Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἀλλ' ἐὰν μὲν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν αὐτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος, καταντλήμασι πρότερον καὶ περιπλά σμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπειδὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Τοὺς γὰρ ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς ὁ Θεὸς μὴ ἀφήσειν. Οὐκέτι γὰρ, φησὶν, ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἔμφασιν ἡμῖν παρέχων τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ
The Lord loves mercy and judgment. But if after sin he finds you humble, broken, having wept much over your evil deeds, having openly and shamelessly made public the things done in secret, having asked your brothers to labor with you for your healing—if he sees you wholly pitiable, he supplies his mercy to you without stint. But if he finds a heart unrepentant, a proud mind, unbelief in the age to come, and no fear of judgment, then he loves judgment upon you. For just as a skillful and humane physician first tries to reduce the swelling with fomentations and gentle poultices; but when he sees the mass resisting stubbornly and hard, he throws aside the oil and the soft regimen and chooses thereafter the use of the knife. For those who have often risen from many falls through the guidance of his love for humanity, and then afterward have been seized by their sicknesses, God threatens that he will by no means let them go. For no longer, he says, will I remit your sins—giving us to understand that often already before upon
τοῖς ὁμοίοις συγκεχωρηκέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπι διδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Τὸν γὰρ ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνα τρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετα νοίας ἀναβιώσκοντα. Συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον, τῆς φιλανθρωπίας ἐκ κλείει. Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλ' ὁ κατὰ τὸν Ψαλμῳδὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀῤῥωστοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι. Παῦσαι τοιγαροῦν τὰ τοῦ πλησίον κακὰ περιεργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλ' ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα. Πολλοὶ γὰρ τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι. Μὴ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθείης, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων. Ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλείπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων.
to have forgiven those who are alike. For apart from the forgiveness that comes from God, it is impossible for a person to devote himself to a life of virtue. For he who has been examined in certain sins, and then promises to run back to a sound life, wishes on the one hand to set a limit to the past, and on the other to make some beginning after the sins committed, as it were coming back to life through repentance. But one who continually promises these things and continually falls away from them, as one utterly despaired of, he shuts out from his love for mankind. For it is not the one who has said, "I have sinned," and then persists in sin, who confesses; but the one who, according to the Psalmist, has found out his sin and hated it. For what profit is the physician's care to the sick man, when the sufferer pursues the things that corrupt life? So there is no profit in sins being forgiven to one who is still sick, and in acts of intemperance being remitted to one who is still living intemperately. Cease, therefore, from busying yourself with the evils of your neighbor; do not give your thoughts leisure to examine another's sickness; but turn your eye to the investigation of your own. For many notice the speck in their brother's eye, but do not look at the beam in their own eye. Do not look around at things outside, in case you might be able to find some fault in someone, like that Pharisee who stood justifying himself and despising the tax collector. But do not cease examining yourself, whether you have sinned in any of your thoughts, whether your tongue has slipped by running ahead of your mind, whether in the works of your hands anything unintended has been done.
Ὥσπερ γὰρ ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα, ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως (ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις)· οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι, πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι· οὐ γὰρ χρόνου ποσότητι, δια θέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. Οἱ δὲ χωρισθέντες τοῦ κενοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ' ἑαυτοὺς, μηδὲ καταμόνας ἀσκείσθωσαν· ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ εἴ τις πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ' ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν· ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον· ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε. Τὰ χρήματα ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ' ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς τὰς τῶν πενήτων μεταθέντα γαστέρας, διασώζεται, καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβαλοῦσι κόσμος. Τὰ γὰρ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν· ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας διαγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόῤῥιζα ἐξελεῖν τὰ χρόνῳ μακρῷ ταῖς ψυχαῖς ἐῤῥιζωθέντα.
For just as it is impossible to recover health without being rid of the disease, or to be in a state of warmth without having cleanly ceased from coldness (for these things are not receptive of one another), so too the one who is about to enter into a good life must be released from all association with evil; for repentance is judged not by quantity of time but by the disposition of the soul. And those who have separated themselves from the empty life and are training themselves toward the more divine life should not train themselves for themselves alone, nor in isolation; for such a life ought to be attested by witnesses, so as to be free from evil suspicion. And if anyone, having been enticed long ago, has heaped upon himself the dust of wealth from injustice and bound his mind to its cares; or has attached to his nature the stain of licentiousness, hard to wash out; or has filled himself with other offenses—let this man, while there is still time, before he comes to complete destruction, lay aside the greater part of his burdens, and before the ship becomes submerged, let him make a jettison of the cargo which he gathered improperly. Wealth cast out well is neither lost to those who cast it out and throw it away; but just as when it is transferred into other, safer merchant ships—the bellies of the poor—it is preserved, and arrives safely at harbors, and is kept as an ornament for those who cast it out. For passions strengthened by time first require time for their correction; then a strong and more intense manner of life, if one is to reach its depth, so as to root out the things rooted in souls by long time.
Τοιαύτη ἡ ἐμμελὴς τῶν Νηνευϊτῶν μετάνοια, καὶ ἡ σοφὴ καὶ πεπυκνωμένη θλίψις ἐκείνη, ἥτις οὐδὲ τὰ ἄλογα ἀσυνετελῆ τῆς τιμωρίας ἀφῆκεν· ἀλλὰ καὶ αὐτὰ βοᾶν ἐξ ἀνάγκης ἐμηχανήσατο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῷας θηλῆς ὁ ἀρ νειός· παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης ἀγκάλαις ἐπιδεικνύναι· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμ παθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα· τὰ βρέφη κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Ὁ πρεσβύτης ἐπ' ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ ἐσπάραττεν. Ὁ νεανίσκος καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναξεν· ὁ πλούσιος
ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν, τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας. σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινῶς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐστάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον. Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια· ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθομένης τε καὶ ἀναισθήτου, τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ' ἀνάγκην.
Such was the harmonious repentance of the Ninevites, and that wise and concentrated affliction, which did not even leave the irrational creatures exempt from punishment, but contrived that even they should cry out of necessity. For the calf was separated from the cow, the lamb was driven from its mother's teat; there was no nursing child to show in the arms of its mother; but voices of lamentation from all, crying out to one another and echoing back. The children, hungering, sought the fountains of milk; the mothers, pierced by natural affection, called back their offspring with sympathetic voices; the infants, hungering in like manner, burst forth with most violent weeping and struggled convulsively; the mothers were pierced in their inmost being by natural pains. The old man lamented over them, and tore and rent his gray hair. The young man in his prime bewailed more vehemently; the poor man groaned; the rich man, forgetting his luxury, practiced hardship as a discipline of temperance. Their king changed his splendor and glory into shame. He put off his crown and poured dust upon his head; casting away his purple robe, he clothed himself in sackcloth; leaving his high and lofty throne, he dragged himself piteously upon the ground; abandoning his own royal dignity, he lamented together with the people; he became one of the many, when he saw the common Master of all angered. This is the mind of sensitive servants. Such is the repentance of those entangled in sins; so that through every age gloom might prevail, both of the sensible and the insensible, the one by choice, the other by necessity.
Διὰ τοῦτο ἰδὼν αὐτοὺς ὁ Θεὸς οὕτω ταπεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ κατακρίναντας καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ἴδιον γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν, διὰ τῶν ἀπειλῶν προκαλούμενος εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· οὕτω γὰρ καὶ τούτοις πεποίηκε διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμόν· ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε λέγων· Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρ πὸν ἐν αὐτῇ, καὶ μὴ εὑρίσκων· ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοιγαροῦν πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν μετάνοιαν; οὐκ ἐκνή ψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασι λεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμέ νους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἡμεῖς τὴν μὲν ἁμαρτίαν ἐπιτε λοῦμεν συντόμως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀνα λαμβάνομεν τὴν μετάνοιαν.
For this reason, when God saw them thus humbled, in that they had condemned their whole race to a calamity surpassing their own, he had compassion on their suffering, and released them from punishment, and granted rejoicing to those who had mourned with sensitivity. For it is proper to God's love for humanity not to bring punishments in silence, but to proclaim them beforehand, calling sinners to repentance through threats; for thus he also did with them through Jonah. And upon Israel, when it had sinned, he did not bring destruction in silence; but stirring up his own servant on behalf of the people, he proclaimed beforehand, saying: Leave me, and I will blot out this people. And we have learned something similar in the Gospel concerning the parable of the fig tree, when its owner says to the vinedresser: Behold, for three years I have come to the fig tree, seeking fruit on it and not finding it; cut it down. Why does it also make the ground useless? To what time, then, do we defer repentance? Shall we not sober up? Shall we not call ourselves back from a life according to habit to the exactness of the Gospel? Shall we not set before our eyes that fearful and glorious day of the Lord, in which the kingdom of heaven will receive those who draw near to the Lord's right hand through their deeds; but those thrust to the left because of the desolation of good works, a gehenna of fire and eternal darkness will cover? There, he says, will be the weeping and gnashing of teeth. But we accomplish sin quickly, while carelessly and sluggishly we take up repentance.
Καὶ βασιλείας μὲν οὐρα νῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐν τολῆς τοῦ Θεοῦ καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑπο τιθέμεθα. Ἁψώμεθα τοίνυν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν, ἀδελφοί· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων· μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα κλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελουμένοις. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, κἀκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον. οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐ τοῦ. Ὑμῖν δὲ, ὅσοι ἐπεστυγνάσατε τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο ἐντελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν·
And we say that we desire the kingdom of heaven, but we do not take thought for the things by which it may be obtained; rather, while we endure no toil for the sake of God's commandments, we suppose in the vanity of our mind that we shall attain to equal honors with those who set themselves against sin even unto death. Let us therefore take hold, let us at some point take hold of the care of our souls, brothers; let us grieve over the vanity of our past life; let us strive for the things to come; let us not remain in this sloth and laxity, always letting the present slip by through sloth and postponing the beginning of our works to tomorrow and the day after, and then, overtaken by him who demands our souls, unprepared in good works, be cast out from the joy of the bridal chamber, and weep idly and unprofitably, bewailing the time of life that was badly spent, at the time when nothing more will be permitted to those who repent. This age is for repentance, that one for recompense; this for labor, that for the payment of wages; this for endurance, and that for consolation. Now God is a helper to those who turn from an evil way, then a fearful and inexorable examiner of human deeds and words and thoughts. Now we enjoy his long-suffering, then we shall know his righteous judgment, when we rise again, some to eternal punishment, and some to eternal life, and each shall receive according to his deed. But to you, as many as have been grieved at the shamefulness of those who have been condemned, we give this charge: If you see those who repent over the enormity of what they have done, have compassion on them as on members of your own body that are sick.
ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας
ἐπ' αὐτοῖς λύπης αἴσθησθε, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτησθε· ἵν' οὕτως οἱ μὲν ἐντραπέντες, εἰς ἐπί γνωσιν ἔλθωσι τῆς οἰκείας κακίας ὑμεῖς δὲ τοῦ ζή λου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ.}1 {ΛΟΓΟΣ Θʹ.}1 Χρὴ τὴν προσευχὴν μὴ ἐν συλλαβαῖς ἡμᾶς ἐκπληροῦν, ἀδελφοὶ, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ' ἀρετὴν παντὶ τῷ βίῳ παρ εκτεινομέναις. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ' εἰδέναι καὶ μὴ αἰτούντων ἡμῶν τὰ χρήσιμα. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινή ματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἱ δὲ ἐν τῷ βίῳ μὲν μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ Ὁ Φαρισαῖος ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπεί περ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτήρ·
But if you perceive that they are growing insolent and despising your grief over them, "Come out from among them and be separate, and do not touch what is unclean," so that in this way they, being put to shame, may come to a knowledge of their own wickedness, and you may receive from our Savior Jesus Christ the reward of the zeal of Phineas, to whom be the glory and the dominion, now and always, and unto the ages of ages. Amen.
{ON PRAYER.} {HOMILY 9.} We ought not, brothers, to fulfill prayer in syllables, but rather by the disposition of the soul and by deeds of virtue extended throughout one's whole life. For we do not suppose that God needs the reminding that comes through words, but that he knows the things that are useful even when we do not ask. For the divine hearing does not need a voice in order to perceive; it knows how to recognize what is sought even in the movement of the heart. Or do you not hear that Moses, uttering nothing but conversing with the Lord by his unspoken groans, was heard by the Lord saying, "Why do you cry out to me?" And let those who accomplish nothing in their life but think they are justified by the stretching out of prayer hear these words: "When you stretch out your hands to me, I will turn my eyes away from you; and if you multiply your supplication, I will not listen to you." For it is not simply the words of prayer that profit, but their being sent up with a zealous disposition. Since even the Pharisee was praying these things to himself, not to God; for he was returning to himself, inasmuch as he was in the sin of pride. For this reason also the Savior—
Προσευχόμενοι δὲ μὴ βαττολογεῖτε, ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· καὶ τὸ, Ἐκ πολυ λογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Τοῦτό ἐστι τὸ αἴτιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκταθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλεπαίνοντι, δεξιὰν φιλίας αἰτούμενος· ἆρ' οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλλον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείροι; Τοιαῦταί εἰσι καὶ αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖρας τῆς εἰς τὸν μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνη σκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ' ἑκάστην ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πωρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρ χουσι. Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Διὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάν τας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν.
When you pray, do not babble, as the Gentiles do; for they think that they will be heard because of their many words; and, In the multitude of words you will not escape sin. This is the reason God turns away his eyes when hands are stretched out, because the symbols of supplication are occasions of provocation. It is as if someone who has murdered a man's beloved son, with his hands still bloodied, were to hold them out to the angry father, asking for the right hand of friendship—would not the blood of the child, appearing on the hand of the child-killer, rather stir the wronged man to anger? Such are also the prayers of the Jews, when they stretch out their hands, reminding God and Father of their sin against the only-begotten Son, and at every stretching out showing their hands full of the blood of Christ. For those who persist in their hardness are heirs of the paternal murder. For his blood, it says, be on us and on our children. Therefore at all times remember God, O man, and keep his fear in your heart, and receive all into the communion of prayers. For great is the help of those who are able to entreat God. For even while we live this life in the flesh, prayer will be a good helper; and when we depart from here, a sufficient provision for the age to come. And just as carefulness is a good thing, so again despondency and despair, and to be without hope regarding salvation, belong to those who harm the soul.
Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ' ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι παν ταχοῦ τὸν Θεὸν, καὶ παρεῖναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέ χεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ' ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν
αὐτῷ τῶν γινομένων ὑπολαμ βάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι. Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυχία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέ φυκε. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορούμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λή θην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν·
Hope, then, in the goodness of God, and await his help, knowing that if we turn to him well and genuinely, he will not only not cast us off completely, but even while we are speaking the words of prayer he will say: Behold, I am present. For who is it that believes God is everywhere, and is present to what happens, and stands present at every deed, and looks into the counsels of hearts—who, then, either admits the evil thought or carries out the evil? But it is because they suppose either that God does not see, or that he does not care about what happens, that men rush into unholy deeds. And the beginning of purification for the soul is stillness, when neither the tongue speaks of human affairs, nor the eyes scrutinize the fair complexions and proportions of bodies, nor the ear relaxes the tension of the soul with the hearing of melodies made for pleasure, nor with the words of witty and jesting men, which is what most of all tends to loosen the tension of the soul. For the mind, not scattered abroad among outward things, nor carried off by the senses to the world, returns to itself, and through itself ascends to the thought of God; and illumined by that beauty, it takes forgetfulness of nature itself, dragged down by the soul neither to care for food nor to anxiety for clothing; but keeping leisure from earthly cares, it transfers all its zeal to the acquisition of eternal goods. Do not, then, consent to make half of your life worthless through the insensibility of sleep; but let the time of night be divided for you into sleep and prayer.
ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐ σεβείας. Πεφύκασι γάρ πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐ θὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ' ἔργα τρεπομένου, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Εὐχαὶ καὶ πρὸ τῆς τροφῆς ἀξίως γενέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο· εὐχαὶ καὶ μετὰ τὰς τροφὰς, εὐχαριστίαν τῶν διδομένων ἔχουσαι, καὶ αἴτησιν τῶν ἐπηγγελμένων. Εὐχὴ δὲ καλὴ, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· τοῦτο γάρ ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἔχειν ἐνιδρυμένον ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται· ἀλλὰ πάντα ἀποφεύγων, ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβων. Καὶ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστὶ, τοῦτο τῷ τῆς εὐσεβείας ἀγωνιστῇ τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν, οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας παραπεμπόντων ἐπὶ καρδίαν·
But let even sleep itself be a practice of piety. For the imaginings that come during sleep are naturally, for the most part, echoes of our daytime concerns. And what is more blessed than a man who, as soon as the day begins, rushes to prayers and honors his Creator with hymns and songs; then, when the sun has shone clearly, turns to his work, with prayer present with him everywhere, and seasons his labors with hymns, as with salt? For the cheerful and painless condition of the soul is bestowed by the consolations of hymns. Let prayers also be made before food, worthily of God's provisions, both those which he gives now and those which he has stored up for the future; and prayers also after food, containing thanksgiving for what is given and petition for what has been promised. And a good prayer is the one that implants a vivid conception of God in the soul; for this is God's indwelling, to have God established within oneself through remembrance. Thus we become a temple of God, when the continuity of remembrance is not interrupted by earthly cares, nor the mind disturbed by unexpected passions; but fleeing all things, you retreat to God, driving out the passions that summon you to intemperance, and dwelling in the pursuits that lead to virtue. And what dawn is for others, that is midnight for the contender for piety, since the night's quiet especially grants leisure to the soul, when neither eyes nor ears pass harmful hearings or sights to the heart.
ἀλλὰ καὶ μόνου καθ' ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν ἐν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κα κοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι' ἀτονίαν ἐκλύεσθαι ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινό μενα. Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, ἐνίσχυεν Ἀμαλήκ. Τουτέστι, καταπιπτούσης ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν· ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ὁ τοίνυν ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος, οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων ῥήματα, ἀπαγγέλλει, ἄπαγε! ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ, κατὰ τὸν Δαβὶδ, πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται τῷ Θεῷ· τίς ἐκ δια θέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ οὐράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία
But also when the mind alone by itself is with God, and corrects itself in the remembrance of sins, and sets boundaries for itself for the avoidance of evil, and seeks the cooperation from God for the perfection of what is earnestly pursued. This the history according to Moses also exhorts, that because those who are advancing do not keep their actions level, but at one time live better, at another time are slackened through weakness and act more feebly, the things that happened then were symbols of the human condition. For when he raised his hands, he strengthened Israel; but when he let down his hands, Amalek prevailed. That is, when our active power falls, the things that wrestle against us prevail; but when it is raised up and divided, the discerning power in us becomes stronger; for he who seeks the things above raises them up, and he who needs help for bodily things extends them out. Therefore he who has come to be in the temple of God does not proclaim evil speech, nor vanity, nor words of shameful things—far be it!—but, according to David, In his temple every one speaks glory. The angels who record the words stand by; the Lord is present, overseeing the dispositions of those who enter. The prayer of each one has been made manifest to God: who seeks heavenly things from disposition, who knowingly; who with lips alone utters the words in a consecrated manner, but the heart—
αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦ τον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τού των, ὡς ὁ λόγος διδάσκει, ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀλλ', ὢ τοῦ θαύματος! Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον, δοξολογεῖν τὸν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα καὶ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος, δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελή σοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυ ποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ Ψαλμῳδοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέγεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ, ἐπιστρέφων πρὸς ἑαυτόν. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλὰ σὲ βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι, Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Χρὴ δὲ διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰ δέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. Καὶ εἰ μὲν παράσχοιτο συνεῖναι, ταῦτα ἡμῖν ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα· εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προειλοίμεθα, διοικεῖται τὰ ἡμέτερα. Ἁλκυών ἐστι θαλάττιον ὄρνεον.
is far from God. Even if he prays, he seeks health of the flesh, and bodily wealth, and human glory. But none of these things is needed, as the word teaches, but In his temple let everyone speak glory. But, oh the wonder! The heavens declare the glory of God. It is the work of angels to glorify God. For all the host of the heavenly beings there is this one work, to send up glory to the Creator. All creation, both the silent and the speaking, both that which is above the world and that which is around the earth, glorifies the Creator. But wretched men, having left their houses and run to the temple, as though they would somehow benefit themselves, do not give their ears to the words of God, do not perceive their own nature, are not grieved when they come to the remembrance of their sins, do not tremble at the judgment; but smiling and clasping each other's right hands, they make the house of prayer a place of long-winded talk, disregarding the Psalmist when he testifies and says, that In the temple of God let everyone speak glory. But you not only do not speak it, but you even become a hindrance to another, turning him to yourself. For God does not need glory, but he wishes you to be worthy of being glorified. For, What a man sows, this he will also reap. And it is necessary, when God gives good things, to give thanks, and when he withholds, not to be vexed. And if he grants us to be together, we shall consider these things both best and at the same time most pleasant; but if he should defer them, we shall bear the loss gently. For surely our affairs are managed better in every way than as we ourselves would have chosen. The halcyon is a sea bird.
Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλ κυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας· ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦ τά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προ νοίας νενομοθέτηται. Τί γὰρ οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα; Εἰ γὰρ ἁλκυόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Πείσωμεν τοιγαροῦν ἑαυτοὺς, ἀδελφοὶ, καὶ ἐν ταῖς ἄλλαις ἡμῶν αἰτήσεσι, καὶ ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι· ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ, τὰς δεήσεις ποιεῖ σθαι. Οὕτω γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, καὶ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος. Ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι.
This bird naturally nests right beside the beaches, laying its eggs on the sand itself; and it nests somewhere in the middle of winter, when the sea is dashed against the land by many violent winds. Yet all the winds are lulled to rest, and the sea's wave grows calm, when the halcyon broods over its eggs for the seven days; for in that many days alone it hatches its nestlings. And since they also need food, the greatly generous God granted to this tiniest creature another seven days for the growth of the nestlings, so that all sailors too know this, and call those days halcyon days. These things have been laid down for you, as an encouragement to ask from God the things that lead to salvation, through God's forethought for irrational creatures. For what extraordinary thing would not happen for your sake, you who have been made in the image of God, when for the sake of so small a bird the great and fearful sea is restrained, commanded to keep calm in the middle of winter? For if he grants such great things to the halcyon, how much greater will he give to those who call upon him with their whole heart? Let us therefore persuade ourselves, brothers, both in our other petitions and in the time of trial, not to run to human hopes, nor to hunt for help for ourselves from there; but in tears and groans, and in diligent prayer, and in strenuous vigil, to make our supplications. For in this way one receives help out of affliction, despising human help as vain, and being established in the hope that is set on the one who is able to save us. For to him belong the glory and the worship, with his Father who is without beginning and the life-giving Spirit.
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ.}1 {ΛΟΓΟΣ Ιʹ.}1
Στρατηγοὶ μὲν εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε καὶ τοῦ θανάτου πολλάκις καταφρόνησιν ἐμ ποιεῖν. Γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλητὰς προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Τοίνυν καὶ ἐμοὶ τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας. Ὅρα, μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σεαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος, ῥίψασπιν ἐπὶ παρατάξεως ἐλεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας αὑτοῦ ἄτιμον ἀπο πέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς· μή ποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμοδίαιτον ἔχων.
Now and always, and unto the ages of ages. Amen.
{ON FASTING.} {HOMILY 10.}
Generals, when they draw up their army for battle, employ words of exhortation before the contests, and such is the power of their encouragement that it often produces even a contempt for death. Trainers and athletic coaches, when they bring their athletes to the contests in the stadiums, give many injunctions about the necessity of laboring for the crowns, so that many have been persuaded by their zeal for victory to disregard their bodies. Therefore, since I too am marshaling the soldiers of Christ for the war against the invisible enemies, and preparing the athletes of piety for the crowns of righteousness through self-control, the word of exhortation is necessary for me as well. There are angels who record those who fast in each church. See to it that you are not deprived, for the sake of a little pleasure in food, of the angel's enrollment, and that you do not make yourself liable to a charge of desertion before the one who enlisted you. The danger is less to be convicted of throwing away one's shield in battle than to be found to have cast off the great weapon, fasting. Are you rich? Do not insult fasting by deeming it unworthy to take it as your table-companion, nor send it away from your house dishonored, having been made light of by pleasure; lest at some time it denounce you before the Lawgiver of fastings, and he bring upon you a hunger many times greater as a penalty, whether from bodily weakness or from some other gloomy circumstance. Let not the poor man mock at fasting, since he has long had it as his housemate and companion at table.
Γυναιξὶ δὲ ὥσπερ τὸ ἀναπνεῖν, οὕτως τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβύταις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύ σεις περικομίζοντας· οὕτω κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Καὶ τοῖς μὲν τοῦ κόσμου στρατιώταις, κατὰ τὴν τῶν καμάτων ἀνα λογίαν, τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις, ὁ ἔλαττον ἔχων τῆς τροφῆς, τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ἄτοπον οὖν ἐστι μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ἀπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς, ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι, νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν· οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι, εἰπέ μοι; κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ' ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι;
For women, fasting is as natural and proper as breathing. Let children be watered with the water of fasting, like flourishing plants. For the elderly, long familiarity with it makes the labor light; for labors practiced over a long habit fall less painfully upon those who are trained. For travelers, fasting is a ready companion on the road. For just as luxury forces them to carry burdens, hauling their pleasures about with them, so fasting makes them light and nimble. And for the soldiers of the world, their ration is increased in proportion to their toils; but for the spiritual warriors, the one who has less food has the greater honor. It is absurd, then, not to rejoice in the health of the soul, but to grieve at being rid of foods, and to appear to give more thanks to the pleasure of the belly than to the care of the soul. For satiety stops the grace at the belly, but fasting sends the gain up to the soul. Do not imitate Eve's disobedience; do not again receive the serpent as counselor, suggesting food out of sparing of the flesh. Do not plead weakness and debility of body; for you are telling your excuses not to me, but to the one who knows. You cannot fast, you say to me? But can you be filled throughout your life, and crush your body with the weight of what you eat? And indeed I know that physicians prescribe for the sick not a variety of foods, but abstinence and want. How then, being able to do these things, do you plead that you cannot do those?
Τί εὐκολώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις, βαρυνομένην τοῖς ἀγω γίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ παραπεπιεσμένην τῷ πλήθει, βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα, ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος. Πλὴν οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσον τοῦ μή τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ, οἱ πολλοὶ καταδέχονται. Φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώ ζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τί ποιεῖς,
ἄνθρωπε; Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζει· οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν τῆς ἀναισχυντίας μητέρα, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον. Τὸν νηστεύοντα, εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλῶντα, ὡς βέβηλον καὶ ἀνίερον, οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς τὴν κραι πάλην εἰς νηστείαν σοι λογίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἄλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω;
What is easier for the stomach—to pass the night with frugality of diet, or to lie weighed down with an abundance of foods? Unless you will also say that pilots save a ship weighed down with cargo more easily than a lighter and trimmer one. For a small swell of wave sinks the one pressed down by its multitude; but the one that has its cargo in due measure easily rides over the surge. However, I consider the exhortation concerning fasting to require not so great a struggle as the struggle that no one fall into the evils of drunkenness. For fasting, both because of custom and because of mutual respect, the many accept. But I fear drunkenness, which lovers of wine preserve as though some ancestral lot. For just as those who set out on long journeys, so some of the foolish today drink wine in preparation for the five days of the fasts. What are you doing, man? No one who is about to bring in a venerable woman by the laws of marriage first brings in concubines and courtesans to dwell with her; for the lawful wife does not endure cohabitation with the corrupted. Do not, then, you also, when the fast is expected, first bring in drunkenness, the common prostitute, the mother of shamelessness, the maenad, the one easy toward every form of indecency. The Lord receives the one who fasts within the sacred precincts; the one who is hung over, as profane and unholy, he does not admit. For if you come tomorrow reeking of wine, and of this wine putrid, how shall I reckon your hangover as fasting for you? For do not reckon it because I have not poured unmixed wine recently, but because you are not clean of wine. Where shall I place you?
ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔν δεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως· ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπο μείνασαν. Τίνος διδασκάλον παρουσία παίδων θόρυβον οὕτως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; Ἄσματα πορνικὰ καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δικαστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖ σαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐδ' ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακούργους, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Οὐδ' ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δηλονότι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγήν τε καὶ ἀλλοτρίωσιν. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τὴν ἰσχὺν τῶν χειρῶν οὐχ ὑφίσταντο.
among the drunkards, or among the fasting? The drunkenness that has passed draws it to itself; the present want bears witness to fasting. You are disputed over by drunkenness as though a slave, and it will not refrain from you justly, offering clear proofs of your slavery, the smell of wine remaining as in a vessel. What teacher's presence so suddenly settles the clamor of children as fasting, appearing, calms the tumult of a city? What reveler came forth in fasting? What wanton chorus was formed from fasting? Harlot's songs and frenzied dances suddenly depart from the city, as though banished by some stern judge of fasting. But if all had taken it as counselor for what must be done, nothing would prevent deep peace throughout the whole inhabited world, neither nations rising against one another, nor armies clashing. Nor would the deserts at all have criminals, or the cities sycophants, or the sea wreckers. Nor would our life be so full of groaning and filled with dejection, if fasting presided over our life. Clearly it would have taught all not only self-control from foods, but also complete flight and estrangement from love of money, and greed, and every evil. This nursed the great Samson, and as long as it was present with the man, the enemies fell by the thousand, and the gates of cities were torn up, and lions did not withstand the strength of his hands.
Ὅτε δὲ μέθη αὐτὸν καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδα ρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἡλίας, ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε, δι' ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας. Ἵνα γὰρ μαλάξῃ τὴν ἀμάλακτον καρδίαν τῶν σκλη ροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκα ταδικάσαι ὁ δίκαιος. Διὰ τοῦτο, Ζῇ Κύριος, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου, φησίν. Οὕτως ἀπέδωκε καὶ τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ θανάτου διὰ νηστείας. Οὔτε δὲ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γενόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐπεκτείνει, ἀλλ' εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῆς Σουναμίτιδος τῆς ξενίας ἀπέλαυε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἄλευρον βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε καὶ τῆς τολύπης παραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς, εὕροις ἂν τὴν νη στείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολιτείαν χειραγωγήσασαν. Ἔστι τις φύσις σώματος ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρί· ἥτις ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπην θρακῶσθαι δοκεῖ·
But when drunkenness and fornication took hold of him, he was easily captured by his enemies, and having been deprived of his eyes, he was set forth as a plaything for the children of the Philistines. Elijah fasted and shut up heaven for three years and six months. For since he saw that great insolence was being born from satiety, he necessarily brought upon them the involuntary fast of famine, through which he halted their sin that was already pouring out beyond measure, cutting off the advance of evil toward what is more, as it were with a cautery or an incision, by fasting. For in order to soften the unsoftened heart of the stiff-necked, the righteous man chose also to condemn himself together with their suffering. Therefore, he says, As the Lord lives, there shall be no water upon the earth except through my mouth. Thus he also restored the child to the widow, having shown himself mighty against death through fasting. But neither is there profit when good deeds are trumpeted, and there is no gain when fasting is publicized. For things done for display do not extend their fruit toward the age to come, but turn it toward the praise of men. But what was the life of Elisha? How did he enjoy hospitality from the Shunammite woman? And how did he himself receive the prophets with kindness? Was it not wild vegetables and a little flour that fulfilled his hospitality? When even the gourds were taken up, those who touched them were about to be in danger, unless the poison was dimmed by the prayer of the fasting man. And simply put, you would find that fasting guided all the saints by the hand into the citizenship according to God. There is a certain nature of body which they call asbestos, unconsumed by fire; which, when placed in the flame, seems to be charred to ashes;
ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα, ἐκ τῆς νηστείας ἔχοντα τὸ
ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ φλογὶ τῆς καμίνου οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης. Ἤπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο. Οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ' ἐφύλαττεν αὐτοὺς ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην, πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες, κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ τῷ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν, εἰσελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου, ἢ χαλκοῦ, ἢ ἄλλης τινὸς στεῤῥοτέρας ὕλης ἐμπεπηγότι, ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν. Οὐκ ἂν κατετόλμησε Μωϋσῆς καπνιζομένης τῆς κορυφῆς προσβαλεῖν τῷ ὄρει, οὐδ' ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ τῆς νηστείας τὴν ἐντολὴν ὑπεδέξατο, δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί· καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος γίνεται, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρίαν ἐξέμηνε.
But when it has been removed from the fire, as if brightened by water, it becomes purer. Such were the bodies of those three children, possessing their purity from fasting. For in the great flame of the furnace, being as it were golden by nature, they were shown to be superior to the harm from the fire. Indeed, they were shown to be even stronger than gold. For the fire did not melt them down, but kept them intact. And yet nothing could have withstood that flame at that time, which naphtha and pitch and vine-twigs fed, so that it spread to forty-nine cubits and, creeping over the things around it, consumed many of the Chaldeans. That conflagration, then, the children entered with fasting and trampled underfoot, breathing thin and dewy air in so fierce a fire. For the fire did not even dare to touch their hair, because it had been nourished by fasting. And Daniel, the man of desires, who for three weeks ate no bread and drank no water, taught the lions to fast when he entered the pit. For just as lions could not sink their teeth into something fixed in stone, or bronze, or some other harder material, so fasting, having sharpened the man's body like the tempering of iron, made it untamable for the lions. Moses would not have dared to approach the mountain when its summit was smoking, nor would he have ventured to enter the darkness, had he not been armed with fasting. Through fasting he received the commandment, written by the finger of God on the tablets; and above, fasting becomes the sponsor of lawgiving, while below, gluttony rages into idolatry.
Τεσσαράκοντα γὰρ ἡμερῶν προσεδρείαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γραφείσας, ταύτας ἡ μέθη συνέτριψεν· οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ ἐποίησε δοῦλον τοῦ ἀδελφοῦ; οὐ βρῶσις μία, δι' ἣν ἀπέδοτο τὰ πρωτοτόκια; Τεσσαράκοντα Ἡλίας ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀν θρώπῳ, τὸν Κύριον. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεωφαγίας ἐπιζητούντων; Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννα, καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἐπειδὴ δὲ ἐνεθυμήθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Ἀλλ' οὐδ' ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐπιγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Καὶ ὕπνοι κοῦφοι, καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦσι τῷ λεπτῷ τῆς διαίτης· κατ' ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν με γάλων μερίμναις διακοπτόμενοι. Τὸ γὰρ βαρεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν με λῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη.
For one act of drunkenness rendered useless the forty days' attendance of the servant fasting and praying. For the tablets which fasting received, written by the finger of God, drunkenness shattered—the prophet judging it unworthy that a drunken people should be given law by God. What profaned Esau and made him a slave to his brother? Was it not one meal, for which he sold his birthright? Elijah, having purified his soul by fasting for forty days, was thus deemed worthy in the cave in Horeb to see the Lord, as far as it is possible for a man to see. Whose limbs fell in the wilderness? Was it not those who craved the eating of meat? As long as those men were content with the manna and the water from the rock, they conquered the Egyptians, they journeyed through the sea, and there was none among their tribes who was sick. But when they remembered the flesh of the cauldrons and turned back in their desires to Egypt, they did not see the land of promise. Nor would the wise Daniel have seen the visions, had he not by fasting made his soul more translucent. For from heavy food, as it were sooty exhalations are sent up, and like a thick cloud they cut off the illuminations that come upon the mind from the Holy Spirit. And light sleeps, easily shaken off, naturally follow a spare diet; but by habit they are interrupted by cares about great matters. For to be mastered by heavy torpor, with one's limbs dissolved, so as to give leisure to irrational fantasies, places those who sleep thus in a daily death. Moses, receiving a second legislation, needed a second fasting.
Καὶ Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Μέγα ἀγαθὸν ἀνθρώποις ἡ νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῒ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν· ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς, διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῗται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον τὰ μετὰ ταῦτα, οὐδὲν διὰ τὴν νη στείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲ ἓν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις, παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων μάχαιρα· ἡ τράπεζα
ἀρκεῖται τοῖς αὐτομάτοις. Τοῖς δὲ κομψοῖς Ἐγκρατιταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· Διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντες ἐσθίομεν; ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπείτοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, εἰ μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ·
And if the irrational animals had not fasted along with the Ninevites, they would not have escaped the threat of destruction. Fasting is a great good for men, since it recalled the sentence of God. A three-day destruction was proclaimed in Nineveh, and the turning back to God conquered the destruction; for the threat of destruction was released because of the turning back. The Ninevites were grateful sinners: when they heard Jonah proclaiming the destruction, by the manner of fasting they halted the threat, and by the medicine of confession and prayer they drew salvation upon themselves. Who has diminished his own house by fasting? Count today the things within, and count the things after these, and nothing in the house will be lacking because of the fasting. Not even one animal laments death, nowhere is there blood, nowhere is there a sentence brought forth by the inexorable belly against the animals. The knife of the cooks has ceased; the table is content with what comes of itself. But to the clever Encratites, in reply to their solemn objection—Why do not we too all eat?—let this be said: that we also loathe our own excrements. For by worth, meats are to us vegetables of the field; but by the discernment of what is beneficial, just as among vegetables we separate the harmful from the suitable, so also among meats we distinguish the harmful from the useful. Since hemlock too is a vegetable, just as vulture's flesh too is meat; but nevertheless no one in his right mind would eat henbane, nor touch a dog, unless compelled by great necessity—though he who ate would not have transgressed. Give your cook rest, give the table-server leisure; stop the hand of the cupbearer.
παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν βρωμάτων ἐπιτηδεύων· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι· σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων. Ἀλλὰ καιρὸς ἤδη λοιπὸν, καὶ πρὸς τὸν ἐπιτάττοντα ἡμῖν τὰ ἀνίατα βασιλέα μικρὸν ἀπολογη σαμένους, καταλῦσαι τὸν λόγον. Φείσασθαι ἡμῶν θέλησον, γαληνότατε, τοσαῦτα ἡμῶν κεκτημένων, ὅσα, ἂν σήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. Ἀργεῖ γὰρ, ὡς εἰκὸς, παρ' ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. Τὰ βέλτιστα τῶν παρ' ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ, ὥστε μὴ ἐκθαμβεῖσθαι ἡμῶν τὰ αἰσθητή ρια ὑπὸ τῆς γαστριμαργίας, καὶ ἐπ' ἀφροσύνῃ μὴ πολιτεύεσθαι. Ὡς γὰρ ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τῇ τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν, καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. Ἐσθίειν δὲ, μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα. Ἀλλὰ τί πάθω; Ὅταν μὲν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον·
Let him who devotes himself to the varied refinements of foods cease at last. Let the house be quiet at last from its countless uproars, from the smoke and the steam of fat, and from those running up and down, serving the belly as though it were an inexorable mistress. Let the belly too grant some truce to the mouth; let it make a five-day treaty with us—the belly that always demands and never ceases, that receives today and forgets tomorrow. When it is filled, it philosophizes about self-control; when it has breathed out, it forgets its doctrines. But it is already time, having made a brief defense before the king who imposes incurable things on us, to bring the discourse to an end. Be willing to spare us, most serene one, since we possess so many things that, if we wished to eat them today, would not suffice for us. For the art of cooks is idle among us, as is likely, and their knife does not consort with blood. The best of our foods, in which there is abundance, are leaves of greens with the roughest bread and wine that has gone sour, so that our senses are not dazzled by gluttony, and we do not conduct ourselves in folly. For just as in clothing what is necessary should take precedence, so too in food bread will fulfill the need, and water will heal thirst for the healthy, and whatever side-dishes from seeds are able to preserve strength for the body for its necessary needs. And to eat without displaying ravenous gluttony, but everywhere preserving steadiness and gentleness and self-control in pleasures. But what am I to do? When I look at the multitude of what has been said, I see myself carried beyond the measure.
ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν πᾶσι τοῦ Θεοῦ σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως· ἅμα δὲ καὶ τὸ παρα κατέχειν ὑμᾶς ἐπὶ πλεῖον, οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες, οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησόμεθα. Πολλάκις ὑπηρέτησας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί γὰρ ὄφελος νηστεύειν τῷ σώ ματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κακὸν μὲν ἐργαζόμενος, σχολὴν δὲ ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσετε· εἰ δὲ μὴ ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν χειραγωγεῖν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωο ποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΘΑΝΑΤΟΥ.}1 {ΛΟΓΟΣ ΙΑʹ.}1
But when I look again at the manifold wisdom of God in all things, I think I have not even begun my account; and at the same time, to detain you longer is not without profit. For what would one do with the time until evening? The hosts do not press you, the banquets do not await you. Therefore, if it seems good, let us use bodily fasting for the gladness of our souls. Often you have served the flesh for enjoyment; today remain in the service of the soul. Delight in the Lord, and may he give you the requests of your heart. For what profit is it to fast with the body while the soul is filled with countless evils? He who does no evil but is at leisure—what vain thing does he not utter? What improper thing does he not hear? For leisure without the fear of God is a teacher of wickedness to those who have no occupation. Perhaps, then, you will find some profit in what is said; but if not, at least not sinning remains for you from your occupation here. So that to detain you longer is to lead you further away from evils and to guide you by the hand toward the kingdom of heaven, which may we all attain, in Christ Jesus our Lord, for to him belong the glory, the honor, and the worship, with the Father who is without beginning, and the all-holy and life-giving Spirit, now and always, and unto the ages of ages. Amen. {ON DEATH.} {HOMILY 11.}
Ὢ τοῦ θαύματος, ἀγαπητοί! πῶς ἕκαστος ἡμῶν μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται· κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνά μενος. Ἡμεῖς δὲ ἡδόμεθα ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν, καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης. Ἀγνοοῦμεν δὲ ἄρα τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν· καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος· οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον, ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ χρόνῳ βουλήσεται. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν, καὶ συμ μεθίστασθαι δύναται τοῖς συλλέξασι· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ' ὅσα μὲν χρὴ συλλέγειν, καταλιμπάνομεν· ὧν δὲ ὑπερορᾷν προσήκει, ταῦτα συλλέγομεν. Καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες δια κενῆς, καὶ πονοῦντες πόνον, οἷόν τις ἑαυτὸν ἀπα τῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειεν.
O what a marvel, beloved! How each of us, after escaping the maternal womb, is immediately bound to the currents of time and swept along, always leaving the day already lived behind, and never able to return to yesterday even if he should wish it. But we take pleasure in being carried forward, and as we pass through the stages of life we rejoice as though gaining something, and we deem it blessed when a man passes from child to man, and from man to old man. Yet we fail to recognize that we are losing as much of life each moment as we have lived; and we do not perceive that our life is being spent, even though we are always measuring it by what has run past and flowed away; nor do we consider that it is unclear how much time the one who sent us forth on this journey will wish to grant. Nor are we willing to examine carefully which burdens are light for such a race and able to depart together with those who have gathered them, and which are heavy and difficult and nailed to the earth, and by nature unable to be made one's own by men at all, nor permitted to follow those who possess them through that narrow gate. But the things we ought to gather, we abandon; and the things we ought to overlook, these we gather. And the things that can be united to us and truly become a fitting adornment for soul and body—to these we pay no heed; but the things that remain forever alien, imprinting on us only shame—these we attempt to amass, laboring in vain and toiling with toil, like one who deceives himself and wishes to draw water into a pierced jar.
Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Καὶ γὰρ συνεχής τις ὁδὸς ὑφηπλῶσθαί μοι δοκεῖ ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς· ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητέρων ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνάς· καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐπαυλισθέντας τοῦ βίου σταθμοῖς. Ὁ γὰρ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος ἐτάξατο, κατὰ τοὺς ἀῤῥήτους αὐτοῦ τῆς σοφίας καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ γὰρ οἱ ἐν ταῖς εἰρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλεί ονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τὴν τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλατ τον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου·
For just as those who are completing a journey at full stretch, moving their footfalls forward in rivalry with one another into a run, and by the swift shifting of the other foot making the one that was always planted on the ground first become second, easily advance to the end of the road; so those brought into being to live by the Creator, immediately from the beginning treading upon the segments of time, and always leaving the earlier behind for the later, reach the end of life. For this present life seems to me to be stretched out as a kind of continuous road, a journey divided by the stages of life as by stopping-places: providing the pangs of mothers as the beginning of the journey for each, and pointing out the tents of the tombs as the end of the course; and leading all to those, some sooner, some later, some having traveled through all the intervals of time, and some not even having rested at the first stages of life. For God, who formed us and breathed life into us, gave to each soul its own conduct of life, and set different limits of departure for different souls. For he arranged that one remain longer in the presence of the flesh; another he appointed to be released sooner from the bonds of the body, according to the ineffable principles of his wisdom and righteousness. For just as those who fall into prisons, some are shut up in the misery of dungeons for a longer time, while others find a quicker release from their suffering; so too the souls, some are held back in this life for a long time, others for less, in proportion to the worth of each.
σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου Θεοῦ. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύμα τος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνων ται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπάγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷον τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνε ται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχοι τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις καὶ φάραγξι, καὶ κρημνοῖς καὶ σκοπέλοις καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ
ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἡνιάθης, εἶτα κατέλιπες. Τοιοῦ τος ὁ βίος· οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα ἤδη ὀνόματα ἀφ' οὗ γέγονε τούτων ἕκαστον ἤμειψε; Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον, πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μετα λαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον·
How wisely and profoundly, and in a way that the mind of men could not attain, are the things concerning each one of us foreknown by God who created us. For just as those who sleep in boats are carried automatically by the wind to harbors, even if they themselves do not perceive it, but the course brings them to the end; so too we, as the time of our life flows past, are urged on, as it were, by some continuous and ceaseless motion, each one toward his own proper end by the unseen course of our life. You stand as a traveler in this life; you pass by all things, all things come to be behind you. You saw on the road a plant or grass or water, or whatever of the things worthy of sight it happened to be; you were delighted a little, then you ran past. Again you encountered stones and ravines, and cliffs and crags and thorns, or perhaps also wild beasts and reptiles and thistles, and certain other of the troublesome things; you were vexed a little, then you left them behind. Such is life: it possesses neither pleasant things that abide, nor painful things that endure. Today you have farmed the land, and tomorrow another, and after him yet another. Do you see these fields and the costly houses? How many names has each of them, since it came to be, already exchanged? It was called the property of so-and-so, then it was renamed for another, it passed to this man, then now it is said to be another's. Is not our life, then, a road, receiving now one traveler and now another, and having all following one after another? The other roads, then—as many as lead from city to city—it is possible for one who does not wish it to turn aside from and not travel;
ἡ δὲ τῆς ζωῆς ταύτης ὁδὸς, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περι λαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ' αὐτῆς. Καὶ οὐκ ἔστι τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν. Μὴ τοίνυν προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐ τὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δηλονότι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν γὰρ, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ δεσπότῃ· Δοῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Τοιγαροῦν ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει τὸν ἄνθρωπον· μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο καὶ Ἀβραὰμ ἐν μὲν τῇ ζωῇ παροι κεῖ τοῖς ἀλλοφύλοις, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος· ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξαμένην αὐτοῦ τὸ σῶμα γῆν ἀργυρίου ἐπραγματεύσατο. Μακάριον οὖν τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα·
The path of this life, even if we wish to postpone the course, seizes us by force and drags those who are on it to the end appointed by the Master. And it is not possible for one who has once run out through the gate that leads into this life, and has set foot on this road, not to come also to its end. Do not, then, prefer the most worthless things to the most precious, nor become wicked traders, preferring the corruptible life to the incorruptible and blessed state. For apart from the sufferings of dishonor, to which most lovers of pleasure are subject, there are also the necessities of life, which bend down the noble nature of the soul and, as it were, enslave it, dragging it away to the service of the flesh. And where there is slavery, there clearly is also dishonor. We must therefore flee from the life to which dishonor has grown attached. For, he says, I do nothing great in giving myself back to you, my master; for being your slave, I bring to you your own possession. For in every way the created thing is a slave of its Creator. Therefore it is fitting that man, while living in the flesh, be a sojourner; but when he departs from this life, that he rest in his own places. For this reason also Abraham, during his life, sojourned among foreigners, not possessing even a foot's breadth of his own land; but at his burial he purchased with silver the land that received his body as his own. Blessed, then, is it in truth not to cling to the things on earth as if they were one's own, nor to hold fast to the things here as though to some natural homeland.
ἀλλὰ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνομένους, οὕτω παροικεῖν, ὡς ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντας. Ἀλλὰ πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Εἶτα οὐκ οἶδας, ὅτι θνητὸς εἶ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ στρατηγοὶ, οἱ σατράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα αὐτῶν; Ἔγκυ ψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης καὶ τίς ὁ δεσπότης, τίς ὁ πτωχὸς καὶ τίς ὁ πλούσιος. Διάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Καὶ μεμνημένος τῆς φύ σεως, οὐκ ἐπαρθήσῃ ποτέ. Τί γὰρ ὄφελος πλουσίῳ ἀποθνήσκοντι, μὴ δυνα μένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ; ὅσγε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδανε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν οὐ λήψεται πᾶ σαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλύπτον αὐτοῦ τὰ ἀσχήμονα, καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ, γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχον ται ταῦτα, αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα.
But to be weighed down by the life here below that comes from condemnation, and so to dwell as strangers, as men driven out from their own land into banishment by certain judges for certain offenses. But are you proud of your wealth? And do you think greatly of your ancestors? And do you exult in your fatherland and the beauty of your body, and in the honors paid you by all? Then do you not know that you are mortal, that you are earth, and that you will go to the earth? Look around at those before you who were examined in similar splendor. Where are those who wrapped themselves in political powers? Where are the most formidable orators? Where are the generals, the satraps, the tyrants? Is not everything dust? Is not everything a story? Are not their memorials in a few bones? Bend down to the tombs, if you are able to distinguish, who is the servant and who is the master, who is the poor man and who is the rich. Distinguish, if you have any power, the prisoner from the king, the strong from the weak, the comely from the ill-favored. And remembering your nature, you will never be puffed up. For what profit is there to the rich man when he dies, unable to take his wealth with him? He has gained from his enjoyment only as much as his soul was called blessed in this life by his flatterers. But in dying he will not take all this array; scarcely will he take a garment covering his shameful parts, and even this, if it seems good to the servants who wrap him. It is a beloved thing for him to obtain a little earth; and even this is given to him out of pity by those who bury him, who furnish these things to him out of shame for common and human nature, not granting a favor to him, but honoring humanity.
Ὥστε οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ' ὧν οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γενέσθαι πέφυκεν· ἀλλ' ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὐ
προσπελαζόντων αὐτοῖς. Οὐ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ' ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περι σφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συν εκδημεῖν. Ἀλλ' οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζον τος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφό μενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ' αὐ τοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλλοιτο δυναστείαν, ἀπολαύοι δι' αἰῶνος αὐτῶν· ἐπ' ὀλίγον δὲ κύριος τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδύς. Πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν, ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν;
So none of the pleasant things in life, on which the majority have gone mad, is truly ours, nor has it ever been made to be so; but alike they all appear alien to everyone, both to those who seem to enjoy them and to those who do not come near them. For even if some have gathered boundless gold in their life, it does not remain their own forever; but either, while they are still alive, it runs away from them as they clutch it on every side, flowing over to the more powerful, or it leaves them when they have already come to death, and it is unwilling to depart from the land with those who acquired it. But those who are dragged by the one who violently separates their souls from this wretched flesh to the necessary road, turning back frequently to their possessions, weep over the toils they spent on them from youth; and the wealth looks to the hands of others, having fastened on those men only the labor of collecting it and the accusation of greed. Nor, if someone should acquire on earth ten thousand acres, and magnificent houses, and herds of every kind of animal, and should wrap himself in all the dominion among men, would he enjoy them forever; but having been named master of them for a little while, he will again yield his prosperity to others, himself sinking beneath a little earth. And often even before the tomb, and before his departure from here, he will see his good fortune passing over to others, perhaps even to enemies. Or do we not know how many fields, how many houses, how many nations and cities, while their possessors were still alive, put on the names of other masters?
καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες, ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν οἱ δὲ κύριοι καὶ δεσπόται καλού μενοι, στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς; Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔν νοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, κυριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσ ποιητῶν, τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατ' ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν καὶ ἐπισυρόμενος, ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι.
And as those who once were slaves ascended the throne of rule, while those called lords and masters were pleased to stand with the ruled, and bowed down to their own slaves, as in the turns of dice, when their affairs were suddenly reversed for them? When you see the grass of the field and the flower, come to a single thought of human nature, remembering the image of the wise Isaiah, that All flesh is grass, and all the glory of man as the flower of grass. For the brief duration of life, and the short-lived exultation and cheerfulness of human prosperity, has obtained the most proper image in the prophet. He who today is flourishing in body, made fat with luxury, having his complexion in full bloom from the prime of his age, vigorous and intense, and irresistible in his impulse, tomorrow this very same man is pitiable, either withered by time or dissolved by disease. So-and-so is conspicuous for his abundance of wealth, and a multitude of flatterers around him; a bodyguard of friends who court him, tending to the favor that comes from him; a multitude of kin, and this too finely outfitted; a countless swarm of followers, both those who sit at his table and those who attend him for other needs; whom, as he goes out and comes back again and drags them along, he is enviable to those who encounter him.
Πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμονίαν, τὸν κήρυκα μέγα πρὸ αὐτοῦ βοῶντα, τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, καὶ πυρετὸς εἷς, ἢ πλευρῖ τις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος τῆς ἀνθρωπίνης δόξης ὁμοίωσις. Ἀλλὰ τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας οἱ περὶ τὴν ζωὴν ταύτην ἐπτοημένοι προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας χρείας τοῦ βίου· ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου, διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀν θρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γίνῃ ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν
Add to wealth also political power, or honors from kings, or the governance of nations, or command of armies, the great herald crying out before him, the rod-bearers on either side casting the heaviest terror into their subjects, the blows, the confiscations, the arrests, the prisons, from which an unbearable fear is gathered among those under his hand. And what comes after this? One night, and one fever, or a pleurisy, or a pneumonia, snatching the man away from among men, departs, suddenly stripping bare his whole tent, and that glory was refuted like a dream. So that the prophet's comparison to the most witless flower of human glory has been fulfilled. But what plausible excuse for stinginess do those who are frantic about this life put forward? I do not sell my possessions, nor give to the poor, because of the necessary needs of life; but having enjoyed them throughout my whole life, after the end of my life, I will make the poor the successors of what belongs to me. When you are no longer among men, then you will become a lover of humanity; when I see you dead, then I will call you a lover of brothers. Much thanks to you for your generosity, because lying in the tomb and dissolved into earth, you become lavish in your expenditures and great-souled. Tell me, the wages of what times will you demand—those in life, or those after death? But whom
μὲν ἔζης χρόνον, καθηδυπαθῶν, καὶ τῇ τρυ φῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται. Οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐὰν γὰρ μέλανι καὶ γράμμασι κατ επαγγέλλῃ τὰς εὐποιίας, τίς ἀναγγελεῖ σοι τὸν και ρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμ πτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους! Τί ἀναμένεις καιρὸν, ἐν ᾧ πόλλακις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; νὺξ βαθεῖα, καὶ ἡ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ. Εἶτα περιβλεψάμενος ὧδε κἀκεῖσε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ἐν τῇ ζωῇ μὲν ἀπολαύων τῶν ἡδονῶν, ἀποθανὼν δὲ διαπραττόμενος τὰ διατεταγμένα. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθης· μετὰ δὲ τὸν θάνατον, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προτιμᾷς. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Χρι στός. Καὶ τί τοῦτο; ἐχθρῶν ἄμυνα, ἢ τοῦ πλησίον ἀγάπη; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους, καὶ μάλιστα τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ τὰς γενέσεις μᾶλλον καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος δι' ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων.
While you lived, you spent your time in luxury and flowed with indulgence, and you could not bear even to look at the poor. But when you have died, what deed is there? What wage is owed for your labor? Show your works, and demand the recompenses. No one does business after the festival has been dissolved, nor is anyone crowned after returning from the contests, nor does anyone play the man after the wars. Therefore, clearly, neither does anyone practice piety after life. For if you promise your good deeds in ink and letters, who will announce to you the time of your departure? Who will be a guarantee of the manner of your death? How many have been snatched away by violent misfortunes, not even being allowed to utter a sound because of the suffering! Why do you wait for a time in which you will often not even be master of your own thoughts? The night is deep, and the illness is heavy, and there is no one to help. Then, looking around here and there, and seeing the desolation surrounding you, then you will perceive your folly; then you will groan over your senselessness—for what a time you were storing up the commandment, enjoying pleasures in life, but when dead performing what was commanded. When you were alive, you set yourself before the commandment; but after death, then you prefer the commandment before your enemies. For so that a certain person may not receive it, let Christ receive it, he says. And what is this? A defense against enemies, or love of neighbor? Let us not, then, lament the departures from here, and especially those of holy men, but rather their births and their entrances into this life. For the entrance into this world is through the dishonor of filth and foul odor, and of such things that one would not easily endure the sight of, as those who lead our life.
Διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νενομοθέτηται· ἡ δὲ ἔξοδος, καὶ ἡ ἐντεῦθεν ἀπαλλαγὴ, τιμία καὶ περιφανὴς, οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος γὰρ ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ ὅτε μὲν Ἰουδαϊκῶς ἀπέθνησκον οἱ ἄνθρωποι, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε δὲ ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τού του ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζιραίοις τὸ, Οὐ μιανθήσεται ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται· καὶ τὸ, Πλυνεῖς σεαυτοῦ τὰ ἱμάτια. Νῦν δὲ ὁ ἁψάμενος ὀστέου μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τοῦ σώματος παρεδρευούσης χάριτος. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦ σαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον. Δικαίοις μὲν γὰρ συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει· τοῖς δ' ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι· καὶ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοη θεῖν τοῖς κάμνουσιν, ἑαυτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον.
For through such things the passage of fleshly birth is established by the necessity of nature; but the departure and release from here is honorable and illustrious, not of all men, but of those who have passed their life here in holiness and righteousness. For death is honorable, but the birth of men is not honorable. For it is sown, he says, in dishonor, it is raised in glory; it is sown in corruption, it is raised in incorruption. And when men died in the Jewish manner, corpses were abominable; but when death is for Christ, the remains of his holy ones are honorable. Before this it was said to the priests and to the Nazirites, He shall not be defiled for any dead person; and, If anyone touches a corpse, he shall be unclean; and, You shall wash your garments. But now the one who touches the bone of a martyr receives some participation in sanctification from the grace that attends the body. For precious in the sight of the Lord is the death of his holy ones. Compare death, then, with birth, and cease lamenting the one who is released from dishonor. For the divine word permits us to rejoice and exult with the righteous; but to mourn and lament with those who send forth a tear from repentance; and to weep over those who are disposed without feeling, because they do not even know how they are perishing. But it is not fitting to consider one who has wept over the death of men and cried out together with the mourners to be a fulfiller of the commandment. For I do not praise a physician who, instead of helping the sick, infects himself with their diseases.
Οὕτω καὶ ὁ Δαβὶδ τὸν φίλον ὀλοφυρόμενος Ἰωνάθαν, συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυ τοῦ, Ἀλγῶ ἐπὶ σὲ, λέγων, ἀδελφὲ Ἰωνάθαν· καὶ, Θυγατέρες Ἱερουσαλὴμ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ· τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνή σαντα τοῦ βίου. Θάνατοι γὰρ τοῖς ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥω θεν τὸ περὶ ἕκαστον ἡμῖν συμφέρον προβλεπομένου. Ἀλλὰ παιδὸς ἀγαπητοῦ θάνατος ἐκπιέζει σου τὴν ψυχήν. Καὶ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχὴ, ἔρεισμα γένους, πατρίδος ἐλπὶς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφὲν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὂν,
ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ἀλλ' ἐὰν μὲν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει μὲν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθ' ἡμῶν στένοντες, παριστάναι ἀπαθῆ τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Διὸ παρακαλῶ, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν·
Thus also David, lamenting his friend Jonathan, bewailed at the same time his own enemy, saying, "I am grieved for you, brother Jonathan"; and, "Daughters of Jerusalem, lament for Saul." For the one he laments as having died in sin; the other, Jonathan, as having shared his life to the very end. For deaths are brought upon men when the bounds of life are fulfilled, which the righteous judgment of God fixed from the beginning for each one, foreseeing from afar what is expedient for each of us. But the death of a beloved child oppresses your soul. And who is so stony in heart, or altogether outside human nature, as to bear what has happened without feeling, or to have his soul seized by only a moderate passion? The successor of a splendid house, the support of a family, the hope of a fatherland, the offspring of pious parents nurtured under countless prayers, being in the very flower of his age, has been snatched from the midst of his father's hands and is gone. What nature of adamant would these things not be able to soften and bring to compassion? But if we wish to wail over what has happened and to weep, the time of life will not suffice; and all men groaning with us will not be able to make our lamentation free of feeling; but even if the streams of rivers became tears, they would not suffice to fulfill the lamentation for what has happened. Therefore I exhort you, as a noble champion, to stand against the magnitude of the blow, and not to succumb to the weight of grief, nor to have your soul swallowed up;
ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε, πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις ἀν θρώποις αἰτία ἀκατάληπτος, δι' ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἐφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖ δας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Ἡμέτερον τοῦτο τὸ θαῦμα ποιησώμεθα· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸς, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι· οὐκ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλαβεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέχεται τέλος. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν κατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευόμεθα, καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Ἀναμνήσθητι τοῦ σοῦ πατρὸς, ὅτι τέθνηκε. Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα;
being persuaded of this, that even if the reasons of God's dispensations escape us, yet surely what is dispensed by the wise and loving one is acceptable, even if it be painful. For he himself knows how he orders what is beneficial for each, and why he sets unequal the ends of our life. For there is some cause among men, incomprehensible, on account of which some are led away from here sooner, while others are left behind to struggle longer in this painful life. So that in all things we ought to worship his love for mankind, and not be vexed; remembering that great and celebrated voice which the great athlete Job uttered, when he saw ten children crushed at one table in a brief moment of time: The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so it came to pass. Let us make this marvel our own; equal is the reward from the righteous judge for those who display equal deeds of valor. We have not been deprived of the child, but we have given him back to the one who lent him; his life has not been destroyed, but has been exchanged for the better; earth has not hidden the beloved, but heaven has received him. Let us wait a little while, and we shall be with the one we long for. Nor is the time of separation long, since all, as it were on a journey in this life, hasten to the same lodging; in which one has arrived beforehand, another has come in, another is hastening, but one end receives all. For even if he has ended the journey sooner, yet we all travel the same road, and the same lodging awaits all. Remember your father, that he is dead. What then is wonderful, that one born of a mortal should become the father of a mortal?
Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους κατα λιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστὶν, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικοῦσαν, καὶ τῶν προτέρων τέκνων καταμελοῦσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ, πλειόνων κακῶν ἐστιν ἀφορμή. Τίνος ἕνεκεν οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνη τοῦ προειθίσθης, ἀλλ' ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ υἱέως ὁ τοκετὸς, εἴ τίς σε εἴρετο, Ποταπόν ἐστι τὸ τεχθὲν, τί ποτε ἂν ἀπεκρίνω; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυό μενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συν νόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος.
But to die before one's time, before being satisfied with life, before reaching the full measure of age, before appearing among men and leaving behind a succession of one's race—these things are not an increase of grief but a consolation for what has happened: that he did not leave orphaned children upon the earth; that he did not abandon a wife to a long affliction, exposed to it, or living with another man and neglecting the children of the former marriage. And that the child's life was not prolonged in this life—who is so senseless as not to consider this the greatest of goods? For a longer stay here is the occasion of more evils. For what reason were you not accustomed to think mortal thoughts concerning a mortal, but received the death of your child as unexpected? When the birth of your son was first announced to you, if someone had asked you, "What sort of thing is it that has been born?" what would you have answered? Would you have said anything other than that the one born is a human being? And if a human being, then clearly also mortal. What then is strange if the mortal has died? Do you not see the sun rising and setting? Do you not see the moon waxing and then waning? Do you not see the earth flourishing and then drying up? What then is wonderful if we also, being a part of the world, enjoy the things that come from the world? The loss of a beloved child, or of a wife according to one's heart's desire, or of any other of the dearest and most closely bound in all goodwill, is nothing terrible to one who has foreseen it and has right reason as the guide of his life, and does not walk according to some habit. For separation from habit is most grievous even to irrational animals. And once I saw an ox weeping at the manger, when its yoke-fellow and partner in the yoke had died.
Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Ἀλλὰ γὰρ οὐκ ἐνόμισα δίκαιον εἶναι παραλι
πεῖν τὸ ἐπιβάλλον ἐμοὶ, καὶ μὴ καὶ πρὸς σὲ, τὴν ἐκείνου μητέρα, τὸν λόγον τρέψαι. Οἶδα γὰρ ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα· καὶ λογίζομαι, πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης, ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι· ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς τῇ γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ τῆς πατρί δος ἐγένετο· ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι! Ὢ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος! Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι, ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλ' οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. Ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυ τοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης· νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν.
And the rest of the irrational creatures one may see clinging vehemently to habit. But indeed I did not think it right to pass over what fell to me, and not to turn my discourse also toward you, that man's mother. For I know what kind of thing the bowels of mothers are; and I reckon how great the pain is likely to be in the present circumstances. You have been bereaved of a child, whom, while he lived, all mothers called blessed, and prayed that their own might be such as he; and when he died, they groaned, as each buried her own in the earth. His death became a blow to his fatherland; with him the great and illustrious family fell together, shaken as though its support had been removed. O encounter with an evil demon, how great an evil it had strength to work! O earth, compelled to receive such a suffering! The sun too, perhaps, shuddered, if it has any perception, at that gloomy spectacle. And what could one say as great as the helplessness of the soul suggests? But our affairs are not without providence, as we have learned in the Gospel, that not even a sparrow falls without the will of our Father. So that if anything has happened, it has happened by the will of our Creator. And who has withstood the will of God? Let us accept what has befallen us; for by chafing we neither correct what has happened, and we destroy ourselves besides. Let us not accuse the righteous judgment of God. We are ignorant, so as to test His ineffable judgments. Now the Lord receives the proof of your love toward Him; now the season is present for you, through endurance, to receive the portion of the martyrs.
Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἀνεστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ' εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως, ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς, καὶ ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίαν ἀνθρωπίνης ζωῆς, οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατοικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα· καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανὸν, καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον, οὐδὲ οὗτος διαμενεῖ· οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, καὶ πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια, παραμυθία ἔστω τοῦ συμ βεβηκότος. Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω· Φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.
The mother of the Maccabees saw the death of seven children, and she did not groan, nor did she let fall a base tear; but giving thanks to God, because she saw them being released by fire and iron and the harshest tortures from the bonds of the flesh, she was judged approved by God and celebrated among men. Great is the suffering, I too say; but great also are the rewards laid up by the Lord for those who endure. When you became a mother, and saw your child, and gave thanks to God, you surely knew that, being mortal, you had begotten a mortal. What then is surprising, if the mortal died? But it grieves us that it happened out of season. It is unclear whether it was not timely; since we do not know how to choose what is beneficial for souls, and to set a term for human life. Look around at the whole world in which you dwell; and consider that all things seen are mortal, and all things are subject to corruption. Look up to heaven, and it too will one day be dissolved; to the sun, and not even this will remain; all the stars, land animals and water creatures, the beauties around the earth, the earth itself—all things are corruptible, and all things will shortly not exist. Let the thought of these things be a consolation for what has happened. Do not measure the suffering by itself; for thus it will appear unbearable to you; but comparing it with all human things, from this you will find its consolation. And above all I have this strong thing to say: spare your husband; become a consolation to one another; do not make the calamity harsher for him by consuming yourself with grief.
Ὕποπτον γὰρ ἡμῖν ἐστι τὸ ἄγαν σου φιλό τεκνον, μήποτε ἔκδοτον δῷς σαυτὴν τῷ πάθει, δι' ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Οὐδὲν γὰρ τῶν συμβαινόντων ἡμῖν ὡς λυπη ρὸν ὑποδέχεσθαι χρὴ, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθ' οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται· ἀλλ' ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν, ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα, τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλησθῇ. Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ἀλλ' ἀνδρὸς φιλτάτου στέρησις ἀνυπομόνητόν σοι τὴν συμ φορὰν ἐμποιεῖ. Κἀγὼ συντίθημι. Ὅτι μὲν γὰρ λυ
For your excessive love of your child is suspect to us, lest you give yourself over as a captive to passion, receiving the deep wound of grief through the tenderness of your character. For none of the things that happen to us ought to be received as grievous, even if for the present it touches our weakness. For even if we do not know the reasons by which each of the things that come to pass is brought upon us as good by our Master, yet we ought to be persuaded of this, that what happens is altogether beneficial, either for us because of the reward of endurance, or for the soul that has been taken, so that it may not linger longer in this life and be filled with the wickedness that dwells in the world. For if in this life the hope of Christians were confined, it would reasonably be thought hard to be separated from the body sooner; but if for those who live according to God the beginning of true life is the release of the soul from these bodily bonds, why do we grieve, as those who have no hope? But the deprivation of a most beloved man makes the calamity unbearable to you. And I agree. For that indeed you grieve
πηρὰ συμφορὰ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν ἐκεῖνον, ἅπαντες ἴσμεν. Πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ' ἀκούσας αὐτὸν ἀθρόον ἐξ ἀνθρώπων ἀναρπασθέντα, οὐχ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τούτου στέρησιν ἐλογίσατο. Εἰ δὲ τοῖς πόῤῥω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβὰν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν, οὕτως ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ τοῦ φιλτάτου χωρισμῷ τελευτήσαντος; Καὶ γὰρ οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τούτοις παραμυθία τίς; Ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα, τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως ἡμῶν παθήμασιν, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Δεσπότου οἰκονομίαν. Πάν τοτε μὲν γὰρ χρήσιμον τὸ τῶν Γραφῶν διδασκαλεῖον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι' ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες, πάλιν εἰς τὴν γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίω φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμα στὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετὴν, φημὶ κἀγώ·
We all know the calamity, grievous as it was, of the suffering that befell that best of men. For surely no one has a heart so made of stone that, having come to know that man by experience and then hearing that he was suddenly snatched away from among men, he would not reckon his loss as a common bereavement of life. But if to those far removed from intimacy with him the event was so heavy and hard to bear, how likely is it that your soul was affected by the suffering, being so subject to suffering that you felt, as it were, a kind of bisection at the separation from your dearest one when he died? For such a severance is no less painful than if half of our body were torn away. But such are the sorrows, and greater than these; and what is the consolation for them? The legislation of our God, which has prevailed from the beginning: that one who has come into generation must surely depart from life at the appointed times. If, then, human affairs have been so ordered from Adam until our own day, let us not be vexed at the common afflictions of our nature, but let us accept the dispensation of the Master concerning us. For the teaching of the Scriptures is always useful, but especially in such times as these. Remember, therefore, the sentence of our Creator, through which all we who have sprung from the earth return again to the earth; and no one is so great as to appear better than dissolution. That wondrous man was noble and great, and equal in the virtue of his soul to the strength of his body—so I too say—
οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερα, ἀλλ' ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδὰμ, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς ὅντινα ἂν εἴπῃς τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. Ἓν τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν· ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο· πᾶσα δὲ γλῶσσα τὰ κατ' αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατ' ἀρετὴν ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν ὁ τοιοῦτος. Ἀλλ' ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμ βήσεται. Οὕτω τοίνυν τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. Τοὺς γὰρ κατὰ τὸν βίον συναφθέντας ἀλλήλοις, εἶτα θανάτῳ διισταμένους, ὁδοιπόροις λογίζου παραπλησίους, μίαν πορευομένοις ὁδὸν, καὶ διὰ τὴν συνεχῆ μετ' ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες, καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπο μνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ, ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις, ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας·
He certainly had no excess in either direction, but nevertheless he was a man, and he died, as Adam died, as Noah, as Abraham, as Moses, as any one you may name of those who share the same nature. That man was fashioned by our Creator as a single pattern of human nature, so that all eyes were drawn to him, and every tongue recounted his deeds; scribes and sculptors fell short of his worth, and historians, in narrating his brave deeds of virtue, lapse into the incredibility of myths. Hence most people could not even bring themselves to believe the report that carried the grim tidings, nor to accept at all that such a man had died. But nevertheless he has suffered what will also befall heaven and sun and earth. Measure your grief, then, so as neither to cast it out of your heart nor to be swallowed up by sorrow. For reckon those who were joined to one another in life and then separated by death to be like travelers journeying on one road, who have been united by habit through their continual companionship. When they have completed the common road and at last reach the point where it splits, necessity now dividing each to his own need, they do not sit by their habit and neglect what lies before them, but remembering the cause that first set them in motion, each runs off to his own destination. As, then, those travelers had one goal of their journey, but the familiarity arising from habit during the journey came about for them, so too for those joined in marriage or in some other partnership of life, a particular end of life plainly lay before them.
συναφθέντας δὲ ἀλλήλοις, ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε. Εὐγνώμονος δὲ δια νοίας, οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν τοῦ συναφθέντος, ἀλλ' ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ, καὶ ὅτε περιῆν σοι ὁ ἀνὴρ ἢ τὸ παιδίον, ἢ ὁτιοῦν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ' ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν ἀνδρὶ μόνῳ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις. Ὅρα τοίνυν, μήποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευάζωμεν· παρόντων μὲν, οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ, περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ
ἄγαν προκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυ χαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες· μετὰ τὴν στέρησιν, τὸ παρελθὸν μακαρίζουσιν. Ἀλλ' ἡμεῖς ἀφέντες τὰς ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι. Εἴπωμεν, ἐν μὲν ταῖς σκυθρωπο τέραις περιστάσεσι τῶν πραγμάτων, τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμα στιγώμεθα.
But when they had been joined to one another, the appointed end of life necessarily separated and dissolved them. It belongs to a grateful mind not to be burdened at the separation from the one joined to it, but to give thanks to the one who allotted them together for the union from the beginning. But you, even when your husband or your child was present, or whatever else you now bewail, you did not give thanks to the giver for what was present, but you complained about what was lacking. If you lived with a husband only, you complained that there were no children such as you wished; and if children were also present, you complained that you were not exceedingly rich. See to it, then, that we do not ourselves bring about the necessary deprivations of our dearest ones: not perceiving them while present, but clinging to them once they are gone. For since, when the good things from God lie before us, we do not give thanks, their removal becomes necessary for us, for the sake of our perception. For just as the eyes do not see what is placed too close, but need some moderate distance, so too ungrateful souls seem to perceive the past grace only in the alienation of good things. For when they were enjoying the better things, they acknowledged no gratitude to the giver; after the deprivation, they call the past blessed. But let us dismiss the griefs over things absent, and learn to render thanksgiving for things present. Let us say, in the more gloomy circumstances of affairs, to the wise physician: In a little affliction, your discipline was upon us. Let us say: It is good for me that you humbled me. Let us say: The sufferings of the present time are not worthy to be compared with the glory that is to be revealed in us. Let us say: We have been disciplined in few things wherein we sinned.
Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; καλῶς ἀποροῦντος τοῦ Προφήτου, καὶ περισκοποῦντος αὑτοῦ τὴν πε νίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον· ὃς ἐφ' οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν θρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΑΘΥΜΙΑΣ.}1 {ΛΟΓΟΣ ΙΒʹ.}1 Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦ μαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατεῤῥαγμένους καὶ ἀγαπᾷν δικαίους, συντρίβειν τε ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας· πάλιν μεταβαλὼν, κουφότερος γίνομαι ταῖς ἐλπίσι. Καὶ οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ἃ μὲν γὰρ πεπόνθαμεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν·
Let us entreat the Lord, for "Chasten us, O Lord, but in judgment, and not in wrath." For being reproved by the Lord, we are chastened, so that we may not be condemned with the world. But in the brighter course of life let us speak that voice of David: "What shall we render to the Lord for all that he has rendered to us?" — the Prophet rightly being at a loss, and surveying his own poverty, because he has nothing worthy to give in return; who, for such great and splendid benefits, which indeed have no excess, promises us in return many times more good things for the time to come, "which eye has not seen, and ear has not heard, and which have not ascended upon the heart of man, which God has prepared for those who love him." May we also obtain these, having purified ourselves from the passions of the flesh, by the grace and love of mankind of our Lord Jesus Christ, to whom be the glory and the might, now and always, and unto the ages of ages. Amen.
{ON SORROW AND DESPONDENCY.} {WORD 12.} When I see both evil prospering, and your piety worn out and giving up in the face of the unceasing assaults, I am filled with despondency. But when again I consider the great hand of God, and that he knows how to raise up the broken down and to love the righteous, and to crush the proud and to cast down mighty men from their thrones, again changing, I become lighter in my hopes. And I know and am persuaded, which I also wish you to know, that the help will be swift, and the abandonment will not be to the end. For what we have suffered, we have suffered because of our sins.
τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τοὺς δούλους αὐτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ' ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν· ἀλλ' ἐπὶ τοῖς πεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχὴν, τίς οὕτως παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς, κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις ἀνίαις παντελῶς ἐκτακῆναι; Ταῦτα δὲ λέγω, οὐ παρακλήσεως ἕνεκεν, (τίς γὰρ καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας μου, καθ' ὅσον δυνατὸν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνων. Ἐλογισάμην γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν ταῖς παρὰ τῶν ἐχθρῶν ἐπηρείαις πληθυνομένην τὴν ἀρετὴν ἐν ὑμῖν, καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν, καὶ οὐκ ἔτι ἐκ τοῦ προφανοῦς
But the loving-kindness of God will show his help because of his love and compassion for his servants. For either we are paying the penalty for sins—the scourges are sufficient henceforth to avert the anger of God against us—or we have been called through these trials to the contests for piety; the judge of the contest is just, not to allow us to be tempted beyond what we are able to bear, but to give us, for our labors, the crown of endurance and of hope in him. For who is so adamantine in soul, who so utterly without compassion and savage, that on hearing the groaning that assails us from every side, as if from some mournful chorus chanting a common and harmonious lament, he would not suffer in his soul, and be bowed down to the earth, and be wholly melted away by these helpless griefs? But I say these things not for the sake of consolation (for what word could be found to heal so great a calamity?), but to signify to you, as far as possible, the pain of my heart by this voice. For I considered the cunning of the diabolical warfare: when he saw that virtue was multiplied in you and flourishing all the more under the outrages of enemies, he reversed his plan, and no longer openly
πολεμεῖ, ἀλλὰ κεκρυμμένας ἡμῖν τὰς ἐνέδρας τίθησι, καλύπτων αὐ τοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος οὗ περιφέρουσιν οἱ πολέμιοι· ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα ἡμᾶς ἐξέπληξε, καὶ μικροῦ δεῖν, ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· Ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τοὺς δούλους ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ, καὶ ἡ ἀποστασία διὰ τούτων λαμ βάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμὸς, βαστάσατε αὐτὸν ὡς καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδέδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα· ἀλλ' ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπι φάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται, καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη, καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ὥρισεν ὁ δίκαιος κριτὴς, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν; Μὴ τοίνυν ἀποκάμωμεν, ἀδελφοί· ἀναμένουσι γὰρ ἡμᾶς οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας, καὶ δέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν.
He wages war, but sets his ambushes hidden from us, concealing his plot by the very name that the enemies carry about, so that we too may suffer the same things as our fathers, and may not seem to suffer for Christ, because we bear the name of Christians along with our persecutors. These things astonished us, and, so to speak, nearly drove us out of our senses. And with these reasonings there entered also that thought: Has the Lord perhaps abandoned his own servants? Is it perhaps the last hour, and the apostasy through these things is making its entrance, so that from now on the lawless one may be revealed, the son of perdition, the adversary, who exalts himself above every so-called god or object of worship? Nevertheless, whether the trial is temporary, bear it as noble champions of Christ; or whether affairs have been handed over to utter destruction, let us not grow weary in the face of present things, but let us await the revelation from heaven and the appearing of our great God and Savior Jesus Christ. For if all creation will be dissolved, and the form of this world will be transformed, what wonder is it if we too, being a part of creation, suffer the common sufferings and be handed over to afflictions, which the righteous judge has appointed according to the measure of our strength, not allowing us to be tempted beyond what we are able, but giving with the temptation also the way out, so that we may be able to endure it? Let us not, then, grow weary, brothers; for the crowns of the martyrs await us; the choirs of confessors are ready to stretch out their hands to you and to receive you into their own number.
Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν, οὐδὲ κολακευόμενος, τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη· ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁ γὰρ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος, τῆς λύπης τὸ βάρος ὑπενεγκὼν, μεγάλην ἔχει παρὰ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Ὥσπερ οὖν οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Οὔτε δὲ γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ πολυπενθὲς καὶ πολύδακρυ· ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἐπιστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχόμενον, μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν χεόμενον, μηδ' ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτη δευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Τὸ μὲν γὰρ δάκρυον, ὥσπερ ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις, ὕπ ωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος·
Remember the saints of old, that no one who lived in luxury or was flattered was deemed worthy of the crowns of endurance; but all, having been refined through great afflictions, displayed what was proven. Blessed is the one deemed worthy of the sufferings for Christ. More blessed is the one who abounded in sufferings, because the sufferings of the present time are not worthy to be compared with the glory that is to be revealed in us. For the one who did not succumb to afflictions, but through hope in God bore the weight of grief, has a great recompense of endurance from God. Therefore, just as worms breed most in the softer kinds of wood, so griefs grow in the softer dispositions of men. Neither women nor men are permitted excessive mourning and much weeping, but only to be saddened at grievous things, and to shed a small tear, and this quietly, not wailing aloud, nor shrieking, nor tearing one's garment, nor pouring dust on oneself, nor in any other such way behaving disgracefully in the manner practiced by those who are uneducated in human affairs. For it belongs to a cowardly soul, one having no tension of hope in God, to be violently broken down and to give way to grievous things. For the tear, as if from some blow, when the impact of the involuntary strikes and contracts the soul, the spirit around the heart being pressed down, is naturally produced; whereas joy is, as it were, a leaping of the soul exulting in things according to its will. Hence the symptoms in the body also differ. For in those who grieve, the body is pale and livid and cold;
τοῖς δὲ φαιδρυνομένοις, ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ' ἡδονῆς εἰς τὸ ἔξω. Καὶ πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐκπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις· τοὺς δὲ καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνε σθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς.
Τίνος γὰρ ἕνεκεν ἐπὶ τῷ Λαζάρῳ ὁ Χριστὸς ἐδάκρυε; τῶν ὀδυρτικῶν πάντως καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ καὶ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς δὲ ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λά ζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο, καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν· μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τὰ τοιαῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη·
For those who are made bright, the body's condition blooms and is ruddy, with the soul all but leaping and being pushed outward by pleasure. And we have known many in incurable misfortunes to shed a tear, having endured by force; then some fell into incurable afflictions, stupefactions or paralyses; and others were altogether chilled, their strength broken as if by a weak support under the weight of grief. For what one sees in the case of flame—that it is choked by its own smoke, when the smoke does not escape but coils around it—they say happens also in the case of the power that governs the living creature; for it withers away under pains and is extinguished, when no exhalation outward occurs.
For for what reason did Christ weep over Lazarus? Certainly correcting the excessive passion and lowliness of the lamenting and tear-loving. For that the Lord's tear was not passionate but also didactic is clear from this: Our friend Lazarus has fallen asleep, but I go that I may wake him. But who of us laments a sleeping friend whom he expects to wake a little later? Lazarus, come out; and the dead man was made alive, and the bound man walked. A wonder within a wonder: that his feet were bound with grave-cloths and he was not hindered in movement; for the power strengthening him was greater than what impeded him. How then did he who was about to accomplish such things judge the event worthy of tears? Or is it clear that, supporting our weakness from every side, he encompassed the necessary passions within certain measures and bounds?
τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. Ὁ δὲ Ἰὼβ, τί; μὴ ἀδαμάντινος ἦν τὴν καρδίαν; μὴ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες, καὶ ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπεξελθόντας τοῦ βίου τὸ τέλος. Καὶ οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγεννῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλὰ ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις καταθρηνοῦσι, καὶ μέλεσι γοεροῖς ἐκτήκειν ἑαυτῶν τὰς ψυχὰς ἐπιτηδεύουσι· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ, μεθ' ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴονται προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασώζοντι·
Avoiding unfeelingness as something beastly, and rejecting the sorrow-loving and much-lamenting as ignoble. But what of Job? Was he adamantine in heart? Were his inward parts made of stone? Ten children fell in a brief turn of time, crushed in a single blow, and in the house of gladness, in the time of enjoyment, when the devil caused the dwelling to fall down upon them. He saw a table mixed with blood; he saw children born at different times, yet together departing from life's end. And he did not wail, he did not tear his hair, he did not let out any ignoble sound, but uttered that celebrated thanksgiving hymned by all: The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so it came to pass; blessed be the name of the Lord. Was the man unfeeling? How so? He who says of himself: I wept for every afflicted person. But did he perhaps lie in saying these things? Indeed the truth bears witness to him, that along with the other virtues he was also truthful: For a man, it says, blameless, just, God-fearing, truthful. But most people lament with certain songs composed for gloom, and they practice wasting their souls with mournful melodies; and just as the tragic actor's mask and costume, with which they occupy the theaters, are peculiar to them, so they think that a fitting posture also belongs to the mourner: a black cloak, and squalid hair, and darkness in the house, and filth, and dust, and a sullen melody, preserving the wound of grief always fresh in the soul.
οὐκ εἰδότες, ὅτι ψυχὴ ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ, ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἄνθεσι καὶ πόαις προσανα παύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὰ ὄμματα. Αἱ γὰρ λῦπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι· καὶ τῷ ὄντι τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν, ἀθλη τικὰ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι. Ἡ δὲ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς μὲν λύπης βαπτιζού σης τὸν νοῦν καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώ σης. Αἰσχρὸν οὖν, εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Καὶ ῥύεται ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπο μονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ ἡ θλίψις ὑπομο νὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος, τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ
Not knowing that a soul once bound to the love of its Creator and accustomed to be made radiant by the beauties there will not change its exceeding joy and cheerfulness because of the varied shifting of fleshly passions, but will make the things that are painful to others an addition of gladness. For just as those weak in the eyes, turning their gaze away from things too bright, rest them upon flowers and grass, so it is necessary that the soul not continually look down upon what is painful, nor cling to present annoyances, but turn its eyes toward the contemplation of the truly good things. For sorrows test the soul as fire tests gold; and in truth, for those well prepared, afflictions are, as it were, a kind of nourishment, athletic exercises, advancing the contender toward the glory of the Father. But excessive dejection becomes a cause of sin, since grief immerses the mind and produces a dizziness of bewilderment, while the perplexity of thoughts begets ingratitude. It is shameful, then, that we bless on the more favorable things but keep silent on the more gloomy and painful matters. But then we ought to give thanks even more, knowing that the Lord disciplines whom he loves, and scourges every son whom he receives. And God delivers his saints from affliction, not leaving them untested, but granting them endurance. For if affliction produces endurance, and endurance produces proof, then the one who removes affliction has deprived himself of proof. As, therefore, no one is crowned without an opponent, so neither can anyone be shown approved unless
διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ῥύσεται αὐτοὺς, οὐχὶ μὴ ἐῶν αὐτοὺς θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν χαριζόμενος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει, ἢ μὴ ἁρμόζειν τῷ ἀθλη τῇ ἀνταγωνιστήν. Ἐπεὶ δὲ φέρει παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν, ἐπιστυγνάζειν μὲν ταῖς συμ φοραῖς τῶν πεπονθότων ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους, οἷον συγκαθειργνῦναι ἑαυτὸν καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γὰρ ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ κατα πραΰνειν. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. Φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. Φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμησις, καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπα θῶς παντάπασι διακειμένων οἱ λόγοι. Ὥσπερ γὰρ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ·
through afflictions. From all afflictions, then, he will deliver them—not by preventing them from being afflicted, but by granting, together with the trial, also the outcome of being able to endure it. But the one who says that affliction is not fitting for the righteous says nothing other than that a contestant is not suited to have an antagonist. Since, then, the sharing of groans brings consolation to those who lament, it is fitting to grieve over the misfortunes of those who have suffered. For in this way you will make yourself akin to those who suffer, not exulting over their misfortunes, nor taking pleasure in the pains of others. Yet it is not fitting to be carried along with the sorrowful any further, so as to cry out together, or to lament together with the one who has suffered, or to imitate and emulate in others' misfortunes the one darkened by passion—for example, to shut oneself up together with him and to dress in black together, and to sit together on the ground, and to neglect the shearing of one's hair. For by these things one is more likely to intensify the misfortune than to calm it. But it is fitting to be stung by what happens and gently to grieve over sorrowful things, signifying the passion of the soul in a thoughtful countenance and a gravity that has weight. But when speaking, it is not fitting to leap at once to reproofs, as if springing upon and trampling on those who lie fallen. For reproof is burdensome to those whose soul has been afflicted by grief, and at the same time words from those who are wholly dispassionate are hard for the sick to accept and unconvincing for consolation. For just as to an inflamed eye even the gentlest of consolations causes distress,
οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ ὁ λόγος, ὀχληρός πως εἶναι δοκεῖ ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ὅταν δὲ ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ σύμπαθε· καὶ γάρ σοι ὑπάρ ξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι' ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς, αὕτη θάνατός ἐστι τῆς ἀθανάτου, αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ μέσης καρδίας ἀναπεμπόμενος. Οὕτως ἔκλαιεν Ἱερεμίας ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ᾧ γε ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέ πει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΜΑΚΡΟΘΥΜΙΑΣ.}1 {ΛΟΓΟΣ ΙΓʹ.}1 Μηδεὶς ἐξ ὧν ἔπαθε λυπηρῶν ἀναπεισθῇ λογίσασθαί τι καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ' ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ' εἰς τὸν ἀθλητὴν Ἰὼβ ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐν οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ δια βόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν.
Thus also to a soul distressed by heavy affliction, even if the word brings much consolation, it seems somehow burdensome when offered in the midst of intense pain. But when you see your brother lamenting over repentance for his sins, weep with such a one, and suffer with him; for it will be yours, in another's sufferings, to correct your own. For he who has shed a warm tear for the sin of his neighbor has healed himself, through the very things for which he grieved over his brother. Weep for sin. This is a sickness of the soul, this is the death of the immortal soul, this is worthy of mourning and unceasing lamentation. For this let every tear flow, and let not the groan sent up from the midst of the heart cease. Thus Jeremiah wept over those of the people who were perishing; and since the tear that comes by nature was not enough for him, he sought a fountain of tears and a final measure. But for all these things let us give thanks to Christ our God, for to him belongs all glory, honor, and worship, with the Father who is without beginning, and with the all-holy and life-giving Spirit, now and always, and unto the ages of ages. Amen. {ON PATIENCE AND LONG-SUFFERING.} {HOMILY 13.} Let no one, from the sorrows he has suffered, be persuaded to think or say that no providence orders our affairs, nor let him accuse the dispensation and judgment of the Master; but let him look to the athlete Job, and make him a counselor unto what is better. Let him reckon up all the contests in order, in which that man excelled; and with how many arrows, shot by the devil, he was struck, yet did not receive a fatal wound.
Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις. Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμ φορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπι συνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρό τερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑπο δεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν,
καὶ τὴν εὐγνώμονα πρὸς τὸν Δεσπότην ἠφίει φωνὴν, καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετί ναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μόνον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπι δεικνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστοργος οἷς ἔπραττε μαρτυρούμενος· καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ, ἐφ' ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον· τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀνόνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥήμασιν.
For he had taken away his prosperity from among his possessions, and he intended to bury him under successive reports of evils. For while the first was still announcing such a calamity, another messenger came, bringing the dejection of worse tidings; and the terrors were linked one to another, and the calamities emulated the onrush of waves, and before the former tear had ceased, a pretext for another was brought forward. But he stood like a kind of breakwater, receiving the assaults of the storm and changing the force of the waves into foam, and he sent up the grateful voice to the Master, and he deemed none of the things that happened worthy of tears. But when someone came announcing that a violent wind had fallen upon his sons and daughters as they were feasting and had struck the chamber of their merrymaking, then only did he rend his garment, displaying the compassion of nature, and bearing witness by his actions that he was a loving father; and adorning what had happened with those pious words, he said: The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so it has come to pass; almost crying out such things as these: I was called father for as long a time as the one who made me so willed. He has resolved again to take away from me the crown of my offspring; I do not contend with him over his own things. Let what seems good to the Master prevail; he is the fashioner of the race, and I am an instrument. Why should I, being a servant, be vexed to no purpose and find fault with a verdict that I cannot undo? With such words the righteous man kept striking down the devil.
Ἐπει δὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμενὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀναδίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμενε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσπιλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς. Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνή μην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑποσύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι' ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν. Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν πόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγ κρούουσα, καὶ τοὺς τῆς εὐσεβείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθη νίαν τῶν οἰκείων, ὑποδεικνῦσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου μισθόν. Ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγοψυχίας ἄξια ῥή ματα, ταράξαι δὲ πάντα ἄνδρα δυνάμενα, καὶ περι τρέψαι καὶ γενναίαν διάνοιαν. Πλανῆτις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν.
But when the enemy saw him conquering again, and that he could not be shaken by any of these things, he brought the engine of trial against his very flesh, and having scourged his body with unspeakable blows, he caused springs of worms to well up from it; and having brought the man down from the thrones of his kingdom, he seated him on a dunghill. But he, though assailed by such sufferings, remained unmoved; and while his body was being torn, he kept the treasure of piety spotless in the secret place of his soul. Since the enemy had nothing left that he could do, he came to the remembrance of his ancient plot, and having drawn the mind of the woman aside to an impious and blasphemous opinion, he tried through her to shake the athlete. And she, having given way before the long toil, stood by the righteous man, bowed down, and striking her hands together at what she saw, and reproaching him with the fruits of piety, and recounting the former prosperity of her household, and pointing out the present evils, and what sort of life he had obtained in exchange for what sort, and what reward he had received from the Master for his many sacrifices. And she kept saying words worthy of the faint-heartedness of women, but able to trouble any man, and to overturn even a noble mind. For I go about as a wanderer and a suppliant, I who was a queen am a slave, and I am compelled to look to the hands of my own servants, and I who once fed many am now gladly fed from the tables of strangers.
Καὶ ὅτι καλὸν εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασι, καὶ ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκονήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ τε καὶ τῇ συνοικούσῃ μηκύνειν. Ὁ δὲ ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ' οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φη σιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβου λήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀναστροφὴν διέβαλες ἐν οἷς ἐλάλησας, καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν· ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν· ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐ δενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος· τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ ἐστι. Σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθησαι. Νῦν δακρύεις, ἀλλ' ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ' ἐπλούτησας πρότερον· ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν πί νουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά· ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν
And that it would be good and useful, having used impious words, to cut oneself off from the earth, having sharpened the sword of the Creator's wrath, rather than enduring against terrible things, to prolong for oneself and for the wife who lives with him the toil in the struggles. But he, having been vexed at these words, as at none of the former evils, and having filled his look with anger, and having turned toward his wife as toward an enemy, what does he say? Why have you spoken like one of the foolish women? Lay aside, he says, O woman, your counsel. Until when do you insult the life we share in what you say? You have lied, and you have slandered my conduct, as I did not wish, in what you have spoken, and my life. I have now considered myself to have been impious by half; since marriage made us both one body, but you have fallen into blasphemy. If we received good things from the hand of the Lord, shall we not endure evil things? Remind yourself of the good things that came to you before; balance the better against the worse. No human life is entirely blessed; to fare well throughout is God's alone. But you, if you grieve at what is present, console yourself from what has gone before. Now you weep, but you laughed before; now you are poor, but you were rich before; you drank the clear stream of life, and drinking the turbid, endure. Not even the currents of rivers appear entirely clear; and our life, as you know, is a river, flowing continually, and filled with wave upon wave. For one part of it has already flowed past, another is still going, another has just sprung from its sources, and another is yet to come; and toward the common
ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν τὰ πράγματα δι' αἰῶνος ἡμῖν; διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν· ὅπως βούλεται, τάττει τὰ καθ' ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου τοῦ Δεσπότου τὴν κρίσιν· ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ' ἡδονῆς· δεῖξον ἐν τοῖς ἀλγεινοῖς ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν; Ἔφυγεν αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σὰρξ, ἤνθησεν ὁ βίος πάλιν τοῖς ἅπασι, καὶ διπλασίων πανταχόθεν ἐπὶ τὸν οἶκον ὁ πλοῦτος συνέῤῥευσεν· ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Ἐκ τούτου τοίνυν ἀνδρίαν ψυχῆς ἕκαστος παιδευώμεθα· ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου περιπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου, καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτὸς, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλ' οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινὰ, παρωξύνθη.
We all hasten toward the sea of death. If we have received good things from the hand of the Lord, shall we not endure the evil things? Do we compel the Judge to supply us with the same circumstances forever? Do we teach the Master how he ought to order our life? He himself has authority over his own decrees; as he wills, he arranges our affairs; and he is wise, and he apportions to his servants what is advantageous. Do not busy yourself with the Master's judgment; love only what is administered by his wisdom. Whatever he gives you, receive it with pleasure; show in painful circumstances that you were also worthy of the gladness you formerly obtained. Saying these things, Job also repelled this assault of the devil, and brought upon him the complete shame of defeat. What then followed from this? The disease again fled from him, as having come in vain and accomplished nothing more. His flesh bloomed into a second youth, his life flowered again for all to see, and wealth flowed together upon his house from every side, doubled—so that he might possess what he had lost as though he had lost nothing, and it might be the reward of endurance for the righteous man. From this, then, let each of us be taught the courage of the soul—he who, not only when the opposite circumstances of life fell upon him, becoming poor from rich and childless from the father of fair children in a single moment of time, remained the same, preserving everywhere the unhumiliated spirit of his soul; but neither was he provoked when his friends, who came to console him, trampled upon him and intensified his pains.
Ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πλού σιοι, εἴτε πένητες. Ἑκάτεροι γὰρ διὰ τῆς ὑπομονῆς δοκιμάζονται· κἀν τούτῳ μάλιστα τῷ καιρῷ δια δείκνυται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος· ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Καὶ κυβερνήτην μὲν ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν Χριστιανὸν δὲ ὁ πειρασμὸς δοκιμάζει. Καὶ ὥσπερ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Πένης εἶ; μὴ ἀθυμήσῃς, ἀλλ' ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χειρὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώ μην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερ θαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρη μον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον, ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτως, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν·
Sometimes the hardships of life are brought upon people's souls even as a test, so that those who are approved may be proven in the midst of difficulty, whether they be rich or poor. For both are tested through endurance; and especially at this time each is shown for what he is—the one, whether he is generous and a lover of his brethren; the other, whether he is thankful and not, on the contrary, blasphemous, changing his mind swiftly along with the turns of life. The storm tests the pilot, the stadium the athlete, the battle line the general, misfortune the great-souled man; and temptation tests the Christian. And just as the toils of the contests lead athletes to the crowns, so also the testing that comes in temptations leads Christians to perfection, if with the endurance that is fitting we accept with all thanksgiving the things dispensed by the Lord. Are you poor? Do not lose heart, but keep your hope toward God. Does he not look upon your distress? He holds your food in his hand, and he delays the giving, so that he may test your steadfastness, so that he may learn your mind, whether it is not like that of the intemperate and ungrateful. For those men too, as long as the food is in their mouth, speak well of you, flatter you, marvel at you beyond measure; but when the table has been set aside a little, they pelt with blasphemies, as with stones, those whom shortly before they used to revere for the sake of pleasure. Elijah had Carmel, a high and uninhabited mountain, a desert of desolation; but to the righteous man all things were his soul, and the provision for life was hope toward God. Living thus, he did not depart from life by famine.
ἀλλ' οἱ ἁρπακτικώτεροι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγένοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ Δεσποτικῷ προστάγματι τὴν φύσιν διήμει ψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Εἶχε καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλίτην νεανίσκον, αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ' ἐκεῖνον; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον, ὁ δὲ τούτου τροφεὺς Ἀββακοῦν ἐφέρετο δι' ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάττης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· καὶ
τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον· καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκραγείσας ἐπὶ τῆς χρείας. Καὶ σὺ τοίνυν καρτέρησον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ παρατραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τὴν τρυφήν. Καίτοι οὐχ ὁ ἀπορῶν τῶν ἀναγκαίων, καρτερικός· ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται.
But the more rapacious and especially the gluttonous of the birds, these carried the grain and became ministers of food to the righteous man—those who by habit snatched the food of others; and at the Master's command they changed their nature, becoming faithful guardians of the breads and the meats. The Babylonian pit also held the Israelite youth, a captive as to his misfortune, but free in soul and mind. And what of the things that happened in his case? The lions fasted contrary to nature, while Habakkuk, his feeder, was borne through the air, the angel carrying the man together with the dishes, and so that the righteous man might not be pressed by hunger, the prophet was carried over so great an extent of land and sea in a small portion of time as is spread out from Judea as far as Babylon. And again, what of the people of the desert, over whom Moses presided? How was their life ordered in forty years? There was no man sowing there, no ox drawing the plow, no threshing floor, no winepress, no storehouse; and they had their food without sowing and without plowing; and a rock supplied the springs, which had not existed before but burst forth at the need. Do you also, then, endure in misfortune, like the noble Job, and do not be turned aside by the surge, nor throw away any of the cargo of virtue that you carry. Preserve thanksgiving in your soul as a precious treasure, and you too will receive the double portion of thanksgiving—delight. And yet it is not the one who lacks necessities who is steadfast, but the one who, amid abundance of enjoyment, endures hardships. Are you sick? Be of good cheer, because the Lord disciplines whom he loves. Are you poor? Rejoice, because the good things of Lazarus will succeed you.
Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Οἰκέτης εἶ; εὐχαρίστει καὶ οὕτως, ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐδένα ἐπιλείψουσιν αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Ξύλῳ ἀδίκως κολάζῃ; τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; καὶ οὕτως εὐχαρίστει. Ἐπεὶ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν, ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρκεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις, ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρῇ τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμ πεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ' οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Εὐκλείδῃ δέ τις τῷ Μεγαρόθεν παροξυνθεὶς, θάνατον ἠπείλησε καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν, ἦ μὴν ἱλεώσασθαι αὐτὸν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα.
Are you dishonored for the name of Christ? Blessed are you, because your shame will be changed into the glory of an angel. Are you a slave? Give thanks, and in this way you have one humbler than yourself; give thanks that you surpass one, that you have not been condemned to the mill, that you do not receive blows. Opportunities for giving thanks will never fail anyone. Are you unjustly punished with wood? Rejoice in the hope of things to come. Have you been justly condemned? Even so, give thanks. And since the earnest deeds of ancient men are either preserved for us by the sequence of memory, or kept safe in the words of poets or historians, let us not fall short of the benefit that comes from this either. For example, one of the men from the marketplace was reviling Pericles; but he paid no attention; and it continued through the whole day, the one washing him down unstintingly with insults, the other not caring. Then, when evening had already come and he was barely departing in the darkness, Pericles escorted him with a light, so that his training-ground for philosophy might not be corrupted for him. Again, someone struck Socrates the son of Sophroniscus full in the face, falling upon him without restraint; but he did not strike back, but allowed the drunken man to fill himself with anger, so that his face was already swollen and festering from the blows. When, then, he stopped striking, Socrates did nothing else, it is said, but wrote on his forehead, as a craftsman does on a statue: "So-and-so did this"; and that was the extent of his revenge. And someone, provoked at Euclides of Megara, threatened him with death and swore an oath; but he swore in return that he would indeed propitiate him, and would put an end to his being harshly disposed toward him.
Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταυτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ' οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι' ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προσ τάγματος τοῦ τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος. Καὶ τουτὶ μὲν τὸ τοῦ Κλεινίου, ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι· τὸ δὲ τοῦ Εὐκλείδου, τῷ τοῖς διώκουσιν εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι· ὡς ὅγε ἐν τούτοις προπαιδευθεὶς, οὐκ ἔτι ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν. Ἔστω σοι τοίνυν ἡ ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν ἀδιαλείπτως παρεχομένη· ἥτις πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προ κατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ' οὐδενὸς ἐάσει σε τῶν προσ πιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ προσευτρεπισμένον τῇ διανοίᾳ, ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων καὶ κυμάτων τὰς προσβολὰς ὑπομένειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.}1 {ΛΟΓΟΣ ΙΔʹ.}1 Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόη σόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν
But the story of Cleinias, one of the acquaintances of Pythagoras, is hard to believe happened to our people of its own accord, and not rather by his earnest imitation. And what was it that he did? When it was open to him to escape a penalty of three talents by an oath, he paid the money rather than swear, and that too when he was about to swear truly; having heard, as I think, the commandment that forbids us to swear. And this deed of Cleinias is akin to that precept; and that of Euclid to the command to pray for good things for those who persecute, and not to curse them; since he who had been trained beforehand in these things would no longer disbelieve those things as impossible. Let the commandment of God, then, dwell with you, as it were a light and brightness continually furnishing you discernment of things; which, having beforehand taken possession of the watch over your soul from afar, and preparing beforehand the true opinions concerning each thing, will not allow you to be changed by any of the things that befall you; but, with your mind well prepared, like some rock near the sea, you will safely and unshakenly endure the assaults of violent winds and waves, in Christ Jesus our Lord, to whom be glory unto the ages of ages. Amen. {CONCERNING THE COMING JUDGMENT.} {HOMILY 14.} Whenever you are about to rush into any sin, consider with me that fearful and unbearable tribunal of Christ, in which the judge sits enthroned on some high and exalted throne, and all creation stands by, trembling at the
ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον. Παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον, φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πονηρίαν τῆς προαιρέσεως· νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξ όδευτον, καὶ πῦρ ἀλαμπὲς ἐν τῷ σκότει, τὴν μὲν καυστικὴν δύναμιν ἔχον, τὸ δὲ φῶς ἀφῃρημένον. Εἶτα σκωλήκων τι γένος ἰοβόλων καὶ σαρκοφάγων, ἀπλήστως ἐσθίον καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει· εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον, καὶ τὴν αἰσχύνην τὴν αἰώνιον. Τούτων τῷ φόβῳ παιδαγωγούμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Ὁ γὰρ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κρι τὴν, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν· ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς, ἢ ἐλάχιστα ἁμαρτήσεται· διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. Οἷς δὲ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.
his glorious manifestation. But we are about to be brought forward one by one for an examination of the life we have lived. Then, to the one who has done many wicked things during his life, certain fearsome and downcast angels present themselves, seeing fire, breathing fire, because of the wickedness of his disposition; like night in their faces, because of their gloom and their hatred of mankind. Then a deep abyss, and a darkness that cannot be passed through, and a fire without light in the darkness, having the power to burn but deprived of light. Then a certain kind of worms, venomous and flesh-eating, eating insatiably and never being satisfied, producing unbearable pains by their devouring; then the most grievous of all punishments, that reproach, and the eternal shame. Schooled by the fear of these things, check your soul as if with a kind of bridle from its desire for base things. For the one who sets before his eyes that day and that hour in which all creation will stand around the judge, rendering the accounts of what has been done, and always meditates on the defense at the impartial tribunal—such a one will either not sin at all, or will sin very little; for sinning comes to us through the absence of the fear of God. But for those in whom the expectation of the threatened things is vivid, the fear that dwells with them will give no occasion for such people to fall into unwilling deeds or thoughts.
Καὶ γὰρ καὶ οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκα νῶς παρὰ πάντα τὸν βίον ἑαυτῶν τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς καὶ τύπους τῆς ἁμαρτίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύωνται. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Ἐννόησόν μοι τοιγαροῦν τὰ ἀπὸ τοῦ Θεοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἔτι πεφωτισμένη, ὅταν σκηπτοὶ διατρέχοντες, καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ' αὐτῷ πεποι θότων. Καὶ καθάπερ Ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος. Τότε τὸ πῦρ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου·
For indeed, the noble athletes of God, having struggled sufficiently throughout their whole life against the invisible enemies, when they have escaped all their persecutions, at the end of their life are examined by the ruler of this age, so that if they are found having wounds from the wrestling, or certain stains and marks of sin, they may be seized; but if they are found unwounded and unstained, as being unconquerable, as free men they may rest in Christ. And you may learn these things from the Lord Himself, who says at the time of His passion: Now the ruler of this world comes, and he will have nothing in Me. But He who committed no sin said that he had nothing; yet for a man it is sufficient, if he dares to say, that the ruler of this world comes, and he will have little and small things in me. Consider, therefore, the fearful things from God that fall upon those who are punished, when there is a darkening of the stars, and the sun is lightless, and the moon is no longer illuminated, when lightning bolts run across and thunders break forth fearfully; when the air above is darkened, so that from every side the torment is without consolation for those handed over to wrath. For creation, serving its Maker, is intensified for punishment against the unjust, but is relaxed for beneficence on behalf of those who have hoped in Him. And just as there is joy in the heavens over one sinner who repents, so also there is provocation and grief over those who fall away from their Creator through sin. Then the fire prepared for punishment for the devil and his angels is cut through by the voice of the Lord.
ἵνα ἐπειδὴ δύο εἰ σὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ· ὡς ἀλαμπὲς εἶναι τὸ πῦρ τῆς κολάσεως ἄκαυστον δὲ τὸ τῆς ἀναπαύσεως ἀπομεῖναι. Καὶ μὴ ἀμφίβαλλε. Ἐν γὰρ ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι, τοῦ πυρὸς ἡ φύσις διαιρεθήσεται· καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις· τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσε ται. Φοβερωτέρα δὲ τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύντου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς ἀναμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα. Θεοῦ γὰρ ἀλλοτρίωσις, καὶ
so that, since there are two powers in fire, the burning and the illuminating, the sharp and punitive part of fire may remain for those worthy of burning, while its illuminating and bright part may be allotted to the cheerfulness of those who rejoice; so that the fire of punishment is without light and the fire of rest remains without burning. And do not doubt. For in the recompenses for the lives we have lived, the nature of fire will be divided; and the light will be for the enjoyment of the righteous, while the painful part of burning will be assigned to those who are punished. But more fearful than darkness and eternal fire is the shame with which sinners will live forever, always having before their eyes the traces of sin in the flesh, as it were some indelible dye, awaiting them in the memory of their soul perpetually. And it is given to few to come to the true light, and to uncover, and after the uncovering of hidden things, not to depart with faces put to shame. For alienation from God, and
ἀποστροφὴ, καὶ τῶν ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότε ρόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φω τὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Πᾶσαν γὰρ ὁμοῦ τὴν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι τῷ λόγῳ τις συλλαβὼν καὶ εἰς ἓν ἀθροίσας εὐδαιμονίαν, οὐδὲ πολλοστῷ μέρει τῶν ἀγαθῶν ἐκείνων εὑρήσει παρισουμένην· ἀλλὰ πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ' ὅσον σκιὰ καὶ ὄναρ τῶν ἀληθινῶν ἀπολείπεται. Μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, ὅσῳ ψυχὴ τοῖς πᾶσι τιμιωτέρα σώματος, τοσούτῳ καὶ τῶν βίων ἑκατέρων ἐστὶ τὸ διάφορον. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων, διὰ τὸ, Ὁ μὲν δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας, τέλος εἶναι τῆς κολάσεως τοῖς κολαζομένοις φασίν. Ὅπερ οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς κολάσεως γίνεται. Τοῦ γὰρ Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος· Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλιν διὰ τοῦ προφήτου περί τινων εἰρηκότος, ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται·
...turning away, and it is more intolerable and heavier for the one who suffers than the punishments expected in Gehenna, as the deprivation of light is to the eye, even if no pain is present. For if one were to grasp in speech all the happiness of men since they came into being and gather it into one, he will find it not equal even to a small fraction of those good things; but all the good things here fall short of the least of those in worth by more than shadow and dream fall short of the true. Or rather, to use a more fitting example, by as much as the soul is more precious than the body in all things, by so much is the difference between the two lives also. But most men, because of the saying, "He shall be beaten with many stripes, and he with few," say that the end of punishment comes to those who are punished. This comes about not in the extension or completion of time, but in the difference of the punishment. For the Lord sometimes declares, "These shall go away into eternal punishment, but the righteous into eternal life"; and sometimes sends some into the eternal fire prepared for the devil and his angels; and at another time names it a Gehenna of fire, and adds: "Where their worm does not die, and the fire is not quenched"; and again still through the prophet he has said concerning certain ones, "Their worm shall not die, and their fire shall not be quenched."
τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμένων, ἓν πάντως καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλανθανομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, τέλος κολάσεως, εἰς τὸ μᾶλλον κατα τολμᾷν τῆς ἁμαρτίας, ἑαυτοῖς ὑπογράφειν. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, πῶς ἂν ἔχοι λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ' ἑκατέρων ἐπίσης κεῖται. Ἀπελεύσονται γὰρ οὗτοι, φησὶν, εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι, εἰς ζωὴν αἰώνιον. Ὥστε καὶ τὸ, Δαρήσεται πολ λὰς, καὶ ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολά σεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον, κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης, διάφορα πάντως ἐχούσης τὰ κολαστήρια· καὶ ἕτερος τοῦ ἐξω τέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων, διὰ τὸ ἐπιτεταμένον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος ὑποφαίνει πάντως εἶναι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροίμιαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν.
Since these and similar things are found in many places of the God-inspired Scripture, this too is altogether one of the devil's devices: that the majority of men, as though forgetting so many and such great declarations of the Lord, should prescribe for themselves an end of punishment, so as to dare sin the more. For if eternal punishment shall ever have an end, then eternal life will certainly have one too. But if we do not accept that this can be understood of life, how could it be reasonable to give an end to eternal punishment? For the addition of "eternal" lies equally upon both. For these, it says, shall go away into eternal punishment, but the righteous into eternal life. So also the saying, He shall be beaten with many stripes, and with few, does not indicate an end, but a difference of punishment. For if God is a righteous judge, rendering to each according to his deed, not only to the good but also to the wicked, one man can be worthy of unquenchable fire, and that either milder or more fiercely burning; another of the undying worm, and that again either tormenting more gently or more violently, according to each one's desert; and another of Gehenna, which certainly has punishments that differ; and another of the outer darkness, where one man is in weeping only, but another also in gnashing of teeth, because of the intensity of his pains. And the outer darkness certainly suggests that there is also an inner one. And the saying in Proverbs, To the depths of Hades, indicates that there are some who are in Hades, but not in the depths of Hades, enduring a lighter punishment.
Καὶ μή με νομίσῃς ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι' ἐπιπλάσεως τῶν διηγημάτων κα τασιγάζουσι. Ταῦτα γὰρ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδὴς προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος ἀκριβής. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἀπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; Ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου παραπλησίως τὰς ἀντι δόσεις. Λάβε τοίνυν εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, ὦ ἄνθρωπε (οὐ γὰρ δὴ σὺ μόνος τὸν αἰῶνα βιώσεις), καὶ τὴν συνοχὴν καὶ πνιγμὸν, καὶ θανάτου ὥραν, καὶ
And do not think that I am shaking before you some false bogeyman, like some nurse-mother, as those women are accustomed to do with infant children, when they cry disorderly and endlessly, and by fabricating tales they hush them. For this is not a myth, but a truthful word proclaimed by a voice. And know precisely that it will be an exact exposure of the things that have been lived. Did you oppress your brother? Expect the same. Did you plunder the goods of those weaker, did you strike the poor, did you shame them in insults, did you slander, did you lie, did you plot against another's marriage, did you swear falsely, did you move the boundaries of your fathers, did you go off with the property of orphans, did you oppress widows, did you prefer the present pleasure to the good things promised? Expect the recompense of these things. For whatever each one sows, such things he will also reap. And indeed, if any good has been done by you, expect likewise the recompenses of those things too. Take then into your thought the last day, O man (for you will not live the age alone), and the constriction and the choking, and the hour of death, and
ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέ φουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀπο δημίας ἀνάγκην. Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Ἥξει γὰρ, καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπ' αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ' ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ποταμὸς πυρὸς εἵλυεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως;
the urgent decree of God, and angels hastening, and the soul in these things terribly disturbed, and bitterly scourged by a guilty conscience, and piteously turning back to the things here, and the inexorable necessity of that long exile. Depict for me in my mind the final overthrow of this common life, when the Son of Man shall come in His glory. For He will come, and He will not keep silence; when He comes to judge the living and the dead, and to render to each according to his deed; when that trumpet, sounding something great and fearful, shall awaken those who have slept from the beginning of the age, and those who have done good shall come forth unto the resurrection of life, but those who have practiced evil unto the resurrection of judgment. Remember the divine vision of Daniel, how it brings the judgment before our eyes. I beheld, he says, until thrones were set, and the Ancient of Days sat. A river of fire flowed before Him. A thousand thousands ministered to Him, and ten thousand times ten thousand stood before Him. The court sat, and books were opened, revealing all at once, clearly and audibly to all, both angels and men, the good things, the evil things, the manifest things, the hidden things, the deeds, the words, the thoughts. What sort of men, then, must those be who have lived wickedly? Where, then, shall that soul sink down, which, suddenly seen in the sight of so many spectators, is filled full of shame?
ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς, καὶ βρυγμὸς ὀδόν των, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδ' ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἔστιν ὁδὸς σω τηρίας, ἐὰν θέλωμεν. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτὸν, οὐκ ὀκνήσει, οὐδ' ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καὶ ἔτι σοῦ μακρὰν ὄντος, προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὸν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένον. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς ὑπὲρ σοῦ ἀπολογήσεται, λέγων· Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι οὗτος ὁ Υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς, καὶ εὑρέθη. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {ΠΕΡΙ ΑΡΧΗΣ ΚΑΙ ΕΞΟΥΣΙΑΣ.}1 {ΛΟΓΟΣ ΙΕʹ.}1 Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἄγε σθαι· πολλάκις γὰρ ἀκρισία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο.
With what body will he endure those boundless and unbearable scourges, where there is unquenchable fire, and the worm that punishes immortally, and the dark and dreadful abyss of Hades, and bitter wailings, and exceeding loud lamentation, and weeping, and gnashing of teeth, and the terrors have no end? From these there is no release after death, nor any device, nor any contrivance to escape the bitter torments. It is possible to flee these things now. While it is possible, let us recover ourselves from the fall, and let us not despair of ourselves, if we depart from evils. There is a way of salvation, if we are willing. The good Shepherd seeks you, he who left the sheep that were not astray. If you give yourself up, the lover of mankind will not hesitate, nor deem you unworthy to carry you on his own shoulders, rejoicing that he has found his sheep that was lost. The Father stands and awaits your return from wandering. Only depart, and while you are still far off, he will run and fall upon your neck, and embrace with friendly greetings him who has already been cleansed by repentance. And even if one of those who seem to stand should bring a charge, that you were received quickly, the good man himself will make defense for you, saying: It is fitting to rejoice and be glad, because this my son was dead, and has come to life, and was lost, and has been found. To him be the glory unto the ages of ages. Amen. {CONCERNING PRINCIPLE AND AUTHORITY.} {HOMILY 15.} It is always good that the worse be led by the better; for often the lack of judgment of a people has set the worst man over them as ruler.
Προσήκει τοίνυν τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσεσθαι εἰς τὸ καθηγεῖσθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν κοινὸν πάντων τῶν μιμουμένων γίνηται. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ' ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀγόμενον εἶναι. Καὶ ὁποῖοι δ' ἂν ὦσιν οἱ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων πέφυκε γίνεσθαι. Καὶ ὥσπερ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὁμοιοῦσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ἀγαθὸς τοῦ βίου χαρακτὴρ ἐπιλάμψει. Καὶ γὰρ ἡ ἀληθὴς καὶ
τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν προεστῶτα, ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν αὐτοῦ ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν. Ἡ γὰρ ἐγκράτεια, καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια, πρός τι χρησίμως ἔχει· ἀλλ' ἐάν τις ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρέσκον ἑαυτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Κυρίου διαταγῇ ἀνθέστηκε· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορθώματος. Ὁ τοίνυν ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο.
It is fitting, therefore, that the one who has been testified to be above all others in understanding, in steadiness, and in the exactness of his life should excel, and that this man be set forward to lead the rest, so that the good that is in him may become common to all who imitate him. For, as a general rule, the governed is naturally molded to the character of those who rule, so that whatever sort those who lead may be, of necessity the one led must be of the same sort. And whatever sort those who preside may be, such, for the most part, are the manners of the governed also naturally wont to become. And just as, if several painters were to paint the likeness of one face, all the images would be alike in relation to one another, because they are made like the one, so too, if the many characters were to look to the imitation of the one, a good impress of life would shine forth alike upon all. For the true and perfect obedience of those subject to the one who presides is shown in this: in not only abstaining from what is improper according to his counsel, but in not even doing the things that are praiseworthy without his judgment. For self-control and all bodily hardship are useful for something; but if anyone, following his own impulses, does what pleases himself and does not obey the one who presides when he counsels, the fault will be greater than the right action. For the one who sets himself against the authority has opposed the ordinance of the Lord; and the reward of obedience is greater than the right action of self-control. Therefore the one who has in his power the healing of evil, but willingly defers it, would reasonably be condemned equally with those who do the deed with their own hands.
Καὶ τὸν προεστῶτα δὲ μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οὐ γὰρ δήπου βασιλείᾳ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπι κλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περι φανείας ὑπερβολήν; Ἀρκεῖ γὰρ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Καὶ ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τὸν πάντων Κύριον. Ὁ γὰρ ἐπ' ἄν θρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι μὴ ἐλπίζειν ἐπ' ἄρχοντας, καὶ, Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Μακάριος οὖν τῷ ὄντι, ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν, ὁ καύχημα ἑαυτοῦ ἔχων τὸν Θεόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ μεγάλα, πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου βασιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν; Ὁ γὰρ ἀληθῶς ἄρχων, οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος, καὶ διαδήματος· ἀλλ' ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν.
And let not his office exalt the one who presides, lest he fall from the blessing of humility. For surely no one who serves a kingdom will be high-minded because he has been placed in this rank of service; but when he has been deemed worthy to serve God, will he contrive praises for himself from elsewhere, as though the calling of the Lord were not sufficient for him for every excess of glory and splendor? For it is enough for us, for every dignity, that we are called servants of so great a Master. And just as it is fitting to worship nothing other than God, so too it is fitting to hope in nothing other than God, the Lord of all. For he who hopes in man, or is lifted up in hope upon anything else in life—such as power, or wealth, or any of the things that are considered splendid by the many—cannot say: O Lord my God, in you have I hoped. For it is a command not to hope in rulers, and, Cursed is the man who has his hope in man. Blessed, then, is he truly who exults in none of the lofty things of life, but has God as his glory, who has God as his boast; who can say, in the words of the Apostle: But may it never be that I should boast, except in the cross of Christ. For if a certain man is high-minded because he is a servant of a king, honored greatly by him, how much more fitting is it for you to magnify yourself, because you are a servant of the great King, called by him to the closest intimacy? For the true ruler is not known by outward symbols, such as purple, a cloak, and a diadem, but by possessing the virtue of a ruler.
Ὁ δὲ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπιθυμίαις πολλάκις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειος πρὸς τὸ ἄρχειν καθέστηκε. Καὶ τὸ μὲν τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν, ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς· τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρη στὸν εἶναι καὶ πρᾶον, μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Κύριοι μὲν γὰρ τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐ δεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. Τοὺς γάρ τῳ ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν, (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλ' ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξαιεν τοῦ σωφρονεῖν παράδειγμα. Πολλάκις γὰρ καὶ ἐν τοῖς σμικροτάτοις ἡ σοφία τοῦ Θεοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν ἁπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας, ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι' αὐτοῦ ἐκχεῖσθαι. Τοῦτον σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι ἀδύνατον, τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται· καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Εἰ γὰρ καὶ κατὰ τὸ γεγραμμένον εἶδεν ὁ Ἰεζεκιὴλ, ἀλλὰ τί λέγει ἡ Γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐ μὴν δὲ αὐτὸν τὸν Κύριον· ἀλλ' οὐδὲ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου.
But he who is ruled by pleasures and is often led along by desires, being a slave of sin, is unfit to rule. To take those who resist under one's hand is the mark of a brave man and truly of a ruler; but to be kind and gentle to those who have submitted is the mark of one who surpasses all in magnanimity and mildness. For many in former times have already become masters of those who had wronged them, of whom no account was ever passed down to later generations; but those who surpassed the many in philosophy let go of their anger, and their memory has been handed down to all time as immortal. For we do not punish those who wrong us in any way on account of what has already happened (for what device could there be that what has been done should not have happened?), but so that either they themselves may become better for the future, or they may serve as an example of self-control to others. For often even in the smallest things the wisdom of God shines through. For he who stretched out the heaven and poured forth the boundless magnitudes of the seas is the same who hollowed out the finest sting of the bee like a pipe, so that the venom might be poured out through it. It is impossible to behold him with the eyes of the flesh, for the incorporeal cannot fall under the eye of the flesh; and the only-begotten Son of God himself has testified, saying: No one has ever seen God. For even if Ezekiel saw, as it is written, yet what does the Scripture say? He saw the likeness of the glory of the Lord, but not the Lord himself; nor indeed the glory itself as it truly is. And having seen the likeness of the glory, and not the glory itself, he fell to the ground from fear.
Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς ἀνθρώποις,
αὐτὸν εἴ τις ἂν ἐθεώρησε τὸν Θεὸν, πάντως ἂν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται. Διὰ τοῦτο καὶ κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται παρ' αὐτά. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἰεζεκιὴλ, τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν, ἔπεσεν; Ὁ Δανιὴλ οἰκέτην ἰδὼν τοῦ Κυρίου, καὶ ἔπτηξε, καὶ ἔπεσεν· καὶ ἄχρις ὅτου ἐξεβιάζετο τοῖς ὀφθαλμοῖς ἰδεῖν εἰς ὁμοίωμα υἱοῦ Θεοῦ, οὐκ ἐτόλμησεν ἀποκριθῆναι. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος, τρόμον ποιεῖ προφήταις ἀνθρώποις τοῦ Θεοῦ· εἰ ἦλθε καθὼς ἦν, οὐκ ἂν ἀπώλλυντο πάντες; παντί που δῆλον. Εἰ τοίνυν θέ λεις γνῶναι σαφῶς, ὅτι φύσιν Θεοῦ καταλαβεῖν ἀδύνατον, μάνθανε, τί λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς, ὑμνολογοῦντες τὸν Θεόν· Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ. Εἰπέ μοι, τοῦ χερουβὶμ τίς ἐστιν ἡ φύσις, καὶ τότε τὸν ἐπικαθήμενον θεωρεῖς. Καίτοιγε Ἰεζεκιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο δυνατῶς, λέγων, ὅτι Τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὅτι ὀφθαλ μοὶ αὐτοῖς πανταχόθεν, καὶ ὅτι ὑπὸ καθ' ἕκαστον τροχὸς τετράγωνος ὑποκείμενος· καὶ ὅμως τοῦ προ φήτου τὴν ἔκφρασιν πεποιημένου, οὔπω ἡμεῖς οὔτε ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα.
But if the likeness of glory, when seen, brought fear and agony upon men, had anyone beheld God himself, he would surely have been destroyed, according to what is said: No one shall see God and live. For this reason also, in his greatest love for mankind, God stretched out the heaven as a veil over his own divinity, so that we might not perish. This is not my word, but a prophet spoke it: If you open the heaven, trembling shall seize the mountains from you, and they shall melt beside them. And why do you marvel if Ezekiel, seeing the likeness of glory, fell? Daniel, seeing a servant of the Lord, was terrified and fell; and until he was compelled to look with his eyes upon the likeness of the Son of God, he did not dare to answer. But if Gabriel, when he appears, causes trembling in prophets, men of God, had he come as he was, would not all have perished? It is clear to everyone, surely. If, then, you wish to know clearly that it is impossible to comprehend the nature of God, learn what the three youths say in the furnace of fire, as they hymn God: Blessed are you, who see the abysses, who sit upon the cherubim. Tell me, what is the nature of the cherub, and then you behold the one who sits upon it. And yet Ezekiel the prophet made a description of them as far as possible, saying that the one had four faces: the one of a man, the one of a lion, the one of an eagle, and the one of a calf; and that the one had six wings, and that they had eyes on every side, and that beneath each one a four-sided wheel was placed; and nevertheless, though the prophet has made the description, we are not yet able even by reading to comprehend it.
Εἰ δὲ τὸν θρόνον ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα, τὸν ἐπικαθήμενον ἀόρατον Θεὸν πῶς καταλαβεῖν δυνησόμεθα; τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις τῆς τοῦ Θεοῦ ἀκαταλήπτου μεγαλειότητος, ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδο θῆναι ἐπήγγελται. Νῦν δὲ κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι' ἐσόπτρου δὲ ὅμως βλέπει καὶ ἐν αἰνίγματι· καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἐκδέχεται. Τὸ γὰρ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον, βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτόν ἐστιν, ὡς πλέον ἀπολιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ προσώπου πρὸς πρόσω πον. Τοσοῦτον μὲν οὖν τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον· ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστου προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένων ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον ὅτε τὸ ἐκ μέ ρους καταργηθήσεται. Ὁ δὲ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄν των γνώσεως προέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος, τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή·
But if we cannot comprehend the throne that he described, how shall we be able to comprehend the invisible God who sits upon it? For the face-to-face vision, and the perfect knowledge of the incomprehensible majesty of God, has been promised to be given to those who are worthy in the age to come. But now, even if one be a Paul, even if a Peter, he truly sees and is not deceived, nor does he imagine, yet nevertheless he sees through a mirror and in a riddle; and gratefully receiving now what is in part, he joyfully awaits the perfect in the future. For what now seems perfect in knowledge is so small and dim, that it falls short of the clarity in the age to come by as much more as the face falls short of face to face. So great, then, is the boundlessness of the knowledge of God, and so great is the inaccessibility of the divine mysteries to human nature in the present, while the greater is always being added by each one's progress, and all are always falling short of what is worthy, until the perfect comes, when what is in part shall be done away. But he who says that the discovery of existing things is attainable, has certainly, by some path and sequence through the knowledge of existing things, projected his own thought; and having exercised himself among things easily grasped and smaller through comprehension, he has thus led himself even to a comprehensible imagination beyond every conception. Therefore let him who boasts that he has comprehended the knowledge of existing things explain the smallest of things that appear, what its nature is, and let him say what the nature of the ant is; whether its life is held together by breath and respiration.
εἰ ὀστέοις τὸ σῶμα διείληπται· εἰ νεύροις καὶ ἐνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ ἐπὶ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία, καὶ ἀρτηρίαι, καὶ φλέβες, ὑμένες, καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον· καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον, καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλ' οἱ μὲν τῶν χαμαὶ ἑρπομένων εἰσὶν, οἱ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπι κομπάζων, τέως τὴν τοῦ
μύρμηκος φύσιν εἰπάτω· εἶθ' οὕτως φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάλη πτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι; Τὸ γὰρ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐτὴν τὴν οὐσίαν ἐξευρηκέναι, πολλῆς ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως· σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύπτουσι τῇ μεγαληγορίᾳ τὸν εἰπόντα· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου. Οὐχ ὁ μὲν μέγας Δαβὶδ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ἐδήλωσεν ὁ Θεὸς, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρόσιτον, λέγων· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ;
If the body is divided by bones; if its joints are braced by sinews and ligaments; if the placement of the sinews is held together by a covering of muscles and glands; if the marrow is stretched along from the crown to the tail by the spinal vertebrae; if, upon the enclosure of the sinewy membrane, it imparts the power of impulse to the moving limbs; if there is in it the liver, and a bile-duct upon the liver, and kidneys and heart, and arteries and veins, membranes and diaphragms; if it is bare, or has hair; whether it is single-hoofed, or has feet split many ways; how long a time it lives; and what is their manner of generation from one another; for how long the offspring is carried in the womb, and how not all ants are wingless, nor all winged, but some are of those that crawl on the ground, while others are borne through the air. Let him, then, who boasts of the knowledge of beings, for now tell the nature of the ant; and then let him in this way discourse on the power that surpasses all understanding. But if you have not yet comprehended in knowledge the nature of the tiniest ant, how do you boast to imagine the incomprehensible power of God? For to think that one has discovered the very essence of the God over all is a matter of great arrogance and presumption; for they almost conceal even him who said, I will set my throne above the stars. Does not the great David, to whom God revealed the hidden and secret things of his own wisdom, openly confess the unapproachability of knowledge, saying, Your knowledge has been made wonderful from me?
Ἡσαΐας δὲ, ὁ ἐν θεωρίᾳ τῆς δόξης τοῦ Θεοῦ γενόμενος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; ὅς γε ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ διαμαρτύρεται, λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Τί δὲ τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὁ ἕως τρίτου ἁρπαγεὶς οὐρανοῦ, ὁ τὰ ἄῤῥητα ἀκούσας ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδασκαλίαν ἀφῆκεν; Ὅς γε, ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἱονεὶ ἰλιγγιάσας πρὸς τὸ τῆς θεωρίας ἀδιεξόδευτον, ἐκείνην ἐξεβόησε τὴν φωνήν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώ σεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὸ τῆς Παύλου γνώσεως πεφθακόσιν ἀνέφικτα, πόσος ὁ τῦφος τῶν ἐπαγγελλομένων εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν; Οὓς ἡδέως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ' ἧς ἑστᾶσι, καὶ ἀφ' ἧς γεγόνασι, τί ποτε λέγουσι, τίνα αὐτῆς τὴν οὐσίαν ἐπαγγέλλουσιν ἡμῖν· ἵνα ἐὰν ἄρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιῤῥήτως ἡμῖν διαλεχθῶσι, τότε αὐτοῖς καὶ περὶ τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύ σωμεν. Καὶ ὥσπερ φασὶν, ὅτι Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἡμεῖς αὐτοὺς ἐρωτήσωμεν, ὁ Θεὸς ἐκ τίνος; ἆρ' οὐ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς, τὸ ἄναρχόν ἐστι δηλονότι· τὸ δὲ ἄναρχον, τὸ ἀγέννητον. Ὡς οὖν ἐπ' ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἐκ τινὸς, οὕτως οὐδὲ ἐπὶ Θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν, τὸ ἐξ οὐδενός· ὅπερ ἴσον ἐστὶ τῷ, ἀγέννητος.
But Isaiah, who was in a vision of the glory of God, what did he reveal to us about the divine essence? He who in his prophecy concerning Christ solemnly declares, saying: Who shall declare his generation? And what about Paul, the vessel of election, who had Christ speaking within him, who was caught up to the third heaven, who heard unutterable words which it is not lawful for a man to speak—what teaching about the essence of God did he leave to us? He who, when he peered into the partial words of the economy, as it were growing dizzy at the inexhaustible depth of the vision, cried out that voice: O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments, and his ways past finding out! But if these things are unattainable even to those who have reached the knowledge of Paul, how great is the blindness of those who promise to know the essence of God? I would gladly ask them about the earth on which they stand and from which they came into being, what they say, what essence of it they promise to us—so that if perhaps they discourse to us indisputably about things on the ground and lying beneath our feet, then we may believe them when they also confidently assert things beyond all comprehension. And just as they say that Adam is from God, let us ask them, from what is God? Is it not readily evident to each one's mind that from nothing? And "from nothing" is clearly "without beginning"; and "without beginning" is "unbegotten." Therefore, just as in the case of men "from something" was not essence, so neither in the case of the God of all can one call "from nothing" an essence—which is equivalent to "unbegotten."
Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων, παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τις ἐρωτώμενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ, ὁ δὲ ἀποκρίνοιτο, μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ' ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; ἀποκρινάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ οὐρανοῦ μέγεθος, μέ τρον ἀνθρωπίνης διανοίας ἐκβαίνει· τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς καὶ μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦ τον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕ τω καλὰ, ποταπὰ τὰ ἀόρατα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὧν γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
But he who says that "without beginning" is a substance does something very similar to a man who, when asked what is the substance of Adam and what is his nature, should answer that he was not formed from the union of man and woman, but was molded by the divine hand. What manner of knowledge, then, still remains? Let those answer us who look down on everything at their feet, yet traverse heaven and all the supramundane powers. If the magnitude of heaven exceeds the measure of human understanding, who then will be able to trace out the nature of eternal things? If the sun, which is subject to corruption, is so beautiful and great—swift in motion, rendering its circuits in good order, having a magnitude proportionate to the whole, so as not to exceed the analogy with the whole, and shining forth in the creation by the beauty of its nature like some clear eye—if the sight of it is insatiable, of what sort is the Sun of righteousness in beauty? If it is a loss to the blind man not to see it, of what sort is the loss to the sinner to be deprived of the true light? For if temporal things are such, of what sort are eternal things? And if things seen are so beautiful, of what sort are things unseen, which God has prepared for those who love him? May it be granted to us all to obtain these things, by the grace and love of humanity of our Lord Jesus Christ, for to him belongs the glory, unto the ages of ages. Amen.
{ΠΕΡΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΚΑΙ ΜΕΘΗΣ.}1 {ΛΟΓΟΣ Ι.}1 Μονότροπος ὁ τοῦ χριστιανισμοῦ βίος, ἀγαπητοὶ, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ
ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος. Εἰ οὖν μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ κατὰ τὴν ὑπάρχουσαν δύναμιν τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι' ὧν ἑτέρους κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφούμενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψω μεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ αἰσχρὸν τοῦτο, πολλῷ αἴσχιον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Πλήθει γὰρ βρωμάτων καὶ περιεργείᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐ τοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι' ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις; Ἐπεδήμησέ τις τῶν ξένων; εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν ἔχων σκοπὸν τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται· ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦ τα παρ' ἡμῖν εὑρήσει. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοιπορίας; τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; μαθέτω διὰ τῶν ἔργων, ὅσον ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν ταῖς τροφαῖς αὐταρκείας.
{ON GLUTTONY AND DRUNKENNESS.} {HOMILY I.} The life of Christianity, beloved, is single in its form, having one goal, the glory of God. For whether you eat, whether you drink, or whatever you do, do all to the glory of God, says Paul, who speaks in Christ. But the life of those outside is many-formed and varied, reshaped now one way and now another to please those who encounter it. If, then, we too are going to be entangled in the same things, and to seek after pleasures according to our available strength, and to prepare ourselves for display, I fear lest we appear to be building up the very things we are tearing down, and by the things for which we judge others we condemn ourselves, having conducted our life in a feigned manner and being transformed now one way and now another—unless, indeed, we also change our clothing whenever we encounter the proud. But if this is shameful, it is far more shameful to be refashioned because of those who live luxuriously. For by reshaping your brother's table with a multitude of foods and with elaborate care for pleasure, you accuse him of love of pleasure, and you pour upon him the reproaches of gluttony through the very things you prepare, convicting him of self-indulgence in these matters. What, then, have we to do with extravagances? Has one of the strangers come to visit? If he is a brother, and has the same goal of life, he will recognize his own table; for what he left behind at home, he will find among us. But has he grown weary from his journey? We add to him only as much as will comfort his fatigue. Has another come from the life outside? Let him learn through deeds how much the word did not persuade him, and let him take a pattern and model of self-sufficiency in foods.
Ἐναπομεινάτω αὐτῷ ὑπο μνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει, δεύτερον ἡμῖν οὐκ ὀχλήσει. Τὸ γὰρ περι τρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον ταῖς χρείαις ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ὀλεθρίαν ἡδονὴν καὶ βλαβερὰν κενοδοξίαν περινενοη μένα, οὐ μόνον αἰσχρὸν ἡμῖν καὶ ἀσύμφωνον, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁρι ζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας καὶ ἡμᾶς ὁρῶσι στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Ἐσθίοντες δὲ, μὴ ἀργὸν τὸν νοῦν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχω μεν, ἀλλὰ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν, καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν, ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα, παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. Τροφῆς δὲ ὥρα μία ἀπο τεταγμένη ἤτω· ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα, ὡς ἐκ τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖν. Ὁ μὲν γὰρ ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσ παλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, καὶ οὐδὲ τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιώς.
Let there remain with him the memorials of Christians—of a table, and of poverty that is unashamed for Christ's sake. But if he does not pay heed, but rather mocks, he will not trouble us a second time. For our running about, searching out things that are sought not for the necessity of our needs, but for destructive pleasure and harmful vainglory, is not only shameful for us and inconsistent, but also carries no small harm, when those who live in luxury and define blessedness by the pleasures of the belly see us turning about the same concerns that they are frantic over. But when we eat, let us not keep the mind idle in the thought of God, but let us make the very nature of foods and the constitution of the body that receives them an occasion for glorification—how the manifold kinds of foods, suited to the particularities of bodies, have been devised by the one who orders all things. And let there be one appointed hour for food, the same one coming round in its cycle, so that out of the twenty-four hours of the day and night this is scarcely the one spent upon the body, while we occupy the rest in the activity of the mind. For the one who deliberates best will care most of all for the soul, and will try through all things to keep it pure and genuine; but when the flesh is wasted by hunger, or worn down by cold and heat, or pained by diseases, or suffering some violence from certain people, he will make little account of it, and not even seeing the dangers that come on for the sake of living will he appear afraid.
Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος αὐτῷ ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Τούτοις μὲν γὰρ εὐήνιόν τε αὐτὸ καὶ κοῦ φον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν. Εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ' ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον· ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συν επισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδο θείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ' ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη και ρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔσται κερδαίνων· Ἐν γὰρ τῷ ἅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν ὁ
But if someone wishes to spare his body as well, since it is the one possession necessary for the soul and cooperates with it for living on earth, he will give little attention to its needs, only so as to sustain it and keep it healthy through moderate care for the service of the soul, yet not allow it to prance about from satiety. For by these means he will always make it easy to rein in and light for the journey to heaven, and will gain it as a more effective helper for what lies ahead. But if he should permit it to run riot and to be filled each day with everything, like some savage beast, later, dragged down together by its violent pullings toward the earth, he will lie groaning to no avail. And when he is brought before the Master and is required to give an account of the fruit of the journey on earth that was entrusted to him, then, having nothing to give, he will lament long and will dwell in perpetual darkness, blaming much his luxury and its deception, by which the time of salvation was plundered from him; and he will gain nothing from his tears. For in Hades who will confess to you? says the
Δαβίδ. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, ταμεῖον ἀφύλακτον, πολλῶν ἐναποτιθεμένων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Τὰ τοίνυν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ' ἂν ἡμετέρα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; ἅ γε μικράν τινα γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τὸ ζῇν κινδυνεύσοντες Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Ἡ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ὁ κόρος ὕβρεώς ἐστιν ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐπιγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσι. Μὴ τοίνυν κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο·
David. The belly is a most faithless broker, an unguarded treasury, since when many things are deposited in it, it retains the harm but does not preserve what was set before it. Therefore, when would all the things devised for us as food and drink—and everything that wealth, in its insolence, has contrived beyond need for the service of the thankless belly that holds nothing back—ever become ours, even if poured in continually? For after these things have deposited in it only a brief pleasure by taste in passing, we immediately reject them as troublesome and superfluous, as though, if they lingered in the entrails, we would be in the greatest danger concerning life. Indeed, surfeit has brought death to many, and has become the cause of enjoying nothing at all. For the power that governs the living creature easily produced self-sufficiency and smoothness, and made them akin to the one nourished; but when it took on luxury and variety of foods, and then was not strong enough to hold out against the end, it produced the manifold kinds of diseases. Surfeit is the beginning of insolence. For immediately, along with luxury and drunkenness and every kind of seasoning, there rushes in every form of brutish licentiousness; hence men are horses mad after females, because of the frenzy that arises in the soul from luxury. From the drunken come the reversals of nature, as they seek the female in the male and the male in the female. For from heavy food, as it were sooty exhalations sent up like a thick cloud, they cut off the illuminations that come upon the mind from the Holy Spirit. Do not, then, flatter your flesh with sleep and baths and soft bedding, always repeating this saying:
Τίς ὠφέλεια ἐν τῷ αἵ ματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα ἑαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; τὸ γὰρ πλῆθος τῆς σωματικῆς δυνάμεως, ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Δεῖ τῇ γαστρὶ τὰ ἀναγκαῖα ὑπηρετεῖν, οὐχὶ τὰ ἥδιστα, ὡς οἵγε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλατταν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες· ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν δὲ πέρας τῶν πόνων ἔχοντες. Ὥσπερ οὖν ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λι μὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ ἐγκράτεια φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιήσει, ὥσπερ ἀπόδημον. Ὥστε εἰ βούλει σαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς ἐγκρατείας μεταβολήν. Σὺ δὲ ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὃ μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι πέφυκεν· ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις.
What profit is there in my blood, in my going down into corruption? Why do you pamper the flesh that will shortly be destroyed? Why do you fatten yourself and load yourself with flesh? Do you not know that the thicker you make the flesh for yourself, the heavier you make the prison for the soul? For an abundance of bodily strength is a hindrance to the salvation of the spirit. We must serve the belly with what is necessary, not with what is most pleasant, unlike those who devise for themselves table-servers and cooks, and search out every land and sea, bringing tribute as it were to some harsh master—pitiable in their busyness, suffering nothing more tolerable than those punished in Hades, plainly winnowing into fire, carrying water in a sieve, and drawing into a pierced jar, and having no end to their labors. Just as thirst makes drink sweet, and hunger, going before, prepares a pleasant table, so too self-control brightens the enjoyment of foods. For by inserting itself in between and interrupting the continuity of luxury, it will make the partaking appear desirable to you, as though it were a stranger returning from abroad. So if you wish to make the table desirable to yourself, accept the change that comes from self-control. But you, because you are wholly possessed by luxury, have unwittingly dimmed luxury for yourself, and by your love of pleasure you destroy pleasure. For nothing is so desirable that it does not naturally become contemptible through continuous enjoyment; but those things whose possession is rare—their enjoyment is greatly sought after.
Οἱ γοῦν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν ἐπὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς τὸν οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν· ἀλλ' εὐθὺς ἀρχομένης ἡμέρας, κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κό ρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλ λαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ· τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ
ἐπινενοημένη. Πρὸς τούτοις ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην. Καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς, διάβολος, καὶ ἆθλον τῆς νίκης, ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐγ χεάμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικη τήρια· φιλονεικοῦσι μὲν γὰρ ἀλλήλους, ἀμύνονται δὲ ἑαυτούς. Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως· οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικήσαντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίσταται. Τὸ ἄθλιον σῶμα τοῦ φυσι κοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχό θεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον. Ἐλεεινὸν θέαμα!
At any rate, those who at the beginning of the day look around to see where drinking parties are being held, and who survey the wine shops and taverns, and who take one another along to drink, and who expend the whole care of their soul on the concern for such things—these men are lamented by the prophet. For their eyes have no leisure to look up toward heaven and to observe the beauties in it; but as soon as the day begins, they adorn their symposia, and they display zeal and diligence in the preparation of the cups, setting out coolers and mixing bowls and phials as if in some procession and public festival, so that the variety of the vessels may steal away their satiety, and the succession and change of the cups may create for them sufficient pastime for drinking—order in disorder, and a disposition devised in unseemliness. In addition to these things, there are rivalries over who has more, contentions and contests, as they strive ambitiously to outdo one another in drunkenness. And the one who presides over their contest is the devil, and the prize of victory is sin. For the one who has poured out more unmixed wine carries off the trophies against the others; for they contend with one another, and they defend themselves. Everything is full of irrationality, everything of confusion; those who have been defeated are drunk, those who have won are drunk, the servants laugh them to scorn. The hand has grown weary, the mouth does not receive it, the stomach is ruptured, and it does not withstand the evil. The wretched body, paralyzed from its natural tension, is relaxed on every side, not enduring the violence that comes from excess. A pitiable sight!
Ἀνὴρ ἀκμάζων καθ' ἡλικίαν, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ' ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα καὶ βούλοιντο. Τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ ταῦτα ἐπιβουλεύσας; Παράταξιν ἐποίησας τὸ συμπόσιον, ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Τίνι διενήνοχας τῶν ἀλό γων, ὦ ἄνθρωπε; οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· διότι τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπληρώσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι σώφρονα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ παρακούει ὡς ὁ μεθύων; Οὐχὶ ἀγνοεῖ μὲν τοὺς οἰκειοτάτους, προστρέχει δὲ τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν;
A man in the prime of life, distinguished in the military rolls, being carried home on a litter, unable to stand upright or set foot on his own feet. A man who ought to be a terror to his enemies is a source of laughter to the children in the marketplace; without iron he has been laid low, without enemies he has been slain. A man-at-arms, bearing the very flower of his age, has become a waste of wine, ready to suffer at the hands of his enemies whatever they wish. Who is the cause of these evils? Who devised these things? You made the banquet a battle-line, you put to death the prime of youth by wine; and you invite him as a friend to the feast, but you cast him out a corpse, having quenched his life with wine. In what do you differ from the irrational beasts, O man? Is it not in the gift of reason, which you received from your Creator and thereby became ruler and lord of all creation? He, then, who has taken away his own prudence through drunkenness has been compared to the senseless cattle, and has been made like them. Indeed, I would say that those in drunkenness are more irrational even than the grazing beasts; for all four-footed animals and wild beasts have their impulses toward mating ordered; but those possessed in soul by drunkenness, and having filled the body with unnatural heat, are driven at every season and every hour to unclean and shameful unions. For just as water is hostile to fire, so the immoderation of wine quenches prudent reasoning. For what grazing beast so overlooks and so disregards as the drunkard? Does he not fail to recognize his closest kin, and rush to strangers as though to familiar friends?
οὐ τὰς σκιὰς διαπηδῶσιν οἱ τοιοῦτοι πολλάκις, ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων τὰ ὦτα πεπλήρωται οἱονεὶ θαλάσσης κυμαινούσης· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν κύκλῳ. Τούτοις ὕπνοι μὲν βαρεῖς, καὶ δυσανάφοροι, καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις, τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδ' ὅ τι φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τί ποιεῖς, ἄνθρωπε; Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ καὶ παραμένεις τῷ οἴνῳ, καθ' ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεση πότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφα λή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐν ολισθαίνουσα. Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία, ἄντικρυς, ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συν εισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα. Διότι τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως· οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν.
Do such men not often leap over shadows as if they were ditches or ravines? Their ears are filled with echoes and noises, as of a tossing sea; the earth seems to rise up steeply, and the mountains to run around in a circle. For them, sleep is heavy, hard to bear, suffocating, and truly near to death; and their wakings are more senseless than their sleep. For their life is a dream: men who have no cloak, nor anything to eat for the morrow, yet in their drunkenness they reign and command armies, build cities, and distribute wealth. What are you doing, man? A servant runs away from a master who beats him; but you remain with wine, which beats your head every day? The best measure for the use of wine is the body's need. But if you go beyond the bounds, tomorrow you will come away heavy-headed, gaping, dizzy, reeking of wine; everything will seem to you to be spinning and shaking. For when the membranes are filled with the vapor that wine gives off when it evaporates, the head is struck with unbearable pains; and unable to remain upright on the shoulders, it falls now this way, now that, slipping on the vertebrae. And the incontinence toward pleasures is poured out, as it were, straight from the fountain of wine, and the disease of debauchery rushes in together with the unmixed drink, showing every madness of cattle toward the female to be second to the insolence of drunkards. For irrational beasts know the bounds of nature; but drunkards seek the female in the male, and the male in the female.
Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ
ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐ τῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζω τικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ μὲν οἱ ὀφθαλμοὶ, ὕπωχρος δὲ ἡ ἐπιφάνεια, πνεῦμα προστετηκὸς, γλῶσσα παρειμένη, καὶ κραυ γὴ ἄσημος, ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων, ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Ὥσπερ γὰρ τὰ χειμαζόμενα πλοῖα ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους, τοσούτῳ τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Καὶ οἱ μὲν δαιμονῶντες, ἐλεεινοί· οἱ δὲ μεθύοντες τὰ αὐτὰ πάσχοντες, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιοι, αὐθαιρέτῳ δαίμονι προσπαλαίοντες. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τοῦ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τοῦ μὴ διαλιπεῖν μεθύοντες μηχανώμενοι. Καὶ τέλος οὐκ ἔστι τοῦ κακοῦ· αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει.
For thus, having lost their soul, so that they are stained by every defilement, they go on to corrupt even the very condition of the body; not only having wasted away and dissolved by the excess of pleasures that goad them on to licentiousness, but also bearing a body that is bloated and mossy with its own bulk and loosened from its vital tone. Of these, the eyes are livid, the surface pale, the breath melted away, the tongue slack, and the cry indistinct, the feet unsteady like those of children, and the discharges of the superfluities flow of themselves as from lifeless things. Pitiable in their luxury, more pitiable than those storm-tossed at sea, whom waves succeeding one another and plunging over them do not allow to rise above the surge. For just as storm-tossed ships, when they become waterlogged, are necessarily lightened by the casting out of their cargo, so for these too the laying aside of what weighs them down is necessary. For vomiting and spewing forth, they are scarcely freed from the burden, so much more pitiable than those who sail badly, inasmuch as the latter blame winds and sea and external necessities, while the former draw upon themselves the storm that comes from drunkenness. And those possessed by demons are pitiable; but the drunken, suffering the same things, are not even worthy of pity, wrestling with a self-chosen demon. They even compound drugs for drunkenness, not so as to suffer nothing terrible from the wine, but contriving so as not to cease being drunk. And there is no end to the evil; for wine itself leads itself on to more.
Οὐ γὰρ τὴν χρείαν παραμυθεῖται, ἀλλ' ἑτέρου ποτοῦ χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείο νος ἔφεσιν προσκαλούμενος. Καὶ ὥσπερ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλείπονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στό μα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Πάντη οὖν ἀπέχεσθαι δεῖ τῶν ἐμποιούντων θό λωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀνα δραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος. Ἀλλ' αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ ταράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέτωσαν, φησὶν, οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονο μίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι φύσει τυγχά νοντες πρὸς τὰς ὁρμὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαλμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης, ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυάγιον·
For it does not relieve the need, but creates an indispensable need for another drink, inflaming those who are drunk and ever summoning them to the desire for more. And just as ravines, as long as the winter torrents flow into them, seem to be full, but when the flood has passed, they are left dry, so too the mouth of the wine-lover, while the wine is pooling, is somehow full and moist, but when it has run past a little, it is proved dry and juiceless. Therefore one must altogether abstain from the things that produce confusion in the governing faculty. For when much unmixed wine rushes in, like some tyrant running up to the citadel, from the very summit it produces unceasing tumults in the soul, sparing no unlawful command. But having first enslaved the reasoning faculty itself, it confounds and disturbs all the order that exists from education, stirring up indecent laughter, a clamorous voice, rash angers, unbridled desires, gadfly and madness toward every unlawful pleasure. For this reason, it says, let not princes drink wine—whether those entrusted with some office and the administration of public affairs, or those who are in bodily strength through the prime of life. For such persons, being by nature easily provoked to impulses, when they also receive the leaping of wine, as it were a flame with an abundant supply of burning fuel, leap up to greatness. For just as ships weighed down with cargo are hard to steer and prone to shipwreck:
οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψι λεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχό μενα φέρεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ' ἑαυτὸν ἐπισπᾶσαι, μεθύων, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως περιδονεῖται καὶ κατασείεται. Μέχρι τίνος ἡ μέθη; Κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀν εμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Εἰ μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, σὺ δὲ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς, πῶς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; σὺ δὲ ἐξεπίτηδες σεαυτὸν κατα πιέζεις τῷ κόρῳ. Βαρουμένη γὰρ ἡ γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία·
Thus also bodies, as many as have been weighed down into corpulence by great and abundant luxury through love of pleasure, are carried along floating on the abyss of destruction. Why do you draw the curse of Cain upon yourself, being drunk, trembling and being carried about throughout your whole life? For since the body does not have its natural stability, it is necessarily whirled about and shaken. Until when shall the drunkenness last? You are in danger, from now on, of being mud instead of a human being; to such an extent have you wholly been mixed with wine, and have rotted together with it, reeking of wine from your daily debauchery, and of corrupted wine at that, like the most useless of vessels. If drunkards will not inherit the kingdom of God, and you come to the fast while drunk, what benefit is it to you? For if drunkenness shuts you out of the kingdom, how is fasting thenceforth useful to you? Do you not see also the racehorses, how the most experienced horse-tamers, when the contest is expected, prepare them beforehand by means of deprivation? But you deliberately oppress yourself with satiety. For the stomach, when weighed down, is fit not only not for running, but not even for sleep.
διότι καταθλιβομένη τῷ ἄχθει, οὐδὲ ἠρεμεῖν συγχω ρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Μὴ τοίνυν μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν, οὐδὲ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Μέθη εἰς ἀκολασίαν ἄγει, ἐπὶ νηστείαν ἡ αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀπο διώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Ἵνα δὲ μὴ τοῦτο πάθοιμεν, φύγωμεν τὸ τὴν ἀχάριστον θεραπεύειν γαστέρα, ὅπως τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κρά τος, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For being weighed down by the burden, it is not even allowed to rest, but is compelled to make many turnings to either side. Therefore let not drunkenness initiate you into fasting. There is no entrance into fasting through drunkenness, nor into righteousness through greed, nor into self-control through licentiousness, nor, to speak in sum, into virtue through vice. Drunkenness leads to licentiousness, self-sufficiency to fasting. The athlete trains beforehand, the faster practices self-control beforehand. Do not, as if avenging the days, do not, as if outwitting the lawgiver, lay aside the drunkenness of the five days beforehand. For you labor to no profit, crushing the body but not soothing its want. Drunkenness does not receive the Lord, it drives away the Holy Spirit. For smoke puts bees to flight, and spiritual gifts are driven away by drunkenness. But that we may not suffer this, let us flee from serving the ungrateful belly, so that we may obtain eternal goods, in Christ Jesus our Lord, with whom to the Father, together with the Holy Spirit, be glory, honor, might, and majesty, now and always, and unto the ages of ages. Amen.
{ΠΕΡΙ ΟΡΓΗΣ ΚΑΙ ΕΧΘΡΑΣ.}1 {ΛΟΓΟΣ ΙΖʹ.}1 Μέγιστον κατηγόρημα Χριστιανοῦ, πρόχειρον εἶναι πρὸς ἄμυναν, καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυπῆσαι τὸν βλάψαντα; μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Διὸ δεῖ τὸ μανικὸν καὶ ἔμπλη κτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων τούτου ὑποδειγμάτων· πῶς πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν. Ὅτι Κύριος, φησὶν, εἶπε τῷ Σεμεεὶ καταράσασθαι τὸν Δαβίδ. Διόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ' ἑαυτὸν ἐταπείνωσεν, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Πᾶς γὰρ ἔλεγχος ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτή ματος· ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων, εἰς συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος καταπληκτικὸς, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων· Οὐχ οὕτω σώματος χαρακτὴρ ἴδιός τινος ἐνομίσθη, ὡς τῆς φιλοθέου ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον.
{ON ANGER AND ENMITY.} {HOMILY 17.} The greatest accusation against a Christian is to be ready for retaliation and to devise by every means the repayment of like for like against those who have grieved him. For how will he teach another not to render evil for evil, when he does everything to avenge himself and to grieve in return the one who harmed him, not imitating the meekness of David, who says: If I have repaid those who repaid me with evils, then let me fall away empty from my enemies. Therefore it is necessary to restrain the frenzied and inspired movement of the soul by the memory of this man's blessed examples—how meekly he endured the drunken insolence of Shimei. For he did not give occasion for his anger to be stirred, but transferred his thought to God. For the Lord, he says, commanded Shimei to curse David. Therefore when he heard, a man of blood and a man of lawlessness, he was not harsh toward him, but humbled himself, as though the insult had come upon him according to his desert. For every reproof that clearly fastens upon the one reproved severely torments him, setting before him the shame of the sin; so that one who is insensible to his own faults receives great benefits, being brought to awareness and true repentance. For what bodily wound produces such sharp pain as the torment that a striking word produces in the soul, reaching the conscience of those entangled in the shame of things evilly done? Not so has the mark of the body been reckoned the peculiar possession of anyone, as the peaceful and gentle disposition has been reckoned that of the God-loving soul.
Πρέποι δ' ἂν τῷ τοιούτῳ, τοὺς ἄλλους ἕλ κειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσιν, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι, αὐτὸν τοῖς ἄλλοις καθηγεῖσθαι ἐπὶ τὰ βέλτιστα, ἀλλ' οὐχὶ ἀκολουθεῖν ἑτέροις, ἐφ' ἃ μὴ δεῖ· καὶ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι' ἀνεξικακίας λύειν τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι, παντός ἐστι τοῦ ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο ἑνός που μόνου, καὶ εἴ τις αὐτῷ τὴν ἀρετὴν παραπλήσιος. Οἷον γὰρ θέαμα! πῶς σεμνὸν καὶ θαυμαστὸν καὶ μικροῦ τὴν φύσιν ἐκβαῖνον τὴν ἀνθρωπίνην, ἄνθρωπον πολλὰ λοιδορηθέντα, καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης, καὶ ἄλλα μυρία παθόντα τῶν λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν, ἀλλὰ πράως καὶ ἀοργήτως προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ, ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς
It would be fitting for such a man to draw others to himself and to provide for all who come near him, so that they are filled, as it were, with the sweet fragrance of his good character, and to lead others himself toward the best things, not to follow others into what they should not; and to yield contentiousness to others—or rather, if possible, to remove it even from their soul—and himself to dissolve painful things through forbearance. For to defend oneself belongs to everyone who is angry; but to be higher even than anger itself belongs to one man alone, and to anyone who is like him in virtue. For what a sight! How venerable and wonderful, and almost beyond human nature, for a man who has been greatly reviled, and perhaps even received a blow on the cheek, and suffered countless other things from words and deeds that lead to the utmost dishonor, not to boil over with rage, nor to rise up for revenge, but to pray meekly and without anger for the one who insulted him, so that the sin he committed against him may be forgiven, and toward
τὸ ἑξῆς τῆς πρεπούσης παρὰ Θεοῦ ἐπιμελείας ἀξιωθῆναι! Νῦν δὲ ἡμεῖς μετὰ τῶν ἄλλων κακῶν κἀν τούτῳ μάλιστα ἁμαρτάνομεν, διώ κοντες ἀνταπόδομα, οὐδὲ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ' ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ' ἐὰν μὴ καὶ τιμηθῶμεν παροξυνόμενοι· καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους αὑτοὺς ὑπειλήφαμεν, ὡς ἐχθροὺς λογιζό μενοι. Ὕβρισέ σε ὀργισθεὶς ὁ δεῖνα; στῆσον τῇ σιωπῇ τὸ κακὸν, καὶ μὴ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Ἐκεῖνος ἐλοιδόρησε; σὺ εὐλόγησον. Ἐτύπτησεν ἐκεῖνος; σὺ ὑπόμεινον. Διαπτύει, καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑπέστης, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ καὶ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ταῦτα ἑαυτὸν ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχόν; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γέννησιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως κα λόν. Ἐκεῖνος ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατ' αὐτῶν ἐνέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Καὶ σὺ τοίνυν, ἐὰν πένητά σε προσεί πῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς, τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριάνῃς, τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντι τύπων πέφυκε διαπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν;
to be deemed worthy of the fitting care that comes from God! But now, along with our other evils, we sin most of all in this: that we pursue repayment, and do not repay with an equal measure, but defend ourselves with excess—not only being provoked when we are insulted, but even when we are not also honored; and we regard those who honor us less than we have supposed ourselves worthy of as enemies. Has someone insulted you in anger? Stop the evil with silence, and do not, like a stream receiving that man's anger into your own heart, imitate the winds, which by blowing back return what was borne against them. Has he reviled you? You, bless. Has he struck you? You, endure. Does he spit at you and consider you nothing? You, take thought of yourself, that you came from earth and will be dissolved again into earth. Did he call you obscure and inglorious and nobody from nowhere? You too, call yourself earth and ashes. You are not more venerable than our father Abraham, who called himself these things. Ignorant and poor? You, call yourself a worm, and say that you have your birth from dung, speaking the words of David. To these add also the noble example of Moses. He, when reviled by Aaron and Miriam, did not bring a charge against them before God, but prayed for them. And you therefore, if someone calls you poor, if he speaks the truth, accept the truth; but if he lies, what does what is said have to do with you? Neither be softened by praises that go beyond the truth, nor be enraged by insults that do not touch you. Do you not see the arrows, how it is their nature to fall through solid and resistant things, but in soft and yielding things to slacken their force?
Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινόν. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Τί ὀργῆς ἀφρονέστερον; Ἐὰν μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρί σαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ὡς γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα, ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων, παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Ἀμυνόμενος δὲ, καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς, ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι, ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπι τεῖναι τὴν ἀγανάκτησιν· διότι ὁ μὲν οὐκ εἶχε τὸ σω φρονίζον ὑπόδειγμα· σὺ δὲ βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ' ἀγανακτεῖς καὶ χαλεπαίνεις, καὶ ἀνταγωνίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προ λαβόντος. Εἰ μὲν πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; Εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ; ἔοικε γάρ πως συνεξομοιοῦ σθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Διόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν, μὴ ἀποκρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην.
Why does the name of the poor man disturb you? Remember your own nature: that you came into the world naked, and naked you will depart. And what is poorer than a naked man? You have heard nothing terrible. Who was ever led away to prison because of poverty? It is not being poor that is disgraceful, but not bearing poverty nobly. What is more foolish than anger? If you remain free from anger, you have put the one who insulted you to shame, having demonstrated self-control by your deed. For just as the one who strikes a man who feels no pain punishes himself (for he has neither avenged his enemy nor appeased his own wrath), so the one who reproaches a man who does not revile in return cannot find relief for his passion. But if you defend yourself and set yourself on equal footing with the reviler, what defense will you make? That he provoked you by beginning it? And what sort of pardon is that worthy of? For not even the fornicator, when he transfers the blame to the courtesan, claiming that she stirred him up to sin, is any less deserving of condemnation. Is insolence evil? Flee from imitating it. For the fact that the other began it is certainly not sufficient for excuse. Rather, as I persuade myself, it is more just even to intensify your indignation, because he did not have the example that would discipline him; but you, seeing the angry man behaving shamefully, did not guard against becoming like him, but you are indignant and furious and strive against him; and your passion becomes a defense for the one who came first. If anger is evil, why did you not turn aside from the evil? But if it is worthy of pardon, why are you furious with the man who is angry? For somehow the one who argues back seems to become like the one who talks foolishly. Therefore, I think, the wise Solomon advises not to answer a fool according to his folly.
Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξ αμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπό δικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα Θεοῦ γεγενημένον καθυβρίζων. Ἀνδρὶ θυμώδει μὴ συναυλίζου, φησί. Κακὸν γὰρ πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Φεῦγε τοίνυν τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθ υλακτοῦντες· εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσ περ σφενδόνας ἀφίετε τῶν ῥημάτων τὰς ἀσχημοσύνας. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος,
ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λα βὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστη τῆς ὁρμῆς, ἀλλ' ἐστράφη, καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν· μείζων ἠβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δεξάμενος πάλιν, ὑπερυψώθης, καὶ γέγονε κακῶν φιλονεικία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτε ρός ἐστιν. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ τοῦ θυμοῦ πάθος, καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄν θρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ· ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμός. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Ἀγνοοῦσι μὲν γὰρ αὑτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους.
For just as one who insults an imperial image is judged as having sinned against the emperor himself, so clearly the one who insults a person made in the image of God is liable to judgment for the sin. Do not dwell under the same roof with a wrathful man, it says. For it is a bad thing to be bound to a dog and to enjoy its ceaseless barking. Flee, then, his company; for you must inevitably learn something of his ways. He said something insulting, and it stirred up the anger within you. Just as the barking of a dog provokes the commotion of another dog, so his voice roused the anger within you that had until then been sleeping and at rest, and you became barkers at each other; then, standing opposed to one another, you hurled at each other the shameful things of your words like stones from a sling. He said something insulting, and you returned something greater in excess, imitating the one who began it. He, having received the repayment from the insulting word, did not stop his impulse but turned and brought his own sin to a head; he wished to become greater by saying something more grievous. You, receiving it again, were lifted up all the more, and there arose a rivalry in evils. But the one who wins in contests of evil is the more wretched. For once the passion of anger has thrust aside reason and taken over the dominion of the soul, it turns the man completely into a beast and does not even allow him to be a man; for what venom is to venomous creatures, anger is to those who have been provoked. They rage like dogs, they leap like scorpions, they bite like snakes. For those who are angry are first ignorant of themselves, and then likewise of all their acquaintances.
Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται, καὶ θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν· γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο· καὶ ὥσπερ αἱ χαράδραι πρὸς τὰ κοῖλα συῤ ῥέουσαι τὸ προστυχὸν παρασύρουσιν· οὕτω καὶ αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῦ τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπο λήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι. Ὅταν γὰρ ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ τοῖς παροξύ νουσιν ὁ θυμὸς ἐξαφθῇ, τότε δὴ, τότε, τὰ οὔτε λόγῳ ῥητὰ, οὔτε ἔργῳ φορητὰ, ἐπιδεῖν ἔστι θεά ματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, πόδας δὲ ἀφειδῶς ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γενόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναν τίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλοις καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Αἱ γὰρ πρὸς ἀλλήλους λύπαι, καὶ μικροψυχίαι, παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι· προϊόντος δὲ τοῦ χρόνου, ὑπὸ φιλονεικίας αὐξόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασιν. Ἕως γὰρ ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον αὔξεσθαι. Ἂν τοίνυν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας.
Through anger the sword is sharpened, and the death of a man is dared by a human hand. Through it brothers have become strangers to one another; parents and children have forgotten nature; and just as torrents rushing down into the hollows sweep away whatever they meet, so the impulses of the angry, violent and unrestrainable, advance alike through all things. For as if goaded by a gadfly with the memory of those who have grieved them, while the anger itself throbs and leaps, they do not cease until they have inflicted some evil on the one who provoked them. For when anger is kindled by those who provoke it, as a flame is by an abundance of fuel, then indeed, then one may behold sights neither expressible in word nor endurable in deed: hands raised against those of the same race, feet leaping without restraint, and every weapon that appears made an instrument of madness. And if from the opposite side they find an equal evil arrayed against them, another anger and a madness of equal rank—thus indeed clashing, they have done and suffered to one another all that it is fitting for those commanded by such a demon to suffer. For grievances against one another, and petty resentments, are at first small and easily cured; but as time proceeds, increased by contentiousness, they are by nature wont to fall into utter incurability. For as long as slanders have room from the estrangement, the suspicions must always grow toward the worse. If, then, you see the angry man grinding his teeth, consider that such a one resembles a boar, revealing the anger within through the grating of his teeth. For in wicked contests the victor is more wretched, because he departs having the greater share of the sin.
Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως. Τί γὰρ τὸν Φινεὲς ἐδικαίωσεν; οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πραῢς, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρῆ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐ συγκαλυπτόντων αὐτῶν τὴν ἀσχήμονα θέαν τῆς αἰσχύνης, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι' ἀμφοῖν ἐλάσας τὸν σειρομάστην. Ἡλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἄλσεων, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. Τούτους καὶ ἡμεῖς ζηλῶσαι σπουδάσωμεν, καὶ μὴ καθ' ἡμῶν, ἀλλὰ κατὰ τοῦ διαβόλου τὸν θυμὸν ὁπλίζωμεν μόνον, εἴ γε τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν βουλοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Let your anger be against the serpent alone. For what justified Phineas? Was it not his righteous wrath against those who committed fornication? He, though for the most part gentle and meek, when he saw the fornication of Zambri and the Midianite woman being done openly and shamelessly, since they did not cover the shameful sight of their disgrace, could not endure it, and used his anger as was fitting, driving the spear through both of them. And Elijah the zealot, with reasoned and temperate anger, put to death four hundred and fifty men, priests of shame, and four hundred men, priests of the groves, who ate at the table of Jezebel, for the benefit of all Israel. Thus anger often becomes a servant of good deeds. Indeed, one would more gladly see a loved one angry than another flattering. Let us also strive to emulate these men, and let us arm our anger not against ourselves but only against the devil, if indeed we wish to attain the kingdom of heaven, in Christ Jesus our Lord, to whom be the glory and the power, with the Father who is without beginning, and the all-holy and life-giving Spirit, now and always, and unto the ages of ages. Amen.
{ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ.}1 {ΛΟΓΟΣ ΙΗʹ}1
Πολλὴν ἡμῖν ἐμποιεῖ τὴν ἀνίαν τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλη σίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γὰρ πάντες ἀφειδῶς τὰ στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκεκάλυπται· καὶ οἱ μὲν κατηγορούμενοι κατα δικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύον ται ἀνεξετάστως. Καὶ πολὺς ἤδη ὁ χρόνος παρῴχηκεν, ἐν ᾧ τυπτόμενοι ὑπὸ τῶν διαβολῶν, φέρομεν τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενοι ὅτι ἔχομεν Κύριον τὸν τῶν κρυπτῶν γνώστην μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν· τούτου ἕνεκεν παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντως παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, Οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶ τον ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Πρὸς δὲ τὰ προβαλ λόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσι. Τὰ γὰρ στόματα αὐτῶν ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων λόγων ἀμήχανον. Μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευάζειν, καὶ στηλιτεύειν, καὶ κατηγορεῖν.
CONCERNING ENVY AND MALICE. ORATION 18
The harshness of the present time that has overtaken us brings us great distress, in which all the Churches have been shaken, and all souls are sifted. For all have opened their mouths without restraint against their fellow servants. Falsehood is spoken without fear, the truth is covered over; and those who are accused are condemned without trial, while those who accuse are believed without examination. And much time has already passed during which, struck by slanders, we bear the scourges of accusation, content that we have the Lord, the knower of hidden things, as witness of the false accusation. But since many have already accepted our silence as confirmation of the slanders, and supposed that we are silent not out of patience but because we have no mouth to open for the truth—for this reason I entreat your love in Christ, so as not to accept altogether as true the slanders that come from one side; for, as it is written, the law judges no one unless it first hears him and knows what he does. And concerning the charges brought forward, demand from us the accounts. And if you find the truth with us, give no place to falsehood; but if you perceive that we are weak in our defense, then believe our accusers as speaking the truth. For it is impossible that their mouths be restrained by our words. Rather, it is likely that they are even provoked by our defenses, and devise greater and harsher things against us, and pillory us publicly, and accuse us.
Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν, καὶ, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάψαντας· μήτε μὴν ἀξιώμασι προσέχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. Δεῖ γὰρ τὸν ἀκροατὴν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάσσειν τῷ μὴ παρόντι, τὸ τοῦ Ἀλεξάνδρου ποιοῦντα. Καὶ γὰρ ἐκεῖ νόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρὶ, ἐν δεικνύμενον, ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα, μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι Καὶ γὰρ πεφύκασί πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ, διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ ὥσπερ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τό πους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτω καὶ οἱ βάσκανοι, τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται. Τοὺς οὖν ὀρθὰ φρο νοῦντας τὸ τοῦ Ἀλεξάνδρου ποιεῖν προσήκει·
Yet for a fair-minded judge the facts themselves suffice for the manifestation of the truth, and even if we keep silent, it is possible for you to look clearly at what is happening. But before all else I ask you, both those who will hear now and those who will read later, not to wish to distinguish falsehood from truth by numbers, attaching the better cause to the larger party; nor, by paying attention to ranks, to have your understanding darkened, or by assigning the greater share to the order of those who came first, to block your ears to those who come later. For the hearer ought to keep one of his ears intact for the one who is absent, doing what Alexander did. For they say that he, when one of his acquaintances was being slandered, let one of his ears be open to the slanderer, but carefully stopped the other with his hand, indicating that one who is going to judge rightly ought not to be wholly carried away at once by those who speak first, but should preserve half of his hearing intact for the defense of the one who is absent. For these illiberal forms of flattery naturally grow, in some way, alongside great powers; since they are at a loss for a good of their own by which they might be recognized, they recommend themselves by the evils of others. And just as vultures are drawn to foul-smelling things, flying over many meadows and many pleasant and fragrant places, and as flies pass by what is healthy and rush toward the wound, so also the envious do not even look at the splendors of life and the greatness of achievements, but set upon the rotten parts. Those, then, who think rightly ought to do what Alexander did.
ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβου λεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὡς ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. Οἱ τοίνυν τῷ πλησίον καταχέοντες λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγοντες, φανήσονται πάντως πονηρὰν ἑαυτοῖς προσηγορίαν ἐπενεγκόντες ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν ἑαυτῷ τιθεμένους; Μήτε οὖν ὁ λοιδορῶν διάβολος ἔστω, ἀλλ' ἀδελφὸς, ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταὶ, ἀλλ' ἐλέγχων δοκιμασταί· μήτε οἱ λοιδορούμενοι ἀνιάτρευτοι καταλειφθῶσι, μὴ φανερουμένης τῆς ἁμαρτίας αὐτῶν. Ἐλεγχθέντες μὲν γὰρ, καὶ αὐτοὶ τὴν ἁμαρτίαν
αὐτῶν ἐπιγνώσονται· καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ, ἐκ τῆς τῶν ἁμαρτωλῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες· καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε, αὐτοὶ μὲν οὐδὲν ἔσονται ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα, τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι, αὐτοὺς οὐκ ἔχοντες, καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄν θρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ;
He who received a letter against the physician as though he were plotting, since it happened that at that very moment he had taken a drug to drink, was so far from believing the slanderer that at one and the same time he was reading the letter and drinking the drug. Those, therefore, who pour out abuse against their neighbor and do not bring forward proof of what is said, will plainly have brought upon themselves an evil name from their unreasonable use of words. For how else ought one to name the slanderer than by the very name he procures for himself from the deed itself? Let not, therefore, the one who abuses be a slanderer, but a brother, admonishing in love and bringing reproof for correction; nor let you become hearers of abuse, but testers of reproofs; nor let those who are abused be left incurable, their sin not being made manifest. For when reproved, they too will recognize their own sin; and you, after the reproofs, will have forgiveness from the Lord, withdrawing yourselves from the fellowship of sinners; and those who reproved will have a reward, as having made public the hidden wickedness. But if you condemn before the reproofs, they indeed will have suffered no wrong, except to be deprived of the possession most precious to us all, the love toward you; but you will suffer this very thing, not having them, and you will seem to fight against the Gospel which says: Does not your law judge the man, unless it first hear from him and know what he does?
Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τούτων, μηδὲ παραλογίσασθε ἡμῶν τὴν παράκλησιν ταύτην, ἵνα μὴ φθάσῃ εἰς ἡμᾶς ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος· Ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὥσπερ γὰρ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα· οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα, Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ τὸ μὴ φθονεῖν, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Καὶ ὥσπερ ἰὸς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεν νᾶσθαι· οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν ψυχὴν πέφυκε διασπᾷν. Ὁ βασκαίνων μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται· καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συν δακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρό τερα, ἀλλ' ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τοιοῦτος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου πρὸς τὸν Δαβὶδ ἐποιήσατο, καὶ ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην. Σὺν αὐτῷ γὰρ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀν ελεῖν ἐπεχείρησεν·
Do not do these things, most honored brothers, do not tolerate them, and do not falsify this our exhortation, so that the fearful prophecy of our Lord may not overtake us, who said: Because iniquity shall abound, the love of many shall grow cold. For just as rust is a disease peculiar to grain, so envy is a sickness of friendship. And just as not envying follows upon the good, so malice follows upon the devil. And just as rust consumes iron, so envy consumes the soul that possesses it. Or rather, just as they say that vipers, devouring the womb that bore them, are brought forth, so envy is by nature apt to tear apart the soul that is in travail. The envious man awaits one relief from his evil, if ever he should see one of those envied fall. This is the boundary of hatred: for the envied man to be seen wretched instead of blessed, for the enviable man to become pitiable. Then he pours a libation and is a friend, when he sees him weeping, when he beholds him mourning; and he does not rejoice with him who is cheerful, but weeps with him who laments. And he pities the change of life, from what state into what state it has fallen, not out of philanthropy and being sympathetic, extolling in speech the former things, but in order to make the misfortune heavier for him. Such was Saul, who made the excesses of benefits an occasion of war against David, and tried to pierce his benefactor with a spear. For having been preserved from the enemies together with the whole army, and having been delivered from the shame over Goliath, he attempted to become his murderer with his own hand, and to slay him from an ambush.
εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕ τω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρα τεύσας ἐπ' αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο. Ὥς γε παρ' αὐτὸν τὸν καιρὸν τῆς διώξεως καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας διαφυλαξαμένου, οὐδ' ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν, ἕως καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρε τὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησεν. Οὕτω καὶ περὶ τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ διατίθενται, οὐκ εἰδότες ὅ τι πράττουσιν. Εἰ μὲν γὰρ ἀληθῆ τὰ ἐνύπνια τοῦ Ἰωσὴφ, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνουσι τῷ σφαλλομένῳ; Ἀλλ' ὄντως ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφα λαλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Ὄντως ἴδιόν ἐστι κακὸν τοῦ διαβόλου ὁ φθόνος. Καθά περ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου.
Then, having made him a fugitive, he did not even in this way put an end to his enmity, but finally marched out against him with three thousand picked men and searched the wildernesses. Yet at the very moment of the pursuit he was caught, ready for slaughter and set before his enemy, and again was preserved by the righteous man, who kept himself from laying hands on him; nor was he bent even by this benefaction, but again he mustered troops and again he pursued, until, captured a second time by the same man in the cave, he showed the other's virtue more brilliant and made his own wickedness more manifest. So also the brothers were disposed toward Joseph, not knowing what they were doing. For if Joseph's dreams were true, what device could prevent the things foretold from coming to pass entirely? But if the visions of the dreams were false, for what reason do they envy the one who is mistaken? But truly envy is a peculiar passion of the devil, one that cannot be spoken aloud, one that admits no cure. The man with a headache tells the physician of his headache; the man sick with envy, what shall he say? "The good things of my brother grieve me"? This is the truth, but everyone is ashamed of the words. Why do you groan? Is it your own evil, or another's good? Truly envy is a peculiar evil of the devil. For just as weapons borne violently, when they fall upon something stout and resistant, return upon the one who hurled them, so the motions of envy, harming the envied one in no way, become wounds of the envious man himself.
Πολλὰ μὲν γὰρ ἔνεστι τῇ βασκανίᾳ κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐ τῷ τῷ κεκτημένῳ, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν, ἢ ὁ ἰὸς τὸν σίδηρον. Ὁ γὰρ βασκαίνων, αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον, καὶ τὸν μὲν πλοῦτον
τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ τῇ βασκανίᾳ κατεδαπάνησεν. Ὥσπερ οὖν τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω χρὴ, καθ' ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας. Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυπεῖται τῇ ἑτέρων εὐπορίᾳ, ὅτι ἔχουσιν ὕλην ὅθεν αὐτῷ τὴν χρείαν πληρώσουσιν. Αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ οὖν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὀργῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο. Τοιγαροῦν βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν, ἄνθρωπε, καὶ ἐν ἀσθενεῖ ζώῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμαθόντα· οἷόν τι λέγω· Ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου· ἀῤῥαγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο.
For there are many evils in envy, but one useful thing: that it is an evil to the one who possesses it, and it consumes the heart more than rust consumes iron. For the envious person harms the one envied only a little, but consumes himself with grief and groaning over his neighbor's prosperity, and he has not diminished his neighbor's wealth, but has consumed himself with envy. Just as, then, it is our care to put highly combustible material as far as possible from fire, so it is necessary, as far as possible, to keep our friendships away from the company of the envious, making ourselves outside the arrows of envy. For we tame dogs by feeding them, but by doing good to the envious person we make him more savage. For he does not rejoice in the good things he has suffered, but is grieved by the prosperity of others, because they have material from which they will fulfill his need. Leopards have a certain natural anger toward man, and are by nature especially prone to leap at the eyes of men. Those, then, who mock the madness of the beast show it a picture on paper as if it were a man. And she, not reasoning because of her excessive anger, tears the paper as if it were a man, and there she shows her hatred of mankind. So also the devil showed his hatred of God in the image, since he was not able to lay hold of God. Therefore I wish you to flee the imitation of evildoers, O man, and to understand, in a weak animal, much that is crafty and treacherous—what sort of thing I mean: the crab desires the flesh of the oyster, but the catch is hard for it because of the covering of the shell; for nature has secured the tender flesh of the oyster with an unbreakable fence.