Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Eccles. 4, 13. Ἐπεὶ Χριστὸς σοφία Θεοῦ 1 Cor. 1, 24. ὢν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ’ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, Phil. 2, 6. ἀλλ’ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ’ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι ὑπολαμβάνω, μεθ’ οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος·
A poor and wise child is better than an old and foolish king, who no longer knows how to take heed. For out of the house of prisoners he will come forth to reign, because even in his kingdom he became poor. I saw all the living who walk under the sun, with the second young man, who will arise in his place. There is no end to all the people, to all who were before them; and even the last will not rejoice in him, for this also is vanity and a striving of the spirit. Eccles. 4:13. Since Christ, being the wisdom of God 1 Cor. 1:24, became poor for our sake though he was rich, I think that the words "a poor and wise child is better than an old and foolish king" are said of him; whom I consider to be the devil, grown old in evil days, who is indeed a king of those who are ruled by the sin that is wrought by him, yet foolish because he has been deprived of the virtuous and God-given understanding. But the aforementioned good and wise child, coming forth from the house of prisoners—that is, from the region of the earth, or from the places in Hades—at the resurrection from the dead, was established by the Father as king upon Zion, the heavenly mountain of God, and even in that very kingdom of his he became poor, not counting it robbery to be equal with God, Phil. 2:6, but humbling himself and descending from the highest glory for the sake of those who cannot contain the wealth of his wisdom. And the second young man, who is said to arise in his place, I take to be the antichrist, with whom, the passage says, he saw all the living who walk under the sun.
τίνες δ’ ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων ; Ψ. Ἐκ τοῦ ἐκκλησιαστοῦ Ε’. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ’ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἓν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τῷ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἑξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Eccles. 9, 13. Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι’ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν·
Who then would these be, except all those who occupy themselves with the vanity of vanities said to be under the sun? PS. From Ecclesiastes 5. And indeed I saw this wisdom under the sun, and it is great to me. There was a small city and few men in it, and a great king came against it, and surrounded it, and built great siege-works against it; and he found in it a poor and wise man, and he saved the city by his wisdom, and no man remembered that poor man. And I said, Good wisdom is beyond power; and the wisdom of the poor man is despised, and his words are not heard. Eccles. 9, 13. Since here too the one who carries out the works of war is called a king, while the one who saves the city besieged by him is a poor and wise man; and since it is also said in the preceding chapter, A good poor man and wise is better than an old and foolish king, we have understood the foolish king to be the devil, and the poor and wise man to be the Word of God, who for our sake emptied himself and became poor; for this reason we have also noted the present passages, not thinking that the warlike king described here is other than the king called foolish there; and likewise that the one who here saves the besieged city by his own wisdom is the same as the poor and wise man there, whom we said to be Christ.
ὃς τὴν μικρὰν πόλιν, τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπ’ αὐτὸν χάρακας μεγάλους, τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Eph. 6, 12. Τούτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι’ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ’ ἑτέραν· ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν. Matth. 7, 14. Φασὶ δ’ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος , φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου· Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ’ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ’ οἷοί τε ἦσαν εἰδέναι τὸ. μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη·
He who redeemed the small city—that is, the earthly region, which is the smallest in comparison with the whole cosmos—and those in it, who are few in comparison with the multitude of all rational beings, from all the nations, as a drop from a bucket, when they were besieged by the kingdom of the devil, who encircles the earthly region on every side and those in it, and builds great palisades against it—the principalities, the authorities, the world-rulers of this darkness, and the spiritual forces of wickedness. Eph. 6:12. This one, then, no other than the poor and wise man alone brought down—our Savior and Lord—who emptied himself and for our sake became poor in the wealth of his own mercy, and by bringing down he saved in his wisdom the small city, which is likely the church according to another interpretation, and those in it who are few; since narrow and pressed is the way that leads to life, and few are those who pass through it. Matth. 7:14. And those who see so great a dispensation say, "Good is wisdom beyond power"—power, clearly, that of the enemies; but also, "A man," it says, "did not remember that poor man"; for God was the one who through the prophets remembered him and proclaimed beforehand the things concerning his coming to men; but of those energized by the wisdom of the rulers of this age, not even one ever remembered, since they were not even able to know the mystery hidden before the ages of the dispensation of the Word of God according to the incarnation. In addition to these things it is said that even the wisdom of the poor man was despised.
καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσαι τοὺς πιστεύοντας· ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ, φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι· οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστιν, πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον. Ψ. Τοῦ ἄσματος τῶν ἀσμάτων. ϛ′. Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ’ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ’ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστι τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ’ ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλακίδων καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν. οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο. Ψ.
For God was pleased through the foolishness of the preaching to save those who believe. But even his words, it says, are not heard; for it is not granted to all to hear the words of the Savior, but only to those who have ears to hear. For indeed the gospel of Christ is veiled, yet not to his own disciples; for to those who are perishing it is veiled.
Ψ. From the Song of Songs. 6. The whole book has as its subject the love of a bride for a bridegroom, she confessing that she is wounded by her love for him, and he in turn confessing that she alone, out of many, is to him a perfect dove beyond those called queens and concubines and maidens. Now those of the circumcision, who are persuaded that there is one among the twenty-two divinely inspired Scriptures believed by them, and this writing as well, I do not know whether they could present anything in it that is worthy of divine inspiration, imagining nothing more than the ready surface meaning in the various passages. But the one who is able to remove the veil that lies over this writing too, and to turn to the Lord, which is the Spirit, and with unveiled face to reflect the glory of the Lord in these things as well, will contemplate in it the mysteries concerning the spiritual bride—clearly the church of Christ—and the things said about the perfect bridegroom of such a bride, and about the difference between his queens and concubines and maidens, and whatever other more secret teachings lie hidden in the book, which have also already received the fullest clarity in the works in which the most diligent interpreter of the divine Scriptures wrote his commentaries.
Ψ.
Ἀπὸ τοῦ Ἰώβ. Ζ’. Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· Job. 9, 7. καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Job. 3, 8. Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?) μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν. Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ’ ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἐξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ. λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ’ ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ·
From Job. 7. It is Job who says concerning the Lord, together with others, "He who says to the sun, and it does not rise, and seals up the stars; who alone stretched out the heavens, and walks as on a pavement upon the sea" (Job 9:7). And again, he who is about to subdue the great sea-monster (Job 3:8). Since, then, it is not consistent with the lofty conception of the God of all things to suppose that he, filling all things, walks upon the sea (which has room for his so great magnitude), it remains to understand these things of the Word; by whose power Joshua the son of Nun, being a type of him, spoke to the sun and it stood still at Gibeon, and also at the time of his passion, as if by some divine command, the sun darkened the whole earth. He himself is the one who stretched out the heavens, who also walked as on a pavement upon the sea, when, having become man, he accomplished the wondrous things, as is recorded in the Gospels. But if one refers the things pertaining to the places wholly to the Word of God, it would follow that one should interpret in reference to him not only the passages we have set forth, but also all the things said by Job in the passage; for he alone also subdued the great sea-monster, having loosed the pangs of death, and having brought to nothing the great dragon, truly the devil, who of old swallowed up the souls of men with his strength, like the sea-monster that swallowed down Jonah, but was subdued afterward by the one who overthrew him, and brought forth again those whom he had of old swallowed down, just as the beast gave Jonah back safe.
πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης, Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· Es. 25, 8. ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν. Ψ. Ἀπὸ ποῦ Ἰώβ. Η′. Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν, καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας; Ἦλθες δὲ ἐπὶ πυγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Job. 38, 14. Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον, ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον; Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτέρα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεώχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅιδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὡδῖνας τοῦ θανάτου δι’ αὐτοῦ καθαιρουμένας·
When the prophecy is fulfilled in this, which says, "Death, having prevailed, swallowed up, and again God has taken away every tear from every face" (Isa. 25:8), which we also say because of our Savior and Lord, who subdued the great sea-monster mentioned here.
Ψ. From where [is the passage] of Job? H'. The Lord, in the oracle to Job, recounting the works of his own providence and economy, says, "And having taken earth, did you mold a living creature, and did you set it as one that can speak upon the earth? And did you take away light from the ungodly, and did you shatter the arms of the proud? And did you come to the heel of the sea, and did you walk in the footprints of the abyss? And are the gates of death opened to you with fear, and did the gatekeepers of Hades, seeing you, cower?" (Job 38:14). These things the Lord says to Job about himself, as no other than he alone is able to accomplish such great things. For who is it that took earth and molded a living creature, or who is the God that took dust from the earth and molded man? At the same time we are taught from this that the one who molded man is himself the one who also descended into the lower parts of the earth, and into what is called its heart, which I now understand to have been named the spring of the sea; and further, the one who walked in the footprints of the sea, to whom alone the gates of death were opened with fear, inasmuch as it was not possible for him to be held by it, whom also the gatekeepers of Hades, seeing him, cowered, beholding the victory and the sting, and the pangs of death being destroyed through him.
τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ, ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· Ps. 23, 7. αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρς’ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς, Ps. 106, 16. οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν· δῆλον δ’ ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν, τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἡνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας;
Perhaps these gatekeepers of the gates of death mentioned here were addressed by certain divine powers at the time of the Passion and of our Savior's descent into Hades: "Lift up your gates, you rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter in." Ps. 23, 7. They are called everlasting gates, as I suppose, because from eternity they had been opened to no one else but to this one alone, who also rescued and made alive those who had long ago been swallowed up by death. Concerning him it is said here: "The gates of death are opened to you in fear, and the gatekeepers of Hades, seeing you, cowered"; and in the 106th psalm: "For he shattered gates of bronze" Ps. 106, 16 — which are, as I think, none other than those of death — "and he shattered bars of iron"; clearly those of the aforementioned gates. These things, then, have been understood as applying to him, since they fit no one else but Christ. For he it is to whom the Father has given all judgment, so that he may take away light from the impious and shatter the arms of the proud. But if anyone should suppose that these things are said of the God of all, let him consider whether it is pious for the one who says, "Do I not fill heaven and earth, says the Lord," whose heaven is a throne and the earth a footstool for his feet — for this God who encompasses all things to say, or even to think, that he has trodden in the footprints of the sea; and what would be wonderful, or worthy of the unbegotten nature, as if it were something great, to say that the gates of death have been opened to him?
ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ’ (οὐκ) οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας. Τοῦ Ἰώβ. Θ’. Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; Job. 41, 2. φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ’ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Io. 16, 33. Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα. Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ι′. Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Os. 5, 14. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ, Os. 13, 7. ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον·
Would it be fitting for the God of all things to recount as something great and paradoxical about himself that the gatekeepers of the people, having seen him, melted away? But I do not think these things are said about him; yet they can be applied piously and without violence to the Word of God, our Savior and Lord Jesus Christ, who became man, endured death, and rose from the dead with divine power and the authority given to him by the Father. From Job 9. Again the Lord, in the oracle to Job, speaking about the dragon, says, "Have you not feared, because it has been prepared for me?" Job 41:2. He says that the dragon is none other than the devil. Consider, then, whether it is worthy to suppose that the God of all things says this; but it would fit better with our Lord and Savior, for whom alone the devil was prepared—the one conquered by no other, and who prevailed over nearly all things—whom the Word of God alone, stronger than all, subdued, according to the saying, "the one who is to subdue the great sea monster"; and having subdued him, he exhorts his own disciples to be of good courage, saying, "Be of good courage, I have overcome the world." John 16:33. These things also from the verses after the Psalms; it remains to select from the prophetic writings, and first those from the Twelve.
P. From Hosea 10. For I am like a panther to Ephraim, and like a lion to the house of Judah. Hosea 5:14. Since also in another place of the same prophet the Lord says about himself, "and I will be like a panther," Hosea 13:7, it is necessary to see what is recorded about the animal; and indeed from the first book of Didymus's Physics these things must be cited.
Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστι κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ’ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ’ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ’ ὧν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ’ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει. Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ’ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινι παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΑ′. Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν. Os. 10, 14. Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου. Os. 11, 1.
The panther is not only beautiful in body, like one with starry eyes, but since it is naturally sweet-breathing, it even surpasses the spices of the Indians in fragrance. This animal remains in its den until it is hungry, wishing to be something like a housekeeper; but when it desires to partake of food, it comes forth and walks alone; and the other wild beasts, caught by the fragrance from its body, follow, charmed. And it looks sideways with its eyes to choose the beast suitable for it, and leaping upon it, holds it. Such, then, are the things concerning the nature of the animal; but how these things might be transferred to the power of the divine Word and the fragrance breathed forth from it, it would be long to explain now. The saying must be set beside those of the circumcision who, by some slander and abuse, claim that our Savior and Lord Jesus Christ was born from a panther—which perhaps, having received it according to some tradition that indicates something more mystical, they do not apply with understanding, because they do not attend to the prophetic text that lies before us, in which the Lord himself calls himself a panther.
Ψ. From the same. 11. And destruction shall arise against your people, and all your walled sanctuaries shall perish; as the ruler Salamon from the house of Jeroboam, in days of war they dashed a mother upon her children, so shall the house of Israel do to you because of your evils. Os. 10, 14. For Israel is a child, and I loved him, and out of Egypt I called his children. As I called them, so they went away from before me. Os. 11, 1.
Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ, δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου, ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν· χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ. Matth. 2, 21. Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ· δύναται καὶ περὶ τοῦ Ἡρώδου προθεσπίζεσθαι τὸ, κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ’ αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ.
Instead of "and out of Egypt I called his children," Aquila, following the Hebrew, gave "out of Egypt I called my son." We have necessarily noted the exact wording, since Matthew sets out the prophecy word for word, saying that it was fulfilled most precisely in the case of our Savior: Joseph, having been warned, took Mary and her son, and returned from Egypt into the land of Israel. Matth. 2, 21. Consider, then, whether it is not also in accordance with Aquila, who said, "in the morning the king of Israel was silenced," that "Israel is my child, and I loved him, and out of Egypt I called my son." For the removal of the kingdom of Israel is clearly shown—a kingdom which, having lasted until the manifestation of our Savior, was from that very time cast off and silenced—so that on this account it was said, "in the morning the king of Israel was silenced," the prophecy calling the manifestation and the first rising of the divine word upon all men at that time "the morning." The words "the king of Israel was silenced" can also be foretold concerning Herod, in view of the deception he suffered at the hands of the magi at the birth of our Savior—events which also came to pass through the Father's love for his own child, our Lord Jesus Christ, who is addressed here as Israel, as also in other prophecies. Him he arranged in due time to depart for Egypt together with Joseph and his mother, when need also called for the king who was plotting against him—clearly Herod—to be silenced; and again, after his death, he is recalled, in accordance with the prophecy at hand.
Εἰ δ’ ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ’ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ’ ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὠβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω. Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ’ ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν. Ψ. Ἀπὸ τοῦ αὐτοῦ Ὠσηέ. ΙΒʹ. Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ·
But if someone should refer these things to the people of the Jews, claiming that these things were said concerning the people of Israel who are of the circumcision, let him attend to the sequence of the argument; for he says these things after first declaring, as also to Jerusalem herself, the words, “and destruction shall rise up among your people; and all your walled places shall be gone”; and the things which such a ruler says he suffered in the war that came upon him, in which they dashed a mother upon her children—the like I will do to you yourselves because of your wickednesses, O house of Israel, who were also cast off together with your king, and have suffered all these things; because, he says, Israel is a child and I loved him; and out of Egypt I called my son. For what sequence the passage has, let him who wishes set it forth; but just as through countless other prophecies Christ is addressed as Jacob and Israel, in the same way also now: since, then, he says, this one, having become obedient to me, has taken the form of a servant and has become a beloved child to me, having fulfilled all my will, for this reason I called him back, as a genuine and beloved son, from the intelligible Egypt, into which he descended when he became man, but you, to whom the word is addressed, together with your kingdom I will deliver over to destruction and ruin. This is what the prophecy says; and it is evident how, from the times of our Savior, Jerusalem was besieged and destroyed, and the kingdom of the Jews that had stood until then was cast off completely, so that along with the others this prophecy also has been fulfilled. Ψ. From the same Hosea. 12. I will certainly not leave Ephraim to be wiped out;
διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι. Os. 11, 9. Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ’ ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Matth. 10, 5. Ψ. Τοῦ Ἰωὴλ σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ Ἀμῶσ. ΙΓʹ. Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Am. 4, 11. Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· Gen. 19, 24. καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου· ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία. Ψ. Τοῦ αὐτοῦ. ΙΔʹ. Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Am. 4, 12.
For I am God, and not man, the Holy One in your midst, and I will not enter into a city. I will go after the Lord. The same one who said, "For I am God, and not man," adds, saying, "I will go after the Lord." But who else could be God going after the Lord, than the Word of God following the will of the Father? He also teaches that he should not be thought, because of his becoming man, to have become merely some man like one of the righteous and holy men of old. And he says that he will not enter into a city, signifying that he did not engage in a common and human citizenship, which he also teaches his disciples to do, saying, "Do not go into the way of the Gentiles, and do not enter into a city of the Samaritans."
Of Joel there is nothing clear. From Amos. 13. I overthrew you, as God overthrew Sodom and Gomorrah, and you became as a brand plucked out of the fire, and not even so did you return to me, says the Lord. And here the Lord himself says, as concerning another, the words "as God overthrew Sodom and Gomorrah"; and in Genesis too divine Scripture has preserved the two persons, saying, "And the Lord rained upon Sodom and Gomorrah brimstone and fire from the Lord"; from which the orthodoxy of the ecclesiastical faith concerning the Father and the Son is evident.
Of the same. 14. Prepare to call upon your God, O Israel. For behold, he who establishes thunder, and creates the wind, and declares his Christ to men, who makes the dawn and the mist, and treads upon the high places of the earth, the Lord God Almighty is his name.
Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ’ ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας. Ψ. Τοῦ Ἀβδιοῦ. ΙΕʹ. Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. Abd. 1. Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον. Ψ. Ἀπὸ τοῦ Ἰωνᾶ.—ΙϚʹ. Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· Matth. 12, 40. τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν. Ψ. Ἀπὸ τοῦ Μειχαία. ΙΖʹ. Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός. Mic. 1, 3. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λεγεσθαι ὑπειλήφαμεν. Ψ. Τοῦ αὐτοῦ. ΙΗʹ.
And through these things the matters of Christ's visitation to men are clearly prophesied; and at leisure each expression would obtain more exact clarity. Ψ. Of Obadiah. 15. The vision of Obadiah: Thus says the Lord God to Idumea, I have heard a report from the Lord, and he has sent a message to the nations. Abd. 1. Since here too the Lord God heard a report from the Lord, we have reasonably noted the passage. Ψ. From Jonah. 16. We have not found a particular prophecy concerning Christ specifically in the present [book]; but since to the generation asking the Savior for a sign he said that no other sign would be given to it than the sign of Jonah the prophet, adding, For just as Jonah was in the belly of the sea monster three days and three nights, so will the Son of Man be in the heart of the earth three days and three nights. Matth. 12, 40. For this reason we have necessarily noted this writing too among the testimonies concerning Christ. Ψ. From Micah. 17. For behold, the Lord, the Lord, goes forth from his place, and he will come down and tread upon the high places of the earth, and the mountains will be shaken beneath him, and the valleys will melt like wax before fire. Mic. 1, 3. We have understood these things to be said concerning the second coming of Christ. Ψ. Of the same. 18.
Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά· διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. Mic. 3, 9.
Hear this, you leaders of the house of Jacob, and you remnant of the house of Israel, who abhor justice and pervert all that is upright, who build Zion with blood and Jerusalem with iniquities, whose leaders judged for gifts, and whose priests answered for hire, and whose prophets divined for silver, and who rested upon the Lord, saying, Is not the Lord among us? No evil shall come upon us. Therefore because of you Zion shall be plowed as a field, and Jerusalem shall become a watchtower of fruits, and the mountain of the house shall become a grove of the forest. And it shall be in the last days that the mountain of the Lord shall be manifest, prepared upon the tops of the mountains, and it shall be exalted above the hills; and peoples shall come to it, and many nations shall go to it and shall say, Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and he shall show us his way, and we shall walk in his paths; for out of Zion shall go forth a law, and the word of the Lord from Jerusalem, and he shall judge between many peoples, and he shall convict a strong people even unto afar; and they shall cut their swords into plowshares, and their spears into sickles; and no longer shall nation lift up a sword against nation, and no longer shall they learn to wage war.
Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ’ ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ ιο καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς προτέρας μεταβαλόντας ἁγίας καὶ πολεμικῆς καταστάσεως τὸν ἤρεμον καὶ εἰρηνικὸν ἐπ . . ....... Ταῦτα μὲν ἡ προφητεία· σκοπεῖν δὲ πάρεστιν εἰμ .........
The word, having said that because of the impieties of the Jewish people the mountain of Zion would be plowed as a field, and the city formerly accounted holy, Jerusalem, would be as a watchtower in a garden, next prophesies concerning another mountain of the Lord, which in the time of the prophecy had indeed subsisted, but was not yet manifest to ordinary people, since in the last of days it would appear and be raised up above the hills and the mountains. And the word foretells that to this new mountain will come, no longer that Israel, but peoples and many nations saying, Come and let us go up to the mountain of the Lord; and not only to the mountain of the Lord, but also to the house of the God of Jacob, which is clearly other than the one in Jerusalem; for this city, having been laid waste, would be as a watchtower in a garden, as was said a little before. And in accordance with the fact that the mountain of Zion and Jerusalem would be laid waste, but others would be seen in place of these, it is said that another law, besides the one given by Moses from Mount Horeb, will go forth from the new mountain, which is itself named with the same name as the former, Zion. And further, it is said that the word of the Lord will go forth with the new law from the new Jerusalem, which he called above the house of the God of Jacob. The word, having gone forth to all the nations, is foretold to judge between many peoples and to reprove a strong people, and it will benefit those who are reproved so greatly through its own judgment and reproof, that, changing from their former holy and warlike condition, they will . . . the gentle and peaceful . . . These things the prophecy says; but it is possible to consider whether . . .
τοῦ Σωτῆρος ἡμῶν παρουσίαν διὰ τοὺς οἰκοδομήσαντας ....... τοῖς αἵμασι τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τω ...... λων αὐτοῦ· οὓς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ὁ Ἰουδαίων ἀνεῖλε λ.. ... διὰ τοὺς τὰ λοιπὰ ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλε.. ....... μελήσαντας τὸ Σιὼν ὄρος ὡς οὐδεπώποτε ἄλλοτε .......... Ἱερουσαλὴμ πεπολιόρκηται· ὧν μετὰ τὴν ἐρήμωσιν ἡ επ.. καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ Θεοῦ· ὧν ἐτύγχανον τ . . . . σκιὰ καὶ τύποι καὶ παραδείγματα πᾶσι τοῖς εἰς τὸν ............ Θεὸν διὰ Χριστοῦ προσεληλθόσι πεφανέρωται. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΘʹ. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐ(ν χιλι) άσιν Ἰούδα· ἐξ οὗ μοι ἑξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχο(ντα) ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰώνων· Mic. 5, 2. .... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς (κα)τὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ.......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως.... .. ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν .......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε .............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν α...... ..... νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς .............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ ........... ρʹ καγένεσιν, μὴ δ’ ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου......... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως . .. ...... σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο... ... υ·
The coming of our Savior, on account of those who built ... with the blood of the prophets and of Christ himself and of his ... whom the Jews killed in Jerusalem itself ... on account of those who destroyed the rest of whatever was in the prophecy ... having cared for Mount Zion as never at any other time ... Jerusalem has been besieged; after whose desolation the ... and the heavenly Mount Zion of God; of which they happened to be ... shadow and types and examples, to all who have come to ... God through Christ, it has been made manifest.
Ψ. From the same. 19. And you, Bethlehem, house of Ephrathah, are little to be among the thousands of Judah; from you shall come forth to me a leader to be a ruler in Israel; and his goings forth are from the beginning, from the days of old. Mic. 5, 2. ... Through these things proofs concerning Christ are presented: one of the error according to Marcion and the rest of the heretics ... and the other of that according to Artemon and Samosata ... and of the Ebionites, as many as supposed that he did not exist before the incarnation ... For those who do not confess him ... God, the prophetic word clearly refutes ... that his goings forth are from the beginning and from the days of ... they ... but to those who according to Marcion and the rest ... have been led astray and do not confess him ... and generation, nor that he was known by those of the demiurge ... one must set beside the prophesied ... of the generation ... light until now and by the local inhabitants themselves ...
ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα ... ....... γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν ... . . . τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν ........ υσιν ὅς τις ποτ’ εἴη παραστῆσαι τὸν ... προφητευόμενον ὡς ατελῆ ..... κατ’ αὐτούς· δῆλον δ’ ὅτι καὶ ψευδῆ διελέγχεσθαι τὴν θείαν ........ πρόρρησιν· ὅ γε μὴν σωτήριος καὶ εὐαγγελικὸς τοῦ Χριστοῦ λόγος ἄρχων κατέστη τοῦ νοητοῦ Ἰσραὴλ, κυρίως τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ πάσης τῆς ἐναρέτου καὶ διορατικῆς ψυχῆς Ἰσραὴλ ......... ἐπινοουμένης. Ψ. Τοῦ Ναοὺμ σαφὲς οὐδέν. Ψ. Καὶ τοῦ Ἀμβακούμ. Ψ. Ἀπὸ τοῦ Σοφονίου. Κ. Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς. Soph. 3, 8. Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἔθνων ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ’ ἂν καὶ τετ’ . . . . τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων . ............ κληφθείη τὰ κατὰ τὸν τόπον. Ψ. Τοῦ Αγγαίου σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ ζαχαρία. ΚΑʹ. ...... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ....... εύσαντα ὑμᾶς· Zach. 2, 8. εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων, (γνώσε)σθε, ὅτι Κύριος παντοχράτωρ ἀπέσταλκέ με. Ὁ λέγων ἁ ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο ...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν ........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ . ...
As if from tradition, the place in Bethlehem where ... he was born; and from the sacred evangelists themselves ... . . . being ...; and to the Jews one must also apply the stated text ... to show who ever he might be ... the one prophesied as incomplete ... according to them; and it is clear that the divine ... prediction is also refuted as false. But the saving and evangelical word of Christ became a ruler of the intelligible Israel, properly of the Jew who is in secret and of every virtuous and discerning soul of Israel ... being conceived.
Ψ. Of Nahum there is nothing clear. Ψ. And of Habakkuk. Ψ. From Zephaniah. K. Therefore wait for me, says the Lord, for the day of my resurrection as a testimony; for my judgment is for the assemblies of the nations, to receive kings. Zeph. 3:8. And through these things I think the resurrection of Christ from the dead is indicated; when this has happened, it is prophesied that the assemblies everywhere of the church from the nations will be established; and perhaps also ... of his second coming; and of the universal ... of all ... let the things concerning the place be reckoned.
Ψ. Of Haggai there is nothing clear. Ψ. From Zechariah. KΑʹ. ... Almighty, after glory he has sent me against the ... that plundered you. Zech. 2:8. Then he adds after a little, saying, You shall know that the Lord Almighty has sent me. He who says ... me is the Lord Almighty; and likewise also he who ... being the sender of the one sent is called Lord Almighty ... reasonably, then, for us in the matters concerning Father and Son ... the stated text, that also the Lord Almighty, the ... of God ...
ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν. Ψ. Τοῦ αὐτοῦ. ΚΒʹ. ..... καὶ εὐφραίνου θύγατερ Σιὼν, ὅτι ἰδοὺ, ἐγὼ ἔρχομαι, καὶ ...... σκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ... .. ολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐ ..... λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ... γνώσῃ, ....... . παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Zach. 2, 10. Καὶ τίς ......... ὁ ταῦτα φάσκων καὶ ὁμολογῶν ἀπεστάλθαι ὑπὸ παντοκράτορος, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γένους ἀποσταλείς· ὃς τὰ προκείμενα ........ .. ἐπουράνιον Σιών· ἧς παράδειγμα τὸ ἐπὶ γῆς ὄρος ἐτύγ . . . ... καὶ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀπὸτείνεται· προ . ..... . ενος αὐτῇ τὴν κλῆσιν τῶν δι’ αὐτοῦ σωθησομέ ... ὑπ’ αὐτοῦ βασιλευθησομένων ἐν αὐτῇ. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΚΓʹ. Καὶ ............... τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἐστῶτα πρὸ προσω . . . . τοῦ Κυρίου, καὶ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικει ... .. αὐτῷ. Zach. 3, 1. καὶ μετ’ ὀλίγα· καὶ εἶπεν πρὸς τοὺς ἐστηκότας πρὸ τῆς ... . τοῦ αὐτοῦ, λέγων, Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ· καὶ εἷπεν, Ἰδοὺ, ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε ........ δήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν μετ’ ὀλίγα λέλεκται πρὸς αὐτόν· Ἄκουε δὴ ...... ρεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου· διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι, ἰδοὺ, ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν. Zach. 6, 9. Καὶ αὖθις μεθ’ ἕτερα·
just as God also spoke through the prophets. Psalm. Of the same. 22. ..... and rejoice, daughter of Zion, for behold, I am coming, and ...... I will dwell in your midst, says the Lord. And they shall flee for refuge ... many to the Lord in that day, and they shall be ...... a people, and they shall dwell in your midst, and ... you shall know ....... the Almighty has sent me to you. Zechariah 2:10. And who is ......... the one who says these things and confesses that he has been sent by the Almighty, except the Word of God, sent by the Father for the salvation of the human race; who [has accomplished] the things set forth ........ .. heavenly Zion; of which the mountain on earth was a type . . . ... and he extends [his call] to the church from the Gentiles; pro ..... . to her the calling of those who will be saved through him ... who will be ruled by him in her. Psalm. From the same. 23. And ............... Jesus the high priest, standing before the face . . . . of the Lord, and the devil stood at his right hand, to oppose ... .. him. Zechariah 3:1. and after a little: and he said to those standing before the ... . of the same, saying, Take away the filthy garments from him; and he said, Behold, I have taken away your iniquities, and clothe [him] ........ a robe, and place a clean turban on his head. And again after a little it has been said to him: Hear now ...... the high priest, you and your neighbors who sit before your face; for they are men who work wonders, for behold, I am bringing my servant the Branch. Zechariah 6:9. And again after other things:
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων. Zach. 6, 11. Καὶ μετὰ βραχέα· Καὶ λήψῃ ἀργύριον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτὸν, Τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ, ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ χαθιεῖται, καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων. Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομενοῦσιν. Heb. 4, 14. Ἑπεὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁ θαυμάσιος ἀπόστολος ἀρχιερέα μέγαν ὠ(νόμασε) διεληλυθότα τοὺς οὐρανοὺς, ἀναφέροιτ’ ἂν ἐπ’ αὐτὸν εἰκότως ...... καὶ ὁ κατὰ τὴν προφητείαν τῇ τε αὐτῇ προσωνυμίᾳ καὶ τῷ αὐτῷ ἀξιώματι τετιμημένος· ταύτη τε . ............25 ρηματίσας· τοῦτον δὴ οὖν ὁ Κύριος ἔδειξεν τῷ προφήτω ... .. τιρυπώση περιβεβλημένον τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ τὴν καθ’ ἡμᾶς αἰχμαλωσίαν αἰνιττόμενος κάθοδον, καθ’ ἣν ...... .. ῶν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, οἷα δὴ τὰς ἡμετέρας εἰς ἑαυτὸν ἀναλαβὼν ἁμαρτίας ῥυπαροῖς κέχρηται παρ’ ἡμῶν ἐνδύμασι· ταῦτα δ’ ὁ Πατὴρ ἀποδύντα κελεύει τὰ τῆς θεότητος ἀναλαβεῖν θεῖα καὶ ἀξιοπρεπῆ τῆς κατ’ οὐρανὸν ἀρχιερωσύνης ἐνδύματα. Τούτων δὲ καὶ κατὰ τὴν ἱστορίαν περὶ τ . . . τοτε Ἰησοῦν τυπικῶς ὡς εἰκὸς γεγενημένων ἀφ’ ἑτέρας ἀρχῆς ὁ λόγος πρός τε αὐτὸν τὸν ἄνδρα Ἰησοῦν καὶ τοὺς σὺν αὐτῷ . . .
And the word of the Lord came to me, saying, Take from the captivity from the rulers. And after a little: And you shall take silver and make crowns, and you shall place them on the head of Jesus the son of Josedek the great priest, and you shall say to him, Thus says the Lord Almighty, Behold, a man, the East is his name, and from beneath him he shall rise, and he shall build the house of the Lord, and he himself shall receive virtue, and he shall sit, and he shall rule upon his throne, and the priest shall be at his right hand, and a peaceful counsel shall be between both. And the crown shall be for those who endure. Since the wonderful apostle named our Savior and Lord Jesus Christ a great high priest who has passed through the heavens, it would reasonably be referred to him ...... and the one honored according to the prophecy with the same appellation and the same dignity; and in this way . ............ having spoken; this one then the Lord showed to the prophet ... .. clothed, hinting at the descent of our Savior upon the captivity that is among us, according to which ...... .. to proclaim release to captives, inasmuch as having taken up our sins unto himself he has used filthy garments from us; but the Father commands him, having put these off, to take up the divine and worthy garments of the divinity of the high priesthood in heaven. And these things also according to the history concerning ... at that time Jesus typically, as is likely, having happened, from another beginning the account is directed both to the man Jesus himself and to those with him . . .
(τε) ρατοσκόπους, ἡγοῦμαι δ’ οὕτως τοὺς τῆς πνευματικῆς . . . . . . . ἠξιωμένους ὠνομάσθαι, φησίν, ἰδοὺ ἐγὼ ἄγω τὸν . . . . . . . . . . ἀνατολήν. Καὶ ὑποκαταβὰς αὐτοῦ τοῦ Ἰησοῦ τοὺς στε(φάνους) τῇ κεφαλῇ ἐπιθεὶς, ἐπιφέρει λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα· καὶ ὑποκάτ. . . . . . . . . . ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου καὶ τὰς . . . . . καὶ τὰ ἐπὶ τὸν Χριστὸν ἀναφέροιτ’ ἂν, τῆς προσηκούσης . . (τυ)χόντα διηγήσεως· πλὴν καὶ τοῖς ἐκ περιτομῆς καὶ . . . . . . . . . . αλὸν . . . . . παραθέσθαι. ἐπεὶ μὴ δ’ ὅλως προφήτην ἀπὸ τῆς . . . . . . περσου βασιλείας· καὶ τῶν τῆς προφητείας χρόνων . . . . . . . . . . . . ἐγηγερμένον ἔχοιεν ἐπιδεῖξαι, μὴ ὅτι γε Ἰωάννην καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὶς δὴ οὖν ὁ προφητευόμενος ὥρα λέγειν. . . . εἰ δὲ λέγοιεν, ταῦτα εἰς τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ἀναφέρεται, δεικτέον αὐτοῖς ὅτι μηδαμῶς ἐκείνῳ τὰ λεγόμενα ἁρμόζει· πότε γὰρ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἀνατολή; διὰ τί δὲ καὶ ταύτης ἀξιοῦται τῆς προσηγορίας; πῶς δὲ ἁρμόσει αὐτῷ τὸ, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ·μάλιστα δὲ τὸ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· εἰ γὰρ αὐτὸς ἐτύγχανεν ὢν ὁ ἱερεὺς ὁ μέγας, τίς δ’ ἂν εἴη ὁ ἐκ δεξιῶν αὐτοῦ, ἕτερος ὢν παρ’ αὐτὸν ἱερεύς; σαφῶς δὲ ἕτερον παρ’ ἐκεῖνον εἶναι διδάσκει τὸν λεγόμενον ἀνατολήν· πρὸς γὰρ τὸν αὐτὸν Κύριον καὶ το(ὺς) . . ἀμφ’ αὐτοῦ(ὸν) φησὶν ὁ λόγος· Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου· ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
(τε) those who observe omens, and I consider that those who have been deemed worthy of the spiritual . . . were so named, he says, Behold, I bring the . . . . . . . . . . the East. And going down to Jesus himself and placing the crowns on his head, he adds, saying: Thus says the Lord Almighty: Behold, a man, the East is his name; and he shall rise up . . . . . . . . . and shall build the house of the Lord and the . . . . . and the things referring to Christ might be applied, having obtained the fitting . . . exposition; moreover, both to those of the circumcision and . . . . . . . . . . . . . . . to set before them. Since they could not show at all a prophet from the . . . . . . Persian kingdom, and from the times of the prophecy . . . . . . . . . . . . raised up, much less John and our Lord Jesus Christ. Who then is the one prophesied, it is time to say. . . . But if they say these things refer to Jesus the son of Josedek, it must be shown to them that what is said does not fit him at all; for when was his name called East? And why is he deemed worthy of this appellation? How will there fit him the words, and he shall sit and rule upon his throne; and especially, and he shall be a priest at his right hand; for if he himself happened to be the high priest, who would be the one at his right hand, being another priest besides him? But clearly he teaches that the one called the East is another besides him; for to the same Lord and those . . around him the word says: Hear now, Jesus the high priest, you and your neighbors; behold, I bring my servant the East.
εἰ δὴ οὖν αὐτῷ ταῦτα εἴρηται, πῶς ἂν ἔτι χώραν ἔχει(οι) τὸ περὶ αὐτοῦ λέγεσθαι νομίζειν τὸ, ἰδοὺ ἀνὴρ ἀνατολὴν . . . . . . αὐτῷ; Σαφῶς δὴ διὰ τούτων δύο παρίσταται πρόσωπα· ἓν μὲν ᾧ τὸ θεῖον διαλέγεται, ἕτερον δὲ περὶ οὗ προφητεύει· ᾧ καὶ ἀναμφιλόγως ἀνάγοιτ’ ἂν ἐπὶ τὸν Χριστὸν τὸν ἀληθῶς υἱὸν τοῦ . . . . . . . . . ἑρμηνεύεται ιαὼ δικαιοσύνη· οὗτος δ’ ἂν εἴη ὁ Πατὴρ . . . . τοὺς τῶν νικητηρίων περιτιθεὶς τῷ χριστῷ στεφάνους . . . . . . . . . . . . . . . . . . καλεῖ· διὰ τὴν εἰς ἀνθρώπους ἀνατείλασαν αὐ . . . . . . . . . . . . . διδασκαλίαν· καὶ τὸν πρῶτον καὶ μέγαν ἀρχι . . . . . . . . . πρωτότοκον αὐτοῦ Λόγον· Θεὸν μὲν ὄντα καὶ Κύριον τῶν . . . . . . . . . ων ἱερέα δὲ τῆς πρώτης καὶ ἀγενήτου θεότητος· . . . . . . ωρ δὲ εἶναι αὐτὸν φησὶν οὗ ἀνείληφεν ἀνθρώπου, ἱερέως μεγάλου . . . . αὐτοῦ χρηματίζοντος διὰ τὴν ἕνωσιν τὴν πρὸς τὸν μονογενῆ τοῦ Θεοῦ. Πολλῆς δὲ τῶν κατὰ τὸν τόπον δεομένων ἐξ(ηγήσεως) ἱκανὰ καὶ ταῦτα ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ψ. Τοῦ αῦτοῦ. ΚΔ’. Χαῖρε . . . . . . θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα . . . . . . ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπί . . . . . . . ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης, καὶ ποταμῶν δι’ ἐκβολὰς γῆς. Zach. 9, 9. Θυγάτηρ Σιὼν, ᾖ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχάνει (sic) ψυχή·
If then these things have been said by him, how could there still be room to think that what is said concerning him—"Behold, a man, the East [anatolē]"—applies to him? Clearly through these words two persons are presented: one to whom the divine speaks, and another about whom he prophesies; and this latter would indisputably be referred to the Christ, the true Son of . . . . . . . . . is interpreted Iaō, righteousness; and this would be the Father . . . . placing the crowns of victory upon the Christ . . . . . . . . . . . . . . . . . . he calls; because of the teaching that rose upon men . . . . . . . . . . . . and the first and great high . . . . . . . . his firstborn Logos; being God and Lord of the . . . . . . . . . . and priest of the first and unbegotten divinity; . . . . . . and he says that he is [of] the man whom he took up, a great high priest . . . . . . . . . being called his, because of the union with the only-begotten of God. But since many of the matters in this passage require explanation, these too are sufficient in relation to the present subject.
Ψ. By the same. 24. Rejoice . . . . . . daughter of Zion, proclaim, daughter of Jerusalem; behold, the . . . . . . comes to you righteous and saving, himself gentle and . . . . . . . a beast of burden and a young foal. And he will destroy chariots from Ephraim, and horse from Jerusalem, and the bow of war will be destroyed, and multitude and peace from the nations, and he shall rule from sea, and from rivers through the outflows of the earth. Zach. 9, 9. The daughter of Zion, to whom the Word commands to rejoice, is every soul of the intelligible and heavenly Zion that attains [this] . . .
ἢ (ἡ) καὶ ἐπὶ γῆς διὰ Χριστοῦ συστᾶσα ἐξ ἐθνῶν ἐκκλησία[ς]· ὁμοίως δ’ αὗ πάλιν θυγάτηρ Ἱερουσαλὴμ, ἡ συγγένειαν φέρουσα τῆς ἐπουρανίου Ἱερουσαλήμ· οἷα τις ἦν ἡ Παύλου λέγοντος, ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἔστιν μητὴρ ἡμῶν. Gal. 4, 26. Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος (ἐπι)δημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας (ἀνεί) ληφεν, νοουμένης· μεθ’ ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας (sic) δαίμονας πονηροὺς, ἐξ ἀπάντων τῶν πάλαι τούτοις ὑποχειρίων ἐθνῶν μυρίους ὅσους ὑπὸ τὸν εὐσεβῆ τῆς διδασκαλίας αὐτοῦ ζυγὸν ὑπηγάγετο. Ταῦτα μὲν κατὰ διάνοιαν· καὶ ῥητῶς δὲ ὁ Χριστὸς ἐνανθρωπήσας καὶ σωματικῶς τὰς περὶ αὐτοῦ προφητείας ἐπιτελῶν, καὶ ταύτῃ πέρας ἐπιτέθεικεν, ὅτε κατὰ τὸν εὐαγγελιστὴν εἶπεν τοῖς ἑαυτοῦ μαθηταῖς, πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὐρήσετε ὄνον καὶ πῶλον δεδεμένην· λύσαντες οὐν αὐτὴν ἀγάγετε· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ποιεῖτε, ἐρεῖτε, ὁ κύριος ἀπὸ (αὐτῶν) χρείαν ἔχει· καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς. Matth. 21, 2. Τούτων δ’ οὕτως ἐχόντων, παραθετέον τὰ ῥήτα τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις·
Or (the) church of the Gentiles, which was established on earth through Christ; and likewise again the daughter of Jerusalem, which bears kinship with the heavenly Jerusalem; such as she was when Paul said, "But the Jerusalem above is free, which is our mother." Gal. 4:26. To such souls, then, the word proclaims beforehand that the Christ of God will come to dwell, having mounted a beast of burden and a young colt; thus the human nature which he assumed when he came to dwell is understood; with which he destroyed every hostile power from every church soul able to bear holy fruits, Ephraim being taken for fruitfulness, and Jerusalem, in the Greek tongue, for vision of peace; and indeed, having destroyed the evil demons that formerly ruled over humanity, from all the nations once subject to them he brought under the pious yoke of his teaching countless multitudes. These things are so in their meaning; but Christ also literally, having become man and fulfilling bodily the prophecies concerning himself, has in this way set the limit, when according to the evangelist he said to his own disciples, "Go into the village opposite you, and you will find a donkey and a colt tied; loose them and bring them; and if anyone says anything to you, you shall say, The Lord has need of them; and going there they did as he commanded them." Matt. 21:2. Since these things are so, one must set alongside the literal words those who imagine that the things before us will happen at the coming of Christ only bodily and in a Jewish manner.
δεικτέον τε αὐτὸ δὲ (sic) ὅπως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρούσιᾳ καὶ σωματικῶς περ αυτ . . . φεν μετὰ τῶν ἄλλων καὶ ἡ φάσκουσα προφητεία, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ. Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν . . . . τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ . . . . . . . . ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρεύσε· τότ . . . . . . λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον . . . . . . . . . . . . . . . . . ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ . . . . . . . .τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ . . . . . . κατ . . . . . . . . . . γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ’ ὁμοια . . . . . . . . . οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευσ . . . . γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων . . . . . τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς . . . . . . . . κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως . . . . ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν . . . . . . ην τοῦ θείου λόγου προφητείαν. Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΕ′. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι . . . . . . . . καυχήσονται, λέγει Κύριος. Zach. 10, 12. Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύ(σειν ὑπι)σχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. Διὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν. Ψ. Τοῦ αὐτοῦ. Κϛ′. Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν.
It must also be shown how, at the coming of our Savior, and bodily . . . along with the others, the prophecy also which says, "And he will destroy the chariots from Ephraim and the horse from Jerusalem." At any rate, the divine and heavenly power of Christ, by an ineffable operation, after the . . . plot against him, both Jerusalem itself together with the . . . in which, with the military force that happened to be present, he destroyed utterly; then . . . the people in it, often called Ephraim . . . commandment, multiplying horse in Jerusalem and chariot . . . in a warlike manner because of the battle lines in wars . . . horses that came to be . . . to the senseless cattle among similar . . . whom the coming of our Savior clearly destroyed utterly all . . . at any rate, after those had been destroyed at the saving coming . . . perhaps a multitude from all the nations received the . . . in their souls; God having begun both the rule and the dominion . . . of the whole inhabited world, according to the . . . prophecy of the divine Word.
Ψ. Of the same Zechariah. 25. And I will strengthen them in the Lord their God, and in the name . . . they shall boast, says the Lord. Zech. 10:12. Again the Lord, the Word of God, promises to strengthen the worthy in the Lord their God, indicating God and his own Father. Therefore let this passage also be noted among the things concerning the Father and the Son.
Ψ. Of the same. 26. And the Canaanites shall know the sheep that are kept for me, because it is the word of the Lord.
Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ μαλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα, ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν . . . . . . . . . . τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ. Zach. 11, 11. Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν . . . των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς . . . . . . . . . . γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως . . . . . . . . . . . . . . . . λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε . . . . . . . . . . . αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν . . . . τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε . . . . . . οὐδ’ ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν προδώσαντα αὐτὸν τοῖς ἐπιβουλεύουσιν ἐν αὐτῶν (ἕνα τῶν) μαθητῶν μηνύσαντες· ὀνομαστὶ γοῦν αὐτὸν ἐστηλίτευσε διὰ Ἱερεμίου τὸ θεῖον Πνεῦμα φῆσαν, ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνω. Jerem. 17, 1. Ταῦτα δ’ ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς ο’ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ’ αὐτὸν δηλούμενα· καὶ νῦν δ’ οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὸν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθε(σπίζει) γραφή.
And I will say to them, If it seems good in your sight, give me my wages, or refuse; and they weighed out my wages thirty pieces of silver; and they cast them into the house of the Lord, into the melting-place. And I cast away the second staff . . . to scatter the covenant between Judah and between Israel. Zach. 11, 11. For what of the things concerning our Lord and Savior Jesus Christ was not foreknown and foretold by the holy prophets of God? . . . For his birth from a virgin, and the manner of his birth . . . and the root from which he was begotten according to the flesh; and the marvelous things that attended his coming, through the prophets from of old . . . which was deemed worthy of writing by the divine Spirit; and above all they foretold his death and the manner of it, not passing over . . . nor the scourges and spittings and blows and insults which he endured; but they pointed out the one who betrayed him to those plotting against him, one of his disciples; at any rate the divine Spirit set him forth by name through Jeremiah, saying, The sin of Judah is written with a pen of iron, with the point of a diamond. Jerem. 17, 1. And these things you would find in the Hebrew itself and in the other translators besides the Seventy; and in the various Psalms you would learn the things made clear concerning him; and now no less through the present passage the divine Scripture clearly foretells also the number of the silver, which Judas, having received it, betrayed the teacher to those plotting against him.
Λέγοιτο δ’ ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας Es. 1, 10. ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ’ οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι, ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι. Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός; οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ’ ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου· οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ’ αὐτοῦ, (Ἀντὶ τῷ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·) Ps. 108, 4. τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ’ ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χώνευτήριον, τοῦτ’ ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ’ ὅτι τὸ κατ’ αὐτοῦ δρασθὲν αὐτοῖς·
What is set before us may be spoken as from the person of Christ, just as the prophecy elsewhere calls those who plotted against him rulers of Sodom and people of Gomorrah, but for the present it names them Canaanites because of their resemblance to the Canaanites. For when the prophecy has said, "And the Canaanites will know," it adds, teaching us whom it wishes to signify, and says: "the sheep that are kept for me." And what were these sheep, which were formerly kept for the Lord, but the people from the circumcision? These the word now names Canaanites, and as from the person of Christ it adds, saying, "and I will speak to them the things that are written," which he would also say to those who plotted against him, asking them as it were for the wages of the benefits he bestowed on them, that is, faith in him and the life corresponding to it; for thus I understand "give me my wages"; but they, according to what is elsewhere said by him concerning them, ("Instead of loving me, they slandered me, but I prayed; and they set evils against me instead of good, and hatred instead of my love,") having weighed out thirty pieces of silver, gave them to the traitor, as though by their most impious judgment they valued him at so much. But since the fire will test what sort of work each one's is, for this reason the Lord commands that they be cast down into the furnace, that is, into the fire of judgment and of punishment; and whom does he mean by them but those who plotted against him? And consider, he says, whether it is genuine, and it is clear that it is what was done against him by them.
λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ. Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν . Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Σαφέστερον γ’ οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθηκὴν τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ· καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ ΖΑΧΑΡΊΑ. ΚΖ′. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Zach. 13, 7. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης, Matth. 26, 31. ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. ΚΗ′. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου·
He says that they will be tested in fire, in the same way as the Lord himself was tested on their behalf through his coming in the flesh and his passion; for indeed he became man beforehand, and suffered for the salvation of the lost sheep of the house of Israel. Next after these things, the word also indicates their rejection after the passion of our Savior, saying, And I cast away the second staff. And teaching what this is, he adds the measuring line, concerning which it is said, the measuring line of his inheritance, Israel. He sets this forth more clearly by adding that the former covenant of God was scattered, the one between Judah and between Israel; and it is clearly shown that from the times of our Savior all the worship according to the law has been taken away, having been abolished from that time until now.
Of the same, Zechariah 27. Awake, O sword, against my shepherd, and against the man who is his citizen, says the Lord Almighty; strike the shepherd, and let the sheep be scattered; and I will turn my hand against the shepherds. Zech. 13:7. Since the evangelist, having taken from here the words Strike the shepherd, and the sheep of the flock will be scattered, Matt. 26:31, taught that they received their fulfillment at the time of the saving passion, when the disciples left him and were scattered; for this reason we too have noted the passage, which, since it requires much examination, we will assign to a suitable time.
Of the same, 28. And the Lord will go forth, and he will array himself in battle among those nations, as in a day of war.
καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. Zach. 14, 3. 5. Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα. Ψ. ΤΟ῀Υ ἈΓΓΈΛΟΥ. ΚΘ′. Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ’ ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Mal. 1, 10. Ὥσπερ χεὶρ καὶ δεξιὰ καὶ βραχίων καὶ δύναμις τοῦ Θεοῦ τῶν ὅλων ὁ Λόγος αὐτοῦ ἐν ταῖς θείαις ὠνόμασται γραφαῖς, οὕτως ὁ αὐτὸς καὶ ὄνομα χρηματίζει τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ θεῖον ὄνομα ὡς ἀπ’ ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν, παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι’ εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ’ ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφές πως μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ’ ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν Δανιὴλ θυσίας καὶ σπονδῆς, καὶ κατὰ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐπιστροφήν. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. Λ′.
And my Lord God will be present, and all the holy ones with him. And supposing these things to be spoken concerning the second coming of Christ, we have noted them down.
Of the same Angel. 29. I have no will in you, says the Lord Almighty, and I will not accept a sacrifice from your hands; for from the rising of the sun and even to the setting my name has been glorified among the nations, and in every place incense is offered to my name, and a pure sacrifice; for great is my name among the nations, says the Lord Almighty; but you profane it. Just as the hand and the right hand and the arm and the power of the God of all things is his Word named in the divine Scriptures, so the same is also called the name of God. This divine name, then, as from the rising of the sun and the setting has been glorified among the nations, is evident to everyone from those everywhere who are called by the name of Christ; who also in every place offer to God spiritual incense and the pure and bloodless and rational sacrifice made through prayers, through the true high priest. But while these worship in this manner, God says that he will turn away from the bodily sacrifices of the former people; and indeed it is somehow clear that after the coming of Christ the prophecy has reached its fulfillment in both respects: both in the rejection of the former people, when at the same time the sacrifice and libation were taken away from them according to Daniel, and in the turning of the nations to the God of all things. Of the same. 30.
Ἡ διαθήκη ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόμωτός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κύριου παντοκράτορός ἐστιν. Mal. 2, 5. Καὶ ταῦθ’ ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς καὶ τῆς εἰρήνης ἦν μετ’ αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ’ αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, Es. 11, 3. λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ’ αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ’ αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλλει τῆς κατ’ αὐτὸν· ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς· ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. ΛΑ′. Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήμης, ὃν ὑμεῖς θέλετε·
The covenant of life and peace was with him, and I gave him fear to fear me, and to be reverent before my name. The law of truth was in his mouth, and injustice was not found on his lips; he walked with me in peace, guiding aright, and turned many away from injustice. For the lips of a priest will guard knowledge, and they will seek the law from his mouth, because he is the angel of the Lord Almighty. Mal. 2:5. And supposing these things to be fitting testimonies concerning Christ, we have set them forth; for the covenant of life and peace was with him; and the spirit of fear, together with the rest, rested upon him according to the saying, "And the spirit of the fear of God shall fill him," Es. 11:3, spoken in Isaiah; and this—the law of truth, not the typical law—was in his mouth, and injustice was not found on his lips; for according to Isaiah he committed no sin, nor was guile found on his lips; and as one present with the Father's power, guiding aright in peace, he walked with him, leading many of those who formerly did not know God to conversion; and from him, since he is high priest and preserves the knowledge concerning all things, they sought and will seek the divine law—those to whom the knowledge that is according to him is destined; for he himself is the angel of the great counsel, ministering and announcing to every created thing the will of the Father. Psalm. Of the same. 31. Behold, I send my angel, and he will look upon the way before my face, and suddenly the Lord will come into his own temple, whom you seek, and the angel of the covenant, whom you desire.
ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ παθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Mal. 3, 1. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα . . . ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς· ὁ Χριστὸς τοῦ Θεοῦ ὁ ν(ῦν) λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς, τοῦτ’ ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ’ ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγελλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτῷ; καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ’ αὐτοῦ τοῦ παντοκράτορος Κύριου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ παυστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται, καὶ τὰ λοιπά· δι’ ὧν καθ’ ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία·
Behold, he comes, says the Lord Almighty. And who will endure the day of his entry? Or who will stand in his appearing? For he enters like a refiner's fire, and like the fuller's soap; and he will suffer, refining and purifying like silver and gold. By these things also the events concerning the second coming of Christ are prophesied, when . . . having been sent forth from God and Father of all, he himself—the Christ of God, the one now called the angel of the covenant—will look upon the way before the face of the Father, that is, he will prepare beforehand and make ready the souls of men for the kingdom of the Father; when, having built up the spiritual temple from rational and living stones, that is, the church, the Lord himself and God the Word will come together with the angel of the covenant into the temple that has been indicated; then, as it were announcing beforehand his second coming, the Word says to the sinners, Behold, the Lord Almighty comes; and who will endure the day of his entry? Or who will stand in his appearing? and the rest; to which things careful attention must be paid, since they are spoken by the Lord Almighty himself as concerning another; and those of the circumcision must be silenced, if they have anything to say about the lord indicated here and the angel of the covenant with him, concerning whom the Lord Almighty declares, Behold, he comes, and the rest; through which the second coming of Christ is proclaimed among us.
ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ’ οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· Ps. 71, 1. ἔνθα βασιλεὺς μὲν ἡ θεότης καὶ αὐτὸς ὁ Θεὸς Λόγος ἀνηγόρευται· ὃν δὲ ἀνείληφεν ἄνθρωπον, υἱὸς τοῦ βασιλέως. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ ἈΓΓΈΛΟΥ. ΛΒ′. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Mal. 4, 2. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· Io. 1, 9. ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, Mic. 3, 5. 6. ἔν τινι τῶν προφητῶν εἰρημένον. Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ’ ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα. Ψ. ἘΚ ΤΟ῀Υ ἸΕΡΕΜΊΟΥ. ΛΓ′. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων·
He who is the Word of God, having come, will enter into each person's soul, judging each one concerning what he has done in his life, washing him clean and refining him through fire as gold is refined, and purifying the governing faculties of all. For the Father has given all judgment to the Son, according to the word that says also in the Psalms, "Give your judgment to the king, O God, and your righteousness to the king's son, to judge your people in righteousness and your poor in judgment." Here the king is proclaimed to be the Godhead and the very Word of God; but the man whom he has taken up is the son of the king. Of the same angel. 32. And the sun of righteousness shall rise upon those who fear my name, and healing in his wings. The sun of righteousness is the true light that enlightens every man coming into the world; which is said to rise only upon those who fear the name of his Father; for upon those who are not such he threatens that it shall set, according to the saying, "And the sun shall set upon the prophets who lead my people astray," spoken in one of the prophets. These things are from the twelve prophets; but since it is our purpose to include the things from Isaiah in their own treatise because of their abundance, come, let us move on and examine the things from the remaining major prophets. 33. From Jeremiah. Lord, make it known to me, and I shall know; then I saw their practices. I was like a harmless lamb led to be sacrificed; I did not know—
ἐπ’ ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Jer. 11, 18. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς (κα)τὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, Es. 53, 7. κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτῷ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλέκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτο ἐστι τὸ σῶμά μου, Matth. 26, 27. τοῦτο δ’ ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ’ ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. ΛΔ′. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς ; Βαδίσατε, συναγάγετε πάντα τὰ θήρια τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
They devised a plan against me, saying, Come, and let us cast wood into his bread, and let us wipe him out from the land of the living, and let his name be remembered no more. Jer. 11:18. Our Savior and Lord Jesus Christ, according to the prophecy in Isaiah, was led as a sheep to the slaughter, and as a lamb before its shearer is silent, Isa. 53:7. And according to the passage at hand, as an innocent lamb being led to be sacrificed, I did not know; and the suffering he endured on the cross can be signified by Come, and let us cast wood into his bread, and let us wipe him out from the land of the living, and let his name be remembered no more—words spoken in the person of those who plotted against him. For if indeed his body was bread, as he himself teaches when he says to his disciples, Take, eat, this is my body, Matt. 26:27—this was what was displayed upon the wood at the cross—then the words Come, and let us cast wood into his bread would reasonably be said concerning him. And if the matters in this passage admit of a deeper contemplation, what has been said does no harm to that either.
Psalm of the same. 34. I have forsaken my house, I have abandoned my inheritance, I have given my beloved soul into the hands of its enemies. My inheritance has become to me like a lion in the thicket; it has uttered its voice against me; therefore I have hated it. Is my inheritance to me a hyena's cave, or a cave round about it? Go, gather all the wild beasts of the field, and let them come to devour it.
Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἑγενήθη εἰς ἀφανισμὸν ἀπωλείας· δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. Jer. 12, 7. Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου· περὶ δὲ τῆς προτέρας συναγωγῆς, ἣ καὶ μερὶς ποτὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ γέγονεν, τὸ, ἀφῆκα τὴν κληρονομίαν μου, Luc. 13, 34. κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Αὐτὸς δ’ ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου· ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, φησὶν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Io. 10, 18. Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ’ αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν· διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν, διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ’ ἑξῆς, καὶ μάλιστα τὸ, δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. ΛΕ′.
Many shepherds have destroyed my vineyard, they have defiled my portion, they have given a desirable portion over to a desolate wilderness, it has become a desolation of destruction; because of me all the earth has been made desolate with desolation, because there is no man laying it to heart. Jer. 12:7. It seems that the voice of our Lord and Savior is also the one that says concerning the new temple in Jerusalem, "I have forsaken my house"; and concerning the former synagogue, which was once also a portion and a measured allotment of his inheritance, "I have left my inheritance," Luc. 13:34, in accordance with "How often I wished to gather your children, in the manner a hen gathers her chicks under her wings, and you were not willing. Behold, your house is left to you desolate." And he himself who said, "No one takes my life from me; I have authority to lay it down," says also, "I have given my beloved life into the hands of its enemies." Io. 10:18. And to this one the former inheritance also became as a lion in the thicket; and it gave its voice against him, when, handing him over to Pilate, they stood accusing him and all but crying out, "Away, away, crucify him!" For this reason, he says, "I hated it," because of its works worthy of hatred, and because it displayed nothing worthy of love toward him; and what follows, and especially "because of me all the earth has been made desolate with desolation," seems to indicate the complete capture and captivity of the former people that came about because of the Savior after his passion, and the desolation of Jerusalem to the uttermost.
Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτω τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. ※ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Jer. 16, 19. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου. Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. Λϛ′. Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δἰκαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατάσκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. Jer. 30, 8.
Lord, my strength, and my help, and my refuge in the day of evils, to you nations will come from the ends of the earth, and they will say, Our fathers acquired false idols, and there is no benefit in them. If a man makes gods for himself, and they are not gods. Therefore, behold, I will make known to them my hand in this time, and I will make known to them my power, and they will know that I am the Lord. The sin of Judah is written with an iron pen, engraved with a diamond point on the tablet of their heart. Jer. 16:19. Having prophesied concerning those who through Christ have come to know the God of all, the word next brings in the sin of the people of the Jews against the Savior, signifying that it will be indelible, according to the words set out with asterisks; which one may also apply to Judas the betrayer, as having been foreknown and foretold by name by the divine Spirit. Again of the same. 36. Behold, the days are coming, says the Lord, and I will raise up for David a righteous branch, and a king will reign, and he will understand, and he will execute judgment and righteousness on the earth. In his days Judah will be saved, and Israel will dwell securely, and this is the name which the Lord will call them, Iosedek among the prophets. In that day, says the Lord, I will break the yoke from their neck, and I will burst their bonds, and they will no longer serve strangers, and they will serve the Lord their God, and I will raise up for them David their king. Jer. 30:8.
Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν λόγον μου τὸν ἀγαθὸν, ὃν ἑλάλησα ἐπὶ τὸν οἶκον Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα· ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνατελῶ τῷ Δαυὶδ ἀνατολὴν δικαίαν. Jer. 33, 14. (40, 14. Breiting.) Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας. Jer. 33, (40,) 17. Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδισθήσεται μετὰ Δαυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα Δαυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι. Jer. 33, (40,) 20. Καὶ αὖθις μετὰ βραχέα εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκη(ν) μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα. Ἰακὼβ καὶ Δαυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ. τοῦ σπέρματος αὐτοῦ ἄρχοντα. Jer. 33, (40,) 25. Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ Δαυὶδ ἀνατολή;
Similar things are also said in another passage of the same prophet, in these words: Behold, the days are coming, says the Lord, and I will raise up for you my good word, which I spoke concerning the house of Jerusalem and concerning the house of Judah; in those days and in that time I will cause a righteous branch to spring up for David. Jer. 33:14 (40:14 Breitinger). To these he next adds that this is what the Lord says: There shall not be cut off from David a man sitting on the throne of the house of Israel; and to the priests, the Levites: there shall not be cut off from before me a man offering whole burnt offerings and sacrificing a sacrifice, and making an offering all the days. Jer. 33 (40):17. And again: This is what the Lord says: if you break my covenant of the day and my covenant of the night, so that there is no day and night in their time, then my covenant with David my servant shall also be broken, so that he has no son reigning on his throne, and the Levites, the priests who minister to me; as the host of heaven cannot be numbered, nor the sand of the sea measured, so will I multiply the seed of David my servant and the Levites who minister to me. Jer. 33 (40):20. And again, a little further on, it is said: This is what the Lord says: If my covenant of day and night is not established, and I have not appointed the ordinances of heaven and earth, then I will also reject the seed of Jacob and David my servant, so that I will not take from his seed a ruler. Jer. 33 (40):25. And who would be the branch raised up for David by the Lord?
Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ’ ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ, Rom. 11, 25. καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, οὓς καὶ καλέσει αὐτοὺς ὁ Κύριος ὀνομαστὶ, οὓς ἀξίους αὐτοὺς κρινεῖ ἐν τῷ Ἰωσεδεκὶν, ὅπερ ἑρμηνεύεται οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ μετὰ τὸ ἐλευθερῶσαι τὸν Θεὸν τοὺς προειρημένους ἀπὸ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας, ὡς μηκέτι μὲν ἐκείνῳ, μόνῳ δὲ Κυρίῳ τῷ Θεῷ αὐτῶν λατρεύειν, ἀναστήσειν αὐτοῖς ὁ Θεὸς ὑπισχνεῖται βασιλέα τὸν Δαυὶδ, οὐκ ἄλλον ὄντα τοῦ ἐκ σπέρματος Δαυὶδ γενομένου Σωτῆρος ἡμῶν, ὃν διαφόρως αἱ γραφαὶ καὶ τούτῳ προσεῖπαν τῷ ὀνόματι. Ὁ μὲν οὖν ἐν τῇ προφητείᾳ Δαυὶδ ὁ κατὰ τὸν Σωτῆρα ἡμῶν νοούμενος ἄνθρωπος λέγεται· ἡ δὲ ἀνατολὴ ἡ δικαία, ἡ κατ’ αὐτὸν ἐνεργοῦσα θεότης, ἥλιος δικαιοσύνης ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον Io. 1, 9. οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστιν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ’ οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι’ ἔργων ἀγαθῶν καὶ λόγων εὐώδη καὶ ἀναίμακτον καὶ καθαρὰν θυσίαν.
The divine Word, about whom it has also been said elsewhere, "Behold, a man, the East is his name," who is also prophesied to reign and to understand and to execute judgment and righteousness upon the earth. This one also causes light to rise for souls sitting in darkness, according to his heavenly kingdom; but when, according to the apostle, the fullness of the Gentiles has come in, Rom. 11, 25. and all the true Israel together with the spiritual Judah shall be saved, whom the Lord will also call by name, whom he will judge worthy in Josedek, which is interpreted "the righteous ones of God." And in that day, after God has freed those previously mentioned from the captivity under the devil, so that they no longer serve that one but only the Lord their God, God promises to raise up for them David as king—not another than the Savior who came from the seed of David, whom the Scriptures in various ways also addressed by this name. So then, in the prophecy, David is said to be the man understood as our Savior; but the righteous East, the divinity active in him, is called in other places the sun of righteousness; since also the true light, which enlightens every man coming into the world, Io. 1, 9. is none other than he. Therefore he says to God that a man leading and presiding over his church, which is the spiritual house of Israel, shall not be destroyed; but neither shall the priests of God according to understanding cease, the word prophesies, who offer the spiritual incense and the fragrant, bloodless, and pure sacrifice through good works and words.
Εἰ γὰρ μὴ ταῦθ’ οὕτως ἐκλάβοιμεν, ὥρα ψευδεῖς ἀπελέγχειν τὰς προφητείας, τῷ μήτε τὸν θρόνον Δαυὶδ σωματικῶς, μήτε τὴν ἱερατικὴν λειτουργείαν τὴν τυπικὴν εἰσέτι νῦν συνεστάναι· τῶν μὲν ἐκ σπέρματος Δαυὶδ βασιλέων ἐξ αὐτῶν τῶν Ἱερεμίου χρόνων διαλελοιπότων, τῆς δὲ Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας μετ’ οὐ πολὺ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας· ἐξ ἧς καὶ εἰς δεῦρο οὐδὲ ἐπιβαίνειν αὐτοῖς τῆς Ἱερουσαλὴμ ἔξεστιν. Καὶ εἰ φάσκοιέν γε οἱ ἐκ περιτομῆς δι’ ὃν φασὶ πατριάρχην μὴ ἐκλελοιπέναι τὸ σπέρμα Δαυὶδ, ἀλλ’ ἐλεγκτέον τε (γε) αὐτοὺς μὴ δυναμένους ἀποδεῖξαι καθήμενον αὐτὸν ἐπὶ θρόνου Δαυὶδ, καὶ βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἄρχοντα τοῦ Ἰσραήλ· ταῦτα γὰρ ἡ προφητεία φησὶ μηδεπώποτε διαλείψειν, ἃ καὶ σαφῶς παρίσταται ἀπὸ τῶν τῆς αἰχμαλωσίας χρόνων διαλελοιπότα, ἐξ οὗ μὴ δὲ εἶς βασιλεύσας τοῦ Ἰσραὴλ ἐκ τοῦ σπέρματος Δαυὶδ ἀποδείκνυται· τί δ’ ἂν φήσαιεν καὶ περὶ τῆς ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν καθῃρημένης ἱερατείας, ἣν μηδεπώποτε ἐξολοθρευθήσεσθαι ἡ προφητεία προαγορεύει; Ψ. Τοῦ αὐτοῦ. ΛΖ′. Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ·
For if we do not take these things in this way, it is time to refute the prophecies as false, on the grounds that neither the throne of David nor the typical priestly ministry exists bodily any longer even now: the kings from the seed of David have ceased from the very times of Jeremiah, and the Levitical and priestly ministry ceased not long after the coming of our Savior; from which time even to this day it is not permitted for them to set foot in Jerusalem. And if those of the circumcision should claim that because of the patriarch they mention, the seed of David has not ceased, they must be refuted, since they are unable to prove that he sits on the throne of David, and reigns on his throne, and rules over Israel; for the prophecy says that these things will never fail, which are clearly shown to have ceased from the times of the captivity, from which not even one from the seed of David is shown to have reigned over Israel. And what would they say about the priesthood, which is manifestly abolished at the present time, which the prophecy foretells will never be utterly destroyed?
37. Of the same. Behold, the days are coming, says the Lord, and I will make with the house of Israel and with the house of Judah a new covenant; not according to the covenant which I made with their fathers in the day when I took their hand to lead them out of the land of Egypt; because they did not remain in my covenant, and I disregarded them, says the Lord; for this is the covenant which I will make with the house of Israel:
μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γγῶθι τὴν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Jer. 31, 31. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν. Τί δ’ ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ’ ἔστι τὴν ἔγγραφον ἐν τοῖς (ἐντὸς) τῶν εὐαγγελικῶν βιβλίων.
After those days, says the Lord, giving my laws into their mind, and I will write them on their hearts, and I will be to them for a God, and they will be to me for a people; and each will not teach his neighbor, and each his brother, saying, Know the Lord; because all will know me, from their small to their great, says the Lord; because I will be merciful to their iniquities, and their sins I will remember no more. Jer. 31, 31. Clearly in the days that follow the Lord foretells that he will establish a new covenant; and it is new because it has nothing like the old, which we have learned beforehand was given through Moses in the wilderness. What then would those of the circumcision say to these things, who attempt to look clearly at the prophecies, and prefer to show them incomplete rather than to be persuaded by the truth, by accepting the new covenant of the Gospels of our Savior, at whose coming the first has grown old, beginning to have its end from the time when Christ came and fulfilled the law, and the prophecies concerning him. There will come, then, days in which the Lord says he will establish the new covenant; that is, the written one within the gospel books.
Ἑξῆς δ’ ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς ταῖς διανοίαις τῶν παραδεξομένων τὴν καινὴν διαθήκην ἐγγράψων τοὺς ἰδίους νόμους, ὥστε αὐτοὺς εἶναι εἰς λαὸν τῷ Θεῷ, καὶ αὐτὸν αὐτοῖς εἰς Θεὸν, οὐδαμῶς ὑπ’ ἀνθρωπίνης διδασκαλίας ἐπὶ τὸ γινώσκειν τὸν Κύριον παραγινομένους, αὐτομαθεῖς δ’ ὥσπερ, μᾶλλον δὲ θεοδιδάκτους ἐσομένους, ὃ καὶ αὐτὸ καταμάθοι ἄν τις κατὰ τὸν παρόντα καιρὸν πληρούμενον· ἴδοι δ’ ἄν τις ὅπως ἐπὶ τὰς διανοίας καὶ τὰς καρδίας τῶν διὰ Χριστοῦ εἰς τὸν Θεὸν πεπιστευκότων ἡ καινὴ διαθήκη καὶ οἱ τοῦ Κυρίου νόμοι γεγραμμένοι εἰσιν, εἰ καταμάθοι ἐν ἡμῖν πλῆθος ἀνδρῶν παντελῶς ἰδιωτῶν τοιαύτην ἐνεπιδεικνυμένων ἐνάρετον καὶ ἐμφιλόσοφον. πολιτείαν, ἣν οὐ ταχέως ἐστιν εὑρεῖν παρὰ τοῖς φιλολογίαν ἠσκηκόσιν, καὶ μέγα φρονοῦσιν ἐπὶ τῇ τῶν γραφῶν μελέτῃ. Ψ. Ἀπὸ τῶν θρήνων. ΛΗ′. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Thren. 4, 20. Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι’ αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς. Ψ. Ἀπὸ τοῦ Βαρούχ. ΛΘ’. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;
Next the same Lord says that after those days he will write his own laws in the very minds of those who receive the new covenant, so that they will be a people for God, and he will be God to them, no longer coming to the knowledge of the Lord through human teaching, but rather being self-taught, or better, God-taught, which one may also observe being fulfilled at the present time. And one may see how the new covenant and the laws of the Lord are written on the minds and hearts of those who through Christ have believed in God, if he observes among us a multitude of men who are completely uneducated displaying such a virtuous and philosophical conduct of life as one would not quickly find among those who have cultivated learning and take great pride in the study of the Scriptures.
Psi. From Lamentations. 38. The breath of our nostrils, the Lord's anointed, was caught in their corruptions, of whom we said, In his shadow we shall live among the nations. Lam 4:20. And here too the divine Spirit, having plainly named the Christ, foretold the plot by the Jews through the words "was caught in their corruptions"; and the prophets foresaw that they themselves would live under his protection and shadow, and would live among the nations that were to believe in Christ and through him receive the writings of the prophets.
Psi. From Baruch. 39. Who has gone up into heaven, and taken her, and brought her down from the clouds?
Τίς διέβη πέραν θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ἀλλ’ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ καὶ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὸν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Bar. 3, 29. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, φησὶ, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν, καὶ τὰ ἑξῆς· διδασκόμεθα δὲ ἀπὸ τοῦ ἱεροῦ ἀποστόλου ὡς ἄρα ὁ καταβὰς Ἰησοῦς Χριστὸς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν· Eph. 4, 10. ὃς καὶ λαβὼν τὴν τοῦ ἁγίου Πνεύματος δωρεὰν κατεβίβασέ τε καὶ ἐξέχεεν ἐπὶ τὰς τῶν παραδεξαμένων αὐτῶν(ὴν) ψυχάς· ὅθεν καὶ ἐν ψαλμοῖς εἴρηται τὸ, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. Ps. 67, 18. Ἑξῆς δὲ ἐν τῇ προκειμένῃ γραφῆ ὁ λόγος φησὶν, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· Τίς δὲ οὗτος, ἢ ὁ ἀναβὰς εἰς τὸν οὐρανὸν καὶ καταβάς; Τῷ γὰρ τίς ἀνέβη εἰς τὸν οὐρανὸν ἐρωτηματικῶς εἰρημένῳ ἀποδέδοται τὸ, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·
Who has crossed over the sea and found her, and will bring her with choice gold? There is no one who knows her way, nor one who considers her path. But he who knows all things knows her; he found her by his understanding—he who also prepared the earth for an everlasting time, and filled it with four-footed beasts. He who sends forth the light and it goes, called it, and it obeyed him with trembling. And the stars shone in their watches and were glad; he called them, and they said, “We are present”; they shone with gladness for him who made them. This is our God, no other shall be reckoned beside him. He found every way of knowledge, and gave her to Jacob his child, and to Israel his beloved; after this he appeared on earth, and conversed with men. Bar. 3:29. Who, it says, has gone up into heaven and taken her, and brought her down, and so on; but we are taught by the holy apostle that he who descended, Jesus Christ, is himself also he who ascended above all the heavens; Eph. 4:10. who also, having received the gift of the Holy Spirit, brought it down and poured it out upon the souls of those who received it; whence also it is said in the Psalms, You ascended on high, you led captivity captive, you received gifts among men. Ps. 67:18. And next in the passage set before us the word says, This is our God, no other shall be reckoned beside him; and who is this, but he who ascended into heaven and descended? For to the question “Who has gone up into heaven?” the answer has been given: This is our God, no other shall be reckoned beside him.
σαφέστερον τοῦτο δηλοῖ τὸ ἑξῆς εἰρημένον, τὸ, μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Πρὸς τοῦτον οὖν δῆλον ὅτι τὸν τοῦ Θεοῦ Λόγον οὐ λογισθήσεται ἕτερος τῶν ἐπικτητὴν τὴν τοῦ Θεοῦ προσηγορίαν ἐσχηκότων· μετὰ τοῦτο δέ φησιν ἐπὶ τῆς γῆς ὤφθη· δῆλον ὅτι μετὰ τὸ διὰ νόμου καὶ προφητῶν τὴν πᾶσαν ὁδὸν τῆς ἐπαγγελίας δεδωκέναι· ἐξεῦρεν γὰρ, φησὶ, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· εἶτα μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὠφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ψ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. Μ′. Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἑκερετίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ προβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖ[ς] αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποι μὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης. Ezech. 34, 20. Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα·
What follows makes this clearer: the statement that after this he was seen on the earth and conversed with men. It is clear, then, that no other of those who have acquired the title of God will be reckoned as this Word of God; but after this, he says, he was seen on the earth—clearly after he had given the whole way of the promise through the law and the prophets. For, he says, he found out every way of knowledge and gave it to Jacob his child, and to Israel his beloved; then after this he was seen on the earth and conversed with men.
From Ezekiel. Instead of this, thus says the Lord: Behold, I judge between a strong sheep and a weak sheep. You push with your sides and shoulders, and gore with your horns; you have crushed whatever was failing. And I will save my sheep, and they shall no longer be for plunder, and I will judge between ram and ram. And I will raise up for them another shepherd, and he shall shepherd them, my servant David, and he shall be their shepherd, and I will be their God, and David shall be a ruler in their midst; I the Lord have spoken. And I will make with David a new covenant, a covenant of peace. Ezekiel 34:20. Since even in other places we assign the prophesied David to no other than our Savior who was born of the seed of David, for this reason we have also noted the passage here.
τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ’ αὐτοῦ, ἣ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται; Ψ. Τοῦ αὐτοῦ. ΜΑ′. Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ. ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐπεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ’ οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων εν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξουσιν καὶ ποιήσουσιν αὐτὰ, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατώκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα.
For who else could be the one who is to shepherd the sheep of the Lord after they have been judged by him, except the one good shepherd, who did not overlook the rational sheep of his own flock when they were being thrust aside and destroyed by the opposing powers, but laid down his own soul for their salvation—those over whom God and his Father promises to appoint him as ruler after the time of judgment, making with him a covenant of peace, when, his enemies having been subjected to him, death itself, which now opposes the word and the wisdom and the life, shall be abolished as the last of all?
Ψ. Of the same author. 41. Thus says the Lord: Behold, I take the whole house of Israel from the midst of the nations where they went in, and I will gather them into the land of Israel, and I will give them among the nations in my land, and in the mountains of Israel; and one ruler shall be over them, and they shall no longer be two nations; nor shall they be divided into two kingdoms any more, so that they may no longer be defiled by their idols; and I will deliver them from all their lawless deeds in which they sinned, and I will cleanse them from all their sins in which they sinned, and I will cleanse them, and they shall be to me a people, and I the Lord will be to them a God. And my servant David shall be ruler in their midst, one shepherd of all, because they shall walk in my statutes, and they shall keep my judgments and do them, and they shall dwell upon the land which I gave to my servant Jacob, where their fathers dwelt, and they themselves shall dwell upon it; and David my servant shall be their ruler forever.
Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ’ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Ezech. 37, 21. Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυὶδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ’ ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ’ ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελείας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας, τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε· Ps. 2, 7.
And I will make with them a covenant of peace, and it shall be an everlasting covenant with them; and I will place my holy things in their midst forever, and my dwelling shall be among them, and they shall be my people, and I will be their God. And the nations shall know that I am the Lord who sanctifies them, when my holy things are in their midst forever. Ezech. 37, 21. After the gathering together of the dispersion of the spiritual and true Israel, and after the finding of the lost sheep of the house of Israel, when the fullness of the nations has come in first, then the Lord himself promises that he will be God to his people who are to be, and that he will place his servant David as ruler in their midst, shepherding them and ruling over them not for a little and brief time but forever. Let those of the circumcision, then, suppose that that man, the son of Jesse, is the one announced in this word to them, imagining again his bodily kingdom, and expecting the promises of God in corruptible and earthly things and unworthy of divine promises. But we, being persuaded that what is said as concerning him fits neither the divine promises nor is to be referred to David himself, let us understand the prophecies as applying to the one born of his seed according to the flesh, our Savior and Lord Jesus Christ, supposing that they fit this one rather than that David—the things that are contained in the sacred Scriptures as if spoken from the person of David; such as this: The Lord said to me, You are my Son; today I have begotten you. Ps. 2, 7.
καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, Ps. 17, 43. λεγόμενον ἐν ιζ′, ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ τίνος δὲ ἄλλου προσήκει[ν] τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ Δαυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ· Es. 11, 1. καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται. Ψ. Ἀπὸ τοῦ Δανιήλ. ΜΒ′. Δανιὴλ ἐστιν ὁ φάσκων.
And the passage, "You will set me as head of the nations," in Psalm 17, where again it is said as from his person, "A people whom I did not know served me; at the hearing of the ear they obeyed me." But concerning whom else is it fitting to suppose that God says, "He will call upon me, You are my Father," and, "And I will make him my firstborn," than concerning our Savior, his only-begotten child? For what exceptional thing beyond the other prophets and righteous men had been accomplished by David, such that these things should be said concerning him alone, and that he should again be prophesied to rise as king and shepherd of God's sheep? Considering all these things, and attending to the prophecy of Isaiah which, after David's death, proclaims the other things concerning the Christ, and also, "A rod will come forth from the root of Jesse, and a flower will rise from the root, and the Spirit of God will rest upon him," and what follows these, we are reasonably persuaded that the things here too are said concerning the same one, as prophesied concerning David. For only the Christ of God, having been called David by the transference of the name, has been shown forth as the good shepherd, having become leader and savior of God's flock and church; who is prophesied to be appointed king by the Father over all the intelligible Israel after the Lord turns back the captivity of his people. Ψ. From Daniel. 42. It is Daniel who says.
Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. Dan. 2, 44. Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· Es. 28, 16. καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. P. 117, 22. Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα. Ψ. Τοῦ αὐτοῦ. ΜΓ′. Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; Dan. 3, 24. συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ·
And in the times of the kings the God of heaven will raise up another kingdom, which shall be forever and shall not be corrupted, and this kingdom shall not allow another nation, but it shall strike and destroy the kingdoms, and it shall itself stand forever, just as you saw a stone cut from a mountain without hands, and it crushed the clay, the iron, and the bronze, and the silver, and the gold. Dan. 2:44. And these things are made clear concerning the kingdom of Christ that will come at the consummation of the ages; for the stone cut from the mountain without hands would be a symbol of the Word of God, who in other prophecies also is called a stone, as in the passage, Behold, I lay in Zion a chosen, precious cornerstone; Es. 28:16. and, The stone which the builders rejected, this has become the head of the corner. P. 117, 22. This one, then, the present word says, having brought down and crushed the kingdoms of the world and the principalities and the powers and the world-rulers, will possess the kingdom of the saints forever.
Ψ. Of the same author. 43. Nabuchodonosor the king, when he had cast those around Ananias into the furnace of fire, and learned that they had suffered no harm from the fire, having become an eyewitness of the marvel, is recorded to have said to his own friends: Did we not cast three men into the midst of the fire? Dan. 3:24. And when they agreed, he says, Behold, I see four men loosed and walking in the fire, and there is no corruption in them, and the appearance of the fourth is like a son of God.
ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας. Ψ. Τοῦ αὐτοῦ. ΜΔ′. Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τῷ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήνεχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Dan. 7, 13. Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ Δανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάνων, ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι’ ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος, ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω; Io. 13, 4. ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν, Act. 1, 9. ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες.
Likewise also the Hebrew likeness contains "son of God," and the other translators have likewise handed it down; for this reason, then, we have noted the passage, since from this too the title "son of God" is signified.
45. By the same author. In his visions Daniel says: "I was watching in a vision of the night, and behold, one coming upon the clouds of heaven as a son of man, and he came even to the Ancient of Days, and was brought near to him, and authority and honor and the kingdom were given to him; and all peoples, tribes, and tongues shall serve him; his authority is an everlasting authority, which shall not pass away; and his kingdom shall not be corrupted." These things agree with the prophecy of the same Daniel, which foretold concerning the kingdom of Christ according to the stone cut from the mountain without hands. For who else is the one coming as a son of man upon the clouds, and reaching even to the Ancient of Days, than our Lord Jesus Christ, who for our sake took the form of a servant and became a son of man—"I came forth from the Father, and I go to God"? He who also, in the presence of his own disciples, while they were looking on, was taken up, and a cloud received him, when also, as they were gazing into heaven, behold, two men appeared in bright garments, teaching them the things concerning his second coming, foretelling that he would again come in a cloud.
Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι Κύριος Ἰησοῦς Χρίστος εἰς δόξαν Θεοῦ πατρός. Ψ. Τοῦ αὐτοῦ. ΜΕ. Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις· Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἑννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἄγιον ἀγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων(ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβδομάδες ξβ′· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί.
To Christ alone, therefore, were given by the Father both the authority and the honor and the kingdom, so that all the nations should serve him, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
Ψ. Of the same author. ME. When Daniel had prayed concerning the captivity of the whole people to Babylon, and concerning the desolation of Jerusalem, Gabriel the archangel appeared and at once signified to him the completion of the seventy-year captivity, and the renewal of Jerusalem, and the time from the renewal to the coming of Christ, and the second capture of the city that would take place after these things, and the enslavement of the whole nation upon all, which was accomplished after the coming of Christ. And his words are as follows: Daniel, now I have come out to make you understand understanding; at the beginning of your supplication a word went out, and I have come to announce it to you, because you are a man of desires; and consider the word, and understand in the vision. Seventy weeks were cut short upon your people, and upon the holy city, to finish sin, and to seal sins, and to blot out iniquities, and to make atonement for injustices, and to bring in everlasting righteousness, and to seal vision and prophet, and to anoint a holy of holies. And you shall know and understand from the going forth of words to answer and to build Jerusalem until Christ the leader, seven weeks, and sixty-two weeks; and it shall return, and the broad place and the wall shall be built, and the times shall be emptied.
Καὶ μετὰ τὰς ἑβομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήμην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς· ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἑρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Dan. 9, 22. Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ’ οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως· Ψ. Ἀφρικανοῦ. Μϛ′. Ἡ μὲν οὖν περικοπὴ οὕτω πῶς ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δ’ ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ο′ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ Σωτῆρος ἢ ἀπὸ τούτου τὰ παραπτώματα παλαιοῦται, καὶ αἱ ἁμαρτίαι συντελοῦνται διὰ τὴν ἄφεσιν, αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἀπαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται (παρὰ) τὴν ἐκ νόμου· ὁράσεις τέ καὶ προφητεῖαι μέχρις Ἰωάννου· χρίεται ἅγιος ἀγίων· πρὸ γὰρ τῆς τοῦ Σωτῆρος παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον.
And after the sixty-two weeks the anointing shall be destroyed, and there is no judgment in him; and he shall destroy the city and the sanctuary together with the leader who is coming, and they shall be cut down in a flood, and until the end of a war that is cut short, by desolations. And one week shall he make a covenant strong with many; and in the half of the week sacrifice and libation shall be taken away, and upon the sanctuary the abomination of desolations, and until the consummation of time a consummation shall be given upon the desolation. Dan. 9:22. Of those who have applied themselves to the aforementioned weeks, we know only Africanus, who has examined them most accurately and more successfully than the rest; and indeed it seems to me necessary first to bring forward his exposition of these passages, and then thus to consider whether we ourselves might be able to contribute anything to the account. He writes, then, in the fifth book of his Chronographies, word for word as follows:
Psi. Of Africanus. 46. The passage, then, being thus, signifies many and paradoxical things; but now we shall make our account concerning the times and the things that contribute to them. That these things are said concerning the coming of Christ, who was to appear after seventy weeks, is clear; for in the time of the Savior, or from him, transgressions grow old, and sins are completed through forgiveness, and lawless deeds are wiped away with iniquities by propitiation, and eternal righteousness is proclaimed (in contrast) to that from the law; and visions and prophecies until John; the holy of holies is anointed; for before the coming of the Savior these things were only expected, not existing.
Ἄρξασθαι δὴ τῶν ἀριθμῶν, τοῦτ’ ἔστιν τῶν ο′ ἑβδομάδων, ἅ ἐστιν ἔτη υϛ′, ὁ ἄγγελος ὑποτίθεται ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οὐκοδομῆσαι Ἱερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεώς τε ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλὴμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο. Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔζρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. Ἐμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου εἰκοσαετοῦς, Περσῶν δὲ ἡγεμονίας πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ρπε′ ἔτη· καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας τε καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ οἰκοδομὴ πλατεία καὶ περὶ τεῖχος, ὡς προεφητεύθη· κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ο′ ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται. Εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται, καὶ πλεῖστα ἄτοπα ἀπαντήσει· ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ο′ ἑβδομάδων, ἔτη ρ′ καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας·
The angel proposes to begin the numbers—that is, the seventy weeks, which are 490 years—from the going forth of the word to answer and to build Jerusalem. These things happened in the twentieth year of Artaxerxes, king of the Persians. For Nehemiah, his cupbearer, made petition and obtained an answer that Jerusalem should be built, and a word went forth commanding these things; for until that time the city had lain desolate. For after the seventy years of the captivity, when Cyrus sent down each of those who wished voluntarily, those who came down with Jesus the high priest and Zerubbabel, and those after them together with Ezra, were prevented at first from building the temple and from surrounding the city with a wall, as though this had not been commanded. It remained, then, until Nehemiah and the twentieth year of the reign of Artaxerxes—the 115th year of the Persian dominion, and 185 years from the capture of Jerusalem—and then King Artaxerxes commanded that the city be built, and Nehemiah, having been sent down, took charge of the work; and the building was broad and with a wall, as was foretold. And from there the seventy weeks are reckoned for us and are completed unto Christ. For if we should begin to reckon from anywhere else and not from here, neither will the time coincide, and very many absurdities will result. For if we make the beginning of the reckoning of the seventy weeks from Cyrus and the first sending down, 100 years and more are left over; and the time is longer if from the day when the angel prophesied to Daniel, and much longer if from the beginning of the captivity.
εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν σλ′ περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τ′ παρατείνασαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἔτος ἑκκαιδέκατον εἰς ἔτη ξ′· ἀπὸ δὲ Ἀρταξέρξου ο′ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. Ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκαστοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται υοε′, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα ἔτη γίνεται κατὰ τὸν σεληναῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν εἰκόσι ἐννέα ἥμισυ· οὕτως τοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τξε′ τετάρτου τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἑνδέκα καὶ τετάρτῳ. Διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκι γὰρ τὰ ἔνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. Τὰ τοίνυν υοε′ ἔτη ὀκταετηρίδες γίνονται νθ′ καὶ μῆνες γ′, ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ, γίνονται ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίνεται· ταῦτα δὲ πρὸς τοῖς (υ)οε′ ἔτεσιν αἱ ο′ ἑβδομάδες συντελοῦνται. Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν·
For we find that the kingdom of the Persians is bounded by 230 years, and that of the Macedonians extended to 300 years, and from there to the sixteenth year of Tiberius Caesar is 60 years; and from Artaxerxes, the seventy weeks are completed up to the time of Christ according to the reckoning of the Jews. For from Nehemiah, who was sent by Artaxerxes to rebuild Jerusalem, in the fifteenth and hundredth year of the kingdom of the Persians, and in the twentieth year of the reign of Artaxerxes himself, and in the fourth year of the eighty-third Olympiad, up to this time, which was the second year of the two hundred and second Olympiad, and the sixteenth year of the reign of Tiberius Caesar, there are gathered 475 years, which becomes four hundred and ninety Hebrew years, since they reckon their years according to the lunar month, which is, to speak readily, twenty-nine and a half days; thus, since the cycle is 365 and a quarter days, the twelve-month year according to the moon differs by eleven and a quarter days. For this reason both Greeks and Jews insert three intercalary months in eight years; for eight times eleven and a quarter makes a quarter of a year. Therefore the 475 years become 59 eight-year periods and 3 months, so that with the intercalary quarter added to the eight-year period, they become fifteen years, falling short by a few days; and these, added to the 475 years, complete the seventy weeks. These things the man mentioned above has set down in those places.
φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβ′ διαιρέσεως, ἥν ὁ θεῖος λόγος πάντως ποῦ μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας, καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβομάδες ξβ′ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος . Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ’ ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ’ ὃν ὁ Δανιὴ λπροφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον· Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων, Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλήμ· καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρεται·
Come then, let us too, after the interpretation that has been given, see whether it is possible to approach the passages in another way as well, so that we may not seem, by secretly passing over the times from Cyrus to Artaxerxes, to make the exposition more forced, and in another respect may not seem to fail to set forth the reason for the division of the seven weeks and the sixty-two, which the divine word has surely made somewhere with some reasonable intent and most profound understanding, saying, "And you shall know and understand: from the going forth of the word to answer and to build Jerusalem until a leader, a christ, there are seven weeks, and sixty-two weeks, and it shall return and be built, broad place and wall." Consider then whether our narrative, counting the times from Cyrus himself, at whose time Daniel prophesies, would not be without force. For he first brought forth the answer concerning the raising up of Jerusalem, according to the writing in Ezra, which is as follows: "And in the first year of Cyrus king of the Persians, to fulfill the word of the Lord from the mouth of Jeremiah, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he gave command by a voice in all his kingdom, and indeed in writing, saying, Thus says Cyrus the king of the Persians: All the kingdoms of the earth the Lord, the God of heaven, has delivered to me, and he himself has visited me to build for him a house in Jerusalem that is in Judea. Who among you is of all his people? And his God shall be with him, and let him go up to Jerusalem"; and what follows; to which is added:
Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κύριου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ ἄρχοντι τοῦ Ἰούδα. Ez. 1, 1. Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ Δαρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζ′ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, Δαρεῖος τὴν βασιλείαν παραλαβὼν, αὖθις μετὰ Κύρον διὰ τοῦ προγράμματος τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον, μ’ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, Io. 2, 20. καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
And King Cyrus brought out the vessels of the house of the Lord, which Nebuchadnezzar had taken from Jerusalem and had given them in the house of his god. And Cyrus king of the Persians brought them out by the hand of Mithridates and counted them out to Samanassar the ruler of Judah. Ez. 1, 1. On these matters the Scripture records that those who first went up laid the foundations of the temple, and that they were in the meantime hindered from their zeal, until the seventh week of years. At any rate, forty-six years from Cyrus up to the sixth year of Darius are reckoned, in which the building of the temple reaches its completion; whence reasonably, from the remaining weeks, the account set apart the first seven, wishing to make clear the interval between the first laying of the foundations of the temple and its completion to the utmost. For Cyrus, having reigned thirty-one years, hands over the rule to his son Cambyses; when nine years had passed under him, Darius, having received the kingdom, again after Cyrus orders by decree that Jerusalem be built. And indeed in the sixth year of his rule, which was the forty-sixth from Cyrus, the building is completed; whence, starting from this, they said to our Savior, "This temple was built in forty and six years, and will you raise it up in three days?" Io. 2, 20.
Κατὰ δὲ τὸν Ἰώσηπον ο’ (θ’) καὶ μ’ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζ′ (sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ Δαρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων, κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοχρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους. Joseph. 11, 4, 8. Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζ′ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλοι οὖν δι’ ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβ’ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ’ Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ’ ἥν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἀπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται σ’· ἐντεῦθεν δ’ ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζ′ καὶ ο′ καὶ ρ′ διαγενέσθαι ἡ πρώτη τῶν καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν· πάλιν δ’ ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θ′ καὶ κ′· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν·
According to Josephus, precisely 40 years are gathered from Cyrus to the ninth year of Darius, in which he says the building of the temple was completed, stating it word for word in the eleventh book of the Antiquities, indicating that the temple was built in the seventh month of the ninth year of Darius's reign; to which he also adds, saying, "And they settled in Jerusalem, living under an aristocratic constitution with an oligarchy; for the priests presided over affairs, until the descendants of Asamoneus came to reign." These seven weeks, then, that are recorded in the prophecy, being bounded by the previously indicated year of Darius, are therefore plainly shown for what reason they have received their separation from the rest. But let us also see the remaining sixty-two weeks—to what times they are bounded. Now the ninth year of Darius is established from the history of the Greek chronographers as falling in the sixty-seventh Olympiad. From that, then, to the one hundred sixteenth Olympiad, in which Seleucus after the death of Alexander gained control of all Syria and Babylonia, there are 200 years. From there to the death of Simon, high priest of the Jews, the first of the so-called Maccabean writings indicates that 177 years of the rule over Syria elapsed, bringing its history to a close at this point. And again from there, Josephus, most accurately noting the successions of the priests, says that after the previously mentioned Simon, John, also called Hyrcanus, led the people for 29 years; and that he was succeeded by Aristobulus, who also reigned for one year.
μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζ’, μεθ’ ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ’ ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους Δαρείου ἔτη συνάγεται υλδ′, ὅποσα δ’ ἂν γένοιτο ἐκ τῶν ξβ’ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ’ ἂν εἶεν οἱ ἀρχιερεῖς, ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων· πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς γραφῆς, οὐ μὲν (μὴν) ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωνίου παίδων, οὓς ἡ γραφὴ Μακκαβαίους ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς· μεθ’ ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ’ ὃν Ὑρκανὸς, μεθ’ ὃν Ἰούδας, ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα· μεθ’ ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ· ἐν ᾧ τῶν ἐν τῷ Δανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον, ἕως χριστοῦ ἡγουμένου , τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θ′ καὶ ξ′ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ’ ἔστι χρόνωνί(ον) γ′ καὶ π′ καὶ υ′ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων.
After this, Alexander [ruled] for twenty-seven years, after whom his wife Alexandra, in whose time all the years from the ninth year of Darius are summed up as 434, as many as would arise from the sixty-two weeks in which the anointed leaders—these being the high priests—beginning from Cyrus, presided over the affairs of the nation. For it is evident both from the sacred Scripture and indeed also from the cited words of Josephus, that after the return from Babylon, from Jesus the great priest himself, they employed leaders and rulers in succession, down to those whom Josephus names as the sons of Asamonaeus, whom the Scripture called Maccabees. Of these, the first to serve as high priest was Judas, surnamed Maccabee, who also led the people after defeating the generals of Antiochus. After him, his brother Jonathan took up both the high priesthood and the leadership of the people together. And again after him, his brother Simon was high priest, after whom Hyrcanus, after whom Judas, who was also Aristobulus, succeeded. And he first put on a diadem over both the high priesthood and the kingship. After him, Alexander, having received both the high priesthood and the kingship together, died leaving his wife as successor. In him the weeks completed in Daniel cease—the rulers from among the priests who are called anointed. So that the saying makes clear: "until an anointed leader," there would be so many weeks—as if he had said more clearly that seventy and nine weeks of years would pass, that is, 3 + 70 + 400 years, in which some anointed one and high priest, leading in succession, would preside over the affairs of the people.
Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ’ ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἑξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θ′ κατασχοῦσα τελευτᾷ· μεθ’ ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ’ ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν Ἡρώδης παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μήτερα· ὡς δ’ ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, (τοῦτον δ’ εἶναι αὐτῷ πατέρα,) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι. 1, 7, 8.
And indeed it is clear to everyone from what we have set out beforehand that so great a number of years is established from Cyrus down to the end of Alexander, the last high priest who led them. After him, a woman—the only woman ever at that time—took over the kingship of the nation, and from her both the leadership of the Jews and the high priesthood, which had proceeded stably from their ancestors, were thrown into confusion. Accordingly, the aforementioned woman, having taken over the rule, gives the high priesthood to her son Hyrcanus, while she herself, after holding the kingship for nine years, dies. After her, Aristobulus, another son, having stirred up many conflicts with his brother, deprives him of the high priesthood, but he himself, in addition to this, also falls from the kingship after the third year. For immediately the Roman general Pompey arrived, besieged Jerusalem by force, defiled the holy places by advancing as far as the innermost sanctuary of the temple, and sent Aristobulus in chains to Rome together with his children. After him, when Hyrcanus too had been led away captive by the Parthians, Herod, the first from among the Gentiles, was entrusted with the kingship over the Jews by the Roman senate. As Josephus records, he was an Idumaean by race on his father's side, but an Arab on his mother's; but as Africanus, whom we mentioned a little before, says—those who accurately investigate his affairs say—that Antipater (and this man was his father) was born of a certain Herod of Ascalon, one of the temple slaves connected with the sanctuary of Apollo. 1, 7, 8.
Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα (sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωσεῖ φερομένη τοῦ Ἰακωβ πληροῦται πρόρρησις, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν· Gen. 49, 10. καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ’ ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διελειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ διαδοχὴν τοῦ παντὸς ἔθνους ἡγησαμένων ἀρχή· πρώτου δὲ τὸ γένος ἀλλοφύλου βασιλεύσαντος αὐτῶν· Ἡρώδου, αὐτίκα μὲν καὶ ἡ τοῦ Χριστοῦ παρουσία πληροῦται, καὶ ἡ τῶν ἐθνῶν προθεσπισθεῖσα προσδοκία διὰ τῆς εἰς πᾶν ἔθνος διαδραμούσης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας ἔργῳ συντελεῖσθαι ἤρξατο· τότε καὶ ἡ ἐν τῷ Δανιὴλ μετὰ τὰς διαληφθείσας ἡμῖν ἑβδομάδας πρόρρησις ἐπεσφραγίζετο, φάσκουσα, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον· διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Τίνα μὲν οὖν τρόπον ἡ τῶν προρρηθεισῶν ἑβδομάδων τῶν τε προτέρων νζ′ , καὶ τῶν ἐπὶ ταύταις ξβ′, προφητεία, ἐν αἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης χριστός τις καὶ ἀρχιερεὺς ἡγεῖτο τοῦ λαοῦ, ὡς διὰ τουτὶ εἰρῆσθαι τῷ χρησμῷ τὸ, ἕως χριστοῦ ἡγουμένου , πέρας εἴληφεν εἰς τοὺς κατὰ Ἡρώδην χρόνους, ὡς δύναμις ἡμῖν, δεδήλωται·
When the rule of the Jews had come to such a pass, at that very time, along with the other prophets, the prediction of Jacob spoken in Moses was also fulfilled, which said, "A ruler shall not fail from Judah, nor a leader from his thighs, until he comes to whom it is reserved; and he is the expectation of the nations." Gen. 49:10. And it is clear both from the histories and from what we have set forth, that indeed until Herod, in whose time Christ was born, the rule of those from the Hebrews themselves who led the whole nation in succession did not fail; but when one of alien race, Herod, first reigned over them, immediately both the coming of Christ was fulfilled and the foretold expectation of the nations began to be accomplished in deed through the teaching of our Savior running through every nation. Then also the prediction in Daniel after the weeks we have discussed was sealed, saying, "And after the sixty-two weeks the anointing shall be destroyed, and there is no judgment in him; and the city and the holy place shall he destroy with the leader who comes; and they shall be cut down in a flood, and until the end of a war cut short in desolations." In what manner, then, the prophecy of the foretold weeks, both the earlier fifty-seven and the sixty-two after these, in which one must understand the succession of the race, and the history up to the times of Herod showing the high priests in succession through all of which some anointed one and high priest led the people, so that on this account it was said by the oracle, "until an anointed leader," has received its end in the times of Herod, has been shown, as far as is in our power.
πῶς δ’ ἐπὶ τούτοις μετὰ τὴν συμπλήρωσιν τοῦ προδηλωθέντος τῶν ἑβδομάδων χρόνου ἐξωλοθρεύθη χρίσμα, ὅτι μὴ κρίμα ἦν ἐν αὐτῷ, ὥσπερ δ’ οὖν τὸ λόγιον μηνύει, σημαῖνον ὅτι μετὰ κρίσεως εὐλόγου τὸ χρίσμα τὸ κατὰ τὴν ἀρχιερωσύνην ἐπὶ τοῦ δηλουμένου καιροῦ συντελεσθήσεται, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι τῇ τε τοῦ νόμου διατάξει, (ἐν ᾗ διὰ βίου μέχρις αὐτῆς τελευτῆς προστέτακται τὴν ἀρχιερωσύνην τοὺς οἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν,) καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ, δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς ἀκολούθως τῇ περὶ αὐτῶν νομοθεσίᾳ τῆς τιμῆς ἠξιῶσθαι, ὅπως τε κατ’ αὐτὸν Ἡρώδην οὐ μόνον τὰ τῆς τοιαύτης περὶ τοὺς ἀρχιερεῖς διαταγῆς συγχεῖταί τε καὶ διαφθείρεται, ἀλλὰ καὶ τῆς ἁγίας στολῆς, ἣν ὑπομόνον (sic) ἐξῆν εἶναι τὸν ἀρχιερέα, ὅτι μὴ δ’ ἑτέρῳ ἢ αὐτῷ μόνῳ ἐν ταύτῃ λειτουργεῖν ἐξὸν ἦν, τὴν ἐξουσίαν αὐτοὺς Ἡρώδης ἀφελόμενος, ὑφ’ ἑαυτὸν, καὶ ταῦτα ἀλλόφυλος ὢν, ποιεῖται. Εἰ δὲ χρὴ καὶ τούτων παραθέσθαι ἐλέγχους, δέχου δὴ τοῦ μάρτυρος τὰς φωνὰς (ἃς) ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, τῆς τῶν ἱερέων καὶ αὐτὸς ἠξιωμένος τιμῆς, καὶ γένους τοῦ παρ’ αὐτοῖς διαφανεστάτου, ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας κατατέθειται συγγράμματι. Περὶ μὲν οὖν τῆς τῶν ἀρχιερέων παρατροπῆς ὧδέ πως κατὰ λέξιν γράφει· Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ (Ῥω)μαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ οὐκ ἐξ ἱερέων οὖσιν, πλὴν ἑνὸς Ἀριστοβούλου, τὴν τιμὴν ἀπένεμεν·
How, then, after these things, when the time of the weeks previously indicated had been fulfilled, was the anointing done away with, because there was no judgment in it—just as the oracle indeed indicates, signifying that the anointing which pertains to the high priesthood would be brought to completion with reasonable judgment at the indicated time—this would become clear to those who attend to the ordinance of the law (in which it was commanded that those who belong to it by succession of family should hold the high priesthood for life until its very end), and to the history up to the times of Herod, which shows that the high priests in succession were deemed worthy of the honor throughout their whole life in accordance with the legislation concerning them, and how in Herod's own time not only are the provisions of such an ordinance concerning the high priests confounded and corrupted, but Herod also, having taken away from them the authority over the holy robe—which the high priest was permitted to keep, since it was not permitted for another or for himself alone to minister in it—makes it subject to himself, and that too though he was of another race. But if it is necessary to set forth proofs of these things as well, then receive the words of the witness which Josephus, himself a Hebrew of those men and deemed worthy of the honor of the priests and of the most distinguished family among them, has set down in the twentieth book of the Antiquities. Concerning the perversion of the high priests, then, he writes word for word somewhat as follows: When Herod had been entrusted with the kingdom by the Romans, he no longer appointed high priests from the family of Asamoneus, but assigned the honor to certain obscure persons who were not even from the priests, except for one, Aristobulus.
τὸν δὲ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ἀπὸ Παρθῶν αἰχμαλωσιασθέντος υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην· εἶτα φοβηθεὶς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχῷ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. Μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν· ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες. Jos. Ant. 20, 11, 5. Ταῦτα μὲν περὶ τούτων ὁ Ἰώσηπος· περὶ δὲ τῆς ἀρχιερατικῆς στολῆς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας ταῦτα ἱστορεῖ· Ἡρώδης δὲ βασιλεύσας τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ’ αὐτῷ τὸν λαὸν δι’ αὐτήν. Ἔπρασσε δὲ τὰ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος. υἱὸς ὢν, παρ’ οὖ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι. Jos. Ant. 18, 4, 3. Ἐκ δὴ τούτων ἀναμφίλεκτος γένοιτ’ ἂν ἀπόδειξις, ὅτι δὴ κατὰ τοὺς δηλουμένους χρόνους τὰ τῆς προφητείας περιγραφῆς ἔτυχεν·
Having appointed Aristobulus, the son of Hyrcanus who had been taken captive by the Parthians, as high priest, he married his sister Mariamme, courting the goodwill of the multitude toward himself through the memory of Hyrcanus. Then, fearing that all might turn to Aristobulus, he killed him in Jericho, contriving that he be drowned while swimming, just as we have already indicated. After him he no longer entrusted the high priesthood to the descendants of the sons of Asamoneus. And his son Archelaus acted similarly to Herod concerning the appointment of high priests, and after him the Romans, having taken over the rule of the Jews. So much from Josephus concerning these matters. But concerning the high-priestly robe, in the eighteenth book of the Antiquities he records the following: Herod, having become king, built this fortress, which lay in a suitable place, lavishly, and called it Antonia by name, and he kept the high-priestly robe, just as he also received it, stored in this place, believing that the people would not attempt any revolution against him on account of it. And the king Archelaus, who was appointed after him, acted similarly to Herod, being his son, after whom the Romans, having succeeded to the rule, kept control of the robe of the high priest, which was stored in a house built of stone under a seal. From these things, then, an indisputable proof would arise that at the times indicated the things of the prophecy's delineation came to pass.
εἰ δὲ μὴ συνομολόγοιεν τούτοις οἱ ἐκ περιτομῆς, αἰτητέον αὐτοὺς ἑτέραν παρὰ τὴν ἡμετέραν τῆς γραφῆς διήγησιν, καὶ δεικτέον ὡς ἄρα κατ’ αὐτοὺς ψευδεῖς ἀνάγκη τὰς τοῦ τηλικούτου Γαβριὴλ ἀπελέγχεσθαι προρρήσεις, εἰ μηδὲν τῶν προαναπεφωνημένων ἐξ ἐκείνου καὶ εἰς δεῦρο χιλίων ἤδη πλησιαζόντων ἐτῶν γεγένηται· ἀλλ’ ἡμῖν γε σαφῶς ἀληθὴς ὁ λόγος ἀποδείκνυται κατὰ τὰς ἀβιάστως παρατεθείσας ἡμῖν διηγήσεις, αἷς ἀκολούθως εὐχερὲς ἀποδοῦναι τίνα τρόπον καὶ ἡ μετὰ πάσας ὑστάτη ἐπιφερομένη ἑβδομὰς μία ἐνεδυνάμωσεν διαθήκην πολλοῖς, τὴν καινὴν διαθήκην τοῦ σωτηρίου κηρύγματος, τὴν ἐπὶ πᾶσαν διαδοθεῖσαν τὴν οἰκουμένην, καὶ οὐκέτι μὲν ἑνὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει, ἀλλ’ ἤδη καὶ πλείοσι κηρυχθεῖσαν, ὥστ’ ἂν διὰ τοῦτο εἰρῆσθαι καὶ τὸ, δυναμώσει διαθήκην πολλοῖς ἐβδομὰς μία. Ἐπιστῆσαι δὲ εὔλογον, ὅτι μὴ ἑξῆς ταῖς λοιπαῖς ἑβδομάσιν ἡ τελευταία ἑβδομὰς μία συνῆπται, ἥν φησιν ὁ λόγος δυναμώσειν διαθήκην τοῖς πολλοῖς· οὐ γὰρ ὡς ἐπὶ τῶν ζ′ καὶ ξβ′ ἑβδομάδων καὶ ἐπὶ τῆς μιᾶς πεποίηκεν· ἐπ’ ἐκείνων μὲν γὰρ διελὼν τοῦ παντὸς χρόνου τὸν ἀριθμὸν εἰς τε τὰς ζ′ καὶ ἑξῆς τὰς ξβ′ ἑβδομάδας συνημμένην πεποίηται τὴν διαίρεσιν, ταῖς ζ′ τὰς ξβ′ συνάψας, καὶ μηδένα χρόνον μὴ δὲ πρᾶξιν μεταξὺ καταλιπὼν, ὅτι μὴ δ’ ἐμφέρεταί τι διάλειμμα χρόνου διαιροῦν καὶ διαζευγνύον τὸ συνημμένον τῆς κατ’ ἐκείνας τὰς ἑβδομάδας ἱστορίας· ἐπὶ δὲ τῆς ἐπιφερομένης ἑβδομάδος μιᾶς μακρά τις καὶ ἀπεσχοινισμένη τυγχάνει διαστολή.
But if those of the circumcision do not agree with these things, they must be asked for another interpretation of the Scripture besides ours, and it must be shown that, according to them, the predictions of so great a Gabriel are necessarily refuted as false, if none of the things foretold by him has come to pass, when already nearly a thousand years have now elapsed since then. But to us the account is clearly demonstrated to be true according to the interpretations set before us without violence, following which it is easy to explain in what manner also the last one of all, the one week brought in after all the others, strengthened a covenant for many—the new covenant of the saving proclamation, which was spread throughout the whole inhabited world, and was proclaimed no longer to one single nation of the Jews only, but already to many, so that on this account it was also said, “One week shall strengthen a covenant for many.” And it is reasonable to note that the final one week is not joined in sequence to the remaining weeks, which the account says will strengthen a covenant for the many; for he did not do so in the case of the seven and sixty-two weeks as he did with the one. For in those cases, dividing the number of the whole time into the seven and then the sixty-two weeks, he made the division joined together, attaching the sixty-two to the seven, and leaving no time nor action in between, since no interval of time is introduced dividing and separating the continuity of the history according to those weeks. But in the case of the one week brought in afterward, there is a long and widely separated distinction.
Μετὰ γὰρ τὰς ἑβδομάδας τὰς ξβ′, πρῶτον φησὶν ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ , ὃ καὶ πρόδηλον τίνα τρόπον πέρας εἴληφεν ἐπὶ τῶν Ἡρώδου χρόνων· εἶτα φησὶ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. Τίς δὲ διαφθερεῖ ἢ τῶν ψυχῶν ὁ διαφθορεὺς διάβολος; Τίς δὲ ὁ ἐρχόμενος ἡγούμενος, ἢ ὁ ἐξ ἐθνῶν πρῶτος αὐτῶν ἡγησάμενος Ἡρώδης, καὶ οἱ μετ’ αὐτὸν εἰς δεῦρο τὴν κατὰ Ἰουδαίων ἡγεμονίαν διειληφότες; Ὥσπερ γ’ οὖν τοὺς πάλαι αὐτῶν ἡγουμένους ἀρχιερεῖς χριστὸν ἡγούμενον αἰνιγματωδῶς προσεῖπεν ἡ προφητεία, τὸν αὐτὸν τρόπον τοὺς μετὰ τὴν ἐκείνων κατάπαυσιν ἐξ ἐθνῶν αὐτῶν ἄρξαντας ἐρχόμενον ἡγούμενον προσηγόρευσεν, φήσασα, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ὅπερ σαφέστερον ὁ Ἀκύλας ἐκδέδωκε ποιήσας, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου. Καὶ πρόδηλον ὅπως ὁ λαὸς καὶ ὁ στρατὸς τῶν μετὰ τοὺς χριστοὺς ἡγουμένους τὴν κατὰ Ἰουδαίων ἀρχὴν διαδεξαμένων ἐξ ἐθνῶν ἡγουμένων, νόμοις ἐθνῶν χρώμενος, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διέφθειρεν, καὶ ὁ κατὰ διάνοιαν δὲ τῶν ψυχῶν ἡγούμενος φθορεὺς σὺν τῷ ἡγουμένῳ τῷ κατὰ τὴν προφητείαν ἐληλυθότι πᾶσαν φθορὰν ἐνηργήσατο αὐτῷ τε πρότερον τῷ λαῷ, καὶ τοῖς τὴν πόλιν ἐνοικοῦσι πολίταις, ἔπειτα δὲ καὶ τῷ ναῷ καὶ τῇ πάλαι συντελουμένῃ ἐν αὐτῷ λατρείᾳ. Καὶ ταύτην γε αἰτίαν τῆς παραυτίκα γεγενημένης τοῦ Χριστοῦ παρουσίας προσημαῖνόν που θεῖον λόγιον φησὶν, Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν.
For after the sixty-two weeks, he says, first the anointing shall be utterly destroyed, and there is no judgment in him, which has plainly in some manner reached its fulfillment in the times of Herod; then he says, and the city and the sanctuary he shall destroy together with the leader who is coming. But who shall destroy it except the destroyer of souls, the devil? And who is the coming leader except the first of the Gentiles who led them, Herod, and those after him up to the present who have successively held the rule over the Jews? Just as, therefore, the prophecy figuratively called their former leaders, the high priests, an anointed leader, in the same way it named those who ruled over them from the Gentiles after the cessation of those men a coming leader, saying, and the city and the sanctuary he shall destroy together with the leader who is coming; which Aquila has rendered more clearly, making it, and the city and the sanctuary the people of the coming leader shall destroy. And it is plain how the people and the army of those who, after the anointed leaders, succeeded to the rule over the Jews from Gentile leaders, employing the laws of the Gentiles, destroyed both the city and the sanctuary, and the leader of souls according to the mind, the destroyer, together with the leader who has come according to the prophecy, wrought all destruction both in the people before, and in the citizens who inhabited the city, and then also in the temple and the worship formerly performed in it. And a divine oracle somewhere foretells this very cause of the immediate coming of Christ, saying, The Lord looked down from heaven upon the sons of men, to see if there is one who understands, or seeks God.
Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός. Ps. 13, 2. Εἶθ’ ὡς διεφθορότων τῶν προδεδηλωμένων τὰ διαληψόμενα αὐτοὺς προδιδάσκων ὁ λόγος φησὶ, καὶ κοπήσονται ἐν τῷ κατακλυσμῷ, καὶ ἐπὶ τοσοῦτόν γε κοπήσονται, ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς· Dan. 9, 26. ἔτι δὲ τούτων συντελουμένων τε καὶ ἐνεργουμένων, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Αὕτη δ’ ἂν εἴη ἡ τοῦ σωτηρίου κηρύγματος, δι’ οὗ τῆς καινῆς τὴν παράδοσιν διαθήκης ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πολλοῖς τοῖς μαθητευθεῖσιν αὐτῷ ἐνεδυνάμωσε· τότε μὲν πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συμπολιτευόμενος, τότε δὲ καὶ μετὰ τὴν ἀνάληψιν δι’ ἡμερῶν μ′ ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· διὸ καὶ παρήγγελλεν αὐτοῖς ἀπὸ Ἰεροσολύμων μὴ χωρίζεσθαι. Act. 1, 3. Ταύτης δὲ τῆς ἑβδομάδος ἐν τῷ ἡμίσει δι’ ἣν πέπονθεν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν καὶ τὰ ἀκόλουθα τῆς θείας ἐπληρώθη προρρήσεως, ἀμφὶ γοὖν τὰ τρία ἥμισυ ἔτη κηρύξας, καὶ ἀπὸ τῆς τῶν εὐαγγελίων παρίσταται γραφῆς· διὸ εἴρηται, καὶ εν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή· καὶ σαφές γε ὅπως ἅμα τῷ πάθει δυνάμει ἤρθη ἐξ αὐτῶν θυσία καὶ σπονδή· ὅτε κατὰ μὲν τὴν τῶν εὐαγγελίων γραφὴν τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κατω· Matth. 27, 51.
All have turned aside, together they have become worthless; there is none who does good, there is not even one. Ps. 13:2. Then, as though those previously indicated had been corrupted, the word, foreteaching them the things that will befall them, says, and they shall be cut off in the flood, and they shall be cut off to such an extent, until the end of a war that is cut short with desolations; Dan. 9:26. And while these things are being accomplished and worked out, and he shall strengthen a covenant with many for one week. This would be the week of the saving proclamation, through which our Savior and Lord Jesus Christ strengthened the delivery of the new covenant among the many who were made his disciples: at one time before his passion, being with them and living among them, and at another time also after his ascension, appearing to them over the course of forty days and gathering with them, and speaking of the things concerning the kingdom of God; therefore he also commanded them not to depart from Jerusalem. Acts 1:3. And in the half of this week, through the plot which he suffered from the Jews, the things that follow the divine foretelling were fulfilled; for around three and a half years after he preached, he is also presented from the writing of the Gospels; therefore it is said, and in the half of the week sacrifice and drink offering shall be taken away; and it is clear how at the same time as the passion, in power, sacrifice and drink offering were taken away from them; when, according to the writing of the Gospels, the curtain of the temple was torn from top to bottom. Matt. 27:51.
κατὰ δὲ τὴν τοῦ Ἰωσήπου ἱστορίαν, Ἐν αὐτῇ τῇ πεντηκοστῇ νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας, μεταβαίνομεν(ωμεν) ἐντεῦθεν. 6, 5, 3. Ταῦτα δὲ κατὰ λέξιν καὶ ἕτερα τούτοις παραπλήσια ταῖς ἱστορίαις παραδοὺς ὁ Ἰώσηπος συμβάλοιτ’ ἂν ἡμῖν εἰς ἀπόδειξιν τοῦ δυνάμει λελύσθαι τε καὶ καθῃρῆσθαι μετὰ τὸ σωτήριον πάθος τὰ τῆς τοῦ λαοῦ σωματικῆς λατρείας. Οἶδα δὲ καὶ ἄλλην εἰς τὴν ἑβδομάδα τὴν δυναμώσασαν διαθήκην πολλοῖς ἀποδοθεῖσαν ἑρμηνείαν· ταύτην γὰρ εἰς τὴν ἐν δεκάσιν. ἑβδομάδα μεταλαβὼν ὁ λόγος παρίστη τὸν σύμπαντα τῶν ἀποστόλων χρόνον εἰς ἐβδομηκονταετίαν συντείνειν, ἐν ᾗ τὸ κήρυγμα τῆς καινῆς διαθήκης οὐκέτι ἐνὶ, ἀλλὰ πολλοῖς ἔθνεσι κηρυχθὲν εἰς πᾶσαν ἐνεδυναμώθη τὴν οἰκουμένην· καὶ γὰρ οὖν ἐκ τῶν ἱστοριῶν δείκνυται Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς μετὰ τὴν ἀνάληψιν αὐτοῦ ἔτεσιν ἐπιβιοὺς ο′, μέχρι γὰρ τῆς Τραϊανοῦ λόγος ἔχει παραμεῖναι αὐτὸν βασιλείας, κατά τε ταύτην τὴν διήγησιν πρόδηλον ὅπως ἐν τῷ ἡμίσει ταύτης τῆς ἐν δεκάσιν ἑβδομάδος ἤρθη θυσία καὶ σπονδὴ, καὶ τὸ λεγόμενον βδέλυγμα τῆς ἐρημώσεως ἔστη ἐν τόπῳ ἁγίῳ. Τὰ γοὖν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἐπὶ τὴν ὑστάτην κατὰ Οὐεσπασιανὸν πολιορκίαν εἰς ἔτη πέντε καὶ τριάκοντα συντείνει· ἅπερ ἂν γένοιτο τῆς ἀποδοθείσης ἑβδομάδος τὸ ἥμισυ· ὅτε καὶ παντελῆ τὴν διὰ πυρὸς φθορὰν καὶ κατασκαφὴν τοῦ πάλαι ἱεροῦ καὶ ἁγίου νεῶ πεπονθότος ἐπισφράγισμα εἴληφεν·
According to the history of Josephus: On that very Pentecost, at night, the priests, having entered the temple as was their custom for the services, said that they first perceived a movement and a clattering, and after this a sudden voice, "Let us depart from here." Josephus, having handed down these things verbatim and other things similar to them in his histories, would contribute to our demonstration that, after the saving passion, the things of the people's bodily worship were dissolved in power and utterly destroyed. I know also another interpretation given to many concerning the week that strengthened the covenant; for the Word, having taken this up into the week of tens, showed that the entire time of the apostles extends to seventy years, in which the preaching of the new covenant, proclaimed no longer to one but to many nations, was strengthened throughout the whole inhabited world. For indeed it is shown from the histories that John, the disciple of the Lord, survived for seventy years after his ascension—for the account holds that he remained until the reign of Trajan—and according to this narrative it is evident how in the half of this week of tens the sacrifice and libation were taken away, and the so-called abomination of desolation stood in the holy place. Therefore, the period from the resurrection of our Savior to the final siege under Vespasian extends to thirty-five years; which would be the half of the week that was given. At that time also, when the ancient temple and holy sanctuary suffered complete destruction and demolition by fire, it received its seal.
καὶ τὸ, ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων· ὅπερ βδέλυγμα ἐρημώσεως μέχρι συντελείας βίου παραμεῖναι δηλοῖ τὸ λόγιον, φάσκον, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ἀλλὰ ταῦτα μὲν ἐπιτεμόμενοι τὴν διήγησιν παρατεθείμεθα· ὥρα δὲ ἤδη μετελθεῖν καὶ ἐπὶ τὸν Ἡσαΐαν· ὃς μόνος ἀπὸ πασῆς τῆς παλαιᾶς ἡμῖν περιλέλειπται γραφῆς. ΛΟΓΟΣ Δ′. Ψ. ἩΣΑ΅ΙΟΥ. Τὰς ἀπὸ τῶν Ἡσαΐου Προφητικὰς Ἐκλογὰς μόνας ἡμῖν λειπούσας ἀπανθίσασθαι πειρώμενοι, πρὸς τοὺς ἀπίστως περὶ τὰς προφητείας διακειμένους ὀλίγα προδιαληψόμεθα εἰς παράστασιν τῆς τῶν προφητῶν ἀληθείας. Καὶ δὴ πρῶτον καλῶς καὶ τοῖς πρὸ ἡμῶν τετηρημένον παραθήσομαι λογισμόν. Εὖ γοὖν εἰρηκέναι μοι δοκοῦσιν, ὡς ἄρα τοῖς ὑπὸ τὸν Μωσέως νόμον αὐτὸς ὁ νόμος διαμαρτύρεται, ὅτι δὴ τὰ ἔθνη ὧν μεταξὺ πολιτεύσονται κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ, Deut. 18, 14. φησὶν, οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου· καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων, προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου. Ἄρ’ οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα.
And the saying, "Sacrifice and libation shall be taken away, and on the temple the abomination of desolations"; which abomination of desolation the oracle declares will remain until the consummation of life, saying, "and even until the consummation of time a consummation shall be given upon the desolation." But these things we have set forth, abridging the narrative. But it is now time to pass on also to Isaiah, who alone out of all the old Scripture has been left to us. FOURTH DISCOURSE.
PS. OF ISAIAH. Attempting to cull the prophetic selections from Isaiah, which alone remain to us, we shall first briefly set down a few things against those who are disposed in unbelief concerning the prophecies, for the demonstration of the truth of the prophets. And indeed first I shall set forth a reasoning well and carefully observed also by those before us. They seem to me, then, to have spoken well, that the law itself testifies to those under the law of Moses, that the nations among whom they will dwell will listen to omens and divinations; "but to you," it says, "the Lord your God has not given so"; and further, the divine word, restraining them from augury and from all the curious divination through demons, adds, saying, "A prophet from your brothers the Lord your God will raise up for you." These things, then, being written for them, but not having come to pass in deed, nor with prophetic men present among them, was it possible for them to believe the law, and these things.
ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ’ αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ θεῖον, διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς προφήτας, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖά τε καὶ χρηστήρια μετήεσαν; Ἀλλὰ γὰρ φαίνονται οὐ μόνον Μωσέα, ἀλλὰ καὶ πλείους μετ’ αὐτὸν ὡς Θεοῦ προφήτας προσιέμενοι, οὐκ ἄλλως δῆλον ὅτι ἢ τῷ πείραν τῆς ἐν αὐτοῖς θειότητος εἰληφέναι· οἵδε γὰρ αὐτοῖς οὐ μόνον περὶ τῶν μακροῖς ὕστερον χρόνοις μελλόντων ἔσεσθαι προυθέσπιζον, ἀλλὰ καὶ περί τινων προχείρων καὶ βιωτικῶν προύλεγον· οἷον περὶ ὄνων ἀπολωλυιῶν, καὶ περὶ νοσούντων ἐπισφαλῶς εἰ βιώσονται ἢ μὴ, καὶ περὶ μελλούσης ἔσεσθαι τῷ λαῷ εὐθηνίας, καὶ περὶ ἄλλων μυρίων, ἃ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἐμφέρεται· ἅπερ εἰ μὴ τοῦτον γεγόνει τὸν τρόπον, ἀποκρινέσθω τίς, τίνι δὴ ποτὲ οὖν λόγῳ προφήτας ἡγοῦντό τε καὶ ἀπεκάλουν, ἢ διὰ τί γραφῆς τοὺς λόγους αὐτὸν ἠξίουν; Τίς δ’ ἡ αἰτία, δι’ ἣν καὶ τοῖς μετέπειτα παισὶν ἑαυτῶν, ὡς ἂν δὴ θείας, αὐτῶν τὰς γραφὰς παρεδίδοσαν· μηδὲν γάρ τι θεῖον μὴ δὲ παράδοξον ἐν τοῖς ἀνδράσιν ἑορακότας εἰκῆ καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστιν ἀπιθανώτατον.
To a promise-bearing word that so manifestly and clearly lies, or is it evident that, led by their very greed for foreknowledge of things to come, they despised their own writings as having nothing true or divine, because there were no prophets among them, and so they went over as deserters to the oracles and divinations of the nations? But in fact they are shown to have accepted not only Moses but also many after him as prophets of God, evidently for no other reason than that they had obtained experience of the divinity in them. For these foretold to them not only things that were to happen in later times, but also spoke beforehand about certain immediate and everyday matters—for instance, about donkeys that had been lost, and about the sick, whether they would survive a dangerous illness or not, and about the prosperity that was to come to the people, and about countless other things which are contained in the histories concerning them. If these things had not happened in this way, let someone answer: for what reason at all did they regard and call them prophets, or why did they deem their words worthy of being written down? And what is the cause for which they handed down their writings to their children after them as if divine? For for them to have supposed such things about them rashly and in vain, when they had seen nothing divine or extraordinary in these men, is the most implausible thing of all.
Εἰ δ’ ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ τάδε λέγει Κύριος ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις αὐτῶν φερομένην, μυρία τε ἄλλα δι’ αἰνιγμάτων καὶ παραβολῶν ἀπόρρητα φιλοσοφοῦντας, ἠθικήν τε καὶ δογματικὴν τῇ Ἑβραίων φωνῇ διδασκαλίαν τῷ λαῷ παραδιδόντας, καὶ πρὸς ἐπὶ τούτοις τὸν βίον τοῖς λόγοις αὐτῶν κατάλληλον ἐνδεικνυμένους, καὶ τοῖς πᾶσιν ἀκολακεύτως ὁμιλοῦντας, εἰς πρόσωπόν τε τοὺς ἀσεβεῖς διελέγχοντας, ὡς καὶ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν μέχρι θάνατον, ῥωμαλέῳ καὶ γεννικῷ παραστήματι τῷ ἀληθεῖ λόγῳ παρισταμένους. Ταῦτά τις εἰς νοῦν εὐγνωμόνως θέμενος, πῶς οὐκ ἂν ὁμολογήσειεν κατὰ θείαν ὡς ἀληθῶς ἐπίπνοιαν ταῦτα πάντα περὶ αὐτοὺς γεγονέναι; Διὸ καὶ τότε θαυμάζεσθαι αὐτοὺς εἰκὸς ἦν παρὰ τοῖς ἔμφροσιν, καὶ τοὺς λόγους αὐτῶν ἀναγράπτους παρὰ τοῖς ἱερογραμματεῦσι φυλάττεσθαι, εἰς ἔτι τε νῦν παρ’ ὅλῳ τῷ ἔθνει προφήτας γεγονέναι τοῦ Θεοῦ πιστεύεσθαι·
If someone were to run back in thought to those times, what would he conceive, seeing uncouth men and plain in appearance, certain goatherds and shepherds, coming into the midst of the whole nation, and speaking as from the person of God, and crying out, "Thus says the Lord," and addressing kings and all the people with an undaunted demeanor, and displaying wisdom beyond man, which is even to this day carried in their prophecies, and philosophizing countless other secret things through riddles and parables, handing down ethical and doctrinal teaching to the people in the Hebrew tongue, and in addition to these showing a life consonant with their words, and conversing with all without flattery, and reproving the impious to their face, so as even to be plotted against by them unto death, standing by the true word with a robust and noble demeanor. Whoever sets these things before his mind with good sense, how would he not confess that all these things came about in them truly by divine inspiration? Therefore it was fitting that they were then admired by the prudent, and that their words were kept written in records by the sacred scribes, and that they are believed even to this day throughout the whole nation to have been prophets of God.
ὃ καὶ ἐναργέστατα μάλιστα παρίστησιν ἡ ἡμετέρα περὶ τοῦ Χριστοῦ διάληψις, καθ’ ἣν ἀποδείκνυμεν πᾶσαν τὴν κατ’ αὐτὸν οἰκονομίαν γεγενημένην, τά τε περὶ τῆς διδασκαλίας αὐτοῦ, καὶ τῆς ἐξ ἀπάντων ἐθνῶν γενομένῃς δι’ αὐτοῦ κλήσεως ἀκριβῶς προεγνῶσθαί τε καὶ πρὸ μυρίων ὅσων ἐτῶν τοῖς θεσπεσίοις ἐκείνοις ἀνδράσι προειρῆσθαι· ὧν τὰς ἱερὰς βίβλους Ἰουδαῖοι μᾶλλον ἂν ἡμῶν εἶεν ἀξιοπιστότεροι μετὰ πάσης σεβασμίου τιμῆς περιέποντές τε καὶ προφέροντες. Τούτων ἡμῖν χρησίμως προδιαληφθέντων ἐπὶ τὴν ὑπόθεσιν ὁδευτέον. Ψ. Ἐκ τοῦ Ἡσαΐου. Α′. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Es. 2, 1. Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος· ἐκ γὰρ Σιὼν, φησὶν, ἐξελεύσεται νόμος, ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου·
This is most clearly established by our own understanding concerning the Christ, according to which we demonstrate that the whole economy concerning him came to pass, both the matters concerning his teaching and the calling that came about through him from all the nations, that these were accurately foreknown and foretold ten thousand years before by those divinely inspired men; whose sacred books the Jews would be more trustworthy than we, preserving and bringing them forth with all reverent honor. Having usefully set these things before us beforehand, we must proceed to the subject at hand.
Ψ. From Isaiah. 1. The word that came to Isaiah the son of Amoz concerning Judea, and concerning Jerusalem. That in the last days the mountain of the Lord shall be manifest, and the house of God on the tops of the mountains, and it shall be exalted above the hills, and all the nations shall come to it. And many nations shall go and say, Come, and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob, and he will declare to us his way, and we will walk in it; for out of Zion shall go forth a law, and the word of the Lord from Jerusalem; and he shall judge between the nations, and shall reprove many a people; and they shall beat their swords into plowshares, and their spears into pruning hooks; and nation shall not take up sword against nation, and they shall no longer learn to wage war. Es. 2, 1. Let those who boast in circumcision show us what this law is and of what sort, and to whom it is to be given—the law prophesied to go forth out of Zion; for out of Zion, it says, shall go forth a law, being evidently other than the law given in the wilderness through Moses.
τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει(ξει) πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύῃ τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν οὐκ οἶδ’ εἴ τίς ἐστιν πρὸς ταῦτα λόγος· ἡμῖν γε μὴν ὑγιῶς εἰς Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκόσι ῥᾳδίως ἔνεστιν πᾶσαν ἐξομαλίσαι τὴν προφητείαν, θείαν τε ὡς ἀληθῶς καὶ παράδοξον αὐτὴν ἐπιδεικνύναι, τῷ καὶ τέλος ἐσχηκέναι τὰ προφητευθέντα πιστεύειν, καὶ μὴ τῆς ἀληθείας ἐκπίπτειν, εἰς ἀτερματίστους ὑπερτιθεμένους χρόνους τῶν προφητειῶν τὰ ἀποτελέσματα. Φαμὲν γὰρ δὴ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ καὶ σωματικῶς ἐκ Σιὼν ἐξεληλυθέναι, κἀκεῖθεν πᾶσιν ἀνακεκηρύχθαι τοῖς ἔθνεσι, τὸν νόμον τῆς καινῆς διαθήκης, τὸν κατὰ τὸ εὐαγγέλιον, ὅτε καὶ αὐτὸς ὁ σωτήριος Λόγος, Λόγος τοῦ Κυρίου χρηματίζων, ἐκ τῆς Ἱερουσαλὴμ προελθὼν, ἔνθα διατρίβων ἐδίδασκεν, κατὰ τὸ, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν· Act. 10, 45. ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας.
And what is the word of the Lord, which no longer remains in Jerusalem according to the prophecy, but goes forth from Zion itself, and is transferred to all the nations, and is about to judge between them and to reprove a great people, when also, the deepest peace having arisen for the nations that are to be judged by the word of the Lord, those deemed worthy of peace, changing their former warlike instruments, will apply their mind to the cultivation of their own soul. For those men, then, I do not know whether there is any account to be given in reply to these things; but for us who have soundly believed in Jesus the Christ of God, it is easy to smooth out the whole prophecy and to show it to be truly divine and marvelous, since we believe that the things prophesied have also reached their fulfillment, and we do not fall away from the truth by postponing the fulfillments of the prophecies to endless times. For we say that at the coming of our Savior Jesus Christ he went forth from Zion bodily, and from there the law of the new covenant, the law according to the gospel, was proclaimed to all the nations, when also the saving Word himself, bearing the title Word of the Lord, having come forth from Jerusalem, where he stayed and taught, according to the saying, Behold, your house is left to you desolate, poured out his grace upon all the nations. And these things, being judged by him and reproved for their former sins, coming to awareness and repentance, have ceased to devote themselves to wars arising from the passions, and live in the deepest peace of soul, tending to their own understanding, and to cultivation and fruit-bearing.
Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ·’ ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν (sic) ἀποπληροῦσθαι· πλὴν ἀπὸ τῶν εἰρημένων δύναταί πως εἶναι σαφῆ καὶ τὰ κατὰ τὴν ἀρχὴν τῆς ἐν χερσὶ περικοπῆς, ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις, δῆλον δ’ ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς γεγένηται τὸ ὄρος τὸ πνευματικὸν τοῦ Θεοῦ , τοῦτ’ ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ διὰ τοῦτο ἐπάνω εἶναι τῶν ὀρέων λεγομένη. Καὶ ταῦτά γε ἐμφανῆ γέγονε μετὰ τὴν ἀποβολὴν τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ μετὰ τὸ ἀρθῆναι ἀπ’ αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτε πέρας εἰλήφασιν αἱ ἀνωτέρω τῆς ἐκτεθείσης προφητείας φωναὶ, δι’ ὧν εἴρηται τὸ, Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορπουμένη· Es. 1, 8. καὶ ὅτε πεπλήρωται τὸ, Ἀκούσατε λόγων Κύριοι, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει, τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
But if someone wishes to take these things according to the letter, the sense is given as sound; but if according to the meaning, much more easily; since it is necessary to be persuaded primarily and rather according to this that the things concerning the places are fulfilled from the (sic) things said; nevertheless from what has been said it can somehow be clear also the things at the beginning of the passage at hand, for in the last days, and it is clear that now at the consummation of the ages, the spiritual mountain of God has become manifest, that is, the divine and heavenly Word; and His house is the church built upon the foundation of the apostles and prophets, and for this reason said to be above the mountains. And these things have become manifest after the rejection of the people from the circumcision, and after the kingdom of heaven was taken away from it, when the voices of the prophecy set forth above have received their end, through which it is said, The daughter of Zion shall be left as a booth in a vineyard, and as a watchman's hut in a cucumber field, and as a besieged city; Es. 1, 8. and when it has been fulfilled, Hear the words of the Lord, rulers of Sodom; attend to the law of God, people of Gomorrah. What is the multitude of your sacrifices to me, says the Lord? and the following things; to which he adds, your new moons and your feasts my soul hates; you have become a fullness to me, I will no longer let go your sins. When you stretch out your hands to me, I will turn my eyes away from you; and if you multiply your supplication, I will not hear you, for your hands are full of blood.
Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ’ ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ’ ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· δι’ ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; μεθ’ ἃ πάντα τελευτῶν ὁ λόγος αὖθις τὴν ἀποβολὴν αὐτῶν προμηνύων φησίν· Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Τοσαῦτα καὶ τηλικαῦτα κατ’ αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι’ ἧς εἴρηται τὸ, Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Es. 2, 2. Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ’ ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται, ὄρος τοῦ Θεοῦ, ὄρος πῖον· Ps. 67, 15. 16. καὶ τὸ, ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ . Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν·
And observe how the Word, setting out all these things, does not here accuse them of idolatry or of any other sin, nor indeed of the shedding of many bloods, but of one blood, a certain exceptional blood—clearly that of Christ—concerning which the Word plainly convicts the people, saying, "For your hands are full of blood"; for which reason it next adds, "How has the faithful city Zion become a harlot, full of judgment, in which righteousness slept, but now murderers?" After all these things, the Word in conclusion, again foretelling their rejection, says: "For they shall be as a terebinth that has cast off its leaves, and as a garden without water. And their strength shall be as tow of flax, and their works as sparks, and the lawless and the sinners shall be burned together, and there shall be none to quench." Having declared so many and such great things against them beforehand, the prophecy next brings forward the passage just now set out by us, through which it is said, "For in the last days the mountain of the Lord shall be manifest." Clearly after their complete and perfect rejection and desolation, it indicates the economies of the new covenant, according to which the mountain of the Lord has become manifest to all the nations. And what mountain but the one who in the beginning was with God, the God Word? He is our Savior and Lord himself, whom we have previously set forth, concerning whom it is also said in the Psalms, "mountain of God, a fertile mountain"; and, "the mountain which God desired to dwell in." And in addition to this mountain, the house of God has also become manifest.
οἶκος δ’ ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ’ ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ’ αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ’ ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ’ ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ’ ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε ἀποδεδομένου. ὄρους καὶ τοῦ δεδηλωμένου οἴκου, ἡμεῖς οἱ ἐξ ἐθνῶν διὰ τῆς εἰς Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ πίστεως προσεληλυθότες τῷ τῶν ὅλων Θεῷ, πάλαι μὲν ἀγνοοῦντες τὰ τηλικαῦτα, νυνὶ δὲ διὰ τὴν θείαν χάριν ἐπιγνόντες αὐτὰ, προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ ἅτε παιδευθέντες ὑπὸ τοῦ ἐξεληλυθότος ἢ καὶ καταβεβηκότος ἐκ τῆς ἐπουρανίου Ἱερουσαλὴμ Λόγου Θεοῦ, ὡς ὅτι ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν· Gal. 4, 26. ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Es. 2, 3. Τούτων δ’ ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι’ ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων, ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν·
The house of God would be the church, which is established upon the summits of the mountains—that is, upon the apostolic and prophetic words. And when these became manifest upon this very mountain—clearly not Israel, which did not possess the divine word, nor the house of Jacob, which is indicated in many places, but simply all the nations—and indeed it is clear how and in what manner, when the things foretold had been accomplished through the appearing of our Savior and had become manifest, both the mountain that was assigned and the house that was indicated, we who are from the nations, having come near to the God of all through faith in Christ the Son of God, who formerly were ignorant of such great things but now through divine grace have come to know them, have come near to Mount Zion and to the city of the living God, the heavenly Jerusalem; and as those taught by the Word of God who has come forth or come down from the heavenly Jerusalem—since the Jerusalem above is free, which is our mother—to this heavenly house of God, and to Zion, itself the heavenly mountain of the Lord, stirring up one another and hastening one another on through teaching and exhortation, we say: Come, and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and he will declare to us his way, and we will walk in it. When these things had been accomplished and had become manifest to us all by the grace of God, another prophecy also has reached its fulfillment, through which the saving Word himself bears clearer witness to the passage of the prophecy of Isaiah at hand, saying: I became manifest to those who did not ask for me; I was found by those who did not seek me.
εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου. Es. 65, 1. Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. Δύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν ἁρμόττεσθαι, ὡς τότε μᾶλλον ἢ νῦν πληρωθησομένων τελείως τῶν προπεφητευμένων. Ἱστέον δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ. Ψ. Τοῦ αὐτοῦ. Β′. Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν, Es. 3, 1. καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι’ ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι’ ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
I said, Behold, I am here to a nation that did not call upon my name. Es. 65, 1. But if one should not take the things relating to the places in this way, what mountain or what house of God could he otherwise show, concerning which the prophecy speaks, since they were not then visibly present in bodily form, the things set forth above signify. But these things can also be fitted in another way to the second coming of Christ, as though the things foretold would then be fulfilled more perfectly than now. And it must be known that the same things are contained almost word for word also in the prophecy of Micah. Ψ. Of the same. 2. Behold now, the master of Sabaoth will take away from Judea, and from Jerusalem, the mighty man and the mighty woman, the strength of bread and the strength of water, the giant and the strong man, and the man of war, and the judge, and the prophet and the diviner, and the elder, and the captain of fifty, and the wonderful counselor, and the wise master builder, and the intelligent hearer. And I will set young men as their rulers, and mockers shall lord it over them, Es. 3, 1. and the things that follow; to which God adds: I will not be a leader of this people, because Jerusalem is let loose, and Judea has fallen together, and their tongues are with lawlessness, disobeying the things that pertain to the Lord. Because now their glory has been brought low, and the shame of their face has stood against them; but they have declared and made manifest their sin as of Sodom; woe to their soul, because they have devised an evil counsel, saying against themselves, Let us bind the righteous man, because he is troublesome to us; therefore they shall eat the fruits of their works.
Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν. Sap. 2, 12. Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων αὐτῷ καὶ καθ’ ἑαυτῶν μᾶλλον, ἤ περ κατ’ αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι’ ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ, οὐαὶ τῇ ψυχῇ αὐτῶν· ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων, τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται· ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων, ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν . Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ’ αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ’ ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ’ ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται·
And the so-called Wisdom of Solomon contains things similar to what has been said here about the righteous man, as follows: "Let us lie in wait for the righteous man, because he is troublesome to us and opposes our words." And these things are clearly shown in that book, from the context, to have been spoken about Christ. Therefore what is said here also is prophesied about those who plotted against him and devised an evil plan rather than against themselves. For which reason the passage fittingly brings the woe upon them, through the words, "Woe to their soul"; but it also sets before them the punishment awaiting them, saying, "Therefore they shall eat the fruits of their works"; for whatever sort of things they sowed against Christ, such things they will also reap in the judgment of God. And indeed, even in this present life, see whether, after the plot against Christ, the word of the prophecy set before us was not fulfilled upon them, which says, "Behold, the Lord, the Lord of hosts, will take away from Judea and from Jerusalem the mighty man and the mighty woman." For truly the divine and heavenly grace that formerly dwelt among them has been taken away from them, and it is no longer possible to find among them either a prophet or an interpreter; and where is their warrior, or their judge, the wonderful counselor, or the discerning hearer? And if they seem to partake of the spiritual bread when they encounter the sacred words of God, yet see whether the power and strength stored up in the divine writings has not been taken away from them.
σαφῶς δ’ ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ , φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν· καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δικαίον, ὅτι δύσχρηστος ἡμῖν ἔστιν. Ψ. Γ′. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Es. 3, 12. Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ἁρμόζοι δ’ ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ’ ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ’ εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ’ αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι. Ψ. Δ′.
Clearly, moreover, after these things Jerusalem also has been laid waste, and all the rest has been fulfilled upon them because of that one sin against the Christ; for woe, says the word, to their soul; and he adds the cause of the misery, saying, because they have devised an evil counsel against themselves, saying, Let us bind the righteous one, because he is troublesome to us.
Psalm 3. My people, those who bless you lead you astray, and they trouble the path of your feet. But now the Lord will stand for judgment, and will set his people. The Lord himself will come for judgment with the elders of the people, and with its rulers. Isaiah 3:12. It does not seem to refer to the God of all things, the phrase now the Lord will stand for judgment; and especially the phrase, the Lord himself will come for judgment with the elders of the people, and with its rulers; but it would be fitting that these things be prophesied concerning the Word of God, who is also himself called Lord; for indeed he himself, the Word of God proclaimed to all things under heaven, will stand for judgment with all, giving not even to one of the impious a place of defense, inasmuch as his teaching has run through the ears of all; and Jesus Christ will come for judgment with the elders especially of the people and with its rulers, since they gathered together against him and contrived the plot against him; who also, blessing the people ruled by them, led it astray, saying that the evil is good, and declaring that the good words of our Savior are evil.
Psalm 4.
Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δ’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Es. 7, 10. Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ’ εἰ φάσκοιεν μὴ γεγράφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, ο′ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ’ ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ’ αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδα[ν] κατ’ αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα·
And the Lord again spoke to Ahaz, saying, Ask for yourself a sign from the Lord your God, in the depth or in the height. And Ahaz said, I will not ask, nor will I test the Lord. And he said, Hear now, O house of David; is it a small thing for you to give trouble to men, and how do you give trouble to the Lord? Therefore the Lord himself will give you a sign: behold, the virgin shall conceive in the womb and bear a son, and you shall call his name Emmanuel; he shall eat butter and honey, before he knows or chooses evil, he shall choose the good; because before the child knows good or evil, he rejects evil, to choose the good. Isaiah 7:10. Let those of the circumcision who do not accept the coming of our Savior Jesus Christ say who is the virgin who, according to the prophecy, will conceive in the womb and bear the son called Emmanuel. But if they claim that it is not written "virgin" but "young woman" according to the Hebrew, it must be said that those who first translated the Scripture according to the divine dispensation were not ordinary men, being seventy in number, chosen by excellence from all the people, and having given no small proof of wisdom in their own times. And what paradoxical sign would the word promise, foretelling that something wonderful would be given by the Lord himself to the house of David, if the word concerned a mere young woman? And nothing prevents us, even if the Hebrew contains "young woman" according to them, from thinking that what is said is made clear as concerning a virgin.
καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ’ ἑτέρου δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ Δαυὶδ διὰ τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου διδόσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι’ ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουήλ τυγχάνον· ὃ ἔστι μεθ’ ἡμῶν ὁ Θεός· ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς· ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ’ ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ’ ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ’ ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μἔμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ’ αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον·
For in Leviticus you would find the virgin who was admittedly betrothed to a man but forced by another, called by the Scripture a young woman; and for this one it would be fittingly worthy that a sign be given by the Lord to the house of David because of their unbelief—that a virgin should wondrously give birth—on which account indeed the one to be born is proclaimed as some wondrous one; since from childhood, and so to speak from his very birth, he is prophesied to be disobedient to wickedness but to choose the good. And his name has been wondrously proclaimed beforehand as Emmanuel, which is "God with us"; which we who confess him and are conscious of his divine and ineffable visitation to all men through his power would also affirm; and again "Emmanuel, God with us" might be said, because the Father and God of all is beyond not only mortal but also every rational nature, while the Son is reasonably called "God with us" because of his visitation down to us. But since I remember hearing one of those of the circumcision say that these things were prophesied to Ahaz concerning Hezekiah, who was born from him and reigned after him, it must be observed that before Ahaz reigned and before this very prophecy spoken to him, Hezekiah is shown to have been born long before; for he succeeds Ahaz, who reigned sixteen years, being in the twenty-fifth year of his age when he began his reign, so that his birth precedes his father's accession to the kingdom by nine years.
ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται. Ψ. Ε´. Καὶ εἷπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον (χάρτου) καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην(ῆτιν), καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. Es. 8, 1. Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι’ οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ’ ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, καὶ τὰ ἑξῆς.
But now, to him who is already reigning, the things set before us are prophesied to Ahaz concerning the manifest, paradoxical, and most wondrous birth of Christ. But what meaning each detail according to the wording has, the lover of learning will know by encountering the exegetes of the wondrous man's writings on these places.
Section 5. And the Lord said to me, Take for yourself a great new scroll of paper, and write on it with a man's pen, to make speed to take spoil; for it is at hand, and make for me faithful witnesses, Uriah the priest, and Zechariah son of Barachiah. And I went in to the prophetess, and she conceived in the womb and bore a son; and the Lord said to me, Call his name, Speed-spoil, Swift-plunder; because before the child knows to call father or mother, he shall take the power of Damascus and the spoils of Samaria before the king of the Assyrians. Isaiah 8:1. For the record of the future paradoxical fulfillment, the prophet is commanded to take a great new uninscribed scroll; by which I think is signified the gospel of the new covenant. But also to make for the Lord faithful witnesses, of whom the one is said to be a priest, and the other I think was a prophet—for the writing of Paralipomenon makes mention of him—whom I also suppose to be a symbol of the prophets who bore witness to the coming of our Savior Jesus Christ, and of the priests who long ago were established in his type. After this it is said: And I went in to the prophetess, and she conceived in the womb and bore a son, and the rest.
Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφητικῆς σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ’ ἢν εἴρητο, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ’ ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ, φησὶν, ἔλαβεν καὶ ἕτεκεν υἱόν. Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν , ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι Luc. 1, 35. . Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ’ οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν χόσμον· Io. 16, 33. ἀφ’ ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ’ αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσιν Luc. 4, 18. , ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ· Ps. 2, 8.
It is utterly improper and alien to the prophetic dignity and purity to suppose so readily that the prophet, while himself under divine inspiration, came to a prophetess—and that prophetess herself—in the presence of the witnesses previously indicated, for the sake of shameful intercourse. And what plausibility could there be in daring to claim that he came to her, that she conceived, and that she bore a son? But indeed I consider that this prophecy too belongs to the meaning of the one set forth above, in which it was said, "Behold, the virgin shall conceive in the womb." For there it was foretold that the virgin would conceive in the womb and bear a son; but here the manner in which the prophecy has been fulfilled is also made clear: for "she conceived in the womb," it says, "and bore a son." Who, then, would be the one who says, "I came to the prophetess," except the Holy Spirit who speaks in the prophet, concerning whom it was said to Mary, "The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you" (Luc. 1, 35)? Therefore she too may not unreasonably be called a prophetess, since she conceived from the Holy Spirit and bore the one who there was named Emmanuel, but here is called by another name: for "call," it says, "the name of the child that is born, 'Quickly despoil, swiftly plunder'"; for truly he despoiled and plundered by ineffable and divine power the opposing invisible and spiritual powers, so as to say, "I have overcome the world" (Io. 16, 33). Having taken spoils and plunder from them—the souls formerly tyrannized by them—he proclaims "release to the captives" (Luc. 4, 18), and confesses that he has received from the Father the nations as his inheritance (Ps. 2, 8).
ἃ λέγοιτ’ ἂν εὐκόλως σκῦλα· καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς , ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ’ ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς(ὼς) πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ’ ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ’ ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ’ εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὁ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
which might easily be called spoils; and his possession, the ends of the earth, which too might reasonably be called plunder. Besides these, before the child knows how to call father or mother, he shall take, he says, the power of Damascus and the spoils of Samaria before the king of the Assyrians; which things also, by thought alone, I think are said either concerning certain evil powers, which at the very moment of his birth the divine power of our Savior brought down, or also concerning the difference among souls of those who have believed in him; of which the ones that changed from idolatry to the evangelical life are reasonably the so-called power of Damascus, while those from the circumcision who received the Christ of God are the things called the spoils of Samaria; and these souls, having been taken as spoils and plunder from the intelligible enemies, over against the intelligible king of the Assyrians, that is, the devil, he armed and prepared to wage war against him. And these things it is possible for one who wishes to discern accurately from what was set down in commentary on these places by the sacred man; but if those of the circumcision should demand these things more bodily, they must be cross-examined as to whether they themselves can bodily set forth in what manner Isaiah, in the case of the witnesses previously mentioned, came to the prophetess for the sake of bodily union; and who also is this sort of prophetess, and how she conceived at once in the womb, and immediately gave birth, and what is this child that was born, which the Lord commands Isaiah to call by the name, Quickly despoil, swiftly plunder.
τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλίκονδε ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν Δαμασκοῦ, καὶ τὰ λεγόμενα σκῦλα Σαμαρείας ἐναντίων(ον) βασιλέως Ἀσσυρίων, καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα· καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ’ αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν Δαμασκοῦ, καὶ ποῖα σκῦλα Σαμαρείας, ἢ ποίων Ἀσσυρίων ἐναντίον, μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους. Ψ. Ϛ´. Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Es. 8, 18. Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ· Heb. 2, 13. καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ(έν) τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη. Ψ. Ζ´. Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον·
What meaning does so great a name have, or how is it possible, according to the obvious sense, to conceive of any infant whatever bodily receiving the power called Damascus, and the so-called spoils of Samaria against the king of the Assyrians, and doing these things before it knows how to call father or mother? And besides, if they object to what we have already set forth, let them themselves show how the Christ they expect, when he comes, will bodily receive the power of Damascus according to the prophecy, and what spoils of Samaria, or against what Assyrians, when none of these things is any longer in operation in the present times.
Ψ. 6. Behold, I and the children whom God has given me; and they shall be for signs and wonders in the house of Israel from the Lord God of hosts, who dwells on Mount Zion. Isaiah 8:18. And the passage, Behold, I and the children whom God has given me, has been well interpreted in the Epistle to the Hebrews as spoken in the person of the Savior concerning the apostles and those who afterward believed in him; for there is added here the words, and they shall be for signs and wonders in the house of Israel. Hebrews 2:13. And it is clear how at the time of the Savior's coming there were signs and wonders in the house of Israel, such as were never at any time accomplished.
Ψ. 7. And they will desire, if they had been burned with fire. For a child was born to us, a son was given to us, whose rule was upon his shoulder, and his name is called, Angel of Great Counsel; for I will bring peace upon the rulers, and health to him. Great is his rule, and of his peace there is no boundary.
ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Es. 9, 5. Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν ※ τῶν ο´ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος χρηματίζει· ※ κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ ※ ὄνομα αὐτοῦ ἐστὶν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς ※ δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης· καὶ κατὰ τὸν ※ Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παρα δοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι(εν) παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ’ ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, εἰς ὃν οἱ μὴ πιστεύσαντες θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ ὅτι τὴν ἑαυτῶν ἀποβολὴν ἰδεῖν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν, ἣν ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσειν εἴρηται· ᾧ παραθήσεις τὸ παρὰ Μωσεῖ οὕτω πῶς λελεγμένον· αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Deut. 32, 21. Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ’ ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·
upon the throne of David, and to establish his kingdom, and to uphold it with judgment and with righteousness, from now and forever; the zeal of the Lord of hosts will do this. Isaiah 9:5. I think, then, that the child spoken of here is no other than the one foretold above as to be born of the virgin, whom the prophetess was said to have brought forth a little earlier; but his name above was Emmanuel, and the one after these things, "swiftly spoil, speedily plunder." Here, however, this same one, according to the interpretation of the Seventy, is called the Angel of great counsel; but according to Aquila and the Hebrew itself, his name is Wonderful Counselor, Mighty, Powerful Father, still Prince of Peace; and according to Symmachus, the name of the child shall be called a wondrous counsel, mighty, powerful, father of an age, prince of peace. One must therefore demand of those of the circumcision what child they could produce to whom they would apply such great things; for according to us these are conceptions of the divine power of Christ, in whom those who did not believe will wish that they had been burned with fire rather than see their own rejection and the salvation of the nations, which the zeal of the Lord of hosts is said to have made; to whom you will set forth what is spoken by Moses thus: they provoked me to jealousy with their idols, and I will provoke them to jealousy with a non-nation; with a foolish nation I will anger them. Deuteronomy 32:21. But it is not the task of the present time, nor indeed of our purpose, to clarify each phrase of the prophecy that will be set forth.
(sic) ὅπως εἴρηται τὸ, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν· ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι’ ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα. Η´. Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ.
(sic) as it is said, "to establish it upon the throne of David and his kingdom"; and it is likely that those of the circumcision would take offense at this, because our Savior and Lord Jesus Christ did not sit bodily upon the throne and kingdom of David. For this reason, having sent those who love learning to the commentaries on the places, we shall pass through what has been set before us. 8. Behold, indeed, the Lord, the Lord of hosts, will shake the glorious ones with might, and the lofty in their insolence shall be crushed, and they shall be brought low, and the lofty shall fall by the sword, and Lebanon with its lofty ones shall fall. And a rod shall come forth from the root of Jesse, and a flower shall rise up from the root, and the Spirit of God shall rest upon him, a spirit of wisdom and understanding, a spirit of counsel and strength, a spirit of knowledge and piety shall fill him; a spirit of the fear of God; he shall not judge according to appearance, nor reprove according to speech, but he shall judge the humble with judgment, and he shall reprove the humble of the earth, and he shall strike the earth with the word of his mouth, and with the spirit through his lips he shall destroy the impious; and he shall be girded with righteousness upon his waist, and with truth taken up upon his sides.
Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Es. 10, 33. Οὐδ’ αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ’ ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν·
And the wolf shall feed together with the lamb, and the leopard shall rest with the kid, and the calf and the bull and the lion shall feed together, and their young shall be together, and the lion shall eat chaff like the ox, and a little child shall lay his hand on the hole of asps and on the den of the offspring of asps, and they shall not do evil, nor shall they be able to destroy anyone on my holy mountain, because the whole earth has been filled with the knowledge of the Lord, as much water to cover seas; and it shall be in that day, the root of Jesse, and the one who rises to rule the nations, in him the nations shall hope, and his rest shall be honor. Es. 10, 33. Not even those of the circumcision have supposed that anyone other than Christ is the one prophesied here, except insofar as, in their bare interpretation of the prophecy, imagining that the things in the passage will be more corporeal, they do not acknowledge faith in our Lord Jesus Christ; but we, persuaded that all things in the prophecy are worthy of God, have believed that these things are said concerning human turns—those which, through the manifestation of our Savior, have been changed from the depth of wickedness to gentleness.
ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην [ἐν ταῖς] ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ’ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει·. οἱ καὶ μεταθέμενοι καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ·
Even now we see how and in what manner, in the churches throughout the world, after the coming of Jesus Christ, who sprang from the root of Jesse, the majority of people were remolded and changed their very nature from a beast-like life—being formerly certain wolves and leopards in this way, and lions and whatever other beasts and reptiles the prophecy lists by analogy with the varied wickedness and evil in each one. These, having been changed and, as it were, remolded, advanced to such a degree of gentleness that they feed together, eating the same food of the sacred words of God as the gentlest in character, the righteous men of God, whom, because of such innocence of soul, the divine word compared to tame and gentlest animals, and to the little children recorded here. But if anyone is stubbornly disinclined toward these things, let him say whether it is possible in any other way, according to the obvious sense, to preserve the wording. For why, or how, will Lebanon fall with its high places? And let him not allegorize the rod, nor the flower from it, but let him show how a bodily rod is said to come forth from the root of Jesse, and what sort of flower will rise up from it. But if even the very hard-hearted man forces these things to yield to his understanding, see whether the remaining things are not rightly understood by us as fulfilled in the coming of our Savior—things which also came to pass in accordance with the prophecy after the Lord Sabaoth confounded the formerly illustrious men of the former people.
οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἰερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου. Ezech. 17, 3. Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς. Ezech. 17, 12. Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ’ ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει· Gal. 2, 6. ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς, Apoc. 2, 23. καὶ διϊενούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Heb. 4, 12. Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν·
Those whom he prophesies will, when exalted by their insolence against our Savior, be crushed and humbled and fall; and with them, the word says, Lebanon also will fall. For it is his custom thus to name Jerusalem and the worship that was formerly performed in it bodily, as is clear from Ezekiel, where this manner is recorded: The great eagle, great-winged, long in extension, full of claws, which has the leadership to enter into Lebanon, and took the choice things of the cedar. Ezech. 17, 3. Resolving the parable, then, the prophetic word itself clearly teaches that Lebanon is Jerusalem, saying: Son of man, say now to the house that provokes bitterness, Do you not know what these things were? Say, When the king of Babylon comes against Jerusalem, and takes its king and its rulers. Ezech. 17, 12. It is evident, then, how this Lebanon also, together with those exalted in insolence, has fallen at the coming of our Savior, who was from the root of Jesse; upon whom also the perfection of the gifts of the Holy Spirit rested, who will come again at his second and glorious coming, not judging according to the glory—for God does not accept the face of man; Gal. 2, 6. nor reproving according to speech—for he is one who searches hearts and reins, Apoc. 2, 23. and piercing even to the division of soul and spirit. Heb. 4, 12. And at his coming that has already taken place, the earth was truly filled with the knowledge of the Lord, since no one previously knew him except only those of the circumcision.
τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ’ οὖν ὡς οὐδ’ ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται, συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία, Gen. 49, 10. οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν . Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ps. 109, 1. Ψ. Θ′. Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται μετ’ (sic) αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. Es. 16, 5. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ’ ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν. Ψ. Ι′.
Then the prophecy will be brought to fulfillment all the more when, the fullness of the nations having entered in, together with the remaining nations all Israel will be saved, and Christ, having risen from the dead, was appointed by God to rule the nations, according to the saying, And the root of Jesse shall be, and the one who rises to rule the nations; in him the nations shall hope. Observe, then, that here Israel or Jacob or Judah is not named at all, but it is clearly prophesied that the nations shall hope in the one who shall rise from the root of Jesse, the wording here being in agreement with that in Moses which says, A ruler shall not fail from Judah, nor a leader from his thighs, until he comes to whom it is reserved; and he is the expectation, Gen. 49:10 — not of Israel, but of the nations. And whose rest has come to be in the highest honor with God, if not that of him who heard the Father saying to him, Sit at my right hand, until I make your enemies a footstool for your feet. Ps. 109:1.
Ψ. 9. And the throne shall be set right with mercy, and he shall sit upon it with truth in the tent of David, judging and seeking judgment and hastening righteousness. Is. 16:5. Concerning the second coming of Christ these things also are prophesied, when the Word of God, the kingdom over all things having been set right for him with mercy and love for mankind, shall sit judging with truth in the tent of David; and thus I consider that the church of the saints and firstborn who are enrolled in heaven, and all the saints who have come to be under the portion of the Word of God, bear this name.
Ψ. 10.
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποιήτα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Es. 19, 1. Περὶ τὴς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μελλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρεπιδημεῖν Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ’ ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι’ ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν πεπερασμένην, καθ’ ἢν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρου σίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ’ οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ’ ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ’ ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας. Ψ. ΙΑ′.
Behold, the Lord sits upon a light cloud, and he will come into Egypt, and the handmade things of Egypt will be shaken from before his face, and their heart will be defeated within them. Isaiah 19:1. I consider it neither persuasive nor pious to take the words set before us as concerning the unbegotten nature of the God of all, as though he were about to be carried upon some cloud and to sojourn bodily in Egypt. For this reason the prophecy must be understood as referring to the Word of God, and it has already been clearly fulfilled in his former coming, in which, upon a light cloud—the flesh constituted for him from the Holy Spirit—he came into this life, which is figuratively called Egypt, and also bodily into Egypt itself, to which he was carried while still a child by his mother and Joseph. At that time, by certain ineffable reasons, the demons who formerly dwelt and worked in the handmade idols everywhere were shaken and moved, thrown into confusion by his presence. This is made clear by the prophecy that says, And the handmade things of Egypt will be shaken. But these things will also be fulfilled at his second and glorious kingdom from heaven, at which it is likely that even Egypt itself will be shaken; and then especially the things assigned as the handmade things of Egypt will be convulsed, whose heart they say will be defeated, when the divine Word subjects to himself and humbles within them every height that is now raised up against the knowledge of God. And all the rest of the prophecy will be expounded by way of figure alone. Psalm 11.
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ. Es. 19, 19. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μόρφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Phil. 2, 8. Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὐτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ’ ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων.
In that day there will be an altar to the Lord in the land of the Egyptians, and a pillar at its border to the Lord; and the Lord will be for a sign forever in the land of Egypt, because they will cry out to the Lord on account of those who afflict them, and he will send them a man who will save them; judging, he will save them; and the Lord will be known to the Egyptians, and the Egyptians will know the Lord in that day, and they will offer sacrifices and a gift, and they will make vows to God. And who else could the man sent by the Lord be, who saved the Egyptians by judging, than the Christ of God, who took the form of a servant and was found in appearance as a man? But since Egypt is understood figuratively as the life of human beings, the Egyptians would be the superstitious and those who have been predisposed to material things, whom the God of all things, having taken pity on them when they were afflicted by the demons tyrannizing over them, sent the aforementioned man, who saved them with a salvation befitting God, so that those who were formerly excluded from the church of the Lord according to the law might, through the manifestation that came to them, come to know the Lord, the Lord himself making himself known to them. And it is clear how in the indicated land of the Egyptians an altar was established to the Lord from the gatherings of those in every place who perform vows and the worship of God.
Εἴποι δ’ ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων, εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ’ εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός. Ψ. ΙΒ′. Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Es. 26, 16. Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦ Ps. 44. φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· Ps. 67, 12. δείκνυται δ’ ἐν τοῖς τό ποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν·
One might say, approaching the text at the point, "And there shall be an altar to the Lord in the land of the Egyptians," if indeed the altar is a place of sacrifices, where, by the word of God, irrational animals are slaughtered, then most rightly and truly through Christ a greater and truer altar has come to be for God in the whole surrounding region, which is figuratively called Egypt, because of the martyrs everywhere who are offered to God as sacrifices and, as it were, victims for the human race, and also in the bodily land of the Egyptians itself, where so many and such great martyrs glorified God with their own blood. But if those of the circumcision are disinclined to accept what has been set forth, let them themselves say when and where and by whom an altar was established to the Lord in Egypt, and who the man was who saved the Egyptians, and in what manner and when the Lord became known to the Egyptians, so that they, having abandoned their former error, received the knowledge of him; for such is to know the Lord. And all the rest of the prophecy depends on a deeper meaning, which the present occasion does not allow us to unfold.
Ps. 12. O Lord, in tribulation I remembered you; in small tribulation your discipline was upon us; and as a woman in labor draws near to give birth, and cried out in her labor, so we became to your beloved. Es. 26, 16. A superscription in the Psalms is borne "for the beloved" Ps. 44. and again it is said, the king of the powers of the beloved; Ps. 67, 12. and it is shown in the passages that the one called the beloved of God is no other than Christ. For this reason we have also noted the beloved in hand.
αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα, Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. Matth. 3, 17. Ψ. ΙΓ′. Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Es. 28, 14. Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ’ ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις 1 Tim, 4, 7. οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον· Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι·
...supposing him to be that very one whom the voice from heaven clearly proclaimed, saying, "This is my beloved Son, in whom I have been well pleased." Matthew 3:17.
Ψ. 13. Hear the words of the Lord, you oppressed men, and you rulers of this people who are in Jerusalem: Because you said, "We have made a covenant with Hades, and agreements with death; when a rushing storm passes by, it shall not come upon us; we have made falsehood our hope, and with falsehood we shall be covered." Therefore thus says the Lord, the Lord: Behold, I lay in the foundations of Zion a precious stone, chosen, a cornerstone, honored in her foundations, and the one who believes in it shall not be put to shame; and I will set judgment for hope, and my mercy for measures. Isaiah 28:14. And how is it not truly foolish and altogether ridiculous—the notion of those who await in a bodily sense that some one of these stones, reckoned precious and of great price, will be cast by the Lord himself into the foundations of a bodily Zion, the stone in which it is prophesied that the one who believes shall in no way be put to shame? Having therefore shaken off the foolish and Jewish tales, and the old-womanish myths 1 Timothy 4:7 which the apostle named, let us receive the God-inspired prophecies in a manner worthy of God. He says, then, "Therefore behold, I lay in the foundations of Zion a stone." And for what reason is this, except that the rulers of the former people made agreements with death, and because they abandoned the covenant of God and instead of it made a covenant with Hades, and supposed that for these reasons they would suffer no evil?
ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπάγγελλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῆ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα· ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ’ ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 1 Cor. 3, 11. περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, Ps. 117, 22. καὶ ἀκρογωνιαῖος ὠνόμασται·
But also for this reason they set their hope on a lie and thought they would be covered by the lie; for indeed because of these things, since they had fallen away from hope in God, he promises that he will lay the precious stone for those who believe. But to those who said, "We have made a covenant with Hades and agreements with death; when a rushing storm passes by, it shall not come upon us; we have made a lie our hope, and we shall be covered by the lie," the Word, condescending, says: "You who have trusted vainly in a lie, a storm shall surely not pass you by—lest he also take away your covenant of death, and your hope toward Hades shall surely not remain; when a rushing storm comes upon you, you shall be a trampling-ground for it"—things which were plainly fulfilled upon that people at the coming of our Savior. Consequently, then, we consider the stone indicated here to be no other than the chosen and wonderful one, being something extraordinary and paradoxical, so that those who believe in him shall not be put to shame—the holy stone of the Word of God, upon which as on a firm foundation the spiritual and heavenly Zion is built, which is none other than the church of God. For "no one can lay another foundation besides the one that is laid, which is Jesus Christ." Concerning this it is also said in the Psalms, "The stone which the builders rejected, this has become the head of the corner," and he is called the cornerstone.
τοῦτον δὲ καὶ Δανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Dan. 2, 35. Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ’ ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ps. 17, 43. Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας. Ψ. ΙΔ′. Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον· τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. Es. 30, 27. Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι’ οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν. Ψ. ΙΕ′. Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Es. 31, 9. Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, καὶ διὰ τούτων δηλοῦται· εἶεν δ’ ἂν οἱ ὑπ’ αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ·
Daniel too interprets this stone as referring to the kingdom of Christ, where he says, "And the stone that struck the image became a great mountain, and it struck or rather filled the whole earth." Dan. 2:35. Those, then, who build the building according to the letter of the law rejected this stone; but he, though rejected by them no less, has been shown to be the cornerstone of the church of the Gentiles, according to what is said somewhere, "You will set me as head of the nations." Ps. 17:43. Therefore, whoever believes in this stone will not be put to shame, this prophecy concerning him also proving true.
17. Behold, the name of the Lord comes after a long time, a burning wrath, with glory his oracle; his lips, an oracle full of anger, and the anger of his wrath devours like fire. Isa. 30:27. And what would the name of the Lord be but the God Word, through whom all things have come to be? I think that this prophecy also hints at the things concerning his second and glorious coming.
18. Thus says the Lord: Blessed is he who has seed in Zion, and kindred in Jerusalem; for behold, a righteous king will reign, and rulers will rule with judgment. Isa. 31:9. The Christ of God, who said, "But I have been established king by him," is made clear through these words as well; and the rulers under him would be either the apostles, or those who rule the churches with God's judgment, or divine angels, overseers of the salvation of men. And because of this king of Zion and Jerusalem, "blessed is he who has seed in Zion, and kindred in Jerusalem."
ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλη[μ]πτέον , διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους. Ψ. Ιϛ′. Εὐφράθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται. Es. 35, 1. Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ’ ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου.
These things we must also worthily of the apostolic spirit illuminate, as it teaches us the things concerning the Jerusalem above, and the heavenly mount Zion.
Ps. 16. Rejoice, thirsty desert; let the desert exult, and let it bloom as a lily; and the desert places of the Jordan shall blossom and exult, and the glory of Lebanon has been given to it, and the honor of Carmel; and my people shall see the glory of the Lord, and the height of God. Strengthen, hands that hang down, and knees that are paralyzed; comfort, you who are faint in mind; strengthen, do not fear; behold, our God renders judgment and will render it; he himself will come and save us; then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear; then the lame shall leap as a deer, and the tongue of the stammerers shall be clear, because water has burst forth in the desert, and a ravine in a thirsty land; and the waterless place shall become marshes, and in the thirsty land there shall be a spring of waters. Es. 35, 1. At the coming of God he foretells that paradoxical healings shall take place. Clearly, then, even here Christ is honored by the title of God of God; at whose coming both the aforementioned cures were accomplished bodily upon those who suffered, and more wondrously still even now they are wrought through faith in him, when absolutely the whole race of men is released from the passions of the soul.
Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον Io. 4, 14. ἀνώμβρησεν· ὑφ’ ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου, τοῦτ’ ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται· οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ’ ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ’ ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τῷ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ψ. ΙΖ′. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Es. 40, 3.
Water burst forth in the wilderness at the coming of Christ, and a valley in a thirsty land, when the drinkable and life-giving Word gushed up in the formerly wilderness and thirsty land, the church from the Gentiles, in which, previously waterless and parched, suddenly a spring of the water of Jesus' words, living and leaping up to eternal life, poured forth. Watered by this spring, the once-desert is said that it will blossom like a lily, and it is commanded to rejoice and exult; and the reason for the joy and exultation is added, since it says that the glory of Lebanon was given to it, that is, of Jerusalem; concerning which in the earlier prophecies it was said that Lebanon too with its heights will fall; when it fell, the glory that previously existed in it was given to the now evangelized desert, that is, to the church from the Gentiles, together with the former honor of what is called Carmel, clearly meaning the former people. These things clearly after the coming of Christ have received their fulfillment in deeds, in accordance with the prophecy at hand and with the voice of our Savior himself, which says that the kingdom of God will be taken away and given to a nation producing its fruits.
17. The voice of one crying in the wilderness: Prepare the way of the Lord; make straight his paths; every valley will be filled, and every mountain and hill will be brought low; and all crooked things will become straight and the rough into level plains; and the glory of the Lord will appear, and all flesh will see the salvation of God, because the Lord has spoken.
Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοι ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται. Ψ. ΙΗ′. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Es. 40, 9. Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ’ ἢν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ’ ἀξίαν ἑκάστῳ πεπραγμένων ἀπονεμητικόν· τὰ μέντοι γε λοιπὰ οὐκ ἔτι νῦν καιρὸς ἀπαιτεῖ διηγεῖσθαι· ὅθεν ἐφ’ ἑτέραν τραπησόμεθα περικοπήν. Ψ. ΙΘ′. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἑκστήσει·
John, the forerunner of our Savior, when they asked him who he was, says, “I am the voice of one crying in the wilderness,” and the rest. For this reason, then, we have set out the chapter in the testimonies concerning Christ, considering John to be a symbol of the apostolic preaching; for such is the voice crying in the wilderness, being without signification and inarticulate to those who are only now being instructed in first principles; but in the wilderness of old, the church from the Gentiles, such a voice as this, having come to be, exhorts to prepare the way of the Lord, and the rest; which things, having examined at leisure, whoever cares for the knowledge of them will know.
18. Go up on a high mountain, you who bring good news to Zion; lift up your voice with strength, you who bring good news to Jerusalem; lift it up, do not fear; say to the cities of Judah, Behold your God, the Lord, the Lord comes with strength, and his arm with dominion; behold, his reward is with him, and his work before him; as a shepherd he will shepherd his flock, and with his arm he will gather the lambs, and will comfort those with child. Isaiah 40:9. And we think these things are said concerning the coming of the Word of God, and perhaps rather concerning the second, according to which, as a just judge, he is prophesied to come having his reward, to distribute to each according to what has been done worthily. However, the rest it is no longer the time now to require to explain; whence we will turn to another passage.
19. Who has raised up righteousness from the east, called it to follow at his feet, and it shall go? He will give before the nations, and will drive kings out of their senses.
καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα ※ αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται. Es. 41, 2. Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; 1 Cor. 1, 30. Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν’ οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀορατοις δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ ῥομφαῖαι αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, πρὸς τὸ μὴ κατέχειν αὐτοὺς ὅπλα πολεμικὰ καὶ πεπυρωμένα βέλη, δι’ ὧν πρότερον κατεπολέμουν τὰς ὑποχειρίους αὐτοῖς ψυχάς. Μετὰ ταῦτα φησὶν, καὶ διώξεται αὐτούς·
And he will give their swords to the earth, and their bows as stubble driven out; and he will pursue them; the way of his feet will pass in peace; it will not come; who has wrought and done these things? He who calls her from the beginning of generations has called her; I am God the first, and I am he who is for the things to come; nations saw and feared; the ends of the earth were amazed; they drew near, they came together, each one judging his neighbor and helping his brother; and he will say, A man, a carpenter, has grown strong; and a man, a smith, striking with a hammer and driving at the same time; at one time he will say, It is a good joining; they have strengthened them with nails, they will set them and it will not be moved. Es. 41, 2. Who would be the righteousness that is raised up from the east according to the delineation of essence, having its own subsistence, but the Christ of God, concerning whom the apostle says, Who became for us wisdom from God, both righteousness and sanctification and redemption? 1 Cor. 1, 30. And this one from the Father's bosom, since the easts of all intelligible light exist, the economy according to the incarnation raised up, or even the Father himself, who gave him before the nations; so that their former kings, being invisible powers, evil, might be astonished at the paradox of the economy, seeing the Son of God of such greatness having neither form nor beauty; and so that after such an ecstasy their swords might be given to the earth, and their bows as stubble driven out, so that they might not hold weapons of war and fiery arrows, by which they formerly warred against the souls subject to them. After these things he says, and he will pursue them;
ἵν’ οὕτως κατὰ τὸ πάντων τέλος ἐκιωχθέντον αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς δὲ ἑνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα; Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ’ ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι τῆς βασιλείας τῶν οὐρανῶν· διὸ καὶ ἐξεπλάγησαν ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, διδάσκοντές τε ἀλλήλους, καὶ ἀδελφὸς ἀδελφῷ βοηθῶν, τὴν προτέραν ἐξομολογοῦνται περὶ τὰ εἴδωλα πλάνην, αὐτὰ δὴ ταῦτα λέγοντες· τέκτων ἄρα ἦν καὶ χαλκεὺς, ὁ διὰ σφύρας καὶ ἥλων καὶ μηχανῆς ἀνθρωπίνης ἀνεγείρας καὶ ἐνισχύσας τοὺς πρότερον νομιζομένους ἡμῖν θεούς· οἱ δὲ οὐδὲν ἄρα ἦσαν ἢ ἄψυχα ξόανα, οὐδεμίαν ἐξ ἑαυτῶν κίνησιν ἐπιδεχόμενα, καὶ ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλημα. Ὅτι δὲ ταῦθ’ οὕτως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀπετελέσθη παρουσίᾳ μᾶλλον τῶν λόγων ἡ δι’ ἔργων παρίστησιν μαρτυρία. Ψ. Κ′. Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
so that thus, at the end of all things, when they had been brought low, his feet's path might pass in peace. And who, he says, has wrought and done these things? We understand in addition that it was the goodness and love of mankind of the God of all, who calls her—clearly meaning righteousness—which is none other than his wisdom; and beholding it, the nations feared God, who previously were in a state of fearlessness of God; and these, called from the ends and from the boundaries of the inhabited world, he brought near to God; those once far off became near to the kingdom of the heavens; therefore they were amazed at the paradox of salvation, teaching one another, and brother helping brother, they confess their former error concerning idols, saying these very things: "So then he was a carpenter and a smith, who by hammer and nails and human device raised up and strengthened those formerly thought by us to be gods; but they were nothing but lifeless carved images, admitting no motion of themselves, and our fathers acquired false idols, and there was no profit in them." That these things were thus accomplished at the presence of our Savior, the testimony of deeds rather than of words establishes. 42. Jacob my servant, I will help him; Israel my chosen, my soul has accepted him; I have given my spirit upon him; he shall bring forth judgment to the nations; he shall not cry out, nor lift up his voice, nor shall his voice be heard outside; a bruised reed he shall not break, and smoking flax he shall not quench; but he shall bring forth judgment in truth; he shall shine forth and not be broken until he establishes judgment on the earth; and in his name the nations shall hope.
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεύμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Es. 42, 1. Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ’ οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ο′, καθ’ ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶ Ἰσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμόζεῖν αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ, ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, τί δ’ ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν; Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὠβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καεθημένους ἐν σκότει;
Thus says the Lord God, who made the heaven and established it, who strengthened the earth and the things in it, and gives breath to the people upon it, and spirit to those who tread upon it: I, the Lord God, have called you in righteousness, and I will hold your hand and strengthen you; and I have given you as a covenant of a race, as a light of the nations, to open the eyes of the blind, to lead out from bonds those who are bound, and from the house of prison those who sit in darkness. Es. 42, 1. That these things are not prophesied concerning the people of the Jews — "Jacob my servant, I will take hold of him; Israel my chosen, my soul has accepted him" — will be clear to those who wish to examine each word of the preceding text, but it is also evident from the accuracy of the Hebrew: for neither the name Jacob nor Israel is found in it, which is why it has been marked with an obelus by the accurate copies of the Seventy, since indeed no other of the righteous except our Savior Jesus Christ — nor indeed was the one surnamed Isaac or Jacob and Israel such a one as to be able to fit the preceding words — I think no one doubts. For that one might fit others too, who could [fit] "I have given my spirit upon him," and what would he say to "he shall bring forth judgment to the nations," and to what follows, and especially "and in his name the nations shall hope"? And how could it be plausible to fit to the people of the Jews, or to Isaac's Jacob himself, or to any other of the righteous, "I have given you as a covenant of a race, as a light of the nations, to open the eyes of the blind, to lead out from bonds those who are bound, and from the house of prison those who sit in darkness"?
Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ’ αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· Matth. 12, 14. τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν δλὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ’ ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Es. 49, 6. Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν, ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ’ ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέ δεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι(οιγῆναι) τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους.
But let these things be raised by us as objections against those of the circumcision; yet the Gospel clearly teaches us that this prophecy was also fulfilled in the case of our Savior Jesus, when the Pharisees went out and took counsel against him to destroy him. But Jesus, knowing it, withdrew from there; and many followed him, and he healed them all; and he charged them that they should not make him known. For to these things it is added in the Gospel, that what was spoken through Isaiah the prophet might be fulfilled, saying, Behold my servant, whom I have chosen; my beloved, in whom my soul is well pleased; I will put my Spirit upon him, and so on, as many things as are recorded in the prophecy. And he would be the very one who also bore the name Jacob, being the only-begotten servant of God; as it is said elsewhere, It is a great thing for you to be called my servant, to raise up the tribes of Jacob, and to restore the dispersions of Israel. This one, then, having heard from the Father, along with other things, also this: I have given you for a covenant of a people, for a light of the nations, he brought forth judgment to the nations, so that with reasoned judgment according to the sacred Gospel they might conduct themselves in these things; and it is clear how the nations that believed in him have hoped in his name, and how he has been shown forth as a light of the nations, so that through the light of his word the eyes of the understanding of those formerly filled with these things might be enlightened; but he also brought out from bonds those previously bound fast by the chains of their own sins, and from the house of the devil's prison those who, through ignorance of the God of all, were sitting in darkness.
Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν. Ψ. ΚΑ′. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Es. 43, 10. Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ, καὶ τὰ ἐξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα. Ψ. ΚΒ′. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πάσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ δώρων, οὐδὲ μετὰ λύτρων, εἶπεν Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος Σαβαὼθ, Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονταει δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι χειροπέδαις, καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσίν σε, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστιν Θεὸς πλήν σου· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Es. 45, 12. Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα·
It lies before the lover of learning to examine each word of the prophecy, and, in accordance with what we have said, to refer the things that fall under it to the Christ of God. Ψ. 21. Be ye my witnesses, and I am a witness, says the Lord God, and the servant whom I have chosen. Is. 43:10. And who would be the servant whom the Lord God chose, whom he also counts along with himself as a witness to become one of those who bear witness to him, than this one about whom it was also said in the preceding chapter, Jacob my servant; I will help him, and the things that follow? These things were clearly shown to have been prophesied concerning our Savior and Lord Jesus. Ψ. 22. I made the earth, and man upon it, I established the heaven with my hand, I gave command to all the stars. I raised him up as king with righteousness, and all his ways are straight; he shall build my city, and he shall bring back the captivity of my people, not with gifts, nor with ransoms, said the Lord Sabaoth. Thus says the Lord Sabaoth, Egypt has labored, and the trade of the Ethiopians, and the Sabeans, lofty men, shall pass over to you, and shall be your servants, and shall follow after you in chains, and shall pass over to you, and shall worship you, and shall pray in you, because God is in you, and there is no God besides you; for you are God, and we did not know it, the God of Israel, the Savior; all who oppose you shall be ashamed and put to shame, and shall go in shame. Is. 45:12. The Father raised Christ from the dead, that he might be king with righteousness, reigning on Zion, his holy heavenly mountain;
καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ, φησὶν, γεγόνασιν εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίαν Prov. 8, 8. γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Es. 53, 9. Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ’ αὐτῶν καὶ δι’ ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι, Ἐγὼ νενίκηκα τὸν κόσμον. Io. 16, 53. Μαρτυρεῖ τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι’ αὐτοῦ παλινδρομησάντων, ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς ἐπὶ τίνα δ’ ἂν ἁρμόζοιεν τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον· οἱ δὲ γὰρ, φησὶ, καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθύσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Es. 45, 15. Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι ὁ Θεὸς ἐν σοί ἐστιν, τούτῳ προσφωνῶν φησὶν· ὁ λόγος τὸ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν· ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ·
And for this very reason he raised him up, since all his ways, he says, have become straight, having nothing crooked or twisted; for he committed no sin, nor was deceit found in his mouth. This one also built the city of God—both his holy church on earth and the heavenly Jerusalem—having brought back the captivity of his people, which once came about under the spiritual Nebuchadnezzar and the evil powers subject to him; and indeed he restored the aforementioned captivity, not by giving a ransom to those who took them captive, nor by persuading them with gifts, but by waging war against them and subduing them through struggle, so that, glorified by his success, he could say, "I have overcome the world." The multitudes of those who have turned back from their former error to the knowledge of the true God through him bear witness to these things; or let those of the circumcision say to whom the prophecy at hand could fit, which clearly confesses as God the one being prophesied: "For these also, he says, shall be your servants, and they shall follow after you and shall worship you, and shall pray in you, because God is in you, and there is no other besides you; for you are God, and we did not know it, the God of Israel, the Savior." For clearly here, to the one of whom it was said, "that God is in you," he addresses the words, "and there is no other besides you; for you are God, and we did not know it"—which are also heard as spoken in the person of those who have come to know the Christ of God who became man.
ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· Io. 14, 11. δι’ ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, οὐκ ἔστιν Θεὸς πλὴν σοῦ, ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ’ ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ’ αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ, προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ’ ἑαυτοὺς τὸν τοῦ λόγου τοῦ Χριστοῦ ζυγὸν βεβουλημένων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν τοῦ Χριστοῦ σαφήνειαν· ἁρμόζοι δ’ ἂν παρατιθέναι τὴν περικοπὴν οὐ μόνον τοῖς ἐκ περιτομῆς, ἀλλὰ καὶ τοῖς ψιλὸν ἄνθρωπον ὑπειληφόσι γεγονέναι τὸν Σωτῆρα, Ἐβιωναίοις, ἢ τοῖς κατὰ Ἀρτέμωνα, καὶ τὸν Σαμωσατέα Παῦλον. Σαφῶς γὰρ καὶ διὰ τούτων ἡ θεότης τοῦ Χριστοῦ τοῖς περὶ αὐτοῦ δυσπειθῶς ἔχουσιν ἀποδείκνυται. Ψ. ΚΓ′. Ἄκουέ μου Ἰαπὠβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα.
in which God the Father happened to dwell, according to the saying, "I am in the Father, and the Father is in me" (John 14:11). For which reason also to him alone would apply the saying, "There is no God besides you," since the divinity of the Word alone is united and mingled with the paternal kingdom, and on this account the glory and rule of both is conceived as one. But in the passage, "Egypt has labored, and the trade of the Ethiopians, and the tall men of the Sabeans shall pass over to you," I think it is indicated that there is a struggle of certain intelligible opposing powers who have taken up the contest against Christ, and have become subject to him, or else of certain souls who at first resisted the Word but later accepted servitude under him for their own benefit. Concerning these, at any rate, I think the saying is also spoken: "They shall be your slaves, and they shall follow behind you bound with handcuffs, and they shall pray in you." But the passage, "All who oppose you shall be ashamed and put to shame, and they shall go in shame," is prophesied concerning those who did not repent but remained enemies and adversaries, and were in no way willing to take upon themselves the yoke of the word of Christ. And these things are said with a view to the clarity of Christ. But it would be fitting to apply the passage not only to those of the circumcision, but also to those who have supposed the Savior to have been a mere man—the Ebionites, or those who follow Artemon, and Paul of Samosata. For clearly through these things also the divinity of Christ is demonstrated to those who are disobediently disposed concerning him.
23. Hear me, Iapob, and Israel, whom I call: I am the first, and I am unto the age.