Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀχούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ※ Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἑπάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Es. 48, 12. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ’ ἂν ἄλλος εἴη Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐχώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ, ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἀπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ’ ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ’ οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με·
And my hand founded the earth, and my right hand spread out the heaven; I will call them together, and they shall stand and be gathered, and shall hear. Who has announced these things to them? The Lord who loves you, I have done your will against Babylon, to take away the seed of the Chaldeans. I have spoken, and I have called him; I have brought him, and prospered his way; draw near to me, and hear these things: I have not spoken in secret from the beginning; when it came to be, there I was; and now the Lord, the Lord, has sent me, and his Spirit. Isaiah 48:12. Since it is one person who says these things in the passage, who else could the Lord be who made the heaven and established it, and strengthened the earth, who says, I am the first, and I am for ever, and who adds in what follows, according to all who have interpreted the divine Scripture, the words, and now the Lord God has sent me, and his Spirit—than the holy Word of God, who after the unbegotten beginning of all things generated is called the first God, concerning whom it is written elsewhere also, he sent his word and healed them? For he is the one through whom all things came to be, both in the heavens and on the earth, whether visible or invisible; whom the Lord God the Father sent, and with him also the Holy Spirit, to order the things that pertain to the salvation of men. And the saying would be fitting as addressed to the Jews, teaching that the Lord who created all things is another besides the God of all, by whom he confesses he has been sent, saying, and now the Lord has sent me.
αὐτὸς δ’ ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς, καὶ γειηθήτω τάδε καὶ τάδε· καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν· ταύτην(ῃ) γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ’ ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστιν πραγματείας. Ψ. ΚΔ′. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήμην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων·
He himself would be the one to whom the Father says in the creation of the world, when giving command, "Let there be light," and "Let this and this be made"; and "Let us make man according to our image." For this is also recorded in the Psalms: "For he spoke and they came to be; he commanded and they were created." For it is evident that the one who commands something and speaks to another commands and gives orders to one other than himself. However, to examine each word of the passage is not the task of the present work.
Psalm 24. Hear me, islands, and give heed, nations: After a long time he shall stand, says the Lord; from my mother's womb I called my name; and he set my mouth as a sharp sword; and under the shelter of his hand he hid me; and he said to me, You are my servant, Israel, and in you I shall be glorified; and I said, I have labored in vain, I have given my strength for nothing and for naught; therefore my judgment is with the Lord, and my labor before my God; and now thus says the Lord, who formed me from the womb as a servant for himself, to gather Jacob to him and Israel: I shall be gathered and glorified before the Lord, and my God shall be my strength; and he said: It is a great thing for you to be called my child, to establish the tribes of Jacob and to restore the dispersions of Israel; behold, I have set you as a covenant of a race, as a light of nations, that you may be for salvation to the end of the earth; thus says the Lord, who delivered you, the God of Israel: Sanctify the one who despises his own soul, the one abhorred by the nations of the servants of the rulers.
βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλάσα σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Es. 49, 1. Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γὰρ, καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι’ μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Ἀλλὰ καὶ τὸ, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος·
Kings shall see him and rise up, and rulers shall worship him, for the sake of the Lord; for the Holy One of Israel is faithful, and I have chosen you. Thus says the Lord: In an acceptable time I heard you, and in a day of salvation I helped you, and I formed you, and I gave you as a covenant of nations, to establish the earth and to inherit the desolate places, saying to those in bonds, Come out, and to those in darkness, Be revealed; and in all the ways they shall feed, and in all the paths their pasture shall be; they shall not hunger, nor thirst, nor shall the burning heat strike them, nor the sun; but he who has mercy on them shall comfort them, and through springs of water he shall lead them, and I will make every mountain a road, and every path a pasture for them. Es. 49, 1. It is likely that those of the circumcision think that the things in the prophecy were said about themselves, since it has been said, And he said to me, You are my servant, Israel, and in you I will be glorified; but in addition to the words not fitting them, it is clearly demonstrated also from what follows that the things spoken are prophesied about another Israel; for it is written, And now thus says the Lord who formed me from the womb to be his servant, to gather Jacob and Israel to him; and again he said to me, It is a great thing for you to be called my child, to set up the tribes of Jacob and to turn back the dispersions of Israel. But also the words, Behold, I have set you as a light of nations, to be for salvation to the end of the earth, reveal something paradoxical and wonderful about the one of whom the account speaks.
τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ, Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου; Οὗτος γάρ ἐστιν ὁ μόνος κατ’ ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται ὁρῶν τὸν Θεὸν, κατ’ ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ πτερνιστὴς , καθ’ ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ, Ἰακὼβ ὁ παῖς μου, εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ Ἰακὼβ ὁ παῖς μου εἴρηται, οὕτως ἐνθάδε τὸ μέγα σοι ἐστι τοῦ κληθῆναί σε παῖδά μου· καὶ ὡς ἐκεῖ τὸ, Ἰσραὴλ ὁ ἐκλεκτός μου λέλεκται, οὕτως ἐνθάδε τὸ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε. Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐν δὲ τῇ μετὰ χεῖρας, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι’ αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς·
Who then would this be but our Lord Jesus Christ, who even previously in the passages above was called Jacob and Israel through the words, "Jacob my servant, I will help him; Israel my chosen, my soul has received him"? For this is the only one who truly sees God the Father, being named Israel, which is interpreted "seeing God," according to his conception of divinity; and Jacob, which means "supplanter," in that, having become man, he overcame all the opposing powers. See whether the passages agree with one another, both the one at hand and the one in which it was said, "Jacob my servant," referred to Christ; for just as there it was said, "Jacob my servant," so here it is a great thing for you to be called my servant; and as there it was said, "Israel my chosen," so here, "that the Holy One of Israel is faithful, and I have chosen you." And again, on the one hand there it was said, "I have given you as a covenant of a people, as a light of the nations, to open the eyes of the blind, to bring out from bonds those who are bound, and from the house of prison those who sit in darkness"; but in the passage at hand, "Behold, I have set you as a light of the nations, to establish the earth and to inherit an inheritance of a desert, saying to those in bonds, 'Come out,' and to those in darkness, 'Be revealed.'" That therefore these things in the prophecies set before us fit no other than our Savior alone will be clear to those who have attended to the multitude of the nations who have hoped in him and through him in the God of all, to whom he was set by the Father as a light.
φησὶν δὲ, τοῦ καταστῆσαι τὴν γῆν , τοῦτ’ ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνήματι τεταρταῖον τυγχάνοντα, εἰπὼν, Λάζαρε δεῦρο ἔξω, Io. 11, 43. ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶ τῆς θυγατρὸς Ἁβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτεσιν, ἣν καὶ αὐτὴν τῆς ἀσθενείας ἀπαλλάξας, σώαν ἀπέλυσεν· καθόλου δὲ, ὁπηνίκα πᾶσιν τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἐσφιγμένοις ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων παρέσχετο, οἷα δὴ μόνος (ἔχων) ἐξουσίαν ἀφιέναι ἁμαρτίας· οἷς ἔτι καὶ νῦν διὰ τῆς αὐτοῦ διδασκαλίας παρακελεύεται τῶν προτέρων δεσμῶν ἐξελθεῖν, λέγων ἐφ’ ἑκάστῳ τὸ, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Io. 5, 14. Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα.
He says, "to establish the earth," that is, to lead the soul that formerly found itself in tumults and disorders into its natural stability and calm; but also "to inherit a heritage of the desert," signifying the Church from the Gentiles, which, being a desert before his coming, has received a heritage from the one who said to him, "Ask of me, and I will give you the nations for your inheritance." This one, according to the prophecy concerning him, said to those in bonds, "Come out"—readily, as in the case of Lazarus, whom, bound with grave-cloths and four days in the tomb, he addressed, saying, "Lazarus, come forth," and let him go free; and in part also in a mental sense, in the case of the daughter of Abraham whom Satan bound for eighteen years, whom he also released from her infirmity and sent away whole; and universally, whenever he granted remission of former sins to all who were bound fast by the cords of their own sins, as one who alone has authority to forgive sins; to whom even now through his teaching he urges them to come out from their former bonds, saying to each one, "See, you have become whole; sin no more." In addition to these, even now he commands those still buried in ignorance and wickedness to be uncovered, inasmuch as he is the Word of God, who tests hearts and reins, and is a discerner of the thoughts and intents of the heart. But that we may run through as briefly as possible, applying also the things before these to what is said concerning Christ, taking them up from the beginning, we will set forth our understanding of these matters as well.
Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον· ἐκ κοιλίας φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου· ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ’ ὄναρ εἶπεν μεθ’ ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· Matth. 1, 21. ἐπιφέρει δ’ ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλειτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, Heb. 4, 12. ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ’ ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι·
Having spoken clearly to the people of the circumcision in many instances, when he also calls them by name, either Jacob or Israel, at present he does not direct the prophecy to them, but rather he summons islands and nations to the hearing of what will be said; and here indeed is the promise of the Lord spoken concerning the calling of the nations that were formerly entirely unbelieving and estranged from the worship of God, of which the so-called islands are also understood in part to be—souls that formerly, in some manner, were flooded by the submarine waves of life and by the most bitter streams of wickedness. One must consider, then, what the Lord himself teaches about himself concerning these: "From my mother's womb he called my name"; which is clearly also said of Christ, for the words are his own, which we have learned from the writing of the Gospel. For when Joseph was ignorant concerning Mary's conception, Gabriel, standing by as a servant of the Father's will, said to him in a dream, among other things, also this: "She will bear a son, and you shall call his name Jesus, for he will save his people." And he adds in the prophecy, saying that "he has made my mouth like a sharp sword"; and again, "he has made me like a chosen arrow." For the word of God is living and active, and sharper than any two-edged sword, piercing even to the division of soul and spirit, as the divine apostle taught. And most reasonably would it be said to him alone, who became obedient to the Father even to death: "You are my servant, Israel, and in you I will be glorified."
τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ’ ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· Gal. 3, 13. καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας. Heb. 12, 2. Phil. 11, 8. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, Sap. 2, 15. ἀλλ’ ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων.
But the words "I have labored in vain," and what follows, might be spoken by the Savior because of the scarcity of those who live according to his gospel. And since he came only to the lost sheep of the house of Israel, it is rightly said that he first came to establish the tribes of Jacob and to turn back the dispersion of Israel; and subsequently, because not all of those from among them received him, it is added as addressed to him: "Behold, I have set you as a light to the nations, that you may be for salvation to the end of the earth." After this, the Lord God and Father, who delivered him from all those who were gathered against him, commands us to sanctify him, saying, "Sanctify him who despises his own soul"; for he truly despised his own soul, emptying himself and becoming a curse for us; and taking up our sins, he despised shame even to death, even death on a cross. After this he speaks of him who is abhorred by the nations, the servants of the rulers; and indeed it is clear how those enslaved to the rulers of this age not only abhorred him at the time of his passion, saying, "He is burdensome to us even to look at," but even now they abhor him, attempting to overturn his teaching. The Lord therefore commands that this one be sanctified, foretelling his glorious coming.
Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει. Ψ. ΚΕ′. Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμκαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δ’ ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θύσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θύσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν (στερεὰν) πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς·
But that the word, foretelling the calling of the Gentiles, brings in the prophecy that follows, the one from "I have given you for a covenant of the nations" and what follows, which, being more spiritual and rendered according to the mind alone, does not belong to the present treatise to examine more fully.
50. Thus says the Lord: What is this book of your mother's divorce, by which I sent her away? Or to which of my debtors have I sold you? Behold, for your sins you were sold, and for your lawless deeds I sent your mother away; because I came, and there was no man who would obey; is my hand not strong to rescue? Or is it not strong to deliver? Behold, by my rebuke I will make the sea desolate, and I will make rivers desert, and their fish will be dried up from there being no water, and they will die in thirst. I will clothe the heaven with darkness, and as sackcloth I will make its covering. The Lord, the Lord, gives me a tongue of instruction, to know when it is necessary to speak a word; he set it for me morning by morning; he added to me an ear to hear, and the instruction of the Lord opens my ears; but I do not disobey nor contradict; I gave my back to whips, and my cheeks to blows, and I did not turn my face away from the shame of spittings; and the Lord, the Lord, became my helper; therefore I was not put to shame, but I set my face like a solid rock; and I knew that I would certainly not be ashamed; for he who justifies me is near; who is he who contends with me? Let him come near; behold, the Lord, the Lord, helps me, who will harm me? Behold, all of you will grow old like a garment, and the moth will devour you.
τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορεύομενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φώς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Es. 50, 1. Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων, μὴ οὐκ ἰσχύει ἡ χεὶρ μου, καὶ τὰ ἑξῆς ἕως τοῦ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ, ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων, Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· καὶ αὖθις ἐπάγει[νετὰ] τὰ λοιπὰ φάσκων, Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, καὶ τὰ μέχρι τοῦ, ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με. Δυνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. Οὐκ οἴδαμεν οὖν εἰ ἕξει τίς περὶ τῆς προκειμένης προφητείας ἀποδοῦναι λόγον, μὴ προσιέμενος τὸ εἶναι τινὰ δευτέραν ὑπόστασιν τοῦ Θεοῦ Λόγου μετὰ τὴν πρώτην καὶ ἀγένητον τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων·
Who among you fears the Lord? Let him obey the voice of his child; you who walk in darkness and have no light, trust in the name of the Lord, and lean upon God. Behold, all of you kindle fire and strengthen a flame; walk in the light of your fire and in the flame which you have kindled. These things have happened to you because of me; you shall lie down in sorrow. Isaiah 50:1. Clearly the divinity of the Word is demonstrated also through the preceding passages, both that he existed before the incarnation and that, having become man, he was to suffer these things which are also recorded in the Gospels. For who else could be the one who says, Is my hand not strong? and the following up to, I will clothe the heaven with darkness, and as sackcloth its covering, except the Word of God? He himself, then, having said such great things, adds, saying, The Lord gives me a tongue of instruction, to know when it is necessary to speak a word; and again he adds the rest, saying, But I do not disobey, nor do I contradict; I have set my back to scourges, and my cheeks to blows, and the passages up to, that he who justifies me is near. For we say that the Word suffered in power, while the man whom he assumed suffered together with him. We do not know, then, whether anyone will be able to give an account of the prophecy set before us, without accepting that there is a second hypostasis of the Word of God after the first and unbegotten Father and God of all.
ἡμεῖς γε μὴν ὀρθῶς πεπεισμένοι τοῦτον ὑπάρχειν δηλαδὴ τὸν Θεὸν Λόγον ἡγούμεθα, τὸν καὶ ἐνταῦθα φασκόντα μετὰ τῶν ἄλλων τὸ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ἐπιφέροντα ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τὸ, Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τίνι δ’ ἂν ἄλλῳ παρὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν πρέποι λέγειν καὶ τὸ, τίς ὁ κρινόμενος μοι ἀντιστήτω μοι· ἢ περὶ τίνος λέγοιτ’ ἂν τὰ ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ, ἢ περὶ μόνου τοῦ Χριστοῦ, τοῦ κατὰ τὰς γραφὰς αἰσχύνης καταφρονήσαντος, κενώσαντός τε ἑαυτὸν καὶ μέχρι μαστίγων ταπεινώσαντος, ὅτε κατὰ τὴν προκειμένην περὶ αὐτοῦ προφητείαν φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν σταυρωθῆναι, τότε δὲ καὶ ῥαπίσματα καὶ ἐμπτυσμοὺς ὑπέμενεν, ὅτε ἐπὶ τοῖς λόγοις αὐτοῦ περιρρηξάμενος ὁ ἀρχιερεὺς, ἀπεφήνατο βεβλασφημηκέναι αὐτόν· τότε γὰρ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφιζον αὐτὸν, οἱ δὲ ἐρράπισαν αὐτὸν λέγοντες, προφήτευσον ἡμῖν Χριστὲ τίς ἐστιν ὁ παίσας σε; Matth. 26, 68. Ἔοικε δὲ τὰ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κεφαλαίου περὶ τῆς τῶν Ἰουδαίων λέγεσθαι συναγωγῆς· ἰδοὺ γὰρ, φησὶν, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἦλθεν γὰρ ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, Matth. 15, 24. καὶ οὐχ εὗρε τινὰ ἐν αὐτοῖς ἄνθρωπον, ἀλλὰ καὶ πρώτους μὲν αὐτοὺς ἐκάλεσεν· οὐκ ἦν δ’ ὁ λαὸς ὑπακούων. Δι’ ὃ φησὶν, δι’ ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων·
We, however, being rightly persuaded that this is clearly the God Logos, hold that he is the one who even here, along with other things, says, "I will clothe the heaven with darkness," and who, from the person of the man he assumed, adds, "The Lord gives me a tongue of instruction, to know when it is necessary to speak a word." And to whom else besides the man of our Savior would it be fitting to say also, "Who is he who contends with me? Let him stand against me"? Or about whom would the things from "Who among you fears the Lord? Let him obey the voice of his servant" be said, or about Christ alone, who according to the scriptures despised shame, emptied himself, and humbled himself even to scourges, when according to the prophecy set forth beforehand about him Pilate, having scourged him, handed him over to be crucified, and then also he endured slaps and spittings, when at his words the high priest, having torn his garments, declared that he had blasphemed; for then they spat in his face and struck him, and some slapped him, saying, "Prophesy to us, Christ, who is it that struck you?" It seems that the things at the beginning of the chapter are said about the synagogue of the Jews; for behold, it says, "In your sins you were sold, and in your lawless deeds I sent away your mother." For he came to the lost sheep of the house of Israel, and he found no man among them, but he even called them first; but the people were not obeying. Therefore it says, "Because I came and there was no man; I called and there was no one who would obey."
τὰ δ’ ἐπὶ τέλει τῆς περικοπῆς ἀκολούθως μετὰ τὴν ἐκείνων ἀποβολὴν ἐπὶ τὴν ἐξ ἐθνῶν ἀναφέρεται κλῆσιν· ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ἐπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Ἡμεῖς γὰρ ἀληθῶς ἦμεν οἱ πορευόμενοι ἐν σκότει· καὶ οὐκ ἦν ἡμῖν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν φῶς, ἀλλὰ νῦν διὰ τὴν τοῦ Θεοῦ χάριν πεποίθαμεν ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἐπιστηριζόμεθα ἐπὶ τῷ Θεῷ· τοῖς δὲ μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οἷς καὶ ἀνωτέρω εἴρητο τὸ, ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς φάγεται ὑμᾶς, ἐπιφέρει ὁ λόγος φάσκων, ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς καὶ τὸ, δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐκ προσώπου λέλεκται τοῦ Χριστοῦ ἐπονειδίζοντος αὐτοῖς καὶ ἀπελέγχοντος τὴν εἰς αὐτὸν γεγενημένην τοῦ Ἰουδαίων λαοῦ παρανομίαν. Ψ. Κϛ′. Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός. Es. 52, 5. Καὶ αὕτη ἐπὶ τὸν Σωτῆρα εὐλογώτατα ἁρμόζοι ἂν ἡ προφητεία, ἐπὶ τῆς ἐπιδημίας αὐτοῦ πληρωθέντος τοῦ, ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι. Τῷ μὲν οὖν προτέρῳ λαῷ εἰς πρόσωπον εἴρηται τὰ ἀπὸ τοῦ, δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν·
But the things at the end of the passage are consequently referred, after their rejection, to the calling from the Gentiles, from the words, "Who among you fears the Lord, let him hear the voice of his servant." For we truly were those who walked in darkness, and we had no light before the coming of our Savior, but now through the grace of God we have trusted in the name of the Lord and are established upon God. But to those who did not believe in Christ, to whom it was also said above, "Behold, all of you will grow old like a garment, and like a moth it will devour you," the word adds, saying, "Behold, all of you kindle like fire," and the rest. In these things it is clearly also said, "For my sake these things happened to you," spoken in the person of Christ reproaching them and convicting the lawlessness of the Jewish people that had come against him.
28. Thus says the Lord: For your sake my name is continually blasphemed among the nations; therefore my people shall know my name; therefore in that day, because I am he who speaks, I am present like a season upon the mountains, like the feet of one proclaiming good news, a report of peace, like one proclaiming good things, because I will make your salvation heard, saying, Zion, your God shall reign. Isaiah 52:5. And this prophecy would most reasonably fit the Savior, since at his coming was fulfilled the words, "Because I am, I who speak, am present." So then, to the former people the words from "For your sake my name is continually blasphemed among the nations" were spoken face to face.
τὰ δ’ ἀπὸ τοῦ, διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου τῇ ἡμέρᾳ ἐκείνῃ, νοοῖτο ἂν περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν. Αὐτὸς οὖν ἐστιν ὁ καὶ πρότερον πῆ μὲν δί’ ἀγγέλων, πῆ δὲ καὶ διὰ προφητῶν ἀνθρώποις ὁμιλήσας· καὶ μέντοι ἐκείνους αὖθις παραγενόμενος, καὶ δι’ ἑαυτοῦ τὴν σωτηρίαν πᾶσι κηρύξας, ὁποῖον ἔχει νοῦν ὁ φιλομαθὴς ἐρευνήσας εἴσεται. Ψ. ΚΖ′. Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη, τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ὥψησθε· ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κύριου· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Θεὸς Ἰσραήλ· ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται, καὶ μετεωρισθήσεται σφόδρα· ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων· οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσι. Es. 52, 10. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδὸς οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·
But the things from "Therefore my people shall know my name in that day" would be understood concerning the nations that have believed in him. He himself, then, is the one who also previously spoke to men partly through angels and partly through prophets; and yet, having come again in person and proclaimed salvation to all through himself, the one who loves learning will know what sort of meaning he has, having searched it out.
Ψ. 27. And the Lord will reveal his holy arm before all the nations, and all the nations, the ends of the earth, will see the salvation that is from God. Depart, depart, go out from there and do not touch what is unclean; go out from the midst of her and be separated, you who bear the vessels of the Lord; because you will not go out with tumult, nor will you journey in flight; for the Lord will go before you, and the God of Israel who gathers you. Behold, my servant shall understand and shall be exalted, and shall be lifted up exceedingly; just as many shall be astonished at you, so your form shall be dishonored by men, and your glory by men; so many nations shall marvel at him, and kings shall shut their mouths; because those to whom it was not announced concerning him shall see, and those who have not heard shall understand. Isaiah 52:10. Lord, who has believed our report? And to whom has the arm of the Lord been revealed? We announced as a child before him, as a root in a thirsty land; there is no form in him nor glory; and we saw him, and he had no form nor beauty; but his form was dishonored, failing more than the sons of men.
ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν κακώσει καὶ ἐν πληγῇ. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει· δικαιῶσαι δικαιον δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, παὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Es. 53, 1.
A man in affliction, and one who knows how to bear weakness, because his face was turned away, he was dishonored and not accounted. This one bears our sins, and he grieves for us, and we accounted him to be in pain and in affliction and in affliction. But he was wounded for our sins, and he was made weak for our lawless deeds; the chastisement of our peace was upon him, and by his bruise we were healed. All we like sheep went astray; a man went astray in his own way, and the Lord handed him over to our sins; and he, because he was afflicted, does not open his mouth; as a sheep he was led to the slaughter, and as a lamb before the one shearing it is voiceless, this one does not open his mouth; in his humiliation his judgment was taken away, and who will declare his generation? For his life is taken from the earth, from the lawless deeds of my people he was led to death; and I will give the wicked in return for his burial, and the rich in return for his death, because he did no lawlessness, nor was deceit found in his mouth; and the Lord wishes to cleanse him from the affliction; if you give concerning sin, your soul will see long-lived seed; and the Lord wishes by his hand to remove from the pain of his soul, to show him light, and to fashion him with understanding; to justify the righteous one serving many, and he himself will bear their sins; therefore he himself will inherit many, and he will divide spoils with the strong; in return for which his soul was handed over to death, and he was accounted among the lawless; and he himself bore the sins of many, and for their lawless deeds he was handed over. Isaiah 53:1.
Εὐφράνθητι στέῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Es. 54, 1. Καὶ πότ’ ἄλλοτε ὡς ἐπὶ τῇ παρουσία τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν βραχίονα τὸν μέγαν, οὐκ ἄλλον ὄντα τοῦ Λόγου αὐτοῦ, ὁ Πατὴρ καὶ Θεὸς τῶν ὅλων ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν, ἃ καὶ ἰδόντα τὴν δεδωρημένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ σωτηρίαν ἀφίστασθαι τῆς προτέρας προστάττεται πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ’ ὅτι τὰ ἱερὰ δόγματα, καὶ τοὺς θείους λόγους. Πάλιν δ’ ἐπὶ τούτοις ὃν τρόπον ἐν ταῖς ἀνωτέρω προφητείαις διαφόρας(ως) παῖς ὁ Χριστὸς ὠνομάζετο τοῦ Θεοῦ, ὡσαύτως εἴρηται καὶ ἐνθάδε· συνήσειν δὲ καὶ ὑψωθήσεσθαι καὶ σφόδρα δοξασθήσεσθαι προφητεύεται τοῦ ἀνθρωπίνου αὐτοῦ ἐπινοουμένου, περὶ οὗ ταῦτα λέγεται· ἀληθῶς δὲ ἐξέστησαν καὶ ἐξηπορήθησαν ἐπ’ αὐτῷ πολλοὶ, ἄνθρωπον ἑαυτοῖς ὅμοιος (ὁμοίως) αὐτὸν ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑορακότες, ὅτε τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξε[σ]τάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν, οὐχ οὗτός ἔἐστιν ὁ υἱὸς Ἰωσήφ·
Rejoice, O barren woman who does not bear; break forth and cry aloud, and be glad, you who do not travail, because the children of the desolate are many more than those of her who has a husband. Isaiah 54:1. And when at any other time, as at the coming of our Savior Jesus Christ, did the Father and God of all things reveal before the nations the great arm, which is none other than His Word, and those who saw it, having been granted salvation by God, are commanded to depart from their former error, and no longer to touch unclean things, rolled about in the shameful and defiled deeds in which they formerly wallowed? And since it is no ordinary thing to separate oneself from the former ancestral way of life and from the common intercourse of men, for this reason the Lord Himself promises to go along with and to gather those who bear His vessels—clearly meaning the sacred doctrines and the divine words. Again, in addition to these things, in the manner in which in the earlier prophecies Christ was called the child of God in various ways, so it is also said here: it is prophesied that He will understand and be exalted and greatly glorified, of His human nature being understood, concerning which these things are said: truly many were astonished and perplexed at Him, having supposed Him to be a man like themselves; and they were astonished, seeing Him clothed with no preeminence or worldly glory, when, having laid aside the form of God, and emptied Himself and taken the form of a servant, He accomplished wonders worthy of astonishment and amazement, so that those who beheld them, struck with amazement, said, Is this not the son of Joseph?
οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ’ ἡμῖν; Io. 6, 42 Matth. 13, 55. Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ’ αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ’ ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ’ ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ’ αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, (περὶ ὧν ἐλέχθη τὸ, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, Ps. 2, 2. ) εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ συνέσχον γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τί περὶ αὐτοῦ, τοῦτ’ ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μὴ δ’ ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τί, μὴ δὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τὸ, Κύριε, τίς ἐπίστευσεν τῇ ἀχοῇ ἡμῶν; Ὅπερ οὐκ ἐστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν·
Are not his mother and his brothers with us? And to this day very many are astonished at him and are perplexed, seeing his teaching run its course and even now still running throughout the whole inhabited world, and perceiving the unwavering and unchangeable disposition of those who have believed in him. And while they marvel at these things, they do not understand the divine power by which he both worked and has been able even to this day to work such great things; but truly kings have shut and closed their mouth against him—whether those who were gathered together at his passion (concerning whom it was said, The kings of the earth stood up and the rulers were gathered together against the same), or those who at various times were rulers of the nations—and they did shut their own mouth, though they often attempted to hinder his word and his teaching, yet he none the less prevailed and shone forth, being glorified and lifted up on high, so as to make himself manifest not only to those who had received the prophecies concerning him from their fathers, but—most paradoxically—to those to whom nothing concerning him had ever been announced, that is, to us the nations; who, though we had heard nothing at all from our ancestors, nor had learned beforehand about his coming, nevertheless understood that he had come, and welcomed the prophecies concerning him. Foreseeing these things in the Spirit, the prophet cries out in wonder, saying, Lord, who has believed our report? Which is not the same as, No one has believed our report.
σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ’ ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, τίνι ἀπεκαλύφθη; Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων, καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. Ἑξῆς αὐτοῖς λέγεται, ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ’ ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς ἀληθῶς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι’ ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ’ οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς υἱὸν Θεοῦ, ἀλλ’ οὐδ’ εἰς τὸν τυχόντα δίκαιον. Φασὶ δ’ οἱ τῷ πνεύματι τούτων αὐτῶν συνησθημένοι, ὡσπερεὶ διηγούμενοι καὶ τὴν αἰτίαν τῆς τοιαύτης οἰκονομίας διδάσκοντος(τες) τὸ, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Io. 1, 29. Ἐπιφέρεται τούτοις, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει·
For clearly many multitudes of the Gentiles, and some even of those of the circumcision, have believed the report concerning the Christ; and the arm of the Lord, it says—that is, the Word of God who came forth—to whom was it revealed? The Word himself teaches this at the beginning of the prophecy, saying, And the Lord will reveal his holy arm before all the nations. Next it is said to them, We announced before him as a child, as a root in a thirsty land; he has no form nor glory, and we saw him, and he had no form nor beauty, and the things that follow, which also have been fulfilled, when he emptied himself of the form of God, and did not assume even the fair and comely personification as among men, nor indeed did he pass through human life with glory among men or with the investiture of any worldly preeminence, but taking the form of a slave and servant he humbled himself and became truly man, being in stripes and knowing how to bear weakness, and the glorious and divine face of his divinity was turned away and hidden; for which reason he was also dishonored by those who understood only his human nature, by whom he was not reckoned—not only not as a Son of God, but not even as any ordinary righteous man. And those who have perceived these things by the Spirit say, as it were recounting also the cause of such a dispensation, teaching, This one bears our sins and is pained for us; for they saw, as indeed prophets do, in what manner he would become the lamb of God, who takes away the sin of the world. To these it is added, But we reckoned him to be in toil and in stripes and in affliction.
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν· δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖν ἐπ’ αὐτόν· καὶ μεμαλάκισται δέ φησιν διὰ τὰς ἁμαρτίας ἡμῶν· μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; 2 Cor. 11, 29 Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι’ αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος, ἐτραυματίσθη γὰρ, φησὶ, διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ’ αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει· πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὑτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ἀναμφιλόγως ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ πέρας εἰληφότα δείκνυται· ὅθεν καὶ θαυμάζειν ἄξιον τῆς πωρώσεως τοὺς μὴ προσιεμένους αὐτὸν τοῦ προτέρου λαοῦ προφάσει δι’ ὧν ἐπεδείξαντο κατ’ αὐτοῦ, ἔφ’ οἷς ἐπιγελᾶν καὶ διασύρειν αὐτοῖς ἔθος, ὡς μὴ ἄξια πεπονθότα τῆς τοῦ Θεοῦ περὶ αὐτοῦ φροντίδος· σαφῶς πρὸς τοῖς εἰρημένοις ἀναβοῶντος τοῦ προφήτου περὶ αὐτοῦ, ὅτι τε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
He himself was wounded because of our lawless deeds; for in power he was also wounded when they took up stones to throw at him. And he says he was weakened because of our sins; for rather, Christ, having suffered together with the weak more than Paul, would have said the words, "Who is weak, and I am not weak?" 2 Cor. 11, 29 But the prophet acknowledges all these things, that both for his sake and for all the people the things spoken of would befall him about whom the word is. For he says, he was wounded because of our lawless deeds, and was weakened because of our sins; and counting himself among them he adds, saying, By his bruise we were healed. And clearly perceiving the error that came upon him and upon all the people of the circumcision, and that there is no man who will not sin, even if he seems to be the most righteous of all, he adds: All we like sheep have gone astray; a man has gone astray in his own way; and the Lord delivered him up to our sins; and the things that follow these, which are shown to have been fulfilled undeniably in our Savior Jesus alone. Hence it is also worthy of wonder, on account of the blindness of those of the former people who do not receive him, by reason of the things they displayed against him, at which it is their custom to laugh and mock, as though he had not suffered things worthy of God's care for him—while the prophet clearly cries out concerning him, in addition to what has been said, that he was led as a sheep to the slaughter, and as a lamb before its shearer is silent, so he does not open his mouth; and that his life is taken away from the earth.
Τίς δ’ οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· ἢ τί δ’ ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως (sic) ἀκοῇ ἀκούσαντες τῆς τοῦ Χριστοῦ φωνῆς καὶ μὴ συνέντες, αὐτοῖς τε ὀφθαλμοῖς ἐμβλέψαντες εἰς τὴν παρουσίαν αὐτοῦ καὶ μὴ ἰδόντες· τίνα γὰρ ἄλλον ἔχοιεν ἂν τῶν δικαίων παραστῆσαι ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀχθέντα εἰς θάνατον, ἢ τίς τοιοῦτος γεγένηται, ὡς τὰς ἁμαρτίας παντὸς τοῦ λαοῦ καὶ αὐτῶν τῶν προφητῶν φέρειν, καὶ ὀδυνᾶσθαι περὶ αὐτῶν, ὥστε τῷ μώλωπι αὐτοῦ ἰᾶσθαι πάντας αὐτοὺς ὁμολογεῖν φάσκοντας, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; Τίς δ’ ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ’ ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ; Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ’ εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν (φήσαιεν) περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ’ αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς·
Who would not marvel at what follows all the things previously listed, hearing the prophet say, "He was led to death because of the lawless deeds of my people"? Or what would those who truly (sic) heard the voice of Christ with their ears and did not understand, and looked with their own eyes upon his coming and did not see, contrive to say in response to these things? For which other of the righteous could they present as having been led to death because of their sins? Or who has been such a one as to bear the sins of all the people and even of the prophets themselves, and to grieve over them, so that by his wound all of them are healed, confessing and saying, "He bears our sins, and grieves over us, and by his wound we are healed"? And who, having received a human nature, could be such a one as to have sinned neither in word nor in deed, so that the divine Scripture speaks truly when it says of him, "He did no lawlessness, nor was there deceit in his mouth"? And for what reason does the word foretell that the one testified to in these things will be led as a sheep to the slaughter, and will be condemned to death because of the lawless deeds of the people? And let them also say whether the Christ whom they expect to come will certainly suffer these things that the prophecies declare concerning him, or whether nothing of the kind will happen to him. But if because of the things that befell our Savior they stumble in faith in him, they would not spare (they would say) concerning the one for whom they expect such things. The time has come, then, for them to declare the divine utterances incomplete according to them, and evidently false.
ἀλλ’ οὐ καθ’ ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ’ ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ δι’ ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ’ αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ· ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον, τούτου χάριν τὰ τοιαδὶ πείσοντα. Τούτοις ἑξῆς αὖθις ἡ ἐξ ἐθνῶν ἐκκλησία εὐαγγελίζεται συγκρινομένη καὶ προκρινομένη τοῦ προτέρου λαοῦ διὰ τοῦ, εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν κατὰ τὸν τόπον, ᾧ μέλει τῆς τοῦ Σωτῆρος ἐντολῆς λεγούσης, ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗται εισιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, Io. 5, 39. ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται. Ψ. ΚΗ′. Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, μαὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν·
But not according to us, to whom it was not announced from the fathers, nor were the things concerning him handed down, yet who nevertheless beheld him and received him, according to what is said elsewhere: A people whom I did not know served me; at the hearing of the ear they obeyed me. And throughout the whole prophecy the things concerning him are brought forward more broadly and more clearly shining afar, and the destruction that overtook those who had plotted against him is made plain through: And I will give the wicked in place of his burial, and the rich in place of his death; because he committed no lawlessness, nor was there deceit in his mouth. For he says that they killed him although he was such a one, and for this reason such things would befall them. Next after these things the Church from the nations is again proclaimed, being compared with and preferred to the former people through: Rejoice, O barren woman who does not bear; break forth and cry out, you who do not travail; for many are the children of the desolate more than of her who has a husband. But since the things in this passage require much investigation and examination by those who heed the command of the Savior which says, Search the scriptures, in which you think you have eternal life, and these are they which testify of me, John 5:39, he who has searched the things in them more diligently will know.
Psalm 28. Hear me, and you shall eat good things, and your soul shall delight in good things. Give ear with your ears, and follow after my ways; hear me, and your soul shall live in good things, and I will make with you an everlasting covenant, the sure holy things of David. Behold, I have given him as a testimony among the nations, a ruler and commander among the nations.
ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἔνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε. Es. 55, 2. Τούτοις τὰ λεγόμενα συνίησιν ὑποδεχόμενος ὁ λόγος πνευματικὰς τροφὰς, θείαν τε καὶ οὐράνιον τρυφὴν, ἔτι τε ζωὴν οὐ τὴν σαρκὸς ἀδιάφορον, ἀλλὰ τὴν ἀΐδιον τῆς ψυχῆς. Προσυπισχνεῖται τοῖς αὐτοῖς διαθήκην αἰώνιον διαθήσεσθαι, ἥν τινα φησὶ τὰ ὅσια Δαυὶδ τὰ πιστὰ περιέξειν. Τίς ἂν οὖν εἴη καὶ αὕτη μετὰ τὴν πρὸς καιρὸν τὴν διὰ Μωσέως καινή τις καὶ αἰώνιος διαθήκη δοθήσεσθαι τούτοις, πρὸς οὓς ὁ λόγος, προφητευομένη; Ἡ καινὴ τῶν ἱερῶν εὐαγγελίων γραφὴ, τὰ ὅσια Δαυὶδ περέχουσα διὰ τὸν ἐκ σπέρματος αὐτοῦ γενόμενον Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ· τοῦτον δὲ καὶ μαρτύριον δεδωκέναι φησὶν ὁ Θεὸς οὐχὶ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσιν, ἄρξοντα τούτων καὶ τούτοις προστάξοντα, οὐχὶ δὲ τῷ προτέρῳ τῷ ἐκ περιτομῆς λαῷ. Ταῦτα δὲ τὰ ἔθνη πρότερον οὐδαμῶς αὐτὸν ἐπιστάμενα, ὅτε ἔγνω αὐτὸν υἱὸν τοῦ Θεοῦ τυγχάνοντα, Σωτῆρα καὶ Θεὸν ἐπεκαλέσατο αὐτόν· ἀλλὰ καὶ οἱ μηδεπώποτε αὐτὸν ἐπεγνωκότες ἡμεῖς κατεφύγομεν ἐπ’ αὐτὸν, τῆς προτέρας ἀποφυγόντες πλάνης, καὶ ὑπὸ τὰς ἀντικειμένας ἐνεργείας δουλείας. Ταῦτα δὲ, φησὶν ἡ προφητεία, γενήσεσθε ἕνεκεν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐδόξασεν αὐτόν· σαφὲς δ’ ὅπως ἐδόξασεν αὐτὸν ὁ Πατὴρ κατὰ τὴν ἐνεχθεῖσαν πρὸς αὐτὸν ἐξ οὐρανοῦ φωνὴν, τὴν καὶ ἑδόξασα καὶ πάλιν δοξάσω. Io. 12, 28. Ὅρα δ’ εἰ μὴ συγγενῆ τυγχάνει τοῖς ἐνθάδε ῥητοῖς φάσκουσι τὸ, ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε·
Behold, nations that did not know you will call upon you, and peoples who did not know you will flee for refuge to you, for the sake of the Lord your God, the Holy One of Israel, because he has glorified you. Isa 55:2. The Word understands what is said in these things, receiving spiritual foods, both divine and heavenly delight, and further life—not the indifferent life of the flesh, but the eternal life of the soul. He promises beforehand to the same people that he will make an everlasting covenant, which he says the sure mercies of David will contain. What, then, would this also be, after the temporary covenant through Moses—a certain new and everlasting covenant prophesied to be given to those to whom the Word is addressed? It is the new writing of the sacred Gospels, containing the sure mercies of David because of Jesus the Christ of God, who was born from his seed. God says that he has given this one as a witness, not to Israel, but to the nations, to rule over them and to command them, and not to the former people of the circumcision. And these nations, formerly in no way knowing him, when they knew that he was the Son of God, called upon him as Savior and God; but we also, who never before knew him, fled to him, escaping the former error and slavery under opposing powers. And these things, the prophecy says, you will become for the sake of the Lord his God, because he has glorified him. And it is clear how the Father glorified him, according to the voice brought to him from heaven: I have both glorified and will glorify again. John 12:28. See whether the words, Nations that did not know you will call upon you, are not akin to the sayings here.
καὶ λαοὶ οἳ οὐκ ἔγνωσάν σε ἐπὶ σὲ καταφεύξονται, τὰ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ, ἔνθα ἐλέγετο, ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσιν. Τούτοις ὅμοια τυγχάνει καὶ τὰ ἐν ἑπτὰ καὶ δεκάτῳ Ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. Ps. 17, 43. Ἡμεῖς μὲν οὖν ἀληθεῖς πιστεύοντες τὰς πρὸφητείας πεπληρῶσθαι αὐτὰς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πεπείσμεθα, συναισθόμενοι ὅπως ἡμεῖς αὐτοὶ πλανώμενα ἔθνη τὸ πάλαι τυγχάνοντες, ἐλαυνόμενοί τε ὑπὸ χαλεπῶν δαιμόνων κατὰ πᾶσαν εἰδωλολατρείαν, καὶ μήτε τὸν μόνον ἀληθῆ Θεὸν ἐπιστάμενοι, μήτε προφητικῆς ἐπαΐοντες φωνῆς, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδασκαλίας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ τῶν ὅλων παρεληλύθαμεν, πεπιστεύκαμέν τε ταῖς θεοπνεύστοις γραφαῖς, καὶ τὸν προφητευθέντα τοῦ Θεοῦ Λόγον παραδεδέγμεθα, μὴ δ’ ὅλως αὐτὸν τὸ πρὶν ἐπιστάμενοι. Τοσαῦτα δὴ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐεργετηθέντες διδασκαλίας, πῶς οὐκ ἂν δικαίως παραδεχοίμεθά τε καὶ ἐκθειάζοιμεν αὐτὸν, ἅτε υἱὸν Θεοῦ ἡμῶν τε αὐτῶν τυγχάνοντα Σωτῆρα; Ψ. ΚΘ′. Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκοδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Es. 57, 1.
And peoples who did not know you will flee to you—the things in the preceding chapter, where it was said that those to whom it was not announced concerning him will see, and those who have not heard will understand. Similar to these are also the things in the seventeenth Psalm from the person of Christ, according to the words, A people whom I did not know served me; at the hearing of the ear they obeyed me. Ps. 17:43. We therefore, believing the prophecies to be truly fulfilled, are convinced that they were fulfilled at the coming of our Savior, perceiving how we ourselves, who formerly were wandering nations, driven by harsh demons into every form of idolatry, and neither knowing the only true God nor understanding the prophetic voice, have come over to the knowledge of the God of all through the teaching of our Savior Jesus, and have believed the divinely inspired Scriptures, and have received the Word of God who was foretold by the prophets, though we did not know him at all before. Having been so greatly benefited through the teaching of our Savior, how would we not justly receive him and revere him as divine, since he is the Son of God and the Savior of ourselves?
29. See how the righteous man is taken away, and no one lays it to heart, and righteous men are taken away, and no one understands; for from the face of injustice the righteous man has been taken away; his burial shall be in peace; he has been taken away from the midst; but you, draw near here, sons of the lawless, offspring of adulterers and a harlot: in whom did you take delight? And against whom did you open your mouth? And against whom did you let loose your tongue? Are you not children of destruction, a lawless offspring? Isa. 57:1.
Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ’ ἀλήθειαν παρὰ πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν, ἴδετε ὡς ὁ δίκαιος αἴρεται· ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ, ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Io. 10, 18. Εἶτά φησιν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη. 1 Cor. 15, 3. Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ; Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ ἄνδρες δίκαιοι, φησὶν, αἴρονται, οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ’ ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ’ ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἐξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ, ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ψ. Λ′.
The Christ of God alone has been shown in truth to be such as all the righteous who have ever lived were not; therefore he alone would rightly bear the name "righteous," so that the prophecy speaks of him: "See how the righteous man is taken away"; and it adds from whom he is taken away in the words, "For from the face of unrighteousness the righteous man has been taken away"; and who it is that takes him away, one may hear from his own words: "No one takes my soul from me; I have authority to lay it down, and again I have authority to take it up." Then it says, "In peace is his burial." Here it should be noted that the prophetic Scripture signifies not only the things concerning his death but also the things concerning his burial, whence also the holy apostle, writing to the Corinthians, says: "For I delivered to you in the first place what I also received, that Christ died for our sins according to the Scriptures, and that he was buried." And which Scriptures, if not those that say, "From the lawless deeds of my people he was led to death," and "In peace is his burial"? And not only the righteous man just mentioned by us was taken away from the midst of unrighteousness, but also, it says, "righteous men are taken away," who would be the holy apostles of Christ and his wonderful martyrs, who by participation in his righteousness themselves also bear the name "righteous." And while these things were being accomplished, it says, "no one saw, and no one understood"—of those, clearly, whose heart had grown fat and who had hated their eyes so as not to see; to whom the following part of the prophecy is addressed, from the words, "But draw near here, you lawless sons, offspring of adulterers and a harlot."
Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Es. 59, 19. Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα Κυρίου τὰ παντοδαπὰ ἔθνη, τὰ διὰ τῆς Ἰησοῦ διδασκαλίας καταλείψαντα μὲν τὴν προτέραν τοῦ κατὰ τὴν ἄγνοιαν σκότους πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Θεὸν καταπεφευγότα· τίς δ’ ὁ ἥξειν προφητευόμενος ἐκ Σιὼν, ῥυσόμενος καὶ ἀποστρέψων τῆς προτέρας ἀσεβείας τὸν Ἰακὼβ, ἢ ὁ σῶσαι παραγενόμενος τὰ ἀπολωλότα καὶ ἐν ἀσεβείᾳ γεγονότα πρόβατα οἴκου Ἰσραὴλ, οἷς διαθήσεσθαι φησὶ τὸ ἐν Χριστῷ πνεῦμα τοῦ Θεοῦ τὰ ῥήματα τῆς αἰωνίου ζωῆς, ἃ δέδωκεν ὁ Πατὴρ εἰς τὸ τοῦ Υἱοῦ στόμα· ἃ καί φησιν μήτε ἐξ αὐτοῦ, μήτε μὴν ἐκ τοῦ στόματος τοῦ σπέρματος αὐτοῦ διαλείψειν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον;
And those from the west shall fear the name of the Lord, and those from the rising of the sun the glorious name; for wrath shall come from the Lord like a violent river, it shall come with fury. And for the sake of Zion the deliverer shall come, and he shall turn away impieties from Jacob, said the Lord. And this is the covenant from me to them: my Spirit, which is upon you, and the words which I have given into your mouth, shall not fail from your mouth, nor from the mouth of your seed, said the Lord, from now and forever. Es. 59, 19. Again the words prophesy the things of the calling of the church from the nations, which was established through our Savior; for who else could be those said to be from the west, or through whom did the nations of every kind fear the name of the Lord—the nations which through the teaching of Jesus abandoned the former error of the darkness of ignorance and fled for refuge to the God of all things? And who is the one prophesied to come from Zion, who shall deliver and turn Jacob away from his former impiety, except the one who came to save the lost sheep of the house of Israel that had come to be in impiety, to whom he says the Spirit of God in Christ shall covenant the words of eternal life, which the Father has given into the mouth of the Son—which words, he says, shall not cease either from him or indeed from the mouth of his seed, from now and for all time?
Ταῦτα δ’ ἂν εἴη τὰ ῥήματα τοῦ εὐαγγελίου τῆς καινῆς διαθήκης, ἃ, καίτοι τοσούτων ἐπιβουλευσάντων τε πάλαι καὶ ἔτι νῦν ἐπιβουλευόντων αὐτοῖς, οὐ διέλειπεν οὐδὲ μὴν ἐπιλείψει ἐκ τοῦ στόματος τῆς ἐκ τοῦ λογικοῦ καὶ νοητοῦ σπέρματος τοῦ Χριστοῦ συστάσης ἐκκλησίας· εἶπεν γὰρ Κύριος καὶ ἀποπέφανται τοῦ μὴ ἐξαλείψειν αὐτὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· διὸ καὶ κατὰ τὸν Ἰωάννην αἰώνιον εὐαγγέλιον Apoc. 14, 6. ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγελιον. Ψ. ΛΑ′. Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· ※ Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδὶαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ※ τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Es. 61, 1. Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ’ ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ’ ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν, πτύξας τὸ βιβλίον, Luc. 4, 20.
These would be the words of the gospel of the new covenant, which, although so many have plotted against them in the past and still plot against them now, have not ceased nor will they ever fail from the mouth of the church constituted from the rational and intelligible seed of Christ; for the Lord has spoken and declared that he will not blot them out from now and forever; therefore also, according to John, the gospel of Christ is seen to be an eternal gospel (Rev 14:6).
Psalm 31. The Spirit of the Lord is upon me, for which reason he has anointed me; the Lord has sent me to proclaim good news to the poor, to heal the broken in heart, to proclaim release to captives and recovery of sight to the blind, to call a acceptable year of the Lord and a day of recompense for our God; to comfort all who mourn, to give to those who mourn in Zion glory instead of ashes, an anointing of gladness to those who mourn, a garment of glory instead of a spirit of despondency; and they shall be called generations of righteousness, a planting of the Lord for glory (Isa 61:1). Jesus, the Christ of God, who came forth from the root of Jesse, upon whom the seven spirits of God have rested, having loved righteousness and hated lawlessness, was anointed by God and his Father with the so-called spiritual oil of exultation; who also, once taking the Isaiah in his hands at the time when he had also become man, and having read the passage set before us, rolled up the book (Luke 4:20).
φησὶ, σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη, αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανών· Matth. 5, 3. καὶ ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους, περὶ ὧν εἴρηται, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ps. 50, 17. Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν (τοῦ) νοητῶν (τοῦ) Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν (sic) πάλαι γεγενημενοις· διὸ καὶ θάρρῶν ἔλεγε τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι· Matth. 9, 2. ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ’ αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας, ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ· Matth. 20, 31. οὗτος δέ ἐστιν ὁ καλέσας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου, ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ᾽ ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ᾽ ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν, Μακάροι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Matth. 5, 4. Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν.
He says, Today this scripture has been fulfilled, for he was truly the one sent from the Father to proclaim the kingdom of heaven to the poor in spirit, to whom he also said, Blessed are the poor in spirit, for theirs is the kingdom of heaven. And to heal the brokenhearted, concerning whom it is said, A broken and humbled heart God will not despise. In addition to these things, he came to proclaim forgiveness of sins to those who had long been captives under the spiritual Nebuchadnezzar; therefore he also confidently said to the paralytic, Child, your sins are forgiven. But also to those whose eyes of understanding were damaged, and who were blinded by the spiritual foreigners and Babylonians like Samson and Zedekiah, he came to give recovery of sight. In part, those healed by him included also the physically blind, whom he made to see again after they believed in him and cried out, Have mercy on us, son of David. This is the one who called the acceptable year of the Lord, which he proclaimed after John's imprisonment, and who taught about the kingdom of God and about our judgment, in which to each according to his deeds the deserved penalty will be rendered. In addition to these things, he came to comfort those who mourn with the praiseworthy mourning according to God; to them he also promised a blessing, saying, Blessed are those who mourn, for they shall be comforted. He came, moreover, for the sake of giving glory to those who mourn for Zion.
Τίνες δ᾽ ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη· Ps. 119, 5. ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος κλαίοντες ἐν τῷ μνησθῆναι αὐτοὺς τῆς Σιών· τούτοις γὰρ οὖν ὁ Χριστὸς τοῦ Θεοῦ πληρῶν ἣν τοῖς πενθοῦσι ὑπέσχετο παράκλησιν, δόξαν ἀποδώσει ἀπαλλαγεῖσι τοῦ πένθους, καὶ ἀντὶ τῆς σποδοῦ ἧς ἀκονίσαντο κατὰ τὸν ἐνταῦθα βίον πενθήσαντες, ἄλειμμα εὐφρονσύνης παρέξει, χρίων καὶ αὐτοὺς ἐλαιῳ ἀγαλλιάσεως, ἵνα γένωνται τῆς αὐτοῦ μέτοχοι χρίσεώς τε καὶ βασιλείας, ὥστε καὶ αὐτοὺς εἰπεῖν, μέτοχοι γὰρ τοῦ γεγόναμεν. Heb. 3, 14. Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφηεύεται #καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας,# ἐπὶ (εὶ) τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι· καὶ ταύτῃ μάλιστα πενθοῦντες, οὐ μόνον διὰ τὸ πόρρωθεν θεωρεῖν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλὰ καὶ διὰ τὸ συμπαθὲς καὶ φιλάνθρωπον συμπάσχοντες καὶ συναλγοῦντες τοῖς ἀσθενοῦσιν ἑαυτῶν μέλεσι, καὶ μονονουχὶ βοῶντες τῇ τοῦ ἀποστόλου διαθέσει, τῷ, τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 2 Cor. 11, 29. Ψ. ΛΒ′. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμσέ με κόσμῳ.
But who might these also be, except those seeking their own homeland and ever rekindling the memory of the heavenly city? Such was that man who, knowing himself to be a sojourner and stranger on the earth, and lamenting with "Woe is me," because "my sojourning has been prolonged" (Ps. 119:5). And further, those weeping by the rivers of Babylon when they remembered Zion. For to these, indeed, the Christ of God, fulfilling the consolation he promised to those who mourn, will give back glory when they have been released from mourning, and instead of the ashes in which they rolled as they mourned during this present life, he will provide the anointing of gladness, anointing them also with the oil of exultation, so that they may become partakers of his anointing and kingdom, so that they too may say, "For we have become partakers" (Heb. 3:14). And furthermore, Christ prophesies that he will give to those who mourn for Zion a garment of glory instead of the spirit of despondency, because they were despondent over the affairs of life, as though displeased with human deeds; and in this especially mourning, not only because they behold the promises of God from afar, but also because, in sympathy and love for humanity, they suffer together and grieve together with the weak members of their own body, and all but cry out with the disposition of the apostle: "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?" (2 Cor. 11:29).
Psalm 32. Let my soul exult in the Lord, for he has clothed me with a garment of salvation, and a robe of gladness; he has set a turban upon me as on a bridegroom, and as a bride he has adorned me with ornament.
Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατέλλει, ὅυτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Es. 61, 10. Ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγεν τὸ, περίλυπός ἐστιν ἡ ψυχή μου, Matth. 26, 38. καὶ τὸ, νῦν ἡ ψυχή μου τετάρακτα, Io. 12, 27. ἐπ᾽ οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ (ὁ) μὲν νυμφίος ὑπῆρχεν τῆς μὴ ἐχούσης σπιλον ἢ ῥυτίδα νύμφης ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ (ῷ) περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ (ου) κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γὴν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς ἐν αὐτῷ βλαστήμασι, οἷς καὶ ὁ μέγας τοῦ Θεοῦ παράδεισος καταπεφυτεῦσθαι λέγεται· ἔσται δὲ ταῦτα φησὶν, ἐπεὶ δίκαιος ὢν Κύριος, καὶ οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ ἐθνῶν ὑπάρχων Θεὸς, ἀνέτειλε τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ’ ἔστι τὸν Χριστὸν αὐτοῦ, ἐναντίον πάντων τῶν δι’ αὐτοῦ πιστευόντων ἐθνῶν. Ψ. ΛΓ′. Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Es. 62, 10.
And as the earth puts forth its flower, and as a garden causes its seeds to spring up, so the Lord, the Lord will cause righteousness to spring up, and exultation before all the nations. Is. 61:10. The soul of our Lord Jesus Christ, concerning which he said, "My soul is deeply grieved," Mt. 26:38, and, "Now my soul is troubled," Jn. 12:27, exults and rejoices in none of created things, but in the Father and Lord alone; for he clothed him with the garment of divinity, and the tunic of true and perfect gladness; but also he was the bridegroom of the church, the bride that has neither spot nor wrinkle, and as a bridegroom he placed a headband upon her, and she was the bride of the highest divinity, free from blame, whom he adorned as a bride with the fitting Spirit of the Lord as her ornament; but also he cultivated her as a fertile and good earth, and further as a garden growing and flourishing with the shoots in it, with which also the great paradise of God is said to be planted; and these things, he says, shall be, since the Lord, being righteous, and being God not only of the Jews but also of the nations, caused his righteousness to spring up, that is, his Christ, before all the nations that believe through him. Ψ. 33. Lift up a signal to the nations. For behold, the Lord has made it heard to the end of the earth; say to the daughter of Zion, Behold, your savior has come, having his own reward with him, and his work before his face; and he will call him a holy people, redeemed by the Lord; but you shall be called a city sought after, and not forsaken. Is. 62:10.
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσὸρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου. Es. 63, 1. Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν (φεν) ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίας, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλῶν αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται· εἴπατε ταῖς θυγατράσι Σιών· (δηλαδὴ ταῖς ἐξ ἐθνῶν ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν, ἥτις ἐστι μητὴρ ἡμὼν κατὰ τὸν ἀπόστολον·) ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν, Gal. 4, 26. καὶ τὰ τούτοις ἑξῆς, δι’ ὧν δηλοῦται ἡ δευτέρα τοῦ Χριστοῦ παρουσία, ὅτε κριτὴς ἥξει ἀποδώσων ἑκάστῳ τῶν ἐπὶ τοῦ παρόντος πόνων τοὺς μισθοὺς, καὶ ὧν ἕκαστος φαύλων εἰργάσατο νῦν τὰς ἀμοιβάς. Ἑξῆς τούτοις οἱονεὶ ἐπερωτῶν ὁ λόγος φησὶν, Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων (ὃ ἑρμηνεύεται γήϊνος) ἐρύθημα ἱματίων ἐκ Βοσόρ· οὕτως ὡραῖος ἐν στολῇ·
Who is this who comes from Edom, with the redness of his garments from Bosor? Thus beautiful in his robe, with violence and strength? I speak righteousness and the judgment of salvation. Why are your garments red, and your clothing as if from a trodden winepress? I am full of the trodden vintage, and there is no man of the nations with me, and I trod them down in my wrath. Isaiah 63:1. Again here the prophecy urges us to take a sign concerning the church from the nations, promising that the Lord will make something heard to the ends of the earth; and this has obtained its fulfillment at the coming of our Savior Jesus, when the sound of his apostles went out into all the earth, and their words to the ends of the inhabited world. Next it is said: Say to the daughters of Zion (that is, to the churches from the nations; for these would be daughters of the heavenly Zion, which is our mother according to the apostle): Behold, your savior comes, having his own reward, Galatians 4:26. And what follows these things, through which the second coming of Christ is made clear, when he will come as judge to render to each the rewards for their labors in the present life, and the recompenses for whatever evil each has done now. Next to these, the word, as it were questioning, says: Who is this who comes from Edom, the redness of his garments (which is interpreted as earthly) the redness of his garments from Bosor; thus beautiful in his robe.
Τοῦτο δὲ ἔοικεν εἰρηκέναι ἀποθαυμάζων τὸ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὴν κένωσιν, καὶ τὴν ἐπὶ γῆς διατριβὴν, καὶ μετὰ τὸ πάθος, καὶ τὴν κάθοδον τὴν εἰς νεκροὺς, ὡραῖον καὶ λαμπρὸν τοῦ κάλλους τοῦ Σωτῆρος ἐν μηδενὶ συγχυθέντος, μηδὲ ῥύπον μήτε μὴν κηλίδα καὶ σπίλον ἀπὸ τῆς ὑλικῆς καὶ σωματικῆς καταστάσεως τῶν τε γηΐνων καὶ ἀνθρωπείων πραγμάτων ἀναδεξαμένου· ἔτι δὲ καὶ τὴν ἰσχὺν αὐτοῦ καταπληττόμενος, τὴν πᾶσαν τοῦ διαβόλου στρατιὰν καταγωνισαμένου. Ἐπιφέρει τὸ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; πρὸς ἧν πεῦσιν ὁ Σωτὴρ ἀποκρίνεται, διδάσκων ὅστις ποτὲ εἴη, καὶ φησὶν, Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίμα σωτηρίου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ λόγος ὡς διὰ τὸ πάθος φησὶν, διὰ τί σοῦ ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἑξῆς· οἷα γὰρ ἀμνὸς τοῦ Θεοῦ, ἄρας εἰς ἑαυτὸν τὰς ἁμαρτίας τοῦ κόσμου, ἐκ τῶν ἡμετέρων ἁμαρτιῶν ἐρυθρὰ τὰ ἱμάτια περιεβάλετο· ὡς διὰ τοῦτο καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ λέγεσθαι τὸ, καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά· Zach. 3, 4. ταῦτα δ’ ἦν τὰ ἐκ τῶν ἡμετέρων ἁμαρτημάτων ἐνδύματα· δι’ ἃ μικρῷ πρόσθεν ἐλέγετο, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς γάρ τοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. 1 Pet. 2, 22. Πάλιν δ’ ὁ Σωτὴρ ἀμειβόμενος τὴν ἐρώτησιν, ὅθεν ἐρυθρὰ γένοιτο αὐτοῦ τὰ ἱμάτια διδάσκει λέγων, ἐκ τῶν ἐθνῶν· ἅπερ ἔθνη, μηδενὸς ἀνθρώπων αὐτῷ συνεργοῦντος, μόνος ὑπέταξεν, καταπατήσας τὴν ἀντικειμένην πᾶσαν δύναμιν τῶν πολεμίων αὐτῷ πονηρῶν πνευμάτων. Ψ. ΛΔ′. Καὶ ἐμνήσθη Κύριος ἡμερῶν αἰωνίων·
He seems to have said this in wonder at the fact that even after the incarnation, the emptying, and the sojourn on earth, and after the passion and the descent into the dead, the beauty and splendor of the Savior's comeliness remained confused in nothing, nor did he take up any filth or stain or spot from the material and bodily condition of earthly and human affairs; and further, he is struck with amazement at his strength, since he conquered the whole army of the devil. He adds, "Thus beautiful in your robe, with violence and with strength?" To which question the Savior answers, teaching who he ever is, and says, "I speak righteousness and the judgment of salvation." Again the word says to him, as on account of the passion, "Why are your garments red," and the rest; for like a lamb of God, having taken upon himself the sins of the world, from our sins he put on red garments; so that on this account it is also said in Zechariah the prophet, "And Jesus was clothed in filthy garments"; and these were the garments from our sins; on account of which it was said a little before, "This one bears our sins, and is pained for us; for he himself did not commit sin, nor was guile found in his mouth." Again the Savior, answering the question as to whence his garments had become red, teaches, saying, "From the nations"—which nations, with no man cooperating with him, he alone subdued, having trampled down all the opposing power of the hostile evil spirits.
Ψ. ΛΔ′. And the Lord remembered the days of eternity.
ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. Es. 63, 11. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ὑπὸ τοῦ Κυρίου ἀναβιβασθεὶς ἐκ τῆς γῆς, ποιμὴν τῶν τοῦ Θεοῦ προβάτων, ἢ ὁ Σωτὴρ ἡμῶν ὁ ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ; Οὗτος γάρ ἐστιν ὁ καλὸς ποιμὴν, ὁ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὃν ὁ Πατὴρ ἀναβιβάσας ἐκ τῆς γῆς ὑπερύψωσεν, χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ψ. ΛΕ′. Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος. καὶ πάντα τὰ ἐπίδοξα ἡμὼν συνέπεσαν· καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας· καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Es. 64, 10. Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, Ἰδού εἰμι ἔθνει οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα· ἐπὶ δὲ σε ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Es. 65, 1. Καὶ ἐνταῦθα προφητευθείσης πρότερον τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, ἑξῆς σημαίνεται ἡ τῶν ἐθνῶν ἐκλογὴ διὰ τοῦ Χριστοῦ γενομένη· ἐκ προσώπου γάρ τοι τοῦ λαοῦ εὐχὴν ἀναπέμψαντος τοῦ προφήτου, ὁ λόγος ἀποκρίνεται τὴν σκληρίαν καὶ τὸ ἀπειθὲς τοῦ προτέρου λαοῦ διελέγχων, καὶ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ παριστάς· πῶς γὰρ, φησὶ, ταῦτα φατὲ ὡς ἐμοῦ πρὸς τὸ σώζειν ὑμᾶς ὀκνοῦντος; καὶ μὴν καὶ τοῖς μὴ ἐπερωτήσασί με, μὴ δὲ ζητήσασιν ἐμφανῶς ἐμαυτὸν παρέστησα.
He who brought up from the earth the great shepherd of the sheep, who put in them the Holy Spirit. Isaiah 63:11. And who else could be the one brought up from the earth by the Lord, the shepherd of God's sheep, than our Savior, who came to the lost sheep of the house of Israel? For this is the good shepherd, who laid down his soul for the sheep, whom the Father, having brought him up from the earth, exalted highly, granting him the name that is above every name.
Psalm 35. The city of your holy one has become desolate, Zion has become as a desert, Jerusalem has become a curse; our holy house, and the glory which our fathers blessed, has been burned with fire. And all our glorious things have fallen together; and in all these things you endured, O Lord, and kept silent; and you humbled us exceedingly. Isaiah 64:10. I became manifest to those who did not ask for me; I was found by those who did not seek me; I said, Behold, I am here, to a nation that did not call upon my name; but to you I stretched out my hands all the day long toward a disobedient and contrary people, who did not walk in the true way, but after their own sins. Isaiah 65:1. And here, since the rejection of Israel was prophesied beforehand, next is signified the election of the nations that came about through Christ; for when the prophet, as it were in the person of the people, had sent up a prayer, the word answers, convicting the hardness and disobedience of the former people, and setting forth his own love for humanity: for how, it says, do you say these things, as though I were reluctant to save you? And indeed, even to those who did not ask for me, nor seek me, I presented myself manifestly.
Καὶ δὴ πρόδηλον ὅπως ὁ τοῦ Θεοῦ Λόγος τὸ πρότερον ἀγνοούμενος τοῖς ἔθνεσιν, ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀγαθότητι καὶ φιλανθρωπείᾳ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων, ἐμφανὴς αὐτοῖς ἐγενήθη, μηδεπώποτε αὐτὸν δι’ ἣν εἶχον περὶ τὰ εἴδωλα πλάνην περὶ ὧν ἐδέοντο ἐρωτήσασι, εὑρέθη τε ἡμῖν τοῖς μὴ ζητήσασιν αὐτὸν, ἀλλὰ καὶ μὴ ἐπικαλεσαμένοις αὐτοῦ τὸ ὄνομα ἐνανθρωπήσας ἀπεκρίνατο, μονονουχὶ βοῶν τὸ, ἰδοὺ πάρειμι. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐθνῶν κλήσεως σαφῶς ὁ λόγος προφητεύει· ἑξῆς δὲ αὖθις δυσωπητικώτατα πρὸς τὸν τῶν Ἰουδαίων λόγον ἐπιφέρει λέγων, ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου, πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Δύναταί γε μὴν διὰ τούτων καὶ τὸ σχῆμα τοῦ κατὰ τὸν σταυρὸν πάθους αὐτοῦ σημαίνεσθαι. Τοσαῦτα καὶ τὰ ἀπὸ τοῦ Ἡσαίου· ἀλλὰ γὰρ ἐν τέτταρσι καὶ τὴν τῶν Ἐκλογῶν ὑπόθεσιν ἐν τῷ τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς ἐνάτῳ τούτῳ συγγράμματι περιγράψαντες, ἐν τῷ δεκάτῳ τοῖς ἀπὸ τῶν ἀθέων αἱρέσεων τὸν λογισμὸν καταβεβλαμμένοις ἑτέραν ἁρμόττουσαν ἔφοδον παρασχεῖν πειρασόμεθα.
And indeed it is manifest how the Word of God, formerly unknown to the nations, at the consummation of the ages, by the goodness and love of humanity of the Father and God of all, became visible to them, though they had never asked him, because of the error they held concerning idols, about the things they needed; and he was found by us who did not seek him, but who did not even call upon his name, and having become man he answered, all but crying out, "Behold, I am present." These things, then, the word clearly prophesies concerning the calling of the nations; and next it again brings forward most persuasively against the word of the Jews, saying, "But to you I stretched out my hands, to a disobedient and contrary people." Indeed, through these words the figure of his passion on the cross can also be signified. So much for the passages from Isaiah; but having in these four described the subject of the Eclogues in this ninth treatise of the General Elementary Introduction, in the tenth we shall attempt to provide another fitting approach for those whose reasoning has been corrupted by the godless heresies.