ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Homilies ·

Sermones de moribus a Symeone Metaphrasta collecti

Basilius Caesariensis · khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 233 passages · 66,492 words no passage flagged by the automatic checks no commentary on this page: model-written commentary and summaries are not shown, because a check found frequent false statements in them

Sources and records

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

170 derived notes
khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:1
Source · Greek

ΗΘΙΚΟΙ ΛΟΓΟΙ ΚΔʹ ΕΚΛΕΧΘΕΝΤΕΣ ΔΙΑ ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ ̓Εκ πασῶν τῶν πραγματειῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας.

ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ.

ΛΟΓΟΣ Αʹ.

Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἀπο στόλοις, Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τουτέστι μηδὲ μικρόν τι παρεῖναι τῶν διατεταγμένων. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὔτ' ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὔτ' ἂν πάσας φυλαχθῆναι διηγο ρεύθη. Ἡμεῖς δὲ μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην ὅτι ποιήσαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, κατὰ τὸν ὑγιῆ τοῦ σκοποῦ λόγον, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ' ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν· οὐκ εἰδότες, ὡς ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο κατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν ἀπότισιν τῶν πλειόνων γνωρίζεται, ἀλλ' ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀπο στερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς ἐκεῖνο αὐτὸ ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρίνεται· καὶ ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πλη γὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ' ὡς πατραλοίας καταδικάζεται.

English

MORAL DISCOURSES, TWENTY-FOUR, SELECTED BY SYMEON THE MASTER AND LOGOTHETE, from all the treatises of our father among the saints Basil, archbishop of Caesarea in Cappadocia.

ON VIRTUE AND VICE.

DISCOURSE 1.

Our Lord Jesus Christ says to the apostles, "Go, make disciples of all the nations, teaching them"—not to keep some of the commandments and neglect others, but to keep all things whatsoever I commanded you, that is, to omit not even the smallest of the things appointed. For if all things were not necessary for us with a view to the goal of salvation, neither would all the commandments have been written, nor would all have been enjoined to be kept. But we, thinking that we have done perhaps one of the commandments (for I would not say that we have done it; for all of them hang together, according to the sound account of the goal, so that in the breaking of one the rest are of necessity broken along with it), do not expect wrath for the things we have passed over, but await honors, as it seems, for the thing we have accomplished—not knowing that the man who, out of the ten talents of the deposit, kept back one or two and paid back the rest, is not acknowledged as grateful for the repayment of the greater number, but is convicted as unjust and covetous for the deprivation of the lesser. But why do I speak of deprivation? Since the man entrusted with the one talent, who then returned that very talent whole and intact as he had received it, is condemned because he did not also gain something by his labor with what was given; and the man who honored his father for ten years, but afterward inflicted only one single blow, is not honored as a benefactor, but is condemned as a parricide.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:2
Source · Greek

Ὁ τοίνυν ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς προπεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως, ὅτι γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίου ἀξιωθεὶς, πάντα προέδωκεν, ἡδονῇ βραχείᾳ δελεασθείς. Δέον οὖν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παρα στῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ πάντα ὑποπτεύειν ὅσα τερπνὰ, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνάς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοὶ, μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἀκούσιον· Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς

English

The one, then, who has made progress in good works and afterwards turns back to his former habit is not only deprived of the reward for his earlier labors, but is also deemed worthy of a heavier condemnation, because, having tasted the good word of God and been deemed worthy of the knowledge of the mystery, he betrayed all things, enticed by a brief pleasure. It is fitting, therefore, that we—if indeed we wish to run safely the appointed road of life, and to present to Christ both soul and body free from the shame of wounds, and to receive the crowns for victory—should always carry about the eyes of the soul awake, and suspect everything that is pleasant, and fix our thought on nothing, not even if gold should appear poured out before us, ready to come into the hands of those who wish it (for, it says, if wealth flows, do not set your heart upon it); nor if the earth puts forth every luxury and displays costly tents (for our citizenship is in heaven, from which we also await Christ as Savior); nor if there are dances and revels and drunkenness and tables accompanied by flutes (for, it says, vanity of vanities, all is vanity); nor if beauties of bodies are held out, inhabited by wicked souls (for, says the wise man, flee from the face of a woman as from the face of a serpent); nor if there are dominions and tyrannies, and swarms of spearmen or flatterers, nor if there is a lofty and splendid throne, having yoked nations and cities into involuntary slavery; for all flesh is grass, and all the glory of man as the flower of grass: the grass is dried up, and the flower has fallen off. For to all these pleasant things the common

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:3
Source · Greek

ὑποκάθηται δυσμενὴς, ἀνα μένων πότε τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ, μή ποτε προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ διαβόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου, τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον, τὸν θάνατον, λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. Αἱ μὲν γὰρ ἀρεταὶ, ὅταν ἐξ ἐπιμελείας συναφθῶσι τῇ φύσει, ἡμέτερα κτήματα γίνεται, καὶ οὔτε ἐπὶ γῆς μο χθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν (ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς), ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τοὺς κτησαμένους συνάπτουσι, καὶ λάμπουσι δι' αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ' ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν· ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν, ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί οὖν σοι λυσιτελέστερον; τὴν πρόσκαιρον ἑλέσθαι ζωὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς; Τὰ μὲν γὰρ τοῦ σώματος βάρη, ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν· τὰ δὲ τοῦ βίου ἐκλεκτὰ, τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν·

English

The enemy lies in wait, watching for the moment when, lured by things seen, we may turn aside from the straight road and incline ourselves toward his ambush. And there is great fear, lest at some time we rush upon them without guard, and reckoning the delight of enjoyment to be no harm, we swallow the devil's hook hidden in the first taste; then by this, partly willingly and partly unwillingly, we are bound fast to them, and are drawn unawares by pleasures to the terrible robber's den, death. For the virtues, when by careful practice they are joined to nature, become our own possessions, and they do not wish to leave us laboring on earth (unless we willingly drive them away by force through the inducements of worse things); and when we hasten to that place, they run before us, and they join those who have acquired them to the angels, and they shine throughout eternity under the eyes of the Creator. But wealth, and dominion, and splendor, and luxury, and all such a crowd, which increases daily from our folly, neither came into life with us, nor departs with anyone; but what was said long ago to the righteous man stands firm and holds for every man: Naked I came out of my mother's womb, and naked shall I depart. What then is more profitable to you: to choose the temporary life, and through it to receive eternal death, or, having chosen hardship in the practice of virtue, to use this as the means of eternal life? For we test the weights of the body by the turnings of the balance; but the choices of life we discern by the free will of the soul.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:4
Source · Greek

ὃ καὶ ζυγὸν ὠνόμασεν ἡ Γραφὴ, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Οἷόν τι λέγω, πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθ έζεταί σοι ὁ νοῦς, πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀπο φήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ, οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ἐπεὶ οὖν πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζε ται, τότε δὴ ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν· καὶ, Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρ χῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ' ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν·

English

This also Scripture has called a yoke, because it is able to receive an equal inclination toward either side. What I mean is this: fornication and chastity are judged in you, and the mind sits enthroned on high within you, entrusted with the tribunal; and pleasure pleads for fornication, while the fear of God stands with chastity. If, then, you condemn sin and grant chastity the victory, you have made the judgment of the matter straight; but if, giving the inclination to pleasure, you declare sin to be preferable, you have made the verdict crooked, becoming liable to the curse of him who said: Woe to those who call the bitter sweet, and the sweet bitter; who call the light darkness, and the darkness light. Since, therefore, every virtue is tried against every vice, then indeed display the uprightness of your judgments in the hidden tribunal of your soul, and, making the commandment, as it were, an assessor beside yourself, show your hatred of evil, turning away from sins and esteeming virtues above all. For if in each action you cause the better things to prevail within you, you will be blessed on that day, when God judges the hidden things of men according to our Gospel; and, while thoughts accuse or even defend one another, you will not depart condemned because of your inclination toward base things, but you will be honored with the crowns of righteousness, with which you have crowned virtue throughout your whole life. For just as the archer aims his arrow at the mark, straying from the shot neither by excesses, nor by deficiencies, nor by deviations to either side—

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:5
Source · Greek

οὕτως ὁ κριτὴς ὀφείλει τοῦ δικαίου καταστοχάζεσθαι, οὔτε πρόσωπα λαμβάνων (Γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλὸν), οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ὀφείλει αὐτὸς ἵστασθαι ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Τὰ μὲν γὰρ ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μετα βαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰ πεῖν τὸ, Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον·

ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ, Χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. Διὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γε νόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων. Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ θόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπω μεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπό δειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον.

English

Thus the judge must aim at what is just, neither showing partiality (for to recognize a face in judgment is not good), nor acting out of favoritism, but delivering his judgments straight and undistorted. And when two are being judged before him, the one who takes the greater share and the one who has the lesser, he himself must stand and level them against each other, taking away from the one who has the advantage as much as he finds the wronged party diminished. For the other possessions belong no more to those who hold them than to any chance comer, like dice in a game, shifted this way and that; but virtue alone of possessions is not to be taken away, remaining with a man both while he lives and when he has died. Whence indeed Solon seems to me to have said to the wealthy: We will not exchange with them wealth for virtue, since the one is steadfast forever, but riches are held by one man at one time and another at another. Therefore you must take care for virtue, O men, which swims alongside even one who has been shipwrecked, and when he has come naked onto dry land will show him more honorable than the prosperous. And let us so live that the past is never better than what is to come; nor let us say that the former days were good beyond these. For if the days that went before are better than those after them, it will be said to us: You suffered so many things in vain, since the good things are dimmed by the neglect in what came later. For just as the one being perfected stretches forward to the things before him, so the one who sins steps backward to the things behind. And what greater proof of wickedness is there than the abandonment of the good? And it is an excess of villainy to provoke the good and gentle man.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:6
Source · Greek

Τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναντιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ' ἀρετὴν προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρε ται. Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀνα χώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσ έβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμα κος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμε νος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κα κίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσ όντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν.

English

For the extremity of wickedness is even inconsistent with itself; and evil seems not only to be opposed to good, but also to itself. Just as darkness is defeated by the presence of light, and disease is conquered by the arrival of health, and progress in virtue grows greater from lesser beginnings, so also the outpouring of vice is carried from the more inferior things from the beginning toward the incurable. Now the beginning of the recovery of good things is the withdrawal from evil things. For it says, Turn away from evil, and do good. For if it had immediately set perfect things before you, you would have shrunk back from the undertaking; but as it is, it accustoms you to the more easily grasped things, so that you may venture boldly upon those that follow. For as on a ladder the first ascent is the departure from the ground, so in the citizenship according to God, the beginning of progress is the separation from evil things. As long, then, as each of us is an infant, pursuing what is pleasant in the present, he takes no care for the future; but when he has become a man, after the full development of his thoughts, he seems, as it were, to see his life split between virtue and vice; and turning the eye of his soul frequently toward each, he judges the things belonging to each side by side. And the life of sinners displays all the delights of the present age; but the life of the righteous hints only at the good things of the future. And the way of those who are being saved, to the extent that it promises beautiful things to come, provides present things that are toilsome; but the pleasant and dissolute life offers its enjoyment not as something expected afterward, but as already present.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:7
Source · Greek

Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄν θρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυ τοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχά νων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνω σιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι,

English

Blessed, then, is the one who has not been overturned by the enticements of pleasure toward destruction, and in the choosing of either path has not set foot on the road that leads to the worse. Blessed is the one who has removed himself from every hope of the things of this world, and has God alone as his hope. For just as a man is cursed who has his hope in man, so is he blessed who is established in the Lord. For hope in God does not admit of wavering, nor does the Lord consent to provide the whole of his help to one who has sometimes hoped in wealth, and human glory, and worldly power, and sometimes puts himself forward as his own hope; but one must truly rest upon the help that comes from God. But ignorant men and lovers of the world, not knowing the nature of the good itself, often call blessed things that are worth nothing—wealth, health, distinction of life—none of which is good by its own nature, not only because it has an easy turning to the opposite, but because it cannot make those who possess it good. So the one who is still in this life is not yet to be called blessed, because the outcome is unclear; but the one who has completed what was required of him and has closed his life with an unopposed end—this one is already safely called blessed. And those who do good have their acceptability in the very deed itself; but those who flee evil are not praiseworthy if they turn aside once or twice, but if they are able to escape the experience of evil entirely. If, then, one must choose the best life, and expect that it will become pleasant through habit,

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:8
Source · Greek

ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ' ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχα νόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάρι τος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρό τερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι. Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· κα θὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν δυνατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· οὔτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρί σαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοικείων κατορθουμένου.

English

to attempt the best things. For it is shameful to let the present opportunity slip by and later to try to recall the past, when there will be no further gain for those who grieve. For in truth it is impossible for us to become receptive of the divine grace unless we first drive out the passions that come from vice, which have preoccupied our souls. I have seen physicians who do not give the saving remedies before emptying out by emetics the disease-causing matter that the intemperate have stored up in themselves from an evil regimen. But also a vessel already occupied by some foul-smelling liquid, unless it is washed out, will certainly not receive the influx of myrrh. It is necessary, then, that what already exists be poured out, so that what is being brought in may be able to be received. For the Holy Spirit is present to all; but to those who are pure of the passions it brings its own power; to those whose governing faculty is confused by the stains of sin, it no longer does. For it is impossible, when the mind is divided among various cares, for the object of one's zeal to be accomplished; and as the Lord declared, saying: No one can serve two masters; and again: You cannot serve God and mammon. For neither the keeping of any other commandment, nor love itself toward God, nor that toward our neighbors, can we accomplish, when we are led astray in our thoughts now toward one thing and now toward another. For neither is it possible to grasp precisely an art or a science while turning now to one and now to another; nor indeed to succeed in one, without having recognized what belongs to its end. For our actions must be in accord with the goal, since none of the things that accord with reason is accomplished through what is unsuitable.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:9
Source · Greek

Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλ' ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως, ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν πα λαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μετα βαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖ ται. Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀπο βλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.

English

Since the end of bronze-working cannot naturally be achieved through the works of pottery, nor are athletic crowns won by zeal for flute-playing; but for each end its own and fitting labor is sought after. Just as also the discipline of pleasing God according to the Gospel of Christ is accomplished in the withdrawal from the cares of the world and in the complete estrangement from distractions. Therefore, the one who is truly going to follow God must be released from the bonds of attachment to this life; and this is accomplished in no other way than through complete withdrawal and forgetfulness of old habits. For unless we alienate ourselves from both fleshly kinship and the fellowship of life, as it were passing over to another world through our disposition, it is impossible for us to attain the goal of pleasing God. Therefore, the one who has been transferred to the angelic dignity, if he should be defiled by human passions, is like the hide of a leopard, whose hair is neither entirely white nor wholly black, but speckled by the mixture of differently colored hairs, and is counted neither among the black nor among the white. Just as painters, when they paint images from images, looking frequently at the model, strive to transfer the character from there into their own artistic work; so also the one who is zealous to make himself perfect in all the parts of virtue ought to look at the lives of the saints as at certain moving and living statues, and to make their good his own through imitation.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:10
Source · Greek

Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι γινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται; Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος· οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ, φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν

ἀποδύεσθαι δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περι σφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρ ούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον·

English

For if an ox, given over to us as a fellow-worker in farming, perceives the voice of the one who feeds it and recognizes the one who customarily brings it its food, and a donkey rushes of its own accord to the accustomed places of its stable, and such is the habit of irrational creatures toward the one who cares for them, how great a measure of love toward God will be required of rational nature? For not even one deed perfects the zealous man, but it is fitting that the activities of virtue be extended throughout one's whole life. And just as those who enter the bath strip off every garment, so it is necessary that those who approach the ascetic life, having stripped themselves of every material concern of life, come to be within the life according to philosophy. For be wise, it says, as the serpents; which, whenever it must slough off its old skin, giving itself over to a narrow place that tightly constricts the body, wisely and prudently puts off its old age. This, then, is what the Word wishes for us as well: as we journey through the narrow and constricted way, to put off the old man and to put on the new, so that our youth may also be renewed as the eagle's. For when light appears, darkness vanishes; and when health is present, the troubles of sickness cease; and when truth is demonstrated, the nature of falsehood is exposed. But most men resemble clouds, carried now to one part of the air and now to another by the changes of the winds; and for those whose mind is easily changed, it is nothing strange that their life also is not ordered.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:11
Source · Greek

οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι· τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ, ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, κατὰ τὸν Δαβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατα κρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐ τός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι· οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν.

English

For those whose judgment is fixed and always standing firm and the same, it follows that they conduct their life in harmony with their purpose. But many, while approving of wicked deeds, call the witty man charming; the foul-mouthed man, urbane; and the bitter and irascible man they name one not to be despised; the stingy and unsociable man they praise as thrifty; the prodigal, as liberal; the fornicator and licentious man, as one given to pleasure and relaxed; and in a word, they euphemize every vice from the virtue that lies adjacent to it. Such men, as David says, bless with their mouth, but curse in their heart. For in the fair speaking of their words they bring every curse upon their life, making themselves liable to eternal condemnation by the very things they approve. Therefore, just as it is not for a righteous judge to assign equal requitals to equal offenses, but the one who began the evil must of necessity pay what is owed with an addition, if he is himself to become better through the punishments and to make the rest more temperate by the example, so too the man who does evil under the guise of good is worthy of double punishment, because he both works the thing that is not good and uses the good, so to speak, as a fellow-worker to accomplish the sin. Therefore the man of sound mind must flee living for reputation and looking around at what seems right to the many, and must not make right reason the guide of his life—so that even if he must contradict all men, even if he must be held in disrepute and face danger for the sake of the good, he chooses to disturb none of the things rightly discerned.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:12
Source · Greek

Τὸν γὰρ μὴ οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βού λοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορ φούμενος. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δ' οἱ λόγοι περὶ αὐτῶν ἀναπείθω σι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύον τες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. Διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν, Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.

English

For the one who is not so disposed, what shall we say he falls short of compared to the Egyptian sophist, who became a plant and a beast whenever he wished, and fire and water and all things?—if indeed he too will now praise justice among those who honor it, but now will let loose contrary words whenever he perceives injustice flourishing, which is the way of flatterers, and to emulate the gainful and crafty nature of the fox of Archilochus. For the true word, proceeding from a sound mind, is simple and single in its ways, always saying the same things about the same matters; but the crafty and artful word, having much that is intricate and contrived, is shaped in countless ways and turns in untold turnings, transformed to please those who encounter it. For when things are in one state by nature, but words about them persuade otherwise, this is a kind of turning—or rather a distortion—of the truth brought about by speech. And he who appears one way but is another in truth employs turnings of words, deceiving those with him, as hares and foxes do dogs, showing one thing and turning to another. And the habit of words directed toward the base is a kind of road to the deeds. Therefore the soul must be guarded with all vigilance, lest through the pleasure of words we unknowingly receive some of the worse things, like those who take poisons along with honey. For the one who confirms in deed the philosophy that others have only as far as words—he has understanding, but they flit about like shadows.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:13
Source · Greek

Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λόγους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι

φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δρά ματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρχονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συνᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος διαστασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολογοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ' ὥσπερ τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρε τῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννεφείᾳ, ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ δια λάμπουσιν· ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὴ καὶ οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα. Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γέ νεσιν ἔχειν·

English

Since to praise virtue splendidly in public, and to stretch out long speeches on its behalf, while privately honoring pleasure before self-control and having more before what is just, I would say resembles those who perform dramas on the stage: who often enter as kings and potentates, though they are neither kings nor potentates, nor perhaps even free at all. Then, a musician would not willingly accept that his lyre be out of tune with him; and a leader of a chorus, that the chorus not sing in harmony with him as much as possible; but will each person set himself at variance with himself, and not present a life in agreement with his words? For neither does the father's good fortune in running make a swift horse, nor is the encomium of a dog that it be born of the swiftest; but just as the virtue of each of the other animals is observed in itself, so too the praise proper to a man is testified by the successes that belong to him. The practice of virtue is a precious possession to the one who has it, and a most pleasant sight to those who encounter it. For those who pursue virtue resemble stars, in the night's cloud cover, shining forth to others in different parts of the sky; whose brightness is lovely, but surely more lovely is the unexpectedness. Such indeed are these too, altogether few and easily counted, appearing in this gloomy condition of life as if in the dark of the moon, having, in addition to the charm from virtue, also the greatly desired quality from the rarity of the discovery. But it is shameful for one who shines by his own virtue to be adorned with others' ornaments. And do not tell me that evil has its origin from God;

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:14
Source · Greek

οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ' ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κα κόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διά θεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ' ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούργοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσιν ἀρ χαὶ, ἀλλ' ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶν τες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Μα ταιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρ μα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος·

English

For this is not pious, since none of the opposites comes from its opposite. For neither does life beget death, nor is darkness the beginning of light, nor is disease the creator of health; but in the changes of dispositions, there are transitions from opposites to opposites; but in generations, each of the things that come to be proceeds not from opposites but from things of the same kind. Evil, therefore, is not a living and animate substance, but a disposition in the soul that is opposed to virtue, arising in the indolent through the falling away from the good. Do not, then, look around for evil from outside, nor imagine some original nature of wickedness; but let each one recognize himself as the author of the wickedness within himself. For if it were involuntary and not in our power, such great fear would not have been suspended over wrongdoers by the laws, nor would the punishments of the courts be so inexorable, measuring out to evildoers according to their deserts. For if the principles of actions according to vice and virtue were not in our power, but the compulsions were from nature, then legislators would be superfluous in defining for us what is to be done and what is to be avoided, and judges would be superfluous in honoring virtue and punishing wickedness. For the injustice would not be the thief's, nor the murderer's, since not even if he wished could he restrain his hand, because of the inescapable necessity urging him on to his deeds. And utterly vain, too, are those who labor at the arts; but the farmer will prosper without either sowing seed or sharpening his sickle.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:15
Source · Greek

ὑπερ πλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κα τακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προ αίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκ κλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοι πῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ

English

The merchant will be rich, whether he wishes it or not, since fate gathers his money for him. But the great hopes of Christians will be gone and lost to us, since neither is righteousness honored nor is sin condemned, because nothing is accomplished by men according to their own choice. For where necessity and fate prevail, there is no place for what is according to worth, which is the peculiar mark of righteous judgment. For they also say concerning figs that some plant wild figs beside the cultivated ones, while others, tying the unripe figs together, heal the weakness of the fruitful and cultivated figs, checking with the unripe figs the fruit that is already falling and scattering. But what is the riddle for you from nature? That we must often receive a certain vigor even from those who are strangers to the faith, for the demonstration of good works. For if you see one in a pagan life, or one separated from the Church by some crooked heresy, taking care for a temperate life and the rest of the good order of his character, increase your own diligence beyond yourself, so that you may become

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:16
Source · Greek

παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρ ουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφού σῃ. Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ.}1 {ΛΟΓΟΣ Βʹ.} 1 Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον; Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερ μάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα Ἱερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν.

English

It is like the fruitful fig tree, which gathers its strength from the substance of the wild fig, checking its flow and cultivating its fruit more carefully. We have known some plants, too, whose natural defect is healed by the care of farmers—for example, the sharp-tasting pomegranates and the bitterer almonds: when they have been bored through at the stem near the root and receive a rich pine wedge passed into the middle of their pith, then they change the unpleasantness of their juice into usefulness. Let no one, then, who lives in wickedness despair of himself. For if a farmer changes the qualities of plants, much more can the care of the soul in virtue prevail over illnesses of every kind, in Christ Jesus our Lord, to whom be the glory and the power now and always and unto the ages of ages. Amen. {ON TEACHING AND ADMONITION.} {HOMILY 2.} If, after so many exhortations which we did not cease urging upon you both in the past time and continuously through the seven weeks of the fast, night and day testifying to you the Gospel of the grace of God, no benefit has come about, with what hopes shall we speak today? Since even a farmer, when his first seeds have not sprouted, is more sluggish about casting seed again into the same fields. So even if I had kept silence, know well, unless I feared the example of Jeremiah—who, not wishing to speak to a disobedient people, suffered those things which he himself recounted, that it became in him a fire in his inward parts, and he was paralyzed on every side, and he could not bear it.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:17
Source · Greek

Ἐπεὶ γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον, εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περι δράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερ βολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμ φθέντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάρι τος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζάνει. Διὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περι χρίουσι. Διὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλ μῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρού ουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώ την καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆκαι πεφύκασι.

English

Since virtue of speech is by nature neither to conceal the things signified in obscurity nor to be superfluous and vain, flowing idly around matters, it is not good to discourse at once about many things, lest by the immensity of the speech the things laboriously gathered appear useless. For the mind, being unable to grasp all things at once, suffers the same as a stomach that, because of the excess of satiety, is unable to bring what has been sent down into digestion. For a forced lesson is not naturally inclined to remain, but what enters with delight and grace settles in souls somewhat more permanently. For this reason he also mixed the delight from melody into the doctrines, so that through the pleasant and smooth quality of hearing we might secretly receive the benefit from the words, like the wise physicians, who, giving the harsher of medicines to drink to those with poor appetites, often smear the cup with honey. For this reason harmonious strains of the psalms have also been devised for us, so that, like children in age, or rather the young in character, we may seem to sing but in truth be educated in our souls. For horse-tamers do not immediately choke the hard-to-rein colts with bits, nor do they pull them back; for in this way they teach them to rear up and throw off their riders; but yielding to them at first and rushing along with them, when they see that they have spent their spirit by their own impulse and force, then taking them up tamed, they make them more obedient through their art. To those, then, who carefully gather the benefit from each thing, as to the great rivers, many additions from many sources naturally accrue.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:18
Source · Greek

Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ πεπυκνωμένῳ προσῆκε. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῇν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ Δημιουργὸς ἡμῶν οὐ

συνεχώρησεν, ἀλλὰ τὴν ἔν δειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσά φειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ' ὥσπερ χειμάῤῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμ βάλλεσθαι. Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παρα δοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀλη θείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστό τητα. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος·

English

For to deposit even a little upon a little, whether for an increase of silver or for any kind of knowledge whatsoever, belongs to the diligent man to consider rightly. For what is acquired by toil is received with great joy and guarded with diligence; but of those things whose acquisition is easy, the possession is contemptible. Just as, therefore, our Creator did not, out of envy toward us regarding the resources for living, permit all things to be born together with us in the manner of irrational creatures, but contrived the lack of necessities as a training-ground for our understanding; so also He brought about the obscurity in the Scriptures for the benefit of the mind, stirring up its activity: first, that, being occupied with these things, one might be drawn away from worse things; then, because things acquired by toil are more dearly loved, and things gained over a long time remain more securely; but of those things whose acquisition is easy, the enjoyment is not greatly sought after. For the presence of things readily at hand is contemptible and deemed worthy of no guarding by those who possess them. And it is shameful to thrust away harmful foods, but to give no account of the teachings that nourish our soul, but rather, like a winter torrent sweeping away everything that comes in its path, to throw them in. For as the nature of honey cannot be presented by argument to the inexperienced as much as by the very sensation of taste, so neither can the goodness of the heavenly word be clearly conveyed by teachings, unless, having examined the doctrines of the truth more thoroughly, we are able to grasp the goodness of the Lord by our own experience. For since our man-loving God and Savior Jesus Christ says:

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:19
Source · Greek

Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι' ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παν τοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνί σμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας· ὡς ἐάν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἕξω ὄντας ἀποπέμπεσθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύνην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπι τηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀπο πέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίωσιν τοῦ μακαρίου Παύλου·

English

Come to me, all you who labor and are burdened, and I will give you rest. It is not without danger to turn away those who come to the Lord through us, and who wish to take up his kindly yoke. But it is fitting to examine thoroughly the past life of those who approach, and to those who have already accomplished something, to hand on the more perfect teachings; but those who have rushed from an evil life toward the exact life of the knowledge of God must be examined as to what their character is—whether they are not unstable and easily moved in their judgments. For the fickleness of such people is suspect; they, in addition to profiting themselves in nothing, also become the cause of harm to others. But since all things are accomplished by diligence, and the fear of God prevails over all defects of the soul, we must not immediately despair even of these, but must lead them into the appropriate exercises, taking a test of their judgment by time and laborious struggles; so that if we find anything firm in them, we may receive them without danger; but if not, we must send them away as outsiders; so that the test may be without loss to the brotherhood. But him who hastens from some more conspicuous life toward the humility that is according to the likeness of the Lord, one must appoint to something of the things that seem disgraceful among those outside, and observe whether with all assurance he presents himself to God as an unashamed worker. But all those who are slaves under the yoke and flee to the brotherhoods, after they have been admonished and improved, must be sent back to their masters, according to the likeness of the blessed Paul.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:20
Source · Greek

ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι τὴν κατ' αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς. Τοὺς ἐν συζυγίᾳ δὲ γά μου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ, εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ

English

He who begot Onesimus through the Gospel sent him back to Philemon, on the one hand fully assuring him that the yoke of slavery, when rightly and acceptably discharged for the Lord, secures a place worthy of the kingdom of heaven; and on the other hand exhorting him not only to remit the threat against him, but also to hold a kinder disposition toward him. If, however, the master should happen to be wicked, commanding something unlawful and forcing the slave toward transgression of the commandment of our true Master and Lord Jesus Christ, one must strive that the name of God not be blasphemed on account of that slave, if he has done something that does not please God. The struggle is rightly accomplished either when that slave is trained for endurance of the lessons brought upon him, so as to obey God rather than man; or when those who receive him take upon themselves the temptations brought against them on his behalf. Those who come to this manner of life in marriage must be examined, whether they do this by agreement, according to the ordinance of the Apostle, and thus in the presence of more witnesses receive the one who comes forward. But if the other party should be factious and quarrel, caring less for pleasing God, let the Apostle be remembered, who says: But in peace

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:21
Source · Greek

κέκληκεν ἡμᾶς ὁ Θεός. Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι' ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέν των, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι κατα προδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑπο στήσεσθαι, τὸν χαύνως καὶ ἠμελημένως διατεθέν τα πρὸς τὴν τούτων διοίκησιν; Κόσμου δὲ ἀναχώρησις, οὐχὶ ἔξω αὐτοῦ γε νέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπα θείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις· Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονη ρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων.

English

God has called us. Therefore, the one who goes out from his own possessions with the aim of following the Lord must not regard the things that belong to him with contempt; but he must try, having taken everything with care, as now consecrated to the Lord, to manage it with all reverence, either through himself, if he is able and experienced, or through those chosen with much testing and who have given proof of being able to manage faithfully and prudently; knowing that it is not without danger either to attach them to his own people or to manage them through just anyone. For if the one entrusted with the care of royal estates, even if he does not often embezzle from what is at hand, but through some negligence betrays things that could have been acquired, is not released from blame, what condemnation must one expect to undergo in the case of the things already named to the Lord, if he is slack and negligent in their administration? And withdrawal from the world is not to be physically outside it, but to tear the soul away from its sympathy for the body, and to become cityless, homeless, without a household, without friends, without possessions, without a livelihood, without business, without dealings, unlearned in human teachings; ready to receive in the heart the impressions that come from divine teaching. And the preparation of the heart is the unlearning of the teachings that from evil habit have preoccupied it.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:22
Source · Greek

Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τὸν φιλό θεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρί ζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυ τῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομένῳ τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ Δαβὶδ ἁμαρτόντι, οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτή ματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα. Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει.

English

First of all, the man who loves God must be diligent not to be unskilled in the use of speech, but to ask questions without contentiousness and to answer without ambition, not interrupting the one conversing with him when he says something useful, nor desiring to thrust in his own word for display, setting limits to speech and hearing; to learn without shame and to teach without envy, and if he has been taught something by another, not to conceal it, like base women who substitute bastard children; but to proclaim with gratitude the father of the word. The middle pitch of voice is to be preferred, so that it neither escapes the ear through faintness nor is burdensome through the magnitude of its extension; having first examined in himself what is to be said, so let him publish the word. Let him be affable in meetings, sweet in conversations, not hunting pleasure through wittiness, but possessing gentleness through kindly exhortation, everywhere thrusting away harshness, even if he must reprove. For having first cast himself down through humility, he will thus be readily acceptable to the one who needs healing. And often the prophet's manner of rebuke is useful to us: he, when David sinned, did not bring the sentence of condemnation from himself, but using the substitution of a person, he seated that very man as judge of his own sin, so that when he had first brought forth the judgment against himself, he found nothing to blame in the one who reproved him. For a channel of water shows its own source, and the nature of speech characterizes the heart that brought it forth.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:23
Source · Greek

Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον δείκνυται· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπει δὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκά λοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελφὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ' ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραότητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν

ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι' ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵν' οὕτως εἴπω, μέλος ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ, ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυ τεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.

English

And just as with medical prescriptions, when they are applied skillfully and in accordance with reason, their benefit is most clearly shown after experience; so too with spiritual exhortations, when their outcome especially bears witness to the precepts, then their wisdom and benefit for the correction of life and the perfection of those who obey becomes evident. For he who raises up one who lies fallen must certainly be higher than the fallen; but he who has fallen equally himself also needs another to raise him up. And those who have entrusted their guidance to blind teachers have deprived themselves of the enjoyment of the light. For to reprove a brother who has sinned with passion and anger is not to free that man from sin, but to clothe oneself with offenses. For one must instruct those who oppose themselves in gentleness, and not be harsh in matters where one is oneself overlooked, but in matters where one sees another treated with contempt, to show patience toward the one who has sinned—but rather to be displeased at the evil then. For in this way he will both escape the suspicion of self-love and give proof that he does not hate the sinner but turns away from the sin; for not to be anxious and labor for one's own sake is the praise of a disposition that loves Christ and loves the brethren. In every way, therefore, one must heal the sick and strive to set in joint, so to speak, the member that has been dislocated; but if he persists in any kind of wickedness whatever, to leave him as a stranger; for it is written: Every plant that my heavenly Father has not planted will be rooted up.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:24
Source · Greek

Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δου λεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπει θεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώ ζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν· ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελ φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκ κλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελθήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.

English

For if they are hard to draw away from their own habits, and wish to be slaves to the pleasures of the flesh rather than to the Lord, and do not accept the life according to the Gospel, we have no common ground with them. For we have been taught to listen among a disobedient and contrary people, that "Save your own soul," and do not share in the sins of others. And if someone does not come to sing with desire, and if the disposition of him who said, "How sweet to my throat are your words! sweeter than honey to my mouth," does not appear in him; and if he does not consider idleness a great loss—either let him correct himself, or let him be removed, so that a little leaven may not corrupt the whole lump. For those whom the common penalties do not bring to their senses, nor being excluded from the prayers leads to repentance, it is necessary to subject to the canons given by the Lord; for it is written: "If your brother sins, rebuke him between you and him; if he does not listen to you, take another with you; and if he does not listen even so, tell the Church; and if he disregards even the Church, let him be to you as the Gentile and the tax collector." This indeed also happened in his case. Once he was accused, before one and a second he was reproved, a third time before the Church. Since, therefore, we testified to him, and he did not accept it, for the rest he shall be proclaimed out, and it shall be announced to the whole city that he is unacceptable for every fellowship of worldly dealings; so that from our not mixing with him, he may become completely food for the devil.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:25
Source · Greek

Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θεραπείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐ τῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι' ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖ μα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας, τὴν κοινὴν φροντίδα πεπιστευμένῳ·

English

For just as little children, paying no attention to their lessons, after the beatings which their teachers or tutors administer to them, receive their instruction more attentively—and the same word was not heard before the blows, but after the pains from the whippings, once their ears had at last been opened, it was both received by hearing and committed to memory—so also it happens with those who disobey the divine teaching and are contemptuously disposed toward the commandments. Whenever discipline is brought upon them by God, then at last, scarcely, the commands of God that are always being spoken and always being disobeyed, as soon as they fall upon their ears, are received, according to him who says, "The discipline of the Lord opens my ears." And just as remedies must be applied without passion to those who are sick in soul, so again those being treated must not receive the rebukes as hostility, nor consider the care brought upon them out of compassion for the salvation of their soul to be tyranny. For it is shameful that those who are sick in body trust physicians so much that even if they cut, even if they cauterize, even if they distress them with bitter medicines, they count them benefactors; but that we should not have the same disposition toward the healers of souls, when they work out our salvation for us through a laborious regimen. Since, then, the judgment is fearful for the overseer who does not reprove those who sin, having been entrusted with the common care—

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:26
Source · Greek

ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς, ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι' ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κα κοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ δὲ ὁ προεστὼς

ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπι βάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχοντας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν. Ἐὰν μὲν οὖν ᾖ τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι' ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμε τέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πληροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ' αὐτῷ διακρίσεως ἀπαλλάσσονται. Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα, τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω.

English

Let him be so disposed as one who owes an account for each person, knowing that if one of the brethren falls into sin, and he has not first set before him the righteousness of God, or if he falls and persists, not having been taught the manner of correction, his blood shall be required at his hands, as it is written; and especially if he overlooks something pleasing to God not through ignorance, but, accommodating himself to each man's evils through flattery, he relaxes the strictness of the conduct of life. And just as the one set over them

is liable to guide the whole brotherhood into all things, so again it falls also to the rest, if ever some fault is suspected concerning the one set over them, to remind him—those who are preeminent in age and understanding. If then there be anything worthy of correction, we have benefited both the brother and ourselves through him, who is, as it were, the rule of our life, and who ought by his own uprightness to expose what is crooked in us, setting it straight; but if some have been disturbed in vain, having been fully assured through the exposure of the things suspected not in accordance with truth, they are released from the judgment concerning him. For you are not ignorant that those set over others, standing publicly before all, like rocks thrust out in the sea, themselves receive the fury of the opposing waves, and, as they break upon them, they do not overwhelm those behind them. I, then, shall advise you what I judge to be best, both the things now said and the things throughout your whole life.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:27
Source · Greek

Κἂν γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ' ἕως ἀναπνέομεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδο μὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχον ται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστημάτων, ἐφ' ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ' εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φόβῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ ΠΛΗΣΙΟΝ.} 1 {ΛΟΓΟΣ Γʹ.}1 Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας μεριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλλειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντα σίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν.

English

For even if the weakness of the body hinders me (which you surely are not unaware of, how great it is that is present with me, having grown up with me from my first age until this old age, and teaching me, according to the just judgment of God, who orders all things in wisdom), nevertheless, as long as we breathe, we are accountable for leaving nothing undone of the things that contribute to the edification of good works. But you—do not let it seem that you resemble those whose three sicknesses are incurable, nor show the disease of your disposition to be like that of those who have fared badly in their bodies. For those who suffer from minor ailments come of themselves to the physicians; but those seized by greater sicknesses call to themselves those who will heal them; while those carried away into utterly incurable melancholy do not even admit those who approach. May you not suffer this now, fleeing from what is right in your reasonings; but be instructed and grounded in the fear of the Lord our God, so that you may also obtain the good things to come, in Christ Jesus our Lord, to whom be the glory and the might, with his Father who is without beginning, and the all-holy and life-giving Spirit, now and always, and unto the ages of ages. Amen. {ON THE LOVE OF GOD AND OF ONE'S NEIGHBOR.} 1 {HOMILY 3.}1 Those who estrange themselves from worldly cares ought to keep their own heart with all watchfulness, so as never to cast out the thought of God, nor to defile the memory of his wonderful works with fantasies of vain things; but through continual and pure remembrance, to carry about the holy thought of God imprinted on our souls like an indelible seal.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:28
Source · Greek

Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν

English

For in this way love toward God is added to us, at once stirring up the working of the Lord's commandments, and again being preserved by them for what is lasting and without falling away. But he who is strongly possessed by the desire to follow Christ can no longer turn toward anything of this life, not toward the affection of parents or kindred friends when it is opposed to the Lord's commands. For then there is also a place for that saying, If anyone comes to me and does not hate his own father and mother, and the rest; just as the holy disciples of the Lord showed us, James and John, leaving behind their father Zebedee, and the boat itself, the whole starting point of their life; and Matthew, rising up from the tax office itself and following the Lord, leaving behind not only the profits in the tax office, but also disregarding the dangers that were going to follow him and his own people from the authority, as he left the accounts of the tax office unfinished; and for Paul the whole world had been crucified, and he to the world. For when the love of piety

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:29
Source · Greek

ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλα στον εἶδος· κἂν πάντες αὑτὴν ὑπὲρ τοῦ ποθουμένου τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδοσιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ' οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνειδος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διάβολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ' ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπει θείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος.

English

If it has first taken possession of the soul, every form of warfare against it is ridiculous; and even if all men shoot at it for the sake of what is desired, they delight it rather than wound it. For if by nature we choose goodwill and affection toward our benefactors, and endure every toil in repayment for the good things that have come to us, what word can worthily attain to the gifts of God? They are so many in number that they escape counting, and so great in magnitude and of such a kind that even one of them suffices to make us liable to all gratitude toward the Giver. And He is so good that He does not demand repayment, but is satisfied with being loved for what He has given. Whenever I come to think of all these things (to speak of my own passion), I fall into a certain shuddering and a fearful ecstasy, lest at some time, through inattention of the mind or through occupation with vain things, I fall away from the love of God and become a reproach to Christ. For the devil will bring our contempt as a reproach against the Lord, and will boast of our disobedience—he who neither created us nor died for us, yet nevertheless had us following him in disobedience and in neglect of the commandments of God. This reproach, the one against the Lord, seems to me heavier than the punishments in Gehenna: to become material for boasting to the enemy of Christ and an occasion of exaltation against the one who died and rose for us.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:30
Source · Greek

Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλον τος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται. Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι, τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνοις μεταδιδόναι τοῦ ἀγαπᾷν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν ἀγάπης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργά ζεται, σκοπεῖν ὀφείλομεν οἷς ἑαυτοὺς ἀναμίγνυμεν. Εἰ γὰρ ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ μισεῖται, τί μέγα εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρὰ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Πλὴν οὔτε οἰκοδο μὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατὸν, οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Καὶ γὰρ οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Πλέον γὰρ ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα, ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ὅταν γὰρ πρὸς αὐτὰ ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲ ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου·

English

For it is necessary to love the Lord God with all the power that exists in us for loving, and to love one's neighbor, and to love one's enemies as well, so that we may be perfect, imitating the goodness of the Father in the heavens, who makes his sun rise on the evil and the good; but it is not permitted to squander the power of loving on other things. For the beauty of love, if it is circumscribed by the name of love alone, is ridiculous—choosing this person and that person, imparting love to these alone, but excluding countless others from fellowship in what is good. But if agreement with harmful people, under the guise of love, accomplishes the works of enemies for those who receive them, we ought to consider whom we are mingling ourselves with. For if the beloved Son of God is hated, what great thing is it if we are deemed worthy of hatred by men, in whom the possession of hatred abounds? Moreover, neither can a building stand once its bonds are removed, nor can the Church grow to its height unless bound by the bond of peace and love. For nothing is so proper to our nature as to have fellowship with one another, and to need one another, and to love what is of the same kind. For we need the help of each one of our brothers more than the one hand needs the other. For when I look at our very members, that not one of them is sufficient by itself for its own activity, how shall I reckon myself sufficient for myself for the affairs of life? For neither would a foot walk safely unless the other supported it together with it.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:31
Source · Greek

οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον, καὶ μετ' αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Καὶ ἀκοὴ ἀκριβεστέρα, ἡ δι' ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη· καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. Καὶ ἁπαξαπλῶς, οὐδὲν οὔτε τῶν ἐκ φύσεως, οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ, ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ, μὴ ἔχουσα τοὺς συμφωνοῦντας, ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς. Νουθετείτω σε τῶν νυκτερίδων τὸ φιλάλληλον, αἳ ὥσπερ ὁρμαθὸς ἀλλήλων ἔχονται· καὶ μὴ τὸ ἀπεσχισμένον καὶ ἰδιάζον τοῦ κοινωνικοῦ καὶ ἡνωμένου ἡγοῦ προτιμότερον. Οὐδὲν γὰρ ἡμᾶς χωρίζει ἀπ' ἀλλήλων, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε οὖν κεφαλὴν ἑαυτοὺς λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει ἑαυτοὺς τάσσετε, οὐ δύνασθε τοῖς ἐν τῷ αὐτῷ σώ ματι κατατεταγμένοις λέγειν τὸ, Χρείαν

English

Neither could the eye see rightly if it did not have the other as its partner and with it strike in harmony upon things visible. And hearing is more accurate when it receives the voice through both passages; and grasping is stronger through the fellowship of the fingers. And, to speak simply, I see nothing, whether of things accomplished by nature or by choice, brought to completion without the concord of those of the same kind—seeing that even prayer itself, when it does not have those who agree with it, is far weaker than itself. Let the mutual affection of bats instruct you, which cling to one another as if in a chain; and do not consider the separated and isolated preferable to the communal and united. For nothing separates us from one another, unless by our choice we undergo the separation. One is our Lord, one faith, the same hope. Whether, then, you reckon yourselves the head, the head cannot say to the feet, I have no need of you; or whether you assign yourselves to another rank, you cannot say to those arranged in the same body, I have need

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:32
Source · Greek

ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσι. Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι Ἡμεῖς ἔξω τοῦ πάθους ἐσμὲν τῶν πολλῶν, καὶ τίς ἡμῖν χρεία τῆς πρὸς αὐτοὺς κοινωνίας; Ὁ γὰρ Κύριος ἡμῶν τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησε. Καὶ τούτῳ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι. Οἶδας δὲ τί ποιήσεις τῷ πλησίον; ὃ σεαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Οἶδας ὅ τί ποτέ ἐστι τὸ κακόν; ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ' ἑτέρου. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλ λων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυ τοῦ εἰρήνην κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι εἰπεῖν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας, δύνα μαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. Οὕτω τοίνυν προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ' ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγίειαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ὁ γὰρ ἐν συνοδίᾳ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν, κατηγορεῖ ἑαυτοῦ μὴ ἔχων τὴν τελείαν ἀγάπην.

English

We do not have [it] from you. For the hands need one another, and the feet support one another, and the eyes have the clearness of comprehension in their harmony. For let not that thought possess you, that "We are outside the suffering of the many, and what need have we of fellowship with them?" For our Lord separated the islands from the mainland by the sea, but bound the islanders to the mainlanders through love. And in this especially a friend differs from a flatterer: the one converses for pleasure, while the other does not even refrain from what causes pain. Do you know what you should do to your neighbor? What you wish for yourself from another. Do you know what evil is? What you would not choose to suffer yourself from another. For I, having heard from God, that "In this all will know that you are my disciples, if you love one another"; and that, as a farewell gift to his own disciples, when about to complete the economy in the flesh, he left his own peace, saying, "Peace I leave with you, my peace I give to you"—I cannot say that without love for one another, and without, as far as it depends on me, being at peace with all, I can be called a worthy servant of Jesus Christ. Thus, then, it is fitting that love toward one another be common and equal for all, as man naturally is disposed toward each of his own members, equally willing health for the whole body, because the pain of each member brings equal discomfort to the body. For he who in an assembly loves one above the others accuses himself of not having perfect love.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:33
Source · Greek

Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη, καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται, ἀπὸ δὲ τῆς με ρικῆς φιλίας καὶ ἑταιρείας ὑποψίαι καὶ φθόνοι γίνονται· πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττου μένοις γίνεται. Ὥσπερ οὖν ὁ ἀγαθὸς Θεὸς κοινὴν δίδωσι πᾶσι τὴν τοῦ φωτὸς μετουσίαν, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει· οὕτως ὁ τὸ μῖσος ἔχων, τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν κατὰ τὸ πρέπον ἑκάστῳ γίνεσθαι. Καὶ ὥσπερ ἐν ἡμῖν αὐτοῖς, ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων με λῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτως τὴν μὲν συμπαθῆ διάθεσιν, καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ' ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπὶ γὰρ τῶν πνευματικῶν ἀλλήλοις συναρμοζομένων, οὐδὲ ἡ σωματικὴ συγγένεια πλέον τι κατὰ τὴν ἀγάπην ἕξει·

English

Therefore, in like manner, both the unseemly quarrel and the partial disposition are to be cast out from the assembly. For from quarreling comes enmity, and from partial friendship and companionship come suspicions and envies; for everywhere the deprivation of equality becomes the beginning and occasion of envy and ill-will for those who are diminished. Just as, therefore, the good God gives to all a common participation in the light, causing his sun to rise on the just and the unjust, so too let the imitators of God bring the ray of love common and of equal honor upon all. For where love is lacking, there hatred certainly enters in its place. And if, as John says, God is love, it is altogether necessary that hatred be the devil. Therefore, just as the one who has love has God, so the one who has hatred nourishes the devil within himself. For this reason it is fitting that love be equal and alike from all toward all, but that honor be rendered to each according to what is fitting. And just as in our own bodies the pain of each of the ailing members touches the whole body equally, yet nevertheless some members are more honorable than others (for we do not feel the same concern for the eye as for the toe, even though the pain is equal), so it is fitting that the sympathetic disposition and the loving attachment be equal from each toward all who live in the assembly; but honor, according to what is reasonable, will have the greater portion for those who are more useful. For when spiritual members are joined to one another, not even bodily kinship will have any greater claim in love.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:34
Source · Greek

οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν, κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ' ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.}1 {ΛΟΓΟΣ Δʹ.}1 Εἰ θαυμάζεις τὰ χρήματα, ἄνθρωπε, διὰ τὴν ἀπ' αὐτῶν τιμὴν, σκόπει πόσον ἐστὶ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ

μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ Κριτοῦ περιστάντες, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀπο καλῶσιν ὀνόματα. Καὶ ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προέμενος τὰ παρόντα, καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολύτιμα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου. Σὺ δὲ λυπῇ χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδοὺς, τουτέστι λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν; Τί δὲ καὶ χρήσῃ τῷ πλούτῳ; ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὔκουν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περι βολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν; Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος ὑστερούμενος; Δόξης τῆς ἀπὸ τοῦ πλούτου;

English

Nor, if someone be a brother according to the flesh, or a son, or a daughter, will the sharing of blood produce in him a greater affection toward the kinsman by nature than toward others. For he who in these things follows nature accuses himself, that he has not yet perfectly withdrawn from nature, but is still governed by the flesh. But to our God be glory unto the ages of ages. Amen.

{ON ALMSGIVING.} {HOMILY 4.} If you marvel at money, O man, because of the honor that comes from it, consider how much more profitable it is for glory to be called the father of ten thousand children, than

to have ten thousand staters in your purse. For you will leave your money here, even against your will; but the love of honor for good works you will carry away to the Master, when a whole people, standing before the common Judge, call you nourisher and benefactor and every name of philanthropy. And at a festival no one is grieved at giving up what is present and acquiring what is lacking; but the less the price at which he buys precious things, the more he rejoices, as though the transaction had been splendid for him. But you are grieved at giving gold and silver and possessions—that is, at providing stones and dust—in order that you may gain the blessed life? But how will you also use your wealth? Will you wrap yourself in costly clothing? Will not a tunic of two cubits suffice you, and the wrapping of a single cloak fulfill your every need for garments? But will you squander your wealth on food? One loaf is enough to fill the belly. Why then are you grieved? As though you were lacking something? The glory that comes from wealth?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:35
Source · Greek

ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν καὶ λαμπρὰν, προάγουσάν σε εἰς τὴν βασι λείαν τῶν οὐρανῶν. Σκορπιζόμενος γὰρ ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παρα μένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσ σῃς, οὐχ ἕξεις· ἐὰν σκορπίζῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὥστε οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ' οὐκ ἀπολαυστικὴν, τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκε, καὶ ἀποτιθεμένους χαίρειν, ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ' οὐχὶ δυσχεραίνειν, ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ' οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τι μίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ πωλήσαντες, τὸ ἀπ' αὐτῶν κέρδος ἀπενεγκώμεθα; Ὁ μὲν γὰρ κακῶς τοῖς οὖσι κεχρημένος, ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώ σκων· ὁ δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ προσ όντα μεταχειρίζων, καὶ οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ δεδομένων γινόμενος, μὴ οὐχὶ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζων, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι, διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Ὁρᾶτε, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τὰς ὥρας τῶν οἰκείων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις δι ήμειψε.

English

But if you do not seek glory on the ground, you will find the true and radiant glory, which leads you into the kingdom of heaven. For wealth, when it is scattered in the manner the Lord suggests, is by nature made to remain; but when it is held together, it is made to be alienated. If you keep it, you will not have it; if you scatter it, you will not lose it. He scattered, he gave to the poor; his righteousness remains forever and ever. So those who reason soberly ought to consider the use of wealth as stewardship, not enjoyment, and to rejoice when they lay it aside, as people parting from what belongs to others, not to be vexed, as those falling away from their own. Why then are you grieved? Why do you mourn in your soul, hearing: Sell your possessions, and give to the poor? For if it were to follow you into the future, not even so would it be worth much attention, obscured as it is by the things there; but if it must remain here, why do we not sell it and carry off the profit from it? For the one who uses what he has badly is pitiable, like one who with the sword he received for defense against enemies willingly stabs himself; but the one who handles what he has well and according to right reason, and becomes a steward of what has been given by God, not storing up for his own enjoyment, is justly to be praised and loved for the brotherly and generous character of his disposition. Do you see how the multitude of our sins has brought out the seasons from their own natures, and changed the forms of the times into strange mixtures?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:36
Source · Greek

Πάντα γὰρ καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ' ἡμῶν συμφωνήσαντα βλάβην, τοῦ βίου καὶ τῆς ζωῆς τοὺς ἀν θρώπους ἐλαύνουσι. Τίς οὖν τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; Ὅτι λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύ της ἀποστεροῦμεν τοὺς δεομένους. Δοῦλοι ὄντες ἐλευθερούμεθα, καὶ ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν ἔχοντες, φειδωλοὶ ἐγε νόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας· πολύ τοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Πένης εἶ; ἀλλ' ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων, τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ, πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ' ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ

English

For all things, having strangely overstepped the bounds of creation and wickedly conspired together for our harm, drive men from their livelihood and their life. What, then, is the cause of this disorder and confusion? It is that we receive but do not give to others; we praise beneficence and yet deprive the needy of it. Being slaves, we are set free, and we do not pity our fellow slaves; being hungry, we are fed, and we pass by the destitute. Having a Provider and Steward who lacks nothing, we have become stingy and unwilling to share with the poor; our sheep are very fruitful, and those stripped of sheep are more numerous. Our storehouses are cramped by the abundance of what is laid up, and we do not show mercy to the one who is cramped. Are you poor? But you surely have another poorer than yourself. You have food for ten days, he for one. As a good and grateful man, bring your surplus into balance with the needy. Do not hesitate to give from your little; do not prefer your own advantage out of the common danger. And even if your food is reduced to a single loaf, and the one who seeks stands at the door, bring out the one loaf from your storeroom, and having placed it in your hands and stretched them up to heaven, speak a word both pitiful and grateful: One loaf is what you see, Lord, and the danger is plain, but I set your commandment before myself, and from my little I give to my starving brother; do you also give to your servant who is in danger. I know your goodness, I have confidence also in your power; you do not defer your graces to a later time, but

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:37
Source · Greek

σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στε νώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, καὶ πολύ χουν ἀπογεννᾷ τὸν καρπόν. Σὺ δὲ λέγεις μὲν ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυ τὸν, τὸ δὲ παρὰ τοῦ Κυρίου λεχθὲν ἐλέγχει σε τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων τοσαύτη περιουσία; Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν, οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον. Ἐπεὶ δὲ κέκτησαι σὺ, φαίνῃ δηλῶν τὴν οἰκείαν ἀπόλαυσιν προτιμοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος· ὅσον γὰρ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Εἰ γὰρ ἠγαπήκεις σου τὸν πλησίον, πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν· νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς, ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίεσας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἀνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ· ὑπὲρ ποίων ἂν ἐλυπήθης χρη μάτων, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν; Ὢ πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Συμμεριστὰς ποίησαι τῶν σιτίων τοὺς ἀδελφούς. Τὸ αὔριον σηπόμενον σήμερον παράσχου τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν. Εἰ ὁ τὸν ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὀνομασθήσεται·

English

You scatter your gifts whenever you wish. And if you speak and act in this way, the bread you give out of your scarcity becomes seed for farming, and it produces a rich heap of fruit. But you say that you love your neighbor as yourself, yet what the Lord said convicts you of falling short of true love. For if you had given back to each person as much as to yourself, where does such an abundance of money come from for you? For the one who loves his neighbor as himself possesses nothing more than his neighbor. But since you do possess more, you are clearly showing that you regard your own enjoyment as more valuable than the comfort of the many; for to the extent that you abound in wealth, to that extent you fall short in love. For if you had loved your neighbor, you would long ago have practiced the alienation of your money; but now money has grown onto you more than the members of your body, and its separation grieves you like the amputation of vital parts. For if you had clothed the naked, if you had given your bread to the hungry, if your door had been open to every stranger, if you had become a father to orphans, if you had suffered with every helpless person—over what money would you have grieved, having long ago practiced distributing it to those in need? Oh, how much gratitude you ought to have toward the Benefactor, and to be cheerful and to be made radiant by the honor, because you do not yourself trouble other people's doors, but others come to yours! Make your brothers sharers of your food. Give today to the one in need what will rot tomorrow. It is the most difficult form of greed not to share even corruptible things with those in need. If the one who strips a clothed man will be called a robber,

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:38
Source · Greek

ὁ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἐδύνασο. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πά θη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν! Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται ἀκούοντι τῆς καταδίκης, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ! Οὔτε γὰρ ἡ ἐλεημοσύνη ἄκριτος παρὰ Θεῷ, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ μὲν γὰρ τῆς κρίσεως ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συνέζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως, ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργά σηται. Εἰ οὐκ ἐφόνευσας, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ· ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσ ελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν, ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι, διορθώσασθαι, οὐκ ἂν ἠθύ μεις ἀκούων·

English

Is the one who does not clothe the naked, though he is able to do so, worthy of any other name? The bread belongs to the hungry man—the bread which you are holding back. The cloak belongs to the man who goes naked—the cloak which you keep stored away in your cupboards. The sandal belongs to the man without shoes—the sandal which rots in your possession. The silver belongs to the man in need—the silver which you have buried and keep. So you wrong as many people as you were able to provide for. How shall I bring the poor man's sufferings before your eyes, so that you may know from what kind of groans you are storing up treasure for yourself? Oh, how valuable that word will appear to you on the day of judgment: "Come, you who are blessed of my Father, inherit the kingdom prepared for you!" And what shuddering, what sweat, what darkness will be poured over you when you hear the condemnation: "Go away from me, you who are cursed, into the outer darkness, which has been prepared for the devil and his angels!" For neither is almsgiving without discernment before God, nor is judgment without mercy. For before the judgment he loves almsgiving, and after almsgiving he comes to judgment. And these things are yoked to one another—mercy together with judgment—so that neither mercy alone may produce slackness, nor judgment alone may work despair. If you have not murdered, nor committed adultery, nor stolen, nor borne false witness against anyone, you make your zeal in these matters useless to yourself, since you do not add the thing that is lacking, by which alone you will be able to enter the kingdom of God. And if a physician promised to correct the maimed limbs that are yours by nature or by sickness, you would not be displeased to hear it.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:39
Source · Greek

ἐπεὶ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε διὰ τῆς ἐλεημοσύνης ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις ὀδυνώμενος τὴν ψυχὴν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπε πόνηται. Οὐ φιλοπονήσεις περὶ σεαυτοῦ; οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποθήσεις τὰς τοῦ μέλλοντος ἀνα παύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέψας; ὃς ἐν θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυ ρίζει, καὶ οὐχ ὅτι μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμιείοις· καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐπιπλεῖστον διαρκεῖν μηχανώμενος. Διακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντες ἄχρηστοι πρὸς τροφὴν αὐτῷ

γένοιντο· καὶ διαψύχει τού τους, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ οὐκ ἐν παντὶ προβάλλει καιρῷ, ἀλλ' ὅταν προαίσθηται τοῦ ἀέρος ἐν εὐδινῇ καταστάσει φυλαττομένου. Ἀμέλει οὐκ ἂν ἴδοις ὄμβρον ἐκ νεφῶν ἐπιῤῥυέντα, παρ' ὅσον χρόνον ἐκ τῶν μυρμήκων ὁ σῖτος προβέβληται. Μί μησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε. Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιίας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν, μετὰ προσθήκης ἐπανελθόν.

English

But since the great physician of souls wishes to make you perfect through almsgiving, and you are lacking in the most essential things, you do not accept the grace, but you mourn and look sullen, grieving in your soul, and you make all that you have labored for useless to yourself. Will you not labor for yourself? Will you not, in the present age, store up beforehand the rest of the age to come, looking to the example of the ant? For it stores up winter food for itself in summer, and does not, because the hardships of winter are not yet present, pass the time in laziness, but strains itself toward the work with a certain inexorable zeal, until it has stored up sufficient food in its storehouses; and it does this not lazily, but by some wise device contriving that the food last as long as possible. For it cuts through the very middle of the fruits with its claws, so that they may not sprout and become useless for its food; and it dries them out whenever it perceives that they are wet; and it does not bring them out at every season, but when it has first perceived that the air is kept in a calm state. Indeed, you would not see rain pouring from the clouds for as long as the ant's grain has been brought out. Imitate the earth, O man; bear fruit as it does; do not show yourself worse than the inanimate creation. For it brought forth its fruits not for its own enjoyment, but for your service. But whatever fruit of good works you show, you gather it for yourself, because the thanks for good works return upon those who give. You gave to the hungry, and what was given becomes yours, returning with increase.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:40
Source · Greek

Ὥσπερ γὰρ ὁ σῖτος εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνε ται· οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβληθεὶς πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μὴ ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖ νος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ. Φύσις μία· ἄνθρωπος, καὶ οὗτος κἀκεῖνος· χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. Δὸς τῷ ἀδελφῷ, καὶ τῷ ξένῳ· μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην· οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες γὰρ συγγενεῖς, πάντες ἀδελφοὶ, πάντες ἑνὸς πατρὸς ἔκγονοι. Εἰσί τινες ἐξ ἐπικρατείας κινδύνου τινὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες αὐτόν. Ἡμεῖς τοίνυν, ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν· εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ Δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ· καὶ πολεμήσας, μηδένα δείξῃ νενικημένον· καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος.

English

For just as grain, when it falls into the earth, becomes a gain to the one who has let it go, so bread, when it is cast down into the hungry, yields a rich abundance of benefit afterward. If the one who seeks to have his need remedied stands at your door, do not look with partiality. Do not say: This one is a friend, this one a relative, this one a benefactor; that one is a stranger, an alien, unknown. If you look with partiality, you will not be shown mercy. There is one nature: man, and this one and that one alike; one need, the same poverty in both. Give to the brother, and to the stranger; do not turn away from the brother, and make the stranger a kindred brother. He wishes you to be a comforter of those in need, not a respecter of persons; not giving to the relative while thrusting away the stranger. For all are relatives, all are brothers, all are offspring of one Father. There are some who have been snatched from the onset of some danger by the Creator, and have no means of livelihood left remaining to them, but have escaped with only soul and body. Let us, then, as many of us as have remained untasted by the experience of hardships, set before them our own abundance in common. Let us embrace the brothers who have barely been saved; let each of us say to each one: He was dead, and has come to life; and he was lost, and has been found; and let us cover the kindred body. Let us set our consolation against the assaults of the Evil One, so that even while he harms, he may seem to have done no great harm; and having made war, he may show no one conquered; and having stripped away the abundance of the brothers, he may appear defeated by our generosity.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:41
Source · Greek

Διὰ μὲν γὰρ τὴν ἀγάπην, ἐν ἁπλότητι καὶ ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας τὸν μεταδοτικὸν δεῖ, κατὰ τὸ φάσκον παράγγελμα· Τῷ αἰτοῦντί σε, δός· λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν προσαιτούντων, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν. Διεδίδοτο γὰρ ἑκάστῳ, φησὶ, καθ' ὅ τι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαί νοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπο ρείας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς χρείαις ἑκάστου τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι δεῖ. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος καὶ τὰ ἕλκη πρὸς ἐμπορείας ἀφορμὴν συντιθεῖ σιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον· ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσεται· ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπιδείκνυσθαι ἐν τοῖς μεθ' ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις, ὑπὲρ ὧν καὶ λεχθήσεται, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Διὰ τοῦτο τῷ ὄντι ἐμπειρίας χρῄζει ἡ διάγνωσις τοῦ ἀληθῶς δεο μένου, καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ δοὺς, τῷ Κυρίῳ ἔδωκε, καὶ παρ' αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ, προσέῤῥιψε κυνὶ φορτικῷ διὰ τὴν ἀναίδειαν; οὐκ ἐλεεινῷ διὰ τὴν ἔνδειαν. Ἀκούσατε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν, ἐγκαρτερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμ φορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων;

English

For because of love, the one who gives must be simple and open toward those who ask, according to the command that says, "Give to the one who asks you"; but again by reasoning he must discern each petitioner's need, as we have learned in the Acts. For it says, distribution was made to each according as anyone had need. Since many, exceeding the use of necessities, make their asking a starting point for trade and an occasion for licentious luxury, the distribution of necessities must be made to each one's needs knowledgeably and with good management. For to those who compose lamentable songs for the deception of women, and who contrive the maimings and sores of the body as a starting point for trade, the abundance of service is by no means beneficial; for the supply will become for them a starting point for wickedness. But one must repel the barking of such people with a small gift, and show compassion and brotherly love to those who have been taught to bear affliction with endurance, concerning whom it will also be said, "I was hungry, and you gave me to eat." Therefore the discernment of the one who is truly in need, and of the one who asks out of greed, truly requires experience. And the one who gives to the afflicted has given to the Lord, and will receive his reward from him; but the one who has provided to everyone who goes around has thrown it to a burdensome dog because of its shamelessness, not to one pitiable because of his want. Hear, you rich, what we advise the poor because of your inhumanity: to endure hardships rather than to accept the misfortunes that come from interest. But if you were obedient to the Lord, what need would there be of these words?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:42
Source · Greek

Δανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε λαβεῖν. Ὅταν γὰρ πτωχῷ παρέχειν

μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν, διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως· δάνεισμα δὲ, διὰ τὴν μεγαλοδωρεὰν τοῦ Δεσπότου, τοῦ ἀποτιννύντος ὑπὲρ αὐ τοῦ· ὃς μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδίδωσι. Σκοπείτω τοίνυν τοὺς ἰδίους πόρους τῶν πλουτούντων ἕκαστος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ, μὴ τὸν πένητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, μὴ τὸν ὑποκείμενον αὐτῷ πε πλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάτ τειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ ὅτι κρατεῖς, βιάζου· μηδὲ ὅτι δύνασαι, πλεονέκτει· ἀλλ' ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δικαιοσύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς Θεὸν ὑπακοῆς καὶ τοῦ φό βου· ἀλλ' ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παρα βαίνεις. Εἰ δὲ ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων μήτε διδούς. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντων, καὶ δῶρα Θεῷ προσ φέρειν ἐπιχειρούντων, γέγραπται· Θυσία ἀσεβῶν, βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ ὑπακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ὑπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμβουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.

English

For he says, Lend to those from whom you do not hope to receive. For when you are about to give to a poor man for the Lord's sake, the same thing is both a gift and a loan: a gift, because of the hopelessness of repayment; a loan, because of the great generosity of the Master, who repays on his behalf—he who receives little through the poor man, repays greatly for them. Let each of the rich therefore consider his own sources of income, from which he is about to bring gifts to God: whether he has not oppressed the poor man, has not done violence to the weaker, has not taken advantage of the one subject to him, using authority instead of justice. For we are commanded to keep what is just and equitable even toward slaves. Do not use force because you rule; do not take advantage because you have power; but because the things of authority are present with you, show the things of justice. For it is not in what you cannot do that you will give proof of obedience toward God and of fear; but in what you are able to transgress and do not transgress. But if, having taken away the possessions of the poor, you give to the poor, it were better for you neither to seize nor to give. For neither is a benefaction from unjust gains acceptable to God for the one in need, nor is the one who abstains from injustices praiseworthy if he shares nothing of his own with anyone. For concerning those who do injustice and attempt to offer gifts to God, it is written: The sacrifice of the ungodly is an abomination to the Lord; and concerning those who show no mercy: He who stops his ears so as not to listen to the poor man, he himself will call, and there will be no one to listen. Therefore the Proverb counsels: Honor the Lord from your righteous labors, and offer him firstfruits from your fruits of righteousness.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:43
Source · Greek

Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τοιαύτην κτῆσιν, μήτε προσ φέρειν ἐξ αὐτῆς. Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ. Καὶ πάλιν, εἰ κτώμενος ἐκ δι καίων πόνων μὴ προσφέροις Θεῷ προσφορὰς ἀφ' ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι, καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου ὁ Θεός· Αἱ ἀπαρ χαὶ καὶ τὰ ἐπιδέκατα ὑμῶν μεθ' ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Τί τοίνυν μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἄνθρωπε, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν, ἐξ ἀδικίας προσφέρειν ἐπιχει ρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον ὃν ἀδικεῖς· εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως. Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπακτῶν κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπε τρέφειν αὐτοὺς, ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ' ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Κενοδοξίαι τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ. Ἐὰν γὰρ, ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος, ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν ἐκ πλεονεξίας, εἰδὼς ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις. Οὕτως οὖν ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβω μεν παρὰ Θεοῦ· ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ, ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Μὴ πλανᾶσθε·

English

For if you intend to offer to God from injustice and robbery, it is better neither to acquire such a possession nor to offer from it. For he will bring a pure gift, his prayer, as it is written: The prayers of those who set them straight are acceptable with him. And again, if while acquiring from just labors you do not offer to God offerings from which the poor are fed, it will be reckoned to you as robbery, as God says through the prophet Malachi: Your firstfruits and your tithes are with you, and the plunder will be in your houses. Why then do you defile your own wealth, O man, by bringing into it unjust gains? Why do you make your own offering abominable, attempting to offer from injustice, when you intend to show mercy to another poor man? Show mercy to the one whom you wrong; use your philanthropy toward this man; grant favor to this man, and you will fulfill mercy with judgment. For God will not share in greed, nor is the Lord a partner of robbers and plunderers; nor, as though he were unable to feed the poor, did he leave it to us to feed them, but seeking from us the just and philanthropic fruit-bearing, for our own benefit. Almsgiving does not come from injustice, nor blessing from a curse, nor benefits from tears. Such things are vainglories, and directed toward praises from men, not toward the praise that comes from God. For if, seeing that God observes the almsgiving, you do it, keep yourself from doing it out of greed, knowing that you do not please God, the overseer. Let us therefore do almsgiving in this way, so that we may receive back from God; and God repays those whom he praises, and he praises no greedy man. Do not be deceived.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:44
Source · Greek

οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτω χοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο· ὅτι προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπο λειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. Ἤδει γὰρ ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται. Δῶμεν τοιγαροῦν ἐξουσίαν, ἀδελφοὶ, ὑπερχεθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ· μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους· μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν, μηδὲ τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν

βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἣν αὐτὸς ἐφ' ἑτέρων ἠγνόησας, μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα, σὺ τῶν ἐλαττόνων φει σάμενος· ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον.

English

Christ will not accept your honors to the poor in any other way, unless the greed against those who have been wronged is undone. Thus the Lord accepted the uprightness of Zacchaeus, and said: Today salvation has come to this house; because, having resolved to repay fourfold whatever he had extorted, he thus divided half of his remaining money to the poor. For he knew that he wished to receive Christ. Let us therefore give free course, brothers, to the wealth that wishes to overflow toward those in need; let us not pass by the Lazaruses who even now lie before our eyes; nor let us begrudge them the crumbs of our table, if these suffice them to satiety, nor, having emulated that savage rich man, let us come to the same flame of Gehenna as he. Since we shall then entreat Abraham much, and much each of those who have lived well; but there will be no profit to us from our cry. For a brother does not redeem; shall a man redeem? And each of those will say to us, crying out: Do not seek the philanthropy which you yourself ignored in the case of others, nor wish to receive such great things, you who spared the lesser; enjoy these things which you gathered in your life. Weep now, since then, seeing your brother weeping, you did not have mercy. These things they will say to us, and justly. But I fear lest they strike us with words even bitterer than these, since, as you know, we surpass that rich man in wickedness.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:45
Source · Greek

Ὅτι κόλακες μὲν καὶ παράσιτοι, μετὰ τὸ λαμπρῶς ἑστιαθῆναι παρ' ἡμῖν, καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ' ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις ὑπὸ τοῦ λιμοῦ φθεγγόμενος, ἀποστρεφόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες, μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν. Καὶ εἰ μὲν εἰς γῆν νεύσοι τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασι δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνο μεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν. Καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιού τοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ, ἥπερ ἐκεῖνος ὁ τὸν Λάζαρον ὑπεριδὼν πλούσιος. Ἵνα δὲ μὴ τοῦτο γένη ται, τῷ ἐλέῳ τὸν ἔλεον προσκτησώμεθα, ὅπως καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ.}1 {ΛΟΓΟΣ Εʹ.}1 Τὰ φρέατα ἐξαντλούμενα, εὐροώτερα γίνεται· καὶ πλούτου τὸ μὲν στάσιμον, ἄχρηστον· τὸ δὲ κι νούμενον καὶ μεταβαῖνον, κοινωφελές τε καὶ ἔγκαρπον.

English

That flatterers and parasites, after feasting splendidly at our table and going off with their hands full of costly gifts, learn from us that it is more profitable to pursue such things than virtues and to practice them for their own sake. But if a poor man should stand by us, scarcely able to speak for hunger, we turn away, we run off in haste, as though fearing that by walking more slowly we might share in his very misfortune. And if he looks down at the ground out of shame for his calamity, we say he is a worker of hypocrisy; but if he looks us in the face with boldness because of the sharp goad of hunger, we call him shameless again and violent. And if he happens to be covered in sound garments, someone having given them, we drive him off as insatiable, and we swear that he is feigning poverty; but if he is wrapped in rotting rags, we pursue him again as foul-smelling. And neither by mingling the name of his Maker with his supplications, nor by adjuring us continually that we not fall into such sufferings, is he able to bend our merciless resolve. For this reason I fear the fire of Gehenna more heavily than that rich man who despised Lazarus. But that this not happen, let us acquire mercy by mercy, so that we may also obtain eternal goods in Christ Jesus our Lord, to whom be the glory and the power with his unbegotten Father and the life-giving Spirit, now and always, and unto the ages of ages. Amen. {ON WEALTH AND POVERTY.} {WORD 5.} Wells, when drained out, become more free-flowing; and of wealth the stationary part is useless, but the part that is moved and passes on is both commonly beneficial and fruitful.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:46
Source · Greek

Καὶ θαυμάζειν μοι ἔπεισι, πῶς μετὰ τὴν περιτ τὴν καὶ ἄχρηστον τῶν ἀναλωμάτων ἐπίνοιαν, ἐπει δὰν εἰς μυρία διασπασθεὶς ὁ πλοῦτος ἔτι περισσεύῃ, κατὰ γῆς ὠθεῖται παρὰ τοῦ ἔχοντος, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. Βαβαί! ὅτε οὐκ ἠδυνήθη ταῖς μυ ρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐ τὸν εἰς τὴν γῆν ἀπεκρύψατο. Καὶ δοκεῖ μοι τὸ πάθος τῆς τοῦ πλουσίου ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι, οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τι τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Τοιοῦτος ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος. Παρέ στησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Μανία δεινή· ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνηρεύνα τὴν γῆν· ὅτε φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζει. Εἶτ' οἶμαι συμβαίνειν τῷ κατορύσσοντι τὸν πλοῦτον, συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. Δεῦρο οὖν, ποικίλως διάθου τὸν πλοῦτον, ὦ πλούσιε. Μὴ βαρύτιμος ἔσο· μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι' εὐ πορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρω πίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Σὺ γὰρ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφόν σου οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα,

English

And I am moved to wonder how, after the excessive and useless devising of expenditures, when wealth has been torn apart into countless things and still abounds, it is thrust into the ground by its owner and kept in secret places. Alas! When he could not exhaust his wealth by countless devices, then he hid it in the earth. And the passion of the rich man's soul seems to me to resemble that of gluttons, who choose rather to burst from greediness than to share any of the leftovers with the needy. Such was the rich man in the Gospel. Those who were demanding his soul stood by, and he was conversing with his soul about food. That night he was taken away, and he was imagining enjoyment for many years. A dreadful madness: while the gold was in the mines, he searched the earth for it; when it became visible, he hides it in the earth again. Then I think it happens to the one who buries his wealth that he buries his heart along with it; for where your treasure is, it says, there your heart is also. Come then, rich man, dispose of your wealth in various ways. Do not be one who sets a high price; do not wait for a famine so that you may open your granaries; do not await a famine for the sake of gold, nor a common want for the sake of your own prosperity. Do not become a trafficker in human calamities; do not make the wrath of God an occasion for an abundance of money. For you look toward gold, but you do not look upon your brother; and you recognize the stamp of the coin,

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:47
Source · Greek

καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει, ὅσος δέ σοι ἀκο λουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Καὶ τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν αὐτὰ λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπιόντας, ἴδιον ἑαυ τοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προ κείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέφεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις· ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἦ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ. Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη. Τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει Δεσπότην, ἴδιον οἰκονόμον· παρ' οὗ τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμενέτω τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια;

English

And you distinguish the counterfeit from the genuine, but your brother, beyond the need, you utterly ignore. And the good color of the gold delighted you exceedingly, but how great a groaning of the needy follows you, you do not reckon. And whom, he says, do I wrong, keeping my own things? What things, tell me, are your own? Whence did you take them and bring them into life? As if someone in a theater, having seized a seat, then should drive out those coming in, judging as his own what is set before all in common for use—such are the rich also. For having seized beforehand the common things, they make them their own through preoccupation. Since if each, receiving what is for the consolation of his own need, let go the surplus to the one in need, no one would be rich, and no one needy. Did you not come out naked from the womb? Do you not return naked again to the earth? But the things present to you, whence? If you say from chance, you are godless, not recognizing the Creator, nor giving thanks to the Giver; but if you confess they are from God, tell us the reason for which you received them. Is God unjust, who unequally divides the things of life to us? Why are you rich, and that one poor? Is it not altogether so that you also may receive a reward for goodness and faithful stewardship, and that he may be honored with the great contests of endurance? But wealth is necessary for the children. This is a fair-seeming pretext for greed. For you put forward the children, but you fill your heart. Do not blame the blameless one; he has his own Master, his own steward; from whom he received life, from him let him await the resources of life. Were the Gospels not written for those who have married?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:48
Source · Greek

Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τὴν εὐπαιδίαν, ὅτε ἠξίου γενέσθαι παίδων πατὴρ, ἆρα προσετίθεις τοῦτο, Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; πολλοῖς γὰρ ὁ πλοῦτος, ὑπηρέτης ἀκολασίας ἐγένετο. Ὅρα οὖν, μὴ μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾷ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Οἱ μὲν γὰρ παῖδες παρὰ γονέων μηδὲν δεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; Τί τοίνυν τοσοῦτον ἐπτόη σαι περὶ τὸν χρυσόν; Τίς καλλωπιστὴς ἠδυνήθη μίαν ἡμέραν τῷ βίῳ προσθεῖναι; τινος ἐφείσατο θάνατος διὰ τὸν πλοῦ τον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν ἀκονᾶται ξίφη, δι' ὃν συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, καὶ ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι; Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ὦ ἄνθρωποι, τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέστρεψε; Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή ματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν·

English

If you wish to be perfect, sell your possessions and give to the poor. When you asked God for good children, when you thought it right to become the father of children, did you add this: Give me children, so that I may disobey your commandments? Give me children, so that I may not reach the kingdom of heaven? And who will be the guarantor of the child's disposition, that he will use what has been given for what is needful? For for many, wealth has become a servant of debauchery. See to it, then, that after gathering wealth with countless labors, you do not prepare material for sins for others, and then be found punished twice over, both for the wrongs you yourself committed and for those you supplied to another. For children who received nothing from their parents have often built houses for themselves; but the soul that has been abandoned by you—by whom will it be shown mercy? Why, then, have you been so frantic about gold? What beautifier has been able to add a single day to life? Whom has death spared because of wealth? From whom has disease kept away because of money? How long shall gold be the strangling cord of souls, the hook of death, the bait of sin? How long shall wealth be the occasion of war, for which swords are sharpened, for which kinsmen ignore nature, and brothers look murderously at one another? Who is the father of falsehood? Who is the craftsman of forgery? Who is the one who gave birth to perjury? Is it not wealth? Is it not the zeal for it? What is the matter with you, O men? Who has turned your own possessions against you for a plot against you? For surely money was not given as provisions for evils, a ransom for the soul? Surely it is not a starting point for destruction? For if wealth is provisions for injustice, the rich man is to be pitied.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:49
Source · Greek

εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτοῦ ὠφελείας ἅπασι προκειμένης. Διὰ τοῦτο προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐ τὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τού τοις ἐπίσταται πειραθῆναι. Ὁ γὰρ πλοῦτος καὶ ἡ ὑγίεια, ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κα κῶς χρωμένοις τούτων ἑκάστῳ γίνεται. Πενία δὲ μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρο νοῦσι τιμιωτέρα. Ἀλλ' οὐδὲν τούτων ἕκαστος ὑμῶν ἐννοεῖ· ἀλλ' ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, ἵνα κἂν δανείῳ τὴν ἀπορίαν παραμυθήσηται, οὐκ ἐλεεῖ παρ'

ἀξίαν πράττοντα· ἀλλ' ἄκαμπτος ἕστηκε καὶ ἀμείλικτος, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτησάμενος. Ἐπει δὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑπο θήκας ὀνομάσῃ· τότε καταβαλὼν τὴν ὀφρὺν, προσε μειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε, καὶ φίλον· καὶ ὀψόμεθα, φησὶν, εἴ που τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐν αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐλάττοσι τόκοις δώσομεν.

English

But if service is directed toward virtue, envy has no place, since the benefit from it is set before all in common. For this reason it is fitting neither to long for wealth when it is absent, nor, when it is present, to think more highly of oneself for possessing it than for knowing how to dispose of it. For the saying of Socrates is sound: when a rich man was boasting about his money, he said he would not admire him until he had tested and learned that he also knew how to use it. For wealth and health often become a service to sin for those who use each of them badly. But poverty with truth is more honorable to the temperate than every enjoyment. But not one of you considers any of these things; rather, seeing a man bent down by necessity, begging before his knees, doing nothing servile so that he might at least relieve his want with a loan, you do not pity him though he acts unworthily; but you stand inflexible and unrelenting, swearing and calling curses upon yourself, that you are utterly without means and are yourself looking around to see if you can find any lenders, and confirming the lie by your oaths, having acquired perjury as a base merchandise of inhumanity. But when the one seeking the loan mentions interest and names pledges, then, lowering your brow, you smile, and perhaps you even recall ancestral friendship, and call him an acquaintance and a friend; and we shall see, you say, whether there is any silver laid up for us anywhere. There is a deposit of a friend who has placed it with us for business. But he set heavy interest on it; but we shall certainly return something and give at lower interest.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:50
Source · Greek

Τοιαῦτα κατασχηματι ζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς ἀφελόμενος ᾤχετο. Τί ποιεῖς, ἄθλιε; χρή ματα καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου; Εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἐδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ὢ τῆς συμφορᾶς! Ἐπὶ συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιά ζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν θρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται. Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνά παυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ' ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον·

English

By such posturings, and with such words fawning upon and ensnaring the wretched man, having further bound him fast with written contracts, and having stripped the man of his freedom in addition to the poverty that was already crushing him, he went his way. What are you doing, wretched man? Do you seek money and gain from one who has nothing? If he could make you richer, why would he be seeking at your doors? O what a calamity! He came for an alliance and found an enemy; searching everywhere for a remedy, he encountered poison. You ought to have consoled the man's poverty, but you multiply his want—as if one of the physicians, entering to visit the sick, instead of restoring them to health, should take away even the little remnant of their strength. So you too make the misfortunes of the wretched an occasion for gain; and just as farmers pray for rains for the multiplication of their seeds, so you too seek out the want and destitution of men, so that your money may be productive for you. And the one seeking the loan, caught in the middle of helplessness, when he looks at his poverty, despairs of repayment; but when he looks at his present necessity, he boldly ventures on the loan. And as the money slips away, and time advancing carries the interest along with it, nights bring him no rest, the day is not bright, the sun is not pleasant; but he is vexed at life, he hates the days as they hasten toward the appointed term. And if he sleeps, he sees the lender in a dream, an evil dream standing by his head; and if he is awake, the interest is his thought and care. But one may speak also to the borrower:

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:51
Source · Greek

Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκο μίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ' ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάν των ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλου τήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφό ρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσε ρεθίζεται. Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατα σκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη, καὶ οὐδείς μοι πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Τὸ γὰρ δά νος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ

English

Drink water from your own vessels, and from your own wells a spring; that is, do not walk to springs belonging to others, but gather for yourself the comforts of life from your own streams. Do you have bronze vessels, clothing, a beast of burden, implements of every kind? Give these up; consent to let go of everything except your freedom. But I am ashamed, he says, to make them public. What then, since a little later another will bring them forward, and will auction off your goods, and will dispose of them in your sight, cheapening them? Better to relieve your need by small gradual devices than, having been suddenly elated by the things of others, afterward to be stripped of all your possessions together. If indeed you have the means to repay, why do you not dissolve your present want from these resources? But if you are at a loss for repayment, you are curing an evil with an evil. You are poor now, but free; but having borrowed, you will neither grow rich, and you will be deprived of your freedom. The borrower is a slave to the lender, and a slave for hire, bearing a service that admits no excuse. Dogs, when they receive food, are tamed; the lender, when he receives, is habituated. He does not cease barking, but demands more. If you swear, he disbelieves; he searches what is within, he meddles in your contracts. Before a wife he shames you, before friends he insults you, in the marketplaces he throttles you, an evil encounter at a festival, he makes life unlivable for you. But the necessity is great, he says, and I have no other source of money. What then is the benefit of postponing it for today? For the loan provides not a complete release, but a small delay of helplessness. If you do not borrow, you will be equally poor and

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:52
Source · Greek

σήμερον, καὶ πρὸς τὸ ἐφεξῆς· καὶ νῦν μὲν οὐδεὶς ἐγκαλέσει σοι πτωχεύοντι· ἀκού σιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὃς οὐ μέμψεταί σου τὴν ἀβουλίαν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ' ὧν λαμβάνεις; ἀλλ' οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν, καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσε ται; Οὐδεὶς τραύματα τραύμασι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθάρνει, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ' ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλὰ αἰσχρὸν τὸ αἰτεῖν; αἰσχρὸν μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Εἶτα ὁ μύρμηξ μὲν δύνα ται, μὴ προσαιτῶν, μήτε δανειζόμενος, διατρέφεσθαι· καὶ μέλισσαι τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζονται, οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις δέδωκε. Σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Πλούσιος εἶ; μὴ δανείζου. Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσμα τος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι.

English

Today, and for the time to come; and now no one will reproach you for being poor, for the evil is involuntary; but if you are liable for interest, there is no one who will not blame your lack of counsel. Consider now from where you will repay. From what you receive? But it is not sufficient both for your need and for the payment. And if you also reckon the interest, from where will the money be multiplied to such an extent? No one heals wounds with wounds, nor cures evil with evil. How then shall I be fed, he says? You have hands, you have a craft; work for hire, serve; there are many devices for living, many resources. But you are unable? Beg from those who possess. But is begging shameful? It is shameful, rather, for the one who has borrowed to defraud. Then the ant is able, without begging and without borrowing, to feed itself; and bees give the remnants of their own food as a gift to their kings, to whom nature has given neither hands nor crafts. But you, man, the resourceful animal—will you not find one of all the devices for the conduct of life? Are you rich? Do not borrow. Are you poor? Do not borrow. For if you are well off, you do not need a loan; but if you have nothing, you will not repay the loan. Do not give your life over to afterthought. In this one thing we poor differ from the rich: in freedom from care; and we laugh at them as they lie awake, while we ourselves sleep; and while they are always in turmoil and anxious, we are free from care and at ease.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:53
Source · Greek

Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ, καὶ πολυμέριμνος, καὶ σύννους πάντα τὸν χρόνον, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπε διδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐγκαθέζεται τῇ καρδίᾳ. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην· σφοδρῶς εἰσέδραμέ τις, τοῦ δὲ ἐπάταξεν ἡ καρδία· ὑλακτεῖ ὁ κύων, ὁ δὲ ἱδρῶτι ῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεὶ πόθεν φύγοι. Ἡ προθεσμία προάγει· μεριμνᾷ τί ψεύσεται, ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παρα ζευγνύεις; Τοὺς λαγῳούς φασι καὶ τίκτειν ὁμοῦ, καὶ τρέφειν, καὶ ἐπικυΐσκεσθαι· καὶ τοῖς τοκογλύφοις τὰ χρήματα ὁμοῦ καὶ δανείζεται, καὶ γεννᾶται, καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον· Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται· πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι· καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ ῥύεται·

English

But the debtor is also a poor man, and full of cares, and thoughtful all the time, now reckoning the value of his own property, now of the costly houses, the fields of the rich, the garments of those he meets. If these things were mine, he says, I would pay off so much and so much, and be rid of the interest. These things sit in his heart both by night and by day. If you knock at the door, the debtor is under the bed; someone has rushed in violently, and his heart pounds; the dog barks, and he is drenched in sweat, and held by anguish, and looks around to see from where he might flee. The term advances; he is anxious about what lie he will tell, what pretext he will devise to put off the moneylender. Why do you yoke yourself to a many-bearing beast? They say that hares both give birth, and nurse, and are pregnant again at the same time; and for the usurers money is at once lent, and born, and grows beneath. For you have not yet received it into your hands, and the labor of the present month has been demanded of you. And this, lent out again, has nourished another evil, and that one another, and the evil goes on without limit; for interest, as I think, is so named because of the many offspring of the evil; for from where else? Or perhaps it is called interest because of the pangs and pains which it naturally produces in the souls of those who borrow. For as the pang comes to the woman giving birth, so the term stands by the debtor. Interest upon interest, evil offspring of evil parents. They say that vipers are born by eating through their mother's belly; and interests, having devoured the houses of those who owe, are brought forth. Seeds are preserved by time;

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:54
Source · Greek

ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν αὐξουμένων ἕκαστον, ἐπει δὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα παραδόντα τοῖς ἐκγόνοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Καὶ ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξαιροῦντες, καὶ πρὶν παντελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετὰ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οἱ δανειζόμενοι, τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυνόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δανείσματος ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαντήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν.

English

Interest is born today, and today it begins to give birth. Each thing that grows, once it has reached its proper size, stops growing; but the money of the greedy grows along with all time. Animals, having handed over the power to give birth to their offspring, themselves cease from conception; but the money of lenders gives birth both to what accrues upon it and renews the original sum. And just as in the case of cholera, those who keep removing whatever comes up first, and before being completely purged throw in a second helping of food, vomit again with pain and spasms—so too those who borrow, taking interest upon interest and, before clearing the first debts, bringing in a second loan, exult for a little while in what belongs to others, but afterward lament even their own possessions. But many, he says, have also grown rich from borrowing. More, I think, have also laid hands on the noose. But you do not count those who have hanged themselves, who, unable to bear the shame of their encounters, preferred death by hanging to living in disgrace.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:55
Source · Greek

Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην, ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐκγόνους. Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Θαύμασον τὴν φωνήν. Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Καὶ ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο καὶ εὐθὺς ὑπεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλι σθηρὰν τὴν παρουσίαν, καὶ ἄλλους ἐξ ἄλλων πα ραμείβεσθαι πεφυκυῖαν. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἄλλου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη ἀφ' οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον διαβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον διαρκῶς σεαυτῷ συντηρῆσαι. Μὴ τοίνυν ζηλώσῃς τῶν ὑπερ πλουτούντων τινὰ, μηδὲ μακαρίσῃς αὐτοῦ τὴν ζωήν· κἂν πολλαχόθεν σοι καὶ ἐξ ἀφθόνων πηγῶν περιῤ ῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν.

English

I once saw a pitiable sight: freeborn children dragged to the slave market for their father's debts. Have you no money to leave your children? Then do not take away their noble birth as well. Preserve for them this one possession—freedom—the deposit you received from your parents. No one was ever reproached for his father's poverty, but a father's debt leads to the prison. Do not leave behind a written bond descending upon your children and grandchildren like a paternal curse. For, it says, if wealth flows in, do not set your heart upon it. Marvel at the saying. If wealth flows in, it says. The nature of wealth is fluid; it runs past its possessors more swiftly than a winter torrent, and it is its nature to pass from one to another. And just as a river borne down from a height touches those standing on the bank, and no sooner has it touched than it has withdrawn, so too the ease of wealth makes its presence most swift and slippery, and it is its nature to pass from one to another. Today the field belongs to this man, tomorrow to another, and shortly after to another. Look at the houses in the city: how many names have they already taken on since they came to be, being called now after one owner and now after another. And gold, always flowing through the hands of its possessor, passes over to another, and from that man to another. You could sooner hold water grasped in your hand than keep wealth securely for yourself. Therefore do not envy any of those who are exceedingly rich, nor call their life blessed; even if money flows around you from many quarters and from abundant springs, do not welcome their abundance.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:56
Source · Greek

Οὐκ ἀεὶ δὲ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ' ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώ τατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Πλοῦτος δὲ καὶ δόξα, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων, πενίας καὶ ἀτιμίας. Ταῦτα μέντοι τοῖς μὲν οἰκο νομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην ἐκ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ, ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος, οὔτε παρόντος ἐπι στρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντος ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκο νομικός· οὐδεὶς δὲ τῶν εὖ φρονούντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Εἰ δὲ τοῦ σώματος ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ' ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ὅτι χρησώμεθα τῷ πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες, ἐγὼ μὲν οὐχ ὁρῶ· πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέρει θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν. Τὸ μὲν οὖν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διά φορα, δι' ὧν μολύνεται ἡ ψυχή.

English

Poverty is not always praiseworthy, but only that which is accomplished by choice according to the gospel's aim. For many are poor in possessions yet most grasping in their choice; such people are not saved by their lack, but condemned by their choice. Wealth and glory, insofar as they do not make those who possess them good, are not among the goods according to nature; but insofar as they provide us with some resource for life, they are more to be chosen than their opposites, poverty and dishonor. These things, however, are given by God to some for the sake of stewardship, as to Abraham and Jacob and those like them. To baser people they are an invitation to become better in their manner of life, since one who after so great a welcome from God persists in injustice indisputably makes himself liable to condemnation. The righteous man, however, neither turns toward wealth when it is present nor seeks it when it is absent; for he is not one who enjoys what is given, but one who stewards it. And no one of sound mind rushes into the busy task of distributing others' property, unless he looks to the reputation of the many, who marvel at and envy those established in some position of authority. But if we should practice despising the body, we would scarcely marvel at anything else among human things. For what use we would make of wealth by dishonoring the pleasures that come through the body, I for my part do not see—unless, like the dragons in the myths, it brings some pleasure to keep watch over buried treasures. The foremost thing, then, which a Christian especially ought to attend to, is to be stripped of the varied and diverse passions of vice, by which the soul is defiled.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:57
Source · Greek

Χρὴ δὲ κατὰ δεύ τερον λόγον, καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι, τῷ πρὸς τὸν κατὰ Θεὸν ὑψηλὸν ἀποβλέποντι βίον· διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους περὶ τὸν αὐτὸν βλέ ποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ' ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηθροισμένον. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων· ἵνα ἕκαστον τούτων τῆς χρείας ᾖ, καὶ μὴ τοῦ

κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ' ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτως καὶ ἐνταῦθα ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καὶ κα θάπερ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ' ὁ χρῄζων τῆς ἀνέσεως ἀπολαύει δικαίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

English

In the second place, the renunciation of possessions must also be accomplished by the one who looks to the lofty life according to God, because the care and attention given to material things provides much distraction to the soul. When, therefore, several people, looking to the same goal of salvation, accept a life together with one another, this must above all be maintained among them: that there be one heart in all, and one will, and one desire, and, as the Apostle legislates, that they become one body gathered together from different members. But this cannot be accomplished otherwise unless that principle prevails: that no one be specifically assigned a garment, or a vessel, or anything else of the things useful for the common life, so that each of these may belong to the need, and not to the one who has acquired it. And just as a small garment is unsuitable for a larger body, or a more complete one for a smaller, but to each the fitting measure is both beneficial and suitable, so also here the bed, the bedding, the warm cloak, the sandal ought to belong to the one who greatly needs it, not to the one who has acquired it. And just as the wounded man uses the medicine, not the healthy man, so also of the things devised for the relaxation of the body, not the one who lives in luxury, but the one who needs relaxation rightly enjoys them, in Christ Jesus our Lord, to whom be the glory and the might unto the ages of ages. Amen.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:58
Source · Greek

{ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ.}1 {ΛΟΓΟΣ ʹ.}1 Ὅταν εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου εἰσέλθω, καὶ ἴδω αὐτὴν παντοίοις γεγανυμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ πτωχοὶ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν· ὁ δὲ ἀρνεῖται τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυται, ὑπὸ δὲ τῆς χειρὸς ἐλέγχεται· σιωπῶσα γὰρ ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Ἄθλιε καὶ ταλαίπωρε, πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι· πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι! Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὁλόκληρον ῥιγοῦντα περι βαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πέ νητα, μὴ φοβούμενος τὸ δίκαιον τῆς ἀντιδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Ἀλλὰ πένητα λέγεις σεαυτόν. Κἀγὼ συντίθεμαι· πένης γάρ ἐστιν, ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις ἄλλα δέκα τάλαντα προστεθεικέναι σπουδάζετε· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖτε, καὶ ἀεὶ τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέ γει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον.

English

CONCERNING GREED. WORD 2. When I enter the house of a tasteless man and see it rejoicing in every kind of flower, I know that this man possesses nothing more precious than what is seen, but he adorns the lifeless things while keeping his soul unadorned. And yet countless poor stand at the door, uttering every pitiful cry; but he refuses the gift, saying it is impossible to suffice for those who ask. And with his tongue he swears it off, but by his hand he is convicted; for the hand, though silent, proclaims the falsehood, flashing all around with the bezel of the ring on it. Wretched and miserable man, how many debts could one ring of yours discharge; how many fallen houses could it raise up! One chest of your garments could wrap a whole people shivering with cold; but you endure to send the poor man away empty-handed, not fearing the justice of the Judge's recompense. You did not show mercy, you will not be shown mercy; you did not open your house, you will be sent away from the kingdom; you did not give bread, you will not receive eternal life. But you say you are poor yourself. And I agree; for poor is the man who is in need of many things. But the insatiability of desire makes you in need of many things. You hasten to add another ten talents to the ten talents; when they become twenty, you seek as many more, and what is always being added does not halt the impulse but inflames the appetite. For just as for drunkards the addition of wine becomes an occasion for drinking, so too the newly rich, having acquired many things, desire more, feeding the disease with what is always being added, and their zeal is turned to the opposite.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:59
Source · Greek

Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ προσόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα, ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται. Δέον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφοροῦσι, καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Καὶ οὐ τοὺς ὑποδεεστέρους ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει· ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Οἱ γὰρ τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερο μένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδα μοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ' ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται, ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι· {Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.}1 Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον, λέγοντι· {Οὐκ ἔραμαι πλουτεῖν, οὔτ' εὔχομαι· ἀλλά μοι εἴη Ζῇν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.}1 Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Τοῖς δὲ πλεονέκταις, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη

English

For what they have does not gladden them as much as what they lack grieves them, whatever they suppose themselves to be missing. For while they ought to rejoice and give thanks, being so much better off than others, they are discontented and pained because they fall short of one or two of those who are exceedingly rich. And they do not count up those beneath them and so render thanks to the benefactor for what they have, but by comparison with what is above them, reckoning how much they fall short, they are grieved and blame their lot as though deprived of what properly belongs to them but belongs to others. For those who have gone beyond the bounds of necessity, like those carried down a slope, having nothing fixed at which to stop, nowhere halt their onward course; but the more they acquire, the more they need, or even more, for the fulfillment of their desire, according to Solon son of Exekestides, who says: "No limit of wealth has been revealed, laid down for men." And in this matter one must use Theognis as a teacher, who says: "I do not love to be rich, nor do I pray for it; but may it be mine to live from little, having no evil." And I also admire Diogenes' contempt for all human things together, since he showed himself richer than the great king, in that he needed fewer things than that man for his life. But to the greedy, if the fate of Pythius the Mysian were not added

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:60
Source · Greek

τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἑσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. Ἀλλ' ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἀφίστανται, πρὶν ἂν τῆς ἄκρας ἀφίκωνται· οὕτω καὶ οὗτοι, ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσι· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσι, καὶ οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσι. Καὶ ὥσπερ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως ἡ τοῦ πλεονέκτου ψυχὴ τῇ φιλοχρηματίᾳ καταχωσθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδῃ τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Εὔχεται πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μετα βληθῆναι, καὶ ἐπινοεῖ μέντοι καθ' ὅσον οἷόν τε. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖ; Ὁ σῖτος χρυσὸς αὐτῷ γίνεται· ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται· τὰ ἔρια αὐτῷ ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπί νοια χρυσὸν αὐτῷ προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ, πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι. Ὁ δὲ πλεονέκτης, οὐχ οὕτως· ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Τὸ μὲν πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην· καὶ οὐδεὶς αὐτῷ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη.

English

Talents, and acres of land this many and this many, and herds of livestock more numerous than can be counted, will not suffice. But just as those climbing ladders, always lifting their foot to the step above, do not desist until they reach the top, so too these men, whenever they overtake this rich man, immediately strive to equal the richer one; and if they reach him, they transfer their zeal to another, and they do not cease from their impulse toward domination until, having been exalted, they dash themselves down from the height of their fall. And just as those deranged by madness do not see things as they are, but imagine what comes from their passion, so the soul of the greedy man, buried under the love of money, sees all things as gold, all things as silver. He would rather see gold than the sun. He prays that all things be changed into the nature of gold, and indeed he devises this as far as he is able. For what contrivance does he not set in motion for the sake of gold? Grain becomes gold to him; wine is transformed into gold; wool is gilded for him; every trade, every enterprise brings him gold. Gold itself begets itself, multiplied many times over in loans; and the end of his desire is not to be found. For to greedy children we often unsparingly give over the things they eagerly desire, so as to fill them to excess, so that by their excessive surfeit we may produce aversion in them. But the greedy man is not so; rather, the more he is filled, the more he desires. Fire, once it has touched upon burning, hastens to consume all the fuel; and no one can stop it until the fuel fails.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:61
Source · Greek

Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτη θέντα· ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι παρὰ σοῦ τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ' ὀλίγον ἀνάρπαστος ἄγεσθαι μέλλων, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας. Κα λῶς ποιεῖς, φαίην ἂν ἔγωγε πρὸς αὐτόν· ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας· λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών· ἀφάνισον πάντα οἶκον, πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἄρα διανοηθήσῃ; ἦπου πάλιν καθ αιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν. οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν;

English

What can restrain the greedy man? He is fiercer than fire, distributing everything by continual acquisition. He took what belonged to his neighbor; another neighbor appeared, and he appropriated what was his. He does not attend to what lies behind, because it is much, but to what is lacking, because he has neighbors. What has been acquired does not gladden him, but what is lacking grieves him; he does not attend to the enjoyment of what has been gathered, but consumes himself with the desire for acquiring more. Thence come sleepless nights, anxieties, and cares. What shall I do? I will pull down my barns and build greater ones. Fool, this night they demand your soul from you; and the things you have prepared, whose will they be? The laughter of folly is greater than eternal punishment. For he who is about to be snatched away shortly, what does he plan? I will pull down my barns. You do well, I would say to him; for the treasuries of injustice are worthy of being pulled down. Tear down with your own hands what you built badly; undo the granaries, from which no one ever departed having obtained comfort; destroy every house, the guardian of greed; strip off the roofs, remove the walls, show the moldering grain to the sun, lead the imprisoned wealth out of its prison, triumph over the dark dwellings of mammon. I will pull down my barns and build greater ones. But if you fill these too, what then will you finally intend? Will you again pull down and again build? And what is more foolish than this, to toil endlessly, to build with zeal and with zeal to tear down?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:62
Source · Greek

Κἂν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς τὴν αἰώνιον ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἂν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθο ξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤ ῥυέντας, ὧν τὰ λείψανα ὥσπερ σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ἅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελούμενος; Μεγάλην ἔχε τὴν ψυχὴν,

ἄνθρωπε. Τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζονες τὴν αὐτὴν χρείαν πληροῦσι τοῖς ἔχουσιν. Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς τὰς οἰκίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες μεταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις, ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας· καὶ σκόπει, μή σε προκαταλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν ἀλλὰ πονη ρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ' ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος;

English

If you hear, "Sell your possessions and give to the poor, so that you may have provision for eternal enjoyment," you go away grieving; but if you hear, "Give money to women who live in luxury, give it to stone-carvers, craftsmen, mosaic-makers, painters," you rejoice as though you were acquiring something more precious than money. Do you not see these walls that have crumbled with time, whose remains stand up like so many rocks throughout the whole city? How many poor people were there in the city when these were being built, who because of the zeal for these things were overlooked by the rich of that time? Where, then, is the splendid construction of these works? Where is the man who was envied for the magnificence of these things? Are not these things dissolved and vanished, like the things children artfully fashion in the sand in play, while that man lies in Hades, repenting of his zeal for vain things? Have a great soul, O man. Walls, both small and larger, serve the same need for those who have them. You have storehouses, if you wish, in the houses of the poor. Store up for yourself treasure in heaven. The things deposited there moths do not devour, rot does not consume, thieves do not steal. But I will give to those in need then, when I have filled my second storehouses. You have fixed for yourself long periods of life; and consider, lest the one who hastens at the appointed time overtake you first. For the promise is not a proof of goodness but of wickedness. For you promise, not so that you may give afterward, but so that you may put off the present. Since now what prevents the giving? Is the needy man not present? Are the storehouses not full? Is the reward not ready?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:63
Source · Greek

οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται, ὁ γυμνη τεύων πήγνυται, ὁ ἀπαιτούμενος ἀπάγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ. Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Εἶτα, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυ μεῖς· φθαρτὰ δὲ προέμενος, καὶ βασιλείαν οὐρα νῶν λαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. Τί ἀποκριθήσῃ τῷ κριτῇ; ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου κατὰ φρονεῖς; Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γεγένηται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα ὁποῖα ἂν γένηται πτω χῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ὁ ἄθλιος ἄγει τὸν ὀφθαλμὸν, ὥστε ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὕρασθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα τούτων ἀπεμπωλήσω; τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νέον;

English

Is not the commandment clear as day? The hungry man wastes away, the man who lacks clothing is frozen, the debtor is strangled—and you postpone your almsgiving until tomorrow. Hear Solomon: Do not say, "Go away and come back, and tomorrow I will give," when you are able to do good; for you do not know what the coming day will bring forth. Then, when you give gold and acquire a horse, you are not disheartened; but when you are parting with corruptible things and receiving the kingdom of heaven, you weep and refuse the one who asks, and you decline the gift, devising countless pretexts of expense. What will you answer to the Judge? You who clothe the walls, do you not clothe a man? You who adorn your horses, do you overlook your brother in disgrace? You who let your grain rot, do you not feed the hungry? You who bury your gold, do you feel no concern for the man being strangled? How shall I bring before your eyes the sufferings of the poor man? He, having looked around at what is within, sees that there is no gold for him, nor has there ever been; but vessels and clothing, such as the possessions of the poor are, all together worth a few obols. What then? The wretched man now turns his eye to his children, so that by bringing them to the market he may find from there a consolation for death. Consider here the battle between the necessity of famine and a father's affection. The one threatens a most pitiable death, while nature pulls back, persuading him to die together with his children; and often having rushed forward, and often having been checked, at last he was overcome, compelled by urgent need. And what does the father resolve? Which of these shall I sell? And which will the grain-seller gladly see? Shall I go to the eldest? But I am ashamed before his seniority. But the young one?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:64
Source · Greek

ἀλλ' ἐλεῶ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχω μαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατα σκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν· σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ, ἐκ τῶν τοιού των συμφορῶν ὑποδεχομένη τιμήματα· ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος· καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δώῃς φιλονεικεῖς. πανταχόθεν βαρύ νων τὴν συμφορὰν τῷ ἀθλίῳ. Τὴν Σελευκίδα τὸ ὄρνεον, ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ κατα

English

But I pity their age, which is insensible to misfortunes. This one preserves clear the features of his parents; that one is naturally suited to learning. Alas, the perplexity! What am I to become? Against whom among these am I to offend? What beast's soul am I to take up? How am I to forget nature? If I withstand them all, I shall see them all consumed by the affliction. If I let one go, with what eyes shall I look upon those left behind, having already become suspect to them for faithlessness? How shall I dwell in the house, having prepared childlessness for myself? How shall I come to the table, which has its plenty from such a pretext? And he comes with ten thousand tears to sell off the dearest of his children; but the suffering does not bend you, you take no account of nature. But famine holds the wretched man fast, while you postpone and play the hypocrite, making his misfortune longer. And he offers his own entrails as the price of food; yet not only is your hand not sated, receiving payments from such misfortunes, but you also fight against the balance for the greater amount, and you strive that, having taken much, you may give less, everywhere aggravating the misfortune of the wretched man. The Seleucid bird, for the benefit of men, the Creator of all contrived to be insatiable; but you have made your own soul insatiable for the harm of many. Most fish devour one another, and the smaller among them is food for the greater. And if ever it happens that the one who has mastered the smaller becomes the prey of another, they are brought under the one belly of the last. What then do we men do other than this in the

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:65
Source · Greek

δυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἀποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας ἑαυτοῦ. Ἀδίκων ἀδικώτερος ἐφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα, μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἣ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα· ἀπόδος τῷ ἠδικημένῳ, μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον· δὸς αὐτῷ σὺ τὴν ἐλευθε ρίαν, ἵνα κἀκείνῳ κουφοτέραν ποιήσῃς τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἐλευθερίαν παρασκευάσῃς. Μὴ προ φασίζου τοὺς παῖδας. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Κατάλειπε αὐτοῖς μνήμην ἀγα θὴν, ἢ πλοῦτον πολύν· πάντας ποίησαι τοῦ παι δὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, ὑπεξέλ θοις τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα·

English

By the power over those weaker than yourself, how does the man who, with gluttonous love of wealth, hides the weak in the insatiable folds of his greed differ from the last fish? That fish had what belonged to the poor man; you, having taken it, made it a part of your own property. You have shown yourself more unjust than unjust men, and more grasping than a grasping man. See that the same end as the fish does not await you—a hook somewhere, or a basket, or a net. For surely we too, having passed through many unjust deeds, will not escape the final punishment. From greed your father left you possessions; give them back to the one who was wronged; do not claim them as your own—it is an inheritance of sin. Your father unjustly enslaved a man and left him to you as a slave; you give him his freedom, so that you may make his torment lighter and prepare freedom for yourself. Do not use your children as a pretext. Are they children? Store up for them an eternal treasure. Leave them a good memory, or great wealth; make everyone fathers of your child through your kindness. You must one day depart from this life; then you will leave your child in old age, needing those who will stand by him. If you are good and noble, each person will raise your offspring as his own; for he will remember that you too became a father of orphans. But if you have lived in wickedness, grieved many, and become harsher to those you meet than any wild beast, and then slip out of life, you have left your offspring as a common enemy of the living. For just as one who sees a scorpion's child is afraid that, when it comes of age, it may imitate its father—

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:66
Source · Greek

οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα ὑποπτευόμενα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευ θήσεται. Ὡς γὰρ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαμβάνοντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω δὴ καὶ οἱ πλούσιοι ἐκ μικρᾶς δυνάμεως προελθόντες, καὶ ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικη μένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων. Μὴ τοίνυν ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας Μὴ αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν γῆν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκ ἔτι σὴ, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίεις ἄδικον τῷ διαδεχομένῳ τὸν βίον. Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα· ἡ δὲ ἁμαρτία ἀκολουθήσει ὡς σκιὰ, πάσῃ ἑπομένη ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκεν. Ἄλλως τε ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον, τοὺς ὅρους τῶν οἰκείων κτήσεων ὑπερ εξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας· ὥστε ἔνθα ζεύγη δέκα βοῶν εἰργάσατο, κατὰ τὸν Ἡσαΐαν, μόγις κεράμιον ἓν τρυγηθῆναι·

English

Thus also your offspring, suspected of being heirs of their father's wickedness, will be plotted against by all before they come of age. For just as rivers, having started from a small first beginning, then by little additions receiving an irresistible increase, sweep away whatever stands in their way by the violence of their course; so indeed also the rich, having advanced from small power, and from those already oppressed receiving the power to do more injustice, enslave those who remain to those already wronged, and the abundance of their wickedness becomes for them an increase of power, since each of the wronged has more reason to avoid suffering any evil than to exact vengeance for what has already happened. Do not, then, desire your neighbor's land; do not add field to field, increasing your land little by little. For as much as you widen the land by another's addition, so much longer do you make your sin. And the land here remains, having advanced little by little for you, and having become yours through greed, it is no longer yours but those after you, and you leave injustice to the one who succeeds to your life. The land stands forever; but sin will follow like a shadow, attending every soul. For just as the shadow follows the body, so also sin is grown together with the soul. Moreover, all who with the boundary-stones of their neighbors have extended the limits of their own possessions, because their possessions have been acquired through the groaning of the wronged, have been shown to be strangers to the divine blessing; so that where ten yoke of oxen worked, according to Isaiah, scarcely one jar was gathered.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:67
Source · Greek

καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τὸν καρπόν. Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θά λασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ πλεονέκτης δὲ οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίῳ διαδοχῆς· ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνων, καὶ πάντα ἐπινεμόμενος. Ὅσα ἐπι βλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδ' ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Τὸ δὲ ἐντεῦθεν κέρδος τί; Ἀγρυπνίαι, μέριμναι, φροντίδες. Δικαστὴς προσδοκᾶται, καὶ οὗτος περισκοπεῖ, μὴ εἰς δικαστήρια παρασυρῇ. Βουλεύε

ται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρα σκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, πῶς καταδυναστεύσει τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας, ἀμφοτέρους ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν ἀδικηθέντα πλεονεκτήσας. Τὸν πλοῦτον, τὸν μὲν δημοσιεύει, τὸν δὲ κατ ωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος, ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νυνὶ δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ' εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσεται, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Τί ποιεῖς, ἄθλιε; Τῇ γῇ παραδίδως τὸν θησαυρόν.

English

and where six artabae were sown, three measures of fruit are gathered. An evil neighbor in the city, an evil neighbor in the fields is the covetous man. The sea knows its own boundaries; the night does not overstep ancient limits. But the covetous man does not respect time, does not recognize a boundary, does not yield to the succession of inheritance; but he imitates the violence of fire, seizing all things and devouring all things. As many things as the eye looks upon, so many things does the covetous man desire. The eye will not be filled with seeing, and the money-lover will not be satisfied with taking. Hades did not say, It is enough, nor did the covetous man ever say, It is enough. And what is the profit from this? Sleepless nights, anxieties, cares. A judge is expected, and he looks around lest he be dragged into the courts. He deliberates at night, whom of the bitter advocates he will prepare, so that he may hire false testimonies; how he will besiege the man in the desert, how he will overpower him, and having stolen the truth in the court, will destroy both, deceiving the judge and defrauding the wronged man. His wealth, some of it he makes public, and some he keeps buried, laying it up for hopes that are unseen, hopes that are not hopes. For if the storing up were for hopes, the preparation would have been for the eternal hope. But as it is, he hides his unseen wealth in the bed, thinking to turn aside the coming loss. But whether the need will ever come is unclear; yet a time will come in which he will repent, having not managed his wealth well. This is manifest, and I am the one who guarantees it. What are you doing, wretched man? You are handing over your treasure to the earth.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:68
Source · Greek

Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύ σεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία· θορύβους ἐνίησιν, ἢ τὸ ἀποπλανώμενον ὑποδέχεται. Εἰ ἐπιθυ μεῖς τῆς τοῦ γείτονος οἰκίας, γείτων δέ σοι πάντως οὐ λείψει, ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ' ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις· εἰδὼς, ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων, καὶ πλῆθος χώρας ἐκ πλεονεξίας περι ληφθὲν ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως περιωρισμένας οἰ κίας εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Ὁ γὰρ τῶν ἀλλοτρίων ἐρῶν μετ' οὐ πολὺ θρηνήσει, τῶν ἰδίων ἀποστερούμενος. Τί τὸν Ναυουθαὶ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν· οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ Ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ. Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ τοῦ Θεοῦ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς, γέενναν οὐ φοβῇ· πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ φοβεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνη καρδίᾳ διαλεγόμεθα.

English

When will you make use of what you have? When will you enjoy it, always beset by the labors of acquisition? Do you not invent countless pretexts in order to take what belongs to your neighbor? "My neighbor's house blocks my light," he says, "it creates disturbances, or it receives the one who wanders astray." If you desire your neighbor's house, and a neighbor will certainly never be lacking to you, then you must evidently reach the farthest ends of our inhabited world. But if this is impossible, check from the very first thought your impulse toward evil, O man, being content with what you have received, persisting with what you have; knowing that even great houses, because they were established through injustice, are empty of inhabitants, and that a multitude of land acquired through greed has often been shown to be barren of fruits. For divine justice often anticipates the coming judgment, and already brings the unjustly enclosed houses to uselessness, making them desolate of inhabitants, away from their populous dwelling and their splendid abundance. For he who lusts after what belongs to others will soon lament, being deprived of his own. What killed Naboth the Jezreelite—was it not Ahab's desire for his vineyard? Remember that day on which wrath is revealed from heaven. Remember the glorious coming of Christ, when they shall rise, those who have done good to a resurrection of life, but those who have done evil to a resurrection of judgment. Let those things grieve you, and let not the commandment of God grieve you. How shall I persuade you? What shall I say? You do not desire the kingdom, you do not fear Gehenna; from where will healing be found for your soul? For if terrifying things do not frighten you, and radiant things do not urge you on, we are speaking to a heart of stone.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:69
Source · Greek

Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, ὦ πλεονέκτα, καὶ δοῦναι σχολὴν τοῖς ἑαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι, πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέτακται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος παρανομεῖς; τί συνάγεις χερσὶν ἀκαρπίαν, καὶ ὕλην τῷ αἰωνίῳ πυρί; Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐχ ἑαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλ μῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι κατα βοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παρα στήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ, οὐκ ἔνι πιθανότης ῥη μάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοη θῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμένος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμέ νος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔν θεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, τοὺς γείτονας οὓς παρώργιζες. Πάντα σοι ἐπαναστήσεται, καὶ πονηρὸς

English

I wished you to take a little breath from the works of injustice, O covetous man, and to give leisure to your own thoughts, so as to consider to what end the zeal of your doings is directed. You have so many plethra of arable land, as many more of planted land, mountains, plains, glens, rivers, meadows. What then after these things? Do not three cubits await you? Will not the weight of a few stones suffice for the guarding of your wretched flesh? For what sake do you transgress the law? Why do you gather with your hands barrenness, and fuel for the eternal fire? Will you never sober up from this drunkenness? Will you not heal your thoughts? Will you not become your own? Will you not set before your eyes the judgment seat of Christ? What will you answer, when the wronged, standing around you in a circle, cry out against you before the righteous judge? What will you do? What advocates will you hire? What witnesses will you set before you? How will you persuade the judge who cannot be deceived? There is no orator there, there is no persuasiveness of words able to steal the truth from the judge; flatterers do not follow, nor money, nor the bulk of rank. Desolate of friends, desolate of helpers, without an advocate, without a defense, put to shame you will be left, sullen, downcast, isolated, without boldness of speech. For wherever you turn your eye, you will see vivid images of your evils: on this side the tears of the orphan, on that the groaning of the widow, from another direction the poor beaten down by you, the servants whom you tore, the neighbors whom you provoked to anger. All things will rise up against you, and the wicked

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:70
Source · Greek

χορὸς τῶν κακῶν σου πράξεων περι στοιχίσεταί σε. Οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ ἐμφράσσεται πᾶν στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατεσκεύασται. Φύγωμεν τοιγαροῦν τὸ τῆς πλεονεξίας χαλεπώτατον πάθος, ὅση δύναμις· φύγωμεν, ἵνα καὶ τὴν ἀπειλουμένην ἡμῖν τιμωρίαν φύγωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΑΜΑΡΤΙΑΣ.}1 {ΛΟΓΟΣ Ζʹ.}1 Πολὺν, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσ άγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶ παρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφορεύειν εἰώθασι· καὶ εἰ ἰδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυκνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑπο τεμνόμενοι προκαλύμμασιν, ἀθρόως ἐπιπηδῶσιν αὐ τοῖς, ὥστε μὴ δυνηθῆναί τινας τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν, πρὶν εἰς τούτους ἐμπεσεῖν·

English

The chorus of your evil deeds will line up against you. There is no denial there, but every shameless mouth is stopped. For the deeds themselves testify against each person, not uttering a voice, but appearing such as they have been fashioned by us. Let us therefore flee the most grievous passion of greed, with all our might; let us flee, so that we may also flee the punishment threatened against us, and obtain the eternal good things in Christ Jesus our Lord, to whom be the glory and the power, with His Father who is without beginning, and the all-holy and life-giving Spirit, now and always and unto the endless ages of ages. Amen. {ON SIN.} {HOMILY 7.} Great, beloved, and varied is the war that the enemy of truth brings against us day by day. He brings it, as you know, making our own desires into weapons against us, and always taking strength from us to harm us. And just as wicked and greedy men, whose work and purpose it is to grow rich from the property of others, but who lack the power to use force openly, are accustomed to lie in wait on the roads; and if they see some spot beside them, either broken up by deep ravines, or overshadowed by dense vegetation, they sink down into it, and by cutting off the travelers' long-range view with such coverings, they suddenly leap upon them, so that some cannot see the snares of danger before falling into them;

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:71
Source · Greek

οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος διάβολος, τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου πεφύκασι δειναὶ κρύψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Ἀλλ' ὥσπερ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ φυλάσσων ἡμᾶς ἄγγελος καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει· ἀλλ' ἀεὶ παρεδρεύει τοῖς πεπιστευκόσιν ἐπὶ τὸν Κύριον, ἐὰν μή ποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἀπελαύνει δυσωδία οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Εὐχῆς μὲν οὖν ἄξιον, μὴ προσάψασθαι τοῦ κα κοῦ· δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Οἶδα γάρ τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ, ταῖς ἁμαρτίαις παραμείναντας. Ὥσπερ γὰρ οἱ ἐν βορβόρῳ κυλινδούμενοι χοῖροι ἀεὶ προσπλάτ τουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσ σονται. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ὠδίνεται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα·

English

Thus the hostile and adversarial devil, lurking from above under the shadows of worldly pleasures—shadows that naturally lie along the road of life, terrible for hiding a robber and making the one plotting against us escape notice—from there sows the snares of destruction for us unexpectedly. But just as the walls of cities, set around them in a circle, repel the assaults of enemies from every side, so also the angel who guards us both fortifies us in front and keeps watch behind, and does not leave even the flanks unguarded; but he always attends those who have believed in the Lord, unless we ourselves at some point drive him away by our evil deeds. For just as smoke drives away bees, and a foul smell repels doves, so also the tearful and foul-smelling sin drives away the angel who guards our life. It is therefore worthy of prayer not to touch evil at all; but the second voyage is, immediately after the experience, to flee as from the bite of a venomous creature. For I know some who in their youth slipped down into the passions of the flesh, and through habit of the evil remained in their sins even to gray old age itself. For just as pigs rolling in the mire always plaster the mud upon themselves, so these daily smear upon themselves the shame that comes from pleasure. For sin, while it is in labor, has some shame; but once it is accomplished, then it makes those who practice it more shameless. So then, while we sin in small and few ways, tossed about like plants by a gentle breeze, we are stirred somehow quietly.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:72
Source · Greek

ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτη μάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλέον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Τῷ μὲν γὰρ ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Καὶ γὰρ τῶν ἁμαρτανομένων τὰ μὲν

ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Ὁ μὲν γάρ τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις. Ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετὴν, ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τἄλλα οἷς ψυχὴ παιδαγωγεῖ ται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν αὐτὴν ἁμαρτίαν ὑπώλισθε. Πῶς οὖν οὐχὶ βαρυτέρας δι καίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρη σάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνεργίαν καὶ δι' ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς.

English

But when the evils are more numerous and greater, in proportion to the increase of sins the tossing is naturally intensified as well. And some are shaken more, while others are overturned even to the point of being cast down root and branch, when the spiritual forces of wickedness, more violently than any tempest, break apart the so-called roots of the soul, by which it had been established in the faith that is according to God. For to the one who has sinned involuntarily against what is fitting, perhaps some forgiveness may come from God; but for the one who has deliberately chosen the worse, there is no excuse, so as not to undergo a manifold punishment. For of sins, some are involuntary, and some are sinned from an evil intent. In one way, then, involuntary sins obtain forgiveness, and in another way those from a depraved choice are condemned. For one man has sinned, having been evilly raised from the beginning; for he was brought into life by unjust parents, and was brought up both in unlawful words and deeds. Another, having many things that summon him to virtue—a most reverend upbringing, the admonition of parents, the exactness of teachers, the hearing of more divine words, a disciplined manner of life, and the other things by which the soul is trained toward virtue—then himself also slipped into the same sin. How, then, will such a man not justly be deemed worthy of a heavier punishment? For the one will be called to account for the saving starting points alone that were sown in our thoughts, as not having used them soundly; but the other, in addition to this, also as having betrayed all the cooperation given to him and been dragged by negligence into an evil life.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:73
Source · Greek

Ποῖα οὖν τῶν ἁμαρτημάτων συγγνώμην ἔχειν δύναται παρὰ τῷ Θεῷ; πόσα δὲ καὶ πηλίκα ἁμαρτήσας τις, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπει θείας; Οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος σαφῶς κρίνομεν τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα εὑρίσκομεν, τὰς θείας ἀναλαβόντες Γραφάς. Ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκοντες τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα ἀναλέξαντα ἱστορίαν· ὧν ἑκάτερος οὐδὲν οὐδέποτε ἄλλο οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως, εὑρίσκεται. Ἀλλ' ὁ μὲν ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται. Ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθημάτων, οὔπω δὲ εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδε χθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας, οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ σκηνῇ, σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συν εγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην.

English

What sins, then, can obtain forgiveness from God? And how many and how great sins must one commit to become liable to the judgment of disobedience? We judge clearly that disobedience toward God consists neither in the number of sins committed nor in the magnitude of the sins, but in the transgression of any commandment whatsoever, and we find that the judgment against every disobedience to God is common, taking up the divine Scriptures. In the Old Testament we read of that fearful end of Achar, or the story of the man who gathered wood on the Sabbath; neither of these is found to have ever sinned against God in anything else, nor wronged a man, nor done anything great or small at all. But the one, for the single and first gathering of wood, pays the penalty without remission, finding no place for repentance; for by the command of God he is immediately stoned by all the people. And the other, because he alone stole something from the dedicated offerings—not yet brought into the assembly, nor yet received by those appointed over such things—became the cause of destruction, not for himself alone, but also for his wife and children, and besides for his very tent, together with all his own. And the evil of the sin was soon about to spread like fire over all the people as well, and that too though they neither knew what had happened nor had consented with the one who sinned, unless the people, quickly crushed by the fall of the men who were put to death, had perceived the wrath of God, and Joshua the son of Nun had fallen down together with the elders, sprinkling dust on himself; and so the guilty man, detected by lot, paid the penalty already mentioned.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:74
Source · Greek

Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋ σέως, Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπει ράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέγειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ' αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου, Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι' ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον. Ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ καταξιούμενον ῥήματι· οὐχὶ ὄντως ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον; οὐχὶ κἀκεῖνο ἀληθὲς εἶναι πεισθήσομαι, τὸ, Εἰ ὁ δί καιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω; Ἡλεὶ ὁ ἱερεὺς ὑπὲρ τοῦ ἰδίου βίου μηδὲν ἐγκαλούμενος, ὅτι μὴ τοῖς υἱοῖς ἐπεξῆλθε σφοδρότερον, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ

English

But what of Miriam, the sister of Moses? She spoke against Moses only in the way of censure, and that truthfully (for he had taken an Ethiopian woman as his wife, it says), yet she was visited by such great indignation from God that not even Moses himself, pleading on her behalf, could obtain forgiveness of the penalty for her sin. And why need one speak of these things, passing over Moses himself, that servant of God, that great man, who was deemed worthy of such great and mighty honor from him, and who was so testified of by him as to hear, "I know you above all others, and you have found favor before me"? For he, at the water of Meribah, for no other reason than that he should merely say to the people murmuring for lack of water, "Shall I bring you water out of this rock?"—for this alone he straightway receives a threat from God, that he would not enter the land of promise, which was then the sum of the promises made to the Jews. When, then, I see this man entreating and not being forgiven; when I see that for all his great achievements he is not deemed worthy of any pardon for that brief word—do I not truly see the severity of God, as the Apostle says? Am I not to be persuaded that this also is true: "If the righteous man is scarcely saved, where shall the ungodly and the sinner appear?" And why do I say these things? Eli the priest, accused of nothing in his own life except that he did not deal more severely with his sons, stirred up such anger that, in his forbearance...

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:75
Source · Greek

τοῦ Θεοῦ, ὥστε ἐπαναστάντων ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνους ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν μιᾷ ἡμέρᾳ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς τοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐ τὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίσεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι. Ἐφ' οἷς πό σον τινὰ συνέβαινεν εἶναι καὶ κατ' αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἡλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ, ἀπειλὴν ἐδέξατο τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Καίτοι, τοῦ μὲν ἰδίου βίου ἕνεκεν, οὐδὲν ᾐτιάθη ὁ πρεσβύτης ποτέ. Καὶ αὐτοῖς δὲ τοῖς υἱοῖς οὐχ ὑπέμεινεν ἐφ ησυχάσαι· ἀλλὰ πολλὰ μὲν παρῄνει, περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐμμένειν, Μὴ τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν. Ὅμως ἐπειδήπερ οὐχὶ τὸν πρέποντα ζῆλον κατ' αὐτῶν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις, καὶ τῷ λαῷ, τοσαύτην τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Καίτοι ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος· ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι.

English

of God, so that when the foreigners rose up, those sons of his were slain in battle in a single day, and the whole people was defeated, and many of them fell, and things happened concerning the ark of the holy covenant of God such as had never been heard before; so that the ark, which it was lawful neither for the Israelites nor indeed for all the priests themselves even ever to touch, nor did any chance place receive it, was carried about from place to place by impious hands, and instead of the holy things, idols were set up in temples. From these things one may conjecture how great a laughter and mockery against the very name of God arose among the foreigners. On account of these things, Eli himself also, having come to a most pitiable end, received the threat that his seed would be removed from the priestly dignity; which also came to pass. And yet, as regards his own life, the old man was never accused of anything. Nor did he remain silent with respect to his sons themselves; but he admonished them much, that they should no longer persist in such practices, saying, "No, my children, no; the reports are not good which I hear about you." Nevertheless, since he did not display the zeal that was fitting against them, he kindled against himself and them and the people so great a wrath of God. And yet reproof seems to have as its end the correction of the one who sins; but reviling comes about for the shame of the one who has stumbled.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:76
Source · Greek

Εἰ γὰρ καὶ τὰ πλεῖστα κατωρθωκέναι δοκεῖ τις, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ Θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δικαίως ὑφέξει. Κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει. Τοιαῦτα μὲν οὖν ὅτι πλεῖστα κατὰ τὴν Παλαιὰν Διαθήκην εὑρίσκομεν κατὰ πάσης παρακοῆς τὰ κρί ματα· οὐχ ἧττον δὲ τούτων ἐν τῇ Καινῇ ἐρχόμενος, ἀλλὰ καὶ πολλῷ πλείω καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα, οἷον· Ὁ δοῦλος ὁ γνοὺς τὸ θέλη μα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· καὶ ὅλως οὐκ ἀπολύ σαντος μὲν τοῦ Χριστοῦ οὔτε τὸν κατ' ἄγνοιαν ἡμαρτηκότα τῆς τιμωρίας, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος. Καὶ πάλιν, Ὁ οὐ ρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὁ μακάριος ἀπό στολος Παῦλός φησι· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πᾶν ὕψωμα καὶ πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχον τες ἐκδικῆσαι πᾶσαν παρακοήν. Καὶ ἀλλαχοῦ πάλιν· Οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσίν· καὶ πάλιν· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὥστε οὐδὲν ἀνεκδίκητον ἀφίεται παρὰ τῷ Θεῷ. Εἰ δὲ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα·

English

For even if someone seems to have set most things right, but neglects a few things, or even a single commandment of any kind whatsoever, or remains indifferent and undisturbed by the one who has transgressed, and does not display good zeal according to the judgment of God, for this alone he will justly be liable. And even if he suffers such a thing from ignorance, not even in this way does he escape unpunished. Such, then, are the very many judgments we find throughout the Old Testament against every disobedience; but coming to the New, I learn the severity of the judgment not less than these, but much more, for example: The servant who knew the will of his own master and did not do it will be beaten with many blows; but the one who did not know, yet did things worthy of blows, will be beaten with few. And in general, Christ does not release from punishment even the one who has sinned in ignorance, but intensifies the threat more severely against those who sin knowingly. And again, he says, Heaven and earth will pass away, but my words will not pass away. And the blessed apostle Paul says: Casting down reasonings, and every high thing that exalts itself against the knowledge of God, and taking every thought captive to the obedience of Christ. Every high thing and every thought—not this one or that one. And having in readiness to avenge every disobedience. And again elsewhere: Those who practice such things are worthy of death; and again: You who boast in the law, through your transgression of the law you dishonor God. So that nothing is left unavenged by God. But if these things are only words and not deeds—

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:77
Source · Greek

ἰδοὺ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἐν Κορίνθῳ ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς, ἐπὶ τούτῳ μόνῳ οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις καρποῖς τῆς μετανοίας διορθώσηται τὸ πλημμέλημα, ἀλλὰ καὶ πᾶσα ὁμοῦ ἡ Ἐκκλησία, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περι βάλλεται τοῖς ἐγκλήμασι. Τί δὲ Ἀνανίας ὁ ἐν ταῖς Πράξεσι; τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται, ἢ ἐκεῖνο αὐτό; Ποῦ νῦν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρή ματα θεῖναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων, νοσφισάμενος ἀπὸ τῆς τιμῆς, καὶ ἐπὶ τούτῳ παρ' αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θανάτῳ καταδικάζεται, οὐδὲ τοὺς περὶ μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυγῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετα νοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ μακάριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μό νος δὲ πλείω τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω

English

Behold the man in Corinth who had his father's wife, accused of nothing else, for this alone not only is he himself handed over to Satan for the destruction of the flesh, until by worthy fruits of repentance he corrects the offense, but the whole Church together, since it did not punish the sin, is encompassed by those same charges. And what of Ananias in the Acts? What other evil is he found to have done, except that very thing? Where now does he appear worthy of such great wrath? Having sold a possession of his own, he brought the money to lay at the feet of the apostles, having kept back part of the price, and for this, at that very hour, he is condemned to death together with his wife, not even deemed worthy to learn words concerning repentance for the sin, not finding even a time to be pricked with compunction for it, not receiving a set period to repent. But the servant of such and so great a judgment, the blessed Peter, who was preferred above all the disciples, and alone was testified of and blessed more than the others, who was entrusted with the keys of the kingdom of heaven, when he hears from the Lord, If I do not wash

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:78
Source · Greek

σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα, οὐδὲ μιᾶς μὲν ἁμαρτίας, οὐδὲ μιᾶς καταφρονήσεως ἔμ φασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Κύριον, καὶ Θεὸν, καὶ βασιλέα, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσάμενον τὸ λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς οἰκείας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἐπὶ τούτῳ τὴν τοσαύτην ἐκδέχεται ἀπειλὴν, ὡς εἰ μὴ ἔφθασε τῇ ταχύτητι καὶ σφοδρότητι τῆς ὑπακοῆς διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑρίσκω ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπι λείψει με τάχα διηγούμενον ὁ χρόνος. Πλὴν ἐκεῖνο μόνον πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον, τὸ ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ πρὸς τοὺς ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένους λεχθὲν παρ' αὐτοῦ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐ τοῦ·

English

If you have no part with me, what heart, however stony, will not be moved to fear by the judgments of God? And this, when he had given no occasion of even one sin, nor of even one contemptuous act, but had rather exercised surpassing honor toward the Master, and had displayed the reverence befitting a servant and disciple. For when he saw his own Lord and God and King and Savior, and at once all things, girded with the towel in the form of a servant, and willing to wash his feet, immediately, as if coming to a sense of his own unworthiness, and struck with awe at the dignity of the one approaching, he cried out: Lord, do you wash my feet? And again: You shall never wash my feet. For this he receives so great a threat that, unless by the swiftness and vehemence of his obedience he had corrected his contradiction, none of the blessings and gifts and promises from the Lord would have sufficed to console him for his present disobedience, not even the revelation itself of the good pleasure of God and the Father in his only-begotten Son, so great and such as it was. But if I wish to recount these things, as many as I find from the Old and New Testament, time will perhaps fail me as I narrate them. However, it is necessary to mention only this for the present: what was said by our Lord Jesus Christ on the great and fearful day of judgment to those standing on his left: Go from me, you cursed, into the eternal fire, prepared for the devil and his angels.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:79
Source · Greek

οὐχ ὅτι ἐφονεύσατε, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε, ἀλλ' ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ὁ τοίνυν μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπὸ τῆς ἐγκρατείας, πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν· εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ' ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρα τὴς ὁ τοιοῦτος, ὡς οὔτε ὑγιὴς ὁ ἑνὶ σωματικῷ πάθει παρενοχλούμενος· οὔτε ἐλεύθερος ὁ ὑφ' ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος. Τοῖς μὲν οὖν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε, πάσας διεξεληλυθότες τὰς πληγάς; Πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων, συντριμμὸς ὑμᾶς μένει. Τῶν δὲ περιστατικῶς συμβαινόντων τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται· τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων· ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωσμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις γὰρ οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ' ἀφανισμὸς ἀπειλεῖται. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται, καὶ οὐδαμοῦ ἡ διόρθωσις; ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγεία βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ τὰ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο, καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμη μένων κακῶς.

English

It is not because you murdered, or committed fornication, or lied, or wronged someone, or did any other forbidden thing, even the slightest, but because you neglected good works. For he says, I was hungry and you did not give me food; I was thirsty and you did not give me drink; I was sick and in prison, and you did not visit me. Therefore the one who is not enervated nor bent down by self-control has set right every avoidance of sins; but if he has fled most sins yet is mastered by one, such a person is not self-controlled, just as one troubled by a single bodily passion is not healthy, nor is one free who is ruled by even one chance thing. To those, then, who sin in curable ways the word threatens, that he will visit their lawless deeds with a rod and their injustices with lashes; but to those who are incurable it says: Why are you still struck, having gone through all the blows? You have despised all the corrective lashes; destruction awaits you. Of the things that happen circumstantially, some come about for the sake of sins; some for the correction of the character of those being tested; others for the wiping out of those who are given up, as in the case of Pharaoh. For upon these no longer blows nor lashes, but annihilation is threatened. Why are you still struck, whose bodies and souls alike have been lashed, and there is correction nowhere? And often even sickness is beneficial, when it is about to discipline the one who sins; and health is harmful, when it becomes a provision for sin for the one who has it. Thus also wealth has already become for some a service to licentiousness, and poverty has brought many of those who were rushing toward evil to their senses.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:80
Source · Greek

Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ· ἀλλ' ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός. Οἱ μέντοι πολλοὶ τῶν ἀνθρώπων καὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφο ροῦντες ἐπ' αὐτοῖς καὶ καταφρονοῦντες, ὡς μηδε μιᾶς ἐκδικήσεως γενησομένης. Ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχων, καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον, ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τῇ ἑαυτοῦ ψυχῇ ταύτην ἵστασθαι φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων, κατὰ τὸν λέγοντα· Ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Πολλοὶ δὲ καὶ ἐπι

στρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνή μας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι' αὐ τῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρτίαν. Κακία γὰρ σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ἡ δὲ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται ὁ λόγος, φησιν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλείπω· ὧν δ' ἂν παντελῶς ἀπογνῷ, τούτους ἀνέτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς, καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Καὶ γὰρ ἐπεὶ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἁμαρτία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον ὡς πρὸς τὰ τραύματα· οὐδὲ χρεία τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ, φησὶ, τὰ συμπτώματα ἢ ὥστε τούτοις ἐνδοῦναι.

English

Do not flee what you should not, nor take refuge in what you should not; but let there be one thing for you to flee, sin, and one refuge from evils, God. Yet the many among men even make themselves forgetful of former sins, being indifferent to them and despising them, as though no vengeance would ever come. But he who keeps the judgment seat of God before his eyes at all times, and is persuaded that we shall all stand before the judgment seat of Christ, so that each may receive the things done through the body, according to what he has done, whether good or evil, stands always in agony, and taking care that this pain be set before his own soul, he accuses himself through his confessions to God, according to him who says: My pain is before me continually. But many also, having turned from evil works, as it were retaining the memories of old deeds, are often renewed by them into sin that lies quiet. For evil kept silent is a hidden disease in the soul. But the ease of sinners comes by abandonment. For those for whom the Word provides, he says: I will never leave you, nor will I ever forsake you; but those whom he wholly despairs of, he lets go at ease to do the desires of the flesh and of their minds, since the corrective discipline would be of no profit to them. For since sin is beyond a wound and a bruise and an inflamed blow, it is not possible to apply a poultice for the blow, nor oil for the wounds; nor is there need of the help that comes from these; for, he says, the symptoms are greater than to yield to these.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:81
Source · Greek

Καὶ ἐπει δὴ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάν τας πολλάκις ἔφθασε. Καὶ πᾶσα καρδία λυπηρὰ γέγονεν, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὸ ἁμαρτήματα. Ὥσπερ οὖν τῆς τομῆς, ἢ τοῦ καυ τῆρος, οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ' ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν. Ἔρχεται γὰρ καὶ δι' ὀλίγους κακὰ, καὶ μοχθηρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Καὶ καθάπερ ὁ λοιμὸς, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι πέφυκεν· οὕτω καὶ οἱ ἐργάται τῆς ἀνομίας, τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦσι, πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφεύγωσι τὰ ὀνείδη· καὶ ἄλλος ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Οὔτε γὰρ πῦρ, εὐκατα πρήστου ὕλης ἁψάμενον, δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ πάντας τοὺς ἐγγίζον τας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται, καὶ εὐκαιρίας, καὶ καμάτων, καὶ συνεργῶν, καὶ τῆς λοιπῆς χορηγίας.

English

And since the whole nation was sinful, and all the people was full of lawlessness, therefore punishment also often reached all. And every heart became sorrowful, when the people was led into captivity because of sins. Just as, then, the physician is not the cause of the cutting or the cautery, but the disease; so also the destructions of cities, having their beginning from the excess of sins committed, acquit God of all blame. For evil comes even because of a few, and a people has reaped the fruits of some wickedness. Achar committed sacrilege, and the whole army was scourged. Zambri again committed fornication with the Midianite women, and Israel fell under judgment. And just as the plague, when it has touched one man or beast, is by nature spread by transmission to all who come near; so also the workers of lawlessness strive to bring their own evil upon all, ambitious that many become like themselves, so that in the fellowship of evils they may escape reproaches; and each transmitting the disease to another, they are sick together and perish together. For neither is fire, when it has touched readily combustible material, able not to pass through all of it, especially if it finds a favorable wind carrying the flame along; nor is sin, when one has touched it, able not to pass through all who come near, since the spirits of wickedness kindle it. For actions done through the body require time, and opportunity, and labors, and accomplices, and the rest of the provision.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:82
Source · Greek

Αἱ δὲ τῆς διανοίας κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦν ται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσι. Καί πού τις τῶν σοβαρῶν καὶ κατοφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύνης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος πολλάκις τοῖς ἐπ' ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπέδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαντασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφίῳ τῆς καρδίας ἐργαστηρίῳ ἐναργῆ τὴν ἡδονὴν ἑαυτῷ ζωγραφήσας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν εἰργάσατο. Τὸ γὰρ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν· διότι αἱ μὲν τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συναπαρτιζο μένην ἔχει τὴν ἁμαρτίαν. Ὡς γὰρ ἡ σκιὰ τῷ σώ ματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Τελεία μὲν οὖν κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διά νοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων· ἀλλ' ὅσον ἐλ λείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαι ρεθήσεται. Τὸν μέντοι παραδεχθέντα εἰς τὴν ἀδελφότητα, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ' οὗ, καὶ εἰς ὃν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεὸν ἁμαρτήσῃ τις, φησὶ, καὶ τίς προσεύξεται περὶ αὐτοῦ;

English

The movements of the mind are accomplished without time, carried out without toil, constituted without effort, and have every season as suitable. And where is one of those pompous and brow-furrowed men who pride themselves on gravity, wearing a mask of chastity on the outside, often sitting in the midst of those who call him blessed for virtue, yet has fled in his mind to the place of sin in the hidden movement of his heart? He has seen with his imagination the things he desires, he has stamped upon himself some unseemly conversation, and altogether, having painted pleasure vividly for himself in the secret workshop of his heart, he has committed sin within, without a witness. For the greater part of sin is fulfilled in the impulse according to intention; because the actions of the body are interrupted by many things, but he who sins according to intention has sin completed together with the swiftness of his thoughts. For as the shadow follows the body, so sins follow souls, portraying their actions vividly. Complete wickedness, then, is to sin both in judgment and in deeds; but half of the evil is for sin to stop at the impulse according to the mind. Therefore he who sins according to the mind is not entirely unpunished; but to the extent that he falls short of the evil, to that extent his pains will be subtracted for him. But the one who has been received into the brotherhood and then has broken his confession must be regarded as having sinned against God, before whom and to whom he deposited the confession of his covenants. But if someone sins against God, it says, who will pray for him?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:83
Source · Greek

Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τὸ τοῦ Θεοῦ ἀνάθημα. Οἷς

εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλὴν πάρ οδον σκέπης ἕνεκεν ἐπιδημήσειεν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύει ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ. Οὕτω γὰρ καὶ τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν τὴν ἀρχὴν βλαστηθὲν, ὑπὲρ δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύ σεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τρι βόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἀλλ' ἡ τῶν παθῶν κακία, διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας, ἀδόκιμον γνῶσιν ἐντίθησιν. Ὁ μὲν γὰρ μέγας ἀθλη τὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει ὁπόθεν αὐτῷ τοῦτ' ἐγένετο. Διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαβὶδ ἐπειδὴ περὶ τὴν ψυχὴν αὐτὴν ἐνενοσήκει, αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο, παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Ὅτι γὰρ τὰ βέλη σου ἐνεπάγησάν μοι, φησὶ, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη λογικὰ εἶναι· μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύτ τοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτοῦ τιμωρουμένους καὶ κολάζοντας.

English

For whoever has dedicated himself to God and then leaps away to another manner of life has become a temple-robber, stealing himself away and taking off the offering that belongs to God. For such a person it is reasonable that the door of the brethren should no longer be opened to him, not even if he should arrive by a mere side path for the sake of shelter. For the apostolic canon is clear, commanding us to withdraw from every disorderly person and not to associate with him, so that he may be put to shame. For thus the rose also was at first produced without a thorn, but for the beauty of the flower the thorn was yoked alongside it, so that in the delight of enjoyment we might have grief lying close at hand, remembering the sin on account of which the earth was condemned to bring forth thorns and thistles for us. But the wickedness of the passions, through ignorance concerning God, implants a reprobate knowledge. For the great athlete Job, having endured all kinds of trials, did not fail to know whence this came to him. Therefore he said: For the arrows of the Lord are in my body, whose fury drinks up my blood. But David, since he had been diseased in the soul itself, punished himself, subjecting himself to all kinds of chastisements in the ways of confession. For he says: Your arrows have been fixed in me, and you have set your hand upon me. There is no healing in my flesh because of the face of your anger. There is no peace in my bones because of the face of my sins. And it seems to me that the arrows spoken of here are rational—or rather, the very words of God, piercing and wounding his soul, and punishing and chastising his conscience.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:84
Source · Greek

Ἐπεὶ τοσοῦτος ἦν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκεν. Ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἑάλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα τῷ Ἰὼβ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπὼν, Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐ τῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν, Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Ἐγὼ δὲ τρεῖς ταύτας διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς τοῦ Χριστοῦ καθορῶ, δουλείαν, μισθαρνίαν, υἱότητα. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τῇ δουλικῆ· ἢ τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, ἕνεκεν τῆς ἑαυτῶν ὠφελείας πληροῦμεν τὰ προστεταγμένα, καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι' αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατηξιώθημεν· καὶ ἐσμὲν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει.

English

Since the man was so great, and had obtained so much from God, he gave himself over to a shameful deed. For since he was found unguarded, he did not withstand the fiery arrows of the evil one, and being rightly wounded in his soul, he was captured by desire. And just as the arrows of the devil—the wounds inflicted on Job's body—since they came about by God's permission, he called arrows of the Lord, saying, "For the arrows of the Lord are in my body, whose fury drinks up my blood"; so it is likely that David here too called them arrows of the Lord, since by the Lord's permission the adversary warred against him, so that he might learn not to say, "I shall never be shaken." For since, being strengthened by the grace of God, he once thought greatly of himself, so as to grow insolent and say, "But I said in my prosperity, I shall never be shaken," for this reason he was rightly handed over to the tempter, who, laying hold of his soul, did him greater harm than Job. And I observe these three distinctions of disposition with respect to the unavoidable necessity of obedience to Christ: slavery, hired service, and sonship. For either, fearing punishments, we turn away from evil, and we are in the disposition of slaves; or, pursuing the gains of reward, we fulfill what has been commanded for the sake of our own advantage, and in this we resemble hired servants; or, for the sake of the good itself and the love toward the one who gave us the law, rejoicing that we have been deemed worthy to serve so glorious and good a God—and thus we are in the disposition of sons.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:85
Source · Greek

Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιήσει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως φοβερὰν ἑαυτῷ ὑπολήψεται· καὶ διὰ τοῦτο μακαρίζεται, ὡς οὐδὲν αἱρούμενος παριδεῖν τῶν δεόντων (Μακάριος γὰρ, φησὶν, ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· διὰ τί; ὅτι ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα). Ἀλλ' οὐδὲ ὁ μισθωτὸς παραβῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι λείπῃ τῶν ἀναγκαίων, ἄχρηστον τὸ ἔργον τῷ κεκτη μένῳ κατέστησε. Τίς οὖν, μενούσης ἔτι τῆς βλάβης, μισθὸν ὑποτελεῖ τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς σκοπὸν ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐ τὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται; Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαίνοντες, ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε

English

Therefore, the one who fulfills the commandments out of fear, and who always suspects the penalty of negligence, will not do some of the things commanded him and overlook others; rather, he will regard the vengeance for every disobedience as equally fearsome to himself; and for this reason he is called blessed, as choosing to overlook nothing of what is required (for blessed, it says, is the man who fears the Lord; why? because in his commandments he will delight greatly). But neither will the hired servant choose to transgress any of the things appointed. For how will he receive the wage of his labor if he has not fulfilled all that was agreed? For if even one of the necessary things is lacking, he has made the work useless for the one who owns it. Who then, while the harm still remains, will pay a wage to the one who did the wrong? Third was service according to love. What son, then, who has as his aim the pleasing of his father, and who gladdens him in the greater things, will choose to grieve him for the sake of the smallest things? Those, therefore, who transgress most of the commandments, in what rank do they wish to be placed? Neither serving God as a Father, nor obeying him as one who promises great things, nor

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:86
Source · Greek

ὡς Δεσπότῃ δουλεύοντες. Πῶς δὲ τὸν καθ' ἡδονὴν βίον τοῦ κατ' ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ' ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄν τως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ' εὐχαριστίας δεξάμενος; Πῶς μετὰ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ Δανιὴλ, ὁ μὴ μετ' ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλο πόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ ἐλεημοσύνην καὶ κρί σιν ὁ Κύριος. Ἔμαθες ἐπὶ τίνας τὸ ἔλεος; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς, πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ, οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων; Ἐλεήμων γὰρ ὁ Κύριος καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Κύριον γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέ χει.

English

As serving a Master. But how could we, who have preferred a life of pleasure to a life according to the commandment, set before ourselves the blessedness of life, and the equal citizenship of the saints, and the joys with the angels in the presence of Christ? Such imaginings belong to a truly infantile mind. How shall I be with Job, who have not received even an ordinary affliction with thanksgiving? How with David, who have not been disposed patiently toward the enemy? How with Daniel, who have not sought God with continuous self-control and labor-loving prayer? How with each of the saints, who have not walked in their footsteps? Who is so undiscerning a judge of contests as to deem worthy of equal crowns the victor and the one who has not contended at all? What general ever called to an equal share of the spoils with the conquerors those who did not even appear at the battle? God is good, but also just. And it belongs to the just to render to each according to worth, as it is written: Do good, O Lord, to the good. But those who turn aside into crooked ways, the Lord will lead away with the workers of lawlessness. He is merciful, but also a judge. For the Lord loves mercy and judgment. Have you learned upon whom mercy falls? Blessed, he says, are the merciful, for they shall obtain mercy. Do you see how he employs mercy with judgment, neither showing mercy without judgment nor judging without mercy? For the Lord is merciful and just. Let us not, then, know the Lord by halves, nor take his love for mankind as an occasion for slackness. For this reason there are thunders, for this reason lightnings, so that his goodness may not be despised. He who makes the sun rise also condemns blindness. He who gives the rain also rains down fire.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:87
Source · Greek

Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας. Ἢ δι' ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβη θῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σε αυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Τί δέ μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰ πὼν τὸν ἀδελφὸν, ἔνοχος γενέσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφελος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ' ἑνὸς κρατουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ κέρδος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ' ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ὁ γὰρ τὸ θέλημα τοῦ Θεοῦ ἐργαζόμενος, μὴ καθὼς δὲ θέλει ὁ Θεὸς, μηδὲ ἐν δια θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τούτου σπουδήν. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Τοιγαροῦν, εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως, ἄνθρωπε, μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τινὰ τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Θεοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τι μῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτήνεσι. Πῶς γὰρ τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς, ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες;

English

Those things are of goodness, these of severity. Either let us love because of those, or let us fear because of these, so that it may not be said also to us: Or do you despise the riches of his goodness and forbearance, not knowing that the goodness of God leads you to repentance? But according to your hardness and impenitent heart, you treasure up for yourself wrath in the day of wrath. But what profit is there to me from other good deeds, if, having called my brother a fool, I am to become guilty of Gehenna? For what profit is freedom from many things to one who is held by a single thing into slavery? For he who commits sin, it says, is a slave of sin. And what gain is there of impassibility in many things to one whose body is corrupted by a single passion? For he who does the will of God, but not as God wills, nor doing this with a disposition of love toward God, has his zeal unprofitable. For amen I say to you, it says, that they receive their reward. Therefore, if you do not remember your first birth, O man, from the price paid on your behalf receive some understanding of your dignity. Look to your recompense, and know your own worth. You were bought with the precious blood of God; do not become a slave of sin. Understand your own honor, so that you may not be likened to senseless cattle. For how will you rule over servants, yourselves serving senseless and harmful desires as slaves? How will you admonish your children, living an unadmonished and disorderly life?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:88
Source · Greek

Ὥσπερ γὰρ ἐμοὶ ἀνάγκη ἐπί κειται, καὶ οὐαί μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζωμαι, καὶ ἀναγγέλλω τὰ δικαιώματα τοῦ Θεοῦ νυκτός τε καὶ ἡμέρας, κατὰ τὸν Ἀπόστολον· οὕτω καὶ ὑμῖν ἴσος ὁ ἀγὼν, ἀποῤῥᾳθυμήσασιν, ἢ ἀτόνως καὶ ἐκλελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Ὁ λόγος γὰρ ὃν ἐλάλησα, φησὶν ὁ Κύριος, ἐκεῖνος κρινεῖ τὸν κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἀεὶ μὲν γὰρ ἐπιθυμῶν τοῦ καλοῦ, ἀεὶ δὲ ἀποτυγχάνων αὐ τοῦ, οὐκ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπι νοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· οὕτω καὶ προσχῶμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ

Κύριος ἡμῶν ἔρχεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

English

For just as necessity is laid upon me, and woe is unto me if I do not preach the gospel and proclaim the judgments of God night and day, according to the Apostle, so also the same struggle belongs to you, if you grow slack or are disposed without intensity and in a relaxed manner toward the guarding of what has been handed down and the fulfillment of them through works. For the word which I have spoken, says the Lord, that word will judge the world on the last day. For always desiring the good, yet always failing of it, I have no other cause to perceive for what happens, except indeed the conviction that I am paying the penalty for ancient sins. Since, therefore, we know that the words of the God-inspired Scripture will stand against us face to face at the judgment seat of Christ, let us also apply ourselves soberly to what is said, and let us earnestly hasten to bring the divine teachings to fulfillment in deed, because we do not know on what day or hour our Lord comes. To him be the glory and the dominion unto the ages of ages. Amen.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:89
Source · Greek

{ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ}1 {ΛΟΓΟΣ Ηʹ.} 1 Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. Ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με περιῤῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα, καὶ πρὸς τὰ πάθη μαλακίζεσθαι, κακῶς διατίθησι. Διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, το σαύτης μοι ἐπικειμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χει λέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι! τί εἴπω, ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σοι περιέῤῥει πλοῦτος, καὶ τὸ χαμαιρεπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολά κων πλῆθος, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σω τηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε, καὶ σκέποντα, παίζοντα κατ' αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περι ουσίαν, οἴκου τε θεραπείαν, καὶ συνοίκου ὁμιλίαν ἀπαρνησάμενος.

English

ON REPENTANCE. WORD 8. 1 A double fear has fallen upon the recesses of my mind from the matter concerning you. For either some unsympathetic disposition, having taken the lead, casts upon me the charge of misanthropy, or again, when I wish to show sympathy and to be softened toward your sufferings, it disposes me badly. Therefore, as I am about to trace out this letter of mine, I have braced the hand that was growing numb with my thoughts, but I could not alter my face, bewildered by the dejection over you, since your shame lies upon me, so that even the closing of my mouth immediately falls away, my lips turning to weeping. Alas! What shall I say, or what shall I consider, caught as I am at the crossroads? If I come to the memory of your former vain way of life, when wealth flowed to you, and that paltry little glory, I shudder; when a multitude of flatterers followed you, and the enjoyment of luxury was short-lived, with open danger and unjust gains; and at one time fears of rulers scattered abroad your hope of salvation, at another the tumults of public affairs shook your household, and the constriction of evils drove your mind away from the one who could help you; when little by little you were learning to look around for the Savior, who brings fears for your benefit, and rescues and shelters you, while you played against him in your times of security; when you were training yourself toward a change to a solemn manner of life, counting as refuse your highly dangerous property, and having renounced the care of your household and the company of your spouse.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:90
Source · Greek

Ὅλος μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑπο φεύγων, καὶ ἡσυχίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. Λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ τὰς λαπάρας σικύας δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου. Ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχὴν, τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπεσκίαζες. Καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς γενειάδα ἔμβροχον καθωμάλιζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον· ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τέλος τί; Μοιχικῆς φήμης δια βολὴ, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοὰς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα;

English

Wholly lifted up, like a stranger and a wanderer, passing through fields and cities, you hastened down to Jerusalem, where I too, dwelling with you, counted you blessed for your athletic labors, when, remaining fasting through seven-day cycles, you philosophized for God, at once fleeing the encounters of men by reason of turning away, and having fitted quiet to yourself, you shunned civic tumults. And piercing your body with a rough sackcloth and girding your loins tightly with a hard belt, you manfully crushed your bones. And hollowing your flanks with fastings, you brought them down as far as the parts of the back; and you renounced the use of soft swaddling cloths; but drawing in your inward parts from within like cupping-glasses, you forced them to cling to the regions of the kidneys. And having emptied out all the fat of the flesh, you bravely dried up the channels of the lower belly, and contracting the stomach itself by fastings, you overshadowed the parts about the ribs, like some roof's projection, with the parts of the navel. And with the whole instrument of the body drawn together, confessing God in the night hours, you smoothed your beard soaked with streams of tears. And why must I recount each thing? Remember how many mouths of saints you kissed with a kiss; how many holy bodies you embraced; how many warmed your hands as if undefiled; how many servants of God, like worshippers, ran up and clung to your knees. And what is the end of these things? A report of adulterous repute, flying more sharply than an arrow, wounds our ears, piercing our inwards with a keener sting. What such cunning versatility of the deceiver brought you around to so deadly a stumbling?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:91
Source · Greek

ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ

καὶ τοῦ οὒ τὸ περισσὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα, μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. Διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας. Ἔλυσας, ὅσον ἐπὶ σοὶ, τὸ τοῦ Χριστοῦ καύχημα, Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκησα τὸν κόσμον, καὶ τὸν τούτου ἄρχοντα. Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. Ὄντως εἰς ἔργον ἤγαγες τὰς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφὲ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ φευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς· μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. Φεῦγε μὴ μακρὰν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν.

English

What tangled nets of the devil wrapped around you and proved the energies of virtue motionless? Where have the accounts of your labors gone from me? Is it then worthy to disbelieve? And how shall we not, from things evident, receive also the things hitherto unseen into faith? If you shut up with dreadful oaths the souls that fled to God, since carefully the excess of yes and no has been assigned to the devil. Together, therefore, you have become surety for a destructive false oath, and having despised the character of asceticism, you have sent up the shame as far as the apostles and the Lord himself. You have put to shame the boast of chastity, you have mocked the profession of temperance, we have become a tragedy for captives, our affairs are dramatized for Jews and Greeks. You have cut through the mind of monks, you have led the more exact to fear and cowardice, while they still marvel at the devil's power; you have transferred the indifferent to zeal for licentiousness. You have dissolved, as far as in you lies, the boast of Christ, who says, "Take courage, I have overcome the world," and its ruler. You have mixed for your homeland a bowl of ill repute. Truly you have brought the Proverbs to fulfillment: "As a deer shot in the liver." But what now? The tower of strength has not fallen, brother, the remedies of conversion have not been mocked, the city of refuge has not been shut. Do not remain in the depth of evils; do not give yourself over to the murderer of men. The Lord knows how to set upright those who have fallen. Flee not far away, but run back to us. Take up again youthful labors, dissolving the lowly and slimy pleasure by second achievements.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:92
Source · Greek

Ἀνάνευσον πρὸς τὴν τοῦ τέλους ἡμέραν οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι, πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ. Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάν τας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφη τῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γένεσθε· διὰ Ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐ τὸν καὶ φωτίσθητε· δι' ἀποστόλων εὐαγγελιζόμενος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ Πνεύματος· ὑπ' αὐτοῦ τοῦ Κυρίου προσλαμβανόμενος, λέγοντος· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ὀκνεῖς, καὶ βουλεύῃ, καὶ διαμέλλεις. Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα και ρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα, μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑπο σχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; ἐπ' ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ, τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δά μαλίς τις ἀπειρόζυγος;

English

Consider the day of the end, which has thus drawn near to our life, and know how the children of Jews and Greeks are now being driven together to piety, and do not simply deny the Savior of the world; do not let that most dreadful sentence overtake you: I do not know you, who you are. The preaching was of one man, John, and he drew all to repentance; but you, being taught by the prophets: Wash yourselves, become clean; being admonished by the Psalms: Come to him and be enlightened; being evangelized by the apostles: Repent, and let each of you be baptized in the name of the Lord Jesus for the forgiveness of sins, and you will receive the promise of the Spirit; being received by the Lord himself, who says: Come to me, all you who labor and are burdened, and I will give you rest. Do you hesitate, and deliberate, and delay? Catechized in the word from infancy, have you not yet agreed with the truth? Always learning, have you not yet come to knowledge? A tester throughout life, a spy until old age, when will you become a Christian? When will we recognize you as one of our own? Last year you awaited the present time, now again you await the one to come. See that you are not found making promises longer than your life. You do not know what the coming day will bring forth; do not promise what is not yours. We call you to life, O man; why do you flee the call? To participation in good things; why do you pass over the gift? The kingdom of heaven is open; the one who calls is truthful; the way is easy, there is no need of time, no need of expense, no need of business. Why do you delay? Why do you shrink back, why do you fear the yoke, like some heifer unaccustomed to the yoke?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:93
Source · Greek

Οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφειμένος τῆς ζεύ γλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Εἰ χρυσὸν τῇ Ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ' ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφό ρεις πρὸς τὴν ὑπέρθεσιν. Ἐπεὶ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ, καὶ αἰτίας ἀπαριθμῇ. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι; Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς καταδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς

English

He does not chafe his neck, but gives glory. For the yoke is not bound around the neck; it seeks the one who draws it to be self-governing. Do you see that Ephraim is accused, as a heifer in heat, that he wanders about in disorder, dishonoring the yoke of the law? Submit your untamed neck; become a beast of burden of Christ, so that, not released from the yoke nor living a life of license, you may not be an easy prey to wild beasts. If I were distributing gold to the Church, you would not have said to me, "Tomorrow I will come, and tomorrow you will give it"; but you would have demanded the distribution at once, pressing for it, and you would have been vexed at the postponement. But since the great giver offers you not the fair color of matter but the purity of the soul, you fashion pretexts and enumerate excuses. If you were a slave of men, and freedom had been proclaimed for slaves, would you not have gone to the mistress, hiring advocates and beseeching judges, so as by every device to be rescued for freedom? Or perhaps you would even accept a blow, the last stroke of slaves, for the sake of release from tortures thereafter. But since, being a slave not of men but of sin, he calls you to

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:94
Source · Greek

ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ, εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα. Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτελέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυ πάθειαι; Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ, ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμ βουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ Δεσπότου. Ὢ τῆς ἀτοπίας τῶν λόγων! οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλή μασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθη σαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκη ρύχθησαν, αὐτὸς ἑαυτὸν ἀδικῶν, ἃ μηδ' ἂν τῶν ἐχθρῶν σοί τις ἐπηράσατο, οἴει προσηκόντως βεβουλεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ' ἐναποθνήσκεις τοῖς ὀφλήμασιν; Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει.

English

The herald proclaims freedom, so that he may release you from captivity, make you a fellow citizen of the angels, and show you to be a son of God, adopted through grace, and an heir of the good things of Christ; and yet you say that you have no time to receive what is given. O wicked obstacles! O shameful and unprofitable busyness! How long shall pleasures last? How long shall passions be sweet? We have lived a long time for the world; let us live henceforth also for ourselves. What is worthy of the soul? What is equal in weight to the kingdom of heaven? Who is a more trustworthy counselor to you than God? Who is wiser than the wise, or who more beneficial than the good? Who is closer to you than your Creator? It did not profit Eve to be persuaded by the counsel of the serpent rather than by that of the Master. O the absurdity of these words! I have no leisure to be healed; do not show me the light yet; do not unite me to the king yet. Do you not say these things outright? Rather, things even more senseless than these. But if you had been enrolled in the public debts, and a remission of debts had been proclaimed to those liable, and then someone were attempting maliciously to make you shareless in this forgiveness, you would have been indignant and cried out that he was taking away the portion that fell to you of the common grace. But since not only forgiveness of past things but also gifts of future things have been proclaimed, do you think that you have deliberated fittingly and considered profitably for yourself, wronging yourself with things that no one of your enemies would have prayed against you—you who do not receive the forgiveness but die in your debts? If your sins are many, do not lose heart at their number.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:95
Source · Greek

Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἐὰν δέχῃ τὴν χάριν. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θά νατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἱστάναι νόμιζέ σου τὴν ψυχὴν, ἄνθρωπε, ἔνθεν ὑπ' ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τῆς καρδίας σου τότε; τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων, ἢ τῶν μελλόντων ἐπιθυμία; ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ' αὐ τοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥαδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους ἐὰν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέ τερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντι ποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τὸν ἐχθρὸν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμὶ, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι, μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιήσειν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν εἰς ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα;

English

For where sin abounded, grace superabounded—if you receive the grace. But if your sins are small and cheap and not unto death, why are you anxious about the future, when you have borne the past not ignobly? Now, as on a balance, consider your soul standing, O man, drawn this way by angels and that way by demons. To which, then, will you give the inclination of your heart at that time? What will prevail in you? The pleasure of the flesh, or the sanctification of the soul? The enjoyment of things present, or the desire for things to come? Will angels receive you, or will those who hold you possess you? In battle, generals distribute the watchword to those under them, so that friends may easily call one another and, if they are mixed with the enemy in the clash, the separation may be clearly discernible. No one will recognize you, whether you are ours or of the adversaries, unless you grant familiarity by the mystic symbols, unless the light of the face of the Lord is marked upon you. How will the angel take your side? How will he take away the enemy, unless he recognizes the seal? How will you say, "I am God's," without bearing the marks? An unsealed treasure is easy for thieves to attack; an unmarked sheep is plotted against without danger. If one of the physicians promised you, by certain devices and inventions, to make you new from old, would you not have longed to come to that day on which you were to see yourself returning to your prime?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:96
Source · Greek

Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθηλήσειν ἐπαγγέλλεταί σοι ἡ μετά νοια, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλ ματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν, τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρ θεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς· Ἔασον ἀποχρή σωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε ἡ μετάνοια, ὅταν λῆξίν ποτε τῶν κακῶν ὑποδέξωμαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς

τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σου ταῖς ἀνομίαις; Ὑπέλαβες γὰρ ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι' εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων, οἷσπερ ἂν αὐτὸν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσ οικειούμενος, καὶ εἰς τὴν τοῦ υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τῆς τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτόν· ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα;

English

Since repentance promises to make your soul bloom again—the repentance you have trampled down and shown to be wrinkled and stained by lawlessness—you despise the Benefactor and do not run to the promise. Do you not desire to see what the great wonder of the promise is? How is a man born again without a mother? How does one who is worn out and corrupted by the desires of deceit grow fresh and young again, and return to the true flower of youth? Wretched man, do you regard pleasure as preferable to such great and numerous goods? For I understand your preference, even if you cloak it in words; the deeds themselves cry out, even if you are silent with your voice: "Let it suffice me to use the flesh for the enjoyment of shameful things; let me wallow in the mire of pleasures, stain my hands with blood, take what belongs to others, walk deceitfully, swear falsely, lie; and then repentance, whenever I finally receive an end to my evils." If, then, sin is good, keep it to the end; but if it is harmful to the one who does it, why do you persist in deadly things? Does God not see what is done? Or does he not understand your thoughts? Or does he cooperate with your lawless deeds? For you have supposed lawlessness, he says, that I will be like you. But when you seek the friendship of a mortal man, you bring him to you by beneficence, saying and doing those things in which you perceive he takes pleasure; but when you are making yourself near to God and hoping to be received into the rank of a son, you do the things that are hateful to God and dishonor him through transgression of the law—by the very things through which you most offend, do you hope for intimacy?

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:97
Source · Greek

Ὅρα, μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ, μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ, τροφὸς τοῦ αἰωνίου σκώληκος· ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖ ται τὰς ἀναδόσεις. Τί ποιεῖς, ἄνθρωπε; Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσ αναλίσκεις. Ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρή σασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν, παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ' ἀκολασίας ἀδυνα μία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι' ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κρά τει τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονη ρίας οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι' ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἀναρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος.

English

See that you do not, in hope of redemption, gather for yourself a multitude of evils, amassing sin but failing to obtain forgiveness. God is not mocked. Do not trade in grace. Do not say: "The law is good, but sin is sweeter." Pleasure is the devil's hook, drawing one to destruction. Pleasure is the mother of sin, and sin is the sting of death. Pleasure is the nurse of the eternal worm; for a time it smooths over the one who enjoys it, but afterward it makes its returns more bitter than gall. What are you doing, man? While you are capable in deeds, you squander your youth on sins. When your organs grow weary, then you bring them to God, when they can be put to no use, but must lie idle because of the withering brought on by time, their tension having been paralyzed. Chastity in old age is not chastity but the inability for licentiousness. A dead man is not crowned; no one is righteous through inability to do evil. While you have strength, master sin by reason; for this is virtue: turning away from evil and doing good. But inactivity in wickedness is, in itself, worthy neither of praise nor of punishment. If you cease from sin because of age, the credit belongs to weakness. We praise those who are good by choice, not those compelled by some necessity. And who fixed for you the boundary of life? Who set for you the appointed time of old age? Who among you is so trustworthy a guarantor of things to come? Do you not see infants snatched away, those in their prime carried off? Life has no single appointed time.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:98
Source · Greek

Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ τῆς ἐξομολογήσεως σωτήρια ῥήματα· τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου, οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ πιστεῦσαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ, οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γινομένων; Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ. Σοφός ἐστι τοῦ κακοποιῆσαι ὁ πονηρὸς, ἀδελ φοί· συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύ σεσθαι; Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῖν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῆς τῶν νεοττῶν ὑπαρχόντων δι' ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευ όντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει τῆς ἄγρας·

English

Why do you wait for repentance to become a gift to you in fever, when you will not even be able to utter the saving words of confession? Perhaps you will not even be permitted to hear clearly, since the disease dwells in the head itself—neither to raise your hands to heaven, nor to stand up on your feet, nor to bend the knee for worship, nor to be taught profitably, nor to confess safely, nor to believe in God, nor to renounce the enemy; and perhaps not even to listen intelligently while being initiated, being in doubt about the things present—whether he perceived the grace, or is insensible to what is happening. But when you receive the grace knowingly, then you have the talent, but you do not bring the work. The evil one is wise for doing harm, brothers; he sees that we humans live in the present, and every action is carried out in the present. Stealing our today, then, through his scheming, he attaches our hopes to tomorrow. For does he not suggest doing sin today, but persuade us to store up righteousness for tomorrow? Then, whenever tomorrow comes, the wicked sharer of our lot comes again, claiming today for himself and tomorrow for the Lord; and so always, stealing the present through pleasure and sending the future away to us with hopes, he escapes our notice, leading us away from life. I once saw such cunning in a resourceful bird. For since her nestlings were easy to catch because of their tenderness, she threw herself forward as ready prey and entangled herself in the hands of the hunters, yet she was neither easily caught by the hunters nor did she cause them to despair of the hunt.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:99
Source · Greek

ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ αὐτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς τῶν

ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. Ὅρα, μήποτε ἐνιαυτὸν ἐξ ἐνιαυ τοῦ, καὶ μῆνα ἐκ μηνὸς, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος τὴν μετάνοιαν, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν, καὶ θλίψις ἀπαραμύθητος· ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου δια καίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάζῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρή σεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς ὑπομνήσει σε περὶ μετανοίας τότε κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους κατα φρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν, ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαι ρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει· καλῶς ἐχρήσω τῇ δεδομένῃ. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρ έσται.

English

But she, holding them back in various ways by their hopes, and by her absorption in them, procured for the nestlings a safe opportunity to flee, and then finally she too flew away with them. Fear lest you also suffer similar things, while in hopes of uncertain things you squander what is manifest. See that you do not, putting off repentance from year to year, and from month to month, and from day to day, fall at some time into a day you do not expect, when the occasions for living at last fail you; and there is perplexity on every side, and inconsolable affliction; when physicians have given up, and relatives have given up; when, gripped by frequent and dry gasping, while a violent fever burns and smolders within, you groan from the midst of your heart, and you will not find one to grieve with you; and you will utter something faint and weak, and there will be no one to hear; and everything said by you is despised as madness. Who will remind you of repentance then, when you are stupefied by the disease? Your relatives are disheartened, those outside the disease despise you, your friend shrinks from reminding you, as producing disturbance, and perhaps even a physician deceives you, and you do not despair of yourself because of your natural love of life. Death is at hand, those leading you away press on. Who is the one who rescues? God, who was despised? But he will listen then; for you listen to him now. He will give a term; you used well the one given. Let no one deceive you with empty words. For sudden destruction will come upon you, and the overthrow will be present like a squall.

khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:100
Source · Greek

Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στενάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρ τωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἴ με! μὴ ἀποῤῥῖψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἴ με! τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλ' ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρα νίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παρα δίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· δι εμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρ πασθῇς τῆς μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ· καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ, δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀπο κλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν αὐτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτὴς, κατὰ τὸν εἰπόντα·

English

An angel will come, downcast, leading you away by force and dragging your soul bound by sins, frequently turning back toward things here, and lamenting without a voice, since the instrument of lamentation is henceforth shut off. Oh how you will tear yourself! How you will groan! Repenting too late for what you have deliberated, when you see the cheerfulness of the righteous in the bright distribution of gifts, and the downcast state of sinners in the deepest darkness. What will you say then in the pain of your heart? Woe is me! That I did not cast off this heavy burden of sin, when laying it down was so easy, but dragged along this heap of evils. Woe is me! That I did not wash away the stains, but was spotted with sins. Now I would be with the angels; now I would be delighting in the heavenly good things. Oh the wicked counsels! For the sake of a brief enjoyment of sin, I am tormented eternally; for the sake of the pleasure of the flesh, I am handed over to the fire. The judgment of God is just. I was called, and I did not obey; I was taught, and I did not attend; they testified to me, and I mocked. These things and the like you will say, weeping over yourself, if you are carried off before repentance. O man, either fear Gehenna, or lay claim to the kingdom. It comes upon me to weep, when I remember that you prefer the works of shame to the great glory of God; and because of the sweetness of licentiousness, holding fast to sin in a way hard to tear away, you shut yourself out from the good things promised, so as not to see the good things of the heavenly Jerusalem. The judge wishes to have mercy on you and to impart his own compassions, according to him who said:

Citation. Tergwame, “Sermones de moribus a Symeone Metaphrasta collecti”, khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-basilius-caesariensis-sermones-de-moribus-a-symeone-metaphrasta-collecti#s1
Colophon. Source: khazarzar · licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0269 · generated 2026-11-28.