶν τι ἢ λέγων.
For it is equally difficult to preserve one's soul unhumiliated in difficult circumstances and not to be puffed up in conspicuous positions. For in truth, proud characters, when they are cultivated, naturally become more contemptuous of themselves. But humble and downcast thinking is followed by a sullen eye and a gaze fixed on the ground, a neglected appearance, dry hair, a dirty garment; so that what mourners do by deliberate practice appears in us spontaneously. A tunic drawn close to the body by a belt; the belt, however, neither above the flanks—for that is womanish—nor loose so that the tunic flows—for that is slovenly. And the
walk neither sluggish, so as to accuse the soul of slackness, nor again vehement and hurried, so as to reveal its impulses as frenzied. And the aim of clothing is one: to be a sufficient covering for the flesh against winter and summer. Nor in color let the bright be pursued, nor in construction the delicate and soft. For to scrutinize the good colors in clothing is equal to women's adornment, which they practice, dyeing their cheeks and hair with a borrowed bloom. But indeed the tunic ought also to be of such thickness as not to need a companion for warming the wearer. And a shoe, cheap in value, but fulfilling its need without lack. For the exercise of humility is dwelling among cheaper things, healing the passion of love of glory. And he is vainglorious who does or says something for the sake of the world's glory alone.
Οἷον, ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν, καὶ οὐκ ἔστιν ἐλεήμων οὐδὲ κοινωνικός. Καὶ ὁ σω φρονῶν εἰς τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὐκ ἔστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ' αὐτῆς δόξαν θηρώμενος. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυ μασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο· τοιαύτην ἐκίνησε καθ' ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Ὁ γὰρ ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅς ἐστι πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη, καὶ καθαιροῦντι δυναστείας τῶν πόλεων; Ἦ οὕτως γ' ἂν καὶ ἡ ἀξίνη μέγα φρονείη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα· καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ' οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν. Κἂν τὸν πέλας ἁμαρτάνοντα θεωρήσῃς, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων καὶ μὴ μερικὰ ψηριζόμενος.
For example, the one who gives alms in order to be glorified by men has received his reward, and is not merciful or generous. And the one who is self-controlled for the sake of human approval is not self-controlled, since he does not pursue virtue but hunts the glory that comes from it. For Ananias could have refrained from the outset from promising his property to God; but since, looking to human glory, he dedicated the property to God through his promise, so that he might be admired by men for his generosity, yet embezzled part of the price, he stirred up against himself such indignation from the Lord, of which Peter was the servant, that he found not even a period for repentance. For the Lord who opposes the proud, and humbles sinners to the ground, this same Lord promises to humble the insolence of the proud. Therefore the one who humbles the proud rescues them from likeness to the devil, who is the father of pride, and leads them to become disciples of the one who said: Learn from me, that I am gentle and humble in heart. Why do you think highly of yourself, as though you strike down nations and bring down the dominions of cities? Would an axe, then, think highly of itself in this way, as it brings the towering trees down to the ground? Or a saw, as it divides the joined and united pieces of wood? But neither does the axe cut without the hands, nor the saw without the one pulling it. And if you observe your neighbor sinning, do not look only at this; consider also how many things he has done or is doing well, and often you will find him better than yourself, examining him by all things and not judging by partial bits.
Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας, ποτὲ διὰ τὴν παρὰ πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Οὕτω ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οἴει τι κατορθοῦν ἀγαθόν; εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ τὸ ὄνομα, ἢ τοῖς τῆς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ δια βόλου πτώσεως τὴν ὁμοίωσιν· ὃς ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπὸ ἄνθρωπον, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος ἑαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε, εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανόμενος, μηδὲ ἐφ' οἷς μὲν σήμερον κατορθοῖς μεγαλυνόμενος, ἐφ' οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν ἑαυτῷ διδούς· ἀλλ' ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ
For God does not examine a man partially; for he says, I come to gather their works and their thoughts. And when he rebuked Jehoshaphat, once because of the sin at his feet, he also remembered the things he had done rightly, saying, Nevertheless good words were found in you. Thus often humility rescues the one who has sinned many and great sins. Do not therefore justify yourself above another, lest, having been justified by your own vote, you be condemned by God's. Do you think you accomplish some good? Give thanks to God, do not exalt yourself against your neighbor. For what have you benefited your neighbor, because you confessed the faith, or endured flight for the name, or persevered in the labors of fasting? The gain is not another's but yours. Fear the likeness of the devil's fall; who, having been exalted against man, has fallen under man, and has been handed over as a trampling-ground to the one who was trampled. Altogether remember the true proverb: God opposes the proud, but gives grace to the humble. Keep the Lord's saying ready at hand: Everyone who exalts himself will be humbled; but the one who humbles himself will be exalted. Do not become an unfair judge of yourself, nor examine in partiality, placing in the vote whatever you think you have that is good, but willingly forgetting your faults, nor being magnified for the things you do rightly today, while giving yourself forgiveness for the things you did wickedly before and long ago; but when the present exalts you, let the old bring you to remembrance, and
παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Τῷ ὄντι γὰρ χαλεπώτατόν ἐστιν ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνος ὁ ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ' ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾷν· ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα βλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν, Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων· αὔθαδες γὰρ τὸ τοιοῦτον. Μηδὲ ἐπὶ μικροῖς καταδίκαζε, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· ἀλλὰ τοὺς ἐν παραπτώματι προσλαμβάνων, πνευμα τικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Εἰ μὲν γὰρ ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι· εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος, οὐδὲ πληροῦντός ἐστιν ἐντο λὴν τοῦ Χριστοῦ, τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Μή ποτε τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν, καὶ πρὸς ἡμᾶς ἔλθῃ· κἂν μὲν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον. Ἐμοὶ τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται, ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. Καὶ σὺ τοίνυν τοσαύτην ποιοῦ σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τὸ δοξάζεσθαι. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; γίνου τοῖς ὑπηκόοις ἴσος· τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦ λον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε.
You will cease from your senseless inflammation. For truly it is a most difficult thing to know oneself. For not only is the eye, which sees things outside, unable to turn its sight upon itself; but our very mind also, which sees another's sin sharply, is slow to recognize its own defects. Do not be harsh in reproofs, nor swift, nor reproving with passion; for such a thing is arrogant. Nor condemn in small matters, as though you yourself were strictly just; but receiving those who have fallen, restoring them spiritually, as the Apostle exhorts, "Looking to yourself, lest you also be tempted." For if we sin in anything, we shall be better for being admonished; but if we do no wrong, for what reason are we hated? Cast out of your own soul the notion that you need no other for fellowship. For it is not the part of one walking in love, nor of one fulfilling the commandment of Christ, to cut oneself off from union with the brethren. Lest at some time the evil of war, going about in a circle, come also to us; and even if we with others enjoy the insult, we shall not find those who grieve with us, because in the time of our cheerfulness we did not first lay up for the wronged the contribution of sympathy. For me, to be wholly unknown has been more earnestly sought than by lovers of glory to be conspicuous. Do you therefore make as much earnestness not to be glorified by men, as others make about being glorified. But have you been deemed worthy of precedence, and do men attend upon you and glorify you? Be equal to your subjects; for the Lord commanded that the one who wishes to be first be the servant of all.
Μωϋσῆς ὁ μέ γας, ὁ πάντα εὐπειθὴς καὶ ὑπήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαὸν, Δέομαι, φησὶ, Κύριε, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Δι' ὃ καὶ οἱονεὶ φιλονεικότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιον τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προφητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν, ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐκ ἔσομαι ἀρχηγὸς, ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν, ὅτι Αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Εἶτα Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ προστασίαν τοσούτου καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ τῆς Αἰγύπτου; καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λέγειν τῷ θεράποντί σου· καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου. Τί οὖν ὁ Μωϋ σῆς· Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν; Ἡσαΐας δὲ οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς. Τίς οὖν ἡ διάνοια τῶν ἀνδρῶν;
The great Moses, who was in all things compliant and obedient, when he was being sent to the people, says, "I beg you, Lord, appoint another whom you will send." For this reason God was disposed to hold fast to him, as it were, more contentiously, showing by that very refusal and confession of weakness that he was worthy to preside. Therefore the precept is well stated: "Do not seek to become a judge, lest you be unable to remove iniquities." However, the prophetic word says that the refusal of those who are drawn to rule was not entirely due to those who stir up sedition. For it did not say simply, "I will not be a leader," but with an addition: "I will not be a leader of this people"; and it added the reason, that "their tongues with lawlessness are disobedient toward the Lord." Then Moses, called to such prominence of life and leadership of the people, refuses: "Who am I, that I should go to Pharaoh king of Egypt, and bring the people out of Egypt?" And again: "I beg you, Lord, I am not sufficient, neither before yesterday, nor before the third day, nor since you began to speak to your servant." And again: "I beg you, Lord, appoint another who is able, whom you will send." And the Lord said to him: "Go and lead this people, and I will send my angel before you." What then does Moses say? "I beg you, Lord, if you yourself do not go before us, do not lead us up from here." But Isaiah, having heard nothing of this sort, but having been taught only the need of the mission, willingly offered himself and entered into the midst of dangers. What then is the meaning of these men?
Τοῦ μὲν Μωϋσέως, ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρῄζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν γὰρ τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκ ἔτι· ἐλθέτω οὖν ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σω τὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· τοῦ δὲ Ἡσαΐου, ὅτι τῇ ὑπερβολῇ τῆς ἀγάπης, οὐδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ ἐλογίσατο. Τούτων ἑκατέρου τὸν τρόπον ζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΕΥΤΥΧΙΑΣ ΚΑΙ ΔΥΣΤΥΧΙΑΣ ΚΑΙ ΦΡΟΝΗΣΕΩΣ.}1
{ΛΟΓΟΣ ΚΑʹ.}1 Οὔτε τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται, ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ συμμετρία τοῦ βίου ἐπὶ πολὺ διαμένει· ἀλλ' ἐν τῇ εὐ οδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος. Ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύματά σοί ἐστιν, ἄλλα ἐπ' ἄλλοις ἐπεγειρόμενα. Ὄψει δέ ποτε καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρότητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβαλλόμενον.
Of Moses, because the people is sinful and needs one who forgives sins, which is impossible for angels. For angels are avengers of sins committed, but no longer forgivers of offenses. Let the true lawgiver come, then, the mighty Savior, the only one having authority to forgive sins. And of Isaiah, because in the excess of his love he reckoned nothing of the things that were to be brought upon him by the people. Let us emulate the manner of each of these, so that we too may obtain the good things to come, in Christ Jesus our Lord, with whom to the Father be glory, honor, and might, with the Holy Spirit, now and always, and unto the ages of ages. Amen. {ON GOOD FORTUNE AND MISFORTUNE AND PRUDENCE.}
{HOMILY 21.} Neither do the things on the right hand and eagerly sought by the many have a standing and abiding state, nor are the adverse and gloomy circumstances of affairs firmly established, but all things are subject to a certain tossing and shaking and unexpected changes. For neither health of body, nor the bloom of youth, nor the prosperity of a household, nor the rest of the well-ordered balance of life persists for long; but while you are in a fair voyage of life, expect at some time also a winter of affairs. For disease will come, poverty will come, since the wind does not always stand at the stern. But even the man admired in all things and envied is often seized by unexpected disgraces; and unwanted circumstances, like certain reefs, have thrown into confusion every prosperity of life. And the succession of evils is like waves for you, stirred up one after another. But you will see at some time even these things pass by, and life changed to cheerfulness and truly white calm.
Ὥσπερ γὰρ θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθηρὰν, μικρὸν ὕστερον ὄψει βίαις ἀνέμων τραχυνομένην· καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν καὶ βρασσομένην τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν), οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Διὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου, πάντων αὐτῷ κατὰ νοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις τοῖς παροῦσιν ἐπαναπαύηται· καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ τῶν ἀγαθῶν, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὗτος γάρ ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκει μένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρό μενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Καίτοι κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Ἐπεὶ οἵγε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι, εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Πολλοὶ δὲ πολλάκις πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάν των ἐκείνων τὴν ζημίαν ὑπέμειναν.
For just as it is impossible for the sea to remain the same for long (for the calm and steady sea you now see, a little later you will see roughened by the force of winds; and indeed the sea that rages and is tossed by the surge, a deep calm quickly settles), so also the affairs of life easily undergo reversals in either direction. For this reason a pilot is needed, so that even in the calm of life, when all things proceed according to his mind, he may expect changes, and not rest upon the present circumstances as though they were immortal; and in the more gloomy condition he may not despair of good things, lest, overwhelmed by excessive grief, he be carried away submerged. For this is the prudent pilot, who handles what befalls him with due regard to the nature that underlies it, and remains always the same as himself, neither elated in times of cheerfulness nor cast down in misfortunes. And yet, while it is not permitted to a pilot to make a calm when he wishes, for us it is altogether easy to make life for ourselves wave-less, if we silence the disturbances that rise up from within from the passions, and establish our judgment higher than the things that fall upon us from without. Since those who are vehemently seized by the cares of life, like birds that are very fat, having their wing in vain, are dragged down somewhere along with the grazing animals. And many, having often gathered many things from youth, when they come to the middle of life, when temptations rise up against them from the spirits of wickedness, have not borne the weight of the storm, because the piloting was not present to them, but they endured the loss of all those things.
Καὶ οἱ μὲν, Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ, σωφροσύνην ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινότατον θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν εἴκοσί που ἐτῶν ἢ τριάκοντα, δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων ἀποδειχθῆναι· καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον, ἐμπόρῳ τινὶ με γαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόον ἔρημος ἀπεδείχθη. Τοὺς τοιούτους ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεος γάρ ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν κατα πεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν καταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλλόμενον καὶ ὑπὸ τῶν αἰσχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγε νόμεθα δὲ ἄδοξοι καὶ ταπεινοὶ διὰ τὴν ἔκπτωσιν, ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ' οἵων
And some, indeed, suffered shipwreck concerning the faith; but others destroyed the chastity which they had gathered from their youth, when wicked pleasure rushed upon them like a storm. A most pitiable sight: after fasting, after austerity, after earnest prayer, after abundant tears, after continence of some twenty or thirty years, through carelessness of soul and negligence, to be shown naked of all these things; and for the one who prospered in the practice of the commandments to become like a merchant of great wealth, who, exulting in the abundance of his cargo, while his ship was carried along before the wind and he had run through the fearful seas, right at the very harbors, when the ship broke apart, was suddenly shown to be destitute of all things. Our God has mercy on such people. For mercy is a passion toward those who have been brought low beyond their deserts, arising in those who are sympathetically disposed. We have mercy on the one who has fallen from great wealth to the utmost poverty, on the one cast down from the peak of bodily health into the utmost weakness, on the one who exulted in the beauty and bloom of the body and has been corrupted by the most shameful passions. Since, then, we too were once glorious in the conduct of Paradise, but became inglorious and lowly through the fall, our God has mercy, seeing us as we are in place of what we were
γεγόνα μεν. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ' οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς ποῖον πτῶμα κατελήλυθας ἀπὸ τηλικούτου ὕψους; Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνωτάτω χώραν παρ' ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε δεκτέα καὶ μὴ, καὶ ταῖς συγκα ταθέσεσι τῶν πραγμάτων, καὶ ταῖς ὁρμαῖς τῆς ψυχῆς, μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ τοίνυν πολυπραγμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προ δαπανᾶσθαι τῇ λύπῃ; Διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα. Ἡ μὲν γάρ ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος μετὰ τῆς πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως τὴν κεφαλὴν συντηροῦντος· ἥδε τις ἔοικεν εἶναι κα κεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρί σκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους, ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις, διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρε τῆς ἐκστήσεται ἔργων, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ἐπειδὴ δὲ οὐκ αὐτάρκης ἕκαστος ἀφ' ἑαυτοῦ εὑρίσκειν τὸ δέον· διὰ τοῦτο, εὐεργετῶν ἡμᾶς ὁ Θεὸς, συμβούλους, ἀλλ' οὐχὶ ἐξουσιαστὰς δίδωσι. Βασιλέως μὲν γὰρ ἴδιον, ἐπιτάσσειν τοῖς ἀρχομένοις·
It has come to be. For this reason he also called back Adam with the voice of mercy, saying: Adam, where are you? For the one who knows all things was not seeking to be taught, but he wished him to understand what he had become in place of what he had been. Where are you? — instead of: Into what a fall you have come down from so great a height! It is necessary, then, that the reason, having obtained the highest place among us like a judge, judge and examine each thing, both what is to be accepted and what is not, and commit matters to the assents of things and the impulses of the soul with exact judgment. For this is what Paul says: For if we judged ourselves, we would not be judged. Do not, then, busy yourself with what is to come, but arrange the present for what is useful. For what benefit is there from anticipating knowledge? If what is to come will be good, it will come even if you do not foreknow it; but if it is painful, what gain is it to you to spend yourself beforehand in grief? The name of prudence is twofold. For the one is the guarding of one's own advantage together with the plotting against one's neighbor, such as that of the serpent preserving its head; this seems to be a certain cunning of manners, swiftly discovering one's own profit and snatching up the more guileless, such as that of the unjust steward. But true prudence is the discernment of what is to be done and what is not to be done; following it, one will never depart from the works of virtue, nor will he ever be entangled in the destruction of vice. Since each person is not sufficient of himself to discover what is due, for this reason God, benefiting us, gives counselors, but not rulers. For it is proper to a king to command his subjects.
συμβού λου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλο μένους. Ὥστε καὶ ἡμῶν ἕκαστος, μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ' ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ, λογιζέσθω Οὕτως ἦν καὶ ὁ Παῦλος σύμβου λος τῆς Καινῆς Διαθήκης, λέγων· Γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος παρὰ Κυρίου. Μεγάλη δὲ εὐεργεσία, συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ τὸ ἀπὸ συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λαλήσει φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ τοῦ πενθεροῦ αὐτοῦ Ἰωθὼρ, ὥστε καταστῆσαι χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ δεκάρχους, ἐπὶ τὸ κρίνειν τὸν λαόν. Καὶ Δαβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι' οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. Καὶ ὅλως, ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ' ἑαυτῷ προσέχειν ὡς μόνῳ τὰ κράτιστα συμβουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν. Ὁ δὲ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον. Πολὺ τοιγαροῦν τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς ταῦτα, ἀλλὰ δεῖσθαι κοινω νῶν πλέον κατὰ τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς.
But it is the part of a counselor to persuade those who are willing of what is advantageous. So each of us should consider himself not as a ruler, but as a counselor given by the Lord to the people. Such was Paul also, a counselor of the New Covenant, saying: "I give my opinion, as one who has obtained mercy from the Lord." Great indeed is the benefit of the presence of a prudent and well-disposed counselor, supplying what is lacking in the understanding of those who deliberate. How great the advantage that comes from counsel Moses especially shows, who was educated in all the wisdom of the Egyptians, who conversed with God, as one might say a friend speaks with a friend. He received counsel from his father-in-law Jethro, to appoint commanders of thousands, commanders of hundreds, and commanders of tens to judge the people. And David also used Hushai as a counselor, through whom he scattered the strategic counsel of Ahithophel. And in general, counsel is a sacred thing, a union of judgment, a fruit of love, a proof of humility. For it is a dreadful arrogance to think that one needs no one, but to attend to oneself as though one alone were able to counsel what is best. But we are reluctant to give ourselves over to those who suggest what is needful, and we are ashamed to acknowledge those wiser than ourselves in life. But he who waits for a counselor also gives time to his own reasonings, to track down what is needful over a longer time with examination and attention. Great, therefore, is the necessity and usefulness of counsel for the life of men, because no one is sufficient for himself in these matters, but one needs partners more for the choice of what is advantageous than for bodily activities.
Ὥστε ἀσυμβούλευτος ἄνθρωπος, πλοϊόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐνδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμβάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ καὶ τοὺς θαυμαστοὺς ἐπιζητητέον ἡμῖν; Ὁ δὲ, παρούσης συμβουλῆς ἀγα θῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι' οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν. Οὕτως αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφου σιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Φυλάσσει γὰρ Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάν τας
τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. {ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ.}1 {ΛΟΓΟΣ ΚΒʹ.}1 Τὸ τῆς ἐν τῷ προστάγματι διανοίας τοῦ Δημιουργοῦ πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν δημιουργηθέντων διαφοραὶ καὶ κοινότητες. Οἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πελάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Πῶς γὰρ ἄν τις δι' ἀκριβείας ἐπέλθοι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν οἱ πελαργοὶ οὕτω κατὰ τὸν ἕνα καιρὸν οἰκοδομοῦσι τοῖς τῇδε χωρίοις· οὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν, ὅπερ οὐδὲ πόῤῥω ἐστὶ συνέσεως λογικῆς.
So an uncounselled man is a ship without a pilot, given over as chance may have it to the blasts of the winds. If, then, in our deliberations about ordinary matters we take counsellors to ourselves, when we are taking counsel concerning the soul and the things that pertain to it, how should we not also seek out those who are worthy of admiration? But he who, when good counsel is at hand, walks according to the vain will of his own heart, is like Rehoboam, who, dishonouring the saving judgement of the elders, followed the younger men who had been brought up with him, on account of whom he also fell from the kingdom of the ten tribes. Thus the counsels formed against the righteous return upon the heads of those who counsel them, just as arrows that strike against hard and resisting bodies return to those who shot them. For the Lord preserves all who love him, and all
sinners he will utterly destroy; for to him belongs all glory, honour, and majesty, now and always, and unto the ages of ages. Amen. {ON PROVIDENCE.} {HOMILY 22.} The abundance of the thought in the Creator's command is as great as are both the differences and the commonalities of the things created. To go through all of these with precision is the same as both to number the waves of the sea and to attempt to measure out the water of the sea with cups. For how could anyone go through with precision the peculiarities in the lives of birds? How the storks build in these regions at one and the same season, and how under a single signal they all depart, which is not far from rational understanding.
Πῶς δὲ δορυφοροῦσιν αὐτοὺς αἱ κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πολεμίους. Σημεῖον δὲ, πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειθ' ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Αἱ γέ ρανοι δὲ τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται. Καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχονται τὴν ἀσφάλειαν. Εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα, πρὸς ὕπνον ἐτράπετο, ἡ δὲ τὴν διαδοχὴν ὑποδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας μετέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν φυλάττουσιν. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται, καὶ τακτόν τινα χρόνον προκαθ ηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μεθ' ἑαυτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Οἱ δέ γε ἀπιστοῦντες περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, μεμνημένοι τῆς κατὰ τοὺς σῆρας μετα βολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν. Καὶ οἱ γελῶντες τὸ μυστήριον ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως παρθένον τεκεῖν, τῆς παρθενίας αὐτῇ φυλαττομένης ἀχράντου· ἐνθυμήθητε, ὅτι ὁ ἐν τούτῳ εὐδοκήσας Θεὸς, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο.
How do the crows escort them and accompany them, providing, it seems to me, a kind of alliance against hostile birds? The proof is, first, that no crow at all appears during that season; and second, that they return with wounds, bringing clear evidence of their joint array and battle alliance. Who among them defined the laws of hospitality? Who threatened them with a charge of desertion, so that none abandons the escort? The cranes, for their part, take up the night watches in rotation. And some sleep, while others go around in a circle and provide them with complete safety in sleep. Then, when the time of the watch is fulfilled, the one that gave the cry turns to sleep, and the one that received the succession in turn imparts the safety she obtained. They keep this same good order also in flight. For at different times a different one receives the leadership, and after leading the flight for a fixed time, falling to the rear, she hands over the leadership of the way to the one after her. And you who disbelieve concerning the change at the resurrection, remembering the transformation in the case of the silkworms, receive a clear notion of the resurrection. And you who laugh at our mystery, as though it were impossible and beyond nature for a virgin to give birth while her virginity is kept undefiled—consider that God, who was well pleased in this, having beforehand laid down countless starting points from nature for faith in the paradoxical, brought it to pass.
Τούς τε γὰρ γῦπας ἀσυνδυάστως τίκτειν ἐποίησε, καὶ ταῦτα μακροβιωτάτους ὄντας, οἷς γε μέχρις ἑκατὸν ἐτῶν ὡς τὰ πολλὰ ἡ ζωὴ παρατείνεται· καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλέλοιπεν. Ἔστι δέ τις καὶ παρὰ τοῖς ἰχθύσι σοφὴ καὶ εὔτακτος διακόσμησις, καὶ ἕκαστον γένος αὐτῶν οἶδε τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν· καὶ ὥσπερ πόλεσιν, ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες, ἐπὶ τὴν βορείαν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθύας ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσ ταγμα βασιλέως; ποῖα διαγράμματα κατ' ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; Οἱ ξεναγωγοῦν τες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφρονα παντελῶς καὶ ἄλογα· ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ τοῦ κτίσαντος
For he made the vultures to give birth without pairing, and that though they are the longest-lived of birds, whose life for the most part is extended even to a hundred years; and in all things he has left us clear memorials of his own wonders. There is also among fish a wise and well-ordered arrangement, and each kind of them knows the diet appointed to them by nature; and as in cities, or certain villages, or ancient fatherlands, they dwell in the parts of the sea assigned to them. Indeed, some of the fish are even migratory, setting out for foreign parts as if from a common council-chamber, and all depart at a single signal. For whenever the appointed time of their spawning arrives, migrating from different bays, stirred by the common law of nature, they hasten to the northern sea. And at the time of their going up you might see the fish united like a stream, and flowing through the Propontis to the Euxine. Who is it that moves them? What command of a king? What decrees spread out in the marketplace declare the appointed day? Who are their guides? Do you see the divine ordinance fulfilling all things, and pervading even the smallest creatures? A fish does not contradict the law of God, and we men do not endure the saving ordinances. Do not despise the fish because they are wholly senseless and irrational; but fear lest you be more irrational than they, by [disobeying] the ordinance of the Creator
ἀνθιστάμενος. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, εἰ μὴ τὸν σκαρὸν μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασσήσει ἡ τροφὴ διαῤῥέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος, Ἄκουε τοίνυν αὐτῶν μονονουχὶ φωνὴν ἀφιέντων δι' ὧν ποιοῦσιν, ὅτι Εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ἐπιδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης τὸ ὕδωρ ἐκεῖνο, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια. Ὅθεν καὶ ἐπὶ ποτα μοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥω θαλάσσης φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ θρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑπο στρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεία θά λασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. Διὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι. Ἀλλὰ καὶ ψυχρὰ χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη.
resisting. Among them nothing is armed halfway with teeth, as the ox and the sheep are among us; for nothing among them chews the cud, except that some report the scarus alone. But all are densely furnished with the sharpest edges of teeth, so that the food may not slip away through lingering chewing; for unless, swiftly cut up, it were sent on to the stomach, it would be dispersed in the process of being finely broken down by the water. Hear them, then, all but uttering a voice through what they do: that it is for the continuance of the race that we are sent on this long journey abroad. They have no reason of their own, but they have the law of nature firmly implanted, which also shows them what must be done. Let us go, they say, to the northern sea. For that water is sweeter than the rest of the sea, because the sun, lingering over it but a little, does not draw out all its drinkable part through its ray. And sea creatures too rejoice in sweet waters. Hence it often swims up into rivers and is carried far from the sea. For this reason the Pontus is preferable to them to the other gulfs, as being suited for bringing forth and nourishing their offspring. And when what they strive for has been sufficiently fulfilled, again all together in a body they return home. And what is the reason, let us hear from those who are silent. The northern sea, they say, is shallow and lies open and flat to the violence of the winds, having few shores and places of refuge. Therefore the winds easily overturn it even from its bottom, so that even the deep sand is mixed with the waves. But it is also cold in the season of winter, being filled by many great rivers.
Διὰ τοῦτο, ἐφ' ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσ ήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσήνεμον τῶν ἀρκτῴων, τοῖς ἐπ' ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρε τὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθύς· τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίαις προτραπέντες, ἐν πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ' ἑαυτοὺς διατι θέμενοι; εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖ σθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπιστίας δι' ἡδονῆς βοσκημάτων τὴν ζωὴν ἀναλίσκομεν. Ἂν δὲ ἐπέλθωμεν τῷ λόγῳ, πόση τοῖς ἀλόγοις ζώοις ἐνυπάρχει ἀδίδακτος καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, οὐχὶ πρὸς τὴν ἡμῶν αὐτῶν φυλακὴν, καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνοιαν κινηθησόμεθα, ἢ ἐπιπλέον κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπολειπόμενοι; Ἄρκτος πολλάκις βαθυτάταις κα τατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχαναῖς, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα, διὰ τῆς τοῦ ὀριγά νου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ ὄφις, τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται, βοσκη θεὶς μαράθρῳ.
For this reason, having enjoyed it in moderation during the summer, they again in winter hasten to the warmth in the deep and to the sunny places of the fields, and having fled the stormy region of the north, they anchor in bays that are less tossed about. I have seen these things and marveled at the wisdom of God in all things. If irrational creatures are inventive for their own safety, and the fish knows what is advantageous for itself and what is to be avoided, what shall we say—we who are honored with reason, educated by law, prompted by promises, made wise in the Spirit—if we then order our own affairs more irrationally than the fish? Since they know how to make some provision for the future, while we, from hopelessness regarding the future, spend our life feeding on pleasures. But if we apply ourselves to the argument, how great is the untaught and natural care for their own life that exists in irrational animals—will we not be moved to our own guard and to provision for the salvation of our souls, or will we not be condemned the more, when we are found falling short even of the imitation of irrational creatures? The bear, often pierced by very deep wounds, heals itself by every contrivance, stuffing its scars with this mullein, which has a dry nature. You might see also a fox healing itself with the tear of the pine. And the turtle, having gorged itself on the flesh of a viper, escapes the harm of the venomous creature through the antipathy of oregano. And the snake heals the injury in its eyes, having fed on fennel.
Καὶ βόες μὲν κατακεκλεισμένοι χρονίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη ποτὲ τοῦ ἔαρος προσιόντος, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμενοι, ἐκ τῶν βουστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι, πάντες ὑφ' ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. Πρόβατα δὲ, χειμῶνος προσιόντος, λάβρως τὴν τροφὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενα πρὸς τὴν μέλλουσαν ἔνδειαν. Τί δὲ διὰ τούτων ἡμῖν ἐνδείκνυται τοῖς ἀνθρώποις; τὸ καὶ παρὰ τοῖς ἀλόγοις τινὰ εἶναι τοῦ μέλλοντος αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρούσῃ ζωῇ προστετηκέναι, ἀλλ' ὑπὲρ τοῦ μέλλοντος αἰῶνος τὴν πᾶσαν ἔχειν σπουδήν. Πόθεν ἐν μυρίοις προβάτοις, ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδε μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γάλακτος; κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θη λαῖς, ἐκείναις ἀρκεῖται, παραδραμὼν οὔθατα βαρυνόμενα. Καὶ ἡ μήτηρ ἐν μυρίοις ἀρνάσιν ἐπιγινώσκει τὸ ἴδιον; Φωνὴ μία, χρόα ἡ αὐτὴ, ὀσμὴ παρὰ πάντων
ὁμοία, ὅσον τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται. Ἀλλ' ὅμως ἐστί τις αὐτοῖς αἴσθησις, τῆς ἡμετέρας κατα λήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστιν ἡ τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. Διότι ὁ δημιουργήσας αὐτὰ Θεὸς, τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Καὶ μηδεὶς ἐγκαλείτω τῷ Ποιητῇ, ὅτι καὶ ἰοβόλα ζῶα φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν.
And oxen, shut up for a long time in the winter season, when spring is now at last approaching, awaiting the change by their natural sense, look from the stalls toward the exits, all of them changing their posture at a single signal. And sheep, when winter approaches, greedily throw themselves upon their food, as if provisioning themselves against the coming scarcity. But what is shown to us men through these things? That even among irrational creatures there is a certain perception of the future, so that we too should not be wholly melted into the present life, but should place all our zeal upon the age to come. Whence is it that among ten thousand sheep a lamb, leaping out of the fold, knows the voice of its mother and hastens to her, and seeks out the familiar fountains of milk? And even if it falls in with its mother's scanty teats, it is content with those, running past the udders that are heavy. And the mother, among ten thousand lambs, recognizes its own? One voice, the same color, the smell alike from all, as far as appears to our sense of smell. But nevertheless there is in them a certain perception sharper than our comprehension, by which the recognition of its own is present to each. The puppy has not yet its teeth, and yet through its mouth it defends itself against the one that hurt it. The calf has not yet its horns, and yet it knows where its weapons will grow out for it. Because God, who made them, consoled the lack of reason by the abundance of the senses. And let no one bring a charge against the Maker, that he also brought in venomous creatures, destructive and hostile to our life.
Ἢ οὕτω δ' ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη, εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι. Πέποιθας ἐπὶ Κύριον; ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐχ ὁρᾷς, ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐναψαμένη ἡ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον, ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας Καὶ γὰρ πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς κολαστικαῖς δυνάμεσιν, ἀλλ' αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Καὶ πᾶν ὅπερ εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσει, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ τῷ Θεῷ· πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρ εστι, σκορπίζων ἑκάστῳ τὴν σωτηρίαν. Πολλάκις γοῦν καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία αὐτοῦ καὶ ἡ πρόνοια διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι' αὐτοῦ ἐκχεῖσθαι. Εὔ καιρον οὖν εἰπεῖν μετὰ τοῦ προφήτου· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας. Αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ μεγαλοπρέπεια, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Or would someone likewise accuse a paedagogue, who brings the waywardness of youth into order and chastens its licentiousness with blows and lashes? Have you trusted in the Lord? You have the authority through faith to tread upon serpents and scorpions. Do you not see that when the viper fastened onto Paul as he was gathering sticks, it inflicted no harm, because the saint was found full of faith? But if you are faithless, fear the beast less than your own faithlessness, through which you have made yourself vulnerable to every corruption. For all the grievous things we suffer, we endure them by divine ordinance. For he does not permit us to be handed over to the wicked punitive powers, but he himself sets the limits of the chastisements, having regard to the strength of those being healed. And every good thing that comes upon us from divine power, we say is the working of the grace that works all things. For nothing is unforeseen, nor neglected with God; the unsleeping eye observes all things; he is present to all, distributing salvation to each. Often, indeed, even in the smallest things his wisdom and providence shine forth. For he who spread out the heaven and poured forth the boundless magnitudes of the seas, this is he who also hollowed out the tiniest sting of the bee like a pipe, so that the venom might be poured out through it. It is timely, then, to say with the prophet: How great are your works, O Lord! In wisdom you have made them all. To him belongs the glory, and the honour, and the majesty, to the Father, and to the Son, and to the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
{ΠΕΡΙ ΨΥΧΗΣ.}1 {ΛΟΓΟΣ ΚΓʹ.}1 Τὸ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαί τινα, ὅπως ὡς κάλλιστα αὐτῷ σῶμα ἕξοι, οὐ διαγινώσκοντός ἐστιν ἑαυτὸν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος· ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι' ἧς ἕκαστος ἡμῶν ὅ τί ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον, ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ θεῖα διδάγματα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Εἰ γὰρ ἐπιλείπει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἐπιλείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνα τὸν, οὔτε ψυχῇ συνεστάναι μὴ γνωριζούσῃ τὸν κτί σαντα· Θεοῦ γὰρ ἄγνοια, θάνατός ἐστι ψυχῆς. Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου, τῆς πρὸς τὸ σῶμα κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους. Οἱ γὰρ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζοντες, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶντες, οὐδὲν δια φέρουσι τῶν περὶ μὲν τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι' αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων. Μήτε οὖν τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μόνῳ πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, καὶ ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο
{ON THE SOUL.} {WORD 23.} That someone should bring all his zeal to bear on having his body in the finest possible condition is the mark of one who does not know himself, nor understands the wise precept: that the human being is not what is seen, but there is need of some more abundant wisdom, through which each of us will recognize what he himself truly is. But this is more impossible for those who have not purified their mind than for one with inflamed eyes to look up at the sun. For neither is it possible to write on wax without first smoothing out the characters already impressed on it, nor to set divine teachings before the soul without first removing from it the preconceptions that come from habit. For if good reasoning fails the soul, clearly illumination fails it too—not because the illuminating power fails, but because that which ought to be illumined grows drowsy. For just as it is impossible for the body to live without breathing, so it is impossible for the soul to hold together without knowing its Creator; for ignorance of God is the death of the soul. Therefore the body must not be enslaved, except insofar as necessity demands; rather, the best things must be procured for the soul, loosing it through philosophy from its partnership with the body as from a prison, and at the same time making the body superior to the passions. For those who take thought for the body, that it may be in the finest condition, but neglect the soul that will use it as though it were worth nothing, differ in no way from those who are zealous about tools but neglect the art that works through them. Therefore attend neither to your own things nor to the things around you, but to yourself alone. For we ourselves are one thing, and our possessions another, and another
τὰ περὶ ἡμᾶς. Ἡμεῖς μὲν γάρ ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ' ὃν κατ' εἰκόνα τοῦ κτίσαντος γεγενήμεθα· ἡμέτερα δὲ, τὸ σῶμα, καὶ αἱ δι' αὐτοῦ αἰσθήσεις· περὶ ἡμᾶς δὲ, χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή. Μὴ οὖν τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε· ἀλλὰ τὴν ψυχὴν κατακόσμει, καὶ ταύτης ἐπιμελοῦ, ὥστε πάντα τὸν ἐκ τῆς πονη ρίας ἐπιγινόμενον αὐτῇ ῥύπον διὰ τῆς προσευχῆς ἀποκαθαίρεσθαι. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς περιειλημμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι, δυνατὸν ὑποδέξασθαι τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν. Ψυχῆς δὲ θησαύρισμα, σώματος ἔνδεια· τούτου γὰρ πλουτοῦντος, ἐκείνη πένεται. Καὶ ὥσπερ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπα θοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης, καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν κατα μαραίνεσθαι. Καὶ ὥσπερ οὐδεὶς ἡμᾶς λόγος διδάσκει τὴν νό σον μισεῖν, ἀλλ' αὐτόματον ἔχομεν τὴν πρὸς τὰ λυποῦντα διαβολήν· οὕτω καὶ ψυχῇ ἐστί τις ἀδίδακτος ἔκκλισις τοῦ κακοῦ. Κακὸν δὲ, πᾶν ἀῤῥώστημα ψυχῆς· ἡ δὲ ἀρετὴ λόγον ὑγιείας ἐπέχει.
The things concerning us. For we ourselves are the soul and the mind, according to which we have been made in the image of the Creator; but ours are the body and the senses that operate through it; and the things concerning us are money, arts, and the rest of life's equipment. Do not therefore attend to the flesh, nor pursue its good in every way; but adorn the soul and care for it, so that all the filth that comes upon it from wickedness may be cleansed away through prayer. For neither can a dirty mirror receive the reflections of images, nor can a soul encompassed by worldly cares and darkened by the passions that arise from the mind of the flesh receive the illuminations of the Holy Spirit. By nature, then, one must consider the good of the soul to be beautiful. But the treasure of the soul is the body's want; for when the latter is rich, the former is poor. And just as in the balances of scales, if you weigh down one pan, you will certainly make the opposite one lighter; so too with body and soul, the excess of the one necessarily brings about the diminution of the other. For when the body is in good condition and weighed down with much flesh, the mind must be weak and slack for its proper activities; but when the soul is in good health and, through the study of good things, is raised to its proper greatness, it follows that the condition of the body is withered away. And just as no argument teaches us to hate disease, but we have a spontaneous aversion to what causes pain; so too the soul has an untaught turning away from evil. And evil is every sickness of the soul; but virtue holds the place of health.
Καλῶς γὰρ ὡρίσαντό τινες, ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπών τις οὐχ ἁμαρτήσει τοῦ πρέποντος. Οὐδεὶς γὰρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον κατα πίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώ ματι· πόσον δὲ δεινότερον, ψυχὴν εἰς βάθος κακῶν ἐμπεσοῦσαν ἐναφεῖναι τῇ ἀπωλείᾳ; Δεῖ τοιγαροῦν τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. Καθάπερ δὲ φυτοῦ οἰκεία μὲν ἀρετὴ τῷ καρπῷ βρύειν ὡραίῳ, φέρει δέ τινα κόσμον καὶ φύλλα τοῖς κλάδοις περισειόμενα· οὕτω δὴ καὶ ψυχῆς προηγούμενος μὲν καρπὸς ἡ ἀλήθεια, οὐκ ἄχαρί γε μὴν οὐδὲ τὴν θύραθεν σοφίαν περιβεβλῆσθαι, οἷόν τινα φύλλα σκέπην τέ τινα τῷ καρπῷ καὶ ὄψιν οὐκ ἄωρον παρεχόμενα. Καὶ γὰρ οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται, ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόῤῥητα. Αὐτῆς τοίνυν ἐπιμελώμεθα, ὅση δύναμις, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν. {ΠΕΡΙ ΤΙΜΗΣ ΓΟΝΕΩΝ, ΚΑΙ ΓΗΡΩΣ, ΚΑΙ ΝΕΟΤΗΤΟΣ.}1 {ΛΟΓΟΣ ΚΔʹ.}1 Τὸ, Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ τάγματι ᾧ ἐνετείλω, δύναται μὲν καὶ ἐπὶ τὸ μυστήριον τῆς ἀναστάσεως ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι·
For some have well defined health to be the stability of the natural activities. And if one should apply this to the good condition of the soul, he will not miss what is fitting. For no one overlooks his own child when it is about to fall into a pit, or, having fallen in, abandons it to its fall; but how much more terrible is it to abandon a soul that has fallen into the depth of evils to its destruction? It is necessary, then, that the soul rule over the passions and be a servant to God. For it is impossible for it to be ruled both by sin and by God; but it must prevail over wickedness and be subject to the Master of all things. And just as a plant's proper virtue is to abound with beautiful fruit, but it also bears a certain adornment, leaves rustling on its branches, so also for the soul the leading fruit is truth, yet it is not without grace to be clothed also in wisdom from without, providing as it were leaves as a covering for the fruit and a sight not unseasonable. For no painter can capture the character of a body so accurately as speech can portray the hidden things of the soul. Let us therefore take care for it, as much as is in our power, so that we may also obtain the good things to come, in Christ Jesus our Lord, with whom be glory to the Father, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen. {ON THE HONOR OF PARENTS, AND OLD AGE, AND YOUTH.} {HOMILY 24.} The verse, Arise, O Lord my God, in the commandment which you have commanded, can indeed be referred also to the mystery of the resurrection, the Prophet entreating that the judge be aroused to take vengeance on every sin, and that the commandments preordained for us be fulfilled;
δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν Πραγμάτων λαμβάνεσθαι, παρακα λοῦντος τοῦ προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μη τέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. Διὸ παρακαλεῖ, εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρθωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεόν· ἀλλ' ἀναστῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν
ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Δῆλον γὰρ, ὅτι ἑνὸς ἀδίκου σωφρο νισθέντος, πολλοὶ ἐπιστρέψουσι. Καίτοιγε ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ καὶ μόνη τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλονται, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ, τὸν πατέρα ὑπὸ τοῦ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχοντες βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντί δοσιν ἀντιπελάργωσιν ὀνομάζουσι. Σὺ τοίνυν εἰ βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι, ποίει τὰ δοκοῦντα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
But it can also be understood of the condition of affairs at that time, since the prophet urges the judge to be roused to avenge the commandment which he had given. And the commandment was, Honor your father and your mother, given by God, which his son transgressed. Therefore he urges God not to be long-suffering, both for that man's own correction and for the chastening of the many, but to arise in anger, and having arisen, to avenge his own commandment. For it is not me, he says, that you will avenge, but your own commandment, despised, which you yourself gave. For it is clear that when one unjust man is chastened, many will turn back. And yet the providence of storks toward their aged parents is sufficient by itself to make our children lovers of their fathers, if they are willing to pay attention. For surely no one is so lacking in understanding as not to judge it worthy of shame to fall short in virtue of the most irrational of birds. For they, surrounding their father when he has lost his feathers from old age, shelter him with their own wings, and preparing food abundantly, providing the help that is possible even in flight, gently lifting him on either side with their wings. And this has become so renowned among all that some already call the repayment of benefits "stork-repayment." Do you, then, if you wish to be convinced about what is to come, do what seems right according to the law, and await the enjoyment of good things. Honor your father and your mother, that it may go well with you, and you will be long-lived on the earth which the Lord your God gives you.
Εὐγνώμονες γὰρ παῖδες, μεγάλα ποιοῦσι τῶν πατέρων τὰ ἐγκώμια. Τὰ τέκνα, ἀγαπᾶτε τοὺς πατέρας· οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα, ὁ θεῖος Ἀπόστολος παραινεῖ. Εἰ γὰρ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται· τί εἴπῃ ἄνθρωπος καὶ τῆς ἐντολῆς παρακούων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζων γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν προτέρων παίδων ἐπιλανθάνηται; Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξάγων νεοσσοὺς, τὸν ἕτερον ἄγων εἰς γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον διαφθαρῆναι ἡ φήνη· ὑπολαβοῦσα γὰρ αὐτὸν, τοῖς οἰκείοις αὐτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια, ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισότατοι πρὸς τὰ ἔκγονα. Δίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασι τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων τὸ ἀπηνές· οἳ, ἐπειδὰν ἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ζήλωσαι τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου. Διαφέρει γὰρ τοῦ νηπίου καθ' ἡλικίαν οὐδὲν ὁ ἐν ταῖς φρεσὶ νηπιάζων· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις.
For grateful children make their fathers' praises great. "Children, love your fathers; parents, do not provoke your children to anger," the divine Apostle exhorts. For if a lioness loves her own offspring, and a wolf fights for its whelps, what shall a man say who both disobeys the commandment and falsifies nature, when either a child dishonors his father's old age, or a father through second marriages forgets his former children? Most unjust in the rearing of its offspring is the eagle. For bringing out two nestlings, it takes the one and dashes it to the ground, thrusting it away with blows of its wings; and taking up the other alone, it owns it, rejecting the one it begot because of the toil of feeding. But the vulture does not allow this one to perish; for taking it up, she rears it together with her own nestlings. Such are those parents who expose their infants on the pretext of poverty, or who are most unequal toward their offspring in the distribution of the inheritance. For it is just that, just as they have shared existence equally, so also they should provide the means of living equally and with equal honor. Do not imitate the harshness of the hook-clawed birds; which, when they see their own nestlings at last daring to fly, cast them out of the nest, striking them with their wings and pushing them, and take no further care for them. Emulate the crow's love of offspring; which even follows them when they are already flying, feeding them and rearing them for the longest time. For the one who is childish in his mind differs nothing in age from an infant; and prudence in men is gray hair.
Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν, τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτερικόν. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ προαιρέσει προφερόντων. Καὶ γὰρ παιδάριον ὄντα τὸν Δανιὴλ, καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἄγοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων προτιμοτέρους εὑρίσκεσθαι νέους, ὡς πρεσβυτέρους ὄντας διὰ τὴν πολιῶσαν αὐτῶν τῆς ψυχῆς ἀρετήν. Ἔστι δὲ καὶ χαλεπωτάτη τιμωρία, τὸ ὑπὸ νεανίσκων ἀφρόνων ἄγεσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης, καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι καὶ ὕβρεις, ὑπερηφάνειαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον, μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι. Ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους· διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίνονται. Ἐντεῦθεν τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων τῆς τελευταίας ταύτης συνέβη κακὰ, ὅτε συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν
For in truth, for the establishment of a presbyter, the elderliness that lies in prudence is more than the whiteness in hairs. For if someone is, according to the wise Daniel, young in body but hoary in prudence, he is more justly to be preferred than those who display bodily hoary hairs in an intemperate disposition. For Daniel, being a child and younger in perceptible age but leading the noetic hoary hair in prudence, attained the charism of the presbyterate. Thus it can sometimes happen, when presbyters live carelessly and negligently, that the young are found more preferable, as being presbyters through the hoary virtue of their soul. And it is also a most grievous punishment, for a city to be led by foolish young men. For youth is light and easily moved toward base things; desires hard to restrain, beast-like angers, rashnesses and insolences, arrogances and swellings, passions bred together with youth; envies toward what is superior, suspicions toward what is one's own—a swarm of countless evils is yoked together with youth. Of all these, those who are ruled must necessarily partake; because the evils of rulers become calamities for the ruled. From this came the evils before the capture of Jerusalem, that last one, when, falling upon one another, they brought the city to sedition and slaughter
ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν οἱ πολῖται συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτουμένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλους ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον, διὰ τὸ ἀρθῆναι ἀπ' αὐτῶν προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ θαυμαστὸν σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους, καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι. Ἵν' οὖν μὴ καὶ ἡμῖν τὰ αὐτὰ ἐκείνοις συμβαίη, τὸ μὲν ἀλλήλοις ἀντεπιέναι φύγωμεν· τὴν δὲ ὁμόνοιαν καὶ τὴν εἰς ἀλλήλους τιμὴν καὶ εἰρήνην διώξωμεν, ὅπως μετὰ τοῦ ἀσφαλῶς βιῶσαι, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
they filled, nor were the citizens compelled to necessary concord even by the enemies encircling them, but anxious about the last things, when the city was already being taken, the walls being thrown down, the enemies pouring in, they set upon one another out of love of rule and love of primacy. And they suffered these things because a prophet had been taken from them, and a diviner, and an elder, and a wondrous counselor; but young men were set over them as rulers, and mockers gained mastery over them. So then, that the same things not happen to us as to them, let us flee from setting upon one another; but let us pursue concord and honor toward one another and peace, so that along with living securely, we may also attain the good things to come, in Christ Jesus our Lord, to whom be the glory and the might, unto the ages of ages. Amen.