khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:201 · narrative
Source
Ἐξ ἐκείνων, φησὶ, τῶν ἐρήμων ψυχῶν τὰς τῆς ἀσεβείας ἐκομί ζετό σοι διδάγματα, καὶ ἐδέχου αὐτὰ ἐν μουσικοῖς ὀργάνοις ἀνακρουομένοις τὴν ἡδεῖαν ἠχήν. "Καὶ ἐδίδους αὐτοῖς ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν." Οὐδὲν γὰρ παρὰ τῶν εἰδώλων λαμβάνουσιν οἱ τούτοις λα τρεύειν αἱρούμενοι, ἀλλὰ τὰ θεόσδοτα δῶρα τούτοις προσφέρουσι, παντοδαπὸν αὐτοῖς κόσμον περιτι θέντες. μγʹ. Καὶ εἶπον, Οὐκ ἐν τούτοις μοιχεύουσι, καὶ ἔργα πόρνης ταῦτα, καὶ αὐτὴ ἐξεπόρνευσεν; Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προ φήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶ ται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα. μδʹ. Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆ σαι ἀνομίαν. Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι. Μεταφέρει γοῦν λοιπὸν πρὸς
English
From those desolate souls, he says, you received the teachings of impiety, and you welcomed them on musical instruments struck with a sweet sound. "And you gave them bracelets on their hands, and a crown of boasting on their heads." For those who choose to worship idols receive nothing from them, but they offer to them the gifts given by God, adorning them with every kind of ornament. 43. And I said, Do they not commit adultery in these things, and are these not the works of a harlot, and has she herself played the harlot? For they said, he says, using the prophets as instruments, that your adultery is dared against lifeless things, and such practices are harlotries for you. 44. And they went in to her, in the manner that men go in to a harlot woman, so they went in to Oolla and to Ooliba, the lawless women, to commit lawlessness. For having thereafter obtained license from their transgression, as toward courtesan women and those exposed to all, so they entered into Samaria and Jerusalem, both the avenging demons of souls and the Chaldeans who had been taught their worship. He transfers, then, thereafter to
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:202 · narrative
Source
τούτους τὸν λόγον, καί φησι· μεʹ. Καὶ ἄνδρες δίκαιοι οὗτοι. Τὸ δίκαιοι τέ θεικεν, οὐ δικαιοσύνην αὐτοῖς μαρτυρῶν· ἀδικώτατοι γὰρ καὶ παρανομώτατοι, καὶ λίαν ὑπῆρχον δυσσεβέστατοι· ἀλλ' ἐκ παραθέσεως τῶν ταύτης ἀσεβημάτων τὸ δίκαιοι τέθεικεν, ἀντὶ τοῦ, σοὶ παρ εξεταζόμενοι δίκαιοι ὑπάρχουσι. Τοῦτο καὶ ἀνωτέρω πεποίηκε πρὸς τὴν Ἱερουσαλὴμ διαλεγόμενος· ἔφη γὰρ, "Καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας." Καὶ ἐνταῦθά φησιν, "Ἄνδρες δίκαιοι οὗτοι," τουτέστιν, ὑπὲρ σέ. "Καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδων, καὶ κρί σει ἐκχεουσῶν αἷμα, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν." Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δικαστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι· οὕτω πληρώσας τὸ αἰνιγματῶδες διήγημα, τὴν κατ' αὐτῶν ψῆφον ἐκφέρει. μ ʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνάγαγε ἐπ' αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν. μζʹ. Καὶ λιθοβοληθήτωσαν λίθοις ὄχλων, καὶ κατακεντείτωσαν αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν ἐν πυρί. Εἶτα τὴν ἐντεῦθεν ἐσομένην ἐπιδείκνυ σιν ὠφέλειαν. μηʹ. Καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν. Τούτων γὰρ, φησὶ, ταῦτα ὑπομενουσῶν, καὶ λίθοις, καὶ ξίφεσι, καὶ πυρὶ παραδιδομένων, πᾶσα πόλις ὠφέλειαν καρπώσεται, μανθάνουσα, οἷα τῆς ἀσεβείας τὰ ἐπίχειρα.
English
He calls them righteous in this word, saying: "These men are righteous." He has put "righteous" not as bearing witness to their righteousness—for they were most unjust and most lawless, and exceedingly most impious—but by way of comparison with her abominations he has put "righteous," in the sense of: when examined alongside you, they are righteous. This he also did above when speaking to Jerusalem; for he said, "And you justified your sisters in your sins, and in all your lawless deeds which you did." And here he says, "These men are righteous," that is, more than you. "And they shall execute judgment upon them with the judgment of adulteresses, and with the judgment of those who shed blood, because they are adulteresses, and blood is on their hands." They shall pay the penalty, he says, for murder and adultery, receiving their own lovers as judges, and they shall suffer the very things that adulterous women and murderers suffer. Having thus completed the enigmatic narrative, he pronounces the verdict against them. "Thus says the Lord Adonai: Bring up multitudes against them, and give among them tumult and plunder. And let them be stoned with the stones of crowds, and let them be pierced through with their own swords; they shall kill their sons and daughters, and burn their houses with fire." Then he shows the benefit that will come from this. "And I will turn away impiety from the land, and all the women shall be instructed, and they shall surely not do according to their impieties." For when these women, he says, endure these things and are handed over to stones, swords, and fire, every city will reap benefit, learning what are the wages of impiety.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:203 · narrative
Source
Γυναῖκας δὲ πάλιν ἐνταῦθα τὰς πόλεις ὠνόμασε. μθʹ. Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ πάσας τὰς ἁμαρτίας τῶν ἐπιθυμημάτων λήψεσθε, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Τοὺς τῆς ἀσεβείας ὑμῶν, φησὶ, κομιεῖσθε καρπούς· οὐ γὰρ ἀνάγκῃ ταύτην ἐδέξασθε, ἀλλὰ γνώμῃ καὶ πόθῳ· ἐκ δὲ τῆς τιμωρίας ὠφέλειαν μεγίστην τρυγήσετε τὴν τῆς ἐμῆς δεσποτείας ἐπίγνωσιν. Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ' ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ' οὗ τῷ Πα τρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΜΟΣ Ιʹ.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων· Υἱὲ ἀνθρώπου, γράψον σεαυ τῷ τὸ ὄνομα τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον. Ἐδίδαξεν ἡμᾶς τὸν χρόνον, καθ' ὃν τῇ Ἱερουσαλὴμ ὁ Βαβυλώνιος ἐπεστράτευσεν. Ἐκείνου δὲ τὴν πόλιν πολιορκοῦντος, ὁ προφήτης τοῖς ἤδη δορυαλώτοις γεγενημένοις προσημαίνει τὰ καταληψόμενα κακά.
English
Again here he has called the cities "women." 49. And your impiety will be given upon you, and you will receive all the sins of your desires, and you will know that I am the Lord. You will reap, he says, the fruits of your impiety; for you did not undertake this under compulsion, but by choice and desire; but from the punishment you will harvest the greatest benefit—the knowledge of my dominion. May it be ours to enjoy this, not being taught by the experience of evils, but perceiving the divine benefactions, and loathing the ungrateful disposition, and being renewed each day by divine remembrance, and being set aflame toward the love of God by the working of the all-holy Spirit, and awaiting the manifestation of our Lord Jesus Christ, with whom be glory to the Father, with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
VOLUME 10.
CHAPTER 24.
1, 2. And the word of the Lord came to me in the ninth year, in the tenth month, on the tenth day of the month, saying: Son of man, write for yourself the name of this day, from which the king of Babylon set out against Jerusalem, from this day. He has taught us the time at which the Babylonian campaigned against Jerusalem. And while he was besieging the city, the prophet foretells to those who had already been taken captive the evils that would overtake them.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:204 · narrative
Source
Διὸ καὶ τὸ ἀψευδὲς τῆς προφητείας ὑποδεικνὺς ὁ Δεσπότης, ἐπισημήνασθαι κελεύει τὴν ἡμέραν, καθ' ἣν ὁ πολέμιος τῇ πόλει προσβάλλειν ἤρξατο, ἵνα καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τοῦ τέλους τῶν πραγ μάτων μάθωσι, καὶ οἱ ἤδη αἰχμάλωτοι γενόμενοι, καὶ οἱ πολιορκούμενοι, ὡς ἄνωθεν ταῦτα περὶ αὐτῶν προεῖπεν ὁ Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν τῶν πολεμίων ἡττήθησαν ἰσχὺν, ἀλλὰ τῶν οἰκείων ἁμαρτημάτων τίνοντες δίκας. γʹ. Καὶ εἰπὲ ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα, παραβολήν. Μετὰ τὸ ἐπισημήνασθαι τὸν χρό νον, προστάττεται ὁ προφήτης παραβολικῶς καὶ αἰνιγματωδῶς τὰ συμβησόμενα τῇ πόλει διδάξαι, ἵνα διὰ τὴν ἀσάφειαν τῶν λεγομένων σπουδαιότεροι περὶ τὴν ἐρώτησιν οἱ ἀκροαταὶ γενόμενοι, ἀκριβέ στερον
μάθωσι τὰ θεῖα θεσπίσματα. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· (δʹ, εʹ) Ἐπίστησον τὸν λέβητα, ἐπίστησον, ἔκχεε εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐ τὸν διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέ λος καὶ ὦμον ἐκσεσαρκωμένα ἀπὸ τῶν ὀστῶν. Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. Λέβητα προσαγορεύει τὴν πόλιν· ὕδωρ δὲ ἐκχεόμενον τὰς παντοδαπὰς συμφοράς· καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν, τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμέ νους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς· ὀστᾶ δὲ ὑποκαιόμενα, τοὺς πενίᾳ συ ζῶντας προτέρους τῷ λιμῷ παραδοθέντας· πῦρ δὲ, τὸν Βαβυλώνιον καὶ τὴν τούτου παράταξιν. Τούτοις ἐπάγει·
English
Therefore the Master, demonstrating the truthfulness of the prophecy, commands that the day be marked, on which the enemy began to assault the city, so that both from the time and from the outcome of events they might learn—both those already made captives and those under siege—that God foretold these things concerning them from above, and that they were not defeated by the strength of the enemies, but were paying the penalty for their own sins. 3. And speak a parable against the house that provokes me. After marking the time, the prophet is commanded to teach in parabolic and enigmatic fashion the things that will befall the city, so that through the obscurity of what is said the hearers, having become more earnest in inquiry, might learn the divine oracles more accurately. And you shall say to them: Thus says Adonai the Lord: (4, 5) Set on the cauldron, set it on, pour water into it, and cast into it pieces cut in two, every good piece cut in two, leg and shoulder, fleshed from the bones. From choice cattle taken, and kindle the bones beneath them. He calls the city a cauldron; the water poured out, the manifold calamities; and the pieces cut in two, and legs and shoulders from choice cattle, those in prosperity and wealth and power—rulers and leaders and priests—delivered together to the calamities; the bones kindled beneath, those living in poverty, delivered first to famine; and the fire, the Babylonian and his array. To these he adds:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:205 · narrative
Source
"Ἐξέζεσεν, ἐξέζεσε, καί γε ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς." Τοῦ γὰρ πυρὸς, φησὶν, ἐμβληθέντος, τά τε ὑποκαιόμενα ὀστᾶ τῷ πυρὶ κατεδαπανήθη· τοῦ γὰρ λιμοῦ γεγένηται παρανάλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούντων δεχόμενοι προσβολάς. ʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν· οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος. Ἐδίδαξεν ἡμᾶς ἐνταῦθα, ὅτι καὶ ἄνω λέβητα τὴν πόλιν ὠνόμασεν, ἰὸν δὲ τοῦ λέβητος τὴν ἁμαρτίαν καλεῖ. Μεγίστη δὲ κατηγορία, ὅτι οὐδὲ τοσοῦτο πῦρ τῶν συμφορῶν τὸν τοῦ λέβητος ἰὸν ἐδαπάνησε. Τὸ δὲ "Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος," δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γεγενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξαπλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν· οἱ δὲ ταῦτα διαβάντες, ἢ πολεμοῦντες ἀνῃρέθησαν, ἢ πολιορκηθέντες ἐξηνδραποδίσθησαν· διδάσκει δὲ καὶ τῶν κακῶν τὴν αἰτίαν. ζʹ. Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐγένετο. Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας. Ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ, οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι αὐτὸν τὴν γῆν. (ηʹ) Τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν, ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς, ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ τοῦ μὴ καλύψαι αὐτό.
English
It has boiled, it has boiled, and indeed her bones are boiled in her midst." For, he says, when the fire was cast in, both the bones that were kindled by the fire were consumed; for it became a waste of famine, and those who escaped the assault of famine have come to the height of evils, receiving the assaults of those besieging them. 5. Therefore thus says Adonai the Lord: O city of bloods, a cauldron in which there is rust in it, and the rust has not gone out from it, it has brought it out according to its limb; no lot has fallen upon it. He taught us here that above too he named the city a cauldron, and he calls the sin the rust of the cauldron. And it is the greatest accusation that not even so great a fire of calamities consumed the rust of the cauldron. But "It has brought it out according to its limb, no lot has fallen upon it" shows that no one escaped the calamities brought upon them, nor were they allotted, some to destruction and some to salvation, as happened in the sieges that had already occurred before, but all without exception, some were handed over to famine, some to plague; and those who passed through these were either killed in war or, having been besieged, were enslaved; and he teaches also the cause of the evils. 7. Because her blood was in her midst. And these things, he says, they endure, paying the just penalty for their excessive bloodshed. I have set it upon a bare rock, I have not poured it out upon the earth, to cover it with the earth. (8) That wrath might rise up for vengeance, I have given her blood for vengeance; I have set it upon a bare rock so as not to cover it.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:206 · narrative
Source
Οὐ κατα καλύψω, φησὶ, τὰς ὑπ' αὐτῶν τολμηθείσας παρανο μίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ' ἐπὶ λείας βαλλόμενον πέ τρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατ ηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων. θʹ–ιβʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις τῶν αἱμάτων, καί γε ἐγὼ μεγαλυνῶ τὸν δαλόν. Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνα καύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, καὶ τὰ ὀστᾶ συμφρυγῇ. Καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας αὐτῆς κενή· ἐξήφθη ὅπως προσκαυθῇ, καὶ θερμανθῇ, καὶ ἐκφρυγῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ αὐτῆς ἡ ἀκαθαρσία αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς. Ταπεινωθῇ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς. "Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν," τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν. "Καὶ πληθυνῶ τὰ ξύλα," ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, "τὰ δὲ ἑψόμενα κρέα," τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω· καὶ οἱ μὲν ὑπὸ λιμοῦ δαπανηθῶσι, δίκην ὀστῶν συμφρυγόμενοι, οἱ δὲ ταῖς παντοδαπαῖς κατακαυθῶσι συμφοραῖς, καθ άπερ κρέα ἑψόμενα· τῇ δὲ πολλῇ τοῦ πυρὸς προσ βολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ' ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προσομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆναι. Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέντων, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη·
English
I will not cover up, he says, the lawless deeds they dared to commit, but I will set them bare and display them to all, like blood not poured out on the ground and swallowed up, but cast upon a smooth rock and kept continually, for the accusation of those who dared to pour it out. 9–12. Therefore thus says Adonai the Lord: O city of bloodshed, even I will magnify the torch. And I will multiply the wood and kindle the fire, so that the flesh may be melted away and the broth diminished and the bones burned together. And it shall stand empty upon her coals; it is set ablaze so that it may be burned further and heated, and her bronze be scorched, and her uncleanness be melted in her midst, and her rust fail. Her rust shall be brought low, and it shall not come out of her. I will magnify, he says, the torch, that is, I will increase the beginning of evils. And I will multiply the wood, instead of: I will supply many occasions and materials to the fire of evils, so that I may kindle this, and cause the flesh that is boiled, that is, the people in the city, to be melted away; and some are consumed by famine, burned together like bones, while others are burned up by manifold calamities, like flesh being boiled; and by the great assault of the fire the broth also shall be consumed, and every necessary need and occasion of relief, so that at last the bronze itself, conversing with the fire by itself, is melted away and consumed together with the rust. For when those who fought in defense of the city were defeated, it was from then on captured and made desolate, and given over to fire.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:207 · narrative
Source
ἀλλ' ὅμως, φησὶ, καὶ τοσούτων αὐτῇ προσπεσόντων κακῶν οὐκ ἀπηλλάγη τοῦ ἰοῦ, ἀλλ' ἔμεινεν ἐν αὐτῇ ἡ περὶ τὸ ἁμαρτάνειν ῥοπή. Διὸ ἐπάγει· Πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς. (ιγʹ.) Ἐν τῇ ἀκαθαρσίᾳ σου ζέμα. Σὺ, φησὶν, ἐν τῇ παρανομίᾳ σου τὴν ζέσιν
ταύτην καὶ τοῦ πυρὸς ἐξῆψας τὴν φλόγα· πολὺν γὰρ ἔσχες ἁμαρτημάτων ἰὸν, ὃς ἐπὶ τοῦ παρόντος γυμνωθεὶς αἰσχύνης ἀναπλησθήσεται. "Ἀνθ' ὧν ἐμιαίνου σὺ, καὶ οὐκ ἐκαθάρθης ἀπὸ ἀκαθαρσίας σου, καὶ οὐ μὴ καθαρθῇς οὐκ ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ἐν σοί." Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσα σθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας· εἶτα τὸ ἀψευδὲς τῶν εἰρη μένων δείκνυσι τῇ τοῦ προσώπου ποιότητι. ιδʹ. Ἐγὼ Κύριος λελάληκα. Καὶ τὸ ἀναντίῤῥητον τῶν ἐσομένων· "Καὶ ἥξει, καὶ ποιήσω· οὐ δια στελῶ, οὐ φείσομαι, καὶ οὐ μὴ παρακληθῶ." Οὐ γὰρ τοὺς μὲν ἐάσω, τοὺς δὲ παραδώσω, ἀλλὰ πάντας τοῖς ἠπειλημένοις ἐκδώσω κακοῖς. Ὑποδεί κνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας. "Κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Ἀδωναῒ Κύριος." Καὶ τὸ αὐτὸ πλατύτερον· "Διὰ τοῦτο ἰδοὺ ἐγὼ κρινῶ σε κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν." Ἐπίσημος, φησὶν, ἐπὶ κακίᾳ γεγένησαι· αἴτιον δέ σοι τῆς παρανομίας, τὸ τοῖς πονηροῖς ἀκο λουθεῖν λογισμοῖς· καὶ τοῦτο παρεδήλωσεν εἰρηκώς·
English
But nevertheless, he says, even when so many evils had fallen upon her, she was not freed from her poison, but the inclination to sin remained in her. Therefore he adds: Her poison is great; her poison shall be put to shame. (13.) In your uncleanness, a boiling. You, he says, in your lawlessness kindled this boiling and the flame of the fire; for you had a great poison of sins, which, being now laid bare, shall be filled with shame. "Because you were defiled, and were not cleansed from your uncleanness, and you shall no longer be cleansed, until I fulfill my wrath in you." For since you did not wish to heal your wounds through repentance, you shall not obtain pardon, nor shall you enjoy cleansing, until you pay the penalty for the things you transgressed; then he shows the truthfulness of what has been said by the character of the person. 14. I the Lord have spoken. And the incontrovertibility of what is to come: "And it shall come, and I will do it; I will not delay, I will not spare, and I will not be entreated." For I will not let some go and hand others over, but I will deliver all to the evils that have been threatened. And he indicates also the justice of the punishment. "According to your ways, and according to your thoughts I will judge you, says Adonai the Lord." And the same more broadly: "Therefore behold, I will judge you according to your thoughts, and according to your bloods I will judge you, the unclean, the renowned, and great in provoking to bitterness." You have become, he says, notable for wickedness; and the cause of your lawlessness was following evil thoughts; and this he indicated by saying:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:208 · narrative
Source
"Κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε." Πρότερον γὰρ λογιζόμενοι, εἴτε ἀγαθὰ, εἴτε κακὰ, καὶ τότε τὸ ἔργον τοῖς λογισμοῖς ἐπιφέρομεν. Ἐντεῦθεν ἐφ' ἕτερον εἶδος μεταφέρει τὴν προφητείαν, καί φησιν· ιεʹ–ιζʹ. Ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου· οὐ μὴ κόψῃ, οὐδὲ μὴ κλαύσῃς, οὐδ' οὐ μὴ ἔλθῃ σοι δάκρυα. Στέναξαι σιγῶν, στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστίν. Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν, οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρεσθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος. Διὰ γὰρ τῆς ὀσφύος τὴν τῆς παιδοποιΐας ἐπιθυμίαν ἐδήλωσεν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Λευῒ τὸν λόγον ποιούμε νος ἔφη· "Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντηκεν αὐτῷ Μελχισεδὲκ, καὶ ηὐλόγησεν αὐτόν." Διὸ καὶ ζωννύναι τὰς ὀσφύας κελευόμεθα, ἵνα τῆς ἐπιθυμίας ἀναστέλλωμέν τε καὶ ἀνα χαιτίζωμεν τὰς ὁρμάς. Δεῖξαι τοίνυν τὴν τοῦ πάθους ὑπερβολὴν βουλόμενος, εἰκότως ἔφη· Στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστί·" τουτέστι, τοῦ θανάτου ὁ στεναγμὸς καὶ τὸ πένθος περὶ τὴν ὀσφύν ἐστιν. Ἀλλ' ὅμως καὶ τοιαύτης οὔσης συμφορᾶς παρακελεύεται αὐτῷ μὴ θρηνεῖν· "Ἀνθρώπινον γὰρ πένθος οὐ ποιήσῃ." Εἶτα καὶ τὸν τρόπον διδάσκει·
English
According to your thoughts, and according to your bloods, I will judge you." For first we reason, whether good or evil, and then we bring the deed upon our reasonings. From here he transfers the prophecy to another kind, and says: 15–17. The word of the Lord came to me, saying: Son of man, behold, I take from you the desires of your eyes; you shall not cut yourself, nor shall you weep, nor shall tears come to you. Groan in silence; a groan of blood is the mourning of the loins. Desires, or thoughts, of the eyes—for some of the copies have it thus—he calls the wife of one's yoke, whose death the prophet is commanded neither to weep for nor to lament, but to groan in silence, and this while the mourning is about the loins. For through the loins he indicated the desire for childbearing; for thus also the divine Apostle, making his statement about Levi, said: "For he was still in the loins of his father when Melchizedek met him and blessed him." Therefore we are also commanded to gird our loins, so that we may check the desire and hold back its impulses. Wishing, then, to show the excess of the passion, he reasonably said: A groan of blood is the mourning of the loins—that is, the groan and mourning of death is about the loins. But nevertheless, even when the calamity is such, he exhorts him not to lament: "For you shall not make human mourning." Then he also teaches the manner:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:209 · narrative
Source
"Ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, καὶ οὐ μὴ παρακληθῇς ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ φαγῇ." Μηδὲν, φησὶν, ὧν εἰώθασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι' αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς τινος ἀπολαῦσαι. Ἔοικε δὲ ὁ προφήτης καὶ Ναζιραῖος εἶναι· "Ἔσται γὰρ, φησὶ, τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σέ." Καὶ ἄνω δὲ οὐκ οἶνον, ἀλλ' ὕδωρ πίνειν προσετάχθη· ἀμφότερα δὲ τῶν Ναζιραίων ἴδια. ιηʹ. Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ, ὃν τρόπον ἐνετείλατό μοι· καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι. Τύπον δέ τινα τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης πληροῖ. Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ Δεσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύσαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν· "Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν, καὶ ζῇν." Οὗ χάριν καὶ τῷ προφήτῃ σιγῇ στένειν παρακελεύεται·
English
Your hair shall be braided upon you, and your sandals shall be on your feet, and you shall not be comforted with their lips, and you shall not eat the bread of men." He says, do not endure to do any of the things that mourners are accustomed to do—neither to shear your head, nor to walk barefoot, nor to enjoy any consolation through what are called funeral feasts. And the prophet seems also to be a Nazirite; for he says, "Your hair shall be braided upon you." And above he was commanded to drink not wine but water; and both are peculiar to Nazirites. 18. And I spoke to the people in the morning, as he commanded me; and my wife died in the evening, and I did in the morning as I was commanded. And the prophet fulfills a certain type of the God of all. For since the Israelite people was joined to the Master in the rank of a bride, and was about to be delivered over thus to enslavement and slaughter, and the divine temple to be set on fire, the prophet gives a certain type of things to come; and when his wife died suddenly, he enjoins that he neither lament nor weep, nor assume a mourning appearance, nor enjoy a consolatory table, but groan in silence, showing that he himself will grant no kindness to those joined to him, yet will bring punishment upon them contrary to their will; "For he does not desire the death of the sinner, but that he turn and live." For this reason he also urges the prophet to groan in silence.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:210 · narrative
Source
διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολ λὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρα νομίας ὑπερβολὴν βιαζόμενος. ιθʹ–κδʹ. Καὶ εἶπε, φησὶ, πρός με ὁ λαός μου· Οὐκ ἀπαγγέλλεις ἡμῖν, τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; Καὶ εἶπον πρὸς αὐτούς· Λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων· Εἰπὲ πρὸς τὸν οἶκον Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼβεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυ γατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε. Καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε, οὔτε μὴ κλαύσητε· καὶ ἐντακήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐ παρακαλέσετε ἕκαστος τὸν ἀδελ φὸν αὑτοῦ. Καὶ ἔσται ὑμῖν Ἰεζεκιὴλ εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησε, ποίησετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Διὰ τῶν πραγμάτων ὑμῖν, φησὶ, τὴν προφητείαν ὑπέδειξα, καὶ ἐν ἐμαυτῷ τὰ ἐσόμενα ὑμῖν ἐσκιαγρά φησα. Ὥσπερ γὰρ ἐγὼ, τῆς ὁμόζυγος δεξαμένης τοῦ βίου τὸ τέλος, οὐδὲν ἐποίησα τῶν εἰωθότων ἐπὶ νε κροῖς ἐπιτελεῖσθαι, οὐ θρῆνον, οὐ δάκρυον, οὐ πένθιμον σχῆμα·
English
By this he signifies that he himself also endures against his will the calamities that come upon the people, having great goodness and, because of it, inclined toward loving-kindness, but being compelled to punish because of the excess of lawlessness. 19–24. And the people, he says, said to me: Will you not tell us what these things are that you are doing? And I said to them: The word of the Lord came to me, saying: Say to the house of Israel: Thus says Adonai the Lord: Behold, I am profaning my holy things, the pride of your strength, the desires of your eyes, and those for which your souls spare; and your sons and your daughters, whom you left behind, shall fall by the sword. And you shall do as I have done; you shall not be comforted from their mouth, and you shall not eat the bread of men. And your hair shall be upon your head, and your sandals upon your feet; you shall neither cut yourselves nor weep; and you shall waste away in your hearts, and you shall not comfort each one his brother. And Ezekiel shall be a sign to you; according to all that he has done, you shall do, when these things come, and you shall know that I am Adonai the Lord. Through the events, he says, I have shown you the prophecy, and in myself I have sketched out beforehand the things that shall befall you. For just as I, when my yokefellow received the end of her life, did none of the things customarily performed for the dead—neither lamentation, nor tear, nor mourning attire—
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:211 · narrative
Source
οὕτω καὶ ὑμεῖς, τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων σφαττομένων, καὶ τοῦ ἁγίου νεὼ βεβη λουμένου τῇ τῶν ἀνοσίων βαρβάρων εἰσόδῳ, ἐφ' ᾧ μέχρι τοῦ παρόντος ἐκομπάζετε καὶ μεγαλαυχούμενοι διετελεῖτε, καὶ πρὸς τούτοις μυρίοις ἑτέροις περι πειρόμενοι κακοῖς, οὐδὲ θρήνων ἄδειαν ἕξετε, οὐδὲ ποιῆσαι τὰ συνήθη συγχωρηθήσεσθε, οὐ κεφαλὴν ἀποκεῖραι, οὐχ ὑποδημάτων γυμνῶσαι τοὺς πόδας, οὐ ταῖς λιβάσι τῶν δακρύων τὸ βαρὺ τῆς λύπης ἀποφορτίσασθαι, οὐ παραμυθητικῆς ἀπολαῦσαι τρα πέζης, οὐκ ἄλλο τι τῶν συνήθων ἐπιτελέσαι. Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγένετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν. κεʹ–κζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω παρ' αὐτῶν τὴν ἰσχὺν αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν τῆς ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν, καὶ θυγατέρας αὐτῶν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζό μενον, καὶ λαλήσεις, καὶ οὐ μὴ κωφωθῇς οὐκ ἔτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Μὴ μόνον ἐπὶ τοῦ παρόντος ταῦτα αὐτοὺς διδάξεις·
English
Thus you too, when your sons and daughters are slaughtered and the holy temple is profaned by the entry of the impious barbarians—the temple in which you have boasted until now and in which you continued exulting and vaunting yourselves—and when you are tried by countless other evils besides, you will not even have leave for lamentation, nor will you be permitted to do the customary things: not to cut off the head, not to bare the feet of the shoes, not to unload the weight of grief in streams of tears, not to enjoy a consoling table, not to perform any other of the customary rites. And you will remember what was done by the prophet, and you will learn through the outcome of events that, just as the prophet became a portent and a sign for you, so through events he brought you a foretelling of what was to come. 25–27. And you, son of man, is it not on the day when I take from them their strength, the pride of their boasting, the desires of their eyes, and the lifting up of their soul, their sons and their daughters? On that day the one who is saved shall come to you, to announce it in your ears. On that day your mouth shall be opened to the one who is saved, and you shall speak, and you shall no longer be made mute, and you shall be a portent to them, and they shall know that I am Adonai the Lord. Not only in the present will you teach them these things.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:212 · narrative
Source
ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παρα δοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα δι δάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων· καὶ οὐ διὰ τὴν τῶν πολε μίων ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐμὴν δικαίαν ὀργὴν πεπόνθασιν. Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦν τας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
αʹ–εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπ' αὐτούς. Καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· Ἀκούσατε λόγονἈδωναῒ Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθη ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἰδοὺ
English
But when the prophecy has reached its fulfillment, and the holy things have been handed over to the impious barbarians, and their sons and daughters have been handed over to slaughter, and someone comes from there reporting what has happened, reminding them of the prophecy, do not endure to keep silent, so that they may learn that these things have happened because I willed and permitted them, and that they pay the penalty for their impieties; and they have suffered not through the strength of the enemies, but through my just anger. From here on, then, he turns the prophecy against those who dwell in the neighborhood of Israel and rejoice over them, and first he brings the sons of Ammon into the midst.
CHAPTER 25
1–5. And the word of the Lord came to me, saying: Son of man, set your face toward the sons of Ammon, and prophesy against them. And you shall say to the sons of Ammon: Hear the word of Adonai the Lord: Thus says Adonai the Lord: Because you rejoiced over my holy things, that they were profaned, and over the land of Israel, that it was destroyed, and over the house of Judah, that it went into captivity; therefore behold
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:213 · narrative
Source
ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὑτῶν ἐν σοὶ, καὶ δώ σουσιν ἐν σοὶ τὰ σκηνώματα αὑτῶν· αὐτοὶ φάγον ται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό τητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νο μὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὰς προβάτων, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατο λῶν ἡρμήνευσαν· εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος κατάγοντες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου πρὸς υἱοὺς Ἀμμών· Ἐπειδὴ ἐφήσθητε θεασάμενοι τὸν ἀφιερωθέντα μοι νεὼν ὑπὸ μιαρῶν καὶ ἀνοσίων ἀνθρώπων πατηθέντα, καὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἀφανισθεῖσαν, καὶ τὴν Ἰούδα φυλὴν αἰχμάλωτον γενομένην, ὑποχειρίους ὑμᾶς ποιήσω τοῖς πολλῷ τῶν Βαβυλωνίων ὑποδεεστέροις τε καὶ ἀσθενεστέροις, οἳ πολλαῖς σε περιβαλοῦσι συμφοραῖς, τὰς μὲν σκηνὰς ἐν ταῖς σαῖς πόλεσι καταπηγνύντες, τὰς δὲ τῶν καμήλων ἀγέλας ἐν τῇ σῇ καταβόσκοντες χώρᾳ, ὑμᾶς δὲ αὐτοὺς καθιστάντες νομέας προβάτων. Τούτων τοίνυν εἰς ὑμᾶς γιγνομένων, μαθήσεσθε ὡς οὐ διὰ τὴν ἐμὴν ἀσθένειαν πέπονθεν ὁ ἐμὸς λαὸς ἃ πέπονθεν, ἀλλὰ διὰ τὴν αὑτοῦ παρανομίαν. ʹ, ζʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐκρότησας τῇ χειρί σου, καὶ ἐψόφη σας τῷ ποδί σου, καὶ ἐπεχάρης τῇ ψυχῇ σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτε νῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρ παγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Ἀδωναῒ Κύριος.
English
I will hand you over to the sons of Kedem as an inheritance, and they will pitch their tents among you in your own allotted portion, and they will set up their tents among you; they themselves will eat your fruits, and they themselves will drink your fatness. And I will give the city of Ammon as pasture for camels, and the sons of Ammon as pasture for sheep, and you shall know that I am Adonai Lord. The other interpreters translated "sons of Kedem" as "sons of the East"; and these are by race descended from Ishmael. Therefore the God of all things says through the prophet to the sons of Ammon: Because you rejoiced when you saw the temple consecrated to me trampled by foul and impious men, and the land of Israel laid waste, and the tribe of Judah made captive, I will make you subject to those far inferior and weaker than the Babylonians, who will surround you with many calamities, pitching their tents in your cities, and grazing their herds of camels in your land, and appointing you yourselves as shepherds of sheep. When these things, then, happen to you, you shall learn that it was not because of my weakness that my people suffered what they suffered, but because of their own transgression. 7. Therefore thus says Adonai Lord: Because you clapped your hand, and stamped with your foot, and rejoiced in your soul over the land of Israel; therefore behold, I will stretch out my hand against you, and I will give you as plunder among the nations, and I will utterly destroy you from the peoples, and I will destroy you from the countries with destruction, and you shall know that I am Adonai Lord.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:214 · narrative
Source
Ἐπειδὴ γὰρ, φησὶν, ἐφηδόμενος καὶ ἐπευφραινόμενος τοῖς τοῦ λαοῦ μου κακοῖς, καὶ ταῖς χερσὶν ἐκρότεις, καὶ ψό φον διὰ τῶν ποδῶν ἀπετέλεις σκιρτῶν καὶ χορεύων, τούτου χάριν χαλεπώτερα πείσῃ, καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν ἐμὴν δεσποτείαν. Ἐν τεῦθεν ἐπὶ τὸν Μωὰβ, ἀδελφὸν ὄντα τοῦ Ἀμμὼν, καὶ ἀστυγείτονα, μεταφέρει τὴν προφητείαν. ηʹ–ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων αὐτοῦ, ἀπὸ τῶν ἀκροτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν οἶκον Βαιθιασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας τὴν Βαελμὼν καὶ τὴν Καριαθέμ. Τοὺς υἱοὺς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, καὶ δώσω αὐτὴν εἰς ἔξαρσιν, ὅπως μὴ γένηται μνεία υἱῶν Ἀμμὼν ἐν τοῖς ἔθνεσι. Καὶ ἐν Μωὰβ ποι ήσω ἐκδικήσεις, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Τὸν Σηεὶρ τῷ Μωὰβ συνῆψεν, ἐπειδὴ καὶ αὐτὸς τῶν γειτονευόντων ὑπῆρχε· Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας· ἐχρημάτιζε δὲ καὶ Ἐδὼμ, τὸ πυῤῥὸν ἢ τὸ ἐρυθρόν· τὸ Σηεὶρ δὲ, τὸ δασὺ καὶ τετριχωμένον. Ἀμφότερα δὲ ταῦτα εἶχεν Ἠσαῦ ὁ τοῦ Ἰακὼβ ἀδελφός. "Ἐξῆλθε γὰρ, φησὶν,ὁ πρῶτος πυῤῥός· ὅλος ὡσεὶ δορὰ, δασύς·" καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ περὶ αὐτοῦ πρὸς τὴν μητέρα.
English
For, he says, because you were glad and rejoiced at the evils of my people, and you clapped your hands, and made a noise with your feet, leaping and dancing, for this reason you will suffer harsher things, and through the very events you will learn my dominion. From here he transfers the prophecy to Moab, who is a brother of Ammon and a neighbor. 8–11. Thus says Adonai the Lord: Because Moab and Seir said, Behold, just as all the nations, so are the house of Israel and Judah; therefore behold, I will paralyze the shoulder of Moab from his cities, from his headlands, the choice land, the house of Beth-jeshimoth above the spring of the city by the sea, Baal-meon and Kiriathaim. The sons of Kedem I have given to the sons of Ammon as an inheritance, and I will give it for a lifting up, so that there be no remembrance of the sons of Ammon among the nations. And in Moab I will execute vengeance, and you shall know that I am the Lord. He joined Seir to Moab, since it too was among the neighbors; and he calls Seir those who derive their race from Esau; it was also called Edom, that is, the red or ruddy; and Seir, that is, the shaggy and hairy. Both of these Esau, the brother of Jacob, had. For, he says, the first came out red, all over like a skin, hairy; and the patriarch Jacob also said concerning him to his mother.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:215 · narrative
Source
"Ἔστιν Ἠσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος." Ἐπειδὴ τοίνυν, φησὶ, Σηεὶρ καὶ Μωὰβ ἐντρυφῶντες τοῖς τοῦ λαοῦ μου κακοῖς ἐτόλμησαν εἰπεῖν, ὅτι οὐδεμίαν ἔχει διαφορὰν ὁ ἐμὸς λαὸς πρὸς τὰ λοιπὰ ἔθνη, εἰς ἐμὲ δὲ αὕτη ἡ βλασφημία κεχώ ρηκεν, εἴπερ τοῖς τῶν ἄλλων ἐθνῶν εἰδώλοις παρα πλησίως ἀσθενῶν οὐκ ἠδυνήθην ἐπαμῦναί μου τῷ λαῷ· τούτου χάριν "Παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ τῶν πόλεων αὐτοῦ·" τουτέστι, τὴν ἰσχὺν αὐτῶν καταλύσω· οὐ μόνον δὲ τὰς ἐν ταῖς ἀκρωρείαις διακειμένας, ἀλλὰ καὶ τὰς παραλίας αὐτοῦ πόλεις ἀναστάτους ποιήσω. Παραλίας δὲ λέγει τὰς παρὰ τὴν νεκρὰν θάλασσαν διακειμένας· τῆς γὰρ ἄλλης θαλάσσης πόῤῥωθεν ᾤκουν οἱ Μωαβῖται. Λέγει δὲ καὶ τὰ τῶν πόλεων ὀνόματα, ὧν μέχρι τοῦ παρ όντος ὀλίγον μεμένηκε λείψανον· καὶ τὰ μέν ἐστι ταύτης τῆς Ἀραβίας, τὰ δὲ ἐκείνης. Προστίθησι δὲ, ὅτι καὶ τούτους τοῖς αὐτοῖς παραδώσει πολεμίοις, οἷς καὶ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἀμμὼν, καὶ ὅτι τῇ πείρᾳ μαθήσονται, ὡς δυνατός ἐστι Δε σπότης, ἐπαμῦναι μὲν δυνάμενος, διὰ δὲ τὴν τοῦ λαοῦ παρανομίαν τοῦτο ποιεῖν οὐκ ἀνεχόμενος. Διὸ ἐπήγαγε· "Καὶ
English
Esau my brother is a hairy man, but I am a smooth man. Since, then, he says, Seir and Moab, delighting in the evils of my people, dared to say that my people have no difference from the rest of the nations, and this blasphemy has reached me—if indeed, being weak like the idols of the other nations, I was unable to help my people—for this reason I paralyze the shoulder of Moab from his cities; that is, I will destroy their strength; and not only those situated on the heights, but I will also make desolate his coastal cities. And he calls coastal those situated beside the Dead Sea; for the Moabites dwelt far from the other sea. And he also gives the names of the cities, of which a small remnant has remained until the present; and some belong to this Arabia, and some to that. And he adds that he will hand these over to the same enemies as their brothers the sons of Ammon, and that by experience they will learn that the Master is mighty, able to help, but because of the transgression of the people not consenting to do this. Therefore he added: And
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:216 · narrative
Source
ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος." Οὕτω τὰ συμβησόμενα τῷ Μωὰβ προαγορεύσας, ἐπὶ τὸν Σηεὶρ, τὸν καὶ Ἐδὼμ, μεταφέρει τὸν λόγον ιβʹ–ιδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν ἐν μήνιδι ἐν τῷ οἴκῳ Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην ἀπ' αὐ τῶν· διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν καὶ Δαιδὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ δώσω τὴν ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Ἀδωναῒ Κύριος. Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰ κείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες· "Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ·" τούτου χάριν οὐχ ἑτέροις αὐτοὺς πολεμίοις παραδώσω, ἀλλ' αὐτῷ τῷ ὑπ' αὐτῶν ἠδικη μένῳ λαῷ μου, ὥστε διὰ τῆς παντελοῦς ἐρημίας μαθεῖν αὐτοὺς τῆς ἐμῆς δεσποτείας τὴν δύναμιν. Θαιμὰν δὲ πόλις τῆς Ἰδουμαίας, καὶ Δαιδὰν ὡσαύτως, τῶν ἀπὸ Χεττούρας γενομένων τῷ πατριάρχῃ Ἀβραὰμ, ἐπώνυμοι δὲ ἦσαν τῶν οἰκιστῶν. Ἐπλησίαζε δὲ ἡ Δαιδὰν τῇ Ἰδουμαίᾳ, καὶ συνεφώνει. Οὕτω τὰ κατὰ τούτους προαγορεύσας, ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν πρόῤῥησιν. Ἰδουμαῖοι γὰρ οὐκ ἀλλό φυλοι, τοῦ Ἰσαὰκ ὄντες ἀπόγονοι· οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατ άγοντες.
English
they shall know that I am the Lord." Having thus foretold what would befall Moab, he transfers the discourse to Seir, which is also Edom, verses 12–14. Thus says the Lord Adonai: Because Idumea took vengeance with vengeance in anger against the house of Judah, and bore malice, and exacted punishment from them; therefore thus says the Lord Adonai: And I will stretch out my hand against Idumea, and I will destroy from it man and beast, and I will make it desolate, and those pursued from Teman and Dedan shall fall by the sword. And I will give my vengeance upon Idumea into the hand of my people Israel, and they shall do in Idumea according to my anger, and they shall know my vengeance, says the Lord Adonai. For since they not only rejoiced in like manner with the Moabites and Ammonites, but also demonstrated their own wickedness by deeds, preserving that former anger: "For Esau," he says, "was hostile to Jacob because of the blessing with which his father blessed him"; for this reason I will not hand them over to other enemies, but to my people themselves, who were wronged by them, so that through complete desolation they might learn the power of my dominion. Teman is a city of Idumea, and Dedan likewise, named after the settlers, who were born to the patriarch Abraham from Keturah. And Dedan was near to Idumea, and was in agreement with it. Having thus foretold the things concerning them, he transfers the prophecy to the foreigners. For the Idumeans are not foreigners, being descendants of Isaac; nor indeed are the Ammonites and Moabites, who trace their lineage from Lot.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:217 · narrative
Source
Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σιδώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι· διαφερόντως δὲ ἀλλοφύλους ἡ θεία καλεῖ Γραφὴ Ἀσκαλωνίτας καὶ Γαζαίους, Γετθαίους τε καὶ Ἀκαρωνίτας, καὶ Ἀζωτίους, ἐπειδὴ τῇ τοῦ Ἰούδα φυλῇ συνημμένην εἶχον τὴν γῆν, καὶ λίαν ἦσαν ὅμοροι, καὶ πλησιόχωροι. Λέγει τοίνυν καὶ τὰ τούτοις συμβησόμενα. ιεʹ– ιζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν μήνιδι, καὶ ἐξανέστη σαν ἐκδίκησιν ἐπιχαίροντες ἐξ ὅλης ψυχῆς, τοῦ διαφθεῖραι κατ' ἔχθραν αἰώνιον. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκτενῶ τὰς χεῖράς μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω τοὺς Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν. Καὶ ποιήσω εἰς αὐτοὺς ἐκδικήσεις μεγάλας ἐν ἐλεγμοῖς θυμοῦ μου, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς. Καὶ τούτοις ὁμοίως τοῖς Ἰδουμαίοις μῆνιν ἐγκαλεῖ. Μνησικακήσαντες γὰρ, φησὶ, τῷ λαῷ μου, ὡς νενικηκότι καὶ τὴν οἰκείαν βασιλείαν κρα τύναντι, τὸν τῆς συμφορᾶς καιρὸν τιμωρίας καιρὸν ἐποιήσαντο, καὶ ἐπαναστάντες μυρία διέθεσαν αὐ τοῖς κακά· τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μήνιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους δια φθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς· ἵνα δι' ὧν ὑπομένουσι τῆς ἐμῆς δεσποτείας ἐπιγνῶσι τὴν δύναμιν. Ἡμεῖς δὲ μὴ ἀναμένωμεν διὰ τῆς τῶν κακῶν πείρας τὸν ἡμέτερον ἐπιγνῶναι Δεσπότην·
English
They were indeed foreigners—both Tyrians and Sidonians, and all the others who were their neighbors. But Scripture especially calls "foreigners" the Ascalonites and Gazites, the Gittites and Acaronites, and the Azotites, since they held the land adjoining the tribe of Judah and were very much borderers and neighbors. So he speaks also of what will befall them, verses 15–17. Thus says the Lord Adonai: Because the foreigners acted in wrath, and rose up for vengeance, rejoicing with their whole soul, to destroy out of eternal enmity. Therefore thus says the Lord Adonai: Behold, I will stretch out my hands against the foreigners, and I will utterly destroy the Cretans, and I will destroy the remnant who dwell along the coast. And I will execute great vengeance upon them in the rebukes of my wrath, and they shall know that I am the Lord Adonai, when I give my vengeance upon them. Against these too, just as against the Idumeans, he brings a charge of wrath. For, he says, having borne a grudge against my people, as though they had conquered and had established their own kingdom, they made the time of calamity a time of punishment, and rising up they inflicted countless evils upon them. For this reason I will exact from them the penalty for their wrath, and I will deliver them over to divinely sent plagues, and I will destroy the subjects together with their rulers, and I will give them over to inescapable evils, so that through what they suffer they may come to know the power of my dominion. But let us not wait to come to know our Master through the experience of evils.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:218 · narrative
Source
ἀλλὰ διὰ τῶν ἀεννάων αὐτοῦ δωρεῶν δεξάμενοι τὴν ἐπίγνωσιν, εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενώ μεθα, καὶ φύγωμεν τῆς μήνιδος τὸ πάθος, τοὺς ὀλεθρίους τούτου μαθόντες καρπούς· καὶ τὴν ἀποστο λικὴν φυλάξωμεν ἐντολὴν, μὴ ἀναμένοντες τῇ λύπῃ τῇ κατ' ἀλλήλων ἐπιδῦναι τὸν ἥλιον· ἀλλὰ πρὸ τῶν ἐκείνου δυσμῶν τὴν ὀργὴν κατασβέσωμεν. Οὕτω γὰρ καὶ τὴν καθ' ἡμῶν ὀργὴν τοῦ δικαίου κριτοῦ παύσο μεν, καὶ τὴν ἐράσμιον ἐκείνην καὶ τριπόθητον εὐ μένειαν καρπωσόμεθα· ἧς εἴη πάντας ἡμᾶς ἐπιτυ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. ΤΟΜΟΣ ΙΑʹ
ΚΕΦΑΛ. Κ ʹ.
αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, Εὖγε, συνετρίβη, ἀπόλωλε, τὰ ἔθνη ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται. Ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς Ἰεχονίου μὲν αἰχμαλωσίας, Σεδεκίου δὲ βασιλείας ἐν τῷ τετάρτῳ μηνὶ, ἐννάτῃ τοῦ μηνὸς, ἑάλω ὑπὸ τῶν Βαβυλωνίων ἡ Ἱερουσαλήμ. Πρὸ ὀλίγων τοίνυν ἡμερῶν τῆς ἁλώσεως, κελεύεται ὁ προφήτης κατὰ τῆς Τύρου τοὺς προφητικοὺς ποιήσασθαι λόγους. Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ. Ἐφήσθη δὲ καὶ αὐτὴ τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ, καὶ ὑπέλαβεν, ὅτι τῆς περιφανεστάτης ἐκείνης καταλυθείσης πόλεως, αὐτὴ τὸ κράτος κατὰ πάντων τῶν πλησιοχώρων ἐθνῶν ἀναδύσεται. γʹ– ʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὑτῆς, καὶ καταβαλοῦσι τὰ τείχη σου·
English
But through his ever-flowing gifts having received the knowledge, let us be grateful for his benefactions, and let us flee the passion of wrath, having learned its destructive fruits; and let us keep the apostolic commandment, not waiting for the sun to set upon our anger against one another; but before its setting let us extinguish our wrath. For thus we shall both stop the wrath of the righteous judge against us, and reap that desirable and thrice-longed-for serenity; may it be that we all attain it, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father be the glory, together with the Holy Spirit, unto the ages of ages. Amen. TOME 11
CHAPTER 20
1, 2. And it came to pass in the eleventh year, on the first day of the month, the word of the Lord came to me, saying: Because Tyre has said against Jerusalem, Aha, she is broken, she is destroyed, the nations have turned to me, she who was full is laid waste. In the eleventh year of the captivity of Jeconiah, and the fourth month of the reign of Zedekiah, on the ninth day of the month, Jerusalem was captured by the Babylonians. A few days, then, before the capture, the prophet is commanded to make his prophetic utterances against Tyre. For Tyre is called Sor in the local tongue. And she too rejoiced at the siege of Jerusalem, and supposed that, once that most illustrious city had been destroyed, she herself would rise up to dominion over all the neighboring nations. 3–. Therefore thus says Adonai the Lord: Behold, I am bringing upon Sor, and I will bring up against you many nations, as the sea rises with its waves, and they shall cast down your walls;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:219 · narrative
Source
Καὶ καθελοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ τῆς θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος, καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι Καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος. Τὴν τῶν Βαβυλωνίων αὐτῇ στρατείαν ἀπειλεῖ διὰ τούτων· λέγει δὲ, καὶ τοὺς περιβόλους αὐτῆς κατα λυθήσεσθαι, καὶ ἔρημον αὐτὴν γενήσεσθαι, ὥστε ἐοικέναι πέτραις τισὶ λείαις, αἷς τὰς σαγήνας ἐξαπλοῦν εἰώθασιν οἱ ἁλιεῖς. Λέγει δὲ καὶ τὰς ὑπηκόους αὐτῇ πόλεις καὶ κώμας ἀναστάτους ἔσεσθαι· ταύτας γὰρ θυγατέρας αὐτῆς ὀνομάζει. Σημαίνει δὲ καὶ τὸ ἀπὸ τῶν συμφορῶν κέρδος· ζʹ, ηʹ. Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγὼ Κύριος. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼἄγω ἐπὶ σὲ, Σὸρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βοῤῥᾶ· βασιλεὺς βασιλέων ἐστὶ, μεθ' ἵππων καὶ ἁρμάτων, καὶ ἱππέων, καὶ ἀγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Οὗτος τὰς θυ γατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει σε, καὶ βαλεῖ σοι τάφρον, καὶ περιοικοδομήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὑτοῦ ἀπέναντί σου δώσει. – Προφυλακὴν καλεῖ τὰ ὁρμητήρια, ἃ οἰκοδομεῖν εἰώθασιν οἱ ἐπιόντες πολέμιοι, ὥστε καὶ τὰ ἔξω ληΐζεσθαι, καὶ σπάνει τῶν ἀναγκαίων τοὺς πολιορκουμένους φθείρεσθαι· περιοικοδομεῖν δὲ τὰ οἰκοδομούμενα ἔξωθεν ὑπὸ τῶν πολεμίων τείχη καλεῖ.
English
And they shall tear down your towers, and I will winnow her dust from her, and I will make her a bare rock. She shall become a drying-place of nets in the midst of the sea, because I have spoken, says Adonai the Lord, and she shall become a spoil to the nations. And her daughters who are in the plain shall be slain with the sword, and they shall know that I am the Lord. By these words he threatens her with the campaign of the Babylonians; and he says that her walls also shall be destroyed, and that she shall become desolate, so as to resemble certain smooth rocks, on which fishermen are accustomed to spread out their nets. And he says also that the cities and villages subject to her shall be laid waste; for these he calls her daughters. And he signifies also the gain that comes from the calamities. 7, 8. For they shall know, he says, that I am the Lord. Because thus says Adonai the Lord: Behold, I am bringing against you, Tyre, Nebuchadnezzar king of Babylon from the north; he is a king of kings, with horses and chariots, and horsemen, and the gathering of very many nations. He shall slay your daughters who are in the plain with the sword, and he shall set a guard against you, and shall build around you, and shall cast up a trench against you, and shall build around you a palisade in a circle, and a surrounding of weapons, and he shall set his spears opposite you. – He calls a guard the bases of operations, which invading enemies are accustomed to build, so as both to plunder the things outside and to destroy the besieged by scarcity of necessities; and he calls building around the walls that are built outside by the enemies.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:220 · narrative
Source
Προσθήσει δὲ, φησὶ, τῇ περιτειχίσει ταύτῃ χαρακώματα, καὶ τάφρους, καὶ χώματα, ὥστε μηδένα μὲν ἐξιέναι τολμᾷν, ῥᾳδίως δὲ παντοδαπὰ ἀκοντί ζεσθαι βέλη. Εἶτα ἐπάγει· θʹ–ιδʹ. Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις ἑαυτοῦ. Ἀπὸ τοῦ πλή θους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ, καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ, σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευομένου εἰς πόλιν ἐκ πεδίου. Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὑτοῦ καταπατήσουσι πάσας τὰς πλατείας σου· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. Καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ. Καὶ κατα λύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. Καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, καὶ οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ἀληθῆ, φησὶ, πάντα τὰ ὑπ' ἐμοῦ προαγορευόμενα. Ὡς ἀψευδῆ τοίνυν δέξαι τὴν πρόῤῥησιν, ὅτι καὶ τὰ τείχη σου καθελοῦσιν οἱ Βαβυλώνιοι, καὶ τὰς οἰκίας σου καταλύσαντες τὰς πλη σιαζούσας, αὐτὰς ἐκ τῶν λίθων ἐμπλήσουσι· τοσοῦ τος δὲ ἔσται τῶν ἵππων καὶ τῶν ἁρμάτων ὁ κτύπος, ὡς δοκεῖν σεισμῷ τινι κατασείεσθαι τὴν πόλιν. Καὶ τὰ ὑπάρχοντά σου ληΐσονται, τοὺς δὲ οἰκήτοράς σου
English
He will add, it says, to this wall both palisades and trenches and embankments, so that no one dares to go out, and all kinds of missiles are easily hurled. Then he adds: “Your walls and your towers he will tear down with his own weapons. From the multitude of his horses their dust will cover you, and at the sound of his horsemen and of the wheels of his chariots your walls will shake, when he enters your gates, as one enters a city from the plain. With the hooves of his horses they will trample all your broad streets; your people he will destroy with the sword, and the foundation of your strength he will bring down to the ground. And he will plunder your power, and despoil your possessions, and throw down your walls, and tear down your desirable houses, and your stones and your timbers and your dust he will cast into the midst of the sea. And he will destroy the multitude of your musicians, and the sound of your harps shall no longer be heard. And I will make you a bare rock; you shall be a drying-place of nets, and you shall no longer be built, because I have spoken, says Adonai the Lord.” All things, it says, that are foretold by me are true. Receive, then, the prediction as free from falsehood, that the Babylonians will both tear down your walls and, having destroyed your houses that are near, will fill them up from the stones themselves; and so great will be the crash of the horses and chariots that the city will seem to be shaken by some earthquake. And they will plunder your possessions, and your inhabitants
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:221 · narrative
Source
ἐξανδραποδίσουσι· τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σαγήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέτραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι. Τὸ δὲ, "Οὐκ ἔτι οὐ μὴ οἰκοδομηθήσῃ," ἐκ τῆς τοῦ μακαρίου Ἡσαΐου τοῦ προφήτου μαθησόμεθα προφητείας. Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε· "Καταλει φθήσεται γὰρ, φησὶ, Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνον βασιλέως ἑνὸς, ὡς χρόνον ἀνθρώπου· καὶ ἔσται, μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἔσται ἡ ἐμπορία αὐτῆς ἁγία τῷ Κυρίῳ," καὶ τὰ ἑξῆς. Τὸ τοίνυν, "Οὐ μὴ οἰκοδομηθήσεται," τὴν τῶν τρόπων μεταβολὴν αἰνίττεται· ὅτι κατὰ τὴν προτέ ραν ἀσέβειαν οὐκ οἰκοδομηθήσεται, ἀλλ' ἑτέραν καὶ ἄντικρυς ἐναντίαν οἰκοδομὴν λήψεται, ἥτις, κατὰ τὸν προφήτην Ἡσαΐαν, ἁγία ἔσται τῷ Κυρίῳ. Καὶ μαρ τυρεῖ τὰ πράγματα, καὶ ἡ νῦν κρατοῦσα εὐσέβεια. Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιεʹ, ι ʹ. Ὅτι τάδε λέγει Κύριος τῇ Σόρ·
English
They will enslave them. Such great desolation will come upon you that fishermen will dry their soaked nets in you, and what they are accustomed to do on the smooth rocks near the sea, this they will do in you because of the great desolation. But the words "You shall no longer be built" we shall learn from the prophecy of the blessed prophet Isaiah. For that prophet also foretold grievous things for Tyre, but he limited the grievous things to a certain fixed time: "For Tyre shall be left, he says, seventy years, as the time of one king, as the time of a man; and it shall be, after the seventy years, that God will visit Tyre, and it shall again be restored to its former state, and it shall be a marketplace for all the kingdoms of the world, before the face of all the earth, and its merchandise shall be holy to the Lord," and the rest. Therefore "It shall not be built" hints at a change of ways: that according to its former impiety it shall not be built, but shall receive another and directly opposite building, which, according to the prophet Isaiah, shall be holy to the Lord. And the facts bear witness, and the piety that now prevails. For from its former superstition and its error concerning idols, having turned to God, it received the light of the knowledge of God. 15, 10. For thus says the Lord to Sor:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:222 · narrative
Source
Μὴ οὐχὶ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ στενάξαι τραυματίας σου, ἐν τῷ ἀναιρεθῆναι μαχαίραις ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι, Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὑτῶν πάν τες ἄρχοντες τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὑ τῶν, καὶ τὸν ἱματισμὸν αὑτῶν τὸν ποικίλον ἐκ δύσονται; ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθιοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑ τῶν, καὶ στενάξουσιν ἐπὶ σέ; Ἐπίσημος ἦν ἡ Τύρος ἀνέκαθεν, οὐκ ἐν τῇ Ἀσίᾳ μόνον, ἀλλὰ καὶ ἐν Εὐρώπῃ· ἀναγκαίως τοίνυν καὶ ἡ προσπεσοῦσα αὐτῇ συμφορὰ γνώριμος ἐγένετο. Ταύτην δὲ, φησὶ, μαθόν τες οἱ τὰς νήσους οἰκοῦντες ἐκδειματωθήσονται, καὶ οἱ τούτων δὲ βασιλεῖς ἐξ ἀθυμίας καὶ ἀχθηδόνος, καὶ τῶν διαδημάτων τὰς κεφαλὰς γυμνώσουσι· ταῦτα γὰρ μίτρας ἐκάλεσε· καὶ τὴν πολυτελῆ ἐσθῆτα ἐκ δύσονται, καὶ πένθιμον ἀναλήψονται σχῆμα, τὰ αὐτὰ πείσεσθαι προσδοκῶντες. Τοῦτο γὰρ ἐσήμανεν εἰρη κώς· "Καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν." Οὕτω δὲ αὐτοὺς ἀνιάσει ἡ τῶν σῶν κακῶν ἀγγελία, ὅτι καὶ θρῆνον ἐπὶ σοὶ λήψονται, καὶ ἐροῦσι· ιζʹ, ιηʹ. Πῶς ἀπώλου, καὶ κατελύθης ἐκ θα λάσσης, ἡ πόλις ἡ ἐπαινετὴ, ἥτις ἐγενήθη ἰσχυρὰ ἐν τῇ θαλάσσῃ, αὐτὴ, καὶ οἱ κατοικοῦντες αὐτήν; ἡ δοῦσα τὸν φόβον αὑτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ' ἡμέρας πτώσεώς σου, καὶ ταραχθήσονται αἱ νῆσοι ἀπὸ τῆς ἐξουσίας σου ἐν τῇ θαλάσσῃ. Λογιζό μενοι, φησὶ, τὴν προτέραν ἐξουσίαν σου, καὶ τὴν ἐπὶ τοῦ παρόντος καταλαβοῦσάν σε συμφορὰν θεωροῦντες, σὲ μὲν θρηνήσουσι τὴν πάλαι πολυθρύλλητον καὶ περιβόητον·
English
Will not the islands be shaken at the sound of your fall, when your wounded groan, when they are slain by the sword in your midst? And all the rulers of the nations of the sea will come down from their thrones, and they will take the mitres from their heads, and they will put off their embroidered clothing; they will be astonished with astonishment, they will sit upon the ground, and they will fear their own destruction, and they will groan over you? Tyre was renowned from of old, not only in Asia but also in Europe; necessarily, therefore, the calamity that befell it also became known. Learning of this, says he, those who dwell in the islands will be terrified, and their kings, out of despondency and distress, will bare their heads of their diadems—for these he called mitres—and they will put off their costly clothing and assume the garb of mourning, expecting to suffer the same things. For this is what he indicated by saying, "And they will fear their own destruction." So greatly will the report of your evils grieve them that they will even take up a lamentation over you and say: How you are destroyed and brought to ruin from the sea, O praiseworthy city, which became strong in the sea, you and those who dwell in you; you who gave your terror to all who dwell in you. And the islands will fear from the day of your fall, and the islands will be troubled at your authority in the sea. Reckoning, says he, your former authority, and beholding the calamity that has now overtaken you, they will lament you, who were of old much talked of and renowned.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:223 · narrative
Source
τὰ δὲ κατὰ σφᾶς αὐτοὺς μεριμνήσουσι, δεδοικότες μὴ τοῖς αὐτοῖς περιπέσωσιν. ιθʹ, κʹ. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ὅτανδῶ σε πόλιν ἠρημωμένην, ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ καλύψει σε ὕδωρ πολύ. Καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς. – Ἄβυσσον ἐκάλεσε τοῦ Βαβυλωνίου τὴν στρατείαν διὰ τὸ πλῆθος. Ἐπειδὴ γὰρ καὶ αὐτὴ περίῤῥητός ἐστι, καὶ νῆσος ἐμφερὴς, πᾶσα μὲν ἔνδον ἐν τῇ θαλάττῃ κειμένη, μίαν δὲ ἀπὸ γῆς εἴσοδον ἔχουσα, ἁρμοδίως ἐχρήσατο τῇ τροπῇ, ὕδωρ πολὺ καὶ ἄβυσσον καλέσας τῶν πολεμίων τὸ πλῆθος. Τὸ δὲ, "Καταβιβάσω πρὸς τοὺς καταβαίνοντας εἰς βό θρον πρὸς λαὸν αἰῶνος·" τὸν θάνατον σημαίνει, ὑφ' ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες. Λαὸν τοίνυν αἰῶνος τοὺς νεκροὺς ὠνό μασε. Τὸ δὲ, "Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς," τὸ ψαλ μικὸν ἐκεῖνο δηλοῖ. "Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν
English
But they will be anxious about their own affairs, fearing lest they fall into the same things. 19, 20. For thus says Adonai the Lord: When I make you a desolate city, like the cities that shall not be inhabited, when I bring up the abyss against you, and much water covers you. And I will bring you down to those who go down into the pit, to a people of old, and I will settle you in the depths of the earth, as an eternal desert, with those who go down into the pit, so that you may not be inhabited, nor rise upon the land of the living. He called the army of the Babylonian an abyss because of its multitude. For since that place is also famous and like an island, lying entirely within the sea, and having one entrance from the land, he fittingly used the figure, calling the multitude of the enemies much water and an abyss. And the phrase, "I will bring you down to those who go down into the pit, to a people of old," signifies death, under which all who pass through this present age complete their course. Therefore he called the dead a people of old. And the phrase, "that you may not rise upon the land of the living," indicates that saying from the Psalms: "Therefore the ungodly shall not rise in judgment, nor sinners in
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:224 · narrative
Source
βουλῇ δικαίων." Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται· ταύτην δὲ ὁ μακά ριος Δαβὶδ χώραν ζώντων ὀνομάζει. "Ὅτι ἐῤῥύσατο γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν. "Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον." Ἀπει λεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλω νίου τὴν ἔφοδον, καὶ τὸν δι' ἐκείνου γενόμενον ὄλεθρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά. Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει· καʹ. Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος. Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύμα τος ἠξιώθησαν· οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγονται· πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα. Κἂν εὕρω μεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ· "Ζητηθήσῃ, καὶ οὐχ εὑρε θήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος·" οὐ δια φωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ' ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν.
English
by the counsel of the righteous. But the Tyrians who lived at that time, being impious, will not rise into the land of life; and blessed David calls this the land of the living. For he says, "For he has delivered my soul from death, my eyes from tears, and my feet from slipping, that I may be well-pleasing before the Lord in the land of the living." And the Lord in the holy Gospels makes this same distinction. For he says, "These will rise to eternal life, and these to punishment and eternal shame." He threatens, therefore, both those who at that time inhabited Tyre, living in impiety, not only with the approach of the Babylonian and the destruction brought about by him, but also with grievous and painful things in the life to come. For what is more grievous than not to rise into the land of life? To these he adds: 29. I will give you to destruction, and you shall exist no more, and you shall be sought, and you shall not be found forever, says Adonai the Lord. All the divine prophets and the holy apostles were deemed worthy of the same Spirit; they do not, therefore, speak things contrary to one another; for the Holy Spirit is the Spirit of truth. And if the divine prophets were deemed worthy of the same Spirit, and the Holy Spirit is the Spirit of truth, the oracles of the blessed prophets are in agreement. And even if we find the desolation of Tyre limited in the prophet Isaiah, and hear the prophet Ezekiel saying to Tyre, "You shall be sought, and you shall not be found forever, says Adonai the Lord," we shall not say that the prophets disagree, but from the idioms of Scripture we shall resolve the question.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:225 · narrative
Source
Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν ἡ θεία Γραφή. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον· "Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσ ώπου σου." Καὶ μὴν ὁ αὐτός φησιν· "Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος." Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε. Τὸ οὖν, "Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα," τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα· ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαΐου τοῦ προφήτου. Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν. Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν· ἐκείνη μὲν γὰρ ἦν δυσσε βής· ἡ δὲ μετ' ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί. Εἴτε οὖν κατὰ τὸ ῥητὸν βού λεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον· εἴτε εἰς τὸ βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ' ἄντικρυς ἐναντίαν ἐκείνῃ.
English
For divine Scripture often calls even a short time an "age." Such is what was said by blessed David: "Our age is for the light of your face." And indeed the same man says: "The days of our years in them are seventy years, but if in strength, eighty years, and the greater part of them is toil and pain." And so, knowing the human life to be of such length, he called it an age. Therefore, "You shall not be found in the age," that is, in the age of desolation appointed for you; and a period of seventy years was appointed for it through Isaiah the prophet. But if someone wishes to understand the passage in a more spiritual way, he will find the prophecy true in this way as well. For if anyone seeks Tyre, he will not find that former Tyre; for that one was impious, but the one that flourished and blossomed after the one that was laid waste is seen to be pious, illumined by the light of the knowledge of God. Whether, then, one wishes to understand the prophecy according to the literal sense, he will find the appointed time called an age; or whether one wishes to dive into the depth, he will find again that Tyre is not that Tyre, but directly the opposite of that one.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:226 · narrative
Source
ΚΕΦΑΛ. ΚΖʹ.
αʹ–γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε ἐπὶ Σὸρ θρῆνον. Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν. Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερ βολὴν σημαίνει τὰ εἰρημένα. Διδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέρον τας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμένους. Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρα κελεύεται πόλιν· παραδηλῶν τὴν διάθεσιν, ᾗ κεχρη μένος ἐκόλαζε. Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Σόρ· Σὺ εἶπας· Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. (δʹ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ. Τὸ ἀγνῶμον αὐ τῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον· παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο· τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσ γενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν· ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ· οὕτω δὲ τὰ εἴδωλα ἡ θεία
English
CHAPTER 27
1–3. And the word of the Lord came to me, saying: And you, son of man, take up a lamentation over Tyre. And you shall say to Tyre, which dwells at the entrance of the sea, to the marketplace of the peoples from many islands. What is said indicates an excess of God's love for humanity and goodness. And the word also teaches us, bringing some discipline upon those who sin, that we should not do this with any hostility or hatred, but rather sympathizing and grieving greatly. For he himself, judging justly and most righteously, commands the prophet to lament the city that is being punished, thereby indicating the disposition with which he was punishing. Thus says Adonai the Lord to Tyre: You said: I have put beauty upon myself. (4.) In the heart of the sea, to Beelim. By these words he convicts her ingratitude and arrogance; for having received the occasions of her comeliness from God, she became ungrateful toward the provider of good things, and she ascribed the abundance of good things that came to her to her own wisdom and power, and she attributed it also to Beelim. Thus the idols [were] the divine...
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:227 · narrative
Source
προσαγορεύει Γραφή. Διπλῆ τοίνυν ἡ ἀσέβεια· οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περι θεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τού των τὴν χορηγίαν τετόλμηκεν. Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί. εʹ, ʹ. Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος. Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθη σαν. Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου. Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά. Ἀπαριθμεῖται τοίνυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες· τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος· τὰς δὲ οἰκοδο μίας ἀπὸ τοῦ Σανείρ. Τούτοις ἐπάγει· "Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ." Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν· τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ. Εἰ δὲ καὶ περὶ τῶν. εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός. Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ "οἴκους ἀλσώδεις," τουτέστι, σανίσι κεκαλυμμένους· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε. Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους· "Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χεττιείμ." Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους. Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός·
English
Scripture calls it. The impiety, then, is twofold: for it not only was ignorant of the Giver of good things, but also dared to ascribe the provision of these things to utterly powerless beings, which cannot even put sensible beauty around themselves. Then it recounts how many and what kind of gifts it enjoyed, and from how many nations the sources of its wealth were offered to it. 5. Your sons put beauty around you. A cedar from Sanir was built for you; planks of cypress from Lebanon were taken for you, to make masts of fir; from Bashanitis they made your oars. These are mountains productive of various woods. It enumerates, then, the things brought to it from every side, and that you cut the masts from Lebanon and carried them, and the oars from Bashanitis, and the buildings from Sanir. To these it adds: "Your sanctuaries they made of ivory, wooded houses from the islands of the Chettieim." Instead of "your sanctuaries," the other translators have set "your horn," following the sequence of what was said before; for to the mast and the oars the horn also follows. But if it be said also concerning the idols, it is nothing unlikely. For it made, it says, ivory idols, and "wooded houses," that is, covered with planks; for thus Aquila also interpreted it. And indicating the preciousness of the woods, it also signified their places: "For you brought these things, it says, from the islands of the Chettieim." And it calls the Greek islands Chettieim. For God also says through Jeremiah:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:228 · narrative
Source
"Διέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί." Καὶ διὰ μὲν τοῦ Κηδὰρ τὰ πρὸς ἕω ἔθνη δια κείμενα δηλοῖ· διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς. Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέ χρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, ὃ δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν· ἡ δὲ Κύπρος ἐκράτει κατ' ἐκεῖνον τὸν καιρὸν τῶν νήσων. Διὸ τὰς νήσους τὰς Ἑλληνικὰς Χεττιεὶμ ὀνομάζει. Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο. Τούτοις ἐπιφέρει· ζʹ. Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε· ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου. Ἡ Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς· δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα. Ἡ δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακινθίνην περικείμενα χροιάν· Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ. ηʹ. Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου. Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου, ἀλλ' οἱ γείτονές σου. Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως· Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στό λον, τὰς σὰς ἐρέττοντες ναῦς· οἱ δὲ παρὰ σοὶ ἐπιστή μονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν.
English
Go to the islands of the Kittim and see, and send to Kedar and consider carefully, whether such things have happened, whether nations will exchange their gods, and they are not gods." By Kedar he indicates the nations situated toward the east, and by the Kittim those toward the west. The city of Kition is in Cyprus, and to the present day it is so named; when aspirated, according to the idiom of the Hebrews, it shows the kinship of the Kittim. And Cyprus at that time held sway over the islands. Therefore he names the Greek islands Kittim. From these islands, he says, the precious things of your wood were brought to you. To these he adds: 7. Fine linen with embroidery from Egypt became your couch, to give you glory and to clothe you; blue and purple from the islands of Elishah became your coverings. Egypt, he says, offered you couches of every kind and variety—he means the carpets and the other things brought from there. And Greece sent you coverings of every kind, some dyed with purple, others wrapped in the color of blue; for he calls Greece Elishah. 8. And your rulers who dwell in Sidon, and the Aradians, became your rowers. The Hebrew and the Syriac do not have "your rulers," but "your neighbors." But so that we may also understand the interpretation of the Seventy, let us receive it thus: that your former rulers, the Sidonians, now together with those who dwell in Arad, fill up your naval force, rowing your ships; and those among you who are skilled fulfill the office of the helmsman.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:229 · narrative
Source
Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου. (θʹ.) Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗ τοι ἐνίσχυον τὴν βουλήν σου. Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον. "Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν." Πανταχόθεν, φησὶ, συνέῤῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνούμενοι· τοῦτο γὰρ σημαίνει τὸ "ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου·" καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες. Τὸ γὰρ, ἐπὶ δυσμὰς δυ σμῶν, τοῦτο σημαίνει· οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτι κώτεροι. ιʹ, ιαʹ. Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί· οὗ τοι ἔδωκαν τὴν δόξαν σου. Υἱοὶ Ἀραδίων, καὶ ἡ δύναμίς σου,
English
For your wise men, he says, O Tyre, who were in you, these were your pilots. (9) The elders of Byblos, and their wise men, who were in you, these strengthened your counsel. They did not strengthen their own city, but offered to you the best counsels and advices. "And all the ships of the sea, and their rowers, were in you, trading in your commerce, and they became for you upon the west of the west." From everywhere, he says, merchants were streaming together, some selling, some buying; for this is what "trading in your commerce" means; and not only those near you put in at the harbors, but also those who dwell in the very farthest reaches of the west. For "upon the west of the west" means this: not only, he says, those who dwell to your west, but also those more western than they. (10, 11) Persians, and Libyans, and Lydians were in your power, your warriors, who hung shields and helmets in you; these gave your glory. The sons of the Arabians, and your power,
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:230 · narrative
Source
ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν. Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες· τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. Διηγησάμενος τὰς τῶν ξύλων διαφορὰς, τῆς ἐσθῆτος τὰς ποικιλίας, τοὺς ναύτας καὶ κυβερνήτας, τοὺς τὸ πρακτέον ὑποδεικνύντας συμβούλους, τοὺς πανταχόθεν ἀφικνουμένους ἐμπόρους, ἀπαριθμεῖται καὶ τὸν στρατιωτικὸν κατάλογον, ἐξ ἐθνῶν μὲν διαφόρων καὶ τὰ πολιτικὰ δεδιδαγμένων ὁρμώ μενον, Περσῶν, καὶ Λυδῶν, καὶ Λιβύων, Ἀραδίων τε, καὶ Μήδων. Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας. Πέλτη δέ ἐστιν ἡ μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέ μοις ἐπιφέρονται· ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες. ιβʹ. Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου. Τὴν Καρχηδόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος Θαρσὶς ὀνομάζει· διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλ λευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν. ιγʹ. Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου. Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι. ιδʹ. Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου. Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, ἡ Φρυγία σοι ἔπεμπεν·
English
They were on the walls all around. But also the Medes were in your towers as guards; they hung their quivers on your shoulders all around; these perfected your beauty. Having recounted the differences of the woods, the varied colors of the clothing, the sailors and pilots, the counselors who show what must be done, the merchants who arrive from everywhere, he also enumerates the military roll, coming from different nations and those instructed in civil affairs—Persians, and Lydians, and Libyans, and Aradians, and Medes. He speaks also of the kinds of full armor: quivers, and peltai, and helmets. A pelte is the small shield which the light-armed troops carry in wars; this is used also by those who perform the pyrrhic dance. (12) The Carthaginians were your merchants, from the abundance of all your power; they gave silver, and gold, and bronze, and iron, and tin, and lead for your market. Carthage (it is the metropolis of what was formerly called Libya, but now Africa), both the Syrian and the Hebrew call Tharsis; and through the metropolis he indicated the trade of the materials mined there, brought from the whole nation. (13) All Greece, and the regions extending alongside it, traded in you in human lives, and they gave vessels of bronze for your market. Slaves, he says, and vessels of bronze were brought to you from Greece and the neighboring regions. (14) From the house of Thogorma they gave horses, and horsemen, and mules for your market. Horses, he says, and those who ride them, and mules, Phrygia sent to you.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:231 · narrative
Source
οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιεʹ. Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόν τας ἐλεφαντίνους. Τὰ κέρατα ὁ Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ' ὧν τὰ ἐβένια καλούμενα γίνεται. Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν. Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου· (ι ʹ.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου. Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κομίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους· τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρουμένους. "Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου." Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποικίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα. Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον· Χὼθ δὲ τὸν ὄνυχα· Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα. ιζʹ. Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας· καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. Τοσαύτη γὰρ, φησὶν, ἡ ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδω δὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυ φήν. ιηʹ.
English
For thus they interpret the house of Thogorma, 15. The sons of the Rhodians were your merchants; from the islands they increased your trade, with horns and teeth of ivory. Symmachus translated the horns as ebony, from which what are called ebony objects are made. These things, he says, the Rhodians, sailing across the sea, brought to you, and supplied your need of them. And to those who imported them you gave back your wages; (19.) men of your trade from the multitude of your mixed population. All these things, he says, you received and gave back to those who brought them—slaves, since you had very many resident foreigners; for these he called "mixed," those who came from other nations but chose to dwell among them. "Cassia, and purple, and embroideries, and fine linen from Tharsis, and Rhaamoth, and Choth gave your market." Besides the things already mentioned, you also had other goods from Carthage, not only adorning you with clothing and wrapping you in varied garments, but also offering you spices with great fragrance. For "cassia," he means what is called balsam; "Choth," onyx; "Rhaamoth," the other aromatics. 17. Judah and Israel, these were your merchants in the sale of wheat, and myrrh, and cassia; and first honey, and oil, and resin they gave for your mixed population. For so great, he says, was the abundance from the Jewish trade brought to you, that those with you, and the foreigners and resident aliens among you, partook of the goods brought in, using some for food and others for the luxury of fragrance. 18.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:232 · narrative
Source
Δαμασκὸς ἐμπορία σου ἐν πλήθει ἔργων σου, ἐκ πλήθους δυνάμεώς σου πάσης. Τὰ παρὰ σοὶ, φησὶ, γινόμενα ἡ Δαμασκὸς ὠνεῖτο· ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ περιττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα. Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου. (ιθʹ.) Καὶ οἶνον Δαιδὰν, καὶ Ἰωανὰν, καὶ Μεωζὲλ εἰς τὴν ἀγοράν σου ἔδωκαν. – Ἰωανὰν τὴν Ἰωνίαν καλεῖ· Δαιδὰν δὲ πόλιν τῆς Ἰδουμαίας· ἡ δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος. Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά· οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου· πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας· τὸ δὲ Χελβὼν Χαλβάνην ὁ Σύμμαχος ἡρμή νευσε. Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι. (κʹ, καʹ.) Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρ ματα. Ἡ Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου· καμήλους,
καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύονταί σοι. Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ. Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ· Δαιδὰν δὲ τῆς Ἰδουμαίας πόλιν, ὡς καὶ ἤδη προειρήκαμεν. Οὕτω γὰρ καὶ παρὰ τῷ Ἱερεμίᾳ, καὶ παρ' αὐτῷ τῷ Ἰεζεκιὴλ ἐν τῇ κατὰ τῆς Ἰδουμαίας ὁράσει εὑρήκαμεν τὴν Θαιμὰν τῇ Δαιδὰν συνημένην· Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατασκευάζουσαν. κβʹ.
English
Damascus was your merchant in the multitude of your works, because of the multitude of all your power. What was produced among you, he says, Damascus used to buy; you therefore traded with this city too, selling off your surplus and collecting gold from it. Rich wine from Chelbon, and shining wool from Miletus. (19.) And they gave wine of Daidan, and Ioanan, and Meozel to your market. He calls Ioanan Ionia; and Daidan a city of Idumea; and Chelbon was a certain village near it. From every side, he says, good things were brought to you: sweet and fragrant wine from this nation, and the finest wool from Miletus—this too is a city formerly of Ionia, but now of Caria; and Symmachus translated Chelbon as Chalbanes. From Asel comes wrought iron, and wheels are in your mixed trade. (20, 21.) Daidan were your merchants with choice cattle for chariots. Arabia, and all the princes of Kedar, these were your merchants by your hands: camels, and rams, and lambs, in which they trade with you. Some, he says, brought you wrought iron, others mules and horses for chariots, others camels, and rams, and lambs, so that some might carry burdens, and others might provide food and clothing. And he calls Kedar the descendants of Ishmael; and Daidan a city of Idumea, as we have already said. For thus also in Jeremiah, and in Ezekiel himself in the vision against Idumea, we have found Thaiman joined with Daidan; and some have supposed Asel to be Asia, which has the best craftsmen of iron, and fashions iron vessels very well. 22.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:233 · narrative
Source
Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατ άγουσι· πρωτότοκος δὲ τοῦ Χὰμ ὁ Χούζ. Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη· δηλοῖ δὲ καὶ τὰ ἐκεῖ θεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύ σματα. κγʹ. Χαῤῥὰν, καὶ Χαλὰν, καὶ Δαιδὰν, οὗτοι ἔμποροί σου. Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ ἡ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Τὸ δὲ Δαιδὰν πολλά κις ἡρμηνεύσαμεν. Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου· (κδʹ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά· ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυ ροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπαρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἡ ἐμπορία σου. – Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει· εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα· Ἀσσοὺρ δὲ τὸν Ἀσσύριον· Χαρμὰν δὲ τὴν λεγομένην Καρ μαήνην. Τὸ δὲ, "Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μα γώζοις συγκειμένους," ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· "Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικι λίας, καὶ ἐν μαγώζοις συγκειμένοις." Τὸ δὲ "ἐν μα γώζοις" ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει· σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν· οὕτω γὰρ καὶ ὁ Σύρος νοήσας ἡρμήνευσεν· ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποικίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι. κεʹ. Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου.
English
The merchants of Saba and Regma, they too were your merchants, with choice spices and precious stones; they also gave gold for your merchandise. Saba and Regma trace their descent from Chuz; for Chuz was the firstborn of Ham. These, then, are Ethiopian and Indian peoples; and the goods brought from there make this clear: precious stones, gold, and spices. 23. Charran, and Chalan, and Daidan, these were your merchants. Charran is Carrhae, and Chalan is Chalane, where the tower was built. But Daidan we have often interpreted. Saba, and Assur, and Charman were your merchants; (24.) bringing merchandise in Machalim and in Galima: hyacinth, and embroidery, and choice treasures stored in magoza, bound with cords and in cypress boats—in these was your trade. He names Saba as an Indian people; for we find this name also in the genealogy of Shem. Assur he means as the Assyrian; and Charman as what is called Carmanene. But the phrase "In Machalim and in Galima, hyacinth, and embroidery, and choice treasures stored in magoza," Aquila interpreted thus: "In well-wrought packages of hyacinth and embroidery, and stored in magoza." And "in magoza" he renders into Greek from the Hebrew; it means "in hidden vessels"; for thus the Syrian also understood it and translated: costly and embroidered clothing, he says, covered with precious wrappings, and laid up in most excellently finished vessels, and bound with cords, was brought to you. 25. Ships of the Carthaginians in your trade, in the multitude of your mixed goods.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:234 · narrative
Source
Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσακτον. Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρ δίαις θαλασσῶν. (κ ʹ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. Ὁ κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας. Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο. "Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπη μένος." Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν διδάξω. Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης." Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν· ἐπειδὴ ὁ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον. Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβω μεν, ὅτι· Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβού λους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται· τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· "Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν." Προστίθησι δὲ, ὅτι τῆς πολιορ κίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν δι άγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται· ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν κατα λήψονται·
English
You also made use of the ships of the Carthaginians for trade, having an immense multitude not only of your own people but also of imported goods. And you were filled, and you were greatly weighed down in the hearts of the seas. (20) In many waters your rowers led you. Satiety, he says, made you leap about, and enjoying good things you did not know your benefactor. He made this same accusation also against Israel. "For Jacob ate, he says, and was filled, and the beloved one kicked." Since you reaped no benefit from prosperity, I will teach you to be wise by means of adversities. For the spirit, he says, of the south broke you in the heart of the sea. In a figurative sense he thus addressed the Babylonian; since the south wind is naturally disposed to raise the greatest waves, and to stir up a harsh surge against those who sail, figuratively, as in the case of a coastal city, he calls the onset of the enemies a south wind. Then he says, so that we may not dwell on the same things, that both you, and your resident aliens, and your rowers, and your pilots, and your counselors, and your merchants, and those who fill up the military register, will be overtaken by utter destruction; for this is what he indicated by saying: "They shall fall in the midst of the heart of the seas." He adds that, when the siege and the capture have taken place, your pilots who live far away will fall into great fear, and will turn to flight; and the sailors together with the look-out men will do the same, and leaving their vessels, lamenting and wailing, they will reach the land.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:235 · narrative
Source
καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ' αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖ θεν ἐκματτόμενοι κόνιν· γυμνώσουσι δὲ τὰς κεφα λὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέσουσιν. Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆνον. "Τίς ὥσπερ Τύρος κατασιγηθεῖσα ἐν μέσῳ τῆς
θαλάσσης;" Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον· οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος. λγʹ. Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώ πους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν· τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί· Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι· Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς. (λδ– λ ʹ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου. Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν. Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε ὁ περὶ τὴν ἐμπορίαν πόνος, ἡ τῶν ἐθνῶν ἁπάντων ἄφιξις. Δίκην γὰρ σκάφους ὑποβρύχιος γενομένη συνεκαλύφθης τῇ τῶν κακῶν ἀωρίᾳ, οἷόν τινα κύματα δεξαμένη τὰς τῶν πολεμικῶν ταγμάτων νιφάδας.
English
And they shall sprinkle their head with earth, and they shall lie down on the ground itself, wiping off the dust from there; and they shall bare their heads of the comeliness that comes from hair, and girding themselves with sackcloth, they shall continue lamenting and wailing. Then he also speaks the lamentation made by them: "Who is like Tyre, silenced in the midst of the sea?" In quiet, he says, and peace you passed all this time, since no one dared to raise a tumult against you. 33. How great a wage did you find for yourself from the sea? This is sufficient to teach all men not to be proud over apparent prosperity, because of the change that follows; for he says this also to Tyre: What have you gained in so much time from your great commerce? And indeed he says: And from your mixed multitude and your trafficking you enriched all the kings of the earth. (34–35.) But now you are broken in the sea, in the depth of the water; your mixed multitude and all your company have fallen in the midst of you, and all your rowers. Those who dwell in the islands shall be gloomy over you, and their kings shall be utterly astonished, and their face shall weep. Merchants from the nations shall hiss over you; you have become destruction, and you shall be no more forever. Consider, he says, how the toil of your commerce profited you nothing, nor the arrival of all the nations. For having become submerged like a ship, you were covered over by the untimely ruin of evils, receiving as it were waves the snowstorms of the hostile ranks.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:236 · narrative
Source
Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφανεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενη μένην· θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπληξιν σημανοῦσι. Τὸ δὲ, "οὐκέτι ἔση εἰς τὸν αἰῶνα," κατὰ τὴν ἤδη γενομένην ὑφ' ἡμῶν ἑρμηνείαν νοήσομεν. Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημέ νοις, οὐκ ἀποκνήσομεν. Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· "Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐ τοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν· κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι· κἂν ποιή σωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλά λησα τοῦ ποιῆσαι αὐτοῖς." Οὐκοῦν καὶ ἀποφαίνεται ὁ Δεσπότης, καὶ λύει τὰς ἀποφάσεις, καὶ ἡ ἀλήθεια οὐ ψεύδεται. Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων· ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρ μακα δεξαμένων ἡ τῆς τιμωρίας ψῆφος ἀργεῖ. Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο· κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς· "Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται." Ἀλλὰ μετανοήσαντας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν. Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον ἡ τῶν ἀπογόνων μεταβολή. ΚΕΦΑΛ. ΚΗʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου·
English
For this reason all the islanders and those along the coast, together with their own kings, lament you, O king, seeing the city that was once most renowned suddenly become invisible and gone; and marveling at your change into utter desolation, they will signify the astonishment of their mind by their hissing. But the phrase "you shall no longer be forever," we will understand according to the interpretation already given by us. And if it is necessary to add another interpretation to what has been said, we will not shrink from it. We have heard the God of all saying through Jeremiah the prophet: "I will speak a end concerning a nation and concerning a kingdom, to exalt them, and to pull down, and to destroy; and if that nation turns from their evils, I will repent concerning the evils which I devised to do to them; and I will speak a end concerning a nation and concerning a kingdom, to rebuild and to plant; and if they do evil before me, so as not to hear my voice, I will repent concerning the good things which I spoke to do to them." Therefore the Master both pronounces and dissolves the pronouncements, and the truth does not lie. For he pronounces against those who do not make use of repentance; but upon those who have received the medicines of repentance, the vote of punishment is idle. This also happened in the case of the Ninevites; for he condemned them to utter destruction, having said: "Yet three days, and Nineveh shall be overthrown." But he received them when they repented, and dissolved the pronouncement. And here, therefore, the change of their descendants dissolved the vote of perpetual punishment. CHAPTER 28:1, 2. And the word of the Lord came to me, saying: And you, son of man, say to the ruler of Tyre:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:237 · narrative
Source
Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧνὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσ σης· σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάν των ἡ ὑπερηφανία· "Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέλυγμα ἔναντι Κυρίου·" καί· "Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται·" καὶ ὁ θεῖος Ἀπόστολος· "Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου." Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος. Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων. Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους. Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον· εἶχε δὲ καὶ ὁρώμενον ἄρ χοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ δυσσεβείᾳ δεδουλωμένον. Πρὸς ἀμφοτέρους τοίνυν ὁ λόγος, ἀλλ' οὔτε τούτῳ, οὔτ' ἐκείνῳ πάντα ἁρμότ τει· ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ· τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ. Ὅ τε γὰρ διάβολος εἰς ἐκεί νην τὴν μανίαν ἐξώκειλε, καὶ λυττήσας Θεὸν
English
Thus says Adonai the Lord: Because your heart was lifted up, and you said, I am God; I have dwelt in the dwelling of God in the midst of the sea; but you are a man and not God, and you have set your heart as the heart of God. All the forms of sin are indeed abominable, but the most abominable of all is pride: "For every high thing," it says, "is an abomination before the Lord"; and, "The Lord resists the proud"; and the divine Apostle says, "Not a novice, lest, being puffed up, he fall into the condemnation of the devil." This disease was also had by the ruler of Tyre, both the visible one and the invisible one. For we who are pious are ruled truly and really by the God of all; and we are also ruled by men adorned with piety. And Tyre, therefore, now in a manner similar to ours, has both God as king and the men appointed by him to rule. But long ago, sick with ignorance of God and enslaved to impiety, it had as ruler and king the devil, the inventor and teacher alike of evil and impiety; and it also had a visible ruler, who was evilly energized by him and enslaved to ungodliness. To both, therefore, the word is addressed, but not everything fits the one or the other; some things fit both, some one of the two; and the things now read fit each. For the devil also rushed headlong into that madness, and raging, God
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:238 · narrative
Source
ἑαυ τὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε· καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός. Διὸ πρὸς αὐτὸν ὁ Θεός φησι· "Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός." Καὶ κατὰ σύγκρισιν· γʹ. Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὑτῶν. Τοσοῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω. Ὁ μὲν γὰρ Δανιὴλ καὶ τὴν θείαν εἶχε σοφίαν, καὶ τὴν Χαλδαίαν προσέλαβεν ἐπιστήμην· σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀν θρώπων οὐ προσέλαβες ἐπιστήμην. Εἶτα ἀπὸ τῶν πραγμάτων ὁ ἔλεγχος· δʹ, εʹ. Μὴ ἐν τῇ ἐπιστήμῃ σου, ἢ ἐν τῇ φρονή σει σου, ἐποίησας σεαυτῷ δύναμιν, καὶ περιεποιήσω ἀργύριον καὶ χρυσίον ἐν τοῖς θησαυ ροῖς σου; Ἣ ἐν τῇ πολλῇ σου ἐπιστήμῃ καὶ τῇ ἐμπορίᾳ σου, ἐπλήθυνας δύναμίν σου, καὶ ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου; Δι' αὐ τῶν, φησὶ, μάθε τῶν πραγμάτων, ὡς οὐκ ἐκ τῆς σῆς σοφίας, ἀλλ' ἐκ τῆς ἐμῆς χορηγίας, ταύτην ἔσχες τὴν ἐμπορίαν, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν. Βουλη θεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυμνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπι στήσω τὴν πεῖραν. Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω· γυμνούμενος δὲ, καὶ ἔρη μος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον. Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς. ʹ–ιʹ.
English
He called himself God, and he persuaded men to offer him that worship; and the visible ruler of the Tyrians, having fallen sick with this delusion, and looking to his great prosperity, supposed himself to be God. Therefore God says to him: "But you are a man, and not God." And by way of comparison: 3. Are you wiser than Daniel? Have the wise not instructed you in their knowledge? So far, he says, am I from comparing your works with the divine nature, that I will show them to fall short even of understanding men. For Daniel had both the divine wisdom and also acquired the Chaldean knowledge; but you are both deprived of the divine grace, and have not acquired knowledge from wise men. Then the refutation comes from the facts themselves: 4, 5. Was it in your knowledge, or in your understanding, that you made yourself power, and procured silver and gold in your treasuries? Or in your great knowledge and your trade, did you multiply your power, and was your heart lifted up in your power? By these things, he says, learn from the facts themselves, that it was not from your own wisdom, but from my provision, that you had this trade and the abundance of goods. For when I willed it, I will immediately strip you of all these things, and I will set experience of the facts as your teacher. For if you had this possession from your own wisdom, then having used that same wisdom you would not have been stripped of what you possessed; but being stripped, and becoming destitute of all these things, cast away your foolish reasonings, and know that I both gave these things to you and again took them away. For since when you received them you did not know me, you will learn me by being stripped. 9–10.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:239 · narrative
Source
Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ· Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Καὶ καταβιβάσουσί σε, καὶ ἀπο θανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. Μὴ λέγων ἐρεῖς· Θεός εἰμι, ἐνώπιον τῶν ἀναι ρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε. Θανάτοις ἀπεριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυόμενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνο μάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσ ηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι· ἡ γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παρα πλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμενος. Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἡ ἀπόφασις· τοῦτο γὰρ ἐσήμανεν· "Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναῒ Κύριος." Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμένῳ Τυρίων ἄρχοντι· διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν. Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι.
English
Therefore thus says Adonai the Lord: Because you have given your heart as the heart of God; therefore behold, I bring upon you alien plagues from the nations, and they shall empty their swords upon you, and upon the beauty of your understanding, and they shall spread your beauty out for destruction. And they shall bring you down, and you shall die the death of the wounded in the heart of the sea. Will you say, "I am God," in the presence of those who slay you? But you are a man, and not God, in the hand of those who wound you. You shall die the deaths of the uncircumcised in the hands of aliens, because I have spoken, says Adonai the Lord. When, he says, those hostile men sent by me against you strip you of royal authority, and send you on to death by slaughter, will you not, again puffing yourself up and boasting, call yourself God, as though terrifying them by the divine appellation? But this shall not come to pass as you think; for the change of circumstances will work a change of mind, and you shall learn that you are a man and not God, being wounded and slain, and slaughtered like your uncircumcised subjects. For my decree is strong and irrevocable; for this is what he signified: "Because I have spoken, says Adonai the Lord." These things are fitting also for the avenging demon who wrought wickedness in the visible ruler of the Tyrians; therefore he threatens him with destruction from aliens, and plagues, and nations. Such were formerly those who through the gospel preaching received the change to the knowledge of God.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:240 · narrative
Source
Διὸ καὶ ὁ θεῖος Ἀπόστολος λέγει "Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυ μίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους." Καὶ αὐ τὸς δὲ ὁ Θεὸς διὰ τοῦ μεγάλου Μωσέως· "Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." Διὰ τούτων τοίνυν τῶν πάλαι ἀσυνέτων, καὶ ἀνοή των, καὶ πλανωμένων, καὶ στυγητῶν, καὶ λοιμῶν, καὶ ἀλλοτρίων, καὶ ἐθνικῶν, τὴν τοῦ διαβόλου κατά λυσιν ὁ προφητικὸς προαγορεύει λόγος. Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν· "Ὑμεῖς γὰρ, φησὶν, οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε." Τούτους λέγει ταῖς ἑαυτῶν μαχαίραις τῆς τοῦ διαβόλου ἐπι στήμης τὸ κάλλος ἀφανίζειν καὶ φροῦδον ποιεῖν, ἀντὶ τοῦ, τὰς σὰς καταλύσουσι μηχανὰς, καὶ τὰς κατὰ τῶν ἀνθρώπων παύσουσιν
ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐ τῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν." Καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ. Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος. ιαʹ–ιγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρ χοντα Τύρου. Καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους.
English
Therefore also the divine Apostle says, "For we ourselves were once foolish, disobedient, led astray, enslaved to various desires and pleasures, living in malice and envy, hateful, hating one another." And God himself through the great Moses says, "They provoked me to jealousy with what is not God, they angered me with their idols; and I will provoke them to jealousy with what is not a nation, with a foolish nation I will anger them." Through these, then—the formerly foolish, and senseless, and led astray, and hateful, and pestilent, and alien, and gentile—the prophetic word foretells the destruction of the devil. And one can also find the name of "aliens" applied to the faithful and pious: "For you," he says, "who once were far off, have been brought near." These, he says, with their own swords destroy and make away with the beauty of the devil's assault—that is to say, they shall tear down your devices, and put an end to your plots against men, and uproot from their foundations the shrines made by them for you, and deliver you over to forgetfulness as to a kind of death, having received authority "to tread upon serpents and scorpions, and upon all your power." And through the events themselves you shall learn that you persuaded men in vain that you are God. And these things you shall suffer, because you had an uncircumcised mind, and did not circumcise the grievous passion of your arrogance. 11–13. And the word of the Lord came to me, saying: Son of man, take up a lamentation over the prince of Tyre. And say to him: Thus says Adonai the Lord: You are the seal of likeness, full of wisdom, and a crown of beauty.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:241 · narrative
Source
Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύ ριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύχιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ' ἧς ἡμέρας ἐκτίσθης. Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου· κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτηρίῳ δαίμονι· εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν· "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως." Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας· καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους· πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων. "Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενή θης." Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν. Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομένην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά. Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους· καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν. Τὸ δέ· "Πάντα λίθον τίμιον ἐνδέδεσαι," δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον.
English
And you were in the delight of the paradise of God; you were bound with every precious stone: sardius, and topaz, and emerald, and hyacinth, and carbuncle, and sapphire, and jasper, and silver, and gold, and ligurion, and agate, and amethyst, and chrysolite, beryl, and onyx; and you filled your treasuries and your storehouses with gold, from the day you were created. One might take these things by forcing them to apply also to the visible ruler of Tyre; but properly and truly they fit the accursed demon who worked in him. So then, taking these things as referring to the visible ruler of Tyre, we shall understand them thus: "You are the seal of likeness." For man was fashioned according to the divine image, full of wisdom; for he is rational, and honored with reason, and a crown of beauty; for he is better than all irrational creatures, both those that walk and those that fly, those in the water and those that live both on land and in water. "And you were in the delight of the paradise of God." For you derive your race from the forefather, who, as soon as he was formed, was placed in the paradise of delight, to work it and to guard it. And with good reason he also calls Jerusalem, the city named holy and divine, a paradise, since it had the plants of prophecy of God and of the high priesthood, which provide life and salvation. And there was of old a friendship between the king of the Tyrians and the king of the Israelites, and there was also an intermingling between them; and this is easy to learn from the Books of Kings. But the phrase "You were bound with every precious stone" is clear when understood according to the letter, and when taken as referring to the king.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:242 · narrative
Source
Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ. Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό· "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως," εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· "Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας." Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζο νείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπι δείκνυται. "Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης." Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται. "Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν." Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρ χεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν. Διὰ δὲ τῶν εἰρημένων λίθων, τὴν παντοδαπὴν αὐτοῦ σοφίαν καὶ ἐπιστήμην σημαίνει. Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τού τους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει· τὸ δὲ στῆ θος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτή ριον. Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει. ιδʹ. Κατεσκευάσθης γὰρ, φησὶ, μετὰ τοῦ Χεροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκη νοῦντος.
English
For I adorned you with countless good things, and I brought together for you materials of every kind from every side, from which I fashioned diadems and crowns, brooches and belts, and rings, and filled your treasuries—yet you continued to think the opposite, on account of the abundance and beauty of these things. But we will not understand these things of the devil in this way, but rather the words "You are the seal of likeness" we will take as referring to the rule and authority given to him long ago. For the divine Apostle says: "According to the ruler of the authority of the air, the spirit that now works in the sons of disobedience." So that it is clear that long ago he was entrusted with the stewardship of this air, but having fallen from his leadership through arrogance, he displays his own activity among those who do not believe the word of the proclamation. "Full of wisdom and a crown of beauty, and you were in the delight of paradise." By these words he hints at his former virtue. For, he says, "God saw all things that he had made, and behold, they were very good." And this one too was among the things that were made, not yet having received the change from his will toward what is worse. And by the stones mentioned, he signifies his wisdom and knowledge of every kind. For the high priest, carrying on his breast the oracle of judgment, which enclosed these same stones, entered into the Holy of Holies; and the breast is, as it were, a treasury and a guard-house of the heart. And all the things that follow suit not the visible ruler of Tyre, but the invisible one. 14. For you were established, he says, with the Cherub, anointed by God who dwells.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:243 · narrative
Source
Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβα σμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρί σεως ἠξιώθης· χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν κα λεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον. "Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ· ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων." Ὄρος ἅγιον Θεοῦ
καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνά μεις· καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν· οἶδεν δὲ πολλάκις ἡ θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν. "Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς." Ἀλλ' οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ. Περὶ δὲ τῶν ἄνω δυνάμεων ἀκούωμεν τοῦ θείου Δαβὶδ λέγοντος· "Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑ τοῦ πυρὸς φλόγα." Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρ χοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐριστικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν· οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι. Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα· οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες· τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λί θους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους. Ἀλλ' οὐδὲ τό· "Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ," τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν.
English
For along with those holy and venerable powers, you were deemed worthy both of creation and of anointing; and here he calls anointing the sanctification that is bestowed by the divine Spirit upon the incorporeal and holy powers. "And I placed you on the holy mountain of God; you were in the midst of stones of fire." He calls the holy mountain of God the height of knowledge, and stones of fire the most holy powers; for they possess both what is precious and what is light-bearing. And divine Scripture often knows how to call pious men also holy stones. "For holy stones," it says, "roll upon the earth." But these are holy, yet not of fire. And concerning the powers above, let us hear the divine David saying: "Who makes his angels spirits, and his ministers a flame of fire." None of these things fits the visible prince of the Tyrians, even if some of the contentious, striving in rivalry, should say ten thousand times that the stones of fire are the Jews, and the intercourse of the Tyrians with them; for not even are the Jews stones of fire. And if someone should call the prophets among them stones of fire, not even so will the meaning stand; for the Tyrians had no fellowship with the prophets, living as they did in impiety; but they carried on their commercial dealings with the lowly and humble among the Jews, whom no one of sound mind would dare to call stones of fire—men who transgressed the divine law, and contrary to what seemed good to it made compacts with the Gentiles. But neither is the phrase "I placed you on the holy mountain of God" to be seen as fitting this one.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:244 · narrative
Source
Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι· καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν. ιεʹ. Ἐπορεύθης γὰρ, φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου· ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως ὁ διάβολος. Περὶ δὲ τῶν ἀνθρώπων ἠκούομεν· "Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν· ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ δια μέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη. ι ʹ. Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης. Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα. Ταῦτα ὁ προφήτης Ἡσαΐας περὶ αὐ τοῦ φησι· "Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;" Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυραννίδος ἐξέπεσεν. Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν· "Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς. Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
English
For he was not living in Jerusalem, so that we might say these things are spoken concerning Mount Zion; and what follows clearly shows this. 15. For you walked, he says, blameless in your days, from the day you were created, until iniquity was found in you. For such was the devil before his fall. But concerning men we have heard: "No one is pure from defilement, not even if his life on earth be a single day." But this one, being incorporeal, was blameless in the beginning; but since he used his inclination toward the worse, he journeyed on the road diametrically opposite. 16. For from the abundance of your trafficking you filled your treasuries with lawlessness, and you sinned, and you were wounded. For not being satisfied with the wisdom and authority given to you, but lusting after greater things, you became full of lawlessness, and you received the wounds of sin. The prophet Isaiah says these things concerning him: "How has the morning star, which rises early, fallen from heaven? He who sent to all the nations has been crushed to the earth!" For having all as subjects, through the saving cross he fell from his tyranny. Then he recounts his former madness, and his exceeding arrogance: "But you said in your mind: I will ascend into heaven, above the stars of heaven I will place my throne, I will sit on a high mountain upon the high mountains toward the north, I will ascend above the clouds, I will be like the Most High." And he calls the mountains toward the north the starting points of evil. For from the north, according to the prophet, evils shall be kindled against all who dwell on the earth.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:245 · narrative
Source
Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν· "Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς." Τοῦτο καὶ ὁ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται. "Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων." Τότε μὲν οὖν αὐτὸν τὸ Χεροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι· νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν. ιζʹ. Ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου. Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ' ἐμοῦ σοι χορηγηθέντα θεασάμενος ἀγαθά. "Διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου." Πάντων, φησὶν, ἐγυμνώθης, τὴν δοθεῖσάν σοι τάξιν καταλιπών. "Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε· ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆναι." Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόντων τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπισταμένων παθῶν. ιηʹ. Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσας τὸν ἁγιασμόν σου. Εἰπάτωσαν οἱ
English
Having thus stripped bare his vanity, he foretells also his destruction: "But now you shall go down to Hades, to the foundations of the earth." This the divine Ezekiel also is taught by God to say. "For from the mountain of God," he says, "the Cherub that overshadows brought you down from the midst of the stones of fire." At that time, then, the Cherub, when he was deemed worthy to bear the divine glory, separated him from the holy powers, which are indeed also called fiery; but now those who are worthy of the divine ascent through the purity of the soul, in whose hearts are the ascents of God, according to the divine prophet, have received authority to tread him underfoot with their feet. 17. Your heart was lifted up because of your beauty. Great things, he says, did you think, beholding the good things supplied to you by me. "Your knowledge was corrupted with your beauty." You were stripped, he says, of all things, having abandoned the rank given to you. "Because of the multitude of your sins I cast you down to the earth; I gave you to be made an example before kings." Having practiced great wickedness, he says, you fell from the rank above, and were cast down below, to be laughed at by those who keep the rank given to them, and who know well how to rule the passions within them. 18. Because of the multitude of your sins, and the injustices of your trading, you profaned your sanctification. Let them say, those who
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:246 · narrative
Source
ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν ὁ δυσσεβὴς τῆς Τύρου βασιλεύς· ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης· ἀλλ' αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε. Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε. Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γε νέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. "Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου." Τοῦτο ἀμφοτέ ροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ· ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορμάς. Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς Ἰουδαίους εἰρημένον· "Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." Καὶ ἐν ταῦθα τοίνυν λέγει· "Ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο καταφάγεταί σε." Τουτέστι, ταῖς σαῖς παρανομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας. "Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε." Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει. Καὶ γὰρ ὁ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ ὁ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται. ιθʹ. Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνε σι στυγνάσουσιν ἐπὶ σοί.
English
Those who object, what sanctification did the impious king of Tyre have? But they would not be able to show it. This one, however, about whom the discourse now is, when he was one of the holy archangels, was in participation of all holiness; but he himself profaned the sanctification by making a wicked use of his commerce, and desiring more, he also fell away from what had been given. This he also prepared man to suffer. For he too, having been made in the image of God, was led astray by his own glib words and desired to become God, and he lost besides his being the image of God. "And I will bring forth fire from the midst of you." This fits both, both the one who wrought the evil and the king of the Tyrians in whom it was wrought; for both provided the occasions for the punishment brought upon them. Such is what was said through the prophet Isaiah to the Jews: "Behold, all of you kindle fire, and you prevail with a flame; walk in the light of your fire, and in the flame which you have kindled." And here, then, he says: "I will bring forth fire from the midst of you. This shall devour you." That is, I will use your transgressions as fuel for the punishments against you. "And I will give you over to ashes upon your land, in the sight of all who see you." And this fits both. For the man, having fallen in his own land, became dust, and the devil, seeming to rule the inhabited world, having been brought down by God and our Savior, is trodden underfoot by the pious like ashes. 19. And all who know you among the nations shall be gloomy over you.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:247 · narrative
Source
Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες. "Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα." Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν. Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμορον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει. κʹ–κγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ' αὐτήν. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ περικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, ὦ Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κα κοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν. Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας. κδʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάν των τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναῒ Κύριος. Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνε κῶς ἀνιῶντας.
English
For those who still persist in your service, seeing the cessation of the idols and their temples utterly destroyed, live in dejection, disheartened, and continually distressed. "You have become a destruction, and you shall exist no more forever." By these words he made clear his complete destruction. Having thus completed the lamentation over Tyre, he moves on to Sidon, which is likewise neighboring, and briefly foretells what will befall it as well. 20–23. And the word of the Lord came to me, saying: Son of man, set your face against Sidon, and prophesy against it. And say: Thus says the Lord Adonai: Behold, I am against you, Sidon, and I will be glorified in you, and you shall know that I am the Lord, when I execute judgments in you, and I will be sanctified in you. And I will send death upon you, and blood in your streets, and they shall fall wounded in your midst by swords in you and round about you, and they shall know that I am the Lord. Since, he says, being in prosperity you did not know me, O Sidon, I will surround you with many and manifold evils, and with famine, and with slaughters of enemies, so that through calamities you may learn my dominion. He also states the causes of the destruction. 24. And there shall no longer be for the house of Israel a pricking thorn of bitterness, and a thorn of grief, from all those round about them who dishonored them, and they shall know that I am the Lord Adonai. These things, he says, I will bring upon Tyre, and upon the foreigners, and upon all those dwelling nearby, so that my people may have neither a pattern of impiety, nor enemies continually attacking them and ceaselessly afflicting them.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:248 · narrative
Source
Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προ θεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά· δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν. κεʹ–κ ʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ συν άξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐ τοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ. Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ' ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ' ἐλ πίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν. Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους. Διὸ καὶ ὁ προφήτης προσευχόμενος ἔλεγε· "Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ."
English
Having thus foretold the sorrowful things, he foretells good things to Israel, intensifying those sorrowful things for them; for being hostilely disposed, they made Israel's prosperity an occasion of pain. 25–20. Thus says Adonai the Lord: And I will gather the house of Israel from the nations where they were scattered, and I will be sanctified among them before the peoples and the nations, and they shall dwell upon their own land, which I gave to my servant Jacob. And they shall dwell in it in hope, and shall build houses, and shall plant vineyards, and shall dwell in hope, when I execute judgments among all those who dishonored them in their surroundings, and they shall know that I am the Lord their God, and the God of their fathers. God, the ruler of all things, does not discipline all who sin in the same way, but those who are his own he treats as a physician, and the others as a judge. Therefore the prophet also, praying, said: "Discipline us, O Lord, but in judgment, and not in wrath.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:249 · narrative
Source
Ταυτὸ δὴ τοῦτο καὶ ὁ μακάριος ᾔτει Δαβίδ· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν. Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο· τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰκοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν. Τούτων γὰρ, φησὶ, γενομένων, "γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν." Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ· οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χρι στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΒʹ.
English
The same thing, indeed, the blessed David also asked: "O Lord, do not rebuke me in your anger, nor discipline me in your wrath." This same distinction can also be seen in the things recently interpreted. For to the others, for a time, he promised nothing good; but to Israel, restoration, and reconciliation, and the building of houses, and the tilling of the soil, and the planting of trees, and the hope of good things, and the sum of all good things, the divine knowledge. For when these things have come to pass, he says, "they shall know that I am the Lord even of them, and the God of their fathers." May it be granted to us also to have this knowledge continually, so that we may love him with our whole heart, and with our whole soul, and with our whole strength, and with our whole might, not dividing our affection, but dedicating it wholly there, so that we may breathe him in, and carry about an unquenchable remembrance of him, both sitting and rising up, and lying down, and walking on the way; for thus we shall also continually enjoy his providence, and obtain the good things promised, in Christ Jesus our Lord, with whom to the Father be the glory, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen. Volume 12.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:250 · narrative
Source
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
αʹ, βʹ. Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδε κάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ' αὐτὸν, καὶ ἐπ' Αἴγυπτον ὅλην λάλησον. Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤ ῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον. γʹ. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποτα μῶν, καὶ λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς. Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς· ἀληθῆ δὲ ἀμφότερα· εἷς μὲν γὰρ ὁ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται. Ἐλέγ χει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυ σιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ' αὐτοῦ γεγενημένοις. Δράκοντα δὲ αὐτὸν καλεῖ, διὰ τὸ τυραννικὸν καὶ ἀντίθεον. Οὕτω γὰρ καὶ τὸν διάβολον ἡ θεία προσαγορεύει Γραφή· "Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν," καὶ τὰ ἑξῆς. δʹ– ʹ. Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται. Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρη μόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου·
English
CHAPTER 29
1, 2. In the tenth year, in the twelfth month, on the first day of the month, the word of the Lord came to me, saying: Son of man, set your face against the king of Egypt, and prophesy against him, and speak against all Egypt. Having brought the prophecies concerning Tyre to an end, he transfers his discourse to Egypt. 3. And say: Thus says Adonai the Lord: Behold, I am against you, Pharaoh king of Egypt, the dragon that sits in the midst of the rivers, and says: The rivers are mine, and I made them. Some of the interpreters spoke of the river in the singular, but the Seventy in the plural; and both are true: for the Nile is one, but its channels are very many, and each channel is called a river by the inhabitants. He reproves, then, the arrogance of Pharaoh, and shows him boasting greatly over the rivers, as though they had been made by him. And he calls him a dragon, because of his tyrannical and god-opposing nature. For thus the divine Scripture also addresses the devil: "For on that day, it says, God will bring the holy, and great, and strong sword against the dragon, the serpent," and the rest. 4–5. And I will put a bridle in your jaws, and I will stick the fish of your river to your wings, and I will bring you up out of the midst of your river, and all the fish of your river, and they shall stick to your scales. And I will cast you into the desert, and all the fish of your river, and I will cast you down quickly, and all the fish of your river.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:251 · narrative
Source
ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς· τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐ ρανοῦ δέδωκά σε εἰς κατάβρωμα. Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος. Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά· οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπεί λησε παραδοῦναι σφαγῇ· ἰχθύας γὰρ προσκολλωμέ νους τοὺς ὑπηκόους προσηγόρευκε. Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ. Λεπίδας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασι λέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας. Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρ τήματα. Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν· Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ. (ζʹ.) Ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, καὶ ἐθλάσθης, καὶ ὅτε
English
You shall fall upon the face of the field, and you shall not be gathered, and you shall not be wrapped up; I have given you as food to the beasts of the earth and to the birds of heaven. And all who dwell in Egypt shall know that I am the Lord. The threats are fearful and full of horror; for he threatened to deliver not only him but also his subjects to slaughter; for he called the subjects fish that cling together. And just as in the case of Tyre he took the starting points of the allegory from the sea (for the city is by the sea), so here he has used the figure from a river. And he called his scales and wings the rule and the authority, in which those who were ruled necessarily shared the punishment of the king. And through the bridle he hinted sufficiently at the prancings that came before the bridle. And he threatened to send some as captives into a desert land, and to deliver others to slaughter, and to leave them as food for the beasts. And he adds the cause: Because you became a staff of reed to the house of Israel. (7.) When they took hold of you with their hands, and you were crushed, and when
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:252 · narrative
Source
ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύ λοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ· τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ' αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας. Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι' ἀσθένειαν, καὶ συνθλασθείσης. Οὕτω καὶ ὁ Σενναχηρεὶμ παρὰ τῷ Ἡσαΐᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε· "Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ' Αἴγυπτον· ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ." Τοῦτο καὶ ἐνταῦθα ἔφη· "Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα ἡ χείρ." Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης. ηʹ, θʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη. Καὶ ἔσται ἡ Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος. Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος· ἐπιγνώ σεται δὲ ὁ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν.
English
Every hand clapped against them, and when they rested upon you, you were broken, and you shattered all their loins. To Tyre, then, and to the foreigners, concerning whom we have spoken above, he threatened to bring disasters, because they rejoiced at what had befallen Israel; but to Egypt he does not reproach this, but quite the opposite—that having caused the people to take courage in the help that came from her, she stripped him of divine providence, and profited him nothing by her own assistance. For this he indicated through the rod of reed, broken through weakness and shattered. Thus also Sennacherib in Isaiah named the help of the Egyptians: "For he has trusted," he says, "in the rod of reed, the broken one, upon Egypt; as when a man leans upon it, it will enter into his hand; so is the king of Egypt, and all who have trusted in him." This he also said here: "They took hold of you with their hand, you were broken, and every hand clapped against them." They became, he says, ridiculous and a cause of rejoicing to their enemies, shattered and defeated in the manner of a rod of reed. 8, 9. Therefore thus says Adonai the Lord: Behold, I bring a sword upon you, and I will destroy men from you, and cattle. And Egypt shall become a destruction and a desolation, and they shall know that I am the Lord. But since, being proud and promising help to others, you shall learn by experience that you will not be able even to defend your own land, when I bring punishment upon you; and my people shall recognize my dominion.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:253 · narrative
Source
Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥη μάτων, "Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς·" ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ' ἢ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά. ιʹ–ιβʹ. Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ἐπὶ πάν τας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον, καὶ ῥομφαίαν, καὶ ἀπώλειαν, ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, καὶ ἕως ὁρίων Αἰθιό πων. Οὐ μὴ διέλθῃ αὐτὴν, φησὶ, ποὺς ἀν θρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ' αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη. Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεσσαράκοντα ἔτεσι· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώ ραις. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα· αὐτοῦ γάρ ἐστιν ἡ φωνή· "Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι." Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰ γυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ' ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Τεσσαράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα ἡ Αἴγυπτος, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνά κλησιν. ιγʹ, ιδʹ. Μετὰ τεσσαράκοντα γὰρ, φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ. Καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν.
English
Then again, reminding them of their arrogant words, he says, "For you said, 'The rivers are mine, and I made them.'" He threatens Egypt with desolation—not all of it, but from Magdol and Syene as far as the borders of the Ethiopians, and not even for those cities a perpetual desolation, but for a certain time. 10–12. Therefore behold, I am against you, and against all your rivers, and I will give the land of Egypt to desolation, and sword, and destruction, from Magdol and Syene, and as far as the borders of the Ethiopians. No foot of man, he says, shall pass through it, and no foot of beast shall pass through it, and they shall not be inhabited for forty years. And I will give its land to destruction in the midst of a desolated land, and its cities shall be in the midst of desolated cities, invisible for forty years; and I will scatter Egypt among the nations, and I will winnow them in the countries. Ineffable is the philanthropy of God, bringing punishments with a certain measure and weight, and again healing those who are struck; for his is the voice: "I will kill and make alive; I will strike, and I will heal." Here, then, he threatens the Egyptians with captivity, and dispersion, and desolation, but he limits the desolation to a short time. For forty years, he says, it shall be untrodden, and not all Egypt, but from Magdol and Syene as far as the borders of the Ethiopians, and he immediately promises the return. 13–14. For after forty years, he says, I will gather the Egyptians from the nations where they were scattered. And I will turn back the captivity of the Egyptians, and I will settle them in the land of Pathoures, in the land from which they were taken.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:254 · narrative
Source
Οὕτως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα. ιεʹ. Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγο στοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν. Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων ἡ βασιλεία ἀν ήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν. Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης ὁ Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν· ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων. ι ʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ
ἀκο λουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμήθειαν ἐπιζητεῖν· μαθήσονται γάρ μου τὴν δεσπο τείαν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, Να βουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δου λείᾳ ᾗ ἐδούλευσεν ἐπ' αὐτῇ.
English
Having thus promised release from captivity, he also foretells the future smallness of that kingdom. 15. For he says, "And there shall be a lowly rule there, compared with all the rules, and it shall be the lowliest, so as not to be exalted any more over the nations, and I will make them few in number, so that they may not be more numerous among the nations." The facts bear witness to the truth of the prophecy. For the kingdom of the Egyptians, having been destroyed by Nebuchadnezzar, flourished again under Cyrus the Persian, but did not recover its former dominion. For after no long time, Cambyses, the son of Cyrus, having destroyed it again, made it subject and compelled it to pay tribute; and later it also received Macedonian kings, the Egyptians having ceased entirely to have kings. 16. "And they shall no longer be for the house of Israel a hope that brings iniquity to remembrance, in that they went after them, and they shall know that I am the Lord." For in this way, he says, I will diminish the kingdom of the Egyptians, so that my people may no longer trust in their help and take from them occasions of impiety, but may seek my providence; for they shall learn my lordship. 17, 18. And it came to pass in the twenty-seventh year, on the first day of the first month, that the word of the Lord came to me, saying: Son of man, Nebuchadnezzar king of Babylon made his army serve a great servitude against Tyre. Every head was made bald, and every shoulder was rubbed bare, and there was no wages for him, nor for his army, for Tyre, nor for the servitude which he served against it.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:255 · narrative
Source
Ἐκεῖνα τῷ δε κάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, ἢ τῷ δωδεκάτῳ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει, καὶ ὁ Σύρος· ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι' ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέ σθαι, καὶ πάντα ὦμον μαδῶντα. Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλά κις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα. Ὑπισχνεῖται δὲ τῷ Ναβουχοδονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημέ νων· οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλή ματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται. "Δύο γὰρ, φησὶ, στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται παρεκτὸς τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." Οὐδὲν γὰρ αὐτὸν λέληθε τῶν γιγνομένων· ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν. Δεῖξαι τοίνυν βουλόμενος, ὡς αὐτοῦ συγχωρήσαντος ταύτην ἔλαβεν ὁ Ναβουχοδονόσορ τὴν δύναμιν, ὑπισχνεῖται καὶ μισθὸν αὐτῷ δώσειν ὑπὲρ τῆς Τυρίων πολιορκίας τῶν Αἰγυπτίων τὴν δούλωσιν. ιθʹ, κʹ. Τάδε, λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐ τῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται ὁ μισθὸς τῇ δυνάμει αὐτοῦ.
English
He had foretold those things in the fourth year of Jeconiah's captivity, or the twelfth; for thus both the Hebrew and the Syrian say. But these things in the twenty-seventh year after the capture of Tyre and the long siege, on account of which he says that every head became bald and every shoulder shaved. For dwelling in the open air is accustomed to produce such things, the scorching heat often stripping the bare parts of the body's limbs exposed to it. And he promises to give Nabuchodonosor Egypt as his wages, for the labors that had occurred around the siege of Tyre; not because he did this by design, serving the divine counsel (for using his own impulse he campaigned against all these nations), but through these things he indicates that nothing will happen without his will. "For," he says, "are not two sparrows sold for an assarion, and one of them will not fall apart from your Father in the heavens?" For nothing that happens escapes him; but some things he directs himself, and others he permits to happen, now yielding to the free will of men, now permitting the worthy to be punished through others. Wishing, then, to show that it was by his permission that Nabuchodonosor received this power, he promises also to give him wages for the siege of the Tyrians—the enslavement of the Egyptians. 19, 20. Thus says Adonai the Lord: Behold, I give to Nabuchodonosor king of Babylon the land of Egypt, and he shall take its multitude, and he shall despoil its spoils, and he shall plunder its plunder, and it shall be wages for his army.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:256 · narrative
Source
Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο. Πάλιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν· Τάδε λέγει Ἀδωναῒ Κύριος· (καʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν· τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν. Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον· ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· "Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν·" διὰ γὰρ τοῦ Ἰεζεκιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν.
English
Instead of his service, with which he served against Tyre, I have given him the land of Egypt, in return for all that he did. Again he has said the same things, confirming the prediction by repetition and a second declaration: Thus says Adonai the Lord: (21.) In that day a horn shall spring up for the whole house of Israel, and to you I will give an opened mouth in their midst, and they shall know that I am the Lord. Scripture sometimes calls piety a horn, sometimes power, sometimes kingship; and he has used "a horn shall spring up" from the metaphor of calves, which are weak before the growth of their horns, but after their increase receive much strength. When Egypt, then, he says, is destroyed, my people shall flourish and shall acquire piety, having no teacher of wickedness; and they shall also submit their hearing to the prophetic words, having learned my dominion. For this is what he indicated by saying, "And to you I will give an opened mouth in their midst"; for through Ezekiel he signified the whole prophetic choir.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:257 · narrative
Source
ΚΕΦΑΛΑΙΟΝ Μʹ.
αʹ–γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὀλολύξατε, ὢ ὢ ἡἡμέρα. Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται. Διὰ πάντων τῶν εἰρημένων δεδίττεται, θρηνεῖν καὶ ὀδύρεσθαι παρακελευόμενος. Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν· νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος· καιρὸν δὲ ἐθνῶν ἐκάλεσε τὴν τοῖς ἔθνεσιν ἐπιφερομένην
τιμωρίαν. Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπε σεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας. δʹ, εʹ. Καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέ λια αὐτῆς. Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα ἡ Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μα χαίρᾳ πεσοῦνται μετ' αὐτῆς. Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρ έξει· ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ. Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰ γυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας. Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυπτίων συμμαχίαν. Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσίδος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει· πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους;
English
CHAPTER 40
1–3. And the word of the Lord came to me, saying: Son of man, prophesy and say: Thus says Adonai the Lord: Wail, alas, alas the day. For the day of the Lord is near, and the day of a cloud draws near, and it shall be a time of the nations. Through all that has been said he strikes terror, urging them to lament and mourn. He calls the time of punishment a day; and a cloud, the darkness that comes upon souls from the calamity; and he called the time of the nations the punishment brought upon the nations. For not only, he says, shall my people fall into these evils, but the nations also shall pay the penalty for their impiety. 4–5. And a sword shall come upon the Egyptians, and there shall be turmoil in Ethiopia, and the wounded shall fall in Egypt, and their multitude shall be taken, and its foundations shall collapse. And the Persians shall be seized, and the Cretans, and the Libyans, and the Ethiopians, and the Lydians, and all Arabia, and all the mixed peoples, and some of the sons of my covenant among them shall fall by the sword with it. What befalls Egypt, he says, will bring confusion also to Ethiopia; for being a neighbor, it will be in anguish lest it suffer the same things. Then he recounts the allies of the Egyptians being slain together with the Egyptians—Cretans, and Libyans, and Ethiopians, and Lydians, and Arabians. And Greek histories also teach the alliance of the Lydians and Egyptians. But by Persians he does not mean those who came from Persis to bring them aid; for how could it be possible, when the Assyrians and Chaldeans were warring against them, for them to have Persians as allies?
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:258 · narrative
Source
ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰ γύπτῳ γεγενημένους. Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γε νέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων. Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες. Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκο πὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν Αἴγυπτον. Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφή του εἴρηται· "Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κατάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύπτου, λόγος τίνος ἐμμενεῖ, ὁ ἐμὸς, ἢ ὁ αὐτῶν· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζη τοῦντος ψυχὴν αὐτοῦ." Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα· ἑνὸς γὰρ Πνεύματος ῥήματα. Οὕτω πάλιν προει ρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βα σιλέα, ἐπάγει· θʹ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφα νίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα· καὶ ἔσται τα ραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. –Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν· τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ.
English
But those who were once long ago deported from there, and had become resident aliens in Egypt. And they say that the Egyptian Babylon was for this reason given the same name as the Persian one, since Persians had settled it. He calls the Jews themselves sons of the covenant—those who, after the siege of Jerusalem, went down into Egypt, taking the prophet Jeremiah with them. And to these likewise he threatens punishment, because against his purpose they abandoned Judea and arrived in Egypt. These things were also spoken through Jeremiah the prophet: "For all the remnant of Judah, who dwell in the land of Egypt, shall know," he says, "whose word shall stand, mine or theirs; and this shall be your sign, says the Lord: Behold, I give Pharaoh Hophra king of Egypt as a deliverable into the hands of those seeking his life, just as I gave Zedekiah king of Judah into the hands of Nebuchadnezzar king of Babylon, his enemy, and one seeking his life." The things foretold by the divine prophets agree with one another, then; for they are the words of one Spirit. Thus again, having previously foretold the desolation of Egypt with its definition, and having called the Assyrian king fire, he adds: 9. In that day messengers shall go forth from my presence in Seim, hastening to destroy Ethiopia, the hope; and there shall be confusion for them in the day of Egypt, because behold, it has come. —He called Ethiopia "hope," because the Egyptians trusted in their help; and Seim in the Greek tongue means "in strength.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:259 · narrative
Source
Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τού τοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐ τοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα. ιʹ–ιβʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ' αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν· καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ' Αἰγύπτου, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων· τὸ δὲ, "Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν," ἀντὶ τοῦ παραδώσω τέθεικεν. Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις· μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου. Εἶτα προλέγει, ὅτι βδελύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγμίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται. ιγʹ. Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες. Τηνικαῦτα τῆς Αἰγύπτου τὰς ἡνίας πεπιστευμέ
English
But these things, he says, while the Egyptians endure, the Ethiopians their allies will be thrown into confusion, not only because of the evils that have befallen them, but also because of the calamities that will overtake them, through certain angels sent by me and hastening to fulfill what has been commanded. 10–12. Thus says Adonai the Lord: And I will destroy the multitude of the Egyptians by the hand of Nebuchadnezzar king of Babylon, his own and his people with him; plagues sent from the nations to destroy the land; and they shall empty all their swords against Egypt, and the land shall be filled with the wounded. And I will make their rivers desolate, and I will give the land into the hands of wicked men, and I will destroy the land and its fullness, into the hands of strangers; I the Lord have spoken. To the Babylonians, he says, the cruellest of all the nations, I will hand over Egypt, so that their whole land may be filled with slaughters, and their rivers become desolate of their inhabitants. And the phrase, "I will give the land into the hands of wicked men," he has set down in place of "I will hand over." And this too fits with what has been said before; for he said that he would give Nebuchadnezzar as wages the enslavement of Egypt, in return for the labors that came to him in the siege of Tyre. Then he foretells that their abominations, that is, the idols full of abomination, will be overthrown by the enemies. 13. And the princes of Memphis shall cease. At that time, those entrusted with the reins of Egypt
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:260 · narrative
Source
νοι. Καὶ φόβος ἅπασιν ἐπιπεσεῖται τοῖς Αἰγυπτίοις, τῆς Τάνεως μὲν ἐμπιπραμένης, Διοσπόλεως δὲ πανωλεθρίαν ὑπομενούσης· τῆς δὲ δυνατωτάτης Σαϊτῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς· καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θόρυβον. Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκα νῶς παρεδήλωσεν, εἰρηκώς· "Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί"· ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ ἡ διαμάχη γενήσεται. Τὸ δὲ, "Ἐν Διοσπόλει ἔσται ἔκ ρηγμα, καὶ διαχυθήσεται ὕδατα," τῶν τειχῶν ᾐνίξατο τὴν κατάλυσιν, καὶ τῶν πολεμίων τὴν εἴσοδον, δίκην ὑδάτων εἰσρεόντων, καὶ διαχεομένων εἰς ἁπάσας αὐ τῆς τὰς ἀγυιάς τε καὶ οἰκίας. Τούτοις προστέθεικεν· ιζʹ. Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται. Δῆλον δὲ ὅτι καὶ ἐπὶ τούτοις μέγα ἐφρόνουν, ὡς ἀριστεῦσι καὶ δυνατοῖς· ἀλλὰ καὶ "Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλω σίᾳ πορεύσονται." Εἶτα προστίθησιν· ιηʹ. Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡ ἡμέρα. Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμενον σκότος. Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς· "Καὶ αὐτὴν νεφέλη καλύψει." Οἱ γὰρ κακοῖς περι πίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν. Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν. ιθʹ. Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώ σονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν. κʹ.
English
...nor. And fear will fall upon all the Egyptians, when Tanis is set on fire, and Diospolis undergoes utter destruction; and when the most powerful city of the Saïtes falls into the most grievous calamities; and, to put it simply, when the enemies, like fire, divide up all Egypt, so that even Syene, which lies in the innermost region, receives the tumult from them. And he has sufficiently indicated the sudden onset, having said: "There shall be wars in Memphis on the same day"; for at the same time as the report, the battle will also take place. And the phrase, "In Diospolis there shall be a breach, and waters shall be poured out," hints at the destruction of the walls and the entrance of the enemies, flowing in like waters and spreading into all its streets and houses. To these things he has added: 17. That the young men of Heliopolis and Bubastus shall fall by the sword. And it is clear that even in these they took great pride, as being the bravest and most powerful; but also "The women," he says, "shall go into captivity." Then he adds: 18. That even in Taphnis the day shall grow dark. Signifying the darkness that comes from calamities. And he has signified this same thing again, having said: "And a cloud shall cover it." For those who fall into evils do not see the light in the same way, but regard the day as more gloomy than all darkness. Then he has made clear the purpose of these events. 19. And I will execute judgments in Egypt, and the Egyptians shall know that I am the Lord. For all these things, he says, I will permit to happen, so that even the Egyptians may learn not to be proud on their own account, but to acknowledge my dominion. 20.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:261 · narrative
Source
Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων. Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται· καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκείνου τὴν βασιλείαν ἐπρυτάνευσεν. Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας. Ἀναγ καίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου. Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκο στῷ ἔτει. διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δί καιον. Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύριος πρός με· (καʹ.) Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι, καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας. Με τρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας. κβʹ–κδʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμένους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ. Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. Καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος.
English
And it came to pass in the eleventh year, in the first month, on the seventh day of the month, that the word of the Lord came to me, saying. This same form is also found in Jeremiah the prophet; for he too sets down the times in scattered fashion, and having first set forth the things that happened under Zedekiah, who reigned last, he again recounts the events concerning Jehoiakim, who held the kingship before him. The reason for this is that they do not simply write history, but prophecies that came to pass at certain times. And necessarily and very fittingly he has now made mention of this time. For since he had threatened Egypt with so great a cloud of calamities in the twenty-seventh year, he teaches us the justice of the punishment. For in the eleventh year, he says, the Lord said to me: (21.) Son of man, I have broken the arms of Pharaoh king of Egypt, and behold, they were not bound up to give him healing, to apply a poultice to him, to bind him up, and to strengthen him, and to take hold of a sword. Thrice, he says, I brought punishment upon him, and he did not wish to use the medicines of repentance so as again to take hold of his former dominion. 22–24. Therefore thus says Adonai the Lord: Behold, I am against Pharaoh king of Egypt, and I will crush his arms, both the strong and the outstretched, and the already crushed, and I will cast down his sword from his hand. And I will scatter Egypt among the nations, and I will winnow them into the countries. And I will strengthen the arms of the king of Babylon.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:262 · narrative
Source
Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐ τὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμικοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον· διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν· ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνερ γεῖσθαι, "Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς." Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι· ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν. Διὸ ὡς σαφῆ καὶ ἐκ τῶν προερμηνευθέντων δῆλα γεγενημένα, κατέλιπον ἀνερμήνευτα.
ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ.
α, βʹ. Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ· Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ' ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους. Εἰπὲ, φησὶν, ὦ τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπει κάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει· γʹ. Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ μεγέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ.
English
For since he was unwilling to be disciplined by moderate corrections, I will subject him to the greatest punishments, and I will strip him of all his strength, so that he cannot even use the instruments of war; but I will fill the Babylonian with all strength and power. For through the arms, both in the case of the Egyptian and in the case of the Babylonian, he indicated power; since it is through the arms that the works of war naturally operate, "And I will give," he says, "my sword into his hand; and he shall bring it against Egypt, and shall plunder her plunder, and shall despoil her spoils." I, he says, will deliver to him the punitive action, so as to do all the things previously spoken against Egypt. And these things he has added again, confirming the former by repetition. Therefore, as being clear and made evident from what has been previously interpreted, I have left them uninterpreted.
CHAPTER 31.
1, 2. And it came to pass in the tenth year, in the third month, on the first day of the month, that the word of the Lord came to me, saying: Son of man, speak to Pharaoh king of Egypt, and to his multitude: To whom have you likened yourself in your height? Since he was unwilling to make proper use of long-suffering, but persisted in vanity and arrogance, he brings these words to him in the form of a question. Speak, he says, O king of Egypt: to what do you compare yourself? And to whom among kings do you think you are like, that you have used such great pride? Then he adds: 3. Behold, Assyria is a cypress in Lebanon, beautiful in its branches, and tall in stature, and dense in its shade, and his rule came to be in the midst of the clouds.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:263 · narrative
Source
Τῷ τροπικῷ πάλιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυκνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν· παραφυάδας γὰρ τούτους ἐκάλεσε. Τὸ δὲ, "Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ," οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέ γειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν· αὐτοῦ γάρ ἐστι φωνή· "Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου·" καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς. Ὁ μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι "Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου·" ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαν τας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν. Κἀνταῦθα τοίνυν τὴν ὑπερήφανον αὐτοῦ γνώμην δι' αἰνιγμάτων ἐδήλωσε. Τού τοις ἐπάγει· δʹ. Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψω σεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύ κλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑ τῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρατιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι. εʹ.
English
Again he has used the figurative character, and says that the king of the Assyrians is like the cypress that grows in Lebanon, both in the greatness of its height, and in the dense and far-spreading multitude of his subjects, and in the comeliness of his governors and generals; for these he called offshoots. And the phrase, "His rule came into the midst of the clouds," he has set down not only hyperbolically according to the idiom of men (for many are accustomed to say, "So-and-so was exalted as far as the clouds"), but he has also revealed the arrogance of his thoughts; for it is his voice: "I will ascend above the clouds, above the stars of heaven I will set my throne;" and this can be learned from the divine Scripture from every side. For Sennacherib cried out, "The Lord will not deliver Jerusalem out of my hand;" and Nebuchadnezzar, having made a golden image, commanded all his subjects, both rulers and ruled, to worship it. Here, therefore, he has also made known his haughty mind through riddles. To these things he adds: 4. Water nourished him, the abyss exalted him, it led its rivers round about his plants, and it sent forth its gatherings into all the trees of the plain. And by water and abyss he has named the countless nations enslaved by him, which, bringing tribute and tax to his army as it were a watering, nourished them like plants, and prepared its gatherings, that is, the military companies, to be sent forth into all the trees of the plain, instead of, those not yet subdued nor enslaved, so that these also might become subject. 5.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:264 · narrative
Source
Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν. Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο· παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη. ʹ. Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόσσευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. Διὰ τού του τοὺς λογικωτέρους τῶν ἀνθρώπων, καὶ οἱονεὶ πτηνοὺς παρεδήλωσε. "Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου." Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θηριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα· τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς· "Ἐν τῇ σκιᾷ αὐ τοῦ κατῴκησε πλῆθος ἐθνῶν." Καὶ ὅπερ ἄνω διῃρη μένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε. Σκιὰν δὲ αὐτοῦ, καὶ παρα φυάδας, καὶ κλάδους, οὐ μόνον ὑπάρχους καὶ στρατηγοὺς, ἀλλὰ καὶ τοὺς τῶν ἐθνῶν ἡγεμονεύοντας σατράπας ἐκάλεσεν, οἷς διετέλουν δουλεύοντες οἱ ὑπήκοοι. Ταῦτα καὶ αὐτὸς ὁ Ναβουχοδονόσορ ὄναρ εἶδε, καὶ ὁ μακάριος ἡρμήνευσε Δανιὴλ τὸ τοῦ δένδρου ἐνύπνιον. ζʹ. Καὶ ἐγένετο, φησὶ, κάλλος ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, Διδάσκει δὲ ἡμᾶς τὸ τοῦ πλήθους καὶ ὁ μακάριος Δανιὴλ, ἑκατὸν εἴκοσι σατράπας εἰρηκὼς ἐσχηκέναι τὸν Δα ρεῖον, τὴν τοῦ Βαλτάσαρ διαδεξάμενον βασιλείαν. Εἶτα καὶ τοῦ πλήθους τὴν αἰτίαν διδάσκει· "Ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ ὕδωρ πολύ." Παντα χοῦ γὰρ, φησὶν,
English
For this reason his size was exalted above all the trees of the plain, and from there his branches were widened, and his shoots were lifted up by much water when he stretched out. This, he says, became the cause for him both of his boastfulness and of his arrogance; for receiving irrigation from countless nations, he grew together with his shoots. 5. In his shoots, he says, all the birds of heaven nested. By this he indicated the more rational among men, and as it were the winged. "And under his branches all the beasts of the field gave birth." By these he signified the barbarous among the nations, being beast-like and low-minded in soul; and he himself also interpreted this, having said: "In his shadow dwelt a multitude of nations." And what he said above in a divided and figurative manner, this he has added here in a common and clear manner. And his shadow, and shoots, and branches, he called not only governors and generals, but also the satraps who ruled over the nations, to whom their subjects continually remained in servitude. These things Nabuchodonosor himself also saw in a dream, and the blessed Daniel interpreted the dream of the tree. 7. And there was, he says, beauty in his height because of the multitude of his branches. And the blessed Daniel also teaches us the matter of the multitude, having said that Dareios, who succeeded to the kingdom of Baltasar, had a hundred and twenty satraps. Then he also teaches the cause of the multitude: "Because his roots became much water." For everywhere, he says,
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:265 · narrative
Source
ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρ δείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε. Καὶ ἐπιμένων τῇ τροπῇ, ηʹ. Κυπαρίσσῳ, φησὶν, οὐχ ὑπερῆραν αὐτὸν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περιφανέστερος ἐκείνου ἐγένετο· παράδεισον γὰρ ἐν ταῦθα τὴν οἰκουμένην ἐκάλεσε· τροπικῶς γὰρ τέως ἅπαντα λέγει. "Καὶ πίτυες, φησὶν, οὐχ ὅμοιαι τοῖς κλάδοις αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ." Οὐ μόνον δὲ αὐτὸς, φησὶ, περιφανέστερος τῶν ἄλλων ἐγένετο βασιλέων, ἀλλὰ καὶ οἱ τούτου κλάδοι καὶ παραφυάδες, πολλῷ τῷ μέτρῳ νενικήκασι, καὶ τῷ ὕψει, καὶ τῇ πυκνότητι, τοὺς τῶν ἄλλων ἐθνῶν βασιλέας. Πίτυς δὲ καὶ ἐλάτας τροπικῶς ἐκάλεσε τοὺς ἐλαττόνων ἐθνῶν βασιλέας, οἷς τοὺς σατράπας ἐπέστησεν, οἳ ὑπακούειν τούτους ἠνάγκαζον. Λέγει τοίνυν, ὅτι τῶν μὲν μεγί στων βασιλέων μείζων ἐγένετο· τῶν δὲ ἐλαττόνων οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες δυνατώτεροι γεγένηνται καὶ περιφανέστεροι. Εἶτα συν τόμως· Πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ, (θʹ.) διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ. –Κάλλος δὲ τὸ ὁρώ μενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας· λέγει τοίνυν, ὅτι οὐδεὶς ἐξισώθη αὐτῷ τῶν τηνικάδε τῆς γῆς βεβασιλευκότων· προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις.
English
Having stretched out his roots and received abundant watering, he nourished these branches. And continuing with the figurative language, he says in the eighth place: "The cypress," he says, "did not surpass him in the paradise of God." For no one, he says, of those reigning over the inhabited world at that time became more conspicuous than he; for here he called the inhabited world a paradise, since for the present he speaks all things figuratively. "And the pines," he says, "were not like his branches, and the firs were not made like his shoots." For not only did he himself, he says, become more conspicuous than the other kings, but also his branches and shoots surpassed by a great measure, both in height and in density, the kings of the other nations. And by "pines" and "firs" he figuratively called the kings of lesser nations, over whom he set satraps, who compelled them to obey. He says, then, that he became greater than the greatest kings; and than the lesser ones, not only he himself, but also his rulers became more powerful and more conspicuous. Then concisely: "Every tree in the paradise of God was not likened to him in his beauty," (ninth,) "because of the multitude of his branches." And by "beauty" he means the visible, that which pertains to the body—purple robes, crowns, thrones studded with gems, spear-bearers, shield-bearers, and all the other things that are able to make kings splendid in visible appearance. He says, then, that no one of those who reigned over the earth at that time was made equal to him; and he adds that he also became an object of emulation to all those.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:266 · narrative
Source
"Ἐζή λωσε γὰρ αὐτὸν, φησὶ, πάντα τὰ ξύλα τῆς τρυ φῆς τοῦ παραδείσου τοῦ Θεοῦ." Εἶτα τὸν τῆς ψυχῆς αὐτοῦ τῦφον παραγυμνοῖ· ιʹ, ιαʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφε λῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν. Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἠρκέσθη τῇ κατὰ τῶν ἀνθρώπων ἡγεμονίᾳ, ἀλλὰ καὶ κατ' ἐμοῦ τῇ ἀλαζονείᾳ ἐχρήσατο, "παρέδωκα αὐτὸν, φησὶν, εἰς χεῖρας ἄρχοντος ἐθνῶν." Λέγει δὲ τὸν Κῦρον· οὗτος γὰρ μητρόθεν μὲν Μῆδος, πατρόθεν δὲ Πέρσης ὑπάρχων, καὶ ἐκ δύο ἐθνῶν ὁρμώμενος, τὴν τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων κατέλυσε βασιλείαν. "Καὶ ἐποίησε, φησὶν, τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέ βειαν αὐτοῦ·" Ἄξια γὰρ, φησὶν, ὑπέμεινεν ὧν ἠνόμησε. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, ταῦτα τῷ Να βουχοδονόσορ συνέβη, τοσαύτην ὠμότητα καὶ ἀλαζο νείαν σὺν ἀσεβείᾳ νενοσηκότι.
English
For," he says, "all the trees of the delight of the paradise of God envied him." Then he lays bare the vanity of his soul: 10, 11. Therefore thus says Adonai the Lord: Because he became great in size, and set his rule in the midst of the clouds, and his heart was lifted up in his height, and I saw when he was exalted. And I delivered him into the hands of the ruler of the nations, and he wrought his destruction according to his impiety. For since, he says, he was not satisfied with dominion over men, but also used arrogance against me, "I delivered him," he says, "into the hands of the ruler of the nations." He means Cyrus; for he, being a Mede on his mother's side and a Persian on his father's side, and coming from two nations, overthrew the kingdom of the Assyrians and Babylonians. "And he wrought," he says, "his destruction according to his impiety;" for, he says, he suffered what was worthy of the lawless deeds he committed. According to the history, then, these things happened to Nebuchadnezzar, who was sick with such cruelty and arrogance together with impiety.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:267 · narrative
Source
Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀν θρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέ μιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρ χων περιφανέστερος (παράδεισον γὰρ τρυφῆς, καὶ τὰ ἐν τούτῳ ξύλα, κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύνα μιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε. Τοῦτο δὲ καὶ ὁ μακάριος αἰνίττεται Παῦλος, "Μὴ νεόφυτον, λέγων, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβό λου." Οὐκ εἰδὼς γὰρ εἰς δέον χρήσασθαι τῇ τιμῇ παραπλήσια πείσεται τῷ διαβόλῳ, ὃς ἀφορμὴν ἀλα ζονείας καὶ τύφου τὴν δοθεῖσαν αὐτῷ τιμὴν ἐποιήσατο. Τοῦτον λέγει "παραδοθήσεσθαι ἄρχοντι ἐθνῶν." Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ Δεσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί· "Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν;" Καὶ ὁ μακάριος Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ταῦτα καὶ Ἡσαΐας βοᾷ· "Ἔσται γὰρ, φησὶν, ἡ ῥίζατοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." Καὶ ὁ Πατὴρ πρὸς αὐτόν· "Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Καὶ ὁ αὐτὸς δὲ προφήτης πάλιν πρὸς αὐτόν· "Ἐκοπίασεν Αἴγυπτος,
English
But if anyone wishes to understand precisely, he will find that the common avenger of men, the hostile and warlike devil of God, is also indicated by these words—he who, created good and noble, equal to the principal powers and more illustrious than those beneath him (for he called the paradise of delight and the trees in it, according to the laws of allegory, the incorporeal natures), raged against his Maker who had given him both such beauty and such power, and, meditating tyranny and dreaming that he would be God, fell away. The blessed Paul also hints at this, saying, "Not a novice, lest being puffed up he fall into the condemnation of the devil." For not knowing how to use honor as he ought, he will suffer the same as the devil, who made the honor given to him an occasion of arrogance and pride. He says that this one "will be delivered to the ruler of the nations." And who is this ruler of the nations but the only-begotten Word of God, the Lord Christ, to whom the prophet says: "Who will not fear you, king of the nations?" And the blessed Jacob: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until he comes to whom it is reserved, and he is the expectation of the nations." Isaiah also cries out these things: "For there shall be," he says, "the root of Jesse, and the one who rises to rule the nations; in him shall the nations hope." And the Father to him: "I have given you as a covenant of a people, as a light of the nations, that you may be for salvation to the ends of the earth." And the same prophet again to him: "Egypt has labored,
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:268 · narrative
Source
καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σα βαῒν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ ἀναβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ," καὶ τὰ ἑξῆς. Καὶ αὐτὸς δὲ διὰ τοῦ μακαρίου λέγει Δαβίδ· "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι." Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν μαρτυρίας ταὐτὸ τοῦτο διδασκούσας. Τούτῳ τοίνυν παραδεδόσθαι λέγει τὸν κοινὸν ἀλάστορα καὶ πολέμιον, καὶ ὑπὸ τούτου γενέσθαι τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Τούτοις ἐπάγει· Καὶ ἐξέβαλον αὐτὸν ἐγώ. (ιβʹ.) Καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων. Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας. "Καὶ ἐν πάσαις ταῖς φάραγξιν ἔπεσον οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς." Κλάδους δὲ αὐ τοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευ σεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη.
English
And the trade of the Ethiopians and the Sabeans, lofty men, shall come up against you, and they shall be servants to you; they shall follow after you bound with handcuffs, and they shall pray in you, because God is in you, and there is no God besides you, and so on. And he himself says through the blessed David: "A people whom I did not know served me." And one can find countless other testimonies teaching this same thing. To this one, then, he says the common avenger and enemy was handed over, and by this one his destruction came about according to his impiety. To these things he adds: And I cast him out. (12) And alien plagues from the nations utterly destroyed him, and they cast him down upon the mountains. For when the Lord had conquered him and had put him outside of dominion and tyranny, the plagues of old, and those alien to God from the nations, having believed the divine proclamation, utterly destroyed him and tore up his tyranny by the root, and cast him down upon the mountains, where previously he had his sanctuaries and altars, setting up the pillars of philosophy. "And in all the valleys his branches fell, and his stems were shattered in every plain of the earth." By his branches and stems he called the manifold idols, which received from him the occasions of their establishment, and these, from the mountains and from the plains, were shown to be utterly gone through the plagues of old and afterward through the faithful nations.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:269 · narrative
Source
"Καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτοῦ πάντες οἱ λαοὶ τῆς γῆς, καὶ ἠδάφισαν αὐτόν." Γνόντες γὰρ αὐτοῦ τὴν ἐξαπάτην, οὐ μόνον ἔφυγον αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ ἐδάφους κατήνεγκαν, τὴν Δεσποτικὴν ἐντολὴν πληροῦντες τὴν λέγουσαν· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." ιγʹ. Ἐπὶ τῇ πτώσει αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένετο πάντα τὰ θηρία τοῦ ἀγροῦ. Εἴ τις γὰρ, φησὶ, πτηνὸς, καὶ εἰς οὐρανὸν ἔχων τῆς διανοίας τὸ ὄμμα, εὐφραίνεται θεωρῶν αὐ τοῦ τὴν κατάλυσιν, καὶ τῆς ἀσεβείας τὴν γύμνωσιν. Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλά δων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη· ταῦτα γὰρ στελέχη ὠνόμασεν. ιδʹ. Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ. Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας· ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι· οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν· ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν. "Ὅτι πάντες ἐδόθησαν εἰς θάνατον." Οὐ γὰρ μόνον αὐτὸς ὁ διάβολος, ἀλλὰ καὶ οἱ τῆς τυραννίδος αὐτῷ κοινωνή σαντες δαίμονες, τὴν πανωλεθρίαν ὑπέμειναν. Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν·
English
And all the peoples of the earth went down from his shelter, and they brought him down to the ground. For when they recognized his deceit, they not only fled from his dominion, but they brought him down even to the ground itself, fulfilling the Lord's commandment which says: "Behold, I have given you authority to tread upon serpents and scorpions, and upon all the power of the enemy." 13. At his fall all the birds of heaven rested, and upon his branches all the beasts of the field came to be. For if any bird, says he, having the eye of the mind toward heaven, rejoices to behold his destruction and the stripping bare of his impiety. And those who were formerly beast-like shall rush against his branches, and with their own hands shall tear down the precincts of the idols; for these he called branches. 14. So that all the trees that are by the water may not be exalted in their greatness, and may not give their rule in the midst of the clouds, and those who drink water may not stand in their height against him. His destruction, says he, and the overthrow of his dominion, shall be a benefit to others, and an occasion of safety; for seeing what has befallen him, they will not endure to employ a disposition beyond their worth; nor will they attempt to seize a rule that is in no way fitting, taking as provision for tyranny, as it were some irrigation, the honor supplied to them by me. "Because all were given over to death." For not only the devil himself, but also the demons who shared his tyranny, underwent utter destruction. But it is time again to return to the history.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:270 · narrative
Source
ἱκανὰ γὰρ καὶ τὰ εἰρημένα διδάξαι, ὡς οὐ μόνον περὶ τοῦ Ναβουχοδονόσορ ἐῤῥέθη τὰ εἰρημένα, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος, καὶ τὴν οἰκείαν αὐτὸν ἀλαζονείαν διδάξαντος. Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισόμενοι. "Εἰς γῆν βάθους, φησὶν, ἐν μέσῳ υἱῶν ἀν θρώπων ἐπαγομένων εἰς βόθρον." Τούτοις ἐπάγει· ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν ᾖ ἡμέρᾳ κατήχθη εἰς ᾅδου, ἐθρήνησεν αὐτὸν ἡ ἄβυσσος, ἐκάλυψε καὶ ἐπέστησε τοὺς ποταμοὺς αὐτῆς, ἐκώλυσε πλῆθος ὕδατος. –Ἄβυσσον δὲ ἐκάλεσε τὰ ὑπήκοα ἔθνη, συστρατεύοντα μὲν αὐτῷ, θρηνοῦντα δὲ οὐ τὴν ἐκείνου σφαγὴν, ἀλλὰ τὴν οἰκείαν ἧττάν τε καὶ ἀναίρεσιν. Ὅτι γὰρ οὐκ ἐκεῖ νον ἐθρήνουν, ἀποχρώντως ἐδήλωσεν εἰρηκώς· Ἐκώλυσε πλῆθος ὕδατος·" τουτέστιν, Οὐκέτι σοι πέμπειν τοὺς φόρους ἀνέξεται. "Ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτὸν
ἐξελύθη." Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ' αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρ χων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους. Λέγει δὲ τοὺς σατράπας, τοὺς τοῖς ὑπάρχοις καὶ στρατηγοῖς ὑποκειμένους· τοὺς δὲ ἐν τῷ Λιβάνῳ πεφυτευμένους, τοὺς μείζους ἄρχοντας. Ὥσπερ τοίνυν οὐ Λίβανον τὸν Λίβανον, οὐδὲ πεδίον τὸ πεδίον, οὐδὲ ξύλα τὰ ξύλα νοοῦμεν ἐνταῦθα, οὕτως οὐδὲ παράδεισον τρυφῆς τὸν κληθέντα Θεοῦ παράδεισον, ἀλλ' ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ, τὰς τῆς οἰκουμέ νης βασιλείας, ἐπὶ δὲ τοῦ διαβόλου, τὰς νοητὰς καὶ ἀσωμάτους δυνάμεις. ι ʹ.
English
For what has been said is sufficient to teach that these words were spoken not only about Nebuchadnezzar, but also about the one who worked in him and taught him his own arrogance. He says, then, that Nebuchadnezzar himself, and those with him, will be handed over to death, to suffer the same things as other men. "Into the land of depth," he says, "in the midst of the sons of men, when they are brought down into the pit." To these things he adds: 15. Thus says Adonai the Lord: In the day when he was brought down to Hades, the abyss mourned for him, it covered him and set its rivers over him, it restrained the multitude of water. — He called the abyss the subject nations, which campaigned with him, mourning not his slaughter, but their own defeat and destruction. For that they were not mourning for him, he sufficiently indicated by saying: "It restrained the multitude of water" — that is, It will no longer endure to send you the tribute. "Lebanon is darkened over him, all the trees of the plain are loosened over him." He does not call the mountain Lebanon, but the density of the kingdom, and the trees of the plain, those rulers under him, the lesser of the governors, and as it were planted in a certain plain. He means the satraps, those subject to the governors and generals; and those planted in Lebanon, the greater rulers. Just as, therefore, we do not understand Lebanon here as Lebanon, nor the plain as the plain, nor the trees as the trees, so neither do we understand the paradise of delight as the paradise called of God, but in the case of Nebuchadnezzar, the kingdoms of the inhabited world, and in the case of the devil, the intelligible and incorporeal powers. 10.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:271 · narrative
Source
Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ, φησὶν, ἐσείσθη τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Ἐπ' ἀμφοτέρων δὲ τοῦτο γεγένηται. Καὶ γὰρ τοῦ Βαβυλωνίων βασιλέως ἀναιρεθέντος, ἡ φήμη πάντοσε περιδραμοῦσα τὰ ὑπήκοα διετάραξεν ἔθνη· καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν. Καὶ γὰρ ὁ μακά ριος Παῦλος σεισμὸν τὴν μετάστασιν προσαγο ρεύει. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ἐν γῇ κατω τάτῃ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλε κτὰ, καὶ τὰ κάλλιστα τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. (ιζʹ.) Καὶ γὰρ καὶ αὐτὰ κατηνέχθη μετ' αὐτοῦ εἰς ᾅδου, σὺν τοῖς τραυματίαις ἀπὸ μαχαίρας. Κατωτάτην δὲ γῆν, καὶ λάκ κον, καὶ βόθρον, ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ τὸν θάνατον προσαγορεύει· ἐπὶ δὲ τοῦ διαβόλου, τὴν εἰς ἔσχατον ταπείνωσιν. Λέγει τοίνυν, ὅτι τούτων κἀ κείνων κοινωνήσουσιν οἱ παραδυναστεύοντες τῆς ἀπωλείας· βασιλείας γὰρ καταλυομένης, ἀνάγκη καὶ τὰς ὑπὸ ταύτῃ τελούσας ἡγεμονίας δέξασθαι τὴν μετα βολήν· τὸ δὲ, "Παρακαλέσουσιν αὐτὸν," ἀπὸ τῶν παρ' ἡμῖν συμβαινόντων εἴρηται· πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν.
English
From the sound of his fall, he says, the nations were shaken, when they were bringing him down to Hades with those who go down into the pit. And this has happened in both cases. For when the king of the Babylonians was slain, the report, running everywhere, threw the subject nations into confusion; and when the devil was destroyed, the nations were shaken and were transferred from their former deception to the truth of the saving doctrines. For indeed the blessed Paul calls the transfer a shaking. And they comforted him, he says, in the nether land, all the trees of delight, and the chosen ones, and the fairest of Lebanon, all that drink water. (17.) For these too were brought down with him to Hades, with the slain by the sword. But the nether land, and the pit, and the dungeon, in the case of Nebuchadnezzar he calls death; in the case of the devil, the utmost humiliation. He says, then, that those who exercise power alongside them in destruction will share in these things and those; for when a kingdom is dissolved, the principalities that are subject to it must necessarily receive the change. And the phrase "They will comfort him" has been said from what happens among us; for somehow the fellowship of misfortunes naturally offers some consolation to the despondent.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:272 · narrative
Source
Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ' αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται, ἀλλὰ καὶ "Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο." Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέ βειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ. Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ' αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν· ὅτι καὶ αὐτὴ ἄρδην ἀφανισθήσεται, καὶ οἱ ταύτης ὑπερμαχεῖν φιλονεικοῦντες. Εἶτα πρὸς αὐτὸν τρέπει τὸν λόγον. ιηʹ. Τίνι ὡμοιώθης ἐν δυνάμει, καὶ ἐν δόξῃ, καὶ ἐν μεγέθει, ἐν τοῖς ξύλοις τῆς τρυφῆς; Κατάβηθι, καὶ καταβιβάσθητι μετὰ ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἐβουλήθης ὁμοιωθῆναι τοῖς ἅμα σοι φυτευθεῖσι ξύ λοις, ἀλλὰ τῷ φυτουργῷ, μετὰ τούτων τῶν ξύλων, τῶν ταὐτά σοι πεφρονηκότων, προστάττω σε ἀποῤ ῥιφῆναι, καὶ εἰς τὸ τῆς γῆς ἀποῤῥιφῆναι βάθος. Καὶ τοῦτο τοίνυν ἀμφοτέροις ἁρμόττει. Τού τοις ἐπάγει· "Ἐν μέσῳ ἀπεριτμήτων κοιμη θήσῃ μετὰ τραυματιῶν μαχαίρας." Τὸ δὲ ἀπεριτμήτων, οὐ περὶ τοῦ σώματος, ἀλλὰ περὶ τῆς καρδίας λέγει· οἶδε γὰρ οὐ μόνον ἡ Καινὴ, ἀλλὰ καὶ ἡ Παλαιὰ Γραφὴ, περιτομὴν καρδίας· καὶ τοῦτο διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· "Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίᾳ αὑτῶν." Ἐπειδὴ τοίνυν τὴν ἀλαζονείαν περιτεμεῖν οὐκ ἠθέλησας, ἀλλ' ἐναπέμεινέ σοι τὸ τῆς ἀλαζονείας περίττωμα, ταὐτὰ πείσῃ τοῖς ταῦτα δεδρακόσιν. Εἶτα συμπληροῖ τὸ νόημα·
English
Not only, he says, will those under him, the rulers appointed by him, be destroyed, but also "his seed, those who dwell under his shelter, perished in the midst of their life." For Belshazzar, being seed and son of Nebuchadnezzar, was not permitted, because of his great impiety, to reach old age, but when the time appointed for men was already at its midpoint, he was handed over to slaughter. But in the case of the devil, "seed" should be understood as the teaching of impiety sown by him, since both it and those who strive to fight in its defense will be utterly destroyed. Then he turns his discourse to him. 18. To whom were you likened in power, and in glory, and in greatness, among the trees of delight? Come down, and be brought down with the trees of delight to the depth of the earth. For since, he says, you did not wish to be likened to the trees planted together with you, but to the planter, with these trees, those who have thought the same things as you, I command you to be cast down, and to be cast down to the depth of the earth. And this, then, fits both. To these he adds: "In the midst of the uncircumcised you shall sleep with those wounded by the sword." By "uncircumcised" he speaks not of the body but of the heart; for not only the New but also the Old Scripture knows a circumcision of the heart; and God says this through the prophet: "For all the nations are uncircumcised in the flesh, but the house of Israel is uncircumcised in their heart." Since, therefore, you were unwilling to circumcise your arrogance, but the excess of arrogance remained in you, you will suffer the same things as those who have done these things. Then he completes the thought.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:273 · narrative
Source
"Οὕτω Φαραὼ, καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος." Εἰρηκὼς γὰρ ἄνω· "Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;" καὶ διηγησάμενος τὰ κατὰ τὸν Ἀσσύριον, εἶτ' οὖν Βαβυλώνιον, ἐπήγαγε τό· "Οὕτω Φαραὼ καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐ τοῦ." Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν.
ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.
αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ· Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δρά κων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες αὐτοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου. Καὶ τούτου πάλιν τὴν ἀλαζονείαν κατηγορεῖ καὶ τύφον, καὶ λέγει αὐτὸν ἐζηλωκέναι τοῦ ἐν τῇ θαλάσσῃ δρά κοντος τὴν ὑπερηφανίαν. Ἐδιδάχθημεν δὲ τοῦτον εἶναι τὸν διάβολον, τὸν πάλαι ποτὲ τῶν ἐθνῶν πικρῷ καὶ ἁλμυρῷ ἐνδιαιτηθέντα φρονήματι. Φησὶ δὲ καὶ ὁ Ἡσαΐας ἐπάξειν τὸν Θεὸν τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· λέγει δὲ αὐτὸν ἐπιχειρῆσαι καὶ λέοντι ὁμοιωθῆναι· λέοντα δὲ τῶν ἐθνῶν βασιλεύοντα τὸν Κύριον μεμαθήκαμεν· "Ἀνα κλιθεὶς γὰρ, φησὶν, ἀνεπαύσατο, ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; Λέγει τοίνυν·
English
Thus Pharaoh, and all the multitude of his strength, says the Lord Adonai." For having said above, "To whom have you likened yourself in your height?" and having recounted the things concerning the Assyrian, that is, the Babylonian, he added: "Thus Pharaoh and all the multitude of his strength." For if that one, he says, who is much greater and more illustrious than you, will suffer these things, wait also yourself for the same punishment, having the same impiety.
CHAPTER 32.
1, 2. And it came to pass in the twelfth year, in the twelfth month, on the first day of the month, the word of the Lord came to me, saying: Son of man, take up a lamentation over the king of Egypt, and you shall say to him: You have been likened to a lion of the nations, and as a dragon that is in the sea, and you were butting with your rivers, and you were troubling the water with your feet, and you were trampling your rivers. And again he accuses his arrogance and pride, and says that he has emulated the haughtiness of the dragon in the sea. And we have been taught that this is the devil, who once long ago dwelt among the nations in a bitter and salty disposition. And Isaiah also says that God will bring the holy sword against the dragon that is in the sea; and he says that he attempted to be likened also to a lion; and we have learned that the Lord is the lion reigning over the nations: "For having lain down, he says, he rested, as a lion and as a cub, who will rouse him?" He says, then:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:274 · narrative
Source
Ὅτι ἐπει ράθης ὁμοιωθῆναι τῷ τῶν ἐθνῶν λέοντι, παραπλησίως τῷ δράκοντι τῷ ἐν τῇ θαλάσσῃ, καὶ ἀλαζονικὸν κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἀνεδέξω φρόνημα, θαῤῥῶν τῷ ποταμῷ καὶ ταῖς τούτου διώρυξιν, ὡς μὴ δεόμε νος μὴ νέφων, μηδὲ ὑετοῦ, μηδὲ τῆς ἄνωθεν προ νοίας καὶ κηδεμονίας, ἀλλὰ τοῖς ποσὶ χρώμενος, καὶ ταράσσων τὸ ὕδωρ, καὶ ὀχετηγῶν εἰς ἀρδείαν· τούτου χάριν, φησί· γʹ. Περιβαλῶ ἐπὶ σὲ δίκτυά μου ἐν ἐκκλησίᾳ λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου. Ἁρμοδίως καὶ μάλα προσφόρως τῷ ποταμῷ ἀγκίστρου καὶ δικτύων ἐμνημόνευσεν· ἡρμήνευσε δὲ καὶ ταῦτα εἰρηκώς· "Ἐν ἐκκλησίᾳ λαῶν πολλῶν." Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος. δʹ– ʹ. Καὶ ἐκτενῶ σε, φησὶν, ἐπὶ τὴν γῆν, καὶ πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω ἐκ μέσου σου πάντα τὰ θηρία τῆς γῆς. Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου τὰ πεδία. Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἐπὶ τῶν ὀρέων, καὶ φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. Ὅταν, φησὶν, ὑπὸ τῶν πολεμίων ἀγρευθῇς καὶ ἀναιρεθῇς, ἄταφος μενεῖς, καὶ ἐμπλήσεις τὰς τῶν θηρίων καὶ τὰς τῶν ὀρνέων γαστέρας· οἱ δὲ τοῦ αἵματος ὀχετοὶ, καὶ τῆς σηπεδόνος οἱ ἰχῶρες, τούτους γὰρ ἐκάλεσε προχωρήματα, καὶ τὰ πεδία, καὶ τὰ ὄρη πληρώσει. ζʹ, ηʹ. Καὶ κατακαλύψω τὸν οὐρανὸν ἐν τῷ σβεσθῆναί σε, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ· ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φανῇ τὸ φῶς αὑτῆς.
English
Because you were rash enough to liken yourself to the lion of the nations, in like manner to the dragon in the sea, and you took up a boastful mind against the God of all things, trusting in the river and its channels, as though you had no need of clouds, nor rain, nor the providence and care from above, but using your feet, and troubling the water, and channeling it for irrigation; for this reason, he says: 3. I will cast my nets upon you in the assembly of many peoples, and I will bring you up with my hook. Fittingly and very appropriately to the river he mentioned hook and nets; and he explained these things too by saying, "In the assembly of many peoples." For as if by some net, by the army of the enemies, and as if by some hook, by my will I will catch you and hunt you, like a fish. 4–5. And I will stretch you out, he says, upon the earth, and the plains shall be filled with you, and all the birds of heaven shall settle upon you, and I will fill all the beasts of the earth from your midst. And I will give your flesh upon the mountains, and I will fill the plains from your blood. And the earth shall be watered from your outflows upon the mountains, and I will fill the valleys from you. When, he says, you are caught by the enemies and slain, you will remain unburied, and you will fill the bellies of the beasts and of the birds; and the streams of blood, and the ichors of putrefaction—for these he called outflows—will fill both the plains and the mountains. 7–8. And I will cover the heaven when you are extinguished, and I will darken its stars; I will cover the sun with a cloud, and the moon shall not appear with her light.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:275 · narrative
Source
Πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ συσκοτάσω ἐπὶ σοὶ, καὶ δώσω σκό τος ἐπὶ τὴν γῆν σου, λέγει Ἀδωναῒ Κύριος. Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει· οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι· καὶ τοῦτο διδάσκων ἔφη· "Καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου·" οὐκ ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ δέ τις λέγει, καὶ σκότος τῷ ὄντι ἐν τῇ Αἰγύπτῳ γεγενῆσθαι κατὰ τὸν πολέμου καιρὸν, τοῦ Θεοῦ δεικνύντος, ὡς αὐτὸς τοῖς Βαβυλωνίοις εἰς τιμωρίαν τῶν Αἰγυπτίων ἐχρήσατο, τῆς εὐσεβοῦς διανοίας οὐχ ἁμαρτήσεται. θʹ, ιʹ. Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως. Καὶ στυγνάσει ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκ στήσονται, ἐν τῷ ἐκσπάσαι με ῥομφαίαν μου κατὰ πρόσωπον αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὑτῶν ἀφ' ἡμέρας πτώσεώς σου. Τῆς αἰχμαλωσίας σου, φησὶ, γινομένης, οἱ μὲν τῆς προ τέρας σου μεμνημένοι θρασύτητος ἀνηλεεῖς περὶ σὲ φανήσονται· οἱ δὲ θρηνήσουσι, καὶ ἀνιαθήσονται, ἐκ τῶν συμβεβηκότων σοὶ τὰ καταληψόμενα αὐτοὺς κακὰ τεκμαιρόμενοι. Εἶτα διδάσκει, ὡς ἥξει μὲν τῶν Βαβυλωνίων ἡ στρατεία ἔχουσα προμάχους ἀριστέας τινάς· τούτους γὰρ ἐκάλεσε γίγαντας. Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰσ πράξονται· ταύτην γὰρ ἐκάλεσεν ὕβριν· ὑβριστὴς γὰρ ὁ ἀλαζών. Λέγει δὲ, ὅτι τὴν μὲν
English
I will darken all the luminaries of heaven over you, and I will give darkness upon your land, says Adonai the Lord. He does not say that these things have come about by nature, but by the disposition of those who are grieved; for those who are in calamities suppose the day to be more lightless than night. And teaching this, he said: "And I will give darkness upon your land"—not upon all the land. But if someone says that darkness truly came about in Egypt at the time of the war, God showing that he himself used the Babylonians for the punishment of the Egyptians, he will not err from the pious understanding. 9, 10. And I will provoke the heart of many peoples, whenever I lead away your captivity among the nations, into a land which you did not know. And many nations shall be appalled at you, and their kings shall stand in amazement, when I draw my sword before their face, awaiting their own fall from the day of your fall. When your captivity comes to pass, he says, those who remember your former recklessness will appear merciless toward you; but others will lament and be grieved, inferring from the evils that have befallen you the evils that will overtake them. Then he teaches that the expedition of the Babylonians will come having certain champions as foremost fighters; for these he called giants. And since they are more savage than all the nations, he says, O Egypt, they will exact punishment for your arrogance; for this he called hubris; for the boaster is a man of hubris. And he says that the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:276 · narrative
Source
ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληΐσονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθόλωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶσαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν· καὶ ὅτι παυσάμενοι τοῦ τῇδε κἀκεῖσε μετοχετεύεσθαι αἱ διώρυγες, ὡς ἔλαιον, φησὶ, πορεύσονται, τουτέστιν ἡσύχως καὶ ἡμέρως, οὐδενὸς ἐμποδὼν γινομένου. Ταῦτα δὲ, φησὶν, ἔσται ἐρημίας αὐτὴν καταλαβούσης, καὶ τῶν οἰκητόρων αὐτῆς ἀπαχθέντων δορυαλώτων. "Καὶ γνώσονται, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος." Τῇ γὰρ πείρᾳ τῶν κακῶν καὶ τὴν οἰκείαν εὐτέλειαν διδα χθήσονται, καὶ τὴν ἐμὴν ἐπιγνώσονται δεσποτείαν. Εἶτα λέγει, ὅτι καὶ ι ʹ. Αἱ θυγατέρες τῶν ἐθνῶν [λέγει δὲ τὰς πόλεις καὶ τὰς κώμας] θρηνήσουσιν αὐτὸν, ἐπ' Αἴ γυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς, θρηνήσουσιν αὐτὸν, λέγει Ἀδωναῒ Κύριος. Οὐ μόνον, φησὶ, τὸ τῶν Αἰγυπτίων ἔθνος, ἀλλὰ καὶ τὸν τούτων θρηνήσουσι βασιλέα αἱ τῶν ἄλλων ἐθνῶν πόλεις, τὴν προτέραν εὐπραξίαν λογιζόμεναι, καὶ τὴν ἐξαπιναίως γενομένην ὁρῶσαι μεταβολήν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀν θρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ κλίνων πάρελκε αὐτόν. Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον.
English
They will destroy their strength, and they will lead them away as captives, and they will plunder their cattle, and for a long time the stream of the river will remain undisturbed, with neither cattle nor man troubling it, because of the desolation that has come about from the captivity; and because, when the channels have ceased to be diverted this way and that, they will go, he says, like oil, that is, quietly and gently, with nothing standing in the way. And these things, he says, will be, when desolation has overtaken it and its inhabitants have been led away captive. "And they will know, he says, that I am the Lord." For by the experience of evils they will be taught their own worthlessness, and they will recognize my dominion. Then he says that also the daughters of the nations [he means the cities and the villages] will lament for him, over Egypt and over all its strength, they will lament for him, says Adonai the Lord. Not only, he says, will the nation of the Egyptians, but the cities of the other nations will also lament for their king, reckoning up his former prosperity and seeing the change that has suddenly come about. And it came to pass in the twelfth year, in the first month, on the fifteenth day of the month, the word of the Lord came to me, saying: Son of man, lament over the strength of Egypt, and, bowing him down, drag him along. By the word, he says, of the prophecy, bending him aside from his station and dragging him away from his royal thrones, bring him down.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:277 · narrative
Source
"Καὶ καταβιβάσουσι τὰς θυγα τέρας αὐτῆς, τὰ ἔθνη, νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον." Θυγα τέρας πάλιν τὰς πόλεις καὶ τὰς κώμας καλεῖ, ἃς λέγει θανάτῳ παραδοθήσεσθαι· βόθρον γὰρ τὸν θάνατον ὠνόμασεν, ἀπὸ τοῦ τάφου τεθεικὼς τὴν προσηγορίαν. ιθʹ. Ἐξ ὑδάτων εὐπρεπῶν κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων. Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περιτεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παραπλησίοις σοι κοινώνησον τῆς σφαγῆς. Εἶτα πάλιν τὰ αὐτὰ εἰρηκὼς ἐπήγαγεν· καʹ. Καὶ ἐροῦσί σοι οἱ γίγαντες οἱ ἐν βάθει βόθρου· Γίνου· τίνος γὰρ κρείττων εἶ; Κατά βηθι, κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας περὶ τοῦ Βαβυλωνίου φησί· "Καὶ ἐροῦσί σοι οἱ ἄρχοντες οἱ ἀπ' αἰῶνος· Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾄδου ἡ δόξα σου, καὶ ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ." Καὶ ἐνταῦθα δέ φησιν· Ἐροῦσί σοι οἱ ἐν δυνάμει περιφανεῖς γεγενημένοι, καὶ πάλαι τεθνεῶτες· τούτους γὰρ ἐκάλεσε γίγαν τας· Γίνου, τουτέστιν, ὁμοίως ἡμῖν νεκρός· τίνος γὰρ κρείττων εἶ, ὅτι πειρᾶσαι εἶναι ἀθάνατος; Κατάβηθι τοίνυν, καὶ δέξαι τοῦ βίου τὸ τέλος, καὶ τοῖς ὅμοιά σοι τετολμηκόσιν ὁμοίαν δέξαι τὴν σφα γήν· εἶτα λέγει τοὺς ἐπισήμους ἐν δυνάμει γεγε νημένους. κβʹ, κγʹ. Ἐκεῖ Ἀσσοὺρ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν.
English
And they will bring down her daughters, the nations, dead into the depth of the earth, to those who go down into the pit. Again he calls cities and villages her daughters, which he says will be handed over to death; for he named death a pit, having taken the designation from the grave. 19. From pleasant waters come down, and sleep with the uncircumcised. She who of old, he says, reveled in the river waters, and received beauty from the fruits that grow from them, but did not circumcise the impiety of her heart—share in the slaughter with those like you. Then again, having said the same things, he added: 21. And the giants who are in the depth of the pit will say to you: Become—for whom are you better? Come down, sleep with the uncircumcised in the midst of those wounded by the sword. The blessed Isaiah also says these things about the Babylonian: And the rulers who are from of old will say to you: And you too have been taken, just as we also were; and you were counted among us; your glory has gone down to Hades, and your great gladness; beneath you they will spread rottenness, and your covering a worm. And here too he says: Those who have become illustrious in power will say to you, and those who died long ago; for these he called giants: Become, that is, dead like us; for whom are you better, that you try to be immortal? Come down, therefore, and receive the end of life, and receive a slaughter like that of those who have dared the same things as you; then he speaks of those who have become notable in power. 22, 23. There is Asshur, and all his gathering; all are wounded, there they were given.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:278 · narrative
Source
Καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ. Τίς, φησὶν, ἐγένετο πολυθρύλλητος, ὡς τῶν Ἀσσυρίων ὁ βασιλεύς; Ἀλλ' ὅμως, φησὶ, καὶ οὗτος ἐδέξατο τοῦ βίου τὸ τέλος, καὶ πᾶσα αὐτοῦ ἡ στρατεία τῆς τελευτῆς αὐτοῦ κεκοινώνηκε. "Πάντες οἱ τραυματίαι πεπτωκότες μαχαίρᾳ, οἳ ἔδωκαν τὰς ταφὰς αὑτῶν ἐν μηροῖς λάκκου." Τὸ εἶδος τῶν τάφων οὕτως ὠνόμασε· προμήκεις γὰρ οἱ τάφοι, καὶ μηροῖς ἐοικότες. "Καὶ ἐγενήθη ἐκκλησία περικύκλῳ τῆς ταφῆς αὐτοῦ, πάντες οἱ τραυματίαι πίπτοντες μαχαίρᾳ." Τῷ βασιλεῖ γὰρ αὐτῶν καὶ αὐτοὶ ὁμοίως ἐδέξαντο τὴν σφαγὴν, καὶ παρὰ τὸ ἐκείνου σῆμα σφαγῇ παρεδόθησαν. Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, "Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς." Ἀλλ' ὅμως ἐκεῖνοι πάντες ἐκδειματοῦντες καὶ δεδιτ τόμενοι λήψονται, φησὶ, τὸν καταισχυμμὸν αὑτῶν σὺν τοῖς καταγομένοις εἰς βόθρον· γυμνωθέντες γὰρ ἐκείνης τῆς δόξης μετ' αἰσχύνης καταλύσουσι τὸν βίον, τοῖς ὑπ' αὐτῶν σφαγεῖσιν ὁμοίως δεχό μενοι τὴν σφαγήν. Εἶτα λέγει κατὰ τὸ ἔθνος τὰ μνήματα. κδʹ. Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις
English
And their burial is in the depth of the pit, and his assembly has been gathered around his grave. Who, he says, became much-famed, as the king of the Assyrians? But nevertheless, he says, even this one received the end of his life, and all his army has shared in his death. "All the wounded who have fallen by the sword, who gave their burials in the thighs of the pit." He has named the form of the tombs in this way; for the tombs are elongated, and resemble thighs. "And an assembly has been gathered around his burial, all the wounded falling by the sword." For together with their king they too likewise received the slaughter, and beside his tomb they were handed over to slaughter. And these things, he says, men suffered, "who saw their fear upon the land of life." But nevertheless all those who terrify and intimidate will receive, he says, their shame together with those who go down into the pit; for stripped of that glory, they will end their life with shame, receiving slaughter like those slain by them. Then he speaks of the tombs according to the nation. 24. There is Elam and all its power
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:279 · narrative
Source
αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβεβηκότες ἀπερίτμητοι εἰς γῆς βάθος. Ἔθος ἦν ἐν τοῖς πολέμοις κατὰ τὰ ἔθνη τὰ μνήματα γίγνεσθαι· τοὺς γὰρ οἰκείους συνάγοντες οἱ ὁμόφυλοι μιᾷ παρεδίδοσαν ταφῇ· τοῦτο τοίνυν καὶ ἐνταῦθα δεδήλωκε τὸ Αἰλὰμ ἔθνος πεποιηκέναι· Ἀσσυρίοις δὲ τοῦτο πελάζει. Διδάσκει δὲ ὅτι καὶ ἀπερίτμητοι τὸν θάνα τον ἐδέξαντο, οὐδαμῶς τῆς ἀσεβείας ἀπαλλαγέντες. Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν· κεʹ. Ἑκάστῳ περικύκλῳ ἡ ταφὴ αὐτοῦ, πάντων ἀπεριτμήτων τραυματιῶν μαχαίρᾳ. Λέγει δὲ τὰ ἄλλα ἔθνη τὰ ταύτην δεξάμενα τὴν σφαγήν. κ ʹ. Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβέλ. Θοβὲλ δὲ καλοῦνται οἱ Ἴβηρες, Μοσὸχ δὲ Καππαδόκαι. Πάλιν δὲ ταὐτὰ εἰρηκὼς, ἃ καὶ περὶ τῶν Αἰλαμιτῶν εἴρηκεν, ἐπήγαγε· κζʹ. Καὶ ἔθηκαν τὰς μαχαίρας αὑτῶν ὑπὸ τὰς κεφαλὰς αὑτῶν. Περιττὰ γὰρ τὰ ὅπλα, τῶν τούτοις κεχρημένων, ἀνῃρημένων. Λέγει δὲ καὶ τῆς σφαγῆς τὴν αἰτίαν· "Καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν." Δίκας, φησὶ, τῆς ἀσεβείας ἐξέτισαν. Εἶτα καὶ τῆς ἀσεβείας τὸ εἶδος παραδηλοῖ· "Ὅτι ἐξεφόβησαν γίγαντες ἐν τῇ ζωῇ αὑτῶν, καὶ φόβος δυναστευόντων ἐγένοντο ἐν τῇ γῆ τῶν ζώντων." Τοσαύτῃ γὰρ, φησὶν, ἐχρήσαντο ὠμότητι καὶ θρασύτητι, ὡς πᾶσιν ἐπιθεῖναι φόβον, οὐ μόνον τοῖς εὐτελέσιν, ἀλλὰ καὶ τοῖς ἐπὶ ἰσχύϊ καὶ δυνα στείᾳ μεγαλοφρονοῦσι. Διὸ, φησὶ, τοῖς ἀναιρεθεῖσιν ὑπὸ σοῦ καὶ τὴν σφαγὴν ἐδέξω παραπλησίαν.
English
around his grave, and all his multitude, and all the wounded who have fallen by the sword, and those who have gone down uncircumcised into the depth of the earth. It was a custom among the nations in wars for graves to be made; for their kinsmen, gathering their own people together, delivered them to one burial. This, then, he has shown here that the nation of Elam did; and this is near to the Assyrians. And he teaches that they also received death uncircumcised, in no way having been freed from their impiety. Then again, having said that those who were formerly feared by all received their own torment, and died similarly to the others, he added: 25. Each one's burial is around him, of all uncircumcised wounded by the sword. And he speaks of the other nations that received this slaughter. 20. There were given Mosoch and Thobel. And the Iberians are called Thobel, and the Cappadocians Mosoch. And again, having said the same things that he also said about the Elamites, he added: 27. And they placed their swords under their heads. For the weapons are superfluous, since those who used them have been slain. And he also states the cause of the slaughter: "And their lawless deeds came upon their bones." They paid the penalty, he says, for their impiety. Then he also indicates the form of their impiety: "Because giants terrified in their life, and they became a fear of the powerful in the land of the living." For with so much, he says, did they employ cruelty and boldness, as to impose fear on all, not only on the lowly, but also on those who pride themselves on strength and power. Therefore, he says, you also received a slaughter similar to those slain by you.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:280 · narrative
Source
Ταῦτα δ' ὑπέμειναν καὶ τὰ ἄλλα ἔθνη. κθʹ. Ἐκεῖ γὰρ Ἐδὼμ, καὶ βασιλεῖς αὐτῆς, καὶ πάντες οἱ ἄρχοντες αὐτῆς, οἱ δόντες τὴν ἰσχὺν αὑτῶν εἰς τραύματα μαχαίρας. Τουτέστιν, οἱ τῇ ἰσχύϊ εἰς μιαιφονίαν χρησάμενοι. Καὶ τούτους δὲ δείξας ὁμοίως ἀναιρεθέντας, ὁμοίως ἐπήγαγε· λʹ. Ἐκεῖ οἱ ἄρχοντες τοῦ βοῤῥᾶ πάντες αὐτοὶ, πάντες οἱ στρατηγοὶ τοῦ Ἀσσοὺρ, οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὑτῶν. "Ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ, ὥς φησιν ὁ θεῖος Δαβίδ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ." Τοῦτο καὶ ἐνταῦθα ὁ Θεὸς ἔφη· "Οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὐτῶν·" τῷ γὰρ θανάτῳ καὶ ὁ τῆς δυναστείας συγ κατελύθη φόβος. "Ἡττηθέντες, φησὶν, ἀπὸ τῆς ἰσχύος αὐτῶν," τουτέστι, γυμνοὶ καὶ ἔρημοι τῆς ἰσχύος ἐγένοντο. "Αἰσχυνόμενοι ἐκοιμήθησαν ἀπερίτμητοι." Οὐδὲν γὰρ οὕτως αἰσχύνης ἀναπίμπλησιν, ὡς πονηροῦ συνειδότος κατηγορία. Ἀπε ριτμὴτους δὲ πάλιν ἐκάλεσε τοὺς τῆς ἁμαρτίας μὴ περιτέμνοντας τὰ περιττώματα. Εἶτα εἰρηκὼς, ὅτι ἔλαβον τὴν βάσανον αὑτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον, τουτέστι τὴν τιμωρίαν, ἐπήγαγεν· λαʹ, λβʹ. Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐ τῶν, τραυματίαι μαχαίρας Φαραὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος· Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμη θήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος.
English
These things they also endured, as did the other nations. 29. For there is Edom, and her kings, and all her rulers, who gave their strength to wounds of the sword. That is, those who used their strength for bloodshed. And having shown these too slain in like manner, he added likewise: 30. There are all the rulers of the north, all of them, all the generals of Asshur, who were brought down with the wounded along with their fear. "For his spirit shall go forth, and return to his dust, as the divine David says: in that day all his thoughts shall perish." This God also said here: "Who were brought down with the wounded along with their fear;" for with death the fear of dominion was also dissolved. "Being defeated," he says, "from their strength," that is, they became stripped and destitute of strength. "Being ashamed they slept uncircumcised." For nothing so fills one with shame as the accusation of an evil conscience. And again he called uncircumcised those who do not circumcise the excesses of sin. Then, having said that they received their torment with those who go down into the pit, that is, their punishment, he added: 31, 32. Pharaoh king shall see them, and shall be comforted over all their strength, wounded by the sword of Pharaoh, and all his power, says Adonai Lord; Because he gave his fear upon the land of the living, and he shall sleep in the midst of the uncircumcised, wounded by the sword of Pharaoh, and all his multitude, says Adonai Lord.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:281 · narrative
Source
Εἰς ἐκείνους γὰρ, φησὶν, ἀφ ορῶν ὁ Φαραὼ μείζους γεγενημένους, καὶ λίαν δυνατωτέρους, παραψυχήν τινα λήψεται, καὶ σὺν αὐτῷ οἱ ὑπήκοοι· δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ' εἴασε τὴν ψυχὴν ἀπερίτμητον. Οὗ χάριν μετὰ τῶν τοιούτων καὶ αὐ τὸς, καὶ οἱ τὰ αὐτὰ αὐτῷ πεφρονηκότες, τῶν ὁμοίως αὐτῷ βεβιωκότων δέξονται τὴν σφαγήν. Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· "Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Περιτομὴν δὲ καρδίας ἐδιδάχθημεν εἶναι τὴν τῆς ἁμαρτίας ἀφαίρεσιν, καὶ τῶν τῆς διανοίας κακῶν κινημάτων τὴν ἐκτομήν. Καὶ
τοῦτο διδάσκων ὁ Δεσπότης ἔλεγεν· "Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ." Καὶ περὶ χειρὸς δὲ καὶ ποδὸς τὸ αὐτὸ εἴρηκε καὶ προστέθεικε· "Συμφέρει σοι, ἵνα ἀπό ληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν." Μέλη δὲ ἐνταῦθα τὰς τῶν με λῶν ἐκάλεσεν ἐνεργείας, ἃς προσήκει περιτέμνειν, καὶ ἐκκόπτειν, καὶ τὸ λογικὸν ἀποκαθαίρειν, καὶ ὅλον τοῖς θείοις νόμοις ἀφιεροῦν τε καὶ καθοσιοῦν. Οὕτω γὰρ τῆς μὲν τοῦ ἐναντίου κοινωνίας ἀλλότριοι γενησόμεθα, τὸν δὲ ἡμέτερον καὶ Δεσπότην καὶ εὐερ γέτην ἔνοικον ληψόμεθα, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΓʹ.
English
For, he says, when Pharaoh sees that those men have become greater and far more powerful, he will receive some consolation, and with him his subjects; yet he will nonetheless pay the penalty for his impiety, because, having laid great fear upon his subjects, he himself did not receive my law, but left his soul uncircumcised. For this reason, together with such men, both he himself and those who have thought the same things as he will receive slaughter along with those who have lived in like manner to him. Having therefore learned these things, and having come to know through the divine oracles what sort of penalties those who have an uncircumcised soul pay, let us receive, I beseech you, the circumcision made without hands of the all-holy Spirit, concerning which the blessed Paul says: "And circumcision is of the heart, in the spirit, not in the letter, whose praise is not from men, but from God." And we have been taught that the circumcision of the heart is the removal of sin and the excision of the evil motions of the mind. And teaching this, the Master said: "If your right eye causes you to stumble, cut it out and cast it from you." And concerning the hand and the foot he has said the same and added: "It is profitable for you that one of your members perish, and not your whole body be cast into Gehenna." And here he called the activities of the members "members," which it is fitting to circumcise and cut off, and to purify the rational part, and to dedicate and consecrate the whole to the divine laws. For thus we shall become strangers to fellowship with the adversary, and we shall receive our own Master and Benefactor as a dweller within us, to whom be glory unto the ages of ages. Amen. Volume 13.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:282 · narrative
Source
ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ.
αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου. Εὐμενὴς ὢν ὁ Θεὸς, ἑαυτοῦ λαὸν καλεῖ τὸν λαόν· διὰ δὲ τὰς παρανομίας ἀποστρεφόμενος, οὐκ έτι τῷ οἰκειώσεως ὀνόματι κέχρηται· τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν. Πρὸ μὲν γὰρ τῆς παρανομίας ἔφη τῷ Φαραώ· "Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ·" μετὰ δὲ τὴν τοῦ μόσχου λατρείαν, λέγει τῷ Μωσεῖ· "Σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησεν ὁ λαός σου." Οὕτω τοίνυν κἀνταῦθα οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ προφήτου λαὸν καλεῖ τὸν λαόν. Καὶ ἐρεῖς πρὸς αὐτούς· Γῆ, ἐφ' ἣν ἂν ἐγὼ ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δώσῃ αὐτὸν ἑαυτοῖς εἰς σκοπόν· (γʹ–εʹ.) καὶ ἴδῃ ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ· καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. Ὅτι τῆς φωνῆς τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷ μα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Ῥομφαίαν λέγει τὸν πόλεμον, σκοπὸν δὲ τὸν κατάσκοπον· διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι' ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελκομένων τὰ λυπηρά.
English
CHAPTER 33
1, 2. And the word of the Lord came to me, saying: Son of man, speak to the sons of your people. God, being gracious, calls the people his own people; but turning away from them because of their transgressions, he no longer uses the name of kinship. This can also be seen to have happened in the case of the great Moses. For before the transgression he said to Pharaoh: "Send out my people, so that they may serve me"; but after the worship of the calf, he says to Moses: "Hurry, go down quickly from here, for your people has acted lawlessly." So then, in the same way here too, he calls the people not his own, but the prophet's. And you shall say to them: O land, upon which I bring a sword, and the people of the land take one man from among them, and set him for themselves as a watchman; (3–5.) and he sees the sword coming upon the land, and sounds the trumpet, and signals to the people; and the one who hears the sound of the trumpet hears it, and does not keep watch, and the sword comes and overtakes him, his blood shall be upon his own head. Because he heard the sound of the trumpet and did not keep watch, his blood shall be upon him. He calls war a sword, and the watchman a lookout; and the word teaches us that he himself provides peace to men through his goodness, but permits war to come about because of men's transgressions, which draw upon themselves grievous things.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:283 · narrative
Source
Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γη λόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πεπληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται. Διό φησι· "Τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται·" ἑαυτῷ, φησὶ, τὰς αἰτίας τῆς σφαγῆς ἀνατιθέτω. "Οὗτος δὲ, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν ἑαυτοῦ ἐξείλετο." Ἐὰν δὲ, φησὶ, φυλά ξηται, αἴτιος ἑαυτῷ σωτηρίας γενήσεται. ʹ. Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχο μένην, καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ μὴ σημάνῃ τῷ λαῷ, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὐτὴ μὲν διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονη θεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέλησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας· ταῦτα δὲ ἔφη σπουδαιότερον τὸν προφήτην περὶ τὴν τοῦ λόγου δια κονίαν ποιῇ. Διὸ ἐπάγει· ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξῃς αὐτὸν παρ' ἐμοῦ. Ὅπερ ἐν τοῖς πολεμίοις, φησὶν, εἴωθε ποιεῖν ὁ κατά σκοπος, τοῦτό σε δρᾷν, ὦ προφῆτα, προσήκει, καὶ τὰ παρ' ἐμοῦ λεγόμενα μετὰ πάσης προθυμίας διαπορθμεύειν. ηʹ.
English
If, then, he says, when war is made against some city, those who are besieged station a lookout on some hill, and then he, having seen the army advancing, signals with the trumpet, and does not disregard it nor neglect the things for which he was appointed—he himself, he says, will be innocent, having fulfilled the task entrusted to him; but the one who was unwilling to guard himself and to care for his own safety will become the cause of slaughter and captivity for himself. Therefore he says: "His blood shall be upon him": let him, he says, attribute to himself the causes of the slaughter. "But this one, because he guarded himself, delivered his own soul." But if, he says, he guards himself, he will become the cause of safety for himself. 9. And the watchman, if he sees the sword coming and does not sound the trumpet and does not signal the people, and the people do not guard themselves, and the sword coming upon them takes a soul from among them—that one indeed was taken because of his own lawlessness, but his blood I will require from the hand of the watchman. But if, he says, the appointed watchman, having been negligent, does not signal the people of the enemies' attack, those who are destroyed will pay the penalty for the things they transgressed, but he himself will bear the reckoning for the betrayal that occurred through the watchman. He said these things so that the prophet might be more zealous in the ministry of the word. Therefore he adds: 7. And you, son of man, I have given you as a watchman to the house of Israel, and you shall hear a word from my mouth, and you shall guard it from me. What, he says, the watchman is accustomed to do among enemies, this, O prophet, it is fitting for you to do, and to transmit with all eagerness the things spoken by me. 8.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:284 · narrative
Source
Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· Ἁμαρτωλὲ, θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀπο στρέψαι αὐτὸν ἀπὸ τῆς
ὁδοῦ αὑτοῦ τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὑτοῦ ἀπο θανεῖται· τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζη τήσω. Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπω λείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας· ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν. ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ οἴκῳ Ἰσραήλ· Οὕτως ἐλαλήσατε λέγοντες· Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; Ἐμοῦ, φησὶ, πάντα ὑπὲρ τῆς τοῦ Ἰσραὴλ σωτηρίας πραγματευομένου, καὶ ἀπαγορεῦσαι αὐτοὺς μὴ βου λομένου, ἀπαγορευτικοῖς αὐτοὶ κέχρηνται λόγοις, καὶ ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ μετανοίας σωτη ρίαν, βαρύτατον ἁμαρτημάτων περικεῖσθαι φορτίον λέγοντες, καὶ ἔτι καὶ τήμερον καὶ τῇ πλάνῃ καὶ τῇ παρα νομίᾳ κεχρῆσθαι· καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν. ιαʹ. Εἰπὲ τοίνυν αὐτοῖς· Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν. Τίς ἂν ἀξίως θαυμάσηται τοῦ Δεσπότου τὴν ἀγαθότητα;
English
When I say to the sinner, "Sinner, you shall surely die," and you do not declare to the sinner to guard himself from the wicked man, to turn him from his way so that he may live, that lawless man shall die in his lawlessness; his blood I will require at your hand. If, he says, I condemn someone to death, and you do not make known to him the sentence passed against him, so that through repentance he may annul the sentence, that man will indeed find the end of his life to be deserved, but I will exact from you the reckoning for his destruction. But if, he says, you make all things from me clear to the one living lawlessly, and that man despises your words and persists in his own wickedness, he will indeed undergo just punishment, but you will free yourself from the reckoning. 10. And you, son of man, say to the house of Israel: Thus you have spoken, saying, "Our wanderings and our lawless deeds are within us, and in them we are consumed, and how shall we live?" While I, he says, am managing all things for the salvation of Israel, and do not wish to forbid them, they have used words of refusal, and they think that salvation through repentance is impossible, saying that they bear the heaviest burden of sins, and that even today they continue in their wandering and lawlessness; and they consider it impossible that those so disposed should obtain salvation through repentance. 11. Say to them therefore: As I live, says Adonai the Lord, I do not desire the death of the sinner, but rather that he turn from his way and live. Who could worthily marvel at the goodness of the Master?
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:285 · narrative
Source
ἀγνωμονούμενος γὰρ, καὶ λίαν ἀχαριστούμενος, κή δεται τῶν ἀχαρίστων, καὶ πᾶσαν αὐτῶν ποιεῖται πρόνοιαν, ἰδεῖν αὐτῶν βουλόμενος τὴν μεταβολήν. Διὸ ἐπάγει πατρικὴν καὶ φιλοστοργίας πεπληρωμένην παραίνεσιν· "Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;" Ὁ δὲ διπλασιασμὸς τῆς Ἑβραίωνγλώττης ἰδίωμα, δηλοῖ δὲ τῆς ἐπιστροφῆς τὸ γνήσιον. ιβʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνο μία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ. Πεῖσαι βου λόμενος, ὡς δέχεται τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, ἀπὸ τοῦ ἐναντίου τοῦτο δείκνυσιν. Ὥσπερ γὰρ, φησὶν, εἴ τις τῶν ἐν ἀρετῇ βεβιωκότων ταύτην μὲν καταλείποι τὴν ὁδὸν, τὴν δὲ τῆς κακίας προέλοιτο, ἀνάγκη αὐτὸν εὑρεῖν ἄξιον τῆς ὁδοῦ τὸ τέλος· οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης. ιγʹ–ιεʹ. Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, ὅτι ζωῇ ζήσει, καὶ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὑτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὑτοῦ ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην· καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ.
English
For though he is treated with ingratitude and is greatly unthanked, he still cares for the ungrateful and makes every provision for them, desiring to see their change. Therefore he adds a fatherly exhortation filled with affection: "In turning, turn back from your evil way, and why do you die, house of Israel?" The doubling is an idiom of the Hebrew tongue, and it signifies the genuineness of the conversion. 12. And you, son of man, say to the sons of your people: The righteousness of the righteous shall not deliver him in the day when he goes astray, and the lawlessness of the lawless shall not kill him in the day when he turns back from his lawlessness. Wishing to persuade them that he accepts the sinner's repentance, he demonstrates this from the opposite. For just as, he says, if one of those who have lived in virtue should abandon this path and choose instead the path of wickedness, he must necessarily find an end worthy of his path; so too, if one brought up in lawlessness should wish to return to the path of virtue, he will be wholly released from the punishment appointed for the lawless. 13–15. When I say to the righteous that he shall surely live, and he trusts in his own righteousness and commits lawlessness, all his righteous deeds shall not be remembered; in the injustice which he has done, in it he shall die. And when I say to the ungodly, "You shall surely be put to death," and he turns back from his lawlessness and does judgment and righteousness, and restores a pledge he owes, and repays what he has seized, the lawless man has walked in the commandments of life so as not to do injustice, he shall surely live, and shall not die.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:286 · narrative
Source
Οὔτε, φησὶ, τὸν δί καιον ὀνήσει ἡ παρ' ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργα σίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας· οὔτε τὸν ἁμαρτωλὸν ἡ τῆς τιμωρίας ἀπόφασις καταβλάψει τοῖς τῆς μετανοίας φαρμάκοις βουλόμενον χρήσα σθαι, καὶ πάσης μὲν ἀδικίας ἀπαλλαττόμενον, φιλ ανθρωπίᾳ δὲ πρὸς τὸν πέλας χρώμενον, καὶ ἁπαξαπλῶς τὰ παρ' ἐμοῦ διηγορευμένα φυλάττειν προαι ρούμενον· λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται. Καὶ τὸ πάντων ἐρασμιώτατον ι ʹ. Πᾶσαι, φησὶν, αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μνημονευθήσονται αὐτῷ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζή σεται. Οὕτω τὴν οἰκείαν ἀγαθότητα δείξας, τοῦ λαοῦ διελέγχει τὸ ἄγνωμον. ιζʹ Καὶ λέγουσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου, καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. Τοσαύτης, φησὶ, παρ' ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλ λειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς. Καὶ μὴν ἔδει συνιδεῖν
English
He says: Neither will the promise of good things made by me benefit the righteous man, if he does not persevere in the working of good things, but he will pay penalties worthy of the life he has lived; nor will the sentence of punishment harm the sinner who wishes to use the medicines of repentance, and to be released from all unrighteousness, and to exercise love toward his neighbor, and, simply put, to choose to keep what has been declared by me; for by his change he will loose the sentence, and he will enjoy life. And what is most desirable of all: “All his sins, which he has sinned, shall not be remembered against him, because he has done judgment and righteousness, he shall live in them.” Having thus shown his own goodness, he convicts the people of their ingratitude. “And the sons of your people say, ‘The way of the Lord is not straight,’ and this way of theirs is not straight.” He says: Though such goodness and love for mankind is set before them by me, they dare to slander my dispensations as not upright. And yet they ought to have understood
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:287 · narrative
Source
αὐτοὺς ἀπὸ τῶν πραγμάτων, ὅτι τὰ μὲν ἐμὰ ἅπαντα καὶ ὀρθὰ καὶ δίκαια, τὰ δὲ σφῶν αὐτῶν διεστραμμένα. Εἶτα τὸ αὐτὸ σαφέστερον κατ' ἐρώτησιν λέγει· ιηʹ. Ἀκούσατε δὲ, οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐκ εὐθεῖα; οὐχὶ αἱ ὁδοὶ ὑμῶν οὐκ εὐθεῖαι; Εἶτα ἐπαναλαμβάνει τὰ εἰρημένα, καί φη σιν, ὅτι ὁ δίκαιος τὴν κακίαν προαιρούμενος κολα σθήσεται, καὶ ὁ ἁμαρτωλὸς εἰς τὴν δικαιοσύνην ἐπανιὼν σωτηρίας τεύξεται· ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον. Διὸ ἐπήγαγεν· κʹ. Καὶ τοῦτό ἐστιν ὃ εἴπατε· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου. Ἔπειτα ἀποφαντικῶς· "Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ." Ἱκανὸν δὲ τοῦτο πεῖσαι καὶ τοὺς λίαν ἀδαμαντίνους τὴν τῆς κακίας ἀγαπῆσαι μεταβολήν. καʹ, κβʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ἱερουσαλὴμ λέγων· Ἑάλω ἡ πόλις. Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τοπρωῒ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι. Ὁ Σύρος, "Τῷ ἑνδεκάτῳ ἔτει καὶ τῷ δωδεκάτῳ μηνὶ," καὶ μᾶλλον ἀκολούθως· τῷ γὰρ ἑνδεκάτῳ ἔτει ἥλω ἡ πόλις. Λέγει δὲ, ὅτι κατὰ τὸν εἰρημένον χρόνον ἧκέ τις ἀπαγγέλλων τῆς Ἱερουσαλὴμ τὴν ἅλωσιν, προλαβὼν δὲ ὁ Δεσπότης ἀφ' ἑσπέρας τὸν τῆς προφητείας ἐνέθηκε λόγον· ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομί σαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ' ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε·
English
them from the facts, that all my ways are both right and just, but their own are perverted. Then he says the same thing more clearly in the form of a question: 18. But hear, O house of Israel: is my way not straight? are your ways not crooked? Then he repeats what has been said, and says that the righteous man who chooses wickedness will be punished, and the sinner who returns to righteousness will obtain salvation; but to you, he says, this did not appear just. Therefore he added: 20. And this is what you have said: The way of the Lord is not straight. Then declaratively: "I will judge each of you according to your ways, O house of Israel." And this is sufficient to persuade even those whose love of wickedness is exceedingly adamantine to change. 21, 22. And it came to pass in the twelfth year, in the tenth month, on the fifth day of the month of our captivity, that the one who had escaped came to me from Jerusalem, saying: The city has been taken. And the hand of the Lord came upon me in the evening before the escaped man came, and he opened my mouth, until he came to me in the morning, and my mouth, having been opened, was no longer restrained. The Syrian says, "In the eleventh year and in the twelfth month," and this is more consistent; for in the eleventh year the city was taken. He says that at the time mentioned someone came announcing the capture of Jerusalem, but the Master, having anticipated it from evening, instilled the word of prophecy; and at dawn, when that man appeared and brought the report, he no longer allowed me to hold the prophetic words in silence, but commanded and prepared me to bring them forth unceasingly.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:288 · narrative
Source
πάντων γὰρ μάλιστα τῆς σιγῆς καὶ τῆς λαλιᾶς καιρὸν ὁ Δεσπότης ἐπί σταται. κγʹ, κδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ταύτας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέ γοντες λέγουσιν· Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. Ἀναλγησίας νοσοῦσιν ὑπερ βολήν· μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμω ρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν· Εἰ μόνος ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι. Ἔδει δὲ συνιδεῖν καὶ τοῦ Ἀβραὰμ τὴν ἀρετὴν καὶ τὴν οἰκείαν κακίαν, καὶ μὴ πλήθει θαῤῥεῖν, ἀλλὰ δικαιοσύνην ἐπιζητεῖν. Ὅθεν καὶ ὁ Δεσπότης τοῦτον αὐτοῖς προσφέρει τὸν ἔλεγχον· κεʹ, κ ʹ. Διὰ τοῦτο εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε, καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν αἴρετε εἰς τὰ εἴδωλα ὑμῶν, καὶ αἷμα ἐκχέετε, καὶ τὴν γῆν κληρονομήσετε; Ἔστητε ἐπὶ τῆς ῥομφαίας ὑμῶν, ἐποιή σατε βδελύγματα, καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐμιάνατε, καὶ τὴν γῆν κατα κληρονομήσετε; Τοῖς οἰκείοις, φησὶ, θαῤῥοῦντες ἔργοις ἐλπίζετε τῆς πατρῴας κρατήσειν γῆς· καὶ μὴν παράνομος ὑμῶν ὁ βίος, τὰ γὰρ ἀπηγορευμένα τῷ νόμῳ δρᾶτε· αἷμα μὲν γὰρ ἐσθίετε, ὃ καὶ τῷ Νῶε νομοθετῶν ἀπηγόρευσα, καὶ διὰ Μωσέως ἐκ χεῖσθαι ἐπὶ τὴν γῆν προσέταξα· τὴν δὲ τῶν εἰδώλων θεραπείαν περὶ πολλοῦ ποιεῖσθε, μιαιφονίαις τε καὶ μοιχείαις κεχρημένοι διατελεῖτε. Τοιαῦτα τοίνυν τολ μῶντες μὴ ἐλπίζετε κληρονομῆσαι τὴν γῆν. κζʹ, κηʹ.
English
For the Master knows above all the right time for silence and for speech. 23, 24. And the word of the Lord came to me, saying: Son of man, those who dwell in these desolate places in the land of Israel say, saying: Abraham was one, and he possessed the land, and we are many; the land has been given to us for a possession. They are sick with insensibility beyond measure; for after such great and so many punishments, they are still bold, and seeing the desolation of Judea they dare to say: If Abraham, being alone, possessed this land, much more shall we, being many, be lords of it. But they ought to have considered both the virtue of Abraham and their own wickedness, and not to trust in numbers, but to seek righteousness. Therefore the Master also brings this reproof against them: 25, 26. Therefore say to them: Thus says Adonai the Lord: Because you eat blood, and lift up your eyes to your idols, and shed blood, shall you inherit the land? You stand upon your swords, you have committed abominations, and each of you has defiled his neighbor's wife, and shall you inherit the land? Trusting, he says, in your own works, you hope to gain possession of the land of your fathers; and yet your life is lawless, for you do the things forbidden by the law. For you eat blood, which I forbade when I gave law to Noah, and through Moses I commanded it to be poured out upon the ground; and you make much of the worship of idols, and you continue to practice murders and adulteries. Daring such things, then, do not hope to inherit the land. 27, 28.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:289 · narrative
Source
Τάδε λέγει Ἀδωναῒ Κύριος· Ζῶ ἐγὼ, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις πεσοῦνται μα χαίρᾳ, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. Καὶ δώσω τὴν γῆν εἰς ἔρημον. Τῶν εἰρημένων ἡ σφαγὶς τὸ, Ζῶ ἐγώ· λέγει ὅτι καὶ οἱ τὰς τετειχισμένας πόλεις οἰκοῦντες, καὶ οἱ τὰ σπήλαια, καὶ οἱ τοὺς ἐρήμους τόπους, τὰς προειρημένας τίσουσι τιμωρίας. Καὶ τὴν αἰτίαν δει κνὺς ἐπάγει· Καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ παρὰ τὸ μὴ εἶναι διαπορευόμενον. (κθʹ) Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρη μον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν. Διὰ πάντων κἀκεῖνοι καὶ ἡμεῖς ἐδιδάχθημεν, παρανομίᾳ συζῶντες, μηδὲ πολλαῖς καὶ ἀριθμοῦ κρείττοσι μυριάσι θαῤῥεῖν· μόνοις δὲ τοῖς τῆς μετανοίας φαρμάκοις, ἃ προλαβὼν ἔδειξεν ὁ
Δεσπότης. λʹ, λαʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λαλήσουσι περὶ σοῦ παρὰ τοὺς τοίχους, καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλήσουσιν ἕκαστος τῷ πλησίον αὑτοῦ, καὶ ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ, λέγοντες· Συνέλθωμεν, καὶ ἀκού σωμεν τί τὸ ῥῆμα τὸ ἐκπορευόμενον παρὰ Κυρίου. Καὶ ἔρχονται πρὸς σὲ, ὡς ἐκπορεύεται λαὸς, καὶ κάθηται ἐνώπιόν σου ὁ λαός μου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Τὰ μὲν οὖν προειρημένα πάντα περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ ἐῤῥέθη·
English
Thus says Adonai the Lord: As I live, if those in the desolated places shall not fall by the sword, and those on the face of the plain shall be given to the beasts of the field for food, and those within the walled cities and those in the caves I will kill with death. And I will give the land over to desolation. The oath "As I live" is the seal of what has been said; he says that both those who dwell in the walled cities and those in the caves and those in the desolate places shall pay the punishments previously mentioned. And showing the cause he adds: And the insolence of her strength shall perish, and the mountains of Israel shall be made desolate because there is no one passing through. (29) And they shall know that I am the Lord; and I will make their land desolate, and it shall be made desolate because of all their abominations which they have done. Through all these things both they and we have been taught, living in lawlessness, not to trust even in many and countless myriads, but only in the medicines of repentance, which the Master showed beforehand. 30, 31. And you, son of man, the sons of your people will speak about you by the walls and in the gateways of the houses, and each will speak to his neighbor and each to his brother, saying: Let us come together and hear what is the word that proceeds from the Lord. And they come to you as a people comes, and my people sit before you, and they hear your words, but they will not do them. Now all the things previously said were spoken concerning those in Judea.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:290 · narrative
Source
ταῦτα δὲ περὶ τῶν αἰχμαλώτων ἤδη γεγενημένων, καὶ τὴν Βαβυλῶνα οἰκούντων, οἳ ἀκούειν μὲν ἐβούλοντο τῶν προφητικῶν λο γίων, πείθεσθαι δὲ τοῖς λεγομένοις οὐκ ἔτι, ἀλλ' ἐν τοῖς ἑαυτῶν συλλόγοις ἀλλήλοις παρακελευόμενοι πρὸς τὸν προφήτην δραμεῖν, καὶ μαθεῖν τὰ ὑπὸ τοῦ Θεοῦ διηγορευμένα, ἀντιλέγοντες διετέλουν· διό φησι "Καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν." Οὐ συνομολογεῖ, φησὶν, ἡ καρδία τῇ γλώττῃ. "Ὀπίσω γὰρ τῶν μιασμάτων ἡ καρδία αὐτῶν πορεύεται." Τέρψεως γὰρ μόνης, ἀλλ' οὐκ ὠφελείας, τὸν λόγον ἀκούουσιν. Ὅθεν ἁρμοδίως ἐπήγαγε· λβʹ. Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου. Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρου μάτων τὴν μάθησιν· οὕτω καὶ οἱ λόγοι σου, ὦ προφῆτα, τὴν ἀκοὴν αὐτῶν μόνην τέρπουσι, τὴν δὲ ψυχὴν οὐ καταθέλγουσι πονηρίᾳ συζῶσαν. Τοῦτο γὰρ ἐπ ήγαγεν· "Καὶ ἀκούσονταί σου τοὺς λόγους, καὶ οὐ μὴ ποιήσουσιν αὐτοὺς, διότι ψεῦδος ἐν τῷ στό ματι αὐτῶν." Ἀλλὰ νῦν, φησὶ, μὴ πιστεύοντες, ὅταν ἴδωσι τὴν ἔκβασιν, διὰ τῆς πείρας πιστεύσουσιν. λγʹ. Ἡνίκα γὰρ, φησὶν, ἔλθωσιν, ἐροῦσιν· Ἰδοὺ ἥκει, καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὑτῶν. Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πραγμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφη τικὴν μαθήσονται δύναμιν. Ἐντεῦθεν ἐπὶ τοὺς ποιμένας μεταφέρει τὸν λόγον· καλεῖ δὲ ποιμένας οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· κατηγορεῖ δὲ αὐτῶν ἀναίδειαν, καὶ ῥᾳθυμίαν, καὶ τὴν τῶν προβάτων προδοσίαν. ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ.
English
But these things concern those who had already been taken captive and were dwelling in Babylon, who wished to hear the prophetic utterances but were no longer willing to obey what was said; rather, in their own gatherings they kept urging one another to run to the prophet and learn what had been declared by God, yet they continued to contradict. Therefore he says, "And they shall not do them. For falsehood is in their mouth." The heart, he says, does not agree with the tongue. "For their heart goes after their defilements." For they hear the word for pleasure only, not for profit. Hence he aptly added: 32. "And you shall be to them as the sound of a sweet-voiced, well-tuned psaltery." Just as, he says, those who hear an instrument producing a harmonious sound reap pleasure from it, but not the learning of its strokes, so too your words, O prophet, delight only their hearing, but do not charm the soul that lives with wickedness. For this he added: "And they shall hear your words, and they shall not do them, because falsehood is in their mouth." But now, he says, not believing, when they see the outcome, they will believe through experience. 33. For when, he says, they come, they shall say: "Behold, he has come," and they shall know that a prophet was in their midst. For the things they now disbelieve, they will believe through the events themselves, and at that time they shall learn the prophetic power. From here he transfers the word to the shepherds; and he calls shepherds not only kings but also priests; and he accuses them of shamelessness, negligence, and the betrayal of the sheep. Chapter 34.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:291 · narrative
Source
βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· προφήτευσον, καὶ εἰπὲ τοῖς ποιμέσι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Εἴπατε, φησὶν, ὑμεῖς, τί τοῦ ποιμέ νος ἴδιον, τὸ ἑαυτὸν νέμειν, ἢ τὰ πρόβατα βόσκειν; γʹ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε. Τροπικῶς ἅπαντα λέγει. Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρ ποῦσθε· ὑμεῖς δὲ, οἱ βασιλεῖς, τὸν δασμὸν λαμβά νοντες καὶ τὸν φόρον, οὐκ ἠρκεῖσθε τούτοις, ἀλλὰ καὶ τοὺς εὐπόρους κατασφάζοντες τὸν τούτων ἐκαρ ποῦσθε πλοῦτον· οὔτε δὲ οἱ ἱερεῖς ὑμῶν, οὔτε ὑμεῖς τῆς τῶν προβάτων ἐπεμελεῖσθε θεραπείας. Εἶτα κατὰ μέρος αὐτῶν τὴν ἀτοπίαν διηγεῖται. δʹ. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἀῤῥωστοῦν οὐκ ἰάσασθε, καὶ τὸ συντετριμ μένον οὐ κατεδήσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητήσατε (καὶ τὸ πάντων χαλεπώτατον), τὸ ἰσχυ ρὸν κατειργάσασθε μόχθῳ, καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ. Οὐ γὰρ μόνον τοῖς ἀσθενοῦσι τὴν προσήκουσαν οὐ προσενηνέγ κατε θεραπείαν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι πόνους πολλοὺς ἐπεθήκατε. Καὶ τοῦτο διὰ τῶν ἱστοριῶν ῥᾴδιον κατιδεῖν.
English
2. For he says, Son of man, prophesy against the shepherds of Israel; prophesy, and say to the shepherds: Thus says Adonai the Lord: O shepherds of Israel, do the shepherds not feed themselves? Do the shepherds not feed the sheep? Tell me, he says, what is proper to a shepherd—to pasture himself, or to feed the sheep? 3. Behold, you eat the milk, and you clothe yourselves with the wool, and you slaughter the fat, and my sheep you do not feed. He says all these things figuratively. For you, the priests, used to devour the firstfruits, the tithes, and the portions taken from the sacrifices; and you, the kings, receiving the tribute and the tax, were not content with these things, but even slaughtered the wealthy and devoured their riches; and neither did your priests nor did you take care for the tending of the sheep. Then he recounts their absurdity in detail. 4. You did not strengthen the weak, and you did not heal the sick, and you did not bind up the broken, and you did not restore the sickly, and you did not turn back the wandering, and you did not seek the lost (and this is the most grievous of all), and the strong you oppressed with toil, and you disciplined them with might, and with mockery. For not only did you not bring the proper care to the sick, but upon the healthy you laid many labors. And this is easy to see from the histories.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:292 · narrative
Source
Τοὺς μὲν γὰρ τὰ εἴδωλα προσκυ νοῦντας καὶ παρανομίᾳ συζῶντας, ἰατρεύειν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέφειν οὐκ ἠθέλησαν οἱ κακοὶ ποιμένες, τοὺς δὲ θείους προφήτας τὴν ἰσχὺν τῆς ἀρετῆς κεκτημένους αἰκιζόμενοι καὶ καθείργοντες, καὶ μυρίοις ἀλγεινοῖς ὑποβάλλοντες διετέλεσαν καὶ ταῦτα ποιοῦντες ἐπετώθαζον
αὐτοῖς, κωμῳδοῦντες τὰ παρ' αὐτῶν λεγόμενα. Διό φησι· "Καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ·" δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα. εʹ. Διὰ τούτους, φησὶ, τοὺς κακοὺς ποιμένας διέσπειρα τὰ πρόβατά μου, καὶ ἐγένετο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. Τροπικῶς πάλιν ἐκάλεσε τὰ θηρία, ἐπειδὴ κατὰ ταὐτὸν τὸν λόγον καὶ τὰ πρόβατα προσηγόρευσε. Καλεῖ δὲ θηρία νοητὰ μὲν τοὺς δαίμονας, τῶν ψυχῶν τοὺς ἀλάστορας, αἰσθητὰ δὲ τοὺς πανταχόθεν ἐπελθόντας αὐτοῖς πολεμίους. ʹ. Καὶ διεσπάρη καὶ ἐπλανήθη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ παντὶ βουνῷ ὑψηλῷ, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη τὰ πρόβατά μου, καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ἐπι στρέφων. –Ὄρη καὶ βουνοὺς καὶ τὰ ἄλλα ὅσα εἴρηκε, τὴν ἐν αὐτοῖς γενομένην τῶν εἰδώλων λα τρείαν ἐκάλεσεν· ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων. Οὗ χάριν ἔφη· "Καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀπο στρέφων." Οὕτω τὴν κατηγορίαν ποιησάμενος, ἀπειλεῖ τοῖς ποιμέσι τὴν τιμωρίαν, καί φησιν·
English
For the evil shepherds were unwilling to heal those who worshipped idols and lived in lawlessness and to turn them back to God, but they kept torturing and imprisoning the divine prophets, who possessed the strength of virtue, and subjecting them to countless pains, and while doing this they mocked them, making comedy of what was said by them. Therefore he says: "And you ruled them with strength, and with mockery," showing that at one and the same time they brought sorrows upon the saints, while they themselves considered it sport, and what was happening a jest. 5. Because of these evil shepherds, he says, I scattered my sheep, and they became food for all the beasts of the field. Again he called the beasts figuratively, since he applied the same term to the sheep as well. He calls demons the noetic beasts, the avengers of souls, and the enemies who came against them from every side the perceptible beasts. 6. And my sheep were scattered and wandered on every mountain, and on every high hill, and on the face of all the earth my sheep were scattered, and there was no one seeking them out, nor turning them back. — Mountains and hills and all the other things he mentioned, he called the worship of idols that took place among them; for on mountains and hills and in every place they set up the precincts of idols, with neither kings nor indeed priests hindering the impiety. For this reason he said: "And there was no one seeking out, nor one turning back." Having thus made the accusation, he threatens the shepherds with punishment, and says:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:293 · narrative
Source
Ἐπεὶ διὰ ῥᾳστώνην τε καὶ ἀμέλειαν θηριάλωτα τὰ πρόβατά μου γέγονε, καὶ οὐδεμιᾶς παρ' ὑμῶν ἐπιμελείας ἢ προνοίας ἀπήλαυσε· μόνης γὰρ τῆς οἰκείας τρυφῆς, καὶ σωματικῆς ἐφροντίσατε θεραπείας· θʹ, ιʹ. Τούτου χάριν, ὦ ποιμένες, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ καταπαύσω αὐ τοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ μὴ ποιμανοῦσιν αὐτὰ ἔτι οἱ ποιμένες· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκέτι ἔσται αὐτοῖς εἰς κατάβρωμα. Διὰ τούτων προεδήλωσε τῶν λόγων, καὶ τῆς βασιλείας τῆς τῶν Ἰουδαίων, καὶ τῆς ἀρχιερωσύνης τὴν παῦ λαν. Ἐλευθερώσω γὰρ, φησὶ, τὰ πρόβατά μου τῆς κακῆς τούτων ἐπιστασίας, οἳ προνοίας μὲν οὐδεμιᾶς ἠξίωσαν αὐτὰ πώποτε, μόνον δὲ κατεσθίοντες αὐτὰ διετέλουν. Εἶτα διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ὑπισχνεῖται σωτηρίαν. ιαʹ, ιβʹ. Διότι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά. Ὥσπερ ἐπισκέπτεται ὁ ποιμὴν τὸ ποίμνιον αὑτοῦ ἐν ἡμέρᾳ ὅταν ᾗ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων αὐτοῦ διακεχωρισμένων· οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ῥύ σομαι αὐτὰ ἐκ παντὸς τόπου, οὗ διεσπάρη σαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. – Νεφέλην δὲ καὶ γνόφον ἐνταῦθα τὸν τῆς ἀγνοίας ἐκάλεσε ζόφον, ὃς κατὰ τῆς οἰκουμένης ἐκέχυτο πρὸ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως.
English
Because through ease and neglect my sheep have become a prey to wild beasts, and they have enjoyed no care or forethought from you; for you cared only for your own luxury and bodily comfort. 9, 10. For this reason, O shepherds, hear the word of the Lord. Thus says Adonai the Lord: Behold, I am against the shepherds, and I will require my sheep from their hands, and I will make them cease from shepherding my sheep, and the shepherds shall no longer shepherd them; and I will deliver my sheep from their mouth, and they shall no longer be food for them. By these words he foretold both the cessation of the kingdom of the Jews and that of the high priesthood. For I will set free, he says, my sheep from their evil oversight, who never deemed them worthy of any care, but only kept devouring them. Then through the Lord and our Savior he promises salvation. 11, 12. Therefore thus says Adonai the Lord: Behold, I will require my sheep and I will visit them. As a shepherd visits his flock on the day when there is gloom and cloud in the midst of his sheep that have been separated, so will I require my sheep and rescue them from every place where they were scattered on the day of cloud and gloom. – Here he called cloud and gloom the darkness of ignorance, which had been poured out over the world before the incarnation of our God and Savior.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:294 · narrative
Source
Λέγει τοίνυν, ὅτι Δίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπι σθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω· τοιαύτη δέ ἐστιν ἡ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συναχθεῖσα Ἐκκλησία. Εἶτα διπλῆν ποιεῖται τὴν προ φητείαν. Τὸ μὲν γὰρ φαινόμενον αὐτοῖς μόνοις Ἰουδαίοις ἁρμόττει· τὸ δὲ μυστικόν τε καὶ κεκρυμ μένον, πᾶσιν ἀνθρώποις, ἄλλως τε καὶ τύπος τῶν ἡμετέρων τὰ εἰς Ἰουδαίους γεγενημένα· συμβαίνει γὰρ τῇ ἐκείνων ἀνακλήσει, καὶ τῇ τῆς αἰχμαλωσίας ἀπαλλαγῇ, καὶ ἡ ἡμετέρα ἀπὸ τοῦ διαβόλου πρὸς Θεὸν ἐπάνοδος, καὶ τῆς τυραννικῆς ἐκείνης δουλείας ἡ ἐλευθερία. ιγʹ, ιδʹ. Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ ποιμανῶ αὐτοὺς ἐπὶ τῶν ὀρέων Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς. Ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς. Καὶ μὴν ἀγαθὸς ὁ νόμος, καὶ ἡ ἐντολὴ κατὰ τὸν Ἀπόστολον ἁγία, καὶ δι καία, καὶ ἀγαθὴ, ἀλλ' ἑτέραν αὐτοῖς ὑπισχνεῖται νομήν· τὴν γὰρ νομικὴν εἶχον. Τίς δὲ αὕτη ἡ ὑπὲρ τὴν νομικὴν ἀγαθὴ νομή; ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει; Καὶ τοῦτο σαφέστερον δηλῶν· "Ἐν τῷ
English
He says, then, that like a diligent shepherd who takes especially greater forethought for his own sheep, whenever he sees a fog lying upon them, which gives freedom of access both to wolves and to thieves, I too will take thought for my own sheep, and I will gather them when they have been scattered, and I will make those that have been separated into one flock; and such is the Church gathered from Jews and from Gentiles. Then he makes the prophecy twofold. For what is apparent fits the Jews alone; but what is mystical and hidden fits all men, and especially the things that happened to the Jews are a type of our own affairs; for with their recall and their release from captivity there coincide also our return from the devil to God, and our freedom from that tyrannical slavery. 13, 14. And I will bring them out from the nations, and I will gather them from the countries, and I will bring them into their own land, and I will shepherd them on the mountains of Israel, and in the valleys, and in every dwelling place of the land. In a good pasture I will feed them. And indeed the law is good, and the commandment, according to the Apostle, is holy and just and good, but he promises them another pasture; for they had the pasture of the law. And what is this good pasture that is beyond the pasture of the law? Is it not clear that he hints at the teaching of the divine Gospels, in which the sheep of God, as they pasture, are fed and fattened and enjoy salvation? And declaring this more clearly: "In the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:295 · narrative
Source
ὄρει, φησὶ, τῷ ὑψηλῷ τοῦ Ἰσραὴλ ἔσται εὐπρέπεια αὐτῶν." Καὶ μὴν ἐμνημόνευσεν ὀρέων πολλῶν, καὶ φαράγγων, καὶ διαφερόντως ὄρους τινὸς ὑψηλοῦ μνημονεύει, ἐν ᾧ προλέγει τῶν βοσκομένων τὴν ἐσομένην εὐπρέπειαν. Τούτου τοῦ ὄρους καὶ ὁ μακάριος Δαβὶδ μέμνη ται, λέγων· "Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον." Εἶτα τοῖς Ἰσραηλιτικοῖς ὄρεσι τούτῳ τῷ ὄρει διαφθονουμένοις φησίν· "Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος." Μάτην, φησὶ, ζηλοτυπεῖτε τοῦτο τὸ ὄρος, ἐπειδὴ ἐν αὐτῷ κατα σκηνοῦν ὁ Θεὸς εὐδόκησεν· εἰς τέλος γὰρ τοῦτο ποιήσει. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰρηκώς· Ἱνατί ἐρίζετε ὄρη τετυρωμένα; ὁ δὲ Θεοδοτίων· Ἱνατί δικάζεσθε περὶ τούτου τοῦ ὄρους; καὶ Ἡσαΐας βοᾷ, καὶ Μιχαίας ὡσαύτως· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος Κυρίου ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη," καὶ τὰ ἑξῆς· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "Οὐ δύναται, φησὶ, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη." Τὸ ὑψηλὸν τοίνυν καὶ περιφανὲς τῆς εὐαγγελικῆς διδασκαλίας ὄρος κἀνταῦθα ὠνόμασεν, ἐν ᾧ γενήσεσθαι τὴν τῶν προ βάτων εὐπρέπειαν ἐπηγγείλατο. Εἶτα ἐπάγει· "Καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ." Καὶ τοῦτο δὲ ἀντικρὺς ἡμῖν, ἀλλ' οὐκ Ἰουδαίοις ἁρμόττει· ἐκεῖνοι μὲν γὰρ μίαν ἔσχον μάνδραν, τὸν ἐν Ἱεροσολύμοις ναόν· ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας.
English
On the high mountain of Israel," he says, "shall be their beauty." And indeed he mentioned many mountains and ravines, and he makes special mention of a certain high mountain, in which he foretells the beauty that the pastured flock will have. The blessed David also remembers this mountain, saying: "The mountain of God is a fertile mountain, a curdled mountain, a fertile mountain." Then, to the mountains of Israel that envy this mountain, he says: "Why do you suppose, you curdled mountains? The mountain which God has chosen to dwell in; for the Lord will tabernacle in it forever." In vain, he says, you are jealous of this mountain, since God has chosen to tabernacle in it; for he will do this forever. The other interpreters have taught us to understand it this way: Aquila, having said, "Why do you strive, you curdled mountains?" and Theodotion, "Why do you contend about this mountain?" And Isaiah cries out, and Micah likewise: "In the last days the mountain of the Lord shall be manifest, and the house of the Lord upon the tops of the mountains, and all the nations shall come to it," and the rest; and the Lord in the holy Gospels: "A city," he says, "set upon a mountain cannot be hidden." Therefore the high and conspicuous mountain of the gospel teaching he has also named here, in which he promised that the beauty of the sheep would come to be. Then he adds: "And their folds shall be there." And this too fits us plainly, but not the Jews; for they had one fold, the temple in Jerusalem; but we have churches beyond number throughout the whole inhabited world.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:296 · narrative
Source
Καὶ κοιμηθήσονται, καὶ ἀναπαύσονται ἐκεῖ καὶ ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκη θήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ. (ιεʹ.) Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. –Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει· "Κατα τρύφησον γὰρ, φησὶ, τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου· ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ' ὧν πάλιν νεμόμεθα, ἐπί βασίν τινα δι' ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος· διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγ γελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ' ἐκείνων μαρτυρουμένην· ἔχομεν δὲ ποιμένα αὐτὸν τὸν Δεσπότην καὶ Κύριον βοῶντα· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός." Τοῦτο καὶ ἐνταῦθα προαγορεύων ἔφη· "Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. Καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος." Ὑπ' αὐτοῦ γὰρ ποιμαινόμενοι, καὶ τῆς αὐτοῦ διδασκαλίας οἷον ἐπί τινος χλόης διαναπαυόμενοι, ἐπιγιγνώσκο μεν αὐτοῦ τὴν δεσποτείαν. ι ʹ. Τάδε λέγει Ἀδωναῖ Κύριος· Τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω· ὡς Παῦλον, καὶ τοὺς κατ' ἐκεῖνον· "Καὶ τὸ συντε τριμμένον καταδήσω·" ὡς τὸν τελώνην, καὶ τὴν πόρνην, καὶ τὸν λῃστὴν, καὶ τοὺς κατ' ἐκείνους· "Καὶ τὸ ἠσθενηκὸς ἐνισχύσω·" ὡς τὸν Πέτρον ἀρνησάμενον· "Καὶ τὸ πῖον καὶ ἰσχυρὸν φυλά ξω·" ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον· "Καὶ ποιμανῶ αὐτὰ μετὰ κρίσεως·" χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ.
English
And they shall sleep and rest there, and in good luxury and in rich pasture they shall be fed on the mountains of Israel. (15.) And I will shepherd my sheep. — He calls the divine oracles good luxury and rich pasture; for he says, "Delight in the Lord, and he will give you the requests of your heart"; and the mountains of Israel are the prophetic books, on which we are again pastured, having through them a kind of step toward the greatest mountain; for through the prophetic oracles we are led by them to the gospel teaching, which is attested by them; and we have as shepherd the Master and Lord himself, who cries out, "I am the good shepherd." This he also foretold here, saying, "And I will shepherd my sheep. And I will give them rest, and they shall know that I am the Lord." For being shepherded by him, and resting as on some grass of his teaching, we recognize his lordship. 10. Thus says Adonai the Lord: I will seek the lost, and I will turn back the wandering — as Paul and those like him; "and I will bind up the broken" — as the tax collector, and the harlot, and the robber, and those like them; "and I will strengthen the weak" — as Peter when he denied; "and the fat and the strong I will guard" — as the holy apostles, and those who have chosen a life like theirs; "and I will shepherd them with judgment," providing good things, and disciplining when it is necessary.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:297 · narrative
Source
Οὕτως συμπεράνας τόν τε κατὰ τῶν κακῶν ποιμένων λόγον, καὶ τῆς παρ' αὐτοῦ γενησομένης ἐπιμελείας τὴν πρόῤῥησιν, ἐπὶ τὰ πρό βατα μεταφέρει τὸν λόγον, διδάσκων, ὡς ἡ τῶν ποι μένων ἀτοπία τοῖς προβάτοις ἀπολογίαν οὐ δίδωσι· λογικὰ γὰρ τὰ πρόβατα, καὶ διάκρισιν ἔχοντα, καὶ τά τε κακὰ φυγεῖν, καὶ προελέσθαι τὰ ἀγαθὰ δυνά μενα. Διό φησι· ιζʹ. Καὶ ὑμεῖς πρόβατά μου, τάδε λέγει Ἀδωναῒ Κύριος. Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβά του καὶ προβάτου, κριῶν καὶ τράγων. Ὥσπερ γὰρ, φησὶ, ποιμέσι καὶ προβάτοις δικάζω, οὕτω καὶ τῶν προβάτων ἔσομαι κριτὴς, καὶ τοὺς ἀδικοῦν τας κολάσω. ιηʹ, ιθʹ. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νο μὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ κατάλοιπον ἐν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου καὶ τὰ καταπατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν πο δῶν ὑμῶν ἔπινον; Πρὸς τοὺς εὐπόρους ὁ λόγος εἰς ἀσωτίαν κατακεχρημένους τῷ πλούτῳ, καὶ μὴ μόνον τὴν χρείαν ἐξ αὐτοῦ καρπουμένους,
English
Having thus concluded both his discourse against the evil shepherds and the prediction of the care that would come from him, he transfers his discourse to the sheep, teaching that the wickedness of the shepherds gives no defense to the sheep; for the sheep are rational, and have discernment, and are able both to flee from evil things and to choose good things. Therefore he says: (17.) And you are my sheep, thus says Adonai the Lord. Behold, I will judge between sheep and sheep, and between rams and goats. For, he says, just as I judge shepherds and sheep, so also I will be a judge of the sheep, and I will punish those who do wrong. (18, 19.) And is it not enough for you that you grazed on the good pasture, and trampled with your feet what was left of your pasture, and drank the settled water, and troubled with your feet what was left? And my sheep grazed on what your feet had trampled, and drank the water troubled by your feet? The discourse is directed against the wealthy who have squandered their wealth in prodigality, and do not reap from it only their need,
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:298 · narrative
Source
ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ παρόντος ὑπ' ἐνίων γιγνόμενον. Μαρτυρεῖ δὲ καὶ ἡ τοῦ Λαζάρου παραβολὴ, δείξασα τὸν πλούσιον ἐκεῖνον μηδὲ τῶν ἐκπιπτόντων ἀπὸ τῆς τραπέζης ψι χίων μεταδεδωκότα τῷ πένητι. Τὸ δὲ "Κατεπατεῖτε τὰ κατάλοιπα τοῖς ποσὶ," τροπικῶς ὡς ἐπὶ προβά των ἐῤῥέθη, ἐσθιόντων τὴν πόαν, καὶ τὴν λοιπὴν πα τούντων, καὶ πρῶτον τὸ ὕδωρ πινόντων, εἶτα τοῖς ποσὶν αὑτῶν καταθολούντων. κʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ πρὸς ὑμᾶς, καὶ κρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Εἶτα λέγει τῶν ἰσχυρῶν τὴν θρασύτητα. καʹ. Ἐπειδὴ ταῖς πλευραῖς ὑμῶν, καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, πάντα δὲ τὰ ἐκλείποντα ἐξεθλίβετε, ἕως οὗ ἐξώσατε αὐτὰ ἔξω, καὶ διεσπάρη τὰ πρόβατά μου παντὶ παραπορευομένῳ. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐκέτι ἔσται εἰς προνομήν. Πάντα ὡς ἐπὶ προβάτων εἴρηκεν, ὤμους, καὶ κέρατα, καὶ πλευράς· διὰ πάντων δὲ τῶν ἐν δυνάμει τὴν ἄδικον δυναστείαν διήλεγξεν· ὑπισχνεῖται δὲ ὅμως ἀσφάλειαν τοῖς προβάτοις. "Καὶ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ ἀνα μέσον κριοῦ πρὸς κριόν." Δικάσω, φησὶ, καὶ οὐ περιόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι. Εἶτα τῆς κοινῆς πάντων σωτηρίας ἡ ὑπόσχεσις. κγʹ. Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, ὃς ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαβὶδ, αὐτὸς ποιμανεῖ αὐτοὺς, καὶ αὐτὸς ἀναπαύ σει αὐτοὺς, καὶ ἔσται αὐτῶν ποιμήν. Ἄνω εἰρη κὼς, "Ἐγὼ ποιμανῶ," ἐνταῦθα τὸν Δαβὶδ αὐτῶν ἔσεσθαι ποιμένα λέγει, ὃν καὶ δοῦλον προσαγορεύει·
English
But also things beyond need; and one might see this happening even in the present by some. And the parable of Lazarus also testifies, having shown that rich man not even giving of the crumbs falling from his table to the poor man. But the phrase "You were trampling the remnants with your feet" was spoken figuratively as of sheep, eating the grass and treading the rest, and first drinking the water, then fouling it with their feet. 20. Therefore thus says Adonai the Lord: Behold, I am against you, and I will judge between a strong sheep and between a weak sheep. Then he speaks of the boldness of the strong. 21. Because with your sides and with your shoulders you were pushing, and with your horns you were butting, and all that was failing you were crushing, until you drove them outside, and my sheep were scattered to everyone passing by. And I will save my sheep, and they shall no longer be for plunder. He has spoken all things as of sheep: shoulders, and horns, and sides; but through all the things in their power he convicted the unjust domination; nevertheless he promises safety to the sheep. "And I will judge between sheep and sheep, and between a ram and a ram." I will judge, he says, and I will not overlook those who are wronged, but I will exact justice from those who do wrong. Then the promise of the common salvation of all. 23. And I will raise up over them one shepherd, who will shepherd them, my servant David; he will shepherd them, and he will give them rest, and he will be their shepherd. Having said above, "I will shepherd," here he says that David will be their shepherd, whom he also addresses as servant.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:299 · narrative
Source
τίς δὲ οὗτός ἐστιν; Ἢ δῆλον, ὡς ὁ Δεσπότης Χρι στὸς, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γενόμενος; Διὸ καὶ δοῦλος, ὡς ἄνθρωπος· καὶ τοῦτο δὲ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν ἀξίαν· εἰ γὰρ οἱ εἰς αὐτὸν πεπι στευκότες οὐ δοῦλοι, ἀλλ' υἱοὶ, πολλῷ μᾶλλον αὐτὸς, δι' ὃν οἱ δοῦλοι τῆς ἐλευθερίας ἀπήλαυσαν, οὐ δοῦλος, ἀλλ' υἱός. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ Ἡσαΐας δὲ ἐκ προσώπου αὐτοῦ βοᾷ λέγων· "Οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοι λίας, δοῦλον ἑαυτῷ συναγαγεῖν τὸν Ἰακώβ· καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Καὶ τό· "Ἰακὼβ δὲ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ." Παρὰ τῷ Ἑβραίῳ, "Ὁ δοῦλός μου" κεῖται. Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ θεῖος εὐαγγελιστὴς εἰς τὸν Κύριον ἡμῶν ἔλαβε Ἰησοῦν. Δοῦλος τοίνυν κέκληται, ὡς ἄνθρωπος, καὶ τοῦτο δὲ, ὡς ἔφην, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν· δούλου γὰρ ἔλαβε μορφήν. Περὶ δὲ τοῦ ἕνα εἶναι τὸν τῶν προβάτων ποιμένα καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· "Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκού σουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." Εἶτα ἐπάγει· κδʹ. Καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐ τῶν. Καὶ τὸ ἀψευδὲς τῶν εἰρημένων τοῖς ἐπαγομένοις δείκνυσιν. "Ἐγὼ Κύριος ἐλάλησα." Ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λόγων ἡ τοῦ εἰρηκότος ἀξία. κεʹ.
English
Who is this? Is it not clear that it is the Master Christ, who was born of the seed of David according to the flesh? Therefore he is also called a servant, as a man; and this according to nature, not according to worth. For if those who have believed in him are not servants but sons, much more is he himself, through whom the servants have enjoyed freedom, not a servant but a son. Thus also the blessed Paul says: "Who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant." And Isaiah also cries out in his person, saying: "Thus says the Lord, who formed me from the womb to gather Jacob to himself as a servant; and Israel shall be gathered to him. Behold, I have given you as a covenant of a people, as a light of the nations, that you may be for salvation to the end of the earth." And also: "But Jacob is my servant, I will help him." In the Hebrew, "my servant" is written. And the divine evangelist also applied this testimony to our Lord Jesus. He is called a servant, therefore, as a man, and this, as I said, not according to worth but according to nature; for he took the form of a servant. And concerning there being one shepherd of the sheep, the Lord also said in the Gospels: "And I have other sheep, which are not of this fold; those also I must bring, and they will hear my voice, and there shall be one flock, one shepherd." Then he adds: 24. And I the Lord will be to them for God, and my servant David a ruler in their midst. And the infallibility of what has been said he shows by what is added: "I the Lord have spoken." For the worth of the speaker is sufficient for the confirmation of the words. 25.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:300 · narrative
Source
Καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης. Τούτου ὁ Παῦλος ἑρμηνευτής· βοᾷ γὰρ περὶ τοῦ Χριστοῦ· "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Τοῦτο δὲ καὶ ἄνω ἔφη· "Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα," Εἷς γὰρ καὶ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας ποιμαί νει. "Καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς." Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μετα βαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους. "Καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυ μοῖς." Ἀμφότερα ἄκαρπα· λέγει δὲ, ὅτι καὶ τὴν ἔρημον τῶν ἐθνῶν καθέξουσί τε καὶ γεωργήσουσι, καὶ ἐν τῷ δρυμῷ τῶν Ἰουδαίων ἀνάπαυσιν ἕξουσι, καὶ θεραπείαν. Καὶ
ἄνω δὲ τὴν ἀκαρπίαν τῆς Ἱερουσαλὴμ δεῖξαι θελήσας· "Προφήτευσον γὰρ, υἱὲ ἀν θρώπου, ἐπὶ τὸν δρυμὸν τὸν Ναγέβ·" δηλοῖ δὲ τὸν νότον, ὡς προειρήκαμεν. κ ʹ. Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται. Τοι αῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρ δείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πι στευόντων ψυχαῖς. Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι "Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν." κζʹ. Καὶ τὰ ξύλα τὰ ἐν τῷ ἀγρῷ δώσει τὸν καρπὸν αὑτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὑτῆς.
English
And I will make a covenant of peace with David. Paul is the interpreter of this; for he cries out concerning Christ: "He himself is our peace, who has made both one, and has broken down the middle wall of partition." And he said this also above: "And I will raise up over them one shepherd." For he shepherds both those who have believed from the Gentiles and those from the Jews. "And I will destroy evil beasts from the land." Both the swarms of evil demons and men afflicted with a beast-like nature—some being changed and becoming rational, and being wholly freed from being beasts, while others are brought to an end by death. "And they shall dwell in the wilderness trusting, and shall sleep in the woods." Both are unfruitful; but he says that they shall both occupy and cultivate the wilderness of the Gentiles, and in the wood of the Jews they shall have rest and care. And above, wishing to show the unfruitfulness of Jerusalem: "Prophesy, son of man, against the wood of the Negev"—he means the south, as we have said before. 20. And I will give blessing round about my mountain, and I will bring down the rain upon you in its season; they shall be rains of blessing. For such are the teachings of the divine apostles, offering abundance full of blessing to the souls of those who believe. That the divine Scripture often calls teaching rain, the prophet Isaiah is a witness, speaking in the person of God and threatening the old vineyard, that "It shall not be pruned, nor dug; and I will command the clouds not to rain upon it." 27. And the trees in the field shall give their fruit, and the earth shall give its strength.
Citation. Tergwame, “Interpretatio in Ezechielem”, khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0451 ·
generated 2026-11-15.