ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΕΙ ἐθνῶν Ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθά φησι Ῥωμαίοις ἐπιστέλλων, “ ἐφ’ ὅσον μὲν εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω, εἴ πὼς παραζηλώσω μου τὴν σάρκα·” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη,” τί αὐτοῖς ἐπέστελλε, καὶ μάλιστα τοῦ Θεοῦ εἰπόντος αὐτῷ καὶ χρηματίσαντος· “ οὐ γὰρ ἀνέξονταί σου, ἀλλὰ πορεύου εἰς ἔθνη μακρά·” διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ· καὶ αὐτοῦ πρὸς αὐτὸν φήσαντος τὸν Θεὸν, “ ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην “ φυλακίζων καὶ δέρων κατὰ συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε, “ καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ “ αὐτὸς ἤμην ἑστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσ- “σων τὰ ἱμάτια τῶν ἀναιρούντων·” καὶ σημεῖον τοῦτο εἰπόντος, καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ, τί δή ποτε αὐτοῖς ἔγραφε μὴ ὣν τῶν Ἰουδαίων διδάσκαλος ; ποῦ δὲ οὖσιν ἐπιστέλλει ; ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· “ οὐ γὰρ “ ἀπεστάλην,” φησὶ, “ Βαπτίζειν, ” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ· πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἠθέλησε ; διὰ τοῦτο ἔλεγε, “ γινώσκετε τὸν “ ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψο- “μαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν
Volume One of Selected Explanatory Discourses of the Apostle Paul on the Epistle to the Hebrews. If the blessed Paul was an apostle of the Gentiles, as he says when writing to the Romans, "Inasmuch as I am an apostle of the Gentiles, I glorify my ministry, if by any means I may provoke to jealousy my own flesh"; and again elsewhere, "For he who wrought in Peter for an apostleship of the circumcision wrought also in me toward the Gentiles," what was he writing to them, especially when God had spoken to him and declared, "For they will not endure you, but go to distant nations," because they will not accept your testimony concerning me; and when God himself said to him, "Yes, Lord, they themselves know that I was imprisoning and beating in the synagogues those who believed in you, and when the blood of Stephen your martyr was being shed, I myself was standing by and consenting to his slaying, guarding the garments of those who were slaying him"; and when he had said this as a sign and an occasion for not believing him, why then did he write to them, not being a teacher of the Jews? And where were they when he writes to them? It seems to me, in Jerusalem and Palestine. How then does he write to them? Just as he was not permitted to baptize, and yet he baptized; "For I was not sent," he says, "to baptize," yet he was not forbidden, but did this incidentally. And how would he not write to those for whom he wished even to become accursed? For this reason he said, "Know that the brother Timothy has been released, with whom, if he comes sooner, I will see you"; for he had not yet been taken into custody. So then he spent two years
ἐν 'Ρώμῃ δεδεμένος, εἶτα ἀφείθη, εἶτα εἰς τὰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε ἦλθεν εἰς 'Ρώμην, ὅταν καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. ταύτης μὲν οὖν τῆς Ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον· ἐκεῖ γὰρ, φησὶν, “ ἐγὼ δὲ ἤδη σπένδομαι καὶ πάλιν ἐκεῖ φησιν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγενετο. (Σεγηριανοῦ.) Ὁ δὲ μακάριος Σευηριανός φησιν, οἱ αἱρετικοί φασιν μὴ εἶναι Παύλου τὴν Ἐπιστολὴν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις Ἐπιστολῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τουτέστι ξένην παρὰ τὴν Παύλου, καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι, ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων, ὡς ἀποστασίαν νόμου διδάσκων· διά τοι τοῦτο καὶ κινδυνεύσας ἐν Ἰεροσολύμοις καὶ μόλις διαφυγὼν, ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις, οὐ προτίθησι τὸ ὄνομα τὸ ἑαυτοῦ· ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν, ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς Επιστολῆς. Θεόσωροσ Μοψουεστίασ. ταύτην τὴν αἰτίαν στρέφων α Θεόδωρος ὧδε λέγει· ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν, ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ ἀναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου.
Having been bound in Rome, then released, then having gone to Spain, he saw perhaps also Jews, and then came to Rome, when he was also put to death by Nero. Therefore the Epistle to Timothy is older than this Epistle; for there, he says, "I am already being poured out," and again there he says, "at my first defense no one came to my support." (Of Severianus.) But the blessed Severianus says that the heretics claim the Epistle is not Paul's, and they bring forward as the first proof of this that his name is not prefixed, as in the other Epistles; second, that the style is different, that is, foreign to Paul's, and the construction. One must therefore know that Paul was hated by the Jews, as one teaching apostasy from the law; for this reason, having also been in danger in Jerusalem and having barely escaped, he was sent to Rome. Therefore, writing things profitable to the Hebrews, he does not put forward his own name, so that by the hatred against him they might not be deprived of the benefit from the Epistle. Theodore of Mopsuestia. Turning this cause about, Theodore says thus: that he was not writing to unbelievers who possessed implacable hatred toward him, but to those who had partaken of all things in which believers must partake; then not even to those who had merely happened to do so, but to those who had demonstrated the confirmation of faith and the exactness of virtue in works, as also the things set forth in the Epistle show. So that the Epistle had to be delivered to them, as Paul having written to them; just as indeed it also happened in the case of the others; for the things written could not profit them at all, if this were not done.
πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὁ φημι, ” παρακαλῶ “ γὰρ ὐμᾶς,” φησὶν, “ ἀδελφοὶ, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα “κλήσεως. καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὐμῖν.” τίσι δὲ ἔγραφεν, ὅτι “ ἐπέστειλα ὐμῖν, ” οὐκ ὄντων ἐκείνων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα ; ἐἶτα ἐπάγει, “ γινώσκετε τὸν ἀδελφὸν Τιμό “ θεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.”
ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ Ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ’ οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι σαφῶς ὑπισχνεῖται; τίς οὖν ἡ τούτου αἰτία; εὔδηλος καὶ ἄγαν σαφής· διέλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν, εἷς γὰρ ἦν αὐτὸς ὁ σκοπὸς, ἀλλ’ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προσάγωσι· διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας, τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων· οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν Ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς, οἱ δέ γε περιστευκότες κοινοὺς ὡς εἰκὸς διδασκάλους τε καὶ Ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν Ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, ουκετι. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν·
In addition to these things, what I am saying is also shown by what is written at the end of the Epistle. For he says, "I appeal to you, brothers, to bear with the word of exhortation. For I have written to you briefly." But to whom was he writing, when he says, "I have written to you," since those to whom the letter had necessarily to be delivered were not present? Then he adds, "Know that our brother Timothy has been released, with whom, if he comes sooner, I will see you."
Do you see that it was clear that the one who also served the letter by writing the Epistle was with him, and he plainly promises that they would see him if he returned sooner? What, then, is the reason for this? It is very evident and exceedingly clear: Barnabas and he himself divided the preaching with those around the blessed Peter—not so that these might teach some things and those others other things, for the aim was one and the same, but so that some might bring those from the Gentiles and others those from the Jews to the faith, because of the contentiousness that still prevailed at that time from the custom of the Law, since the Jews did not tolerate mixing with those from the Gentiles, they used this division more economically. Accordingly, some were called Apostles of the Gentiles, others of those of the circumcision, while those who had believed regarded them as common teachers and Apostles, as is reasonable. So when he wrote to those from the Gentiles, it was fitting that he wrote to them as their Apostle; but when he wrote to those from the Hebrews, no longer. (From Chrysostom.) But the blessed John says:
αὐτῶν πανταχοῦ πολλὴν πρόνοιαν ποιεῖται, ἐπειδὴ καὶ πολλὰς ὑπέμενον θλίψεις, καθὼς Θεσσαλονικεῦσι γράφων λέγει, “ μιμηταὶ “ ἐγένεσθε τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας, ” καὶ αὐτοῖς δὲ τούτοις γράφων φησὶ, “ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν “ προσεδέξασθε.” διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. ὅταν γὰρ λέγῃ, “ πορεύομαι διακονήσων τοῖς ἁγίοις τοῖς ἐν “ Ἱεροσολύμοις,” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν, “ ἐὰν “ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι,” τοῦτο λέγει· καὶ ὅταν λέγῃ, “ μόνον, ἵνα τῶν πτωχῶν μνημονεύωμεν,” ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει· “ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ “ κοινωνίας· ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι- “τομήν·” καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν αὐτὸν ἐδέδιττεν· ἐκεῖ δὲ ἐδόκουν τέως κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον
He makes great provision for them everywhere, since they also endured many afflictions, just as he says when writing to the Thessalonians: "You became imitators of the churches of Judea," and writing to these same people he says: "You accepted with joy the plundering of your possessions." For this reason you see him especially caring for them. For when he says, "I am going to minister to the saints in Jerusalem," and again when he urges the Corinthians to beneficence, and says the Macedonians have contributed, and says, "if it be worthy that I too should go," this is what he means; and when he says, "only that we remember the poor," which I also was eager to do this very thing, this is what he means: "They gave to me and Barnabas the right hand of fellowship, that we should go to the Gentiles and they to the circumcision;" and everywhere you see him making great provision for them. Reasonably so; for among the other nations, where there were both Jews and Greeks, nothing frightened him; but there they seemed for a time to hold sway and to govern themselves, and to administer many things by their own laws, the establishment of the rule not yet having been settled, nor fully
ὑπὸ Ῥωμαιοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο· ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται πρὸς βοήθειαν καὶ τῶν ἐθνῶν· ἐνταῦθα δὲ οὐδὲ μίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ’ αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν, ὃν ἐὰν θέλωσι. μὴ θαυμάσωμεν οὖν, εἰ καὶ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ· καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι· καὶ τοῦτο πρὸς τῷ τέλει ἐμφαίνει λέγων, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλε “λυμένα γόνατα ἀνορθώσατε·” καὶ πάλιν, “ ἔτι μικρὸν ὅσον ὅσον “ ὁ ἐρχόμενος ἤξει καὶ οὐ Χρονιεῖ,” καὶ πάλιν, “ εἰ ἐκτὸς ἐστὲ παιδείας, ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοὶ. (Σευηριανοῦ.) Γράφει δὲ αὐτοῖς, ὥς φησιν ὁ μακάριος Σευηριανὸς, τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἣ μᾶλλον ὑπὸ Κλήμεντος, οὗ καὶ μέμνηται· διὰ τοῦτο ξένη φράσις· καὶ τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν· καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν Ἐπιστολὴν εἶναι. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος φησί· γέγονε δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος, καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματικῶν ἐννοιῶν, καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου προαναρρήσεως·
Since it was situated under the Romans, they reasonably employed great tyranny; for in the other cities they bring them before the rulers, and they need them for assistance and for the nations; but here they took no care at all for this, but they themselves sit as a council, and they put to death whomever they wish. Let us not wonder, then, if he also exhorts and comforts them by letters, setting upright those who have fallen back and are lying down; for they were by now, as it were, pickled and had given up hope because of their many afflictions; and he shows this toward the end, saying, "Strengthen the hands that hang down and the knees that are paralyzed"; and again, "Yet a little while, and the one who is coming will come and will not delay"; and again, "If you are outside of discipline, then you are bastards and not sons." (Of Severianus.) And he writes to them, as the blessed Severianus says, in the Hebrew tongue, which was also interpreted by one of the disciples, by Luke, or rather by Clement, whom he also mentions; for this reason the phrase is strange; and this has been investigated by those before us; and Eusebius of Pamphilus, having become more learned in history than those before him and with him, mentioned the investigation, and that it seemed good to our fathers, the ancient bishops, that the Epistle was Paul's. (Of Cyril.) But the blessed Cyril says: His manner of teaching was also exceedingly wise, and very finely and ingeniously furnished. For it is variegated with both legal writings and spiritual thoughts, and with the manifold fore-utterance of the holy prophets.
καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους, ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωϋσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεόν· καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις, καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις,
ἐπειδή περ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων, ὡς τοῖς ἐξ ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ, παρ’ οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθνῶν ὡς εἰκαίων καταφρονεῖν· ἐφ’ ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν Πραξέων τῶν Ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν. οἰκονομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖ πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαράδεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς· διὰ τούτου πεπιστευκὼς, ἔφη γοῦν— ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. α΄. Θεολογία Χριστοῦ ἐν δόξῃ Πατρὸς, καὶ ἐξουσίᾳ τῶν μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη ἐς τὴν ἐπουράνιον δόξαν. β΄. Ὅτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ, ἀλλὰ Θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος αἰῶνος, ἐν ᾧτ’ οἱ λειτουργοὶ, ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης. γ΄.
And his aim was to teach thoroughly everywhere and to persuade those who would encounter it, that the things done through Moses were types laboring to bring forth the power of the truth, but the truth is Christ; showing that the display which was most necessary to the ancients, as from type and shadow, is superfluous. And in addition to this he establishes this also clearly for us, that even for those who lived splendidly under the law, it happened in no other way to become renowned in glories and to be well spoken of, except through faith in God; and that faith is an ancient thing, and familiar to the holy fathers. But he did not use his accustomed beginnings and prefaces, since he was under suspicion and slander among the Jews who had believed, as one who was attached to the Gentiles and taught everyone everywhere, considering the law of no account and despising the ancestral nations as worthless; and as if he were going on to another path, as is to be learned from the Acts of the Apostles. Most economically, therefore, he wraps up the customary things, and has passed over in silence the grace of his apostleship; but he has proceeded rather to the remembering of fathers and holy prophets, having been persuaded that the word would be acceptable to them; through this, then, he said—
CHAPTERS OF THE EPISTLE TO THE HEBREWS. 1. The theology of Christ in the glory of the Father, and his authority over those with the purification of things on earth, from which he ascended to the heavenly glory. 2. That the glory of Christ is not ministerial, but divine and creative. Therefore not in the present age, in which are the ministers, but in the coming world. 3.
Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα πρὸς ἡμᾶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως. δ΄. Ὅτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον. ε΄. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν. ζ΄. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγω̣ τῷ διὰ πάντων, καὶ τὸ χρηστὸν τῆς χάριτος τῆς ἱερατικῆς παρὰ τῷ ὁμοιοπαθήσαντι ἡμῖν. ζ΄. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς. η΄. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρκῳ. θ΄. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα, τὴν πόλιν, καὶ τὴν ζωὴν, καὶ τὴν ἱερωσύνην. ι΄. Ὅτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐδὲ διὰ νόμου σαρκίνου. ια΄. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν, ἐν ἱλασμῷ καὶ ἁγιασμῷ. ιβ΄. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα. ιγ'. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν. ἰδ’. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως. ἴε. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν. ἲς. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης. ιζ́. Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ. ἴη. Περὶ σωφροσύνης, ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἠσαῦ, μὴ εὑρὼν τόπον μετανοίας. ἴθ’. ὅτι φοβερώτερα τῶν ἐπὶ Μωϋσέως τὰ μέλλοντα, καὶ πλείονος ἄξια σπουδῆς τὰ νῦν. κ΄. Περὶ φιλαδελφίας καὶ φιλοξενίας. κα'.
That he was made flesh by disposition and compassion and kinship toward us for the salvation of men from death, through the drawing near to him. 4. That Christ is to be believed, as they believed Moses, but by the superiority of God toward man. 5. An exhortation to strive for the foretold rest. 7. The fearsomeness of judgment in the word that penetrates all things, and the goodness of the priestly grace in him who suffered the same things as we. 7. A rebuke to those needing elementary instruction. 8. That the promise of God is sure, and that with an oath. 9. Concerning Melchizedek, the type of Christ according to name, city, life, and priesthood. 10. That the priesthood of Aaron, being on earth, shall cease, but the heavenly priesthood of Christ stands, from another tribe, not according to the flesh, nor through a fleshly law. 11. The superiority of the second covenant over the first, in propitiation and sanctification. 12. Concerning the blood of Christ, in which was the new covenant, that it brings a true cleansing, not the things often offered in the blood of animals. 13. Testimony concerning the only cleansing and access to God. 14. An exhortation to diligence in fear of the coming judgment. 15. Concerning bringing a good beginning to a good end. 16. Concerning the faith that also glorified the ancients. 17. Concerning endurance in following Christ. 18. Concerning chastity, until the time of success, lest we fail of it like Esau, who found no place of repentance. 19. That the things to come are more fearful than those under Moses, and the present things worthy of greater zeal. 20. Concerning brotherly love and hospitality. 21.
Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ. κβ΄. Εὐχὴ πρὸς τὸν Θεὸν περὶ τῆς εἰς ἀρετὴν ἀγωγῆς καὶ οἰκονομιας. ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦ. Α. Θεολογία Χριστοῦ ἐν δόξη Πατρὸς καὶ ἐξουσίᾳ τῶν πόντων, μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη εἰς τὴν ἐπουράνιον δόξαν. Πολυμερωσ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Γενναδίου. τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωσέα καὶ τοὺς καθεξῆς διαφόρως οὖν φησὶ, καὶ καταλλήλως, ἑκάστῳ καιρῷ τοῖς ἡμετέροις προγόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας Θεὸς, τοῦ παντὸς ἤδη χρόνου συμπληρουμένου, λελάκηκεν ἡμῖν ἐν Θεῷ, τουτεσι, νομοις πρότερον τὸ γόος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσιν δικαιοσύνης τε καὶ θεωγνωσίας διὰ τῶν ἑαυτοῦ δούλων, παιδαγωγήσεως τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν Ἰησοῦ Χριστῷ, καὶ τῆ κατ’ αὐτὸν οἰκονομίᾳ τοῖς τούτων ἡμᾶς αὐτοτελῆ χάριν εὐηγγελίσατο· λέγει δὲ τοῖς μετὰ τὸν σταυρὸν διὰ ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶ ἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκατάστας. Κυρίλλου. Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν διὰ στόματος ἁγίων, καὶ διὰ φωνῆς προφητῶν. καὶ γοῦν ἔφη δι’ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων, “ οἱ πα- “τέρες ὐμῶν ποῦ εἰσι, καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται ; “ πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου δέχεσθε, ὅσα ἐγὼ
Concerning not living bodily according to the law, but spiritually according to Christ in virtue. 22. A prayer to God concerning the leading into virtue and economy. EXPOSITION ON THE EPISTLE TO THE HEBREWS. CHAPTER 1. The theology of Christ in the glory of the Father and the authority over all things, together with the purification of those on earth, from which he ascended to the heavenly glory. In many parts and in many ways of old God spoke to the fathers in the prophets, at the last of these days he spoke to us in a Son, whom he appointed heir of all things, through whom he also made the ages. Of Gennadius. To those around Abraham and Moses and those after them, then, he says, in various ways and suitably, at each season God conversed with our forefathers through his own prophets; when all time was now being fulfilled, he has spoken to us in God, that is, in laws previously suited to the need of each of our generations for the acquisition of righteousness and the knowledge of God through his own servants, when the times of instruction were now fulfilled in Jesus Christ, and by the economy according to him he proclaimed to us complete grace for these things; and he speaks to those after the cross, through his resurrection, to the incorruptible and sinless restoration of our nature. Of Cyril. God spoke to the more ancient through the mouth of holy men, and through the voice of prophets. And indeed he said through one of them, putting to shame the follies of the Jews, "Where are your fathers, and the prophets, will they not live forever? But receive my statutes and my commandments, as many as I
“ ἐντέλλομαι ἐν πνεύματι μου τοῖς δούλοις μου τοῖς προφήταις.” ἀλλ’ εἰ καὶ ἢν ἐν πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ πνεῦμα αὐτοῦ· καὶ οὐ δή που φαίη τις ἃν εἰ γε νοῦν ἔχοι, ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὣν ἂν βούλοιτο γνῶσιν, ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν. διοίσοι γὰρ οὕτως κατ’ οὐδένα τρόπον τῶν ἁγίων προφητῶν, εἴπερ ὧδε ἔχοι· ἀλλ’ εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ’ αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις. οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ μονογενής· ἐλάλει δὲ “ πολυτρόπως” διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον. ἔστιν οὖν ἀκοῦσαι λέγοντος διὰ προφητῶν, “ ἐγὼ ὁράσεις “ ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην·” καὶ πάλιν, “ αὐτὸς “ ὁ λαλῶν πάρειμι, ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελι- “ζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά.” ἐπὶ γὰρ συντελείᾳ λείᾳ τῶν αἰώνων, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ λελάληκεν ὁ Υἱός· οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων, ἀλλὰ δι’ ἑαυτοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ μονογενὴς, τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι’ ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς, οὐκ ἰδίους μᾶλλον, ἀλλὰ τοὺς παρ’ ἑτέρου λόγους, ἀλλ’ ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ·
"I command in my spirit to my servants the prophets." But even if the grace of prophecy was in the Spirit among the more ancient, it did not come about without the Word of God who is from the Father; for his Spirit likewise speaks to the saints. And surely no one who has understanding would say that the Holy Spirit, accomplishing a servile ministry toward us, receives in equal measure with the prophets from the Word of God the knowledge—that is, the revelation—of whatever things he might will, and thus makes it known to us. For in this way he would differ in no respect from the holy prophets, if indeed it were so; but knowing all things in himself, he is said to receive from him and to announce to the saints. Therefore the Only-begotten also spoke long ago through the Holy Spirit to the more ancient, and he spoke "in many ways," commanding the revered and great mystery of his incarnation to be shaped in various forms. So it is possible to hear him saying through the prophets: "I multiplied visions, and I was likened in the hands of the prophets"; and again: "I myself who speak am present, as beautiful upon the mountains, as the feet of one proclaiming the hearing of peace, proclaiming good things." For at the consummation of the ages, he himself has spoken to us through himself, the Son; no longer with a prophet intervening and the voice of saints, but the Only-begotten having become among us through himself, he has made his words to us. And we say that the Father spoke in the Son, not as through some man individually placed as a middleman and conveying to us words that are not his own but another's, but with his own voice, the Son speaking to us through the body.
αὐτοῦ γὰρ ἦν τοῦ μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ. Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός. τότε γὰρ τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃ τοι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος.” ὀρθῶς οὖν Παῦλός φησιν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα. ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ’ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δἰ ἡμᾶς εἰς ταπείνωσιν, ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρο-
νόμος πάντων τεθεῖσθαι λέγεται· καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ κἀς ἡμᾶς πτωχείᾳ· οὐ δία τοῦτο γενόμενος σὰρξ, ἴνα πτωχὸς απομείνῃ μεθ’ ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ’ ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὣν φύσει καὶ συναΐδιος τῷ Πατρὶ, ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος, ἔφασκε διὰ τοῦ Δαβίδ· “ Κύριος εἶπε πρός με, “ υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” τογάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος, καθ’ ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος.
For the flesh was his own, the Only-begotten's, and not some other's. For being God by nature, he became man while remaining God. For then he made manifest to us the ineffable counsel of God and the Father; and for this reason also his name is called "Angel of great counsel." Rightly, then, Paul says that in the last days God and the Father spoke to us in the Son. For he knew that Emmanuel was God, and that the Word from God had also come to be among us in humanity; he recognized the free one in the form of the servant, he confessed the fullness of him who emptied himself for our sake, he beheld the height of the glory of him who brought himself down to lowliness for our sake—who, for this very reason, is said to have been appointed heir of all things, although he holds authority over all things, even as he is understood to be and is God. For again he returns to his own wealth, even with the flesh. For he has by no means remained in the poverty that is toward us; he did not become flesh for this, that he might remain poor with us, having cast off his own and God-befitting wealth, but rather that we, who are sick with the want of divine gifts, might become rich through his poverty. And indeed, being Son by nature and co-eternal with the Father, when through the holy virgin he endured the birth according to the flesh for our sake, as if being brought back to the beginnings of sonship, he said through David: "The Lord said to me, You are my Son; today I have begotten you." For he makes the declaration "today" of the present time, in which he also became flesh; while being by nature Lord of all things as well.
μεμαρτύρηκε γὰρ Ιωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν· “ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ·” δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν ὡς ἄνθρωπος υἱοποιηθεὶς, καὶ τοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι’ ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμενους. Ὥσπερ γὰρ οἶά τινα κλῆρον ἐκ Πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος, ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ· “ αἴτησαι παρ’ ἐμοὶ, καὶ δώσω Τοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἕξης · οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν
For John has testified concerning him, that he came to his own, calling the world his own, as one being called to the unfamiliar glory of the kingdom, he said: "But I was established as king by him"; and it is clear that this was by God and the Father. And he endured such things, so that, having been adopted as a son as a man, even though by nature he is God, he might prepare the way through himself for human nature to share in adoption, and might call to the kingdom of heaven those tyrannized by sin. For just as, as it were, some inheritance from the Father extends to the whole race descended from him—the calamities which we have had from the transgression in Adam, burdened with a curse and death—so again the bright things in Christ will run through the entire human race. For the only-begotten receives them for us, certainly not for himself—for he is full, since he is also God by nature; and he needs nothing at all, but rather enriches the whole creation with good things from above. Therefore he has been appointed as a man, by economy, heir of all things, so that thereafter he might save as his own possession and inheritance those on the earth who had been impiously plundered by the devil and the evil powers with him. And indeed God and the Father said to him: "Ask of me, and I will give you the nations as your inheritance," and so on; when this has been brought to completion, to his own Father concerning us
φησὶν, “ οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς “ δέδωκας.” ἄθρει δὴ οὖν, ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισιν καὶ μετὰ σαρκός· εἰ γὰρ ἤσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοηθεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου ; τοιγάρτοι καὶ ἔφασκεν, “ ὅτι πάντα τὰ ἐμὰ, σά “ ἐστι, ἐστι, καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.” πῶς οὖν αἰτεῖν προστάσσεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς ; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ, διασώσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν μονογενῆ Θεὸν Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξῃ αἰχμαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμον διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε καθ’ ἡμᾶς ; τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τὸ “ δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές ; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι’ αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαι φησι ; καὶ μάλα ὀρθῶς· ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεγενημένος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός·
He says, "Those whom you have given me out of the world were yours, and you have given them to me." Consider, then, how he ascends to the wealth that belongs to him by nature, even with flesh. For if those in the world were the Father's, in what way could they be understood as belonging to the Word who reigns together with him? Indeed he also said, "Because all things that are mine are yours, and yours are mine; and I have been glorified in them." How, then, is he commanded to ask, and receives the nations as an inheritance, and makes the ends of the earth his possession? For when man had utterly revolted from the servitude under God, the Creator and Father of all things, wishing to save him, sent into this world his only-begotten God the Word, so that having become flesh and having lived among men as a man, he might proclaim release to the captives and recovery of sight to the blind, and call the acceptable year of the Lord. Therefore, even if he is said to receive and be appointed heir because of the human element, we will not be ignorant of the economy. For where did he altogether become poor, if not by becoming as we are? That is, a man while remaining God. Persuading us to think thus, the divinely inspired Paul necessarily added, "through whom also he made the ages." How, then, could this also be true? For if in the last times of the age the holy virgin bore for us Emmanuel, how does he say that the ages were made through him? And quite rightly: for the Word from God the Father, who existed before every age and time, is said in these last days to have been born in the flesh from a woman.
ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν, τὸ νεώτερον τῆς οἰκονομίας, οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν. γέγραπται γὰρ ὅτι “ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον “ ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.” ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ Βαπτιστής. “ ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, “ ὅτι πρῶτός μου ἦν·” πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· διὰ τί μὴ ἀντέθηκεν ἑαυτὸν ὁ Ἀπόστολος τοῖς προφήταις; καὶ τοι γε πολὺ μείζων ἢν ἐκείνων, ὅσῳ καὶ μείζονα ἐνεπεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο· τι δή ποτε; πρῶτον μὲν τὸ περὶ ἑαυτοῦ μεγάλα λαλεῖν παραιτούμενος, δεύτερον δὲ διὰ τὸ μηδέ πω τοὺς ἀκροατὰς εἶναι τελείους, καὶ τρίτον ἐπάραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν νῦν τὴν ὑπεροχήν· ὡσανεὶ ἔλεγε, τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ὑμῶν; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καλῶς δὲ εἶπεν, “ ἐπ’ ἐσχάτων, ” καὶ τούτῳ αὐτῷ διανίστησι καὶ παρακάλει ἀπειρηκότας λοιπὸν, ὡσπερ καὶ ἀλλαχοῦ φησιν, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.” πάλιν καὶ ἕτερόν τι αἰνίττεται, ὅτι πολλοῦ χρόνου γενομένου ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, τότε πλέον ἔσχομεν· καὶ θέα τί συνετῶς αὐτὸ εἴρηκεν·
But it will do no harm at all to the God-befitting antiquity of him who is thus by nature, nor will the more recent part of the economy lose its own glory, nor indeed will the most ancient part of his existence lose its proper glory. For it is written: "Jesus Christ, the same yesterday and today and forever." And that he, having appeared in the flesh, has borne witness to himself as the most ancient, as in divine nature, he will confirm by saying to the Jews: "Amen, amen, I say to you, before Abraham was, I am." And the divinely inspired John the Baptist also said: "He who comes after me has become before me, because he was first of me." For Christ is rich in all things and holds the first place. (Of Chrysostom.) But blessed John says: Why did the Apostle not compare himself with the prophets? And yet he was much greater than they, insofar as he had been entrusted with greater things. But he does not do this. Why ever not? First, because he declines to speak great things about himself; second, because the hearers were not yet perfect; and third, because he wished rather to lift them up and to show that the superiority now is great. As if he were saying: What great thing is it that he sent prophets to your fathers? For to us he sent his own only-begotten Son. And well did he say "in these last days," and by this very thing he both stirs them up and exhorts those who had by now grown weary, just as he also says elsewhere: "The Lord is near; be anxious for nothing." Again he also hints at something else: that when much time had passed during which there was no expectation of salvation, then we received the more. And see how wisely he has said it.
οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καί τοιγε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο ἃ δεῖ περὶ Χριστοῦ, φησὶν, ὅτι δι’ αὐτοῦ ἐλάλησεν, ὃν ἔθηκε κληρονόμον πάντων, τῷ τοῦ κληρονόμου κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀνυπόστατον, “ κληρονόμον πάντων, ” τουτέστι τοῦ κόσμου παντὸς. (Σευηριανοῦ.) Ὁ μακάριος δὲ Σευηριανὸς φησί· “πολυμε “ρῶς” μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων, ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ Θεοῦ οἰκήσεως. “ πολυτρόπως” δὲ ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδὰμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ· καὶ διὰ Μώσεως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ” ἀντὶ τοῦ δι’ Υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι’ αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἱν ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοὴ, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκὼς “ ἐλάλησεν ἡμῖν ἐν “ Υἱῷ, ὃν καὶ κληρονόμον ἔθηκεν, ” ἀντὶ τοῦ ἐποίησεν, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν· καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν. Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. (??) a. Ὁ αἰὼν φύσις μέν ἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι·
For Christ did not say "he spoke," although he himself was the one who spoke; but since their souls were weak and they were not yet able to hear what must be said concerning Christ, he says that he spoke through him whom he appointed heir of all things, and he has used the term "heir," indicating two things: both the genuineness of his sonship and the unsubjectedness of his lordship—"heir of all things," that is, of the whole world. (From Severianus.) But the blessed Severianus says: "In many parts," according to the differences of the times in which the things concerning us were dispensed—for instance, in the generation of Adam, in the events concerning Cain, in those concerning Noah, in those concerning Abraham, in those before the law, in those after the law; for many are the parts of God's provision for us. "In many ways," because one commandment was given to Adam, another to Noah, another to Abraham; and through Moses another, and through the prophets various ones. "He spoke to us in a Son," instead of "through a Son"; for not in him as in an instrument, but through him as one who administered flesh, so that from here the hearing of the Jews, having begun and as it were grasped by some touch of the word, might thus be led up to the pre-eternal existence. For having previously said, "He spoke to us in a Son, whom he also appointed heir," instead of "made," he led the discourse up to the pre-eternal existence; and he does this continually, now ascending to theology, now descending to the incarnation. Through whom also he made the ages. (?) a. An age is no nature at all having substance in a hypostasis, but a certain interval is conceived to be;
ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρι τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ τέλους τὴν φαντασίαν δεχόμενοι, οὐχ ὥσπερ ἐπὶ τοῦ Θεοῦ λεγόντων, ὅτι ἦν μόνον, ὃς ἐπειδήπερ ἦν ἀεὶ, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῆς ζωῆς. τῷ τοίνυν εἰπεῖν τῶν αἰώνων ποιητὴν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ ἀίδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος Δαυὶδ, “ ὁ “ ὑπάρχων πρὸ τῶν αἰώνων,” οὐ τοῦτο βούλεται εἰπεῖν, ὅτι τῶν οὐχ ὑφεστώτων προυπάρχει, ἀλλ’ ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος, ἀεὶ τὸ εἶναι ἔχων, οὕτως ὅταν λέγῃ, “ δι’ οὗ “ καὶ τοὺς αἰῶνας ἐποίησεν, ” οὐχὶ τῶν οὐχ ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ’ ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων· “ ὡς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ· καλῶς οὐκ εἶπε τοῦ Θεοῦ, ἀλλὰ “ τῆς “ δόξης,” τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἃν μόνον δοξάζεσθαι ὀφειλούσης παρ’ ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος, εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζε, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παραβολῆς ἐκλύσας·
Therefore, from something conceived, having a beginning of existence up to that one's end, or some other thing that has similarly received a beginning; for we do not understand temporal intervals in their own subsistence, but we conceive them together with those things that have received a beginning of existence, receiving the impression of its beginning and end together with them—not as when we speak of God, saying that he alone existed, who, since he always was, it is not possible for us to conceive intervals of his life together with him. By saying, then, "maker of the ages," this is nothing other than to say "eternal," transcending every interval, having his own existence without limit. For the maker is prior to the things made, but with that which has a beginning, an interval must necessarily be conceived together. And just as when the blessed David says, "he who exists before the ages," he does not mean to say this, that he pre-exists things that do not subsist, but rather to say that he is above every interval, always having existence—so when he says, "through whom also he made the ages," he does not mean to call him maker of things that do not subsist, but one who always is and is the cause of all things that have received a beginning; "as being the radiance of the glory and the express image of his subsistence"; well did he not say "of God," but "of the glory," not permitting us, by the overwhelming nature of the name, to pry curiously into the things of that nature, as though it ought only to be glorified by us; using the comparison of the radiance for that which he considered most necessary, and by the addition dissolving the incongruity of the comparison.
ἀκριβῆ γὰρ, φησὶ, σώζει τὸν χαρακτῆρα τῆς φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὐπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας, τῷ κατὰ μηδὲν διαλλάττειν αὐτὴν ἐκείνης. (Σευηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγενῆσθαι τὸν Λόγον, τοῦ ἀπαυγάσματος ἐμνήσθη· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου, οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ, καὶ οὐδέποτε ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ’ ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ’ ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα, καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπὼν, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμέτρως εἶναι· τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης Λόγον ὀνομάσας ἐπήγαγε, “ πρὸς Θεὸν ἦν, καὶ Θεὸς ἦν, οὕτως καὶ Παῦλος ἀπαύγασμα εἰπὼν, προσέθηκε, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως. (Χρυσοστόμου.) Ἔφη δὲ καὶ ὁ μακάριος Ἰωάννης· τοῦτο εὐλαβείας ἐκλαμβάνειν δεῖ καὶ τὰ ἄτοπα περικόπτειν· ἀπαύγασμα τῆς δόξης φησὶν, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος, ἐπειδή εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. μὴ τοῦτο τοίνυν ἐκλάβῃς ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον· ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· τι δὲ φησί;
For he preserves, it says, the exact character of the nature, so that whatever you understand that hypostasis to be, understand this one to be the same, bearing the exact characters of that one, by differing from it in nothing. (Severianus.) And the blessed Severianus also says: To set forth more clearly that the Word was begotten from the substance of the Father, he made mention of the radiance; for the radiance is from the substance of that of which it is the radiance, and is continuous and from him, and is never conceived of apart from that of which it is the radiance. But since the radiance shows a nature inferior to that of which it is the radiance, and not in its own hypostasis, he established this by another word, saying, "and the express image of his hypostasis"; having set down the first for the proof that he is from the substance, without measure; and the second, that he is not without hypostasis. For just as John, having named the Word, added, "He was with God, and God was he," so also Paul, having said "radiance," added, "and the express image of his hypostasis." (Chrysostom.) And the blessed John also said: This must be understood with reverence and the absurdities cut off; he says "radiance of the glory," because it is from him, because it is without passion, because he was not diminished nor lessened, since there are some who draw certain absurd conclusions from the illustration. For the radiance is not in its own hypostasis, but has its being in another. Do not, then, understand this so, O man, nor be sick with the sickness of Marcellus and Photinus; for he heals you nearby, so that you do not fall into that thought. But what does he say?
“καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” οἷον, ὥσπερ ἐστὶν αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτό φησι, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου. (Κυρίλλου.) Ὀ μακάριος δὲ Κύριλλος φησίν· ὥσπερ ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ’ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Τιος, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων, καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ’ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός· ἵδοι δ’ ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος· Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτός· ζωή τε ὁμοίως ἐκ ζωῆς. ὑπερανέστηκε δὲ τὴν σύμπασαν κτίσιν, ὅσον ἃν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι
γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εlναι παρενηνεγμένοις ἐναρίθμιος· “ ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, καὶ Θεὸς " ἦν ὁ Λόγος.” πῶς οὖν ἄρα τὸ οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ’ αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς ; εἰ γάρ ἐστι γενητὸς κατ’ αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι, καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγόν· διοίσει δὲ κατ’ οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων· ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· “ φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· “ γέγονε μὲν γὰρ δι’ αὐτοῦ τὰ πάντα· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν. (Χρτσοστόμου.) Ο μακάριος δὲ Ἰωάννης φησίν·
"and the express image of his person": that is, just as he himself is subsistent, needing nothing, so also is the Son. For here, showing the exactness, he says this, and the distinctive character of the archetype. (Of Cyril.) But the blessed Cyril says: just as the Father remains always immutable in that which he is—Father, clearly, not Son—so also the Son abides in his own properties, remaining always Son, and not passing over into Father, so that he may appear, even in this very respect, to be the express image of the Father's person. And one may see in him the beauty of the begetter's preeminence and indeed glory shining forth. For he is true God, from true God, light from light, and life likewise from life. And he is exalted above the whole creation, as far as the Father himself is conceived. For he is unbegotten from the unbegotten, and is not numbered among those brought from non-being into being. "For the Word was in the beginning, and the Word was God." How then shall the "he was not" be true, as spoken of him by those who war against the divine Scriptures? For if he is, according to them, a creature, he will certainly be placed alongside all the others, and will receive the yoke of servitude; and he will differ in no way from those who have come into being of themselves. He is therefore God rather, as from God: "for he bears all things by the word of his power"; "for all things were made through him, and without him nothing was made," and again he himself sustains all things unto unshaken continuance. (Of Chrysostom.) But the blessed John says:
ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντείαν, ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ ἐκ τοῦ μετὰ αὐθεντείας ἅπαντα κυβερνᾷν. ὁρ́α τοίνυν ὅπως ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ· διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, φέρων τὰ πάντα, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.” (Θεόδωροσ.) Θεόδωρος δέ φησι· τοῦτο ἔστιν, οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων· ἀλλὰ γὰρ καὶ τῷ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως, ὡς ἃν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἀπηρτημένων· οὐ- ’δεν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἣ καὶ τῆς τοῦ μακαρίου Μωυσέως διηγήσεως, λέγοντος, " καὶ εἶπε, “ γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, καὶ ἐγένετο “στερέωμα·” (Σετηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· τοῦτό ἐστιν ὃ λέγει Ἱερεμίας, “ ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. (Κυρίλλου.) Καὶ ὁ μακάριος δὲ Κύριλλός φησι, Λόγος ὣν τοῦ Θεοῦ καὶ Πατρὸς παναλκὴς, αὐτὸς ε7πε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. ἐπειδὴ γὰρ τῶν εἰς τὸ ε-ι’ναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν, οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διὰ παντὸς δύνασθαι, ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας, φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπό-
Here he gives him authority, so that from this we may receive not only the impress of his substance, but also from his governing all things with authority. Observe, then, how what is proper to the Father he attaches to the Son; for this reason he did not say simply, "bearing all things," but "by the word of his power." (Theodore.) Theodore says: this means that he is not merely called the maker of things that exist, but also that he made them by the great abundance of his power, as though all things hung upon his voice; for this differs in no way from him who calls the things that are not as though they were, or from the account of the blessed Moses, who says, "And he said, 'Let there be light, and there was light; let there be a firmament, and there was a firmament.'" (Severianus.) And the blessed Severianus says: this is what Jeremiah says, "mighty works of his words." (Cyril.) And the blessed Cyril says: being the Word of God and the Father, all-powerful, he himself spoke, and they were born; he himself commanded, and they were created; he established them forever and ever; he set a decree, and it shall not pass away. For since the nature of things brought into being does not possess incorruptibility, nor indeed the power to remain in the same state forever—for this is proper to the highest substance of all—he himself bears all things by the word of his power. For he is the Word, subsisting in...
στατὸς, καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος, πανσθενὲς καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ, καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχῦον. ἐπάγει δὲ τούτοις, Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς, καὶ μὴν “ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ” μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν, δι’ ἧς καὶ σεσώσμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ αιματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος, “ ἐν “ ᾦ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν “ τῶν παραπτωμάτων. ” γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός· “ ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν “ μετ’ αὐτοῦ, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθα- “ρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας·” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὃς κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. πότε δέ ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων Ἀγγέλων, κληρονομῆσαι δὲ πή αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καί τοι Λόγος ὣν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἴδιᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας, ἵν οὕτως εἴπω, τοὺς πόνους· ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἀτιμίας τε καὶ ὕβρεας καὶ ἐμπτύσματα·
...steadfast, and as having been begotten naturally from God the Father, his word is all-powerful and effective, and able easily to accomplish all things. To these things he adds, Having made purification of sins, he sat down at the right hand of the Majesty on high, having become so much better than the angels, as he has inherited a more excellent name than they. Having shown him to be the express image of the Father's substance, and indeed "the radiance of his glory," he necessarily proceeds to the economy of the incarnation, through which we have been saved and have been enriched with the forgiveness of sins, and have been sanctified through his blood. For as the most wise Paul himself says, "in whom we have redemption through his blood, the forgiveness of trespasses." And John also writes thus concerning God and the Father: "if we walk in the light, we have fellowship with him, and the blood of Jesus Christ his Son cleanses us from all sin." By the blood, then, we have been cleansed—by the holy blood of Christ, our Savior of all; who has sat down at the right hand of the Majesty on high. But when? When he made purification through his blood, then he is said to have sat down, and to have become better than the angels, and to have inherited a more excellent name than they; for he has been called Son. For the Word became flesh, although he was the Word and the radiance of the Father's glory and the express image of his substance, not by his own nature undertaking the labors of the economy with the flesh, so to speak; for he endured the cross, despising shame, and dishonor and insults and spittings.
ἀλλ’ ἵν ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ, αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι’ ἑαυτοῦ τῶ Θεῶ καὶ Πατρί. δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίαι παρθένου ληφθέν· ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν, καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν, καὶ ἦν αὐτοῦ τὰ
πάντα μεστὰ, καὶ ἠλάττωτο μὲν βραχὺ παρ’ Ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν Ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις. ἦν δὲ καὶ οὕτως ἔχων “ ὑπὲρ ἄνω πάσης “ ἀρχῆς ἐξουσίας τε καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζο- “μένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ” καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· “ γινώσκετε γὰρ τὴν “ χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν ἐπτω- “χευσε δι᾿ ἡμᾶς, ἵν ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.” (Ἰωάννου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, δύο τίθησιν τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα, τό τε καθαρίσαι ἡμᾶς τῶν ἁμαρτιῶν, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι. εἰπὼν δὲ καθαρισμὸν δι’ ἑαυτοῦ ποιησάμενος, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπήγαγε, καὶ φησίν·
but so that he might release us from every defilement, having made us clean by his own blood, and might join us through himself to God and the Father. For through him we have obtained access, and he himself is the door and the way. Yet even if the Word became flesh and dwelt among us, having made his own body the body taken from the holy virgin, nevertheless he was in the glory and nature of divinity, and did not depart from the supreme thrones of God and the Father. For he was a man on earth, yet he filled heaven again, and all things were full of him, and he was made a little lower than the angels because of the measure of humanity; for human nature sits beneath the glory of the angels. Yet even so he was "above all principality and authority and dominion and every name that is named, not only in this age but also in the age to come." And knowing this, the divinely inspired Paul writes: "For you know the grace of our Lord Jesus Christ, that though he was rich, he became poor for our sake, so that we might become rich by his poverty." (Of John.) And the blessed John says, he sets forth two greatest proofs of his providential care: his cleansing us from our sins, and his doing this through himself. And in many places you see him taking pride in this, not only in the reconciliation to God, but also in the fact that this came about through the Son. And having spoken of the cleansing made through himself, and having recalled the cross, he quickly added the account concerning the resurrection, and says:
“ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὐψηλοῖς·” ὥσπερ εἰπὼν ἐν δεξιᾷ οὐκ ἐσχημάτισεν ἑαυτὸν, ἀλλὰ τὸ ὁμοιότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτω ἐν ὑψηλοῖς εἰπὼν, οὐκ απεκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἀναβεβηκὸς, τουτέστι πρὸς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. εἰ δὲ λέγουσιν ὅτι εἶπεν, “ Κάθου, ἐρώμεθα αυτοὺς, τί οὖν ἑστῶτι εἶπεν ; ἄλλως δὲ οὐκ εἶπεν ὅτι ἐκέλευσεν οὐδὲ προσέταξεν, ἀλλ’ ὅτι είπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ινα μὴ ἀγέννητον αὐτὸν νομίσῃς καὶ ἀναίτιον· ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἠθέλησε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν, ἀλλ’ ἐξ ἀριστερῶν. τοσούτῳ κρείττω γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διὰ φορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τοῦ Μακαρίου Ἀθαναδίου. Ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ “ τοσούτῳ κρείττων “ γενόμενος τῶν Ἀγγέλων,” δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει ἀσυγκρίτοις ὑπεροχαῖς, τοσούτῳ καὶ τῆς διακονίας τῶν δούλων ἡ
“He sat down at the right hand of the Majesty on high.” Just as by saying “at the right hand” he did not fashion a shape for himself, but showed the equality of honor with the Father, so by saying “on high” he did not shut him out from there, but showed that he had ascended above all things, that is, he reached the Father’s own throne. Therefore just as the Father is on high, so also is he; for the session together shows nothing other than equality of honor. But if they say that he said, “Sit,” let us ask them, why then did he say it to one standing? And moreover he did not say that he commanded or enjoined, but that he spoke for no other reason than that you might not suppose him unbegotten and without cause; for that he said it for this reason is clear from the place of the seat. For if he had wished to indicate inferiority, he would not have said “from the right,” but “from the left.” Having become so much better than the angels, as he has inherited a more excellent name than they. From the blessed Athanasius. Since prophets also ministered, and the law was spoken through angels, and the Son also came and came to minister, he necessarily added, “having become so much better than the angels,” wishing to show that by as much as the Son differs by incomparable preeminence, by so much also the ministry of the servants
τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. τὰς διακονίας ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παρρησιάζεται πρὸς αὐτοὺς ταῦτα λέγων. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης τὸ “ γενόμενος ἐνταῦθα ἀντὶ τοῦ ἀποδειχθείς· εἶτα καὶ πόθεν ἰσχυρίζεται ἀπὸ τοῦ ὀνόματος, ὅτι οἶδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν· καὶ μὴν εἰ μὴ γνήσιος ἦν υἱὸς, γνήσιος δὲ οὐδὲν ἕτερον, ἀλλ’ ἣ ἐξ αὐτοῦ· πῶς ἀπὸ τούτου διισχυρίζεται; εἰ γὰρ χάριτι ἔστιν υἱὸς, οὐ μόνον διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοί· καὶ τὸ υἱὸς ὄνομα ἃν μὴ γνήσιον ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον, καὶ δηλῶν ὅτι καὶ διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τι φησι, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ’ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; “ καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν. ΚΕΦ. Β. Ὄτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ ἀλλὰ θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος οἰωνὸς ἐν ᾧ οἱ λειτουργοὶ. ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης. Κρυσοστόμου. Καὶ ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα, τὸ ἔσομαι ἀυτῶ, εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υιον· τί ’δε “ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ οὑ ἐστιν ο Θεός ὥσπερ γὰρ ὣν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος χρόνου· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ, οὕτω καὶ τὸ σήμερον· ἐνταῦθα δέ μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ
The ministry of the Son has become better. Therefore the Apostle, distinguishing the ministries, both the old and the new, speaks boldly to them, saying these things. (Chrysostom.) But blessed John [says that] “having become here” is instead of “having been demonstrated”; then also from where does he establish it from the name, that he knows the name “Son” declares genuineness; and indeed if he were not a genuine son, and a genuine son is nothing other than from him; how does he establish it from this? For if he is a son by grace, he is not only different but also less than the angels. How? Because even righteous men were called sons; and the name “Son,” unless it be genuine, cannot show the difference, and showing that there is also some difference between created things and the Creator, hear what he says: “For to which of the angels did he ever say, ‘You are my Son, today I have begotten you’?” And again, “I will be to him a father, and he will be to me a son.” CHAPTER 2. That the glory of Christ is not ministerial but divine and creative. Therefore not in the present age, in which are the ministers, but in the coming world. (Chrysostom.) And these things were said also with respect to the flesh: “I will be to him a father, and he will be to me a son”; but what does “You are my Son, today I have begotten you” declare other than that he is from God? For just as “being” is said from the present time—for this especially fits him—so also “today”; but here it seems to me to have been said with respect to the flesh; for when he takes hold of it, thereafter he speaks all things fearlessly; for the flesh shares in the lofty things, just as the divinity shares in the lowly things. The
ΤΟΥ ΑΥΤΟΥ EN ΑΓΙΟΙΣ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ ΚΑTΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΥ. κάη λέγηται κρείττων γενόμενος τῶν Ἀγγέλων, οὐκ αὐτὸς ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν ποτὲ, ἀλλ᾿ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρεῖττον ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γεννήσεως. Τὸ οὖν κρείττων περὶ . . . . . . . . ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, . . . . . . . . οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησεν, ἀλλ᾿ ἀεὶ κρείττων ἦν καὶ ἀσύγκριτος. περὶ δὲ τοῦ κατὰ σῆκα τοῦτο εἴρηται. ΘΕΟΔΩΡΗΤΟΥ. Πρωτοτοκς ὡς ἄνθρωπος, ὥσπερ μονγενὴς, ὡς Θεός· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον οἱ ἄγγελοι.
γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας καὶ τὸ πρᾶγμα μὴ παραιτησαμενος, πὼς ἀν’ τὰ ῥήματα παρῃτήσατο ; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες Ἄγγελοι Θεοῦ. Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον πάροδον καλεῖ, οἷον, ὡς ὅταν λέγῃ, “ ἐξῆλθεν ὁ σπείρων τοῦ “ σπεῖραι,” καὶ πάλιν, “ ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω,” καὶ πολλαχοῦ ἴδοι τις ἄν· ὁ δὲ Παῦλος ἔσοδον καλεῖ λέγων, “ ὅταν “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. τι δή ποτ’ οὖν τούτῳ τῷ λόγῳ κέχρηται, δῆλά ἐστι τὰ σημαινόμενα, καὶ κατὰ τι εἴρηται· ὁ μὲν γὰρ Χριστὸς πάροδον καλεῖ·
OF THE SAME ATHANASIUS, FROM THE DISCOURSE AGAINST APOLLINARIUS. And if it is said that he became better than the angels, it is not the very Word, the maker of the angels, who became better, as though he had once been inferior, but the form of the servant, which the Word himself appropriated by natural generation, having risen better from the generation of the first-formed man. The word “better,” therefore, concerning . . . the name God the Word always had, . . . nor did he later become better than the angels, when he made purification of our sins, but he was always better and incomparable. But this is said concerning the man. THEODORET. Firstborn as man, just as only-begotten as God; and the angels worshipped him also as man.
For if he did not disdain to become man and did not refuse the matter, how did he refuse the words? But when again he brings the firstborn into the world, he says, And let all the angels of God worship him. Our Lord Jesus Christ calls his coming his incarnate entrance, as when he says, “The sower went out to sow,” and again, “I came out from the Father and have come,” and one might see it in many places; but Paul calls it an entry, saying, “When he brings the firstborn into the world,” calling this entry the assumption of the flesh. Why then he has used this word, the meanings are clear, and it is said for a certain reason; for Christ calls it an entrance;
εἰκότως, ἐπειδὴ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἐστήκασιν, ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον εἰσάγει τούτους, ἀλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἐξελθὼν πρὸς ἡμᾶς, σάρκα ἀναλαβὼν δηλονότι, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο πάροδον αὐτὴν καλεῖ· ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσιν . . . .κὸς, θαυμάζοντες ἔλεγον, “ τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ ; τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ Βοσόρ·” ὅ ἐστι τῇ Ἑλλάδι φωνῇ, συνοχῆς ἣ θλίψεως, “ ἵνα τι σου ἐρυθρὰ “ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ ” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες, τι αὗται αἱ πληγαὶ αἱ ἀνάμεσον τῶν χειρῶν σου ; ὁ δὲ πρὸς αὐτοὺς, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖκαι τε μετὰ τὴν ἀνάστας ἱν, καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον, ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν, ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ
Reasonably, since just as in palaces those who are imprisoned and have offended the king stand outside, and the one who wishes to reconcile them does not bring them inside, but going out himself speaks with them outside, until having made them worthy of the sight of the king he brings them in, so also Christ did: having gone out to us—clearly having taken up flesh—and having spoken the things from the king, thus he brought us in, having cleansed us of sins and reconciled us. For this reason he calls it a passage; but Paul names it an entrance, by a metaphor from those who inherit and receive a portion and a possession . . . and marveling they said, "Who is this who has come from Edom?" that is, from the earth, "with the redness of garments from Bozrah," which in the Greek tongue is, of constraint or affliction, "Why are your garments red, and your garments as from a trodden winepress?" And they were also asking that, saying, "What are these wounds between your hands?" And he said to them, "Those with which I was struck in the house of my beloved." And surely no one would say that it was necessary for him to bear the marks of the nails even after the resurrection, and to ascend with them into heaven; but rather that is reasonably worth considering, that just as to the disbelieving Thomas he showed the marks of the nails and the side itself, in order that he might persuade him thereafter to speak from
εὐμαθοῦς διανοίας “ ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι, τοῖς ἁγίοις Ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων, καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων, ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς, γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ, διασώσῃ τὴν ὑπ’ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν Ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν, ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν, καὶ ὅτε γέγονε σάρξ. (Δίδυμου.) Δίδυμος δέ φησιν· εἰ πᾶσα ἡ γενετὴ φύσις τῷ Χριστῷ, διὰ γὰρ τῆς τῶν Ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν· ὥσπερ καὶ ἐν τῷ “ τίνι γὰρ “ τῶν Ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου· καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός· καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, “ μὴ ἀναβλέψας” λέγων “ εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν “ ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον “ τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς·” ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ, ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει, οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν.
"My Lord and my God," of an easily-taught mind, just as I reckon, making the manner of the economy with flesh manifest to the holy Angels, he appeared with the signs of the passion, at any rate wearing red garments, and the very imprints of the nails, so that they too might believe that he is by nature and truly God, and became also son of man, having taken a body from the holy virgin, and having emptied himself into kenosis, so that by dedicating himself as an offering and sacrifice for all, as a sweet-smelling savour, to God and the Father, he might save what is under heaven. Therefore the holy multitude of the Angels also worships, not declining the worship, because he was firstborn and a man among many brothers, but taught the economy and recognizing the Son by nature from God, and that he became flesh. (Didymus.) Didymus says: if every generated nature belongs to Christ—for through the designation of Angels he signifies the superior rational nature—just as also in the passage "For to which of the Angels did he ever say, Sit at my right hand"; and he himself is above this nature; and the word of the Scriptures forbade worship of a creature, saying, "Lest having looked up to heaven, and seen the sun and the moon and the stars, and all the host of heaven, you be deceived and worship them"; and as worship of these is forbidden, so also of the other creatures, even if any happens to be exalted above others, as has been said before, it is fitting to affirm confidently that Christ is not a creature but the Creator.
εἰ δὲ δι’ ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐψυχωμένην, ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς Θεὸς ὑπὸ πάσης τῆς κτίσεως· ἰδοὺ ἡ μεγίστη διαφορὰ, ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἀκτιστος·“ πρὸς μὲν τοὺς Αγγέλους, φησιν, ὁ ποιῶν, πρὸς “ δὲ τὸν Υἱὸν, ὁ θρόνος σου, ὁ Θεός” ἰδοὺ βασιλείας σύμβολον, “ ῥάβδος εὐθύτητος” ἰδοὺ καὶ ἕτερον βασιλείας σύμβολον· εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα, “ ἠγάπησας δικαιοσύνην· διὰ τοῦτο ἔχρισέ σε “ ὁ Θεὸς, ὁ Θεός σου,” τουτέστι, Θεὲ, Θεός σου· ἐνταῦθα καὶ Ιουδαίους καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλεν καὶ Μαρκίωνα· Ἰουδαιους μὲν ... άνο. πρόσωπον δεικνὺς, Θεὸν καὶ Θεόν· τοὺς δὲ Παυ-
λου... τοῦ Σαμσατέως εἶπε τῆς αἰωνίου ὑπάρξεως, τουτέστι, δάι... λέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας πρὸς ἀντιδιαστολὴν τὴν τοῦ ἐποίησε, τὸ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τέθεικε πρὸς δὲ Ἀρειανοὺς τοῦτο τε... τὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ γὰρ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ταῦτα ἔστι πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν ...... θὸς καὶ Μαρκιωνιστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλὰ ἀνθρωπότης. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (Θεόδωροσ.) Θεόδωρός φησι· τὸ μὲν τῆς ὑπηρεσίας τὴν σημαίνει, τὸ δὲ τὸ τῆς λειτουργίας δυνατόν· ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπὼν, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσι·
But if for our sake he united to himself the created flesh, endowed with a rational and intelligent soul, and is thus worshipped as God by all creation—behold the greatest difference, that they are created, but he is uncreated. “To the angels,” he says, “who makes”; but “to the Son, your throne, O God”—behold a symbol of kingship; “a scepter of uprightness”—behold also another symbol of kingship. Then again, as regards the flesh, “You loved righteousness; therefore God, your God, has anointed you,” that is, O God, your God. Here he has struck down both the Jews and the followers of Paul of Samosata and the Arians, and Marcellus and Sabellius and Marcion: the Jews indeed ... showing a person, God and God; but those of Paul of Samosata he spoke of the eternal existence, that is, ... to be said, and of the uncreated essence, by way of distinction from the created; he set “your throne, O God, forever”; and against the Arians this ... again, and that he is not a servant; for if a creature, then a servant. And against Marcellus and the others, that these are two persons distinguished according to subsistence ... God and the Marcionites, that divinity is not anointed, but humanity. And to the angels he says, “who makes his angels spirits, and his ministers a flame of fire”; but to the Son, “your throne, O God, forever and ever.” (Theodore.) Theodore says: the one signifies that of service, the other the power of ministry; and having said that these things came to them from there, he showed that from there they also have the power for these things.
διαστέλλεται δὲ πρὸς ποιῶν, τὸ Θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ Θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων, καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ “ ποιῶν” ἀπὸ καιροῦ εἶναι τὸ ἦρχθαι δείκνυσι τοὺς γεγονότας· τοῦτο δὲ τὸ τῆς βασιλείας ἀίδιον παρίστησιν. (Σευηριανοῦ.) Ὁ μακάριος Σευηριανὸς φησὶν, ὥσπερ ἐπὶ ἀπαυγάσματος καὶ του χαρακτῆρος ἐμιμήσατο ’τον νοῦν Ἰωάννου, Λόγον ὀνομάσαντος, καὶ πρὸς Θεὸν εἶναι εἰπόντος οὕτω καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην· ὥσπερ ἐκεῖνος εἶπεν· “ οὗτος ἦν ἐν ἀρχῇ, “ πάντα δι’ αὐτοῦ ἐγένετο,” ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν· οὕτω καὶ ὁ Παῦλος, περὶ μὲν τοὺς Ἀγγέλους, “ ὁ ποιῶν,” πρὸς δὲ τὸν Υἱὸν, “ ὁ θρόνος σου,” ἵνα δείξῃ τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον, ἀεὶ πρὸς Πατέρα ἦν. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης τὴν αὐτὴν ἔννοιαν τοῖς προλαβοῦσιν εἰπὼν, ἐπιφέρει, τινες εἰσιν οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι ; τουτέστι τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός· “ κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας.” ἵνα μὴ “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς
But he distinguishes this from "the one who makes," namely "God" and "throne" and "scepter of his kingdom," all of which are symbols of the highest honor and worth; for "God" signifies the highest nature, while the "throne" and the "scepter" are drawn from human things, and this establishes its firmness; then also "for ever and ever"; for "the one who makes" shows from the time that those who came to be had a beginning, while this shows the eternal nature of the kingdom. (From Severianus.) The blessed Severianus says that just as in the case of the radiance and the exact image he imitated the mind of John, who called him "Word" and said that he was with God, so also here he imitates John; just as that one said, "This one was in the beginning, all things came to be through him," meaning by "this one was" that these things were not; so also Paul, concerning the angels, says "the one who makes," but to the Son, "your throne," in order to show that what is made did not exist, while the one who has an eternal throne was always with the Father. (From Chrysostom.) And the blessed John also, having stated the same thought as those before him, adds, "there are some who are partakers, but who? Is it not men?" that is, Christ did not receive the Spirit by measure; "In the beginning you, Lord, laid the foundation of the earth." So that not "when he again brings the firstborn into the world," as
δῶρον αὐτῷ νομίσῃς ὕστερον προσδοθὲν, τοῦτο καὶ ἄνω προδιορθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων, καταρχὰς σὺ ἦς, τὴν γῆν ἐθεμελίωσας, οὐχὶ νῦν, ἀλλ’ ἄνωθεν. (Κυρίλλου.) Ὁ δὲ μακάριος Κύριλλός φησιν· ὁ Δαυὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτὴν, ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. δύναμις δὲ τοῦ Πατρὸς, ὁ Υἱὸς, δι’ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς, καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν· καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ’ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα, δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας, καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ, καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. ὁ Δαυὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ἱν· “ ἠγάπησας “ δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους “ σου.” οἴονται δέ τινες οὐ τῷ μονογενεῖ πρέπειν τὰς τοίασδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον. ὐθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων·
You would consider it a gift given to him later, which he also corrected beforehand above, and again he corrects it, saying, "In the beginning you were, you founded the earth," not now, but from above. (Of Cyril.) And the blessed Cyril says: David cried out to the Father and God in the heavens a common petition, as it were, on behalf of all humanity: "Command, O God, with your power; strengthen, O God, this which you worked in us." And the power of the Father is the Son, through whom he established the heavens and founded the earth and accomplished the ordering of this universe; and he made man according to his own image and likeness, superior to corruption and death, a worker of righteousness. But since death reigned through sin, and we were subjected to corruption, and all turned aside, together they became worthless, the Creator and Lord of all necessarily foreplanned for his own creatures; for God and the Father was pleased to sum up all things in Christ and to renew them to what they were in the beginning. David therefore makes clear the deep mystery of the incarnation, crying out to the one who is by nature from God the Father: "You loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness beyond your companions." But some think that such utterances are not fitting for the only-begotten, but were spoken rather as simply to a man, the one born of the holy virgin. But the one who thinks this way is a babbler, as has been demonstrated through many arguments.
οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἣ τῆς πρὸς Θέον ἑνότητος ἐψιλωμένος, ἴνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον, προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν, ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν, ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καί τοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἃν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ μονογενεῖ, καὶ ταῖς Ησαΐου περὶ αὐτοῦ προφητείαις, ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε, “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι “ φάγεται, πρὶν ἣ γνῶναι αὐτὸν, ἣ προσελέσθαι πονηρά·” ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύ-
νῆν, καὶ ἐμίσησεν ἀδικίαν, ὡς ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν τόχρημα (sic) ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἃν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν ; ἀλλ’ ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ, τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος· πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι· ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτο ἔσται τις ; καί τοι κατὰ φύσιν ἄνθρωπος ὣν, ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων, καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρί·
For no common man was born for us, nor one stripped of unity with God, so that someone might say, according to their account, that the God of all foreknew concerning him, that he loved righteousness and hated lawlessness, as from his own and only will. And yet let us apply the voice of the psalmist, as was fitting, to the only-begotten who appeared in human form, and to Isaiah's prophecies concerning him, applying our mind carefully; for he spoke thus: "Behold, the virgin shall conceive and bear a son, and they shall call his name Emmanuel; he shall eat butter and honey, before he knows or chooses evil." He will choose the good, because before the child knows good or evil, he refuses evil by choosing the good; and he loved righteousness and hated iniquity, since he refuses evil by choosing the good; he loved righteousness and hated iniquity, being in substance both righteousness and God. For the child did not yet have, at least from the standpoint of time, the ability to know what is blameworthy and to praise what is not so—how would he have refused evil by choosing the good? But he was, as I said, God in the flesh, unable to be carried away from the natural goods that were in him. And I do not praise what I wish to say, but let it stand, if it seems good, according to the account of the deranged, that the one honored alone by the face-to-face union also has his own virtue; nevertheless, let me ask those who say this: from what sort of achievements will anyone be so great? And yet, being a man by nature, so as even to be deemed worthy of the divine thrones themselves, and to sit together with God and the Father—
χρηματίσαι δὲ καὶ Κύριος, ἐν ἴσῳ τῷ κατὰ φύσιν· καὶ Ἀγγέλους μὲν ἔχειν προσκυνητὰ,; λατρεύουσαν δὲ τὴν σύμπασαν, καὶ τοι τῆς γραφῆς λεγούσης, “ Κύριον τὸ Θεόν σου προσκυνήσεις “ καὶ αὐτῷ μόνῳ λατρεύσεις,” καὶ πρόσφατον ἐν ἡμῖν οὐκ εώσης εἶναι Θεόν. ἀλλ’ ἐπ’ ἐκεῖν’ ὅπου τάχα δραμοῦνται τὸ σύνηθες ἐπικούρημα· καὶ δὴ καὶ ἐροῦσιν, ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν· ὡμολόγει τοίνυν ἀληθῆ τὴν ἕνωσιν, καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε εἶναι θατέραν λέγων, καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ’ ὅπως ἐξευρηκώς. εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν, ὡς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισεν σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἀνθρώπου φύσις, τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν, γέγονε κα ἡμᾶς, καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα
to be called Lord, in the same sense as by nature; and that angels have objects of worship, and all creation serves, although the Scripture says, "You shall worship the Lord your God and serve him only," and does not allow that there is a recent God among us. But they will perhaps run to that usual expedient; and indeed they will say that by union with God he is clothed with the glory of natural divinity. He therefore confessed the union to be true, and do not cleverly manipulate the matter, separating the natures and placing each one separately, and saying that the other is unconnected, and having discovered only the union of persons, I know not how. We therefore affirm that it was said to the Son who is by nature from God, as having become according to us, that is, man. You loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness beyond your companions. For since the first man trampled the divine commandment, and then human nature became sick, being very easily disposed to sins; therefore the Word who is from God, being by nature immutable, holy and righteous and hating injustice, became according to us, and was called servant, and inscribed the Father as God
διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων· καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεὸς, ἀλλ’ οἷον δι’ ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι, καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας· καί τοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν μετὰ τοῦτο καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. τίαν. οὐ γὰρ· πρέσβυς, οὐκ Ἄγγελος· εἰ δὲ δή τις οἴεται τόν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπρᾶχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρῖσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἃν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους του, αἰῶνας καὶ πρὶν γενέσθαι καθ’ ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος. Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ· διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ’ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν δὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν ; εἶτα τίς ὁ ἁγιάζων αὐτόν ; ἐρρῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν, καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧτ’ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός.
Because of the human condition, although he is God; and he is said to have been anointed from him through the Holy Spirit, not receiving this for himself; for he is holy by nature as God, but as it were through himself bringing us to grace, and making us worthy of the blessing from the Father; and this though we had long before offended both through the transgression in Adam and through the sin that tyrannized over us after this. For he is not a mediator, not an angel; but if anyone thinks that the Word from God the Father receives sanctification into his own nature, he will depart into a wide and great sea of blasphemies. For if we say that the anointing or sanctification spoken of here was accomplished in the last times of the age, how is it not necessary, and not willingly, to confess that he would not be holy by nature, or rather not even holy at all, at least in the times at the beginning and before the anointing—that is, in his boundless ages, and before he became as we are, having no share in sanctification? And if this is true, he was not free from sin. How then does the most wise Paul say that the Son is the radiance of the Father's glory, and likewise the express image of his person? For the express image altogether forms in itself the archetype; is not the Father himself then holy by nature? Then who is the one who sanctifies him? So then, having bid farewell to the vomit of those men, we will confess that the Son is holy by nature, just as indeed also the Father himself, and we say that he was then sanctified according to the flesh, when he is said to have emptied himself, having been called a man, in whom sanctification is present by participation from God and not by his own nature.
καὶ θαυμαστὸν οὐδὲν, εἰ τὰ τῆς ἀνθρωπότητος ἴδιᾳ Θεὸς ὣν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἃν εἰκότως παραιτοῖτο τὰ αὐτῆς ; οὐκοῦν εἰ μὲ, νοοῖτο καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἃν ἐργάζοιτο δι’ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος. “ Ἰησοῦν τὸν ἀπὸ “ Ναζαρὲτ,” φησὶν, “ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ “ δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις·
καὶ γοῦν τοῖς ἁγίοις Ἀποστόλοις ἐνεφύσησε, λέγων, “ λάβετε “ Πνεῦμα Ἅγιον,” προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ, “ τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε “ ἐπαγγελίαν τοῦ Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαι τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ δοῦναι τὸ Πνεῦμα· ὑψοῦται δὲ δηλονότι, ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς, αὐτὸς ὣν ἡ χεὶρ τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται· ὑψοῦται τοίνυν δι’ ἑαυτοῦ, κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαρρήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκὼς ἐξέλθετε, κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός·
And it is no wonder if the Word, being God, appropriates the things of humanity in a manner proper to himself, both in a loving-goodness and at the same time in an economy. For he who wholly willed to suffer the kenosis, how would he reasonably refuse the things that belong to it? Therefore, if one were to understand the Word from God the Father in himself, he is in need of nothing good, and we say that the Holy Spirit is his own. But since, as I said, he himself became flesh, he anoints his own temple with his own Spirit; for the Father works whatever he would work through no other than through the only Son in Israel. Therefore he is said to receive the Spirit economically as a man. "Jesus from Nazareth," it says, "as God anointed him with the Holy Spirit and power"; but as God he gives it to those worthy to receive it.
And indeed he breathed upon the holy Apostles, saying, "Receive the Holy Spirit," and the divinely-inspired Peter also addressed the assemblies of the Jews concerning him, "Therefore, exalted by the right hand of God, and having received the promise of the Spirit from the Father, he poured out this which you see and hear." In these words you hear very clearly that he is both exalted by the right hand of God and that he at once received and gave the Spirit; and he is exalted, evidently, when he has humbled himself; for just as he lowered himself willingly to this, so again he exalts himself even with the flesh, being himself the hand of the Father, through which he works all things in a God-befitting manner. He is exalted, then, through himself, according to the will of the Father, when, having broken the bonds of death and having said to the spirits below, "Come out," he has sat down at the right hand of the Father.
κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ’ ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις Ἀποστόλοις “πορεύομαι πρὸς τὸν πατέρα μου “ καὶ πατέρα ὑμῶν, καὶ τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι’ αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις· δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρός ἐσμεν ἄνθρωποι, δηλονότι καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ’ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὁ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρῖσθαι λέγεται ; Φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ’ ἡμᾶς, καὶ τοσοῦτον, ὅσον ἃν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ λόγος τῳ ιδιῳ πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀρραβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ, καὶ τῆς ἑαυτοῦ δυνάμεως τε καὶ δόξης· τοιγάρτοι καὶ ἔφασκεν, “ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” ὅτι δὲ
Therefore the Son by nature has been anointed with the oil of gladness, when the Father also was called his God, having become so in our regard. And to say this is in no way absurd; for he said somewhere to the holy Apostles, "I go to my Father and your Father, and my God and your God." Behold, then, clearly he called his own Father his God because of the human nature. And since we have been called through him to adoption as sons, he has been called brother to those who are by nature his own household; he has given us his own Father; but just as we, even if we have been called sons of the Father, are men, evidently we have not been ignorant of the grace of the one who honored us; so the Son by nature and Lord, even if through the flesh and the likeness to us he acknowledged his Father as his God, nevertheless has not ceased to be what he is, nor indeed by the economy with the flesh shall we be ignorant of the words that are fitting. But how then is he said to have been anointed beyond his partakers? Come, let us speak as far as possible. For we have been anointed with the Holy Spirit, but the things that pertain to us have been naturally distinguished, and to such an extent as the nature of divinity would be conceived apart from every created thing; but the Word of God who became man for our sake anoints his own temple with his own Spirit, not implanting a partial operation, nor indeed bestowing it as a pledge, as he does also to us, but rather filling it with sanctification and with his own power and glory; therefore he also said, "For their sake I sanctify myself, that they also may be sanctified in truth." And that
καί τοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διὰ παντὸς, τουτέστι, Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾶ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντιθεὶς ἐφεξῆς, Καὶ, σὺ κατ’ ἀρχὰς Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τοῦ Μακαρίου Ἀθανασίου. Οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεως, φησὶν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν ἀρχὴν τῶν γενητῶν δείξῃ. τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόλωνται διὰ τὴν χάριν τοῦ πεποιηκότος αὐτὰ, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναι ποτὲ αὐτὰ μαρτυρεῖται· διὰ τοῦτο γοῦν, ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ, τὸ “ σὺ δὲ “ διαμένεις,” ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ. Πάλιν ὁ μακάριος Κύριλλοσ· εἶτα τούτοις ἐπισυνάπτων εὐθὺς “ πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἃν “ θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·” καὶ οὐκ ἃν, οἶμαι, ὑπολάβοι τις σωφρονῶν, ἕτερον εἶναι τὸν σύνεδρον τῷ πατρὶ, παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς· “ τι ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τινος υἱός ἐστιν ; λέγουσιν “ αὐτῷ, τοῦ Δαβίδ·” εἶτα πρὸς αὐτοὺς ὁ Χριστός·
And yet, though he is said to have been anointed by the Father according to the human nature, he has not ceased to be what he was and is and will be forever, that is, God. The divine Paul himself does not allow us to doubt this, setting down in what follows concerning the same person: And, you, Lord, in the beginning laid the foundation of the earth, and the heavens are the works of your hands; they will perish, but you remain; and all will grow old like a garment, and like a cloak you will roll them up, and they will be changed; but you are the same, and your years will not fail. Of the blessed Athanasius. He says this not as though creation were going to pass into destruction, but so that from the end he might show the beginning of created things. For the things that can perish, even if they do not perish through the grace of him who made them, nevertheless came to be from nothing, and it is testified that they once did not exist. For this reason, then, since these things have such a nature, it is said of the Son, "but you remain," so that his eternity might be shown. Again, the blessed Cyril: Then, joining immediately to these things, "But to which of the angels has he ever said, Sit at my right hand until I make your enemies a footstool for your feet?" And, I think, no sensible person would suppose that the one who sits with the Father is other than the one born according to the flesh from the holy virgin, and to this very point Emmanuel himself confirms us, saying to the teachers of the Jews: "What do you think about the Christ? Whose son is he?" They say to him, "Of David." Then Christ says to them:
“πῶς οὖν Δαβὶδ ἐν “ πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων, εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου, “ κάθου ἐκ δεξιῶν μου ” σύνες οὖν, ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει, καὶ κατ’ ἀρχὰς ἔφη, θεμελιῶσαι τε τὴν γῆν, καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανούς· ὑπάρχειν δὲ καὶ διαπαντός. ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καί τοι τῶν δι’ αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ· κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ, ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ
ἀνώλεθρον παρ’ αὐτὸν οὐδέν. προσεπάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς. Πρὸς τίνα γὰρ εἶπε τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ; Εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος, κἂν εἰ γέγονεν υἱὸς Δαβὶδ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου· οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ Ἀγγέλων ; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεός· οἱ δὲ τὸ δουλοπρεπὲς ἔχουσι μέτρον, καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ’ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακόην. εἰ δὲ δή τις λέγοι, καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, διὰ τῆς ἁγίας παρθένας γεγεννημένον, θεμελιῶσαί τε τὴν γῆν κατ’ ἀρχὰς, καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανούς ;
How then does David in the Spirit call him Lord, saying, The Lord said to my Lord, Sit at my right hand? Understand, then, that he calls the anointed one, as a man, both lord and also, alongside those who share his nature, at the beginning, he said, he founded the earth and made the heavens themselves; and that he exists also forever. For the Word from God the Father is eternal by nature, even though the things that came to be through him do not possess unbegun existence in time; for they are called into being by God, who alone is said to have immortality; for nothing is incorruptible and indestructible besides him. To these things he adds a clear and most vivid proof of the preeminence that belongs to him by nature. For to which of the angels did he say, Sit at my right hand until I place your enemies as a footstool for your feet? Are they not all ministering spirits, sent out for service for the sake of those who are to inherit salvation? For if he is seated on the throne of divinity, clothed with the lordly dignity, even if he became a son of David, taking a body from the holy virgin; and they stand by as for God and king of all, for which of existing things is the difference lying between Christ and the angels unclear? For he is Son and God; but they have the measure befitting slaves, and among them the genuine disposition toward obedience is reckoned to be for the highest glory. But if someone should say, And by what manner will he persuade us to think that he who was born in the last times of the age through the holy virgin founded the earth at the beginning and raised up the heavens themselves?
ἀντακούσεται παρ’ ἡμῶν, ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν, ἤγουν εὐδοκίαν· ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος. Τοῦ Μακαρίου Ἀθανασίου. Τὸ ἐκ δεξιῶν τοῦ Πατρὸς καθῆσθαι τὸν Υἱὸν, τὸ γνήσιον δηλοῖ τοῦ Θεοῦ. τήν τε γὰρ βασιλείαν τοῦ Πατρὸς βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ καθῆται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα, καὶ οὕτω εἷς Θεός ἐστιν. ἐκ δεξιῶν γοῦν καθήμενος ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ, “ προωρώμην τὸν “ Κύριον ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντος·” δείκνυται γὰρ πάλιν
he will hear in turn from us, that if he would choose to understand the power of the true union, not the union in persons only and according to will, that is, good pleasure: he will find that human things have become his own through God's economy, but the things fitting to him and to him alone, the united Word, are not alien to humanity; since Emmanuel is one and only true Son, and is understood by us as both God and man. Of the blessed Athanasius. The Son's sitting at the right hand of the Father declares what is genuine of God. For the Son, reigning over the kingdom of the Father, sits upon the same throne as the Father, and being contemplated in the divinity of the Father, the Word is God, and he who sees the Son sees the Father, and thus there is one God. Sitting at the right hand, then, he does not make the Father the left, but what is right and honorable in the Father, this the Son also has, even if, having become man, he says, "I foresaw the Lord, that he is at my right hand always"; for he is shown again
καὶ ἐν τούτω, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Τἱῷ· δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐκ δεξιῶν ἐστιν ὁ Υἱὸς, καὶ καθημένου τοῦ Υἱοῦ, ἐκ δεξιῶν ὁ Πατήρ ἐστι τῷ Υἱῷ. Θεόδωροσ δέ φησιν, εἰς τὸ “καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. “ ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς “ θείας φύσεως, ὅταν ἡμῖν ἡ παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ Πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αιρετικοί· τὸ “ ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ,” καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ’ αὐτοῦ πειρώμενοι μόνου· τοὐναντίον δὲ ὅσα ἃν ὡς περὶ Θεοῦ λέγῃ τὴν ἀνωτάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν, ὡς ἃν καὶ Πατρὶ καὶ Υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ Ἀπόστολος τὴν δευτέραν εἵλκυσεν ἐπ’ αὐτοῦ μαρτυρίαν, οὐδὲν ἔχουσαν ὃ τῆς ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὥσπερ οὖν καὶ ἀνωτέραν, ἣ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκὼς, ἔνθα φησὶ, “γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει “πᾶν γόνυ;” οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι ἄν τις τοιοῦτό τι ἔχουσαν, ὃ τούτων ἀφωρισμένως ἐδήλου. Σευτηριανὸσ δέ φησιν, οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι εἰ χωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον, καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ Υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ Κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἣ σελήνην ἣ οὐρανόν. " πρὸς " τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε·” ἀφεὶς τὴν κτίσιν πᾶσαν, τὸ ταύτης ἀνώτερον λέγει τοὺς Ἀγγέλους·
And in this, as the Son is in the Father, and the Father in the Son; for since the Father is at the right hand, the Son is at the right hand, and since the Son sits, the Father is at the right hand of the Son. But Theodore says, regarding "and as a cloak you will roll them up, and they will be changed": from this it is possible to perceive that when the old covenant speaks to us about the divine nature, it does not speak of the Father alone in a restricted sense, as the heretics think—trying to take "I am God, and there is no other besides me," and all such things, as referring to him alone; but on the contrary, whatever it says as about God, expounding the highest nature, it speaks in such a way as could fittingly apply alike to both Father and Son through the communion of nature. For how did the Apostle draw in the second testimony concerning him, which had nothing that could be significant of the particularity of the person, just as indeed neither did the earlier one, which he clearly has not done the same with in the letter to the Romans, where he says, "For it is written, As I live, says the Lord, that to me every knee shall bow"? For one would not find that testimony either having anything of the sort that would show these things in a restricted sense. But Severian says, he does not speak of a change of nature occurring, but by way of comparison, that if these things pass away rather, and just as it perishes in relation to the comparison of the Son's eternity. For the Lord also, foretelling the second coming, says that stars will fall, but no longer sun or moon or heaven. "But to which of the angels has he ever said": setting aside all creation, he says that the angels are higher than it.
εἰ γὰρ πρὸς Ἀγγέλους διαφορὰ τῷ Υἱῷ, κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα. δεῖ δὲ ἐπισημήνασθαι, ὅτι διὰ τοῦ “ σὺ δὲ ὁ αὐτὸς εἶ,” καὶ τὸ προαιώνιον καὶ ἄτρεπτον τῆς φύσεως ἐδήλωσε, καὶ διὰ τοῦ φάναι, “ οὐχὶ πάντες εἰσὶ λειτουργικα πνεύματα εἰς διακονίαν, ἐδήλωσεν ὅτι ὁ Υἱὸς οὐκ ἐστι λειτουργικὸς, ἀλλὰ συνεργός. Θεόδωροσ δέ φησι· τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα, ἀπὸ τῆς προκειμένης εἰχε μαρτυρίας· ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων, ὅτι [τοῖς] ὑπὲρ τῆς ἡμετέρας σωτηρίας
διακονούμενοι ἅπαντα πράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴν χρείαν. Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. Διὰ τοῦτο, φησὶ, δεῖ τοῖς παρ’ αὐτοῦ λεχθεῖσι νέμειν τὴν σπουδὴν, φυλασσομένους μήποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα. Τοῦ Μακαρίου Ἀθανασίου. Ἐπεὶ οὐκ ἔστι τῶν γενητῶν Λόγος, ἀλλὰ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο, ὅσῳ κρείττων αὐτὸς καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηγγελμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων ἀν’ γένοιτο. Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “ μή ποτε παραρρυῶμεν,” τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν, καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν, “ υἱὲ” γὰρ, φησὶ, “ μὴ παρα- “ ρυῆς.” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δείκνυσι, καὶ τῆς ἀπωλείας τὸ χαλεπόν·
For if there is a difference between the Son and the angels, in that they came to be and he did not come to be, how much more is there a difference between him and all invisible things. But it must be noted that through the words "But you are the same," he made clear both the pre-eternal and the unchanging nature, and through saying, "Are they not all ministering spirits for service," he made clear that the Son is not a ministering spirit but a co-worker. But Theodore says: that they are ministering spirits he had from the testimony already set before him; but he himself then added the manner of the service, saying that those who minister for our salvation do all things; for it is no small addition to know the need of the service. Therefore we must pay more abundant attention to the things heard, lest we ever drift away. Therefore, he says, we must devote our zeal to the things spoken by him, guarding lest we ever receive some turning aside from the better things. From Macarius Athanasius. Since he is not a Word among things generated, but the Son of the Father, for this reason, by as much as he himself is greater and the things through him are greater, and the things commanded are greater, by so much also the punishment would become worse. From Chrysostom. But the blessed John says: the words "lest we ever drift away," that is, lest we perish, lest we fall away, and he shows here the difficulty of the fall, that it is hard for what has drifted away to return again, inasmuch as this happened from negligence. And he took the phrase from Proverbs; for he says, "Son, do not drift away." And he shows both the ease of slipping and the difficulty of destruction.
τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παραβολὴ “εἰ γὰρ “ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος·” καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω ποῦ φησι, ” διαταγεὶς δι’ Ἀγγέλων ἐν χειρὶ “ μεσίτου·” καὶ πάλιν " ἐλάβετε νόμον, εἰς διαταγὰς Ἀγγέλων, ” καὶ οὐκ ἐφυλάξατε·” καὶ πανταχοῦ δι’ Ἀγγέλων αὐτὸν, φησὶ, δεδόσθαι. τινὲς μέντοι Μωσέα φασιν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον· Ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι, καὶ ἐνταῦθα δὲ Ἀγγέλους τούτους φησὶ τοὺς ἐν οὐρανῷ· τί οὖν ἐστιν; ἤτοι τὴν δεκάλογον, φησὶ, λέγει· ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο, ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαπραττομένου, ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων τούτοις, ταῦτά φησι. Τί δέ ἐστιν " ἐγένετο βέβαιος;” ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστὸς ἐν τῷ προσήκοντι καιρῷ, καὶ πάντα ἐξέβη τὰ λεχθέντα· ἣ ὅτι, φησὶν, ἐκράτησε, καὶ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἣ λόγον, φησὶ, τὰ προστάγματα· πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν
That is, the comparison is not without danger for us: “For if the word spoken through angels became firm”; and in Galatians he says somewhere thus, “ordained through angels by the hand of a mediator”; and again, “You received the law as ordinances of angels, and did not keep it”; and everywhere he says that it was given through angels. Some, however, say that Moses is hinted at; but this has no basis; for here he says “many angels,” and here he calls these angels those in heaven. What then is it? Either, he says, it means the Decalogue; for there Moses spoke, and God answered; or that angels of God were present while He was accomplishing it; or that he says these things concerning all that was spoken and done in the old covenant, as though angels had shared in these matters. And what is “became firm”? True, as one might say, and faithful at the proper time, and all that was spoken came to pass; or, he says, it prevailed, and the threats came to fulfillment; or, he says, the commandments are a word; for many things without the law did they command.
Ἄγγελοι παρὰ τοῦ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν κριτῶν, ἐπὶ τοῦ Σαμψών. διὰ γὰρ τοῦτο οὐκ εἶπε νόμος, ἀλλὰ λόγος· καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ δι’ Ἀγγέλων οἰκονομηθέντα. τί οὑν ἐροῦμεν ; ὅτι παρῆσαν οἱ Ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ τέρατα, καὶ τὸ πῦρ, καὶ τὸν γνόφον ; πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ταῖς ἐκείνων ἀγριωτέραις ὑπενεχθήσονται δίκαις, οἱ αὐτὴν ἀτιμάσάντες τὴν ἀλήθειαν; τοῦτο δὲ ἑτέρωθί φησιν ὁ θεσπέσιος Παῦλος, " ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης “ κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη;” ἀρχὴ τοιγαροῦν τῶν ἱερῶν κηρυγμάτων γέγονεν ἡμῖν ὁ Χριστός· τετήρηται γὰρ αὐτῷ δρᾶσαί τε ἅμα καὶ εἰπεῖν τὰ ὑπὲρ τὸν νόμον· γέγραπται γὰρ “ ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἡ “ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.” διάκονοι δὲ μετ’ αὐτὸν, οἱ θεσπέσιοι μαθηταί· καὶ οὐχ ἑαυτοῖς λαβόντες τὰς τιμὰς, κεκλημένοι δὲ μᾶλλον πη αὐτοῦ πρὸς ἀποστολήν· οἳ καὶ αὐτόπται τε καὶ ὑπηρέται τοῦ λόγου γεγόνασι, λελαλήκασι τε οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἦν ἐν αὐτοῖς τὸ Πνεῦμα Χριστοῦ.
Angels are sent from God, as in the case of the weeping, in the case of the judges, in the case of Samson. For this reason he did not say "law," but "word"; and perhaps it seems to me that he is speaking rather of the things administered through angels. What then shall we say? That the angels were present then, those who had been entrusted with the nation, and they themselves made the trumpets, and the wonders, and the fire, and the darkness? How is it not true to say that those who have dishonored the truth itself will be brought under more savage judgments than those? And the divinely inspired Paul says this elsewhere: "Anyone who has rejected the law of Moses dies without mercy on two or three witnesses; how much worse punishment do you think he will be considered worthy of, who has trampled underfoot the Son of God, and has regarded the blood of the covenant as common, and has insulted the Spirit of grace by which he was sanctified?" Therefore Christ has become for us the beginning of the sacred proclamations; for it has been reserved for him both to do and to speak at once the things that are above the law; for it is written, "that the law was given through Moses, but grace and truth came through Jesus Christ." And after him, the divinely inspired disciples are ministers; and they did not take the honors for themselves, but were rather called by him to apostleship; who also have become eyewitnesses and servants of the word, and have spoken not from themselves, but the Spirit of Christ was in them.
καὶ γοῦν ὁ μὲν Παῦλος ἔφασκεν, “ εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λα- “ λοῦντος Χριστοῦ.” γεγράφασι δὲ καὶ τοῖς ἐξ ἐθνῶν οἱ μακάριοι μαθηταὶ, “ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” ἔμπλεοι γὰρ ἦσαν τοῦ Ἄγ’ ἴου Πνεύματος, καὶ δι’ αὐτῶν ἄν τις ἴδοι, τῶν δι’ ἑκάστου κατωρθωμένων, ὡς ἔστιν ἡμῖν ἀληθὴς ὁ ἐπὶ τῷδε λόγος· τι γὰρ οὐ δεδράκασιν, ὃ παντὸς ἃν εἴη πέρα λόγου καὶ θαύματος ; οὐκοῦν ὅτι τέθεινται παρὰ Θεοῦ τοῦ πρὸς ἡμᾶς λόγου διάκονοι, καὶ μυστηρίων ταμίαι, καὶ τῆς ἐν πνεύματι λατρείας ἱερουργοὶ, μεμαρτύρηνται διὰ τοῦ Πνεύματος· ἐνήργηκε γὰρ ἐν ἑαυτοῖς ποικίλως, κατὰ τὸ αὐτῷ δοκοῦν ἐπιμερίζον τὴν χάριν. Θεόδωροσ δέ φησιν· Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπὼν, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις Πνεύματος, καὶ λύσις ἁμαρτημάτων, καὶ βασιλείας οὐρανῶν ἐπαγγελία, καὶ ἀθανασίας ὑπόσχεσις· ὅθεν καὶ δικαίως “τηλι-
And indeed Paul used to say, "If you seek proof of Christ speaking in me." And the blessed disciples also wrote to those from among the Gentiles, "For it seemed good to the Holy Spirit and to us"; for they were filled with the Holy Spirit, and through them one might see, from what was accomplished through each one, that our word concerning this is true. For what have they not accomplished, which would be beyond all speech and wonder? Therefore, that they have been appointed by God as ministers of the word to us, and stewards of the mysteries, and priests of the worship in the Spirit, has been testified through the Spirit; for he worked in them in various ways, apportioning grace as seemed good to him. But Theodore says: He showed also by their deeds the great difference from those things—there, by speaking a word, but here, salvation; for since that was only a giving of laws, but here is also the grace of the Spirit, and the remission of sins, and the promise of the kingdom of heaven, and the assurance of immortality; whence also justly "so great—
“ καύτης” εἰπεν, τῇ προσθήκῃ τὸ μέγεθος αὐτῆς δεικνύς. κἀκεῖ μὲν διὰ τῶν Ἀγγέλων δοθεὶς, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου. καὶ ἐπειδὴ θαύματα παρ’ ἐκείνοις ἦν ὥστε μηδὲ κατὰ τοῦτο αὐτῶν ἠῶ. σθαι δοκεῖν, καλῶς ἐπήγαγε τὸ " συνεπιμαρτυροῦντος Θεοῦ ση- “μείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι,” κατὰ αὔξησιν αὐτὸ εἰπὼν, ὥστε κἂν τούτῳ φανῆναι τῆς χάριτος τὸ πλέον παρὰ τὸν νόμον. ἐκεῖ μὲν γὰρ πρὸς τὴν χρείαν ἐγίνετο μόνον, ἐνταῦθα δὲ καὶ τῶν ἀλλοτρίων πολλοὶ οἱ θεραπευόμενοι δι’ ἡμῶν, κἂν ὁποιαδήποτε πάθη κατέχειν αὐτοὺς συμβαίνοι· τοσαύτη παρ’ ἡμῖν ἡ τῶν θαυμάτων περιουσία· ἀνίστανται δὲ καὶ νεκροὶ, καὶ τιμωρούμεθα δέ τινας πολλάκις ἂν δέῃ, ἐπιτιμήσεσι μόναις τυφλοὺς ἐργαζόμενοι, θανάτους ἐπάγοντες τοῖς κακογνώμοσι· ἀντιπαραθεὶς οὖν τὴν διαφορὰν, καὶ δείξας τὴν ὑπεροχὴν τῷ ποικίλῳ καὶ πολυτρόπῳ, ἐπήγαγε τὸ μεῖζον, ὃ οὐκέτι τοῖς ἐν νόμῳ προσῆν, " καὶ Πνεύματος “ Ἁγίου μερισμοῖς.” τὸ γὰρ Πνεύματος ἕκαστον τῶν πιστευόντων μετέχειν, ἴδιον ἦν τῶν ἐν τῇ χάριτι· καὶ καλῶς ἐπὶ πᾶσιν ἐπήγαγε τὸ “ κατὰ τὴν αὐτοῦ θέλησιν,” τουτέστι τοῦ Θεοῦ βουληθέντος ἅπαξ, καὶ δοκιμάσαντος πολλῇ χρήσασθαι περὶ ἡμᾶς τῇ φιλοτιμίᾳ ὥστε καὶ ἀμετάθετον εἶναι τὴν περὶ ἡμᾶς χάριν αὐτοῦ, μηδεμίαν ἅπαξ τοῖς προτέροις ὁμοίως ὑφορωμένους τῶν ἅπαξ δοθέντων μεταβολήν.
He said "so great," indicating its magnitude by the addition. And there it was given through angels, but here through the Lord. And since there were wonders among them, so that they did not even seem to be inferior in this respect, he rightly added "God also bearing witness with signs and wonders and various powers," saying this by way of increase, so that even in this the greater abundance of grace compared to the law might appear. For there it happened only according to need, but here many of those who are strangers are healed through us, whatever sufferings happen to hold them; so great is the abundance of wonders among us; and the dead are raised, and we punish some often when it is necessary, making the blind by mere rebukes, bringing deaths upon the ill-disposed. Having thus set forth the difference, and shown the superiority by the varied and manifold nature, he added the greater thing, which no longer belonged to those under the law, "and distributions of the Holy Spirit." For each of the believers to partake of the Spirit was proper to those under grace; and rightly he added over all "according to his will," that is, God having willed it once, and having approved to exercise great generosity toward us, so that his grace toward us is unchangeable, since those once given no longer suspect any change like the former things.
Σευητιανὸσ δὲ τῷ ἁγίῳ Ἰωάννῃ ὁμοίως κατὰ μίαν ἐξήγησιν ἀκολουθήσας ἔφη, οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι’ Ἀγγέλων οἰκονομηθέντα " ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβε- “ βαιώθη·” τοῦτο ὅμοιόν ἐστι ἐκείνῳ τῷ ἐν τῆ πρὸς Γαλάτας Επιστολῇ, τὸ “ ἀνέβην κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς “ τὸ εὐαγγέλιον, μή πὼς εἰς κενὸν τρέχω ἢ ἔδραμον· ἐβεβαιώθη δὲ, “ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, “ ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω.” Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης εἰς τὸ “ ἥτις ἀρχὴν “ λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς “ ἡμᾶς ἐβεβαιώθη,” φησὶ, τουτέστι, παρ’ αὐτῆς τῆς πηγῆς ἔχει τὴν ἀρχήν· οὐκ Ἄγγελος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενής. τί δέ ἐστιν “ ἐβε- “ βαιώθη;” ἐπιστεύθη, ἐξέβη, τουτέστιν οἱ παρὰ τοῦ Κυρίου
ἀκούσαντες, αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν· “καὶ Πνεύματος Ἁγίου “μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.” τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια; ἀλλ’ οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε “ποικίλαις δυνά- “ μεσι·” ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ’ ἀσθένεια, καὶ φαντασία καὶ διάκενα πράγματα· " κατὰ τὴν αὐτοῦ θέλησιν·” ἐνταῦθα καὶ ἄλλο αἰνίττεσθαι μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι ἐκεῖ πολλοὺς, χαρίσματα ἔχοντας· ἐκλελοιπέναι γὰρ ταῦτα, ἅτε νωθρῶν αὐτῶν γενομένων· ἱν οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ· αὐτὸς οἶδε τίνι συμφέρει, καὶ οὕτως μερίζει τὴν χάριν.
Severian, following the holy John in one interpretation likewise, said: He does not mean the law, but that which was often administered through angels, which "was confirmed to us by those who heard." This is similar to that passage in the Epistle to the Galatians: "I went up according to a revelation and set before them the gospel, lest perhaps I run or had run in vain." And it was confirmed, not because we asked, but because all the others were fully assured that what I preach, I preach rightly.
From Chrysostom. But the blessed John, regarding the words "which, having received its beginning to be spoken through the Lord, was confirmed to us by those who heard," says: that is, it has its beginning from the very source; no angel ferried it down to earth, no created power, but the Only-Begotten himself. And what is "was confirmed"? It was believed, it went forth—that is, those who heard from the Lord themselves confirmed it to us. "And by distributions of the Holy Spirit, according to his will." What then, since both sorcerers perform signs, and Jews cast out demons by Beelzebub? But they do not perform such signs; therefore he said "by various powers," for those are not power but weakness, and fantasy and empty things. "According to his will": here he seems to me to hint at something else as well; for it is likely that there were not many there who had charisms, for these had ceased, since they had become sluggish. In order, then, to comfort them in this too, and not allow them to fall away, he referred the whole matter to the will of God: he knows what is beneficial for each, and so distributes grace.
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; οὐκέστιν, ἀλλὰ περὶ ταύτης· διὰ τοῦτο προσέθηκε " περὶ ἧς λαλοῦμεν,” ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν· πῶς οὐν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἑτέρωθι φησιν, “ὃς ἔστι τύπος “ τοῦ μέλλογrος,” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, πρὸ τοῦ χρόνου τοῦ Ἀδὰμ μέλλοντα κατὰ σάρκα Χριστὸν καλῶν. Διὰ τι μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ, δεικνὺς αὐτοὺς, οἶμαι, σφόδρα ἐμπείρους τῶν γραφῶν. ΚΕΦ. Γ. Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα τὴν πρὸς ἡμᾶς, ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως. Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν. Σευηριανὸσ δέ φησι, τὸν μέλλοντα αἰῶνα λέγει, τελευταῖον ἐπήγαγε, ” νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα, τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν " Ἰησοῦν.” ὥστε τὸ τι ἐστιν ὅτε μιμνήσκῃ αὐτοῦ, τῷ Ἰησοῦ προσήκειν φησὶ, τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκε·
For he did not subject to angels the world to come, concerning which we speak. Is he then speaking of some other world? It is not so, but of this one; for this reason he added, "concerning which we speak," so as not to allow the mind, having wandered, to seek some other. How then does he call it "to come," just as he also says elsewhere, "who is a type of the one to come," speaking concerning Adam and Christ in the Epistle to the Romans, calling Christ according to the flesh "the one to come" before the time of Adam. Why did he not mention the name of the prophet, but concealed it? And in other testimonies too he does this, showing them, I think, to be very experienced in the Scriptures. CHAPTER 3. That he was made flesh according to disposition and compassion and kinship toward us, for the salvation of men from death, through his kinship with them. But we see Jesus, who was made a little lower than the angels. But Severianus says that he means the age to come, and finally he added, "But now we do not yet see all things subjected to him, but we see Jesus, who was made a little lower than the angels." So that the "what is man that you remember him" belongs, he says, to Jesus; for the things of common humanity belonged to him.
ἀλλὰ ὡς αὐτὸς ὁ Υἱὸς λέγει, τὸ “ἐκ στόματος νηπίων καὶ θηλαζόντων “ κατηρτίσω αἶνον, ἕνεκεν τῶν ἐχθρῶν σου,” καὶ ” ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ ἃν εἴποι, τὸν ἀνθρωον οὗ ἐμνήσθη ὁ Θεὸς πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θαλαζόντων καταρτισάμενον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου, καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς, διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ’ Ἀγγέλους. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησί· τοῦτο καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ, κατὰ σάρκα. (Δυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησιν· ἄνιθι, φησὶ, ἐννοίαις, εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν, καὶ τίνα γέγονε πρῶτον· πολυπραγμόνει δὲ, πῶς πεποιήμεθα παρὰ Θεοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς, ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃ τοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ πάρ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων τῶν
But as the Son himself says, “Out of the mouth of infants and nursing babes you have perfected praise, because of your enemies,” and “I will look at the heavens, the works of your fingers.” No one could say that the man whom God remembered was the one who perfected praise out of the mouth of infants and nursing babes because of your enemies, and “I will look at the heavens, the works of your fingers”—this one remembered man, and made him a little lower than the angels. But who is the man? Jesus, who was made a little lower than the angels because of the suffering of death. You have subjected all things under his feet. From Chrysostom. The blessed John says: This was spoken also with reference to common humanity, but nevertheless it would fit Christ more properly, according to the flesh. (From Cyril.) But the blessed Cyril says: Ascend, he says, in your thoughts to the original formation of man, and see what he first became; inquire diligently how we were made by God, honored according to his image and likeness, and richly honored, having obtained to rule over the things on the earth. But since the beginning of the race, that is, Adam, transgressed the divine commandment, the mind of man has henceforth been diseased, being very easily carried away into sin; for this reason we continued in the world stripped of glory and incorruption and the good things of the beginning. But we have been saved through Christ, and by his grace we have obtained the things for the recovery of what was formerly given.
τοιούτων διηγημάτων, ὁ τῶν προκειμένων λόγος εἰσκομίζει τὸ πλάτος. κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαβὶδ τῆς ἐφ’ ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· “τί γάρ ἐστιν ἄνθρωπος,” φησὶν, “ ὅτι “ μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;” τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γῆς ζῶον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· ἡττήμεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων Ἀγγέλων φύσεως καὶ δόξης· οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς, καὶ κατέστησεν αὐτὸν ἔπι τὰ ἔργα τῶν χείρων αὐτοῦ. Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ’ ἡμῖν ὁ μακάριος Δαβίδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν, ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει, τὸ " αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυ- “ ριεύσατε αὐτῆζ́” “νῦν δὲ οὔπω,” φησὶν, “ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα.” οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν, καθ’ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ’ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ· ταύτῃ τοι φησὶ τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ Ἀγγέλοις μᾶλλον ὑποτετάχθαι πη αὐτοῦ· δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς. Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οὐκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἃν ἐνδοιάσειέ τις ;
The discourse of the things set before us brings in the fullness of such narratives. For the inspired David was struck with wonder at the exceeding greatness of the gentleness shown toward us: "For what is man," he says, "that you remember him, or the son of man, that you visit him?" — that small and worthless creature, living from the earth. For you made him a little lower than the angels; for we have been openly shown to be inferior to the nature and glory of the holy angels. Therefore the God of all things deemed him worthy to be crowned with honor and glory, and showed him radiant; for he appointed him to rule over the things on the earth, and set him over the works of his hands. And the blessed David rightly marveled at the things concerning us; but the most wise Paul, being exceedingly skilled in spiritual thoughts, deftly overturns the force of what was said into a mystical interpretation, and calls "the world to come" the constitution of the age after this one, and the future restoration, at the appointed times, of the things given to us—that is, their fulfillment. For we fell away, as I said, from grace in Adam; for it was spoken to him, the first of human nature, "Increase and multiply, and have dominion over it"; but "now," he says, "we do not yet see all things subjected to him." Therefore let us seek another time for the matter, at which the word spoken concerning us by God, who does not know how to lie, will also be true. Accordingly he says that the world to come is not rather subjected to the angels, but to him; and that this has been given to those on the earth. But that the mystagogues speak concerning the world to come that is ours, how could anyone doubt?
ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπείγεσθαι δεῖν συμβουλεύουσι, καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν, καθ’ ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται, καὶ κάτα. κυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτῆρ’ διεμέμνητο λέγων, “ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·” τίς ἀρά ἐστιν ὁ δι’ οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ’ ἡμᾶς ἀνακεφαλαίωσις; δηλονότι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας· “ Κύριος μερὶς τῆς ” κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν
“ τὴν κληρονομίαν μου ἐμοί·” δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάληψιν αὐτὴν, καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου, “ τὸν “ δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ “ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧτ’ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν Ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ’ ἧμας, καὶ ’τον τῆς κενώσεως ἀφηγεῖται τρόπον, προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι’ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά.
For by withdrawing from things present, they persuade us to seek the things to come, and they counsel us that we ought to press on toward the prize of the upward calling, and to thirst for the hope of the saints, according to which all things will be subjected to them, and they will have dominion over the earth. And the Savior himself also made mention, saying, "Blessed are the meek, for they shall inherit the earth." Who, then, is he through whom the recapitulation of our affairs has come about from God and the Father? Clearly Christ, which it is also fitting for us to say, as through the lyre of the psalmist: "The Lord is the portion of my inheritance and of my cup; you are the one who restores my inheritance to me." For through him we have received the recovery itself of the good things given by nature in the beginning, and the firmness for possession. And this too is not otherwise able to be seen as unceasing, since the wondrous Paul has written concerning him: "But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death." You hear how the one enthroned with the Father, the one worshiped by the heavenly spirits in the rank of God, to whom thousands of thousands of angels minister and ten thousand times ten thousand stand by, the mystagogue again brings down among our affairs, and recounts the manner of his emptying, immediately adding also all the good things that have been accomplished through it for human nature.
ἐννόησον γὰρ ἠλαττωμένον βραχύ τι παρ’ Ἀγγέλους αὐτὸν, ἵν ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, τὰ ὑπὲρ φύσιν ἰδίαν, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός “ συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπου- “ ρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ’ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν· ἔπει τίνα τρόπον ημεις τῃ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. ἠλάττωται τοίνυν βραχὺ παρ’ Ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν, καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς· δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος, καί τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξά- σμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ, καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “βραχύ τι” αὐτῷ συναρμόσειε μᾶλλον τῳ τρεῖς ἡμέρας γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις. δείκνυσι δὲ ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ ὁ Κύριος αὐτὸν καλεῖ λέγων, “ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὸ διὰ τοὺς ἀνθρώπους δόξαν καλεῖ, πολὺ μᾶλλον σὺ διὰ τὸν δεσπότην. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν εἰς ἡμᾶς ταῦτα ἔπαθεν, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν-
Consider that he was made a little lower than the angels, so that we might become rich in him, with things beyond his own nature, in the good pleasure of God and the Father: "For he raised us up together and seated us together in the heavenly places in Christ." For when Christ, the Savior of us all, takes his seat, the boast will run through the whole human nature. For in what way have we become rich through his poverty, if in no way our condition is better, when he who is above all creation became as we are? Therefore man, having become a little lower than the angels, was made lower, so that he might honor human nature and restore it again to what it was in the beginning, crowned with glory and honor, and in that very thing, although being the Lord of glory as God. For just as Adam's transgression made us most dishonored, so we have been glorified through Christ's obedience on our behalf, and he has laid down his own soul, so that he might be Lord of both the dead and the living. From Chrysostom. But blessed John says: the phrase "a little" would fit better with him who existed for only three days, and not with us who are corrupted for a long time. He shows that the cross is glory and honor; just as the Lord also calls it, saying, "that the Son of Man may be glorified." If, then, he calls what he endured for human beings glory, much more should you, for the Master's sake. That by the grace of God he might taste death for everyone. And he says that he suffered these things for us by the grace of God, he who did not spare his own Son, but for us all—
τῶν παρέδωκεν αὐτόν· τίνος ἕνεκεν ; οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε· καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι, “ πολλῶ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ” ἑνὸς Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.” Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανεν. Ὠριγένηε. Μέγας ἐστιν ἀρχιερεὺς, οὐχ ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ἅπαξ θυσίαν προσενεχθεῖσαν, ἑαυτὸν ἀνενεγκών· “χωρὶς γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου·’ ἣ ὥσπερ ἔν τισι κεῖται τοῖς πρὸς Ἑβραίους ἀντιγράφοις " χάριτι Θέο εἴ τε δὲ χωρὶς Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν, εἴ τε “ χάριτι Θεοῦ,” ὑπὲρ πάντων τῶν χωρὶς Θεοῦ ἀπέθανεν. Τί δάι ; εἰ μὴ πάντες ἐπίστευσαν, αὐτὸς τὸ αὐτοῦ πεπλήρωκε· καὶ κυρίως εἷπε “ ὑπὲρ παντὸς γεύσηται θανάτου.” οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. τῷ μὲν οὖν εἰπεῖν διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε, τῷ δὲ ὅτι Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἀρρωστοῦντα, θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως·
To whom he delivered him up. For what reason? He did not owe this to us, but he did it by grace; and again in the Epistle to the Romans he says, "Much more the grace of God and the gift in the grace of the one Jesus Christ abounded unto the many." That by the grace of God he should taste death for every man. Not for the faithful only, but also for the whole inhabited world; for he himself died for all. Origen. He is a great high priest, not for men only but also for every rational being, the sacrifice offered once for all, having offered himself up; "for without God he tasted death for every man," as it stands in some copies of the Epistle to the Hebrews, "by the grace of God"; whether "by the grace of God" or "without God he tasted death for every man," he died not only for men but also for the remaining rational beings; whether "by the grace of God," he died for all those without God. But what then? If not all believed, he has fulfilled his own part; and rightly he said "he should taste death for every man." He did not say "should die"; for just as one who has truly tasted, having made but a little stay in it, straightway rose again. By saying "through the suffering of death," then, he signified the true death; but by saying that he is better than the angels, he made clear the resurrection. For just as a physician, having no need to taste of the foods prepared for the sick man, out of care for him first tastes it himself, so that he may persuade the sick man to take courage and venture upon the food;
οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεισαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἐγεύσατο, τούτου οὐκ ἔχων ἀνάγκην “ ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων,” φησὶ, " καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδὲν, ὥστε καὶ τὸ “ χάριτι καὶ τὸ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” τοῦτο συνίστησι. Ἀλλὰ τούτοις ΘΕÓΔΩΡΟΣ ὁ Μοψουεστίας ἀντιφθεγγόμενός φησι· γελοιότατον δή τι πάσχουσι ἐνταῦθα, τὸ " χωρὶς Θεοῦ” ἐναλλάττοντες καὶ ποιοῦντες “ χάριτι Θεοῦ,” οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ’ ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ “ χωρὶς Θεοῦ” ἀδιαφόρως, ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς εὔκολον εἶναι πρὸς κατανόησιν· τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγγέλῃ τὸ " χάριτι Θεοῦ;” τίς δὲ
αὐτὸν ἦγε πρὸς τοῦτο ἀκολουθία; οὐ γὰρ ἔθος αὐτῷ, “ χάριτι Θεοῦ” τιθέναι ἁπλῶς, ἀλλὰ πάντως ἀπό τινος ἀκολουθίας λόγου· ἣ γὰρ τὰ καθ’ ἑαυτὸν λέγων προστίθησι τοῦτο, ὡς τὸ " χάριτι Θεοῦ εἰμι ὅ εἰμι·” ὅταν πρόκειται αὐτῷ τὴν περὶ τοὺς ἀνθρώπους λέγειν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅτι ἅπαντα πεποίηκεν, οὐχ ἡμῶν ὄντων τοῦ τυχεῖν ἀξίων, οἷόν ἐστι τὸ “ τῇ γὰρ χάριτι “ ἐστὲ σεσωσμένοι,” ᾧ ἐπάγει, “καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται·” σαφῶς διὰ τούτων παριστῶν, ὅτι περὶ τῆς χάριτος διαλέγεται τοῦ Θεοῦ, ἣν περὶ πάντας ἔτυχε τοὺς ἀνθρώπους ἐπιδειξάμενος. ἐνταῦθα δὲ τὸ προκείμενον αὐτῷ, δηλονότι περὶ τοῦ Χριστοῦ διαλέγεται, οἷός τις ἐστι, καὶ τίνα τὴν πρὸς τοὺς Ἀγγέλους ἔχων διαφοράν·
Thus, since all men had feared death, in order to persuade them to dare death, he himself also tasted it, though he had no need of it. "For the ruler of this world comes," he says, "and has nothing in me," so that also the words "by grace" and "that he should taste death for every man"—this he establishes. But Theodore of Mopsuestia, speaking against these things, says: They suffer something most ridiculous here, altering "apart from God" and making it "by the grace of God," not attending to the sequence of the Scripture, but because they do not understand what "apart from God" ever meant, they treat it indifferently, erasing that and setting down what seems to them easy to understand. For what was Paul's purpose here, that he should declare "by the grace of God"? And what sequence led him to this? For it is not his custom to set down "by the grace of God" simply, but always from some sequence of argument. For either, when speaking of his own affairs, he adds this, as in "by the grace of God I am what I am"; or when it is his purpose to speak of God's love for mankind toward men, and that he has done all things, though we were not worthy to obtain them, such as "for by grace you have been saved," to which he adds, "and this not of yourselves, it is the gift of God, not of works, lest anyone should boast"—clearly showing through these things that he is speaking of the grace of God, which he showed toward all men. But here his purpose is, evidently, that he is speaking about Christ, what sort he is, and what difference he has in relation to the angels.
ἀφ’ ὧν ἐξηνέχθη εἰς τὸ εἰπεῖν, κατὰ τί ’δε αὐτῶν ἠλαττῶσθαι δοκεῖ, καὶ ὅτι διὰ τὸν θάνατον. τί οὖν ἔδει ἐνταῦθα τοῦ “ χάριτι Θεοῦ; οὐ γὰρ πρόκειται αὐτῷ τὴν περὶ ἡμᾶς ἀγαθότητα λέγειν αὐτοῦ. τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία. εἰπὼν γὰρ ὅτι “ χωρὶς Θεοῦ ἐγεύσατο τοῦ θανάτου,” οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος· καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο· ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν, ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην, εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει, “ ἔπρεπε γὰρ αὐτῷ, “δι᾿ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν “ ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων “ τελειῶσαι.” Οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδασυνέστησεν· μῶς αὐτῇ πρέπον ἦν· τοῦτο τὸ " ἔπρεπε,” σαφῶς τὸ “ χωρὶς Θεοῦ” ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτὸ φησι, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. “ ἔπρεπε “ γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” δηλονότι τῷ Θεῷ Λόγῳ λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν, καὶ εἰς
from which he was brought out to say, in what respect he seems to have been made lower than them, and that it was because of death. What need then was there here of "by the grace of God"? For it is not his purpose to speak of his goodness toward us. But the sequence of what follows shows this more clearly. For having said that "without God he tasted of death," since the divinity suffered no harm in this regard; and for this reason from his own nature he received this diminution little by little; so that from this it appears that he also partook of honor through his connection with another, since it was fitting that those who heard these things should think the indwelling of the Word of God to be superfluous at the time of the passion, contributing nothing to what was set before them, if indeed without him he tasted the experience of death, he adds, "For it was fitting for him, through whom are all things, and by whom are all things, having brought many sons to glory, to perfect the author of their salvation through sufferings."
Nor was the divinity, he says, without its due share; for what was proper and fitting to it had its place; for the suffering in no way set it aside; this "it was fitting" clearly shows that "without God" was not fitting. For as he says that what is fitting is fitting because that was not fitting, showing at the same time both what he was doing then, and what these things were. "For it was fitting for him through whom are all things, and by whom are all things," clearly speaking of God the Word, since he imparted sonship to many, and to
τὴν δόξαν ἤγαγε ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγὸν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, τὸν πη αὐτοῦ ληφθέντα ἄνθρωπον, διὰ τῶν παθημάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι, καὶ τούτου τὴν φύσιν, κἀκείνου τὴν χάριν. Ὁ μακάριος δὲ Ἰωάννης τὴν προγεγραμμένην ῥῆσιν οὕτως ἐξηγήσατο. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. ὁρᾷς πῶς πάλιν τὸ “ δι’ οὗ” αὐτῷ ἁρμόζει· οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ προσῆκον μόνον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἄξια, φησὶ τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα τοῖς ἑτέροις ὑπόδειγμα εἶναι τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν; τουτέστι τὸν αἴτιον τῆς σωτηρίας· ὁρᾷς ὅσον τὸ μέσον ; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἰδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησιν; ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· πάλιν διέστησε στῆσε διὰ παθημάτων τελειῶσαι. ἄρα τὰ παθήματα τελείωσις καὶ ἀίτα σωτηρίας. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος τῷ μακαρίῳ ἀκολουθήσας κατὰ τὸ “ ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, φησὶ, τί τὸ “ἐγεύσατο” παντί τὼ σαφὲς ὥς γε οἰμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα, καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν, καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ’ Ἀγγέλους ἡλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος·
He brought this glory, the author of the salvation of all, our Lord and Savior Jesus the Christ, to make perfect through sufferings the man taken by him, so that both the nature of the latter and the grace of the former might be evident. But blessed John explained the previously written saying as follows. Here he speaks concerning the Father. Do you see how again the phrase “through whom” fits him? He would not have done this, if indeed it were a mark of inferiority and belonged only to the Son. But what he says is this: he has done things worthy of his love for humanity, he says, by showing the firstborn to be brighter than all, and, like a noble athlete who surpasses the others, to be an example to the rest—the author of their salvation, that is, the cause of salvation. Do you see how great the difference? Both this one is a Son, and we are sons; but he saves, and we are saved. Do you see how he both gathers us together and distinguishes us? Here he gathered together the author of their salvation; again he distinguished by saying that he was made perfect through sufferings. So then, sufferings are perfection and the cause of salvation. (Of Cyril.) But blessed Cyril, following the blessed one according to the saying “that by the grace of God he should taste death for everyone,” says: what “he tasted” means is clear to everyone, as I at least think. For having given his own body to death, and having, as it were, tasted in the flesh of what had happened, he came to life again and immediately trampled the power of death. Therefore the one said to have been made a little lower than the angels is himself the Word of God.
οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν, ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἀνθρωπίνως· ἠνείχετο γὰρ καίτοι Θεὸς ὣν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ’ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ· “Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, “καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ’ οὐκ ὁδ’ ὅπως τί ἐπ’ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσι τινες, καὶ δὴ καὶ γεγράφασι, τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες. σκοπῶμεν τοίνυν τίς ὁ ἄνθρωπος περὶ οὗ
ἐκπλήττεται καὶ θαυμάζει, ὅτι δὴ ὁ μονογενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναι τε καὶ ἐπισκοπὴν ποιήσασθαι· εἰτα τούτοις ἐπάγει, καὶ μάλα ἐναργῶς, ὡς οὐκ εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου, τὸ “ τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ Υἱὸς ἀνθρώπου ὅτι “ ἐπισκέπτῃ αὐτόν;” ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ· πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν, περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, διά τοι τὸ φάναι “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον “ βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ “ ἐστεφανωμένον·” εἶτα διϊστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν ὁ Δαβὶδ, ὅτι καὶ μνήμη καὶ ἐπισκοπῆς ἠξίωται·
Not having suffered diminution in his own nature—for he is always himself and in the same state, unchangeable and immutable—but having endured this too for our sake in a human way; for though he was God by nature, he submitted to the measures of humanity because of the economy. And this is what is especially fitting to be marveled at in the mystery concerning him. Thus also the prophet Habakkuk said: "Lord, I have heard your report, and I was afraid; I considered your works and was astonished." For what has come to pass is truly an ecstasy and beyond all wonder. But some, not having understood this mystery rightly in some way, talk nonsense, and indeed have written, wishing to interpret what is in the eighth psalm. Let us consider, then, who the man is about whom he is struck with amazement and wonder, that the only-begotten deemed him worthy of remembrance and visitation. Then he adds to these things, very clearly, that it was not said of every man, "What is man, that you remember him, or the Son of Man, that you visit him?" but concerning the Son alone. But they try to establish their own words as truth, saying that the blessed Paul applied the things in the psalm to his own person, because of the saying, "But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death." Then, separating the natures, they say that the man born of the holy virgin is wholly a man individually, about whom David, they say, marvels, because he was deemed worthy of remembrance and visitation.
ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίων, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου. Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ’ ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προἰοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροσιθέντων ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαβὶδ, ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα γενήσεται· πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται οὖν ἐν τῷ ὀγδόῳ ψαλμῷ, καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεὸν, ταύτῃ τοι φησί· “ Κύριος ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου “ ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν “ ὐρανῶν·” ποῦ γὰρ ὅλως, ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἣ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς, “ ὅτι ἐν " τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ “ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, “ ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι
He has been deemed worthy also of his own things beyond nature, as being benefited by God the Word. But they have ignored, as it seems, that Christ Jesus is not understood and spoken of by us as man commonly and specifically in accordance with himself, but rather the Word from God who became man. But so that the exposition of the concepts, proceeding in the fitting order, may appear, come, let us first of all touch upon the contemplation of what was set forth in the psalm. The divine David knew as a prophet that according to the unerring and divine promise, from the fruit of his loins he would be born according to the flesh; yet he did not fail to know that God, existing by nature, would in due time establish himself among us. He converses therefore in the eighth psalm, and makes his words to him, recognizing as one God from both, both man and God at once, and thus he says: "Lord, our Lord, how wonderful is your name in all the earth, for your magnificence has been lifted up above the heavens." For where at all, or among whom, has Christ not been wondered at? Or how has his magnificence and the splendor of his glory not been lifted up even above the heavens? If indeed it is true, "that at the name of Jesus Christ every knee bends, of those in heaven and on earth and under the earth, and every tongue will confess that Jesus Christ is Lord, to the glory of God the Father." For that the Word, having appeared in human form and having been united
σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς, ἐκδείξειεν ἃν εὐκόλως τὰ ἐφ’ ἑξῆς· ἔφη γὰρ “ ὅτι ἐκ στόματος νηπίων θηλαζόντων “ κατηρτίσω αἶνον.” ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων· εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ’ αὐτῶ· ὅτε καὶ παῖδες λαβόντες τὰ βάια τῶν φοινίκων, ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον, “ὠσαννὰ “τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστὸς, “ οὐκ “ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω “ αἶνον;” ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλω βλέπων, κατατέθηπεν εἰκότως, ἐκεῖνο διενθυμούμενος, ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς, καί τοι κατὰ φύσιν ὑπάρχων Θεός· εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος Δαβὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας, καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοιοθαύμαστος, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· ταύτῃ τοι φησί· “ Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;” τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τι τοῦτο λέγω; τι τὸ γόος τὸ ἀνθρώπινον; μοίρα τε ὅση καταλογισθεῖεν ἃν οἱ ἐπὶ γῆς, ὡς πρό γε φημὶ τὰ τῶν ἁγίων Ἀγγέλων τάγματα; ἀλλ’ εἰ καὶ μηδενὶ ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερεῖδεν ἡμᾶς ὁ δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπισκοπῆσαι ἐπηξίωσεν ὡς διολωλότων·
The divine psalmist says these things in the flesh, and he would easily show what follows; for he said, "Out of the mouth of babes and sucklings you have perfected praise." For when he raised Lazarus from the dead, he was marveled at by all; and having found a donkey, he sat upon it; when also the children, taking the branches of palm trees, honoring him with the fitting praises, said, "Hosanna to the son of David; blessed is he who comes in the name of the Lord"; and when others rebuked them, Christ said, "Have you not read that out of the mouth of babes and sucklings you have perfected praise?" Seeing the Son, then, having become man and, so to speak, even riding upon the foal, he was amazed, as was fitting, pondering this, that he is seen to have descended to such lowliness, although by nature he is God; then the blessed David, seeing no other occasion for the emptying than that he alone should rescue us, whom it was necessary to be delivered both from corruption and from sin, and to snatch from tyrannical hands—I mean those of the devil—was worthy of all admiration for the mystery of the economy with the flesh; therefore he says, "Lord, what is man, that you remember him, or the son of man, that you visit him?" For what is human nature compared to God? And why do I say this? What is the human race? And what a portion would those on earth be reckoned, compared, I say, to the ranks of the holy angels? But even if man is nothing at all by nature and in number, the Creator did not overlook us, for he remembered us and deemed us worthy to visit as those who were perishing.
ὁ καὶ ἐν ἀρχαῖς τοῦ παραγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἑ ἐλαττώσας παρὰ τοὺς Ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ, καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ πόδα; ἡμῶν. καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκοπὸς ἐν τούτοις· φιλοσοφεῖ δὲ λίαν ὁ θεσπέσιος Παῦλος, καὶ περιΐστησιν εὐτέχνως νενοσηκότα τὰ καθ’ ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· “ καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, “ γέγονε δὲ πάντα καινά·” τοῦτο φησὶ καὶ δι’ ἑνὸς τῶν προφητῶν τὸ Πνεῦμα τὸ Ἅγιον· “ θάρσει Σιῶν· μὴ παρείσθωσαν αἱ χεῖρές
“ σου· Κύριος ὁ Θεὸς σοῦ ἐν σοὶ δυνατῶς σῶσαι σε, καὶ ἀνακαι- “ νιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.” Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι· “ νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα,” καὶ οὐ δή που φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ’ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαι φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τι δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον, καὶ οἱά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν, ἵνα δείξῃ πάλιν τὸν δι’ οὗ πεπλουτίσμεθα. προσεπάγει γὰρ εὐθὺς, “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέ- “ πομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστε- “ φανωμένον.” Θεὸς γὰρ ὢν φύσει, καθὰ πλειστάκις εἰρήκαμεν.
He who also in the beginning brought us into existence, having made us for a little while lower than the angels, and having crowned us with honor and glory, and having set us over the works of his hands, and having subjected all things under our feet. And the aim of the whole ode is in these things; but the divine Paul philosophizes exceedingly, and skillfully brings around our diseased condition into newness through Christ; for "the things in him are a new creation, and the old things have passed away, and all things have become new"; the Holy Spirit says this also through one of the prophets: "Take courage, Zion; let not your hands be slack; the Lord your God is in you, mighty to save you, and he renews you in his love."
Paul therefore declares that we are stripped of the glory formerly given; for this reason he says: "But now we do not yet see all things subjected to him," and we certainly do not think—having chosen to think rightly—that he says such things about one man, but as signifying the universal man in one person, he says that he has been robbed of the participation in the glory formerly given. And what the construction of the whole argument is, and what the conclusion of the skill is, it is necessary to set forth. For he declares that we have fallen short of glory through the transgression in Adam, in order that he may also set forth the manner of recovery, and show what sort of thing the poverty of the race was, in order that he may show again the one through whom we have been enriched. For he immediately adds: "But we see Jesus, who was made for a little while lower than the angels, crowned with glory and honor, because of the suffering of death." For being God by nature, as we have often said.
ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ κεχρημάτικε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, βραχὺ παρ’ Ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ, καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος, καὶ τοι τῆς δόξης Κύριος ὤν. Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαι τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου τὴν δόξαν· πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ, εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου ; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουήλ, καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου ; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα, παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ’ αὐτοῦ· πῶς οὖν ἔτι " Κύριος εἷς, μία τε πίστις καὶ ἓν τὸ βάπτι- “ σμα;” εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ’ ὁ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ
The Word who is from God lowered himself into emptiness and conversed with us as a man, for a little while lower than the angels, so that, having become obedient to the Father even to the point of death, he might crown human nature with glory and honor, being crowned as one of us, even though he is the Lord of glory. But if someone should say that the man born of the holy virgin was deemed worthy of remembrance and visitation by the Word of God, and that he was benefited and deemed worthy of honor beyond his own nature, he will bring the glory of the mystery down to earth, as it were, and will incur the greatest possible ridicule. For where, tell me, is Christ as a mere man? When is he conceived apart from the Word united to him? For Emmanuel is from the womb, and this did not happen at certain times. How then do they say that he was deemed worthy of visitation and remembrance by the Word of God? Then, separating and dividing him completely, they would be caught whole and in part, showing us another Christ and son, bare of the united Word. For it is necessary to conceive of another as the one who deemed him worthy of visitation and remembrance, besides the one by whom these things were given by him. How then is there still "one Lord, one faith, and one baptism"? For even if the difference of the natures is great, yet the manner of the union has shown the one Son from both. Therefore if
μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα. εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ, καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουήλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολλὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε, τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς; Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναι φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ’ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεως τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ΄ ἐπ’ αὐτοῦ λέγοιεν πεπρᾶχθαι τὴν κένωσιν τοῦ μονογενοῦς, κεκένωται τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἃν μᾶλλον καὶ τὰ τῆς κενώσεως χρήματα. σεσώσμεθα τοίνυν δι’ ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ’ ἡμᾶς οὐχ ἑνωθεὶς καθ’ ὑπό. στάσιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ᾿ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ, καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καὶ τοι πρόσειμεν ὡς Θεῷ προσευχόμενοι, καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα. τεχνίτης τοίνυν ὑπάρχων ὁ Παῦλος τῆς μυσταγωγίας ὡς ἔφη, δέχεται μὲν ἔσθ’ ὅτε εἰς θεωρίαν πνευματικὴν τὰ ἐκ τῆς θεοπνεύστου γραφῆς·
We say that he was deemed worthy of remembrance by God the Word—surely we are altogether psychics, not having the Spirit, as it is written; for we divide the one into two. But if he was in the beginning what he is, and Emmanuel from the very womb, unless we accept the manner of the union, the Word will surely remember himself, he deemed himself worthy of the visitation, he is seen benefiting himself, and the power of these concepts brings great absurdity upon us; for his body is not foreign to the Word—especially since, who then is the one said by Holy Scripture to have emptied himself? If, then, setting before us in part the one born of the holy virgin, they say that he himself underwent the emptying, how was he emptied when glorified, if indeed according to us honor and glory for a man is to be deemed worthy of visitation and remembrance, and to obtain union with God? But if they say the emptying was accomplished in the case of the Only-Begotten himself, he was emptied by suffering something; for to whom suffering has befallen, to him the things of emptying would more fittingly belong. We have been saved, then, by ourselves, if indeed the man according to us—the one born of the holy virgin—was not united in hypostasis to the Word who sprang from God, as they themselves say. How, then, is Christ God, if he too with us has been deemed worthy of remembrance from God, and has become one of those who are benefited? And yet we approach him as God in prayer, asking for the supply of good things from above, as one who distributes the requests in a God-befitting way to the whole creation. Paul, then, being a craftsman of the mystical teaching, as he said, sometimes receives the things from the God-inspired Scripture into spiritual contemplation;
χωρήσας δὲ κατὰ μόνων τῶν ὅτι μάλιστα τῷ λόγῳ χρησίμων, σιωπᾷ τὰ ἕτερα, πρέπειν αὐτὰ μᾶλλον ἐκείνοις εἰδὼς περὶ ὣν καὶ γέγραπται, οἱον φέρε εἰπεῖν ἔφη που περὶ τῆς Εὔας καὶ τοῦ Ἀδὰμ τὸ περὶ αὐτῶν γεγραμμένον, " διὰ τοῦτο καταλεί- “ ψεῖ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ “ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· προσεπάγει τούτοις αὐτὸς τὸ “ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, “ πλὴν καὶ ὑμεῖς οἱ καθένα τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾶτε, ὡς τὰ ἑαυτῶν σώματα.” ἄθρει δὴ καὶ ἐν τούτοις, ὡς οὐκ ἀπίθανον μὲν
τῆς εἰκόνος τὸ σχῆμα, πλὴν ἀνόσιον κομιδῆ τῆς Ἀδὰμ παρατροπῆς τὰ ἐγκλήματα περιθεῖναι Χριστῷ, κἂν εἰ γέγονεν ἐκεῖνος προανατύπωσις ὥσπερ τι καὶ μέρος τῆς ἐπ’ αὐτῷ θεωρίας· ἀλλ’ οὐδὲ ἐκεῖνο οἶμαι σοφὸν ἣ καὶ ἀληθὲς εἰπεῖν, ὡς ἠξίωται κατὰ πρόγνωσιν τὴν ἐν Θεῷ νοουμένην ἐπισκοπῆς καὶ μνήμης, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος ἄνθρωπος ἰδικῶς, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον. Ὅτι μὲν γὰρ προέγνωστο τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ αὐτῷ τῷ Υἱῷ τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, ἐνδοιάσειεν ἃν οὐδεὶς, καὶ ἐξ αὐτοῦ τοῦ εἰκότος καὶ τοῦ τῆ θεότητι πρέποντος ἀναπεπεισμένος. τί γὰρ ἄποπτον αὐτῇ; τί δαὶ τῶν ἐσόμενον οὐκ ᾔδει καὶ πρὶν ἑσπέρας ἐλθεῖν;
Having confined himself for the most part to what is especially useful in the argument, he passes over other matters in silence, knowing that they are more fitting for those about whom they were also written—for example, so to speak, he said somewhere concerning Eve and Adam the passage written about them: "For this reason a man shall leave his father and his mother and be joined to his wife, and the two shall become one flesh"; to this he himself adds, "This mystery is great; but I speak of Christ and of the church. Nevertheless, let each of you love his own wife as his own body." Observe then also in these matters that, while the figure of the image is not implausible, it is utterly impious to attach the charges of Adam's transgression to Christ, even if he was a prefiguration, as it were some part of the contemplation concerning him. Nor do I think it wise or true to say that the man born of the holy virgin was individually deemed worthy, according to the foreknowledge understood in God, of oversight and remembrance, at least according to what those men supposed to be well said. For that the mystery of the incarnation was foreknown by God and the Father, and indeed by the Son himself, no one would doubt, being persuaded both from the likeness itself and from what is fitting for the divinity. For what was hidden from it? Or what of things to come did it not know even before evening came?
προσεμπεδοῖ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος αὐτὸ τοῦτο γράφων ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ, κἀν τῇ δευτέρᾳ πρὸς Τιμόθεον ὁμοίως, " προωρίσμεθα γὰρ ἡμεῖς “ δι’ αὐτοῦ τοῦ Χριστοῦ πρὸς υἱοθεσίαν·” καὶ γέγονεν ἡμῖν πρωτότοκος, ἵν᾿ ἡμῖν ἀνθρωπίνως συντάττηται, καὶ τοι Θεὸς ὣν φύσει καὶ Υἱὸς ἀληθῶς. οὐχ εὑρήσομεν δὲ κατὰ πρόγνωσιν ἄνθρωπον αὐτὸν ὠνομασμένον ἁπλῶς, γυμνὸν δὴ λέγω, καὶ δίχα τοῦ ἑνωθέντος αὐτῷ καθ’ ὑπόστασιν Λόγου, καὶ οὐ μνήμης αὐτὸν ἣ ἑπισκοπῆς ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἠξιῶσθαι φαμεν· ἐκεῖνο δὲ μᾶλλον περινοήσωμεν εὐσεβῶς· ἐθελήσας γὰρ ὁ ἐκ Θεοῦ Λάγος ἐν εὐδοκίᾳ Πατρὸς ἄνθρωπος γενέσθαι καθ’ ἡμᾶς, " ὅπως χάριτι Θεοῦ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” ἴδιον ἐποιήσατο σῶμα τὸ τοῖς θανάτου δεσμοῖς ὑποκείμενον, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀναθεὶς, διὰ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον. Φασί δὲ καὶ τοῦτο καὶ διατείνεσθαι τεθαρρήκασιν, ὅτι δὴ πάλιν ὁ ἐκ Θεοῦ Λόγος, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον τετελείωκε διὰ παθημάτων, ὡς τῆς σωτηρίας ἡμῶν ἀρχηγόν· ψευδοεῆ που πάντως ἀποφαίνοντες τὸν προφήτην λέγοντα, " οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ “ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. ” ποῦ γὰρ ἔτι σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος, εἰ δι’ ἑνὸς τῶν καθ’ ἡμᾶς, καὶ ἐν ὁμοδούλῳ σεσώσμεθα; ἑνώσει μὲν γὰρ τῇ καθ’ ὑπόστασιν ἐν Χριστῷ τὸ ἀνθρώ-
The blessed Paul also confirms us in this very thing, writing in the Epistle to the Ephesians, and likewise in the second to Timothy: "For we were predestined through Christ himself to adoption as sons"; and he has become firstborn for us, so that he might be reckoned with us in a human way, even though he is God by nature and truly Son. But we will not find that he was named "man" simply according to foreknowledge—I mean bare, and apart from the Word united to him in hypostasis—nor do we say that he was deemed worthy of mention or oversight as one of those like us; rather, let us piously understand that: for the Word from God, willing in the good pleasure of the Father to become man like us, "so that by the grace of God he might taste death for everyone," made his own the body that was subject to the bonds of death, so that, offering himself for all as a sweet-smelling savor, through his own flesh he might abolish death. They also assert this and have dared to maintain it, that the Word from God, through whom all things and by whom all things, perfected through sufferings the man born of the holy virgin, as the author of our salvation—certainly showing the prophet to be false somewhere when he says, "No ambassador, nor angel, but the Lord himself saved them." For where has the Lord himself yet saved us, if we have been saved through one of those like us, and by a fellow servant? For by the union in hypostasis in Christ the human—
πίνον τῇ τῆς ἀληθοῦς κυριότητος στεφανοῦται τιμῇ. καθήκετο γάρ ἐν τῇ τοῦ δούλου μορφῇ, καί τοι κατὰ φύσιν ἐλεύθερος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἵνα δοξάσῃ τὸ δοῦλον, καὶ τῆς ἐνούσης εὐγενείας αὐτῷ τὴν λαμπρότητα προξενήσῃ τῇ φύσει. εἰ δὲ δή τις ἀποστήσει ἐκ τῆς πρὸς Θεὸν ἑνώσεως ἀληθοῦς τὸ ἀνθρώπινον, ἕψεται δὴ πάντως οὐκ ἐν κυριότητι ποθὲν, ἀλλ’ ἐν τοῖς τῆς δουλείας αὐτὸ καταθήσεται μέτροις. Ὅτε τοίνυν σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος κατὰ τὰς γραφὰς, τί παραιτοῦνται τὸν σεσωκότα τῆς ὅτι μάλιστα πρεπούσης εὐκλείας αὐτῷ; παύσασθε διορίζοντες τοῦ Λόγου τὸ ἀνθρώπινον, ἵνα μὴ κοινὸν ἄνθρωπον σωτῆρα καὶ λυτρωτὴν τῶν βίων κηρύττητε. ἀλλὰ ναὶ, φασὶ, τετελείωκε τὸν ἄνθρωπον διὰ παθημάτων ὁ Λόγος· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα, καὶ πρέποι ἃν μᾶλλον ἐπ’ αὐτοῦ νοεῖσθαι τὰς τοῦ Παύλου φωνάς· τι δαὶ, εἰπέ μοι, τὸ δι’ οὗ τῷ πατρὶ προσνέμοντες ἀδικήσομεν ; καὶ τοι γεγραφότος Παύλου, " πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ πάλιν, “ ἄρα οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς καὶ κλη- " ρονόμος διὰ Θεοῦ.” Ὅτι δὲ καὶ αὐτὸς ὁ μυσταγωγὸς ἐπ’ αὐτοῦ τέθεικε τοῦ Πατρὸς τὸ " ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” καὶ τὰ τούτοις ἐφεξῆς, ἐξ αὐτῆς εἰσόμεθα τῆς τῶν γεγραμμένων ἀκολουθίας· ἔφη γὰρ ὡδί· “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττω- " μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ “ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου·
Drinking, he is crowned with the honor of true lordship. For he sat in the form of a slave, although by nature the Word of God is free, in order that he might glorify the slave and procure for his nature the splendor of the nobility that is in him. But if anyone should separate the human element from the true union with God, it will assuredly follow, not in lordship from somewhere, but it will be placed in the measures of slavery. When, therefore, the Lord himself has saved us according to the Scriptures, why do they refuse the most fitting glory to the one who saved him? Cease distinguishing the human element of the Word, so that you do not proclaim a common man as savior and redeemer of lives. But yes, they say, the Word has perfected the man through sufferings; for he himself is the one through whom all things exist, and Paul's words would more fittingly be understood of him: What then, tell me, if in assigning things to the Father through him we do wrong? And yet Paul has written, "God is faithful, through whom you were called into fellowship with his Son"; and again, "So you are no longer a slave but a son; and if a son, also an heir through God." That the mystagogue himself also applied to the Father the words "For it was fitting for him, through whom are all things and through whom are all things," and the things that follow these, we shall know from the very sequence of what has been written; for he said as follows: "But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death, so that by the grace of God he might taste death for everyone."
εἶτα Θεὸν ὀνομάσας τὸν Πατέρα, καὶ τὴν αὐτοῦ μνήμην εἰσκεκομικὼς, προσεπάγει πάλιν, “ ἔπρεπε γὰρ αὐτὸν δι’ “ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα.” . . . . . “ ἐξ αὐτοῦ γὰρ καὶ “ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα” κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἄν· οὐ γάρ ἐστι Θεὸς ὁ Υἱός; πῶς οὖν τὸν Πατέρα φῄς σημαίνεσθαι μόνον, διά γε τοῦ Θεὸν ὠνομάσθαι, παρά γε τοῦ μακαρίου Παύλου; καὶ πρός γε τοῦτο ἐροῦμεν τόσον δὲ τουτὶ, καὶ μάλα ὀρθῶς· οὐ γάρ ἐστι Θεὸς ὁ Πατήρ ; εἶτα, πῶς ἄνω τιθεὶς τὸ Θεὸς ὄνομα πάντη τε καὶ πάντως τῶ Υἱῷ; ἀλλ’ ὅτι μὲν τὸ δι’ οὗ πρέποι ἃν οὐχὶ μόνῳ τῷ Υἱῷ, τέθειται δὲ πλειστάκις καὶ ἐπ’ αὐτοῦ τοῦ Πατρὸς ἀποχρώντως ἡμῖν ἀποδέδεικται·
πλὴν ἐκεῖνο φάμεν· ἔθος τῷ μακαρίῳ Παύλῳ διαμνημονεύοντι τοῦ Υἱοῦ, τῇ τοῦ Θεοῦ κλήσει τὸν Πατέρα δηλοῦν ὅτε σιωπᾷ τὸ Πατήρ. ἐπιστέλλει γοῦν Κορινθίοις, Ἐφεσίοις, Κολοσσαεῦσι, “ Παῦλος Ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ·” καὶ μὴν καὶ Γαλάταις, “ ὅτε εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ “ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα “ εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην “σαρκὶ καὶ αιματι.” Ὅτε τοίνυν ἐστὶ τὸ κωλῦον οὐδὲν τῆ τοῦ Θεοῦ κλήσει κατονομάζεσθαι τὸν Πατέρα, Θεοῦ κατὰ φύσιν ὑπάρχοντος καὶ αὐτοῦ τοῦ Υἱοῦ· τί μὴ μᾶλλον παρὰ τοῦ Πατρὸς τετελειῶσθαι φαμεν διὰ παθημάτων τὸν Υἱόν; ἐνηνθρώπησε γὰρ αὐτὸς, καὶ μορφὴν δούλου λαβὼν πέπονθεν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφάς· καί τοι κατὰ φύσιν ἰδίαν ὑπομεμενηκὼς τῶν παθημάτων οὐδὲν, καθ’ ὃ καὶ Θεὸς νοεῖται, καὶ ἔστι Λόγος τοῦ Πατρός.
Then, having named the Father "God" and having brought in the mention of him, he adds again, "For it was fitting for him, through whom are all things and by whom are all things." ... "For from him and through him and to him are all things," according to what is written. But perhaps they might say that: Is the Son not God? How then do you say that the Father alone is signified, by the fact that "God" has been named, according to the blessed Paul? And to this we will say this much, and quite rightly: Is the Father not God? Then how is it that you place the name "God" above and entirely and in every way to the Son? But that "through whom" would not be fitting for the Son alone, but has been used very often also of the Father himself, has been sufficiently demonstrated by us.
Nevertheless, let us say this: it is a custom of the blessed Paul, when he mentions the Son, to signify the Father by the name "God" when he is silent about "Father." For he writes to the Corinthians, Ephesians, and Colossians, "Paul, an apostle of Jesus Christ, through the will of God"; and indeed also to the Galatians, "When God, who set me apart from my mother's womb, was pleased to reveal his Son in me, so that I might proclaim him among the Gentiles, immediately I did not consult with flesh and blood."
When, therefore, there is nothing preventing the Father from being called by the name "God," since the Son himself is also God by nature, why do we not rather say that the Son was perfected by the Father through sufferings? For he became man, and having taken the form of a slave, he suffered for us in the flesh according to the Scriptures; although by his own nature he had endured nothing of the sufferings, inasmuch as he is also understood as God and is the Word of the Father.
ταύτης ἕνεκεν τῆς αἰτίας σαρκὶ πεπονθέναι φαμὲν τὸν ἐπέκεινα τοῦ παθεῖν· ἔφη γάρ που καὶ ὁ μακάριος Πέτρος, “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν " σαρκί.” καὶ ἐπειδὴ ὁ πάσης ὁμοῦ τῆς κτίσεως κατὰ φύσιν ἰδίαν ἐξῃρημένος ὡς Θεὸς κεκενῶσθαι λέγεται, καὶ κατέβη πρὸς ἀνθρωπότητα, ταύτῃ τοι καὶ πολλοῖς ἀδελφοῖς συντέτακται, καὶ ὁ μόνον ἔχων τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, πολλῶν ἠξίωσε γενέσθαι Πατήρ. ἀλλ’ ἐξῄρηται θεικῶς τοῖς ἄλλοις Χριστὸς Ἰησοῦς, εἰ καὶ ἀνθρωπίνως αὐτοῖς συντάττοιτο, οὕτω γὰρ ἔσονται “ καὶ ὁ ἁγιάζων “ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες·” ἕνα γὰρ ἐσχήκαμεν σὺν αὐτῷ τὸν Πατέρα, ὃς εἰ καὶ γέγονεν ἡμῶν φιλανθρωπίᾳ τε καἰ χάριτι πατὴρ, ἀλλ’ οὖν ἐστιν ἰδικῶς καὶ μόνου Πατὴρ Ἰησοῦ Χριστοῦ, τουτέστι σαρκὸς γεγονότος τοῦ Λόγου κατὰ τὰς γραφάς. ἐπειδὴ δὲ, ὡς ἔφην, ἕνα Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς αὐτός τε καὶ ἡμεῖς ἐσχήκαμεν, “ οὐκ ἐπαισχύνεται ἡμᾶς ἀδελφοὺς ἀποκαλεῖν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου·” καί τοι πῶς ἐναργὲς, ὡς εἴπερ ἦν ἀληθῶς μέχρι τῆς ἀνθρωπότητος μόνης τῆς Χριστοῦ δόξης τὸ μέτρον, οὐκ ἃν ἐπαισχύνθη καλεῖν ἀδελφοὺς, οἱς τοῦτο καὶ μόνη προὐξένησεν ἃν ἡ φύσις, καὶ οὐ διδόντος αὐτοῦ; ὡς γὰρ ὁ προφήτης φησί· “ Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ Πατὴρ “ εἰς πάντων ἡμῶν,” ἔχοι ἃν τὸν εἰκότα λόγον τὸ ἐπαισχύνεσθαι
For this reason we say that the one who is beyond suffering suffered in the flesh; for somewhere the blessed Peter also said, “Since therefore Christ suffered for us in the flesh.” And since he who by his own nature is set apart from all creation together as God is said to have emptied himself, and descended to humanity, for this very reason he has also been ranked with many brothers, and the one who alone has the one Son both by nature and truly has deemed worthy to become Father of many. But Christ Jesus is set apart divinely from the others, even if he is ranked with them in a human way; for thus they will be “both the one who sanctifies and those who are sanctified, all from one”; for we have had one Father together with him, who, even if he has become our father by kindness and grace, nevertheless is specifically and solely the Father of Jesus Christ, that is, of the Word who became flesh according to the Scriptures. And since, as I said, both he and we have had one Father in the heavens, “he is not ashamed to call us brothers, saying, I will proclaim your name to my brothers”; and yet how is it clear that, if the measure of Christ’s glory truly extended only as far as humanity, he would not have been ashamed to call brothers those to whom nature alone would have procured this, and not his giving? For as the prophet says: “One God created us, and one Father of us all,” the being ashamed would have a plausible account
καλεῖν ἀδελφοὺς τοὺς ἐν μέτροις ὄντας τοῖς οἰκητικοῖς, τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐλεύθερον· τοὺς ἐκ γῆς, τὸν ἄνωθεν· τοὺς ἐκ τοῦ κόσμου, τὸν μὴ ὄντα ἐκ τοῦ κόσμου τούτου, κατὰ τὴν αὐτοῦ φωνήν τοὺς ἐν ἁμαρτίαις ὄντας, τὸν ἀνιέντα πλημμελήματα· τοὺς ἀγιασμοῦ δεομένους, τὸν ἁγιάζειν ἰσχύοντα· τοὺς ὑπὸ θάνατον καὶ φθορὰν, τὸν “ ἐν ᾧτ’ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.” ἐπειδὴ δὲ κεκένωκεν ἑαυτὸν, οὐκ ἐπαισχύνεται λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου·” καὶ πάλιν· “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ “μοι ἔδωκεν ὁ Θεός.” γεγόναμεν γὰρ υἱοὶ Θεοῦ, καὶ ἐσμὲν ὑπὸ χεῖρα τοῦ πάντων ἡμῶν Σωτῆρος. (Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησί· ὁρᾷς δείκνυσι πάλιν τὴν ὑπεροχήν; τὸ γὰρ εἰπεῖν “ οὐκ ἐπαισχύνεται,” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ, μὴ ἐπαισχυνομένου τὸ ταπεινὸν τῆς ταπεινοφροσύνης τῆς πολλῆς· εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πάλιν δὲ τὸ μέσον, καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας, ἡμεῖς δὲ ὡς κτίσμα. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρότος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῃμ ἔνοχοι ἦσαν δουλείας. (Κυρίλλου.) Ὁ μακάριος Κύριλλος φησὶν, ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς, περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ, καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν·
to call brothers those who are in the measures of the household, the one who is free by nature from God; those from the earth, the one from above; those from the world, the one who is not from this world, according to his own voice; those who are in sins, the one who remits transgressions; those who need sanctification, the one who is able to sanctify; those under death and corruption, the one "in whom we live and move and have our being." But since he emptied himself, he is not ashamed to say, "I will proclaim your name to my brothers;" and again: "Behold, I and the children whom God has given me." For we have become sons of God, and we are under the hand of our Savior of all. (Of Chrysostom.) And the blessed John also says: Do you see? He shows again the superiority. For to say "he is not ashamed" shows not the nature of the thing, but his affection, since he is not ashamed of the lowliness of his great humility. For even if from one, yet he sanctifies, and we are sanctified; and again the middle, and he is from the Father as a genuine Son, that is, from the essence, but we as a creature. Since therefore the children have shared in blood and flesh, he himself likewise partook of the same, so that through death he might destroy the one who has the power of death, that is, the devil, and release those who through fear of death were throughout their whole life subject to slavery. (Of Cyril.) The blessed Cyril says: I think it necessary, before other things, to investigate carefully about which children his word speaks, which he says have shared in flesh and blood, and who is the one who likewise partook of the same.
ὅτε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καί τοι Θεὸς καὶ Κύριος ὣν κατὰ φύσιν, καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ, καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνἐς εὑ μάλα τετηρηκὼς, ἔφασκε περὶ ἡμῶν, ποτὲ μὲν, “ ὅτι ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
“μου,” ποτὲ δὲ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ “ Θεός.” Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν, καί τοι πάλαι μερίδες ἀλωπέκων ὄντες, καθά φησιν ὁ Δαβίδ· ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι ταῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ’ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, “ οὓς δέδωκάς μοι “ ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν “ ἣν δέδωκάς μοι, αὐτοῖς.” καί τοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων, χάριτι μεθ’ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ, διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν, δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν· κατεσφράγισε γὰρ τῷ ἰδίῳ πνεύματι πρὸς υἱοθεσίαν, καὶ ἐν αὐτῷ κράξομεν, ἀββᾶ ὁ πατήρ. οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ, κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τέ ἐσμεν καὶ σαρκὶ, καὶ ἐν φθαρτοῖς καὶ γηίνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας, καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ζωὴ κατὰ φύσιν ὑπάρχων, μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ’ ἕτερον τρόπον, ἀλλὰ παραπλησίως, ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.
When, therefore, the only-begotten Word of God, although being God and Lord by nature, and seated with God the Father, lowered himself to the measure of humanity, and for this reason has also been ranked as a brother to those called through faith to adoption as sons of God—then, precisely then, having carefully preserved the skilful working of the dispensation, he spoke concerning us, at one time, "I will proclaim your name to my brothers," and at another, "Behold, I and the children whom God has given me."
For all things have been handed over to him by God the Father, and we have become his inheritance, although formerly we were portions of foxes, as David says; for we wretched ones were unwillingly subject to the herds of demons. But by his own blood Christ acquired us all and has taken us as his inheritance; and indeed he said to the Father and God in the heavens, "Those whom you have given me out of the world were yours, and you have given them to me, and I have given them the glory which you have given me." For although being Son by nature, he says that by grace he has shared with us such glory, because of the human nature, yet having remained what he was, he has given us his own glory; for he sealed us with his own Spirit for adoption as sons, and in him we cry, Abba, Father. Therefore we who have been counted among the children of God have shared in blood and flesh, that is, we are in blood and flesh, and in corruptible and earthly bodies. For this reason, the only-begotten Word of God himself, being life by nature, shared in the same things, and not in another way, but similarly, in order that he might destroy the one who holds the power of death.
Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατεσχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος Δαβὶδ, “ ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν “ θλίψεσι;” ταύτῃ τοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν, ἀλλὰ δὴ γέγονεν ἐγγύτερον μεθ’ ἡμῶν, ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος, τουτέστιν ὁ ἄνθρωπος· καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, ἵνα λοιπὸν ἀτονήσῃ θάνατος, καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾷν τοῖς ἐπιγείοις σώμασιν. Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ ἐπειδὴ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἔδει γὰρ, ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον·
For since it was not possible in any other way for that which was held captive by death and corruption and sin to be restored to its original state except through Christ alone, the blessed David, speaking as the mystery of the incarnation was now to be fulfilled in its proper time, urged, saying, "Why, Lord, have you stood far off, do you overlook in times of opportunity, in afflictions?" For this reason he is called Emmanuel; for he has not stood far off any longer, but has now come nearer with us, the Word of God having appeared as man. For he partook similarly with us of blood and flesh, since the race on earth, that is, man, has been conquered by death and corruption; and it seemed good to God, the God of all, through great gentleness and love for mankind, to sum up all things in Christ, so that death might now be weakened, and so that in Christ as in the firstfruits, by his victory, it might be found yielding to earthly bodies. For thus, thus the power of incorruption is spread abroad over our whole race, and the divinely inspired Paul will confirm, writing, "since through man came death, and through man the resurrection of the dead." For it was necessary, it was necessary that that which had suffered be healed, and that death be abolished through the flesh which was tyrannized by death.
ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον, οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρτηται καὶ τῶν ἐκείνου δειμάτων, ὡς ἐπ’ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾷν, “ ποῦ σοι, θάνατε, τὸ νῖκος, “ ποῦ σου, ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων οὐσιωδῶς ὁ μονογενὴς γενῆς τοῦ Θεοῦ Λόγος, ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενοι· οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Εἰ μὴ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτοῦ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσι, ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὁμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ, πῶς ἃν ὅλως νοοῖτο καὶ ἀδελφὸς, ο παντὸς ἐπέκεινα γενητοῦ, καὶ ασυγκριτοις ὑπεροχαῖς, ταῖς κάτα φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος ; πῶς κεκοινώνηκεν αἱματος καὶ σαρκὸς, εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὺν ἄρα ἐστιν Υἱὸς καὶ κύριος ἑνώσει τῇ καθ’ ὑπόστασιν, συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· εἰς τὸ “ ὅσοι “ φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·” ἣ τοῦτο λέγει, ὅτι ὁ τὸν θάνατον δεδοικὼς δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν·
For just as in Adam she stumbled through transgression and fell under death, so since she has become well-pleasing in Christ through obedience, she has been released from the snares of death and from his terrors, so that we, leaping for joy over them, cry out that word: “Where is your victory, O death? Where is your sting, O Hades?” For the only-begotten Word of God, being life in essence, united himself to the earthly and dying flesh, so that death, rushing upon it as upon some untamed beast, might henceforth be weakened, defeated. For it was not possible for life to give way to death. For surely he does not take hold of angels, but he takes hold of the seed of Abraham, wherefore he was obliged to be made like his brothers in all things. If the only-begotten Word of God did not become man, but rather united to himself the person of the man, as it seems to those who make distinctions, as by good pleasure alone and inclination according to will, how has he been made like his brothers in all things—or rather, how would he be understood at all even as a brother, he who is beyond all created things and by incomparable excellences, I mean those according to nature, is exalted above creation? How has he shared in blood and flesh, if these did not become his own as they are ours? Therefore he is one Son and Lord by union according to hypostasis, the Word having been brought together with the human nature, having shared in flesh and blood, and having been made like his brothers in all things. (Of Chrysostom.) But the blessed John says, regarding “as many as through fear of death were all their lifetime subject to bondage”: that is, he says this, that the one who fears death is a slave, and endures everything so as not to die.
ἣ ἐκεῖνο, ὅτι δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, καὶ τῷ μηδέ πω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσσοκωντες. Οὐ γὰρ δή που Ἀγγέλων Ἀγγέλων ἐπιλαμβάνεται. τὴν πολλὴν ἐνταῦθα φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν, " ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, " καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται πλέον τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς προσχῇς τῷ ῥηθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς τῷ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν, Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο· “ οὐ γὰρ δή που Ἀγγέλων, φησὶν, " ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ,” οὐκ Ἀγγένου φύσιν ἀνεδέξατο, φησὶν, ἀλλ’ ἀνθρώπου. τί δέ ἐστιν “ ἐπιλαμβάνεται;” οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῆς τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διὰ τι δὲ οὐκ εἶπεν ἔλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ " ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους, καὶ πάντα ποιεῖν ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν· ἔδειξε ὅτι φιλανθρωπίᾳ μόνῃ καὶ ἀγάπῃ καὶ κηδεμονίᾳ τοῦτο πεποίηκεν. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.
or that, that all were slaves of death, and were held fast by the fact that he had not yet been loosed; or that men lived together in continual fear, always expecting to die. For surely he does not take hold of angels. Wishing to show here the great love of God for man, and the love which he had for the human race, after saying, "Since then the children have shared in flesh and blood, he himself likewise partook of the same," he elaborates further on this passage. For do not take what is said in a simple sense, nor think that this alone was meant by his taking up flesh from us, that he did not grant this to angels: "For surely," he says, "he does not take hold of angels, but of the seed of Abraham"; he did not assume the nature of an angel, he says, but of a man. And what is "he takes hold of"? He did not, he says, grasp that nature of the angels, but our own. And why did he not say "he took," but used this word "he takes hold of"? By a metaphor drawn from those who pursue those who turn away, and do everything so as to overtake those who flee and lay hold of those who leap away; for the human nature that was fleeing from him, and fleeing far off—for we were far away—he pursued and overtook. He showed that he did this by love for man alone, and love, and care. Therefore he had to be made like his brothers in all things. He was born, he says, he was nourished, he grew, he suffered all that was necessary, finally he died; this is to be made like his brothers in all things.
ἐπειδὴ πολλὰ διελέχθη περὶ τῆς μεγαλότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ πατρὸς κα. θήμενος, οὗτος ἠθέλησεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι· καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὸ πρὸς τὸν Θεόν. Διὰ τοῦτο γὰρ, φησὶ, τὴν σάρκα ἔλαβε τὴν ἡμετέραν, ἐπειδὴ
καὶ ἀρχιερεὺς ἡμῶν γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς· οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη· εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί ἐστι " πιστός;” ἀληθὴς, δυνάμενος· ἀρχιερέως γάρ ἐστι πιστοῦ, τοὺς ὧν ἐστιν ἀρχιερεὺς, δύνασθαι ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἱν οὖν προσενέγκῃ θυσίαν δυναμένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγεν οὖν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς Θεὸν ἕνεκεν. ἐκπεπολεμωμένοι ἦμεν, φησὶ, τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι· οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν· εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἀρχιερεύς πῶς πιστὸς, ἐπήγαγεν, Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
Since he had spoken at length about his greatness and his glory on high, he next takes up the account of the economy, saying, as it were: This one so great, who is the radiance of the glory, who is the express image of his substance, who made the ages, who is seated at the right hand of the Father—this one willed to become our brother in all things; and for this reason he left the angels and the other powers, and came down to us and took hold of us, and worked countless good things: he destroyed death, cast out the devil from his tyranny, freed us from slavery, and he has honored us not only with brotherhood but also with countless other things. That he might become a merciful and faithful high priest in things pertaining to God. For this reason, he says, he took our flesh, since he willed to become our high priest before the Father solely out of love for humanity, in order to have mercy on us; for there is no other cause of the economy than this alone. For he saw us cast down on the ground, perishing, tyrannized by death, and he had mercy. What does faithful mean? True, able; for it belongs to a faithful high priest to be able to release from their sins those over whom he is high priest. In order, then, that he might offer a sacrifice able to cleanse us, for this reason he became man; he brought forward the things pertaining to God, that is, the things for the sake of God. We were, he says, at war with God, condemned, dishonored; there was no one to offer a sacrifice on our behalf. He saw us in these conditions and had mercy, not appointing a high priest for us, but himself becoming high priest. How faithful? He brought forward, To make atonement for the sins of the people.
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Πἀλιν ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ· “ ἐν ᾧ γὰρ " πέπονθε, φησὶν, “αὐτὸς,” περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν, τουτέστι δι’ αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθεν· οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα, οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράθη, ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καί τοι γε ἀπαθὴς ὁ Θεὸς ἐστίν· ἀλλὰ τὰ τῆς σαρκώσεως πάθη ἐνταῦθα διηγεῖται· ὡσανεὶ ἔλεγεν, καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Κυρίου, πολλὰ δεινὰ ἔπαθεν· οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν· τι οὖν ἐστι τὸ “δύναται τοῖς πειραζόμενος βοηθῆσαι;” ὡς ἃν εἴ τις εἶπε, μετὰ πολλῆς προθυμίας ὀρέξαι χεῖρα συμπαθὴς ἔσται “ εἰς” τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· καὶ διὰ τι μὴ εἶπε τῆς οἰκουμένης, ἀλλὰ “ τοῦ λαοῦ;” τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγεν, " αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε· τοῦτο γὰρ καὶ οἱ Ἀπόστολοι ἄνωθεν ἔλεγον, “ὑμῖν ἀναστήσας τὸν
For in that he himself hath suffered being tempted, he is able to succour them that are tempted. Again this is lowly and mean and unworthy of God: “For in that he hath suffered,” he says, “he himself” — here he speaks of the one who was made flesh, and it is said for the assurance of those who hear, and because of their weakness, that is, through the very experience of what we have suffered he came; he does not ignore our sufferings, not as God only does he know them, but also as man he has known them through the experience by which he was tempted, he suffered many things, he knows how to sympathize; and yet God is impassible; but here he recounts the sufferings of the incarnation; as if he had said, even the very flesh of the Lord suffered many terrible things; he knows what temptation is, no less than those who have suffered; for he himself also suffered. What then is “he is able to succour them that are tempted”? As if someone had said, with great readiness he will stretch out a hand and be sympathetic “to” make atonement for the sins of the people; and why did he not say of the world, but “of the people”? For he bore the sins of all, because for the present his discourse was about them, since the Angel also said to Joseph, “for he himself shall save his people”; for this had to happen first, and for this he came, to save these, and then through these those, even if the opposite has happened; for the Apostles also said this from the beginning, “having raised up for you
“ παῖδα αὐτοῦ, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς,” καὶ πάλιν, “ ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη.” τὴν εὐγένειαν δείκνυσιν ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγων ” εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας του λαοῦ, τέως οὐτῶ φησιν ὅτι γὰρ αὐτὸς ἐστιν ο τὰς αμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ τῷ παραλυτικῷ, εἰπὼν, “ἀφέ- “ωνταί σου αἱ ἁμαρτίαι,” καὶ ἐν τῷ βαπτίσματι, φησὶ γὰρ πρὸς τοὺς μαθητάς· ” πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, “ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “ τοῦ Ἁγίου Πνεύματος.” ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς. τριὰς, μονὰς, ἐλέησον. τῶν εἰς τὴν πρὸς Ἑρβαίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α'. ΤΟΜΟΣ Β΄. ΚΕΦ. Δ. Οτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον. Ὅθεν ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· μέλλων προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον τὸν λόγον ἦγ’ ἄγεν, οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν, ἤρξατο ἀπὸ τῆς σαρκὸς
“his servant, he sent him to bless you,” and again, “to you the word of salvation was sent.” He shows the nobility here, speaking of the Jewish, saying “to make atonement for the sins of the people”; for the present he says thus, that he himself is the one who forgives the sins of all, he made clear also to the paralytic, saying, “Your sins are forgiven you,” and in the baptism, for he says to the disciples: “Go, make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit.” But whenever Paul takes hold of the flesh, he thereafter utters all lowly things, fearing nothing. Trinity, Unity, have mercy. Of the expository selections on the Epistle to the Hebrews of Paul the Apostle, volume 1. Volume 2. Chapter 4. That Christ is to be believed as Moses was believed, and according to the superiority of God to man. Therefore, holy brothers, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus Christ, being faithful to the one who made him, as also Moses was in his whole house. (Of Chrysostom.) The blessed John says: intending to set Moses before them by way of comparison, he led his discourse to the law of the high priesthood, for all had no small opinion concerning Moses, and he already lays down beforehand the seeds of the superiority. He begins indeed from the flesh, but ascends to the divinity, where there was no longer comparison; he began from the flesh
τέως τὸ ἴσον τιθέναι, καὶ φησιν, " ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ,” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως ἔτι πολὺ τὴν αἰδῶ, φησὶ, τῷ ποιήσαντι αὐτόν· τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων, “ ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ, τουτέστι, ἐν τῶ λαὼ, ἐν τῶ ἱερῶ· ἐνταῦθα δὲ τὸ ἐν οἴκω αὐτοῦ φησιν, ὡς ἃν εἴποι τις περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τις ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς τῷ λαῷ. ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαὸν, φησὶν, ἐπήγαγεν, “ οὗ ὁ οἰκός ἐσμεν ἠμεῖς.” τι ἐστι “πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν;” τουτέστιν εὐνοικὸν προϊσάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φθείρεσθαι ἁπλῶς. Ἀπόστολον δὲ αὐτὸν καλεῖ διὰ τὸ ἀπεστάλθαι, “ καὶ ἀρχιερέα τῆς ὁμολογίας “ ἡμῶν,” τουτέστι τῆς πίστεως· καὶ αὐτὸς γὰρ λαὸν ἐγκεχείρισται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ μείζονα καὶ ἐπὶ μείζοσιν. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησι· Μωϋσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδόν· ἀλλ’ ἦν ἰσχνό- φωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τοτηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ, καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ.
For the present, to state what is equal, he says, "as also Moses in all his house," and he does not immediately show the superiority, lest the hearer leap away and straightway stop his ears. For even if they were faithful, yet he says they still had much reverence for the one who made him. What did he make him? Apostle and high priest. Here he says nothing about essence, nor about divinity, but for the present about human dignities: "as also Moses in all his house," that is, in the people, in the temple. But here he says "in his own house," as one might say concerning those in the household; just as a certain steward and manager of a house, so was Moses to the people. For that he here called the people a house, he says, "whose house we are." What is "being faithful to the one who made him"? That is, being well-disposed toward his own, not allowing them to be destroyed outright. But he calls him Apostle because he was sent, "and high priest of our confession," that is, of the faith; for he too was entrusted with a people, just as that one was with the leadership of a people, but greater and over greater things. (Of Cyril.) But the blessed Cyril says: Moses, the divinely inspired, led Israel into the knowledge of God through type and shadow, and pointed out the way of righteousness in the law; but he was weak-voiced and slow-tongued; therefore at that time the God of all was known to those in Judea alone, and from Dan even to Beersheba, and from river and sea; for these are the boundaries of the land of the Jews; and his name was great and most well-known.
καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαβὶδ, ψάλλει που καὶ φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραὴλ, " ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες “ ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ, καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίαν, “ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, “ καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μώσεως ὁρᾶται κήρυγμα· προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα, καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς, τὰ πρόσκαιρα καὶ εὐμάραντα. γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· “ δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ,” καὶ “ ἔστιν ἀδύνατον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας.” Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς, βεβοήθηκε τοῖς πειραζομένοις. Κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὣν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ μονογενὴς αὐτοῦ Λόγος·
And the prophet David, seeing this, sings somewhere and says to him concerning those from Israel, "You brought a vine out of Egypt; you drove out the nations and planted it." And he adds to these things, setting the boundaries of Judea at the Euphrates river, and indeed also at the sea toward the south and the Indian sea, "She stretched out her branches to the sea, and her shoots to the rivers." Therefore the proclamation of the all-wise Moses is seen to be confined and barely reaching even to one nation; and he added to those who were called the rewards of obedience, and the recompenses of the life under the law—things temporary and easily dissolved. And I mean that he names the land of promise everywhere. And the law has justified no one; for "no one is justified before God in the law," and "it is impossible for the blood of goats and bulls to take away sins." But our Lord Jesus Christ has become a merciful and faithful high priest to make atonement for the sins of the people, and in that he himself has suffered being tempted, he has helped those who are tempted. For he has called the whole inhabited world with a holy and heavenly calling, and he has become a merciful high priest, because he was not a minister of the law that condemns, but rather with unforgetting grace and love he has justified through faith, and he has granted us the washing away of our former trespasses. For being merciful always and by nature, his only-begotten Word has been appointed mediator between us and God through his incarnation.
ἵν ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν, καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν, καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις, “ ἐν ᾧτ’ πέπον- “ θεν αὐτὸς πειρασθεὶς,” “ τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις “ τὸ πειρασθεὶς,” ἀντὶ τοῦ πεπονθὼς, ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου, καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν· οὐκοῦν “ βεβοήθηκε τοῖς πειραζομένοις,” εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, ἵν οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ιουδαίων, “ καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς “ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν “ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, “ εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.”
So that, just as he was always good and merciful, so too again having been appointed high priest he might have compassion on those on the earth, doing the things dear and customary to him, and not departing from his own good things, and might show even the Father in the heavens to be propitious to us. And he became faithful according to the will of God and the Father, offering himself for us as a sweet-smelling aroma, and bearing the sins of us all in his body on the tree, as it is written: for thus he has helped those who are tempted, "in that he himself has suffered being tempted," "for by his wound we were healed," according to what is written. Let "being tempted" then be understood in these things as meaning "having suffered," that is, having endured the temptation that came from those who crucified him; for giving over for all the body in which he suffered, he freed us all, both from death and from sin and from temptations; therefore "he has helped those who are tempted," one having died for all, he who is more worthy than all creation, so that those who live might no longer live for themselves, but for him who died and was raised for them. For that Christ suffered in the flesh, making us holy, the divinely inspired Paul will assure, saying to those from the Gentiles and Jews, "and you, who once were alienated and enemies in mind in evil works, but now he has reconciled in the body of his flesh through death, to present you holy and blameless and irreproachable before him, if indeed you continue in the faith, founded and steadfast and not moved away from the hope of the gospel which you heard."
σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν. Ὅθεν, ἀδελφοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μώσεως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται, καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος, καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι, “ καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν “ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” καὶ πάλιν, “ ὁ πρῶτος ἄνθρωπος “ ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἷος ὁ χοικὸς, τοιοῦτοι “ καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι· μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν ἐν οὐρανοῖς τὸ πολίτευμα· “ οὐ γὰρ τοῖς ἀρχαίοις ἐν “ ἴσῳ προσεληλύθαμεν ἡμεῖς, ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ “ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων·
It is wise, then, for those who have been called to a living and abiding hope to speak thus. Therefore, brothers, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus, who is faithful to the one who made him, just as Moses also was in his house. And he very reasonably calls the calling through Christ heavenly; for the God of all things will grant grace to those called through him, not things temporary and easily lost, and such things as the law given through Moses gave to the ancients, but such things as extend to those once deemed worthy to attain to a long life, and possess an irrevocable possession. But we have also been called heavenly in another sense, since Christ is first, and has become for us both the way and the door. And indeed Paul says, "And just as we bore the image of the earthly, let us also bear the image of the heavenly"; and again, "The first man is from the earth, earthly; the second is from heaven; as is the earthly, such are those who are earthly; and as is the heavenly, such are those who are heavenly." We have therefore become heavenly; for we are being formed into Christ through the Spirit, who is from heaven; for this reason, even while walking on earth, we have our citizenship in the heavens; "for we have not come to the same things as the ancients, to a fire that can be touched and to darkness and gloom and tempest and the sound of a trumpet and the voice of words."
“ προσεληλύθαμεν δὲ μᾶλλον Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος “ Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων, πανηγύρει καὶ “ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ " Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθή- “ κἠς νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λα- “ λοῦντι παρὰ τὸ βελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἅβελ κατεκεκράτει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου· λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα, τὸ τίμιον αἷμα· μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον, καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν. Κατανοήσωμεν τοίνυν τὸν Ἀπόστολον καὶ καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν. Ἀρχιερέα δηλονότι καὶ Ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ πατρὸς, ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὑτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοὴν τινὸς πρὸς Θεόν. Συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων, “ εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ “ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς “ ἴχνεσιν αὐτοῦ.” καὶ αὐτὸς δέ φησιν ὁ Σωτῆρ’· “ εἰ τις θέλει “ ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ, καὶ ἀκολουθείτω μοι.” τῷ γε μὴν ὠνομᾶσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ· θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἄν· καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός.
But we have come rather to Mount Zion, and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels, to the festal assembly and church of the firstborn who are enrolled in heaven, and to God the judge of all, and to the spirits of the righteous who have been made perfect, and to Jesus, the mediator of a new covenant, and to the blood of sprinkling that speaks better than Abel. For the blood of Abel prevailed against the murderer and fratricide; but his blood speaks of better things—the precious blood; for it all but pleads with the Father for mercy upon the world, and through it we have been sprinkled unto righteousness. Let us therefore consider the Apostle and high priest of our confession, Jesus, who is faithful to the one who made him. Clearly he is high priest and apostle, who became faithful even unto death and the cross, humbling himself in the good pleasure of the Father, so that he might also make us imitators of himself, not fearing on his own account to endure death, if one should come forward at times through piety and obedience toward God. And the blessed Peter will also join with us for this, saying thus: "For to this you were called, because Christ died for us, leaving us an example, so that you should follow in his footsteps." And the Savior himself also says: "If anyone wishes to come after me, let him deny himself, and take up his cross, and follow me." Now in that the Son is called faithful, this would do no injustice to his glory; for one may see that the term is most fitting for God; and it is applied also to God the Father himself.
γέγραπται γοῦν ὅτι “ Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος. ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν, ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, “ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.” καὶ μὴν ὁ Παῦλος “ πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ “ Υἱοῦ αὐτοῦ·” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τὸ “πιστὸς,” ἣ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν, ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν ; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐνανθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς, ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. Θεοδώρητοσ. Πάλιν ἀρχιερέα καὶ Ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν· εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν, ὅτι δὲ καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονε ἐν τῇ πρὸς Γαλάτας ἔδειξεν, “ ἐξαπέστειλε γάρ’ φησὶν, “ ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ “ γυναικός.” ἔφη γοῦν “ ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ “ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός “ με· τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ “ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ “ ἐσχάτῃ ἡμέρᾳ.” δεδέμεθα γὰρ ὡς Σωτήρι’ καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ, πᾶν ὅτι ἃν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς, ὅτι καὶ δύναμις
It is written, then, that "God is faithful, and there is no injustice in him; the Lord is righteous and holy." And one of Christ's disciples also said, so that "those who suffer according to the will of God should commit their souls to a faithful Creator." And indeed Paul says, "God is faithful, by whom you were called into fellowship with his Son." For what else does "faithful" signify to us in these passages than that he is secure and steadfast and trustworthy for belief in whatever he may say, or in whatever he may choose to accomplish? And the Son became such toward the Father, both having been sent in his becoming man, and having endured the cross and death, in order to accomplish what seemed good to him. Theodore. Again he has called him high priest and apostle as a man; for if he is high priest as God, this would have been so even before his becoming man. But that he also became an apostle of our confession after his becoming man, he showed in the letter to the Galatians: "For God," he says, "sent forth his Son, born of a woman." He said, then, "that I have come down from heaven, not to do my own will, but the will of him who sent me; and this is the will of him who sent me, that of all that he has given me I should lose nothing, but raise it up on the last day." For we have been bound to the Son as to a Savior and life-giver, and this was his work from the Father; for he works through the Son, accomplishing in a God-befitting manner everything that he wishes to be accomplished, since he is also power
αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ο Ι ἰὸς, “ ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ “ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, “ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ μὲ ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαβίδ· “ ἔντειλαι, ὁ Θεὴ, τῇ δυνάμει σου, δυνάμωσον ὁ “ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.” Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἣ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος, καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μώσεως δοθέντα νόμον ἱερουργοῦν τῷ Θεῷ, ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες, ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο, κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος, “ Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “ μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ “ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος “ τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος.” τὴν σάρκα ἐκείνην λέγει μείζονα καὶ τελειοτέραν σκηνὴν, κἀς ὃ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ·
His also is wisdom. Therefore he himself also said, "I have testimony greater than John's; for the works which the Father has given me, that I should complete them, the works which I do, testify concerning me, that the Father has sent me." And David somewhere sings: "Command, O God, with your power; strengthen, O God, this which you have worked in us."
But come, let us inquire diligently whether it seems good to ask what sort of priesthood of the Son this is, and in what respects it came about—whether it is servile and a ministry of another's glory, or rather most fitting for the Son according to nature, and not inconsistent with the accounts of the incarnation. For those of old who served as priests to God according to the law given through Moses brought worship as in a type and shadow, themselves consecrating the Son to the Father, and offering up for a sweet odor, as in the case of the kid and the ram and the calf many times. For a kid was slain for sin, according to the faith of the sacred writings, but in those things was the form of the truth. And the most wise Paul has written to us: "But Christ, having appeared as high priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands, that is, not of this creation, nor through the blood of goats and calves, but through his own blood, entered once for all into the holy places, having found eternal redemption."
He calls that flesh the greater and more perfect tabernacle, in which God the Word and all the energy of the Spirit dwells.
“ οὓ γὰρ ἐκ μέτρου διδῶσιν ὁ Θεὸς τὸ Πνεῦμα,” τελειοτέρας δὲ ὡσείτε καὶ ἀλήπτου οὔσης καὶ μείζονος κατορθούσης, τουτέστι, φησὶν, “ οὐ ταύτης τῆς κτίσεως·” ἰδοῦ πῶς μείζονος, οὐ γὰρ ἄνθρωπος αὐτὴν κατεσκεύασεν, οὐδὲ ταύτης τῆς κτίσεως ἐστιν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ, διὰ τῆς μείζονος σκηνῆς, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος καὶ εἰσερχομένην εἰς τὰ ἅγια τῶν ἁγίων, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ κἄ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ὥσπερ γὰρ
ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ὡς ἔχουσα τὴν θεότητα. Ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω πολλοῦ γε καὶ δεῖ. σέσωκε γὰρ τὴν ἐπουράνιον αἵματι τῷ ἰδίῳ, καὶ οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἱερεὺς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας· “ καὶ γὰρ ἦν ἀδύνατον αἷμα “ ταύρων καὶ τράγων ἀφαιρεῖν ἅμαρτ’ ” ὅθεν καὶ δευτέρας διαθήκης ἐξετέθη τύπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ, γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν·
“For God gives the Spirit not by measure,” but since a more perfect and, as it were, unattainable and greater thing sets it right—that is, he says, “not of this creation.” See how it is of something greater; for man did not construct it, nor is it of this creation, that is, not of these created things, but of the Holy Spirit. Do you see how he calls the body a tabernacle and a veil and heaven, through the greater tabernacle, through the veil, that is, his flesh, and into the inner part of the veil and entering into the holy of holies, now to appear before the face of God. For what reason, then, does he do this, and also another and another thing signified? What I mean is something like this: the veil is heaven; for just as a veil walls off the holy place, so also the flesh hides the divinity, and a tabernacle likewise, as having the divinity. For the power of the service was carried out by the blood of another for the priests according to the law; for they served a copy and shadow of the heavenly things; but Christ did not do so—far from it. For he has saved the heavenly things by his own blood, and he has become a priest not according to the law of a fleshly commandment, but according to the power of an indestructible life; for he has brought himself near on our behalf, since the service in the type was weak for justification; “for it was impossible for the blood of bulls and goats to take away sins.” Therefore also the type of the second covenant was set forth, since the first did not have blamelessness in itself. And the Son, who is by nature from him, knowing the will of God and the Father, offering himself at once on behalf of us all and about to perform the priestly service to him, became man for our sake.
καὶ τούτου μάρτυς γένοιτ’ ἃν ἡμῖν οὐ ψευδοέπης ὁ μακάριος Παῦλος· ἔφη γὰρ πάλιν περὶ αὐτοῦ, “ διὸ εἰσορχόμενος εἰς τὸν κόσμον, λέγει, “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· “ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον, ἰδοὺ “ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται ῥάπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ “ Θεὸς, τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος ; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται ; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Κυρίλλου. Ἐκβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τυπικῶς δὲ μᾶλλον, ἀλλὰ φυσικῶς, ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου, καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρός· ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀνάλλαγμα γένηται, τεθνεὼς σαρκὶ κατὰ τὰς γραφὰς· γέγονε γὰρ διὰ τοῦτο καινῆς διαθήκης μέσ’ ἴτης, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος· προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς, καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ
And of this the blessed Paul, who does not lie, would be our witness; for he said again concerning him, "Therefore, when he comes into the world, he says, 'Sacrifice and offering you did not desire, but a body you prepared for me; burnt offerings and sacrifices for sin you did not seek. Then I said, Behold, I have come—in the volume of the book it is written of me—to do your will, O God.'" Who then is he who comes into the world? And how is he said to have entered at all? Was he not previously outside it and, as it were, estranged from it? Cyril. Therefore the Word who is from God has come forth into this world, not typically but naturally, when he himself also appeared as a part of the world, God the Father having prepared a body for him, so that he might become an exchange for the life of all, having died in the flesh according to the Scriptures; for for this reason he became the mediator of a new covenant, so that, death having occurred for the redemption of the transgressions under the first covenant, those who are called might receive the promise of the eternal inheritance. He has therefore been named high priest and apostle of our confession, having been very well made so; he has approached the Father as a sweet fragrance of the Spirit, and as those already purified we draw near, saying the lesson of our faith. When, therefore, the confession of the pure faith and
ὁμούσιον τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς, οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερούργει καὶ προὔχοντι τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσι,, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ’ ἃν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ, καὶ μεμένηκε Λόγος, καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν, καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος, “ ὡς γέγονε μὲν Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, “ πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς “ ἐν τῷ οἴκῳ αὐτοῦ· πλείονός γε μὴν δόξης αὐτὸς ἠξίωται παρὰ “ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας “ αὐτόν.” καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγόν· ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ, οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ, καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται· πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέ- σθαι Χριστὸν Ἀπόστολον καὶ ἀρχιερέα, καὶ πρός γε τούτῳ, πιστόν· καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μώσης· εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μώσεως ὄνομα, καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς, τῷ λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ·
We have been commanded to make a consubstantial Trinity, how is it not clear to all, not as if he were officiating it for another rather than for himself, one who is preeminent and transcendent by nature, but rather for himself together with the Father and the Holy Spirit. Therefore God, then, having even become flesh, one would reasonably understand; for we have been justified by confessing that he both became flesh and remained the Word, and that he trampled down the power of death on our behalf, being life by nature as from the Father who is life. For that Emmanuel is God by nature and truly the Son, the blessed Paul will assure us no less, saying, "that he became both Apostle and high priest of our confession, faithful indeed to the one who made him, just as also Moses in his house; yet he has been deemed worthy of greater glory than Moses, insofar as the one who built it has greater honor than the house." And here again it comes upon me to marvel at the mystagogue; for he cunningly runs up to Israel, which had not moderately inclined toward the inn, and toward the need to be set against Christ, and he touches on the words and encomia concerning Moses; calling him faithful, and introducing along with these, elegantly, the very great preeminence of our Savior's superiority; for he said that Christ became Apostle and high priest, and in addition to this, faithful; just as, of course, Moses himself also became; and having very aptly brought the name of Moses into the middle, and having first set down the praises concerning him, by his argument he has shown immediately afterward that he is behind the glory of Christ.
τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν, “ καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων, καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων, καὶ αὐτοῦ δὲ δηλονότι Μώσεως, στεφανοῖ δὲ διὰ τῶν τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γὰρ ἔστιν ἀληθὲς, ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν τῶ ποιητῆ, πῶς ἃν ἐνδοιάσειέ τις, ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν ; ἐπιτήρει δὲ ὅτι τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας γίας ἡμῶν, ἡμῶν, αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν,
καθὰ καὶ αὐτὸς ἢν ὁ ἱεροφάντης Μωσῆς· ” πλείονός γε μὴν ἠξιῶ- “ σθαι δόξης παρ’ ἐκεῖνον, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ “ κατασκευάσας αὐτόν.” προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν· “ πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ “ δὲ τὰ πάντα κατασκευάσας Θεός·” οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ’ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ’ αὐτὸν, ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως. Ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος μονογενὴς Υἱὸς, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ, καὶ εἰ γέγονε σὰρξ, τὸ πρὸ παντὸς εἶναι χρόνου, καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ὅτι τῶν ὅλων ἐστι γενεσιουργός·
For he said that he was honored more greatly, "inasmuch as the one who built the house has more honor than the house." Do you see how even the Word of God, who came to be in flesh and is understood in the form of a servant, in the economy of salvation is brought back from the measures of humanity and, placing him beyond the boundaries of servitude, he says that he is the creator of all things, and clearly of Moses himself, and through these things he crowns him with the glory of natural lordship. For if it is true that none of the things made will be the same in essence as the maker, how could anyone doubt that the one who built it will be in every way and altogether better in glory? Observe also that the Apostle and high priest of our confession, he said, became faithful to the one who made him, just as Moses the hierophant himself was; but that he was deemed worthy of more glory than that one, "inasmuch as the one who built the house has more honor than the house." And he adds to these things, demonstrating that Jesus is God: "every house is built by someone, but the one who built all things is God." Therefore, if Christ were a mere man among us, the things concerning him would have to be judged from the time of his generation according to the flesh alone. But since the only-begotten Son, older than the ages themselves, became man in the good pleasure of God the Father, and he has been called Christ Jesus—for this name is new to him and came in with the times of the economy—there will again belong to him, even if he became flesh, both his being before all time and the necessity of being confessed by us, that he is the creator of all things.
“ εἷς γὰρ Θεὸς ὁ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ “ τὰ πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς, αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἃν εἴη, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως, καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἀβραὰμ πρὸς τὸν Ἰσραὴλ, λέγων· “ Ἀβραὰμ ὁ “ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κὰγ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον, “ “πεντή- “ κοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς· “ Ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἀβραὰμ καὶ Μώσεως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργός· ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημά- τῶν προυφεστάναι λέγειν ’τον ποιήτην καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μώσεως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν, ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων
"For there is one God the Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things," and again, "Jesus Christ is the same yesterday and today, and the same forever." How then can he himself be according to yesterday, although he was born in the last times of the age? Because the most ancient property of the nature of the Word of God, as I said, has necessarily remained inseparable from him, even in the times of the most recent economy with the flesh. And indeed he once held converse concerning the forefather Abraham with Israel, saying: "Abraham your father rejoiced that he might see my day, and he saw it and was glad." But they, in no way understanding the mystery concerning him, and supposing him to be simply a man like us and nothing beyond that, said foolishly, "You are not yet fifty years old, and have you seen Abraham?" And he said to them: "Amen, I say to you, before Abraham came to be, I am." He is therefore the craftsman and creator of Abraham himself and of Moses and of all things; and it is entirely necessary to say that the maker pre-exists his own works, and that the archetypal beauty appears beforehand to those created according to its image. Therefore the glory of Christ will surpass the measure of Moses incomparably, and indeed of every creature called into being. And in another way as well the divinely inspired Paul tries to give full assurance that his account of these things has been wise and true
λόγος· “ ἦν μὲν γὰρ,” φησὶν, “ ὁ Μώσης πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς “δὲ ὡς Υἰὸς ἐπὶ τὸν οἰκον αὐτοῦ, οὑ ὁ οίκος ἐσμὲν ἡμεῖς.” Ἄθρει δὴ οὖν, ὅπως τῷ μὲν μακαρίῳ Μωϋσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν, τῷ γνησιότητος τρόπῳ κοσμούμενον· εἰναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν, “ εἰς μαρτύριον τῶν λαληθησομένων,” τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγω Χριστὸν δὲ οὐχ οὕτως. εἰ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μώσης διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους, καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, καὶ κατῴκησεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῶν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καί τοι τοῦ πανσόφου Μώσεως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μώσεως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων· μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καί τοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί·
He says: "For Moses was faithful in all his house as a servant, for a testimony of the things that were to be spoken, but Christ as a Son over his house, whose house we are." Consider, then, how he assigns to the blessed Moses the measure of servitude, adorned with the manner of genuineness; for he says he was faithful in the house, "for a testimony of the things that were to be spoken," that is, for the ministry of the things spoken by God through the Word. But Christ is not so. For he was not a faithful servant as in a house, but as a Son and Lord over the house of the Father, that is, over us who have been justified in faith and sanctified in the Spirit. For Moses instructed the more ancient generations through the shadow of the law, and received the honors of servile genuineness, God saying to him: "But you, stand here with me." But far greater things are in Christ. For he has sat down at the right hand of the throne of majesty on high, and he has dwelt as Son and Lord in the house of his Father. For he dwells in us as God through his own Spirit, although the all-wise Moses dwelt in no one, for we have not become partakers of Moses, nor of any other of the saints; but we have partaken of Christ, both through the Spirit and through the mystical blessing. And indeed, though God says through one of the holy prophets, "I will dwell in them and walk among them, and I will be their God," now that the time has already come in which this had to be fulfilled, Christ has dwelt in us according to the ancient promise, in order that he might make us temples of the living God, that is, of himself, and unite us through himself to God the Father.
καὶ γοῦν ἔφη τοῖς ἁγίοις Ἀποστόλοις, “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ “ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν·” “ ὁ γὰρ κολλώ- “ μένος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, πάλι, οὕτω φησίν· “ οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πι “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, “καθὼς σὺ Πατὴρ ἐν ἐμοἱ, κάγὼ έν σοί· ίνα καὶ αὐτοὶ ἐν “ ἡμῖν ἓν ὠσιν· ἴνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας, “ κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν,
“ καθὼς καὶ ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι “τετελειωμένοι εἰς ἕν.” Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλάισμα τετηρηκόσι τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν, οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος Υἱὸς, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναός· ἀλλ’ ὅτι “γέ- “ γονε” μὲν κατὰ τὰς γραφὰς “ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἰς, καὶ Κύριος εἱς, Ἰησοῦς ὁ Χριστός. Τοῦ μακαρίου Ἀθανασίου. Ποιητὴς γὰρ ὣν καὶ δημιουργὸς, ὕστερον γεγένηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν και ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. πότε γὰρ πεποίηται, ἣ πότε Ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός·
And indeed he said to the holy Apostles, "In that day you shall know that I am in my Father, and you in me, and I in you"; "for he who is joined to the Lord is one spirit," according to what is written. And presenting us also to God and the Father, again he says thus: "I do not ask concerning these only, but also concerning all who believe through their word in me; that all may be one, just as you, Father, are in me, and I in you; that they also may be one in us; that the world may believe that you sent me, and I have given them the glory which you have given me, that they may be one, just as we also are one; I in them, and you in me; that they may be perfected into one."
Therefore in Christ we have gained the good of union with God and the Father, and it remains altogether in us, who have kept so bright and manifest a glory, preserving the boldness and the boast of hope, and besides these things believing, not that there is another Son besides the one from God the Father, individually and in part—the temple born of the holy virgin—but that "the Word became" according to the Scriptures "flesh, and dwelt among us," yet he has not ceased to be God, but there is one Son, and one Lord, Jesus the Christ. Of the blessed Athanasius. For being Maker and Creator, he later became high priest, having put on a body that is generated and made, which he can also offer up on our behalf; therefore he is also said to have been made. For when was he made, or when did he become Apostle, except when he partook similarly with us of blood and flesh?
ταύτην γὰρ προσενέγκας τὴν σάρκα δι’ ἑαυτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, ὅτι οὐ πίστεως μετέχων, οὐδ’ ἔστιν 1 ἀπιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἃν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμενοαι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρμοῦ· ἡ δὲ τοῦ Σωτῆρος θυσία, ἅπαξ γενομένη, τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός· καὶ ἡ μὲν κατὰ νόμον ἱερατεία, καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος καὶ ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γινόμενος, εἰς τὸ ὑπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· καὶ ὁ μὲν Μώσης θεράπων, ὁ δὲ Χριστὸς Υἱός· καὶ ὁ μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης ἄνθρωπος ὣν φύσει, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ·
For having offered this flesh through himself, he was named high priest, and he became merciful and faithful: merciful, because in offering himself for us he had mercy on us; faithful, because he does not partake of faith, nor is he unbelieving as we are, but is owed belief concerning whatever he says and does, and because he offers a faithful sacrifice that remains and does not fall away. For the sacrifices offered according to the law did not possess faithfulness, being provided daily and needing purification again; but the sacrifice of the Savior, having been made once, has perfected the whole and has become faithful, remaining through all time. And the priesthood according to the law passed from one to another by death; but the Lord, having a high priesthood that is unchangeable and without successor, has become a faithful high priest, remaining always, and becoming faithful to the promise, so as to obey and not lead astray those who draw near. And Moses was a servant, but Christ a Son; and the one was faithful in the house, but this one over the house, as he himself made it, being both its Lord and its creator, and as God sanctifying it. For Moses, being a man by nature, became faithful, believing in God who spoke to him through the word.
ὁ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὐπ’ αὐτοῦ. Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῆ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πάτερες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρά- κοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Σοφωτάτην ἐν τούτοις ποιεῖται τὴν ἐπίπληξιν τοῖς Ἐβραίων δήμοις, εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν τοῖς πατράσι συμεβηκότων κατὰ τὴν ἔρημον. ἐκλετυτρωμένίι γὰρ τῆς Αἰγυπτίων πλεο- νεξίας, ὀψὲ καὶ μόλις τὸν τῆς ἀσυνήθους δουλείας ἀπολυσάμενοι ζυγὸν, κέκληνται πρὸς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην· εἶτα πλείστων τε ὅσων αὐτοῖς καὶ μὴν καὶ ἀξιαγάστων ἐπιδειχθέντων σημείων, παροτρύνοντες οὐ διαλελοίπασιν ὃν διὰ πάσης ἐπεικείας, καὶ τῆς εἰς ἅπαν ὁτιοῦν εὐπειθείας θεραπεύειν ἐχρῆν. ἐπειδὴ ἧκον πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς ἀεὶ προσδοκηθείσης αὐτοῖς χώρας τε καὶ γῆς, προσκεκρούκασιν ἀπιστήσαντες· μὴ γὰρ μὴ δύνασθαι διασώσειν αὐτοὺς τὸν τῶν δυνάμεων Κύριον παραφρονοῦντες ἔφασκον, ἀπολεῖσθαι δὲ καὶ οὐκ εἰς μακρὰν διὰ χειρὸς τῶν κατοικούντων ἐν αὐτὴ, καὶ δὴ καθίσαντες ἔκλαιον, καὶ ύπονοστῆσαι πάλιν εἰς τὴν τῶν πλεονεκτησάντων ἐβουλεύοντο γῆν. τί οὖν πρὸς ταῦτα Θεός ;
The Word was not, like one of the created things, in a body, but God in flesh, and Creator, and Maker in the thing made by him. Therefore, just as the Holy Spirit says, Today, if you hear his voice, do not harden your hearts, as in the provocation, on the day of testing in the wilderness, where your fathers tested me, they proved me and saw my works for forty years; therefore I was grieved with that generation, and I said, They are always going astray in their heart, but they did not know my ways; as I swore in my wrath, if they shall enter into my rest. In these words he makes the most wise rebuke to the peoples of the Hebrews, bringing them to remembrance of the things that happened to their fathers in the wilderness. For having been ransomed from the oppression of the Egyptians, and having late and with difficulty been released from the yoke of unaccustomed slavery, they are called to the land promised to their fathers; then, when very many and indeed wondrous signs had been shown to them, they did not cease urging them to serve him with all gentleness and obedience in everything whatsoever. Since they had now come to the very borders of the land and country always hoped for by them, they stumbled in unbelief; for in their folly they said that the Lord of hosts was not able to save them, but that they would perish, and that not long hence, by the hand of those who dwelt in it, and so they sat down and wept, and planned to return again to the land of those who had oppressed them. What then does God say to these things?
“ προσώχθισα τῇ γενεᾷ ταύτῃ, ’ φησὶ, “ καὶ ε7πον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς “ ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου.” εὐθέως οὖν ὁ Παῦλος παρενεγκὼν εἰς δεαμα τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διά γε τὸ ἀπιστεῖν ἑλέσθαι Θεῷ, “ Bλέπετε,” φησὶν, “ ἀδελφοί· μή ποτε ἔσται ἔν τινι “ ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ “ ζῶντος.” ἡ μὲν οὖν ἀπιστία δίκης τε ὁμοῦ καὶ ὀλέθρου προμνή-
στρια γένοιτ’ ἄν· καὶ μάλα εἰκότως τοῖς ἀγαπῶσιν αὐτήν· τὸ δὲ δὴ προσήκασθαι μὲν τὴν πίστιν τὴν εἰς Χριστὸν, μὴ μὴν ἔτι καὶ ὑγιῶς τοῦτο δρᾷν, φαίην ἂν ἔγωγε, τοῖς τῆς ἀπιστίας αἰτιώμασιν, ἀδελφὴν ὥσπερ τινὰ τὴν φαυλότητα νοσεῖν. (Εὐσεβίου.) Εὐσέβιός φησιν, ἅπαξ ποτὲ, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον αὐτὸ πράξητε, ἐὰν αὖθις,, αὐτοῦ τῆς φωνῆς ἀκούσητε ἐν ἀνθρώποις γενομένου. τὸ δὲ “ σήμερον” εἰς πάντα τὸν ἐνεστηκότα αἰῶνα ἀναφέρει· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. “ διὸ προσώχθισα τῇ γενεᾷ “ ἐκείνῃ,” τούτου, φησὶν, ἕνεκα, τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οἱ δὲ οὐδὲ ταῖς ἀπειλαῖς προσέχειν ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἐβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπέλαυσαν γῆς.
"I was provoked with this generation," he says, "and I said, 'They are always led astray in their heart, and they did not know my ways; as I swore in my wrath, they shall not enter into my rest.'" Paul, then, having immediately set before their eyes the things that happened to the ancients because they chose to be disobedient to God, says, "Take heed, brothers, lest there be in any of you an evil heart of unbelief in departing from the living God." Unbelief, then, would be a forewarner of both judgment and destruction, and very fittingly so for those who love it. But to have embraced the faith in Christ and yet not to do this soundly, I would say, is to be sick with a sister, as it were, to the charges of unbelief, namely, worthlessness. (Of Eusebius.) Eusebius says: Once, he says, you hardened your hearts when you heard his voice in the wilderness; see to it, then, that you do not do it a second time, if you again hear his voice when he has come among men. And "today" he refers to the whole present age; for each day of the age is signified by "today." "Therefore I was provoked with that generation," he says, for this reason, I loathed that generation, seeing the fickleness and instability of their mind. And they did not know my ways; as I swore in my wrath, they shall not enter into my rest. But they were unwilling even to pay heed to the threats, nor did they wish to loose the threat by repentance; for which reason they did not enjoy the land promised to their fathers.
τὴν γὰρ γῆν ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσε, κατὰ δὲ τοὺς ἅλλους ἑρμηνευτὰς ἀνάπαυσιν. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τὰς μεταβάσεις ὡς ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης ἐν ἡ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν· ὁδοὺς δὲ Θεοῦ, τὰς οἰκονομίας ἐκάλεσε. τὰ αὐτὰ δὲ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνοιμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως, ἥτις γενήσεται μέτα τὴν ἔξοδον τοῦ παρόντος βίου· τότε γὰρ τὸ ἀληθινὸν σάββατον ἡμᾶς διαδέξεται, ἐν ᾧ ἀληθινῷ σαββάτῳ αὐτὸς ὁ Θεοῦ Λόγος ἀναπαύσεται ἐν ἡμῖν, τοῖς διὰ πράξεων ἀγαθῶν τὴν ἀρετὴν κατορθώσασιν. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης εἰς τὸ ” “ λέγει τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ
For he called that land his rest, but according to other interpreters, a repose. For since in the wilderness they made many migrations as travelers, the tabernacle leading the way in which God was thought to dwell, but in the land of promise they themselves also ceased from their journeying, and the tabernacle was fixed in the consecrated places, with good reason he called the land of promise a rest; and the ways of God he called his dispensations. The same things will also succeed us, if, hearing the voice of God still even now calling us back according to today's day, we harden our own hearts; for the wrath of God will overtake us, and we will fall away from the rest that is with him and with him, which will come to pass after the departure from the present life; for then the true Sabbath will succeed us, in which true Sabbath the very Word of God will rest in us, who have achieved virtue through good deeds. (Of Chrysostom.) But the blessed John, regarding the phrase "says the Spirit, the Holy One, Today if you hear his voice"
“ἀκούσητε,” λέγει, περὶ ἐλπίδος ἢν αὐτῷ ὁ λόγος, ὅτι χρὴ ἐλπίἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσιν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς “ τὴν κατάπαυσίν μου.” τρεῖς φησὶ καταπαύσεις εἶναι, μίαν τὴν τοῦ σου, ἐν ῃτ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, δευτέρα, τὴν τῆς Παλαιστ ίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται· καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν ; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτῆς λέγοντα· περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησὶ, πῶς πάλαι γεγενημένης, ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· οὐ γὰρ εἰσελεύσονται, φησὶν, εἰς τὴν κατάπαυσίν μου· εἰς δὲ τὴν Παλαιστίνην, καὶ εἰσῆλθον καὶ ἀνεπαύσαντο. λείπεται δὴ τὴν τρίτην ταύτην εἶναι λοιπόν. βλέπετε μή τότε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἀπὸ γὰρ σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἶκον τῷ λόγῳ τοῦ Θεοῦ. εἰκὸς γὰρ ἀπιστεῖν αὐτοὺς, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γινομένων. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανἶς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν.
"that you hear," he says, concerning the hope of which his word spoke to him, that it is necessary to hope for the things to come, and that there will certainly be for those who have labored here some reward and fruit and rest; this, then, he shows from the prophet: "As I swore in my wrath, if they shall enter into my rest." He says there are three rests: one, that of the Sabbath, in which God rested from his works; a second, that of Palestine, into which the Jews, having entered, were to rest from their great misery and toils; a third, the true rest, the kingdom of heaven, which those who attain it truly rest from their toils and labors. Of the three, then, he makes mention here; and for what reason, while discoursing about one, did he mention all three? In order to show that the prophet speaks about this one; for concerning the first he did not say, he says, how it was long ago, nor indeed concerning the second, that in Palestine; for "they shall not enter," he says, "into my rest"; but into Palestine they both entered and rested. It remains, then, that this third one is the one. "Take heed lest at any time there be in any of you an evil heart of unbelief in departing from the living God." For unbelief comes from hardness; and just as the calloused and hard parts of bodies do not yield to the hands of physicians, so also souls that have been hardened did not yield to the word of God. For it is likely that they disbelieved, as though the things that happened were not true. For since the word concerning things to come is not so persuasive as that concerning things past, he reminds them of history, in which they needed faith.
εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Σευηριανοῦ. Ὠσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει· μέτοχοι γὰρ Χριστοῦ γεγ όναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. (Θεοδώροσ.) Θεόδωρος φησιν· οὐδὲ γὰρ νῦν, φησὶ, συμβου-
λεύειν προσῆκεν ὑμῖν, ὅπως ἃν ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως. πρὸς γὰρ ἤ δὴ πεπιστευκότας ὁ λόγος μοι γίνεται, ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμένητε τοῖς δόξασιν ἅπαξ· τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ Πνεύματος μετειληφότες, μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι· λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μώσεως· τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν ; ὧν τὰ κῶλα ἔπεσον ἐν τῆ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Θεοδώρου. βούλεται δεῖξαι, ὅτι πάντες οἱ διὰ Μώσεως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισε ; καὶ τίσι δὲ ὤμοσεν ; άναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν·
For if your fathers, he says, because they did not hope as they ought to have hoped, suffered these things, much more will you. But encourage yourselves each day, as long as it is called today. From Severianus. He presents the present age as one day; for we have become partakers of Christ, if indeed we hold the beginning of our substance firm to the end. From Theodore. Theodore says: for not even now, he says, is it fitting to counsel you, so that by departing from the worse you might incline toward the better through faith in Christ. For my discourse is directed to those who have already believed, so that it is fitting to exhort you to the same things, that you may remain in what has once been decided; this then is what he says, that we who have believed and have partaken of the Spirit have become partakers of the substance of Christ, as having received a certain natural fellowship with him; what remains, then, is to preserve this beginning with an undivided mind. For who were those who heard and provoked, but not all those who came out of Egypt through Moses? And with whom was he angry for forty years? Was it not with those who sinned, whose limbs fell in the wilderness, and so on. From Theodore. He wishes to show that all those who came out through Moses perished through unbelief, so that by comparison he might frighten more greatly those to whom he was making his discourse, since the following phrases, "with whom was he angry?" and "and to whom did he swear?" are read as questions and demand the same corresponding answer.
οὔτε ἐκεῖνο, ὅτι τινὲς δὲ ἀκούσαντες παρεπίκραναν τότε, λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἤσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ὅτι τίνες ἐποίησαν τόδε μέρος, ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἰναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων· ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινὰ τὸ λέγειν, τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων, οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν. ΚΕΦ. Ε. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῆ τις ἐξ ὑμῶν ὑστερηκέναι. (Φεόδωροσ.) Προσῆκεν φοβεῖσθαι, φησὶν, ὅπως ἃν μὴ αὐτοὶ
τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τιῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι, ὅθεν οὕτως ἀναγνωστέον, ” μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν,” ἵνα εἴπῃ ταῖς πρὸς αὐτοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ Θεοῦ διὰ Μώσεως. Διὸ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν. Χρυσοσόμου. Ὁ μακάριος Ἰωάννης φησι· τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται, “ ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτη τῆς ἁμαρτίας·” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ;
Neither could that statement, "some, when they heard, provoked," be understood according to its own meaning, if indeed they were few out of many who had endured this; for we say of things done, "Who did this part?" cutting them off from the multitude, whenever it happens that those who did it are fewer than those who did not; but here there were only two, Jesus and Caleb; so that the statement "who were those who provoked" had no sequence either, since there were only two out of so great a multitude, not thinking that the number of the two does any harm to the declaration. CHAPTER 5. An exhortation to be diligent for the rest previously indicated. Let us therefore fear, lest, a promise being left of entering into his rest, any of you should seem to have come short. (Theodore.) It was fitting, he says, to fear, lest we ourselves, having received the promise of entrance into the rest, should come short through an evil disposition; for let no one think that the promise of certain future things is sufficient for him, just as it was not for them either; for they were not united to the things promised by faith, whence it must be read thus, "not being mixed with faith in the things heard," so that he may speak of the promises of God made to them through Moses. Therefore exhort one another every day. (Chrysostom.) The blessed John says: that is, build one another up, restore yourselves, so that the same things may not happen, "lest any of you be hardened by the deceitfulness of sin;" do you see that sin produces unbelief?
ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ὅταν ψυχὴ εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται ὥστε ἀπαλλάξαι φόβου αὐτήν· ” μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ·” μετέχομεν αὐτοῦ, φησὶν, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι, ἓν σῶμά ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· “ ἐάν περ “ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχω- “ μεν·” “ τίς ἐστιν ἀρχὴ τῆς ὑποστάσεως ; τὴν πίστιν δι’ ἧς " ὑπέστημεν καὶ οὐσιώμεθα καὶ γεγενήμεθα, ὡς ἄν τις εἴποι, εἰτα “ ἐπάγει,” ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ καθυπέρβατόν ἐστιν ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, τὸ γὰρ σήμερον ἀεί ἐστιν· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκουῆς ἐκείνους, μὴ συγκεκερασμένους τῆ πίστει τοῖς ἀκούσασιν. Πῶς οὐκ ὠφέλησεν ; εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι
For just as unbelief gives birth to a wicked life, so too when a soul comes into the depth of evils, it becomes contemptuous, and having become contemptuous it does not even endure to believe, so as to be released from fear. "For we have become partakers of Christ"; we partake of him, he says, we and he have become one, if indeed he is the head and we the body, co-heirs and of the same body; we are one body from his flesh and from his bones: "if indeed we hold fast the beginning of our substance firm to the end." What is the beginning of our substance? The faith through which we have stood and have our being and have come to be, as one might say. Then he adds, "in the saying, Today if you hear his voice, do not harden your hearts as in the provocation." It is preeminent in the saying, "Today if you hear his voice, do not harden your hearts." Let us therefore fear, lest, while a promise of entering into his rest is left, any one of you should seem to have fallen short; for we also have been evangelized just as they were, in the saying, "Today, if you hear his voice"; for the "today" is always. But the word of hearing did not profit those, because they were not mixed with faith in those who heard. How did it not profit? Then, wishing to frighten them, he shows
τοῦτο αὐτὸ, δι’ ὧν φησι, “ τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, “ ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως· τίσιν “ δὲ προσώχθισε μ΄ ἔτη· οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα “ ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσιν δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν “ κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι “ οὐκ ἠδυνήθησαν ἀνελθεῖν διὰ ἀπιστίαν.” εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ· “ εἶπε γάρ’ φησὶ, " σήμερον ἐὰν τῆς φωνῆς ἀκούσητε, μὴ σκλη- “ ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ·” τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων· οὐ τῶν Ιουδαίων; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε· μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπεὶ μηδὲ ἐπίστευσαν. οἱ οὖν περὶ Χαλὲβ καὶ Ἰησοῦν ἐπειδὴ μὴ συνεφώνησαν τοῖς ἀπιστήσασι, διέφυγον τὴν κατ’ ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν· καὶ ὅρα τί θαυμαστῶς· οὐκ εἰπεν οὐ συνήνεσαν, ἀλλ’ οὐ συνεκράθησαν, τουτέστιν, ἀστασιάστως διέστησαν τῶν πάντων, μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι· εἰσελευσόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· πόθεν τοῦτο δῆλον, ἐπήγαγε, καθὼς εἴρηκεν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰσελεύσονται εἰς τὴν κατά- “ παῦσίν μου,” καὶ τοιούτων ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων· καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δῆλόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι.
This very thing, through what he says: "For who were those who heard and provoked? Was it not all those who came out of Egypt through Moses? And with whom was he angry for forty years? Was it not with those who sinned, whose limbs fell in the wilderness? And to whom did he swear that they would not enter into his rest, if not to those who disobeyed? And we see that they were not able to go up because of unbelief." Having again stated the testimony, he also brings in the question, which makes the argument clear: "For he said," he says, "Today, if you hear his voice, do not harden your hearts as in the provocation." Of whom does he remind us, he says, as having been hardened, and of whom as having disobeyed? Was it not of the Jews? What he means is this: they too heard, he says, just as we hear, but it profited them nothing. Do not suppose, then, that you will benefit from hearing the proclamation, since they also heard but gained nothing, because they did not believe. Therefore those around Caleb and Joshua, since they did not agree with those who disbelieved, escaped the punishment brought against them. And see how wonderfully: he did not say "they did not understand," but "they were not mingled with," that is, they stood apart without sedition from all those who held one and the same opinion. Here it seems to me he also hints at faction. For we shall enter, he says, into the rest—we who have believed. How is this clear? He added: "As he has said, 'As I swore in my wrath, they shall enter into my rest,'" and such works having come to be from the foundation of the world. And indeed this is not evidence that we shall enter, but that those men did not enter.
τί οὖν σπουδάζει δεῖξαι τέως ; ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. ὅτι γὰρ τοῦτο λέγει, φησὶν, " εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· “ καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀπὸ πάντων “ τῶν ἔργων αὐτοῦ,” καὶ ἐν τούτῳ πάλιν, “ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου” ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατά- παυσιν. Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐχ εἰσῆλθον δι’ ἀπείθειαν·
πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν, πάντως ἐκεῖνοι οὐκ εἰσῆλθον· ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν, πόθεν τοῦτο δῆλον, μετὰ τοσαῦτα ὄη φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· εἰ γὰρ αὐτοὺς “ Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα “ ἡμέρας·” δῆλον δὲ ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς ταῦτά φησι. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Οὐ γὰρ ἃν εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι· πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην οἰκοῦντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; καὶ καλῶς συνεπέρανε τὸν λόγον· οὐ γὰρ εἶπε κατάπαυσις, ἀλλὰ σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα καὶ ᾧτ’ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν·
What then does he first strive to show? That just as that rest does not prevent another rest from being spoken of, so neither does this one prevent the rest of the heavens. For now he wishes to show that those men did not obtain the rest. For that this is what he says, he states: "For he has somewhere spoken of the seventh day thus: 'And God rested on the seventh day from all his works,'" and again in this place, "They shall enter into my rest." Do you see how that rest does not prevent this from being a rest? Since therefore it remains for some to enter into it, and those who were formerly evangelized did not enter in because of disobedience,
again he appoints a certain day in David, saying, after so long a time, as it has been said before. But what is it that he says? Since therefore, he says, some ought to enter in, certainly those men did not enter in; but that it is necessary to enter in, and that some must enter in, let us hear whence this is clear. After so many things, he says, David again says, "Today, if you hear his voice, do not harden your hearts; for if Joshua had given them rest, he would not have spoken afterward of another day." And it is clear that he says these things as of certain ones about to obtain some recompense. Therefore there remains a sabbath rest for the people of God. For unless there were a sabbath rest, these things would not have been enjoined, nor would they have been commanded not to do the same things, so that they might not suffer the same things. But how were those who dwell in Palestine going to suffer the same things, unless there were some other rest? And he well concluded his argument; for he did not say "rest," but "sabbath rest," the proper name, and that in which they rejoiced and to which they ran, calling the kingdom a sabbath rest.
ὥσπερ γὰρ ἐν τῷ σαββατισμῷ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε· ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; “ ὃ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός ἐπειδὴ πέρι ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἢν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε· τὸ δὲ σήμερον ὥστε μηδέποτε ἀπελπίζειν ἑαυτούς· “ παρακαλεῖτε, φησὶν, ἑαυτοὺς “ καθ᾿ ἑκάστην ἡμέραν,” τουτέστι κἂν ᾖ τις ἡμαρτηκὼς, ἕως ἃν ᾖ τὸ σήμερον ἐλπίδας ἔχει· εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, εἴπων, Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος
ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς κολάσεως διαλέγεται, εἰς τὰ κρυπτὰ αὐτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν· οὐ κῶλα ἐστὶ πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει καὶ τιμωρίᾳ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀληθινῆς καταπαύσεως τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν, μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν·
For just as in the sabbath rest he commands us to abstain from all evil things, and that only those things be done which pertain to the worship of God, which the priests performed, and whatever benefits the soul, and nothing else, so also then. But he himself did not say it thus, but what? "For he who entered into his rest, he also rested from his works, just as God from his own." Since their discourse was about rest, and they desired to hear when it would be, he confined his discourse to this; and the "today" is so that they should never despair of themselves. "Encourage yourselves," he says, "each day," that is, even if someone has sinned, as long as it is "today" let him have hope. Then, so that no one should think that they will merely be deprived of rest, he adds also punishment, saying, "For the word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the division of soul and spirit, of joints and marrow, and a discerner of the thoughts and intents of the heart." Here he speaks about punishment: it pierces, he says, into the very hidden recesses of our heart, and divides the soul. It is not limbs that fall here, nor deprivation of land as there, but being handed over to the kingdom of heaven and to deathless punishment and torment. (Theodore.) But Theodore says that the work of the true rest is not to run back again to the old things, undergoing change and alteration.
ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῆ κατασκευῇ τέλος δεδωκὼς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα, μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς παράβασιν νομίμων. τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν, καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν· τὸ δὲ σήμερον, φησὶν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται, ὡς ἃν ἐφ’ ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ “ ἐγὼ “ σήμερον γεγέννηκά σε·” οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἃν δύναιτο μὴ οὔσης ἡμέρας· ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἃν τὸ σήμερον, σαφῶς ὁ Ἀπόστολος ἐδήλωσεν εἰπὼν, " πάλιν, τινὰ “ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, εἰ δὲ καὶ ἑτέρωθι παρακαλεῖτε “ ἑαυτοὺς, ἔφη καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖ- “ ται,” πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθεκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ “ ἄχρις οὗ τὸ σήμερον καλεῖτα·” ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τι γάρ φησι; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθαι τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς
For just as God is said to have ceased from making the world, having once given a end to its construction, so it was fitting that the one entering into rest should not turn back to the old things, suspecting the labors of virtue to be a transgression of the laws. For change necessarily follows these things, and removal from one's state. But "today," he says, is neither indefinite, nor indeed can it be said with respect to the external interval of a day, as though "today" fit each day. But I thought it right to note this not only for the sake of the apostle's clarity, but also for the sake of those who wish to take "I have begotten you today" in reference to the generation of the only-begotten God's divinity—those who declare that "today" is indefinite, not even considering this, that "today" could not be said if there were no day. For that "today" would not be called indefinite, the Apostle clearly showed by saying, "Again, he defines a certain day in David, saying," and, "but if you encourage yourselves," he said, "each day, as long as it is called 'today.'" First, he showed that "today" is not said outside of days, by saying "each day," and then adding, "as long as it is called 'today.'" Then not even so does he appear to be discussing "today" as indefinite, as though it were able to fit the past things and able also to fit the things to come. For what does he say? Thinking that "today" is said to us each day, thus to take care to remain in the faith; as
γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσε, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. (Σευγριανόσ.) Σευηριανὸς δέ φησι, μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ Ἁγίου νεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια. ΚΕΦ. ς. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγῳ τῷ διὰ πάντων, καὶ τὸν χρηστὸν τῆς χόριτος τῆς ἱερατικῆς πόμ’ τῷ ὁμοιοπαθήσαντι ἡμῖν ἀνθρωπίνως. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυ- σιν, ἵνα μὴ ἐν τῷ αὐτῶν τις ὑποδείγματι πέση τῆς ἀπι- στίας,–(ἕως) — πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησι, δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν· ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ, καὶ ἵνα μὴ ἀκούων ἐν τῷ αὐτῷ τὴν αὐτὴν ετͅναι νομίσῃς τιμωρίαν, ἄκουσον τι ἐπάγει· “ ζῶν γὰρ ὁ λόγος τοῦ “ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο- “ μον” καὶ τὰ ἑξῆς· δείκνυσιν ἐνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη· μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας ἁπλῶς νομίσῃς· μαχαίρας γάρ ἐστι τομώτερος· ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν σκόπει τίνος ἕνεκεν ἐδεήθησαν οἱ προφῆται εἰπεῖν, μάχαιραν καὶ ῥομφαίαν καὶ τόξον·
For the word "today" signifies the present day, and so he advised them, making use of the meaning rather more for the benefit of the exhortation. (Seugrianos.) But Severianus says that he calls it a division of soul and spirit when the soul cleaves to the body, while the grace of the Holy Spirit draws it upward toward heavenly things. CHAP. 6. The fearful nature of judgment in the word that is through all things, and the kindly drink of the priestly grace for the one who suffered in like manner with us as a man. Let us therefore strive to enter into that rest, lest anyone fall in the same example of unbelief — (until) — but all things are naked and laid bare to his eyes, with whom is our account. From Chrysostom. The blessed John says: There is need, then, of much zeal on our part, lest we fall away in the same way; for that we shall fall away, the example makes clear; and lest, hearing that it is the same, you should think the same punishment applies, hear what he adds: "For the word of God is living and active, and sharper than any two-edged sword," and the rest. He shows here that those things too were wrought by the word of God, and that it lives and was not quenched. Do not, then, because you have heard "word" in a simple sense, think it means merely that; for it is sharper than a sword. Observe the condescension, and from this consider for what reason the prophets needed to speak of a sword and a blade and a bow.
“ ἐὰν μὴ “ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “ αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν, οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε, “ διἰκνού- “ μένος, ’ φησὶν, “ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.” τί ἐστὶ τοῦτο ; φοβερόν τι ᾐνίξατο, ἣ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἢ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολά-
ζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται καὶ τὰ ἐγκάρδια κρίνει· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων, καὶ τί λέγω περὶ ἀνθρώπων, φησὶ, κἂν γὰρ Ἀγγέλους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκαλύπτεται τῷ ὀφθαλμῷ ἐκείνῳ· πάντα δῆλά ἐστι καὶ φανερά· “ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς “ ὃν ἡμῖν ὁ λόγος.” τί ἐστι τετραχηλισμένα; ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς καθελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἐκκαλύπτεται, καὶ δῆλα ποιεῖ τοῖς ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα.’ τί ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας ; ὡς ἄν τις εἴποι, διὰ τι οὐκ ἴδιον ἐκεῖνος τὴν γῆν ἔλαβεν ἀρραβῶνα τῆς τοῦ Θεοῦ δυνάμεως; δέον πιστεῦσαι, τῷ φόβῳ πλέον ἐνδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, ἢ καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο.
“Unless you turn, he says, he will make his sword gleam; he has bent his bow and prepared it.” For if now, after so much time and such perfection, he is unable to strike awe by the name of the Word alone, but needs these words to show the superiority that comes from comparison, how much more then, “piercing,” he says, “even to the division of soul and spirit.” What is this? He hinted at something fearful, either that the spirit divides from the soul, or that he pierces even the incorporeal beings themselves, not as a sword does only bodies. He shows here that the soul also is punished, and that he searches the inmost parts and judges the hearts; for there he passes through, both punishing and examining. And why do I speak of men, he says, for even if you name Angels, or Archangels, or the Cherubim, or the Seraphim, or any creation whatsoever, all is laid bare to that eye; all things are clear and manifest: “All things are naked and laid open to his eyes, with whom we have to do.” What is “laid open”? It is a metaphor from the hides stripped from sacrificial victims. Just as those, when someone has slaughtered the victim and drawn the hide down from the flesh, all the inward parts are laid bare and made clear to our eyes, so also to God all things lie clear. What is this in the same example of disobedience? As one might say, why did he not receive the land as his own pledge of God’s power? He ought to have believed, yielding more to fear, and not having thought anything great concerning God, or even being faint-hearted, and so they perished.
ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον ὅτι πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν· τοῦτο δὲ καὶ περὶ ὑμῶν δέδοικα, φησὶν, ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ ἀναμνή- “ σθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν “ ὑπεμείνατε παθημάτων·” μηδεὶς οὖν πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω· ἱκανοὶ γὰρ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ἡμᾶς, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον· τοῦτό ἐστιν, “ ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας,” ὃ καὶ πρὸς τῷ τέλει λέγει, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γό- “ νατα ἀνωρθώσατε·” εἶτα, ἵνα μὴ ἀκούσας ἐν τῷ αὐτῷ ὑποδείγματι, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τι φησι, “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ- “ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον·” πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτει ψυχὰς ὁ λόγος, πληγὰς ἐργαζόμενος χαλεπάς· καὶ καιρίας δίδωσι στομάς. εἶτα περὶ Υἱοῦ διαλέγεται, “ πρὸς ὃν ἡμῖν ὁ λόγος·” αὐτῷ, φησὶν, ἔχομεν εὐθύνας δοῦναι τῶν πεπραγμένων· πῶς οὖν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν, ἱκανὰ μὲν κἀκεῖνά φησι παιδεῦσαι. Ἔχομεν δὲ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· κρατῶμεν τῆς ὁμολογίας. Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν, “ οὐ γὰρ ἔχομεν " ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν·
There is also something else to say, namely that having accomplished more of the journey, when they had come right to the very doors, they were sunk right at the harbor itself. And this is what I fear also concerning you, he says, because they too suffered many things; later he testifies to them, saying, "Remember the former days, in which, having been enlightened, you endured a great contest of sufferings." Let no one, then, give up and fall away toward the end; for the forefathers, he says, are sufficient to teach us not to fall into the same things, not to suffer the same things that they suffered; that is, "in the same example of disobedience," which he also says near the end: "Strengthen the hands that hang down and the knees that are paralyzed." Then, so that having heard "in the same example" you might not suppose the same death that those men also endured, see what he says: "For the word of God is living and active, and sharper than every two-edged sword." For more grievous than every sword does the word fall upon their souls, working grievous wounds; and it gives vital cuts. Then he speaks concerning the Son: "of whom we have our word" — to him, he says, we have to give an account of what we have done. How then, so that we may not fall, nor lose heart, those things too, he says, are sufficient to teach us. We have a great high priest, who has passed through the heavens, Jesus the Son of God; let us hold fast our confession. For that he added this for that reason, he subjoined: "For we do not have a high priest who is unable to sympathize with our weaknesses."