ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τι τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ισραὴλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἃν εἴη τῳ πρώτῳ σημείῳ.
ΚΕΦ. ΚΘ.
Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐτους. Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ πη ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ;
But indeed, twelve baskets of fragments were also gathered up; and what follows from this? A clear assurance that the matter of hospitality has a rich recompense from God. And it is possible to see the new miracles corresponding to the ancient ones, and being the workings of one and the same power. He rained manna in the wilderness for the Israelites; he gave them bread from heaven; man ate the bread of angels, as it is hymned in the Psalms. But behold, again in the wilderness he abundantly provided for those in need of food, as it were sending it down from heaven; for to multiply the little, and as it were from nothing to nourish so great a multitude, would not be unlike the first sign.
CHAPTER 29.
Concerning the Lord's question. And it happened, while he was praying alone, the disciples met him, and he asked them. Of the same. Do you see the skill of the question? He did not immediately say, "Who do you say that I am?" but rather he brings forward the talk of outsiders, so that having cast it out and shown it to be worthless, he might then shift them to true glory, which indeed has been done. For when the disciples said, some "John the Baptist," others "Elijah," and others that "one of the ancient prophets has risen," he said to them, "But who do you say that I am?" As though setting them apart as exceptional from the others, so that they might both avoid the suspicions of those others, and not hold a small opinion concerning him. "You," he says, "the chosen, the called by my vote to apostleship, the witnesses of my wonders—who do you say that I am?
προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται b. φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ- τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς b Leg. vid. καὶ τὴν φιλόθεον ἐρ. φωνὴν, ἄκρ’.
ἀπὸ τοῦ κεχρῖσθαι c παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κάτα τὸ γεγραμμένον· Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται. Κυρίλλου Ἀλεξανδρείασ. Πόλλα κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἃν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας;
Peter again leaps ahead of the others, and becomes the mouth of the whole choir, and belches forth the God-loving voice. And he brings forth the confession of faith in him, saying, "The Christ of God." The disciple is sure, for he does not say simply that he is Christ of God, but rather the Christ. For very many are those who have been named christs from having been anointed by God in various ways: for some were anointed as kings, others as prophets, and others—we ourselves—having received the redemption of the Savior Christ through him, and having been anointed with the Holy Spirit, have obtained the title of Christ. So then, many are the christs; but they are called so from the thing itself. But one and only is the Christ of God and the Father, not as though we are christs and not rather of God, but of some other, but as he alone has as his own Father the one in the heavens. It is clear, therefore, that by setting him apart from the multitude of others, he has assigned him beforehand to the Father as being his alone. For being God by nature, and having shone forth ineffably from God the Father, his only-begotten "Word became flesh," according to what is written: For whoever is ashamed of me and of my words, of him the Son of Man will be ashamed. Cyril of Alexandria. He accomplishes many useful and necessary things at once through these words. First, he shows that in every way and altogether the lot of equal treatment will follow those who are ashamed of him and his words. But what could be equal to this in the power of good cheer?
εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορων Ἀγγέλω. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστμεστὸν d τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, c κεχρῆσθαι Cod. d Cod. ἐλεθυρμεστὸν.
Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη- “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.
For if the judge is ashamed of anyone, as though owing them the reward of obedience and the works of love toward him and the crown of goodwill, how can it not be said without dispute that those who have obtained such splendid goods will be in honors and glories that are utterly and entirely without end? Then, in addition to these things, he instills fear in them, saying that he will come down from heaven, not in the first lowliness and abasement of our condition, but in the glory of the Father, escorted by angels. Therefore it is altogether grievous and full of destruction to be condemned for cowardice and idleness, when the judge has come down from above and the angelic ranks stand around. But it is great and worthy of all wonder and a cause of prosperity unto inheritance, that they rejoice in what has already been labored beforehand, and that they expect the recompense of their toils; for such persons will be praised, when Christ says, "Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world.
ΚΕΦ. Λ.
Περὶ τῆς μεταμορφώσεως. Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενειαις, κα τι τοιοῦτον πέρι αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πὼς ἀρνήσεταί τις ἑαυτὸν, ἣ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἣ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; “Ινα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσι τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ “ μὴ γεύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ἧ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβλῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἰερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ.
CHAPTER 31.
Concerning the Transfiguration. By the same author. Since the disciples had not yet received the power from on high, it was likely that they might perhaps also fall into human weaknesses, and having thought something of this sort about themselves, say: How will someone deny himself, or how, having lost his own soul, will he find it again? And what reward equivalent to this will there be for those who have suffered this, or of what gifts will they be partakers? Therefore, in order to remove them from such reasonings, and as it were to recast their desire for the coming glory into courage, he says, "I tell you, there are some standing here who will not taste death until they see the kingdom of God." And he calls the kingdom of God the very vision of glory, in which he himself will also be seen at that time, when he shines upon those on the earth. For he will come in the glory of God and the Father, and not in the lowliness that is ours. How then did he make those who received the promise spectators of the wonder? He goes up the mountain, taking three of them as the chosen ones; then he is transformed into a certain extraordinary and God-befitting radiance, so that even his clothing shines brightly by the touch of the light, and appears to flash forth; then Moses and Elijah, standing around Jesus, spoke to one another of "his departure, which he was about to fulfill," it says, "in Jerusalem," that is, the mystery of the economy with the flesh and the saving passion, which is, I say, upon the precious cross.
καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἡλίου παράστασις
καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πὼς ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι.
For it is also true that both the law given through Moses and the word of the holy prophets foretold the mystery of Christ—the one in types and shadows, all but depicting it as on a tablet; the others having spoken beforehand in many ways, that he would also appear in due seasons in the form of our nature, and that for the sake of the salvation and life of all he would not refuse to suffer death on a tree. Therefore the standing beside him of Moses and Elijah, and their appearing to one another beforehand, was a certain dispensation, very clearly showing that our Lord Jesus Christ was attended by the law and the prophets, as being Lord of both law and prophets, and was foretold by them through the things they proclaimed in harmony with one another. But the blessed disciples, being somewhat drowsy, since Christ was occupied in prayer, were—by dispensation—fulfilling human weaknesses; then, having fully awakened, they became spectators of that so revered and wondrous transformation. And perhaps the divinely inspired Peter, supposing that the time of the kingdom of God had somehow arrived, welcomed the stay on the mountain, and said that three tents should be made—one for Christ, and the others for Moses and Elijah. But he did not know, it says, what he was saying, for it was not the time of the consummation of the age, nor yet the time for the saints to receive a share in the hope promised to them. For as Paul says, he will transform the body of our humiliation to be conformed to the body of his glory—clearly, that is, of those who are lords.
οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη.
ΚΕΦ. ΛΑ.
Περὶ τοῦ σεληνιαζομένου. Ἐγένετο δὲ ἐν τῆ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς “καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ
τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμὰ τὸ ἱερὸν, “ ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “ αὐτῶν.” Καὶ μετ’ ὀλίγα — Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατορθῶσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἢν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ- πνεύματος.
Since, then, the economy was still in its beginnings and not yet completed, how was it fitting that Christ should cease from his love for the world by departing from suffering on its behalf? For he saved the realm beneath the heavens, having endured death in the flesh itself, and through the resurrection from the dead he abolished it. Therefore Peter did not know what he said.
CHAPTER 31.
Concerning the moonstruck boy. And it came to pass on the next day, when they had come down from the mountain, a great crowd met him. By the same author. Because of your unbelief, grace did not work; for that one must approach Christ with faith, and those who have been enriched by the grace of healing that comes from him, he himself taught us everywhere, asking faith from those who approach him. For this reason Christ justly observed concerning him, saying, "O faithless and perverse generation, how long shall I be with you and bear with you?" He rightly called that generation faithless, and certainly those of like mind, and perverse, and knowing in no way how to walk uprightly. Concerning such people the sacred Scripture says, "whose paths are crooked and their tracks winding." And after a little — The father of the demoniac ought then to have departed grieving, and not having obtained his request; but lest anyone think that Christ himself was powerless for the accomplishment of the extraordinary deed, he rebuked the unclean spirit, and immediately he was freed from his illness, and he gave him back to his father; for he was no longer his father's, but belonged to the spirit that ruled him.
Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον.
ΚΕΦ. ΛΒ.
Περὶ τῶν διαλογιζομένων τις μείζων. Κυρίλλου Ἀλεξανδρείασ. Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἃν εἴη μείζων αὐτῶν, φειλονεικοῦντος τουτέστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός ; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παραβόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἃν ε-ι’εν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον ; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Ε-ι’τά φησιν, “ ὅτι ὃς ἂν δέξηται τὸ παιδίον “ τοῦτο ἐπὶ τῷ ὀνόματι μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρότερος
But when he had shaken off greed, he became again his own father's, and the gift belonged to Christ.
CHAPTER 32.
Concerning those who were reasoning which of them was greater. Of Cyril of Alexandria. A passion, then, of vainglory had crept into one of the holy Apostles; for to reason at all about which of them would be greater belongs to one who is contentious, that is, who desires to preside over the others. But Christ our God, who knows all things, roots out the evil from its very root—the reasoning in the disciple's mind, like some bitterness growing upward, as it is written—before it is lifted on high, before it grows mature. For the passions, when they are beginning in us, are easily conquered, but once they have grown mature they are hard to cast off. How, then, does the physician of spirits cut away the passion of love of glory? He took the child and stood it beside himself. And he did this for the benefit both of the holy Apostles themselves and of us who came after them. For such a disease steals upon virtually all men, if indeed they are in a position of superiority over certain others. Of what, then, was the child brought forward a type and image? Of a life free from wickedness and free from love of glory; for it has a mind not traded for gain, a heart not puffed up, and it is in simplicity of thoughts; it does not love vainglory, it does not know the manner of superiority. Then he says, "that whoever receives this child in my name," and the rest, that is, the one who is lesser
ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὕτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
ΚΕΦ. ΛΓ.
Περὶ τοῦ μὴ ἐπιτρεπομένου ὀκολουθεῖυ. Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώβου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματι σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματι μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι. Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ κἀς ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκαταγγέλλονες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος.
being in all of you, this one will be great, meaning the modest-minded man and one who reckons nothing lofty concerning himself out of reverence; for it is written, "that everyone who exalts himself will be humbled, and the one who humbles himself will be exalted."
CHAPTER 33.
Concerning the one who is not permitted to follow. But when the Evangelist had spoken concerning John the brother of James, that he said to the Lord, "Master, we saw someone casting out demons in your name and we forbade him," he says this not as though the Apostles were envious, but as those deeming it right to learn. But if it is permitted to others to do this, therefore he himself also, teaching them, answered, Do not forbid the one who crushes Satan in my name, for such a one, he says, is not against you. And whoever is not against you is for you, for those who love me, who wish to fulfill what is for my glory, being crowned by the grace that comes from me. What is it that he says, that "it came to pass when the days of his assumption were being fulfilled"? That when the time had come and at which it was now necessary for him, having endured the saving passion for us, to ascend into heaven and to sit with God and the Father, he decided to go up to Jerusalem, no longer going about here and there, nor traveling around villages and cities. For this is what "he set his face" makes clear. He sends the disciples from his presence, not being ignorant that they would not be received by the Samaritans, proclaiming him beforehand to lodge among them, but so that he might cut off every occasion of pretext for those men also, and might become the cause of benefit for the disciples.
Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσόλυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ιουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἃν παθόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί- ζωσί τινες ἣ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν
ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;“ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε, ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον n, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους ἀυτῶν· Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ο δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισται πὼς τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτω τῶ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ·
For since he was going up to Jerusalem, already having the time of his passion near at hand, and was about to endure the drunken insolence of the Jews, so that they might not be scandalized when they saw him suffering, but might themselves rather become forbearing, even if some should insult or persecute them, he made the insult from the Samaritans a preliminary exercise of the matter, as if saying to them: For even if they did not receive you, you who have followed in my footsteps as of the master, endure patiently in a manner befitting holiness. Whence also, when some of the disciples said, "Lord, do you wish us to command fire to come down from heaven and consume them?" he rebuked them, restraining their quick temper in a manner befitting God, and persuading them to be forbearing, not only then, but also in the times after these, when, traveling through the regions under heaven, they would fall in with certain impious men who would not endure the divine proclamation. For one must know that, as not yet having grasped the new grace, but still clinging to their former custom, they said this, looking to Elijah who twice consumed with fire the fifties and their leaders. Concerning the one not permitted to follow, it was written beforehand in the Gospel according to Matthew. But the one who said, "I will follow you, Lord," but first permit me to bid farewell to those in my house, displayed a promise worthy of emulation, full of every praise; but the seeking to bid farewell to those in his house shows that he is somehow divided in his mind; for the very wish to be renewed together with kinsmen by birth who have not accepted, sometimes to look to this matter is not the mark of a settled reasoning.
διὸ καί φησι πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ- σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀποτάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι ο τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἄμα γὰρ ἤκουσαν τοῦ n δεσπόεἰπὼν Cod. ο ἐφάπασι Cod.
Therefore he also says to him, "No one who has put his hand to the plow and turned back is fit for the kingdom of God." For just as the farmer who has begun the cutting through the plows, when he grows slack toward what remains of the whole toil, will not see the land luxuriant with ears of grain, but will incur laughter from onlookers, so too if anyone chooses to follow Christ God, but does not renounce the affairs in the world, and his kindred according to the flesh, and especially those who do not accept his purpose, such a one will by no means succeed in the good courage praised in all things, nor will he be fit for the kingdom of God. He puts his hand to the plow, because he is eager to follow; but he looks back, because he makes the conversation with his kindred a pretext for delay and postponement; but you will not find the holy Apostles to be such. For as soon as they heard the
του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.
ΚΕΦ. ΛΔ.
Περὶ τῶν ἀναδειχθέντων ο΄. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑβδομηκοντα. Τίτου Βοστρῶν. τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ- “θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ. Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς.
When Christ said to them, "Come after me," immediately they left the boat and their father and followed him. Such, then, ought those to be who wish to follow God.
CHAPTER 34.
Concerning those who were appointed, the seventy. After these things the Lord also appointed seventy. Titus of Bostra. The type of this was written in the words of Moses; for when God commanded, he chose seventy, and the Spirit of God breathed upon those who had been chosen. And in another way too, we shall find both the twelve disciples and the seventy themselves signified through the shadow of the law. For it is written thus in Exodus concerning the sons of Israel: "They came," it says, "to Elim" — and it is interpreted as "ascent," that is, "increase" — "and there," it says, "were twelve springs of water, and seventy palm stems." For as we ascend to more perfect understanding and run up to spiritual growth, we shall find the twelve springs, that is, the holy Apostles, and the seventy palm stems, clearly those appointed by Christ. For drawing as from holy springs from the disciples of our Savior the knowledge of every good thing. Cyril of Alexandria. And since the multitude of those who would believe in him was going to be great — for not only Israel was being caught in the net, but also the flocks of the Gentiles — for this reason, besides the twelve, another seventy were appointed by Christ our God. The things that follow these, such as "the harvest is plentiful," and what comes next.
καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας “εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ διαβολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν “ἀποστείλαντά με.”
Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τίτου Βοστρῶν. Ὠσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου “τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέγραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὣν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Τὶοῦ Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν·
And "do not move from house to house," which indicates wandering and is a proof of those asking for wages and of slander. It was written beforehand in the Gospel according to Matthew. And further, the things that follow these up to this point: "But the one who rejects me rejects the one who sent me."
He was saying therefore to them, The harvest is plentiful, but the workers are few. Titus of Bostra. For just as fields richly covered with crops, broad and long, seek many reapers, so the whole earth, that is, the multitude of those who will believe in Christ, being great and innumerable, needed not a few initiators into the mysteries. They went therefore, sent two by two to cities and villages, all but crying out through the voice of John, "Prepare the way of the Lord." But observe this: having said, "Pray to the Lord of the harvest, that he may send out workers into his harvest," he himself did this, though he is Lord of the harvest, that is, of those on the earth; who could there be besides the one who is by nature and truly God? "For his is the whole earth and its fullness," as it is written. Then, how, in a manner fitting only to the God over all, Christ showed that he sends out these workers; he himself, then, is the master of the harvest, and through him and with him God the Father governs all things. And all things are his own, and there is nothing that the Father could be said to have which is not also the Son's. Of the same. He foretells to them also the persecution, so that they may endure the terms by experience: do not carry a purse, do not weigh down your shoulder with silver; for it is enough for you that your mind is weighed down with the care of the word.
μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μηδεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ βάλλεται. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετακινητοι τον νοῦν.
Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν. Ωριγένουε. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἃν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” 2 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό- τερον ἔσται. Τίτου βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπόστολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων. Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ. Οὗτοι οἱ τόποι Ἰουδαικοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδῶν Ἑλληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἃν ἐπίστευον ἤπερ ὑμεῖς·
Do not have the hope of bread in your purse, but place your care in the one who sent you. Greet no one along the road, lest this become a hindrance to the preaching, with conversation falling in between and delay providing a pretext, and lest some diabolical wickedness draw you away. For you will not give the greeting by allotment, but you will give the word, and wherever it is worthy, the matter will rest. But if not, it will return upon you; for it is not thrown out casually, but is cast by my judgment. Do not move from house to house. For this is the work of those who wander and ask for wages, and a proof of slander. But be steadfast and unmovable in mind.
And the dust that clung to us from your city we wipe off against you. Of Origen. For the dust of your sins—if it returns upon you. Observe that the cities that do not receive the Apostles and the sound teaching have broad streets correspondingly: "Broad and spacious is the road that leads to destruction, and many are those who pass through it."
I say to you that for Sodom in that day it will be more tolerable. Of Titus of Bostra. Since Apostles were not sent to Sodom, if therefore they do not receive you the Apostles, these will be worse than those. Woe to you, Chorazin, woe to you, Bethsaida, for if in Tyre and Sidon the mighty works had been done, etc. These places were Jewish, but Tyre and Sidon were Greek. The Lord signifies, therefore, that if the mighty works had been done among the Gentiles, they would have believed more easily than you.
ἐλέγχει τοίνυν τὰς Ἰουδαικὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν· Ιουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μῆ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις. Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται “ἡμῖν ἐν τῷ ὀνόματι σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο τοῦτο καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν
He therefore reproaches the Jewish cities, and sets alongside them the worse among the Greek cities. For indeed it is so: the Gentiles believed readily, but the Jews remained unbelieving, although they had received great care of the word. Do not grieve when they disobey you, nor say, Why do we go on being insulted? No one of us endures it. The one who hears you hears me; neither if someone believes are you the ones persuading, nor if they contradict are you the ones lying in wait. Lend me your tongue, I supply the grace. The one who rejects you rejects me, for your insult runs back up to me. It was foretold that he sent out the seventy; therefore now he says that they returned with joy, since reverence for God followed upon the word. For they were saying, Lord, even the demons are subject to us in your name. Yet they were not so rejoicing because they had become ministers of the divine proclamation, this very thing, and because they had been deemed worthy of apostolic honors, but because they had become performers of signs. But what Christ says to them, that they were beholding
“τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἣ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν. Εστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλλον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον, τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτὸν· Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ. Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως δηλονότι καταξιούμενοι·
I saw Satan fallen from heaven like lightning.” This shows that if their ruler has fallen, what can the servants expect to be able to do? He says he has seen, since no one else can see except the invisible judge. He said “like lightning” because he was bright by nature, even if he became dark by choice; for what God made is good. Therefore, he says, do not marvel, nor be proud; for I have given you the authority. It is also possible to understand this in this way according to Saint Cyril: that he saw the devil fallen from heaven like lightning, that is, brought down from height to earth, from glory to dishonor, from great strength to utter weakness. For before the coming of Christ our God and Savior, he prevailed over the things under heaven; he was worshiped by nearly all; temples everywhere and altars and sacrifices. But when the only-begotten Word of God came down from the heavens, that one fell like lightning, he who had all the deceived as worshipers has been placed under the feet of those who worship him. And “serpents” and “scorpions” indicate this very thing, as said concerning the devil himself and his demons, who along with him are trampled underfoot by the servants of Christ our God, receiving such authority from him. And “do not rejoice that the spirits are subject to you”—this means, so that they do not acquire vainglory from this. For there are others, he says, who are benefited by this, namely those deemed worthy of healing.
ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι. Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς.“ Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως
“καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὠριγένουσ. Οὐ μακρὰν τὸ “ πάντα μοι παρεδόθη ὑπὸ τοῦ “ Πατρός μου” ἐστὶ, καὶ τὸ “ ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἔπι γῆς. καὶ δία τοῦτο αὐτῷ δίδοται πάσα ἐξουσία, ινα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω- πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ “ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” Τίτου Βοστρῶν.
But rather rejoice in this, that your names have been written in the heavens—not with ink, but through remembrance and grace and the glory of God. And the devil falls from above, while men who are below are written above. This, then, is the true joy: to be written above. And each one is written to the extent that he has labored, both in worthiness and in the grace of his activity. What follows this is such as, “In that same hour Jesus rejoiced in the spirit.” And “Blessed are the eyes that see what you see.” And concerning the lawyer who questioned him, up to
“and your neighbor as yourself”; this was written beforehand in the Gospel according to Matthew. Of Origen. Not far from this is “All things have been delivered to me by my Father,” and “All authority has been given to me in heaven and on earth.” And for this reason all authority is given to him, so that he might make peace through his cross, whether things on earth or things in the heavens. Not yet, then, has he made all things peaceful, as is clear from the war that exists from evil; but there will certainly be perfect peace. And most justly has the Father delivered all things to him, since the Son himself was also delivered up for all, who is Father of all men, especially of the faithful, and “is the propitiation for our sins,” and not for ours only, but also for the whole world. And he was delivered up insofar as he became man, “so that at the name of Jesus every knee should bow, of those in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father, amen.” Of Titus of Bostra.
Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεως τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο- καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως.
ΚΕΦ. ΛΕ.
Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν. Επαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγγελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν,
ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ θυοτ;καὶ τίς ἐστί μου "πλησίον;" δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα·
Revelation is a imparting of knowledge according to the measure of each one's nature and power; and where the nature is similar, there knowledge comes without teaching; but here, learning comes through revelation. Observe, then, how here it is by grace, but there by nature.
CHAPTER 35.
Concerning the lawyer who questioned him. And behold, a certain lawyer stood up, testing him. The lawyer, having been praised by the Savior, burst forth in arrogance, considering no one to be his neighbor, as though no one were his equal in righteousness. For the Evangelist showed this by saying, "But he, wanting to justify himself, said to Jesus, 'Who is my neighbor?'" The lawyer held that the neighbor is only the righteous to the righteous, the exalted to the exalted, in virtue, I say. For he did not judge the exalted by substance, which is one, but either by dignities or by deeds; therefore, wanting to justify him, that is, to demonstrate him righteous, as being exalted in virtue, or great in being a teacher, he says, "And who is my neighbor?" Show me the one who is so great. But the Savior, since he is indeed the Maker—for he made both the small and the great—did not define the neighbor by deeds or by dignities, but by nature, almost saying, "He has not yet told you that he differs in nothing from the others," lest those who are truly lovers of virtue think they do not owe love to their neighbors, supposing your refutation to be a doctrine—but even if it is so; for let it be granted that the neighbor of the one in need is so by covenant, not by place only, but also by disposition and by care for him; for this reason I have also depicted the Samaritan for you.
τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.
ΚΕΦ. Λς.
Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.
"Ἄνθρωπός τις κατέβαινε ἀπὸ Ἱερουσαλὴμ," τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ὑψηλῆς καὶ ἀστασιάστου καὶ θείας τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης, ὅπερ εἰρήνην σημαίνει Θεοῦ, πρὸς τὴν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλὴν, καὶ τῷ καύματι πνιγηρὰν κατωλίσθησε. δηλοῖ δὲ τὴν ἐμπαθῆ τοῦδε τοῦ κόσμου ζωὴν χωρίζουσαν Θεοῦ· λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων δαιμόνων σύστημα, οἵτινες τῶν τῆς ἀρετῆς ἱματίων, ἀνδρίαν φημὶ, καὶ σωφροσύνην καὶ τὰ ὅμοια, ἐκδύσαντες αὐτὸν, τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ, ἀπῆλθον θέντες ἡμιθανῆ· καὶ γὰρ οὐκ ἔστι τούτοις ὅλως εὐχέρεια τοῦ πλήττειν, εἰ μὴ προλαβόντες συλήσωσι τὰ τῶν ἀρετῶν περιβόλαια, ὅθεν μετὰ τοῦτο πλήττουσιν ἀφειδῶς καὶ μέχρι θανάτου. οὐ γὰρ τὴν ἀρετὴν ἐκδύσαι σπουδάζωσι μόνον, ἀλλὰ καὶ τῆς ἡμετέρας ἐρῶσιν ἀπωλείας. Ἐπειδὴ δὲ τῆς Λευϊτικῆς ἱερωσύνης
For the neighbor is judged by nature, not by virtue, not by substance, not by rank, but by sympathy and the manner of care. Consider that man most of all to be a neighbor who is in need, and go of your own accord to his aid.
CHAPTER 36.
Concerning the man who fell among robbers.
"A certain man was going down from Jerusalem" — by this he hints at the descent of man from above, which through Adam's transgression slipped down from the lofty, unshakeable, and divine dwelling of paradise — aptly called Jerusalem, which means the peace of God — toward Jericho, the hollow and low-lying place, suffocating with heat. And it signifies the passionate life of this world that separates from God. By "robbers" he means the company of wild demons, who, having stripped him of the garments of virtue — I mean courage, chastity, and the like — and having left in him the wounds of sin, departed, leaving him half-dead. For they have no readiness at all to strike unless they have first plundered the garments of the virtues; hence after this they strike without mercy, even to death. For they do not merely strive to strip off virtue, but they also lust after our destruction. And since the Levitical priesthood...
ὀνόματός ἐστιν εἰσηγητὴς, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάροδον· οὐδὲ γὰρ τὰς πληγὰς τοῦ παραπεπτωκότος εἰς τοὺς λῃστὰς ἐθεράπευσεν· “ἀδύνατον γὰρ “αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας,” καὶ ἐπεῖδε μὲν, ἠτόνησε δὲ, καὶ πρὸς τελείαν θεραπείαν οὐκ ἤρκεσεν, οὔτε κείμενον ἀνέστησε· τὸ γὰρ “ἀντιπαρῆλθε” δηλοῖ ὅτι οὐ παρώδευσε καταλείψας ἀθέατον, ἀλλ’ ἔστη καὶ ἐθεάσατο, καὶ θεραπεῦσαι διενοήθη καὶ ἐφήψατο· πρὸς δὲ τὴν θεραπείαν ἀδυνατήσας, τῇ τῶν πληγῶν ἤτοι τῶν παθῶν ἐπικρατείᾳ νικηθεὶς, εἰς τοὐπίσω πάλιν ἀπέδραμε· τοῦτο γὰρ τὸ “ἀντιπαρῆλθεν” ἐνδείκνυται. Ἀλλ’ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος, ἐν ᾗ παντὸς ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστὰς, τῶν τραυμάτων ἐθεράπευσε. καὶ γὰρ ὥδευσεν ἀληθῶς, οὐ παρώδευσεν· αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος τὸ ἡμᾶς ἐπισκέψασθαι, δι’ οὓς καὶ κατῆλθεν ἐπὶ τῆς γῆς, δι’ οὓς καὶ κατέλυσεν· οὐ γὰρ ὤφθη μόνον, ἀλλὰ καὶ συνανεστράφη τοῖς ἀνθρώποις, κατὰ ἀλήθειαν χωρὶς τροπῆς καὶ φαντασίας γενόμενος ἄνθρωπος· τοῦτο γὰρ ἴδιον ἰατρῶν γυησίων καὶ φιλοστόργων τὸ συναναστρέφεσθαι τοῖς ἀρρωστοῦσι, καὶ μὴ ἀφίστασθαι πρὶν ἃν ὑγιαίνωσιν. ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαντλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα, ἐλαίῳ τοῦτον ἐκέρασεν· οὐ γὰρ οἷόν τε ἦν ἄκρατον αὐτὸν ἐνεγκεῖν· οὐ γὰρ ὑπέμεινε τὴν ὑπερβάλλουσαν στῦψιν τὸ τῶν τραυμάτων χαλεπὸν καὶ ἀνίατον·
He is the introducer of the name, indicating through the priest and the Levite the useless passage of the law; for he did not heal the wounds of the man who fell among the robbers; "for it is impossible for the blood of bulls and goats to take away sins," and he looked but was powerless, and was not sufficient for complete healing, nor did he raise up the one lying there; for "he passed by on the other side" shows that he did not pass by leaving him unseen, but stood and looked, and intended to heal and touched him; but being unable for the healing, overcome by the dominance of the wounds, that is, of the passions, he fled back again; for this is what "he passed by on the other side" indicates. But he who encompassed all human nature through the firstfruits of the mixture, in which was the portion of every nation, both Jew and Samaritan and Greek, and of all men once for all, standing in the place of the man's affliction with the body, which is the beast of burden, healed his wounds. For he truly journeyed, he did not merely pass by; making this very thing a pretext for a journey—his visiting us, for whose sake he also came down to the earth, for whose sake he also lodged; for he was not only seen, but also lived among men, becoming truly a man without change and without illusion; for this is characteristic of genuine and affectionate physicians—to live among the sick and not to depart until they are healthy. Therefore, pouring wine upon the wounds—the didactic and astringent word—he mixed it with oil; for it was not possible to bear it unmixed; for the harsh and incurable nature of the wounds could not endure the excessive astringency.
ὅθεν διὰ τοῦτο ἁμαρτωλοῖς καὶ τελώναις συνανεκλίνετο. ἐπὶ τὸ ἴδιον δὲ ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς φέρει, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ· εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν Ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν· οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν, οὐκ εἰσελεύσεται Ἀμμωνίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, ἀλλὰ τοῦτο ἀκούσομεν, “πορευ- “θέντες μαθητεύσατε πάντα τὰ ἔθνη” καὶ τὰ ἑξῆς, καὶ ὅτι “ἐν παντὶ “ἔθνει ὁ Φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ “ἐστι.” Πῶς δὲ ἀπαγαγὼν μειζόνως ἐπιμελείας ἠξίωσεν; ἐπειδὴ
τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἢν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ περιπατῶν καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ Ἀπόστολοι καὶ οἱ μετ’ αὐτοὺς ποιμένες καὶ διδάσκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος ἐγκελευσάμενος, καὶ προσθεὶς “ὡς ἐάν τι προσδαπανήσῃς, “ἐγὼ ἐν τῷ ἐπανέρχεσθαι με ἀποδώσω σοι·” δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησὶ, παλαιὰν καὶ καινὴν, ἀμφοτέρας οὔσας τοῦ Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν βασιλικὸν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπουμένας. ἃ δὴ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες·
Therefore for this reason he reclined with sinners and tax collectors. But he mounted him on his own beast of burden; for he carries us in himself, because we are members of his body. And he brought him to an inn, that is, to the Church, which has become receptive and capacious of all; for no longer according to the narrowness of the legal shadow and the worship in types shall we hear, "An Ammonite and a Moabite shall not enter into the assembly of the Lord," but we shall hear this: "Go therefore and make disciples of all nations," and what follows, and that "in every nation the one who fears him and works righteousness is acceptable to him." But how, having brought him, did he deem him worthy of greater care? Since,
when the Church had been gathered from the nations dead in polytheism, he himself was Christ in her, according to what is written, dwelling and walking and granting every spiritual gift. And the Apostles and the shepherds and teachers after them hold the type of the innkeeper, to whom the master Christ, ascending into heaven, gave two denarii, enjoining them to take careful forethought for the one who had fallen sick, and adding, "Whatever you spend besides, I will repay you when I return." And the two denarii, he says, are the two covenants, old and new, both being God's, and bearing one image of the one King above, like the denarii, and sealing and imprinting the same royal stamp upon our hearts through the sacred oracles. Which indeed the shepherds of the most holy churches, having received, and with labors and sweat having broadened them by their teachings, and having spent besides from their own resources;
τοιοῦτον γὰρ ὑπάρχει τὸ νοητὸν ἀργύριον, ἐπανερχομένῳ τῷ δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν ἐροῦσιν ἕκαστος, Κύριε, δύο δηνάριαδ έδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἄλλα δύο ἐκέρδησα· καὶ γὰρ τὸ ποίμνιον ηὔξησα. οἷς ἀποκριθεὶς ἐρεῖ “εὐ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, καὶ τὰ ἑξῆς. Εἶτα ἐρωτήσαντος τοῦ δεσπότου Χριστοῦ τὸν νομικὸν, “τίνα “τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος “εἰς τοὺς λῃστάς;” κἀκείνου ἀποκριθέντος, ὅτι “ὁ ποιήσας τὸ “ἔλεος μετ’ αὐτοῦ,” ἀποκριθεὶς εἶπε, “πορεύου καὶ σὺ καὶ ποίει “ὁμοίως,” ὡσανεὶ ἔλεγεν αὐτῷ· ἀνόνητον γὰρ τῆς ἱερωσύνης ἀξίωμα τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομᾶσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων· ἰδοὺ γὰρ παραπέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον.
ΚΕΦ. ΛΖ.
Περὶ Μάρθας καὶ Μυρίας. Μέγα μὲν τὸ τῆς φιλοξενίας κατόρθωμα, ὅπερ ἡ Μάρθα ἔχουσα τὸν Κύριον ὑπεδέξατο, ὑψηλότερον ὅπερ ἡ Μαρία πεποίηκε, καθὼς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰασοῦς ὁ Χριστὸς ἐμαρτύρησε. παρακαθέζουσα γὰρ πρὸς τοὺς πόδας αὐτοῦ, καὶ τῶν λόγων αὐτοῦ ἀκούουσα
For such is the spiritual silver. When the master returns on the last day, each will say, "Lord, you gave me two denarii; behold, having spent my own besides, I gained two more; for I also increased the flock." To them he will answer, "Well done, good and faithful servant," and the rest. Then, when the master Christ asked the lawyer, "Which of these three do you think proved neighbor to the one who fell among the robbers?" and he answered, "The one who showed mercy to him," he replied, "Go and do likewise," as if he were saying to him: For the dignity of the priesthood is unprofitable for those who have obtained it, and for those who seem to be learned in the law, the mere name of being learned in the law is unprofitable, unless they are approved by the works themselves; for behold, the crown of love has been woven together for the one who [loves] his neighbor.
CHAPTER 37.
Concerning Martha and Mary. Great indeed is the achievement of hospitality, which Martha possessed when she received the Lord, but higher is what Mary did, as our Lord and God Jesus Christ testified. For sitting at his feet and listening to his words
ἀπεδέχθη μειζόνως ὑπὲρ τὴν Μάρθαν. πρὸς ἐκείνην μὲν γάρ φησι, “Μάρθα, Μάρθα, μεριμνᾷς,” καὶ τὰ ἑξῆς. Οὐδὲ γὰρ διὰ τοῦτο πάρεσμεν, ἵνα περὶ τοῖς βρώμασι τὴν κοιλίαν θρέψωμεν· καὶ δι’ ὀλίγων γὰρ ἡ χρεία γίνεται· περὶ δὲ ταύτης ἔΦη, “Μαρία γὰρ “τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ “αὐτῆς.” τίς δὲ ἦν ἡ μερίς; ἀκοὴ λόγων ἀληθείας, καὶ θεωρίας μυστηρίων, καὶ τὴν μὲν οὐκ ἀπέστρεψεν, ἀφ’ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο, ἐφ’ οἷς προσεῖχε. σκοπήσας μὲν τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναικῶν, εἰσάγομεν, τὴν μὲν σωματικωτέραν διακονίαν ἐλάττω· χρησιμωτάτη γὰρ καὶ αὕτη· τὴν δὲ ἀναβεβηκυῖαν καὶ πνευματικωτέραν· καὶ ἕκαστος ἡμῶν ὃ θέλει ἐκλέξεται. ὁ βουλόμενος διακονεῖν τοῖς πτωχοῖς καὶ θεραπεύειν νοσοῦντας, διὰ Μάρθας τὸν κανόνα τοῦτον λαβεῖν· ὃ γὰρ ἂν ποιήσῃ τις εἰς δοῦλον Χριστοῦ, εἰς Χριστὸν ἀνατρέχει τὸ γινόμενον· ὁ δὲ θέλων τὴν Μαρίαν ζηλῶσαι τὴν καταλελοιπυῖαν τοῦ σώματος τὴν διακονίαν, ἀναβᾶσαν δὲ εἰς τὴν θεωρίαν τῶν πνευματικῶν μαθημάτων, γνησίως μετελθέτω τὸ πρᾶγμα. ὀνίνησι δὲ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος διὰ τούτων οὐ μετρίως, ἵν εἰδεῖεν ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν δεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρὴ, ἡνίκα τὴν ὑπ’ οὐρανὸν περιέρχονται, τὸ θεῖον κήρυγμα καταγγέλλοντες. Περὶ προσευχῆς καὶ περὶ τοῦ “πατὲρ ἡμῶν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
She was received more highly than Martha. For to the latter he says, "Martha, Martha, you are anxious," and the rest. For we are not present for this purpose, that we should feed the belly with foods; for the need is met with little. But concerning this one he said, "For Mary has chosen the good portion, which will not be taken away from her." And what was the portion? The hearing of the words of truth, and the contemplation of mysteries. And the one he did not turn away from what she was doing, but the other he received for the things to which she attended. Having therefore considered the two portions through the two women, we introduce the more bodily service as lesser; for this too is most useful; and the other as more elevated and more spiritual; and each of us will choose what he wishes. Let the one who wishes to serve the poor and care for the sick take this rule through Martha; for whatever someone does for a servant of Christ, the deed runs up to Christ. But let the one who wishes to emulate Mary, who abandoned the service of the body and ascended to the contemplation of spiritual teachings, pursue the matter genuinely. And the Lord benefits his own disciples through these things not a little, so that they may know how and in what manner they ought to lodge in the houses of those who receive them, when they go about under heaven, proclaiming the divine preaching. Concerning prayer and concerning the "Our Father" it has been written earlier in the Gospel according to Matthew.
ΚΕΦ. ΛΗ.
Περὶ προσευχῆς. Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων
μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φίλει. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πὼς εὑρίσκεται τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν· Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτῆρ’ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πὼς πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν σωτηρίαν αὐτῶν·
CHAPTER 38.
Concerning prayer. And he says the "which of you will have a friend and will go to him at midnight" and what follows, as in the manner of a parable, so that we should not pray rashly, or so that, not having been heard from the first and second prayer, we should not break off our supplications, as having nothing that contributes to benefit; foolishly reckoning this to ourselves, that I have approached many times, wept, pleaded, and was not received; for nothing of the things asked by me has come to fulfillment. But rather we ought to reckon that the Master of all knows our circumstances; and we all ask beyond our measure. Thinking on these things, then, and things like them, let us remain persevering in prayer; for things procured without sweat and taken ready to hand are wont to be despised. For when he said "seek," he commands toil, for what is sought is always somehow found through toil. The one who knocks strikes the door with his hand, so that the master of the house, unable to bear the annoyance of the knockings, may open even unwillingly; let us learn, then, from our own affairs the hunt for what is useful, and let us knock and annoy by seeking, and let us obtain. And the "he will go at midnight" he says concerning those who come to awareness of their own sins at the very end of life and run to faith—this the lover of mankind says; and the friend is the master of the house, our God and Savior Jesus, who loves all, even those who have not yet believed in him, and who thirsts for their salvation.
τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμολογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἃν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος Φησιν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτῆρ’ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν. Τὁ δὲ, τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον, καὶ τὰ ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
But he called them three loaves, hinting at faith in Father, Son, and Holy Spirit, which is the confession of the all-holy and consubstantial and life-giving Trinity. And the friend who came in from the road and was given hospitality by him would reasonably be understood as the Angel, or rather the Angels who come at the last hour of life to receive us; for they too love us, making our salvation their joy, as the Lord says, "that there is joy in heaven" and what follows. And the children resting on the bed represent those who have been nourished as children and have believed in the Gospel with a simple heart, and have been deemed worthy to rest together with the Lord, as the Savior himself also says concerning this, "that many will come from the east and the west and will recline with Abraham" and what follows. "Shamelessness" here he calls prayer that is intense with persistence. But the passage, "which of you has a father, if he asks for a loaf," and what follows, and concerning the one having a mute demon, and concerning those saying that he casts out demons by Beelzebul, and "when the unclean spirit goes out from the man," and what follows, up to "and the last state of that man will be worse than the first," was written beforehand in the Gospel according to Matthew.
ΚΕΦ. ΛΘ.
Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Τίτου Βοστρῦν. Βοστρῶν. Κωφὸν καλεῖ, τὸ τὸ μὴ ἀκουσθῆναι λόγον Θεοῦ· δαίμονες γὰρ πονηρότατοι περιελόντες τὸ εὐήκοον τῆς τῶν ἀνθρώπων προαιρέσεως, ἐπήρωσαν ἡμῶν τὴν ἀκοὴν τῆς ψυχῆς· διὰ τοῦτο Χριστὸς παρεγένετο, ἵνα ἐκβάλῃ τὸ δαιμόνιον τὸ κωφὸν, καὶ ἀκούσωμεν λόγον ἀληθείας· οὐδὲ γὰρ ἐκεῖνος ἦν ὁ δαιμονιζόμενος κωφὸς, ἀλλ’ ὁ εἷς ἐτύγχανε δεῖγμα τῶν πάντων· τὸν δὲ ἕνα θεραπεύει, ἵνα καθολικὸν γεῦμα παράσχῃ τῆς οἰκουμενικῆς σωτηρίας, καὶ ὅταν εἷς ἐκ γενετῆς τυΦλὸς σωματικῶς εὐεργετεῖται, πάντες πνευματικῶς εὐαγγελιζόμεθα· καὶ ὅταν εἷς παραλυτικὸς βαδίσῃ, εἷς μὲν διὰ ποδῶν παρ’ ἐλπίδα τρέχει, ὁ δὲ κόσμος ἅμα τῷ ἑνὶ, διὰ τῷ τῆς πίστεως αἰνίγματι τρέχει τὸν δρόμον τῆς ἀληθείας, ἀλλ’ οἱ πονηροὶ μετέθηκαν τὴν εὐεργεσίας εἰς γοητείαν, τῆς ἰδίας ὑποψίας ὄντες αὐτοὶ μαθηταί. Κυρίλλου Ἀλεξανδρείασ. ΚωΦὸν ἐν τούτοις ὠνομάσθαι φαμέν· τούτου καθαρισθέντος, καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν· τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι τε ἦσαν γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται, ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενέμηκαν τὸ n πάντα δύνασθαι κατορθοῦν, δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. Ἀκύλ. ο Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα γνήσιον, ἵστησι δὲ οἴκους, τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτῶ.
CHAPTER 39.
Concerning the one who had a mute demon. From Titus of Bostra. He calls him mute, that is, unable to hear the word of God; for the most wicked demons, having taken away the readiness to hear from the free choice of men, have crippled the hearing of our soul. For this reason Christ came, in order to cast out the mute demon, and that we might hear the word of truth. For that demoniac was not himself the mute one, but the one served as a sample of all. And he heals the one, in order to provide a universal taste of the salvation of the whole world. And when one man blind from birth is physically benefited, we are all spiritually given good news. And when one paralytic walks, one man runs unexpectedly by means of his feet, but the world together with the one, through the riddle of faith, runs the course of truth. But the wicked have turned the beneficence into sorcery, being themselves disciples of their own suspicion. From Cyril of Alexandria. We say that he is here called mute. When this man had been cleansed and the wonder had been completed, the crowd applauded him with praises and hastened to crown the wonder-worker with glory befitting God. But some, he says, of them—these were scribes and Pharisees—drunk in heart with folly and envy, made the wonder an addition to the disease. For by setting aside the things done by him in a manner befitting God, they assigned to the devil the power to accomplish all things; for they said that he casts out the demons through him. From Aquila. For he establishes the genuine character of kingdoms of those under his hand, and he establishes households, in that no one among those in it is in any way opposed to one another.
ἔστησε δ᾿ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπονται τὰ δαιμόνια, οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ, οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις. Συγκροτεῖ n τῷ Cod. ο Ἀκύλ. Cod. Νοmen vid. esse corruptum; fors. repon. Ἀπολ. i. e. Ἀπολιναρίου.
δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν· λείπεται τοίνυν ἐννοεῖν, ὅτι δύναμις θεία συντρίβει τὸν Σατανᾶν. Τίτου Βοστρῶν. Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων κατὰ οἱ μακάριοι μαθηταί· οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἔσχηκας ἱν παρὰ Χριστοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ “ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.” Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ ἐν ὀνόματι μου τὸν Βεελζεβοὺλ θριαμβεύουσιν p, ἐπιπλήττοντες αὐτοῦ τοὺς δορυφόρους, καὶ ἀμελλητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς ἔχουσα συμπεπλεγμένον τῷ λέγειν, ἐμὲ δανείζεσθαι δύναμιν, τὴν παράκλησιν τε τοῦ Βεελζεβούλ. κατακριθήσεσθε τοίνυν, φησὶν, ὑπὸ τῆς πίστεως τῶν ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν, παραλύουσι τὸν Σατανᾶν, καὶ οὐκ ἑκόντες τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Ἐπειδὴ δὲ τοῦτο μὲν οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον Θεοῦ τὸ‘ Ἄγ’ ἴον Πνεῦμά φησι. Κυρίλλου Ἀλεξανδρείασ.
But he would have also brought down the kingdom of Beelzebub, since he does not wish to act against himself. How then does Satan cast out Satan? Therefore the demons are not sent out by the will of men; for Satan, he says, is not divided against himself, he does not rebuke his own guards. Rather, he consolidates his own kingdom. It remains, then, to understand that a divine power crushes Satan. From Titus of Bostra. The Jews and those from the Jews, against the blessed disciples: these received authority against unclean spirits from Christ, and indeed they were driving out those possessed, calling upon them, "In the name of Jesus Christ." When, therefore, he says, those who have become sons from among you triumph over Beelzebub in my name, rebuking his guards and sending them out of those who have them without delay, how is this not clear blasphemy, having much ignorance entangled with the claim that I borrow power, and the invocation of Beelzebub? You will therefore be condemned, he says, by the faith of those who have become sons from among you, if indeed they, having received authority and power from me, paralyze Satan and unwillingly send him out of those who have him; but you say that I perform the divine signs using his powers. But since this is not true, but rather stale and false and having the character of slander, it is evident that I cast out demons by the finger of God; the finger of God, he says, is the Holy Spirit. From Cyril of Alexandria.
Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, ἵνα πάντας ἐξέλωμεν τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ζωήν. ὁ δέ γε Σατανᾶς μὴ ὣν μετ’ ἐμοῦ ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσι μοι δύναμιν καθ’ ἑαυτοῦ; ἀρ᾿ οὐκ εὔηθες τὸ οἴεσθαι γε τοιοῦτόν τι γεγενῆσθαι; πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις τὸ κατολισθεῖν εἰς τοσαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπὼν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς. Ὠριγένουσ. Τί ἐστι τὸ διέρχεσθαι τὸ πνεῦμα τὸ πονηρὸν “ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκων;” ἄνυδροι τόποι οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δὲ πεπλήρωται ὕδατος θείου, καὶ P τρίβουουσιν Cod.
οὐκέτι παρέχουσαν ἀνάπαυσιν αὐτοῖς· ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον τοῦ ἐξ Ἰσραὴλ, καὶ ὡς εὗρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδὲν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. τοῦτο γὰρ φαίνεται δηλοῦν, “ἑπτὰ λέγων ἕτερα πνεύματα μετ’ αὐτοῦ,” καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμῷ, ἐπειδὰν λέγῃ, “ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.” οὐδὲ γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτον ἔχουσιν οἱ εἰς τὸν Υἱὸν μου ἀπιστήσαντες·
For I came to visit, so that I might snatch all from the hands of the devil, so that I might set free those held captive, and enlighten those in darkness, and raise up those who have fallen, and heal those who are broken in pieces, so that I might gather the children of God—those scattered, clearly, by him—into life. But Satan, not being with me, attempts to scatter what I gathered and saved. How then does he who fights against my dispensations give me power against himself? Is it not foolish to suppose that any such thing has happened? From where, then, did it come about that the assemblies of the Jews slipped into such thoughts concerning Christ? He himself made it clear when he said, "When the unclean spirit has gone out from the man," and the rest. From Origen. What is the meaning of the evil spirit "passing through waterless places seeking rest and not finding it"? The waterless places are those from the Gentiles formerly, but now they have been filled with divine water, and no longer provide rest for them. He therefore turns back to his former receptacle, that from Israel, and when he found them no longer having anything divine in themselves, but empty and at leisure for him to dwell in, he settled in, clearly with all his power. For this is what appears to be indicated by "seven other spirits with him," just as divine Scripture is accustomed to name such a number for a multitude, when it says, "For the barren has borne seven, and she who is rich in children has become weak." For the unclean spirit which they had in Egypt is not the same kind as the one they have who have disbelieved in my Son.
πεπλήρωται καὶ ἄλλων πονηρῶν, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν, ὅθεν ἐστερήθησαν τῆς ζωῆς· καὶ οὐκέτι λέγει ἐν αὐτοῖς προφήτης, τάδε λέγει Κύριος, οὐκ ἔστι σημεῖον ἐν αὐτοῖς, οὐκέτι πέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ Θεοῦ. μεταβέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐνθῶν, τοῦτον Ἰησοῦ λόγον εἰρηκότος, “ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ “δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.”
ΚΕΦ. Μ.
Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. Διὰ τι τῆς γυναικὸς εἰπούσης, “μακαρία ἡ κοιλία ἡ βαστά- “σασά σε,” καὶ τὰ ἑξῆς, αὐτὸς Χριστὸς ὁ δεσπότης εἶπε, “με- “νοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ Φυλάσ- “σοντες αὐτὸν;” ἁρμοδίως πρὸς τὸν καιρὸν τοῦτό φησιν· ἐπειδὴ γὰρ οἱ τῶν θείων λόγων ἀνήκοοι τοὺς ὑπηκόους τούτων κατέκριναν, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τούτους· λοιπὸν δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν, ἵνα καὶ αὐτὸς ἀκούσας μάθῃ, καὶ μαθὼν πιστεύσῃ, καὶ πιστεύσας ἐργάσηται, καὶ ἐργασμένος στεφανωθῇ καὶ δοξασθῇ μετὰ πάντων τῶν φυλασσόντων τὰς δεσποτικὰς ἐντολάς. ἅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, “ὅτι ἡ γενεὰ αὕτη πονηρά ἐστιν,” ἕως “ἔσται Φωτεινὸν ὄλον” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. q τὸν τοῦ Cod.
has been fulfilled also of other wicked people, and their last state has become worse than the first; for they now suffer worse things than those in Egypt, since they did not believe in Jesus Christ, but killed the author of life, and therefore were deprived of life. And no longer does a prophet say among them, "Thus says the Lord"; there is no sign among them, no longer any wonder, no longer any sign of the appearing and presence of God. For the good things have passed over to us who are from the nations, since this Jesus spoke the word: "The kingdom of God will be taken away from them, and given to a nation producing its fruits."
CHAPTER 40.
Concerning the voice raised from the crowd. Why, when the woman said, "Blessed is the womb that bore you," and the rest, did Christ the Master himself say, "Rather, blessed are those who hear the word of God and keep it"? He says this fittingly with respect to the occasion; for since those who were disobedient to the divine words condemned those who obeyed them, he does the opposite, and rather calls the latter blessed. Furthermore, this was also for the sake of the deaf man who was healed, so that he too might hear and learn, and having learned might believe, and having believed might work, and having worked might be crowned and glorified together with all who keep the Master's commandments. The things which Christ the Master said, "that this generation is evil," up to "will be wholly full of light," were previously written in the Gospel according to Matthew.
ΚΕΦ. ΜΑ.
Περὶ τῶν αἰτούντων σημεῖον. Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον κ. τ. ἑ. Λύχνον ἔχοντες ἐν αὐτοῖς οἱ ἄνθρωποι τὴν νοερὰν δύναμιν, ὐκ εἰς τὸ ἐμφανὲς ἄγουσι ταύτην, ἀλλ’ εἰς τὸ ἀφανὲς κρύπτουσι τὸ μὴ ζητεῖν τὴν ἔκλαμψιν τοῦ νοῦ, ἀλλὰ τὴν ἔξωθεν καὶ ματαίαν λαμπρότητα. αὕτη γὰρ γίνεται περὶ τὸν νοῦν σκότος, εἰς πονηρίαν αὐτὸν ἐκκαλουμένη, οἷα δὴ καὶ ἡ περὶ τοὺς Φαρισαίους δόξα παρὰ τῷ πλήθει φθονερῷ καὶ κακοήθως κατὰ τοῦ τιμώμενον παρασκευάζουσα, καὶ προσάγειν διὰ στόματος λόγους ἀσεβεῖς καὶ συκοΦαντικούς. οὕτω γὰρ ἔνδοθεν καὶ ἀπὸ καρδίας ἐρχόμενον τὸ σκότος, ὅλον τὸ σῶμα πληροῖ, οὐ μόνον τὸ στόμα λόγων ἐμπιπλῶσα τῶν μὴ δικαίων, ἀλλὰ καὶ χεῖρας ἐπὶ μιαιφονίαν ἐγείρουσα· ὃ δὴ καὶ πράττουσι μικρὸν ὕστερον, ἀπὸ τοῦ φθόνου πρὸς τὸν φόνον ἐγειρόμενοι. ἐξὸν οὖν ὑμῖν, φησὶ, καθαρὸν κατασκευάζειν τὸν νοῦν, καὶ διὰ τούτου καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις, ὑμεῖς δὲ τοὐναντίον, ὅθεν χρὴ προάγειν Φῶς, ἐντεῦθεν προάγεται σκότος.
CHAPTER 41.
Concerning those who ask for a sign. No one, having lit a lamp, puts it in a hidden place, nor under the bushel, etc. People, having in themselves the lamp of the intellectual power, do not bring it into the open but hide it in the unseen, so as not to seek the illumination of the mind but the outward and vain brightness. For this becomes darkness around the mind, calling it forth to wickedness, just as the reputation of the Pharisees among the crowd, envious and maliciously disposed against the one being honored, prepares them also to utter impious and slanderous words through their mouth. For thus the darkness, coming from within and from the heart, fills the whole body, not only filling the mouth with words of unrighteousness but also rousing the hands to murder; which indeed they do a little later, being roused from envy to slaughter. Since it was possible for you, he says, to make the mind pure and through it to make your words and deeds shine brightly, but you do the opposite—from where light ought to proceed, from there darkness proceeds.
ΚΕΦ. ΜΒ.
Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Τίνος ἕνεκεν πονηρῶν καὶ βεβήλων ὄντων τῶν Φαρισαίων καὶ βασκάνων καὶ ἀλαζόνων, κληθεὶς παρ’ ἑνὸς ἐξ αὐτῶν Χριστὸς ὁ Θεὸς ἡμῶν οὐ παρῃτήσατο, ἀλλ’ εἰσελθὼν ἀνεκλίθη; οὐχ ὡς ἀγνοῶν τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα ὁ πάντα εἰδὼς τοῦτο πεποίηκεν, ἀλλὰ νουθετῆσαι τούτους ἐπειγόμενος, μυσταγωγίας πρόΦανσιν τὸ πρᾶγμα ποιούμενος. Ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος, ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτίσθη, ἀσυνέτως σφόδρα, τοῦτο γὰρ ἐποίουν ἐκεῖνοι, ῥύπου παντὸς ἑαυτοὺς, ὡς ἐνόμιζον, ἀπαλλάττοντες, ὅπερ οὐδαμοῦ προσέταξε Μωϋσῆς τοῦτο ποιεῖν.
Μόνη γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ, τοῖς ῥυπῶσι σωματικῶς, ἀκαθαρσίαν δὲ τὴν εἰς νοῦν καὶ καρδίαν ἀπαλλάξαι οὐ δύναται. Τὰ τούτων ἀκόλουθα, οἷόν ἐστιν, ἐστιν, ὁ Κύριος, “ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου,” ἕως “τὸ “γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. Ἐξῆν μὲν γὰρ καὶ ἑτέροις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον, ἐπιδράττεται καὶ τοῦ καιροῦ καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυΦαίνει τὴν μυσταγωγίαν· ὡς γὰρ ἐν καιρῷ τροφῆς καὶ τραπέζης ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα, καὶ διαδείκνυσιν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δήπου μόνης ἐξ ἀκαθαρσίας σωματικῆς· ἀλλὰ γὰρ καὶ τῆς εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ἐξυπηρετοῦντα τῶν σκευῶν καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἃν ἔχοι, καὶ προσέτι τοῦτο τῶν ἔσω.
CHAPTER 42.
Concerning the Pharisee who invited Jesus. For what reason, when the Pharisees were wicked and profane and envious and boastful, did Christ our God, having been invited by one of them, not decline, but entered and reclined at table? Not as though ignorant of the perversity that was in them did he who knows all things do this, but because he was eager to admonish them, making the matter a pretense for mystical instruction. And the Pharisee was scandalized because he had not washed before the meal, very foolishly; for they did this, cleansing themselves, as they thought, from every defilement, which Moses nowhere commanded them to do.
For washing by water alone is very necessary for those who are physically filthy, but it cannot remove the uncleanness that is in the mind and heart. The things that follow from these, such as what the Lord says, "You Pharisees, the outside of the cup," up to "for the Holy Spirit will teach you," have been written beforehand in the Gospel according to Matthew. Of Cyril of Alexandria. For the Lord could have used other means as well, wishing to admonish the foolish Pharisee, but he seizes even the occasion and, as it were, weaves his mystical instruction out of what was at hand; for as at the time of food and at table he takes the cup and the platter as a vivid example, and points out that those who worship God sincerely must be pure and washed clean, and not merely from physical uncleanness, but also from that which is hidden within the mind, just as, indeed, it would be well for the vessels that serve at tables to be free from outward filth, and furthermore from that which is within.
Ὁ γὰρ ποιήσας τὸ ἔξωθεν φησὶ, καὶ τὰ ἄνωθεν ἐποίησε, τουτέστιν ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. χρὴ τοιγαροῦν ἐν ὅσῳ τὰ ποιήματα τοῦ φιλαρέτου Θεοῦ σύνδρομον ἔχει τὴν ἀποκάθαρσιν r, ἀλλ’ ἦν ἀληθὲς τοῦτο τοῖς γραμματεῦσι τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς πάντα δρᾷν ἐσπούδαζον, “τάΦοις κεκονιαμένοις προσεοικότες” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος Φωνὴν, “ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ “πάσης ἀκαθαρσίας.” Ἀλλ᾿ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστός· ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ s τε καὶ σώματι. Ἅ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τὸν ὑπὸ χεῖρα λαὸν, αἳ πλείστας αὐτοῖς λημμάτων ὁδοὶ ἦσαν καὶ ἀφορμαὶ, ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία καὶ τὸ φροντίδος ἴσης ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ ῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων· r Leg. vid. ἔχειν sed alia manca sunt. s ψυχήν Cod.
For the one who made the outside, he says, also made the inside—that is, the one who created the body also fashioned the soul. It is necessary, therefore, that as long as the works of the God who loves virtue have their purification running alongside, but this was true of the scribes and Pharisees; for only up to the point of appearing to be pure did they strive to do everything, "like whitewashed tombs," according to the very voice of the Savior himself, "beautiful on the outside, but inside full of dead men's bones and all uncleanness." But Christ does not wish us to be like such people, but holy and blameless in both soul and body. For passing over as stale those things that they most needed to set right—that is, judgment and the love of God—they carefully observed only those commandments, or rather commanded them to be observed by the people under their hand, which were to them paths and occasions for very many profits, so that they did not even pass over the tiny and utterly worthless matters of herbs. But the work of love toward God is to offend him in no way, and to fear the transgression of the whole law; and of judgment, the righteous judgment and the counting of the divinely ordained things worthy of equal concern, and not to be negligent in necessary matters.
μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ὁρᾷν, ἀλλὰ προσκλινῆ ποιεῖσθαι τὴν ψῆφον τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν οὐκ ἀγάπην τὴν εἰς ἀδελφοὺς τηρούντων ἐστί· τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προσεδρεύειν ἐν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσι· ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν τὸ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος, “εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.”
ΚΕΦ. ΜΓ.
Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν. Δυσφόρητον μὲν ἀεί πὼς ἐστὶν ἀνθρώπῳ παντὶ τὸ ἐλέγχεσθαι, πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι, μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. ὁ μὲν γὰρ τῶν ὅλων Σωτῆρ’ ἐπετίμα τοῖς Φαρισαίοις, ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς ταῦτα δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στῖφος. ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δήπου κρεῖττον, ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀρρωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα καὶ χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός;
For they do not see accurately for the benefit of themselves alone, but make their judgment incline toward each matter; for to judge unjustly is not the mark of those who keep love toward brothers. Therefore, while not keeping the necessary and essential parts of the law, they were eager to collect tithes even of the most insignificant things. For to seek greetings from all in the marketplace, and to strive to make much of sitting in assemblies, differs nothing from unknown tombs: which are conspicuous with outward ornaments, but are full of all uncleanness. Here observe for me hypocrisy utterly condemned—doing everything for the pleasing of men. For this reason the blessed Paul says, "If I were pleasing men, I would not be a servant of Christ."
CHAPTER 43.
Concerning the woe of the lawyers. To be reproved is always in some way hard for every man, yet not unprofitable for the fair-minded, for it moves them to what is better. Observe that this has happened to those among the Jews called lawyers. For the Savior of all rebuked the Pharisees as running outside the straight way; but at this the crowd of impious lawyers was indignant. For they bring the charges upon themselves, and think that what Christ said against those others was spoken against themselves. But surely it was better to welcome the reproof, to ask for the release of their infirmities, and not ignorantly to call the reproof an insult, when it is beneficial and useful. What then does Christ say to this?
ἐπιτείνει τὸν ἔλεγχον καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει λέγων, “καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί.” Περὶ δὲ τοῦ Ζαχαρίου, οὗ εἶπεν ὁ Κύριος ὅτι μεταξὺ τοῦ θυσιαστηρίου τοῦ ναοῦ ἐσφάγη, ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης Φησὶν, ὅτι ὁ πατήρ ἐστι τοῦ προδρόμου· καὶ ἐπειδὴ οὐκ ἀπεχώρισε τὴν παναγίαν θεοτόκον Μαρίαν, καὶ μετὰ τὸν ἄφθορον τόκον, τοῦ ταῖς παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ, ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐμαρτύρει δὲ καὶ βασιλέα τῆς κτίσεως εἶναι τὸν εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς
ἐξ αὐτῆς κατὰ ἀλήθειαν προσελθόντα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους, διὰ τοῦτο τὸν ἱερέα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου κατέσφαξαν. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Κυρίλλου Ἀλεξανδρείασ. “Κλεῖδα γνώσεως” καὶ εἶναι Φαμὲν τὸν νόμον καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. μόνος ἐσφάζετο κατὰ τὸν τοῦ Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιὰς, καὶ νενικήκασι τὸν ὀλοθρευτὴν, ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἃν ἴσχυσεν ἀνατρέψαι θάνατον. ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κοινοῦ ζωῆς ὑπομένων σΦαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ. πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο λέγοιτο, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον·
He intensifies the rebuke and brings down their vain pride, saying, "And woe to you who are lawyers." Concerning Zechariah, of whom the Lord said that he was slain between the altar and the temple, Saint Gregory of Nyssa says that he is the father of the Forerunner; and because he did not separate the all-holy Theotokos Mary, even after the incorrupt birth, from the place allotted to virgins in the temple—and this place was between the temple and the altar—and because he also testified that the King of creation was the one who came forth from her in truth for human generation by economy, for fear that they should become subject to a king, for this reason they slaughtered the priest between the temple and the altar. Woe to you who are lawyers, because you have taken away the key of knowledge. Of Cyril of Alexandria. We say that the "key of knowledge" is both the law and the righteousness in Christ, through faith, clearly faith in him. For the law was in shadow and type, yet the types give form to the truth, and the shadows in many ways depict for us the mystery of Christ. He alone was slaughtered according to the law of Moses; they ate of his flesh, and anointed the doorposts with his blood, and they conquered the destroyer—but the blood of a common sheep could not have had power to overturn death. So then Christ was prefigured as in a lamb, enduring the slaughter for the life of the common people, and saving by his own blood those who partake of him. One could say very many things toward this, through which it is possible to see the mystery of Christ depicted through the shadow of the law.
ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προλαλῶν, ὅτι “ὁ κατηγορῶν “ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωϋ- “σεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.” καὶ πάλιν, “ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν “αἰώνιον ἔχειν, καὶ αὐτᾶι εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” καὶ “οὐ θέλετε ἐλθεῖν πρός με·” ἅπας γὰρ ὁ λόγος τῆς θεοπνεύστου γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ’ αὐτῷ συντείνεται. Επειδὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας Φωνὰς, ἀνοίγει τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προΦητῶν εὐσεβῆ κηρύγματα. ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοὶ, ἐκ δὲ τῶν ἐναντίων ἦραν τὴν κλεῖδα τῆς γνώσεως, ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς ἤτοι τὴν πίστιν, δῆλον δ᾿ ὅτι τὴν εἰς Χριστὸν, προσγίνεται γὰρ διὰ τῆς πίστεως τῆς ἀληθείας ἡ γνῶσις· καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω που Φησί· “καὶ ἐὰν πιστεύητε,
He also said somewhere, speaking beforehand to the Jews, "Moses, in whom you have hoped, is your accuser; for if you believed Moses, you would believe me; for he wrote about me." And again, "You search the Scriptures, because in them you think you have eternal life, and these are they that testify about me." And "You are unwilling to come to me;" for the whole word of divinely inspired Scripture looks to him and is directed toward him. Since, therefore, those called lawyers, inasmuch as they busied themselves with the law of Moses and were not ignorant of the voices of the holy prophets, he opens in a certain way the doors of knowledge to the crowds of the Jews. For the law acts as a pedagogue leading to Christ, and the pious proclamations of the holy prophets also carry one to the knowledge of him. But this the so-called lawyers have not done; on the contrary, they took away the key of knowledge—so that you may understand the guidance through the law, that is, faith, and clearly faith in Christ, for knowledge is added through faith in the truth; and indeed the prophet Isaiah says somewhere thus: "And if you believe,
“οὐδ’ οὐ μὴ συνῆτε,” χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαί ποτε. ἦραν τοίνυν τὴν κλεῖδα τῆς γνώσεως οἱ καλούμενοι νομικοί· οὐ γὰρ εἴων πιστεῦσαι τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, εἰ καὶ τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ καίτοι θαυμάσαι δέον, ἐπὶ τούτοις αὐτὸν διέσυρον τὰς θεοσημείας καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.” Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας· ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθέστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀΦέντες ἁλίσκονται. προσεφώνουν γὰρ τοῖς ὄχλοις, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ δὲ οὐκ εἰσῆλθον, κεκωλύκασι δὲ καὶ ἑτέρους.
ΚΕΦ. ΜΔ.
Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Κυρίλλου Ἀλεξανδρείασ. Ἅπας γὰρ ἡμῶν λόγος ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερὸν, περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις, δεῖ δὴ ἀληθινοὺς ἡμᾶς ὁρᾶσθαι προσκυνητάς. Τοῦ Αὐτοῦ. Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς αὐτόν· λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου, οὐχ ἅπασιν ἁπλῶς πρέποι ἃν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος, ἐκείνοις δὲ μᾶλλον οἱς ἃν ἐνυπάρχων ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτὸν, οἷς καὶ ἁρμόζει λέγειν, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ “Χριστοῦ; θλίψις ἣ στενοχωρία, ἣ λιμὸς, ἣ διωγμὸς, ἣ γυμνότης, “ἣ μάχαιρα;” οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶ, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι.
Nor will you ever understand," for without faith it is impossible ever to please God. Therefore the so-called lawyers took away the key of knowledge; for they did not allow some to believe in Christ, the Savior of all, even though he had worked wonders in many ways. And though they ought to have marveled, they instead tore at him for these things, scandalizing the people under their charge with the divine signs, saying, "This man does not cast out demons except by Beelzebul, the ruler of the demons."
You see in these things those who take away the key of knowledge. He taught in the synagogues; the will of God and Father—good and perfect and well-pleasing—was made clear to those who heard. But they, not leaving his mystic teachings unblemished, are caught out. For they addressed the crowds: "He has a demon and is mad; why do you listen to him?" So they truly took away the key of knowledge; they themselves did not enter, and they hindered others as well.
CHAPTER 44.
Concerning the leaven of the Pharisees. By Cyril of Alexandria. For every word of ours will be made manifest as a deed on the day of judgment; therefore hypocrisy is superfluous, and we must be seen to be true worshipers. By the same. He anoints those who belong to him for spiritual manliness; for I say to you, he says, my friends—not to all without distinction, as it seems, would this discourse about these things be fitting, but rather to those in whom wholehearted love for him is seen to dwell, to whom it also belongs to say, "Who will separate us from the love of Christ? Tribulation, or distress, or famine, or persecution, or nakedness, or sword?" For those who are not such are very easily diverted and more ready for apostasy.
Καὶ μετ’ ὀλίγα — Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι, καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμᾶς ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος, Θεοῦ δὲ κολάζοντος οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται
ταῖς οἰκείαις ἡ ἀθλία ψυχή· οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς. Τοῦ Αὐτοῦ. Ὁρᾷς ὅσην ποιεῖται τὴν πρόνοιαν αὐτόν· εἰ γὰρ μέχρι τῶν οὕτω εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων μικρότατα τῶν ζώων, πῶς ἃν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτόν; οὔγε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; ἣ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἣ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν, εἰς παγίδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως καὶ τὸ δύνασθαι διενεγκεῖν.
ΚΕΦ. ΜΕ.
And after a little — It is fitting to add this also to these things: for crowns are found through toils, and men extend their anger only as far as the body, and the limit of their plotting against us is the death of the flesh; but when God punishes, the penalty will not stop at the flesh alone, but the wretched soul itself is borne along together with its own flesh. Therefore let death with good repute enter in rather, leading us up to the beginnings of unending life. Of the same author. Do you see how great a providence he exercises over them? For if he extends even to the most insignificant things, and as it were descends to the very smallest of all living creatures, how could he forget those who love him? Indeed, he exercises such providence over them as to know each of their circumstances minutely, and as it were to have their hairs numbered? For either he will not allow them to fall into temptation, or at any rate, by economy, permitting them to fall into a snare so that having suffered we may be approved, he will certainly also supply the power to endure.
Chapter 45.
Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Διὰ τι πρὸς τὸν εἰπόντα αὐτῷ, “διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ “μου, μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν,” ἀποκριθεὶς εἶπεν, “ἄνθρωπε, τίς με κατέστησεν ἄρχοντα ἣ μεριστὴν ἐΦ᾿ ὑμᾶς;” ἐπειδήπερ ἐκεῖνος καταλιπὼν αὐτὸν τὰ χρήσιμα καὶ πρὸς σωτηρίαν ψυχῆς συντείνοντα, περὶ γηίνων τε καὶ προσκαίρων πραγμάτων, ἐζήτει μεριστὴν αὐτὸν γενέσθαι, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὣν ἐχρῆν εἰδέναι, πράως ἀποπέμπεται, καὶ ὡς σμικρόψυχος περὶ τὴν αἴτησιν γενόμενος τῆς αὐτοῦ μικροπρεπείας· πείθων διὰ τούτων αὐτόν τε καὶ τοὺς τότε καὶ νῦν ἀκούοντας, παντὸς μὲν ἀποφοιτᾷν γηίνου τε καὶ προσκαίρου πράγματος, μὴ Φιλονεικοῦντας ἀδελΦοῖς, εἴκοντας μᾶλλον αὐτοῖς, κἂν εἰ βούλωνται πλεονεκτεῖν· ἀπὸ γὰρ τοῦ “αἴροντος,” Φησι, “τὰ σὰ μὴ ἀπαίτει·” ζητεῖτε δὲ μᾶλλον τὰ ὅσαπερ ἐστὶ χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς· διὸ καὶ ἐπήγαγε λέγων, “ὁρᾶτε καὶ φυλάσσεσθε, ἀπὸ πάσης πλεονεξίας,” καὶ τὰ ἑξῆς· ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν, καὶ δὴ καὶ εἰδωλολατρίαν ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνως τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἣ καὶ ἰσοστάθμως ἔχουσαν εἰς βεβήλωσιν τὸ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις.
Concerning the one who wanted to divide the inheritance. Why, when someone said to him, "Teacher, tell my brother to divide the inheritance with me," did he answer and say, "Man, who appointed me a judge or divider over you?" Since that man had abandoned him and the things useful and conducive to the salvation of the soul, and was seeking him to become a divider concerning earthly and temporary matters, for this reason, as a troublemaker and one wishing to learn nothing of what he ought to know, he gently sends him away, and as one who had become small-souled in his request, [he reproves] his pettiness; persuading through these things both him and those hearing then and now, to depart from every earthly and temporary matter, not striving with brothers but yielding to them rather, even if they wish to take advantage; for from the one who takes away, he says, do not demand back your things; but seek rather whatever things are useful and necessary for the salvation of the soul; therefore he also added, saying, "See and beware of all covetousness," and the rest; exhorting us to flee from it as some diabolical pit, and indeed the wise Paul also calls it idolatry, as perhaps in some way fitting only for those who do not know God, or as being equally ranked for profanation with the worship of some by wood and stone.
ΚΕΦ. Μς.
Περὶ τοῦ οὗ ηὐφόρησεν ἡ χώρα πλουσίου. Πῶς δὲ οὐκ ἔστι ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐκ τῶν “ ὑπαρχόντων αὐτοῦ,” διὰ τὸ μὴ πλούτῳ συνεκτείνεσθαι τὸ τῆς ζωῆς μέτρον, καθὼς ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν αὐτὸς ὁ δεσπότης Χριστὸς, τὴν τοῖς προειρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλιστα συντέθεικεν. “Ἀνθρώπου γάρ τινος,” φησὶ, “πλουσίου εὐφόρησεν ἡ χώρα,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι ἡμᾶς ἀκριβῶς τὸ τοῦ λόγου εὔτεχνον, ὅτι οὐχ ἓν ἡμῖν εὐφορῆσαν εἰσέδειξε χωρίον, ἀλλ’ ὅλην, ἔφη, χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθωμεν τοῦ πειθοὺς τὸ βάθος· καὶ γὰρ ὅταν οὕτω πολλοῖς περιχεόμενος ἀγαθοῖς στενοχωρεῖται πεφροντικὼς, “τι γὰρ ποιήσω;” Φησὶ, διὸ καὶ ἐσκέπτετο μόνος ἀπολαύειν τῶν προσόντων αὐτῷ, οὐχ ὁρῶν πρὸς τὸ μέλλον, οὐκ ἀναβλέπων πρὸς τὸν Θεὸν, οὐκ ἐρῶν φιλοπτωχίας, καὶ τῶν ἐντεῦθεν αὐχημάτων ἐφιέμενος, ἀλλὰ καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· “ἐρῶ γὰρ,” Φησὶ, “τῇ ψυχῇ μου, ψυχὴ, ἔχεις πολλὰ “ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου· διὸ καὶ “Θεὸς εἰπεν αὐτῷ, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι- “τοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; ἀληθὲς οὑν, ὅτι “οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. διὸ τὸ ἐπαγόμενον ὅτι οὕτως ο θησαυρίζων ἑαυτῷ καὶ μὴ “εἰς Θεὸν πλουτῶν” Φοβηθέντες, μηδὲ εἰς ἔννοιαν τοῦ πλουτεῖν ἔλθωμεν· τρισμακάριος γὰρ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ κατὰ Θεὸν πλουτῶν.
CHAPTER 46.
Concerning the rich man whose land produced abundantly. But how is it that a man's life does not consist in the abundance of his possessions, because the measure of life is not coextensive with wealth, as the Master Christ himself clearly and vividly showed us, having composed most excellently the parable joined to the preceding words. "For a certain man," he says, "who was rich, his land produced abundantly," and so on. But we must carefully consider the skill of the argument, that he showed us not one plot of land producing abundantly, but said that the whole land became fruitful for its owner, so that we might learn the depth of his persuasiveness; for when, pouring out so many good things, he is constrained by anxiety, he says, "What shall I do?" Therefore he also considered that he alone would enjoy what was present with him, not looking to the future, not looking up to God, not longing for love of the poor, and not aspiring to the glories that come from that, but—even more absurd than this—he defines for himself a length of life, as though he had harvested this too from the earth. "For I will say," he says, "to my soul, Soul, you have many good things laid up for many years; eat, drink, be merry." Therefore God also said to him, "Fool, this night they demand your soul from you; and the things you have prepared, whose will they be?" True, then, that "a man's life will not consist in the abundance of his possessions." Therefore, fearing what follows—that "so is the one who stores up treasure for himself and is not rich toward God"—let us not even come to a thought of being rich; for thrice-blessed and in bright hopes is the one who is rich according to God.
ἈΦρων δὲ δικαίως ἐκλήθη, ἐπειδὴ πᾶς ἄφρων τοιοῦτος καὶ μάταιος, καθὼς καὶ ὁ ψαλμῳδὸς Φησὶ, “πλὴν μάτην πᾶς ἄνθρω- “πος θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.” Τὰ ἀκόλουθα τούτων, οἷον “μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ταῦτα πάντα προσ- “τεθήσεται ὑμῖν.” Κυρίλλου Ἀλεξανδρείασ. Ὡς ἀπό γε τῶν πτηνῶν καὶ ἐν ἀγροῖς ἀνθῶν ἱδρυμένην καὶ ἀκατάσειστον ἐργάζεταί σοι πίστιν, ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν
παρ’ αὐτοῦ χαρίζεται φειδῶ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς· “κατα- “νοήσατε,” λέγων “τὰ κρίνα, πῶς αὐξάνει,” καὶ τὰ ἑξῆς. Ἀληθὲς δὲ τοῦτο· τὰ γὰρ τῶν χρημάτων ἄνθη ποικίλα τε ὄντα καὶ πολυειδῆ ἐν κρίνοις μὲν καὶ ἐν ἑτέροις τισὶ τῶν Φυομένων ἐν ἀγροῖς ἀξιοθαύμαστόν ἐστι τὴν ὥραν· πρὸς δὲ μίμησιν τὴν αὐτῶν ὑποβαλλόμενον τὸ τεχνουργούμενον λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πὼς τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοὐθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι Φιλότιμος, οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα.
He was rightly called foolish, since every fool is such and vain, just as the psalmist also says, "Surely every man treasures in vain, and does not know for whom he will gather them."
The passages that follow these, such as "Do not be anxious for your life," were written earlier in the Gospel according to Matthew, up to "and all these things will be added to you."
From Cyril of Alexandria. From the birds and the flowers of the field he produces in you a settled and unshakable faith, and he does not permit us to waver at all, because in every way and altogether he grants the frugality that comes from him, giving sufficiency in all things: "Consider," he says, "the lilies, how they grow," and the rest. And this is true: for the flowers of wealth, being varied and manifold, in lilies and in certain other things that grow in fields are admirable in their beauty; but when a crafted imitation of them is set forth, it falls short of them in every way, and scarcely comes anywhere near the truth. If then this is so, how is it not true that not even Solomon, though he was ambitious for honor, was clothed in all his glory as one of these? Therefore it is enough for the wise to have clothing that is decent and easily obtained for the sake of need alone, and a frugality of food that does not exceed what is sufficient; and for the saints the food that is in Christ will suffice—clearly the spiritual, divine, and intelligible food—and the glory that comes after these things.
“Μὴ Φοβοῦ τὸ μικρὸν ποίμνιον” ἀντὶ τοῦ μὴ ἀπιστήσῃς εἴρηται, μικρὸν δὲ ποίμνιον ὀνομάζει, ἣ ἐπειδὴ παράκειται μικρότης ἐν τῷ κόσμῳ τούτῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν Ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. εἰπὼν γὰρ ἐν τῇ τῶν ἑκατὸν προβάτων παραβολῇ, ὅτι χαίρει ἐπὶ τῷ ἑνὶ μᾶλλον τῷ πλανηθέντι καὶ εὑρεθέντι ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις, ἔδειξεν ὅτι ὡς ἓν ἐν τοῖς ἑκατὸν, τὸ ἐπὶ γῆς ἐστι ποίμνιον πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας. ἀλλ’ εἰ καὶ οὕτω μικρόν ἐστι, Φησὶν, ἡ τοῦ Θεοῦ ἀγαθότης ἡ a πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ οὖν τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά· προδήλως ἐκπληρούντων ἡμῶν τὸ ἐπαγόμενον· Φησὶ γὰρ, “πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε “ἐλεημοσύνην,” καὶ τὰ ἑξῆς· ἅπερ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.” Εἰπὼν ὅτι “ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, οὐ τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν παρακελεύεται, ἀλλὰ τὸ τῆς διανοίας ἕτοιμον εἰς Φιλεργίαν τοῖς ἐφ’ ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις. a εἰ Cod.
Do not fear, little flock," is said instead of "do not disbelieve." He calls it a little flock either because smallness lies in this world for those who willingly possess nothing and have no money, or because it is inferior to the multitude of angels, which is immeasurable and incomparably exceeds our own numbers. For when he said in the parable of the hundred sheep that he rejoices more over the one that went astray and was found than over the ninety-nine that did not go astray, he showed that the flock on earth is like one among a hundred compared to the immeasurable herds of spirits above. But even if it is thus small, he says, the goodness of God, which extends beyond all reckoning, has given it too the lot of the spirits that are above, that is, the kingdom of heaven. He, then, who gives such great and excellent things, how will he hesitate to richly provide us with the good things on earth, since we clearly fulfill what follows? For he says, "Sell your possessions and give alms," and the rest, which was written earlier in the Gospel according to Matthew, up to "there your heart will also be."
Having said, "Let your waists be girded," he does not urge us to have the waist of the body girded, but the readiness of the mind for diligence in all things that are evidently praiseworthy.
Οἱ δὲ λύχνοι τὴν τοῦ νοῦ ἐγρήγορσιν καὶ Φαιδρότητα νοητὴν ἐπιδηλοῦσιν, ἵνα ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προΦορητικὸν καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντα ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχοντες, δι’ ἀμφοτέρων ἐκλάμπωμεν. ὁ μὲν γὰρ ἔνδον ἡμᾶς φωτίζει, ὁ δὲ ἔξω τοὺς ἄλλους· διόπερ ὁ διδασκαλικὸς λύχνος ψυχούσθω καὶ ἀρδευέσθω καὶ τρεΦέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς ᾖ καὶ ἀλαμπής. Γάμους δὲ ὀνομάζει, διὰ τὸ μηδὲν ὅλως κατηφὲς ἢ λυπηρὸν ὑπάρχειν παρὰ τῇ θείᾳ καὶ ἀκηράτῳ Φύσει, ἵνα ἐλθόντος, Φησὶ, δῆλον δὲ ὅτι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἀθρόως καὶ ἀδοκήτως καθάπερ ἀώρως τῶν νυκτῶν ἐΦιστάμενος, ὅπερ σημαίνει τὸ ἄδηλον τῆς παρουσίας αὐτοῦ, οὓς ἂν παρεσκευασμένους εὕρῃ καὶ ἑτοίμους, εἴτε ἐν τῇ δευτέρᾳ, εἴτε ἐν τῇ τρίτῃ φυλακῇ τῆς νυκτὸς, τὴν παρουσίαν αὐτοῦ ἀναμένοντας, καὶ διὰ τοῦτο πᾶσαν ἀρετὴν ἐργαζομένους, “μακάριοί εἰσι, φησὶν, οἱ δοῦλοι ἐκεῖνοι, περιζώ- “σεται γὰρ καὶ διακονήσει αὐτοῖς.” τουτέστιν ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται καὶ οἷον κάμνοντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ πολυτελεστάτην, δαψιλῆ, ποικίλην, ἀμφιλαφῆ τῶν ἑαυτοῦ χαρισμάτων ἁπλώσει τράπεζαν. Νομίσωμεν δὲ τοὺς μὲν τῆς πρώτης φυλακῆς τοὺς ἐπιμελέστερον βιοῦντας, καὶ παρὰ τοὺς ἄλλους ἀγρύπνως διακειμένους περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, καὶ διὰ τοῦτο πρώτης τάξεως ἐπειλημμένους· τοὺς δὲ τῆς δευτέρας, τοὺς ὑποβεβηκότας· τοὺς δὲ τῆς τρίτης, τοὺς τούτων καταδεεστέρους.
The lamps signify the wakefulness and intelligible radiance of the mind, so that, practicing virtue and having the prophetic and the internal word always flashing both in the soul and on the tongue, we may shine through both. For the one illumines us within, the other those outside; therefore the lamp of teaching should be given life and watered and nourished by practical virtue, so that it not be dark and without light. He calls it a wedding, because nothing at all gloomy or sorrowful exists in the divine and pure nature, so that when he comes, he says—and it is clear that this refers to his second coming—suddenly and unexpectedly, like one arriving at an untimely hour of the night, which signifies the uncertainty of his coming, those whom he finds prepared and ready, whether in the second or in the third watch of the night, awaiting his coming, and for this reason working every virtue, "blessed are those servants, he says, for he will gird himself and serve them." That is, he will repay us with equal things and, as it were, restore us when we are weary, setting before us spiritual delights and spreading out a most costly, abundant, varied, and ample table of his own gifts. Let us consider those of the first watch to be those who live more diligently and, beyond others, keep vigil in the working of good things, and for this reason have attained the first rank; those of the second, those who are lower; and those of the third, those inferior to these.
Τινὲς δὲ πρώτην καὶ δευτέραν Φυλακὴν καὶ τρίτην τὸ διάφορον τῶν ἡλικιῶν ἐξηγήσαντο, πρώτην μὲν, καθ’ ἣν παῖδές ἐσμεν ἄνηβοι, δευτέραν δὲ, καθ’ ἣν νεανίαι, καὶ τρίτην, καθ’ ἣν πρεσβύται· τὸ δὲ, εἰ ἤδει ὁ οἰκοδεσπότης, καὶ τὰ ἑξῆς, ἕως μετὰ τῶν ἀπίστων θήσει, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Εἰς τὰ μικρὰ εἰς τὴν ἑρμηνείαν τοῦ σχολίου. ὨΡΙΓΈΝΟΥΣ. Ἔστιν ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου καὶ ἐπὶ τοῦ ἔσω· ἀπαιτούμεθα τοίνυν ἐγρηγορέναι, καθά Φησιν ὁ Σωτήρ· “γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε “εἰς πειρασμόν.” Καὶ μετ’ ὀλίγα — Πλὴν τὰ πολλὰ ἢ κατὰ πάντα ἐν τῷ βίε τούτῳ ἀγρυπνητέον ἐστι, πῇ μὲν διὰ τὸ ἐΦε-
δρεύειν τοὺς πολεμίους ὄντας, “οὐχ αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας “καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου, καὶ πνευματικὰ b τῆς “πονηρίας,” ἵν ἐκ τοῦ ἐγρηγορέναι σωζώμεθα, ὥσπερ δορκαὶ ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος, καὶ “ἵνα τὰς ὀσφύας “περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες, ὅμοια “γενώμεθα ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, ἵνα “ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ.” ΕΞ ἀνεπιγράφου. Διχοτομίαν φησὶ τοῦ κακοῦ δούλου διαιρεθῆναι τὸ ἐπισυμβεβηκὸς αὐτῷ, καὶ διακοπῆναι ἀπ’ αὐτοῦ μετὰ μεγάλων καὶ σΦοδρῶν ἀλγηδόνων· ἀτελὴς γὰρ εὑρεθήσεται ὁ τοιοῦτος, ἄνευ θείου Πνεύματος, σὰρξ ὢν καὶ οὐ πνεῦμα. ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι κατὰ τὸν Ἀπόστολον, ὅταν Πνεῦμα Θεοῦ ἐστιν ἐν ἡμῖν.
But some explained the first and second watch and the third as the difference of ages: the first, in which we are beardless children; the second, in which we are young men; and the third, in which we are old men. And the passage, "if the master of the house had known," and what follows, up to "he will place him with the unbelievers," was written beforehand in the Gospel according to Matthew. On the small points, for the interpretation of the scholium. Of Origen. There is sleep and waking, as in the case of the outer man and the inner. We are therefore required to be awake, as the Savior says: "Watch and pray, that you do not enter into temptation." And after a little — But for the most part, or in all things, in this life we must keep vigil, partly because enemies lie in wait, "not blood and flesh, but principalities and powers of this world, and spiritual forces of wickedness," so that by being awake we may be saved, like gazelles from snares, and like a bird from a trap, and "so that, having our loins girded and holding our lamps lit, we may become like men awaiting their Lord, so that when he comes and knocks we may immediately open to him." From an untitled work. He calls it a "cutting in two" of the wicked servant: that what has befallen him is divided and cut off from him with great and severe pains; for such a one will be found incomplete, without the divine Spirit, being flesh and not spirit. Since then we are in the spirit, according to the Apostle, when the Spirit of God is in us.
μέρος δὲ ἀτελὲς ἀπολειφθεὶς ἔσται μετὰ τῶν ἀπίστων, ὡς ἂν οὐδὲν τῆς πίστεως ἀπολαύσας εἰς σωτηρίαν, ἀλλὰ σὺν τῷ ἀπίστῳ κόσμῳ κατακριθεὶς, καὶ τοσούτῳ γε μείζων ἡ κόλασις, ὅσῳ πλεῖον ἡ χάρις. Ἐλθὼν οὖν ὁ Κύριος τὸν τοιοῦτον διχοτομητὸν c τῷ ζῶντι ἑαυτοῦ λόγῳ καὶ ἐνεργεῖ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὡς μὴ γενομένους ὁλοκλήρους πνεύματι καὶ ψυχῇ καὶ σώματι, ὁποῖοι εἰσιν οἱ ἁγιαζόμενοι ὁλοτελεῖς, ὧν ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τηρεῖται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δὲ σαΦέστερον ἴδῃς, πρόσεχε πῶς ἃν νοηθείη ἐκ τοῦ διικνεῖσθαι τὸν ζῶντα τοῦ Θεοῦ λόγον ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος, ὅντινα ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος οἱ μὲν οὖν διχοτομούμενοι πείσονται, οἱ δὲ πιστοὶ καὶ Φρόνιμοι οἰκονόμοι οὐ πείσονται. ὁ λόγος γὰρ ἐν αὐτοῖς ποιήσας τὰ ἀμΦότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας αὐτοὺς τῶ Θεῶ. Διὰ ποίαν αἰτίαν “ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου “αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν,” ὑπέχει λόγον; διότι μὴ ἠθέλησεν εἰδέναι, δυνάμενος μαθεῖν· εἰ δὲ ὁ μὴ γνοὺς ὅλος οὐκ ἄμοιρος ὀργῆς ἔσται, ὅτι μὴ εἰδὼς κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς, τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα. b πνεύματι καὶ Cod. c Leg. fors. διχοτομήσει, sed excidere plura.
But the one left behind as an incomplete part will be with the unbelievers, since he has enjoyed nothing of faith unto salvation, but is condemned along with the unbelieving world, and the punishment is greater in proportion as the grace was greater. When the Lord comes, he will cut such a one in two by his living word, which is effective beyond every two-edged sword, since they did not become whole in spirit and soul and body, such as those who are sanctified wholly, whose spirit and soul and body are kept blameless at the coming of our Lord Jesus Christ. But so that you may see more clearly, attend to how the division of soul and spirit might be understood from the living word of God penetrating through—a division of soul and spirit which those who are cut in two will indeed experience, but the faithful and prudent stewards will not experience. For the word, having made both one in them and having broken down the middle wall of partition, created the two into one new man, making peace, and reconciled them to God. For what reason does "the servant who did not know his Lord's will, and did things worthy of blows," give an account? Because he did not wish to know, though he was able to learn. But if the one who did not know will not be entirely free from wrath, because, not knowing, he neglected to learn, what account will release from having to endure many blows the one who knew and was negligent?
Εἰπὼν δὲ ὅτι “παντὶ ᾧ ἐδόθη πολὺ, πολὺ ζητηθήσεται παρ’ “αὐτοῦ,” ἔδειξεν ὅτι φορτικώτερον τῶν διδασκόντων τὸ κρίμα. Ποῖα δὲ ταῦτά ἐστιν ἃ ζητηθήσεται παρ’ αὐτῶν; τὸ ἐν πίστει ὀρθὸν, τὸ ἀπλανὲς εἰς μυσταγωγίας, τὸ βεβηκὸς ἐν ἐλπίδι, τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύι τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὥστε καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Τὸ “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον ἕως καὶ “τὸ ἔσχατον λεπτὸν ἀποδῷς.” ἘΞ ἀνεπιγράφου. Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεώπαν ἐν ἑαυτοῖς ἔλεγον, “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ “ὁδῷ, καὶ ὡς ἐλάλησεν ἡμῖν, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραΦάς.” Τοῦ Χρυσοστόμου. “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” τὴν γῆν τὴν ὑφ’ ὑμετέροις ποσὶ πατουμένην, ἀλλ’ ἐπὶ τὴν γῆν τὴν ὑφ’ ἐμαῖς χερσὶ πεπλασμένην, ἐπειδήπερ ὁ διάβολος ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτημάτων· “πῦρ ἦλθον ἐπιβαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήΦθη; δεῖ γάρ με καθαρίσαι τὴν ἐμὴν γῆν δεῖ μετὰ τοῦ διαβόλου πικροΦόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρῶ τῇ ψυχῇ καθαρὸν τὸν οὐράνιον σπόρον ἐν οὐρανῷ. “Οὐκ ἦλθον γὰρ βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,” ἐὰν μὴ χαλάσω τῷ ἐχθρῷ ὑμῶν μάχαιραν, ὑμῖν οὐκ ἔσται εἰρήνη. Κυρίλλου Ἀλεξανδρείασ. Καίτοι Χριστὸς ἐστὶν ἡ ἡμῶν κατὰ τὰς γραφάς. Πῶς οὖν, ἔφη, οὐκ ἦλθον εἰρήνην δοῦναι ἐπὶ τῆς γῆς;
Having said, "To everyone to whom much was given, much will be required of him," he showed that the judgment of teachers is more burdensome. But what are these things that will be required of them? What is correct in faith, unerring in mystical instruction, steadfast in hope, unshaken in endurance, unbroken in spiritual strength, ready and vigorous for any noble deed whatsoever, so as to be a model for others of an angelic way of life. "I came to cast fire upon the earth" was written earlier in the Gospel according to Matthew up to "and you pay the last lepton."
From an untitled source. Those with Cleopas, having this fire within themselves, said, "Was not our heart burning within us on the road, and as he spoke to us, and as he opened the Scriptures to us?"
From Chrysostom. "I came to cast fire upon the earth," not upon the earth trodden under your feet, but upon the earth molded by my hands, since the devil sowed thorns and thistles of sins in the hearts of men. "I came to cast fire upon the earth, and what do I wish if it were already kindled? For I must purify my earth, I must with fire consume the bitter and harmful shoots along with the devil, so that with a pure soul I may sow the pure heavenly seed in heaven. For I did not come to cast peace, but a sword," unless I relax the sword against your enemy, you will not have peace.
From Cyril of Alexandria. And yet Christ is our peace according to the Scriptures. How then, he said, did I not come to give peace upon the earth?
ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλὸν καὶ ὄντως ἀγαθὸν, ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἐστὶν ἐπισφαλὴς πολλάκις καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα. Ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κάταγε τὸ τὰ ἴσα φρονεῖν ἐκείνοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς Φίλτρων οἱ πιστοὶ ἀΦίστανται καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ Φιλίαν ἀναίνεται a, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς Φίλτρον ἀπώσατο. a ἀνένεται Cod.
ΚΕΦ. ΜΖ.
Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἱμα αὐτῶν ὁ Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν, χρὴ γινώσκειν ὅτι οὗτοι εἰσιν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μέμνηται. ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ ὁ Ἰώσηππος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαγγέλλων πολλὴν πρόΦασιν δῆθεν εὐσεβείας. κύριον γὰρ μηδὲ μέχρι στόματος, ἔφασκε, μὴ δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ ΦιλοΦροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα. ὅθεν καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάταις αἰκίαις ὑπεβάλλοντο, οἱ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰ διατεταγμένα ἐν τῷ Μωϋσέως νομοθεσίας ἀναφέρεσθαι τῷ Θεῷ. Διόπερ καὶ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίγνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας.
For peace is a noble thing and truly good, but not every peace altogether possesses the quality of being blameless; rather it is often precarious and carries one away from the love of God. For peace with those of a different mind is unprofitable, if it entails thinking the same things as they do. For this reason the faithful also withdraw from earthly friendships and ignore kinsmen, and a father refuses friendship with his son, and a son disregards the honor due a father, and a mother rejects the affection of a daughter.
CHAPTER 47.
Concerning the Galileans and those at Siloam. Concerning the Galileans whose blood Pilate mixed with their sacrifices, as was reported to Christ, one must know that these were the followers of the doctrines of Judas the Galilean, whom Luke also mentions in the Acts of the Apostles. The doctrine of Judas was, as Josephus also showed in the final books of the Jewish Antiquities, proclaiming a great delusion under the pretext, as it were, of piety. For he said that one ought not to call any man lord, not even to the extent of the mouth, nor to show any honor or friendly affection; and so neither the king. Hence many of them also, for not saying "Caesar is lord," were subjected to the harshest tortures, and they taught that nothing beyond what was ordained in the legislation of Moses should be offered to God. Therefore they also prevented the sacrifices handed down by the council of the people from being performed for the salvation of the king and of the Roman nation.
εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσΦέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσΦερομέναις θυσίαις τὸ αἷμα τῶν προσΦερόντων. ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελον τῷ Σωτήρι’, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν· καὶ γὰρ ἐνόμιζόν τινες ἀπὸ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν ταῦτα πεπονθέναι τοὺς ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τὰς τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας τοὺς ἄρχοντας κατὰ τῶν ὑπηκόων· διὸ αὐτὸς τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς τίθησιν, οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἰτα ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥήματι, ἀποτρέπων τῆς ἐμφυλίου στάσεως προφάσει εὐσεβείας ἀναπτομένους τοὺς ἀπὸ τοῦ λαοῦ, τὸ “ἐὰν μὴ μετανοήσητε,” τουτέστιν, ἐὰν μὴ μεταβάλητε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖ τοῦ Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ἀναμιχθήσεται ὑμετέραις θυσίαις.
It is likely, then, that Pilate, being indignant at the Galileans on these grounds, ordered them to be killed at the very sacrifices which they seemed to be offering according to the law, so that the blood of those offering was mixed with the sacrifices being offered. Since, then, these things seemed to be done for the sake of piety, they reported them to the Savior, wishing to learn what was pleasing to him concerning these matters. For some of the people thought that those who were killed had suffered these things most justly according to their sins, inasmuch as they had stirred up sedition among the people and had provoked the rulers to hatred against their subjects. Therefore he himself grants that they were sinners, yet he does not say that they suffered these things as being worse than those who did not suffer. Then, in addition to this, he says, as far as the wording goes, turning away the people from civil sedition that was being kindled under the pretext of piety: "Unless you repent," that is, unless you change from stirring up sedition and resisting the rulers, which is not done according to the will of God, you will all perish likewise, and your blood will be mixed with your sacrifices.
Ὁ πύργος ὁ πεσὼν ἐν τῷ Σιλοὰμ οὐχ ὡς ἁμαρτωλοτέρους πάντων ὄντας τοὺς δέκα καὶ ὀκτὼ κατέχωσεν, καθὼς καὶ αὐτός Φησιν ὁ Κύριος, ἀλλὰ δι’ ὀλίγων ὑπόδειγμα τοῖς οἰκοῦσι τὴν Ἱερουσαλὴμ γέγονε. καὶ ὁ μὲν εἷς πύργος παραβάλλεται ὅλῃ τῇ πόλει, ἵνα τὸ μέρος ἐκφοβήσῃ τὸ ὅλον, οἱ δέκα καὶ ὀκτὼ τῷ λαῷ τῆς πόλεως· ὅθεν ἐπείπερ τοὺς οἰκήτορας τὰ τῆς ἀπιστίας ἐνέμεινε, καὶ αὐτοὶ σὺν αὐτῇ μικρὸν ὕστερον τοῖς αὐτοῖς περιέπεσαν οἷς περ ὁ πύργος καὶ οἱ δέκα καὶ ὀκτὼ, ὅτε τὴν Ἱερουσαλὴμ ὁ Τίτος κατέστρεψεν καὶ πολὺν λαὸν ἐθανάτωσε. Ἡ τῆς συκῆς παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλὴμ διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ. Ισίδωρου Πηλουσιώτου. Ἡ Εὐαγγελικὴ συκῆ ἐστὶ, ὁ δὲ οἰκοδεσπότης ὁ Θεὸς καὶ Πατὴρ, ὁ δὲ ἀμπελουργὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Φιλοπονῆσαι καὶ ἐκκαθᾶραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας, ἐκκοπῆναι δὲ παρὰ τοῦ οἰκοδεσπότου κελευσθεῖσαν τὴν συκῆν ὡς ἄκαρπον, ἐΦ᾿ αὕτην Φησι καὶ τοῦτο τὸ ἕτερον· εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, καὶ] τοῖς ἐμοῖς ἀρδευθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψῃς αὐτὴν, εἰς τὸν ἄλλον αἰῶνα τῆς τῶν δικαίων μερίδος, ἐκτεμὼν αὐτούς· ἔστι δὲ ἡ πρώτη ἀθέτησις τῆς ἐντολῆς, ἡ παράβασις ἡ ἀπὸ τοῦ ξύλου, τοῦ ἐν μέσῳ τοῦ παραδείσου προστάττουσα μὴ γεύεσθαι· ἡ δὲ δευτέρα, ἡ ἐν τῷ νόμῳ δυσσέβεια ἡ πρὸς τὸν μόσχον· ἡ δὲ τρίτη ἀσέβεια ἡ ἐν τῇ χάριτι τυγχάνει παραίτησις, “οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων.
The tower that fell in Siloam did not bury the eighteen because they were greater sinners than all, as the Lord himself also says, but it became an example for a few to those dwelling in Jerusalem. And the one tower is compared to the whole city, so that the part might terrify the whole, and the eighteen to the people of the city; whence, since the things of unbelief remained for the inhabitants, they too along with it shortly afterward fell into the same things as the tower and the eighteen, when Titus destroyed Jerusalem and put to death a great multitude of people. The parable of the fig tree convicts the barrenness of Jerusalem through Moses, through the prophets, through himself. Of Isidore of Pelusium. The Gospel fig tree is, and the master of the house is God and Father, and the vinedresser is the Son of God, who came to labor diligently and to cleanse our vineyard, but the fig tree was commanded by the master of the house to be cut down as barren; to it he says also this second thing: if through the law and the prophets they were not improved and did not yield the fruits of repentance, let them also be watered by my doctrines and sufferings; and if they bear the fruit of obedience; but if not, you shall cut it down for the future, cutting them off into the other age from the portion of the righteous. And the first rejection of the commandment is the transgression from the tree, which commanded not to taste of the one in the middle of the paradise; and the second is the impiety in the law, that toward the calf; and the third is the ungodliness in grace, the plea, "We have no king but Caesar," and denying the Lord of glory.
Κόπρια δὲ λέγει τὰ δάκρυα, καὶ τοὺς στεναγμοὺς, καὶ τὰς χαμευνίας, καὶ τὰς ἀγρυπνίας, καὶ τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν, ὡς ὁ θεολόγος λέγει Γρηγόριος.
ΚΕΦ. ΜΗ.
Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Ἡ συγκύπτουσα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς, καθώς φησιν ὁ δεσπότης, “ἣν ἔδησεν ὁ Σατανᾶς, ἔτη
“δέκα καὶ ὀκτὼ,” ἴσως παρεωραμένην παρὰ Θεοῦ δι’ οἰκεῖα πταίσματα· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, θεοπρεπεστάτῃ δὲ λίαν Φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς ἀνωτάτω, τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει προσεπιτίθησι δὲ καὶ χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ Θεοῦ λόγον δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τὸ τισὶν ἀνοσιώτατον δοκοῦν. περὶ ὧν εἶπεν ὁ δεσπότης Χριστὸς πρὸς τὸν ἀρχισυνάγωγον περὶ τοῦ σαββάτου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ἔχαιρε δὲ ὁ λαὸς ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ, ἐπειδὴ τὰ παράδοξα ἔργα ἔλυε πᾶσαν ζήτησιν παρά γε τοῖς μὴ κακοήθειαν ζητοῦσιν, ὅπερ οἱ ἄρχοντες ἔπραττον, ἐπὶ πρόΦασιν νόμου τὸν Σωτῆρα κακῶς ὑβρίζοντες.
He calls tears, groans, sleeping on the ground, vigils, and the wasting away of soul and body "dung," and the correction that comes through confession and a more dishonorable manner of life, as Gregory the Theologian says.
CHAPTER 48.
Concerning the woman who had a spirit of infirmity. The woman who was bent double is said to have suffered this from the savagery of the devil, as the Lord says, "whom Satan bound for eighteen years," perhaps overlooked by God because of her own faults; for the accursed Satan has become the cause of disease for human bodies. But with a voice most befitting God and filled with the highest authority, he drives out this woman's sickness; and he also lays his hands on her, so that we may learn that the holy flesh bore the power and energy of the Word of God; for it was his own, and not another's beside him, being the Son uniquely and specifically, according to what seems to some most impious. Concerning the things that the Lord Christ said to the ruler of the synagogue about the Sabbath, it was written beforehand in the Gospel according to Matthew. And the people rejoiced at all the glorious things that were done by him, since his wondrous works dissolved every question among those who do not seek out malice, which is what the rulers did, abusing the Savior wickedly under the pretext of the law.
ΚΕΦ. ΜΘ.
Περὶ τῶν παραβολῶν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Ἴδε κόκκον σινάπεως διὰ παραβολῆς δεικνύμενον, καὶ λόγον ἐπουράνιον σπέρματος δίκην ἐν κόσμῳ ὡς ἐν ἀγρῷ σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυρρακὲς καὶ τὸ αὐστηρὸν τῆς δυνάμεως. κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο, οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς ἐν χώματι κρυβεὶς καὶ τριημέρως μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν ὡς πετεινοῖς οὐρανοῦ, ὑφ’ ὧν κλάδων σκεπασθέντες οἱ πάντες ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. Τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχὴν, ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὡς γενέσθαι πρὸς τὸ Ἅγιον Πνεῦμα, ἓν φύραμα. Τὰ δὲ ἕτερα τούτων πέρι τε τοῦ κόκκου τῆς σινάπεως καὶ περὶ
CHAPTER 49.
Concerning the parables. Of Saint Irenaeus the bishop. See the grain of mustard seed shown through a parable, and the heavenly word sown in the world as in a field like a seed, having in itself the fiery and the austere quality of its power. For he was proclaimed judge of the whole world; this one, hidden in the heart of the earth in a heap of soil and in three days begotten as a greatest tree, extended his own branches to the ends of the earth. From this, the twelve Apostles, emerging as beautiful and flourishing branches, became a shelter for the nations as for birds of heaven, by which branches all, covered like birds gathered under a nest, partook of the edible and heavenly food coming forth from them. And the leaven signifies the Holy Spirit, and the three measures signify body, spirit, soul; and these are sanctified by the leaven of the Holy Spirit, so as to become, in relation to the Holy Spirit, one lump. And the other matters concerning these, about the grain of mustard seed and about
τῆς ζύμης ἕως καὶ “εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
ΚΕΦ. Ν.
Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι. Ὡς γὰρ ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συνεγηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ᾿ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί Φησιν, ὅτι “οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἀπό- “στητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας·” οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. τίνες δ᾿ ἂν νοηθεῖεν οἱ λέγοντες, τῷ Χριστῷ τὸ “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας;” ἁρμόσειεν ἂν ὁ τοιοῦτος δὲ λόγος, μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, “ὅτι ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ, “καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προΦήτας,” καὶ τὰ ἑξῆς. Κυρίλλου Ἀλεξανδρείασ. Πῶς οὖν ἤσθιον καὶ ἔπινον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν, προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας ἤσθιον καὶ ηὐφραίνοντο, ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ·
of the leaven, up to and including “there are first who shall be last,” was written beforehand in the Gospel according to Matthew.
CHAPTER 50.
Concerning the one who asked whether few are saved. For as in the case of a certain householder who had gathered many of his acquaintances to a feast and a table, and then had gone in ahead with those with whom he was to do this, and had shut the door, those who knock after this will hear, he says, “I do not know you, where you are from; depart from me, all you workers of iniquity.” For there is no fellowship of light with darkness. But who might be understood as those saying to Christ, “We ate and drank in your presence, and you taught in our streets”? Such a statement would fit especially those from Israel, to whom Christ also said, “that you will see Abraham and Isaac and Jacob, and all the prophets,” and the rest. Of Cyril of Alexandria. How then did they eat and drink of God? Performing the legal worship; for in bringing to God the sacrifices made through blood, they ate and were glad, and they also heard in the synagogues the books of Moses, who did not so much write his own things as interpret the things from God.
προανετίθει γὰρ ἀεὶ τῶν ἑαυτοῦ Φωνῶν τὸ “τάδε λέγει Κύριος.” Ἀλλ’ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία, οὐδ’ ἃν ἀπονήψετό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων, καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν εὐσεβῆ, καὶ τὴν εὐαγγελικὴν, θεσπίσμασιν ἀκολουθήσαντες, δι’ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἃν εἰ ἐλάσειεν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαριθμήσεις τοῖς ὠνομασμένοις, καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν, ἐσθ’ ὅτε τῶν πάντων κριτὴς, “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας.” καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; πολλοὶ πεπιστεύκασιν εἰς τὸν Χριστὸν, καὶ τὰς ἁγίας ἐπ’ αὐτῷ τελοῦσιν ἑορτάς. φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίᾳ τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμάτων, ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδὲν, ἀλλὰ
καὶ πνευματικῆς ἐργασίας γυμνὴν ἔχουσι τὴν ψυχήν. κλαύσονται καὶ οὗτοι πικρῶς καὶ βρύξουσι τοὺς ὀδόντας· ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. ἔφη οὖν ὅτι “οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, “εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ “θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
For he always set before his own utterances, "Thus says the Lord." But the worship through blood is not sufficient for justification, nor would anyone wash away defilements by becoming a hearer of the divine laws while having done nothing of what was commanded, and in another way not having received the faith that justifies the pious person, and having followed the evangelical decrees, through which it was possible to cultivate the well-endowed and chosen life—how, if he drove into the kingdom of God, would he number among those named, and certain others able to say, when the judge of all things, "We ate and drank in your presence, and you taught in our streets." And who would these be again? Many have believed in Christ and celebrate the holy feasts for him. But attending also in the church, they hear the evangelical teachings, yet they store up nothing of what is written in their mind, but
even have their soul bare of spiritual work. These also will weep bitterly and gnash their teeth; for the Lord will also deny them. He said therefore that "Not everyone who says to me, Lord, Lord, will enter into the kingdom of God, but the one who does the will of my Father who is in the heavens.
ΚΕΦ. ΝΑ.
Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. Τὸ “ἔξελθε καὶ πορεύου ἐντεῦθεν,” Φθόνῳ φερόμενοι οἱ Φαρισαῖοι ἔλεγον δεσπότῃ Χριστῷ· οὐδὲ γὰρ ἤθελόν τινας Φιλεῖσθαι ὑπ’ αὐτοῦ, οὔτε ταῖς θεοσημίαις, οὔτε ταῖς ὑπὲρ νόμου μυσταγεγίαις. Ὅπερ γὰρ εἶπον, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι,” προφασιζόμενοι ἔλεγον, ὅθεν αὐτὸς ὡς ἐτάζων νεΦροὺς καὶ καρδίας, τοῦτο εἰδὼς, πράως τε καὶ ἐπεσκιασμένως, καθὼς ἔθος αὐτῷ, ἀνταποκριθεὶς εἶπε, “εἴπατε τῇ ἀλώπεκι ταύτῃ.” καὶ δοκεῖ μέν πὼς τετράφθαι καὶ βλέπειν τὴν τοῦ λόγου δύναμιν εἰς τὸ Ἡρώδου πρόσωπον, ὥς τινες ἐνόμισαν, ἔρχεται δὲ μᾶλλον κατὰ τῆς Φαρισαίων σκαιότητος. οὐ γὰρ εἶπε τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ “ ταύτῃ,” εὐφυέστατα μέσῃ τινὶ χρώμενος Φωνῇ, σαφῶς δεικνύων ἐγγὺς ὄντας τῇ ἀλώπεκι τοὺς Φαρισαίους τῇ πανουργία· καὶ γὰρ πῶς ὡς ἀεὶ πανοῦργόν ἐστι καὶ δύστροπον τὸ ζῶον, οὕτω καὶ οἱ Φαρισαῖοι· ὅθεν καὶ ὡς προσδοκῶντες κατορρωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, ταῦτα ἔλεγον, καί τοι τῶν δυνάμεων ὄντα Κύριον. Οπερ δὲ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στῖφος, ἀποπληροῦν ἐπαγγέλλεται λέγων, “ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ.” Ως γὰρ προείρηται διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παραδόζων ἐπιδείξει χρώμενος, σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν ἀυτῶ. ι Διὰ δὲ τοῦ εἰπεῖν “τελειοῦμαι,” ἔδειξεν, ὅτι ἑκὼν ὑπομένει τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τότε ὑπέρχεται γε τοῦ σῶσαι τὴν ὐπ’ οὐρανόν.
CHAPTER 51.
Concerning those who spoke to Jesus on account of Herod. The words "Depart and go away from here," the Pharisees spoke to the Lord Christ, driven by envy; for they did not wish anyone to be loved by him, neither through the divine signs nor through the mystical teachings on behalf of the law. For what they said, that "Herod wishes to kill you," they said by way of pretext, wherefore he, as one who tests kidneys and hearts, knowing this, gently and covertly, as was his custom, answered and said, "Tell that fox." And it seems in some way to have been directed and to look to the force of the saying toward the person of Herod, as some supposed, but it comes rather against the perversity of the Pharisees. For he did not say "that fox," but "this one," most aptly using a kind of middle expression, clearly showing that the Pharisees are near to the fox in cunning; for just as that animal is always cunning and crafty, so also are the Pharisees; wherefore also, as though expecting that he would be terrified by Herod's hand, they said these things, although he is Lord of the powers. But what he knew would grieve the crowd of the Pharisees, he promises to fulfill, saying, "Behold, I cast out demons, and I perform healings." For as was said before, for this reason they were persecuting him, so that he might not, by displaying paradoxes, ensnare many into believing in him. And by saying "I am perfected," he showed that he willingly endures the passion upon the cross, and then indeed he submits to save what is under heaven.
Εἰπὼν δὲ ὅτι “δεῖ με” οὐκ ἀνάγκην ἀδιαΦύλακτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐν ἐξουσίᾳ τῶν αὐτοῦ θελημάτων ἀνειμένως τε καὶ ἀνυπόπτως, ὅποιπερ ἃν ἐθέλοι,
βαδιεῖται, καὶ περινοστήσῃ τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἣ ἐπιβουλεύοντος, ἄχρις ἃν αὐτὸς καταδέξηται τὴν διὰ τοῦ τιμίου σταυροῦ τελείωσιν. Τὸ δὲ “σήμερον καὶ αὔριον,” πλείονας ἡμέρας δηλοῖ. Εἰπὼν δὲ ὅτι “οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερου- “σαλὴμ,” ἐδήλωσεν ὅτι καὶ τοῦτό, φησιν, ἀπόκειται αὐτὴ, τὸ καὶ ἐμὲ αὐτὸν τὸν τῶν προφητῶν κύριον ἐν αὐτῇ παθεῖν. Τὸ δὲ “οὐκ ἐνδέχεται” μηδεὶς νομιζέτω βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπαγομένην εἰς τὸ τοιαῦτα δρᾷν εἰρῆσθαι, ἀλλὰ κατὰ τὴν τῆς ἀληθείας διάγνωσιν ἐξ ὧν ἔπραττον μιαιφόνον κεκτημένοι προαίρεσιν. Τὸ “Ἱερουσαλὴμ, Ἱερουσαλὴμ,” ἕως, “ἐν ὀνόματι “Κυρίου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.”
ΚΕΦ. ΝΒ.
Περὶ τοῦ ὑδρωπικοῦ. Κληθεὶς δὲ πάλιν ὑπὸ Φαρισαίου ἐν σαββάτῳ ὁ δεσπότης Χριστός· ἦν δὲ οὗτος τῶν παρ’ αὐτοῖς διαπρεπεστάτων, μάλιστα διὰ τὸ δύστροπον αὐτῶν ἀπῆλθε, μᾶλλον δὲ διὰ τὴν τούτων ὠΦέλειαν συνέστιος γενόμενος τούτοις, ὅπως θεωροὶ γενόμενοι τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος τε ὁμοῦ τε καὶ δόξης αὐτοῦ, τάχα πὼς κἂν οὕτως πιστεύσωσιν ὅτι Θεός ἐστι, καὶ Υἱὸς Θεοῦ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν· παρετηροῦντο δὲ αὐτὸν, μὴ ἄρα πὼς καταπεφρόνηκε τῆς εἰς τὸν νόμον αἰδοῦς, τι τῶν ἀπηγορευμένων ἐργαζόμενος ἐν ἡμέρᾳ σαββάτῳ.
But when he said "I must," he did not indicate a necessity imposed upon him that was beyond his control, but rather that he would proceed freely and without suspicion, in the power of his own will, wherever he might wish, and would go about Judea, with no one attacking or plotting against him, until he himself should accept his consummation through the precious cross. And "today and tomorrow" indicates several days. And when he said, "It is not possible for a prophet to perish outside Jerusalem," he showed that this too, he says, is reserved for her—that I myself, the Lord of the prophets, should suffer in her. And let no one suppose that "it is not possible" was spoken as bringing a compelling force upon the Jews to do such things, but rather according to the discernment of truth, from the fact that they possessed a murderous disposition by their own choice. The words "Jerusalem, Jerusalem," up to "in the name of the Lord," were written in advance in the Gospel according to Matthew.
CHAPTER 52.
Concerning the man with dropsy. And when the master Christ was again invited by a Pharisee on the Sabbath—and this man was among the most distinguished of them—he went, especially because of their ill temper, or rather for their benefit, becoming a guest at table with them, so that they, having become spectators of his power and glory beyond that of man, might perhaps in this way at least believe that he is God, and the Son of God who underwent likeness to us without departing from being what he was. And they were watching him closely, to see whether perhaps he had disregarded respect for the law by doing something forbidden on the Sabbath day.
ὁ δὲ Κύριος οὐχ ὅπως ἐκκλίνῃ τὴν ἄφρονα μέμψιν, ἀλλ’ ὅπως εὐεργετήσῃ τινὰς πάντα διαπράττεται, ὅθεν καὶ τὴν ἀφροσύνην ἐλέγχει τῶν αἰτιᾶσθαι μελλόντων αὐτὸν ἐπὶ σαββατικαῖς εὐεργεσίαις, λέγων, “ἔξεστι τῷ σαβ- “βάτῳ θεραπεῦσαι ἣ οὔ;” καὶ γὰρ ἦν, φησὶν, ἄνθρωπός τις ὑδροπικὸς ἔμπροσθεν αὐτοῦ. ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος, καὶ ὡσανεὶ λέγων αὐτοῖς, εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς τὸν εἰς φρέαρ καταπεσόντα; μὴ φροντίσῃς υἱοῦ κινδινεύοντος ἐν σαββάτῳ, μηδὲ τὶ
τῶν τοιούτων διαπράξῃ; τοιγαροῦν χαίρειν εἰπὼν ταῖς Φαρισαϊκαῖς βασκανίαις, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον.
ΚΕΦ. ΝΓ.
Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας. Ὅπερ δὲ εἶπε, τοὺς κεκλημένους “ἐπίσχων πῶς τὰς πρωτοκλι- “σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πὼς εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια Φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται· τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστωται, ὅταν ἐντιμωτέρου ἐλθόντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὣν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐΦιέμενος, παραχωρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων.
But the Lord does all things not to avoid foolish blame, but to benefit some; and hence he also exposes the folly of those who were about to accuse him for benefactions on the Sabbath, saying, "Is it lawful to heal on the Sabbath, or not?" For there was, it says, a certain man with dropsy before him. And since they had sullenly fallen silent, Christ breaks through their unbroken shamelessness, employing compelling reasonings for this, and as if saying to them, if the law has forbidden showing mercy on the Sabbath, how do you yourself show pity to the one who has fallen into a pit? Will you not care for a son in danger on the Sabbath, nor do any of such things? Therefore, bidding farewell to Pharisaic envy, he releases from sickness the man gripped by dropsy.
CHAPTER 53.
On not loving the chief seats. Now what he said, observing how those who had been invited "were choosing the chief seats," seems to some perhaps to be somewhat trivial and not worthy of much concern; but when one fixes the eye of his understanding upon them, then he will learn what kind of blemish it removes from a man, and how much orderliness it produces in him; for to seek readily honors not entirely owed to us proves one to be senseless. For with how much shame is the matter reproached, when, a more honored man having come, the one who invited both will say, "Give this man a place"? But prudent and worthy of admiration is the man who, though able to be honored with the first seats, does not aspire to this, but yields to others, at least so as not to seem defeated by love of glory; wherefore such a man will receive the honor as a debt, hearing "Come up higher.
μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον Φρόνημα. Κυρίλλου Ἀλεξανδρείασ. Εἰ γὰρ τοῖς ἑτέροις ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήΦου, καὶ στεΦανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον Φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόντος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς. Τὸ δὲ, “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαν- “τὸν ὑψωθήσεται,” τῆς θείας ἤρτηται κρίσεως, οὐ πάντως γὰρ κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν, ἐπειδὴ καὶ πολλοὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς.
ΚΕΦ. ΝΔ.
Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Ὑποθέμενος περὶ τῆς σωτηρίου ταπεινοφροσύνης θεῖον παράγγελμα καλὸν καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, καὶ μέγαν εἰσάγει τῆς πρὸς ἀνθρώπους δεξιώσεως τὸν σκοπὸν καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μὴ παραχρῆμα τὴν ἀνταπόδοσιν κέκτηται. οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας, διὰ τὸ εὐθέως ἀντικληθῆναι πή αὐτῶν τοῦτο ποιοῦσιν· οἱ δὲ μεγαλόψυχοι τὸ ὑπερβαλλόντως κάλλιον καὶ μεγαλοπρεπέστερον ἐργάζονται, ὅπερ ὑπέδειξεν ὁ Κύριος· τὸ τοὺς δεομένους καὶ ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ’ ὣν οὐκ ἔστιν ἀνταπόδοσις· ἀλλ’ ὁ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς Φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς·
Great indeed and excellent is the good of a modest mind. From Cyril of Alexandria. For if one seeks the things of others, let him gain this through the vote from above, and let him be crowned with honors from God, let him surpass many in the brilliance of his virtues, in humility; for exalted before God is a restrained mind. He becomes an imitator of Christ who said, "Learn from me, for I am gentle and humble in heart." And saying these things, he no longer rebukes severely, but exhorts kindly. And the saying, "Everyone who exalts himself will be humbled, and the one who humbles himself will be exalted," depends on divine judgment, for it does not altogether come to pass according to human custom, since many who have grasped at honor have obtained this cheap honor.
Chapter 54.
Concerning those who are invited to the dinner. Having set forth the divine commandment concerning saving humility, he also brings a good teaching to those who invite, and introduces the great goal of graciousness toward men and a fruit most worthy of zeal, even if it does not possess its recompense immediately. For the small-minded, when they invite friends and brothers and relatives and neighbors, do this because they might immediately be invited back by them; but the great-minded do what is surpassingly better and more magnificent, which the Lord indicated: to show kindness to the needy and the weak and the maimed, from whom there is no recompense; but God is the one who repays the honor of kindness in the life to come.
τοῦτο δὲ οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς διεμαρτύρατο, ἀλλ’ ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς ΦιλοΦροσύνας τῶν ἴσων ἀνταποδώσεως, ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας ἐπὶ μεγάλαις ἀνταποδώσεσι ταῖς παρὰ Θεοῦ. O εἰπὼν “μακάριος ὅς τις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ “τῶν οὐρανῶν,” οὔπω μὲν ἦν πνευματικὸς, ψυχικὸς δὲ μᾶλλον, καὶ ἀνεπιτηδείως ἔχων πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων περὶ Χριστοῦ, ὠήθη γὰρ σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβάς. διόπερ ἐξυφαίνει Χριστὸς ὁ Θεὸς ἡμῶν παραβολὴν τοῖς τότε παροῦσιν· ἀποχρεώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπὶ παντὶ τῷ κόσμῳ γενομένης οἰκονομίας, ἥτις ἐστιν ἀυτὴ. “Ἄνθρωπός τις,” Φησὶν, “ἐποίησε δεῖπνον μέγα,” καὶ ὁ μὲν ἄνθρωπος νοηθείη ἄνθρωπος καὶ πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ δὲ πάντως εἰσὶν ἡ ἀλήθεια· οὕτω δὴ οὖν ὁ τῶν ὅλων δημιουργὸς, ὁ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν, οἰκουμενικὴν εἰργάσατο πανήγυριν· δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ δεῖπνον δὲ αὐτὸ καλεῖ καὶ οὐχι ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ καθ’ ἡμᾶς αἰῶνος ἐπεφάνη ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Φαγεῖν, ἐκάλεσε
But he testified this not to exclude them from the honor due to their own people, but to teach that they should not sell their kindnesses for an equal repayment, but should make them beneficial for great repayments from God. The one who said, "Blessed is he who shall eat bread in the kingdom of heaven," was not yet spiritual, but rather soulish, and unfitted for precise understanding of the things spoken about Christ; for he thought that the rewards of the saints would be bodily. Therefore Christ our God weaves a parable for those present at that time, sufficient to demonstrate the economy that has come about over the whole world, which is this. "A certain man," he says, "made a great dinner." The man might be understood as man and father; for images are molded toward the truth, but they are not themselves altogether the truth. So then the Creator of all things, the Father of glory, has made a great dinner, that is, he has prepared a worldwide festival. It is clear that he calls the dinner that which is in Christ, and not a breakfast, because in the last times of the age, and as it were at the setting of our age, the Son appeared to us, when he also underwent death for our sake, and gave us his own flesh to eat. He called
δὲ πολλοὺς, τὰ πλήθη δηλονότι τῶν Ἰουδαίων. τίς δὲ ἦν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί Φησιν; αὐτὸς ὁ Χριστός· ὅστις Θεὸς ὢν Φύσει, καὶ Υἱὸς ἀληθινὸς, “μορΦὴν δούλου ἑαυτὸν “κενώσας ἀνέλαβε.” Ποῖα δὲ ἦν ἃ ἡτοίμασε τοῖς κεκλημένοις; ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος Ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, βασιλείαν οὐρανῶν· ἐπὶ ταῦτα κέκληκε Κύριος ὁ Θεὸς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. Τὸ δὲ “ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι,” τοῦτό ἐστιν, ὅτι ὡς ἐξ ἑνὸς συνθήματος οὐδένα λόγον ἐποιήσαντο τῆς κλήσεως, τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες, ἀγρῶν τε καὶ γεωργίας καὶ παιδοποιίας ἕνεκα. Τίνες δὲ ἃν νοηθεῖεν οἱ παραιτησάμενοι; ἣ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες, ἄνδρες ἁδροὶ τὰ βαλλάντια καὶ Φιλοκερδίᾳ ἡττημένοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν· διὰ πάσης γὰρ ἔπος εἰπεῖν τῆς θεοπνεύστου γραφῆς ἐπ’ αὐτοῖς δὴ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν τούτους. διὸ καὶ ἔξω μεμενήκασι τῆς ἑορτῆς, ταῖς οὕτω σκληραῖς ἀπειθείαις τὸ μέγα δεῖπνον περιυβρίσαντες. Κέκληνται δὲ ἀντ’ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἕως τινὸς ἔχοντες καὶ ἀΦεγγῆ καὶ χωλεύουσαν, ὑγιεῖς δὲ καὶ εὔρρωστοι διὰ τῆς εἰς Χριστὸν γενομένης πίστεως· ἐδιδάχθησαν γὰρ ὀρθοποδεῖν, καὶ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο Φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, διαμάθοι τις ἂν ταῖς τῶν ἁγίων Ἀποστόλων Πράξεσιν ἐντυχών.
But many, clearly the multitudes of the Jews. And who was the one sent, whom he also calls a servant? Christ himself; who, being God by nature and true Son, "emptied himself and took the form of a servant." And what were the things he prepared for those who were invited? Remission of sins, participation in the Holy Spirit, the splendor of adoption, the kingdom of heaven. To these things the Lord God has invited, through the gospel ordinances, Israel before all others. And "they all began with one accord to make excuses," that is, that as if by one agreement they made no account of the invitation, having foolishly inclined to the more earthly things, for the sake of fields and farming and begetting children. And who might be understood as those who made excuses? Perhaps the leaders of the synagogue of the Jews, men stout in their purses and overcome by love of gain, and expending every effort for this; for throughout virtually all of divinely inspired Scripture one can see these very men denounced. Therefore they have remained outside the feast, having insulted the great dinner with such harsh disobedience. And instead of them, those in the streets and lanes have been invited—those from the Jewish multitude who had a mind weak and base up to a point, and without light and lame, but who became sound and strong through the faith that came in Christ; for they were taught to walk uprightly, and received the divine Light into their mind. And that no small number of the Jews believed, one may learn by reading the Acts of the holy Apostles.
Ἀγαθὸς ὢν Φύσει ὁ Θεὸς καὶ φιλάνθρωπος καὶ εἰς τὰς ὁδοὺς καὶ εἰς τοὺς Φραγμοὺς ἐξαποστέλλει τὸν δειπνοκλήτορα, ὅπερ ἀποφαίνει τὴν τῶν ἐθνῶν κλῆσιν, μέταγε τοῖς ἐξ αἵματος Ἰσραὴλ εἰσενενεγμένους διὰ τῆς πίστεως· καὶ γὰρ “ἔτι τόπος ἐστὶ,” Φησίν· ὑπῆρχον δὲ οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς Φρένας καὶ ἀπηγριωμένοι τὸν νοῦν, καὶ οἷον ἔξω πόλεως διάγοντες, διὰ τὸ μὴ ζῆν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ. Οὐχ ἁπλῶς δὲ εἶπε τούτους καλέσαι, ἀλλὰ καὶ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀναπιμπλάμεθα. πῶς
οὖν εἶπεν ἀναγκάσαι; κατ’ οἰκονομίαν τινα· ἐπειδὴ γὰρ ταῦτα ἐν ἀφορήτῳ δουλείᾳ τῆς πλάνης κατείχοντο, ὑπεζευγμένα τῷ διαβόλῳ καὶ οὐκ εἰδότα· διὰ τοῦτο συντομωτέρας κλήσεως ἐδεήθησαν μιμουμένης ἀνάγκης χρείαν, ἵνα κἂν οὕτως ἰσχύσωσιν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, ἀποΦοιτήσαντα τῆς ἀρχαίας ἀπάτης, καὶ ἀποπηδήσαντα τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Εἰπὼν ὁ δεσπότης Χριστὸς καὶ Φιλάνθρωπος, “εἴ τις ἔρχεται “πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ,” καὶ τὰ ἑξῆς, οὔτε ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι τῇ φύσει προστάσσει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ Φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· καὶ γὰρ τὸ τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ, καὶ τὸ ἐκτρέΦειν τὰ τέκνα καὶ τὰ τοιαῦτα, τοῖς γονεῦσιν ὑπακούειν, καὶ τὸ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας τοὺς ἄνδρας, καὶ τὸ τὰς γυναῖκας τοὺς ἑαυτῶν ἄνδρας Φοβεῖσθαι, ὁ θεῖος Ἀπόστολος εἰσηγήσατο.
Since God is good by nature and loves mankind, he sends the inviter to the banquet also into the roads and into the hedges, which reveals the calling of the Gentiles, brought in together with those of the blood of Israel through faith; for "there is still room," he says. And those from the Gentiles were rustic in their minds and savage in their understanding, and as it were living outside a city, because they did not live under good laws, but rather in a manner befitting cattle, and with much irrationality. He did not simply say that these were called, but also compelled, although believing is a matter of free choice for all, and this is acceptable to God, and we are filled with the gifts that come from him. How, then, did he say "compel"? By a certain dispensation; for since these were held in the unbearable slavery of error, yoked to the devil and not knowing it, for this reason they needed a more concise calling that imitated the force of necessity, so that even in this way they might be strong enough to look up to God and taste the sacred teachings, having departed from their ancient deceit and in some way leaped away from the hand of the devil. When the Master Christ, who loves mankind, said, "If anyone comes to me and does not hate his own father," and the rest, Christ commands us neither to be ignorant of nature nor to be enslaved to nature, but to use nature for what is better and salvific; for honoring parents also seems right to the Lord himself, and nourishing children and the like, obeying parents, and men loving their own wives, and wives fearing their own husbands, the divine Apostle introduced.
οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει, τοὺς οἰκείους μισητέον, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ φησὶν, ὅτι τοὺς πρὸς τὴν εἰς Θεὸν πίστιν ἐμποδίζοντας καὶ πρὸς σωτηρίαν ψυχῆς κωλύοντας, τούτους παραιτητέον, καὶ μηδαμῶς ἕνεκεν ἀγάπης σαρκικῆς, τῆς εἰς Χριστὸν ἀγάπης καταφρονεῖν.
ΚΕΦ. ΝΕ.
Περὶ οἰκοδομῆς πύργου παραβολή. Τὸ δὲ ἐκ τῆς τοῦ πύργου οἰκοδομῆς ἡμῖν ἐπιδηλούμενον, τοῦτό ἐστιν, ἵνα οἱ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλόμενοι, τὴν ἀρκοῦσαν ἐν τούτῳ προθυμίαν, τῷ ἑαυτῶν ἐγκαταθέμενοι νοΐ, οὕτως ἔχονται τῆς τοιαύτης μακαρίας πολιτείας, μεμνῆσθαί τε τοῦ λέγοντος “τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν “ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρη- “σον·” εἰ δὲ παρά τισιν οὐκ ἔστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προστεθεικότα αὐτοῖς περαιῶσαι σκοπόν; Τοῦ ἁγίου Μαξίμου Σκόλιον. Τίς ἡ παραβολὴ τοῦ πύρυοθ; ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως οἰκοδομηθεῖσαν. ὅστις οὖν πράττει τὴν κατὰ πρᾶξιν ἀπάθειαν, ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν Φυσικῶν καὶ θεωρητικῶν καὶ
For we must not hate our own relatives because they are not related to us in faith, but this is what he means: those who hinder faith in God and prevent the salvation of the soul must be rejected, and on no account, for the sake of fleshly love, should one despise the love of Christ.
CHAPTER 55.
Parable concerning the building of a tower. Now what is indicated to us by the building of the tower is this: that those who have chosen to accomplish a glorious and blameless life, having deposited in their own mind the zeal sufficient for this, may thus hold fast to such a blessed way of life, and remember him who says, "Child, if you come to serve the Lord, prepare your soul for temptation; set your heart aright and be steadfast." But if such zeal is not present in some, how could they have the strength to complete the goal set before them? Scholion of Saint Maximus. What is the parable of the tower? The tower signifies the perfection of the virtues, built up together with knowledge. Whoever therefore practices impassibility in action has a fitness for the acquisition of natural and contemplative
θεολογικῶν λόγων, δι’ ὧν ἀπαρτίζεται ἡ τελεία γνῶσις· οὗτος τελειοῖ τὴν οἰκοδομὴν τοῦ πύργου, ὁ δὲ ἐλλειπὴς τούτων μὴ δυνηθεὶς εἰς πέρας ἀγαγεῖν τὴν οἰκοδομὴν, ἐμπαίζεται παρὰ τῶν παραπορευομένων, εἴτε ἀνθρώπων εἴτε δαιμόνων. Τὸ δὲ “εἴ τις βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβα- “λεῖν εἰς πόλεμον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι πρὸς τὰς ἐναντίας δυνάμεις ἐστὶν ἡμῖν ὁ ἀγὼν, καθὼς ὁ Ἀπόστολός Φησιν, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα,” καὶ τὰ ἑξῆς. Ἔτι δὲ καὶ πρὸς τὸ Φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος, τὰ πολύτροπα πάθη, πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς· πῶς οὖν ἄρα τούτων περιεσόμεθα; ὅταν πιστεύσωμεν ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ ὅτι αὐτὸς ἐξουδενώσει πάντας τοὺς θλίβοντας ἡμᾶς, καθὼς ἑαυτόν τις τῶν ἁγίων προΦητῶν διαθεὶς ἔΦη, “ἰδοὺ, Κύριος βοηθεῖ μοι, “καὶ τίς κακώσει με;” καὶ πάλιν ὁ θεσπέσιος Δαβίδ· “Κύριε, “Φωτισμός μου καὶ Σωτῆρ’ μου,” καὶ τὰ ἑξῆς· αὐτὸς γὰρ ἡμῶν ἡ ἰσχύς ἐστι. διὸ αὐτὸν ἔχοντες βοηθὸν, μηδαμῶς περὶ εἰρήνης τοὺς ἐχθροὺς ἡμῶν δαίμονας ἐρωτήσωμεν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν, ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς, τὸν κραταιὸν Θεὸν ἡμῶν εἰς ἀντίληψιν ὁλοψύχως καὶ ἀδιαλείπτως ἐπικαλούμενοι. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται; Κυρίλλου. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν, οἱ τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταΦρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι, καὶ ἀχρεῖοι παντελῶς. ἘΞ Ἀνεπιγράφου. Οὕτω δὴ καὶ τὸ ἅλας εἶναι πάντας συστήσεται τοὺς μὲν πρώτως, τοὺς δὲ δευτέρως·
of theological words, through which perfect knowledge is completed; this man completes the building of the tower, but the one who is deficient in these things, unable to bring the building to completion, is mocked by those who pass by, whether men or demons. But the saying "if some king, going to meet another king in battle," and what follows, signifies this: that our struggle is against the opposing powers, just as the Apostle says, "our wrestling is not against blood and flesh," and what follows. And further, against the mind of the flesh, the law raging in our members, the manifold passions—against these is our wrestling, this is the wild multitude of enemies. How then shall we overcome them? When we believe that in God we shall do valiantly, and that he himself will bring to nothing all who afflict us, just as one of the holy prophets, disposing himself, said, "Behold, the Lord helps me, and who shall harm me?" and again the inspired David: "Lord, my light and my Savior," and what follows; for he himself is our strength. Therefore, having him as our helper, let us by no means ask our enemies the demons for peace, which is to be enslaved to the passions, but rather let us resist them, calling upon our mighty God for aid with our whole soul and without ceasing. Salt is good; but if the salt has become foolish, with what shall it be seasoned? Of Cyril. Let there be salts in us, that is, the words that are both and saving, which if we despise, we shall be foolish and unintelligent, and utterly useless. From an Untitled Work. Thus indeed it will be established that all are salt, some in the first place, others in the second;
πρώτως μὲν γὰρ οἱ Ἀπόστολοι, οἳ τῷ κόσμῳ παντὶ γεγόνασιν ἅλες, καὶ ὅσοι μετ’ ἐκείνους τοιοῦτοι ἀρτύοντες εἰς σωτηρίαν ἀνθρώπους, δεύτερον δὲ οἱ τὰς ἐκκλησίας πληροῦντες, λαοὶ χρήσιμοι πρὸς ὠΦέλειαν τοῖς πλησιάζουσι καθιστάμενοι, “καλὸν οὖν,” Φησὶ, “τὸ ἅλας, ἐὰν “δὲ τὸ ἅλας μωρανθῆ, ἐν τίνι ἀρτυθήσεται, οὔτε εἰς γῆν, οὔτε εἰς “κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν “ἀκουέτω.” χρησίμους ὑμᾶς Φησιν, ὁ παρ’ ἐμοῦ λόγος ἅπασιν ἀνθρώποις κατασκευάζει, καὶ πᾶσιν ἐπὶ σωτήρια παραμίγνυσι,
τοιούτους ἀποδεικνὺς οἵους προείρηκα· εἰ δὲ παραφθείρει τὴν προσήκουσαν διάνοιαν, οὔτε ἀφ’ ὑμῶν ὄφελος οὐδενὶ, οὔτε ὑμῖν ἑτέρωθεν ὠΦέλεια ἀπολείπεται, ὅθεν οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετοι ἔσεσθε· γῆ μὲν γὰρ τὸ ὠΦελούμενον, κόπρος τὸ ὠΦελοῦν· ὑμεῖς δὲ πρὸς τὸ ὠφελεῖν κόσμῳ ἅπαντα κείμενοι, εἰ μήτε ὠΦέλιμοι μένοιτε, μήτε ὠφελεῖσθαι δύνασθε· ἀπόκλητοι καὶ εἰς οὐδὲν ἔσεσθε. Ἔνθα δὴ καὶ συνέσεως ἔΦη δεῖν τοῖς ἀκούουσιν, ὥστε παραβολικὸν ὄντα τὸν λόγον συνιέναι. τὰ ἀκόλουθα ἕως τῆς παραβολῆς τῶν ρ προβάτων προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Περὶ τῆς δραχμῆς φησιν ὁ ἅγιος Γρηγόριος ὁ θεόλογος, ὅτι λύχνον ἧψεν ὁ Χριστὸς καὶ Θεὸς, δηλονότι τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε τῆς ἁμαρτίας, τὸν κόσμον ἀποκαθάρας, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖται τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας ἐπεποίητο. ἘΞ ἀνεπιγράφου.
For first of all the Apostles, who have become salt for the whole world, and as many after them as are such, seasoning men unto salvation; and secondly those who fill the churches, peoples becoming useful for the benefit of those near them. "Good therefore," he says, "is the salt, but if the salt becomes foolish, with what shall it be seasoned? It is fit neither for the earth nor for the dung heap; they cast it out. He who has ears to hear, let him hear." He says that my word makes you useful to all men, and mingles you with all for salvation, showing you to be such as I have foretold. But if it corrupts the proper meaning, neither is there any benefit from you to anyone, nor does any benefit remain for you from elsewhere; whence you will be fit neither for the earth nor for the dung heap. For the earth is that which is benefited, the dung heap that which benefits; but you, being appointed to benefit the whole world, if you neither remain useful nor are able to be benefited, will be cast away and good for nothing. Here indeed he said that those who hear need understanding also, so as to comprehend the word, since it is parabolic. The verses following up to the parable of the hundred sheep have been written beforehand in the Gospel according to Matthew. Concerning the drachma, Saint Gregory the Theologian says that Christ and God lit a lamp, clearly his own flesh, and swept the house of sin, purifying the world, and sought the drachma, the royal image buried under the passions, and he summons the powers that are dear to him at the finding of the drachma, and makes them sharers of the joy, whom he had also made initiates of the dispensation. From an untitled work.
Λύχνον μὲν ἁπτόμενον εἶναι τῆς τὸν λόγον, σάρωσιν δὲ τὴν τῶν ἁμαρτιῶν ἀποκάθαρσιν, καὶ τῶν πονηρῶν δαιμόνων τὸν χωρισμὸν καὶ τὴν ἀπαλλοτρίωσιν. ταῦτα γὰρ οἱονεὶ χρήματα τῇ εἰκόνι ἐπιπροσθοῦντα οὐ συνεχώρει ἐπ’ ὄψεσιν ὁρᾶσθαι Θεοῦ· ὅθεν τούτων ἀπωσθέντων, εὑρεθῇ ἡ ἀπολωλυῖα δραχμὴ, ὑπὸ τῆς γυναικὸς, ἣν εἰς τὴν ἐπουράνιον εἴληφεν Ἰερουσαλήμ.
ΚΕΦ. Νς.
Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. Εἰπὼν ὁ δεσπότης Χριστὸς ὅτι “ἄνθρωπός τις δύο εἶχεν υἱοὺς,” περὶ τοῦ ἀνθρωπίνου γένους Φησὶν, ὅτι εἰς δύο διήρηται τάγματα, εἰς δικαίους καὶ ἁμαρτωλοὺς, εἷς δὲ πατὴρ τῆς ἀνθρωπότητος, ὁ Φιλάνθρωπος Θεός. Προσῆλθε δὲ, φησὶν, ὁ νεώτερος, οὐ διὰ τὸν χρόνον νεώτερος ἀλλὰ διὰ τὸ ἐνὸν τῆς διανοίας καὶ τὴν γνώμην ἄστατον κεκτῆσθαι ἀνήλιξ ὑπάρχων· καὶ λέγει τῷ πατρὶ, “δός “μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας,” τουτέστιν, οὐ θέλω δουλεύειν ἀνάγκῃ, αὐτεξούσιος γάρ εἰμι, ἐὰν θέλω, σωΦρονῶ, ἐὰν οὐ θέλω, οὐκ ἀναγκάζομαι· ἔδωκεν οὖν ὁ πατὴρ ἀφθόνως ἅπασαν τὴν κτίσιν, ἐπέστησεν αὐτῷ τὸν ἑαυτοῦ νόμον τὸν Φυσικὸν καὶ γραπτὸν,
A lamp that is kindled is the word, and the clearing away is the purification of sins, and the separation and alienation from evil demons. For these things, like so many obstacles blocking the image, did not permit it to be seen in the sight of God; whence, when these were thrust away, the lost drachma might be found by the woman, which she had received into the heavenly Jerusalem.
CHAPTER 56.
Concerning him who departed into a far country. When the master Christ said that "a certain man had two sons," he speaks concerning the human race, that it is divided into two orders, into the righteous and the sinners, and one is the father of humanity, the God who loves mankind. And the younger came forward, he says, not younger in time but because of the understanding within him and because he possessed a fickle disposition, being immature; and he says to the father, "Give me the portion of the substance that falls to me," that is, I do not wish to serve by necessity, for I am self-determining; if I wish, I am temperate; if I do not wish, I am not compelled. The father therefore gave generously the whole creation, and set before him his own law, both natural and written,
ἵνα ἐν τούτῳ παιδαγωγούμενος πληρώσῃ τοῦ νομοθέτου τὸ βούλημα, θέλει γὰρ ἡμᾶς ἑκουσίως δουλεύειν αὐτῷ· εἶτα, Φησὶν, ἀπεδήμησέ που, καὶ ἀπέστη ὁ Θεὸς ἀπ’ αὐτοῦ· οὐ βιάζεται γὰρ οὐδένα μὴ βουλόμενον δουλεύειν αὐτῷ. Ἀποδημήσας τοίνυν ἔζησεν ἀσώτως, καὶ ἀνήλωσε τὴν οὐσίαν, τουτέστι τὸν ἔμφυτον λογισμὸν, τὴν σωφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, τὴν μνήμην τοῦ Θεοῦ· ὅθεν καὶ γέγονεν αὐτῷ λιμὸς ἰσχυρὸς, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· ἕπεται γὰρ τῇ ἀπωλείᾳ τῶν προειρημένων ἀρετῶν ὁ τοιοῦτος λιμός. Διὸ “καὶ παρευθὺς ἐκολλήθη ἑνὶ τῶν “πολιτῶν τῆς χώρας ἐκείνης·” ἔνθαπέρ εἰσιν οἱ μὲν πολῖται αὐτῆς δαίμονες, ὁ δὲ λιμὸς τῶν ἀγαθῶν σφοδρός· διὸ καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτοὺς, τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς. καὶ γὰρ ἐκπίπτων τις ἀπὸ Θεοῦ, καὶ διὰ τῶν ἡδονῶν τοῖς δαίμοσι προσκολλώμενος, χοιρώδης τε γενόμενος ὡς εἰς γῆν νενευκὼς, καὶ τῷ βορβόρῳ τῶν τῆς ἀτιμίας παθῶν ἐγκυλινδούμενος, εἰκότως χοῖρος νομισθήσεται· χρονίζων δὲ τοῖς κακοῖς καὶ ἄλλοις τύπος ἀπωλείας εὑρίσκεται, τρόπον τινὰ βόσκων αὐτοὺς καὶ τρέΦων τοῖς τῆς ἀσωτίας διδάγμασι. τὸ δὲ “ἐπεθύμει “χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδί- “δοῦ αὐτῷ·” τοῦτο ἐστὶν, ὅτι τῶν κακῶν οὐκ ἐλάμβανε κόρον·
so that, being disciplined in this, he might fulfill the will of the lawgiver. For he wants us to serve him willingly. Then, it says, he journeyed to a far country, and God departed from him; for he compels no one who is unwilling to serve him. Having journeyed abroad, then, he lived prodigally and squandered his substance, that is, his innate reason, his self-control, his knowledge of the truth, his remembrance of God. Hence there also came upon him a severe famine, not a famine of bread nor a thirst of water, but a famine of hearing the word of the Lord; for such a famine follows the loss of the aforementioned virtues. Therefore "and immediately he clung to one of the citizens of that country"; where indeed its citizens are the demons, and the famine of good things is severe. Therefore he also sent him into his fields to feed swine; for thus do the demons honor those who honor them, such gifts do they bestow on those who obey them. For indeed, when someone falls away from God and through pleasures clings to the demons, and becomes swinish, bent down as it were to the earth, and wallowing in the mire of the passions of dishonor, he will reasonably be considered a pig. And by persisting in evils he is found to be a model of destruction for others, in a certain way feeding and nurturing them with the teachings of prodigality. And "he longed to be filled from the carob pods that the swine were eating, and no one gave to him"; this means that he was not receiving satisfaction from the evils.
παραβάλλεται δὲ τοῖς κερατίοις ἡ ἁμαρτία, ὅτι ὥσπερ ἡ τούτων γεῦσις γλυκεῖά ἐστι, κατ’ αὐτὸ δὲ καὶ τραχεῖα, οὕτω καὶ ἡ τῆς ἁμαρτίας Φύσις εὐΦραίνει μικρὰ καὶ κολάζει μεγάλα, τέρπει πρόσκαιρα καὶ μαστίζει αἰώνια. εἰς ἑαυτὸν ἐλθὼν, τουτέστι λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ τίς μὲν ἦν ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς δὲ γέγονεν ὅτε ἦν ὑποτεταγμένος τοῖς δαίμοσιν, εἶπε, “πόσοι μίσθιοι τοῦ Πατρός μου,” τουτέστι κατηχούμενοι, καὶ γὰρ μισθοῦται ἀεὶ ὁ Φιλάνθρωπος Θεὸς, καὶ περὶ τρίτην ὥραν καὶ ἐΦεξῆς, ὡς γέγραπται, “περισσεύ- “ονται ἄρτων,” τῶν θείων ἐντρυφῶντες γραΦῶν, “ἐγὼ δὲ τῷ λιμῷ “τούτων συνέχομαι.” “Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου,” ὑποστρέψω καλῶς ὅθεν ἐξῆλθον κακῶς, καὶ ἐρῷ αὐτῷ, “πάτερ, “ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,” ἀρκεῖ μοι πρὸς
σωτηρίαν ταῦτα τὰ ῥήματα· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα, οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα, προσδέξεται μετανοοῦντα, ὃν οὐκ ἐκόλασεν ἁμαρτάνοντα. “Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ·” πόθεν ἀναστάς; ἐκ τῆς καθέδρας τῆς ἡδονῆς, ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος· προσέθηκε γὰρ τῇ καλῇ βουλῇ καὶ τὴν πρᾶξιν· δεῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ Φίλα Θεῷ, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς ἐπιδεικνύειν ταῖς πράξεσιν· “ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος,” πῶς μακράν; ὅτι προέλαβεν ἡ εὐεργεσία τὴν μετάνοιαν· “εἰδεν αὐτὸν “ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη·” πατὴρ γὰρ ἐστὶ τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπάρχει τῇ Φύσει, “καὶ δραμὼν ἔπεσεν “ἐπὶ τὸν τράχηλόν αὐτοῦ καὶ κατεφίλησεν αὐτόν·
Sin is compared to the pods, because just as the taste of these is sweet, but in itself also rough, so also the nature of sin delights briefly and punishes greatly, pleases for a time and scourges eternally. Having come to himself, that is, having considered his former blessedness and his latter wretchedness, and what he was when he was with God and the Father, and what he became when he was subject to demons, he said, "How many hired servants of my Father," that is, catechumens, for the God who loves mankind always hires, both about the third hour and thereafter, as it is written, "they abound in bread," delighting in the divine Scriptures, "but I am consumed by famine." "Having risen, I will go to my father," I will return well whence I departed badly, and I will say to him, "Father, I have sinned against heaven and before you," these words suffice for my salvation; I know the goodness of my God, I know the gentleness of my father, he will receive the one who repents, whom he did not punish when he sinned. "And having risen, he came to his father;" whence did he rise? From the seat of pleasure, from the fall of sin; for he added action to the good intention; for we must not only intend the things dear to God, but also display good impulses in actions; "while he was still far off," how far off? Because the beneficence anticipated the repentance; "his father saw him, and was moved with compassion;" for he is a father in kindness, even if he is God by nature, "and running, he fell on his neck and kissed him;
οὐ γὰρ ἀνέμεινε τὸν προσκεκρουκότα πλησίον ἐλθεῖν, ἀλλ’ αὐτὸς αὐτῷ προσαπήντησεν· ἔθος γὰρ τῷ Φιλανθρώπῳ Θεῷ τοῦτο ποιεῖν· τὸ περιπλέκεσθαι τῇ μετανοούσῃ ψυχῇ, καὶ ἀσπάζεσθαι αὐτῆς τὴν ὑποταγήν. “εἶπε δὲ αὐτῷ ὁ υἱὸς αὐτοῦ, πάτερ, ἥμαρτον εἰς τὸν “οὐρανὸν,” Φοβοῦμαι τοῦ στερεώματος τὴν μορΦὴν, ὡς κατηγόρου Φωνὴν, “καὶ ἐνώπιόν σου·” διὸ καὶ εὐλαβοῦμαι τῷ Φωτὶ τῆς σῆς θειότητος ἐνατενίσαι, ῥυπαροὺς ἔχων τοὺς ἐπὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ὀφθαλμοὺς, μετὰ γὰρ πάντων μου τῶν κακῶν καὶ αἱ ἱπποδρομίαι κατηγοροῦσί μου· τὸ δὲ, “ποίησόν με ὡς ἕνα “τῶν μισθίων σου,” τοῦτο ἔστιν, ὅτι μήτε τῆς αὐλῆς ἀπελάσῃς με, δέσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πλανώμενον, ὡς αἰχμάλωτον ἀπαγάγῃ, μήτε πλησίον ἑλκύσῃς τῆς μυστικῆς τραπέζης καὶ Φοβερᾶς, οὐ τολμῶ γὰρ ὀΦθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. “εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,” τουτέστι πρὸς τοὺς ἱερέας, “ἐνέγκατε τὴν στολὴν πρώτην,” τουτέστιν, ἣν ἀπώλεσε τοῦ πατρὸς ἀναχωρήσας, τὴν πίστιν, τὴν γνῶσιν τῆς ἀληθείας, καὶ ἐνδύσατε αὐτὸν τὸν ἑαυτὸν ἀποδύσαντα, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, τὴν σΦραγίδα τῆς πίστεως τὴν κατὰ τοῦ διαβόλου, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, ἵνα τούτους ὑποδησάμενος ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης καταπατῇ τοὺς ὄφεις καὶ τοὺς σκορπίους, τὰς ἀντικειμένας δυνάμεις. καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν τὸν τυθέντα ὑπὲρ τῆς οἰκουμένης, τὸν τοῖς μετανοοῦσι μεταδιδόμενον, τὴν μετάλειψιν
For he did not wait for the offending neighbor to come, but he himself went to meet him; for this is the custom of the man-loving God: to embrace the repentant soul and to greet its submission. "But his son said to him, 'Father, I have sinned against heaven'"—I fear the form of the firmament, as the voice of an accuser—"'and before you'; therefore I also shrink from gazing upon the light of your divinity, having filthy eyes of both body and soul. For along with all my evils, my chariot races also accuse me. And the words, 'Make me as one of your hired servants,' mean this: that you may neither drive me away from the courtyard, Master, lest the enemy find me wandering again and lead me off as a captive, nor draw me near to the mystical and fearful table; for I do not dare with polluted eyes to look upon the holy things of the saints. 'But the father said to his servants,' that is, to the priests, 'Bring the first robe,' that is, which he lost when he departed from the father—faith, the knowledge of the truth—'and clothe him' who stripped himself, 'and give a ring for his hand,' the seal of faith against the devil, 'and sandals for his feet,' so that, having shod these in preparation for the gospel of peace, he may trample on the serpents and scorpions, the opposing powers. 'And bring the fatted calf,' the one sacrificed for the world, the one given to the repentant, the remnant
τῶν θείων μυστηρίων, “καὶ Φαγόντες εὐφρανθῶμεν, ὅτι ὁ οὗτος “ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν, καὶ εὑρέθη.” “Καὶ ἤρξαντο εὐΦραίνεσθαι·” χαρὰ γὰρ γίνεται, οὐ μόνον ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἀλλὰ ἐν τῇ γῇ πάντων εὐφραινομένων τῶν δικαίων. τὰ γὰρ ἐφεξῆς τῆς παραβολῆς ταύτης εἰρημένα, οἷον ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος, ἐρωτήσας καὶ μαθὼν τῆς ἑορτῆς τὴν ὑπόθεσιν, ἠγανάκτησε καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν, καὶ τὰ τούτων ἀκόλουθα, οὐ χρὴ ὡς Φθονήσαντος ἣ ἐγκαλέσαντος ταῦτα ἡμᾶς λογίζεσθαι, διότι παραβολὴ τὸ λεγόμενόν ἐστι, τὰ δὲ ἐν παραβολαῖς λεγόμενα οὐ δεῖ πάντα κατὰ λέξιν περιεργάζεσθαι, καθώς φησιν ὁ Χρυσόστομος εἰς τὴν ἑρμηνείαν τοῦ κατὰ Ματθαῖον, τὴν παραβολὴν ἑρμηνεύων τῶν μισθουμένων ἐργατῶν, ἀλλὰ τὸν σκοπὸν μαθόντας δι’ ὧν συνετέθησαν, τοῦτον δρέπεσθαι μόνον, καὶ μηδὲν περαιτέρω ζητεῖν ἣ πολυπραγμονεῖν. καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς τῶν ἁγίων τοιαῦτα δικαιολογούμενος, ὡς Φθόνου καὶ βασκανίας ὑπάρχοντες καθαροί. Εἰ γὰρ καὶ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες αὐτοὺς σωζομένους χαίρουσι καὶ οἰκεῖα νομίζουσι τὰ εἰς αὐτοὺς γινόμενα ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως συνετέθη ἡ παραβολὴ αὕτη; καὶ τι κατασκευάσαι βούλεται; τὴν ὑπερβάλλουσαν ἐμΦαίνει Φιλανθρωπίαν τοῦ Θεοῦ, ὅτι τοσαύτη ἐστὶ πρὸς τοὺς ἐπιστρέΦοντας εἰς αὐτὸν καὶ γνησίως μετανοοῦντας, ὥστε καὶ Φθόνον τεκεῖν ἑτέροις δυναμένους·
of the divine mysteries, "And let us eat and be merry, because this my son was dead and has come to life, was lost and has been found." "And they began to be merry"; for joy arises, not only in heaven over one sinner who repents, but on earth when all the righteous rejoice. For the things said next in this parable—such as that his elder son, having asked and learned the reason for the feast, was angry and did not wish to enter, and what follows these—we must not reckon as though he were envious or accusing, because what is said is a parable, and the things said in parables must not all be scrutinized word by word, as Chrysostom says in his interpretation of Matthew, when he interprets the parable of the laborers who were hired, but having learned the purpose for which they were composed, we should gather only that, and seek or busy ourselves with nothing further. For there is no one of the saints who makes such defenses, as though they were free from envy and malice. For if they even give their souls for sinners, much more do they rejoice when they see them saved and consider the good things done for them as their own. For what reason, then, was this parable composed in this way? And what does it wish to establish? It reveals the surpassing love of God for mankind, that it is so great toward those who turn to him and genuinely repent, as even to be able to give birth to envy in others.
ὅπερ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, εὐεργετήσαντες τινὰ, λέγοντες αὐτῷ, ὅτι ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοιαύτης τιμῆς ἠξίωσα, οὔτε ἐγκληθέντες παρὰ τοῦ ἐκεῖνον διαβαλεῖν ἐθέλοντος, ἀλλ’ ἐν τούτῳ δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν, ὅμως δὲ καὶ προασφαλίζεται διὰ τοῦ ὑποδείγματος τοῦ πρεσβυτέρου υἱοῦ, τοὺς ἀμέμπτως πολιτευομένους μηδέποτε δέξασθαι λογισμὸν Φθόνον τίκτοντα ἐπὶ σωτηρίᾳ μετανοούντων ἁμαρτωλῶν, ὑπὸ τοῦ μισανθρώπου διαβόλου ὑποβαλλόμενον, ἀλλὰ μᾶλλον παραυτὰ τοῦτον ἀποστρέφεσθαι, εὐφραινομένους καὶ χαίροντας ἐπὶ τῇ σωτηρίᾳ αὐτῶν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι δοκεῖ τισι διὰ τῆς τῶν υἱῶν δυνάμεως τούς τε ἁγίους Ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς
τοὺς ὄντας ἐπὶ τῆς γῆς, καὶ τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον τὸ τῶν ἁγίων Ἀγγέλων τάγμα δηλοῦν, τὸ δὲ τοῦ ἀσώτου καὶ νεωτέου τὸ γένος τὸ ἀνθρώπινον· καὶ ἄλλοι δὲ πάλιν νομίζουσι, διὰ μὲν τοῦ πρεσβυτέρου τὸν κατὰ σάρκα Ἰσραὴλ δηλοῦσθαι, διὰ δὲ τοῦ νεωτέρου τὰ ἔθνη. “ἀπόψηΦος δέ,” Φησιν, ὁ ἅγιος Κύριλλος, “ταῖς περὶ τούτων δόξαις εἰμὶ μὲν ἐγὼ, δοκιμαζέτω δὲ καὶ ὁ “Φιλομαθὴς τὸ ἀληθὲς, οὔτε γὰρ περὶ τῶν ἁγίων Ἀγγέλων “πρέπον ἐστὶ λογίζεσθαι, ὅτι οὐκ ἐπεγίνωσκον τοῦ ἀσώτου μετά- “νοιαν καὶ τὴν ἐπὶ τούτῳ τελουμένην ἑορτὴν, ἀλλ’ ὡς ἀγνοοῦντες “ἠρώτων· οὔτε πάλιν χρὴ συναινεῖν ἡμᾶς ὡς εὖ βεβιωκότας τῶν ἐξ Ἰσραὴλ, ὅπου γε τούτους διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς “θεοπνεύστου γραΦῆς, διαβεβλημένους ἐστιν ἰδεῖν ὡς ἀποστάτας καὶ ἀπειθεῖς.
This is what we too often do: when we have benefited someone, we say to him, "So-and-so has accused me, because I deemed you worthy of such honor" — not because we have been accused by one who wishes to slander him, but because we wish in this way to show the greatness of the gift which he enjoyed. Nevertheless, by the example of the elder son he also safeguards beforehand those who live blamelessly, so that they never entertain a thought that breeds envy at the salvation of repentant sinners, suggested by the man-hating devil, but rather that they immediately turn away from it, rejoicing and glad at their salvation. One must also know this, that it seems to some that by the power of the sons are signified both the holy Angels and we who are upon the earth, and that the person of the elder son indicates the order of the holy Angels, while that of the prodigal and younger son indicates the human race. And others again think that by the elder son is signified Israel according to the flesh, and by the younger the Gentiles. "I am," says Saint Cyril, "free from any vote regarding these opinions, but let the lover of learning also test what is true. For neither is it fitting to think concerning the holy Angels that they did not recognize the repentance of the prodigal and the feast being celebrated on that account, but asked as if ignorant; nor again must we agree that those of Israel lived well, seeing that throughout, so to speak, all divinely inspired Scripture they are seen to be denounced as apostates and disobedient.
ΚΕΦ. ΝΖ.
Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Λέγει δὲ καὶ περὶ τῶν παραβολῶν ὁ ἅγιος Κύριλλος, ὅπερ καὶ ὁ Χρυσόστομός Φησιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αὗται πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτὸν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθήσωμεν· οὐ γὰρ ἅπαντά Φησι, τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρή· λεπτῶς δὲ καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὰ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς Φιλακροάμονας, μήτε μὲν ἀδολεσχίας ὄχλον ἐργάσηται τισιν, οἷον καὶ ἐπὶ τῆς παραβολῆς ἐστι τῆς λεγούσης, “Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἰχεν οἰκονόμον” καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἃν εἴη ὁ ἄνθρωπος ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἣ καὶ τίς ἃν εἴη τυχὼν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀΦλήμασιν ἔνοχοι καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγονται, σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληΦθεῖεν ἃν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑπεμφαίνουσα τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Εστι τοίνυν τῆς προκειμένης παραβολῆς τοιοῦτος ὁ νοῦς· βοΰλεται
CHAPTER 57.
Concerning the unjust steward. Saint Cyril also speaks about the parables, as does Chrysostom, saying that they convey to us an indication of beneficial matters in an oblique and obscure way, when we grasp their meaning briefly and concisely. For he says that not all the parts of a parable should be over-scrutinized, but rather examined subtly and carefully, so that the discourse, proceeding beyond measure, may neither vex the eager listeners with excess, nor produce for some a crowd of idle talk — as is the case also with the parable that says, "A certain man was rich who had a steward," and what follows. For if one were unwilling to clarify who the man might be who had the slandered steward, and who it might be who had slandered him, and who are those liable for the debts and who make the cancellations of the debts, and for what reason one is said to have owed oil and another grain, he will make the discourse both obscure and superfluous. Therefore, not all the parts of the parable are in every way and entirely useful for the contemplation of the things signified, but they may be taken as an image obscurely hinting at a necessary matter that contributes to the benefit of the hearers. The meaning, then, of the present parable is as follows: it wishes
ἡμᾶς ὁ τῶν ὅλων δεσπότης Θεὸς ὁλοτρόπως τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασιν, ἀπαλλάττοντας ἑαυτοὺς τῶν τοῦ παρόντος βίου περιασπασμῶν, ἵν εὐπαρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ, καθὼς διὰ τοῦ Δαβίδ Φησι, “σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός καὶ πάλιν δι’ ἑαυτοῦ, “πωλήσατε τὰ ὑπάρ- “χοντα καὶ δότε ἐλεημοσύνην,“ καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπου νοῦς, καὶ ἀεί πὼς προσπέπηγε τοῖς γεωδεστέροις· ὅθεν δηλαδὴ πρόφασιν σωτηρίας ἡμῖν ὑπέδειξεν ὁ Χριστὸς διὰ τῆς προκειμένης παραβολῆς, μονουχὶ λέγων, ὅτιπερ εἰ μὴ βούλοιντο τὴν τῶν χρημάτων περιουσίαν καταλιπεῖν καὶ τὴν ὑψηλὴν πολιτείαν ἀσπάσασθαι, πλὴν κατά γε τὸν ὑποβεβηκότα τρόπον, κἂν οἰκονόμοι γενέσθωσαν a τῶν πτωχευόντων συμμεριστὰς τῶν ὑπαρχόντων τούτους ποιούμενοι, ὅπως Φίλους κτησάμενοι πολλοὺς, καὶ μάρτυρας τῆς εὐσπλαγχνίας τοὺς εὖ πεπονθότας ἔχοντες, ὅταν αὐτοὺς ἡ ἐπίγειος ἐκλείποι ζωὴ, τύχωσι τόπου τινὸς ἐν ταῖς ἐκεῖθεν σκηναῖς· εἰ δὲ μὴ βούλοιντο τὸ μηδὲ τοῦτο διαπράξασθαι, ἀλλὰ τὰ παρὰ τοῦ δεσπότου δοθέντα αὐτῷ, μόναις ταῖς ἑαυτῶν δαπανῶσι τροφαῖς, ἣ καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημονοῦντες τοῦ λέγοντος Θεοῦ, “ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ “ἀδελΦῷ σου,” καὶ ὅσα ἄλλα ἡ θεία διδάσκει γραΦὴ περὶ τῆς εἰς τοὺς δεομένους συμπαθείας, ἀποπεσοῦνται πάντως τῆς οἰκονομίας, ἐπιπηδῶντος αὐτοῖς τοῦ θανάτου, καὶ τῶν τῆς περιουσίας αὐτῶν πραγμάτων ἐξέλκοντος, καὶ διὰ τὴν ἀπάνθρωπον αὐτῶν προαίρεσιν, ἀντὶ τῶν αἰωνίων σκηνῶν τῷ αἰωνίῳ καὶ ἀσωμάτῳ πυρὶ παραδοθήσονται.
God, the Master of all things, desires us to devote ourselves wholly to pursuits of virtue, detaching ourselves from the distractions of the present life, so that we may serve him with composure and without distraction, as he says through David: "Be still, and know that I am God"; and again through himself: "Sell what you have and give alms." The commandment is indeed salvific, but the human mind is very weak and always somehow clings to earthly things. Therefore Christ has shown us a pretext for salvation through the parable set before us, almost saying: if they are unwilling to abandon the abundance of wealth and embrace the lofty way of life, then at least in a lower manner, let them become stewards, making the poor sharers of their possessions, so that having gained many friends and having as witnesses of their compassion those who have been well treated, when this earthly life fails them, they may obtain some place in the tents yonder. But if they are unwilling to do even this, but spend what has been given to them by their master on their own sustenance alone, or purchase temporary honors, forgetting the God who says, "You shall surely open your heart to your brother," and all the other things that divine Scripture teaches about compassion toward the needy, they will certainly fall away from the stewardship, when death rushes upon them and drags them away from the affairs of their wealth, and because of their inhuman disposition, instead of eternal tents they will be handed over to eternal and bodiless fire.
Τίς ἐστιν “ὁ πιστὸς ἐν ἐλαχίστῳ,” ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὴν εἰς τὸ μέλλον ἐλπίδα δεδιψηκὼς, καὶ ἀποφέρων μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονῶν δὲ μᾶλλον τὰ ἄνω, καὶ διὰ τοῦτο τὸν ἐπίγειον πλοῦτον εἰς τοὺς ἐνδεεῖς καλῶς δαπανῶν. ἐλάχιστον δὲ τὸν ἐπίγειον πλοῦτον ἐκάλεσεν, ὃν δὴ καὶ ἄδικον μαμμωνᾶν Φησιν. ὁ τοιοῦτος οὐν ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος, καὶ ἐν πολλῷ πιστός ἐστι, τουτέστιν ἐν τοῖς πνευματικοῖς καὶ θείοις χαρίσμασιν· ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος, εἰς ἑαυτὸν μόνον συντηρῶν αὐτὸν δηλονότι, καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται. a Sic.
Ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουσίαν ὠνόμασεν, ἐπειδὴ οὐ γεγενήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον, καὶ ὡς ἀληθῶς ἐστι γεγραμμένον, “ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ “ἐξενεγκεῖν τι δυνάμεθα·” ἀλλότριον τοίνυν ἀνθρώπου παντὸς Φυσικῶς τὸ πλουτεῖν· ἔξωθεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, δείκνυσιν ὁ δεσπότης Χριστὸς λέγων, “οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ τῇ νόσῳ τῆς φιλαργυρίας συνεχόμενοι ἐξημυκτήρζον αὐτὸν οἱ Φαρισαῖοι καίπερ διὰ μακρῶν λόγων τούτους θεραπεῦσαι βουληθέντος, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποΦαίνει δόξης αὐτοὺς ὄντας ἐραστὰς τῆς τοῖς δικαίοις τε καὶ ἀγαθοῖς πρεπούσης ἀνδράσιν, αὐτοὺς δὲ οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν· Φησὶ γὰρ, “ὑμεῖς ἐστε οἱ “δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων·
Who is "the faithful in least"? The one who knows well how to live and has thirsted for the hope of what is to come, and who lifts his mind away from earthly things, but rather sets his thoughts on things above, and for this reason spends his earthly wealth well on the needy. He called earthly wealth "least," which he also calls "unrighteous mammon." Such a person, then, being found faithful in the least, is also faithful in much—that is, in the spiritual and divine gifts. But the one who has been unrighteous in this wealth, obviously keeping it for himself alone, will also be found unrighteous in the divine gifts. a So it stands.
He called the abundance of money "another's," since we were not born with wealth, but rather naked, and as it is truly written, "that we brought nothing into the world, nor are we able to carry anything out." Therefore, to be rich is by nature another's, belonging to no man; for the Master Christ shows that it is from outside that one and the same person divides himself toward opposite things, and is unable to live without distraction, saying, "No one is able to serve two masters," and what follows. But since the Pharisees, afflicted with the disease of love of money, were sneering at him—even though he wished to heal them through lengthy words—he turns at last to the sharpness of rebukes, the occasion calling for this, and he declares that they are lovers of reputation, of the kind that befits righteous and good men, but that they are not truly this. For he says, "You are those who justify yourselves before men.
ὁ δὲ Θεὸς γινώσκει “τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον “τοῦ Θεοῦ·” τοῦτο καὶ ἑτέρωθέν που πρὸς αὐτοὺς εὑρίσκεται λέγων, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ “δόξαν τὴν παρὰ τοῦ μόνου οὐ ζητεῖτε;” τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ τῶν ὅλων στεΦανοῖ Θεὸς, οἵ γε μὴν ἀΦιλάρεταοι καὶ ὑποκριταὶ τάχα ταῖς ἑαυτῶν ψήΦοις τὸ δοκεῖν εἶναι σεπτοὶ παραβλέπουσιν, ἀλλ’ οὐδεὶς, ὦ βέλτιστοι, Φαίη τις ἃν αὐτοῖς ἑαυτὸν στεΦανοῖ. Γέγραπται γὰρ, “ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ “σὰ χείλη. ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν “δίκαιον τὸν ἀληθινόν· σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ.” ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. περὶ ὡν εἶπεν ὁ Κύριος “ὁ νόμος καὶ οἱ προΦῆται,” ἕως “μοιχεύει,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
But God knows your hearts, that what is exalted among men is an abomination before God. This too is found somewhere else, spoken by him to them: "How can you believe, receiving glory from men, and you do not seek the glory that is from the only one?" For those who are truly good, God, the ruler of all, crowns with the praises that lead to righteousness. But those who are without love of excellence and are hypocrites perhaps overlook, by their own votes, the appearance of being revered—yet no one, my good people, would say that he crowns himself with what belongs to them. For it is written: "Let your neighbor praise you, and not your own mouth—a stranger, and not your own lips. For God knows your hearts, and he honors the true righteous man, but scatters the bones of those who please men." For people-pleasing is the root and beginning and origin of the arrogance that is hated by God and by men. Concerning these things the Lord said, "The law and the prophets," up to "commits adultery," as was written beforehand in the Gospel according to Matthew.
ΚΕΦ. ΝΗ.
Περὶ τοῦ πλουσίου κοὶ τοῦ Λαζάρου. Τὴν προκειμένην παραβολὴν τὴν τοῦ πλουσίου καὶ τοῦ Λαζάρου ἄριστα διαμορΦοῖ καὶ διαπλάττει Χριστὸς ὁ Θεὸς ἡμῶν, ὥστε
τοῖς εἰς ἀγαθουργίαν αὐχήμασιν ἐπείγεσθαι διαπρέπειν ἡμᾶς· θέλει γὰρ εἶναι Φιλαλλήλους καὶ κοινωνικοὺς καὶ εὐμεταδότους καὶ Φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς. Εἰπὼν δὲ ὅτι “ἄνθρωπός τις ἦν πλούσιος” ὡς ἀΦιλοικτίρμονα τοῦτον ἀνωνύμως ἐσήμανε, καθὼς διὰ τοῦ προΦήτου περὶ τῶν μὴ Φοβουμένων αὐτόν φησιν ὁ Θεὸς, “ὅτι οὐ μὴ μνησθῶ “τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου,” μνημονεύει δὲ τοῦ πένητος ὀνομαστὶ, ἐπειδήπερ ἐν γλώσσῃ Θεοῦ οἱ τοιοῦτοι εἰσιν. ἔχει δὲ καὶ λόγον ὡς ἡ τῶν Ἑβραίων παράδοσίς Φησι, Λάζαρον εἶναι τινα κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐν Ἰεροσολύμοις, ἐσχάτην ποιοῦντα πτωχείαν καὶ ἀρρωστίαν, οὗ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παραβολὴν λαβόντα αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λεγομένου δύναμιν. Μηδεὶς δὲ νομιζέτω τῶν ταῦτα ἀκουόντων, ὅτι γέγονέ τισιν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἣ ἀγαθῶν· ἔστι γὰρ παραβολὴ τὸ εἰρημένον ἀστείως παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐσχηματισμένη, ἵν εἴδοιεν οἱ τὸν ἐκ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀΦυλάκτῳ περιπεσοῦνται δίκῃ. Ἴδωμεν τοίνυν τοῦ πλουσίου τὴν ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀΦρύν. “Ενεδιδύσκετο,” Φησὶ, “πορφύραν καὶ βύσ- “σον,” τουτέστιν εὐειματεῖν b ἐσπούδαζε, καὶ ἦν ἐν ἐσθῆτι πολυτελεστάτῃ τελεστάτῃ καὶ ἀκαταλείπτοις τρυφαῖς.
CHAPTER 58.
Concerning the rich man and Lazarus. The parable set before us, that of the rich man and Lazarus, Christ our God shapes and fashions most excellently, so that we should be conspicuous for hastening to good works with our boasts; for he wishes us to be lovers of brothers and sharing and generous, and overseers of love for the poor, and to cling vigorously to these earnest pursuits. And having said, "A certain man was rich," he indicated him as unmerciful by leaving him unnamed, just as God says through the prophet concerning those who do not fear him, "For I will not remember their names with my lips," but he mentions the poor man by name, since such people are in God's tongue. And there is also reason, as the tradition of the Hebrews says, that there was a certain Lazarus at that time in Jerusalem, practicing extreme poverty and sickness, whom the Lord mentioned, taking him into the parable for the clearer demonstration of what was said. But let none of those who hear these things suppose that a recompense of evil or good works has come to certain people; for what was said is a parable, elegantly fashioned by Christ our God, so that those who possess wealth from the earth might know that if they do not wish to be good and generous and sharing, and do not choose to aid the necessities of the poor, they will fall into a terrible and unguarded judgment. Let us then observe the rich man's brow, raised in arrogance over none of the necessities. "He was clothed," it says, "in purple and fine linen," that is, he was eager to dress well, and he was in the most costly clothing and unceasing luxury.
τοῦτο γὰρ ἐμφαίνει τὸ εὐφραίνεσθαι καθ’ ἡμέραν. πρόσκειται δὲ “λαμπρῶς,” τουτέστιν, ἀσώτως. Ὁ δὲ Λάζαρος νόσῳ καὶ πενίᾳ πεπεδημένος ἐβέβλητο, Φησὶ, πρὸς τὸν πυλῶνα αὐτοῦ ἀτημελῶς ἐρριμμένος, οὐδενὸς ἀξιούμενος λόγου, Φειδοῦς καὶ Φροντίδος ἄμοιρος ὤν· ζητῶν πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ, ἀλλὰ καὶ οἱ κύνες, Φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ, οὐκ ἀδικοῦντες ἀλλ’ οἷον συναλγοῦντες καὶ θεραπεύοντες τῇ γλώττῃ, καὶ τὸ λυποῦν ἀποξέοντες, καὶ ΦιλοΦρόνως περιαλείΦοντες, ὅπως καὶ ἐν τούτῳ δειχθῇ ὁ πλούσιος καὶ θηρῶν ἀπηνέστερος, ὡς ἀσυναλγὴς καὶ ἀφιλοικτίρμων καὶ μεστὸς πάσης ἀπανθρωπίας. ὑπάρχων δὲ ὁ πένης ἐν τοιούτοις b εὐϊματεῖν Cod.
δεινοῖς, οὔτε ἀπεδυσώπησεν, οὔτε ἐβλασφήμησεν, οὔτε ἠγανάκτησεν, οὔτε κατεγόγγυσε τοῦ πλουσίου. πόθεν δὲ τοῦτο δῆλον; ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ Ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπεκατέστησαν. “Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάΦη·” μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν πλούσιον πρόσκειται τὸ “ἐτάΦη.” ἐπειδὴ γὰρ καὶ ζῶν, καθάπερ ἐν μνήματι κατορρυγμένη ὑπῆρχεν αὐτοῦ ἡ ψυχὴ, τάφου περιφέρουσα τὴν σάρκα· διὰ τοῦτο προσετέθη τὸ “ἐτάφη,” ἀπαλλαγεὶς δὲ τοῦ σώματος ἄπεισιν ἐκ τρυφῆς εἰς τὸν ᾅδην·
For this indicates the daily merrymaking. And "sumptuously" is added, that is, prodigally. But Lazarus, bound by disease and poverty, was cast, it says, at his gate, thrown down without care, deemed worthy of no account, sharing in neither sparing nor care; seeking to satiety the things that slipped past and were more useless from the rich man's table; and he was tormented also in another way by a most grievous disease, but even the dogs, it says, licked his sores, not harming him but as it were sympathizing and healing with their tongue, and wiping away what caused pain, and kindly soothing it, so that in this too the rich man might be shown to be fiercer even than wild beasts, as one who did not sympathize nor show mercy and was full of all inhumanity. But the poor man, being in such terrible straits, neither grew indignant, nor blasphemed, nor was angry, nor murmured against the rich man. And from where is this clear? From the fact that the angels led him away in escort, and restored him to the bosom of Abraham. "And the rich man also died and was buried." Let us not pass over lightly what was said, that after the rich man died, "he was buried" is added. For since even while living his soul was buried as it were in a tomb, carrying about a corpse of flesh, for this reason "he was buried" was added. And being released from the body, he departs from luxury to Hades.
ἵνα δὲ μειζόνως κατατρύχηται, ὁρᾷ, φησὶν, τὸν Λάζαρον ἐν κόλποις ὄντα τοῦ Ἀβραὰμ, ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου κατ’ ἀντικρὺ τούτου κατῴκισεν αὐτὸν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν, οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκησε. Τίνος δὲ ἕνεκε οὐχὶ παρ’ ἑτέρῳ δικαίως τὸν Λάζαρον, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ εἶδεν; ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. ἐκεῖνος καὶ τοὺς παριόντας ἐθήρευε καὶ εἰς τὴν οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὕτος καὶ τὸν ἔσω κείμενον παρεώρα· Διὰ τί δὲ οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν, ἀλλὰ πρὸς τὸν Ἀβραάμ Φησι, “πάτερ Ἀβραὰμ, ἐλέησόν με,” καὶ τὰ ἑξῆς; Ἐπειδὴ ᾐσχύνθη καὶ ἠρυθρίασεν ἐκ τῶν κατ’ αὐτὸν πραγμάτων, καὶ ἐνόμισεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, Φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ὑπερεῖδον ἐν τοσούτοις ὄντα τὸν ἄνθρωπον κακοῖς, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι ταύτῃ. Ταῦτα λέγομεν, οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες, οὐ γὰρ δὴ οὕτως διέκειτο ἐκεῖνος, ἀλλ’ ὅτι οὗτος ταῦτα δεδοικὼς οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν· ἐνόμιζε γὰρ αὐτὸν ἀγνοεῖν τὰ γεγενημένα. Τί οὖν ἐκεῖνος; “τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου “ἐν τῆ ζωὴ σου.” Σκοπήσωμεν ΦιλοσοΦίαν δικαίου· οὐκ εἰπεν, ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν
so that he might be tormented all the more, he sees, it says, Lazarus in the bosom of Abraham. For just as God, having cast Adam out of paradise, settled him opposite it, so that the continual sight, renewing the passion, might afford him a keener sense of the loss of good things, so also he settled this man opposite Lazarus. And for what reason did he see Lazarus not rightly at someone else's side, but in the bosom of Abraham? Because Abraham was hospitable. In order, therefore, that there might be a reproof of his hatred of strangers, for this reason he sees him with that man. That man used to hunt down even those passing by and drag them inside into his own house; this man overlooked even the one lying inside. And why did he not direct his words to Lazarus, but says to Abraham, "Father Abraham, have mercy on me," and the rest? Because he was ashamed and blushed at his own circumstances, and thought that he would certainly bear a grudge. For if I, he says, enjoying such abundance, and having suffered no wrong, overlooked a man in such great evils, and did not share even crumbs, much more will he, having been so overlooked, not consent to this favor. We say these things, not accusing Lazarus—for that man was not so disposed—but because this man, fearing these things, did not call upon him, but called upon Abraham; for he thought that he was ignorant of what had happened. What then does that man say? "Child, remember that you received your good things in your life." Let us consider the philosophy of the righteous man. He did not say, O inhuman and cruel and utterly wicked man, having brought such great evils upon the
ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέους καὶ συμπαθείας καὶ συγγνώμης· οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἐγκαλύπτῃ; ἀλλὰ τί; “τέκνον,” Φησὶν, “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·” ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, Φησί· ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ, μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμΦοραῖς, τέκνον, οὗ κύριός εἰμι, μεταδίδωμί σοι, τὸ δ᾿ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ, οὐκ ἔστιν ἡμέτερον λοιπόν. Διὰ τι οὐκ εἶπε, ἔλαβες τὰ ἀγαθά σου, ἀλλ’ “ἀπέλαβες;” ὀΦειλὴν γάρ τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γάρ τις τὰ ὀΦειλόμενα. Τί οὖν ἐντεῦθεν μανθάνομεν; ὅτι κἂν μιαροὶ τινες ὦσι, κἂν εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά· καίπερ οὖν καὶ οὗτος ὁ πλούσιος, ὅθεν διὰ τῆς εὐημερίας τῆς ἐν τῷδε τῷ βίῳ ἀπολαβὼν αὐτὰ, ἤκουσεν ὅτι “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. Ἴσως γὰρ καὶ οὕτος ἓν ἢ καὶ δύο ἢ καὶ τρία ἡμαρτηκὼς, ἐντεῦθεν διὰ τῆς ὀδύνης ἧς ὑπέμεινεν, ἀπέλαβε ταῦτα. Διό Φησιν, “ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·” ἡ γὰρ κρίσις ἀνήλεος τῷ μὴ ποιήσαντι, ἔλεγε. Τί δὲ σημαίνει ὅπερ εἶπεν Ἀβραὰμ, “ὅτι χάσμα μέγα ἐστή- “ρικται,” καὶ τὰ ἑξῆς; τὴν τῶν δικαίων διαφορὰν πρὸς τοὺς πταίοντας· ὥσπερ γὰρ ἐναντίαι αἱ προθέσεις, οὕτως ἀμιγὴς ἡ μετάσασις, τῶν μὲν τὴν ἄνεσιν, τῶν δὲ τὴν κόλασιν δεχομένων. ἀποτυχὼν δὲ τῶν καθ’ ἑαυτὸν, ὑπὲρ ἑτέρων λοιπὸν ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς Φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως·
O man, you now call to mind kindness and mercy and compassion and forgiveness; are you not ashamed, do you not blush, are you not covered with shame? But what? "Child," he says, "you received your good things in your life." For do not strike a soul that has been brought low, he says; the things of his punishment are enough for him; let us not trample further upon his misfortunes. Child, of whom I am lord, I give you a share; but to go from here to there is no longer ours to do. Why did he not say, "You received your good things," but "you received them back"? For it is the mark of one pointing out and making clear a certain debt; for one receives back what is owed. What then do we learn from this? That even if certain people are vile, even if they have been driven to the utmost of wickedness, often they have done one or two or three good things. And so this rich man too, having received them back through the prosperity in this life, heard that "you received back your good things in your life, and Lazarus likewise the evil things." For perhaps he too, having sinned in one or two or three things, received these back through the pain which he endured. Therefore he says, "This one is comforted, but you are in torment"; for judgment is without mercy to the one who has not shown mercy, he said. But what does what Abraham said signify, "that a great chasm is fixed," and the rest? The difference of the righteous from those who have stumbled; for just as their dispositions are opposite, so their passage is unmixed, the one group receiving rest, the other punishment. And having failed in his own concerns, he now makes supplication on behalf of others. See how humane and gentle he has become through his punishment.
ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων τῶν Φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς, καὶ οὐδὲ ἁπλῶς παρεκάλεσεν ἀναστῆναι τινα ἐκ τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, ὅπως, φησὶν, ἰδόντες αὐτὸν στεΦανωθέντα, ὃν ἔβλεπον μυρίοις κακοῖς ἀγωνιζόμενον, οἱ γενόμενοι μάρτυρες τῆς πενίας αὐτοῦ τοῦ λιμοῦ καὶ τῶν ὀδυνῶν, αὐτοὶ καὶ τῆς μεταβολῆς καὶ τῆς δόξης αὐτοῦ γενόμενοι μάρτυρες, ἑκατέρωθέν τε παιδευθέντες, καὶ μαθόντες ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, κἂν οὕτω παρασκευάσωνται ὡς δυνηθῆναι ταύτην διαφυγεῖν τὴν κόλασιν. Τί οὖν ὁ Ἀβραάμ; “ἔχουσι Μωσέα καὶ τοὺς προΦήτας, ἀκου-
“σάτωσαν αὐτῶν.” Οὐχ οὕτω γὰρ, φησὶ, σὺ κήδῃ τῶν ἀδελφῶν, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· μυρίους γὰρ αὐτοῖς ἐπέστησε διδα- σκάλους. Τίνος δὲ ἕνεκεν ἀνταποκριθεὶς ὁ πλούσιος ἔΦη, “οὐχὶ, πάτερ “Ἀβραὰμ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοή- “σουσιν;” ἐπειδὴ αὐτὸς οὗτος τῶν θείων γραφῶν ἀκούων κατεφρόνει, καὶ μύθους ἐνόμιζεν εἶναι τὰ λεγόμενα, ἐξ ὧν αὐτὸς ὑπενόει, καὶ περὶ τῶν ἀδελΦῶν οὕτως ὑποπτεύουσιν ὥσπερ κἀγὼ, ὅτι “τις ἦλθεν “ἐκεῖθεν;” τίς ἐκ νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν τῷ ἅδῃ; διὰ τοῦτο ἐάν τις ἀπὸ τῶν νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσιν. “εἶπε δὲ,” Φησὶ, “πρὸς “αὐτὸν, εἰ Μώσεως καὶ τῶν προΦητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις “ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.” ὅτι δὲ τοῦτο οὕτως ἐστὶν ἀληθὲς, καὶ ὁ τῶν γραΦῶν οὐκ ἀκούων, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι.
For the one who despised Lazarus when he was present, now that others are absent he cares for them, and he begs that Lazarus be sent to his father's house, and he did not simply ask that someone rise from the dead, but Lazarus, so that, he says, seeing him crowned, whom they had seen struggling with countless evils, those who had been witnesses of his poverty, his hunger, and his pains, themselves also becoming witnesses of his change and his glory, and being instructed from both sides, and learning that our affairs will not stand still until the present life, they might even so prepare themselves as to be able to escape this punishment. What then does Abraham say? "They have Moses and the prophets; let them hear them." For not so, he says, do you care for your brothers as God who made them; for he set over them countless teachers. And for what reason did the rich man, answering, say, "No, father Abraham, but if someone from the dead goes to them, they will repent"? Because he himself, hearing the divine Scriptures, despised them, and considered what was said to be myths, from which he himself suspected, and suspected concerning his brothers just as I also did, that "someone came from there"? Who rose from the dead? Who told of the things in Hades? Therefore, if someone from the dead goes, they will not disbelieve him, but rather will pay attention to what is said. "But he said," he says, "to him, If they do not hear Moses and the prophets, neither will they be persuaded if someone rises from the dead." And that this is true, and that the one who does not hear the Scriptures will not hear even if the dead rise, the Jews have shown.
οἳ ἐπειδὴ Μώσεως οὐκ ἤκουσαν καὶ τῶν προΦητῶν, οὐδὲ νεκροὺς ἰδόντες ἀναστάντας ἐπίστευσαν, ἀλλὰ νῦν μὲν ἀνελεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς Ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων ἐν τῷ καιρῷ τοῦ σταύρου· Κόλπους δὲ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ τούτους εἶναι ὁ ἅγιος Διονύσιος ὁ Ἀρεωπαγίτης τὰς θειοτάτας καὶ μακαριωτάτας λήξεις, τὰς ὑποδεχομένας πάντας τοὺς δικαίους, εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν. Περὶ τῶν σκανδάλων λαλῶν ἕως “ἀΦήσεις αὐτῷ,” προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον. Περὶ τῶν ἀρχαιοτέρων ἁγίων Φησὶν ὁ Ἀπόστολος, ὅτι ἐν τῇ πίστει ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, τούτων οὖν ζηλωταὶ γενέσθαι βουλόμενοι οἱ ἅγιοι Ἀπόστολοι, “πρόσθες ἡμῖν πίστιν” ἔλεγον τῷ δεσπότῃ Χριστῷ, οὐκ αἰτοῦσι δὲ πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους αὐτοὺς νομίσῃ τις, ἀλλὰ προσθήκην πίστεως, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν. παρασκευάσαι δὲ αὐτοὺς βουλόμενος δεκτικοὺς γενέσθαι τῆς τοιαύτης χάριτος, Φησὶν, “εἰ ἔχετε πίστιν “ὡς κόκκον σινάπεως, ἐλέγετε ἃν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι” καὶ τὰ ἑξῆς. Εἰ γὰρ τὸ πεπηγὸς οὕτω καὶ κατὰ γῆς ἐρριζωμένον μετακινήσειεν ἃν ἡ τῆς πίστεως δύναμις, καθόλου Φαίη τις
For since they did not listen to Moses and the prophets, neither did they believe when they saw the dead raised, but now they were attempting to kill Lazarus, and now they were leaping upon the apostles, although many had risen at the time of the cross. But the bosoms of Abraham and Isaac and Jacob—these, according to the holy Dionysius the Areopagite, are the most divine and most blessed terminations, which receive all the righteous into the ageless and most blessed perfection in them. When he speaks about scandals as far as "you shall forgive him," it has been written beforehand in the Gospel according to Matthew. Concerning the more ancient saints the Apostle says that in faith the elders were attested. Therefore, wishing to become imitators of these, the holy apostles said to the master Christ, "Increase our faith"—and they do not ask for faith simply, lest someone consider them faithless, but for an increase of faith, that is, the confirmation unto this. And wishing to prepare them to become receptive of such grace, he says, "If you have faith as a grain of mustard seed, you would say to this sycamine tree, Be uprooted," and the rest. For if the power of faith would move that which is so fixed and rooted in the earth, one might say generally
ἃν, μηδὲν οὕτως ἀκίνητον εἶναι ὃ μὴ σαλεύσειεν ἡ πίστις· ἐκεῖνο μέντοι προσεκτέον ἀσΦαλῶς, ὥστε μή τινα λόγον λογίζεσθαι κατὰ κενὴν ἔκπληξιν εἰπεῖν τοῦτο τῷ δεσπότῃ Χριστῷ, πρὸς ὠΦέλειαν δὲ μᾶλλον καὶ σωτηρίαν ἡμῶν, καὶ γὰρ πάντα ἰσχύει ἡ τῆς θείας δυνάμεως ἐξουσία. Περὶ γὰρ κόκκου σινάπεως προεγράφη εἰς τὸ κατὰ τὸν Ματθαῖον. Ἐπειδὴ πέΦυκέ πὼς ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταΦέρεσθαι εἰς Φιλοδοξίαν, ἀΦορμὴ δὲ τοῦ πάθους γίνεται πολλάκις, τὸ ἔπι τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ, παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημ·ένον, καταΦέρει εἰς τοῦτο γνώμης ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που καὶ ὀφελεῖν τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν. Διὰ τοῦτο τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ὁ δεσπότης ποιεῖται Χριστὸς, λέγων, “τίς ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα “ἢ ποιμαίνοντα,” καὶ τὰ ἑξῆς. Διδάσκει γὰρ διὰ τούτων ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. οὐ γὰρ χάριν, ἔΦη, ὁμολογήσει τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ’ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι κατά γε τὸ τῆς δουλείας πρέπον, ἀλλὰ μὴ πληροῦντος μὲν τὸ ὀΦειλόμενον κίνδυνος ἕπεται, πληροῦντος δὲ χάρις οὐδὲ μία, κἂν εἰ ὁ δεσπότης Χριστὸς ὑπάρχων ἀγαθὸς καὶ Φιλότιμος καὶ Φιλάνθρωπος οὐ μόνον ἰσοδύναμα γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται, ἀλλὰ καὶ πολλῷ πλέον τοὺς πόνους ὑπερβαίνοντα, καθώς Φησιν ὁ πάνσοΦος Παῦλος, “ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, “πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.”
...nothing is so immovable that faith will not shake it. Nevertheless, we must carefully attend to this, so that no one may suppose that this was said by the Lord Christ out of empty astonishment, but rather for our benefit and salvation; for the authority of divine power is strong in all things. For concerning the grain of mustard seed it was written earlier in the Gospel according to Matthew. Since the human mind is somehow always prone to love of glory, and the occasion of this passion often arises from being well-pleasing to God in certain excellent deeds, and this is most difficult and hateful even to God, the author of evil, the serpent, draws the mind down to this, so as to think that perhaps one even benefits God with the highest honors, when men have a life that is glorious and well-pleasing. For this reason the Lord Christ sets forth the meaning of the readings that lie before us, saying, "Which of you, having a servant plowing or shepherding," and the rest. For through these words he teaches that the power of lordly authority seeks submission everywhere from its servants as a debt. For he does not, he says, acknowledge thanks to the servant, even if everything that ought to have been done according to what is fitting for servitude should be done by him; but if he does not fulfill what is owed, danger follows, while if he does fulfill it, there is not even a single favor. Even if the Lord Christ, being good and generous and loving to mankind, promises to those who labor not only honors of equal worth, but also far surpassing their toils, as the all-wise Paul says, "that the sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed in us.
ΚΕΦ. ΝΘ.
Περὶ τῶν ι΄ λεπρῶν. Τὴν ἑαυτοῦ δόξαν διὰ τῆς μεγαλοπρεποῦς θαυματουργίας ἐμΦανῆ καθίστησιν ὁ Σωτῆρ’. ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραὴλ, ἀλλ’ ἦν καὶ οὕτω σκληρός τε καὶ ἀπειθής. ἦν δὲ ἡ ἀπόδειξις σαΦὴς, ὧν ἔΦην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεων τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτήρι’, ἐλιπάρουν
ἀπαλλάττεσθαι τοῦ κακοῦ, καὶ ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. ὁ δὲ Φιλάνθρωπος ὣν, ἔΦη, “ὑπάγετε, δείξατε ἑαυτοὺς “τοῖς ἱερεῦσι·” Διὰ τί μὴ μᾶλλον ἔΦη, θέλω, καθαρίσθητι, καθὰ καὶ ἐΦ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον, ἑαυτοὺς ἐπιδείξατε τοῖς ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτυρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ Φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν.
CHAPTER 59.
Concerning the ten lepers. The Savior makes his own glory manifest through magnificent miracle-working. He comes fishing for faith among the heartless Israel, but even so it was hard and disobedient. And the proof of what I just said was clear: the cleansing of the lepers. For these, being driven out of cities and villages as unclean according to the law of Moses, met the Savior and earnestly begged to be released from the evil, and they called him Master, that is, Teacher. And he, being loving toward mankind, said, "Go, show yourselves to the priests."
Why did he not rather say, "I will it, be cleansed," as he also commanded in the case of another leper, but instead commanded, "Show yourselves to the priests"? The law again called those who had been released from leprosy to this. For he commanded them to go as already healed, and to testify to the leaders of the Jews, clearly the priests, that beyond hope and paradoxically they had been released from the evil, Christ having consented to this. And indeed, as they went, they became clean, and the nine, being Jews, fell into utter forgetfulness and did not return to give glory to God. Therefore he shows Israel to be hard-hearted and utterly forgetful. But the foreigner, that is, the Samaritan—foreign because he traced his lineage from the Assyrians—for not in vain does he say, in the midst of Samaria and Galilee and Judea, "he returned with a loud voice glorifying God." He shows, therefore, that the Samaritans are grateful, while the Jews, though benefited, are ungrateful.
Ἐπειδὴ γὰρ ὁ τῶν ὄχλων Σωτῆρ’ ἐν τοῖς πρὸς ἅπαντας λόγοις διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶντες οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καὶ Φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Εξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἑτοίμους δὲ εἶναι βουλόμενος τοὺς ἁγίους αὐτοῦ μαθητὰς πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεΦυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονὴν, ἵνα εὐδόκιμοι γενόμενοι δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, Φησὶ πρὸς αὐτούς· “ἐλεύσονται ἡμέραι ὅτε “ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ
For since the Savior of the crowds in his words to all had everywhere made mention of the kingdom of God, for this reason the wretched men, smiling scornfully—or perhaps having it in mind that he would endure death on a tree, caught in the net of their own perversity—scoffed at this, and say, "When does the kingdom of God come?" meaning, Before the kingdom spoken of by you, a cross and death will seize you. What then does Christ say to this? "The kingdom of God is within you," that is, in your own choices, and it lies in your power to receive it. For it is possible for every man, having grown rich in the righteousness that is toward Christ—that is, evidently through faith—and having been made radiant through every virtue, to attain the kingdom of heaven. But wishing his holy disciples to be ready for anything of the things that naturally cause distress, and to be prepared beforehand for endurance, so that having been approved they might be able to enter the kingdom of God, he says to them: "Days will come when you will desire to see one of the days of the Son of Man, and
“οὐκ ὄψεσθε,” τουτέστιν ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ, καίτοι καὶ τότε σὺν αὐτῷ ὄντες, θλῖψιν ὑπομένοντες, ἀλλὰ πρὸς ἀντιπαράθεσιν τῶν ὑπερκειμένων κακῶν αἱρετά πὼς ἦσαν τὰ ἐλάττονα. Μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ ὅτι “ὡς ἀστραπὴ οὕτως ἔσται, ἕως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. Διαμεμήνυκε λέγων, ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. ἐγενήθη μὲν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐΦ᾿ ἡμῖν πληρώσων οἰκονομίαν· κεκένωται διὰ τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξη θεότητος ἐμΦανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῶ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑΦέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἣ ἐκεῖ.” Φέρει δὲ εἰς ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λὼτ, τὴν μετὰ τὸ ἐξελθεῖν ἀπὸ Σοδόμων στραφεῖσαν εἰς τὰ ὀπίσω, καὶ διὰ τοῦτο γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροΦὴ γενομένοις. Πῶς ἀπόλλυσι τις τὴν ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ; ἣ καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν;
You will not see," that is, during his time of dwelling together with them on earth, although even then they were with him, enduring affliction, but by comparison with the greater evils that lay ahead, the lesser ones were in some way preferable. For they were tried by greater afflictions after his ascension. Concerning his second coming, and that "as lightning so will it be," and "until he does not turn back"—this was written beforehand in the Gospel according to Matthew. Of Cyril of Alexandria. He has clearly indicated, saying, that his own coming will be. He was born according to the flesh and from a woman, to fulfill the economy on our behalf; for this reason he emptied himself and humbled himself, and not in the visible glory of divinity; for the time called for this, and the need of the economy. But after the resurrection from the dead, having ascended into heaven and sat in council with God and the Father, he will come down again, not in a diminution of glory, nor indeed in human lowliness, but in the Father's preeminence, with a multitude of angels escorting him and standing by as God and Lord of all. He will come, therefore, as lightning and secretly, and no one is to be believed who says, "Behold, here or there." He brings forward as an example the wife of Lot, who after going out from Sodom turned back, and for this reason became a pillar of salt, that is, was turned to stone, so that each person might courageously hold fast to spiritual work. Therefore he also made mention of Lot and those in Sodom, who became the work and fuel of divine fire. How does one destroy his own soul, in order to save it? And in what way does he who thinks he is saving it destroy it?
ὁ θεῖος Ἀπόστολος περὶ τούτων Φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς σαρκὸς Φρόνημα, καθώς Φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς “γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἱ γε μὴν Φιλήδονον αἱρούμενοι βίον καὶ οἴονται b τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν· b οἷοντε Cod.
“ὁ γὰρ σπείρων,” Φησὶν, “εἰς τὴν σάρκα θερίσει Φθοράν.” ἔστι δὲ καὶ ἑτέρως ἀπολέσαντά τινα τὴν ἑαυτοῦ ψυχὴν διασῶσαι, ὃ καὶ οἱ μακάριοι πεπράχασι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ στέΦανον ταῖς ἑαυτῶν κεΦαλαῖς ἀνῆψαν. οἱ ἐξ ἀνάνδρου δὲ ψυχῆς καὶ γνώμης τὸν παραυτίκα τῆς σαρκὸς διαΦυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοικήσονται γὰρ εἰς ᾅδου τῆς κακοανδρείας ὑφέξοντες δίκας. Εοικε διὰ τούτων τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας Φορτικὸν γενναίως Φέροντες, σωΦρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης Φανλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. ἀποστελεῖ γὰρ, Φησὶ, τοὺς Ἀγγέλους αὐτοῦ καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν αὐτῷ.
The divine Apostle says concerning these things, "And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires," clearly by labors and struggles for piety, putting to death the mindset of the flesh, just as he says, "Put to death your members which are on the earth: sexual immorality, uncleanness, passion, evil desire, and greed." Therefore, as many as are put to death for the sake of these things, these have saved their own soul; but those who choose a life of pleasure and think they are gaining their own soul, utterly destroy it. For "he who sows," he says, "to the flesh will reap corruption." But it is also possible in another way for someone to destroy his own soul and yet preserve it, which the blessed martyrs also did, enduring struggles to the point of soul and blood for the sake of love toward Christ, and they kindled a crown upon their own heads. But those who from a cowardly soul and disposition escape the immediate death of the flesh, these have become murderers of their own soul; for they will dwell in Hades, paying the penalty for their cowardice. It seems that through these words he is hinting at those who are in poverty and toils; for those who bear the burden of poverty nobly, living temperately and reasonably, these will be passed over, clearly being righteous; but those who are not such, but evildoers and practitioners of every meanness, will be sent away, subjected to the judgment through fire. For he will send, he says, his Angels, and they will gather out the righteous from among the sinners, and they will bring them to him.
Τὸ δὲ “ὅπου τὸ σῶμα,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὥσπερ οὖν σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει, οὕτως ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ ὑψηλὰ πετόμενοι καὶ ἄνω τῶν ἐπιγείων κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται c. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.
ΚΕΦ. Ξ.
Περ τοῦ κριτοῦ τῆς ἀδικίας Διὰ τῆς προκειμένης παραβολῆς τῆς λεγούσης “κριτής τις “ἦν,” καὶ τὰ ἑξῆς, ἀδιαλείπτως ἡμᾶς προσεύχεσθαι προτρέπεται Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν Φοβούμενον μήτε μὴν ἀνθρώπους ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ Φιλοικτίρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν c Hoc Scholium Cyrillo tribuit Cod. Meerman. Vid. Suppl. ad Cat. in S. Matth.
But the phrase "where the body is," and what follows, indicates this: just as, when a dead body lies exposed, the flesh-eating birds of prey flock together upon it, so when the Son of Man appears, then all the eagles—that is, those who fly on high and are raised above earthly, worldly affairs—will run to him. He calls the time of judgment "night" because of the hiddenness and unexpectedness of his coming, and "bed" he calls rest.
CHAPTER 60.
Concerning the Unjust Judge
Through the present parable that says "there was a certain judge," and what follows, Christ our God urges us to pray without ceasing and not to lose heart in our petitions. For if the persistent approach of the widow won over the unjust judge, who neither feared God nor respected men, so that even against his will he carried out her vindication, how much more will the Merciful One and Hater of evil, who always extends a helping hand to those who love him—
σώζουσαν, οὐ προσδέξεται μὲν τοὺς προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν, ὡς ἐκλεκτῶν αὐτοῦ; καὶ ταῦτα μὲν ὁ ἅγιος Κύριλλος. ὁ δὲ Χρυσόστομος καὶ αὐτὸς εἰς διαφόρους λόγους αὐτοῦ περὶ τοῦ κριτοῦ τῆς ἀδικίας λέγει, ὅτι πονηρός τις ἢν καὶ παράνομος, καὶ αὐτὸ δὲ τὸ ἅγιον Εὐαγ- γέλιον τοῦτο δείκνυσιν ἐν τῷ λέγειν τὸν Κύριον, “ἀκούσατε τί “ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν “ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ·” παρέστησε γὰρ διὰ τούτων, ἄλλον εἶναι τὸν κριτὴν τῆς ἀδικίας, καὶ ἄλλον τὸν Θεόν. Πῶς οὖν μετὰ τοιαύτας ἐμΦανεῖς ἀποδείξεις, οὐ Φρίττουσί τινες ὅλως, κἂν εἰς ἔννοιαν λαμβάνειν, μή τι γε καὶ παρρησίᾳ λαλεῖν, αὐτὸν τὸν Θεὸν εἶναι κριτὴν τῆς ἀδικίας, ἐκπλήττεσθαι χρή. Οὐκ ἀγνοῶν ὁ δεσπότης Χριστὸς, πῶς γὰρ ὁ πάντα εἰδώς; Φησι, “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἄρα εὑρήσει τὴν πίστιν “ἐπὶ τῆς γῆς;” ἀλλ’ ὑπεκφαίνων ὅτι ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.
will he not receive those who come to him both by day and by night, and will he not bring about their vindication, as of his elect? So much from the holy Cyril. But Chrysostom also, in various of his homilies concerning the unjust judge, says that he was a certain wicked and lawless man, and the holy Gospel itself shows this when the Lord says, "Hear what the unjust judge says; and will not God bring about the vindication of his elect?" For by these words he established that the unjust judge is one thing, and God another. How then, after such clear demonstrations, do some not shudder at all, even to entertain the thought—let alone to speak with boldness—that the unjust judge is God himself? One ought to be astonished. The Master Christ did not speak in ignorance—for how could he who knows all things? He says, "Nevertheless, when the Son of Man comes, will he find faith on the earth?" But he was hinting that in the last times some will run away from the right and blameless faith, giving heed to spirits of error and to the false speakings of twisted men.
ΚΕΦ. ΞΑ.
Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
Διὰ τῆς τοῦ Φαρισαίου καὶ τοῦ τελώνου παραβολῆς διδάσκει ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ πρᾶγμα, μηδὲ δι’ ὧν ὠΦελεῖσθαί τις νομίζοι, διὰ τούτων αὐτὸν παροτρύνει καθ’ ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν. Γέγραπται γὰρ, ὄτι “ἔστι δίκαιος “ἀπολλύμενος ἐν δικαίῳ d αὐτοῦ·” ὅθεν καὶ ὁ Φαρισαῖος ἐνταῦθα διὰ τοῦτο κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πόλλα γὰρ κατ’ αὐτοῦ τὰ ἐγκλήματα· καὶ γὰρ ὡς ἄνους οὐ μόνον τεθαύμακεν αὐτὸς ἑαυτὸν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους σὺν τῷ τελώνῃ κατέκρινεν· ὁ δὲ κατακριθεὶς ὑπ’ αὐτοῦ τελώνης οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀΦθαλμοὺς, ἀλλὰ περιστείλας τὴν παρρησίαν ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ἀπὸ τοῦ d ἐνιδικαίως Cod.
συνειδότος ἐλέγχοις πληττόμενος ἐφοβεῖτο καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγα Φροντίσας τῶν αὐτοῦ νόμων. Τύπτων οὖν τὸ στῆθος ὡμολόγει τὰ ἐγκλήματα, καὶ δεικνὺς ὡς ἰατρῷ τὴν νόσον, ἐλεηθῆναι παρεκάλει, διὸ καὶ “κατέβη,” Φησὶν ὁ δίκαιος κριτὴς, “οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ” παρ’ ἐκεῖνον.
CHAPTER 61.
Concerning the Pharisee and the Tax Collector.
Through the parable of the Pharisee and the tax collector, the man-loving Lord and God Jesus Christ teaches us in what manner we ought to make our petitions to him, so that the matter may not be found unrewarded for those who employ it, nor that by those things by which someone thinks he is benefited, through these same things he provokes God, the giver of gifts from above, against himself. For it is written, "There is a righteous man perishing in his righteousness"; whence also the Pharisee here has been condemned, because he did not make his prayer with understanding. For many were the charges against him; for as a fool he not only admired himself, but also condemned many others along with the tax collector; but the tax collector, condemned by him, did not even dare to lift up his eyes to the height, so much as to speak, but having restrained his boldness as one who did not possess it, struck by the reproaches of his conscience, he was afraid even to be seen by God alone, as one who cared little for his laws. Striking therefore his breast, he confessed his charges, and showing his disease as to a physician, he begged to be shown mercy; wherefore also "this man went down," says the righteous judge, "justified to his house" rather than that one.
Ταῦτα τοιγαροῦν ἀκούοντες ἐμφρόνως τὰς ἀρετὰς κατορθώσωμεν, καὶ μηδεὶς τούτου χάριν ὑπεροψίαν νοσείτω, μεμνήσθω δὲ μᾶλλον τοῦ Κυρίου εἰπόντος τοῖς ἁγίοις Ἀποστόλοις, “ὅταν ταῦτα πάντα ποιήσητε·” δῆλον δὲ ὅτι τὰ διατεταγμένα αὐτοῖς, “λέγετε ὅτι δοῦλοι ἀχρεῖοι “ἐσμὲν, καὶ ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.” “πᾶς γάρ,” Φησι, “ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν “ὐψωθήσεται.” Ἰσιδώρου Πηλουσιώτου ἐπιστολή. ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαλορρημονήσας προέκρουσεν. ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς εὐδοκίμησεν. Ἄκουε τοίνυν συντόμως. ὁ μὲν μηδενὸς παρακινοῦντος μηδὲ ἐρεθιζοντος μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης Φρονῶν μειζόνως ὁ Φαρισαῖος, εἰκότως προσκρούει· ὑπερηφανίαν γὰρ νοσεῖ. ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ κακηγορεῖσθαι Φράζων πρὸς τὸ ἀποδύσασθαι τὰ ἐπιΦερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος πεποίηκεν Ἰὼβ, πάσης αἰτίας ἔξω καθέστηκεν εἰς τοὺς οὐ δεόντως κακηγορίας τῆς αἰτίας ἀπηλ- λαγμένους. Περὶ τῶν βρεφῶν καὶ περὶ τοῦ εἰπόντος διδασκάλου ἕως “καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Σευήρου ἐκ Τῆσ Πρὸσ Μάγναν. μεγαλοΦώνως ᾔτει τε καὶ προσηύχετο, καὶ ὡς ἄξιος ὣν ὧν ᾔτει τυχεῖν, τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο καὶ ἔλεγε, “νηστεύω δὶς “τοῦ σαββάτου” καὶ τὰ ἑξῆς, καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσοῦτον πλέον τὴν θείαν ἀπέβυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παΦλάζοντα κύματα.
Hearing these things, therefore, let us wisely set upright the virtues, and let no one for this reason be sick with contempt, but let him rather remember the Lord who said to the holy Apostles, "When you have done all these things" — and it is clear that he means the things commanded them — "say, 'We are unprofitable servants, and we have done what we ought to have done.'" "For everyone," he says, "who exalts himself will be humbled, but the one who humbles himself will be exalted."
Letter of Isidore of Pelusium. To be astonished how the Pharisee, having boasted greatly, stumbled, while Job, having said more and greater things, was approved. Hear then briefly. The one who boasts when no one provokes or stirs him, and who thinks himself greater than the whole inhabited world — the Pharisee — rightly stumbles; for he is sick with pride. But the one who in his success hides his own advantages, and in being reviled speaks out to strip off the charges brought against him, as the renowned Job did, has been placed outside every accusation, in contrast to those who have been released from the charge of revilings not rightly made. Concerning the infants and concerning the teacher who said, up to "and on the third day he will rise" — this was written beforehand in the Gospel according to Matthew. From Severus, from the [letter] To Magna. He was asking and praying with a loud voice, and as though he were worthy to obtain what he asked, he enumerated his own deeds and said, "I fast twice a week" and the rest, and the more he recounted, the more he drove away the divine hearing, and the bulk of his words flowed empty around his lips and dissolved into foam, like surging waves.
τελώνης δέ τις μακρὰν ἑστὼς καὶ τοῦ νεῶ τὴν ἐσχάτην ὑποδὺς γωνίαν, τὸ στῆθος ἔπαιε, τὴν ψυχὴν ὥσπερ ὑπομιμνήσκων διὰ τούτου τῶν αὐτῇ πεπλημμελημένων καὶ εἰς
αἴσθησιν διεγείρων καθεύδουσαν, καὶ μηδὲ τῆς ἐν τῇ προσευχῇ στάσεως αὐτὸν ἡγούμενος ἄξιον· τοῦτο μόνον ἐτόλμα λέγειν, ὁ Θεὸς, ἱλάσθητι μοι τῷ ἁμαρτωλῷ· καὶ τὸ μόλις ἐξιὸν τοῦ στόματος ῥῆμα, πτέρυξιν ὑψηλαῖς ἐπῄρετο, πρὸς οὐρανὸν ἀνεΦέρετο, καὶ κρούων τὴν θύραν, εἴσω τῆς θείας ἀκοῆς παρεπέμπετο, καὶ ἐδικαίου τὸν προσευξάμενον. ὁ γὰρ οἰόμενος ἑαυτὸν ἄξιον εἶναι τοῦ εἰς τὰ ἄδυτα παρακύπτειν τοῦ ἱεροῦ, καὶ πλησίον εἶναι τοῦ Θεοῦ, πόρρω μετὰ τῶν βεβήλων ἀπορριΦήσεται· ὁ δὲ καὶ τὰς θύρας ψαύσαι Φρίττων, καὶ αὐτῶν τῶν ταμιείων τοῦ βασιλέως κατατρυΦήσει, κατὰ τὴν ἐν τῷ ᾄσματι νυμΦὴν τὴν λέγουσαν, “εἰσήνεγκέ με “ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.” Τοῦ Χρυσοστόμου. Διδάσκων τοὺς μαθητὰς ὁ καὶ τῦΦον καταπατεῖν κοσμικὸν, τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται Φάσκων, “ἀμὴν, λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται “τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Οὗτος γὰρ ΦιλοσοΦίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον εἰναι.
But a certain tax collector, standing far off and having withdrawn into the farthest corner of the temple, was striking his breast, as if by this reminding his soul of the sins it had committed and rousing it from sleep to awareness, and not considering himself worthy even of the standing posture in prayer; this alone he dared to say, "O God, be merciful to me, a sinner." And the word, scarcely issuing from his mouth, was lifted up on lofty wings, was carried up to heaven, and striking the door, was sent within to the divine hearing, and it justified the one who prayed. For the one who thinks himself worthy to peer into the innermost sanctuary of the temple and to be near to God will be cast far off with the profane; but the one who trembles even to touch the doors will delight in the very treasuries of the king, according to the bride in the Song who says, "The king brought me into his treasury."
Of Chrysostom. When teaching his disciples also to trample on worldly pride, he promises the kingdom to such as these, saying, "Amen, I say to you, whoever does not receive the kingdom of God as a little child shall not enter it." For this is the definition of philosophy: to be guileless with understanding.
ΚΕΦ. ΞΒ.
Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου. Τοῦ Αὐτοῦ. eΤινὲς διαβάλλουσι τὸν νεανίσκον τινὰ καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα, ἐγὼ δὲ Φιλάργυρον αὐτὸν καὶ χρημάτων ἥττονα, οὐκ ἃν παραιτησαίμην εἰπεῖν. Ἐπειδὴ δὲ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μὴ ἀσΦαλῶς τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸν Μάρκον ταύτην ἀνηρηκέναι τὴν ὑποψίαν· καὶ γάρ Φησιν, “ὅτι προσδραμὼν καὶ γονυπετῶν παρε- “κάλει αὐτὸν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτὸν,” διὰ τι οὖν οὕτως ὁ Χριστὸς πρὸς αὐτὸν ἀπεκρίνατο λέγων, “οὐδεὶς “ἀγαθός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ· διὰ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσερχομένων ἀποκρίνεται. ὅταν οὖν εἴπῃ, “οὐδεὶς ἀγαθὸς,” οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει, ἄπαγε. οὐ γὰρ λέγει, τί με λέγεις e Cf. Cat. ad S. Matth. p. i 54 et seq. et Cat. in S. Marc. p. 376 et seq.
CHAPTER 62.
Concerning the rich man who questioned Jesus. By the same author. Some slander the young man as wicked and evil, and as having approached Jesus with a testing intent; but I would not decline to call him a lover of money and a slave of wealth. Since Christ convicted him of being such, yet in no way of being deceitful—because it is not safe to venture presumptuously upon uncertain matters, and especially in accusations—and Mark has removed this suspicion; for he says, "that he ran up and kneeling down implored him, and that Jesus, looking at him, loved him." Why then did Christ answer him thus, saying, "No one is good"? Because he approached him as a mere man, and as one of the many, and as a Jewish teacher; for this reason he converses with him as a man. For in many places he answers according to the suppositions of those who come to him. When therefore he says, "No one is good," he does not say this to exclude himself from being good—far be it. For he does not say, Why do you call me
ἀγαθόν; οὐκ εἰμὶ ἀγαθὸς, ἀλλ’ οὐδεὶς ἀγαθὸς, τουτέστιν, οὐδεὶς ἀνθρώπων, καὶ αὐτὸς δὲ ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ εἰσήγαγεν, “ει μη εις ο θεος.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ, καὶ ὅταν λέγῃ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς” πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό Φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τούτων ἀρχή. Καὶ μετ’ ὀλίγα — Λιπαρὰ ἦν ἡ γῆ, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, καὶ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος ἐΦ᾿ οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδεὶς ἔπαθέ ποτε τῶν Φαρισαίων, ἀλλ’ ἠγρίαινον ἐπιστομιζόμενοι, οὗτος δὲ ἄπεισι κατηφὴς, ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὥστε Θεοῦ ἔργον τὸ σωθῆναι ἡμᾶς, ἀλλ’ ἡμῶν τὸ θελῆσαι, Θεοῦ δὲ τὸ δωρήσασθαι. Κυρίλλογ Ἀλεξανδρείασ. Ἔξεστι γὰρ αὐτοῖς, εἰ ἅπαν ἕλοιντο τῶν ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, “ποιῆσαι “Φίλους ἐκ τοῦ ἀδίκου μαμμωνᾶ, ἱν ὅταν ἐκλείπωσι, δέξωνται “αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς.” Τοῦ Αὐτοῦ. Προσεπάγει δὲ τοῦτο ὁ Ματθαῖος τὸ “τί ἄρα “ἔσται ἡμῖν;” πρὸς τοῦτο ἐρεῖ τις, τι γὰρ ὅλως ἀΦῆκαν οἱ μαθηταὶ, ἣ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτα Φαμέν;
good; I am not good, but no one is good, that is, no one of men, and when he himself says this, he does not say it to deprive men of goodness, but by way of contrast with the goodness of God. Therefore he also added, "except one, God." And he did not say, "except my Father," so that you may learn that he did not reveal himself to the young man, and when he says, "Do not call anyone teacher on earth," he says this by way of contrast with himself, and so that they may learn what is the first principle of these things. And after a little — The land was rich, but the multitude of thorns choked the seed. But if he had come testing, the Evangelist would have made this clear to us, just as he does in the case of the others, and if he had come testing, he would not have gone away grieving at what he heard. This at any rate no one of the Pharisees ever experienced, but they were enraged when checked, whereas this man goes away downcast, which is no small sign that he did not approach with an evil intent, but with a weaker one, and that he desired life, but was held fast by another most grievous passion. Of Saint Titus of Bostra. So then, it is God's work that we are saved, but ours to will it, and God's to grant it. Of Cyril of Alexandria. For it is possible for them, even if they should choose to let go of all their possessions, to be approved in another way, "to make friends from the unjust mammon, so that when they fail, they may receive them into the eternal tents." Of the same. Matthew adds this: "What then will there be for us?" To this someone will say, what then did the disciples altogether leave, or for what things do they ask a recompense from Christ? What then do we say to these things?
μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. ὡς γὰρ οὐδὲν κεκτημένοι πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλιγοστὰ καταλελοιπότας διά γε τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. ἀραρότως μὲν γὰρ ὁ πολύσιος καταΦρονήσας ἃς πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς. ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀναγκαῖον, τὸ γάρ τοι πολλῶν ἣ ὀλίγων ἀπολισθεῖν ἴσον τοῖς πάθεσιν εἴη ἃν,
κατά γε τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἃν τοῖς πολλὰ κεκτημένοις, οἱ μὴ κατ’ αὐτοὺς μένοντες· εἰτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμβολὴν ἑκούσιον ὑπομένοντες. Διὰ τοῦτο δὲ οἱ Ἀπόστολοι “οὐδὲν τούτων συνῆκαν, ἀλλ’ ἦν τὸ “ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγό- “μενα,” ἐπειδὴ οὐδέπω ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προΦητῶν προκεκηρυγμένα.
Especially for this reason they made the inquiry most necessary. For as having acquired nothing except things small and cheap, they wish to learn in what way God will recompense those who have left behind few things for the sake of the kingdom of God, that is, because of their longing to obtain the kingdom of heaven, through love for him. For fittingly the man of great wealth who has despised his many possessions will expect recompense. But he who has acquired little, and then has stood away from these things, in what hopes will he be? How was it not necessary to learn? Then in addition to these things it is also necessary to say that very thing: for to have lost many things or few is equal in the experiences, at least according to the principle of correctness; therefore, as far as pertains to obedience and purpose, those who do not remain according to them would be reckoned in equal rank with those who have acquired many things; then, employing equal zeal, and willingly enduring the casting away of their possessions. And for this reason the Apostles "understood none of these things, but this saying was hidden from them, and they did not know the things being said," since they did not yet know accurately the things proclaimed beforehand by the holy Prophets.
ΚΕΦ. ΞΓ.
Περὶ τοῦ τυφλοῦ. Προσῆλθε μὲν ὁ τυφλὸς ὡς Θεῷ τῷ πάντα ἰσχύοντι, ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβὶδ, ἐπειδὴ τεθραμμένος ἐν Ἰουδαισμῷ οὐκ ἠγνόησε τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν περὶ αὐτοῦ προηγορευμένα, ὅτι ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα· οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὣν ὁ Λόγος ὑπέμεινε τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου Φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται. Οὐκ ἀγνοῶν δὲ ἠρώτησεν αὐτὸν ὁ πάντα εἰδὼς, “τί θέλεις “ποιήσω σοι;” ἀλλ’ ἵνα μάθοιεν οἱ παρεστηκότες, ἤγουν οἱ συμβαδίζοντες ὡς οὐ χρήματα αἰτεῖν αὐτὸν, ἀλλ’ ἐνέργειαν θεικὴν, ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔΦη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον· τίς γὰρ τῶν ἁγίων προφητῶν εἰπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ Φωνή· Φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι Φιλόχριστος, ἠκολούθει γὰρ, Φησὶν, αὐτῷ, τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις
CHAPTER 63.
Concerning the blind man. The blind man approached as to God who is able to do all things, and he calls him son of David, since, having been raised in Judaism, he was not ignorant of the things foretold about him through the law and the prophets, that he was of the lineage of David according to the flesh. Therefore, as one who already believed that the Word, being God, endured birth according to the flesh—I mean, from the all-holy virgin—he approaches as to God, saying, "Have mercy on me, son of David." For that he brought his supplication with this disposition, Christ will testify, saying to him, "Your faith has saved you." Let us marvel also at his persistence in confession, that when some were rebuking him, he himself did not let up; therefore he was also fittingly honored by Christ God; for he was called by him, and was commanded to come near. And the one who knows all things did not ask him in ignorance, "What do you want me to do for you?" but so that those standing by might learn—that is, those walking along with him—that he was not asking for money, but for divine working, as from God. And when he had made clear the manner of his request, then indeed the statement made by Christ was a refutation of the unbelief of the Jews; for he spoke with the highest authority, "Receive your sight." For which of the holy prophets said anything of the kind—that is, spoke with such great authority? Therefore the voice also became light to the one suffering; for it was the word of the true Light. And having been released from the disease, he did not neglect to be a lover of Christ; for he followed him, it says, rendering glory as to God. And he also became an occasion for others
τοῦ δοξάζειν αὐτὸν, ἅπας γὰρ, φησὶν, ὁ λαὸς ἔδωκεν αἶνον τῷ
ΚΕΦ. ΞΔ.
Περὶ τοῦ Ζακχαίου. Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐπ’ ἐπιτάσει δὲ πολλῇ παρ’ αὐτῷ τὸ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπὸς, τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος· ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. ἐπιθυμήσαντος γὰρ ἐκείνου τὸν Κύριον Ἰησοῦν θεάσασθαι, καὶ διὰ τοῦτο ἐπὶ συκομορέαν ἀνελθόντος, ἐβλάστησεν ἐν ἑαυτῷ σπέρμα σωτηρίας· ὅνπερ ἰδὼν ὁ Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι· προτείνει τὴν ἡμερότητα λέγων, “Ζακχαῖε, σπεύσας κατάβηθι” καὶ τὰ ἑξῆς· ἐγίνωσκε γὰρ ὡς προγνώστης Θεὸς τὸ ἐσόμενον. εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ ἑλέσθαι βιοῦν ἁγίως, καὶ μετέθεικεν εἰς εὐσέβειαν· καὶ γὰρ ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων, ὅθεν καὶ γέγονεν εὐθὺς ἐλεήμων καὶ φιλοπτωχείας ἐραστὴς, καὶ τοῖς ἠδικημένοις ὑπέσχετο τετραπλοῦν ἅπερ ἠδίκησεν ἀποδοῦναι, κατὰ τὸν νόμον τὰ τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Διό φησι Χριστὸς ὁ Θεὸς ἡμῶν, “σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ “γέγονε, καθότι καὶ αὐτὸς υἱός ἐστιν Ἀβραάμ.” ἔνθα γὰρ εἰσβάλλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία. Ἔδει δὲ καὶ τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως, ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τοῦ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο Θεός. Τοῦ ἁρίου Τίτου Βοστρῶν.
of glorifying him, for all the people, it says, gave praise to the
CHAPTER 64.
Concerning Zacchaeus. Zacchaeus was a chief tax collector, and in him the love of money was greatly intensified, and the aim of his greed, for this is the pursuit of tax collectors; but Zacchaeus did not remain in these things; he was deemed worthy of the mercy that comes from Christ; for he himself is the one who calls those far off near, and enlightens those who have been darkened. For when that man desired to see the Lord Jesus, and for this reason had climbed up a sycamore tree, a seed of salvation sprouted within him; whom Christ, seeing with the eyes of his divinity, he who wills all men to be saved, extends his gentleness, saying, "Zacchaeus, hurry and come down," and the rest; for as God who foreknows, he knew what was to be. He saw a human soul most readily inclining toward choosing to live holily, and he transformed it into piety; for he received Jesus with joy, whence he also immediately became merciful and a lover of the poor, and to those he had wronged he promised to repay fourfold what he had wronged, according to the law which commands four sheep to be paid in place of one. Therefore Christ our God says, "Today salvation has come to this house, inasmuch as he also is a son of Abraham." For wherever Christ enters, there salvation certainly is also. And it was fitting that the Jews also rejoice over Zacchaeus who was saved paradoxically, because he also was enrolled among the sons of Abraham, to whom God promised through the holy prophets the redemption that comes through Christ. Of Saint Titus of Bostra.
Παραθαρρύνας αὐτὸν λέγει, “σπεύσας κατάβηθι,” σοῦ χρείαν ἔχω, μέγα σου τὸ ἕλκος, μεγάλην ἐπιδείκνυμι τὴν θεραπείαν, ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, οὐ τοσοῦτον ἐν τῷ ἔξω, ὅσον ἐν τῶ τῆς διανοίας. καὶ ὑπεδέξατο αὐτὸν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα. Ἐπαγγέλλεται δὲ τῷ Σωτήρι’ τὰ ἡμίση τῶν ὑπαρχόντων, οὐχ ἵνα ἑαυτῷ τὰ λοιπὰ παρακατάσχῃ, ἀλλ’ ἵνα τετραπλασίονα ἀποτίσῃ τοῖς πλεονεκτηθεῖσιν. ἐπὶ τούτοις Ἰησοῦς εὐφραίνεται καὶ φησι, “σήμερον σωτηρία
“γέγονε τῷ οἴκῳ τούτῳ.” ἠπίστατο γὰρ τὸ ὁλόκληρον τοῦ μετανοήσαντος, τετραπλασίονα δὲ ἀποδίδωσι τοῖς ἀδικηθεῖσι, νόμιμον ποιούμενος τὴν ἔκτισιν·
ΚΕΦ. ΞΕ.
Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν. Ὁ σκοπὸς τῆς προκειμένης παραβολῆς ὅλην ὡς ἐν βραχέσι παριστᾷ τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τοῦ Θεοῦ Λόγου τὴν δύναμιν, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὰ ἀπαρχῆς μέχρι τέλους. γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος, κεχρημάτικε δὲ διὰ τοῦτο καὶ δοῦλος, ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
Encouraging him, he says, "Hurry and come down," I have need of you, great is your wound, I show forth a great cure, I must stay in your house, not so much in the outer house as in the house of your mind. And he received him with joy, for he obtained what he did not expect. And he promises to the Savior half of his possessions, not so that he might keep the rest for himself, but so that he might repay fourfold to those he had defrauded. At these things Jesus rejoices and says, "Today salvation
has come to this house." For he knew the wholeness of the one who had repented, and he repays fourfold to those he had wronged, making the restitution according to the law.
CHAPTER 65.
Concerning the one who went to receive for himself a kingdom. The purpose of the parable set before us presents, as it were in brief, the whole power of the economy of God the Word that has come about for our sake, and of the mystery according to him from beginning to end. For the Word, being God, became man, and for this reason he was also called a servant, but he was and is noble, at least according to the ineffable generation from the Father. And having completed the mystery of the economy with the flesh, he has returned to the glory that is his by nature, and as it were has journeyed to a far country; for heaven is a country other than earth. And he went up to receive for himself a kingdom. But how does he who reigns over all things with the Father go up to him to receive a kingdom? Clearly the Father gives this also to the Son who became man. For having returned to heaven, he has sat down at the right hand of the Majesty on high, henceforth waiting until his enemies be placed under his feet.
Τίνες δέ εἰσιν οἱ πολῖται αὐτοῦ οἱ μισοῦντες αὐτόν; οἱ Ἰουδαῖοι, περὶ ὧν φησὶν, “ὅτι καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ “καὶ τὸν Πατέρα μου,” καὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς βασιλεῦσαι. διὸ καὶ ἔλεγον πρὸς Πιλάτον ἀρνούμενοι τὴν βασιλείαν αὐτοῦ, “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,” καίτοι Ζακχαρίου τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιῶν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς “ ὑπ᾿ αὐτῶν.”
ΚΕΦ. Ξς.
Περὶ τῶν λαβόντων τὰς μνᾶς. Ποίους δὲ δούλους καλέσας τούτοις διένειμε τὰς δέκα μνᾶς; τοὺς τελείους τὴν ἕξιν, οἷς ἃν πρέπῃ καὶ ἡ στερεὰ τροφὴ, τοὺς μυσταγωγεῖν εἰδότας ὀρθῶς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ πανταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἣ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν. Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ.
But who are his citizens who hate him? The Jews, concerning whom he says, "They have both seen and hated both me and my Father," and they did not want him to reign over them. Therefore they also said to Pilate, denying his kingship, "We have no king but Caesar," although the prophet Zechariah cries out, "Rejoice greatly, daughter of Zion, for behold, your king comes to you, righteous and saving;" likewise also Isaiah, "Behold, a righteous king shall reign, and rulers shall rule with judgment;" and further, the prophet David also says concerning Christ himself: "But I was established as king by them."
CHAPTER 66.
Concerning those who received the minas. But what sort of servants did he call and distribute to them the ten minas? Those perfect in condition, for whom solid food is also fitting, those who know how to guide rightly into the mysteries, and who direct both themselves and others toward every virtue. For these, by admonishing the peoples under their hand, add to what was given, and gain the inheritance fitting for the saints. For when the nobleman returns after receiving the kingdom—and it is clear that this is Christ our God—at his second coming they will both obtain praises and revel in the highest honors. For having increased tenfold and manifold what was given through gaining many, they will be set over ten cities or five, that is, they will rule again, not only over those they ruled before, but indeed also over many others besides. But dishonor will be for those overcome by sloth; for the one who hid the mina in a cloth has been brought down to such a judgment.
Ταύτην δὲ τὴν παραβολὴν εἶπεν, ἐπειδὴ ἔλεγεν, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ θεασάμενοι αὐτὸν εἰς Ἱερουσαλὴμ ἀνιόντα ᾠήθησαν διὰ τοῦτο ἀνιέναι, ἵνα δὴ ἀρχὴν δῷ τῇ βασιλείᾳ τοῦ Θεοῦ. ταῦτα μὲν οὖν ἐκεῖνοι ἐνόμιζον, οὐ μὴν ἔλεγον, ἀλλ’ ἐν ταῖς διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν κὰμ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσδοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου. Εἰ γὰρ “αὐστηρός εἰμι, φησὶ, “θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον, τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς
He spoke this parable because he was saying, "The kingdom of God has drawn near," and when they saw him going up to Jerusalem, they thought he was going up for this reason, namely to inaugurate the kingdom of God. So they supposed these things, though they did not say them, but kept rolling the expectation around in their minds. But he who formed the heart and knows the words knew this expectation of theirs, and he corrects the error through a parable; for every nakedness of speech is easily despised. For if, he says, "I am strict, reaping where I did not sow," why did you not give the grace that was given to you—for this is the mina—to the bankers, that is, set it out for the enjoyment of those who know well how to test what comes from you? For I, having come, would have exacted it; that is, I would have demanded my own with interest. For it is the teachers' part to sow in their hearers the profitable and saving word, and the hearers' part not only to keep what was deposited undiminished, but also to produce every virtue in addition. Therefore the sluggish one
οἰκέτης γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος, οἱ δὲ τὴν ἀμείνω βαδίζοντες ὁδὸν, ἐν προσθήκῃ θείων χαρισμάτων γενήσονται· ἔτι δὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· οἱ δὲ μὴ θελήσαντες Ἰουδαῖοι ἐπ’ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ, φησί. Καὶ γὰρ ἔπαθον καὶ νῦν τοῦτό τινες ἐξ αὐτῶν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει· ἐν δὲ τῇ δευτέρα παρρουσίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πάντες οὗτοι ὥσπερ ἐν σφαγῇ τῇ ἀτελευτήτῳ κολάσει δοθήσονται. Τοῖς γὰρ κατακούσασι προθύμως τῶν αὐτοῦ λόγων τοῖς μαθηταῖς λέγω καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ κατέχουσιν ἐν τῇ διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προφητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ισραὴλ διαβόητον ὄνομα.
The servant will be stripped even of the gift that was given, but those who walk the better road will receive an increase of divine gifts; and further, they will enjoy eternal blessings. But the Jews who did not wish the noble man to reign over them were slaughtered before him, it says. For indeed some of them suffered this even now at the capture of Jerusalem; but at the second coming of Christ our true God, all these will be given over to endless punishment as if to slaughter. For to the disciples who eagerly listened to his words, I say, and to those from the Gentiles who have believed and hold in their mind the foundation of the teaching, the things of the divine will were both given and increased according to the gift of the Spirit. But since the Jews did not hold fast to his word, even what they seemed to have was taken away; this is the worship according to the law of Moses, and the prophetic and divinely inspired writings, which foretell the coming of the Lord and God and Savior Christ, and the very renowned name of Israel.
ΚΕΦ. ΞΖ.
Περὶ τοῦ πώλου. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηφθαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. Ωριγύνουσ. Ἡ μὲν Βηθανία ἑρμηνεύεται οἶκος ὑπακοῆς, δὲ Βηθφαγῆ σιαγόνες, ἱερατικός τις ὣν τόπος· καὶ γὰρ σιαγόνες τοῖς ἱερεῦσι ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν ὑπακοὴ, καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ Κύριος τοὺς Ἀποστόλους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧτ’ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογ(??)λὸς ἐπεκάθισεν, ἣ Μωϋσέως λόγος, ἣ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον, “ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ
ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος. Κυρίλλου Ἀλεξανδρείασ. Ἄγεται ὁ πῶλος, ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτὸ δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοις, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι.
CHAPTER 67.
Concerning the colt. And it came to pass, when he drew near to Bethphage and Bethany, at the mount that is called Olivet. Origen. Bethany is interpreted as "house of obedience," and Bethphage as "jaws," being a certain priestly place; for jaws were given to the priests, as it is recorded in the Law. Where, therefore, there is obedience, and a sacred place, there the Lord sends the Apostles to loose "a colt tied, on which no man ever sat," meaning that no rational man ever sat upon it—neither the word of Moses, nor of Isaiah, nor of any other of the prophets. But when Christ came, he said to his disciples that they should go and loose the colt. And he said to them, "If anyone asks you, 'Why are you loosing the colt?' you shall say, 'Because the Lord has need of it.'" For many were the owners of the donkey before it was owned by the Savior; but we know that one who has once become the Lord's cannot have many owners. When a person serves evil, that person is a slave of many passions. Cyril of Alexandria. The colt is led, having been sent by Christ; for two orders serve this very purpose—the prophets and the Apostles—through whom the nations are caught in the net of faith. The colt is therefore led from a certain village, so that through it he might show the rustic mind of the nations—those not raised in the Law, but rather having lived carelessly and untamed and wild, yet it was transferred to gentleness; for it came under Christ, who teaches all things.
ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαία φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴ’ δῶμεν λαόν. Γέγραπται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.” Τοῦ ἀγίου Τίυου. Ὁ Κύριος τίς, ἀπολελυμένον δὲ ἡ προσηγορία, βασιλεύων ἤθελε φαίνεσθαι τῷ πλήθει· ἰσοκέφαλος δὲ ἦν ἡ θέα· μεταστέλλεται πολλῶν, ἵνα καθισθέντα ἴδωσιν οἱ πολλοί· προέλαβε τὸ πλῆθος καὶ βοᾷ “εὐλογημένος ὁ “ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” “δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ “γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Διά τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερουσαλήμ. Τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ἀκριβέστατα δὲ ὁ Ματθαῖος τὴν ὑποτύπωσιν τῶν πραγμάτων γεγενημένην ἔδειξεν, οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ισραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ
But another of the holy Evangelists said that children also, holding up branches of palm trees, ran before him, and together with the disciples joined in the doxology, so that through them too we might see the new people, the one from the Gentiles, as it were painted on a tablet. For it is written, "And the people that is being created shall praise the Lord."
Of Saint Titus. The Lord, who is he? The appellation is unqualified; he wished to appear as king to the multitude. The spectacle was of equal rank; he sends for many, so that the many might see him seated. The multitude anticipated and cried out, "Blessed is he who comes in the name of the Lord," "Glory in the highest to God, and on earth peace, among men good pleasure." For what reason? For men are with Angels; for the King above has come down below, and has made one obedience. The event is a sign. For when the Lord was entering Jerusalem from the Mount of Olives, there was no need for him to sit on a donkey, who traveled on foot through all Judea and Galilee, but the fact that he is seen mounted on the colt signifies that the heavenly leader and king of Jerusalem sits upon the new people. For the colt indicated the newness of the calling, but also the former impurity of those now being called. And Matthew most accurately showed that the prefiguration of the events had taken place, mentioning not only the colt but also the donkey, because Israel too will later follow the new people, just as once the mother followed the colt. For that he sat on the colt the others make clear, who mention only the colt being led to Jesus. But he
Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μηδενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδήλωται. Ἐδάκρυσε δὲ ἐπὶ τὴν Ἱερουσαλὴμ ὁ Κύριος, φιλάνθρωπος ὣν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται περὶ αὐτῆς, εἴπερ ὅλως χρή τι τοιοῦτο εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Πῶς γὰρ ἄλλως ἔγνωμεν ἃν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου, τοῦτο κατέστησεν ἐνεργὲς, ὅθεν καὶ μετὰ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπολλαγῆναι τῆς μελλούσης ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέντες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο.
Matthew, having said that the donkey was also brought and the Lord sat upon it, surely does not say that the colt and its mother were a yoked pair, for how could they be? Rather, the donkey followed. The colt and the donkey, being bound, showed the peoples who are bound to human affairs and are not free to receive the Lord's mounting upon them, but are released through the Lord's divine command, since no one was able to prevent it, and even if some wish to prevent it as though they were their own masters—but if anyone says to you, what does he say? "You shall say that the Lord has need of it." In this a divine calling has been made manifest. And the Lord wept over Jerusalem, being a lover of mankind, so that through this we might learn that he grieved over it—if indeed one ought to say such a thing at all about the God who is beyond all things. For how else would we have known that he had pity on them though they were wicked, unless he had made this effective through a human act? Hence also thirty-five years after the Ascension, its capture took place, the humane God making a delay of the punishment over so many years, and being long-suffering for the conversion of those who had gone astray through the teaching of the holy Apostles, unto the true knowledge of the faith, and that they might be delivered from the wrath that is to come upon the sons of disobedience. Therefore those who were persuaded were saved, but those who disobeyed perished.
τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἃν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλησεν εἰδέναι, ἤγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον. Καιρὸν δὲ λέγει τῆς ἐπισκοπῆς σου, ἣν αὐτὸς ἐποιήσατο, κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.
ΚΕΦ. ΞΗ.
Περὶ τῶν ἐπερωτησάντων τὸν κύρων ἀρχιερέων. Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἰστέον δὲ, τοῦτό φησιν, ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει, ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι καὶ κατὰ διαφόρους καιρούς. κἀκεῖ μὲν λέγουσιν, τί σημεῖον ἐπιδεικνύεις ἡμῖν; ἐνταῦθα βοῶσι, καίτοιγε ἐπιτιμηθέντες διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ τοῦτο ποιήσαντος, ἔμενον ἐπὶ τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· δέον κἀντεῦθεν αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. καὶ γὰρ ἐθαυματούργνσε, καὶ ἑώρων τοῖς λόγοις τὰ ἔργα συμβαίνοντα, ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον λέγων, “ὁ οἰκός μου οἶκος προσευχῆς “κληθήσεται.” Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. διὰ Μωϋσέως, μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων τοὺς ἐξ αἵματος Λευΐ·
For the phrase, "If you had known, even you, the things that belong to peace," means this: that if you had recognized the things useful and necessary for being at peace with God—what they are: faith, and obedience toward the Lord, and abstaining from types and from the worship in the law—such tribulations would not have awaited you. But, he says, it was hidden from your eyes; for willingly you did not wish to know, that is, to understand the divinely inspired Scriptures that make clear the mystery concerning me. And he calls "the time of your visitation" that which he himself made, when he came down and visited her, and taught divine doctrines in her, and performed very many miracles.
CHAPTER 68.
Concerning the chief priests who questioned the Lord. From John Chrysostom. But one must know, he says, that this—that one [account] is at the beginning of the Gospel, but this one near the end, whence it is likely that it happened a second time and at different times. And there they say, "What sign do you show us?" Here they cry out, although they had been rebuked because he was already marveled at by all. And this is a greater accusation against the Jews, that even when he did this same thing once and twice, they persisted in their huckstering, and said he was opposed to God; though they ought even from this to have learned his honor toward the Father and his own power. For he both worked wonders, and they saw the works agreeing with his words, but not even so were they persuaded, but were indignant; therefore he also sets Isaiah against them as an accuser, saying, "My house shall be called a house of prayer."
From Saint Cyril of Alexandria. Through Moses, he commanded that only those of the blood of Levi should touch the sacred duties.