Ὅταν δὲ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα νητα πονεῖτε ἐπιχειροῦντες ἀνελεῖν; Τὸ δὲ “τίνα ποιεῖς σεαυτὸν σύ;“ὑβριστικῶς καὶ τοῦτο εὶπον, ὡσανεὶ ἔλεγον, σὺ χαρίζῃ σεαυτῷ. Διὸ καὶ ὁ Χριστὸς πρὸς τοῦτό φησιν, “ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.” τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν, ὥσπερ καὶ τὸ “ἡ μαρτυρία “μου οὐκ ἔστιν ἀληθής.” Δεικνὺς δὲ ὅτι οὐ μόνον αὐτὸν Πατέρα οὐκ ἴσασιν, ἀλλ’ οὐδὲ Θεὸν, ἐπήγαγε λέγων, “ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτὸν, ἐγὼ δὲ ὄιδα “αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ,” ὅπερ μεγίστη ἀπόδειξις ἦν, τὸ παρ’ ἐκείνου ἀπεστάλθαι, τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς. Κυρίλλου. Ὁ γὰρ ἐκ τοῦ ὄντος Πατρὸς ἀρρήτως γεγενημένος Υἱὸς ἐπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, καὶ τὸ τοῦ τεκόντος ἀξίωμα. Ἀμμωνίου πρεσβυτέρου. Μόνος γὰρ ὁ Υἱὸς οῖδε φυσικῶς καὶ γνωστικῶς τὸν Πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. Τὸ εἰπεῖν, “οἶδα αὐτὸν,” οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι,
But when I speak the truth, and have no sin, and have been sent from God, and am greater than Abraham, how is it that you are not mad and labor unprofitably, attempting to destroy me? And the words "Who do you make yourself?" they said even this insultingly, as if to say, you are granting yourself this honor. Therefore Christ also says to this, "If I glorify myself, my glory is nothing." But he said this in response to their suspicion, just as also "my testimony is not true."
And showing that they not only do not know him as Father, but not even as God, he added, saying, "My Father who glorifies me, whom you say is your God, and you do not know him, but I know him, and I keep his word," which was the greatest proof that he had been sent from him—the keeping of his commandments. From Cyril. For the Son, who was begotten ineffably from the Father who exists, certainly possesses the property of the one who begot him, and the dignity of the one who fathered him. From Ammonius the presbyter. For the Son alone knows the Father naturally and cognitively, or rather the Trinity knows itself. To say "I know him" is not boasting, but to say that he does not know,
ψεῦδος. ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι, ψεύδεσθε. Τὸ δὲ εἰπεῖν, “ἀλλ’ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ πληρῶ,” δείκνυσι τοὺς Ἰουδαίους τὸ μήτε εἰδέναι τὸν Θεὸν, μήτε μὴν ἀνέχεσθαι τῶν παρ’ αὐτοῦ λόγων, διὰ τὸ μὴ δέχεσθαι τὸν δι’ αὐτοῦ κεκη- ρυγμένον. Καὶ πάλιν οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν γεγενημένος, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, ὅλον ἔχων ἐν ἑαυτῷ σωζόμενον τῆς οὐσίας αὐτοῦ τὸν ὅρον. Δῆλοί γὰρ ὁ λόγος καὶ τὸν ὅρον, οὐχ ὅτι ὅρῳ ἐστὶ περιλαβεῖν τοὺς ἀνθρώπους τὸν Θεὸν, ἀλλ’ ὅτι οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ τι κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰν ὁ πατὴρ “ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς; Ημέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ- χεται· Ἀμμωνίου. Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Κυρίλλου. Ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρὸν, περὶ ἧς ψάλλων φησὶν, “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλια- “ σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.” Ἐπειδὴ δὲ ἐγγὺς τῶν πεντήκοντα ἐτῶν ἐνόμιζον εἶναι τὸν Χριστον λοιπὸν, ὄντα πέρι που τριακοντα τριῶν, εἶπαν, “πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” Σευήρου ἀρκιεπισκόπου Ἀντιοκείασ. “Πεντήκοντα ἔτη “οὔπω οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;“Τί γὰρ ἐκώλυε τεσσαράκουτα εἰπεῖν, Χριστοῦ τὴν κατὰ σάρκα ἡλικίαν νεάζοντος, εἰ καὶ καθὸ Θεὸς ἄχρονος ἦν;
a lie. For you, in saying that you know him, lie. But the statement, "But I know him, and I fulfill his word," shows that the Jews neither know God nor indeed tolerate his words, because they do not receive the one proclaimed through him. And again the Son knows the Father, as having come from him by nature, and he keeps his word, having wholly preserved in himself the definition of his essence. For the word makes clear also the definition—not that it is possible for humans to encompass God by a definition, but that the Son knows his own Father, and that the one who begot him is something by nature. What is it that he said, "that Abraham your father rejoiced that he might see my day," and the rest? Here he calls "day" the day of the cross, which he prefigured in the offering of Isaac; and he praises Abraham as having rejoiced because of the cross, wishing to show that he does not come to his passion unwillingly. Of Ammonius. He shows them that even in this they are inferior to Abraham, since in the things in which that man rejoiced, these grieve. Of Cyril. He calls "day" the time of his sojourn, concerning which, singing, he says, "This is the day which the Lord made; let us rejoice and be glad in it." But since they supposed that Christ was now near fifty years old, while he was somewhere around thirty-three, they said, "You do not yet have fifty years, and you have seen Abraham?" Of Severus, archbishop of Antioch. "You do not yet have fifty years, and you have seen Abraham?" For what prevented them from saying forty, when Christ's age according to the flesh was young, even if as God he was timeless?
τριακονταέτης γὰρ ὑπάρχων ἦλθεν ἐπὶ τὸ βάπτισμα. Ἠδύναντο δὲ καὶ πρὸς τὸ ἀρχαῖον τοῦ Ἀβραὰμ ἀποβλέποντες λέγειν, μὴ πεντακόσια ἔτη ἔχεις ἣ χίλια, εἰ τύχοι, ὅτι Ἀβραὰμ ἑώρακας; τοῦτο γὰρ μάλιστα διασυρόντων ἦν, ἀλλὰ τῶν πεντήκοντα ἐτῶν ἐμνήσθησαν, διὰ τὸ τὴν ἑβδομάδα τιμίαν ὑπάρχειν τοῖς υἱοῖς Ἰσραήλ. Διὰ τι δὲ μὴ εἶπεν, ἤμην, ἀλλ’ “εἰμὶ πρὶν Ἀβραὰμ γενέ- “σθαι;“ Ἐπειδὴ ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ
λέξει “ἐγώ εἰμι,” οὕτως αὐτὸς, καὶ γὰρ τοῦ διηνεκῶς εἶναι τυγχάνει σημαντικὴ, παντὸς ἀπηλλαγμένη χρόνου. Διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα· “ῃτραν” γὰρ, φησὶ, “λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτὸν,” οὕτως ἕτοιμοι πρὸς φόνους ἤσαν, καὶ δι’ ἑαυτῶν ταύτα ἔπραττον. ἈΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ἐπὶ τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέ- σθαι, ὅτι ὁ γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ αὐτοῦ τὸ εἰμὶ, ὡς ἀίδιος καὶ κρείττων φθορᾶς. Τὸ δὲ “ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ” ἀνθρωπίνως πάλιν ποιεῖ, ἱκανὴν διδασκαλίαν παραθέμενος, καὶ τὰ αὐτοῦ πάντα πλη- ῥώσας· ΘΕΟΔΩΡΟΥ ἨΡΑΚΛΕÍΑΣ. Πῶς ἐκρύβη; οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ ἑαυτὸν περιστείλας, οὐδ’ εἰς οἰκίσκον, ὡς ἄν τις οἰηθείη καταφυγὼν, οὐδὲ μὴν ὀπίσω τοίχου ἣ στύλου περικάμψας, ἀλλ’ ἐξουσίᾳ θεϊκῇ ἀόρατον αὐτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας, διὰ μέσου αὐτῶν, μὴ ὁρώμενος ἐξῆλθε, καὶ παρῆγεν οὕτως. ΚΕΦ. Ι.
For he came to baptism being thirty years old. But they could also, looking to the ancient time of Abraham, have said, "You do not have five hundred years, or a thousand, if it should happen, that you have seen Abraham?" For this would have been especially the part of those mocking, but they mentioned the fifty years, because the week was precious to the sons of Israel. But why did he not say, "I was," but "I am before Abraham came to be"? Because just as his Father has used this expression, "I am," so he himself also does, for it is significant of continuous being, free from all time. Therefore the saying also seemed blasphemous to them; for, it says, "They took up stones to throw at him," so ready were they for murders, and they did these things of their own accord. Of Ammonius the Elder. In the case of Abraham he placed "came to be," because what has come to be is also corrupted, but in his own case "I am," as being eternal and superior to corruption. But the "he hid himself and went out of the temple" he again does in a human manner, having set forth sufficient teaching, and having fulfilled all his own things. Of Theodore of Heraclea. How did he hide himself? Not by wrapping himself in a corner of the temple, nor by fleeing into a little house, as one might suppose, nor indeed by turning aside behind a wall or a pillar, but by divine authority having made himself invisible to those plotting against him, he went out through the midst of them, not being seen, and so passed by. Chapter 10.
Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. Διὰ τι θεραπεύει τότε εὐθέως τὸν τυφλὸν ἐκ τοῦ ἱεροῦ ἐξελθών; ἴνα σὺν τῆ ἀπουσίᾳ καὶ ὴ του σημείου εργασια τὸ σκληρὸν ἀυτῶν καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν. Εἶπον γὰρ αὐτῷ, φησὶ, “τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ “ἵνα τυφλὸς γεννηθῇ;“ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτογν τῶν αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε, “ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” τοῦτο ἐννοήσαντες οὗτοι, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἃν εἴποις, αὐτὸς ἥμαρτεν ; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς
Concerning the man blind from birth. Why does he heal the blind man then immediately after coming out of the temple? So that by his absence and the working of the sign he might soften their hardness and disobedience, and at the same time wishing to confirm what had been said by him. For that he came deliberately to this work is clear from that fact. For he looked at him so earnestly that from this the disciples also came to the question. For they said to him, it says, "Who sinned, this man or his parents, that he was born blind?" But the question is mistaken. For how could this man have sinned before being born? And how, when the parents had sinned, was he himself punished? From where then did they come to this question? From the paralytic. For since when healing him he said, "Behold, you have become well; sin no more," these men, reflecting on this, that that man was paralyzed on account of sin, say, let it be, that man was paralyzed on account of sins; concerning this man what would you say, did he himself sin? But it is not possible to say so; for he is blind from birth. But his parents—
αὐτοῦ ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες τοῦτο ἔλεγον, ὅσον διαποροῦντες. Διὸ αὐτός φησιν, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·” οὐχ ἁμαρτημάτων δὲ αὐτοὺς ἀπαλλάττων τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς οὔτε οὔτε οὕτος οὔτε γονεῖς αὐτοῦ ἥμαρτον, ἀλλ’ έπήγαγεν, ἵνα τυφλὸς γεννηθῇ. Ἥμαρτον μὲν γὰρ ἴσως οἱ γονεῖς αὐτοῦ, καὶ οὗτος μετὰ ταῦτα, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις. ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αὐτῶν, οἷον διὰ τὰς τῶν γονέων ἁμαρτίας, οὐδὲ γὰρ ἔνι ἁμαρτόντας ἑτέρους ἄλλους κολάζεσθαι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· καὶ ὁ Μώσης δέ φησιν, “οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ “τέκνου.” Εἰ δὲ λέγοι τις, πῶς οὖν εἴρηται “ἀποδιδοὺς πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν;“ἐκεῖνο ἃν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἔπι τινων εἴρηται, τῶν ἐξ Αἰγύπτου ἐξελθόντων· ἐπεὶ καὶ αὐτοὶ τῶν γονέων γεγόνασι χείρους. Τὸ δὲ “ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,” περὶ αὐτοῦ λέγει, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ὅτι γὰρ περὶ αὐτοῦ τοῦτό φησι, δῆλον ἐκ τῆς ἐπαγωγῆς, ἐμὲ γὰρ, φησὶ, δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός “με,” τουτέστι, δεῖ με φανερῶσαι ἐμαυτὸν καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντι, οὐ τοιαῦτα, ἀλλ’ αὐτὰ, ὃ σημεῖόν ἐστι ἀπαραλλαξίας, καὶ ὅπερ οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τὸ δὲ, ἕως ἡμέρα ἐστὶ, τοῦτο δηλοῖ, ἕως ὁ βίος οὕτος ένέστηκεν, ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ.
of him; but neither does this: for a child does not pay the penalty on behalf of a father. So it was not so much in asking that they said this, as in perplexity. Therefore he himself says, "Neither did this man sin, nor his parents"; yet he does not say this to acquit them of sins. For it is not simply that neither this man nor his parents sinned, but he added, "that he might be born blind." For perhaps his parents sinned, and this man afterward, but the blindness was not from that. He said these things, not showing that this man was not so, but that certain others were blinded from these same things, such as through the sins of their parents—for it is not possible that others who have sinned should be punished for others. For through Ezekiel he abolishes this supposition; and Moses also says, "A father shall not die for a child." But if someone should say, How then is it said, "repaying the sins of fathers upon children, to the third and fourth generation"? we would say that the statement is not universal, but was spoken concerning certain ones, those who came out of Egypt; since they also became worse than their parents. But "that the works of God might be revealed in him," he says concerning himself, not concerning the Father. For his glory was manifest. That he says this concerning himself is clear from what follows: "I must," he says, "work the works of him who sent me," that is, I must reveal myself and do the things that are able to show that I do the same things as the Father who does them—not similar things, but the same—which is a sign of exactness, and is said of things not differing even slightly. But "while it is day," this indicates: while this present life stands, it is possible for men to believe in me.
Τὸ γὰρ ”ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι,” περὶ τοῦ μέλλοντος λέγει καιροῦ· νύκτα δὲ αὐτὸν καλεῖ διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. οὐδεὶς γὰρ τότε ἁμαρτίας ἐργάσασθαι δύναται, ὥσπερ οὐδὲ ἐν τῷ σκότει τῆς νυκτὸς ἔργον. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἡμέραν δὲ ἐκεῖνον· καὶ γὰρ φησὶν ”ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα “ ἤγγικε;” οὐκ ἐναντιούμενος τῷ Χριστῷ. Νύκτα γὰρ τὸν παρόντα βίον καλεῖ, ἣ διὰ τὸ παραβαλεῖν αὐτὸν τῇ ἡμέρᾳ
ἐκείνη, ἣ διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστία. Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν, ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς, καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ. αῦτά,” φησιν, εἰπὼν ὁ Ἰησοῦς, ποῖα ταῦτα;“ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “ πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Ἀμμωνίου Πρεσβυτέρου. “Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησε “πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ ἀδάμ.
For the saying "Night comes, when no one can work" refers to the future time; and he calls it night because of the inactivity of sins. For no one then is able to work sins, just as no work is done in the darkness of night. Why then did Paul call the present life night, and that one day? For he says, "The night is far spent, the day is at hand." He is not contradicting Christ. For he calls the present life night, either because it is compared to that day, or because those who spend their time in wickedness and unbelief are in darkness. He called himself the light of the world, as enlightening the souls of the faithful, and because he was about to open the eyes of the man blind from birth. "These things," he says, having spoken Jesus, what are these? "That the glory of God should be revealed, because I must work the works of him who sent me." For the Evangelist did not simply remind us of what was said, but showing that he confirmed the word through the works. Of Ammonius the Presbyter. "He spat on the ground and made clay from the spittle, and anointed the clay on the eyes of the blind man," wishing to show through the clay that he is the one who also formed Adam from clay. For to say, "I am the one who did this," seemed to be a mere assertion to the hearers. But by demonstrating this through the work, he no longer merely asserted it; for this reason he did not simply, but in that manner, create the eyes, and he did not only form them, nor only open them, but also granted the ability to see; which is a proof that he also breathed the soul into Adam.
Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ. Οὐ κέχρηται δὲ ὕδατι, ἀλλὰ πτύσματι εἰς τὸν πηλὸν, ἐπειδὴ ἔμελλε πέμπειν αὐτὸν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μὴ τῇ πηγῇ ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν ὅτι ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦτο “ἔπτυσε χαμαὶ, καὶ ἐκ τοῦ πτύσματος ”ἐποίησε πηλόν. Οὐκ ἀνέβλεψε δὲ εὐθέως, ἀλλ’ ἐκέλευσε νίψασθαι, ἵνα μὴ τῆς πηγῆς εἶναι δόξῃ τὸ κατόρθωμα. Πέμπει δὲ αὐτὸν εἰς τὸν Σιλωὰμ, πρῶτον μὲν, ἵνα γνῶμεν τοῦ τυφλοῦ τὴν πίστιν· οὐ γὰρ εἶπεν, εἰ ὅλος ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τι μοι χρεία τοῦ ΣΙλωὰμ, ἢ τοῦ νίψασθαι ; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν·
τῷ γὰρ παραδόξῳ πάντας ἃν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε ἰδόντας αὐτὸν, τούς τε ἀγνοοῦντας. Ἐπειδὴ γὰρ οὐκ ἔστιν εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ πρότερον γενέσθαι μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα μηκέτι ἔχωσιν ἀμφιβάλλειν. Προστίθησι δὲ ὁ Εὐαγγελιστὴς τοῦ Σιλωὰμ τὴν ἑρμηνείαν, ”ὅ ὁ ἐστιν ἀπεσταλμένον,” δεῖξαι θέλων ὅτι Σιλωὰμ πνευματικὸς ἦν ὁ Χριστός. Καὶ γὰρ τὸ ἀθρόον τῆς τοῦ ὕδατος ἐκείνου παρονσίας, μυστήριον ἀπόρρητον ἐμφαίνει, τὸ ἀπροσδόκητον λέγω δὴ τῆς τοῦ Χριστοῦ ἐπιφανείας, καὶ παρὰ πᾶσαν ἐλπίδα γενόμενον.
For when that [light] is not active, the eye, even if it is perfectly formed, could never see. And he did not use water, but spittle, for the clay, since he was about to send him to Siloam. So then, in order that the miracle might not be ascribed to the spring, but that we might learn that the power which came forth from his mouth was itself what formed and opened his eyes, for this reason "he spat on the ground, and from the spittle" he made clay. And he did not receive his sight immediately, but commanded him to wash, so that the accomplishment might not seem to be from the spring. And he sends him to Siloam, first, so that we might know the faith of the blind man; for he did not say, "If the whole thing is clay, and the spittle is what provides me with eyes, what need have I of Siloam, or of washing?" But he was persuaded by the one commanding; and secondly, so that the obstinacy of the Jews might be silenced, for it was likely that everyone would see him going away with the clay on his eyes; for by the paradox he would have turned everyone toward himself, both those who saw him and those who did not know him. For since it is not easy to recognize a blind man who has received his sight, he first makes many become witnesses through the length of the road, and exact observers by the paradox of the sight, so that they might no longer be able to doubt. And the Evangelist adds the interpretation of Siloam, "which is translated Sent," wishing to show that the spiritual Siloam was Christ. For indeed the suddenness of the presence of that water reveals a hidden mystery—I mean the unexpectedness of the appearance of Christ, and that which came about beyond all hope.
Διὰ τι οἱ γείτονες αὐτοῦ καὶ οἱ λοιποὶ ἀμφέβαλλον περὶ αὐτοῦ, τοῦ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ προσαιτῶν ; διὰ τὸ παράδοξον τοῦ γενομένου θαύματος ἀπιστοῦντες, καὶ τοι γε τοσούτων οἰκονομηθέντων, ὥστε μὴ ἀπιστῆσαι τινα. Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.” τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων. Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ, ὅπερ δὲ ἐγίγνωσκε, μετὰ ἀληθείας εἶπεν. Ὅτι μὲν γὰρ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἁφῆς· ὅτι δὲ πτύσματι τὸν πηλὸν ἐποίησεν, οὐκ οἶδε.. Ὅπερ δὲ καὶ διὰ τῆς ἀκοῆς ἤκουσεν, ἐμαρτύρησε λέγων, ὅτι “εἰπέ μοι, “ὕπαγε, νίψαι, καὶ τὰ ἑξῆς. Πόθεν δὲ αὐτοῦ ἐπέγνω τὴν φωνήν ; ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως, ὅτι περὶ αὐτοῦ ἐκεῖνοι ἐρωτήσαντες, αὐτὸς ἀποκριθεὶς διελέγετο αὐτοῖς, ὡς προγέγραπται. Ἐπειδὴ δὲ θεραπεύων εὐθέως ἀνεχώρει, τοῦτο δὲ διὰ τὸ ἀκόμπαστον ἐποίει· ἐρωτηθεὶς ὁ ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἰπεν, οὐκ ὄιδα. Ἀγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφοδροτέρως αὐτὸν ἐρωτηθῆναι. a λέγων Cod.
Why did his neighbors and the others doubt concerning him, saying, "Is this not the one who sat begging?" Because of the paradoxical nature of the miracle that had occurred, they disbelieved, even though so many things had been arranged so that no one should disbelieve. And the Evangelist does not note simply that he was a beggar, but in order to show the ineffable nature of Christ's love for humanity—to what depth he descended, healing beggars with great kindness. But that man, not ashamed of his former blindness, nor fearing the anger of the people, said, "I am he." And he did this proclaiming his benefactor. He calls him a man, since he did not yet know anything great about him, but what he did know, he spoke with truth. For that he anointed his eyes, he learned through the senses and through touch; but that he made the clay with spittle, he does not know. And what he also heard through hearing, he testified, saying, "He told me, 'Go, wash,' and the rest." From where did he recognize his voice? From the conversation with the disciples, because when they asked about him, he answered and conversed with them, as has been written above. But since when healing he immediately withdrew, and he did this because of his unassuming nature; the formerly blind man, when asked about him, where he is, here too speaking truthfully said, "I do not know." And they bring him to the chief priests because he was questioned more rigorously.
Ἐπισημαίνεται δὲ ὁ Εὐαγγελιστὴς ὅτι σάββατον ἢν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, ὡς παράβασιν τοῦ νόμου γνωρίζονται τὴν εἰς τὸν τυφλὸν γενομένην θεραπείαν. τίνος ἕνεκεν ἐρωτῶντες τὸν ποτὲ τυφλὸν οὐκ εἶπον, πῶς ἀνέβλεψας; ἀλλὰ πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς ; διδόντες αὐτῷ πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προακηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπισημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλονότι οἱ ἰταμώτεροι, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἐξῆς. Ἄλλοι γάρ’ φησὶν, ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ;“Ὅθεν φανερόν ἐστιν, ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ απαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, πῶς δύ- νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.” Σχίσμα δὲ ἦν,” φησὶν, “ἐν αὐτοῖς·” τοῦτο τὸ σχίσμα πρῶτον μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἄλλ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἃν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς.
The Evangelist notes that it was the Sabbath, in order to expose their wicked intent, since they regarded the healing performed on the blind man as a transgression of the law. For what reason, when questioning the man who had once been blind, did they not say, "How did you receive your sight?" but rather, "How did he open your eyes?" — giving him an occasion to be seized for the work. But he, as though they had already heard, speaks more concisely. For he neither said his name, nor what he had spoken to him, but only that "he put clay on my eyes, and I washed, and I see." And in the Evangelist's noting that some of the Pharisees were saying this, he shows that not all say this, but some — clearly the more audacious — that "this man is not from God," and so on. For others, he says, were saying, "How can a sinful man perform such signs?" Hence it is evident that they were being led up from the signs, but the rulers, being conspicuous, spoke more boldly than the common people; for the one group was possessed by love of power, the other by cowardice and unbelief. Therefore Christ also said, "How can you believe, receiving glory from men?" And "there was a division," he says, "among them." This division began first among the people, then later also among the rulers. But even if they were divided, they displayed nothing noble; for if they had been completely divided, they would quickly have come to recognize the truth; for it is possible to be divided well.
Διὸ καὶ αὐτὸς ἔλεγεν, ”οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.” τίνες εἰσὶν οἱ εἰπόντες τῷ τυφλῷ,” σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς ” οἱ σχισθέντες ἀπὸ τῶν εἰπόντων ὅτι οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μᾶλλον εἰρηκότες ὅτι ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται σημεῖα τοιαῦτα ποιεῖν. Καὶ γὰρ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τίθησι μὴ εἰπόντες, ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς. τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς ὅτι ὅτι προφήτης ἐστί.
Ἀμμωνίου Πρεσβυτέρου. Ἐξ ἄκρας ἀσεβείας προετίμων τῆς θείας αὐτοῦ δυνάμεως, καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ. Χριστὸς μὲν ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λούοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν, καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται. Απολιναρίου. τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασι δίκην, καὶ σκοτῶσαι τὸν λογισμόν. Καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ πηλὸν ἐποίησε κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένον τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους.
Therefore he himself also said, "I did not come to cast peace upon the earth, but a sword." Who are those who said to the blind man, "What do you say about him, that he opened your eyes?" They are those who were split off from those who said, "This man is not from God," and who rather had said, "A sinful man cannot perform such signs." For now he places the defense in place of the accusation—not that they said, "He touched the Sabbath," but "He opened your eyes." And they said this, wishing for the time being to silence those men through him. For lest they should seem themselves to be advocating for the one who had received the proof of his power, they bring him into the middle and question him. Therefore he also, answering with good judgment, said that he is a prophet.
Of Ammonius the Presbyter. From extreme impiety they preferred this to his divine power, and blaspheming they said, "This man is not from God." Christ, having on a single Sabbath anointed the clay with a finger, is accused, while they, washing animals with a whole hand and leading them to watering, and pulling up sheep that had fallen into a pit, are not denounced. Of Apollinarius. So great is the power of a preconceived doctrine and a disposition toward something, to pass over the right judgment in matters and to darken the reasoning. And that he made the blind man see on the Sabbath, they do not consider, but that he made clay they judge, the Lord deliberately working his own works on this day many times, in order that, as the Apostle says, he might free men from the slavery under the elements.
Ἐκεῖνοι δὲ βουλόμενοι τρόποις διαφόροις τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν, διὰ τοῦτο ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Ἐπειδὴ γὰρ τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα. Ἔστησαν δὲ αὐτοὺς εἰς τὸ μέσον, ὅπως εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλωσιν, ὅθεν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἰπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς οὓς εὔκαιρον εἰπεῖν, ὦτ’ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἃν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός; Δύο δὲ τούτοις εἰς ἄρνησιν αὐτοὺς ἐπάγειν ἐπιχειροῦσι, τό τε εἰπεῖν, ὃν ὑμεῖς λέγετε,” καὶ τὸ εἰπεῖν, πῶς οὖν ἄρτι “βλέπει;” τριῶν ἐρωτήσεων πρὸς τοὺς γονεῖς τοῦ ποτὲ τυφλοῦ γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς αὐτοῦ φασιν, αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ
But those men, wishing by various means to obscure and destroy the miracle, for this reason summoned his parents. For since they were unable to strike the healed man with amazement, but saw him proclaiming his benefactor with all truth, they expected to wound the miracle through the parents. And they set them in the midst, so that they might throw them into a contest, whence also with much vehemence and anger they bring the question, and this too with malice. For they did not say, "This is your son who was once blind," but, "whom you say was born blind," almost saying, "whom you made blind, and you have given the report everywhere." To whom it is fitting to say, "O wretched and utterly wretched men, what father would choose to lie about such things concerning his child?" But they attempt to lead them into denial by two things: both by saying, "whom you say," and by saying, "How then does he now see?" Three questions were put to the parents of the man who was once blind: whether he was their son, whether he was blind, and how he regained his sight. They confess only the two, and do not add the third, and this too happened for the sake of truth, so that no other than the one who had been healed, who is also worthy of belief, should confess these things, just as his parents also say, "Ask him; he is of age; he himself concerning himself
“λαλήσει.” οὐδὲ γάρ ἐστιν, φησὶν, παιδίον, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανός ἐστιν ἑαυτῷ μαρτυρῆσαι. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ Εὐαγγελιστὴς, δι’ ἣν ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφο- βοῦντο,” φησὶ, καὶ τὰ ἑξῆς. Απολιναρίου. Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο- μένην. Ἐφώνησαν οὖν αὐτὸν ἐκ δευτέρου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὡμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. ὅτι δὲ λέγουσιν, ὅτι ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἔστι,” πῶς οὐκ ἤλεγξαν αὐτὸν, ὅτε ἔλεγε, “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;“ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶ’ δᾶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὣν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι ; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;“διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν ;“ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους τοὺς τὸ ψεῦδος προτιμῶντας.
He will speak." For he is not, it says, a child, nor is he incomplete, but he is capable of testifying for himself. And the Evangelist also states the reason why his parents said these things, "because they feared," it says, and the rest. From Apollinaris. Not finding the denial they wanted from the man who had been healed, they seek it from his parents, and they hope that they, having been thrown into confusion, will become their collaborators by denying that the one who had been born blind is this man who now sees. But the Evangelist says that they did not even believe. For faith does not take up residence in a contentious soul, nor in one arrayed against the power of God. "So they summoned him a second time," and the rest, that is, confess that this man did nothing. But as for what they say, "We know that this man is a sinner," how did they not convict him when he said, "Which of you convicts me of sin?" And what the once-blind man said, "Whether he is a sinner, I do not know," this makes clear that he says, I make no declaration about that now; that one thing, however, I know clearly, that if he were a sinner, he would not have performed such signs. Since, therefore, those men were unable to conceal the miracle that had occurred, they again busy themselves with the manner of the healing, saying, "What did he do to you? How did he open your eyes?" Therefore he too no longer speaks in a subdued way, but he himself presses on and says, "I told you once, and you did not hear; why do you want to hear again?" Behold how the truth gives a beggar man boldness of speech before scribes and Pharisees who prefer falsehood.
Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι. ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε “αὐτοῦ γενέσθαι;“κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἰ
“ἐκείνου, ἡμεῖς δὲ τοῦ Μώσεως ἐσμὲν μαθηταί.” Φαίνονται δὲ καὶ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ὑπῆρχον τοῦ Μώσεως, καὶ τοῦ Χριστοῦ ἃν ἐγένοντο, καθὼς αὐτὸς ἔλεγεν αὐτοῖς, “εἰ ἐπι- “στεύετε Μώσῃ, ἐπιστεύετε ἃν ἐμοί. Οὐκ εἶπαν δὲ ὅτι ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι “ ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ λελάληκεν “Θεὸς,” καὶ τὰ ἑξῆς, τῶν προγόνων πάντως ἀπαγγειλάντων· καὶ μὴν ἀξιοπιστότερος ἦν, ὁ διὰ τῶν σημείων ἑαυτὸν πιστούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνω φθέγγεται. Διὸ καὶ ἁρμοδίως ἀνταποκρίνεται αὐτοῖς ὁ ποτὲ τυφλὸς, λέγων, “ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων πη ὑμῖν ὣν, οὐδὲ τῶν δεδοξασμένων τοιαῦτα δύναται, ὡς εἶναι δῆλον πάντοθεν, ὅτι Θεός ἐστιν, οὐδὲ μιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος·
For what he says is of this sort: since you do not pay attention to what is being said, I will no longer speak, nor will I keep answering you who trouble me continually and to no purpose, and who do not wish to listen in order to learn, but in order to attack what is being said. Therefore, wishing to strike them more sharply, he says that very thing which he knew would wound them: "Do you also want to become his disciples?"—gently mocking and ridiculing them, which was the mark of a soul full of boldness and one that despised their madness. And his saying, "Do you also," shows that he himself is his disciple. But they, reviling him, said, "You are a disciple of that man, but we are disciples of Moses." Yet in this too they are plainly lying. For if they had belonged to Moses, they would also have belonged to Christ, just as he himself said to them, "If you believed Moses, you would believe in me." But they did not say, "We have heard," but rather, "We know that God has spoken to Moses," and the rest—their ancestors having certainly reported it. And yet the one who was more trustworthy was he who confirmed himself by signs, that he had come from God and that he spoke things from above. Therefore the man who was once blind also answers them fittingly, saying, "In this, then, is the marvelous thing, that you do not know where he is from," and the rest—all but saying that a man who is not one of those notable among you, nor one of those held in glory, cannot do such things, so that it is clear from every side that it is God, needing no human assistance.
καὶ ἐπειδὴ προλαβόντες εἶπόν τινες ἐξ αὐτῶν, “πῶς δύναται ἄν- “θρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν ;“λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Φησὶ γὰρ, οἴ δάμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ εἰδὼς ὅτι οὐκ ἔστιν ἁμαρτωλὸς, οὐ μόνον τῶν ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα ἐν τῷ εἰπεῖν, “ἀλλ᾿ ἐάν τις “θεοσεβὴς ἦ, καὶ τὸ θέλημα αὐτοῦ ποιεῖ.” Διὰ τί πάλιν τοῦ σημείου μέμνηται λέγων, “ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ “τις ὀφθαλμοὺς τυφλοῦ γεγενημένου ;“ἀπὸ πολλῆς εὐγνωμοσύνης τε καὶ συνέσεως· καὶ ἐπειδὴ ἐγίγνωσκεν αὐτοὺς συσκιάσαι τοῦτο βουλομένους, αὐτὸς μᾶλλον τὴν εὐεργεσίαν ἀνεκήρυττεν. “Εἰ μὴ γὰρ ἦν,” φησὶν, “οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο “ποιεῖν οὐδέν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὡμολόγηται, φησὶν, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει ὁ Θεὸς, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον ἄνθρωπος οὐδέποτε ἐποίησε, εὔδηλον ὅτι μείζων ἐστὶ ἣ κατὰ ἄνθρωπον. Ἕως μὲν οὖν προσεδόκων αὐτὸν ἀρνεῖσθαι, ἀξιόπιστον ἐνόμιζον εἶναι. Οὐ γὰρ αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον ἐκάλεσαν, εἰ ῥῆ, τοῦτο ἦν. Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, τότε αὐτὸν καταδικάζουσιν, ὅτε μάλιστα ἐχρῆν θαυμάσαι, λέγοντες, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις
And since some of them had previously said, "How can a man who is a sinner perform such signs?" he then also takes up their own judgment, reminding them of their own words. For he says, "We know that God does not hear sinners," but knowing that he is not a sinner, he not only cleared him of sins, but also shows him to be exceedingly pleasing to God and doing all his will, in saying, "But if anyone is God-fearing and does his will." Why does he again mention the sign, saying, "From of old it has not been heard that anyone opened the eyes of one born blind?" Out of great gratitude and understanding; and since he knew that they wished to obscure this, he himself rather proclaimed the benefit. "For if this man were not from God," he says, "he could do nothing." What he says is of this sort: if it is agreed, he says, that God does not hear sinners, but this man performed a wonder, and such a wonder as no man ever performed, it is evident that he is greater than a man. So then, as long as they expected him to deny it, they considered him worthy of belief. For they would not have called him once and a second time, if this had been the case. But when he spoke the truth, feeling no shame, then they condemn him, when they ought most to have marveled, saying, "You were born entirely in sins, and you teach
ἡμᾶς ;“τοῦτο δὲ εἶπον, τὴν τύφλωσιν αὐτοῦ ὀνειδίζοντες ἀφειδῶς, ὡσανεὶ ἔλεγον, ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχε. Διὸ καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, ὡς κήρυκα τῆς ἀληθείας γενόμενον. Ὅθεν ὁ Εὐαγγελιστὴς ἐμφαίνει, ὅτι ἐπὶ τούτῳ ἦλθεν ὁ Ἰησοῦς, ὥστε αὐτῷ συντυχεῖν· καὶ καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν καμόντα πολλὰ καὶ στεφανωθέντα δέχεται αὐτὸν, καί φησι, “σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ; Τἰνὸς δὲ τοσαύτην ἀντίρρησιν τὴν πρὸς Ἰουδαίους μετὰ τοσαῦτα ῥήματα ἐρωτᾷ εἰ πιστεύει ; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν αὐτῷ γνωρίσαι, καὶ δεικνὺς ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν· καὶ ἐπειδὴ οὐδέπω αὐτὸν ᾔδει αὐτὸν, τυφλὸς ὤν καὶ μετὰ τὴν ἴασιν δὲ ὑπὸ τῶν κυνῶν ἐκείνων περιελκόμενος, πρὸς τὸν εὐεργέτην ἐλθεῖν οὐκ ἠδυνήθη. Διὰ τοῦτό φησιν ἐκεῖνος, καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω αὐτῶ; Τὸ δὲ “τίς ἐστι,” ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τυγχάνει. Διὸ καὶ αὐτὸς μέσως πὼς καὶ ὑπεσταλμένως· οὐ γὰρ εἶπεν, ἐγώ εἰμι, ἀλλὰ καὶ ἑώρακας αὐτὸν,” φησὶ, καὶ ὁ “λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὅθεν καὶ ἐκεῖνος οὐ ῥήματι ἔφη, ὅτι πιστεύω, Κύριε,” ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ, προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροἲ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή- σαντα κατακρίναντες· Κυρίλλου.
us? "But they said this, reproaching his blindness without restraint, as if they were saying, "From your earliest age you have been in sins," hinting that for this reason he had been born blind, which was unreasonable. Therefore they also cast him out of the temple, since he had become a herald of the truth. Hence the Evangelist makes clear that Jesus came for this purpose, to meet with him; and just as a judge of contests receives an athlete who has toiled much and has been crowned, so he receives him and says, "Do you believe in the Son of God?" But why, after so great a retort against the Jews and after so many words, does he ask if he believes? Not from ignorance, but wishing to make himself known to him, and showing that he greatly values his faith; and since he did not yet know him—being blind and even after the healing dragged about by those dogs—he was unable to come to his benefactor. For this reason that man says, "And who is he, Lord, that I may believe in him?" And the "Who is he?" belongs to a soul that longs and earnestly seeks. Therefore he himself also speaks in a somewhat intermediate and reserved way; for he did not say, "I am he," but "You have seen him," he says, and "He who is speaking with you is that one." Hence that man also did not say in word alone, "I believe, Lord," but also worshiped him, adding the deed as well; through this showing his great gratitude, which few of those who had been healed did, such as the lepers, and any other, in this proclaiming his divine power. Of Ammonius. The Jews are foolish, urging God on account of the miracle, but condemning the one who did the work of God; of Cyril.
Δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστὸν, οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος. Ὠριγένους. Ωριγένουσ. Οὐκ ἃν τηλικοῦτον δόγμα εἰ ἦν ἀληθὲς, ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ Θεοῦ, σεσιώπητο, ἀλλ’ εἴρητο ἃν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἤτοι τοῦ θεραπεύνοντος, ἣ τινὸς τῶν προφητῶν. πῶς δὲ, εἰ ἁμαρτωλῶν οὐκ ἤκουεν ὁ Θεὸς, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν, ἄφες ἡμῖν τὰ παρα-
“πτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν ;” τινων οὖν ἀκούει ὁ Θεός ; τῶν νευόντων ἐπὶ μετάνοιαν, εἰ καὶ μή πω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουσεν ὁ Θεὸς ἁμαρτωλῶν, οὐκ ἃν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ Σωτῆρ’ ἡμῶν ἤσθιεν καὶ ἔπινεν, ἀλλὰ μὴ ἀπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, οὐκ ἐθεράπευεν αὐτούς. Διόπερ ὡς ἃν οὔσης τῆς εὐχῆς τῶν ἡμαρτημένων μὲν, οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται ;" Αμμωνίου. Οὐχ ὡς προσωπολήπτης ὁ Θεὸς, μὴ γένοιτο, ὡς δίκαιος, καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παρά. ’δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν κἀς ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. Κυρίλλου.
I have," he says, "two signs, and very clear ones, that he is the Christ: you do not know where he is from, and yet he opened my eyes. He, therefore, is clearly the one foretold by the law and testified to by the voice of the prophets." Of Origen. If it were true that a sinner is heard by God, so great a doctrine would not have been passed over in silence, but it would have been spoken by someone worthy of belief—say, either by the one who healed him or by one of the prophets. But how, if God did not hear sinners, were sinners taught to say, "Forgive us our trespasses, as we also forgive our debtors"? Whom, then, does God hear? Those who incline toward repentance, even if they have not yet ceased to be sinners. If God did not hear sinners, our Savior would not have eaten and drunk with tax collectors and sinners; but since those who were sick and needed physicians were not disobedient, he healed them. Therefore, since the prayer is of those who have sinned but do not altogether still disbelieve, it is said: "If you should mark iniquities, Lord, Lord, who shall stand?" Of Ammonius. Not as one who shows partiality—God forbid—but as righteous and a lover of the righteous, he works wonders through the saints, yet certainly not through sinners. He teaches that the one who believes in Jesus himself does not believe as in a man, one of those like us, but as in God who became man. For in this way the mystery concerning Christ is complete. Of Cyril.
Προνοητικώτατα ὁ Κύριος, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἰναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ Χριστοῦ. Θεὸς γὰρ ὣν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παραχρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός. Τὸ δὲ ”είς κρίμα ἐγὼ ἠλθον εἰς τὸν κόσμον, εἰς μείζονα κόλασιν σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθητὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν ;“ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς
Most providentially, the Lord, when asked who the Son of God is, did not say—for some might reasonably have supposed, without understanding, that only the Word who appeared from God the Father was being signified by this—but by showing himself to be the very one about whom some were in doubt, through saying, "and you have seen him," he also points out the Word dwelling in the flesh, by again adding, "and the one speaking with you is he." You see, then, how great is the union that the Word has. For he has not posited a distinction, but says that he himself is both the one who falls under the eyes of the body and the one known from Galilee. It is therefore altogether uneducated and impious for some to say recklessly, "the man of Christ." For being God, he became man, indivisible as regards being God and Son, even with the flesh; for in these things the confession and knowledge of faith in him is most perfect. Therefore the formerly blind man immediately worshiped him as God. But "I came into the world for judgment" signifies a greater punishment. Two recoveries of sight, he says, and two blindnesses—the perceptible and the intelligible. Therefore the Pharisees, gaping only at perceptible things, say to him, "Are we also blind?" being ashamed only of this perceptible maiming; but he wishes to show them that it is better to be blind
εἶναι ἣ βλέποντας ἀπιστεῖν, φησὶν, εἰ τυφλοὶ ἦτε, οὐκ ἃν εἴχετε ἁμαρτίαν,” περικόπτων καὶ ἐνταῦθα τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Ὅτι γὰρ λέγετε, φησὶν, ὅτι βλέπετε, αἱ ἁμαρτίαι ὑμῶν μένουσι, διότι οὐ βλέπετε τοῖς νοητοῖς ὀφθαλμοῖς πρὸς τὸ πιστεῦσαί μοι. Θεοδώρου Μομψουεστίασ. Ὥσπερ ἀνωτέρω τοῦ ἐλευθερίας αὐτοῖς διαλεγομένου, τοῖς ἀπὸ τῶν ἁμαρτημάτων, ἐκεῖνοί φασι, σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμέν ποτε,” περὶ σωματικῆς διαλεγόμενοι δουλείας, οὕτω κἀνταῦθα πήρωσιν αὐτοῖς τοῦ Κυρίου κατὰ τὴν ψυχὴν ὀνειδίζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γὰρ, φησὶ, φατὲ, ὅτι βλέπετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε, καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπιστεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἔχειν ἀπολογίαν δυνάμενοι, ὡμολογημένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν. Θεοδώρου Ἡρακδείασ. Εἰ τυφλοὶ ἦτε, ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρτίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει. Τί σημαίνων ἔλεγε, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, κλέ- “πτης ἐστὶ,” καὶ τὰ ἑξῆς ;
to be, or seeing, to disbelieve, he says, if you were blind, you would not have sin, cutting off here too human thoughts, and leading to a great and wonderful understanding. For because you say, he says, that you see, your sins remain, since you do not see with the intellectual eyes to believe in me. Theodore of Mopsuestia. Just as above, when he was discoursing to them about freedom from sins, they say, we are Abraham's seed, and have never been slaves to anyone, speaking about bodily slavery, so here too, when the Lord reproaches them with blindness of soul, they were conversing about the eyes of the body, as though they saw. Therefore the Lord, intensifying their sin from this very point, on which they seemed to boast. For what, he says, do you say, that you see? It would have been better for you to be blind in your sight, for then some pardon would have arisen for you from this for your unbelief; but now, since you seem to see, and with your very eyes have beheld the once blind man now seeing, yet you disbelieve the neighbors, you can have no defense, but you receive the acknowledged condemnation of your unbelief. Theodore of Heraclea. If you were blind, in your eyes, you would not have sin; for no one willingly endures suffering. But since, thinking that you see bodily, you have made yourselves blind through unbelief, for this reason your sin remains indelible. With what meaning did he say, the one who does not enter through the door is a thief, and the rest?
τοὺς πρὸ αὐτοῦ πλάνους καὶ τοὺς μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα ποιοῦσιν b, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος b Leg. ποιμαίνουσιν.
κλέπτης ἐστί. Διὰ τούτου δὲ καὶ τοὺς γραμματεῖς ἠνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον. Καλῶς δὲ εἶπεν, ἀναβαίνων,” ὅπερ ἐστὶ κλέπτου, θριγχὸν ὑπερπηδῆσαι βουλομένου. Ἐπιμένων δὲ τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον φησὶν, ὁ δὲ εἰσερχό- “ μένος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων,” καὶ τὰ ἑξῆς. Οὐδὲν δὲ κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν Μωϋσέα. Ἐκεῖνος γὰρ τὰ λήια τοῦ Θεοῦ ὁ ἐμπιστευθεὶς ἦν. Εἰ δὲ προιδὼν θύραν ἑαυτὸν ὁ Χριστὸς εἶναι λέγοι, οὐ χρὴ θορυβεῖσθαι, καἲ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομιας ἀνακηρύττει τὰς ἑαυτοῦ. τίνος ἕνεκεν ἐπὶ τῶν προβάτων τούτων ὄπισθεν αὐτῷ ἀκολουθούντων τῶν ποιμένων ἐπὶ τῶν νοητῶν φησιν ἔμπροσθεν αὐτῶν πορεύεσθαι τὸν ποιμένα ; δεῖξαι θέλων ὅτι πάντας ὁδηγῶν πρὸς τὴν ἀλήθειαν ἀπεναντίας ἐκείνοις ποιεῖ·
Hinting at the deceivers before him and those after him—both the Antichrist and the false christs, both Theudas and Judas, and any others who have been such. He called the Scriptures a door; for these bring us to God and open the knowledge of God, these make sheep, these guard them, and do not allow the wolves to enter. For just as a secure door thus shuts out entrance to the heretics, keeping us in safety and not allowing us to wander. Through this we also recognize those who are not shepherds. For the one who does not use the Scriptures, but climbs up from elsewhere, this one is a thief. Through this he also hinted at the scribes, because they taught the commandments and teachings of men, and transgressed the law. And well did he say, "climbing up," which is the act of a thief wishing to leap over the wall. Persisting in the metaphor, so as to make the discourse more vivid, he says, "But the one who enters through the door, this one is the shepherd of the sheep," and the rest. Nothing prevents us from understanding Moses as the doorkeeper here. For he was the one entrusted with the harvests of God. But if Christ, foreseeing, should say that he himself is the door, one should not be disturbed, for he also calls himself shepherd and sheep, and in various ways proclaims his own dispensations. For what reason, when the shepherds follow him behind these sheep, does he say in the case of the intelligible sheep that the shepherd goes before them? Wishing to show that, guiding all to the truth, he does the opposite of those.
ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων, καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Τὸ δὲ εἰπεῖν, ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσι,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οἱ βεβαίως εἰς αὐτὸν πιστεύοντες, τοῖς μετὰ ταῦτα μέλλουσιν ἀπατᾷν ψευδοχρίστοις οὐ μὴ πεισθῶσι. Θεωδώρου Ἡρακαείασ. Θυρωρὸν λέγει τὸν παράκλητον τὸ Πνεῦμα τὸ Ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴσοδον αὐτοῦ κηρύξαν τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλείσαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ. Ἀμμωνίου Πρεσβυτέρου. Κλέπτης ἐστὶν ὁ ἐκ βίας δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀνθρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ
Just as, then, when he sent the sheep, he did not send them outside the wolves, but into the midst of the wolves. For this pastoral care is far more paradoxical than that among us. And he leads them out from the midst, clearly from the unbelievers, just as he also led out the blind man, calling him from the midst of the unbelieving Jews, and he heard his voice and recognized him. But the saying, "and they will certainly not follow a stranger," and what follows, made clear that those who believe firmly in him will certainly not be persuaded by the false christs who are going to deceive after these things. Theodore of Heraclea. He calls the Paraclete, the Holy Spirit, the doorkeeper—the one who through the prophets proclaimed his entrance, and who shut the door for all the rest because of the signs foretold, and opened this door alone for the world, for the one who also confirmed his own claims through wonders. Ammonius the Elder. A thief is one who stealthily snatches for himself an honor given to him by force, which he cannot receive unless he believes in Christ; or else a thief is one who does not use the teaching established from the Scriptures, but comes through another, unestablished one. Therefore he also said "from elsewhere," so as to indicate both the scribes who teach the commandments of men and transgress the law. When the faithful hear
παρὰ τῶν ὀρθῶν διδασκάλως τὰ θεῖα διδάγματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸν Χριστὸν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως. Διὰ τί δὲ αὐτοῖς ἀσαφῶς ἐλάλει ; οὐ γὰρ φησὶν ὁ Εὐαγγελιστὴς, ὅτι ταύτην τὴν παροιμίαν εἰπεν αὐτοῖς, προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὐν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων "ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, "πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ, καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπίστευσαν τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ "οὐκ ἤκουσαν τὰ πρό- “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ "δι’ "ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἐσφαλείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξουσίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων "ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ "καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· "ἐγὼ δὲ ἦλθον, φησὶν, "ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ”ἔχωσι.” Tt δαὶ ζωῆς περισσόν ; ἡ βασιλεία τῶν οὐρανῶν.
From the orthodox teachers they receive the divine teachings of the Scriptures as a kind of food, but those who call Christ a deceiver have been cast out from the order of the sheep. And why did he speak to them obscurely? For the Evangelist does not say that he spoke this parable to them because he wished to make them more attentive. Since, then, he had accomplished this, he now resolves the obscurity, saying, "I am the door of the sheep. All who came before me are thieves and robbers," and the rest. He is not speaking here about the prophets, as the heretics claim—for they heard them, and through them believed, as many as believed in Christ—but he speaks about Theudas and Judas and the other rebels. Moreover, he said "the sheep did not hear them" as a commendation, but nowhere does he appear to commend those who disobeyed the prophets; on the contrary, he censures and vehemently denounces them. Hence it is clear that he does not say this about those men. And the phrase "through me, if anyone enters" and what follows shows that he will be in security and safety. And by "pasture" here he means food, or authority and lordship—that is, he remains inside, and no one will drive him out. And since those who were persuaded by Theudas and Judas and the other rebels were slaughtered and perished, for this reason he added, saying, "The thief does not come except to steal and to slaughter" and the rest, calling those men and their like thieves. "But I came," he says, "that they may have life and have it abundantly." And what is the abundance of life? The kingdom of heaven.
εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί φησιν, "ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτω, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, "ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι "τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ,“ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον οὗτος, ἀλλὰ καὶ λέων. "Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν,
“ὡς λέων περιέρχεται ὠρυόμενος,” οὗτος καὶ ὄφις καὶ δράκων καὶ σκορπίος ἐστί. “Πατεῖτε γὰρ,” φησὶν, “ἐπάνω ὄφεων καὶ σκορπίων. εἰπὼν δὲ, ὅτι γιγνώσκω τὰ ἐμὰ, καὶ τὰ ἑξῆς καὶ ἐν τούτῳ διαφορὰν τοῦ μισθωτοῦ τοῦ πρὸς τὸν ποιμένα, ἔδει- ξεν. Ὀ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν, οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ζητεῖ, παρατρέχων τὴν ἑαυτοῦ. Ἐπειδὴ πολλαχοῦ τίθησιν ἑαυτὸν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίγνωσκεν, ἐπήγαγε λέγων, “καθὼς γιγνώσκει με ὁ Πατὴρ, κἀγὼ γιγνώσκω τὸν Πατέρα.” Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθανεῖν βούλομαι ;
Then at last he begins to speak also about his passion, and says, "I am the good shepherd; the good shepherd lays down his life" and the rest, showing in this too that he comes to his passion not unwillingly but willingly. He also makes the distinction of the hired hand, saying, "that he sees the wolf coming, and leaves the sheep, and flees" and the rest. This is exactly what the aforementioned Theudas and Judas and those like them did; for he did the opposite. For when he was arrested, he says, "Let these go their way, that the word might be fulfilled, that none of them was lost." Here it is also possible to suspect a spiritual wolf, and this one is not only a wolf but also a lion. For "your enemy the devil," it says, "walks about roaring like a lion"; this one is also a serpent and a dragon and a scorpion. For "you tread," it says, "upon serpents and scorpions." And by saying, "I know my own," and the rest, he showed in this too the difference between the hired hand and the shepherd. For the one looks everywhere to his own safety, neglecting the sheep, while the other everywhere seeks the good of the sheep, passing over his own. Since in many places he places himself in the rank of the many, lest anyone suppose that he knew in a merely human way, he added, saying, "just as the Father knows me, I also know the Father." Thus, he says, I know him accurately, as he knows me. And he says repeatedly, "I lay down my life for the sheep," making clear that he is not a deceiver. For saying, "I am the light and the life," seemed to the foolish to be arrogance; but what does he say? That I am willing to die?
οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ "ὅτι καὶ ἄλλα πρόβατα ἔχω, περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς “αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δῆλοί δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ, “διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, “ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἄν ; ὅτι ὁ δημιουργὰς τῶν ἁπάντων ἔλεγεν, “ἐγὼ τὴν ψυχήν μου τίθημι,” καὶ ὅτι δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι ; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολλὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν
He had no envy or jealousy, but the statement displayed great care, since he was willing to give himself up even for those who were stoning him. When he said, "I have other sheep also," he speaks concerning the Gentiles. But the phrase, "which are not of this fold," indicates only the difference of place. It is clear from "those also I must bring," and what follows, that they were scattered, having no shepherd, and that there will be one flock, one shepherd, both being about to be joined together. And this "must" is not of necessity, but indicative of what will certainly come to pass. But since the Jews said he was a stranger to the Father, he says, "For this reason the Father loves me, because I lay down my life, that I may take it again." What he says is of this sort: even if nothing else, at least this persuaded me to love you—that you are so loved by him, since I die for you. What could be more lowly than this statement? That the Creator of all things said, "I lay down my life," and that for our sake the Master is going to be loved, because he dies for us. For what? Was he not loved before, but now the Father began to love, and we have become the cause of love for him? By no means, but he said this to show his great condescension; and through his often willing
ἀνελεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτό φησιν, “οὐδεὶς αἴρει αὐτὴν ἀπ’ "ἐμοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν, ὅτι μὴ βουλομένου ἐμοῦ ἀνόνητος ὑμῖν ἐστιν ἡ σπουδή· εἰ δὲ καὶ ἕκαστος ἐξουσίαν ἔχει θεῖναι τὴν ψυχὴν αὐτοῦ, ἑκάστῳ γὰρ βουλομένω δυνατὸν ἑαυτὸν ἀνελεῖν, ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου εἶπεν αὐτὸς, ἀλλ’ ὅτι μηδένα ἃν δυνηθῆναι, ἄκοντός μου, τοῦτο ποιῆσαι εἰς ἐμὲ, ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Καὶ γὰρ καὶ ἀκόντων ἡμῶν ἀναιρούμεθα ὑπὸ ἄλλων· διὸ καὶ τοῦτο πάλιν ἀληθές ἐστιν, ὅτι ἡνίκα ἃν βουληθῇ λαβεῖν αὐτὸν, δύναται. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς ἐξουσίας. περὶ ποίας ἐντολῆς λέγει, "ὅτι ταύτην ἔλαβον παρὰ “τοῦ πατρός μου ;“τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Διὰ τί δὲ οὕτω ταπεινῶς φθέγγεται ; τῆς τῶν ἀκουόντων ἕνεκεν ἀσθενείας, ἵνα παύσωνται τοῦ λογίζεσθαι εἶναι αὐτὸν ἀντίθεον. δαιμόνιον δὲ αὐτὸν ἔχειν ἔλεγον, ἐπειδὴ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν τὰ λεγόμενα, μένα, οὐ τῆς κοινῆς συνηθείας· ἅπερ ἀκούοντες μᾶλλον θαυμάζειν αὐτὸν ἐχρῆν καὶ οὐχὶ δαιμονιῶντα καλεῖν· διόπερ καὶ οἱ εὐγνωμο- νέστεροι αὐτῶν ἔλεγον, ὅτι "τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονι- "ζομένου, μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι ;" ἐπειδὴ γὰρ οὗτοι ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν ἐκείνους, τὴν ἀπὸ τῶν ἔργων ἐπάγουσιν ἀπόδειξιν λοιπόν. Διὰ τι δὲ αὐτὸς σιγᾷ καὶ οὐ λέγει ὥσπερ καὶ ἄλλοτε, ὅτι ἐγὼ δαιμόνιον οὐκ ἔχω ; διὰ τὸ λοιπὸν κατ’ ἀλλήλων αὐτοὺς ἵστασθαι καὶ διελέγχειν ἀλλήλους. ΔΙΔΥΜΟΥ.
to kill the Jews, he says this: "No one takes it from me," and what follows, that is, that unless I will it, your zeal is of no profit to you. And if each person has authority to lay down his own life—for it is possible for each one who wills to take himself out of the way—yet he did not speak about that kind of manner, but that no one would be able, against my will, to do this to me, which is not the case among men. For even against our will we are killed by others. Therefore this too is again true, that whenever he wishes to take it up, he is able. For the fact that he alone is master of laying down his life shows that he is also master of taking it up from the same authority. About what commandment does he say, "that I received this from my Father"? To die for the world. But why does he speak so humbly? For the sake of the weakness of his hearers, so that they might cease from thinking that he is opposed to God. But they said he had a demon, because what was being said was greater than befits a man, not in accordance with common custom; hearing which they ought rather to have marveled at him and not to have called him demon-possessed. Therefore even the more fair-minded among them said, "These words are not those of one possessed by a demon; can a demon open the eyes of the blind?" For since these were not able to silence those men by words, they bring forward the proof from works thereafter. But why does he himself keep silent and not say, as also at other times, "I do not have a demon"? Because they were now standing against one another and refuting one another. Of Didymus.
Θύρα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει τοῖς πρὸς Θεὸν εἰερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ- "λιάσει,” πρὸς τούτοις ἔστω c ἀνθρώπου τοῦ νοὸς ὄντος ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως "ὁ "νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ "ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι. ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΛΕÍΑΣ. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν, ”ὅσοι ἦλθον,” ἀλλ’ οὐχ ὅσοι ἀπεστάλησαν. Οἰ c Vid. leg. ἔσω.
μὲν γὰρ τοῦ Θεοῦ προφῆται ἀποσταλέντες παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ διαστροφῇ τῶν ἀπατωμένων· Ἀμμωνίου Πρεσβυτέρου. Νομὴν λέγει τὴν γέγονεν ἐπὶ τῶν Ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν. Κυρίλλου. Περισσὸν δεῖ νοεῖν τὸ ἐν μεθέξει γενέσθαι Ἁγίου Πνεύματος. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ δικαίοις καὶ ἁμαρτωλοῖς, ἡ δὲ τοῦ Πνεύματος μέθεξις μόνοις τοῖς πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή. Ἀμμωνίου. Πάντων σφαγέντων καὶ ἀπολωμένων ἦλθεν ὁ σῶσαι καὶ ζωὴν δοῦναι. Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει· ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλότριον ἐκέχρηντο οὐ γὰρ ἤσαν αὐτῶν ἰδια, οὐδὲ ἤχθοντο ἐν τῆ ἀπωλείᾳ τῶν λαῶν. Τὸ δὲ, “ἐγώ ειμι ό ποιμήν, δια τους απιστήσαντας είπε τοῦτο·
The Word of God proves to be a door for those who enter in to God, according to "Enter into his presence with rejoicing"; and besides these, let it be a door for the man who is outside the mind but outside the more bodily man. He who takes care of the inner man enters through the Word, who is a door; likewise "he who puts to death his members that are upon the earth, and carries about in his body the dying of Jesus," goes out through the door, striving whether, being at home, he may be well-pleasing to him. THEODORE OF HERACLEA. For this reason he also used the expression precisely, saying, "As many as came," and not "as many as were sent." For the prophets of God came having been sent, but the false prophets, with no one having sent them, came for the perversion of those who were being deceived. AMMONIUS THE PRESBYTER. He calls "pasture" that which came to pass in the case of the apostles, who entered and went out as lords of the world, and no one was able to cast them out. CYRIL. One must understand as superfluous the coming to be in participation of the Holy Spirit. For the resurrection is common to the righteous and to sinners, but the participation of the Spirit is for those only who believe in our Lord Jesus Christ, which the divine Scripture also knows how to call the kingdom of heaven. AMMONIUS. When all had been slaughtered and destroyed, he came to save and to give life. He calls each of the rulers of the people a hireling who neglects the sheep, since they did nothing for the benefit of the peoples, but used them as belonging to another; for they were not their own, nor were they grieved at the destruction of the peoples. And the phrase, "I am the shepherd," he said this on account of those who had disbelieved.
οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ, καὶ γνόντα αὐτόν. Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ Πατρός. Θεοδώρου Μομψουεστίασ. Τὸ δὲ ἵνα πάλιν οὐκ ἐπὶ αἰτίας εἶπεν. οὐ γὰρ διὰ τοῦτο ἀποθνήσκει, ἵνα ἀναστῇ ἀλλὰ κατὰ τὸ ἰδίω μὰ τὸ γραφικὸν, ὡς αἰτίαν τὸ ἐσόμενον ἔφη. Κυρίλλου. Τὸ “ἐξουσίαν ἔχω,” φησὶν ἐπ’ ἀμφοῖν, ἵνα μὴ δυνάμεως τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα, καθάπερ ὑπηρέτης ὑπουργῷ κατ’ d ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ’ ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν, τὸ καὶ αὐτὸν δύνασθαι κατεξου- d καὶ Cod.
σιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ’ ὅπερ ἃν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις· ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ. Συμφρονοῦντα καὶ συνεθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἀγαπᾶται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος·
For not all the sheep heard him, but those who were known by him and knew him. We do not know God in any other way unless we are first known by him; therefore he placed that first: for he first made himself akin to us by becoming man, and in this way we also to him. Because of virtuous action he says that he himself is loved; and effective virtue is to die for the sake of piety. He speaks humbly because of the incarnation; for he did not now begin to be loved by the Father. From Theodore of Mopsuestia. But the "that again" he did not say as a cause. For he does not die for this reason, that he might rise, but according to the scriptural idiom, he called the future event a cause. From Cyril. The "I have authority," he says, applies to both, so that the accomplishment might not appear to be of another's power and operation, as if granted to a servant by a subordinate according to a commission, but that he might show it to be the fruit of his own nature, that he himself is able to exercise authority over the bonds of death, and to change the natures of things easily to whatever he wishes; which is truly proper to God by nature. He shows the Father also concurring and consenting to this, and he confesses that from one mind he came to this, even if he himself is the will of God and the Father. And this will also fit the economy with the flesh. The commandment reveals the concord with the Father, even if he speaks humbly; and the commandment is to die for the world. The Son is loved by the Father, not as if he remained outside of love, unless what concerns us had happened, for he was always and through all things being loved.
ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ ἀπαραιτήτοις ὁλκοῖς, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον. Περὶ τῶν ἐγκαινίων, ὧν μνημονεύει νῦν ὁ Εὐαγγελιστὴς λέγων, ὅτι ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοπις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Πέρσιδι, ταύτην ἤγοντο μετὰ πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ, λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρωτων, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας. “Εἰπὲ” γὰρ ἡμῖν,” φησὶν, παρρησίᾳ,” καίτοιγε μετὰ παρρησίας λέγοντος αὐτοῦ, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζοντος ἀεὶ, καὶ
But since he saw his own Son, he loved him because of the impress of his likeness, reasonably, not granting love as a wage, as though it were one of the things done for us, but beholding in the Son the genuineness of his own essence, and being called to this by, as it were, certain necessary and inescapable bonds of nature—namely, to choose even to suffer the work of love, and this ingloriously, for the salvation of some, and not only to die but also again to take up the soul he had laid down, in order that he might put death to death. Concerning the Feast of Dedication, which the Evangelist now mentions, saying that the Feast of Dedication took place in Jerusalem, and the rest, one must know that this was a great festival and a public one. For the day on which the temple was built, when they returned from the long captivity in Persia, they observed with great zeal. At this festival, then, Christ was also present, for from that time he kept visiting Judea continually, since his passion was at the doors. Now the Jews' surrounding him and saying, How long will you keep our soul in suspense, and the rest, seems to be a mark of some longing and eagerness to learn. But the intent with which they asked was corrupt and festering; for while his works cried out that he was the Christ, they sought to hear this by words, wishing to silence him by their arguments. And the manner of their questioning was full of much disobedience. For they say, Tell us plainly, although he was speaking with boldness, and was always visiting them at the festivals, and
οὐδὲν ἐν τῷ κρυπτῷ λαλοῦντος. αὐτὸς δὲ ἐλέγχων αὐτῶν τὴν πονη- πονηρίαν, φησὶ, “πολλάκις ετͅπον ὑμῖν καὶ οὐ πιστεύετέ μοι. τὰ ἔργα ** ἃ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ *’ ἐμοῦ.” ὅπερ καὶ οἱ εὐγνωμονέστεροι αὐτῶν ἔλεγον, “μὴ δύνα- *’ τᾶι ἄνθρωπος ἁμαρτωλὸς ταῦτα σημεῖα ποιεῖν ;“ἐπεὶ προσε- ποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν, ὡσανεὶ λέγων, ὅτι ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύετε ; διὰ τοῦτο δέ φησιν, “ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων ** τῶν ἐμῶν.” Ἐγὼ μὲν γὰρ ὡς καλὸς ποιμὴν, ἅπερ ποιῆσαι ἐχρῆν, ἐποίησα. Εἰ δὲ μὴ ἀκολουθῆτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, τοῦτο ποιεῖτε, ἀλλ’ ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα· ** προτρεπό- προτρεπόμενος δὲ αὐτοὺς ὥστε γενέσθαι πρόβατα ἐπήγαγε λέγων, ’* τὰ “πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει καὶ ἀκολουθοῦσί μοι·” εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ωτν τεύξονται. Φησὶ γὰρ, “ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς. Διὰ τῶν ῥημάτων τούτων διεγείρων αὐτοὺς, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλων. Διὰ τὸ εἰπεῖν αὐτὸν ἀνωτέρω, ὅτι ** οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου,” δείκνυσι τὴν ἑαυτοῦ καὶ τοῦ Πατρὸς χεῖρα μίαν οὖσαν· διὰ τοῦτο νῦν λέγει, ὅτι ’* οὐδεὶς δύν- ἄται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.” Χεῖρα δὲ καλεῖ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο εἶπεν, ἵνα μὴ πάλιν ἀντίθεον αὐτὸν εἴπωσι.
He speaks nothing in secret. But he himself, refuting their wickedness, says, "Many times I have told you and you do not believe me. The works which I do in the name of my Father, these testify concerning me." This is what even the more fair-minded among them were saying: "Can a sinful man do these signs?" Since they were then pretending to be persuaded by a mere word—those who had not been persuaded by so many works—he refutes their wickedness, as if saying: If you do not believe by works, how do you believe by words? And for this reason he says, "You do not believe me, because you are not of my sheep." For I, as a good shepherd, have done what needed to be done. But if you do not follow me, you do this not because I am not a shepherd, but because you are not sheep. And urging them to become sheep, he added, saying, "My sheep hear my voice and follow me." Then, provoking them, he says what they will also obtain. For he says, "I give them eternal life, and they shall not perish forever," and the rest. Through these words he was arousing them and instilling desire in them. Because he said above, "No one snatches them from my hand," he shows that his own hand and the Father's are one; for this reason he now says, "No one is able to snatch them from the hand of my Father." And he calls power and authority a hand, and for this reason he said it, so that they might not again call him opposed to God.
10 δὲ ἐγὼ καὶ ὁ “πατὴρ ἕν ἐσμεν,” τὸ ὁμοούσιον καὶ ὁμοδύναμον σημαίνων ἔλεγεν, ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, λίθοις αὐτὸν ἔβαλλον. Αὐτοῦ γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ- τὴν ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, ** περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὣν, ’* ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω ε-ι’ναι Θεὸς, οὐδὲ ὁμοδύνα- μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, ’* οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ ε7πα θεοί ἐστε ; καὶ τὰ ἑξῆς . C) δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι
τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι, ὁ τῇ φύσει τοῦτο ἔχων ; “Εἰ γὰρ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.” Επειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν αὐτοὺς ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταὐτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται, ἵνα γνῶτε, φησὶ, καὶ πιστεύ- “ἤτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” τουτέστιν, οὐδὲν ἄλλο ἐγὼ, ἣ ὅπερ ὁ Πατὴρ μένων Υἱὸς, καὶ οὐδὲν ἄλλο ἐκεῖνος, ἣ ὅπερ ἐγὼ μένων Πατὴρ, κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, κἂν τὸν Πατέρα γνῷ, τὸν Τιον ἔμαθε. Κυρίλλου. τὴν πρώτην, φησὶ, ἑορτὴν, καθ’ ἣν ἐπετετέλεσε ἐγκαίνια ὁ Σολομών. Θεοδώρου Μομψουεστίασ.
But he said, "I and the Father are one," signifying the consubstantial and co-equal, which indeed the Jews also perceived, and they were throwing stones at him. For when he had asked them the reason for their indignation and for the throwing of stones, and had reminded them of the wonders he had done, they said this was the reason, saying, "For a good work we do not stone you, but for blasphemy, and because you, being a man, make yourself God." Therefore he himself did not merely not deny their suspicion and say, "I do not say that I am God, nor co-equal, nor consubstantial with the Father," but he does the opposite, confirming their suspicion all the more, and this while they were growing savage. For he says, "Is it not written in your law, I said, you are gods?" and the rest. And what he says is of this sort: if those who received this by grace are not accused when they call themselves gods, how am I justly reproached, who have this by nature? "For if I do not do," he says, "the works of my Father, do not believe me; but if I do, even if you do not believe me, believe my works." For since it was impossible for them to see his essence, from the equality and identity of the works he provides proof of the unvaryingness of his power, so that you may know, he says, and believe, "that I am in the Father, and the Father in me," that is, I am nothing other than what the Father is while remaining Son, and he is nothing other than what I am while remaining Father; and if one knows me, he has known the Father, and if one knows the Father, he has learned the Son. Of Cyril. The first feast, he says, at which Solomon celebrated the dedication. Of Theodore of Mopsuestia.
Ἐπειδὴ κατέπεσε τῷ πολεμίῳ ἡ πόλις, ὕστερον δὲ καὶ ὑπὸ Ἀντιόχου πᾶσαν ἐρημωθῆναι συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέμιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν. Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ μὴ εἶπεν Χριστὸν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδὸν, ἐσήμανε τοῦτο. τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν. Ἰσιδώρου Πηδουσιώτορυ. Ἐπειδὴ γέγραφας, οὐδεὶς ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,” πῶς πολλοὶ ἀπόλλυνται ; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆσαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει. Αμμωνίου. Ἀποδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον,
When the city had fallen to the enemy, and later it also happened to be laid utterly waste by Antiochus, and then the enemies were routed by the Maccabees, the city again recovered its own proper form by the help of God; and the day on which it rose again they celebrated each year in remembrance of the restoration that had come about beyond all hope, calling the day the Dedication of Jerusalem. Of Ammonius the Elder. Even if he did not say "Christ," yet by calling himself light, shepherd, and way, he signified this. For the Scripture is accustomed to call Christ by these names. Of Isidore Pedusiotes. Since you have written, "No one can snatch them out of my Father's hand," how are many lost? I say that no one can snatch out of the unconquerable and invincible hand those who have prepared themselves to be its own through right faith and the best conduct, but they will be able to deceive them—that is, no one will be able to drag them away by force and tyranny, but they will be able to lead them astray by fallacies and deceits. Yet this does not happen because of the invincible right hand, but because of the negligence of men who possess free will. For destruction comes not from the weakness of the one who guards, but from the heedlessness of those who are guarded. Of Ammonius. A proof of the Lord's sheep is their readiness to listen,
τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές. Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ Υἱῷ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοὶ, ἀλλ’ ἑκουσίως τρεπόμενοι. Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος. Ὁ γὰρ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ πάντα ποιεῖ, διδάσκει ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ. Ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Γἱὸς ἀποδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαβὶδ, βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. Ἐπειδὴ θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα. Ἀγιασθεὶς λέγεται ὁ Υἱὸς, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἄγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ Θεῷ εἰς θυσίαν. Ἐγὼ ἐν τῷ Πατρὶ εἰμὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” θεωρεῖται κατὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας. Εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν·
But the disobedience belongs to those who are alien. Since even Judas, one of those given to the Son, fell away into wickedness, it is shown that men are not evil by nature and in essence, but are turned aside by their own will. Not mine alone are the works, but of the whole Godhead. For the Father through the Son in the Holy Spirit does all things, teaching us to be modest and not to boast if we receive anything from God. Not knowing that the Son was not about to depart with bare Godhead, but would be incarnate from the seed of David, they called the right confession blasphemy. Since the Father called certain beings gods, yet their dignity is surely something brought in by necessity. For there is necessarily one God who exists by nature, so that he himself may not be thought to be one of those, as though he wore the glory of Godhead as something essential, but rather as something acquired; on an equal footing with the others he clearly distinguishes himself from them. For he shows himself to differ so much from their poverty that, since he himself has come to be among them, it is for this reason that they have been called gods. For he himself is the Word of God and Father. But if it sufficed for some among them, the Word has come to be so that even men, being men, are illumined with the honor of Godhead—how would he not be God by nature, who also procured for others the brightness that comes from this? The Son is said to be sanctified, because he was sent to be slain for the salvation of the world. For holy things are those set apart for God as a sacrifice. I am in the Father, and the Father in me—he is contemplated according to the sameness of nature and essence. For the definition of nature is one, even if it exists in distinct subsistences.
οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί. Ἐπειδήπερ ὅταν μέγα τι καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· τούτου χάριν καὶ νῦν ἀναχωρήσας
ἀπῆλθε πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον. Διὰ τοῦτο δὲ τὸν τόπον ὁ Εὐαγγελιστὴς λέγει, ἵνα μάθωμεν ὅτι ἕνεκεν τούτου ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων καὶ λεχθέντων τῶν παρὰ Ἰωάννου, καὶ τῆς αὐτοῦ μαρτυρίας τοῦ Ἰωάννου. ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ πολλοὶ “ἦλθον πρὸς αὐτὸν,” καὶ ἀναμνησθέντες τοῦ τόπου ἔλεγον, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ἐκείνῳ ἐπιστεύσαμεν, μηδὲν πεποιηκότες σημεῖον, πολλῷ μᾶλλον τούτῳ τοσαῦτα θαυματουργήσαντι. ἐπειδὴ δὲ αὐτὸς ἦν ὁ μαρτυρήσας αὐτῷ, ἵνα μὴ διὰ τὸ πεποιηκέναι αὐτὸν σημεῖον, δόξῃ ἀνάξιον τὴν μαρτυρίαν ἀποφαίνειν τὴν περὶ τοῦ Χριστοῦ, ἐπήγαγον λέγοντες, “πάντα δὲ ὅσα εἶπεν ὁ Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν,” οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησεν, ἀξιόπιστον ἀποφαίνοντες. Διὸ καὶ πολλοὶ, φησιν, ἔκει ἐπίστευσαν εἰς αὐτὸν.
Not, however, the Holy Trinity; for the Father is not the Son or the Spirit, nor the reverse, even if there is no separation, because of their communion and equality with one another. For even in our case the substance of the begetter is known, and in the begotten the father is present according to the principle of substance, but because we are separated by bodies, we many are no longer one. Since when he utters something great and lofty, he quickly withdraws, yielding to their anger, so that the passion may abate and cease through his absence; for this reason he also now withdrew and departed beyond the Jordan, where John was baptizing previously. And for this reason the Evangelist mentions the place, so that we may learn that it was for this cause he went there, reminding them of what had happened there and of what had been said by John, and of John's own testimony. And that the stay in that place benefited many, the Evangelist added, saying, "and many came to him," and remembering the place they said that John performed no sign. What he means is this: if we believed that one, though he performed no sign, much more this one who worked so many wonders. And since he was the one who had testified to him, lest because he had performed a sign he should seem to give testimony concerning Christ that was unworthy, they added, saying, "but everything that John said about this man was true," no longer making this one credible from that one, but that one from what Christ did. Therefore also many, he says, believed in him there.
τὸ ’δε ἔκει αυτόν.” το δὲ “ἐκεί” δηλοί, οτι πολλοὺς ὁ τόπος ἐκεῖνος ὠφέλησεν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἕνεκεν τούτου συνεχῶς ἐξάγει ὁ δεσπότης ἡμῶν Χριστὸς τοὺς ὄχλους ἐκ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας, πρὸς τὸ μέγα τι ἐκ τούτου καρπώσασθαι αὐτούς. Καθάπερ καὶ ἐπὶ τῆς παλαίας ποιήσας φαίνεται, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει, καὶ ἀκόντων αὐτῶν, δείκνυται ὅτι οὐκ ἃν εἰ μὴ ἑκών a. Κυρίλλου. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ ἐπέκεινα τοῦ αὐλίζεσθαι. Ἀμμωνίου. Οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην πρὸς Θεὸν, ὡς καὶ ὁ Χριστὸς περάσας τὸν Ἰορδάνην, ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ. a ἔπαθεν aut aliquid simile excidit. ΚΕΦ. ΙΑ.
And he remained there. And the phrase there indicates that that place benefited many. But one must also consider this: that it is for this reason that our Lord Christ continually leads the crowds out from the company of wicked men, so that they might reap some great fruit from this. Just as he also appears to have done in ancient times, forming and molding the Jews far away from the Egyptians in the desert in all things. From these things he easily escapes them, and even against their will, it is shown that he would not have done so unless willingly. Of Cyril. He puts in at a place having springs, having left Jerusalem, so that as through a type he might hint that he will leave Judea and pass over to the church from the Gentiles, which has the springs of baptism, where also many come to him after crossing the Jordan; for this is what lodging beyond means. Of Ammonius. Those who have crossed the mystical Jordan to God, as also Christ, having crossed the Jordan, came to the church of the Gentiles and remained there. Chapter 11.
Περὶ Λαζάρου. τίνος ἕνεκεν ὑπομιμνήσκει τῆς ἱστορίας ταύτης ὁ Εὐαγγελιστὴς λέγων, ἦν δέ τις ἀσθενῶν Λάζαρος,” καὶ τὰ ἑξῆς; ἡμᾶς παιδεύων μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Καὶ γὰρ καὶ οὗτος φίλος ὣν τοῦ Χριστοῦ ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν ἡ Μαρία αὕτη, ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ, ἀλλὰ ἄλλη, οὐχὶ πόρνη καθάπερ ἐκεῖναι, ἀλλὰ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Διὰ τι δὲ οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα ὡς ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἐποίησαν καὶ αὗται, ἀλλὰ πέμπουσι λέγουσαι, Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ;” ἐπειδὴ σφόδρα ἐθάρρουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ἐκ τῶν μετὰ ταῦτα δῆλον. Τὸ δὲ “ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,” εἰς οἶκτον ἐπισπάσασθαι τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ. Τὸ “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον” εἶπεν ὁ Χριστὸς καὶ τὰ ἑξῆς, τέως ἀποπέμψασθαι τοὺς ἀπαγγείλαντας αὐτῷ ὅτι ἀσθενεῖ βουλόμενος, πρὸς τὸ εἰπεῖν αὐταῖς τοῦτο, ἐφ’ ᾧ καὶ θαυμάσαι ἐστὶ τὰς ἀδελφὰς αὐτοῦ, ὅτι οὐκ ἐσκανδαλίσθησαν ὡς ἀπεναντίας τοῦ πράγματος γενομένου, ἀλλὰ προσῆλθον τῷ Χριστῷ. δεῖξαι δὲ θέλων μίαν εἶναι τὴν δόξαν αὐτοῦ καὶ τοῦ Πατρὸς, ἐπαγγέλλων ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς· προειπὼν γὰρ τῆς δόξης τοῦ Θεοῦ, μετὰ ταῦτα ἐπήγαγεν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.
Concerning Lazarus. For what reason does the Evangelist remind us of this account, saying, "Now a certain man was sick, Lazarus," and what follows? To teach us not to be indignant if sickness befalls earnest men and friends of God. For this man also, being a friend of Christ, was sick. But one must not be ignorant of this either: that this Mary, the sister of Lazarus, was not the one who anointed the Lord with ointment, the harlot in Matthew, nor the one in Luke, but another, not a harlot like those, but modest and earnest. For she was zealous in receiving Christ. But why did they not, having left their sick brother, do as the centurion and the royal official did, but send word saying, "Lord, behold, he whom you love is sick"? Because they had great confidence in Christ, and had much familiarity with him, and were women, weak and gripped by grief; but that they did not do this out of contempt is clear from what follows. And the phrase "Behold, he whom you love is sick" was to draw Christ to compassion. For they still regarded him as a man. The phrase "This sickness is not unto death" Christ said, and what follows, wishing for the time being to send away those who reported to him that he was sick, with a view to saying this to them, at which it is also to be marveled that his sisters were not scandalized, as though the outcome had turned out contrary to the matter, but drew near to Christ. And wishing to show that his glory and the Father's are one, he promised that the Son of God might be glorified through it; for having first spoken of the glory of God, he then added, "that the Son of God may be glorified.
Τὸ δὲ ἵνα” ἐνταῦθα οὐκ αἰτιολογίας ἀλλ’ ἐκβάσεως ἐστί. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀρρωστία· ἐχρήσατο δὲ ταύτην εἰς δόξαν ὁ Θεός. Διὰ τοῦτο δὲ μετὰ τὸ ἀκοῦσαι αὐτὸν ὅτι ἀσθενεῖ, ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι ἔκλυσις
ἦν καὶ κάρος καὶ οὐ θάνατος, καὶ τοσοῦτον ἔμεινεν, ὡς καὶ εἰπεῖν τὴν ἀδελφὴν αὐτοῦ ὅτι ὄζει. Διὰ τί οὐδαμοῦ ἄλλοτε προειπὼν ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν νῦν λέγει τοῖς μαθηταῖς αὐτοῦ, “ἄγωμεν εἰς τὴν Ἰουδαίαν;” τὸ δεδοικέναι αὐτοὺς σφόδρα, ἵνα μὴ ἀθρόον αὐτοὺς ἐκεῖ παραγενόμενος ταράξῃ. ταράξῃ. οὖν ὡς μήπω ὄντες ἀπηρτισμένοι ἐφοβοῦντο περὶ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, λέγουσιν αὐτῷ, ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;” αὐτὸς παραθαρρύνων αὐτοὺς φησὶν, οὐχὶ δώδεκά εἰσιν “ὧραι τῆς ἡμέρας ;“καὶ τὰ ἑξῆς. Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστὶ, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὢν διὰ παντὸς τοῦ δημιουργοῦ τοῦ φωτὸς τούτου. Είπὼν δὲ ὅτι Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐχ ὡς πάλιν διαλεξόμενος τοῖς Ἰουδαίοις ἄπεισιν, ἀλλὰ τὸν φίλον ἐξυπνίσων. Διὰ τοῦτο δὲ ἐν προθυμίᾳ καθιστῶν τοὺς μαθητὰς, ἐκεῖνοι δὲ ἐκκόψαι βουλόμενοι τὴν ἐκεῖσε πορείαν, λέγουσιν, “εἰ κεκοίμηται, σωθήσεται.” Λέγεις, ὅτι καθεύδει, καὶ βαρέως ἔχει. Οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν.
The "that" here is not a statement of cause but of outcome. For the sickness came about from another source, but God used it for glory. And for this reason, after hearing that he was sick, he remained two days in the place where he was, so that he might breathe his last and be buried, so that no one might be able to say that he raised him before he had died, that it was a fainting and a torpor and not death, and he waited so long that his sister said, "He stinks." Why, when he had nowhere else foretold that he would go into Judea, does he now say to his disciples, "Let us go into Judea"? Because they were greatly afraid, lest coming upon them there suddenly he should trouble them. They were afraid, then, as not yet being perfected, on his account, but more for their own sake, and they say to him, "Rabbi, just now the Jews were seeking to stone you, and again you are going there?" He, encouraging them, says, "Are there not twelve hours of the day?" and what follows. What he means is this: if the one who sees the light of this world is in safety, much more the one who is with me throughout, the maker of this light. And having said that Lazarus our friend has fallen asleep, and what follows, he made clear that he was not going away to converse again with the Jews, but to wake his friend. And for this reason, putting the disciples in a state of eagerness, while they wished to cut off the journey there, they say, "If he has fallen asleep, he will be saved." You say that he sleeps and is in a serious condition. Therefore going there is not urgent.
Πόθεν δὲ ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καἰ οὐδὲ ἀπὸ τοῦ εἰπεῖν, πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν” ἔγνωσαν θάνατον εἶναι, καὶ γὰρ ἀνοίας ἦν, εἴ γε προσεδόκουν στάδια πέντε καὶ δέκα πορεύεσθαι αὐτὸν, ὥστε ἐξυπνίσαι τὸν κεκοιμημένον; οὐκ ἀληθῶς ὕπνον ἐνόμισαν, ἀλλ’ αἰνίγματι λέγειν αὐτὸν, οἷα πολλὰ διελέγετο. ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο, τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ, ἀλλ’ ἄγωμεν πρὸς αὐτὸν,” τὸ μὲν πρότερον τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος ἔλεγε, “κεκοίμηται” ἐπειδὴ δὲ οὐ συνεῖδον, τότε φησὶ, ὅτι ἀπέθανε καὶ ὅτε μὲν ἔλεγε, κεκοίμηται, λέγει, πορεύομαι ἴνα ἐξυπνίσω αὐτόν. Ὅτε δὲ εἶπεν, ὅτι ἀπέθανεν, οὐκ ἔτι προσέθηκεν ὅτι πορεύομαι, ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἐβούλετο νῦν τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι. Διὰ τι δέ φησι, “χαίρω δι’ ὑμᾶς;” ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, ἴνα ἐπειδὰν ἀναστήσω, μηδεμία ἔσται ἐν ὑμῖν ὑποψία· οὕτω ἀτελέστερον ἔτι διέκειντο,
From where did the disciples suppose it was sleep, and did not even from his saying, "I go that I may awake him," recognize that it was death? For it would have been folly, if indeed they expected him to journey fifteen stadia, so as to awake the one who had fallen asleep. They did not truly think it was sleep, but that he was speaking in a riddle, as he often conversed. Since, therefore, they were rather sluggish, then Jesus says to them plainly, "Lazarus has died, and I rejoice for your sake, that you may believe, because I was not there; but let us go to him." Previously, wishing to convey the undisturbed state, he said, "He has fallen asleep." But since they did not understand, then he says that he has died. And when he said, "He has fallen asleep," he says, "I go that I may awake him." But when he said that he had died, he no longer added that I go that I may raise him. For he did not wish now to foretell in words the things that were going to be confirmed through deeds. And why does he say, "I rejoice for your sake"? Because I foretold while not being there, so that when I raise him, there may be no suspicion among you. For they were still in a more imperfect state.
καὶ οὐκ ᾔδεισαν αὐτοῦ τὴν δύναμιν, ὡς ἐχρῆν. τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες· πάντες μὲν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς. Διὸ καὶ ἔλεγεν, “ἄγωμεν ἵνα καὶ ἀποθάνωμεν μετ’ αὐτοῦ.” τινὲς μὲν οὖν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν μετὰ τοῦ Χριστοῦ· οὐκ ἔστι δὲ τοῦτο· δειλίας γὰρ τὸ ῥῆμα· οὐκ ἐπετιμήθη δὲ, ἐπειδὴ διεβάσταζεν αὐτῶν τὴν ἀσθένειαν ἔτι. Εἰ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἦν μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος ἦν· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς ἐλθὼν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ καὶ τὰ ἑξῆς; ἐπειδὴ ἔμεινεν ἐκεῖ δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων, καθ’ ἣν καὶ ἐτελεύτησε, καὶ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. οὐκ ἦλθε δὲ αὐτεπάγγελτος, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Ἐμνημόνευσε δὲ τῶν πέντε καὶ δέκα σταδίων, ὅπως ἐντεῦθεν μάθωμεν, ὅτι διὰ τὸ εἶναι ἐγγὺς τὰ Ἱεροσόλυμα, πολλοὺς ἦν εἰκὸς τῶν Ἱεροσολυμιτῶν παρεῖναι, ἵνα παραμυθήσωνται αὐτάς. Παρεμυθοῦντο δὲ οὐχ ὡς φιλουμένας ὑπὸ Χριστοῦ, καὶ γὰρ ἦσαν συνθέμενοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται, ἀλλ’ ἣ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἣ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ οὗτοι παρῆσαν, ὅθεν πολλοὶ ἐξ αὐτῶν ἐπίστευσαν. Διὰ τί οὐ παραλαμβάνει τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς ἡ Μάρθα, ἀλλὰ μόνη τῷ Χριστῷ ἀπήντησεν; ἐπειδὴ κατ’ ἰδίαν συντυχεῖν αὐτῷ ἐβούλετο, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι·
And they did not know his power, as they ought. But the fears in between were doing this, troubling and disturbing their souls. All of them feared the attack of the Jews, but Thomas more than the others. Therefore he also said, "Let us go, that we may die with him." Some therefore say that he himself desired to die with Christ; but this is not so, for the saying is one of cowardice. Yet he was not rebuked, because he was still bearing with their weakness. If Bethany was fifteen stadia away, which was two miles, how was Lazarus four days dead? For the Evangelist says that Jesus, when he came, found him having been four days in the tomb, and the rest. Since he remained there two days, and before the two days someone came announcing it, on which day he also died, and on that very fourth day he arrived. But he did not come self-summoned, lest anyone suspect what had happened. He mentioned the fifteen stadia, so that from this we might learn that because Jerusalem was near, it was likely that many of the Jerusalemites were present, in order to console them. And they were consoling them not as those loved by Christ—for they had agreed that if anyone confessed him as Christ, he would be put out of the synagogue—but either because of the necessity of the misfortune, or as showing respect to the more noble, or those who were not wicked were present, whence many of them believed. Why does Martha not take her sister with her, but alone met Christ? Because she wished to converse with him privately, and to announce what had happened.
ὅθεν ἐπειδὴ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν ἀδελφήν τὸ δὲ ὅσα ἃν “αἰτήσῃ τὸν Θεὸν δώσει σοι” εἶπεν, ἐπειδὴ εἰ καὶ ἐπίστευον εἰς τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς προσῆκε· οὐδὲ γὰρ ὅτι Θεὸς ἦν ἐπίστευον, ἀλλ’ ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διέκειντο· αὐτὸς δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῶν ὑπόνοιαν, αὐθεντικῶς ἀποφαίνεται λέγων, “ἀναστήσεται ὁ ἀδελφός σου.” Πόθεν δὲ αὕτη ἀναστάσεως ἤδει, ὅτι εἶπεν αὐτῷ, οἶδα ὅτι ἀναστήσεται ἐν τῆ “ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ;“ἐκ τῆς τοῦ Χριστοῦ Ἤκουε γὰρ αὐτοῦ πολλὰ περὶ ἀναστάσεως διαλεγομένου, ἀλλ’ ὅμως ἐπόθει ὧδε πάλιν ἰδεῖν αὐτόν. Αὐτὸς δὲ δεικνὺς τὴν
θείαν αὐτοῦ δυναστείαν, φησὶ πρὸς αὐτὴν, “ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται,” περὶ τοῦ θανάτου τούτου λέγων. Τὸ δὲ “οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,” διὰ τὸν θάνατον εἶπε. βουλόμενος δὲ αὐτῆς ἀνεγεῖραι τὸν νοῦν, φησὶ, πιστεύεις “τοῦτο;“οὐ γὰρ μόνον τὸν Λάζαρον ἀναστῆναι τὸ ζητούμενον ἦν, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας εἰς τὴν πίστιν ὁδηγηθῆναι. Ἐκείνη δὲ μὴ συνιδοῦσα τὸ λεχθὲν, ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται, λέγουσα, “ναὶ, Κύριε, ἐγὼ πεπίστευκα ὅτι “εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.” Εἰ γὰρ καὶ μέγα τι κατενόησεν, ἀλλ’ οὐ μὴν τὸ πᾶν ἐπέγνω· τέως μέν τοι ἐκέρδανον ἐκεῖνο τὸ κωλύσαι τὸ πένθος, λάθρα δὲ τὴν ἀδελφὴν ἐφώνησε, σφόδρα συνεχῶς διαπραξαμένη· τοῦτο γὰρ πεποίηκε βουλομένη μὴ διαταράξαι τοὺς πρὸς αὐτὴν συνελθόντας Ἰουδαίους·
Therefore, when he had brought her to good hopes, then he departs and calls her sister. But the words "whatever you ask of God, he will give you" he spoke because, even if they believed in Christ, they did not believe as was fitting; for they did not believe that he was God, but regarded him as some virtuous and esteemed man. He, however, overturning such an opinion of theirs, authoritatively declares, saying, "Your brother will rise." But how did she know of the resurrection, that she said to him, "I know that he will rise in the resurrection, in the last day"? From Christ's teaching. For she heard him discoursing much about the resurrection, but nevertheless she longed to see him here again. He, however, demonstrating his divine power, says to her, "I am the resurrection and the life; the one who believes in me, even if he dies, will live," speaking about this death. But the words "he will not die forever" he spoke because of the death. And wishing to awaken her mind, he says, "Do you believe this?" For it was not only that Lazarus should rise that was sought, but it was necessary that she and those present be led to faith. But she, not comprehending what was said, when asked one thing, answers another, saying, "Yes, Lord, I have believed that you are the Christ, the Son of God, the one coming into the world." For even if she had understood something great, yet she had not fully recognized the whole; nevertheless for the time being they gained this—the stopping of the mourning. And secretly he called the sister, she having done this very frequently; for she did this wishing not to disturb the Jews who had gathered to her.
καὶ γὰρ εἰ ἔγνωσαν ὅτι διὰ τὸν Χριστὸν αὐτῇ λελάληκεν, ἄρα ἃν καὶ ἀνεχώρησαν, νῦν δὲ ὡς ὀλοφυρομένῃ, πάντες ἠκολούθησαν ἐγερθείσης αὐτῆς, καὶ εἰς συνάντησιν τοῦ Χριστοῦ ἀπερχομένης. τίνος ἕνεκεν ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “οὔπω ὁ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην,” καὶ τὰ ἑξῆς; ἵνα δείξη ὅτι σχολαιότερον ἐβάδιζεν, ὅπως μὴ δόξῃ ἐπιρρίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων τοῦτο πεποίηκε· καὶ ἐπειδήπερ τὸ μέλλον γίνεσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις ἐποίησεν ὁ Χριστὸς, καὶ ἔμελλεν μέγα κερδαίνειν πολλοὶ δι’ αὐτοῦ. Διὰ τοῦτο πολλοὺς οἰκονομεῖ γενέσθαι μάρτυρας τοῦ θαύματος. Φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῇ οἰκίᾳ “μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ,” καὶ τὰ ἑξῆς. Θερμοτέρως δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ· ἰδούσα γὰρ αὐτὸν, φησιν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, πάντα δὲ τὰ ἀνθρώπινα ἐκβαλοῦσα παρόντος τοῦ διδασκάλου, καὶ ἑνὸς γενομένη τῆς εἰς αὐτὸν τιμῆς. Φησὶ γὰρ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἃν ἀπέθανεν ὁ ἀδελ- φός μου.” Αὐτὸς δὲ διὰ τοῦτο οὐδὲν αὐτῇ διαλέγεται, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς εἶπε, διὰ τὸ παρεῖναι πολὺν ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων· συγκα-
For if they had known that he had spoken to her because of Christ, they would have withdrawn; but as it was, as to one mourning, they all followed when she rose and went to meet Christ. For what reason did the Evangelist note that "Jesus had not yet come into the village," and what follows? To show that he walked more slowly, so as not to seem to be thrusting himself upon the sign, but that he did it as being asked by them; and because the miracle about to happen was great, and such as Christ performed only rarely, and many were about to gain greatly through it. For this reason he arranges that many become witnesses of the miracle. For the Evangelist says that "the Jews who were in the house with her followed her," and what follows. But Mary approached Christ more fervently than her sister Martha; for seeing him, it says, she fell at his feet, not ashamed of the crowd, nor of the suspicion they held concerning him; for many even of the enemies were there, but she cast out all human considerations in the presence of the teacher, and became wholly devoted to honoring him. For she says, "Lord, if you had been here, my brother would not have died." But he for this reason says nothing to her, nor speaks those words which he also spoke to her sister, because of the great crowd being present, and because it was not the time for such words; con-
ταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν. Δακρύει γὰρ καὶ συγχεῖται ἰδὼν αὐτὴν κλαίουσαν, καὶ ἅπαντας τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους· τὸ δὲ ἐνεβριμήσατο τῷ πνεύματι,” τοῦτο ἐστὶν, ὅτι ἐπετίμησε τῷ πένθει· διὸ καὶ ἐπισχὼν τὴν σύγχυσιν, οὕτως ἐρωτᾷ, ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν έρώτησιν. Διὰ τί εἶπε, “που τεθείκατε αὐτόν ;“οὐκ ἀγνοῶν, μὴ βουλόμενος ἑαυτὸν ἐπιρρίπτειν τῷ θαύματι, μᾶλλον δὲ πάντα παρ’ ἐκείνων ποιῶν ὁμολογεῖσθαι καὶ μαρτυρεῖσθαι, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. ἐπειδὴ δὲ οὐδὲν οὐδέπω τῆς ἀναστάσεως Λαζάρου τεκμήριον ἐνδείκνυται, οὐδὲ οὕτως ἐνόμιζε τὸ ἔρχεσθαι ὡς ἀναστήσων αὐτὸν, ἀλλ’ ὡς θρηνήσων, λέγουσιν αὐτῷ, “Κύριε, ἔρχου καὶ ἴδε. Ἕνεκεν δὲ τίνος ἔλεγον οἱ Ἰουδαῖοι, οὐκ ἐδύνατο οὗτος ὁ ποιήσας ἀνοιχθῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;” διεφθαρμένῳ σκοπῷ, ὡς ἐνδιαβάλλοντες τὸ θαῦμα, ὡς μὴ γεγονὸς ἐκεῖνο, οὕτως οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν· ὀφείλοντες γὰρ θαυμάζειν τὸ σημεῖον ἐκεῖνο, ἀπ’ ἐκείνου μᾶλλον καὶ τοῦτο ἐνδιαβάλλουσι· καὶ γὰρ μήπω ἐλθόντος αὐτοῦ εἰς τὸν τόπον, μηδὲ τεκμήριόν τι τοῦ θαύματος ἐπιδειξαμένου, προκαταλαμβάνουσι ταῖς κατηγορίαις, οὐκ ἀναμείναντες τοῦ πράγματος τὸ τέλος. οὐκ ἐπιστομίζει δὲ αὐτοὺς, ἐπειδὴ ἔμελλον διὰ τῶν ἔργων τοῦτο πάσχειν, τοῦ θαύματος ἐκπληρουμένου, ὅπερ καὶ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν. Τί δήποτε δὲ περισπούδαστος ὁ Εὐαγγελιστὴς ἄνω καὶ κάτω στρέφει, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐπετίμησε τῷ πάθει;
But he descends rather, laying bare the human nature. For he weeps and is troubled when he sees her weeping, and all the Jews who had come together with her. And the phrase "he groaned in the spirit" means that he rebuked the mourning; therefore, having checked the disturbance, he asks his question in such a way that the inquiry should not be accompanied by lamentation. Why did he say, "Where have you laid him?" Not from ignorance, but because he did not wish to thrust himself upon the miracle, or rather because he was making everything be acknowledged and testified to by them, so as to free the sign from all suspicion. But since no evidence of Lazarus's resurrection had yet appeared, nor did she suppose that he was coming to raise him, but rather to mourn him, they say to him, "Lord, come and see." And for what reason did the Jews say, "Could not this man, who opened the eyes of the blind, have caused that this man also should not die?" With a corrupt purpose, as if casting discredit on the miracle, as though that former one had not happened; thus not even in their misfortunes did they let go of their wickedness. For whereas they ought to have marveled at that sign, they rather cast discredit on this one as well on account of it. For even before he had come to the place, and before he had displayed any evidence of the miracle, they forestall him with accusations, not waiting for the outcome of the matter. But he does not stop their mouths, since they were going to suffer this through the deeds themselves, when the miracle was fulfilled, which was also less offensive and more capable of putting them to shame. And why is the Evangelist so earnestly turning the matter over and over, that he wept, and that he rebuked the passion?
Καὶ γάρ φησιν, Ἰησοῦς οὖν πάλιν ἐμβριμούμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνη- μεῖον ;“διὰ τὸ μαθεῖν ἡμᾶς, ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ φθέγγεται τῶν ἄλλων μᾶλλον Εὐαγγελιστῶν, καὶ τοῦτο καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερα φθέγγεται, ὅθεν καὶ ἐν τῷ πένθει πολὺ τὸ ἀνθρώπινον αὐτὸν φησὶν ἔχειν, ἀπὸ τούτου δηλῶν τῆς οἰκονομίας τὴν ἀλήθειαν. ὁ μὲν γὰρ Λουκᾶς ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θρόμβου καὶ τοῦ ἱδρῶτος, οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται ταύτην. τίνος ἕνεκεν οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι τὸν Λάζαρον, ἀλλὰ λέγει, ἄρατε τὸν λίθον ;“Καὶ γὰρ ὁ σῶμα κινήσας
νεκρὸν τῇ φωνῇ, ὁ τὸν δεδεμένον καὶ μὴ ὁρῶντα καὶ συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησε τοῦτο; ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος, ἵνα μὴ πάλιν λέγωσιν, ὃ ἐπὶ τοῦ τυφλοῦ, ὅτι οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες καὶ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον ἐξελθεῖν, καὶ τὸ τοὺς φίλους τοὺς κηδεύσαντας παρόντας αὐτὸν ὁρᾷν, καὶ ἀπὸ τῶν ἱματίων ἐπιγιγνώσκειν καὶ ἡ δυσωδία δὲ, φησὶ γὰρ, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει,” πάντα ταῦτα ἱκανὰ ἦν ἐπιστομίσαι τοὺς ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. Τὸ δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν,” εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τοῦ ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς λοιπὸν, διὰ τὸ μῆκος τῶν τοσούτων ἡμερῶν, οὕτως ἔτι κάτω στρέφεται·
For he says, "Jesus therefore again groaning in himself, comes to the tomb," so that we might learn that he truly put on our nature. For since he speaks great things concerning himself more than the other Evangelists, so also in bodily matters he speaks things far more lowly; whence also in mourning he says he has much that is human, thereby showing the truth of the economy. For Luke confirms this from the agony and the clamor and the sweat, but this one from the mourning. For what reason did he not make Lazarus rise while the stone was lying upon the tomb, but says, "Take away the stone"? For he who moved a dead body by his voice, who prepared the bound man, who could not see and was fettered, to walk by his voice, would much more have moved a stone. Why then did he not do this? So that he might make them witnesses of the miracle, so that they might not again say, as in the case of the blind man, "It is this man, it is not this man." For the hands and the coming to the place, and the taking away of the stone, and the coming out wrapped in grave-clothes, and the friends who had buried him being present to see him, and recognizing him from the garments, and the stench—for she says, "He has been dead four days, and already he stinks"—all these things were sufficient to stop the mouths of the ungrateful, having become witnesses of the sign. And the phrase "already he stinks, for he has been dead four days," Martha said, thinking it impossible for her brother to rise any longer, because of the length of so many days; thus he is turned even lower.
ἀναμιμνήσκων δὲ ὁ Χριστὸς ὧν διελέχθη πρὸς αὐτὴν, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησὶν, οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς. ὄψει τὴν δόξαν τοῦ Θεοῦ ;“τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν, ”ἵνα δοξασθῇ ἐν αὐτῶ ὁ Υἱὸς τοῦ Θεοῦ,” ταύτῃ δὲ τὴν δόξαν “τοῦ Θεοῦ,” περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν ἀκουόντων τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἦν. Διὰ τί εὔχεται, μᾶλλον δὲ τῆς εὐχῆς σχῆμα ἀνέλαβεν ; αὐτοῦ λέγοντος, ἀκούσωμεν, φησὶ γὰρ, ”διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σὺ μὲ ἀπέστειλας.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἵνα μὴ ἀντίθεον με νομίσωσιν, ἵνα μὴ λέγωσιν, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γιγνόμενον. Οτι γὰρ τοῦτό ἐστιν, ἴδωμεν καὶ τίς ἡ ἀρχή· “εὐχαριστῶ σοι,” φησὶ, Πάτερ, ὅτι ἤκουσάς μου. τίς δὲ οὕτως ηὔξατό ποτε ; πρὶν γάρ τι εἰπεῖν, “ἤκουσάς μου,” φησὶ, δεικνὺς, ὅτι οὐ δεῖται εὐχῆς. Δῆλον δὲ τοῦτο ἀφ’ ὧν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων, σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ,” καὶ “θέλω καθαρίσθητι, καὶ ἀφέωνται αἱ ἁμαρτίαι σου,” καὶ τῇ θαλάσσῃ, “σιώπα, πεφίμωσο.” Κράξας δὲ φωνῇ μεγάλῃ, Λάζαρε, δεῦρο “ἔξω,” οὐκ εἶπεν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω, οὐ δὲ ἀνάστησον αὐτὸν, Πάτερ, ἀλλ’ εὐξαμένου σχῆμα λαβὼν ὡς εἴρηται, δι’ ἢν εἶπον αἰτίαν, τὴν αὐθεντίαν διὰ τῶν πραγμάτων
But Christ, reminding her of what he had discussed with her, and almost rebuking her as forgetful, says, Did I not tell you that if you believe, you will see the glory of God? To the disciples, then, he said, "that the Son of God may be glorified in him," but to her he spoke of the glory "of God," referring to the Father. For the weakness of the hearers was the cause of the difference in what was said. Why does he pray, or rather why did he assume the form of prayer? Let us hear him speaking: for he says, "Because of the crowd standing around I spoke, that they may believe that you sent me." What he means is this: that they may not think me opposed to God, that they may not say, He is not from God, that I may show that the work is done according to your will. For that this is so, let us see also what the beginning is: "I thank you," he says, Father, that you heard me. But who ever prayed like this? For before saying anything, he says, "you heard me," showing that he has no need of prayer. This is clear from the other things he did without prayer, saying, "I say to you, demon, come out of him," and "I will, be cleansed, and your sins are forgiven," and to the sea, "Be silent, be still." But having cried out with a loud voice, Lazarus, come "out," he did not say, In the name of my Father come out, nor did he say, Raise him up, Father, but assuming the form of one praying, as has been said, for the reason I mentioned, he demonstrated his authority through the deeds
ἐνδείκνυται· ταῦτα δὲ λέγω τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα τῶν τὴν δόξαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐλαττούντων, καὶ λεγόντων ὅτι ἀπὸ τῆς εὐχῆς ῥοπὴν λαβὼν τὸν Λάζαρον ἀνέστησε. Τί γὰρ ἴσον τῆς ἐξουσίας ταύτης γένοιτ’ ἂν, ὅτι ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι φησὶ, Λάζαρε, δεῦρο ἔξω ;“τοῦτο δέ ἐστιν ὃ ἔλεγεν, ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς “τοῦ Θεοῦ, καὶ ἀκούσαντες ζήσονται.” Iva γὰρ μή τις νομίσῃ, ὅτι παρ’ ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, προλέγει τοῦτο, ὃ διὰ τῶν ἔργων δείξειν ἔμελλε. Δεῖξαι δὲ θέλων ὅτι τοῦ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον, φησὶ, “καὶ ἐξῆλθεν ὁ τεθνεὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας.” τοῦτο δὲ γέγονεν, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ πρᾶγμα. Κελεύει δὲ αὐτοῖς λῦσαι, ὅπως πλησίον γενόμενοι καὶ ἁψάμενοι, ἴδωσιν ὅτι οὕτος ἐκεῖνος ἐστι τὸ δὲ ἄφετε ὑπάγειν, τὸ ακομπαστον δηλοῖ, οὐδὲ γὰρ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ’ αὐτοῦ περιπατεῖν ὥστε ἐπιδείκνυσθαι, γενομένου δὲ τοῦ θαύματος, οἱ μὲν ἐπίστευσαν τῶν θεασαμένων, οἱ δὲ ἀπήγγειλαν τοῖς Φαρισαίοις. τι οὖν ἐκεῖνοι; ὀφείλοντες ἐκπλήττεσθαι καὶ θαυμάζειν, μᾶλλον ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὅπερ ἦν ἐσχάτης ἀνοίας, ὅτι τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον θανάτῳ παραδώσειν ἐνόμιζον, καὶ ἄνθρωπον αὐτὸν ἔτι ἐκάλουν λέγοντες, ”τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ;” τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος, ὅθεν καὶ πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι καὶ μηκέτι νομίζειν ἄνθρωπον.
He demonstrates this. I say these things to stop the mouths of the heretics who diminish the glory of the only-begotten Son of God, and say that he raised Lazarus after receiving a boost from prayer. For what could equal this authority, that he speaks to the dead man as to a living one, saying, Lazarus, come out? "This is what he was saying: the hour is coming when the dead will hear the voice of God, and having heard, they will live." For lest anyone suppose that he received the power from another, he foretells this, which he was about to demonstrate through his works. And wishing to show that the coming out of the bound man seemed no less paradoxical than the raising, he says, "and the dead man came out, bound as to his feet and hands." This happened so that the matter might not seem to be a phantom. And he commands them to loose him, so that by drawing near and touching him, they might see that this is that very man. And "let him go," indicates his freedom from boasting, for he does not lead him around, nor command him to walk with him so as to show him off. And when the miracle had occurred, some of those who had seen it believed, but others reported it to the Pharisees. What then did those men do? Though they ought to have been astounded and amazed, they rather wished to kill him, which was the height of folly, because they thought they would hand over to death the one who had overcome death in the bodies of others, and they still called him a man, saying, "What are we doing? For this man performs many signs?" Having received such great proof of his divinity, from which they ought to have believed and served and worshiped and no longer considered him a man.
τίνος ἕνεκεν τῶν Ῥωμαίων μνημονεύουσι, λέγοντες, ὅτι “ἐὰν “ἀφῶμεν αὐτὸν, ἔρχονται οἱ ‘Ρωμαῖοι καὶ αἴρουσιν ἡμῶν καὶ τὸ “ἔθνος καὶ τὴν πόλιν ;“τὸν λαὸν ἐπισεῖσαι σπουδάζοντες, ὡς μέλλοντος τοῦ πλήθους τῶν Ἰουδαίων δῆθεν κινδυνεύειν, ἐπὶ ὑποψίᾳ δῆθεν τυραννίδος. ἐὰν γὰρ ὀχλαγωγοῦντά φησιν ἴδωσι τὸν Χριστὸν οἱ ‘Ρωμαῖοι, ἐκ τοῦ πιστεῦσαι πολλοὺς εἰς αὐτὸν, ὑποπτεύουσιν ἡμᾶς ἐπὶ τυραννίδι, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δὲ ἔλεγον οὐ προσδοκῶντες ταῦτα, ἀλλὰ βασκαίνοντες· ἵνα γὰρ μὴ δόξωσι τὸν ἑαυτῶν φθόνον δημοσιεύειν, τὴν πόλιν λέγουσι κινδυνεύειν ἅπασαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν λόγον.
Θεοδώρου Μομψουεστίασ. Τὸ, “ἴδε, ὃν φιλεῖς πίστεως ἀπόδειξιν ἔχει· οὕτω γὰρ ᾔδεσαν πολλὴν περιεῖναι τῷ Κυρίῳ δύναμιν, ὡς θαυμάζειν ὅτι καθήκετο ἀσθένεια ἀνδρὸς φιλουμενου παρ’ αὐτοῦ· Ἀμμωνίου Πρεβυτέρου. Οὐκ ἔστι πρὸς θάνατον, τουτέστι πρὸς διηνεκῆ, ἀλλ’ εἰς μόνας τέσσαρας ἡμέρας, ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ. πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν. Ὠριγένουσ. Εἴποι δ’ ἄν τις τὴν Μαριὰμ σύμβολον εἶναι ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸ δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν, τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ ἀποστραφέτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν “Ἅιδην·” καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φησὶν εἰρῆσθαι τῇ Μάρθᾳ·
For what reason do they mention the Romans, saying, "If we let him go, the Romans will come and take away both our nation and the city"? They are eager to alarm the people, as though the multitude of the Jews were supposedly in danger, on the suspicion of tyranny, so to speak. For if, he says, the Romans see Christ gathering a crowd, from the fact that many believe in him, they will suspect us of tyranny and will destroy our city. But they said these things not expecting them to happen, but out of envy; for so that they might not seem to publicize their own envy, they say that the whole city is in danger, and that the common good is being plotted against, and that their discourse concerns the utmost extremities.
Theodore of Mopsuestia. The phrase, "Behold, he whom you love" is a proof of faith; for they knew that such great power resided in the Lord, that they marveled that weakness had come upon a man loved by him. Ammonius the Presbyter. It is not unto death, that is, not unto perpetual death, but only for four days, since he rose not long after. Looking to the outcome of the matter, we say that the sickness is not unto death. It was not of such great glory and wonder to raise Lazarus from sickness as to raise him from the dead. Origen. One might say that Mary is a symbol of those from the Gentiles, and Martha of those from the circumcision, and their brother who is raised from the dead, of those who have descended to Hades because of certain sins, according to the verse, "Let the sinners be turned back to Hades"; and not implausibly, because of the conduct under the law of Moses, he says it was spoken to Martha:
Μάρθα, Μάρθα, περὶ πολλοῦ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία·” εἰς σωτηρίαν οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων. Θεοδώρου Μομψουεστίασ. Εητήσωμεν, ἐν ποίῳ τόπῳ Ἰησοῦς, ὅτε ταῦτα ἔλεγεν· ὅσον γὰρ ἀπὸ τοῦ Εὐαγγελίου οὐκ ἦν ἔξω τῆς Ἰουδαίας· πῶς οὖν λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν “Ἰουδαίαν;“εἰ μὴ ἄρα ἁπλούστερόν τις τὰ τοιαῦτα ἐξετάζων λέγοι κατὰ τὸ σιωπώμενον αὐτὸν γεγονέναι ἔξω τῆς Ἰουδαίας. Εἰπὼν οὖν, ἄγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν,” ἀκούει ὑπὸ τῶν μαθητῶν τὸ καὶ πάλιν ὑπάγεις ἐκεῖ.” Ἀμμωνίου Πρεσβυτέρου. To δὲ, ζητοῦσί καὶ τὰ ἑξῆς, ὡς μήπω ὄντες ἀπηρτισμένοι, καὶ νομίζοντες ὅτι καὶ καὶ ἄκων ἔπασχεν, εἶπον τοῦτο· οὐχὶ δώδεκα ὧραι εἰσὶ,” καὶ τὰ ἑξῆς. ἘΞ Α᾿νεπιγράφου. τοῦτο εἰπεῖν βούλεται, ὅτι μηδὲν συνειδὼς πονηρὸν οὐδὲν πείσεται δεῖνον, ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται· ὥστε οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἀπράξαμεν· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐπ’ ἀσφαλείᾳ
Martha, Martha, you are troubled and distracted about many things, but few are needed; for salvation there is no need of the many commandments according to the letter of the law, but of few, in which the whole law and the prophets hang, namely those legislated concerning love. From Theodore of Mopsuestia. Let us inquire in what place Jesus was when he said these things; for as far as the Gospel is concerned, he was not outside Judea; how then does he say to the disciples, "Let us go into Judea"? Unless perhaps one examining such matters more simply would say that, according to what is passed over in silence, he had been outside Judea. Having said therefore, "Let us go again into Judea," he hears from the disciples, "You are going there again." From Ammonius the Elder. But the "they seek" and what follows, as being not yet perfected, and thinking that he suffered even unwillingly, they said this: "Are there not twelve hours," and what follows. From an untitled work. He wishes to say this, that one who is conscious of nothing evil will suffer nothing terrible, but the one who does wicked things will suffer; so that one ought not to fear; for we have done nothing worthy of death; or that he who sees the light of this world, for safety
ἔσται. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐπ’ ἀσφαλείᾳ ἔσται, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ αὐτὸν ἐμοῦ· Κυρίλλου. τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ τὴν τῶν ἀνθρώπων ἀπεικάζει διάνοιαν, καὶ φιλόκαλόν πὼς ὑπάρχουσαν εἰς βουλὴν καὶ προαίρεσιν ταῖς ὥραις παραπλησίως. ἣ τοίνυν τοῦτό φησιν, ἢ καὶ τοῦτο· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας ;” τουτέστιν, ἡμέρα, φησὶ, εἰμὶ καὶ φῶς. Ὥσπερ οὖν οὐκ ἐγκαταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρὸν, οὕτως οὐκ ἃν ἐκ τῶν λεγομένων τὴν πη ἐμοῦ συστελλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον· ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρὸν, νύκτα δὲ τὸν πρὸ ταύτης, ὡς ὅταν λέγῃ ὁ Κύριος, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα,” φησὶν, ἐστίν.” Ἀμμωνίου. Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὁ ἐστι τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει,” πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων ; Ἀπολιναρίου. Διδάσκει ὁ Κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἃν ὑπὸ Ἰουδαίων τι πάθοι· διδάσκει δὲ διὰ παραβολὴν, ἡμέραν μὲν καιρὸν τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα· ἐκ τούτου δῆλον ὅτι κατὰ τὴν ἄνωθεν βούλησίν ἐστι τὸ μὴ παθεῖν ἣ παθεῖν αὐτὸν, ὥσπερ κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἣ ἀπουσίαν, τὸ βλέπειν ἣ μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται· ὥστε μέχρι περ ἃν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτῷ γενέσθαι, ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβήσεται. Κυρίλλου.
it will be. But if the one who sees the light of this world is in safety, how much more the one who is with me, unless he should remove him from me. Of Cyril. By the ceaseless motion of the day he likens the mind of men, and as it were fond of beauty, in counsel and choice resembling the hours. Therefore it says this, or also this: "Are there not twelve hours of the day?" That is, he says, I am the day and the light. Just as therefore the light of the day would not cease unless it had fulfilled the appointed time, so neither would the illumination from me be contracted from the Jews, since the fitting measure of loving-kindness had proceeded. And he calls the time of his presence "day," and the time before it "night," as when the Lord says, "I must work the works of him who sent me, while it is day." Of Ammonius. Just as the day is unstable, passing from hour to hour, so also is the judgment of men, that is, of the Jews. "If one who walks in the day does not stumble," how would I, who enlighten all, endure the deeds of the unwilling? Of Apollinaris. The Lord teaches that before the time of his passion he would suffer nothing from the Jews; and he teaches through a parable, calling the time before the passion "day," and the time of the passion "night." From this it is clear that it depends on the will from above whether he does not suffer or suffers, just as it depends on the presence or absence of the light whether men see or do not see; so that as long as the divine and heavenly will prevents the passion, it is impossible for it to happen to him, but when it yields and concedes, then it will come to pass. Of Cyril.
Ὕπνον γὰρ ὀνομάζει τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ σώματος ἔξοδον, καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. Ἔστιγὰρ καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ἣ ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος· ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. Ἀμμνωίου Πρεσβυτέρου. Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν,
σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σωτηρίαν, ὑπερορῶντες τῶν Ιουδαϊκῶν ἐπιβουλῶν. Θεοδώρου Μομψουεστίασ. Χαίρω, φησὶν, ὑμῶν γὰρ μὴ εἶναι με ἐκεῖ συντελέσει πρὸς τὴν πίστιν τὴν ὑμετέραν, ἐπείπερ εἰ μὲν παρήμην, ἀρρωστοῦντα ἐθεράπευον· μικρὸν δὲ ἦν τοῦτο τὸ θαῦμα εἰς δυνάμεως ἐπίδειξιν. Ἐπειδὴ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ αὐτὸν ἀπιὼν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμὴν, ὅταν ἴδητέ με καὶ τοῦτο δυνάμενον, τοὺς νεκροὺς ἤδη διεφθορότας ἀνιστᾶν. Ἀμμωνίου πρεσβυτέρου. Ὡς πρὸς ζῶντα λέγει αὐτῷ γὰρ ἔζη ὡς Θεῷ. Θεοδώρου Μομψουεστίασ. Καλὸν μὲν ἦν καὶ ἐκκλῖναι τῶν ἐχθρῶν τὴν ἐπιβουλήν· ἐπειδὴ δὲ τοῦτο δέδοκται πάντως αὐτῷ ἀπελθεῖν, συναπέλθωμεν καὶ ἡμεῖς· κρεῖττον γὰρ ἀποθνήσκοντας κοινωνῆσαι τοῦ θανάτου ἢ τῆς οἰκείας σωτηρίας προνοουμένους ἀπολειφθῆναι τοῦ διδασκάλου. Ὠριγένουσ.
For he calls the departure of the human soul from the body sleep, and very reasonably so; for the one who created all things for incorruption, as it is written, did not see fit to call it death, and who showed the generations of the world to be means of salvation. For the account is also true: sleep truly in the sight of God is nothing other than our temporary death of the body, being done away with by a mere and single nod of the life according to nature, that is, of Christ. Of Ammonius the Elder. That we may not appear without affection, let us hasten to the salvation of our friend, disregarding the plots of the Jews. Of Theodore of Mopsuestia. I rejoice, he says, that my not being there will contribute to your faith, since if I had been present, I would have healed the sick man; but this was a small wonder for a display of power. But since I was left behind, and death came upon him, and I am about to raise him by departing, you will be more greatly confirmed in your faith in me, when you see that I am also able to do this, to raise the dead who have already decayed. Of Ammonius the Elder. He speaks to him as to one living, for he lived to him as to God. Of Theodore of Mopsuestia. It was good also to avoid the plot of the enemies; but since it has been decided by him to depart altogether, let us depart with him; for it is better to die and share in his death than, providing for one's own safety, to be left behind by the teacher. Of Origen.
Ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ Γἱῷ τοῦ Θεοῦ τὴν περὶ φυχὴν ἣν ἔμελλε ποιεῖν, καταβὰς εἰς τὸ χωρίον αὐτῶν, ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτὰ ἀπειθήσασί ποτε. ἀκούσας ὅτι “πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν,” ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάξαρον, ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον· τὸ δὲ καὶ τοῦ Σωτῆρος εἰπόντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, καὶ τὰ ὁμοία. Εἰτα ὡς γνήσιος τοῦ Σωτῆρος μαθητὴς, καὶ κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἃν ἀπίη, ἐβούλετο αὐτῶ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. Θεοδώρου Ἡρακλείασ. Ἔξεισι μὲν οὖν ἡ Μάρθα τὴν τοῦ Κυρίου παρουσίαν οὐκ ἀνακοινωσαμένη πρὸς τὴν ἀδελφήν φησι, διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν τοῦ Κυρίου ἀπὸ τῶν παρόντων Ἰουδαίων, ὡς ἃν ἐχθρῶν Χριστοῦ, καὶ διωκόντων αὐτὸν, ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται. Ἀμμωνίου πρεσβυτέρου. Ζωὴν ἑαυτὸν εἶπεν ὁ Κύριος, οὐ
Thomas, having read the accounts concerning the Savior—and it is likely that he had also heard that there remained for the Son of God an economy concerning the soul which he was about to accomplish, having descended into their place, so that he might preach to the spirits in prison, having gone to those who were once disobedient—when he heard that "I go that I may awake him," thought that Lazarus would not otherwise be awakened and raised from the dead unless Jesus descended into the place of souls; and this, even though the Savior had said, "No one takes my soul from me, but I lay it down of myself," and similar things. Then, as a genuine disciple of the Savior, and having judged it right to follow him wherever he might go, he wished that the remaining disciples also, by the grace of Jesus, might lay down the body together with him. From Theodore of Heraclea. Martha therefore goes out, not having communicated the Lord's arrival to her sister, because she wished the Lord's arrival to be hidden from the Jews who were present, as being enemies of Christ and persecutors of him, and she utters words of little faith. From Ammonius the Elder. The Lord called himself life, not
ζῶον· τὸ μὲν γὰρ ζῶον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὡς ἡ σοφία καὶ ὁ σοφός ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσι. ἘΞ Ἀνεπιγράφου. Δεικνὺς ὅτι οὗτός ἐστιν ὁ χορηγὸς ἀγαθῶν, καὶ παρ’ αὐτοῦ δεῖ αἰτεῖν καὶ πῶς. ôὉ πιστεύων εἰς ἐμὲ,” ὁρᾷς πῶς αὐτῆς ἀνάγει τὸν νοῦν; οὐ γὰρ τοῦτο ἦν ζητούμενον τὸν Λάζαρον ἀναστῆσαι, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας καὶ ἐκείνην τὴν ἀνάστασιν μαθεῖν. εἰ γὰρ ἐκείνῃ πιστεύεις, φησὶ, μηδὲ περὶ ταύτης ἀμφίβαλλε· οὐ γὰρ ἄλλος ὁ ἐκείνην ἐργαζόμενος παρ’ ἐμὲ, ἀλλ’ ἐγὼ κἀκείνης τοῖς ἀνθρώποις αἴτιος, ὥστε ὁ κοινῇ πάντας ἀριστῶν. Οὐ γὰρ δήπου περὶ ἑνὸς ἀνάστασιν ἄτονος εἶναι δύναμαι. Διὰ τοῦτο περὶ τῆς ἀναστάσεως φιλοσοφεῖ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι καὶ ἡ ζωὴ, οὐ τόπῳ περικέκλεισται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι. Θεοδώρου Μομψουεστίασ. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε, τὴν ἐλπίδα τῆς ἀναστάσεως ἔχουσαι. Ὁ γὰρ ζῶν μετὰ τῆς εἰς ἐμὲ πίστεως οὐδεπώποτε ἀποθανεῖται, ἐπειδήπερ κἂν ἀποθνήσκειν δόξῃ, οὐ νεκρός ἐστιν, ἀλλὰ ζῶν διὰ τὴν ὑπόσχεσιν, μεθ’ ἧς δέχεται τοῦ τῆς φύσεως ὅρου τὴν τελευτήν. Καί τοι γε ἐν τοῖς Εὐαγγελίοις, οὐ φαίνεται ὅτι ἔλεγεν αὐτῇ ὁ Κύριος καλέσαι τὴν ἀδελφὴν, ἀλλὰ δηλονότι εἴρηται μὲν, ὁ δὲ Εὐαγγελιστὴς παρέλιπε, ἑνὸς ὣν τοῦ μόνα τὰ ἀναγκαῖα λέγειν. Κυρίλλου. τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ φωνῆς δεξαμένη τοῦτό φησι.
a living being; for the living being is receptive of life, while life is the source of living, as wisdom and the wise man: the one receives, the other gives. From an Untitled Work. Showing that he is the provider of good things, and that one must ask from him, and how. "The one who believes in me"—do you see how he elevates her mind? For the point at issue was not merely to raise Lazarus, but it was necessary that she and those present and that resurrection also be taught. For if you believe in that one, he says, do not doubt concerning this one either; for it is not another who accomplishes that one apart from me, but I am the cause of that one too for men, so that I am the one who feasts all in common. For surely I cannot be powerless concerning the resurrection of one man. Therefore he philosophizes about the resurrection in his words. But if the resurrection is himself and the life, he is not confined by place, but being present everywhere he knows how to heal. From Theodore of Mopsuestia. So one must not shudder at this death. What he says is of this sort: that neither has this man died, nor will you die, you who have the hope of the resurrection. For the one who lives with faith in me will never die, since even if he seems to die, he is not dead, but lives because of the promise with which he receives the end of his nature's limit. And yet in the Gospels, it does not appear that the Lord told her to call her sister, but it is clear that it was said, but the Evangelist omitted it, being one whose practice is to speak only the necessary things. From Cyril. She, having received the indispensable necessity of the matter and what was owed by his presence, says this instead of a cry.
Πῶς γὰρ οὐκ ἔδει παρόντος τοῦ Χριστοῦ, πρὸς αὐτὸν ἰέναι προθύμως τὴν Μαρίαν, ἐπείπερ ἅπαν οὐ μετρίως λελυπημένην ; Ἀμμωνίου πρεσβυιέρου. Εἰ μὴ οἰκονομία τοῦ ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστής· γέγονε δὲ ἵνα καὶ ἄκοντες παραγένωνται, καὶ μαρτυρήσωσι τῷ σημείῳ. Ἀπολιναρίου. Περὶ τῆς Μάρθας οὐκ εἶπεν, ὅτι τοῖς προσέπεσεν, ἀλλ’ ὅτι ἀπήντησε μόνον, οὐδ’ ὅτι ταχέως καὶ σπουδαίως προσέδραμεν· τῇ γὰρ Μαρία̣ καὶ τοῦτο δέδωκεν ὁ Εὐαγγελιστὴς, ἐπὶ τῆς Μάρθας προειρηκὼς ψιλῶς τὸ ὅτι ὑπήντησεν αὐτῷ· τοῦ δὲ ἐλθεῖν τὸ ἀπαντῆσαι ὑποδεέστερον, ὡς φαίνεσθαι
διὰ πολλῶν τὴν Μαρίαν πλείονα τὴν ἀγάπην, τὴν περὶ τὸν Κύριον ἔχουσαν· Ἀμμωνίου πρεσβυγέρου. Λυπηθεὶς ὁ Χριστὸς, καὶ ἑαυτῷ κινηθεῖσαν τὴν λύπην, καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον, ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ Ἁγίου Πνεύματος δινάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει, καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι. Θεοδώρου Μομψουεστίασ. Ἐρωτᾷ, ποῦ ἀγνοῶν· πῶς γὰρ ὁ πόρρωθεν εἰπὼν, ὅτι τετελεύτηκεν, ἀλλ’ ὥστε δοκεῖν τάξιν τινὰ τῷ πράγματι διδόναι, καὶ μὴ μετὰ ἐπιδείξεως τὸ θαῦμα ἐργάζεσθαι. Ἰσιδώρου Πηλουσιώτου. Ἐδάκρυσεν ὡς ὁ Χριστὸς ἐπὶ Λαζάρου· μάλιστα μὲν κἂν τούτῳ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, κανόνας ἡμῖν καὶ ὀροὺς πηγνὺς, ἵνα μὴ ἐκβακχευώμεθα ὑπὸ τῆς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον, ἴδε πῶς ἐφί- “λει αὐτόν.” ὨΡΙΓΕΝΟΥΣ.
For how was it not necessary, when Christ was present, that Mary should go to him eagerly, since she had been grieved beyond measure? From Ammonius the Elder. If it had not happened by divine dispensation, the Evangelist would not have mentioned it; but it happened so that even the unwilling might come and bear witness to the sign. From Apollinarius. Concerning Martha he did not say that she fell at his feet, but only that she met him, nor that she ran up quickly and eagerly; for the Evangelist granted this also to Mary, having previously stated plainly of Martha only that she met him; and to meet is less than to come, so that Mary appears through many details to have the greater love for the Lord. From Ammonius the Elder. Christ, grieved and with the grief stirred up in himself, and with the flesh inclining toward tears, rebukes the flesh by the power of the Holy Spirit, which, unable to bear the motion of the divinity united to him, trembles and masters the grief; for it was not fitting to weep over a dead man for one who introduces the hope of resurrection. From Theodore of Mopsuestia. He asks, in ignorance—for how could he who had said from afar that he had died?—but so as to seem to give some order to the matter, and not to work the miracle with display. From Isidore of Pelusium. He wept as Christ did over Lazarus; especially, indeed, in this case, as in others, establishing for us rules and boundaries, so that we might not be driven wild by grief. At any rate, those who had seen it said, See how he loved him. From Origen.
Μακρὰν μὲν ὑπάρχων τοῦ μνημείου ἐνεβριμή- σατο τῷ πνεύματι·” ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν, διὸ λέγεται ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.” Κυρίλλου. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ. Τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι τοῦτό μοι δοκῶ ὑπομεῖναι τὴν ἀγαθὴν Μάρθαν, παραιτεῖται γὰρ αὐτῇ τὸ εἰς πίστιν ἀσφαλὲς, ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ, καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα, πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῆ τοῦ θαύματος ὑπερβολῇ. Ἀμμωνίου. Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ Θεοῦ διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν. τὴν τοῦ Πατρὸς δόξαν, φησὶ, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν, ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Πατρός. Ἶσος ὢν τῷ Πατρὶ, εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχαριστῶμεν· τοῦτο ἐπὶ φίλων λέγεται ὁμοτίμων. Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν, διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες· ἡ κραυγὴ
Being far from the tomb, he was deeply moved in spirit; but when he comes near to the dead man, he is no longer deeply moved in spirit, but holds the deep groaning within himself; therefore it is said, being deeply moved within himself, he comes to the tomb. From Cyril. Great achievements are followed by disbelief, and by things beyond reason. It seems to me that the good Martha suffered this—that she did not wonder too readily; for the abundance of the deed and the strangeness of the hope deprive her of the firmness of faith, and drive out the reasoning of what is fitting, and it is no wonder if, having confessed the faith, she is again storm-tossed by little faith through the excess of the marvel. From Ammonius. In things beyond nature, the glory of God appears because of the weakness of the hearers. The glory of the Father, he says, because of his freedom from vainglory he did not say, You will see my glory, but the glory of the Father. Being equal to the Father, he gives thanks to him, so that we might give thanks for things beyond ourselves; this is said among friends of equal honor. As the soul was far off, he calls it through a cry, not indeed as being in the tomb, as the children of the Greeks mythologize; the cry
τοῦ κυρίου τύπος ἦν τῆς μεγάλης σάλπιγγος τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέ- λευσμα. BΑΣΙΛΕ1́ΩΥ ΚΛIΣΑΡΕΊΑΣ. Θαῦμα ἐν θαύματι, κειρίαις δεδε- μένος τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. γὰρ ἦν τὸ ἐνισχῦον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ ταῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν ; ἢ δηλονότι πανταχό- πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων. τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. διόπερ ἐπι- δακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε, μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ἀμμωνίου πρεχβττέρου. Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέ- σθαι ἀνάστασις, “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.” Ὅμοιον ση- μεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. Διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν. Ὡς ἀνόσιόν τι τετ ολμηκότα διέβαλλον, ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα· μετὰ τοσαύτας ἀποδείξεις, ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον, ἀγνοοῦντες ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δη- δημιουργὸς. Ἐὰν, φησὶν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασι- Λέα, ἐπέρχονται ἡμῖν ὡς τυραννήσασιν οἱ ‘pωμαι-οι, καὶ γυμνοῦσιν ἡμᾶς πάντων.
This was a type of the great trumpet of the Lord that is going to sound at the common resurrection. The command is God-befitting and royal. Of Basil of Caesarea. A wonder within a wonder: that one bound with grave-cloths as to his feet should not be hindered for movement. For the thing that strengthened was stronger than the thing that impeded. How then did he who was about to accomplish these things judge the event worthy of tears? Or is it clear that from every side, supporting our weakness, he circumscribed the necessary passions with certain measures and bounds, avoiding the unfeeling as beast-like, and rejecting the grief-loving and much-lamenting as ignoble? Therefore, having wept for his friend, he both demonstrated his participation in human nature and freed us from the excesses on either side, permitting us neither to be softened toward the passions nor to be insensible to griefs. Of Ammonius the presbyter. Thus also the universal resurrection will take place, "in an atom, in the twinkling of an eye." Almost the same sign of the resurrection is this: that one bound as to hands and feet and eyes came out walking. By loosing him, they testified that it was not a phantom, but that it was Lazarus. They slandered him as having dared something impious, as having commanded the buried man to be dug up; after so many proofs, they spoke of him as a mere man, not knowing that it was Christ himself, the craftsman of the signs. If, he says, those who believe in him make him king, the Romans will come upon us as having acted tyrannically, and will strip us of everything.
Tί σημάναι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ἀρχιερεὺς “τοῦ ἐνιαυτοῦ ἐκείνου ;“ὅτι μετὰ τῶν ἄλλων τοῦτο διέφθαρτο παρὰ τοῖς Ἰουδαίοις· οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς, ἱεράτευον κατὰ τὸν νόμον, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν, ἐξ οὖ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί· πλὴν ἀλλὰ καὶ οὕτως ἔτι παρῆν τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς Ἀποστόλους· ὅπερ δὲ ἐκεῖνοι ἐν τάξει βουλῆς προσετίθεσαν λέγοντες, “τι ποι-
“οῦμεν;” τοῦτο ὁ Καϊάφας ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ μετὰ ἰταμότητος ἀνεβόησε λέγων, “ὅτι ὑμεῖς οὐκ οἴδατε οὐδὲν, “οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔνθος ἀπόληται.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὑμεῖς ἔτι καθῆσθε, ἔτι ὀκνηρότερον τῷ πράγματι κέχρησθε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κόσμου καταφρονῆσαι. Χρὴ οὖν σκοπῆσαι, πόση τοῦ Παναγίου Πνεύματος ἡ δύναμις. Ἀπὸ γὰρ διανοίας πονηρᾶς ῥήματα παρεσκεύασε προελθεῖν, προφητείας γέμοντα θαυμαστῆς. κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν πολλοί. τοῦτο δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς οὐκ ἀφ’ ἑαυτοῦ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὣν τοῦ “ἐνιαυτοῦ ἐκείνου προεφήτευσε, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνουζ́” οὕτως ἦν τῆς ἀρχιερατικῆς ἀξίας ἡ δύναμις πολλή. Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἱερωσύνης, καὶ τοι ἀνάξιος ὣν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ τῷ στόματι μὲν ἡ χάρις ἐκέχρητο, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο·
What does the Evangelist intend to signify when he says, "high priest of that year"? That along with the other things, this too had been corrupted among the Jews; for they no longer served as priests according to the law for the whole span of their life, but year by year, from the time when the high priesthoods became purchased offices. Nevertheless, even so the Spirit was still present. But when they raised their hands against Christ, at that moment he abandoned them and passed over to the Apostles. And what those men added in the manner of a council, saying, "What shall we do?" — this Caiaphas shamelessly and with uncovered head, with audacity, cried out, saying, "You know nothing, nor do you consider that it is expedient for us that one man should die, and the whole nation not perish." What he says is of this sort: you are still sitting idle, you are still handling the matter rather sluggishly, and you do not know how to despise the salvation of one man on behalf of the world. One must therefore consider how great is the power of the All-Holy Spirit. For from a wicked mind he prepared words to come forth, full of wondrous prophecy. For according to his own intention it turned out contrary. For because he died, on that account many were released from the coming punishment. And this, says the Evangelist, he did not say of himself, but being high priest of that year he prophesied that Jesus was about to die for the nation. So great was the power of the high-priestly office. For since he had been deemed worthy of the priesthood at all, even though he was unworthy of the office, he prophesied, not knowing what he said; and the grace used his mouth, but did not touch his polluted heart.
πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες· ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαὰμ, καὶ πάντων ἡ αἰτία δήλη· καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους” φησὶ μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα “τοῦ Θεοῦ τὰ διεκορπισμένα συναγάγῃ εἰς ἕν.” τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι. ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε, “καὶ ἄλλα πρόβατα, ἔχω,” καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τὸ δὲ “ίνα συναγάγῃ εἰς ἓν δηλοῖ, ὅπως τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσῃ, ἵνα ὁ ἐν Ῥώμᾐ καθήμενος τὸν Ἰνδὸν μέλος εἶναι ἑαυτοῦ πιστεύσῃ, καὶ πάντων κεφαλὴν ὁμολογῇ τὸν Χριστὸν. Τὸ δὲ ôἀπ’ ἐκείνης τῆς ἡμέρας συνε- βουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα αὐτὸν ἀποκτείνωσι,” δηλοῖ ὅτι τότε τελείως ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται· τὸ γὰρ θέλειν αὐτοὺς καὶ πρὸ τούτου ἀποκτεῖναι αὐτὸν βουλαὶ καὶ ζητήσεις ὑπῆρχον· ἐζήτουν γὰρ αὐτὸν,” φησὶν, “ ἀποκτεῖναι,” καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων ἔλεγε, ζητεῖτέ με ἀποκτεῖναι·” ἀναχωρεῖ δὲ καὶ νῦν αὐτὸς ἐκεῖθεν, ἀνθρωπίνως
Many others, then, also foretold the things to come, though they were unworthy: Nebuchadnezzar, Pharaoh, Balaam, and the cause of all is clear. And he says this not for the nation only, but so that he might gather into one the scattered children of God. He calls the Gentiles children of God from what they are going to be. Just as Christ also said, "And other sheep I have," calling them likewise from what they are going to be. The phrase "so that he might gather into one" shows that he might make those near and those far one body, so that the one sitting in Rome might believe the Indian to be a member of himself, and might confess Christ as the head of all. And the phrase "from that day the Jews conspired to kill him" shows that then they fully ratified their decision, and that they proceeded to the deed in action; for their wish to kill him even before this consisted of plans and inquiries; for they were seeking, it says, "to kill him," and he himself, reproving them, said, "You seek to kill me." And he withdraws from there even now, in a human manner.
πάλιν ἑαυτὸν διασώζων, δι’ ἣν πολλάκις αἰτίαν. αἰτίαν. Θαυμάσαι δὲ αὐτῶν ἐστι τὴν ἄνοιαν, ὅτι μιαιφόνον προαίρεσιν ἔχοντες καὶ ἀνδροφόνον διάνοιαν, ἑαυτοὺς ἁγνίζειν ἐβούλοντο, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ὅτι αὐτοὶ δὲ ἀνέβησαν εἰς τὰ Ἱεροσόλυμα πρὸ του Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτοὺς, καὶ ὅτι ἔλεγον, τί ὑμῖν δοκεῖ, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν· οὕτως ὑπῆρχον ἀσεβεῖς· ὅτε γὰρ πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις κακοῖς εἰλημμένους, ἀφιέναι διὰ τὴν ἑορτὴν, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. δεδώκεισαν δὲ, “φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ “ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.” ΚΕΦ. ΙΒ.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρὼν. Τὸ τῆς εἰλικρινοῦς οὖν ἀναστάσεως τοῦ Λαζάρου σημεῖον δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ὁ δὲ Λάζαρος εἷς ἦν “τῶν ἀνακειμένων σὺν αὐτῷ,” δηλῶν ὅτι μετὰ πολλὰς τοῦ ἀναστῆναι αὐτὸν ἔτι ἔζη· διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “ἡ Μάρθα διηκόνει,” ἐσήμανεν, ὅτι ἐν τῆ οἰκία αὐτῆς ἡ ἑστίασις ἦν. Οὐ ποιεῖται δὲ κοινὴν τὴν ὑπηρεσίαν ἡ Μαρία ἡ ἀδελφὴ Λαζάρου, ἀλλ’ εἰς τὸν Χριστὸν μόνον περιίστησι τὴν τιμήν· ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλὰ ὡς Θεῷ·
Again, preserving himself, for which reason he often did so. But it is fitting to marvel at their folly, that while having a murderous purpose and a homicidal mind, they wished to purify themselves, as the Evangelist says: "that they themselves went up to Jerusalem before the Passover, so that they might purify themselves, and that they were saying, 'What do you think, that he will certainly not come to the feast?'" What he means is this: he must fall into their hands here, since the time summons him. So impious were they; for when greater reverence was needed, and even those caught in the worst crimes were released because of the feast, then they attempt to hunt down the one who had done no wrong. And they had given, he says, "the chief priests and the Pharisees commands, that if anyone knew where he was, he should report it, so that they might seize him."
CHAPTER 12.
Concerning the woman who anointed the Lord with myrrh. Jesus, therefore, six days before the Passover came to Bethany, where Lazarus was, who had died, whom he raised from the dead. Wishing to show the sign of the genuine resurrection of Lazarus, the Evangelist says, "and Lazarus was one of those reclining with him," indicating that after many days from his rising he was still alive; and by saying that "Martha was serving," he signified that the banquet was in her house. But Mary the sister of Lazarus does not make the service a common one, but directs the honor to Christ alone; since she does not approach him as a man, but as God.
τὸ γὰρ μῦρον διὰ τοῦτο ἐξέχεεν, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ὡς οὐκ ἔχουσα περὶ αὐτοῦ τοιαύτην ὑπόληψιν, οἵαν οἱ πολλοὶ, ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς δεσπότου καὶ Κυρίου. Ὁ δὲ Ἰούδας προσχήματι μὲν εὐλαβείας δῆθεν ἐπετίμα τῷ γεγονότι, λέγων, διὰ τί οὐκ ἐπράθη τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς ;“οὐκ ἀπὸ γνώμης δὲ τοιαύτης. πῶς δὲ ἄλλος Εὐαγγελιστὴς λέγει, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο εἶπον; ὅτι καὶ πάντες μὲν, κἀκεῖνος δὲ, ἀλλ’ οἱ
λοιποὶ οὐ τοιαύτῃ προαιρέσει· οὐκ ἤλεγξε δὲ αὐτὸν εὐθέως τότε ὁ Χριστὸς, οὐδὲ εἶπεν αὐτῷ τοῦτο, ὅπερ ὁ Εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικὶ, ὅτι τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν οὐκ ἐβούλετο. Τί δήποτε δὲ κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισεν τῶν πτωχῶν, καὶ οἰκονομεῖν έποίησε φιλάργυρον ὄντα; ἵνα πᾶσαν αὐτοῦ ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα d προὔδωκε· καὶ γὰρ ἱκανὴν μὲν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν, ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν καὶ ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Μέμνηται δὲ καὶ ἐνταφιασμοῦ λέγων, εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε, καὶ ἐν τούτῳ τὸν προδότην ἐντρέψαι βουλόμενος πρὸς τὸ διορθωθῆναι αὐτόν. ἱκανὸν δὲ ἦν καὶ τὸ ἐπαγόμενον εἰς οἰκτον αὐτὸν ἐμβαλεῖν. φησὶ γὰρ, ὅτι τοὺς πτωχοὺς μὲν πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·” ὡσανεὶ ἔλεγεν, ἐμπαθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι.
For this reason she poured out the myrrh and wiped it with the hair of her head, because she did not hold such an opinion about him as the many did, as about a mere man, but as about a master and Lord. But Judas, with a pretense of reverence, as it seemed, rebuked what had been done, saying, "Why was this not sold for three hundred denarii and given to the poor?" But not from such a motive. How then does another Evangelist say that all the disciples said this? Because all did, and he too, but the rest not with such a purpose. Christ did not immediately rebuke him then, nor did he say to him what the Evangelist said, that it was because of his own theft that he rebuked the woman, because in his great long-suffering he did not wish to put him to shame. Why then did he entrust the money-box of the poor to one who was a thief, and make a lover of money manage it? In order to cut off every pretext from him. For he could not say that he betrayed him out of love of money; for he had sufficient consolation of his desire from the money-box, but it was out of great wickedness, which Christ wished to restrain, having used great condescension toward him. He also mentions burial, saying, "For the day of my burial she did this," also wishing in this to put the traitor to shame, so that he might correct himself. And what followed was sufficient to cast him into compunction. For he says, "The poor you always have with you, but me you do not always have"; as if he said, I am subject to passion and burdensome, but wait a little, and I will depart.
τοῦτο γὰρ κατεσκεύαζεν ἐν τῷ λέγειν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.” Γένος τοῦ Θεοῦ πάντες ἄνθρωποι, καὶ τέκνα χρηματίζομεν, καθὸ πάντων ἐστὶ Πατὴρ, τρόπῳ δημιουργικῷ γεννήσας· πρὸς τούτοις δὲ ἔτι καὶ κατ’ ἐκεῖνον τὸν λόγον, καθ’ ὃν τετιμήμεθα γεγονότες ἐξ ἀρχῆς κατ’ εἰκόνα τοῦ κτίσαντος, καὶ ἄρχειν λαχόντες χόντες τῶν ἐπὶ τῆς γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες, ἀλλ' ἐσκόρπισεν ὁ Σατανᾶς ἐν ταὐτῷ μεῖναι καὶ συγχωρήσας καὶ άποσυλήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. Συνήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκευασεν. Ὠριγένουσ. Οὐκ εἴ τις προφητεύει, προφήτης, ἀλλ’ εἴ τις προφήτης, προφητεύει. Βαλαὰμ γὰρ μάντις ὣν προφητεύει. Οὐ γὰρ εἰ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρὸς, ἣ καὶ οἰκοδομικὸν ποιήσας, ἤδη καὶ οἰκοδόμος. d ἐρώτητα Cod.
Ἀμμωνίου πρεσβυτέρου. Εἰς κατάκριμα τῶν οὐ δειλιῶν, καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις. Ὠριγένουσ. βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς τοῦ ἀλογώτερον ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδ’ ἃν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύσεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει, διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι· οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος Θεοῦ·
For this he was preparing by saying, "But me you do not always have." All men are a race of God, and we are called children, inasmuch as he is the Father of all, having begotten them in a creative manner; and besides this, also according to that account by which we were honored, having been made from the beginning in the image of the Creator, and having obtained to rule over the things upon the earth, and having been deemed worthy of the divine covenant, and enjoying the fare and luxury in paradise—but Satan scattered us, both permitting us to remain in the same state and despoiling man in many ways of his devotion to God. But Christ again gathered and brought together all through faith into one fold, the Church, and prepared them under one yoke. Of Origen. Not if anyone prophesies is he a prophet, but if anyone is a prophet, he prophesies. For Balaam, being a diviner, prophesies. For not if anyone has done something medical is he already also a physician, or if he has done something architectural is he already also an architect. Of Ammonius the elder. For condemnation of those who do not fear, and teaching us in the height of wrath not to throw ourselves into dangers. Of Origen. The word wishes to turn us away from leaping more irrationally into dangers, not even if they are for the sake of truth, but when we are apprehended to stand firm, and when about to escape, on account of the uncertainty of the outcome. But for the spiritual sense it must be said that Jesus formerly walked with the Jews in boldness, through the prophets, but now no longer; for the word of God is not in them.
ἀλλ’ ἀπῆλθεν ἀπ’ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·” ἐγγὺς Ἐφραὶμ, ἥτις ἑρμηνεύεται καρποφορία, ἀδελφὸς ὣν Μανασσῆ πρεσβυτέρου, τοῦ ἀπὸ λήθης. Μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν, γεγένηται ἡ ἐξ ἐθνῶν καρποφορία. Ἀμμωνίου πρεσβυτέρου. Οἱ ἡμαρτηκότες ἑκούσια ἣ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ Πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν. Οὐ φανεὶς εὐθὺς ἐπέφανεν, ἀλλ’ ἐπέζησεν, ἐσθίων καἰ πίνων, καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ Εὐαγγελιστὴς εἶπε. Θεοδώρου Ἡρακλείασ. τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας, συμβολικῶς ἐπεδείκνυτο ἐκεῖνος, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὸν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ, εὐωδίας ἡ σύμπασα κτίσις, ὥσπερ μέγας οἶκος, ἐπληρώθη μύρου· τῷ τοίνυν αἰσθητῷ τὸν νοητὸν ἐκείνη προσεμήνυε· τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος, ἡ τῆς γνώσεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον. ΚΕΦ. ΙΓ.
But he departed from them into the wilderness, of which it is said, "Many are the children of the desolate rather than of her who has a husband"; near Ephraim, which is interpreted "fruitfulness," being a brother of Manasseh the elder, who is from forgetfulness. For after the people from forgetfulness, the fruitfulness from the Gentiles came to be. Of Ammonius the elder. Those who had sinned, whether willingly or unwillingly in their offenses, did not celebrate the Passover unless they had been purified with the customary purification. He did not appear immediately when he appeared, but continued to live, eating and drinking and doing the customary things, which the Evangelist said as if in wonder. Of Theodore of Heraclea. And when the house was filled with the fragrance of the myrrh, he symbolically indicated that which was about to be accomplished spiritually before long; for immediately after the passion of Christ, the whole creation, like a great house, was filled with the fragrance of myrrh; by that which is perceptible, then, she was intimating that which is intelligible; for when his body was pierced like an alabaster jar, the fragrance of knowledge filled the whole world. Chapter 13.
Περὶ ὧν εἶπεν Ἰούδας. Ἀμμωνίου πρεσβυτέρου. Μέμφεται Ἰούδας ὅτι καὶ οὐκ ἀργύριον, ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν καὶ δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ἱερόσυλος ἦν ὁ Ἰούδας, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. ἰὼν, ἄφες, τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει, τὰ ἄξια ἐπαίνου μεμφομένου· ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν
ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικὴν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. Δἰ ὧν δὲ εἶπεν ἐνταφιασμὸν, καταισχύνει τὸν Ἰούδαν, ὅτι δι’ αἰσχροκερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον. Ἀπολιναρίου. τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς πλεονεξίας ποιούμενος. Οὐχ ὡς πιστότερος δὲ τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ’ ὡς ἐλάττων. Τὸ γὰρ περὶ χρήματα διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας, ὡς καὶ οἱ δώδεκα ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐδήλωσαν. Δεῖξαι δὲ βουλόμενος ὁ Εὐαγγελιστὴς τὸ ἐρχόμενον τῶν Ἰουδαίων πλῆθος ὑγιαίνων, φησὶν, ἔγνω ὄχλος πολὺς ἐκ τῶν Ἰου- δαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἴνα καὶ τὸν ίδωσιν, ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Διὸ καὶ τὸ θαῦμα θεασάμενοι ἐπίστευσαν πολλοί· τῶν δὲ Φαρισαίων τοσοῦτος ἦν φονικὸς ὁ τρόπος, ὅτι οὐ μόνον τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸν Λάζαρον ἐβουλεύσαντο ἀποκτεῖναι· οὕτως ἔγκλημα καὶ τὸ καλῶς παθεῖν παρ’ αὐτοῖς ἦν· ἔδακνε δὲ αὐτοὺς ἐκ περισσοῦ, ὅτι τῆς ἑορτῆς ἑστώσης πάντες ἐπὶ τὴν Βηθανίαν ἔτρεχον· αὐτὸς δὲ κατασβέσας τὸν θυμὸν αὐτῶν τῇ εἰς τὴν ἔρημον ἀναχωρήσει, πάλιν εἰσέρχεται μετὰ παρρησίας.
Concerning what Judas said. Of Ammonius the elder. Judas finds fault because it was not silver, being ignorant of what is truly good; for the honor and offering to God ought to be more honored than the poor. Judas was a temple-robber, stealing the money dedicated to God. Going on, he exposes Judas's hypocrisy, finding fault with what is worthy of praise; but since the expenditure of the ointment was not for luxury but for a mystical need, he defends Mary, even if he did not know the economy of the mystery. And by what he said about burial, he puts Judas to shame, because for the sake of base gain he was about to betray the teacher. Of Apollinarius. Making the compassion for the poor a pretext for greed. And he had not taken up this service as more trustworthy than the others, but as lesser. For the service concerning money is lesser than the service in the word, as the twelve also showed in the Acts of the Apostles. But the Evangelist, wishing to show that the coming multitude of the Jews was being healed, says, a great crowd of the Jews knew that he was there, and they came not only because of Jesus, but that they might also see Lazarus, whom he had raised from the dead. Therefore many also, having beheld the wonder, believed; but the manner of the Pharisees was so murderous that they planned to kill not only Jesus but also Lazarus; thus even to suffer well was a charge among them; and it galled them exceedingly that, while the feast was standing, all were running to Bethany; but he, having quenched their anger by his withdrawal into the wilderness, again enters with boldness.
Διὸ καὶ “ὄχλος πολὺς “ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ·” τοῦτο δὲ ἐποίουν, δεικνύντες ὅτι μείζονα λοιπὸν ἣ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ· ὅθεν καὶ ἔλεγον, “ὠσαννὰ, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ισραὴλ,” ὅπερ ἦν πιστευόντων, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς ἦλθε. Σημαίνει δὲ τὸ “ὡσαννὰ,” σῶσον δή. ΚΕΦ. ΙΔ.
Περὶ τοῦ ὄνου. Πῶς οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ ὅτι καὶ ἔπεμψε καὶ εἶπε, λύ- “σατε τὸν πῶλον καὶ τὸν ὄνον·” οὗτος δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅτι ἀνάριον εὑρὼν ἐκάθισεν; ἐπειδὴ ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον ὑπὸ τῶν μαθητῶν εὑρόντα αὐτὸν ἐπικαθίσαι. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ
αὐτὸ τῆς μὲν ἐγένετο ἀρχῆς, τῆς δὲ τέλος, τὴν μὲν τὸ χαῖρε, ὅτι ὁ βασιλεύς σου ἔρχεται,” προφητείαν πληροῦντος ἦν. Τὸ δὲ ὄνον καθίσαι μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Τί δέ ἐστι, “μὴ φοβοῦ, θύγατερ Σιῶν;“ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ τὸ πλῆθος διαστρέφοντες, καὶ τοῖς ἐχθροῖς παραδιδόντες, θάρρει, φησὶν, οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾷος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τοῦ ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενον εἰσῆλθεν, ἀλλ’ ὄνῳ ἐποχούμενος· οὐκ ἐπαισχύνεται δὲ ὁ πάνσοφος Εὐαγγελιστὴς τὴν προτέραν ἄγνοιαν τῶν Ἀποστόλων ἐκπομπεῦσαι·
Therefore also “a great crowd, having come to the feast, when they heard that he is coming to Jerusalem, took the branches of the palms and went out to meet him.” And they did this, showing that they now held a greater opinion of him than that of a prophet; whence they also said, “Hosanna, he who comes in the name of the Lord, the king of Israel,” which was the act of those who believed that he is not opposed to God, but that he came sent from the Father. And “Hosanna” means “save now.” Chapter 14.
Concerning the donkey. How is it that the other Evangelists say that he both sent and said, “Loose the colt and the donkey,” but this one says nothing of the sort, but that having found a young donkey he sat on it? Because it was likely that both happened: after the donkey was loosed by the disciples, he found it and sat upon it. And he did this, prefiguring one prophecy and fulfilling another; and the same thing was the beginning of the one and the end of the other. The “Rejoice, because your king comes” was fulfilling a prophecy. But his sitting on the donkey was prefiguring a future event, that the unclean race of the Gentiles was about to be brought under subjection. And what is “Do not fear, daughter of Zion”? Since all their kings for the most part were unjust and greedy, and were corrupting the multitude and delivering them to their enemies, “Take courage,” he says, “this one is not like that, but gentle and equitable”; and this is shown by the donkey. For he did not enter dragging a camp behind him, but riding on a donkey. And the all-wise Evangelist is not ashamed to expose the former ignorance of the Apostles.
ταῦτα γὰρ,” οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς “ἐδοξάσθη, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμενα.” μένα. ὅτι μὲν γὰρ ἐγέγραπτο ᾔδεσαν, ὅτι ’δε ἐπ’ αὐτῷ εγεγραπτο, οὐκ ᾔδεισαν· καὶ γὰρ ἃν ἐσκανδάλισεν αὐτοὺς, εἴγε βασιλεὺς ὣν τοιαῦτα μέλλει πάσχειν· τὸ δὲ ἐμαρτύρει ὁ ὄχλος “ὅτε ἀνέστησε τὸν Λάζαρον ἐκ νεκρῶν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐ τοσοῦτοι ἐξαίφνης μετέθεντο, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Χρὴ δὲ γιγνώσκειν ὅτι οἱ εἰπόντες Φαρισαῖοι πρὸς ἑαυτοὺς, θεω- “ῥεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδὲν, ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει” τῶν πιστευόντων μὲν ἦσαν, οὐ τολμώντων δὲ παρρησιάσασθαι· ἀπὸ τῆς ἐκβάσεως δὲ κατεῖχον τοὺς λοιποὺς, ὡς ἀνόνητον ἐπιχειροῦντας. κόσμον δὲ ἐνταῦθα τὸν ὄχλον φησὶν, οἶδε γὰρ ἡ γραφὴ κόσμον καὶ τὴν κτίσιν καλεῖν, ὡς ὅταν λέγει “ὁ ἐκφέρων κατὰ “ἀριθμὸν τὸν κόσμον αὐτοῦ,” καὶ πάλιν τοὺς ἐν πονηρίᾳ ζῶντας, ὡς ὅταν λέγει, “ ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ.” Σευήρου Ἀντιοκείασ. Ὁ φοῖνιξ οὐράνιος ἐδείκνυ καὶ ὑψόθεν e ἥκοντα· μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνατείνεται μὲν πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ ἐν ὕψει κομᾷ, θαλλοὺς φέρων ἐπὶ τῆς κόμης λευκοὺς, ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις μέχρι τῆς κορυφῆς τραχύς ἐστι καὶ ἀνάντης καὶ δυσανόδευτος, καὶ τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος. οὕτω καὶ ὁ πρὸς τὴν Χριστοῦ γνῶσιν ἐλαύνων, τραχεῖαν εὑρήσει καὶ ἀνάντη f διὰ τῶν πόῆ g ὁδεύων τῆς ἀρετῆς. πρὸς δὲ τὸ ὕψος αὐτῆς ἀφικόμένος ὡς ἀνθρώποις ἐφικτὸν, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς e ὑψόθην Cod. ἴ’ κάη ἄντη Cod. g Fors. leg.
For these things his disciples did not understand at first, but when Jesus was glorified, then they remembered that these things had been written about him. That it had been written they knew, but that it had been written about him they did not know; for it would have scandalized them, if indeed being a king he was about to suffer such things. But that the crowd testified, “when he raised Lazarus from the dead,” and what follows, this shows that not so many would have suddenly changed sides, unless they had believed in the sign. But one must know that the Pharisees who said to themselves, “You see that you gain nothing; look, the world has gone after him,” were among those who believed, but did not dare to speak openly; yet from the outcome they restrained the rest, as those who were attempting something unprofitable. And by “world” here he means the crowd, for Scripture knows how to call both the creation “world,” as when it says, “he who brings out his world by number,” and again those living in wickedness, as when it says, “the world does not hate you, but it hates me.”
Severus of Antioch. The palm tree showed that he was heavenly and had come from on high; for alone among other trees it stretches up toward heaven itself, and flourishes on high, bearing white shoots on its foliage, but in its trunk and its middle parts up to the top it is rough and steep and hard to climb, thrusting out the thorns on its branches. Thus also he who presses on toward the knowledge of Christ will find it rough and steep as he travels the paths of virtue. But when he arrives at its height, so far as is attainable by humans, he will encounter the most radiant
θεολογίας φωτὶ, καὶ τῇ ἀποκαλύψει τῶν ἀπορρήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς. Ἀμμωνίου πρεσβυτέρου. Ὡς νενικηκότι τὸν αὐτῷ μετὰ βαίων. Ἡ Δαβὶδ προφητεία διὰ τούτου πληροῦται. τύπος ἐστὶ τοῦ νόμου τὰ ἔθνη, οὓς ὁ Κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους· τύπος δέ ἐστι ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ Κύριος καθίσας ἀνάγει εἰς τὴν ἄνω Ἰερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως. Ἀπολιναρίου. Αὐτόθεν μὲν ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ, τοῦ μέλλοντος δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας, τῇ μὲν Σιῶν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον, καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἐφ’ ᾧτ’ καθεζόμενος εἴσεισιν. Ἀναγκαίως ἄρα τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ Κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους· τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι ἐβουλεύσαιντο κατ’ αὐτοῦ, καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. Ὁρῶσιν ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστὸν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιποὺς, τὰ μὲν διαλεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες· πάντα οὐν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο. ΚΕΦ. ΙΕ.
by the light of theology, and by the revelation of hidden things, like the whitest fronds of the palm. Of Ammonius the elder. As to him who has conquered, with palms. The prophecy of David is fulfilled through this. The nations are a type of the law, whom the Lord, though they were unclean, made subject; and the foal is a type of the nations, which the Lord, having sat upon it, leads up to the Jerusalem above, of which the earthly one is a type; and he calls them a foal, since they were untrained in the faith according to godliness. Of Apollinarius. From this very fact the sitting upon the donkey has its modest and lowly character, but hidden in it is the symbol of the people not yet pure at that time, but destined to receive the Lord's mounting; for a donkey is not clean according to the law. And the prophet Zechariah cried out, announcing to Zion the King who releases from all fears and redeems her from hostile rulers, and by the symbol showing him leading the nations, and about to use a new people, because the foal also is that on which he sits as he enters. Necessarily, then, in order, the Lord performed the miracle concerning Lazarus last, so that, this having recently occurred, he might be honored more conspicuously by the crowd; and for the sake of the honor the Pharisees, deeply grieved, plotted against him, and thus the passion might be accomplished, which indeed comes to pass. They see that they oppose the faith in Christ in vain, in vain they exclude those who believe, in vain they turn away the rest, partly by arguing, partly also by threatening; all things, then, they say are useless, unless they turn to his destruction. Chapter 15.
Περὶ τῶν προσελθόντων Ἑλλήνων. τίνες ἦσαν “ οἱ Ἕλληνες οἱ ἀναβάντες, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ,” οἵτινες προσῆλθον τῷ Φιλίππῳ; οἱ ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γενέσθαι, τουτέστι τῷ Ἰουδαϊσμῷ προσελθεῖν· τῆς φήμης οὖν διαδοθείσης λέγουσι τῷ Φιλίππῳ, θέλομεν τὸν “Ἰησοῦν ἰδεῖν·” ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται, ἀλλ’ οὐδὲ οὕτως ἅπλως αὐθεντεῖ· ἤκουσε γὰρ ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθετε, καὶ εἰς
“πόλιν,” καὶ τὰ ἑξῆς, πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης, ἀναφέρει τῷ διδασκάλῳ· ὁ δὲ Ἰησοῦς ἔφη αὐτοῖς, ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” Ti ἐστιν, “ἦλθεν ἡ ὥρα ;” ἐπειδὴ ἔλεγεν, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” πᾶσαν ἐκκόπτων πρόφασιν ἀγνωμοσύνης Ἰουδαίοις· ἐπέμενον δὲ οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ, τουτέστι τὰ ἔθνη, ἐβούλοντο προσελθεῖν· καιρὸς οὖν, φησὶν, ἐπὶ τὸ πάθος προσελθεῖν, πάντων πεπληρωμένων· ἵνα δὲ μὴ θορυβηθῶσιν, ἐννοοῦντες ὅτι ὅτε καὶ Ἓλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει, “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν ἀποθάνῃ, καὶ τὰ ἑξῆς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι αὐτὸ μὲν γὰρ τοῦτο αὐτοὺς ποιήσει προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἰ γὰρ ἐν τοῖς σπέρμασι τοῦτο γίνεται, καὶ ὅταν ἀποθάνῃ, πολὺν φέρει καρπὸν, πολλῷ μᾶλλον ἐμοί. Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ χρώμενοι τῷ προσκυνήσοντες εἰς τὸν νόμον, ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίων. Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς Υἱὸς Θεοῦ ἐδοξάσθη.
Concerning the Greeks who came forward. Who were "the Greeks who went up to worship at the feast," who approached Philip? They were those who were now near to becoming proselytes, that is, to drawing near to Judaism. When the report had spread, therefore, they say to Philip, "We wish to see Jesus." And Philip yields to Andrew, as being before him, and shares the matter with him, but not even so does he simply take authority on his own; for he had heard, "Do not go into the way of the Gentiles, and into a city," and the rest, cutting off every pretext for presumption, he refers it to the teacher. And Jesus said to them, "The hour has come for the Son of Man to be glorified." What is "The hour has come"? Since he had said, "Do not go into the way of the Gentiles," cutting off every pretext for presumption for the Jews; but these persisted in disobedience, while those, that is the Gentiles, wished to draw near. The time, then, he says, has come to draw near to the passion, all things having been fulfilled. But so that they might not be disturbed, reflecting that when even Greeks drew near, then he was put to death, he says, "Unless the grain of wheat falling to the earth dies," and the rest. What he says is of this sort: that this very thing will make them draw near, and will increase my preaching. For if this happens in seeds, and when it dies it bears much fruit, much more for me. Of Ammonius the elder. And not using "they will worship" in reference to the law, as to a venerable place, because of the wonders that occurred concerning the Jews. He calls the resurrection glory, after which as Son of God he was glorified.
Καιρὸς τοῦ μεταβῆναι τοὺς μαθητὰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι. Θεοδώρου Μομψουεστίασ. Καιρὸς λοιπόν ἐστιν ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων· εἰ γὰρ μέλλομεν τούτοις μὲν ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπειδὴ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησὶ, καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, πορευθέντες μαθητεύσατε πάντα τὰ “ἔθνη,” ἀλλ’ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” καὶ, οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ισραὴλ,” καὶ, οὐκ ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν, ὡς ἀνελεῖν, περιττὸν ἦν προσεδρεύειν, διακρουομένων ἐκείνων, καὶ παραιτήσαντο λέγον- τες, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν. Αὕτη ἡ διάλεκτος γέγονε τῇ δευτέρᾳ καὶ τῇ
It is time for the disciples to cross over to the Gentiles, even if at the beginning they did not do this, so that the Jews might not be scandalized. From Theodore of Mopsuestia. It is time, then, to come to the passion, since all things have been fulfilled; for if we intend to keep waiting on these who are disobedient, and not to receive those who even wish it, these things will be unworthy of our care. Since, therefore, he was about to release the disciples to go to the Gentiles after the cross, and he sees them leaping forward, he says, it is time to come to the cross. For he did not permit them earlier, so that it might be a testimony to them. For as long as they kept rejecting him through their works, as long as they crucified him, he did not say, "Go and make disciples of all the Gentiles," but "Do not go on the road of the Gentiles," and, "I was not sent except to the lost sheep of the house of Israel," and, "It is not right to take the bread of the children and throw it to the dogs." But when they hated him, and hated him so as to kill him, it was superfluous to keep waiting on them, since they were rejecting him and declined, saying, "We have no king but Caesar." Then at last he released them. This discourse took place on the second and the
τρίτῃ τῆς ἑβδομάδος, ὡς ἄλλοι λέγουσιν Εὐαγγελισταὶ, καὶ τῇ τετράδι ὁ Ἰούδας συνέθετο τοῖς Ἰουδαίοις παραδοῦναι αὐτοῖς τὸν Κύριον. Ἀμμωνίου πρεσβυτέρου. Μῆ θορυβεῖσθε ἐὰν γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα, καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσι· καὶ μὴ ἀπιστεῖτε, καὶ γὰρ ἐν τῷ σίτῳ τούτῳ γίνεται· ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης, μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς Θεόν. Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ γὰρ ἀπὸ λόγων ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων αὐτὸ πείρας μεθοδεύει λέγων, ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται, μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ, εἰ δὲ ἐν τῷ σπέρματι τοῦτο, πολλῷ μᾶλλον ἐμοί. Ἀλλ’ οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὰ λεγόμενα. Τί ἐστιν ὅπερ εἶπεν “ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ;“ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, οὗτος ἀπολέσει αὐτήν· ὁ δὲ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. τίς δέ ἐστιν ὁ μισῶν; ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ. Οὐκ εἰπε δὲ ὁ μὴ εἴκων, ἀλλ’ ὁ μισῶν αὐτὴν, τὴν μετὰ σφοδρότητος ἀποστροφὴν δηλῶν· λέγει δὲ νῦν τοῦτο, ἐγγὺς ὢν τοῦ πάθους, ἐπειδὴ ᾔδει αὐτοὺς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτο ὑπερβολὴν ἐποιήσατο. Τί λέγω, φησὶν, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; ἐὰν γὰρ καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἐστι κέρδος· τὸ δὲ οὐ προσθῆναι τὸ ἐν τῷ κόσμῳ τούτῳ” τὸ φονικὸν καὶ ἐπαχθὲς παραμυθεῖται τοῦ λόγου, τὸ δὲ ἐμοὶ” ὁ διακονῶν ἐμοὶ ἀκολου- “θείτω” περὶ τοῦ θανάτου εἶπε· τὴν γὰρ διὰ τῶν ἔργων ὑπακοὴν ἀπαιτεῖ, καὶ ἐπειδὴ φορτικὰ εἶπε, τὸ ἔπαθλον τίθησι λέγων, καὶ “ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.
on the third day of the week, as other Evangelists say, and on the fourth Judas agreed with the Jews to deliver the Lord to them. From Ammonius the presbyter. Do not be troubled, for if the preaching increases all the more, and those from the Gentiles believe; and do not disbelieve, for this also happens in the case of this grain: when I suffer and die, I rise with greater glory, for all are about to believe in me as God. From Theodore of Mopsuestia. Since he persuaded by words, he now employs the actual experience of events, saying, since this also happens in the case of the grain, it bears more fruit when it dies; and if this is so in the case of the seed, much more in my case. But the disciples did not know what was being said. What is it that he said, "He who loves his soul"? He who does its improper desires, this one will lose it; but he who hates it in this world will save it. And who is it that hates it? The one who does not yield to it when it commands harmful things. He did not say "the one who does not yield," but "the one who hates it," indicating a turning away with vehemence. He says this now, being near his passion, since he knew they would be full of despondency; for this reason he made an exaggeration. What am I saying, he says, if you do not bear my death nobly? For if you yourselves do not die, there is no gain for you either. And the addition of "in this world" softens the murderous and burdensome character of the saying; and the phrase "to me" — "he who serves me, let him follow me" — he spoke concerning death; for he demands obedience through works, and since he said burdensome things, he sets forth the reward, saying, "and where I am, there also my servant will be.
Ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν οὐρανοῖς. “καὶ ἐάν τις ἐμοὶ διακονεῖ,” φησὶν, οὐκ εἶπε, τιμήσω αὐτὸν ἐγὼ, ἀλλ’ ὁ Πατὴρ τὸ γνήσιον παριστᾷ, ὡς γὰρ γνησίου παιδὸς διάκονος, οὕτως ὁ Πατὴρ ἀποδέξεται. ἴσως ἐρεῖ τις περὶ τοῦ “νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; “Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης,” ὅτι οὐκ ἔστι τοῦτο θανάτου προτρεπομένου καταφρονεῖν. μάλιστα μὲν οὖν προτρεπομένου ἐστίν. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω ὢν τῶν ἀνθρω-
πίνων παθῶν, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ· δείκνυσιν ὅτι καί τοι ἀθυμιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται· ταῦτα δέ ἐστι τῆς οἰκονομίας, οὐ τῆς θεότητος· διὸ καὶ εἶπεν, “ἡ ψυχή μου τετάρακται,” καὶ ἀπαλλαγῆναι αἰτεῖν, ἀνθρωπίνης φύσεως ἐστιν ἐλαττώματα, “ἀλλὰ διὰ τοῦτο, φησὶν,““ἠλθον εἰς τὴν ὥραν ταύτην. ὡσανεὶ ἔλεγε, κἀν ταραττώμεθα, κἂν θορυβώμεθα, μὴ φεύγωμεν τὸν θάνατον, ἐπεὶ κἀγὼ νῦν ταράττομαι, οὐ λέγω ὥστε φυγεῖν, δεῖ γὰρ φέρειν τὸ ἐπιόν διὸ καὶ λέγει, Πάτερ δόξασόν σου τὸ ὄνομα, τουτέστιν, ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· διὰ δὲ τοῦτο παιδεύει, ἵνα εἴποτε ἐν ἀγῶνι κατασταῖεν καὶ δειλίᾳ, μήτε οὕτως ἀποπηδήσωσι τῶν προκειμένων. τὸ δὲ εἰπεῖν, δόξασόν σου τὸ ὄνομα,” δείκνυσιν ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν· τὸ δὲ εἰπεῖν τὴν φωνὴν “ἐδόξασα, καὶ πάλιν δοξάσω,” σημαίνει, ὅτι ἐδόξασε μὲν ἐν τοῖς πρὸ τούτου, δοξάσει δὲ μετὰ τὸν σταυρόν. Διὰ τί “ὁ ὄχλος ἀκούσας τῆς φωνῆς ἔλεγε, βροντὴν γεγο- νέναι;“καὶ γὰρ τρανῆ καὶ εὔσημος ἦν ἡ φωνή· διὰ τὸ ταχέως αὐτῶν ταύτην ἀποπτῆναι·
Where is Christ? In the heavens. “And if anyone serves me,” he says, he did not say, I will honor him, but the Father shows the genuine one, for as a servant of a genuine son, so the Father will receive him. Perhaps someone will say concerning the words “Now my soul is troubled, and what shall I say? ‘Father, save me from this hour,’” that this is not the language of one who urges contempt for death. Indeed, it is most certainly the language of one who urges it. For lest they say that he, being outside human passions, easily philosophizes about death and exhorts us from a position of no danger, he shows that although he is disheartened, nevertheless for the sake of what is useful he does not shrink from it. These things belong to the economy, not to the divinity. Therefore he also said, “My soul is troubled,” and to ask to be released is a weakness of human nature. “But for this reason,” he says, “I have come to this hour.” As if he were saying, even if we are troubled, even if we are disturbed, let us not flee death, since I too am now troubled—I do not speak so as to flee, for one must bear what comes. Therefore he also says, “Father, glorify your name,” that is, lead me now to the cross. And for this reason he instructs, so that if ever they are placed in a struggle and in cowardice, they may not even so leap away from what lies before them. And the words “Glorify your name” show that he dies for the sake of truth, calling the matter to God. And the words of the voice, “I have glorified, and again I will glorify,” signify that he glorified in the things before this, and he will glorify after the cross. Why did “the crowd, having heard the voice, say that thunder had occurred”? For the voice was both clear and distinct; it was because it quickly flew away from them.
διὸ ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καἳ ῥαθύμων οὕτως ἐνομίσθη, καὶ οὗτοι μὲν τὸν ἦχον κατεῖχον μόνον, οἱ δὲ εἰπόντες, ὅτι Ἄγγελος αὐτῷ λελαληκε,” ἔναρθρον μὲν τὴν φωνὴν ᾔδεσαν· τί δὲ ἐσήμανεν, οὐκέτι. ὁ δὲ Χριστὸς πρὸς ἐκεῖνο ἱστάμενος ὃ ἔλεγον ἐκεῖνοι ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, φησὶ πρὸς αὐτοὺς, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς·” ὁ γὰρ ἐκ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι’ αὐτὸν δοξάζεται; ὅθεν χρὴ σκοπεῖν, ὅτι τὰ ταπεινὰ δι’ αὐτοὺς γίνεται, καὶ οὐχ ὡς τοῦ υἱοῦ ἐσομένου h βοηθεῖας· τὸ δὲ “νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,” δηλοῖ ὅτι δικαστήριον ἔσται καὶ ἐκδίκησις, πῶς καὶ τίνι τρόπῳ ἐκεῖνος ἀνεῖλε τὸν ἄνθρωπον ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ. Διὰ οὖν τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἐν ἐμοὶ τοῦτο οὐχ εὑρών. ὡσανεὶ ἔλεγεν ὁ Χριστὸς, τίνος ἕνεκεν ἐπεπήδησεν εἰς ἐμὲ, καὶ θανάτῳ παρέδωκεν· οὐκ οὖν δι’ ἐμὲ ἐκδικηθήσεται ὁ κόσμος ὅλος· τὸ δὲ “ὅταν ὑψωθῶ “ἐκ τῆς γῆς,” περὶ τοῦ σταυροῦ λέγει· τὸ δὲ, ”πάντας ἑλκύσω h Leg. δεομένου.
Therefore, since they were rather dull and fleshly and sluggish, it was thus regarded, and these men retained only the sound, while those who said, "An angel has spoken to him," knew the voice to be articulate, but what it signified, no longer. And Christ, standing by that which those men always said, that he is not from God, says to them, "This voice has not come for my sake, but for yours." For he who is glorified from God, how is he not from God, whose name is glorified on his account? Whence one must observe that the lowly things happen on their account, and not as though the Son would need assistance. And the words "Now is the judgment of this world, now the ruler of this world will be cast out" show that there will be a tribunal and vengeance, how and in what manner that one destroyed man, having taken him liable to sin. Through sin, then, death entered, not finding this in me. As if Christ were saying, for what reason did he leap upon me and deliver me to death? Not on my account, therefore, will the whole world be avenged. And the words "when I am lifted up from the earth" speak of the cross. And "I will draw all
“πρὸς ἐμαυτὸν,” καὶ τοὺς ἐκ τῶν ἐθνῶν σημαίνει· οὐ λέγει δὲ τὴν ἀνάστασιν, ἀλλ’ ὃ τῆς ἀναστάσεως πλέον ἐστὶν, ὅτι καὶ πάντας ἑλκύσει πρὸς ἑαυτόν· “ἑλκύσω” δὲ εἶπεν, ἅτε ὑπὸ τοῦ ἐχθροῦ κατεχομένους, καὶ ἀφ’ ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν. ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. βουλόμενος δὲ ὁ ὄχλος ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ οὐκ εἶπαν ὅτι ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ’ ὅτι μένει εἰς τὸν αἰῶνα, καὶ τοῦτο δὲ κακούργως· ᾔδεσαν γὰρ τὰς γραφὰς λεγούσας ὁμοῦ καὶ περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως· καὶ γὰρ Ησαΐας ἅμα ταῦτα τίθησιν, “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” λέγει, καὶ τὰ ἑξῆς, καὶ ὁ Δαβὶδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα, καὶ ὁ πατριάρχης δὲ εἰπὼν, “ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, τις ἐγερεῖ αὐτόν;“ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται, καὶ τοῦτο δὲ οὐ κακούργως εἰπὼν, “καὶ τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;" ὡσανεὶ ἔλεγε, μὴ γὰρ δὴ νομίσῃς, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς, ὅτι δι’ ἀπέχθειαν ἐναντιούμεθα ἰδοὺ γὰρ, οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. τὸ δὲ “ἔτι μικρὸν χρόνον “τὸ φῶς μεθ’ ὑμῶν ἐστι,” τοῦτο σημαίνει, ὅτι μεθ’ ὑμῶν ἐστι τὸ φῶς, καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται· περιπατεῖτε δὲ, εἶπεν, “ὡς τὸ φῶς “ἔχετε,” καὶ τὴν πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν. “ ὁ περιπατῶν,” φησὶν, “ἐν τῇ σκοτίᾳ·
to myself," and he signifies those from the Gentiles; he does not speak of the resurrection, but of what is greater than the resurrection, that he will draw all to himself. He said "I will draw," inasmuch as they were held fast by the enemy and were almost unable to come of their own accord. Elsewhere he calls this a snatching away. But the crowd, wishing to silence him and to show that he was not the Christ, acknowledge that the Christ remains forever; and they did not say, "We heard that the Christ does not suffer, nor is he crucified," but that he remains forever, and this too maliciously; for they knew the Scriptures speaking at once both of the passion and of the resurrection; for Isaiah also sets these together: "He was led as a sheep to the slaughter," he says, and what follows, and David in the second psalm, and in many other places he joins both of these together, and the patriarch too, having said, "Having lain down he slept as a lion, who will rouse him?" indicates at once both the passion and the resurrection, and this too not maliciously, having said, "And who is this Son of Man?" as if he were saying, do not suppose that we say this concerning you, and say that we oppose you out of enmity; for behold, we do not know of whom you speak, and yet we declare our opinion. But "yet a little while the light is with you," this signifies that the light is with you, for the light of the sun is not destroyed, but having withdrawn a little it appears again. "Walk," he said, "while you have the light," both those before the cross and those after the cross believed. He says these things urging them on to faith. "The one who walks," he says, "in the darkness;
οὐκ οἶδε ποῦ ὑπάγει.” πόσα γὰρ πράττουσιν Ἰουδαῖοι νῦν, καὶ οὐκ ἴσασι τί πράττουσιν, ἀλλ’ ὡς ἐν σκότῳ βαδίζοντες δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσιν. Εἰπὼν δὲ “ἵνα υἱοὶ φωτὸς γένησθε,” πέρι ἑαυτοῦ εἶπε, τουτεστιν, ἐμοὶ υἱοὶ· Θεοδώρου Μομψουεστίασ. ταῦτα δέ φησιν, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλέσας τὸ δοκεῖν αὐτὴν κατέχειν, καὶ ὥσπερ σωτήριον οὐ προδιδόντα τοῖς συμβαίνουσι κινδύνοις τὸ σῶμα.π Κυρίλλου. Οὐκ ἐν ἑτέροις εἶναι προσῆκον ἃν εἴη τὸν ὑπηρέτην τοῦ Χριστοῦ, ἣ ἐν οἷςπερ ἐστὶν αὐτὸς, καὶ οὐχὶ πάντως φημὶ τοῖς
θεοπρεπέσι καὶ ὑπὲρ ἄνθρωπον ἀξιώμασι· τίς γὰρ ἐν τούτοις τὸν ἀληθῶς καὶ φύσει Θεὸν μιμήσαιτο; ἀλλ’ ἐφ’ οἷς ἂν δέχηται τὴν τοῦ ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν. Θεοδώρου Ἡρακλείασ. Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπεινοτέραις ἐχρήσατο λέξεσιν, ἐκ τούτων δεικνὺς ὅτι ὄντως τῆς ἀνθρωπίνης ἐκοινώνησε φύσεως, ἣ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων, καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλλουσαν ἀπαλλοτρίωσιν, ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γενεᾶς. Οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε ταραχήν·
…does not know where he is going." For how many things do the Jews do now, and they do not know what they are doing, but as those walking in darkness they think they are walking the right road, yet they walk the opposite. And having said "that you may become sons of light," he spoke concerning himself, that is, sons to me. Theodore of Mopsuestia. And he says these things, not as though the soul were suffering anything here, but calling the soul's friendship the seeming possession of it, and as it were a saving thing not betraying the body to the dangers that befall. Cyril. It would not be fitting for the servant of Christ to be in other things than those in which he himself is, and I do not mean altogether the God-befitting and superhuman dignities; for who among these could imitate the true and natural God? But in those things in which he receives the human nature to be able to excel. Theodore of Heraclea. He used here human and more lowly expressions, showing from these that he truly partook of human nature, or perhaps foreseeing the fall of the unbelievers, and the future alienation of those who were for a time considered to be his own servants, he was troubled, sparing their thankless race. For it was not fearing death, as some suppose, that he endured the so-called troubled state.
οὐ γὰρ ἠγνόει τινος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν, “διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν “ταύτην,” εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδίδαξε τοὺς ἄλλους τούτου καταφρονεῖν, λέγων, “μὴ φοβηθῆτε “ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι;” μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρημένων πείρας, ἐπεκαλεῖτο τὸν δι’ αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα· i ξένης δὲ τίς παρ’ ἡμῖν συνήθης φωνῆς ἐπακούσαντες, ἀμφίβολον ἐξ ἀνάγκης ἔσχον τὴν διάνοιαν. Ἀμμωνίου πρεσβυτέρου. Φῶς καλεῖ τὴν εὐαγγελικὴν σκότος δὲ τὴν ἄγνοιαν, ἢ τὴν τῶν ἀσεβῶν κατάκρισιν. Διὰ τί ταῦτα εἰπὼν ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν; οὐδὲ γὰρ λίθους ᾖραν κατ’ αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον, οἷον ἔμπροσθεν· τίνος οὖν ἕνεκεν ἐκρύβη; τὰς καρδίας ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· κρύπτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον· χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸν ἠνίξατο ὁ Εὐαγγελιστὴς, εὐθέως ἐπαγαγὼν, “τοσαῦτα “δὲ σημεῖα αὐτοῦ πεποιηκότος οὐκ ἐπίστευον εἰς αὐτὸν,” ποῖα; τοσαῦτα ἃ παρέλιπεν ὁ Εὐαγγελιστὴς οὗτος. Τὸ δὲ, “ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν Ἡσαΐας,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐχὶ αἰτιολογίας ἐστὶ τὸ ἴνα, ἀλλ’ ἐκβάσεως· οὐδὲ γὰρ ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας, καὶ τὸ “οὐκ ἐδύναντο δὲ πιστεύειν,” καθὼς καὶ τοῦτο εἶπεν Ἡσαΐας, “διότι ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺb” καὶ τὰ ἑξῆς, τὴν αὐτὴν ἔχει ἔννοιαν· διὰ πάντων γὰρ τούτων βούλεται παραστῆσαι i Leg. vid. ξένης δὲ τῆς παρ’ ἡμῖν συνήθους φ.
For he did not fail to know for whose sake he made his arrival among us, as he showed nearby when he said, "For this reason I came to this hour." For if he was troubled by fear of death, how would he have taught others to despise it, saying, "Do not fear those who kill the body, but are not able to kill the soul"? Therefore, about to lay hold of the experience of the things foretold, he called upon the one who had sent him for this very purpose. And having heard a strange voice, one not customary among us, they necessarily held their thought in doubt. Of Ammonius the elder. He calls the gospel light, and darkness the ignorance, or the condemnation of the impious. Why, having said these things, did he depart and hide from them? For they did not raise stones against him, nor did they blaspheme anything of the sort as before. For what reason, then, did he hide? Searching their hearts, he knew their anger was growing savage, even if they said nothing. He hides, therefore, soothing their envy. For one must consider how the Evangelist hinted at it, immediately adding, "Though he had done so many signs, they did not believe in him." What sort? The many that this Evangelist omitted. And the phrase, "that the word of Isaiah might be fulfilled," and what follows, shows that the "that" is not of causation but of outcome. For it was not because they were not going to believe that Isaiah said this, and the phrase "they could not believe," just as Isaiah also said this, "because he blinded their eyes" and what follows, has the same meaning. For through all these things he wishes to establish
τὸ τῆς γραφῆς ἀψευδὲς, καὶ ὅτι ἃ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ’ ὡς εἶπεν, ἵνα γὰρ μή τις λέγῃ, καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Διὰ τοῦτο δὲ ἦλθεν, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν· τὸ δὲ “οὐκ ἐδύ- “ναντο” ἀντὶ τοῦ, οὐκ ἤθελον, κεῖται, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσεις, ὡς τὸ “οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς. Θεοδώρου ἡρακλείασ. “Ἐκρύβη,” οὐ δειλίας ἕνεκεν, οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστῶν, ἀλλ’ ὑπερώρει χρησίμως, ἵνα σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων, οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι, καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πράξεων ἀκριβῶς ἀναπεμπαζόμενοι, εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾷν τὰ πράγματα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ’ ὅμως τὸ παρ’ ἑαυτοῦ διὰ φιλανθρωπίαν ἐποίει. Ἀμμωνίου καὶ ἰωάννου. ὁ Θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἢ γὰρ ἂν οὐκ ἂν ἀπῄτησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἀκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ συστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθος καὶ ἀδόκιμον νοῦν· ἐν ᾧ γὰρ τοιοῦτοί εἰσιν, οὐ δίκαιον αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος, τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμους. Απολιναρίου. Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ Θεοῦ, μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως.
The unerring character of the Scripture, and that what he foretold did not turn out otherwise, but as he said. For lest anyone say, "And for what reason did Christ come? Did he not know that they were not going to pay attention to him?" He also brings in the prophets as knowing this. But for this reason he came, so that they might have no pretext concerning their own sin. And the phrase "they were not able" stands in place of "they were not willing," and you will find this in many places of the Scripture, as in "the world cannot hate you." Of Theodore of Heraclea. "He hid himself," not on account of cowardice, nor making himself entirely invisible, but he withdrew usefully, so that he might seem to grant them leisure for the examination of what had been said. For in this way, having come to be in reflection, and accurately reckoning up his words together with his deeds, they could come to a perception of his worthiness, if indeed they were willing to survey the matters with good will. For even if he foreknew their unbelief most of all, nevertheless he did what was in his power through love for humanity. Of Ammonius and John. God hardened their heart; for otherwise he would not have demanded an accounting from them, seeing that he even forgives involuntary faults, but those who have been thoroughly blinded by the devil he hands over to a passion and a debased mind. For in the state in which they are, it is not just for them to know the depth of the mystery, since they have closed the eyes of their mind. Of Apollinaris. But let us not suppose that the hardening of the heart and the obduracy brought on by God is a work of the holy power, but rather a permission of the divine judgment, and a work of the evil and opposing power.
“ταῦτα δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.” τίνος; τοῦ Πατρός· οὐ γὰρ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Ἁγίου Πνεύματος· οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες· δόξαν δὲ ἐνταῦθά φησι τὴν ἐν ὄψει, ἐκεῖνον τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀπορρήτων, τὸ ἰδεῖν τὰ Σεφαρείμ· τι δὲ ἐλάλησεν, “ ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ- “μοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,” καὶ τὰ ἑξῆς; ἰδίωμα δὲ τοῦτό ἐστι τῆς γραφῆς, ὡς τὸ, “παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον “νοῦν,” τοῦτ’ ἔστι, συνεχώρησεν, ἀφῆκεν,οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν
ἐνταῦθα εἰσάγει, ἁλλ’ ἐκ τῆς αὐτῶν πονηρίας ταῦτα γιγνόμενα δείκνυσιν· ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις, ἀλλὰ φιλονεικούντων, γίνεται· ὅπερ δὲ ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Χριστὸς ἔλεγε, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ- “λήλων λαμβάνοντες, καὶ οὐ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ μόνου “ζητοῦντες,” τοῦτο νῦν ὁ Εὐαγγελιστὴς παθόντας αὐτοὺς δείκνυσι. Φησὶ γὰρ, “ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐ- “τὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν,” καὶ τὰ ἑξῆς, οὐχ ἆρα οὖν ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι, δουλείαν τὴν ἐσχάτην δουλεύοντες. Διὰ τοῦτο οὖν καὶ ὁ Χριστὸς ἔκραζε λέγων, “ὁ “πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά “με,” ὡσανεὶ ἔλεγε, τι δεδοίκατε εἰς ἐμὲ πιστεῦσαι, εἰς τὸν Θεὸν καὶ Πατέρα ἡ πίστις διαβαίνει δι’ ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία·
These things,” says the Evangelist, “he said, when he saw his glory.” Whose? The Father’s; for John does not speak of the Son, and Paul of the Holy Spirit; not as confounding the hypostases, but declaring one worthiness. And by “glory” here he means that which was in the vision, that smoke, the hearing of unspeakable mysteries, the seeing of the Seraphim. And what did he speak? “That he has blinded their eyes, and hardened their heart,” and what follows. And this is a peculiarity of the Scripture, as “he gave them over to a reprobate mind,” that is, he permitted, he let go; for he does not introduce him as working here, but shows that these things come about from their own wickedness. For just as the sun strikes the eyes of the weak, not because of its own nature, so also it happens with those who do not attend to the words of God, but contend against them. And what Christ said from above and from the beginning, “How can you believe, receiving glory from one another, and not seeking the glory that is from God alone,” this the Evangelist now shows they suffered. For he says, “that even of the rulers many believed in him, but because of the Pharisees they did not confess,” and what follows. Therefore they were not rulers, but slaves, serving the most extreme slavery. For this reason Christ also cried out, saying, “He who believes in me does not believe in me, but in him who sent me,” as if he said, why do you fear to believe in me? The faith passes through me to God and the Father, just as unbelief also does.
οὐκ εἶπε δὲ ὁ πιστεύων ἐμοὶ, ἀλλ’ “ὁ πιστεύων εἰς “ἐμὲ,” τὸ ἀπαράλλακτον δεικνὺς τῆς οὐσίας· ίνα δὲ μὴ νομίσωσιν, ὅτι ὡς ἐπὶ ἀνθρώπου εἴρηται, ἐπάγει, “ὁ θεωρῶν ἐμὲ θεωρεῖ “τὸν πέμψαντά με,” τὴν τοῦ νοῦ θεωρίαν λέγων, οὐδὲ γὰρ σῶμά ἐστιν ὁ Θεός· καὶ ἐντεῦθεν δὲ τὸ ὁμοούσιον δηλοῖ. Ἵνα τί τοιοῦτον ἐννοεῖς λέγοντα· ὅταν εἰς ἐμὲ πιστεύητε, τὸν δι’ ὑμᾶς μὲν ἄνθρωπον, καθ’ ὑμᾶς δὲ Θεὸν δι’ ἑαυτοῦ, καὶ τὸν ἐξ οὗπερ εἰμὶ Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε· εἰ μὴ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, εἰ καὶ φαίνομαι κἀς ὑμᾶς, ἔχω δὲ ἐν τῷ κ τὸν γεννήσαντα· ἐμοῦ τοιγαροῦν ὄντος ὁμοούσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις, καὶ εἰς αὐτὸν τὸν Πατέρα. Ἐπεὶ δὲ ὁ Πατὴρ πανταχοῦ τῆς γραφῆς φῶς καλεῖται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν, “ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,” διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν τοῦτο μαθὼν, πολλὴν δὲ δείκνυσι καὶ ἐκ τούτου τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ ὅτι οὐδὲν τὸ μέσον· καὶ διὰ τοῦτο δὲ φῶς ἑαυτὸν ἐκάλεσε, διὸ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύει. Τί ἐστιν ὅπερ φησὶν, ὅτι “οὐκ ἦλθον κρῖναι τὸν κόσμον;” οὐκ κ Leg. vid. ἐν ἐμαυτῷ.
He did not say, "The one who believes me," but "The one who believes in me," showing the invariability of the essence. But so that they might not suppose that this was spoken as of a mere man, he adds, "The one who sees me sees the one who sent me," speaking of the vision of the mind, for God is not a body; and from this too he makes clear the consubstantiality. Why do you conceive of him as saying such a thing? When you believe in me—who for your sake am man, but through myself am God according to your measure, and the Father from whom I am—do not suppose that you are placing your faith in a man. For unless I were no less God by nature, even if I appear as such to you, yet I have in myself the one who begot me. Since I, then, am consubstantial with the one who begot me, the faith will certainly pass over also to the Father himself. And since the Father is called light everywhere in Scripture, for this reason he also says concerning himself, "I have come as light into the world," and for this reason Paul also calls him the radiance, having learned this from that source. And from this he shows the great kinship with the Father, and that there is nothing in between. And for this reason he called himself light, because it is his to remove error and to dissolve the intellectual darkness. What is it that he says, that "I did not come to judge the world"? Not
εἰμὶ, φησὶ, τῆς ἀπειθείας τῶν καταφρονούντων αἴτιος· αὐτοκατά- κριτοι γὰρ ἐκ τοῦ μὴ πιστεύειν εἰσί. καὶ ἵνα δείξῃ ὅτι ὁ ἀπιστῶν κολάζεται, φοβερὸν ἔστησε δικαστήριον λέγων, “ὁ ἀθετῶν ἐμὲ, “καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν·’ τίνα ; εἰ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες κρῖναι τὸν κόσμον, τίς κρίνει τὸν μὴ πιστεύοντα ; “ ὁ λόγος, ’ φησὶν, “ὃν ἐλάλησεν ἐκεῖνος, κρινεῖ αὐτόν·” ποῖον δὲ ἐλάλησε λόγον ; ὅτι “ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω. εἰ ὅτε ἐπέμπετο, τότε ἐλάμβανεν ἐντολὴν τί εἴπῃ, καὶ πρὶν πεμφθῆναι οὐκ ᾔδει. Tt ταύτης ἀσεβέστερον τῆς ἐννοίας τῶν οὕτως ἐκλαμ- βανομένων ταῦτα τὰ ῥήματα, καὶ μὴ καταμανθανόντων τῆς ταπει. νώσεως τὴν πρόφασιν, δι’ ἣν ταῦτα ἔλεγεν. Αὕτη δὲ ἦν ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα αἱρετικοὺς ἐπιστομίσῃ· πρὸς δὲ τοὺς πλάνον αὐτὸν ἀποκαλοῦντάς φησι, καὶ ὄιδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, τὸ δὲ, ἃ “ἐγὼ λαλῶ, καθὼς εἴρηκε μοι, ὁ πατὴρ οὕτω λαλῶ” σημαίνει, ὅτι οὐκ ἔστιν ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι, ἀλλ’ ὥσπερ τοὺς ἐντολὴν πληρῶσιν, οὕτως οὐδ’ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ’ ἢ ὅπερ ὁ Πατὴρ βούλεται. δεῖξαι δὲ θέλων ἑαυτὸν πανταχοῦ συνημμένον τῷ γεγεννηκότι, καὶ ὅτι οὐδὲν μέσον ἐστι, α γὰρ ἐγὼ ποίω, ἐκεῖνος ποίει, ὅτι μετ’ ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ἀμμωνίου πηρεσβυτέρου. Ὡς οὖν ὁ Πατὴρ φῶς, οὕτω καὶ Υἱός·
I am, he says, the cause of the disobedience of those who despise; for they are self-condemned by their unbelief. And to show that the one who disbelieves is punished, he set up a fearful judgment seat, saying, "The one who rejects me and does not receive my words has one who judges him." Who? For if the Father judges no one, and you did not come to judge the world, who judges the one who does not believe? "The word," he says, "which he spoke, that will judge him." And what word did he speak? That "I have not come of myself, but the Father who sent me, he has given me a commandment, what I should say and what I should speak." If, when he was sent, then he received a commandment what to say, and before being sent he did not know—what could be more impious than this notion of those who thus interpret these words and do not understand the reason for the humiliation, on account of which he said these things? And this was so that he might draw those men as well, and stop the mouths of the heretics who came afterward. But to those who call him a deceiver he says, "And I know that his commandment is eternal life," and the words "What I speak, just as the Father has told me, so I speak" signify that it is not one thing for that one to say and another for me to utter, but just as those who fulfill a commandment, so it is not possible for me to do or say anything other than what the Father wills. And wishing to show himself everywhere united to the one who begot him, and that there is nothing in between—for what I do, he does, because he is with me, and the Father has not left me alone. Of Ammonius the presbyter. As therefore the Father is light, so also the Son.
διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν “ἀπαύ- “γασμα” καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ τὸ φῶς φανὲν, καὶ ἑαυτὸν δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα. Οὕτως ὁ Υἱὸς φῶς ὣν, καὶ ἐλθὼν, καὶ ἑαυτὸν ἡμῖν ἐγνώρισε καὶ τὸν Πατέρα. Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς· ἵνα μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν ἀνάγει τὴν αἰτίαν εἰς αὐτὸν ἀπιστίας. Ὁ λόγος τῆς ταπεινο- φροσύνης αὐτοῦ, κατακρίνει αὐτοὺς, αὐτὸς ὁ Υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως, ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος, ἐκπειθήσας τιμω-
ρεῖται. Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ Πατρὶ καὶ φανεροποιεῖ· διὸ καὶ ἐντολὴν αὐτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶ ἐν ἡμῖν λόγος δημοσιεύει τὰ ἐν τῷ νῷ. Ἀπολιναρίου. Αὐτοῦ τὰ ῥήματα μετ’ ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὃς εἰς τὰ ἴδια ἥκει καὶ διαλέγεται μετ’ ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ Θεοῦ δεδομένων λόγων. Οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ, “ἐγὼ λέγω ὑμῖν,” καὶ τὸ ἐν παραθέσει τῆς] πρὸς τοὺς Θεοῦ νόμους. παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπον τὸ, “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις,” ἐπιφέρει καθ’ ἕκαστον τόδε, “ἐγὼ ἐγὼ λέγω ὑμῖν.” οὐδὲ ἀλλοτρία Σωτῆρος ἡ νομοθεσία, οὐδὲ ἐξ ἀποκαλύψεως καλεῖ, οὐδὲ προστεταγμένον διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν αὐτὸν, τὴν ἰδίαν αὐτοῦ καὶ τὴν πρὸς αἰώνιον αὐτοῦ ὕπαρξιν. Ἀμμωνίου πρεσβυτέρου.
Therefore Paul, wishing to show the great excellence, calls the Son the "radiance" of the Father, just as the light when it appears makes both itself and the things seen clear. Thus the Son, being light and having come, made both himself and the Father known to us. The purpose of the present coming was not to judge but to save the faithful; lest he give them an occasion of unbelief, he traces the cause of unbelief back to themselves. The word of his humility condemns them; the Son himself is going to judge the disobedient, not indeed the word; for he speaks in riddles. On the day of judgment, the word that called us to salvation, having fully persuaded, punishes. Being the Word of the Father, he himself interprets and makes manifest the things in the Father; therefore he says that he has received a commandment; for thus also in us a word publishes abroad the things in the mind. Of Apollinaris. His words are spoken with authority, because he is both creator and lawgiver to his own creatures, inasmuch as he is the Word of God, through whom all things came to be, who came to his own and converses with authority, not as one would who is a servant of the words given by God. For to none of such would it fit to say, "I say to you," and that in comparison with the laws of God. For setting alongside what was spoken from the divine person—"You shall not murder" and "You shall not commit adultery"—he adds in each case this: "But I say to you." Nor is the legislation alien to the Savior, nor does he call from revelation, nor does he converse as something commanded, if we understand him according to his divinity, his own and his existence toward eternity. Of Ammonius the elder.
Ὡς ἐκ Πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν ὁ Ἰουδαῖοι τὴν τοῦ νομοῦ σκιὰν μεταπλάττοντα ἔπι τὸ πνευματικώτερον. Ἰωάννου. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, τοῦτό φησιν, ὅτι γὰρ οὐ δυνήσονται ταῦτα λέγειν· τὰ γὰρ ῥήματα ἃ ἐλάλησε νῦν, ἐν τάξει στήσεται κατηγόρου ἐλέγχοντα αὐτοὺς, καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν. ΚΕΦ. Ις.
Περὶ τοῦ νιπτῆρος. Οὐχ ὡς τότε εἰδότος τοῦ Χριστοῦ ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, τοῦτό φησιν ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ἀλλ’ ὅτι τότε ἐποίησεν, ὅπερ ἦν εἰδὼς πάλαι· μεγαλόφωνος δὲ ὁ Εὐαγγελιστὴς μετάβασιν τὸν θάνατον καλεῖ· τὸ δὲ “εἰς τέλος ἠγάπησεν,” τοῦτό ἐστιν, ὅτι οὐδὲν ἐνέλιπεν ὧν τὸ σφόδρα ἀγαπῶντα ποιῆσαι εἰκὸς ἦν· ἰδίους δὲ αὐτοὺς λέγει, κατὰ τὸν τῆς οἰκειώσεως λόγον, ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ, οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. τοὺς ἐν τῷ κόσμῳ δὲ είπεν,
ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ καὶ κατ’ ἐκεῖνον, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖ. Ἐκπληττόμενος δὲ ὁ Εὐαγγελιστὴς ὅτι ἤδη τὸν προδοῦναι ἑλόμενον τὸν Χριστὸν ἔνιψεν αὐτὸν, φησὶ, “καὶ δείπνου γενομένου, “τοῦ διαβόλου ἤδη βεβληκότος,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ καὶ τοῦ Ἰούδα τὴν πολλὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἄλλων ἡ κοινωνία κατέσχεν· ὃ μάλιστα οἶδε ἐπέχειν πονηρίαν.
He says that he does these things as from the Father, since the Jews saw him transforming the shadow of the law into something more spiritual. From John. For since he said, "He is not from God," he says this, that they will not be able to say these things; for the words which he has now spoken will stand in the rank of an accuser, convicting them and cutting off every defense. Chapter 16.
Concerning the washing of feet. The Evangelist says this concerning him, not as though Christ then knew that his hour had come, but that he then did what he had known long before; and the Evangelist, with lofty speech, calls death a departure; and "he loved them to the end," this means that he left nothing undone of what it was fitting for one who loves exceedingly to do; and he calls them his own, according to the principle of appropriation, since he also calls others his own according to the principle of creation, as when he says, "His own did not receive him." But he said "those in the world," since those who were his own had also died—those around Abraham and in his time—but they were not in the world there. And the Evangelist, amazed that he washed even the one who had already chosen to betray Christ, says, "and when supper had taken place, the devil having already put it into his heart," and the rest. And he shows also the great wickedness of Judas, that not even the fellowship of the others restrained him; which especially he knows to restrain wickedness.
Τὸ δὲ, “πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας,” δηλοῖ ἐνταῦθα τὴν τῶν πιστῶν σωτηρίαν, ὥσπερ δὲ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτως καὶ αὐτὸς τῷ Πατρὶ, καθὼς Παῦλος λέγει, “ὅτε “παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.” Τί δὲ “ἀπὸ τοῦ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει;“τοῦτο σημαίνει, ὅτι ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοὺς τῶν μαθητῶν νίπτει πόδας, καὶ τοῦτο ποιῆσαι οὐκ ἀπηξίωσε. βουλόμενος δὲ ὁ Εὐαγγελιστὴς γελιστὴς οὐκ ἐκ τοῦ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν δεῖξαι τῆς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος συγκαταβάσεως, φησὶν, “ἐγείρεται ἐκ τοῦ δείπνου·” οὐδὲ γὰρ πρινὴ κατακληθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη· ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος, καὶ λέντιον διαζωννύμενος, καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισεν, οὐχ ἑτέρῳ τοῦτο ἐπιτρέψας, διὰ πάντων δεικνὺς, ὅτι οὐχὶ ἀφοσ ἰωμένους δεῖ ποιεῖν τὰ τοιαῦτα ὅταν ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Διὰ τί δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησεν, ἐπειδὴ τὰ μείζονα ὕστερον ἐργάζεται; ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαπεθέσθαι τὴν παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφόδρα, ἀντίρροπον αὐτοῖς διὰ τούτων ἐπεισάγει τὴν παραμυθίαν. Ἐν δὲ τῷ εἰπεῖν, “ὅτι ἔρχεται πρὸς Σίμωνα Πέτρον, ὑπόνοιαν δίδωσιν, ὅτι τοῦ προδότου πρῶτον ἔνιψε τοὺς πόδας.
But the phrase "the Father has given all things into his hands" here reveals the salvation of the faithful, and just as the Father hands over to him, so he also hands over to the Father, as Paul says, "when he hands over the kingdom to God and the Father." But what does "he came from God and goes to God" mean? It signifies that one so great and so exalted, who came from God and is going to him, who holds sway over all things, washes the feet of his disciples, and did not deem it unworthy to do this. But the Evangelist, wishing to show the lowliness of the condescension of our Master and God and Savior not only from the washing but also in another way, says, "he rises from the supper"; for he did not rise before being called to the table, but after all had reclined, then he stood up; then he does not simply wash, but lays aside his garments, and girds himself with a towel, and he did not stop even at this, but he himself also filled the basin, not entrusting this to another, showing through all things that we ought not to do such things as if shrinking from them when we do them, but with all eagerness. But why did he not do this from the beginning, since he performs the greater things later? So as to intensify their intimacy, and to lay up in advance much encouragement for them against the terrible things that were about to come upon them. For since they were about to grieve exceedingly, he brings in for them through these things a consolation of equal weight. And in saying, "he comes to Simon Peter," he gives the impression that he washed the feet of the traitor first.
Ἤρξατο γὰρ, φησὶ, νίπτειν, καὶ τότε ἦλθε πρὸς τὸν Πέτρον, καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, ἀλλ’ ἔμεινεν ἔτι ἀναισθητῶν, ἀκαμπῆ καὶ ἀμείλικτον ὡς ὁ διάβολος κεκτημένος τὴν διάνοιαν.
Τὸ δὲ, “Κύριε σύ μου νίπτεις τοὺς πόδας;” τοῦτό ἐστι, ταῖς χερσὶ ταύταις, φησὶν, ἐν αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθαρας, καὶ νεκροὺς ἀνέστησας, τοὺς ἐμοὺς νίπτεις πόδας; τὸ γὰρ, “συ” καὶ καθ’ ἑαυτὸν πάντα ἐνδείκνυται. Διὰ τί δὲ αὐτὸν οὐδεὶς τῶν ἄλλων ἐκώλυσεν, ἀλλ’ ὁ Πέτρος μόνος; ἐπειδὴ ὡς ἐμοὶ δοκεῖ, πρῶτον ἔνιψε τὸν προδότην πρὸ τοῦ κορυφαίου διὰ πολλὴν ἰταμότητα κατακλιθέντα, καὶ τότε πρὸς Πέτρον ἦλθε δεύτερον ὄντα τῆ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως τῆς ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες, λοιπὸν ἀνέσχοντο· τὸ δὲ, “ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,” τὴν ἐκ τοῦ νίψαι σημαίνει ὠφέλειαν, τοῦτό ἐστιν, εἰς πᾶσαν ἄγει ταπεινοφροσύνην ὑμᾶς· μετὰ δὲ ταῦτα πότε γνώσῃ, ὅταν ἐν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλλῃς, ὅταν ἴδῃς εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον. Κυρίλλου. Οὐκ ἠγνοηκὼς ὅτι πάντων ἔχει τὴν ἐξουσίαν, “καὶ “ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε,” τοῦτό ἐστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς αὐτὸν ὑπάγει, τοῦτό ἐστιν, πάλιν ἄνεισιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν ἀποζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίπτειν τοὺς πόδας. Ὠριγένουσ.
For he began, it says, to wash, and then he came to Peter, and that wretched and miserable man was not even ashamed of this, but remained still insensible, having his mind inflexible and unyielding like the devil.
But the phrase "Lord, do you wash my feet?" means this: with these hands, it says, with which you opened eyes, and cleansed lepers, and raised the dead, do you wash my feet? For the "you" indicates everything concerning himself. And why did none of the others prevent him, but Peter alone? Because, as it seems to me, he first washed the traitor before the chief apostle, who had reclined with great audacity, and then he came to Peter, who was second in the reclining; whence the rest, instructed by the indignation that arose over Peter, thereafter restrained themselves. And the phrase "what I am doing you do not know now" signifies the benefit that comes from the washing, that is, it leads you into all humility; but afterward, when will you know? When you cast out demons in my name, when you see him taken up into heaven. Of Cyril. Not being ignorant that he has authority over all, and "that he came forth from God," that is, was begotten from the essence of God and the Father, and goes to him, that is, again ascends into the heavens, clearly sitting in council with his own Begetter, he submitted to such great humiliation as to gird himself with a towel and wash the feet of the disciples. Of Origen.
Ἄριστον μὲν ἐστὶν ἡ πρώτη, καὶ ἡ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικὴ τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή Δεῖπνον δὲ ἡ τελευταῖα, καὶ τοῖς ἤδη ἐπὶ πλέον προκεκωφόσι παρατιθεμένη κατὰ λόγων, καὶ ἄλλως δὲ ἐάν τις εἴποι, ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων· δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια. Εἰπόντος δὲ τοῦ Πέτρου, ὅτι “οὐ μὴ νίψῃς μου τοὺς πόδας “εἰς τὸν αἰῶνα,” ἀφεὶς τὴν περὶ ταπεινοφροσύνης αἰτίαν ὁ Χριστὸς εἰπεῖν αὐτῷ· ὑπέσχετο γὰρ ἃν μυριάκις ταύτην φυλάττειν ὁ Πέτρος, ὑπὲρ τοῦ μὴ τὸν δεσπότην αὐτὸν νίψαι. Ὅπερ δὲ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τοῦτό φησιν, “ὅτι ἐὰν μὴ νίψω “σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” Ὥσπερ δὲ ἐν τῇ παραιτήσει σφοδρὸς ἦν, οὕτω καὶ ἐν τῷ συγχωρήσει σφοδρότερος, λέγει, “Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν “κεφαλήν·” ἑκάτερα δὲ ἐξ ἀγάπης εἰργάζετο. Ἀμμωνίου. Ἐὰν μὴ καταδείξῃ τὸ τῆς ταπεινοφροσύνης μά-
The first meal is best, and the spiritual food suited to those being introduced, before the completion of the day in this life; but the dinner is the last, and is set before those who have already advanced further in words. And in another sense, if one were to say it, the breakfast is the meaning of the old writings, and the dinner is the mysteries hidden in the new covenant. But when Peter said, "You shall never wash my feet," Christ, setting aside the reason concerning humility, said to him—for Peter would have promised ten thousand times to preserve this, so that his master might not wash him. But that which he especially feared and trembled at, this he says: "that unless I wash you, you have no part with me." And just as in his refusal he was vehement, so also in his consent he was more vehement, saying, "Lord, not my feet only, but also my hands and my head." And both were done out of love. Of Ammonius. Unless you demonstrate the
θημα, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥύπον, διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς, οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας. Ὠπιγένουσ. Εὐκόλως δὲ χρησώμεθα τὸ “οὐ μὴ νίψῃς “τοὺς πόδας εἰς αἰῶνα” καὶ τοῖς πρὸς τὸ λεχθεῖσιν ἐπὶ τῶν προπετεστέρων, καὶ ἀκρίτως εἰπόντων τί ποιήσει, ὅπερ αὐτοῖς μὴ λυσιτελῇ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ, κἂν μετὰ ὅρκον διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτον ποτὲ γίγνεται. καὶ φήσομεν ὥσπερ ὁ εἰπὼν Πέτρος, “οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς αἰῶνα,” κωλύεται ἐμμένειν τῇ τοῦ λελουμένου h ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ Χριστοῦ μέρος· οὕτω καὶ σὺ ὁ δεῖνα, ἀκρίτως ἐπαγγειλάμενος, τὸ δὲ βέλτιον ποιήσεις, μεταθέμενος ἐπὶ τὸ ἐν πράξει εὐλογώτερον, ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. Ἐκ τοῦ καθ’ ἡμᾶς δὲ πράγματος ποιῶν τὸ παράγγελμα, εὐαφόρμως ὁ Χριστὸς ποιεῖται τὸν ἔλεγχον τῷ προδότῃ. Φησὶ γὰρ πρὸς τὸν Πέτρον, “ὁ λελου- “μένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον,” καὶ τὰ ἑξῆς· διὰ τούτων μεταβουλεύεσθαι διδάσκων αὐτὸν καὶ τῆς πονηρᾶς γνώμης ἀφίστασθαι, λέγει δὴ τῆς προδοσίας. Πῶς δὲ καθαροὶ ἦσαν οἱ Ἀπόστολοι, οὐδέπω τῶν ἁμαρτημάτων ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, καὶ τοῦ ἱερείου μηδέπω προσανεχθέντος; ἐκ τοῦ τὸ φῶς ἤδη δέξασθαι αὐτοὺς, καὶ τῆς πλάνης ἀπαναχωρῆσαι τῆς Ἰουδαϊκῆς. Λέγει γὰρ ὁ προφήτης, “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν “ψυχῶν ὑμῶν,” ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστιν.
word, you have no part with me, that is, unless one washes away the filth of sin through the grace of Christ, he does not obtain life, nor does he enjoy the kingdom of heaven. Origen. And we may readily apply the phrase "you shall never wash my feet forever" also to what was said concerning the more headstrong, who have spoken rashly and said what they will do, which is not profitable to them if they persist in their wrongly judged decision, even if such a thing ever happens after an oath because of great rashness. And we shall say that just as Peter, who said, "you shall never wash my feet forever," is prevented from persisting in the confession of the one who has been washed, so that he may have a part with Christ; in the same way you also, O so-and-so, having promised rashly, will do the better thing by changing to what is more reasonable in practice, away from persisting in what was wrongly decided. And from our own situation, Christ makes the rebuke to the traitor in a well-adapted way. For he says to Peter, "the one who has been washed has no need, except to wash only his feet," and the rest; through these things teaching him to change his mind and to stand away from his wicked intention, namely that of betrayal. But how were the Apostles clean, not yet having been released from their sins, nor yet deemed worthy of the Spirit, and the sacrifice not yet having been offered? From the fact that they had already received the light, and had withdrawn from the Jewish error. For the prophet says, "wash yourselves and become clean, remove the wickednesses from your souls," so that such a person has been washed and is clean.
Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἀπέρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι, κατὰ τὸν προφητικὸν λόγον, ἤδη “ὑμεῖς καθαροί ἐστε.” Λαβὼν δὲ τὰ ἱμάτια αὐτοῦ καὶ ἀναπεσὼν, οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται, καὶ τὴν αἰτίαν ἐκκαλύπτει τοῦ πράγματος, καὶ φησιν, “ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ κατ’ ἀλλήλων ἐπαίρωνται, πάντων αὐτῶν κατασπᾷ τὰ φρονήματα, ὡσανεὶ λέγων, ὅτι κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν, h λελογμένου Cod.
ἐμοῦ τοῦ Κυρίου καὶ διδασκάλου νίψαντος ὑμῶν τοὺς πόδας, τῶν ἐμῶν δούλων καὶ μαθητῶν. “Οὐδὲ γὰρ ἐστὶ,” φησὶ, “δοῦλος “μείζων τοῦ Κυρίου αὐτοῦ, οὐδὲ Ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν. Εἶπε δὲ τοῦτο, ἱν εἴ ποτε ἣ παρ’ οἰκετῶν, ἣ παρά τινων εὐτελεστέρων πάθοι τις κακῶς, μὴ σκανδαλίζοιτο, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶν παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Ἐπειδὴ δὲ τὸ μὲν εἰδέναι πολλῶν ἐστι, τὸ δὲ ποιεῖν ὀλίγων, ἐπήγαγε λέγων, “εἰ “ταῦτα οἴδατε, μακάριοι ἐστε, ἐὰν ποιῆτε αὐτὰ,” εἰς τὸ ἔργον ἐκβιβάζων ἡμᾶς. ἵνα δὲ μὴ εἰς πάντας περιστήσῃ τὸ δέος, ἀποσχίζει τὸν προδότην λοιπὸν, καὶ συσκιάζων τὸ πρᾶγμα, τοῦτον ἐλέγχει. Φησὶ γὰρ, “οὐ περὶ πάντων ὑμῶν λέγω,” καὶ τὰ ἑξῆς· καὶ συσκιάζει μὲν ἐνδιδοὺς αὐτῷ μετανοίας χώραν, ἐλέγχει δὲ, δεικνὺς τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν προσλαμβάνεται αὐτὸν, ἀλλὰ καὶ σφόδρα εἰδώς.
Since, therefore, they had cast off all wickedness from their soul, and were with him with a sincere mind, for this reason he says, according to the prophetic word, "You are already clean." And having taken his garments and reclined, he no longer speaks to Peter alone, but to all, and reveals the reason for the matter, and says, "You call me Teacher and Lord," and the rest. For since they were thereafter about to enjoy honor, some greater, some less, so that they might not exalt themselves against one another, he brings down the thoughts of all of them, as if saying that even if you are very great, you ought not to think highly of yourself over your brother, since I, your Lord and Teacher, have washed your feet, who are my servants and disciples. "For," he says, "a servant is not greater than his Lord, nor is an Apostle greater than the one who sent him." He said this so that if ever someone should suffer ill treatment at the hands of household servants or of certain more lowly persons, he might not be scandalized, looking to the example of Judas, who, having enjoyed countless good things, repaid his benefactor with the opposite. And since knowing belongs to many, but doing to few, he added, saying, "If you know these things, blessed are you if you do them," leading us out to action. But so that he might not bring fear upon all, he now separates off the traitor, and, shading the matter, he convicts this one. For he says, "I am not speaking about all of you," and the rest; and he shades it, giving him room for repentance, but he convicts him, showing the wretched man that he receives him not in ignorance, but knowing very well.
οὐκ εἶπε δὲ, παραδίδωσιν, ἀλλ’ “ἐπῇρεν “ἐπ’ ἐμὲ πτερνισμὸν,” τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος. Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτοὺς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ, οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδήγει. Απολιναρίου Καὶ Θεοδώτου Ἡρακλείασ. Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον. κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς πη ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον, ἀπαγγέλλοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα, λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τουτέστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ’ ἑαυτοὺς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ, διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς ἅπαντας καθαροὺς, διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὴν ἐν αὐτῷ ἅπασαν ἀκαθαρίαν ἔχοντα. Ὠριγένουσ. Σύμβολόν ἐστι τὸ νίψασθαι ὑμῶν τοὺς πόδας
But he did not say, "he delivers up," but "he lifted up his heel against me," wishing to set forth the treacherous and festering and secret nature of the plot. Of Ammonius the elder. He was not washing them because they were filthy, but in order to teach them to be moderate. The basin does not hold the rank of a bath, nor does it lighten sins, but it leads to perfect virtue. Of Apollinaris and Theodotus of Heraclea. The washing of the feet here hints at the deeper meaning of the matter, which seems to be a preparation of the apostolic feet for the work of the apostolate. For he sends them out with their feet cleansed through the purity given by his own means, so that they may indeed be able to run through the world, proclaiming the good tidings of salvation, according to what is said, "How beautiful are the feet of those who proclaim peace." Since they were therefore clean in body, he said that they still needed the cleansing of the feet, that is, that they might not only be clean in themselves, but might also be clean in their course, conveying purity to all men. And that they were all clean, except for the twelfth among them who had in himself all uncleanness. Of Origen. The washing of your feet is a symbol
ὑπ’ ἐμοῦ τὸ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι καὶ δυνηθεῖεν καθαροὶ ἐπιβαίνειν τὰς τῶν ἀνθρώπων ψυχάς. Κυρίλλου. Ἀναγκαίως εἰσφέρει τοῦ οἰκείου προσώπου τὸ ἐν γὰρ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. Ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω μικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐκ ἀποκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας, πῶς ἃν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτεῖσθε ἀλλήλοις ποιεῖν; Ἀμμωνίου. Εἰπὼν δὲ τὸ, “εἰμὶ,” ἔδειξεν, ὅτι φύσει Θεός ἐστι καὶ διδάσκαλος. Θεοδώρου Ἡρακλείασ. Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ ᾿Αποστόλους ἐμοὺς, μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου, εὔδηλον. ἐπείπερ ὁ τε δοῦλος, μέχρις ἃν δοῦλος ᾖ, ἔλαττον πολὺ τοῦ κυρίου καθέστηκεν, ὁ τε ἀπεσταλμένος μέχρις ἃν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπεμφότι δύναται. Ἀμμωνίου. Οὐδὲ τὸ ἀποβῆναι τοὺς τοῦ Πνεύματος ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφὴ, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν· εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ιούδαν, καὶ παρέβη, οὐδὲν ἐκ τούτου, καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο, καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ. τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ Θεὸς, ἀλλὰ συγχωρεῖ ἕκαστον καθὼς βούλεται πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι, καὶ οἱ ἐνάρετοι στεφα- νωθῶσι. Ποῖα δὲ ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα τὸ εἰπεῖν αὐτὸν, “ὁ λαμβάνων ἐάν τινα ἀποπέμψω, ἐμὲ λαμβάνει,” καὶ τὰ ἑξῆς; μεγίστη μὲν οὖν·
by me, so that the feet of your souls might be cleansed, that they might become beautiful and be able to tread pure upon the souls of men. Of Cyril. He necessarily introduces the person of his own self, for in such a matter one would see the incomparable greatness of humility. When, therefore, I, who am great in glory and so exalted, am seen not shrinking back from descending to so lowly a humiliation as even to wash your feet, how, he says, do you still decline to do this for one another? Of Ammonius. And by saying "I am," he showed that he is by nature God and Teacher. Of Theodore of Heraclea. For that you, being servants and my Apostles, cannot be greater than the master who sent me, is evident. Since the servant, as long as he is a servant, is established far lower than his lord, and the one sent, as long as he holds the rank of one sent, can in no way be equal in honor to the one who sent him. Of Ammonius. Nor was Judas compelled to betray by the outcome of the Spirit's workings, which is free from all blasphemy, but so that we might know that the Scripture spoke concerning that one whom we see having done what was foretold. But if the Lord chose Judas, and he transgressed, nothing follows from this, for he chose him as one who was good, and he was changed like Adam and Saul. For God does not abolish free will, but permits each to act as he wishes, so that both the wicked may be punished and the virtuous may be crowned. But what connection is there to what was said before in his saying, "He who receives anyone I send receives me," and the rest? The greatest, indeed.
ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ δύσι τρόποις αὐτοῖς παραμυθεῖται, ἑνὶ μὲν τῷ παρ’ ἑαυτῷ, ἑτέρῳ δὲ τῷ παρ’ ἑτέρων· τῷ παρ’ ἑαυτῷ μὲν, ὅτι ἐὰν μετὰ τοῦ φιλοσοφεῖν ἐννοῶσιν ἅπερ ἔπαθεν αὐτὸς, καὶ ἅπερ ἐποίησεν, ἅπαντα οἴσουσι ῥᾳδίως τὰ δεινά· τῷ παρ’ ἑτέρῳ δὲ, ἐκ τοῦ πολλῆς ἀπολαύειν θεραπείας· τὰς γὰρ πάντων αὐτοῖς ἀνέῳξεν οἰκίας. Διὰ τί ταῦτα εἰπὼν ἐταράχθη τῷ πνεύματι; ἐννοῶν ὅτι ὁ
προδότης ἑκατέρων ἀπεστέρηται, καὶ τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, καὶ τῆς τῶν ὑποδεχομένων θεραπείας. Ὅτι γὰρ τοῦτό ἐστι, δῆλον ἐξ ὧν ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἐμαρτύρησεν “ὁ Ἰησοῦς καὶ εἶπεν, εἷς ἐξ ὑμῶν παραδώσει με.” Πάντες δὲ φόβῳ συσχεθέντες ἐπὶ τῷ ῥήματι τούτῳ, συνεταράσσοντο, καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι περὶ τίνος λέγει. Εἰ γὰρ καὶ μηδὲν ἑαυτοῖς συνεγίγνωσκον πονηρὸν, ὅμως τῶν οἰκείων λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους ἀπορούμενοι. Τί δή ποτε πάντων ἀγωνιούντων καὶ αὐτοῦ τοῦ κορυφαίου τρέμοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ; καὶ οὐχ ὅτι ἀνάκειται μόνον, ἄξιον ζητῆσαι, ἀλλ’ ὅτι καὶ περὶ ἑαυτοῦ λέγει, “ὃν ἠγάπα ὁ Ἰησοῦς;” Τί οὖν ἐστιν εἰπεῖν; ἀνέκειτο μὲν, ἀλλότριον αὐτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος, διὰ τοῦ παρρησιάζεσθαι καὶ θαρρεῖν. Ἀπέκρυψε δὲ τὸ οἰκεῖον ὄνομα διὰ ταπεινοφροσύνης ὑπερβολήν. Ἔτι δὲ καὶ διὰ τοῦτο εἶπεν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, τὸν ἀκροατὴν προτρεπόμενος·
For since they were about to go out and suffer many terrible things, he consoles them in two ways: in one way by what pertains to himself, in another by what pertains to others. By what pertains to himself, because if along with philosophizing they consider what he himself suffered and what he did, they will bear all terrible things easily. By what pertains to others, from enjoying much care; for he opened to them the houses of all. Why, having said these things, was he troubled in spirit? Considering that the traitor has been deprived of both—both of endurance in toils and of the care of those who receive them. For that this is so is clear from what the Evangelist added, saying, "And Jesus testified and said, 'One of you will betray me.'" And all, seized with fear at this saying, were troubled together and looked at one another, at a loss as to whom he was speaking about. For even if they were conscious of nothing evil in themselves, nevertheless they considered the verdict of Christ more trustworthy than their own thoughts. Therefore they also looked at one another, at a loss. Why then, while all were in agony and even the chief himself was trembling, does John recline as if luxuriating in the bosom of Jesus? And it is not only that he reclines that is worth inquiring about, but also that he speaks concerning himself, "whom Jesus loved"? What then is there to say? He reclined, but wishing to show himself a stranger to the charge, through speaking boldly and being confident. And he concealed his own name through an excess of humility. Further, for this reason too he said that he reclined in the bosom, urging on the hearer:
προσέθηκε δὲ “ὃν ἠγάπα ὁ Ἰησοῦς,” ἵν ὅταν ἀκούσωμεν ὅτι τούτῳ ἔνευσεν ὁ Πέτρος μαθεῖν, μὴ ἀπορήσωμεν ζητοῦντες τὴν αἰτίαν, καὶ νομίζωμεν ὅτι ὡς μείζονι ἔνευσεν, ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην. Διὰ τί δὲ οὐχ ὁ Πέτρος ἠρώτησε τὸν Κύριον, ἀλλὰ τῶ Ἰωάννη νεύει τοῦτο ποιῆσαι; ἐπειδὴ ἀπὸ πολλοῦ πόθου εὑρίσκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Τίνος δὲ ἕνεκεν συγχωρεῖ τῶ Ἰωάννῃ ὁ Κύριος ἀναπεσεῖν εἰς τὸ στῆθος αὐτοῦ; τὴν ἀθυμίαν ἴσως καταπραύνων αὐτοῦ· καὶ γὰρ εἰκὸς ὑπῆρχον τῇ ὄψει τότε κατηφεῖς, καὶ οὐδὲ τότε ὀνομαστὶ ἐλέγχει τὸν προδότην, ἀλλὰ ψωμίον ἐπιδιδοὺς, ὃ καὶ μᾶλλον ἐντρέψαι αὐτὸν ἠδύνατο, καὶ ἕως μὲν ᾖ τοῦ Χριστοῦ, οὐκ ἐτόλμα ὁ Σατανᾶς ἐπιπηδῆσαι, ἀλλ’ ἔξωθεν προσέβαλλεν· ἐπειδὰν δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας. Ὅπερ δὲ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, “ὅ τι ποιεῖς, ποίησον τάχιον, οὐχὶ προστάττοντος ἦν, ἀλλ’ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιόρθωτον ἔσχεν, ἀφίησιν αὐτόν. Τὸ δὲ εἰπεῖν τὸν Εὐαγγελιστὴν, ὅτι “τοῦτο οὐδεὶς ἔγνω
He added "whom Jesus loved," so that when we hear that Peter nodded to this one to learn, we might not be at a loss seeking the reason, and suppose that he nodded to him as to a greater one, but rather because of his great love. And why did Peter not ask the Lord himself, but nod to John to do this? Because out of much longing he is found in many places rushing forward, yet being blamed, for this reason, being afraid, he wishes to learn through John as an intermediary. And for what reason does the Lord permit John to recline on his breast? Perhaps calming his despondency; for it is likely that they were downcast in appearance at that time, and not even then does he reprove the traitor by name, but by handing him a morsel, which was all the more able to put him to shame, and as long as he belonged to Christ, Satan did not dare to leap upon him, but attacked from outside; but when he made him manifest and set him apart, then he leaped upon him with impunity. And what Jesus said to him, "What you do, do quickly," was not the command of one ordering, but of one reproaching and showing that he himself wished to correct him; but since he remained uncorrected, he lets him go. And the Evangelist's saying that "no one knew this
“τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ,” πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἰ γε ἐρωτηθέντος τοῦ Κυρίου τίς ἐστιν, εἰπεν, ὅτι “ᾧ βάψας τὸ ψωμίον ἐπιδώσω,” καὶ οὐδὲ οὕτω συνῆκαν, πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μὴ ἀκοῦσαι τινα· καὶ γὰρ ὁ ᾿Ιωάννης διὰ τοῦτο πρὸς τὸ στῆθος ἀναπεσὼν ἐρωτᾷ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν, διὸ οὐδὲ συνίεσαν. Τάχα γὰρ αὐτὸν καὶ διεσπάσαντο, τάχα ἃν ὁ Πέτρος ἀνεῖλεν αὐτὸν, διὰ τοῦτο οὖν οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Πῶς αὐτὸς κελεύων μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο; Καὶ γὰρ, φησὶν ὁ Εὐαγγελιστὴς, “τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ “Ἰούδας,” καὶ τὰ ἑξῆς. Διὰ τί οὖν ἐπεφέρετο γλωσσόκομον ὁ Χριστός; ἵνα μάθωμεν ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον πολλὴν διακονίαν τῶν πενήτων ποιεῖσθαι δεῖ, καὶ πολλὴν τοῦ μέρους τούτου ποιεῖσθαι τὴν πρόνοιαν· ὅθεν διὰ τοῦτο ὑπώπτευσαν οἱ μαθηταὶ, πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν ὁ Χριστὸς τὴν ἐπιμέλειαν. Διὰ τι γὰρ τὸν καιρὸν ὁ Εὐαγγελιστὴς λέγει, ὅτι δὲ “ἦν νὺξ, ὅτε ἐξῆλθεν ὁ Ἰούδας;” ἵνα μάθωμεν αὐτοῦ τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀμμωνίου. Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ Κύριος τὴν προφητείαν τὴν λέγουσαν, “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ “πτερνισμόν.” Κυρίλλου. Μηδεὶς οἰέσθω τοῦ δέχεσθαι τοῦ ψωμίου Σαταυᾶν τῷ προδότῃ γενέσθαι παραίτιον. Οὐ γὰρ εἰς τοσοῦτον εἰσόδου πρόφασιν δίδοσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοῆσαι, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν.
Of those reclining at table, why did he say to him? Here one might find great perplexity, if indeed when the Lord was asked who it is, he said, "It is he to whom I shall dip the morsel and give it," and not even so did they understand, unless perhaps he spoke secretly, so that no one heard. For John also, for this reason, having leaned back on his breast, asked in his ear, so that it might not become evident; therefore they did not understand. For perhaps they would have torn him apart; perhaps Peter would have killed him. For this reason, then, none of those reclining at table knew. How is it that he himself, commanding them to carry no bag, no bronze, no staff, carried a money-box? For, the Evangelist says, "some thought, because Judas had the money-box," and the rest. Why then did Christ carry a money-box? So that we might learn that even one who is exceedingly without possessions and crucified must perform much service for the poor, and exercise much forethought for this part. Hence for this reason the disciples suspected, for Christ took much care of the poor. For why does the Evangelist mention the time, that "it was night when Judas went out"? So that we might learn his audacity, that not even the time restrained him from his impulse. Of Ammonius. Through the morsel the Lord fulfilled the prophecy that says, "He who eats my breads has magnified his heel against me." Of Cyril. Let no one suppose that the receiving of the morsel was the cause of Satan entering into the betrayer. For it is not to such an extent that the blessing gave an occasion of entrance to the evil one, as to suspect; but we shall say that rather.
Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, τῶν αὐτῶν ἠνείχετο σπουδασμάτων, χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, εἰσῆλθε λοιπὸν ὁ Σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως, ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν. Ἀμμωνίου. Τῇ τετράδι ἐνέβαλεν ὁ Σατανᾶς τὸν Ἰούδαν, προδῷ τὸν Κύριον, καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρᾳ. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν Κύριον, καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθεν εἰς αὐτόν. ἄλλο οὖν ἐστι
τὸ ἐμβαλεῖν, καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτὸν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν, καὶ ἄλλο τὸ δοῦναι τινὶ καιρίαν καὶ εἰσωθῆναι τὸ ξίφος. Ὠριγένουσ. Οὐ μόνον δὲ τὸ κατὰ ἁπλούστερον ἐξῆλθεν τοῦ τόπου, ἐν ὧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ πλέον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τὸ ἐξῆλθεν ἀφ’ ἡμῶν. Εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ Εὐαγγελίου ἐξετάσαι καὶ τὸ, “ἦν δὲ “νὺξ,” λεκτέον, ὅτι συμβολικῶς τότε, εἰ ἡ αἰσθητὴ νὺξ ἦν εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ ᾿Ιούδα νυκτὸς, ἧς νυκτὸς, φησὶν ὁ Παῦλος, “οὐκ ἐσμὲν νυκτὸς τέκνα, οὐδὲ σκότους,” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρα ὄντες νήφωμεν.” Ἐπειδὴ δὲ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοὶ, ἀνίστησιν αὐτοὺς λέγων, “νῦν ἐδοξάσθη “ὁ υἱὸς τοῦ ἀνθρώπου,” πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν· δόξαν τὸ πρᾶγμα καλῶν.
For since, when every kind of love had been brought to perfection toward him, he put up with the same zealous efforts, but thirsting more grievously for the consummation of his impiety, Satan then entered, finding his heart thrown open like a kind of gate through the desolation of the watchman's vigilance, and beholding his mind unguarded. Of Ammonius. On the fourth day Satan put it into Judas to betray the Lord, and he spoke this to the Jews on the fifth evening. For when he saw Judas wanting to hand over the Lord in deed, and hastening toward this, then he entered into him. One thing, then, is to put in, and another to enter into him, just as one thing is to strike someone with the hand from outside, and another to give someone a fatal blow and for the sword to go in. Of Origen. But not only did he depart in the simpler sense from the place where the supper was taking place, but he departed further from Jesus, the "departed" being analogous to our own departure from him. And if one must examine, as not idly thrown in by the Gospel, also the phrase "and it was night," it must be said that symbolically at that time, if the perceptible night was an image of the night that had come to be in the soul of Judas—a night of which Paul says, "we are not children of the night, nor of darkness," and "we who are of the day, let us be sober." And since the thoughts of the disciples had fallen, he raises them up, saying, "Now the Son of Man has been glorified," persuading them not only not to be downcast, but even to rejoice, calling the matter glory.
Τί δέ ἐστιν “ἐν αὐτῷ;” τοῦτό ἐστι, δι’ ἑαυτοῦ δοξάσει αὐτὸν, οὐ δι’ ἑτέρου τὸ δὲ “εύθὺς” ἅμα τῷ σταυρῷ, ὅτε ὁ ἥλιος ἀπεστράφη, καὶ αἱ πέτραι ἀπερράγησαν, καὶ τὸ καταπέτασμα ἐσχίσθη, καὶ τὰ ἄλλα πάντα ἐγένοντο τεράστια. Ἔτι δὲ οὐδὲ μακρὸν μετὰ τὴν ἀνάστασιν γέγονε χρόνος τοῦ ἐπὶ πλεῖον δοξασθῆναι αὐτόν. τεσσαράκοντα γὰρ ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος τοῦ Ἁγίου ἦλθε χορηγία, καὶ πάντες αὐτὴν ἀνεκήρυττον. Ἐπειδὴ δὲ ἔμελλον μικρὸν ὕστερον τὰ λυπηρὰ ἐπιστήσεσθαι, ἄρχεται λοιπὸν ταῦτα λέγειν αὐτοῖς, ὥστε ἔχειν αὐτὰ ἐν μνήμῃ. Φησὶ γὰρ, “τεκνία, ἔτι μικρὸν “χρόνον μεθ’ ὑμῶν εἰμι, ζητήσετέ με·” συνετέλει δὲ τοῦτο πρὸς τὴν τοῦ Χριστοῦ δόξαν τὰ μέγιστα, τὸ σαφῶς εἰδέναι ταῦτα, ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἦσαν ἀκηκοότες ὑπ’ αὐτοῦ. “τὸ δὲ καθὼς εἶπον τοῖς ᾿Ιουδαίοις, ὅπου ἐγὼ ὑπάγω,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα λέγω, ἀλλὰ ἄνωθεν αὐτὰ προεῖπον. Διὰ δὲ τοῦ εἰπεῖν, “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,” δείκνυσιν ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά· καὶ τοῖς μὲν Ἰουδαίοις τὸν φόβον, τοῖς δὲ μαθηταῖς τὸν πόθον ἐξάπτων, ταῦτα ἔλεγε. Διὸ καὶ τὸ “τεκνία” προσέθηκεν, ἵνα μὴ νομίσωσι καὶ πρὸς αὐτοὺς ὥσπερ πρὸς τοὺς ᾿Ιουδαίους ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον.
What does "in him" mean? It means that he will glorify him through himself, not through another. And "immediately" means at the very moment of the cross, when the sun was turned away, and the rocks were split, and the veil was torn, and all the other wonders took place. And moreover, not even a long time after the resurrection had passed before he was glorified more fully. For forty days passed, and the supply of the Holy Spirit came, and all proclaimed it. But since they were soon going to face sorrows, he begins from that point to speak these things to them, so that they might keep them in memory. For he says, "Little children, yet a little while I am with you; you will seek me." And this contributed most greatly to the glory of Christ—that they knew these things clearly, being reminded that they had long ago heard them from him. And "just as I said to the Jews, where I am going," and what follows, this signifies that I am not now saying these things because of the onset of troubles, but I foretold them from the beginning. And by saying, "where I am going, you cannot come," he shows that his death is a departure and a better transfer to a place that does not receive corruptible bodies; and he was kindling fear in the Jews, but longing in the disciples, when he said these things. Therefore he also added "little children," so that they might not think that what was said had been spoken to them in the same way as to the Jews.
Καὶ ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ἐν τούτοις ὡς ἐρήμους μέλλοντας ἔσεσθαι παραμυθεῖται αὐτοὺς, τὴν πάντων ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς τὴν ἀγάπην, λέγων, “ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” ὡσανεὶ ἔλεγεν, ἀλγεῖτε ἀπιόντος, ἀλλ’ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυροί. Τὸ δὲ, “καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς “ἀγαπᾶτε ἀλλήλους,” δηλοῖ, ὅτι ὥσπερ ἐγὼ, φησὶν, οὐ προυπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἐπέδωκα τὸν θάνατον, ἀλλ’ αὐτὸς κατῆρξα, οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς τὰ θαύματα ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει λέγων, “ἐν “τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε “ἀλλήλους.” Τοῦτο γάρ ἐστι μάλιστα τὸ δεικνύον ἀνθρώπους ἁγίους· πολλοὶ γὰρ θαύματα ποιήσαντες μέλλουσιν ἀκούειν παρὰ τοῦ Χριστοῦ, “οὐκ οἶδα ὑμᾶς.” Τίνος ἕνεκεν εἶπεν αὐτῷ ὁ Πέτρος, “Κύριε, Κύριε, ποῦ ὑπάγεις;” οὐ τοσοῦτον μαθεῖν βουλόμενος ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Διὸ καὶ ἀκούσας ὅτι “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι” καἰ τὰ ἑξῆς. Οὕτως ἐπείγεται ὡς εἰπεῖν, ἄρτι τὴν ψυχήν μου ὑπέρ σου θήσω· τοῦτο δὲ εἶπε τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος·
And since it was likely that they would fall into confusion, he comforts them in these matters as those who were about to be bereft, surrounding them with love, the root and safeguard of all good things, saying, "A new commandment I give to you, that you love one another," as if he were saying, you grieve because I am departing, but if you love one another, you will be strong. And the words, "just as I have loved you, that you also love one another," make clear that, just as I, he says, did not give over my death to you as a debt owed for good deeds you had previously accomplished, but I myself took the initiative, so also you must do good to your dearest ones, and not because they owe it to you. And leaving aside the wonders that they were going to perform, he characterizes them from love, saying, "By this all will know that you are my disciples, if you love one another." For this is especially what shows people to be holy; for many who have performed wonders will hear from Christ, "I do not know you."
For what reason did Peter say to him, "Lord, Lord, where are you going?" Not so much desiring to learn as longing to follow. Therefore also, having heard that "where I am going, you cannot follow me now" and the rest. He is so eager, as it were, to say, I will lay down my life for you right now; and he said this wishing to reach the utmost heights.
ἤκουσε γὰρ τοῦ Κυρίου λέγοντος, “ὅτι μείζονα ταύτης “ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ τις ὑπὲρ τῶν φίλων αὐτοῦ.” Ὁ δὲ Χριστὸς δεικνὺς αὐτῷ ὅτι αὐτοῦ μόνου ἐστὶ, καὶ οὐκ ἀνθρώπου τινὸς, τὰ τοιαῦτα μετὰ αὐθεντείας ἀπαγγέλλεσθαι, φησὶ πρὸς αὐτὸν, “πρὶν ἀλέκτωρ φωνήσει, τρὶς ἀπαρνήσει με,” τοῦτ’ ἔστι νῦν, οὐ γὰρ ἦν πολὺ τὸ διάστημα, ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα· τὴν μὲν γὰρ ἀγάπην ἀπεδέξατο τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει, γυμνῶν αὐτὸν τῆς ἄνωθεν βοηθείας. Εἰ γὰρ ἀγαπᾷς, φησὶν, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι· εἶπόν σοι, οὐ δύνασαι, ἔδει σε ἐκ τούτου πεισθῆναι. Ἐπειδὴ δὲ οὐ θέλεις, ἀλλὰ φιλονεικεῖς, διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω. Ἀμμωνίου πρεσβυτέρου. Μηδεὶς λεγέτω ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν
αὐτῷ, ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ’ ὅπερ ἤμελλε πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς Θεός· οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ’ ἐξ ἀσθενείας. Ἀπιστήσας πῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. Εἶπε δὲ αὐτοῖς, “μὴ “ταρασσέσθω ὑμῶν ἡ καρδία,” τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα ἐγίγνωσκεν, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἢν αὐτοὺς ἀκούσαντας περὶ Πέτρου ταράσσεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ ἀλέκτορος τρὶς ἔμελλεν ἀπαρνήσεσθαι, μὴ μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν.
For he had heard the Lord saying, "Greater love than this no one has, that one lay down his life for his friends." But Christ, showing him that it belongs to him alone, and not to any man, to declare such things with authority, says to him, "Before the rooster crows, you will deny me three times," that is, now, for the interval was not long, since he was speaking in the dead of night, and the first and second watch had passed. For he accepted Peter's love, but cuts off the contradiction born from it, exposing him as lacking the help from above. For if you love, he says, you ought to obey the one you love; I told you, you cannot, and you should have been persuaded by this. But since you are unwilling, and rather contend stubbornly, through the denial you will know clearly that what I say cannot fail to come to pass. Of Ammonius the presbyter. Let no one say that Peter denied because Christ said it; for he did not impose necessity on him, so as to bring him to denial, but what was altogether going to happen, he foretells to the disciple as God; and the denial did not come from an unbelieving soul, but from weakness. Just as Peter, disbelieving, questions what was said, so also he promises to die for him. And he said to them, "Let not your heart be troubled," demonstrating the power of his divinity, that he knew the things they held in their soul, and at the same time comforting them. For it was likely that they were troubled upon hearing about Peter. For if the chief and so fervent one was going to deny three times before the rooster crowed, it was likely that they expected to undergo no small crisis.
Τί ἐστι “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε;” πάντα φησὶ παρελθεῖν δεῖται τὰ δεινά. Ἡ γὰρ εἰς τὸν γεγεννηκότα καὶ εἰς ἐμὲ πίστις δυνατωτέρα τυγχάνει τῶν ἐπιόντων, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Ἵνα δὲ μὴ νομίσωσι τῷ Πέτρῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, τὸ ἀκολουθήσεις ὕστερον ὑποφαίνει καὶ τοῦτο τοῖς ταύτην τὴν ἐλπίδα λέγειν “ἐν τῇ οἰκίᾳ τοῦ Πατρός “μου μοναὶ πολλαί εἰσι” καὶ τὰ ἑξῆς, τουτέστι καὶ ὑμᾶς ὁ χῶρος ὁ αὐτὸς ὑποδέξεται ὁ καὶ τὸν Πέτρον· ἀφθονίαν γὰρ ἐστὶ καταγωγίων ἐκεῖ, ὥστε χρὴ θαρρεῖν ὑπὸ τούτου· τοσαύτη γὰρ, φησὶν, ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἃν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. Καὶ ἐπειδὴ συνεῖδεν αὐτῶν ζητοῦσαν τὴν ψυχὴν μαθεῖν τοῦτο ὅπερ εἶπεν, “ἵνα ὅπου εἰμὶ, καὶ ὑμεῖς ἦτε,” δίδωσιν αὐτοῖς τοῦ ἐρωτῆσαι πρόφασιν, λέγων, “καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν “ὁδὸν οἴδατε.” Διὸ καὶ ὁ Θωμᾶς λέγει αὐτῷ ”Κύριε, οὐκ “οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” καὶ ὁ μὲν Πέτρος ἀπὸ φιλοστοργίας τὸ ποῦ ὑπάγεις εἰπε, Θωμᾶς δὲ ἀπὸ δειλίας. Τί οὖν ὁ Χριστός; “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή·” ὁδὸς μὲν, ὅτι δι’ ἐμοῦ ἔρχεσθε πρὸς τὸν Πατέρα, καὶ οὐ δεηθήσεσθε χειραγωγοῦντος ἑτέρου· ἀλήθεια δὲ, ὅτι οὐδὲν πη ἐμοῦ ψεῦδος, ζωὴ δὲ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν· κἂν γὰρ ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων· ΚΕΦ. ΙΖ.
What is "You believe in God, and you believe in me"? He says that all terrible things must pass away. For faith in the one who begot and in me proves stronger than the things that are coming, and it will allow none of the difficulties to prevail. But so that they might not think the promise had been given to Peter alone, he later hints that "you will follow" applies also to those who speak this hope: "In my Father's house there are many dwelling places," and what follows—that is, the same place that received Peter will also receive you; for there is abundance of lodgings there, so that one must take courage from this. For so great, he says, is the earnestness I have shown for this matter, that I would already have been there, if it had not long ago been prepared for you. And since he perceived that their soul sought to learn this very thing he had said, "that where I am, you also may be," he gives them an occasion to ask, saying, "And where I am going, you know, and the way you know." Therefore Thomas also says to him, "Lord, we do not know where you are going, and how can we know the way?" And Peter said "where you are going" out of affection, but Thomas out of fear. What then does Christ say? "I am the way and the truth and the life." The way, because through me you come to the Father, and you will not need another to lead you by the hand; the truth, because there is no falsehood in me at all; the life, because not even death itself will be able to prevent you from coming; for even if you die, you will obtain what has been spoken. Chapter 17.
Περὶ τοῦ παρακλήτου. Δεῖξαι δὲ θέλων τὸ ἰσοστάσιον τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρὸς ἐξουσίας, ἐπήγαγεν, “οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ “δι’ ἐμοῦ.” Ἐγὼ γάρ εἰμι, φησὶ, κύριος τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, ὡς ὁμοούσιος αὐτοῦ. Ἐπειδὴ δὲ ᾔδεσαν μὲν τὸν Πατέρα, οὐχ οὕτως δὲ ὡς ἐχρῆν, Θεὸν μὲν γὰρ ᾔδεσαν αὐτὸν, Πατέρα δὲ οὐδέπω· ὕστερον δὲ τὸ Ἅγιον Πνεῦμα ἐπελθὸν πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Διὰ τοῦτό φησιν, “εἰ ἐρώκειτέ με, καὶ “τὸν Πατέρα μου ἐγνώκειτε ἄν.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, εἰ ᾔδειτε ἐμὴν οὐσίαν, καὶ τοῦ Πατρὸς ᾔδειτε ἄν. Τὸ δὲ “ἀπάρτι “γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν,” τοῦτο δηλοῖ, ὅτι δι’ ἐμοῦ τὴν εἰς αὐτὸν ἐπίγνωσιν ἐσχήκατε. Ὄψιν λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Ὥσπερ γὰρ ὁ εἰπὼν, “ὤφθη ᾿Αγγέλοις,” οὐ περὶ τῆς οὐσίας αὐτῆς ἔφη, ἀλλ’ ὡς ἐκείνοις ἰδεῖν ᾗ δυνατόν· οὕτω καὶ ἐνταῦθα χρὴ λογίζεσθαι. Ἐπειδὴ δὲ ὁ Πέτρος προηρώτησε καὶ ὁ Θωμᾶς, καὶ οἱ ᾿Ιουδαῖοι, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ’ ἔτι ἠγνοεῖτο τὰ λεγόμενα, ἵνα μὴ δόξῃ πρὸς κορῆς εἶναι ὁ Φίλιππος, διὰ τοῦτο μετὰ τὸ εἰπεῖν αὐτὸν, “δεῖξον ἡμῖν τὸν Πατέρα,” ἐπήγαγε καὶ τὸ “ἀρκεῖ ἡμῖν·” ἐκεῖνος δὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἐβούλετο ἰδεῖν αὐτόν· ἀλλ’ ὁ Χριστὸς τοῦ τοιούτου φρονήματος ἐκκόπτων αὐτὸν, φησὶ, “τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς “με, Φίλιππε;” οὐκ εἶπεν, οὐκ εἶδές με, ἀλλ’ “οὐκ ἔγνωκάς με·” τοῦτο γάρ ἐστιν αὐτὸς, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱός. Διαιρῶν δὲ τὴν ὑπόστασιν λέγει, “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα.” Ὃ δὲ λέγει τοῦτό ἐστιν·
Concerning the Paraclete. But wishing to show the equality of his own authority with the Father's, he added, "No one comes to the Father except through me." For I am, he says, lord of the leading to the Father, as being of one substance with him. But since they knew the Father, yet not as they ought—for they knew him as God, but not yet as Father—later the Holy Spirit, coming upon them, implanted in them all knowledge. For this reason he says, "If you had loved me, you would have known my Father also." What he says is of this sort: if you had known my substance, you would have known the Father's also. But "from now on you know him, and have seen him," this shows that through me you have obtained the knowledge of him. He calls "sight" the knowledge according to the mind. For just as the one who said, "He was seen by angels," did not speak of his substance itself, but as it was possible for them to see, so also here one must reason. But since Peter had asked first, and Thomas, and the Jews, and no one learned anything clear, but what was said was still unknown, lest Philip seem to be speaking childishly, for this reason after he said, "Show us the Father," he also added, "It is enough for us"; but that one wished to see him with bodily eyes; but Christ, cutting him off from such a mindset, says, "Have I been with you so long a time, and you have not known me, Philip?" He did not say, you have not seen me, but "you have not known me"; for this is he, which the Father is, remaining Son. But dividing the hypostasis he says, "The one who has seen me has seen the Father." What he says is this:
ἐπειδὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς βούλει ἰδεῖν τὸν Πατέρα, γίγνωσκε ὅτι οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν οὕτως ἰδεῖν· οὐδὲ γὰρ ἐμὲ αὐτὸν οἶδας, ὡς σὺ νομίζεις· σῶμα γὰρ περιβέβλημαι 1, καὶ τοῦτο θεωρεῖς. Εἰ γὰρ ἐμὲ εἶδες, ὡς εἰμὶ, τῇ θεότητι ἐν ἐμοὶ ἐκεῖνον ἔρως ἄν. Δεικνὺς δὲ τὸ ὁμοούσιον καὶ τὸ ἀπαράλλακτον μετὰ τῆς τῶν προσώπων διαιρέσεως ἐπήγαγε λέγων, “οὐ πιστεύεις ὅτι ἐγὼ ἐν i περιβέβηναι Cod.
“τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι,” καὶ τὰ ἑξῆς, καὶ ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδείκνυται λέγων, “ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ “μένων, αὐτὸς ποιεἴ τὰ ἔργα,” τουτέστι, ὅτι οὐκ ἀν’ ἄλλως ἄποιησε ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ. Ὅπερ δὲ μετὰ τὸ εἰπεῖν “πιστεύετέ μοι, ὅτι ἐγὼ έν τῷ Πατρὶ, καὶ ὸ Πατὴρ ἐν ἐμοι,” ἐπήγαγε λέγων, “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι,” τοῦτό ἐστιν, ὅτι ἔδει μὲν ὑμᾶς, φησὶν, ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν, εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγένειας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Διὰ δὲ τοῦ εἰπεῖν, “ὅτι μείζονα ὧν ἐγὼ ποιῶ ποιήσει ὁ “πιστεύων εἰς ἐμὲ,” δείκνυσιν ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα τούτων πολλῷ μείζονα. Ὁ γὰρ ἄλλοις παρέχων εἰς τὸ ποιεῖν, πρόδηλον ὅτι αὐτὸς μᾶλλον ἰσχύει ποιῆσαι. Εἰπὼν δὲ, ὅτι “πρὸς τὸν Πατέρα πορεύομαι,” ἐμφαίνει αὐτοῖς, ὅτι αὐτῶν ἐστι λοιπὸν τὸ θαυματουργεῖν, αὐτοῦ ἀπερχομένου. ᾿ΑΜΜΩΝÍOY. Ὡς τὸν Υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο, οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν Θεόν. Οὐδὲν, φησιν, ἕτερον ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὅπερ ἐστι μένων Υἰὸς.
Since you wish to see the Father with bodily eyes, know that it is possible to see neither me nor him in that way. For you do not even know me as I am, as you suppose; for I am clothed with a body, and this is what you behold. If you had seen me as I am, you would have seen the Father in me in my divinity. But showing the consubstantiality and the exact likeness together with the distinction of persons, he added, saying, "Do you not believe that I am in the Father, and the Father is in me," and what follows. And here too he indicates the same thing, saying, "The Father who dwells in me, he does the works," that is, that the Father did not act in one way and I in another. And what he added after saying, "Believe me, that I am in the Father, and the Father is in me," saying, "But if not, believe me for the works' sake," this means: you ought, he says, on hearing Father and Son, to seek nothing else as proof of their kinship in essence. But if this is not enough for you to demonstrate the equality of honor and consubstantiality, then learn from the works. And by saying, "He who believes in me will do greater works than these that I do," he shows that he is able not only for these things, but also for others far greater than these. For one who grants to others the power to do, clearly is himself more able to do. And having said, "I go to the Father," he makes clear to them that from then on it is theirs to work wonders, since he is departing. Of Ammonius. As one who knew the Son accurately, he said this, supposing that perhaps he could see God with visible eyes. Nothing, he says, is the Son other than what he is, remaining Son.
Εἰ γὰρ καὶ ὡς ἔτυχε, λέγεις, ὦ Φίλιππε, ὅτι σε οἶδα, ὁ Υἱὸς εἶ, ἀλλ’ οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, μένων πάλιν Υἰὸς ὤν. ΘΕΟΛΩΡΟΥ ῾ΗΡΑΚΛΕÍΑΣ Ὁ μὲν γὰρ ὀφθαλμὸς ὁρῶν οὐ πολλοῦ χρόνου δεῖται πρὸς τὴν τοῦ τυγχάνοντος θέαν· ὁ δὲ νοητὸς k γνῶναι βουλόμενος, χρόνου δεῖται οὐκ ὀλίγου, καὶ πολλῆς τῆς σκέψεως πρὸς τὴν τοῦ ἀσωμάτου κατάληψιν· ἐχρῆν οὐ δή πω l καὶ τὸν Φίλιππον πολλῷ τῷ παρελθόντι χρόνῳ τὰς δυνάμεις τοῦ Κυρίου θεωρήσαντα ἐγκαταλήψει ἤδη ὑπάρχειν, καὶ σαφῶς ἐγνωκέναι τὴν θεότητα τοῦ Κυρίου· προσδιδάξας τοιγαροῦν, ὅτι τῆς ψυχῆς τὴν γνῶσιν ἐπιζητεῖ, ἀκολούθως ἐπισυνῆψε περὶ τῆς ὁράσεως, ὅτε ὑποπτεύεσθαι ἐδύνατο σωματικὴν ὅρασιν ἐπιζητεῖν λέγων, “ὁ “ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” ἐξ οὗ παρίσταται, ὅτι τὴν κατὰ διάνοιαν ὅρασιν ἔλεγεν. k νοητὸς Cod. 1 Leg. vid. οὖν δήπου.
Ἀπολιναρίου. Ποιεῖ Χριστὸς ὅσα αἰτοῦσιν εἴρηκε γὰρ ὅτι “ποιήσω, ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου.” ἴδιον δὲ αὐτοῦ τὸ ἔργον ἐνδείκνυται, ἐν τούτῳ δοξάζεσθαι, φησὶν, ἐν ἑαυτῷ τὸν Πατέρα, αὐτοῦ μὲν ἐργαζομένου, τοῦ δὲ Πατρὸς διὰ τῆς τοῦ Υἱοῦ ἐνεργείας ἐκφαινομένου· οὐ γὰρ ἐστὶν ἑτέρα πρὸς ἁτέρα εἴσοδος, ἣ δι’ Υἰοῦ, οὔτε πάλαι, οὔτε νῦν, οὔτε αὐθις, ἀλλ’ οἰκειότερον ἡ διὰ Υἱοῦ εἴσοδος ἔσχηκε δὲ νῦν, ὅτι πλησιέστερον ἡμῖν καθέστη σαρκωθείς. Ὅπερ δὲ λέγει αὐτοῖς “ὅτι ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου,” καὶ τὰ ἑξῆς, τοῦτό ἐστιν, ὅπερ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἔλεγον, “ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει,” καὶ τὰ ἄλλα σημεῖα ἅπερ ἐποίησαν αὐτοῦ συνεργοῦντος.
For even if, as it happened, you say, Philip, that you know me, that I am the Son, yet you have not recognized me, that having the whole Father in myself, I remain again being the Son. THEODORE OF HERACLEA. For the eye that sees does not need much time for the sight of what is present; but the intellectual faculty that wishes to know needs no little time, and much consideration for the comprehension of the incorporeal. Philip ought already, by the long time past in which he had observed the powers of the Lord, to have attained comprehension and to have clearly known the divinity of the Lord. Having therefore taught further that he seeks the knowledge of the soul, he accordingly added what concerns sight, when it might be suspected that he was seeking bodily sight by saying, "He who has seen me has seen the Father," from which it is established that he was speaking of sight according to the mind.
APOLLINARIUS. Christ does whatever they ask; for he has said, "I will do whatever you ask in my name." And he shows that this is his own work, that the Father is glorified, he says, in himself—he himself working, and the Father being manifested through the operation of the Son. For there is no other entrance to one another except through the Son, neither formerly, nor now, nor again hereafter; but more intimately has the entrance through the Son now obtained, because he has come nearer to us by becoming flesh. And what he says to them, "that if you ask in my name," and the rest, is this very thing that the Apostles afterwards said, "In the name of Jesus Christ, rise and walk," and the other signs which they performed with him working together.
Δεύτερον δὲ “ὅτι ἐὰν αἰτήσητε,” καὶ τὰ ἑξῆς, λέγει αὐτοῖς βεβαιῶν τὸν λόγον τὸν ἑαυτοῦ, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοὺς τῇ θλιψεῖ συνεχομένους· ἵνα δὲ μὴ νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγε τὸ, “ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε,” ἀξιοπιστότερον δὲ τὸν λόγον ποιῆσαι βουλόμενος, συγκαταβάσεως λόγους φθέγγεται λέγων, “ἐρωτήσω τὸν Πατέρα· διὰ δὲ τοῦ εἰπεῖν “καὶ ἄλλον Παράκλητον” καταισχύνει τοὺς τὰ Σαβελλίου νοσοῦντας, καὶ τοὺς περὶ τοῦ Ἁγίου Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντας· μιᾷ γὰρ πληγῇ τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις κατήνεγκε· τὸ μὲν γὰρ εἰπεῖν “ἄλλον,” δείκνυσι τῆς ὑποστάσεως διαφοράν· τὸ δὲ εἰπεῖν “Παράκλητον,” τῆς οὐσίας τὴν συγγένειαν· Εἰπὼν δὲ, “ἴνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, ἐσήμανεν, ὄτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τῶν ἀξιῶν αὐτοῦ. Ἵνα δὲ μὴ ἀκούσαντες “ἄλλον Παράκλητον” πάλιν σάρκωσιν ἑτέραν ὑποπτεύσωσι, τοῦτο διορθούμενος φησὶν, “ὁ δὲ κόσμος οὐ δύναται,” φησὶ, “λαβεῖν,” καὶ τὰ ἑξῆς. Θεωρίαν δὲ ἐνταῦθα τὴν γνῶσιν ἔλεγεν· ἐπήγαγεν οὖν “οὐδὲ “γιγνώσκει αὐτό·” οὐδὲ γὰρ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτην ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησίν. Τὸ δὲ, “παρ ὑμῖν μένει, καὶ ἐν ὑμῖν έστι,” δηλοἵ, ὅτι οὐχ
Second, "that if you ask," and what follows, he says to them, confirming his own word, and at the same time consoling them who were held fast by affliction; but lest they think that the request prevails simply, he added, "if you love me, keep my commandments." And wishing to make the word more credible, he utters words of condescension, saying, "I will ask the Father." And by saying "another Paraclete," he puts to shame those sick with the error of Sabellius, and those who do not hold the proper opinion concerning the Holy Spirit; for with one blow he brought down the heresies that stand diametrically opposed. For the word "another" shows the distinction of person; but the word "Paraclete" shows the kinship of essence. And having said, "that he may remain with you forever," he indicated that not even after death does he depart from those worthy of him. But lest, having heard "another Paraclete," they again suspect another incarnation, correcting this he says, "but the world cannot," he says, "receive," and what follows. And here he called knowledge "contemplation"; he then added, "neither does it know him"; for not even in the case of precise knowledge does he speak of contemplation. For since sight is clearer than the senses, through this he always presents precise knowledge. And here he calls the wicked "the world." And the phrase, "he remains with you, and is in you," makes clear that not
οὕτω φησὶν, ὑμῖν συνέσται ὥσπερ ἐγὼ, ἀλλ’ ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς. Χρὴ δὲ σκοπῆσαι πόσοις ἐπῇρε τὸν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου λόγον. Εἶπεν ὅτι ἄλλος ἐγώ ἐστιν, εἶπεν ὅτι οὐκ ἀφήσει ὑμᾶς, εἶπεν ὅτι πρὸς ὑμᾶς μόνον ἔρχεται. Ὥσπερ οὖν ἐγὼ, εἶπεν ὅτι ἐν ὑμῖν μένει. ᾿Αλλ᾿ οὐδὲ οὕτως τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν, αὐτὸν γὰρ ἐζήτουν ἔτι. Διὸ τοῦτο θεραπεύων ἐπήγαγε λέγων, “οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·” οὐδὲ τοῦτο εἶπον, φησὶν, ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ἐγὼ ὑμῶν εἰς τέλος ἀπανιστάμενος καὶ οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ ἐγὼ αὐτὸς “ἔρχομαι πρὸς ὑμᾶς,” ὅπερ μάλιστα ἐζήτουν. Ἐπειδὴ δὲ εἴρηκεν ὅτι “ἔρχομαι πρὸς ὑμᾶς,” ἵνα μὴ παρουσίαν πάλιν τοιαύτην επιζητῶσιν οἵαν καὶ πρότερον. Διὰ τοῦτο ἐπήγαγε λέγων, “ἔτι μικρὸν “καιρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με,” ὡσανεὶ ἔλεγεν, ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον. Εἰπὼν δὲ ὅτι “ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε,” οὐχὶ τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν λέγει ζωήν. Τὸ δὲ, “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ “γνώσεσθε,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ὅταν ἀναστῶ, φησὶ, γνώσεσθε, ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ’ ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνακηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ’ ἐμοῦ γενομένην. συγκαταβαίνων δὲ πάλιν τοῖς ῥήμασι, φησὶ, “καθὼς ἀπέστειλέ με ὁ “Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς.” Εἰ γὰρ μὴ τοῦτο οὕτως ἐκλαβώμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ Ἀπόστολοι τοῦ Χριστοῦ.
Thus, he says, he will be with you as I am, but he will dwell in your very souls. And one must consider by how many things he elevated the discourse concerning the Holy Spirit. He said that he is another like me; he said that he will not leave you; he said that he comes to you alone. Just as I, he said, that he remains in you. But not even in this way did he cast out their despondency, for they were still seeking him. Therefore, healing this, he added, saying, "I will not leave you orphans." Not even this, he says, did I say, that I am sending another Paraclete, as though I myself were departing from you completely and would no longer see you. For I myself "am coming to you," which is what they especially sought. But since he had said, "I am coming to you," it was so that they might not again seek a presence of the same kind as before. For this reason he added, saying, "Yet a little while and the world no longer sees me; but you see me," as if he were saying, I am indeed coming to you, but not in the same way as before. And having said, "I live and you shall live," he speaks not of the present life but of the life to come. And the phrase, "In that day you will know," and what follows, makes clear that when I have risen, he says, you will know that I am not separated from the Father, but have the same power, and that I am with you continually, the events proclaiming the help that has come to you from me. And condescending again to their words, he says, "Just as the Father sent me, I also send you." For if we do not understand this in that way, the Apostles will not have been distinguished from Christ at all.
Τί ἐστιν “ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός “ἐστιν ὁ ἀγαπῶν με;” ὅτι οὐκ ἀρκεῖ τὸ ἐχόμενον, ἀλλὰ καὶ φυλακῆς ἡμῖν δεῖ τούτων ἀκριβοῦς. Τὸ δὲ ἔπαθλον ὅσον ἔσται ἐπήγαγε λέγων, “ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός “μου” καὶ τὰ ἑξῆς. Ἀμμωνίου πρεσβυτέρου. Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρήμους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστασιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς “τεκνία,” μέλλων ἀπιέναι, εἶπεν “ὀρφανούς.” Ὅτι ἤμελλε μόνοις αὐτοῖς ὠφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπε “μικρόν.” μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας, μικρὸν γὰρ Θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ Πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ
τὰ τοῦ κόσμου ἀγαπῶντες. Ἀρραβὼν τῆς μελλούσης ζωῆς ἔχετε λαβεῖν, ἐστιν ἡ ἐμὴ ἀνάστασις. Θεοδώρου Μομωουεστίασ. τότε ἀπ’ αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὅτι ἀληθῆ τὰ παρ’ ἐμοῦ λεγόμενα. περὶ ὧν δὲ νῦν ἀμφιβάλλειν ἔτι δοκεῖτε, καὶ ὅτι ἐγὼ μὲν ἐν τῷ Πατρὶ, διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ συναφείας, ὑμεῖς δὲ ἐν ἐμοὶ, διὰ τῆς εἰς ἐμὲ πίστεως τε καὶ ἀγάπης· ἔτι δὲ τῆς τοῦ Πνεύματος δόσεως τὴν πρὸς ἐμὲ κοινωνίαν λαμβάνοντες· κἀγὼ δὲ ἐν ὑμῖν ὡς εἰκός. Ἡ γὰρ συνάφεια τοῦτο παρασκευάζει, ὥστε ἀναγεννηθέντων ὑμῶν τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἐν τάξει μοι σώματος γενομένων, καὶ κεφαλῆς χώραν ὑμῖν ἐπέχειν ἐπ’ ἐμέ. Κυρίλλου. Τουτέστιν ὁ πίστει καὶ πράξει διαφανεὶς, τὸν δὴ τοιοῦτον ἀγαπήσει μὲν ὁ Πατὴρ, ἀγαπήσει δὲ οὐδὲν ἦττον αὐτὸς ὁ Υἱός. Ὥσπερ γάρ ἐστιν ὁμοούσιος, οὕτω καὶ συνθελητὴς τῷ ἰδίῳ γεννήτορι. Ἀμμωνίου.
What is "the one who has my commandments and keeps them, that one is the one who loves me?" Because it is not enough to have them, but we also need careful guarding of them. And how great the prize will be, he added, saying, "But the one who loves me will be loved by my Father," and the rest. Of Ammonius the elder. He never left them bereft of his providence, but he appeared to them even after the resurrection. Since when he came he called them "little children," when he was about to depart he spoke of them as "orphans." Because he was about to appear after the resurrection to them alone, he said to all, "a little while." He calls "a little while" the time until the second coming, for even a long time is little to God. But you, the holy ones, through the indwelling of the Spirit will know me, but certainly not those who love the things of the world. You have to receive the pledge of the life to come; my resurrection is that pledge. Of Theodore of Mopsuestia. Then you will learn from the facts themselves that the things spoken by me are true. And concerning the things about which you now seem still to doubt, and that I am in the Father, through the likeness and union with him, and you are in me, through faith in me and love; and further, receiving communion with me through the gift of the Spirit; and I also in you, as is fitting. For the union brings this about, so that when you have been regenerated by the power of the Spirit, and have become for me in the order of a body, I also hold the place of a head over you. Of Cyril. That is, the one who is distinguished in faith and action, such a person the Father will love, and the Son himself will love no less. For just as he is of one substance, so also is he of one will with his own Begetter. Of Ammonius.
Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες γνώσονται· “νῦν γὰρ ἐκ μέρους γιγνώσκομεν,” ὅτι πολλοῖς κρατηθεὶς ὁ Ἀπόστολος Ἰούδας φησιν, “Κύριε, καὶ τι γέγονεν, ὅτι ἡμῖν “μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;” καὶ γὰρ ἐνόμιζεν ὅτι ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν κατ’ ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Διὸ ἵνα μὴ τοῦτο μέχρι πολλοῦ νομίζωσι, λέγει αὐτοῖς, “ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ “μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν “παρ’ αὐτῷ ποιήσομεν,” μονονουχὶ λέγων, ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγὼ ἐν ἀληθείᾳ, καὶ οὐ κατὰ φαντασίαν, ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ’ οὐδὲ τὸν Πατέρα ἀγαπᾷ, ὁ μὴ τούτῳ μου πιστεύων τῷ λόγῳ· τὸ γὰρ αὐτὸ ἐμφαίνει, καὶ ὅπερ ἐπήγαγε λέγων, ὅτι ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ, τοῦτό ἐστιν, οὓς εἶπον, ὅτι ἐκ νεκρῶν ἐν ἀληθείᾳ ἐγείρομαι. Ταῦτα δὲ πάντα συνεχῶς λέγει, ἵνα μὴ μετὰ τὴν ἀνάστασιν φάντασμα αὐτὸν εἶναι νομίσωσιν. Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες αὐτὸν, τοῦτο ἐνόμισαν, τι ἂν οὐχ ὑπώπτευσαν ἃν, θεασάμενοι αὐτὸν ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ σταυρούμενον καὶ θαπτόμενον; Ἐν δὲ τῷ εἰπεῖν, “ὁ λόγος ὃν ἠκούσατε, οὐκ ἔστιν “ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός μου Πατρὸς,” δείκνυσιν ὅτι οὐδὲν
After the resurrection, those who believe rightly will know; for "now we know in part," because the Apostle Judas, overcome by many things, says, "Lord, and what has happened, that you are about to manifest yourself to us, and not to the world?" For he thought that just as we see the dead in a dream, so also he was going to be seen. Therefore, so that they might not think this for long, he says to them, "If anyone loves me, he will keep my word, and my Father will love him, and we will come to him, and make our dwelling with him," almost saying, just as the Father manifests himself, so also I in truth, and not in appearance, so that not only does he not love me, but neither does he love the Father, who does not believe this word of mine; for he makes the same thing clear, and what he added saying, that the one who does not love me does not keep my words, that is, which I spoke, that I am raised from the dead in truth. And he says all these things continually, so that after the resurrection they might not think him to be a phantom. For if, upon seeing him on the waters, they thought this, what would they not have suspected, having beheld him risen, whom they saw seized and crucified and buried? And in saying, "The word which you heard is not mine, but of the Father who sent me," he shows that nothing
ἔξω τοῦ Πατρὸς φθέγγεται, οὐδὲ ἴδιόν τι παρὰ τὸ δοκοῦν ἐκείνω. Θεοδώρου Ἡρακλείασ Ἀπολιναρίου καὶ Κυρίλλου. ᾿Εβούλετο ἐκεῖνος διὰ τὴν προσοῦσαν φιλανθρωπίαν μὴ μόνον τοῖς μαθηταῖς τὴν ἐκ τῆς ἐπιφανείας ὑπάρξαι ὠφέλειαν, ἀλλ’ ὁμοῦ, εἰ οἷόν τε ἦν, παντὶ τῷ κόσμῳ. ὁ δέ γε Σωτῆρ’ βουλόμενος δεῖξαι, ὅτι οὐ πάντων ἐστὶ καταξιοῦσθαι τῶν τοιούτων, διὰ τῆς ἀποκρίσεως παρίστησιν, ὡς μόνοι οἱ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς, ἄξιοι φανήσονται τῆς τε αὐτοῦ ἐπιφανείας καὶ τῆς τοῦ Πατρὸς ἀγάπης. Ὁ δὲ μὴ πιστεύων, μηδὲ τηρῶν αὐτοῦ τοὺς λόγους, ἀλλότριος παντελῶς τῆς ἀγάπης αὐτοῦ καθέστηκε. τὸν δὲ λόγον τῆς διδασκαλίας οὐκ ἴδιον, ἀλλὰ τοῦ πέμψαντος αὐτὸν Πατρὸς εἶναι εἰρηκὼς, σαφῶς δὲ ἐκ τούτου τὸ διάφορον τῶν προσώπων ὑπέδειξεν. Ἀμμωνίου Πρεσβυτέρου. Διδάσκει ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὣν τηροῦσι τὰς ἐντολάς. Ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστι φυσικῶς, ἡμῖν δὲ σχετικῶς· καὶ ὅταν ἀκούσωμεν ἕνωσιν Πατρὸς καὶ Υἱοῦ, τὴν φυσικὴν νοοῦμεν, ὅταν ἕνωσιν Θεοῦ καὶ ἀνθρώπων σχετικὴν νοοῦμεν τὴν ἐκ πίστεως προσγινομένην τοῖς ἁγίοις, καὶ τοῖς ἀπὸ τῆς τοῦ Πατρὸς μετοχῆς κοινωνίαν. “Ταῦτα δὲ λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων,” φησι, ταῦτα, ποία; ἅπερ ἀσαφῆ αὐτοῖς ἐφαίνετο τέως. Διὸ καὶ ἐπήγαγεν, “ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ “Πατὴρ” καὶ τὰ ἑξῆς, τουτέστι, σαφὴς ἔσται διδάσκαλος ὑμῶν.
He speaks nothing apart from the Father, nor anything of his own beyond what seems good to him. From Theodore of Heraclea, Apollinaris, and Cyril. That one, because of his inherent love for humanity, willed that the benefit arising from the manifestation should belong not only to the disciples but, if possible, to the whole world at once. But the Savior, wishing to show that not all are worthy to obtain such things, sets forth through his answer that only those who keep his commandments will appear worthy of his manifestation and of the Father's love. But the one who does not believe, nor keeps his words, is shown to be utterly estranged from his love. And having said that the word of his teaching is not his own but belongs to the Father who sent him, he clearly indicated by this the distinction of the persons. From Ammonius the Elder. He teaches that the illumination will be for the disciples alone, exceptionally and beyond measure, for which they keep the commandments. The Father is in the Son naturally, but in us relationally; and when we hear of the union of Father and Son, we understand it as natural; when we understand the union of God and humans, we understand it as relational, arising from faith in the saints, and as a communion from participation in the Father. "These things I have spoken to you, while remaining with you," he says—these things, what sort? Those which seemed unclear to them until then. Therefore he also added, "But the Paraclete, the Holy Spirit, whom the Father will send," and so on, that is, he will be your clear teacher.
Ἐπειδὴ δὲ καὶ ταῦτα ἀκούοντες ἐταράσσοντο, ἐπήγαγε λέγων, “εἰρήνην ἀφίημι ὑμῖν,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι οὐδὲν βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύετε πρός με. “Οὐ γὰρ καθὼς ὁ κόσμος δίδωσι,” φησὶν, “ἐγὼ δί- “δωμι ὑμῖν,” ἐκείνη μὲν γὰρ καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος. Ἐγὼ δὲ δίδωμι τοιαύτην, ἥτις ὑμᾶς ἰσχυροτάτους ποιεῖ. Αὕτη δέ ἐστιν, ἵνα μετ’ ἀλλήλων εἰρηνεύητε· ἀλλ’ ἐπειδὴ πάλιν ἀναχωροῦντος ἦν, καὶ ἱκανὸν αὐτοὺς συγχεῖν, διὰ τοῦτό φησι, “μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω·” ὅθεν
χρὴ σκοπεῖν ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον· Ποῖαν χαρὰν ἔμελλε φέρειν αὐτοῖς ὅτι εἶπεν, “ἐχάρητε ἃν, “ὅτι πορεύομαι πρὸς τὸν Πατέρα,” ἢ ποίαν παραμυθίαν; τὴν τῆς ἀναστάσεως τελείαν πληροφορίαν· οὐδέπω γὰρ περὶ ταύτης ᾔδεσαν ἀκριβῶς, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· διὸ καὶ πρὸς ὅπερ ἐνόμιζον ἐκεῖνοι τὸν Πατέρα μέγαν εἶναι, συγκαταβαίνων ἐγήγαγε λέγων, “ὁ Πατήρ μου μείζων μοῦ ἐστι,” ὅπως τοῦτο νομίζοντες καὶ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα τὸν δυνατὸν ἀπέρχεται, τὸν λῦσαι πάντα δεινὰ ἰσχύοντα, παραμυθίαν ἐντεῦθεν λάβωσι. Τίνα λέγει “ἄρχοντα κόσμου;” τὸν διάβολον, διὰ τὸ τῶν πονηρῶν ἄρχειν ἀνθρώπων. οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἀνέτρεψεν ἂν ἅπαντα καὶ κατέβαλεν· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ. Οὗτος οὖν, φησὶν, “ἐν ἐμοὶ ἔχει οὐδέν.” Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, ἀλλὰ δι’ οἰκείαν φιλανθρωπίαν ὑπομένω αὐτὸν, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν Πατέρα.
But since they were also troubled when they heard these things, he added, saying, "Peace I leave with you," and what follows, almost saying that you suffer no harm from the world's turmoil, as long as you are at peace with me. "For not as the world gives," he says, "do I give to you," for that peace often comes even for harm and is unprofitable. But I give such peace as makes you strongest. And this is it, that you be at peace with one another. But since he was again about to depart, and this was enough to confound them, for this reason he says, "Let not your heart be troubled, neither let it be afraid." Whence one must observe that they suffered some things from affection, and some from fear. What joy was it going to bring them that he said, "You would have rejoiced, because I go to the Father," or what consolation? The perfect assurance of the resurrection; for they did not yet know accurately about this, nor did they have the opinion about him that they ought. Therefore, condescending to what those men thought—that the Father was great—he added, saying, "My Father is greater than I," so that, thinking this and hearing that he is going to the Father, the one able to loose all terrors, they might receive consolation from this. Whom does he call "ruler of the world"? The devil, because he rules wicked men. For he does not rule heaven and earth, since he would have overturned and cast down everything; but he rules those who hand themselves over to him. This one, then, he says, "has nothing in me." For not being liable to death, but through his own love for humanity I endure him, and because of the love for the Father.