ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

Interpretatio in Ezechielem

Theodoretus of Cyrrhus · khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 378 passages · 105,149 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

0 commentary units 2 derived notes 0 open questions 378 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation could be identified: a language model asked twice could not name one, though it could not rule one out either. That is not proof that none exists — translations in dissertations, recent books and other modern languages are easily missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: other in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 378 narrative.
  • caution1 passage(s) are fragmentary in the source; the English bridges each break and says so in the note.
  • scripture1 scriptural phrase match(es) noted: John 4:10.
  • sourceSource edition: khazarzar.

Term index

CopticRenderingCountFirst
no glossary terms recorded
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:1 · narrative
Source
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΖΕΚΙΗΛ. ΥΠΟΘΕΣΙΣ. Οἱ μὲν τοῦ σώματος ὀφθαλμοὶ, σχημάτων καὶ χρωμάτων ἐδημιουργήθησαν δικασταί· καὶ δικά ζουσιν ὑγιαίνοντες μὲν, ὀρθῶς καὶ μάλα δικαίως· ἀσθενῶς δὲ διατεθέντες, ἁμαρτάνουσι τοῦ προσήκοντος, καὶ σφόδρα τῷ δικαίῳ λυμαίνονται· ἢ γὰρ παν τελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ' ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν. Τὸ δὲ τῆς ψυχῆς ὀπτικὸν, χορηγεῖ μὲν καὶ τούτοις ταύ την αὐτὴν τὴν ἐνέργειαν· ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι' ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρί νει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρί νει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παρα βολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ δια κείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον· ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος. Ταύτῃ περιπεσόντες τῇ νόσῳ τινὲς τῆς θείας Γραφῆς κατηγορεῖν ἐπεχείρησαν, διαφερόντως δὲ τῶν προφητι κῶν θεσπισμάτων, ὡς ἀσαφείᾳ κεκαλυμμένων. Πρὸς οὓς ἂν εἰκότως ὁ θεσπέσιος εἴποι Παῦλος· "Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολ λυμένοις ἐστὶ κεκαλυμμμένον·
English
OF THE BLESSED THEODORET, BISHOP OF CYRUS, INTERPRETATION OF THE PROPHECY OF THE DIVINE EZEKIEL. HYPOTHESIS. The eyes of the body were made judges of shapes and colors; and they judge, when healthy, rightly and most justly; but when disposed weakly, they err from what is fitting, and greatly do violence to justice; for either they do not see at all, or seeing other things in place of others, they do not rightly discern the nature of the things seen. But the seeing faculty of the soul supplies this same activity also to these eyes; and it has received from its Maker another power besides, through which it discerns not only the qualities of shapes and colors and vapors and tastes and other such things, but also judges by words, and by reasonings, and distinguishes the impious from the pious in these matters, and knows the difference between things divine and human, and, simply put, according to the wise Solomon, understands a parable, and a dark saying, and the words of the wise and their riddles. But it discerns each of these things when it is well disposed and free from unbelief; but when such a mist stands in the way, it suffers the same as the eyes of the body, and sees other things in place of others, or does not see at all, since the affliction has prevailed. Having fallen into this disease, some have attempted to accuse the divine Scripture, and especially the prophetic oracles, as being veiled in obscurity. To whom the inspired Paul would fittingly say: "But even if our Gospel is veiled, it is veiled in those who are perishing.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:2 · narrative
Source
σοφίαν γὰρ λαλοῦ μεν ἐν τοῖς τελείοις." Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ὑπὸ τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους ἀποστόλους εἰρημένα· "Ὑμῖν δέδοται γνῶναι τὰ μυ στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται·" καὶ τὴν αἰτίαν διδάσκων εὐθὺς ἐπάγει, ὅτι "Βλέ ποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιοῦσιν." Αὐτοὶ γὰρ, φησὶν, ἑκόντες ἐπισπῶνται τῆς ἀγνοίας τὸ νέφος· ἐὰν γὰρ ἐπιστρέψωσι πρὸς Κύριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, περιαιρεῖται τὸ κάλυμμα. Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθελουσίως τυφλώττουσιν· οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώ ποις. Τὸν μὲν γὰρ μαργαρίτην ὁ θαλάσσιος κατα κρύπτει βυθὸς, ὡσαύτως δὲ καὶ τῆς βασιλικῆς ἁλουργίδος τὸ ἄνθος· αἱ δὲ χρυσίτιδες καὶ ἀργυρίτιδες φλέβες οὐκ ἐπιπολάζουσι τῇ γῇ, ἀλλ' ὑπὸ τῶν ταύτης συγκαλύ πτονται κόλπων· καὶ ἐν ταῖς οἰκίαις δὲ τὰ τιμιώτερα τῶν χρημάτων ἔνδον ἐν ταμείοις φυλάττομεν, δεσμὰ, καὶ κλεῖθρα, καὶ σήμαντρα ταῖς θύραις περιτιθέντες· καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιω τέροις τῶν φίλων, ἀλλ' οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν. Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα. Πλείονος τοίνυν προσήκει ταῦτα φυλακῆς ἀξιοῦσθαι, καὶ Δεσποτικῶς εἰπεῖν, μὴ ῥίπτεσθαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοί ρων· καὶ γὰρ εὐκαταφρόνητος τῷ ὄντι τῶν προχεί ρων ἡ κτῆσις· τὰ δὲ σὺν πόνῳ κτώμενα τριπόθητα, καὶ λίαν ἐράσμια.
English
For we speak wisdom among the perfect. And in agreement with these things are also the words spoken by our Master and Savior to the holy apostles: "To you it has been given to know the mysteries of the kingdom, but to those it has not been given." And teaching the reason, he immediately adds, that "seeing they do not see, and hearing they do not understand." For they, he says, willingly draw upon themselves the cloud of ignorance; for if they turn to the Lord, as the divine Apostle says, the veil is taken away. Therefore the divine things are not unclear to all, but to those who willingly blind themselves; whom it behooved to consider and to perceive that none of the precious things is readily at hand for men. For the sea's deep hides the pearl, and likewise the flower of the royal purple; and the veins of gold and silver do not lie upon the surface of the earth, but are concealed beneath its folds; and in our houses we keep the more precious of our possessions within, in treasuries, placing bonds and bolts and seals upon the doors; and of our counsels we are accustomed to reveal the more serious to the truer of our friends, but not simply to all. And the divine things are more venerable than all these things that have been said, and so much better as things invisible are than things visible, and things intelligible than things perceptible, and things abiding than things flowing. These things, then, ought to be deemed worthy of greater guard, and, to speak as is fitting for the Master, the pearls should not be cast before the swine; for truly the acquisition of things readily at hand is easily despised, but things acquired with toil are thrice desired and exceedingly lovely.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:3 · narrative
Source
Πρὸς δὲ τούτοις καὶ ἕτερον δεῖ προσθεῖναι τοῖς εἰρημένοις, ὅτι τῶν θείων προφητῶν οἱ χρησμοὶ κατηγορίαν μὲν ἔχουσι τῆς Ἰουδαίων παρανομίας, ἀγαθῶν δὲ τοῖς ἔθνεσιν ἐπαγγελίαν προσφέρουσι· καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βίβλους. Ὅτι δὲ καὶ τοῦτο τῆς δοκούσης αἴτιον ἀσα φείας, τὰ πράγματα μαρτυρεῖ. Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη. Ἐπειδὴ δὲ τέλος ἡ πρόῤῥησις ἔλαβε, καὶ τὰ πράγματα τοῖς γράμμασιν ἠκολούθησε, τηνικαῦτα λοιπὸν σαφῆ καὶ δῆλα γέγονε τῶν προφητῶν τὰ θεσπί σματα· οἱ γὰρ τὰς προφητικὰς ἀναγινώσκοντες βίβλους, ἐκ τῶν πραγμάτων τὴν ἑρμηνείαν λαμβάνουσι· Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τροφίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος· ἀλλὰ νοῆσαι τοὺς ἱεροὺς ἐφιέμενος λόγους μετὰ τοῦ θεσπεσίου βοάτω Δαβίδ· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου." Τεύξεται γὰρ πάντως τῆς αἰτήσεως, ἐπ' ὠφελείᾳ τὴν γνῶσιν ἐπαγγείλας.
English
To these things, moreover, another point must be added to what has been said: that the oracles of the divine prophets contain an accusation of the lawlessness of the Jews, but offer a promise of good things to the nations. And it was necessary that the prophecy be obscured, so that the Jews, who were accustomed to serving envy and dared to plot against the good things belonging to others, might not destroy the books that signify these things. And that this too is the cause of the apparent obscurity, the facts bear witness. For formerly these things happened to be unclear to the Jews, so that the record of the blessing concerning the nations might be preserved. But when the foretelling received its fulfillment, and the facts followed the writings, then at last the oracles of the prophets became clear and manifest; for those who read the prophetic books receive the interpretation from the facts. Let no one, therefore, and especially of those nurtured in piety, be bold against the divine Spirit, blaming his words for obscurity; but let him who desires to understand the sacred words cry out with the inspired David: "Open my eyes, and I will understand the wonders of your law." For he will certainly obtain his request, having promised his knowledge for the purpose of benefit.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:4 · narrative
Source
Ταύτην γὰρ καὶ ἡμεῖς τὴν ἱκετείαν τῷ Δεσπότῃ προσφέροντες, ὃς σοφίζει τοὺς τυφλοὺς, κατὰ τὸν θεῖον Δαβὶδ, καὶ τοὺς ἐν σκότει καὶ τῇ ὁμίχλῃ, κατὰ τὸν μακάριον Ἡσαΐαν, τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ κατατολμήσωμεν ἑρμηνείας, καὶ τῆς προφητείας τὸ βάθος, ὡς ἡμῖν ἐφικτὸν, ἐρευνῆσαι πειρασώμεθα, καὶ κοινὸν ἅπασι προθῆναι τοῖς εὐσεβέσι τὸ ἐντεῦθεν συναγόμενον κέρδος. Φέρε τοίνυν πρὸ τῆς ἑρμηνείας ἐν κεφαλαίῳ τὴν ὑπόθε σιν διεξέλθωμεν. Οὗτος ὁ προφήτης ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ Ἰεχονίου· αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη. Πρῶτος μὲν γὰρ ὁ Θεγλαθφαλασὰρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖ στον· δεύτερος δὲ ὁ Σαλμανασὰρ τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν· τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰου δαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεῦσαι δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν ἀπολέσας μετ' ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε. Μετὰ τοῦτον τέταρτος ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο· καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμ αλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ.
English
For we too, offering this supplication to the Master, who makes the blind wise, according to the divine David, and those in darkness and in mist, according to the blessed Isaiah, let us venture upon the interpretation of the wondrous Ezekiel, and let us attempt to search out the depth of the prophecy, as far as is attainable by us, and to set before all the pious as a common possession the gain gathered from it. Come then, before the interpretation, let us go through the subject in summary. This prophet began his prophecy in the fifth year of the captivity of Jehoiakim, who is also Jechonias; but this captivity was not the first, as some have thought, but the third for Jerusalem, the fourth for Judah, and the sixth for all Israel. For first Tiglath-Pileser took captive the greater part of the ten tribes; second, Salmanasar took Samaria and, having enslaved the cities around it, departed; third, Sennacherib besieged the other cities of Judaea and relocated many captives; but when he attempted to march against Jerusalem with great impiety, he received the wages of his blasphemy, and having destroyed his army by a divinely sent plague, he reached his own land with few men. After him, fourth, Nebuchadnezzar, having reigned in the third year of the reign of Jehoiakim the son of Josiah, came into Judaea with a great army; and taking many talents of gold and silver, and many captives from the royal family, and some of the sacred vessels, he departed from there, having placed a bond upon the king.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:5 · narrative
Source
Χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον· ὁ δὲ Ναβουχοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις· καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε, καὶ ἄταφον ἐπὶ πλεῖ στον καταλείπει χρόνον· τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν, καὶ τοῖς ὑπολειφθεῖσι χειροτο νήσας βασιλέα Ἰωακείμ, τὸν καὶ Ἰεχονίαν (υἱὸς δὲ οὗτος ἦν Ἰωακεὶμ), ἀπῆρεν εἰς Βαβυλῶνα. Τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων, στασιάσαντα τοῦτον μαθὼν, πάλιν ἀφικνεῖται· καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυάλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει. Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευ γότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν· τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγαγεν· καὶ τὰ σκεύη δὲ ἅπαντα, οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου καὶ χρυσοῦ ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τ' ἄλλα πάντα μετεκόμισεν εἰς Βαβυλῶνα.
English
After a short time had passed, Jehoiakim was unwilling to pay the tribute that had been agreed upon. So Nebuchadnezzar, in the eleventh year of that man's reign, but the eighth of his own rule, again marched against Jerusalem. He put Jehoiakim to death and ordered him to be thrown from the wall, and he left him unburied for a very long time. Taking all the officials captive, and appointing as king over those who remained Jehoiachin (this man was the son of Jehoiakim), he departed for Babylon. After three months and a few days had passed, learning that this man had rebelled, he came again. He bound him and led him away as a captive of war with no small multitude, and he appointed as king his uncle—the brother of the former Jehoiakim, and son of Josiah—Mattaniah, also called Zedekiah, after receiving oaths from him that he would both preserve goodwill toward him and pay the tribute at the appointed time. But when this man too again transgressed the oaths, and was willing neither to pay the tribute nor to preserve goodwill, but had fled to the Egyptians, he gathered a great army and came. Taking the city with its inhabitants, he set fire to the palace, the divine temple, and every splendid house. And all those who had escaped the destruction of famine and the slaughter of war he led away as captives. And all the vessels—not only those made of silver and gold material, but also the columns constructed of bronze—and all the other things he carried over to Babylon.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:6 · narrative
Source
Ἡ Ἰεχονίου τοίνυν αἰχμαλωσία οὐ πρώτη ἦν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τῶν Ἱεροσολύμων τρίτη· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, καὶ τῶν Παραλειπομένων ἡ βίβλος, καὶ ὁ θεῖος Δανιὴλ ὁ προφήτης· οὕτω γὰρ καὶ τῆς προφητείας ἄρχεται· "Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν, καὶ ἔδωκε Κύριος ἐν τῇ χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ·" καὶ μετ' ὀλίγα· "Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς Ἀσφανὲζ, τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. Πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλω σία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωακείμ· τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας. Καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφή της λέγων οὑτωσί· "Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας τοῦ Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον." Δευτέρα δὲ αἰχμαλωσία, ὡς ἔφην, γεγένη ται ἐν τῷ ἑνδεκάτῳ μὲν ἔτει τῆς τοῦ Ἰωακεὶμ βασι λείας, ὀγδόῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας· τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας. Διδάσκει δὲ ἡμᾶς ταῦτα σαφῶς καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοὺς χρόνους συναγαγεῖν, καὶ ἐξ ἐκείνου τοῦ προφήτου σαφῶς ταῦτα καταμαθεῖν. Οὐκοῦν Ἰεζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου·
English
The captivity of Jeconiah, then, was not the first, as some have supposed, but the third of Jerusalem. And this the fourth book of Kings teaches us, and the book of Chronicles, and the divine Daniel the prophet; for thus he also begins his prophecy: "In the third year of the reign of Jehoiakim king of Judah, Nebuchadnezzar king of Babylon came to Jerusalem, and besieged it, and the Lord gave Jehoiakim king of Judah into his hand, and part of the vessels of the house of God." And after a little: "And the king," he says, "spoke to Ashpenaz, his chief eunuch, to bring in from the sons of the captivity of the sons of Israel and from the seed of the kingdom." The first captivity of Jerusalem, then, took place in the third year of the reign of Jehoiakim; and this was the first year of the reign of Nebuchadnezzar. And the same prophet teaches us this, saying as follows: "In the second year of the reign of Nebuchadnezzar, he dreamed a dream." The second captivity, as I said, took place in the eleventh year of the reign of Jehoiakim, but the eighth of the rule of Nebuchadnezzar; and the third in the first year of the reign of Jeconiah son of Jehoiakim, but the ninth of the rule of Nebuchadnezzar. And the blessed Jeremiah the prophet also clearly teaches us these things, and it is easy for one who wishes to gather the times together and to learn these things clearly from that prophet. Therefore Ezekiel began his prophecy in the fifth year of the captivity of Jehoiakim, who is also Jeconiah.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:7 · narrative
Source
πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς. Ἔτεσι δὲ δυοκαίδεκα πρότερος ὁ Δανιὴλ τῆς προ φητείας ἤρξατο· κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἱερεμίας, καὶ Σοφονίας, καὶ Οὐρίας ὁ Σαμαίου. Ἀλλὰ πάλιν κἀκεῖνοι πρεσβύτεροι οὐ μόνον τοῦ Ἰεζεκιὴλ, ἀλλὰ καὶ τοῦ Δανιήλ· ἐν γὰρ τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφη τείας ὁ μακάριος Ἱερεμίας, καὶ ὁ Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν φησίν. Οὐρίας δὲ ὁ Σαμαίου ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν. Τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προφητευσάντων καιρὸν, ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν· ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης με στάς· προθεσπίζει δὲ οὐ μόνον τὴν Ἰουδαίων πανωλεθρίαν, ἀλλὰ καὶ τὴν Τυρίων, καὶ Σιδωνίων, καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμ μανιτῶν, καὶ Ἰδουμαίων, καὶ πρὸς τούτοις Αἰγυπτίων. Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν. Αὐτὸν τοίνυν τὸν τοῦ προφήτου Θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. ΤΟΜΟΣ Αʹ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ.
English
And it was the fifth year also of the reign of Zedekiah, who had been chosen king of the Jews in place of Jeconiah. And Daniel began his prophecy twelve years earlier; and at these same times, these men were prophesying in Babylon, while in Judea were Jeremiah, and Zephaniah, and Urijah the son of Shemaiah. But again those men also were older not only than Ezekiel, but also than Daniel; for in the thirteenth year of the reign of Josiah the blessed Jeremiah began his prophecy, and Zephaniah also, he says, made his prophecy in the time of Josiah the king. And Urijah the son of Shemaiah, having prophesied in the time of the earlier Jehoiakim and foretold grievous things, endured an unjust slaughter by that man's murderous hand. Of those, then, who prophesied at the time of the captivity, the last prophet is the divine Ezekiel. But Haggai, and Zechariah, and Malachi prophesied after the return; and this prophet sees divine revelations full of dread and trembling; and he foretells not only the utter destruction of the Jews, but also that of the Tyrians, and Sidonians, and the other foreigners, the Moabites and Ammonites, and the Idumeans, and in addition to these the Egyptians. And he foretells also the release of the Jews from captivity, and the building of the divine temple, and countless other things, which we shall preserve in the detailed interpretation, so that we do not stretch out the subject to great length. Having therefore entreated the God of the prophet himself through the prophet to grant us the grace of knowledge, come, let us begin the interpretation. TOME 1. CHAPTER 1. 1.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:8 · narrative
Source
Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός. Τισὶν ἔδοξε τὸ τριακοστὸν ἔτος τοῦ Ἰωβηλαίου εἶναι· Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν. Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀριθμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντή κοντα. Τούτων τῶν πεντήκοντα ἐτῶν τριακοστὸν ἐνιαυτὸν ἔφασάν τινες εἶναι τῆς προφητείας τὸν χρόνον. Ἐγὼ δὲ πρῶτον μὲν ἐν τοῖς χρονικοῖς ἐπι ζητήσας τὸν χρόνον, εὗρον τῆς αἰχμαλωσίας Ἰεχονίου τὸν πέμπτον ἐνιαυτὸν, οὐ τῷ τριακοστῷ τοῦ Ἰωβηλαίου, ἀλλὰ τῷ πέμπτῳ ἔτει καὶ εἰκοστῷ σύγχρονον. Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν. Μετ' ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττεται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης.
English
And it came to pass in the thirtieth year, in the fourth month, on the fifth day of the month. Some have thought that the thirtieth year is of the Jubilee; and the Jews call the number of fifty years a Jubilee. For just as the Romans count the cycle of time by fifteen years, so the Jews by fifty. Some said that the time of the prophecy was the thirtieth year of these fifty years. But I, first having sought the time in the chronicles, found the fifth year of the captivity of Jeconiah, not contemporaneous with the thirtieth of the Jubilee, but with the twenty-fifth year. Then, considering that none of the holy prophets ever indicated this time, I searched and found that this was the thirtieth year of the captivity. For after a little, this same prophet is commanded to lie upon his right side, and to bear the sins of Judah forty days, the day being reckoned as a year.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:9 · narrative
Source
Σκοπήσας οὖν, ὡς ἔτεσιν ἑβδομήκοντα τὴν αἰχμαλω σίαν Ἰούδα περιώρισεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ὅτι τεσσαράκοντα τοῖς ἑβδομήκοντα ὑπολέλειπται ἔτη, συνεῖδον ὅτι τὸ τριακοστὸν ἔτος ὁ προφήτης τῆς αἰχμαλωσίας εἶναί φησιν. Ἀναποδίζων δὲ, καὶ τὸν χρόνον ἀναζητῶν, εὑρίσκω τὴν αἰχμαλωσίαν οὐ πρὸ τριάκοντα γεγενημένην ἐτῶν, ἀλλὰ πρὸ τριῶν καὶ δέκα ἐτῶν. Ἀλλ' ἀγαθὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεὸς, ἐκ τῆς οἰκείας ἀποφάσεως, οὐκ ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὸν τῆς παιδείας χρόνον εἴωθεν ἀριθμεῖν. Οὕτω καὶ ἐπὶ τοῦ πατριάρχου πεποίηκεν Ἀβραάμ. Εἰρηκὼς γὰρ, ὅτι "Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν αὐτὸ ἔτη τετρακόσια, οὐκ εἴασεν παρ' Αἰγυπτίοις τοῦτον ἅπαντα διατελέσαι τὸν χρό νον, ἀλλ' ἐκ τῆς ἀποφάσεως ἀριθμεῖ τὸν τῶν τετρα κοσίων ἐτῶν ἀριθμόν· καὶ ἐπὶ τοῦ Νῶε δὲ εἴκοσι καὶ ἑκατὸν ἐνιαυτῶν προθεσμίαν εἰς μεταμέλειαν δεδωκὼς, τῆς παρανομίας τὴν ἐπίδοσιν θεασάμενος, οὐκ ἀνέμεινε τὸ τῆς ἀποφάσεως τέλος, ἵνα παύσῃ τῆς ἁμαρτίας τὸν δρόμον. Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι. Κατεψηφίσατο δὲ ὁ Θεὸς Ἰουδαίων αἰχμαλωσίαν καὶ δουλείαν ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασι λείας.
English
Having considered, then, that the loving-kind Master limited the captivity of Judah to seventy years, and that forty years remain of the seventy, I perceived that the prophet calls the thirtieth year the year of the captivity. But going back and searching out the time, I find that the captivity had not occurred thirty years before, but thirteen years before. But God, being good and loving-kind, is accustomed to count the time of chastisement from His own decree, not from the outcome of events. Thus He also did in the case of the patriarch Abraham. For having said, "Your seed shall be a sojourner in a land not their own, and they shall enslave it and afflict it four hundred years," He did not allow them to complete all that time among the Egyptians, but counts the number of the four hundred years from the decree; and in the case of Noah too, having given a term of one hundred and twenty years for repentance, when He saw the increase of lawlessness, He did not wait for the end of the decree, in order to stop the course of sin. Thus, then, here too we shall find the number of the thirty years, making the decree of God the beginning of the count. And God pronounced the sentence of captivity and slavery upon the Jews in the eighteenth year of the reign of Josiah.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:10 · narrative
Source
Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰου δαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀνα γνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικνεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων· ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν· "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, πάντας τοὺς λόγους τοῦ βιβλίου οὗ ἀνέγνω ὁ βασιλεὺς Ἰούδα· ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίασαν θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὑτῶν· καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται· πρὸς δὲ τὸν βασιλέα Ἰούδα, τὸν καὶ ἀποστείλαντα ὑμᾶς τοῦ ἐκζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε πρὸς αὐτόν· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἀνθ' ὧν ἤκουσας τοὺςλόγους μου, καὶ μετεμελήθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλά λησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦν τας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος· οὐχ οὕτως;
English
For when Hilkiah the high priest had found the law of Moses buried (for such great lawlessness prevailed in Judah that the divine things had been consigned to complete oblivion), and then the king had read it and considered that the things dared by the people were plainly contrary to the law, and for this reason was greatly terrified, and entreated the high priest to propitiate God, the high priest comes to Huldah the prophetess, a pious woman and a guardian of the divine laws; and she, becoming inspired and full of the divine Spirit, said to him: "Thus says the Lord God of Israel: Say to the man who sent you to me: Behold, I am bringing evils upon this place, and upon those who dwell in it, even all the words of the book which the king of Judah has read; because they have forsaken me, and have burned incense to other gods, that they might provoke me to anger with all the works of their hands; and my wrath shall be kindled in this place, and shall not be quenched. But to the king of Judah, who also sent you to inquire of the Lord, thus shall you say to him: Thus says the Lord God of Israel: Because you heard my words, and your heart was moved to repentance, and you were ashamed before my face, when you heard all that I spoke against this place, and against those who dwell in it, that it should become a desolation, and you tore your garments, and wept before me, and I heard, says the Lord—is it not so?
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:11 · narrative
Source
Ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ ἐπαχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοι κοῦντας αὐτόν." Ταῦτα δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος διδάσκει. Ἐπράχθη δὲ ταῦτα καὶ ἐῤῥέθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου· ἓν δὲ καὶ τριάκοντα ἐβασίλευσεν ἔτη. Ἀπὸ τοίνυν τοῦ ὀκτωκαιδεκάτου ἕως τοῦ τριακοστοῦ πρώτου γίνονται ἔτη τεσσαρακαίδεκα· μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν· εἶτα τοῦ Ἰωακεὶμ ἕνδεκα τοῖς προτέροις συνάψαντες ἔτεσιν, εὑρήσομεν πέντε καὶ εἴκοσι. Τοὺς δὲ τρεῖς μῆνας τοῦ Ἰεχονίου καὶ τὰς ὀλίγας ἡμέρας, πάλιν ἀντὶ τῶν ὑπολοίπων μηνῶν τοῦ ὀκτωκαιδεκάτου ἔτους ἀντεισάξομεν. Τοῖς δὲ πέντε καὶ εἴκοσι τὰ πέντε τῆς αἰχμαλωσίας τοῦ Ἰεχονίου προστεθεικότες τὸν τῶν τριάκοντα ἐτῶν εὑρήσομεν ἀριθμόν· οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησόμεθα. Ἀπὸ γὰρ τοῦ ὀκτωκαιδεκάτου τῆς Ἰωσίου βασιλείας μέχρι πρώτου Κύρου τῶν Περσῶν βασι λέως, ἐφ' οὗ ἡ πρώτη ἀνάκλησις γέγονεν, ὁ
English
Behold, I will gather you to your fathers, and you shall be gathered to your grave in peace, and your eyes shall not see all the evils that I am bringing upon this place and upon those who dwell in it. The book of Chronicles also teaches these things. These things were done and spoken in the eighteenth year of the reign of Josiah; and he reigned thirty-one years. From the eighteenth, then, to the thirty-first, there are fourteen years. After him Jehoahaz reigned three months, which one must join to these years, because the prophecy came to pass in the eighth month of the eighteenth year; then, joining the eleven years of Jehoiakim to the preceding years, we shall find twenty-five. And the three months of Jeconiah and the few days, again, we shall substitute in place of the remaining months of the eighteenth year. And adding the five years of Jeconiah's captivity to the twenty-five, we shall find the number of thirty years; and thus we shall be able to grasp the truthfulness of the seventy years of the captivity. For from the eighteenth year of Josiah's reign until the first of Cyrus, king of the Persians, under whom the first recall took place, the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:12 · narrative
Source
ἑβδομηκοντούτης συμπληροῦται χρόνος. Τῆς δὲ τοῦ ναοῦ ἐρημίας τὰ ἑβδομήκοντα ἔτη ὁ βουλόμενος ἀριθμῆσαι, ἀρξάσθω μὲν ἀπὸ ἑνδεκάτου ἔτους Σεδεκίου· τηνικαῦτα γὰρ ὁ θεῖος ἐνεπρήσθη νεώς· καταλήξῃ δὲ εἰς τὸ δεύτερον ἔτος Δαρείου τοῦ Ὑστάσπου, ἐφ' οὗ μετὰ σπουδῆς ἁπάσης τὸν θεῖον ἀνεδείμαντο νεὼν, καὶ τέλους τὸ ἔργον τετύχηκεν· λέγει τοίνυν ὁ προφήτης, ὅτι. Τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλω σίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἠνοίχθη σαν οἱ οὐρανοὶ, καὶ ἴδον ὅρασιν Θεοῦ. (βʹ.) Πέμπτῃ τοῦ μηνός· τοῦτο πέμπτον ἔτος τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ βασιλέως. Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βα σιλέως αἰχμαλωσίας· οὗτος δὲ, ὡς ἔφην, Ἰεχονίας ἦν τρεῖς μῆνας βασιλεύσας, καὶ ὀλίγας ἡμέρας· ὁ γὰρ τούτου πατὴρ Ἰωακεὶμ ἑνδεκάτῳ ἔτει τῆς αὑτοῦ βασιλείας ἐν Ἱεροσολύμοις ἐσφάγη. Ἀνεῳχθῆναι δὲ τοὺς οὐρανοὺς ἔφη, οὐκ ἀληθείᾳ καὶ πρά γματι, ἀλλὰ πνευματικῇ θεωρίᾳ· "Καὶ ἴδον, φησὶν, ὅρασιν Θεοῦ." Οὐκ οὐσίαν Θεοῦ, ἀλλ' "ὅρασιν·" ἀπο κάλυψίν τινα, καὶ οἱονεὶ ἀνατύπωσιν, τὴν ἐφικτὴν ἀνθρωπείᾳ φύσει. "Καὶ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας." Ὁ εὐσεβὴς μετὰ τῶν δυσσεβῶν, μετὰ τῶν παρανόμων ὁ δίκαιος. Τοσαύτη γὰρ ἡ τοῦ Δεσπότου φιλανθρωπία, ὡς τῶν ἁμαρτωλῶν ἕνεκεν ἀνιαροῖς ἐκδιδόναι καὶ συμφοραῖς τοὺς οἰκείους θεράποντας. γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. Διπλοῖς κομᾷ χαρίσμασιν, ἱερωσύνῃ, καὶ προφητείᾳ·
English
A period of seventy years is completed. And whoever wishes to count the seventy years of the temple's desolation should begin from the eleventh year of Zedekiah—for it was then that the divine temple was set on fire—and should end at the second year of Darius the son of Hystaspes, in whose reign they rebuilt the divine temple with all zeal, and the work reached its completion. The prophet says, therefore, that: In the thirtieth year, in the fourth month, on the fifth day of the month, I was in the midst of the captivity by the river Chobar, and the heavens were opened, and I saw a vision of God. (2.) On the fifth day of the month: this is the fifth year of the captivity of King Joachim. And he himself has clearly taught us that it is not simply the fifth year of the captivity, but of the captivity of King Joachim. This man, as I said, was Jechoniah, who reigned three months and a few days; for his father Joachim was slain in Jerusalem in the eleventh year of his own reign. He said that the heavens were opened, not in truth and fact, but in spiritual contemplation: "And I saw," he says, "a vision of God"—not the essence of God, but a "vision," a certain unveiling and, as it were, a impression, such as is attainable by human nature. "And I was in the midst of the captivity": the pious man among the impious, the righteous among the lawless. For such is the lovingkindness of the Master, that for the sake of sinners he delivers his own servants even to grievous calamities. (3.) And the word of the Lord came to Ezekiel the son of Buzi the priest, in the land of the Chaldeans, by the river Chobar. He is adorned with double gifts, priesthood and prophecy.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:13 · narrative
Source
ἀμφότερα δὲ δῶρα τοῦ Πνεύματος· λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τού των παραδηλῶν· πρῶτον μὲν, ὅτι τὸ Θεῖον ἀπερί γραφον, οὐκ ἐν μόνοις Ἱεροσολύμοις ἔχον τὴν ἐξου σίαν οὐδὲ μόνων Ἰουδαίων δεσπόζον, ἀλλὰ πάντων ὑπάρχον καὶ ποιητὴς, καὶ πρύτανις· δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας. Παρ' ὕδατα δὲ τῆς θεωρίας αὐτὸν ἀξιοῖ, προσημαίνων ἁπάντων ἀνθρώπων τὴν σωτηρίαν, καὶ τὴν διὰ τῆς τοῦ ὕδατος παλιγγενεσίας ἐσομένην τοῖς εὐσεβέσι θεογνωσίαν προδηλῶν. Οὕτω καὶ ὁ θεσπέσιος Δανιὴλ παρ' ὕδατα τὰς θείας ἐκείνας ἐθεώρησεν ὀπτασίας, καὶ ὁ νομοθέτης Μωσῆς παρὰ τὴν ὄχθην ῥιφεὶς δι' ὑδάτων τῆς σωτηρίας τετύχηκεν· οὕτω πάλιν αὐτὸ τὸ φρέαρ καὶ τὸ ὕδωρ τὸν γάμον προὐξένησεν· τοῦτο δὲ καὶ τοῖς πρὸ αὐτοῦ πατριάρχαις, οὐ τῷ Ἰακὼβ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ συνέβη Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν ἐπανέλθωμεν· οὔτε γὰρ ἐπὶ ταῦτα τὴν ὁρμὴν ἐπὶ τοῦ παρόντος ὁ λόγος ἔχει. "Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου." Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἀντιτείνοντι τῷ Ἐλύμᾳ παιδείαν ἐπιφέρων, οὕτως ἔφη· "Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ." Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. "Ἐγένετο ἐπ' ἐμὲ, φησὶ, χεὶρ τοῦ Κυρίου." δʹ.
English
Both are gifts of the Spirit; and he also mentions the land and the place where he was deemed worthy of the divine revelation, signifying many things through these. First, that the Deity is unbounded, having authority not in Jerusalem alone, nor ruling over Jews alone, but being over all, both maker and ruler. This also shows the ineffable goodness, that even when he has handed them over to captivity he does not leave them uncared for, but deems them worthy of all providence and the fitting guardianship. And he deems him worthy to be by the waters of the vision, fore-signifying the salvation of all men, and fore-declaring the knowledge of God that will come to the pious through the regeneration of water. Thus also the wondrous Daniel beheld those divine visions by the waters, and the lawgiver Moses, cast out beside the bank, obtained salvation through waters; thus again the very well and the water procured the marriage; and this happened also to the patriarchs before him, not to Jacob only, but also to Isaac. But let us return to the interpretation; for the discourse does not have its impulse toward these things at present. "And the hand of the Lord came upon me." He thus called the working of the divine Spirit. For indeed the wondrous Paul, bringing discipline upon Elymas who resisted, said thus: "Behold, the hand of the Lord is upon you, and you shall be blind, not seeing the sun for a time." And it was a working of the divine Spirit, as Paul himself says, in power of signs and wonders, in power of the Spirit of God. "The hand of the Lord came upon me," he says.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:14 · narrative
Source
Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον. Ἀναγκαῖον πρότερον τὴν τῆς ἀποκαλύψεως αἰτίαν εἰπεῖν, εἶθ' οὕτω κατὰ μέρος τὴν ἑρμηνείαν ἐπαγα γεῖν. Πολλοὶ κατὰ τὸν καιρὸν τοῦτον ψευδοπροφῆται τοῖς προφήταις ἀντέλεγον· καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει. Τοῦ γὰρ Θεοῦ κλοιο φορεῖν αὐτὸν κελεύσαντος, καὶ προλέγειν τὴν αἰχμαλωσίαν, τοῦ τε βασιλέως, καὶ παντὸς τοῦ λαοῦ, Ἀνα νίας τις ψευδοπροφήτης ταῦτα συντρίψας, ἀντέλεγεν τοῖς ὑπὸ τοῦ προφήτου λεγομένοις, ἄντικρυς ψευδό μενος, καὶ βοῶν, ὅτι οὐ μόνον ἡ πόλις ἀνάστατος οὐ γενήσεται, ἀλλὰ καὶ οἱ ἤδη πρότερον αἰχμάλωτοι γεγονότες, οὐκ εἰς μακρὰν ἐπανήξουσι. Διὸ πλέον ὁ Δεσπότης ἀγανακτήσας Θεὸς σιδηρᾶ δεσμὰ ἐπιθῆναι ἑαυτῷ ἀντὶ τῶν ξυλίνων παρακελεύεται, καὶ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ τὴν πολιορκίαν καὶ τὸν ἀνδρα ποδισμὸν προαγορεῦσαι, γράψαι δὲ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ ἀμπελῶνας φυτεῦσαι· ὡς τῆς τῶν ἑβδομήκοντα ἐτῶν ἀποφάσεως ἀψευδοῦς ὑπαρχούσης. Ἔδει τοίνυν μὴ μόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἱερεμίαν ταῦτα λέγειν καὶ γράφειν, ἀλλὰ καὶ τοὺς ἐν τῇ αἰχμαλωσίᾳ διὰ τῶν παρ' αὐτοῖς προφητῶν ταῦτα μανθάνειν· ὁρᾷ μέντοι ὁ προφή της τῶν Ἱεροσολύμων γενησομένην τὴν πανωλε θρίαν. Τοῦτο γὰρ σημαίνει τὸ, "Πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ," ἢ, ὡς Σύμμαχος ἔφη, "καταιγί ζον·" σημαίνει δὲ ἡ τοῦ πνεύματος σφοδρότης τοῦ Βαβυλωνίου τὴν ἔφοδον·
English
And I saw, and behold, a spirit lifting up was coming from the north, and a great cloud in it, and brightness round about it, and fire flashing. It is necessary first to state the cause of the revelation, and then in this way to bring in the interpretation part by part. Many false prophets in this time contradicted the prophets; and the blessed Jeremiah especially teaches us this. For when God commanded him to wear a yoke and to foretell the captivity of the king and of all the people, a certain false prophet Hananiah broke these things and contradicted what was said by the prophet, lying outright and crying out that not only would the city not be laid waste, but also those who had already been captives before would return before long. Therefore the Master, God, being more greatly angered, orders iron bonds to be placed upon him instead of the wooden ones, and to foretell to those in Judea the siege and the enslavement, and to write to the captives in Babylon to build houses and plant vineyards, since the decree of the seventy years is true. It was necessary, then, that not only should Jeremiah say and write these things in Judea, but also that those in the captivity should learn these things through the prophets among them; yet the prophet sees the utter destruction of Jerusalem that will come to pass. For this is what "a spirit lifting up was coming from the north" signifies, or, as Symmachus said, "a rushing storm"; and the violence of the spirit signifies the assault of the Babylonian.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:15 · narrative
Source
ἡ δὲ "μεγίστη νεφέλη," τῶν δοράτων, καὶ τῶν ἀκοντίων, καὶ τῶν παντοδαπῶν βελῶν τὸν κατακλυσμόν· τὸ δὲ "ἐξαστράπτον πῦρ," οὐ μόνον τὸ ἐπαγόμενον δέος, ἀλλὰ καὶ τὸν διὰ τοῦ πυρὸς γενόμενον τῆς πόλεως ἀφανισμόν· τὸ δὲ "φέγγος τὸ κύκλῳ," τὴν ἐπιφαινομένην διὰ τῆς τιμω ρίας τοῦ Θεοῦ δόξαν. Ἐπειδὴ γὰρ τῶν εὐεργεσιῶν οὐκ ἀπώναντο, οὐδὲ συνιδεῖν ἐξ ἐκείνων τὸν εὐεργέ την ἠθέλησαν, διὰ τῆς τιμωρίας εἰσδέχονται τὴν ἐπίγνωσιν· διὸ καὶ βοῶσιν· "Ὕστερον αἰχμαλωσίας μου μετενόησα." –"Καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρα σις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ." Μέχρι μὲν οὖν τούτου τὴν ἀποκάλυψιν ἡμῖν ὁμοῦ πᾶσαν ἐδήλωσεν· ἐντεῦθεν δὲ ἐπὶ τὴν κατὰ μέρος ἐξήγησιν ἔρχεται. εʹ. Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Ζῶον καλεῖται λογικὸν, καὶ ὁ ἄνθρωπος, καὶ ὁ ἄγγελος· ἀλλ' ὁ μὲν λογικὸν θνητὸν, ὁ δὲ λογικὸν ἀθάνατον. Τίς δ' ἂν δυνηθείη σαφῶς ἑρμηνεῦσαι τὴν ἀποκάλυψιν, αὐτοῦ τοῦ προφήτου περὶ τὴν διήγησιν ἀτονήσαντος; Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ' "ὡς ὁμοίωμα τεσσάρων ζώων·" ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προ φῆται, ἀλλ' εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα· λέγει τοίνυν ἡμῖν καὶ τῶν ὀφθέντων αὐτῷ ζώων τὰ σχήματα. Αὕτη γὰρ, φησὶν, ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀν θρώπου ἐν αὐτοῖς. (ϛʹ.) Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἀστράπτων χαλκὸς, καὶ κοῦ φαι αἱ πτέρυγες αὐτῶν.
English
But the "very great cloud" means the deluge of spears and javelins and all kinds of missiles; and the "fire flashing" means not only the terror it brings, but also the destruction of the city brought about by fire; and the "brightness round about" means the glory of God made manifest through the punishment. For since they did not enjoy his benefits, nor were willing to perceive the benefactor from them, through punishment they receive the knowledge of him; therefore they also cry out: "Afterward, when I was taken captive, I repented." — "And in the midst of it, as the appearance of amber in the midst of the fire, and brightness in it." Up to this point, then, he has shown us the whole revelation together; but from here he comes to the detailed explanation. 5. And in the midst, as the likeness of four living creatures. Both man and angel are called a living, rational being; but the one is rational and mortal, the other rational and immortal. And who could clearly interpret the revelation, when the prophet himself has grown weak in the telling? For he did not simply say that he beheld four living creatures, nor indeed the likeness of living creatures, but "as the likeness of four living creatures"; so that it is clear that the inspired prophets did not behold the very natures of invisible things, but certain likenesses and impressions shown by the great Giver for each need. He tells us, then, also the forms of the living creatures that appeared to him. For this, he says, was their appearance: the likeness of a man in them. (6.) And the one had four faces, and the one had four wings. And their legs were straight, and their feet were winged, and sparks like flashing bronze, and their wings were swift.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:16 · narrative
Source
Καὶ χεὶρ ἀνθρώπου ὑπο κάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. Τὸ μὲν οὖν εἶδος τῶν ὀφθέντων ὄρθιον εἶναί φησι, καὶ ἀνθρώπῳ ἐοικός· τετραπρόσωπον δὲ ἕκαστον, καὶ τετραπτέρυγον, ἰσαρίθμους δὲ ταῖς πτέρυξι καὶ χεῖρας ἔχειν ἔφη, πλήρεις δὲ πτερῶν καὶ τοὺς πόδας εἶναι. Παραδηλοῖ δὲ διὰ τοῦ ἀριθμοῦ τῶν τε προσώπων, καὶ τῶν πτερύγων, τῶν τὸ θεῖον σχῆμα φερουσῶν δυνάμεων, τοῦ παμβασιλέως Θεοῦ τὴν πάντοτε διήκουσαν ἐποψίαν. Τὸ δὲ ὑπόπτερον σημαίνει τῆς φύσεως αὐτῶν τὴν ὀξύτητα· οἱ δὲ τῷ λαμπροτάτῳ χαλκῷ ἐοικότες σπινθῆρες, τὴν φαιδρό τητα καὶ τὴν τοῦ φρονήματος σημαίνουσι καθαρό τητα· αἱ δὲ ὑπὸ τὰς πτέρυγας κεκρυμμέναι χεῖρες, τὴν ἀόρατον καὶ ποικίλην ἐνέργειαν. Τούτοις ἐπ άγει· θʹ. Οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτὰ, ἕκαστον κατέναντι τοῦ προσώπου αὑτῶν ἐπο ρεύετο. Ἄνθρωπος μὲν γὰρ ἐπὶ τὸ βόρειον μέρος ὁδεύων, εἶτα ἐθέλων ἐπὶ τὸ νότιον μεταβῆναι, ἀναγ καίως ἐπιστρέφεται ἓν πρόσωπον ἔχειν λαχών· οἷς δὲ τὰ πρόσωπα τῶν τεσσάρων τῆς οἰκουμένης κλι μάτων ἰσάριθμα, οὐκ ἔστι νότιον οὐδὲν, ἀλλὰ πανταχοῦ πρόσωπον πάντα ἐφορᾷ, καὶ οὗ ἂν ἐθέ λει βαδίζον, καὶ μεταθέσεως οὐ δεόμενον. ιʹ. Καὶ ὁμοίωσις, φησὶ, τῶν προσώπων αὐ τῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέον τος, ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι· ταῦτα τὰ πρόσωπα αὐτῶν. Ἀλλὰ μηδεὶς οἰέσθω θηρίων καὶ ζώων ἀλό γων εἰκόνας ἔχειν τὰς ἀοράτους δυνάμεις· ἕτερα γὰρ διὰ τούτων αἰνίττεται· διὰ μὲν τοῦ λέοντος, βασι λείαν· βασιλικὸν γὰρ τὸ ζῶον·
English
And a hand of a man beneath their wings on their four sides. He says, then, that the appearance of the things seen is upright and like a man; but each was four-faced and four-winged, and he said they had hands equal in number to the wings, and that their feet were full of wings. By the number of the faces and of the wings of the powers that bear the divine form, he intimates the all-pervading oversight of God the King of all. And "under the wing" signifies the sharpness of their nature; and the sparks resembling the brightest bronze signify the cheerfulness and the purity of their mind; and the hands hidden beneath the wings signify their invisible and varied activity. To these he adds: 9. They did not turn as they went; each went straight before its face. For a man, going toward the north and then wishing to pass over to the south, is necessarily turned about, having obtained to have one face; but for those whose faces are equal in number to the four regions of the world, there is no south, but everywhere they look upon all things with their face, and wherever they wish they go, needing no change of position. 10. And the likeness, he says, of their faces: the face of a man, and the face of a lion on the right for the four, and the face of an eagle for the four, and the face of a calf on the left for the four; these were their faces. But let no one suppose that the invisible powers have the images of beasts and irrational animals; for he hints at other things through these: through the lion, kingship—for the animal is royal;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:17 · narrative
Source
διὰ δὲ τοῦ μόσχου, τὴν ἱερωσύνην· ὑπὲρ γὰρ τοῦ ἀρχιερέως εἷς προσεφέρετο μόσχος· διὰ δὲ τοῦ ἀετοῦ, τὴν προφητείαν· ὑψιπετὲς γὰρ τὸ ζῶον, καὶ λίαν ὀξυδερκές· τοιαύτη δὲ ἡ προ φητεία, ὑψηλὴν ἔχουσα τὴν θεωρίαν, καὶ πόῤῥωθεν τὰ ἐσόμενα προορῶσα. Διδάσκει τοίνυν διὰ τῶν εἰρη μένων, ὅτι πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, μετὰ τῶν οἰκείων ἡγεμόνων, τῷ παμβασιλεῖ τῶν ὅλων ὑπόκειται, καὶ ὅτι τοσούτοις χαρίσμασι τὸ ἀνθρώπινον κατεκόσμησε γένος. ιαʹ. Καὶ αἱ πτέρυγες, φησὶν, ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώμα τος αὐτῶν. Δηλοῖ δὲ διὰ τούτων, ὡς οὐδὲ ταῖς θείαις δυνάμεσι πάντα καταληπτὰ, ἀλλὰ τὰ μὲν δῆλα, τὰ δὲ κεκρυμμένα· καὶ ὅτι τοὺς κειμένους οὐχ ὑπερβαί νουσιν ὅρους· ἀλλὰ τὰς μὲν δύο πτέρυγας ἐκτείνουσι, τῇ δεδωρημένῃ ἐντρυφῶντες θεωρίᾳ· ταῖς δὲ δύο τὸ σῶμα συγκαλύπτουσι, στέργοντες τῶν κεκρυμμένων τὴν ἄγνοιαν, καὶ οὐ φιλονεικοῦντες μαθεῖν, ἃ μὴ θέμις μαθεῖν. βʹ. Καὶ ἕκαστον κατὰ πρόσωπον αὑτῶν ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον. Τὴν ἐν ἅπασιν εὐπείθειαν τῶν ἀοράτων δυνάμεων σημαίνει, καὶ ὅτι τὴν τεταγμέ νην ὁδὸν οὐ κατελίμπανον. Ταυτὸ δὲ τοῦτο καὶ ὁ θεῖος Δαβὶδ διδάσκει, λέγων· "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ." ιγʹ, ιδʹ. Καὶ ἐν μέσῳ τῶν ζώων, ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστρα πή.
English
But by the calf, the priesthood; for on behalf of the high priest one calf was offered. And by the eagle, prophecy; for the creature is high-flying and very keen-sighted; and such is prophecy, having a lofty contemplation, and foreseeing things to come from afar. He teaches, then, through what has been said, that the whole nature of men, together with their own rulers, is subject to the king of all things, and that with so many gifts he adorned the human race. 11. And the wings, he says, were stretched out above for the four, for each two joined to one another, and two covered over their body. And he shows through these things that not even for the divine powers are all things comprehensible, but some things are clear and some hidden; and that they do not overstep the bounds set before them; but they stretch out the two wings, delighting in the contemplation given to them; and with the two they cover the body, accepting the ignorance of hidden things, and not striving to learn what it is not lawful to learn. 2. And each went according to their face; wherever the spirit was, they went, and they did not turn back. He signifies the obedience in all things of the invisible powers, and that they did not abandon the appointed path. And the divine David teaches this same thing, saying: "Bless the Lord, all his angels, mighty in strength, who do his word, to hear the voice of his words." 13, 14. And in the midst of the living creatures, as the appearance of burning coals of fire, as the appearance of lamps being gathered together in the midst of the living creatures, and the brightness of the fire, and from the fire went forth lightning.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:18 · narrative
Source
Καὶ τὰ ζῶα ἔτρεχον, καὶ ἀνέκαμπτον, ὡς εἶδος τοῦ βεζέκ. Τοῦτο δὲ ὁ Σύμμαχος ἡρμήνευσεν, "ὡς εἶδος ἀκτῖνος ἀστραπῆς." Φοβερὰ ἡ θεωρία, καὶ φρίκης μεστὴ, καὶ τιμωρίας ἀπειλὴν προσημαίνουσα· οἱ γὰρ τοῦ πυρὸς ἄνθρακες, καὶ αἱ συστρεφόμεναι λαμπάδες, καὶ ἡ ἐκεῖθεν ἀφιεμένη ἀστραπὴ, καὶ ὁ τῇδε κἀκεῖσε τῶν ζώων δρόμος, καὶ ἐκ τῶν δρόμων ἐκπεμπομένη αἴγλη, τῶν ἐσομένων κακῶν ὑπάρχει δηλωτικά· ἐν γὰρ τιμωρίαις τοῦτο καὶ ὁ μακάριος τάττει Δαβὶδ, νῦν μὲν λέγων, "Χάλαζα καὶ ἄνθρακες πυρός·" νῦν δὲ, "Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός·" ἑτέρωθι δὲ, "Ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς·" καὶ ἀλλαχοῦ, "Ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." ιεʹ, ιϛʹ. Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι. Καὶ τὸ εἶδος τῶν τροχῶν, καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος Θαρσεῖς. Κατὰ δὲ τὸν Σύμμαχον, "ὡς ὅρασις ὑακίνθου." –"Καὶ ὁμοίωμα ἐν τοῖς τέσ σαρσι, καὶ ἡ ὅρασις αὐτῶν, καὶ τὸ ἔργον αὐτῶν ἕν." Ἐν ἑκάστῳ τῶν ζώων ἕνα τροχὸν ἑπόμενον ἐθεώρει εἶδος ὑακίνθου ἔχοντα· οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ' ἀκριβῶς ἀλλήλοις ἐοι κέναι τοὺς τέσσαρας. Ἡ ὅρασις γὰρ αὐτῶν, φησὶ, καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. ιζʹ, ιηʹ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύ οντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐ τοὺς, οὐδὲ οἱ νῶτοι αὐτῶν. Καὶ ὕψος ἦν αὐ τοῖς, καὶ φοβεροὶ ἦσαν. Ὥσπερ τὰ ζῶα τετρα πρόσωπα λέγει, τὴν πάντοσε διήκουσαν ἐποψίαν τοῦ Θεοῦ διὰ τούτων τοῦ λόγου παραδηλοῦντος·
English
And the living creatures ran and returned, like the appearance of bezek. Symmachus interpreted this as "like the appearance of a flash of lightning." Fearful is the vision, and full of shuddering, and foretelling a threat of punishment; for the coals of fire, and the torches whirling together, and the lightning sent forth from there, and the running of the living creatures here and there, and the gleam emitted from their running, are indicative of the evils to come; for the blessed David also places this among punishments, now saying, "Hail and coals of fire," and now, "Coals of fire shall fall upon them," and elsewhere, "He multiplied lightnings, and troubled them," and in another place, "Flash your lightning, and you will scatter them; send forth your arrows, and you will trouble them." 15, 16. And I saw, and behold, one wheel upon the earth beside the living creatures, for the four. And the appearance of the wheels, and their construction, was like the appearance of Tharseis. But according to Symmachus, "as the vision of hyacinth." —"And there was a likeness in the four, and their vision, and their work was one." In each of the living creatures he beheld one wheel following, having the appearance of hyacinth; and he said that he had seen no difference among them, but that the four were exactly like one another. For their vision, he says, and their work is one, just as a wheel within a wheel. 17, 18. They went upon their four sides, and they did not turn as they went, nor their backs. And there was height to them, and they were fearful. Just as he calls the living creatures four-faced, the Word indicating through these the oversight of God extending in every direction;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:19 · narrative
Source
οὕτως καὶ τῶν τροχῶν ἑρμηνεύει τὸ εἶδος, ὡς ἂν εἴη, φησὶ, τροχὸς ἐν τροχῷ· τοῦτο δ' ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ ἑτέρῳ σταυροειδῶς ἐνείρας· τὸ γὰρ τοιοῦτον σχῆμα, καὶ ἐπὶ τῆς αὐτῆς κείμενον ἕδρας, τὴν ἐπὶ τὰ τέσσαρα μέρη κίνησιν ἐπιδέχεται, ἑῷον, φημὶ, καὶ τὸ ἑσπέριον, τό τε βόρειον καὶ τὸ νότιον. Τοῦτο τοίνυν ὁ μακάριος προφήτης φησὶ, Καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτούς· τὸ γὰρ τοιοῦτον σχῆμα οὐ δεῖται μεταστροφῆς· εἰς ἕκαστον γὰρ τῶν κλιμάτων ἀπὸ τῆς αὐτῆς ἕδρας κινούμενον ῥᾳδίως ὁρμᾷ. Καὶ τοῦτο δὲ ὡσαύτως τὴν πανταχοῦ τοῦ Θεοῦ παρουσίαν σημαίνει, παχύτερον καὶ σωματικώτερον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν τούτων θεωρηθέντων· "Καὶ ἴδον αὐτοὺς, καὶ ἰδοὺ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι." ιθʹ–καʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύ οντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ὥρμα τὸ πνεῦμα τοῦ πορεύε σθαι·
English
Thus he also interprets the appearance of the wheels, saying that it was, as it were, a wheel within a wheel. One could observe this by taking two circles in thought and interweaving the one with the other in the manner of a cross; for such a shape, remaining on the same base, admits of motion toward the four directions—I mean the east and the west, the north and the south. This, then, the blessed prophet says: "As it were a wheel within a wheel, they went upon their four sides, and they turned not when they went." For such a shape does not need turning; for when it is moved from the same base toward each of the regions, it sets forth easily. And this likewise signifies the presence of God everywhere, these things having been contemplated more crudely and more bodily on account of human weakness: "And I saw them, and behold, their backs were full of eyes round about, for the four." Verses 19–21. And when the living creatures went, the wheels went with them, and when the living creatures were lifted up from the earth, the wheels were lifted up. Wherever the cloud was, there the spirit hastened to go.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:20 · narrative
Source
ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, τῶν ἀοράτων φύσεων καταλέγων τὰ τάγματα καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ Θρόνους τινὰς συγκατατάττων. "Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα· τουτέστι, ἐν τῷ Χριστῷ· εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἐξουσίαι, εἴτε Ἄγγελοι, εἴτε Δυνάμεις· πάντα ἐν αὐτῷ καὶ εἰς αὐτὸν ἔκτισται." Οὐκοῦν καὶ οἱ Θρόνοι λογικόν ἐστι καὶ ἀσώματον σύστημα· διὸ καὶ ὁ προ φήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος· οὔτε γὰρ ῥυμός τις καὶ ζυγὸς τοῖς ζώοις ἐπέκειτο· ἀλλ' ἡγεῖτο μὲν ἡ νεφέλη, τὸ δὲ βίαιον ἐκεῖνο καὶ σφοδρὸν ἠκολούθει πνεῦμα. Τὸ θεῖον ὄχημα αὐτόματον ἔθει, τῶν μὲν ζώων προηγουμένων, τῶν δὲ τρο χῶν αὐτομάτως κινουμένων, καὶ ἐπὶ τὰ τέσσαρα μέρη ἀμεταστρεπτὶ φερομένων. Οἱ γὰρ νῶτοι αὐτῶν, φησὶ, πλήρεις ὑπῆρχον ὀφθαλμῶν, τουτέστι, γνώσεως ἦσαν ἀνάπλεοι· τοῦτο δὲ καὶ ἡ τῶν Χερουβὶμ ἑρμηνεία δηλοῖ· εἰς γὰρ τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον πλῆθος γνώσεως ἑρμηνεύει τὸ ὄνομα. κβʹ–κεʹ. Καὶ ὁμοίωμα, φησὶν, ὑπὲρ κεφαλῆς αὐ τῶν τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβεροῦ, ἐκτεταμένου ὑπὲρ κεφαλῆς αὐτῶν ὑπεράνωθεν. Καὶ ὑποκάτω τοῦ στερεώ ματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑκατέρα πρὸς τὴν ἑκατέραν·
English
The living creatures went, and the wheels were lifted up with them, because the spirit of life was in the wheels. When they went, they went; and when they stood, they stood; and when they were lifted up from the earth, they were lifted up with them, because the spirit of life was in the wheels. The blessed Paul clearly teaches us this, when he enumerates the orders of the invisible natures and ranks certain Thrones alongside the other powers. "For in him," he says, "all things were created"—that is, in Christ—"whether visible or invisible, whether Thrones, or Authorities, or Angels, or Powers; all things were created in him and for him." Therefore the Thrones too are a rational and incorporeal order; and for this reason the prophet says that the spirit of life was in the wheels, whence also their motion was spontaneous and voluntary. For neither was any pole nor yoke laid upon the living creatures; but the cloud led the way, and that violent and impetuous spirit followed. The divine chariot moved of itself, the living creatures leading the way, and the wheels moving of themselves and being borne toward the four directions without turning back. For their backs, he says, were full of eyes—that is, they were filled with knowledge; and the interpretation of the Cherubim makes this clear too; for when translated into the Greek tongue, the name means "multitude of knowledge." 22–25. And there was, he says, a likeness over the heads of the living creatures, as it were a firmament, like the appearance of terrible crystal, spread out over their heads above. And under the firmament their wings were stretched out, each one fluttering toward the other.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:21 · narrative
Source
ἑκάστῳ δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκου σα τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πτερύσσεσθαι αὐτὰ, ὡς φωνὴν ὑδάτων πολ λῶν, ὡς φωνὴν Θεοῦ Σαδαΐ· καὶ ἐν τῷ πορεύε σθαι αὐτὰ, φωνὴν τοῦ λόγου, ὡς φωνὴν παρεμ βολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν. Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδά σκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν· εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν· ἐκείνῃ γὰρ πειθόμενα, καὶ ἐκίνουν ταύτας, καὶ πάλιν ἀκινήτους ἐφύλαττον. Διδάσκει δὲ ἡμᾶς καὶ τὸν ἐκεῖθεν φερόμενον κτύπον, νῦν μὲν πλήθει ὑδάτων ἀπεικάζων, νῦν δὲ φωνῇ παρεμβολῆς· καὶ τὸ τελευ ταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν "Θεοῦ Σαδαῒ," ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν. Τί γὰρ, φησὶ, κάμνω ζητῶν εἰκόνας τοῦ πράγματος ἀξίας, καὶ μηδαμῶς εὑρίσκων; Ἀρκεῖ δεῖξαι τὸν ἐνεργοῦντα, καὶ δι' ἐκείνου παραδηλῶσαι τοῦ κτύπου τὸ μέγεθος· ἱκανὸς γὰρ ὢν καὶ παντοδύναμος ποιεῖ πάντα ῥᾳδίως, ὡς βούλεται. κϛʹ. Καὶ ὑπεράνω, φησὶ, τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Καὶ τοῦτο δὲ τὸ εἶδος, τὸ βαθὺ καὶ ἀόρατον τῆς θείας αἰνίττεται φύ σεως.
English
Covering their bodies, two for each. And I heard the sound of their wings when they flapped them, like the sound of many waters, like the voice of God Shaddai; and when they went, a sound of speech, like the sound of a camp, and when they stood, their wings rested. And behold, a voice from above the firmament that was over their heads; when they stood, their wings were let down. Everywhere the divine prophet sets down the likeness, teaching us that we have beheld a kind of shadow-sketch of divine things, and not the very nature of the invisible things. For having said above that he saw the heavens opened, now he sees above the living creatures as it were a likeness of a firmament, and the living creatures placed beneath, and moving their wings, not simply, but toward the voice borne from above; for obeying that, they both moved them and again kept them motionless. He teaches us also the sound borne from there, now likening it to the abundance of waters, now to the voice of a camp; and finally, at a loss, he added a comparison, "as the voice of God Shaddai," which Aquila and Symmachus interpreted as "of the Sufficient." For what, he says, do I wear myself out seeking images worthy of the matter, and finding none at all? It is enough to show the one who acts, and through him to indicate the greatness of the sound; for being sufficient and almighty, he does all things easily, as he wills. 26. And above, he says, the firmament that was over their heads, as the appearance of a sapphire stone, a likeness of a throne upon it. And this form too, the deep and invisible, hints at the divine nature.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:22 · narrative
Source
"Νεφέλη γὰρ, φησὶ, καὶ γνόφος κύκλῳ αὐτοῦ." Καὶ πάλιν ὁ αὐτὸς προφήτης, "Ἔθετο, φησὶ, σκότος ἀποκρυφὴν αὑτοῦ." Τὸ δὲ σκότος, καὶ ἡ νεφέλη, καὶ ὁ γνόφος, τῆς θείας ἀορασίας ὑπάρχει δηλωτικά· τὸ γὰρ ἄκρατον ἐκεῖνο καὶ ἀπρόσιτον φῶς, ἡμῖν ἐστι σκότος, ἐνατενίζειν οὐ δυναμένοις διὰ τὴν τῆς φύ σεως ἀσθένειαν. Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός; Καὶ ἐπὶ τοῦ ὁμοιώματος, φησὶ, τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτοῦ ἐπάνω θεν. (κζʹ, κηʹ.) Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως ἐπάνω· καὶ ἴδον, καὶ ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω· εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅτ' ἂν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους κυ κλόθεν. Πανταχοῦ καὶ τὸ ὁμοίωμα, καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ' εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται. Τῷ μὲν γὰρ πατριάρχῃ Ἀβραὰμ, ὡς ἄνθρωπος ἐπεφάνη τῶν ὅλων ὁ Δεσπότης, καὶ οὐδὲν αὐτῷ φοβερὸν ἔδειξεν, ἀγαθὰς μέλλων παρέχειν ἐπαγγελίας, καὶ αὐτῷ, καὶ δι' αὐτοῦ πάσῃ τῇ οἰκου μένῃ. Ἡ γὰρ τοῦ Ἰσαὰκ ὑπόσχεσις, καὶ τὴν κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ περιέχει γέννησιν· διὸ καὶ ἡ τῶν ἐθνῶν εὐλογία τῇ τοῦ Ἰσαὰκ ἐπαγγελίᾳ συνήφθη.
English
For cloud and thick darkness are round about him," he says. And again the same prophet says, "He made darkness his hiding place." But darkness, cloud, and thick darkness are indications of the divine invisibility; for that pure and unapproachable light is darkness to us, who cannot gaze upon it because of the weakness of our nature. For if someone, wishing to look closely at the disk of the sun, fixes his eye there more than he ought, he both loses the moderate vision and reaps darkness from light—what would one not suffer if he boldly ventured against the divine and unapproachable light? And concerning the likeness of the throne, he says, there was a likeness as the appearance of a man upon it, above. (27, 28.) And I saw as the appearance of amber, as the appearance of fire within it round about, from the appearance of the loins and upward; and I saw, and from the appearance of the loins and downward, I saw as the appearance of fire, and its brightness round about. As the appearance of a bow, whenever it is in the cloud on a day of rain, so was the appearance of the brightness round about. Everywhere he adds both "the likeness" and "as," teaching us not to stop at this point, but to know that each of the visions is adapted to the need. For to the patriarch Abraham, the Master of all appeared as a man, and he showed him nothing fearful, since he was about to give good promises, both to him and through him to the whole inhabited world. For the promise to Isaac also contains the birth according to the flesh of our Lord and Savior Jesus Christ; therefore the blessing of the nations was also joined to the promise to Isaac.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:23 · narrative
Source
"Ἐν τῷ σπέρματι γάρ σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς." Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν πρού λεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλί βανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων. Οὕτω τὸν Ἰακὼβ δειμαίνοντα τὸν Ἡσαῦ ψυχαγωγῆσαι θελήσας, ὡς ἄνθρωπος ἐπεφάνη. Τῷ δὲ Μωσῇ κατ' ἀρχὰς μὲν ἔδειξε τὰ φρικώδη, τὸ πῦρ ἐν τῇ βάτῳ, καὶ τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην· μετὰ δὲ ταῦτα ἡμέρως προσδιαλέγεται, οὐδὲν ὑποδεικνὺς τῶν φρίκην ἐμποιεῖν δυναμένων. Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πο λὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορθμεύειν. Ταύτην τῶν ὀπτασιῶν τὴν διαφορὰν καὶ τῷ μεγάλῳ Ἡλίᾳ ὑπέδειξε· πρῶτον μὲν συσσεισμὸν, εἶτα πῦρ, εἶτα πνεῦμα συντρίβον ὄρη, καὶ λεπτύνον πέτρας, καὶ μετὰ ταῦτα πνοὴν αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριον· χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μακροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώ πους οἰκονομεῖν· ἡ δὲ πολλὴ ἀσέβεια καὶ παρανομία παρασκευάζει κἀκείνοις κεχρῆσθαι. Διὸ ἐν ἐκείνοις οὐκ ἔφη εἶναι, ἀλλ' ἐν τῇ αὔρᾳ τῇ λεπτῇ· ἐπειδὴ οὐ τῆς αὐτοῦ γνώμης, ἀλλὰ τῆς τῶν ἀνθρώπων χρείας ἐκεῖνα· ἀγαθότης δὲ καὶ φιλανθρωπία τῆς αὐτοῦ φύσεως ἴδια. Ὅταν τοίνυν διαφόρους ὀπτασίας ἀκού σῃς Θεοῦ, μὴ πολύμορφον ὑπολάβῃς τὸ Θεῖον·
English
For in your seed," he says, "all the nations of the earth shall be blessed." But when he foretold to him the servitude of his race, he did not appear so kindly, but he also showed a smoking furnace and lamps of fire passing between the divided pieces. Thus, wishing to comfort Jacob when he feared Esau, he appeared as a man. To Moses at first he showed the fearful things—the fire in the bush, and the bush burning yet not consumed; but after these things he converses with him gently, showing nothing of the things able to produce dread. And wishing to frighten Israel and to make his own power known, he shows the whole mountain smoking, and thunders crashing, and trumpets sounding, and much gloom, and in a word he so terrified them that they offered supplication to the prophet, that God should not converse with them, but that he himself should convey the divine words. This difference of visions he also showed to the great Elijah: first a shaking, then fire, then a spirit crushing mountains and making rocks thin, and after these things a breath of a gentle breeze, and in it the Lord; for he himself rejoices in goodness, and wishes to order the affairs of men with patience and gentleness; but great impiety and lawlessness prepare him to employ those other means as well. Therefore he said he was not in those, but in the gentle breeze; since those things were not of his own will, but of the need of men; but goodness and love of mankind are proper to his nature. When, therefore, you hear of different visions of God, do not suppose the Divine to be multiform.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:24 · narrative
Source
ἀσώματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέατον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ· δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν· καὶ ἐνταῦθα τοίνυν ἔδειξε μὲν ἐκεῖνα τὰ φοβερά· ἔδειξε δὲ καὶ τὴν ἐσομένην πάντων ἀνθρώπων εὐεργεσίαν, τὴν τοῦ Θεοῦ φημι καὶ Σωτῆρος ἡμῶν ἔνσαρκον οἰκονομίαν. Διὰ τοῦτο τὸ μὲν εἶδος ἀνθρώπινον λέγει, τὰς δὲ φύσεις δύο· τὴν μὲν ἠλέκτρου, τὴν δὲ πυρὸς, καὶ τὴν μὲν φέρουσαν, τὴν δὲ φερομένην· ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν περιέκειτο· διὸ τὸ μὲν ἄνω λέγει τεθεᾶσθαι ὡς εἶδος ἠλέκτρου· τὸ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, ὡς εἶδος πυρός· τοῦ μὲν πυρὸς τὴν θείαν φύσιν αἰνιττομένου ("Ὁ γὰρ Θεός σου, φησὶ, πῦρ καταναλίσκον")· τοῦ δὲ ἠλέκτρου τὴν ἀνθρωπείαν. Τοιοῦτο γὰρ τὸ ἤλεκτρον, οἱονεὶ μικτὸν τὸ εἶδος ἔχον, καὶ οὔτε χρυσῷ οὔτε ἀργύρῳ παρεοικὸς, ἀλλ' ὥσπερ ἑκατέρου κρᾶμα τυγχάνον. Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώ πινον σῶμα· οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ' αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ' ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται· μᾶλλον δὲ τοιαύτη τοῦ ἀνθρώπου ἡ φύσις, οὔτε ψυχὴ λογικὴ μόνον, οὔτε σῶμα θνητὸν, ἀλλ' ἀμφότερα κατ' αὐτόν. Διὰ τοῦτο ὁ προφήτης ὁρᾷ ἀπὸ ὀσφύος καὶ ἄνω, ὡς εἶδος ἠλέκτρου, ἀλλὰ καὶ ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ. Καὶ γὰρ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου φαιδρὸν, καὶ λαμπρὸν, καὶ ἔνδοξον, ἀθάνατόν τε καὶ ἄφθαρτον ὑπὸ τῆς ἐνοικούσης ἐγένετο φύσεως· διὸ ἁρμοδίως ἔφη·
English
For it is incorporeal and wholly without form, simple and incomposite, and without shape, invisible and unseen, and bounded by no limit; but he shows appearances, fashioning these for the need at hand. And here, therefore, he showed those fearful things; and he also showed the beneficence that was to come to all men—I mean the incarnate economy of our God and Savior. For this reason he speaks of a human form, but of two natures: the one of amber, the other of fire; and the one bearing, the other borne; for the divine nature put on the human nature. Therefore he says that the upper part was seen as the appearance of amber, but from the loins and below, as the appearance of fire; the fire intimating the divine nature ("For your God," he says, "is a consuming fire"), and the amber the human nature. For such is amber, having its appearance, as it were, mixed, and resembling neither gold nor silver, but being as it were a blend of both. Such also is the human body; for it is not only earth, nor water by itself, nor fire, nor air, but it is compounded of the four elements. Rather, such is the nature of man—neither only a rational soul, nor a mortal body, but both together in him. For this reason the prophet sees from the loins and above, as the appearance of amber, but also as a vision of fire within it round about. For the human element of God the Word became radiant and bright and glorious, immortal and incorruptible, by the nature that dwelt in it; therefore he said fittingly:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:25 · narrative
Source
"Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός." Ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν ἔφερεν. "Καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγου, κυκλόθεν." Καὶ ταῦτα δὲ τῶν θείων δωρεῶν ὑπάρ χει σημαντικά· δίκην γὰρ αἴγλης ἐκεῖθεν ἐξιοῦσαι τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι. Οὕτως ἅπαντα διηγησάμενος ὁ προφήτης ἐπήγαγεν· ΚΕΦΑΛ. Βʹ. αʹ. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Καὶ οὐκ εἶπεν, Αὕτη ἡ φύσις Κυρίου, οὐδὲ ἡ δόξα Κυρίου, ἀλλ' "ὅρασις ὁμοιώματος δόξης Κυρίου." Ὡς γὰρ ἠθέλησε, φησὶ, σχηματίσας τὴν ὄψιν, ἠξίωσέ με τῆς θεωρίας. "Καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσω πόν μου." Καὶ μάλα εἰκότως· εἰ γὰρ τὰ Σεραφὶμ ὑμνοῦντα συγκαλύπτει τὰ πρόσωπα, τί οὐκ ἂν ἔπαθεν ἄνθρωπος σῶμα θνητὸν περικείμενος, καὶ ὀπτασίας ἀληθοῦς ἐν θεωρίᾳ γενόμενος; Ἀλλ' ἐκβάλλει τὸ δέος ὁ φιλάνθρωπος Δεσπότης. "Ἤκουσα γὰρ, φησὶ, λα λοῦντος πρός με, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ." Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν· μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγγυῶντος θαῤῥεῖν, ἀλλ' ἑστὼς ἄκουε τῶν παρ' ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει ση μαίνων τὸ βέβαιον. Καὶ οὐ μόνον ταῦτα ὁ ἀγαθὸς ἔλεγε Δεσπότης, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐξῄρει τὸν φόβον. βʹ.
English
And I saw as the appearance of amber, as the appearance of fire within it round about, from the appearance of the loins and downward, as the appearance of fire. For the divine nature bore the human. And his brightness was round about. As the appearance of the bow, when it is in the cloud in the day of rain, so was the appearance of the brightness round about. And these things are significant of the divine gifts; for going forth from there like a gleam, they benefit the race of men, signifying and bringing the rain from there. Having thus related all things, the prophet added: CHAPTER 2. 1. This was the vision of the likeness of the glory of the Lord. And he did not say, This is the nature of the Lord, nor the glory of the Lord, but "the vision of the likeness of the glory of the Lord." For, he says, having fashioned the sight as he willed, he deemed me worthy of the contemplation. And I saw, and I fall upon my face. And very reasonably; for if the Seraphim, as they hymn, cover their faces, what would not a man suffer, clothed in a mortal body and come into the contemplation of a true vision? But the man-loving Master casts out fear. For I heard, he says, one speaking to me, and he said to me: Son of man, stand upon your feet, and I will speak to you. And he addresses him as son of man, almost saying: Do not forget your nature, having been deemed worthy of the contemplation of what is above your nature, but know yourself; nor remain in the excess of fear, since I am enjoining you to take courage, but standing, hear what is said by me, not being turned about, but by your standing signifying steadfastness. And not only did the good Master say these things, but through the very deeds he removed the fear. 2.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:26 · narrative
Source
Ἦλθε γὰρ, φησὶν, ἐπ' ἐμὲ πνεῦμα, καὶ ἀνέλαβέ με, καὶ ἐξῆρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με. Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων. γʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἐξαπο στελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν, καὶ ἠθέτησαν ἐν ἐμοὶ ἕως τῆς σήμερον ἡμέρας. Τίς ἂν λόγῳ μετρήσειε τὴν θείαν φιλανθρωπίαν; ποῖος δ' ἂν ἐξίκοιτο νοῦς τοῦ πελάγους τῆς ἀγαθότητος; Μετὰ τὰς μυ ρίας ἀσεβείας καὶ παρανομίας οὐκ ἀπαγορεύει τὴν σωτηρίαν, ἀλλὰ κατηγορεῖ μὲν καὶ αὐτῶν, καὶ τῶν πατέρων, ὡς ἀθετησάντων, καὶ παραβεβηκότων τὰς συγκειμένας συνθήκας, καὶ μέχρι καὶ τήμερον τῇ πονηρίᾳ προσμεινάντων· ἀνακαλεῖται δὲ, καὶ πρὸς ὑγίειαν τοὺς ἀνήκεστα νοσοῦντας καλεῖ, καὶ ταῦτα εἰδῶς αὐτῶν τὸ δυσπειθὲς καὶ δυσήκοον· διὸ καὶ ἐπάγει· δʹ. Καὶ υἱοὶ σκληροπρόσωποι, καὶ θρασυκάρ διοι, πρὸς οὓς ἀποστελῶ σε ἐγὼ πρὸς αὐ τούς. Τουτέστιν ἰταμοὶ, ἐρυθριᾷν οὐκ εἰδότες, μα λάττεσθαι οὐκ ἐθέλοντες· οὔτε συμβουλευτικοῖς πειθόμενοι λόγοις, οὔτε τῇ τῶν τιμωριῶν ἀνάγκῃ μεταβαλλόμενοι. "Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος." Τὸ δὲ Ἀδωναῒ καὶαὐτὸ τὸ Κύριος σημαίνει· ἔχει δὲ καὶ σμικράν τινα ἑτέραν ἔμφασιν· Τάδε λέγει, φησὶ, Κύριος, ὁ Κύ ριός μου. εʹ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. Τὸ, ἐὰν ἄρα, οὐκ ἀγνοίας ὑπάρχει σημαντικόν.
English
For he says, a spirit came upon me, and took me up, and lifted me up, and set me on my feet, and I heard him speaking to me. For some divine energy touched me and constrained me, dissolved as I was by fear, and prepared me to stand and to hear the words that were being brought. 3. And he said to me: Son of man, I send you to the house of Israel, to those who provoke me to anger, who themselves provoked me to anger, and their fathers, and they rejected me until this present day. Who could measure the divine love for humanity in words? What mind could reach the sea of goodness? After countless impieties and transgressions he does not renounce their salvation, but he accuses both them and their fathers, as having rejected and transgressed the covenants that had been made, and as having persisted in wickedness even until today; yet he calls them back, and calls to health those incurably sick, and this though he knows their disobedience and hardness of hearing; therefore he adds: 4. And sons hard of face and bold of heart, to whom I send you to them. That is, reckless, not knowing how to blush, not willing to be softened; neither persuaded by words of counsel, nor changed by the compulsion of punishments. And you shall say to them: Thus says Adonai the Lord. And Adonai itself signifies Lord; but it also has a certain other slight emphasis: Thus says, he says, the Lord, my Lord. 5. Whether then they hear, or are terrified, because it is a house that provokes to anger, and they shall know that you are a prophet in the midst of them. The phrase whether then is not indicative of ignorance.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:27 · narrative
Source
Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· διὸ καὶ ὁ μακάριος Δαβὶδ βοᾷ πρὸς αὐτὸν, "Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρό θεν τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προΐδες· ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ ἀρχαῖα." Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα, τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐν δέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι· τοιοῦ τόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον ἐκ προσ ώπου τοῦ πατρός· Ἀποστελῶ τὸν υἱόν μου πρὸς τοὺς γεωργοὺς, ἴσως ἐντραπήσονται τοῦτον·" οὐδὲ γὰρ ἐκεῖ ἀμφιβολίας τὸ ἴσως· ᾔδει γὰρ ὡς οὐκ ἐντραπήσονται· τὰ δὲ ἁρμόττοντα τῇ ἑαυτοῦ δικαιο σύνῃ ποιεῖ. Ἵνα γὰρ μή τις αὐτοῦ τὴν πρόγνωσιν αἰτίαν ὑπολάβῃ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἀναγκαίως τὰ τῆς ἀμφιβολίας τίθησι ῥήματα, δει κνὺς τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ ἀπολογίαν ἑαυτῷ φυλάττων ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. Τούτου χάριν καὶ προειδὼς τὸ
English
For he who knows all things before their generation is ignorant of none of the things to come; therefore also the blessed David cries out to him, "You have known my sitting down and my rising up; you have understood my thoughts from afar; you have searched out my path and my line, and you have foreseen all my ways. Behold, Lord, you have known all things, the last and the first." Knowing therefore precisely their inflexibility, he sets down the "if perhaps," teaching through these words the free choice of the will, that it is possible for them to be changed if they wish; of such a kind is also what is said in the Gospel in the person of the Father: "I will send my son to the husbandmen; perhaps they will reverence him." For not even there is the "perhaps" a matter of doubt; for he knew that they would not reverence him; but he does what is fitting to his own righteousness. For lest anyone suppose that his foreknowledge is the cause of the outcome of events, he necessarily sets down the words of doubt, showing the self-determination of the will, and keeping a defense for himself on the day of judgment. For this reason, also foreseeing the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:28 · narrative
Source
δυσπειθὲς καὶ ἀνήκοον, πᾶ σαν κινεῖ μηχανὴν εἰς τὴν ἐκ πονηρίας μεταβο λήν. Διὸ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ· "Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου τούτῳ, καὶ οὐκ ἐποίη σα;" καὶ διὰ Ὠσηὲ πάλιν· "Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα;" Ἀλλ' ὅμως καὶἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκ φερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆφον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομέ νων. Οὗ χάριν καὶ ὁ μακάριος Δαβὶδ βοᾷ· "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε·" παρεξεταζομένη γὰρ ἡ ἡμετέρα παρανομία ταῖς θείαις εὐεργεσίαις ἐνδίκως ἡμᾶς ὑποβάλλει ταῖς τιμωρίαις· αὐτὸς δὲ ὁ δίκαιος κρι τὴς, καὶ παρ' αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστή σας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας κατα λιπών. Τὸ τοίνυν, "Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν," οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ' ἐκείνοις χώραν δίδωσι μεταμελείας· ἐπεὶ καὶ τοῦ Φαραὼ τὴν ἀπείθειαν εἰδὼς ὁ Θεὸς, "Οἶδα γὰρ, φησὶν, ἐγὼ, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ," μακροθυ μῶν διετέλεσεν. Εἰ γὰρ ἀπὸ τῆς προγνώσεως τὰς τι μωρίας ἐπῆγεν ὁ Δεσπότης, πόθεν ἂν ἐγνώσθη τοῦ Θεοῦ τὸ δίκαιον τοῖς οὐχ ὁρῶσι τὸ τῆς προγνώσεως τέλος; διὰ τοῦτο ἀναμένει τὸ τέλος, καὶ τηνικαῦτα τὴν τιμωρίαν ἐπάγει. Κἀμὲ τοίνυν, φησὶν, ὦ προφῆτα, καὶ τὰ παρ' ἐμοῦ τοῖς ὁμοφυέσι διαπόρθμευ σον, ἵνα αὐτοῖς γένῃ πρόξενος ὠφελείας, καὶ μάθω σιν ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν τῶν θείων λόγων διάκονος. ϛʹ.
English
Disobedient and unwilling to hear, he sets every device in motion for their change from wickedness. Therefore he also cries out through Isaiah the prophet: "What more shall I do for this vineyard of mine, and I have not done it?" and again through Hosea: "What shall I do to you, Ephraim? What shall I do to you, Judah?" Nevertheless, knowing that they are sick with incurable diseases, he offers the remedies, so that on the day of judgment those who disobey may receive without contradiction the verdict brought against them, when the divine benefactions are set forth in their midst. For this reason the blessed David also cries out: "That you may be justified in your words, and prevail when you are judged." For our lawlessness, when set alongside the divine benefactions, justly subjects us to punishments; but the righteous judge himself receives the victory even from those who are punished, since he has presented every form of loving-kindness and left no means of beneficence unmoved. Therefore the phrase "Whether perhaps they will hear or be terrified" does not signify God's ignorance, but gives them room for repentance; since God, knowing also the disobedience of Pharaoh, said, "For I know that Pharaoh will not let you go, except with a mighty hand and with an uplifted arm," and he continued being long-suffering. For if the Master had brought punishments from foreknowledge, how would the justice of God be known to those who do not see the outcome of foreknowledge? For this reason he awaits the outcome, and then brings the punishment. And so, he says, O prophet, convey both me and the things from me to those of the same nature, so that you may become for them a procurer of benefit, and they may learn that you are a prophet in their midst, a servant of the divine words. 6.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:29 · narrative
Source
Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύ κλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν σὺ μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν. Ἀρκοῦσα εἰς καταφρόνησιν ἀφορμὴ ἡ τῶν ἐπιβουλεύειν ἐπιχειρούντων πονηρία· παράνο μοι γάρ εἰσι, καὶ τῆς θείας ἔρημοι βοηθείας· οὐ δεῖ τοίνυν, φησὶ, τοὺς τοιούτους δεδιέναι, κἂν δίκην σκορπίων ᾄττωσι, κἂν θρασεῖς προσφέρωσι λόγους, κἂν μετὰ πολλῆς λύττης ἐπιφέρωνται καὶ μανίας· τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολ λάκις· μυίας δέ ἐστιν εἶδος, κέντρου παντὸς σφοδρό τερον τοὺς βόας ἐλαῦνον. Οὕτω τοίνυν τὴν μανίαν τροπικῶς προσηγόρευσεν. ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν. Πάλιν τὴν ἀμφιβολίαν προστέθεικε, τὴν μεταμέ λειαν μηχανώμενος· εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖ σαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρηστοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις. ηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦν τος πρὸς σὲ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ κατάφαγε ἃ ἐγὼ δίδωμί σοι. Μὴ ἀντείπῃς, φησὶ, τοῖς ὑπ' ἐμοῦ σοι κελευομένοις· μηδὲ ζηλώσῃς τοὺς ἀντιλέγοντας, ἀλλὰ τὰ προσταττόμενα πλήρου. θʹ, ιʹ. Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου.
English
And you, son of man, do not fear them, nor be dismayed at their face, because they will rage and gather together against you round about, and you dwell in the midst of scorpions; do not fear their words, and do not be dismayed at their face, because they are a house that provokes to bitterness. The wickedness of those who attempt to plot is a sufficient occasion for contempt; for they are lawless and destitute of divine help. Therefore, he says, it is not necessary to fear such people, even if they rush like scorpions, even if they bring bold words, even if they come against you with great frenzy and madness. For he hinted at this by "they will rage," by a metaphor from oxen, which the gadfly drives as they graze and often forces to be carried down cliffs; and it is a kind of fly, driving oxen more violently than any sting. Thus, then, he figuratively called their madness by this name. 7. And you, son of man, you shall speak my words to them, if perhaps they will hear or be terrified, because they are a house that provokes to bitterness. Again he has added the uncertainty, devising their repentance; for it is likely, he says, that they will be terrified by the threat of punishment, and will entreat the end of the threat, since they are unwilling to yield to better words. 8. And you, son of man, hear the one speaking to you, and do not become provoking to bitterness, as the house that provokes to bitterness; open your mouth, and eat what I give you. Do not contradict, he says, the things commanded you by me; nor be jealous of those who contradict, but fulfill what is commanded. 9, 10. And I saw, and behold, a hand stretched out toward me, and in it a roll of a book.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:30 · narrative
Source
Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἐν αὐτῇ ἦν γεγραμμένα τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος, καὶ μέλος, καὶ οὐαί. ΚΕΦΑΛ. Γʹ. αʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατά φαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι, καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ. Εἰκότως ἔφη ἄνω, "Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι·" φρίκης γὰρ μεστὰ τὰ τῷ προφήτῃ προσφερόμενα, "θρῆνος, καὶ μέλος, καὶ οὐαὶ," ὅλῃ τῇ κεφαλίδι ἐγγεγραμ μένα, ἔνδοθέν τε καὶ ἔξωθεν. Κεφαλίδα δὲ καλεῖ τὰ εἰλητὰ βιβλία. Οὕτω γὰρ οἱ πάλαι τὴν τῶν συγ γραμμάτων ἐφύλαττον μνήμην. Ἰουδαῖοι δὲ καὶ μέχρι τοῦ παρόντος ἐν τοιούτοις εἰλήμασι τὰς θείας ἔχουσι Γραφάς. βʹ, γʹ. Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον. "Ὡς γλυκέα," φησὶν ὁ θεῖος Δαβὶδ, "τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου." Γλυκὺς δὲ, καὶ λίαν ἡδὺς, καὶ τῶν ἁμαρτημάτων ὁ θρῆνος· "Ἀθυμία γὰρ, φησὶ, κατέσχε με ἀπὸ ἁμαρ τωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου·" καὶ, "Ἴδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο." Καὶ ὁ τούτου δὲ υἱὸς παραινεῖ λέγων· "Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος." Οὕτως ἐγένετο τῷ προφήτῃ μέλιτι ἐμφερὴς τῆς κεφαλίδος ἡ βρῶ σις, οὐδὲν μὲν ἐχούσης τερπνὸν ἢ θυμῆρες, θρῆνον δὲ, καὶ μέλος, καὶ οὐαί. Μηδεὶς δὲ αἰσθητὴν καὶ σωματικὴν ὑπολάβῃ τῆς κεφαλίδος τὴν βρῶσιν.
English
And he rolled it up before me, and in it were written things behind and things in front, and there was written in it a lament, and a song, and a woe. CHAPTER 3. 1. And he said to me: Son of man, eat this scroll, and go, and speak to the sons of Israel. With good reason he said above, "Whether perhaps they will hear or be terrified"; for the things offered to the prophet are full of horror—"a lament, and a song, and a woe"—written on the whole scroll, within and without. And he calls rolled-up books a scroll; for thus the ancients preserved the memory of writings. And the Jews even to the present day have the divine Scriptures in such rolls. 2, 3. And he opened my mouth, and fed me this scroll. And he said to me: Son of man, your mouth shall eat, and your belly shall be filled with this scroll that is given to you; and I ate it, and it became in my mouth like honey sweetening. "How sweet," says the divine David, "to my throat are your words; beyond honey to my mouth." And sweet, and exceedingly pleasant, is the lament over sins; for "Faintness," he says, "seized me from sinners who forsake your law"; and, "I saw the foolish and I wasted away, because they did not keep your words." And his son also exhorts, saying: "It is better to go to the house of mourning than to go to the house of laughter." Thus the eating of the scroll became like honey to the prophet, though it had nothing pleasant or delightful, but a lament, and a song, and a woe. But let no one suppose the eating of the scroll to be perceptible and bodily.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:31 · narrative
Source
Ὥσπερ γὰρ ἐκείνην τὴν θεωρίαν πνευματικῶς ἐθεάσατο, οὕτως καὶ ταύτης πνευματικῶς μεταλαμβάνει τῆς γεύσεως. δʹ–ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς. Διότι οὐ πρὸς λαὸν βαθύχειλον ἢ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ, ἀλλὰ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐχὶ ἀκούσῃ τοὺς λόγους. Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον. Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες· οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθη σαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν· "Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, οἳ μυρίας εἶχον καὶ διαφόρους γλώττας, ἤθη δὲ ποικίλα, καὶ νόμους ἐναντίους· ἀλλ' ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον· οἱ δὲ τὸν δυσήνιον ἐκεῖ νον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς· αἰτία δὲ οὐχ ἡ τῶν γεωργῶν ῥᾳθυμία, ἀλλὰ τῶν γεωργουμένων ἡ δυστροπία. Οὗ χάριν καὶ αὐτὸς ὁ Δεσπότης φησίν· Εἰ καὶ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. (ζʹ.) Ὁ δὲ οἶκος Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι.
English
For just as he contemplated that vision spiritually, so too does he partake of this tasting spiritually. 4–6. And he said to me: Son of man, go, enter into the house of Israel, and speak my words to them. For you are not sent to a people of deep lips or of heavy tongue, but to the house of Israel. Nor to many peoples of foreign speech or foreign tongue, nor to those who are strong of tongue, whose words you would not hear. Here he clearly shows the difference between apostolic and prophetic labors. For the one were entrusted with the care of a single nation, starting from among them and having the same language; but the other were entrusted with the inhabited world and all the nations, according to the voice of the Lord: "Go," he says, "and make disciples of all the nations," who had countless and diverse tongues, varied customs, and contrary laws. But nevertheless those who were entrusted with the many nations, the diverse tongues, the varied manners, and the laws of every kind, transformed the inhabited world for the better; while those who were entrusted with that stubborn people endured much toil, but reaped fruits unworthy of their toils. And the cause was not the idleness of the cultivators, but the perversity of those being cultivated. For this reason the Master himself also says: Even if I had sent you to such people, they would have listened to you. (7.) But the house of Israel will not be willing to listen to you, because they do not wish to listen to me; for the whole house of Israel is contentious and hard-hearted.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:32 · narrative
Source
Διὰ δὲ τού των ἔδειξε, τῶν μὲν ἐθνῶν τὸ εὐπειθὲς, τοῦ δὲ Ἰσραὴλ τὸ δυσήκοον· ἡρμήνευσε δὲ καὶ τὸ, "Ἐὰν ἄρα ἀκούσωσι," σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ' ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν· σημαίνει δὲ κατὰ ταυτὸν, ὡς ἀπὸ γνώμης, ἀλλ' οὐκ ἐκ φύσεως αὕτη· "Ὁ γὰρ οἶκος, φησὶν, Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου·" ἀντὶ τοῦ, Μὴ ἀλγήσῃς παρακουόμενος· ἐμοὶ γὰρ ἀντιλέγοντες τοῖς ὑπὸ σοῦ προσφερομένοις ἀντι πίπτουσι λόγοις· αἰτία δὲ τῆς ἀντιλογίας ἡ φιλό νεικος γνώμη, καὶ ἡ τῆς καρδίας ἀντιτυπία, καὶ τοῦ φρονήματος ἡ θρασύτης· ἀλλὰ μὴ δείσῃς πρὸς τοιούτους ἀποστελλόμενος. ηʹ, θʹ. Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν. Καὶ ἔσται διαπαντὸς, κραταιότερον πέτρας δέδωκα τὸ πρόσωπόν σου, μὴ φοβηθῇς ἀπ' αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί. Εἰδὼς, φησὶν, αὐτῶν τὴν πονηρίαν τῆς γνώμης, πάντα φόβον ἐκ τῆς διανοίας ἐξόρισον· δώσω γάρ σοι ἰσχὺν ἀναλο γοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κρα ταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς. ιʹ, ιαʹ. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε. Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου,
English
Through these things he showed the obedience of the nations and the disobedience of Israel; and he also explained the phrase "If perhaps they will hear," clearly teaching that he does not ignore but knows precisely their disobedience; and he indicates at the same time that this is from choice, not from nature. "For the house of Israel," he says, "will certainly not be willing to hear you, because they are unwilling to hear me" — that is, Do not be grieved at being disregarded; for those who contradict me are falling against the words offered by you. The cause of their contradiction is the contentious disposition, the resistance of the heart, and the rashness of the mind; but do not be afraid, though sent to such people. 8–9. For behold, I have made your face strong against their faces, and I will make your contention prevail against their contention. And it shall always be: I have made your face harder than rock; do not fear them, nor be dismayed at their face, because they are a house that provokes bitterness. Knowing, he says, their wickedness of disposition, banish all fear from your mind; for I will give you strength proportionate to their contradiction, and I will provide power commensurate with the labor, and I will make your forehead harder than any rock, so that neither being driven mad, nor being struck, nor enduring any other of the terrible things, you may flee the ministry of the word and abandon the care of these. 10–11. And he said to me: Son of man, all the words that I have spoken with you, take into your heart, and hear with your ears. And go, enter into the captivity to the sons of your people,
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:33 · narrative
Source
καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐὰν ἄρα ἀκούσωσιν,ἐὰν ἄρα ἐνδῶσιν. Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακό νησον λόγοις, καὶ τὰ παρ' ἐμοῦ σοι κελευόμενα πρόσ φερε· εἰκὸς γὰρ αὐτοὺς τοὺς σοὺς αἰδεσθῆναι πόνους, καὶ τὰς ἐμὰς ἀπειλὰς φοβηθῆναι. Ἡ δὲ ἀμφιβολία πάλιν, ὡς ἔφην, οὐ τὴν ἄγνοιαν σημαίνει, ἀλλὰ τοῦ αὐτεξουσίου τὴν ὁρμὴν διεγείρει. ιβʹ. Καὶ ἔλαβέ με Πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, Εὐλογη μένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ. Ταύτας γὰρ, φησὶ, δεξάμενος τὰς ἐντολὰς, κατηπει γόμην τὴν διακονίαν πληροῦν, καὶ οὐδὲ τοῖς ποσὶ κεχρῆσθαι συνεχωρούμην, ἀλλ' ὑπὸ θείας συνερ γείας πρὸς οὓς ἀπεστάλην μετεφερόμην. Ἀναγ καίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ. Λέγει δὲ καὶ τὴν ὑμνῳδίαν, ἣν ἀνέπεμψεν αἰσθόμενος τοῦ σεισμοῦ· "Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ." Τοῦτο δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ διδαχθεὶς ἔφη· τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτή σαντι τὸν Θεὸν, ἔφη, "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." Εἶτα ἐπάγει· "Ἰδοὺ τόπος παρ' ἐμοὶ, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκε πάσω σε τῇ χειρί μου, καὶ ὄψῃ τὰ ὀπίσθιά μου, τὸ δὲ πρόσωπόν μου οὐ μὴ ἴδῃς." Οὐκ ἐπειδὴ εἰς πρόσωπον καὶ ὀπίσθια τὸ Θεῖον διῄρηται· ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί.
English
And you shall say to them: Thus says Adonai the Lord: If perhaps they will hear, if perhaps they will yield. Say nothing of your own, he says, when you speak to them, but minister my words, and bring them what I command you; for it is likely that they will respect your labors and fear my threats. But the ambiguity again, as I said, does not signify ignorance, but stirs up the impulse of free will. 12. And the Spirit took me, and I heard behind me the sound of a great earthquake: Blessed is the glory of the Lord from his place. For having received these commands, he says, I hastened to fulfill the ministry, and I was not even permitted to use my feet, but by divine cooperation I was carried to those to whom I was sent. And necessarily he also receives the perception of the earthquake, so that, pricked by fear, he might fulfill the ministry. And he also speaks the hymnody which he sent up when he perceived the earthquake: "Blessed is the glory of the Lord from his place." And he said this having been taught by God himself; for when the blessed Moses asked to see God knowingly, he said, "No one shall see my face and live." Then he adds: "Behold, there is a place with me, and I will set you in a cleft of the rock, and I will cover you with my hand, and you shall see my back, but my face you shall not see." Not because the Divine is divided into face and back; but by "face" the divine essence is understood, and by "back," the economies and benefactions which are many and manifold toward us.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:34 · narrative
Source
Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι' ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χωρητός. ιγʹ. Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑκατέραν πρὸς τὴν ἑκατέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ μεγάλη. Τούτων γὰρ πρός με εἰρη μένων, ἐκινεῖτο μὲν τὰ ζῶα ταῖς πτέρυξι χρώμενα, ἐπηκολούθουν δὲ οἱ τροχοί· σεισμὸς δὲ μέγιστος τούτων κινουμένων ἀπετελεῖτο· πολὺς γὰρ ἦν ὁ κτύπος ὁ πανταχόθεν φερόμενος. ιδʹ. Καὶ τὸ Πνεῦμα ἐξῆρέ με, καὶ ἔλαβέ με, καὶ ἐπορεύθην μετέωρος ἐν ὁρμῇ τοῦ Πνεύμα τός μου. Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα. "Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά." Πάλιν αὐτὴν σημαίνει τὴν χάριν τοῦ Πνεύματος. ιεʹ. Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος· τουτέστιν, οὐ βαδίζων, ἀλλὰ δι' ἀέρος φερόμενος. "Καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, τοὺς ὄντας ἐκεῖ, καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν." Καταλαβὼν γὰρ, φησὶν, οὓς προσετάχθην, ἡμέρας ἑπτὰ σιγῶν διετέλεσα, ἀναμένων τὴν θείαν ἐνέργειαν. ιϛʹ, ιζʹ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε ἐν τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ' ἐμοῦ. Τύπον ἔπεχε, φησὶ, κατασκόπου, ὃν ἐπὶ γεωλόφου τινὸς ἱστᾶσιν οἱ ἄνθρωποι, προμηνύειν αὐτοῖς τὰς ἐσομένας τῶν βαρβάρων ἐφόδους κελεύοντες.
English
He calls his goodness his "place," through which, being by nature uncontainable, he becomes containable, as far as is possible, to those who are worthy. 13. And I saw the sound of the wings of the living creatures, as they beat one against the other, and the sound of the wheels accompanying them, and the sound of a great earthquake. For when these things had been said to me, the living creatures were set in motion, using their wings, and the wheels followed along; and a very great earthquake was brought about as these moved; for the din borne from every side was great. 14. And the Spirit lifted me up and took me, and I went on high in the impulse of my spirit. For the grace of the divine Spirit, having come to be in me, prepared me, as it were some winged creature, to cleave the air between heaven and earth. "And the hand of the Lord became upon me mighty." Again he signifies the same grace of the Spirit. 15. And I entered into the captivity on high—that is, not walking, but borne through the air. "And I went around to those dwelling by the river Chobar, those who were there, and I sat there seven days, moving about in the midst of them." For having reached, he says, those whom I was commanded, I spent seven days in silence, awaiting the divine working. 16, 17. And it came to pass after the seven days, the word of the Lord came to me, saying, Son of man, I have given you as a watchman in the house of Israel, and you shall hear a word from my mouth, and you shall threaten them on my behalf. Take, he says, the figure of a watchman, whom men set upon some hill, commanding him to forewarn them of the coming incursions of the barbarians.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:35 · narrative
Source
Καὶ σὺ τοίνυν οἷον ἐπί τινος σκοπιᾶς καὶ περιωπῆς τῆς προφητείας ἑστὼς, ἃ προορᾷς τῷ λαῷ προαγόρευε, καὶ τοὺς ἐμοὺς αὐτοῖς διαπόρθμευε λόγους. ιηʹ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀπο στρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω. Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους· ἄῤῥητος δὲ καὶ ἡ διὰ τῆς ἀπειλῆς προφαινομένη ἀγαθό της· ἀπειλεῖ γὰρ τῷ δικαίῳ τῶν εὐθυνῶν τὴν εἴσπραξιν, εἰ μὴ σημήνειε τῷ ἀνόμῳ τοῦ θανάτου τὴν ἀπειλὴν, καὶ διδάξειε, τί μὲν ζωῆς αἴτιον, τί δὲ θανάτου πρόξενον; Οὕτω ποθεῖ τῶν ἁπάντων ὁ ποιητὴς καὶ Δεσπότης τὴν τῶν ἁμαρτωλῶν μεταμέ λειαν, ὅτι κἂν ἅπασάν τις συλλέξῃ τὴν ἀρετὴν, ἀμελεῖ δὲ τῶν ἐγκεχειρισμένων ψυχῶν, οὐδὲν ἐκ τῶν οἰκείων κατορθωμάτων ὠφεληθήσεται, δίκας δὲ ὑπὲρ τῆς περὶ ἐκείνας
English
You, therefore, as if standing on some watchtower and vantage point of prophecy, proclaim to the people what you foresee, and convey my words to them. 18. When I say to the lawless man, "You shall surely die," and if you do not set it before him, nor speak to set it before the lawless man, to turn him from his ways, that he may live, that lawless man shall die in his lawlessness, and I will require his blood at your hand. Fearful and full of shuddering is the threat, and sufficient to terrify even those who are utterly stone-like; but inexpressible too is the goodness that appears through the threat; for he threatens the righteous man with the exacting of penalties, if he does not signal to the lawless man the threat of death, and teach what is the cause of life and what is the procurer of death. So greatly does the Maker and Master of all things desire the repentance of sinners, that even if someone should gather together all virtue, but neglect the souls entrusted to him, he will profit nothing from his own achievements, but will pay the penalty for
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:36 · narrative
Source
εἰσπραττόμενος ἀμελείας. Ἐπειδὴ δὲ εἰκὸς τὸν μὲν πᾶν εἶδος θεραπείας προσ φέρειν, τοὺς δὲ ἀνηκέστως νοσεῖν, καὶ τὴν προσ φερομένην μὴ προσδέχεσθαι ἰατρείαν, ἀναγκαίως ἐπιφέρει· ιθʹ. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Ἀθῶος, φησὶν, ἔσῃ τὰ προσήκοντα ποιῶν, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέρων· κἂν γὰρ ἡ ἐκείνου νόσος ἀνίατος διαμείνῃ, αὐτὸς μόνος τίσει τῆς ἀπειθείας τὴν τιμωρίαν. Προσήκει δὲ συνιδεῖν, ὅτι τὸν ἄνομον καὶ ἀνωτέρω κἀνταῦθα τιμωρηθήσεσθαι ἔφη τῇ παρανομίᾳ προσμένοντα· ἐάν τε ἔχῃ τὸν διαστέλλοντα, τουτέστι τὸν διδάσκοντα, ἐάν τε καὶ μή· ἀρκεῖ γὰρ ἡ φύσις εἰς τὴν τοῦ πρακτέου διάκρισιν· ἐκ περιουσίας δὲ ἡ διδασκαλία προσφέρεται, τῆς θείας ἀγαθότητος πάντα πόρον εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν μηχανωμένης. κʹ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ· αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· ἐν ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ', Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐ θεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ. Ἐπεὶ καὶ ὁ μακάριος Δαβὶδ ἥμαρτε, καὶ μέγιστα ἁμαρτήματα ἐπλημμέλησεν·
English
exacting payment for negligence. But since it is likely that he brings every form of care, while they are incurably sick and do not accept the treatment offered, he necessarily adds: 19. And you, if you distinguish the lawless man, and he does not turn from his way and from his lawlessness, that lawless man shall die in his lawlessness, and you shall deliver your soul. You shall be innocent, he says, doing what is proper and contributing what is in your power; for even if his disease remains incurable, he alone will pay the penalty for his disobedience. But it is fitting to understand that he said the lawless man, both above and here, will be punished, remaining in transgression, whether he has one who distinguishes him, that is, one who teaches, or whether he does not; for nature is sufficient for the discernment of what must be done, while teaching is offered out of abundance, divine goodness devising every means for the salvation of men. 20. And when a righteous man turns away from his righteousness and commits a transgression, and I will set the torment before his face; he shall die, because you did not distinguish him; he shall die in his sins, because his righteous deeds which he did shall not be remembered for him, and his blood I will require at your hand. He did not say simply, If the righteous man sins, but, If he turns away from his righteousness and commits a transgression, that is, if he abandons the straight road which he traveled and turns to the other. Since even blessed David sinned and committed the greatest sins:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:37 · narrative
Source
ἀλλ' οὐ κατέλιπεν ἣν ὥδευεν ὁδὸν, ἀλλὰ προσπταίσας καὶ πεσὼν ἀνέστη, καὶ τῆς αὐτῆς ἐχόμενος διετέλεσε πορείας. Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προ τέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον· εἰς ἑτέραν γὰρ ἦλθεν ὁδὸν, ἐναντία δὲ τὰ τέλη, καὶ ταῖς ὁδοῖς πρόσφορα· τῆς μὲν γὰρ τέλος ζωὴ, τῆς δὲ θάνατος· οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ κέρδος, πεσὼν εἰς τὸ τῆς πονηρᾶς ὁδοῦ τέλος· τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας. καʹ. Ἐὰν δὲ σὺ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυ τοῦ ψυχὴν ῥύσῃ. Διπλῆν γὰρ ἐργάζῃ ζωὴν, καὶ σαυτῷ, καὶ ἐκείνῳ. Ὁ μὲν γὰρ διὰ τῶν σῶν εἰσηγήσεων τῆς ἀπωλείας διαφεύγει τὸ βάραθρον, καὶ τῆς ὁδοῦ τῆς δικαίας ἄξιον εὑρίσκει τὸ τέλος· σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον δια φεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτη ρίας. Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγον τας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Βʹ. κβʹ.
English
But he did not abandon the path he was traveling, but after stumbling and falling he rose, and keeping to the same course he continued. If, then, he says, a righteous man abandons his own path and embraces the opposite one, and you, knowing this, do not refute the absurdity, nor strive to lead him back to his former path, that man will find the end of the second path to be what it deserves, having lost all his former labor; for he came to another path, and the ends are opposite, and suited to the paths; for the end of the one is life, and of the other death. Therefore he will necessarily lose the profit of his former labors, having fallen into the end of the evil path; and his life that has been lost I will require at your hand, and I will exact from you the penalty for your negligence. 19. But if you distinguish to the righteous man so that he does not sin, and he does not sin, the righteous man shall live by life, because you distinguished to him, and you shall deliver your own soul. For you accomplish a double life, both for yourself and for him. For he, through your instructions, escapes the pit of destruction and finds the end worthy of the righteous path; and you shall be released from accountability and shall escape the greatest danger, having cared for the salvation of your neighbor. And these things suffice to stir us to zeal and to prepare us to make every care for the brethren, and not to cease both speaking and acting toward their benefit, so that we may both escape the threatened punishment and obtain the promised salvation, in Christ Jesus our Lord, with whom to the Father be the glory, with the Holy Spirit, unto the ages of ages. Amen. TOME II. 22.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:38 · narrative
Source
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με· Ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ. Ἡ γὰρ ἡσυχία τῇ θεωρίᾳ τῶν θείων ἁρμόδιος· ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων, ἀκρι βέστερον δύναται τὰ θεῖα κατανοεῖν. κγʹ, κδʹ. Καὶ ἀνέστην, καὶ ἐξῆλθον εἰς τὸ πε δίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἰστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα, ἢν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ ἦλθεν ἐπ' ἐμὲ Πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Συχνότερον ἀπολαύει τῆς θεωρίας, ἵνα γένηται σπουδαιότερος περὶ τὴν τοῦ λόγου διακονίαν. Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν· ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει. "Καὶ ἐλάλησε πρός με, καὶ εἶπέ μοι.
English
And the hand of the Lord came upon me, and he said to me: Arise, and go out into the plain, and there it shall be spoken to you. For stillness is suited to the contemplation of divine things; for when the mind is released from outward distractions, and is no longer divided this way and that, but turns toward itself, it is able more accurately to perceive divine things. And I arose, and went out into the plain; and behold, there the glory of the Lord stood, as the vision, and as the glory which I saw by the river Chebar; and I fell upon my face. And the Spirit came upon me, and set me upon my feet. More frequently he enjoys the vision, so that he may become more zealous for the ministry of the word. And it is fitting to observe that not even the revelations proportioned to human nature could the exceedingly pure in mind behold, just as indeed this prophet also, having already had experience of the vision, falls at once upon seeing, and needs the grace that raises him up. And he spoke to me, and said to me.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:39 · narrative
Source
Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Διὰ τῶν πραγμάτων κελεύει γενέσθαι τὴν προφητείαν, καὶ προδηλωθῆναι δι' ὧν ὁ προφήτης ποιεῖν ἐκελεύετο τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν. κεʹ, κϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν. Καὶ τὴν γλῶσσάν σου συνδήσω πρὸς τὸν λάρυγγά σου, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί. Παιδοτρίβου δίκην ὁ Δεσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσό μενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευόμενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν· πανταχοῦ δὲ προστίθησι, διότι οἶκος παραπικραίνων ἐστὶ, διδάσκων μὴ δεδιέναι τοὺς τὸν Θεὸν "ἀδεῶς" παροξύνοντας· εὐκαταφρόνητοι γὰρ οἱ παράνομοι. κζʹ. Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στό μα σου, καὶ ἐρεῖς πρὸς αὐτούς. Τάδε λέγει Ἀδωναῒ Κύριος, Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθὼν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ ταῦτα σαφῶς δηλοῖ τὸ τῆς γνώμης αὐθαίρετον. Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν. Διδά σκων δὲ τὸ τῆς εὐπειθείας ἑκούσιον, προστίθησι τοῖς λόγοις, ὅτι ὁ βουλόμενος ὑπακουέτω, καὶ ὁ ἀπειθῶν ὁ τἀναντία φρονῶν ἀντιλεγέτω· ἕκαστος γὰρ πρὸς τὴν αἵρεσιν τῆς γνώμης τὰ ἐπίχειρα δέξεται.
English
Go in and shut yourself inside your house. Through actions he commands the prophecy to be brought about, and the siege of Jerusalem to be foretold through the things the prophet was commanded to do. 25, 26. And you, son of man, behold, bonds have been given upon you, and they shall bind you with them, and you shall not go out from among them. And I will bind your tongue to your throat, and you shall be made mute, and you shall not be to them a man who reproves, because they are a house that provokes to bitterness. Like a trainer, the Master anoints the prophet as a kind of athlete, foretelling to him the sorrowful things that will come and the grim things that will be inflicted by the people, and urging him to endure and persevere and to keep silence until he himself permits him to speak; and everywhere he adds, because they are a house that provokes to bitterness, teaching him not to fear those who provoke God "fearlessly"; for the lawless are easy to despise. 27. And when I speak with you, I will open your mouth, and you shall say to them: Thus says Adonai the Lord: Let the one who hears hear, and let the one who disobeys disobey, because they are a house that provokes to bitterness. And these things clearly make plain the free choice of the will. For you, he says, offer the teaching in common to all. But teaching the voluntary nature of obedience, he adds to his words that the one who wishes should obey, and the one who disobeys, who thinks the opposite, should speak against it; for each will receive the reward according to the choice of his will.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:40 · narrative
Source
ΚΕΦΑΛ. Δʹ. αʹ, βʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἴσως ἐπ' αὐτὴν πόλιν τὴν Ἱε ρουσαλήμ· καὶ δώσεις περὶ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα, καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. Τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαγράψαι κελεύεται· ἐν πλίνθῳ δὲ ἡ διαγραφὴ γίνεται, διὰ τὸ τῶν ἐνοικούντων σαθρόν· οὐ γὰρ ᾠκοδόμησαν αὑτῶν τὴν οἰκίαν κατὰ τὸν φρόνιμον ἐκεῖνον, ἐπὶ τῆς πέ τρας, ἀλλ' ἐπὶ τῆς ψάμμου· διὸ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν αὐτῶν τῇ οἰκίᾳ, καὶ ἔπεσε, καὶ ἐγένετο ἡ πτῶσις αὐτῆς μεγάλη. γʹ. Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τεῖχος σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσ ωπόν σου ἐπ' αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. Τοῦ Θεοῦ τὸν τύπον ἐπέχειν ὁ προ φήτης κελεύεται· διὸ καὶ τήγανον σιδηροῦν μεταξὺ αὑτοῦ καὶ τῆς ἐν τῇ πλίνθῳ διαγραφομένης πόλεως θεῖναι προστάττεται, διδασκόμενος, ὅτι καὶ παρὼν ὁ Θεὸς, καὶ ἐφορῶν τὰ κατὰ τῶν Ἱεροσολύμων γινόμενα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει προνοίας· ἀλλ' ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται. Ταῦτα δὲ, φησὶ, ποίησον, σημεῖον διδοὺς τὴν διὰ τῶν πραγ μάτων προφητείαν τοῖς νῦν ἀπειθοῦσι καὶ ἀντι λέγουσι. δʹ, εʹ.
English
CHAPTER 4 1, 2. And you, son of man, take for yourself a brick, and you shall place it before your face, and you shall draw upon it the city Jerusalem; and you shall set a siege around it, and you shall build siege-works against it, and you shall cast a rampart around it, and you shall set camps against it, and you shall station battering-rams in a circle. He is commanded to draw the siege of Jerusalem; and the drawing is made on a brick, because of the weakness of its inhabitants; for they did not build their house like that prudent man, upon the rock, but upon the sand; therefore the rivers came, and the rain descended, and the winds blew, and they beat against their house, and it fell, and its fall was great. 3. And you, take for yourself an iron pan, and you shall place it as an iron wall between you and between the city, and you shall set your face toward it, and it shall be in a state of siege, and you shall besiege it; this is a sign to the sons of Israel. The prophet is commanded to hold the place of God; therefore he is also ordered to place an iron pan between himself and the city drawn on the brick, being taught that God, even when present and beholding the things done against Jerusalem, will grant them no providence; but as if separated by some iron wall, he will neither seem to see what is done, nor will he hear those who supplicate. And these things, he says, do, giving as a sign the prophecy through the events to those who now disobey and contradict. 4, 5.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:41 · narrative
Source
Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτοῦ, κατ' ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. Καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας· καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ, καὶ συντελέσεις αὐτάς. Μετὰ τὸν Σολομῶντα ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ δώδεκα φυλαὶ, καὶ αἱ μὲν δέκα ἐχρη μάτιζον ποτὲ μὲν Ἐφραῒμ, ποτὲ δὲ Ἰσραὴλ, ὁ δὲ Ἰούδα καὶ Βενιαμὶν ἐκαλοῦντο Ἰούδα· ἀλλ' ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος· διὸ ὡς ἐφ' ἑνὸς λαοῦ, ἃ κατὰ διαίρεσιν εἶπε, ταῦτα πάλιν συνῆψεν· ἀπονείμας γὰρ τὰς ἑκατὸν πεντήκοντα ἡμέρας τῷ Ἰσραὴλ, καὶ τῷ Ἰούδᾳ τὰς τεσσαράκοντα, πάλιν συνῆψεν, ὡς ἐφ' ἑνὸς σώματος καὶ μιᾶς συγγενείας, τὰς ἑκατὸν ἐννενήκοντα ἡμέρας· συνάψας δὲ διεῖλεν αὖθις, καί φησι· ϛʹ. Καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν ἐκ δευτέρου, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν ἔθηκά σοι αὐτάς. Πλείων γὰρ ἡ παρα νομία τοῦ καλουμένου Ἰσραήλ· παντελῶς γὰρ ἀπο στάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν. Διὰ τοῦτο ἐκείνῳ μὲν ἑκατὸν πεντήκοντα ἀφορίζει ἡμέρας, τῷ δὲ Ἰούδᾳ τεσσαράκοντα, ἑκάστης ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης. Σημαίνουσι δὲ αἱ τεσσαράκοντα ἡμέραι τοῦ Ἰούδᾳ τὰ λειπόμενα τοῖς ἐβδομήκοντα ἔτεσι τεσσαράκοντα ἔτη. Ἀπεφήνατο γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου, ἑβδομήκοντα ἔτη διατελέσειν αὐτοὺς ἐν Βαβυλῶνι·
English
And you shall sleep on your left side, and you shall place the iniquities of the house of Israel upon it, according to the number of the days, a hundred and fifty, which you shall sleep upon it, and you shall take their iniquities. And I have given you the two iniquities of theirs for a number of days, a hundred and ninety days; and you shall take the iniquities of the house of Israel, and you shall complete them. After Solomon, in the time of Rehoboam, the twelve tribes were divided, and the ten were called sometimes Ephraim, sometimes Israel, while Judah and Benjamin were called Judah; but nevertheless there was one people, tracing its lineage both from Israel and from Abraham; therefore, as concerning one people, the things he spoke by way of division he again joined together; for having assigned the hundred and fifty days to Israel, and the forty to Judah, he again joined them together, as concerning one body and one kinship, the hundred and ninety days; and having joined them he divided them again, and he says: 6. And you shall sleep on your right side a second time, and you shall take the iniquities of the house of Judah forty days, a day for a year I have set them for you. For greater was the transgression of the one called Israel; for having wholly revolted from God, they sometimes served the calves, and sometimes bowed down to idols of every kind. For this reason he appoints a hundred and fifty days for that one, and forty for Judah, each day being reckoned as a year. And the forty days of Judah signify the forty years remaining of the seventy years. For God declared through the prophet Jeremiah that they would spend seventy years in Babylon;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:42 · narrative
Source
ἀλλὰ τριάκοντα ἤδη παρεληλύθει ἔτη· ἐν γὰρ τῷ τριακοστῷ ἔτει τῆς αἰχμαλωσίας ἤρξατο τῆς προφητείας ὁ θεῖος Ἰεζεκιήλ, ἀπὸ δὲ τοῦ πέμπτου ἔτους τῆς Ἰεχονίου αἰχμαλω σίας, μέχρι πρώτου τῆς Κύρου τοῦ Πέρσου βασι λείας, τὰ λοιπὰ τεσσαράκοντα συμπληροῦνται ἔτη· καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συν αγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμα θεῖν· καὶ γὰρ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ἡ τῶν παραλειπομένων βίβλος διδάσκει, ὡς ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου, ὕψωσε τὴν κεφαλὴν αὐτοῦ Εὐϊλαδμαρωδὰχ, καὶ ἐξέβαλεν αὐτὸν ἐξ οἴκου φυλακῆς ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ· μετὰ δὲ τοῦτον ἐβασίλευσε Βαβυλωνίων ὁ Βαλτάσαρ οὐ μακρὸν χρόνον· δυσσεβήσας γὰρ ἀνῃρέθη· περὶ δὲ τὰ τρία ἐκράτησεν ἔτη· καὶ γὰρ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὑτοῦ τὴν μίαν ὀπτασίαν ὁ Δανιὴλ ἐθεάσατο· μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος ὑπάρχων τῶν Μήδων, ἐδέξατο τὴν βασιλείαν· ὀλίγον δὲ καὶ αὐτὸς ἡγήσατο χρόνον. Καὶ τοῦτο ἡμᾶς ὁ μακάριος διδάσκει Δανιὴλ εἰρη κὼς, ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου.
English
But thirty years had already passed; for in the thirtieth year of the captivity the divine Ezekiel began his prophecy, and from the fifth year of the captivity of Jeconiah until the first year of the reign of Cyrus the Persian, the remaining forty years are completed. And this is possible to gather not only from the chronicles, but also to learn from the divine Scriptures; for the blessed Jeremiah the prophet, and the book of Paralipomenon, teach that in the thirty-seventh year of the captivity of Jehoiachin, also called Jeconiah, Evil-merodach lifted up his head and brought him out of the prison house in the year of his reign. And after him, Belshazzar reigned over the Babylonians for no long time; for having acted impiously, he was slain; and he held power for about three years; for in the third year of his reign Daniel beheld the one vision. And after him, Darius the son of Ahasuerus, being of the seed of the Medes, received the kingdom; and he too led it for a short time. And the blessed Daniel teaches us this, having said, in the first year of Darius the son of Ahasuerus.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:43 · narrative
Source
"Ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφή την, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἐβδομήκοντα ἔτη." Οὐκοῦν αἱ μὲν τῷ Ἰούδᾳ ἀφορισθεῖσαι τεσσαράκοντα ἡμέραι τῶν λειπομένων τεσσαράκοντα ἐτῶν σημαίνουσι τὸν ἀριθμὸν, αἱ δὲ ἑκα τὸν πεντήκοντα τῷ Ἰσραὴλ, ἑκατὸν πεντήκοντα ἐτῶν ἀριθμὸν, μεθ' ὃν ἥ τε πόλις ᾠκοδομήθη, καὶ οἰκητόρων πλήρης ἐγένετο, τειχισθεῖσα, καὶ ἀπολαβοῦσα τοὺς περιβόλους, καὶ αἱ ἄλλαι τοῦ τε Ἰσραὴλ καὶ Ἰούδα πόλεις ἀνεῤῥώσθησαν πολλοὺς ἐνοίκους δεξάμεναι. Τοῦτο δὲ ἐγένετο τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας οἰνοχόος αὐτῷ γεγονὼς, καὶ χάριν αἰτήσας τὸν βασιλέα, σὺν πολλῇ προθυμίᾳ τὴν Ἰουδαίαν κατέλαβε, καὶ τὰ προειρημένα πάντα πεποίηκε. Καὶ τοῦτο σαφῶς ἡ τοῦ Ἔσδρα διδάσκει συγγραφή. Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου. Ἐξ ἐκείνου γὰρ καὶ τὰ τεσσαράκοντα ἠριθμήσαμεν· εὑρήσεις γὰρ τεσσαράκοντα μὲν ἕως πρώτου ἔτους Κύρου τοῦ Πέρσου, ἐκεῖθεν ὑπόλοιπα Κύρου εἴκοσι καὶ ἐννέα, εἶτα Καμβύσου ἑπτὰ, ἔπειτα Δαρείου τοῦ Ὑστάσπου τριάκοντα καὶ πέντε· πρὸς τούτοις Ξέρξου εἴκοσι, καὶ Ἀρταξέρξου ἐννεακαίδεκα· τῷ γὰρ εἰκοστῷ ἔτει προσέταξεν ἀνοικοδομηθῆναι τὰ τείχη τῆς πόλεως. Καὶ μηδεὶς λεγέτω, ὅτι τῷ Ἰσραὴλ ἡ τῆς Ἱερουσαλὴμ οἰκοδομία οὐδαμῶς διέφερεν πάλαι διαιρεθέντι τῆς Ἰούδα φυλῆς·
English
In the first year of his reign, I, Daniel, understood from the books the number of the years, of which the word of the Lord came to Jeremiah the prophet, for the fulfillment of the desolation of Jerusalem, seventy years." Therefore the forty days appointed to Judah signify the number of the remaining forty years, and the hundred and fifty to Israel signify a number of a hundred and fifty years, after which the city was built and became full of inhabitants, having been walled and having received back its circuits, and the other cities of both Israel and Judah were restored, receiving many inhabitants. And this happened in the twentieth year of the reign of Artaxerxes son of Xerxes, under whom Nehemiah, having become his cupbearer and having asked a favor of the king, with great zeal reached Judea and did all the things previously mentioned. And the writing of Ezra clearly teaches this. But if anyone wishes to learn the number of the years accurately, let him take as the beginning of the count the fifth year of the captivity of Jeconiah. For from that point we have also counted the forty; for you will find forty years until the first year of Cyrus the Persian, from there the remaining years of Cyrus, twenty-nine, then seven of Cambyses, then thirty-five of Darius son of Hystaspes; in addition to these, twenty of Xerxes, and nineteen of Artaxerxes; for in the twentieth year he ordered the walls of the city to be rebuilt. And let no one say that the building of Jerusalem in no way concerned Israel, which had long ago been divided from the tribe of Judah.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:44 · narrative
Source
μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ' ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες. ζʹ. Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ, φησὶν, ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ' αὐτήν. "Προσώπου ἑτοιμασία" τὴν ἀγανάκτησιν σημαίνει, "βραχίονος δὲ στερέωσις" τὴν ἐπαγομένην παιδείαν ηʹ. Καὶ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ οὐ μὴ στραφήσῃ ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευ ρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. Δεῖ γὰρ αὐτοὺς μαθεῖν δι' ὧν ἐπιτηδεύεις, ὡς πρὸ τοῦ ὡρισμένου καιροῦ οὐδεμιᾶς ἀνακλήσεως τεύξονται. Διὸ προσήκει σε τὸν ὡρισμένον χρόνον ἐφ' ἑκατέρου διατελέσαι πλευροῦ, μὴ μετακινούμενον, ὥστε τὴν ἐπενεχθεῖσαν κατ' αὐτῶν μαθεῖν αὐτοὺς ψῆφον. θʹ, ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πυ ροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγ γος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ ἑαυτῷ εἰς ἄρτους, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου· ἐννενήκοντα καὶ ἑκατὸν ἡμέραις φάγεσαι αὐτά. Καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμένων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι' ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν. Διὸ καὶ οὐκ ἐκ πυρῶν μόνον κατασκευάζειν τὸν ἄρτον προστάττεται, ἀλλὰ καὶ κέγχρου, καὶ ὀλύρας, καὶ κυάμου· ἡ δὲ τοιαύτη βρῶ σις, ἐνδείας σημεῖον·
English
For after the return, the division did not remain, but all who had obtained the return continued in harmony, having Jerusalem as their mother city. 7. And for the siege of Jerusalem, he says, you shall set your face, and you shall strengthen your arm, and you shall prophesy against it. The "setting of the face" signifies indignation, and the "strengthening of the arm" the discipline that is brought upon them. 8. And behold, I have given bonds upon you, and you shall not turn from your side to your other side, until the days of your siege are completed. For they must learn through what you practice, that before the appointed time they will obtain no recall. Therefore it is fitting that you remain on each side for the appointed time, not being moved, so that they may learn the sentence brought against them. 9, 10. And you, son of man, take for yourself wheat, and barley, and beans, and lentils, and millet, and spelt, and you shall cast them into one earthen vessel, and you shall make them for yourself into loaves, according to the number of the days in which you sleep on your side; for ninety and a hundred days you shall eat them. And your food, which you shall eat, by weight twenty shekels a day, from time to time you shall eat them. The prophet is commanded to endure hardship, receiving in himself the type of those who are punished, and teaching the people, through what he was commanded to do, the famine that would be in Jerusalem. Therefore he is commanded to prepare the bread not from wheat only, but also from millet, and spelt, and beans; and such food is a sign of want.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:45 · narrative
Source
καὶ ὁ σταθμὸς δὲ πάλιν τὴν σπάνιν σημαίνει. Ἅπαξ γὰρ, φησὶ, τῆς ἡμέρας φάγεσαι εἴκοσι σίκλους, οἳ ποιοῦσι τρεῖς ὀγκίας, καὶ μικρόν τι πρὸς, ὥς φασιν οἱ τὰ στάθμια ταῦτα καὶ τὰ μέτρα ἠκριβωκότες. ιαʹ. Καὶ ὕδωρ μέτρῳ πίεσαι, τὸ ἔκτον τοῦ ἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. Καὶ τοῦτο πάλιν τὴν ἐπίτασιν τῆς ἐνδείας ἢν ἡ πολιορκία πεποίηκε, παραδηλοῖ· τὸ δὲ ἳν, μέτρον ἦν παρ' αὐτοῖς· οὗ τὸ ἕκτον κατὰ τὸν Σύρον ἥμισυ ξέστου ἐχώρει· τοῦτο δὲ τὸ μέτρον πίνειν ὁ προφήτης ἐκελεύετο, ἵνα προ σημήνῃ τὴν ἀπὸ τῆς πολιορκίας αὐτοῖς γενησομένην τῶν ἀναγκαίων σπάνιν. ιβʹ. Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν. Ἀρτοποιήσεις δὲ, φησὶ, τὰ παντοδαπὰ ταῦτα σπέρματα, ὡς εἰώθασι τοὺς κριθίνους ἄρτους κατασκευάζειν· ὕλη δὲ τοῦ τῆς ἀρτο ποιΐας πυρὸς ἡ ἀνθρωπίνη κόπρος γενέσθω, εἰς ἔν δειξιν τῶν ἐσομένων αὐτοῖς ἐν τοῖς ἔθνεσι μιασμάτων. Διὸ ἐπάγει· ιγʹ. Οὕτως φάγονται οἱ υἱοὶ Ἰσραὴλ τὸν ἄρτον αὐτῶν ἀκάθαρτον ἐν τοῖς ἔθνεσιν, οὗ διασκορπιῶ αὐτούς. Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπιμιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν. ιδʹ. Καὶ εἶπον, Μηδαμῶς Κύριε ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου οὐ μεμίαται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον καὶ βέβηλον.
English
And the weight again signifies scarcity. For once, he says, in the day you shall eat twenty shekels, which make three ounces and a little more, as those say who have accurately determined these weights and measures. 11. And you shall drink water by measure, the sixth part of a hin; from time to time you shall drink. And this again indicates the severity of the want that the siege produced; and the hin was a measure among them, the sixth part of which contained half a xestes according to the Syrian standard; and the prophet was commanded to drink this measure, in order to foretell the scarcity of necessities that would come upon them from the siege. 12. And you shall eat it as a barley cake, and you shall hide it in dung of human excrement before their eyes. And you shall bake, he says, all these various seeds, as they are accustomed to prepare barley loaves; and let human dung be the fuel for the fire of the baking, to indicate the defilements that would come upon them among the nations. Therefore he adds: 13. Thus the sons of Israel shall eat their bread unclean among the nations, where I shall scatter them. For it was necessary, being captives and mingling with foreign nations, not to live according to the law, but to take many occasions for lawlessness from the mingling. 14. And I said, By no means, Lord God of Israel; behold, my soul has not been defiled in uncleanness, and I have not eaten of a carcass or a beast's prey from my birth until now, nor has any stale and profane flesh entered my mouth.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:46 · narrative
Source
Ἀναγκασθεὶς ὁ προφήτης τὴν ἔννομον αὑτοῦ πο λιτείαν γυμνοῖ, ἱκετεύων τὸν φιλάνθρωπον Δεσπότην προστάγματι ἑτέρῳ λῦσαι τὰ κελευσθέντα· καὶ παραυτίκα πέπεικεν· ἀγαθὸς γὰρ καὶ ῥᾳδίως τοῖς ἱκέταις ἐπικαμπτόμενος, ὥσπερ ἀμέλει καὶ τότε, βολβίτοις χρήσασθαι βοῶν εἰς τὴν ἀρτοποιΐαν ἐκέλευσε. Τού τοις ἐπάγει· ιϛʹ, ιζʹ. Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται. Ὅπως ἐνδεεῖς ἄρτου καὶ ὕδατος γένωνται· καὶ ἀφανισθήσεται ἄν θρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. Δύο δὲ διὰ τῆς ἀρτοποιΐας ἐκείνης σημαίνεται πράγματα, διὰ μὲν τοῦ σταθμοῦ ὁ ἐν Ἱεροσολύμοις λιμὸς, διὰ δὲ τῆς ἀκαθάρτου κατασκευῆς ἡ ἐν τοῖς παρανόμοις ἔθνεσι διαγωγή. Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει. "Ἐντακήσονται γὰρ, φησὶν, ἐν ταῖς ἀδικίαις αὑτῶν·" δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν.
English
Compelled, the prophet lays bare his lawful manner of life, entreating the man-loving Master to dissolve by another command what had been enjoined; and at once he persuaded him. For he is good and easily bends to suppliants, just as indeed at that time also, when he cried out, he commanded them to use pulse for the baking of bread. To these things he adds: 16, 17. Son of man, behold, I break the staff of bread in Jerusalem, and they shall eat bread by weight and in want, and they shall drink water by measure and in desolation. That they may become destitute of bread and water; and man and his brother shall be destroyed, and they shall be consumed in their iniquities. But two things are signified through that baking of bread: through the weight, the famine in Jerusalem; through the unclean preparation, the manner of life among the lawless nations. But the punishment contains what is just. For they shall be consumed, he says, in their own iniquities; for they shall pay the penalty, he says, for the sins they continued to commit.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:47 · narrative
Source
ΚΕΦΑΛ. Εʹ. αʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν, ὥσπερ ξυρὸν κουρέως, καὶ κτῆ σαι αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου, καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς. Ἡ ῥομφαία τὴν τιμωρητικὴν αἰνίττεται δύναμιν· ἡ δὲ τῶν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀφαίρεσις, τῆς εὐπρεπείας τὴν στέρησιν· τὰ δὲ ζυγὰ καὶ σταθμία, τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον· οὐδὲν γὰρ ἀστάθμητον παρὰ τοῖς ἀνεξερευνήτοις αὐτοῦ κρίμασι. βʹ. Τὸ τέταρτον ἐν πυρὶ κατακαύσεις ἐν μέσῃ τῇ πόλει, κατὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ σου, καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύ ματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. Ταῦτα αὐτὸς ἑρμηνεύει μετὰ βραχέα, καὶ καλεῖ πῦρ, καὶ τὸν λιμὸν, καὶ τὸν θάνατον· διὸ τὰ δύο τέταρτα προσέταξε τῷ πυρὶ παραδοθῆναι, ὡς καὶ τούτου κἀ κείνου δίκην πυρὸς ἐπινεμομένου τοὺς ἀνθρώπους· διὰ δὲ τῆς ῥομφαίας τὴν τῶν πολεμίων ἔφοδον ἐσήμανε, καὶ τὰς ὑπ' ἐκείνων ἐσομένας σφαγάς· τὸν δὲ διασκορπισμὸν τὴν αἰχμαλωσίαν καὶ τὴν ἐσομένην διασπορὰν, περὶ ὧν ἐπήγαγε· "Καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν·" καὶ γὰρ μετὰ τὸ γενέσθαι δορυάλωτοι μυρία θανάτων ὑπέμειναν εἴδη. γʹ, δʹ. Καὶ λήψῃ, φησὶν, ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς ἐν μέσῳ τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτοῦ ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραήλ.
English
CHAPTER 5 1. And you, son of man, take for yourself a sharp sword, like a barber's razor, and acquire it for yourself, and bring it upon your head and upon your beard, and you shall take a yoke of scales and divide them. The sword hints at the punitive power; the removal of the hairs of the head and the beard, the deprivation of comeliness; the yoke and the scales, the justice of God's verdict; for nothing is unweighed in his unsearchable judgments. 2. You shall burn a fourth part in the fire in the midst of the city, according to the completion of the days of your confinement, and you shall take a fourth part and burn it in the midst of it, and a fourth part you shall cut down with the sword round about it, and a fourth part you shall scatter to the wind, and I will empty out a sword after them. These things he himself interprets a little later, and calls fire, and famine, and death; wherefore he commanded the two fourths to be handed over to the fire, since both this and that ravage men with the punishment of fire; and through the sword he signified the assault of the enemies, and the slaughters that would be made by them; and the scattering, the captivity and the dispersion that would come to be, concerning which he added: "And I will empty out a sword after them"; for even after they became captives of war they endured countless forms of death. 3, 4. And you shall take, he says, from there a few in number, and you shall gather them up in the fold of your robe. And from these you shall take still more, and throw them into the midst of the fire, and burn them in fire; from it fire shall go out upon all the house of Israel.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:48 · narrative
Source
Σημαίνει δὲ διὰ τούτων τοὺς ὑπο λειφθέντας, οὓς Ναβουζαρδᾶν ὁ ἀρχιμάγειρος κατέλιπε μετὰ Γοδολίου, οἳ πάλιν διαφόρως κατηναλώθησαν· νῦν μὲν ὑπ' ἀλλήλων ἀναιρούμενοι, νῦν δὲ εἰς Αἴγυπτον ἀποδιδράσκοντες, καὶ τῆς ἀσεβείας οὐκ ἀφιστάμενοι. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Ἱερεμίου προφητεία διδάσκει. Τὸ δὲ, "Ἐξ αὐτῆς ἐξ ελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραὴλ," αἰνίττεται μὲν καὶ τὴν τότε γενομένην ἀγανάκτησιν τοῦ Βαβυλωνίου, καὶ τὸν ἐπενεχθέντα αὐτοῖς ἐν Αἰγύπτῳ ὄλεθρον· προσημαίνει δὲ καὶ τὰς μετὰ τὴν ἐπάν οδον ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γενομένας στάσεις, δι' ἃς ταῖς μυρίαις ἐκείναις περιέπεσον συμ φοραῖς. Διαφερόντως δὲ προαγορεύει τὴν κατὰ τοῦ Δεσπότου Χριστοῦ μανίαν, καὶ τὴν μετὰ τὸν σταυ ρὸν γενομένην αὐτῶν πανωλεθρίαν, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασποράν. Ταῦτα, φησὶ, ποιήσας, εἰπὲ καὶ τῆς τιμωρίας τὰς αἰτίας. εʹ, ϛʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Αὕτη Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας· καὶ ἐρεῖς, ἤλ λαξε τὰ δικαιώματά μου εἰς ἀνομίαν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῆς. Διότι τὰ δικαιώματά μου ἀπώσαντο αὐτὰ, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς. Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀν θρώπους εὐεργετῆσαι βουλόμενος· διὸ καὶ νόμον αὐτοῖς ἀπὸ πάντων αὐτοὺς διορίζοντα δέδωκεν, ἵνα κἀντεῦθεν τὸ ἐπίσημον ἔχωσιν· ἔδωκε δὲ αὐτοῖς καὶ τόπον εἰς οἰκητήριον τῆς οἰκουμένης τὰ μέσα· πρὸς ἕω μὲν γὰρ καὶ ἄρκτον τὴν Ἀσίαν εἶχον, πρὸς ἑσπέ ραν δὲ τὴν Εὐρώπην διὰ τῆς θαλάσσης συναπτομένην· ἀπὸ δὲ νότου τὴν Λιβύην.
English
By these things he signifies those who were left behind, whom Nebuzaradan the captain of the guard left with Gedaliah, who in turn were consumed in various ways: now being slain by one another, now fleeing to Egypt, and not departing from impiety. And the prophecy of Jeremiah clearly teaches us this. But the phrase, "From it fire shall go out into all the house of Israel," hints at the indignation of the Babylonian that occurred then, and the destruction brought upon them in Egypt; and it also foretells the seditions that took place after the return, in the time of Antiochus Epiphanes, through which they fell into those countless calamities. And in a distinct manner it foretells the madness against the Lord Christ, and the utter destruction of them that came after the cross, and their dispersion into all the inhabited world. Having done these things, he says, speak also the causes of the punishment. 5, 6. Thus says Adonai the Lord: This is Jerusalem; I have set her in the midst of the nations, and the lands round about her; and you shall say, She has rejected my statutes unto iniquity, more than the nations round about her. For they thrust away my statutes, and in my laws they did not walk in them. The God of all chose the nation of the Jews, wishing through them to benefit all men; therefore he also gave them a law that separated them from all, so that from this too they might have the distinction; and he gave them also a place for dwelling in the middle of the inhabited world: for toward the east and the north they had Asia, toward the west Europe joined by the sea, and from the south Libya.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:49 · narrative
Source
Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διείλοντο. "Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν· αὕτη δὲ πᾶν τοὐναντίον πεποίηκεν· οὐ γὰρ μόνον αὐτοῖς τῆς παρ' ἐμοῦ δοθείσης εὐνομίας οὐ μετέδωκεν, ἀλλὰ καὶ τῆς ἐκείνων δυσσεβείας μετέλαβε. ζʹ, ηʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἡ μορφὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν, ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν οὐκ ἐποιήσατε. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ τὸν τῶν ἐθνῶν ἀνεμάξασθε χαρακτῆρα, καὶ τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐνεφύρητε, καὶ τὰ ἐμὰ δικαιώματά τε καὶ νόμιμα διεπτύσατε, ὑπερβολῇ δὲ παρανομίας χρώμενοι ὑπερηκοντίσατε τῇ δυσσεβείᾳ τὰ ἔθνη, παρ' ὧν ταύτην ἐμάθετε· τούτου χάριν προ φανῶς σοι δικάσω, τῶν ἐθνῶν θεωρούντων τὸ δικα στήριον, καὶ τῆς δίκης ἀκροωμένων· ἵν' ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν. θʹ. Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ πάντα τὰ βδελύγματά σου. Εἶτα διδάσκει, τίνα τὰ
English
For Noah's sons divided the inhabited world into these three parts. "I have therefore set Jerusalem," says God, "in the midst of the nations, so that they might draw benefit from her and learn all godliness and good order from her; but she has done the very opposite. For not only did she not share with them the good order given by me, but she also partook of their impiety. 7, 8. Therefore thus says the Lord Adonai: Because your form is from the nations round about you, you did not walk in my statutes, and you did not do my judgments, nor did you do according to the judgments of the nations round about you. Therefore thus says the Lord Adonai: Behold, I am against you, and I will execute judgment in your midst before the nations. For since you imitated the character of the nations and were inflamed with their practices, and spat upon my judgments and statutes, and by excess of lawlessness surpassed the nations in impiety, from whom you learned it—for this cause I will judge you openly, while the nations behold the tribunal and listen to the judgment; so that, since they were not benefited by your good order, they might at least draw benefit from your punishment. 9. And I will do in you what I have not done, and I will never do the like again, because of all your abominations. Then he teaches what are the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:50 · narrative
Source
ἠπειλημένα. ιʹ. Διὰ τοῦτο πατέρες φάγονται τέκνα ἀναμέ σον σου, καὶ τέκνα φάγονται πατέρας. Τοῦτο δὲ καὶ ἐν τῇ Βαβυλωνίων, καὶ ἐν τῇ Ῥωμαίων πολιορκίᾳ γεγένηται, τῆς ὑπερβολῆς τοῦ λιμοῦ τὴν ἀνοσιουργίαν ἐργασαμένης. "Καὶ ποιήσω ἐν σοὶ κρίματα." Τουτέστι, δικαίως σοι δικάσω. "Καὶ δια σπερῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον." Οὐ δεῖται ἑρμηνείας λόγος, τῶν πραγμά των βοώντων. ιαʹ. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ἦ μὴν ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσοχθίσμασί σου, καὶ ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε. Ἅγια καλεῖ οὐ μόνον τὰ νόμιμα, ἀλλὰ καὶ τὸν ἀφορισθέντα αὐτῷ ναὸν, ὃν τῇ τῶν εἰδώλων ἐβεβήλωσαν στάσει· προσοχθίσματα δὲ καὶ βδελύγματα, τὰ εἴδωλα ὀνομάζει, βδελύγματα μὲν ὡς βδελυγμίας μεστὰ, προσοχθίσματα τὰ ἀηδίας πάσης ἀνάμεστα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τῆς Ῥεβέκκας λεγόμενον· "Προσώχθικα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων, εἰ λήψεται Ἰακὼβ ὁ υἱός μου ἐξ αὐτῶν γυναῖκα, ἱνατί μοι ζῇν;" τουτέστι, Βδελύττομαι σφόδρα τὰς θυγατέρας τῶν Χαναναίων. Καὶ πάλιν ὁ Θεὸς διὰ τοῦ Δαβὶδ, "Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλα νῶνται τῇ καρδίᾳ· τουτέστιν, Ἐβδελυξάμην. Καὶ πάλιν περὶ τοῦ παρανόμου, φησὶν ὁ αὐτὸς προφήτης "Κακίᾳ δὲ οὐ προσώχθισε", τουτέστιν, οὐκ ἐβδελύξατο τὴν κακίαν. "Οὐ φείσεται ὀφθαλμός μου, καὶ οὐκ ἐλεήσω ἐγώ." Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται.
English
...threatened. 10. Therefore fathers shall eat children in the midst of you, and children shall eat fathers. This also happened in the siege of the Babylonians and in that of the Romans, the excess of famine having brought about the impious deed. "And I will execute judgments in you." That is, I will judge you justly. "And I will scatter all your remnant to every wind." The statement does not need interpretation, since the facts cry out. 11. Therefore, as I live, says Adonai the Lord, surely because you have defiled my holy things with all your abominations and with all your detestable things, I also will thrust you away. He calls "holy things" not only the legal ordinances but also the temple set apart for him, which they profaned by their setting up of idols; and he names the idols "abominations" and "detestable things"—detestable things as full of loathing, abominations as filled with all disgust. Such is what is said by Rebecca: "I have loathed my life because of the daughters of the Canaanites; if Jacob my son takes a wife from them, why should I live?" That is, I utterly detest the daughters of the Canaanites. And again God through David: "Therefore I loathed that generation, and I said: They always go astray in their heart"; that is, I detested them. And again concerning the lawless man, the same prophet says: "But he did not loathe wickedness"; that is, he did not detest wickedness. "My eye shall not spare, and I will not have mercy." So great is the excess of lawlessness that the merciful one does not endure to show mercy, and the lover of humanity does not spare those who are punished.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:51 · narrative
Source
Εἶτα διηγεῖται τὰ ἤδη ἡρμηνευμένα, ὅπως λιμῷ μὲν παραδώσει τὸ τέταρτον, καὶ θανάτῳ πάλιν τὴν ἄλλην μοῖραν· εἶτα τὴν ἄλλην τῇ διὰ τοῦ πολέμου σφαγῇ, καὶ τὸ λειπόμενον τέταρτον αἰχμαλωσίᾳ, τῆς τιμω ρίας πάλιν καὶ τούτοις ἀκολουθούσης. Καὶ ἐπάγει· ιγʹ. Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ' αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς. Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων. Τὸ δὲ, "Συντελεσθήσεται ἡ ὀργή μου ἐπ' αὐτοὺς", ἀντὶ τοῦ, πέρας λήψεται. Μαθόντων δὲ αὐτῶν διὰ τῆς πείρας, ὅτι Θεός εἰμι, καὶ Δεσπότης, ὅτι τὴν παρανομίαν αὐτῶν βδελυξάμενος τὴν τιμωρίαν ἐπήγαγον, παρα κληθήσομαι· ἐπὶ τοῦτο γὰρ καὶ τὰς κολάσεις ἐπ ήγαγον. ιδʹ. Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ εἰς ὄνει δος τοῖς κύκλῳ σου. Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν. "Καὶ τὰς θυγατέρας τὰς κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος." Θυγατέρας καλεῖ τὰς ὑποκειμένας πόλεις καὶ κώμας. ιεʹ. Καὶ ἔσῃ στενακτὴ, καὶ δήλη παιδείᾳ καὶ ἀφανισμοῖς, καὶ αἱ θυγατέρες σου κύκλῳ σου ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου. Ἐπίσημόν σε, φησὶν, ἐν τοῖς κακοῖς ποιήσω, ὥστε πάντας τοὺς ἀκούοντας τὸν ἀφανισμόν σου, καὶ τῶν ὑποκειμένων σοι πόλεων καὶ κωμῶν, στένειν καὶ ὀδύρεσθαι.
English
Then he recounts what has already been explained: how he will deliver a fourth part to famine, and again another portion to death; then another to slaughter through war, and the remaining fourth to captivity, with punishment again following upon these as well. And he adds: 13. And my fury shall be accomplished, and my wrath upon them, and I shall be comforted, and they shall know that I the Lord have spoken in my zeal, when I have accomplished my wrath upon them. The Divine is impassible and wholly free from anger, but it employs human terms, thus designating the punitive energies. And the phrase "My wrath shall be accomplished upon them" is instead of "it shall receive an end." But when they have learned through experience that I am God and Master, that having loathed their lawlessness I brought punishment upon them, I shall be comforted; for it was for this that I brought the chastisements upon them. 14. And I shall make you a desert, and a reproach to those round about you. This too is enough to grieve bitterly, that those dwelling nearby and perpetually at war should laugh at you and revel in your desolation. "And your daughters round about you before every passer-by." He calls daughters the cities and villages subject to you. 15. And you shall be a groaning, and manifest in chastisement and destructions, and your daughters round about you among the nations round about you. I shall make you, he says, conspicuous in evils, so that all who hear of your destruction, and of the cities and villages subject to you, may groan and lament.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:52 · narrative
Source
"Ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ὀργῇ καὶ ἐν θυμῷ, ἐν ἐκδικήσει θυμοῦ, καὶ ἐλέγχοις." Εἶτα τὸ ἀψευδὲς δεικνὺς τῶν εἰρημένων, ιϛʹ. Ἐγὼ Κύριος, φησὶ, λελάληκα. Ἱκανὴ γὰρ ἡ τοῦ προσώπου δήλωσις τὴν ἀλήθειαν δεῖξαι. Ἐν τῷ ἐξαποστεῖλαι με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ' αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν· καὶ ἀποστελῶ αὐτὰς διαφθεῖραι ὑμᾶς, καὶ λιμὸν συντάξω, καὶ συντρίψω στήριγμα ἄρτου σου. (ιζʹ) Καὶ ἐξαποστελῶ ἐπὶ σὲ ῥομφαίαν, καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσεται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα. Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούον τας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μετα βάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν. Θηρία δὲ πονηρὰ τοὺς ὠμοτάτους Χαλδαίους ὠνό μασεν, δίκην θηρίων ὠμοβόρων ἐπιόντας, καὶ τοὺς μὲν κατασφάττοντας, τοὺς δὲ ζωγροῦντας καὶ δορυ αλώτους λαμβάνοντας. ΚΕΦΑΛ. ςʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπ' αὐτὰ, καὶ ἐρεῖς. Οὐ λογικὰ τὰ ὄρη, οὔτε μὴν ἔμψυχα, ἀλλὰ καὶ ἀναίσθητα· εἰς ἔλεγχον δὲ τῶν λογικῶν τοῖς ἀψύχοις προσδιαλέγεται· οὕτω καὶ ἐπὶ τοῦ Ἱε ροβοὰμ πρὸς τὸ θυσιαστήριον ὁ ἄνθρωπος τοῦ Θεοῦ τοὺς λόγους ἐποιήσατο. γʹ, δʹ. Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε τὸν λόγον Ἀδωναῒ Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν.
English
When I execute judgments among you in anger and in wrath, in vengeance of fury, and with reproofs." Then he shows the truthfulness of what has been said: "I, the Lord, have spoken," he says. For the declaration of the person is sufficient to show the truth. "When I send my arrows of famine against them, and they shall come to destruction; and I will send them to destroy you, and I will appoint famine, and I will break the staff of your bread. (17) And I will send against you the sword, and evil beasts, and I will punish you, and death and blood shall pass over you, and I will bring the sword against you round about; I, the Lord, have spoken." He says the same things many times, wishing to terrify those who hear, so that by the fear of grievous things he might turn them to piety, and not bring upon them the experience of the threat. And "evil beasts" he called the most savage Chaldeans, who attack like man-eating beasts, some slaughtering, others taking alive and capturing as prisoners of war. CHAPTER 6 1, 2. And the word of the Lord came to me, saying: Son of man, set your face toward the mountains of Israel, and prophesy against them, and you shall say. The mountains are not rational, nor indeed animate, but even insensible; yet for the reproof of rational beings he converses with soulless things; thus also in the case of Jeroboam the man of God made his words to the altar. 3, 4. Mountains of Israel, hear the word of the Lord Adonai: thus says the Lord Adonai to the mountains, and to the hills, and to the valleys, and to the ravines: Behold, I bring upon you the sword, and your high places shall be utterly destroyed.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:53 · narrative
Source
Καὶ ἀφανισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντρι βήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυ ματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν. Ἐπειδὴ γὰρ ἐν τούτοις πᾶσι τοῖς χωρίοις βωμοὺς τοῖς εἰδώ λοις ἀνήγειραν, ἀναγκαίως προλέγει τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον, καὶ τὰς πανταχοῦ γενησομένας σφαγὰς, καὶ τῶν εἰδωλικῶν τεμενῶν τὴν ἐκπόρθησιν. εʹ, ϛʹ. Καὶ δώσω τὰ πτώματα υἱῶν Ἰσραὴλ κατὰ πρόσωπον εἰδώλων αὐτῶν, καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ' ἐκείνων ἀπήλαυσαν. "Καὶ αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσονται, ὅπως ἐξολοθρευθῇ τε καὶ πλημμελήσῃ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται." Τὸ δὲ πλημμελήσῃ, ἐρημωθήσῃ ὁ Σύμμαχος ἡρμήνευσε. "Καὶ κατα παύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν." Ἔδειξε τῆς τιμω ρίας τὰς αἰτίας· ἰατρικῶς γὰρ ὁ φιλάνθρωπος κολά ζει Δεσπότης, ἵνα παύσῃ τῆς ἀσεβείας τὸν δρόμον· ταῦτα γὰρ πάντα, φησὶ, ποιῶ, καὶ τὴν ἐρημίαν ἐπάξω, ἵνα σβέσω τὴν περὶ τὰ εἴδωλα μανίαν τε καὶ λύτταν. ζʹ. Καὶ πεσοῦνται τραυματίαι ὑμῶν ἐν μέσῳ ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Ὥστε ἡ τι μωρία διδάσκαλος θεογνωσίας·
English
And your altars shall be made desolate, and your sanctuaries shall be shattered, and I will cast down your wounded before your idols. For since in all these places they had raised up altars to the idols, he necessarily foretells the coming assault of the enemies, and the slaughters that will take place everywhere, and the plundering of the idolatrous sanctuaries. 5, 6. And I will give the corpses of the sons of Israel before their idols, and I will scatter your bones around your altars, in all your dwelling places. He has transferred the discourse from lifeless things to rational beings, and he threatens that he will fill the sanctuaries of the idols with the dead, and the altars of the demons with human bones, teaching through the punishment that they derived no benefit from the worship of the demons, nor indeed did they enjoy any assistance from them in the calamities that were brought upon them. "And the cities shall be made desolate, and the high places shall be made desolate, so that your altars may be utterly destroyed and may fail, and be shattered." The Symmachus translation rendered "may fail" as "may be made desolate." "And I will cause your idols to cease, and your sanctuaries to be taken away, and your works to be blotted out." He has shown the causes of the punishment; for the philanthropic Master punishes in a medicinal manner, in order that he may stop the course of impiety; for all these things, he says, I do, and I will bring desolation, in order that I may quench the madness and frenzy concerning the idols. 7. And your wounded shall fall in the midst of you, and you shall know that I am the Lord. So that the punishment is a teacher of the knowledge of God.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:54 · narrative
Source
διὸ καὶ ὁ μακά ριος ἔλεγε Δαβὶδ, "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." ηʹ. Καὶ ὑπολείψομαι, τοῦ γενέσθαι ἐξ ὑμῶν ἀνασωζόμενον ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις. Ἐπειδὴ γὰρ εἶπε, "Γνώσεσθε ὅτι ἐγὼ Κύριος," ἀναγκαίως δείκνυσι τοὺς ὠφεληθησομένους· οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας διασπαρέντες, ἐκ τῆς τιμωρίας τὴν ὠφέλειαν καρπώσονται. Διὸ ἐπάγει· θʹ. Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ. Χρήσιμος τοίνυν ἡ ὑπὸ Θεοῦ ἐπιφερομένη παιδεία· μεταμελείας γὰρ μήτηρ. Ὀμώμοκα γὰρ τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ, τῇ ἀποστάσῃ ἀπ' ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, ὅτι κλαύσονται κατὰ πρόσωπον ἑαυτῶν περὶ τῶν κακῶν, ὧν ἐποίησαν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν. (ιʹ.) Καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος οὐκ εἰς δωρεὰν λελάληκα τοῦ ποιῆσαι ἅπαντα τὰ κακὰ ταῦτα. Ἀναντίῤῥητος, φησὶν, ἔσται αὐτοῖς μεταμέλεια, ἐφ' οἷς ἐμὲ μὲν ἐγκατέλιπον, τὴν δὲ τῶν εἰδώλων ἠγάπησαν θεραπείαν· τοῦτο γὰρ ἐνταῦθα πορνείαν ἐκάλεσε· καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις· τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια. ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κρότησον τῇ χειρί σου, καὶ ψόφησον τῷ ποδί σου, καὶ εἰπὸν, Εὖγε, εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασι τῶν κα κῶν οἴκου Ἰσραὴλ, ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ πεσοῦνται.
English
Therefore also the blessed David said, "It is good for me that you humbled me, that I might learn your statutes." 9. And I will leave a remnant, that there may be from you some who escape the sword among the nations, in your dispersion in the lands. For since he said, "You shall know that I am the Lord," he necessarily shows those who will be benefited; for those scattered from the captivity will reap benefit from the punishment. Therefore he adds: 9. And those of you who escape shall remember me, where they were carried captive. Useful, then, is the discipline brought upon them by God; for it is the mother of repentance. For I have sworn to their heart that prostitutes itself, that has departed from me, and to their eyes that prostitute themselves after their practices, that they shall weep before their own face for the evils which they did in all their abominations. (10.) And they shall know, because I the Lord have not spoken in vain to do all these evils. Irreversible, he says, will be their repentance for the things in which they abandoned me and loved the service of idols; for this he called prostitution here; and they shall learn through experience itself that neither unjustly nor unprofitably did I surround them with these punishments; for injustice demonstrates the just, and repentance demonstrates the benefit. 11. Thus says Adonai the Lord: Clap your hand, and stamp your foot, and say, Well done, well done, upon all the abominations of the evils of the house of Israel, who shall fall by the sword, and by famine, and by death.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:55 · narrative
Source
Ἐμοῦ, φησὶν, ἀποφαινομένου, καὶ καταψηφιζομένου τὰς παντοδαπὰς τι μωρίας, σὺ κρότει, καὶ θαύμαζε τῆς ψήφου τὸ δί καιον. Εἶτα πάλιν τὰ αὐτὰ προαγορεύσας, ὅπως καὶ λιμῷ, καὶ θανάτῳ, καὶ σφαγῇ πολεμίων, καὶ αἰχμαλωσίᾳ παραδοθήσονται, καὶ ὅτι κύκλῳ τῶν εἰδωλικῶν θυσιαστηρίων σφαγήσονται, καὶ ἐν τοῖς ἄλσεσι τοῖς ὑπ' αὐτῶν τιμηθεῖσι. "Καὶ ὑποκάτω δρυὸς δασείας ἔδωκαν, φησὶν, ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὑτῶν." Ὑποδείκνυσι καὶ τῆς ἐρημίας τοὺς ὅρους. ιδʹ. Θήσομαι γὰρ, φησὶ, τὴν γῆν εἰς ἀφανι σμὸν καὶ ὄλεθρον ἀπὸ τῆς ἐρήμου τῆς Δεβλαθὰ ἐν πάσαις ταῖς κατοικίαις αὐτῶν, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος. ΚΕΦΑΛ. ζʹ. Καὶ εἰδὼς τὴν συνέχειαν τῶν ἀνιαρῶν προῤῥήσεων, καὶ τοὺς λίαν ἀντιτύπους ἀποχρῶσαν μαλάξαι, πάλιν ἑτέρως προλέγει τὰ λυπηρά. αʹ, γʹ. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρός με λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. Ἥκει τὸ πέρας νῦν, καὶ ἥξει τὸ πέρας ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Τέσσαρας δὲ πτέρυγας τῆς γῆς οὐ τῆς οἰκουμένης λέγει, ἀλλὰ τῆς τοῦ Ἰσραήλ· ἀντὶ τοῦ, Τέλος τὰ καθ' ὑμᾶς ἔλαβε· μὴ γὰρ δὴ νομίσητε διαφεύξεσθαι τὰ ἠπειλημένα κακὰ, μετανοίᾳ μὴ χρώμενοι· κατὰ πάντων γὰρ ὑμῶν ὄλεθρος χωρήσει. "Καὶ ἐπαποστελῶ ἐγὼ τὸν θυμόν μου ἐπὶ σὲ, καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου." Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύ λου· "Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν τος·" ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· "Καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου.
English
When I, he says, give my verdict and condemn your manifold punishments, do you clap your hands and marvel at the justice of the sentence. Then again, having foretold the same things—that they will be handed over to famine, to death, to the slaughter of enemies, and to captivity, and that around the idolatrous altars they will be slaughtered, and in the groves honored by them. "And under a thick oak," he says, "they gave a sweet-smelling savor to all their idols." He also indicates the boundaries of the desolation. 14. "For I will make," he says, "the land a desolation and a destruction from the wilderness of Deblatha in all their dwellings, and they shall know that I am the Lord." Chapter 7. And knowing the continuity of the grievous prophecies, and that those who are exceedingly stubborn need sufficient softening, he again foretells the sorrowful things in another way. 1, 3. "For the word of the Lord came to me," he says, "saying: And you, son of man: Thus says Adonai the Lord to the land of Israel: An end has come, the end has come upon the four wings of the land. The end has come now, and the end shall come upon you who dwell in the land." And he calls "four wings of the land" not of the whole world, but of Israel's land; instead of, "The end of your affairs has come; for do not suppose that you will escape the threatened evils, if you do not practice repentance; for destruction will come upon all of you." "And I will send my wrath upon you, and I will judge you according to your ways." Now is the time for me to say with the blessed Paul: "It is a fearful thing to fall into the hands of the living God;" for he will render to each according to his works. For this is what he also said here: "And I will judge you according to your ways.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:56 · narrative
Source
Καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου," ἀντὶ τοῦ, Θερίσεις ἃ ἔσπαρκας, καὶ ἀξίας τῶν ἔργων λήψῃ τὰς ἀντιδόσεις. δʹ. Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω. Ὅταν γὰρ ἀμετρίᾳ περιπέσωμεν παρανομίας, καὶ εἰς ἀνήκεστον ἐλάσωμεν νόσον, ἀποκλείομεν τοῦ Θεοῦ τὸν ἔλεον. "Διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐπὶ σὲ ἔσται, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος." Μεγίστη τοῖς κολαζομένοις παραψυχὴ τοῦ κολάζοντος Θεοῦ ἡ ἐπίγνωσις. εʹ–ζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κακία μία, κακία ἰδοὺ ἔρχεται. Τὸ πέρας ἥκει, ἥκει τὸ πέ ρας· ἐξηγέρθη πρὸς σὲ, ἰδοὺ ἥκει τὸ πέρας. Ἥκει ἡ πλοκὴ ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία ἀπειλεῖ τὰς τιμωρίας, ἵνα μὴ ἐπαγάγῃ τὰς τιμωρίας· ὅταν δὲ μὴ φοβηθῶμεν τὰς ἀπειλὰς, τῇ πείρᾳ δεχόμεθα ταύ τας· ὅπερ καὶ οὗτοι πεπόνθασιν, ἀκούσαντες μὲν, ὅτι ἥκει τὸ πέρας, οὐ φοβηθέντες δὲ τὸ πέρας· κα λεῖ δὲ κακίαν μίαν τὴν ἐπενεχθεῖσαν πανωλεθρίαν, πλοκὴν δὲ τὰ τῆς ἁμαρτίας δεσμά· "Ταῖς γὰρ σειραῖς, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται." Καὶ ὁ Ἡσαΐας λέγει· "Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν. Ἐνέστηκε, φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων. (ηʹ.) Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ. Οὐκ ἔσται, φησὶν, ἀναβολὴ τῆς τιμωρίας, ἀλλὰ πάρεστι καὶ ἐφέστηκεν ὁ ταύτης καιρός. Εἶτα πάλιν διηγεῖται, ὅπως τῶν οἰκείων ἀδικημάτων τίσουσι τὰς δί κας. Καὶ μετὰ βραχέα ἐπιλέγει·
English
And I will give upon you all your abominations, meaning: You will reap what you have sown, and you will receive recompense worthy of your deeds. 4. My eye shall not spare you, nor will I have pity. For when we fall into measureless lawlessness and are driven into an incurable disease, we shut out God's mercy. "Because I will give your way upon you, and your abominations shall be upon you, and you shall know that I am the Lord." The greatest consolation for those being punished is the knowledge of God who punishes. 5–7. Thus says Adonai the Lord: One evil, behold, an evil comes. The end has come, the end has come; it has awakened against you, behold, the end has come. The knot has come upon you who dwell in the land. Ineffable is God's love for humanity: he threatens punishments so as not to bring punishments; but when we do not fear the threats, we receive them by experience—which is exactly what these people suffered: they heard that the end had come, but did not fear the end. And he calls the utter destruction brought upon them "one evil," and the bonds of sin a "knot"; for "each one," he says, "is strangled by the cords of his own sins." And Isaiah says: "Woe to those who draw their sins to themselves as with a long rope, and their lawless deeds as with the strap of a yoke for a heifer." The time, he says, is at hand; the day has drawn near—not with tumults nor with birth-pangs. (8.) Now I will pour out my wrath near upon you. There will be, he says, no postponement of the punishment, but its time is present and at hand. Then again he recounts how they will pay the penalty for their own injustices. And shortly after he adds:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:57 · narrative
Source
"Ἡ ῥάβδος ἤνθησε, καὶ ἡ ὕβρις ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου." Ῥάβδον δὲ τὴν τιμωρίαν ἐκάλεσεν ὑπὸ τῆς παρανομίας ἀρδευθεῖσάν τε καὶ ἀνθήσασαν· ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευ σεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας· Ἀλλ' αὕτη, φησὶν, ἐπὶ τοῦ παρόντος "ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου." Διὸ ἐπάγει· ιβʹ–ιγʹ. Ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· διότι ὀργὴ εἰς πᾶν τὸ πλῆθος αὐ τῆς. Καὶ ὁ κτώμενος πρὸς πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει. Ἀντὶ τοῦ, ἀνατρέψαι βουλόμενος τὸ συμβόλαιον· ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες· ἀλλ' ὅμως φησίν· "Ἔτι ἐν ζωῇ τὸ ζῇν αὐτῶν, ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος αὐτῆς οὐκ ἀνακάμψει." Τοσούτων γὰρ αὐτοῖς ἐπικειμένων κακῶν οὐκ ἀπαγορεύουσι, φησὶ, τὴν ζωὴν, οὐδὲ ἡ προφητικὴ ὅρα σις πιστὴ πᾶσιν αὐτοῖς εἶναι δοκεῖ· ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι "Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει." Τουτέστιν, οὐ πάντως ταῖς ἀνθρωπίναις ἐλπίσιν ἀκολουθεῖ τὰ πράγματα, ἀλλ' ἐλ πίσας τις πολλάκις ζήσεσθαι, ἐναντίον εὕρατο τὸ τέλος. ιδʹ. Σαλπίσατε σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα, καὶ οὐκ ἔστι πορευόμενος εἰς πόλε μον, ὅτι ἡ
English
The rod has blossomed, and insolence has risen up, and it will shatter the support of the lawless." He called the punishment a rod, watered and made to blossom by lawlessness; and he named insolence the impiety against God, which they continued to practice to the greatest extent, despising the divine forbearance. But this, he says, has now "risen up, and will shatter the support of the lawless." Therefore he adds: 12–13. Let not the buyer rejoice, and let not the seller mourn; for wrath is upon all its multitude. And the buyer shall no longer turn back to the seller. This means: wishing to overturn the contract; for all will fall into equal evils, lamenting and groaning alike. Nevertheless, he says: "While they are still alive, their living, because the vision concerning all its multitude shall not return." For with so many evils pressing upon them, he says, they do not renounce life, nor does the prophetic vision seem trustworthy to all of them. But they ought, he says, to know that "a man shall not prevail in the eyes of his life." That is, human hopes do not altogether govern affairs, but one who often hoped to live found the opposite end. 14. Sound the trumpet, and judge all things, and there is no one going to war, because the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:58 · narrative
Source
ὀργή μου εἰς πᾶν τὸ πλῆθος αὐτῆς. Ἐπειδὴ νομίζετε, φησὶ, ψευδῆ εἶναι τὰ παρ' ἐμοῦ προλεγόμενα, χρήσασθε ταῖς σάλπιγξι ταῖς ὑμετέ ραις, νομίσατε πάντων εἶναι κρείττους· ἀλλ' οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθε· οὐχ ἕξετε γὰρ τοὺς πολε μῆσαι δυναμένους· κοινῇ γὰρ πᾶσι τὴν παντοδαπὴν ἐπιφέρω τιμωρίαν. ιεʹ. Ὁ πόλεμος, καὶ ἡ ῥομφαία ἔξωθεν, καὶ ὁ λιμὸς, καὶ ὁ θάνατος ἔσωθεν. Ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λι μὸς καὶ θάνατος συντελέσει. Πῶς τοίνυν, φησὶ, δυνήσεσθε πολεμεῖν, ὑπὸ τοσούτων καὶ τηλικούτων κακῶν περιστοιχιζόμενοι; ιϛʹ. Καὶ ἀνασωθήσονται, φησὶν, οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων, ὡς περιστεραὶ μελετητικαί. Ὀδυρόμενοι γὰρ καὶ θρηνοῦντες περιστεραῖς μελετώσαις ἀπεικασθή σονται· στένουσι γὰρ ἔοικε τῶν περιστερῶν ἡ φωνή. "Πάντας, φησὶν, ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὑτοῦ." Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας. ιζʹ. Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ. Ἑκάτερον τῆς δειλίας σημεῖον. ιηʹ. Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. Ὅταν γὰρ, φησὶν, ἴδωσι τῶν ἐπιφερομένων κα κῶν τὸ νέφος, καὶ οὐδεμίαν οὐδαμόθεν ἀναφαινομένην βοήθειαν, τότε ἀπαγορεύοντες ῥίψουσι μὲν τὰ πολεμικὰ ὅπλα, τὸ δὲ πένθιμον ἀναλήψονται σχῆμα· διὸ καὶ σάκκου ἐμνημόνευσε, καὶ κεφαλῆς ἐξυρημέ νης· ταῦτα γὰρ εἰώθασιν οἱ τηνικάδε πενθοῦντες ἐπιτηδεύειν. ιθʹ.
English
My anger upon all her multitude. Since, he says, you think that what is foretold by me is false, use your own trumpets, consider yourselves better than all; but you will gain nothing from this; for you will not have those able to wage war; for in common I bring upon all every kind of punishment. 15. War, and the sword outside, and famine, and death inside. He who is in the plain shall die by the sword, but those in the city famine and death shall finish off. How then, he says, will you be able to wage war, surrounded by so many and such great evils? 16. And those who are saved from them shall be saved, he says, and they shall be on the mountains, like meditating doves. For mourning and lamenting they shall be likened to meditating doves; for the voice of doves resembles groaning. "All, he says, I will kill, each in his own injustices." Not unjustly will I bring the punishment, but I will exact from each the penalties he deserves. 17. All hands shall be loosened, and all thighs shall be defiled with moisture. Each is a sign of cowardice. 18. And they shall gird themselves with sackcloth, and amazement shall cover them, and shame upon every face, and baldness upon every head. For when, he says, they see the cloud of the evils brought upon them, and no help appearing from anywhere, then, giving up, they shall throw away their weapons of war, and shall take up the garb of mourning; therefore he mentioned sackcloth and a shaved head; for those who mourn at such times are accustomed to practice these things. 19.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:59 · narrative
Source
Καὶ τὸ ἀργύριον αὐτῶν ἐν ταῖς πλατείαις ῥιφήσεται, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν χρημάτων ὑπεροψίας διδάσκει. "Τὸ γὰρ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον, οὐ δύναται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου." Ὁρῶντες γὰρ ἀνόνητον τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τὴν κτῆσιν, περιόψονται αὐτὰ ἐῤ ῥιμμένα, οὐκέτι τὴν προτέραν ποιούμενοι φυλακήν. "Αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ πληρωθῶσι· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι' ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται; Εἶτα διδάσκει πάλιν τὰς αἰτίας τῆς τιμωρίας. κʹ. Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν καὶ προσοχθισμάτων ἐποίησαν ἐξ αὐτῶν. Τὸν γὰρ χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους λίθους, ὕλην ἔσχον ἀλαζονείας ὁμοῦ καὶ ἀσεβείας, πολυτελῆ μὲν κόσμον ἑαυτοῖς ἐκεῖθεν κατασκευάζοντες, εἰς εἰδώλων δὲ ἐργασίαν τὰ πλεῖστα δαπανῶντες. Ἕνεκεν τούτου, φησὶ, δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. (καʹ, κβʹ.) Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. Λοιμοὺς δὲ τῆς γῆς τοὺς Βαβυλωνίους ἐκάλεσεν, ὠμοτάτους ὄντας καὶ παρανομωτάτους, καὶ δυσσεβείᾳ πάσῃ συντεθραμμένους·
English
And their silver will be cast into the streets, and their gold will be despised. Then he also teaches the reason for the contempt of wealth. "For their silver and their gold cannot deliver them in the day of the Lord's anger." For seeing the possession of silver and gold to be useless, they will overlook them as cast away, no longer keeping their former guard over them. "Their souls shall not be filled, and their bellies shall not be satisfied; because the torment of their iniquities has come." For what profit will gold or silver provide them when famine wages war and the scarcity of necessities presses upon them, on account of which their stomachs are empty of food, and their souls long for sustenance, and the torment and examination of their iniquities takes place? Then he teaches again the causes of the punishment. 20. They set the choice things of the world for arrogance, and they made images of their abominations and loathsome things from them. For gold, silver, and precious stones they held as material for both boastfulness and impiety, fashioning costly adornment for themselves from them, but spending most of it on the making of idols. For this reason, he says, I have given them to them for uncleanness. (21, 22.) And I will deliver them into the hands of strangers to plunder them, and to the plagues of the earth for spoils, and they shall profane them. And I will turn my face away from them. And he called the Babylonians "plagues of the earth," being the most savage and most lawless, and reared together with all impiety.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:60 · narrative
Source
Τούτοις, φησὶ, παραδώσω ἃ κατεσκευάσατε χρυσᾶ εἴδωλα καὶ ἀργυρᾶ, καὶ ὃν ἐποιήσατε ὑμῖν αὐτοῖς πολυτελῆ κόσμον. Καὶ βεβηλώσουσιν αὐτά· τουτέστι, Τοῖς τιμίοις ὑμῶν εἰδώλοις εἰς ἑτέραν χρήσονται κατα σκευήν. Καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰσ ελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά. (κγʹ.) Καὶ ποιήσουσι φυρμόν. Ἐπισκοπὴν αὑτοῦ τὸν ἀφιερωμένον αὐτῷ προσαγο ρεύει νεὼν, ὅθεν ἐπισκοπεῖν ἐδόκει τὸν Ἰσραὴλ, καὶ προνοίας αὐτὸν ἀξιοῦν. Παραδώσω δὲ, φησὶν, οὐ μόνον τὰ εἴδωλα αὐτῶν τοῖς Βαβυλωνίοις, ἀλλὰ καὶ τὸν ἀφιερωμένον μοι νεὼν, ὅθεν ἐπισκοπὴν ἐποιούμην ὑμῶν. "Καὶ εἰσελεύσονται εἰς αὐτὸν ἀφυλάκτως·" ἀντὶ τοῦ, οὐχ ἡγνισμένοι, οὐδὲ κεκαθαρμένοι κατὰ τὸν νόμον, οὐδὲ περιτομὴν δεχόμενοι πρότερον, ἀλλὰ μετὰ τῆς ὑφαίμου σκευῆς, τὴν πολεμικὴν περικείμενοι πανοπλίαν, ἔνδον ἀναιροῦν τες, καὶ αὐτῶν τῶν ἀδύτων κατατολμῶντες· τοῦτο γὰρ παρεδήλωσεν, εἰπὼν, "Καὶ βεβηλώσουσιν αὐτὰ, καὶ ποιήσουσι φυρμόν." Εἶτα καὶ τὴν
English
To these, he says, I will deliver the golden and silver idols that you made, and the costly adornment that you made for yourselves. And they will profane them—that is, they will use your precious idols for another purpose. And they will defile my oversight, and they will enter into them without guard, and they will profane them. (23) And they will make a confusion. He calls his oversight the temple consecrated to him, from which he seemed to oversee Israel and to deem it worthy of his providence. But I will deliver, he says, not only their idols to the Babylonians, but also the temple consecrated to me, from which I made my oversight of you. "And they will enter into it without guard"—instead of: not purified, nor cleansed according to the law, nor having received circumcision beforehand, but with their bloody equipment, clad in the military panoply, slaying those within, and daring even the innermost sanctuaries themselves; for this he indicated, saying, "And they will profane them, and they will make a confusion." Then also the
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:61 · narrative
Source
αἰτίαν· "Διότι πλήρης ἡ γῆ λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομιῶν." Ἀπεικάζεται γὰρ, φησὶ, τῆς τούτων παρανομίας τὸ πλῆθος τῷ πλήθει τῶν κατὰ τὴν οἰκουμένην ἀνθρώπων. κδʹ. Καὶ ἄξω πονηροὺς ἐθνῶν, καὶ κατακληρονομήσουσι τοὺς οἴκους αὐτῶν, καὶ ἀπο στρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσονται τὰ ἅγια αὐτῶν. Καὶ οὐκ εἶπε, Τὰ ἅγιά μου, ἀλλὰ Τὰ ἅγια αὐτῶν· τουτέστι, Τὰ ὑπ' αὐτῶν ἀφιερωθέντα μοι, ὧν ἐγὼ μὲν οὐκ ἐδεόμην· διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην. Ἀλλὰ πάλιν ταῦτα διὰ τὴν αὐτῶν παρανομίαν μιαινόμενα καὶ πατούμενα περιόψομαι. κεʹ. Ἐξιλασμὸς ἥξει, καὶ ζητήσεις εἰρή νην, καὶ οὐκ ἔσται. Δεηθήσονται δὲ, φησὶν, ἐν τῇ ἀκμῇ τῶν κακῶν τυχεῖν εὐμενείας καὶ ἀπαλλαγῆς, καὶ οὐ τεύξονται. κϛʹ. Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν. Κακὰ δὲ ἐκ κακῶν αὐτοῖς διαδέξεται, καὶ φήμη πονηρὰ, πονηρὰν διαδέξεται φήμην. "Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖ ται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων" Ταῦτα καὶ νῦν ἐστιν ἔτι καὶ σήμερον παρ' αὐτοῖς κρατοῦντα· οὔτε γὰρ ἱερωσύνη κατὰ νόμους παρ' αὐτοῖς πολιτεύεται, καὶ τῆς προφητείας ἡ χάρις ἀπέσβη. κζʹ. Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύ σεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγού μενος, καὶ τὴν ἐκείνου φυγήν. "Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκδικήσω ἐπ' αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος" Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας.
English
the reason: "Because the land is full of peoples, and the city is full of lawlessness." For, he says, the multitude of their lawlessness is likened to the multitude of men throughout the inhabited world. 24. And I will bring the wicked of the nations, and they shall inherit their houses, and I will turn away the arrogance of their strength, and their holy things shall be defiled. And he did not say, My holy things, but Their holy things—that is, the things consecrated to me by them, which I did not need, but on account of their diligence I accepted. But again, on account of their lawlessness, I will overlook these being defiled and trampled underfoot. 25. A propitiation shall come, and you shall seek peace, and it shall not be. And they shall beg, he says, in the height of their evils to obtain favor and deliverance, and they shall not obtain it. 26. Woe upon woe shall there be, and report upon report. And evils shall succeed evils for them, and an evil report shall succeed an evil report. "And a vision shall be sought from a prophet, and the law shall perish from the priest, and counsel from the elders." These things are even now and today still prevailing among them; for neither is the priesthood administered among them according to the laws, and the grace of prophecy has been extinguished. 27. The king shall mourn, and the ruler shall be clothed in desolation, and the hands of the people of the land shall be paralyzed. Jeremiah teaches us this more clearly, expounding the events concerning Zedekiah and his flight. "According to their ways I will do to them, and by their judgments I will take vengeance upon them, and they shall know that I am the Lord." These, he says, are the penalties I will exact from them, demanding the reckoning for the things in which they transgressed.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:62 · narrative
Source
Διὸ προσ ήκει πάντας ἡμᾶς, ἐξ ἑκάστου τῶν εἰρημένων ὄνησιν δρεπομένους, μὴ κινεῖν πονηρίᾳ τὴν καθ' ἡμῶν τιμωρίαν, ἀλλὰ τοῖς τῆς μετανοίας δακρύοις θερα πεύειν τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ὑπέραντλον τὸ σκάφος γενόμενον ὑποβρυχίους ἡμᾶς ἀπεργάσηται, κατὰ δίκαια τοῦ Θεοῦ κρίματα· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Γʹ. ΚΕΦΑΛ. Ηʹ. α Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμ πτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. Δῆλός ἐστιν ὁ προφήτης σὺν τῷ Ἰεχονίᾳ τῇ αἰχμαλωσίᾳ περιπεσών· διὸ πανταχοῦ αὐτὸν ἐπισημαίνεται τὸν χρόνον. Διετέλει δὲ οἷόν τις παιδονόμος τοὺς ἐν τῇ αἰχμαλωσίᾳ ῥυθμίζων, καὶ πρὸς τὸ θεῖον βούλημα ποδηγῶν· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, "Οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου." Εἶτα ἐπάγει· "Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου." Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει. βʹ. Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω, ὡς ὅρασις φέγγους, ὡς εἶδος ἠλέκτρου. Ὃν ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο, τοῦτον ὁρᾷ δίχα τῶν Χερουβίμ· ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν· αὐτοῦ γάρ ἐστι φωνὴ, "Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην," Οὐ κατ' οὐσίαν ὤφθην· διὸ καὶ ὁ προφήτης ὁμοίωμα λέγει ἑωρακέναι. γʹ.
English
Therefore it is fitting for all of us, gathering benefit from each of the things said, not to provoke by wickedness the punishment against us, but to heal the wounds of sin with the tears of repentance, so that the vessel, having become waterlogged, may not render us submerged, according to the just judgments of God; to whom be glory unto the ages of ages. Amen. TOME 3. CHAPTER 8. 1. And it came to pass in the sixth year, in the fifth month, on the fifth day of the month, I was sitting in my house, and the elders of Judah were sitting before me. It is clear that the prophet fell into captivity together with Jeconiah; therefore he marks the time everywhere. And he continued like some paedagogue, regulating those in captivity and guiding them toward the divine will; and this he made clear by saying, "The elders of Judah were sitting before me." Then he adds: "And the hand of Adonai the Lord came upon me." He calls the operation of the divine Spirit the hand of the Lord. 2. And I saw, and behold, a likeness of a man from his loins and downward, fire, and from his loins upward, as the appearance of brightness, as the form of amber. The one he beheld upon the Cherubim, this one he sees apart from the Cherubim; for at one time he appears to him fearfully, at another gently, ordering all things according to need; for his is the voice, "I have multiplied visions, and was likened in the hands of the prophets." He was not seen according to essence; therefore the prophet also says he saw a likeness. 3.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:63 · narrative
Source
Καὶ ἐξέτεινε, φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώ που, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου. Ἐπιστῆσαι δεῖ, ὅτι ἐν ὁράσει Θεοῦ ταῦτα ὁ προφήτης ἔφη ἑωρακέναι. Οὐ τοίνυν σωμα τικὴ ἦν μετάθεσις, οὐδὲ τῶν τῆς σαρκὸς ὀφθαλ μῶν ἡ θεωρία, ἀλλ' ἐν τῷ οἴκῳ καθήμενος με ταξὺ τῶν πρεσβυτέρων Ἰούδα, ταύτην ἅπασαν τὴν ὀπτασίαν ἑώρα· καὶ τοῦτο μετὰ τὴν ταύτης διήγησιν δῆλον ποιεῖ· "Ἀνέβην γὰρ, φησὶν, ἀπὸ τῆς ὁράσεώς μου," τουτέστιν, Εἰς ἐμαυτὸν ἐπανῆλθον. Ἐπειδὴ γὰρ τὰς χαλεπὰς τιμωρίας προλέγει, ἀναγ καίως καὶ τὰς τούτων αἰτίας διδάσκει, καὶ βλέπει ἐν τῷ θείῳ νεῷ τὴν στήλην τῆς εἰκόνος τοῦ ζήλου· εἴδωλον δὲ ἦν ἐκεῖ παρανόμως ἱδρυμένον· ζῆλον δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγουσῶν. Τοῦτο δὲ καὶ διὰ τοῦ μεγάλου Μωσέως αὐτὸς ὁ Θεὸς ἔφη· "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ·" καὶ ἑρμηνεύων αὐτὸ ἐπήγαγε, Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. δʹ, εʹ. Καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου Θεοῦ Ἰσραὴλ, κατὰ τὴν ὅρασιν, ἣν ἴδον ἐν τῷ πεδίῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς τοῦ θυσιαστηρίου, οὗ ἡ εἰκὼν τοῦ ζήλου τούτου ἐν τῷ εἰσπορεύεσθαι αὐτήν.
English
And he stretched out, it says, the likeness of a human hand, and took me up by the crown of my head, and the Spirit took me up between the earth and between the heaven, and brought me to Jerusalem in a vision of God, to the porch of the inner gate that looks toward the north, where was the pillar of the image of jealousy that provokes. It must be noted that the prophet said he had seen these things in a vision of God. Therefore it was not a bodily transference, nor was the sight by the eyes of the flesh, but sitting in the house among the elders of Judah he saw this whole vision; and he makes this clear after the narration of it: "For I went up, it says, from my vision," that is, I returned to myself. For since he foretells the harsh punishments, he necessarily also teaches their causes, and he sees in the divine temple the pillar of the image of jealousy; and it was an idol unlawfully set up there; and he calls it jealousy by a metaphor from adulterous women, who bring their husbands to jealousy. And God himself said this also through the great Moses: "They provoked me to jealousy with what is not God;" and interpreting it he added, They provoked me to anger with their idols. And behold, there was there the glory of the Lord God of Israel, according to the vision which I saw in the plain. And he said to me: Son of man, lift up your eyes toward the north; and I lifted up my eyes toward the north, to the gate that is toward the east of the altar, where was the image of this jealousy as one enters.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:64 · narrative
Source
Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται· οὗ χάριν αὐτῷ πάντα ὑποδείκνυσιν ὁ δίκαιος κριτὴς τὰ ὑπ' ἐκείνων τολμώμενα. ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν, ἀνομίας μεγάλας, ἃς ὁ οἶκος Ἰσραὴλ ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου; Ὁρᾷς, φησὶν, ὡς αὐτοὶ ταῖς οἰκείαις πονηρίαις ἐπισπῶνται τὰς τιμωρίας; Ἀσεβοῦντες γὰρ, καὶ τῆς ἐμῆς θεραπείας καταφρονοῦντες, πόῤῥω τῶν ἁγίων μου γενήσονται τόπων, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν, ὅτι οἱ μακρύναντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ζʹ–θʹ. Καὶ ἐπήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ ἴδον, καὶ ἰδοὺ ὀπὴ ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε. Δείξας αὐτῷ ὁ Δεσπότης τὴν προφανῶς ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ὑποδείκνυσι καὶ τὰ κρύβδην γιγνόμενα. ιʹ, ιαʹ. Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἴδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα τοῦ οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐν τῷ τοίχῳ κύκλῳ διόλου. Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυ τέρων οἴκου Ἰσραὴλ καὶ Ἰεζονίας υἱὸς Σαφὰν εἱστήκει ἐν τῷ μέσῳ αὐτῶν, καὶ ἕκαστος τὸ θυμιατήριον εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. Πολλὴ πρὸς τῇ ἀσεβείᾳ ἡ τῆς ἀνοίας ὑπερβολή· τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν; Τὰ μὲν γὰρ ἀναιρεῖν εἰώθαμεν, ὡς λυμαντικὰ καὶ ἐπίβουλα·
English
And we have already said beforehand that the prophet is being taught the justice of the Jews' punishment; for this reason the righteous judge shows him all the things dared by them. 6. And he said to me: Son of man, have you seen what these are doing, great lawless deeds, which the house of Israel does here, so as to keep away from my holy things? You see, he says, how they themselves by their own wickednesses draw punishments upon themselves? For being impious and despising my worship, they will be far from my holy places, according to the prophecy of David, that those who distance themselves from you will perish. 7–9. And he brought me to the porches of the court, and I saw, and behold, a hole in the wall. And he said to me: Son of man, dig now in the wall; and I dug, and behold, one door in the wall. And he said to me: Enter and see the evil lawless deeds which these do here. The Master, having shown him the impiety openly dared by them, shows also the things done in secret. 10, 11. For I entered, he says, and I saw, and behold, every likeness of reptile and beast, vain abominations, and all the idols of the house of Israel drawn on the wall all around completely. And seventy men from the elders of the house of Israel, and Jazonias son of Shaphan, stood in their midst, and each held his censer in his hand, and the vapor of the incense went up. Great is the excess of folly in addition to the impiety; for what is more foolish than those who worship the images of venomous reptiles and irrational beasts? For we are accustomed to destroy them, as destructive and treacherous;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:65 · narrative
Source
τὰ δὲ εἰς ἡμετέραν δουλείαν καὶ θεραπείαν ὁ Δεσπότης ἀπένειμεν. "Τῷ γὰρ, φησὶν, ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον– καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Σκοπήσωμεν τοίνυν, πόσης ἐστὶν ἀλογίας μεστὸν, τὸ τῶν οἰκετῶν καὶ δούλων προσκυνεῖν τὰς εἰκόνας. Ὅθεν εἰκό τως ὁ Δεσπότης ἀγανακτῶν, πρὸς τὸν προφήτην φησίν· ιβʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος ἐν τῷ κοιτῶνι αὑτοῦ τῷ κρυπτῷ, διότι εἶπον· Οὐχ ὁρᾷ Κύριος, ἐγκαταλέλοιπε τὴν γῆν. Αἰτία γὰρ τῆς ἀσεβείας ἡ τοῦ Θεοῦ λήθη, καὶ πείσαντες σφᾶς αὐ τοὺς, ὡς οὐδὲν τῶν ὑπ' αὐτῶν γιγνομένων ὁ Θεὸς ἐφορᾷ, ἐπ' ἐκείνην τὴν παρανομίαν ἐχώρησαν. Ὑπὸ δὲ τοῦ μακαρίου Δαβὶδ τοὐναντίον καὶ φρονεῖν διδασκόμεθα καὶ λέγειν· "Προωρόμην γὰρ, φησὶ, τὸν Κύριον ἐνώπιόν, μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ." ιγʹ, ιδʹ. Καὶ εἶπε πρός με· Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου, τῆς βλε πούσης πρὸς βοῤῥᾶν· καὶ ἰδοὺ γυναῖκες καθεζόμεναι καὶ θρηνοῦσαι τὸν Θαμμούζ. Τούτων δὲ οὐ μόνον ἀσέβειαν, ἀλλὰ καὶ ἀκολασίαν κατηγορεῖ. Ὁ γὰρ Θαμμοὺζ ὁ Ἄδωνίς ἐστι κατὰ τὴν Ἑλλάδαφωνήν. Ἀφροδισίων τοίνυν ὀργίων ὁ θρῆνος, ἀκολάστου δαίμονος, καὶ δι' ἀκολασίαν δεχομένου τὴν θεραπείαν. ιεʹ, ιϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν· καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσια στηρίου, ὡς εἴκοσι πέντε ἄνδρες·
English
But the Master assigned to our servitude and service. "For," he says, "to what springs up on the mountains, grass—and herbage for the service of men." Let us consider, then, how full of irrationality it is for household servants and slaves to worship images. Whence, reasonably, the Master, being indignant, says to the prophet: 12. You have seen, son of man, what the elders of the house of Israel do, each in his own chamber, in secret, because they said: The Lord does not see; he has forsaken the land. For the cause of impiety is forgetfulness of God, and having persuaded themselves that God observes nothing of what is done by them, they proceeded to that lawlessness. But by the blessed David we are taught both to think and to say the opposite: "For," he says, "I foresaw the Lord before me continually, because he is at my right hand, that I may not be shaken." 13, 14. And he said to me: You will see still greater lawlessnesses, which these do. And he brought me to the thresholds of the gate of the house of the Lord, which looks toward the north; and behold, women sitting and lamenting Thammuz. But he accuses them not only of impiety but also of licentiousness. For Thammuz is Adonis in the Greek tongue. The lament, then, is of Aphrodisian orgies, of a licentious demon, and one who receives worship through licentiousness. 15, 16. And he said to me: Son of man, you will see still greater practices than these. And he brought me into the inner court of the house of the Lord; and at the thresholds of the temple of the Lord, between the ailam and between the altar, as it were twenty-five men—
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:66 · narrative
Source
τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν κατέναντι πρὸς ἀνατολὴν, καὶ αὐτοὶ προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. Μεγίστη καὶ αὕτη δυσσεβείας ἐγχείρησις· τὸ γὰρ τῷ Δε σπότῃ τὰ νῶτα διδόντας προσκυνεῖν τὸν ὁμόδουλον ἥλιον, ποίαν μανίας ὑπερβολὴν καταλείπει; Αἰλὰμ δὲ τὸ προπύλαιον ἐκάλεσε τοῦ θείου νεώ· πρὸ αὐτοῦ γὰρ ἵδρυτο τὸ χαλκοῦν θυσιαστήριον· ἔφη δὲ, ὅτι μεταξὺ τοῦ αἰλὰμ καὶ τοῦ θυσιαστηρίου ἑστῶ τες, τὴν ἀσέβειαν ἐκείνην ἐτόλμων· καλῶς δὲ καθ' ἕκαστον τῶν δεικνυμένων, ὥσπερ ἀπολογούμενος ὁ Δεσπότης ὑπὲρ τῆς Ἰουδαίων τιμωρίας τῷ οἰκείῳ θεράποντι, φησὶ πρὸς αὐτόν· ιζʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου· μὴ μικρὸν τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιή κασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἀπεστράφησαν τοῦ παροργίσαι με· καὶ ἰδοὺ αὐτοὶ ἐκτείνουσι τὸ κλῆμα, ὡς μυκτηρί ζοντές με. Ἐγὼ γὰρ, φησὶν, ἐξελεξάμην αὐτοὺς, καὶ τοὺς ἄλλους διὰ τούτων ἀποστῆσαι τῆς ἀσεβείας βουλόμενος· αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδωκαν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι· ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ. Διό φησι· ιηʹ. Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, καὶ οὐ μὴ ἐλεήσω· κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν. Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην· οὕτως ἀφειδῶς ἐγὼ τὴν ἰατρικὴν αὐτοῖς ἐπάξω τομὴν, οὐκ ἀνεχόμενος αὐτῶν παρακαλούντων, οὐδὲ ἀκούων βοώντων·
English
Their backs were toward the temple of the Lord, and their faces were directly toward the east, and they themselves were bowing down toward the east to the sun. This too is a very great undertaking of impiety; for to give one's back to the Master and worship the sun, a fellow servant—what excess of madness does this leave behind? And he called the porch of the divine temple "ailam"; for the bronze altar was set before it. And he said that, standing between the ailam and the altar, they dared that impiety. And well, in each of the things shown, as if the Master were defending himself before his own servant concerning the punishment of the Jews, he says to him: 17. Have you seen, son of man, is it a small thing for the house of Judah to do the lawless deeds which they have done here? Because they have filled the land with lawlessness, and they have turned away to provoke me to anger; and behold, they themselves stretch out the branch, as if mocking me. For I, he says, chose them, and I wished through them to turn the others away from impiety; but they not only did not share in the benefit, but they even dared more impious things, so that from then on the whole land became full of lawlessness; for they stretched out the branches of impiety, doing things contrary to my purpose. Therefore he says: 18. And I will deal with them in fury; my eye shall not spare, and I will surely not have mercy; they will cry out in my ears with a loud voice, and I will surely not listen to them. For just as they stretched out branches not of piety but of impiety, and extended the harm of their neighbors, so I will bring upon them the surgical cut without sparing, neither enduring them when they entreat nor hearing them when they cry out.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:67 · narrative
Source
οὐκ ἔστι γὰρ ἔλεος ἡ περὶ τοὺς τοιούτους φειδώ· προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προσ έχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης. ΚΕΦΑΛ. Θʹ. αʹ. Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ. Εἶτα διδάσκει καὶ οἷα τὰ σκεύη. βʹ. Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύ λης τῆς ὑψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστῳ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἀπὸ βοῤῥᾶ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ αἱ γυναῖκες τὸν Θαμμοὺζ ἐθρήνουν, ἀναγκαίως ἐκεῖθεν καὶ ἡ τιμωρία λαμβάνει τὴν εἴσοδον· ἀναμνησθῆναι δὲ προσήκει τῶν ἄνω εἰρημένων, ὅτι τὸ τέταρτον τῆς πόλεως ἔφη θανάτῳ παραδοθήσεσθαι· ὅρα τοίνυν τὰς τιμωρητικὰς δυνάμεις εἰς τὴν τεταγμένην κόλασιν εὐτρεπεῖς· καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυ ριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη· ἐνταῦθα δὲ ἓξ τῶν Ἰουδαίων ἐνεχειρίσθησαν τὴν τιμωρίαν, διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν. "Καὶ ἀνὴρ, φησὶν, εἷς ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ." Τοῦ ἑβδόμου τὸ σχῆμα ἱερατικόν· οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους· ἐπειδὴ γὰρ ἑβδόμην ἡμέραν τιμᾶσθαι διηγόρευσεν, ἀναγκαίως τὸν ἕβδομον ἐντιμότατον δείκνυσι. "Καὶ εἰσῆλθον, καὶ ἐστάθησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλ κοῦ." Τοῦτο δὲ ἐν τῇ αὐλῇ ἵδρυτο πρὸ τῶν τοῦ νεὼ προπυλαίων. γʹ. Καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸν αἴθριον τοῦ οἴκου.
English
For there is no mercy in sparing such people; for it is fitting that the physician pay no heed to the tears and words of the one being cut, but to the law of his art. CHAPTER 9. 1. And he cried out in my ears with a loud voice, saying: The vengeance of the city has drawn near, and each had the vessels of destruction in his hand. Then he teaches also what sort of vessels they were. 2. And behold, six men were coming from the high gate that looks toward the north, and each had a battle-axe in his hand. For since the idol had also been set up from the north, and the women were lamenting Tammuz, of necessity the punishment also takes its entrance from there; and it is fitting to recall what was said above, that he said the fourth part of the city would be handed over to death; observe, then, the punitive powers ready for the appointed chastisement; and yet one angel struck down the many myriads of the Assyrians, and one was commanded to destroy the firstborn of the Egyptians; but here six of the Jews were entrusted with the punishment, because of the excess of their impiety. "And one man," he says, "in the midst of them, clothed in a long robe, and a girdle of sapphire upon his waist." The figure of the seventh is priestly; for he was not among those punishing, but among those ransoming those worthy of salvation; for since he declared the seventh day to be honored, of necessity he shows the seventh to be most honored. "And they entered, and stood beside the bronze altar." And this had been set up in the court before the vestibules of the temple. 3. And the glory of the God of Israel went up from the cherubim, which was upon them, to the open air of the house.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:68 · narrative
Source
Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ· σωτηρίας γὰρ, ἀλλ' οὐ τιμωρίας ἐκεῖνοι παρ εκτικοί. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὑτοῦ τὴν ζώνην. (δʹ.) Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Δίελθε μέσην τὴν πόλιν, μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις γινομέναις ἐν μέσῳ αὐ τῶν. Ἀγαθὸν μὲν γὰρ τὸ παραινεῖν καὶ συμβουλεύειν τοῖς ἁμαρτάνουσιν· ὅταν δὲ ἀντιλέγωσι, καὶ μὴ πείθωνται, ἀναγκαῖος ὁ θρῆνος καὶ χρήσιμος. Διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦλος· "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ πάλιν· "Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων." Εὐσε βεῖς τοίνυν ὑπῆρχον καὶ οὗτοι ὀλοφυρόμενοι, καὶ στένοντες τὴν τοῦ λαοῦ παρανομίαν· διὸ ἐπίσημοι γίνονται, ἵνα μὴ κοινωνήσωσι τῆς τιμωρίας. Οὕτω, φησὶν, ἐκείνῳ ταῦτα ἐντειλάμενος, παρακελεύεται τοῖς λοιποῖς. εʹ, ϛʹ. Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Πάλιν λέγω· "Φοβερὸν τὸ ἐμ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος," κατὰ τὴν τοῦ μακα ρίου Παύλου φωνήν· προστίθημι δὲ καὶ τὴν τοῦ θεσπεσίου Δαβίδ·
English
For since he is about to pronounce the sentence against the city, he does this outside the holy places; for those places are receptive of salvation, not of punishment. And he called the man clothed in the long robe, who had the belt upon his waist. (4.) And the Lord said to him: Pass through the midst of the city, through the midst of Jerusalem, and give the sign upon the foreheads of the men who groan and are in anguish over all the lawless deeds being done in their midst. For it is good to admonish and counsel those who sin; but when they speak against it and do not obey, lamentation is necessary and useful. Therefore also the blessed Paul said: "Who is weak, and I am not weak? Who is caused to stumble, and I do not burn?" And again: "Lest, when I come to you, my God humiliate me, and I mourn for many of those who have sinned beforehand and have not repented." These, then, were pious men, bewailing and groaning over the transgression of the people; therefore they are marked, so that they may not share in the punishment. Thus, he says, having given these commands to that man, he exhorts the rest. (5, 6.) Go into the city after him, and cut down, and do not spare with your eyes, and do not have mercy. Elder, and young man, and virgin, and infants, and women—kill unto destruction; but do not come near all those on whom is the sign, and begin from my holy ones. Again I say: "It is a fearful thing to fall into the hands of the living God," according to the voice of the blessed Paul; and I add also that of the inspired David:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:69 · narrative
Source
"Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ· ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτοὺς ὁ Κύριος." Ἀμφότερα γὰρ ταῦτα ἐν τοῖς ἀρτίως εἰρημένοις εὑρίσκομεν, τοὺς μὲν ἀφειδῶς παγγενῆ κοπτομένους, καὶ κατὰ πάσης ἡλικίας χωροῦσαν τὴν τιμωρίαν· τοὺς δὲ δικαίως σω ζομένους, καὶ τῆς ἐκείνων κοινωνίας μένοντας ἐλευθέ ρους. Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομά ζων, ἀλλ' ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι. Οὐ γὰρ, ὥς τινες ὑπέλα βον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων· καὶ τοῦτο δῆλον τὰ ἑξῆς τῆς προφητείας ποιεῖ. Εὐθὺς γὰρ ἐπάγει· "Καὶ ἤρξατο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ." Οὓς παρεγγυᾷ ἔνδον ἀναιρεθῆναι· δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας. ζʹ. Εἶπε γὰρ, φησὶ, πρὸς αὐτούς· Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν· ἐκπο ρεύεσθε καὶ κόπτετε. Ἐπειδὴ γὰρ αὐτοὶ εἰδώ λοις τὸν οἶκον ἐμίαναν, ὁ δίκαιος κριτὴς τῇ τῶν παρανόμων σφαγῇ τοῦτο γενέσθαι παρακελεύεται. Καὶ ἐξελθόντες ἔτυπτον τὴν πόλιν. (ηʹ.) Καὶ ἐγένετο ἐν τῷ κόπτειν, ὑπελείφθην ἐγὼ μόνος, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπον· Οἴμοι, Ἀδωναῒ Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι τὸν θυ μόν σου ἐπὶ Ἰερουσαλήμ; Φιλάνθρωπος ὁ προφή της, καὶ πρὸς ἔλεον καμπτόμενος· τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ Ἰουδαίων εὐχόμενος.
English
Blessed are those who keep judgment, and do righteousness at all times; for in the evil day the Lord shall deliver them." For we find both these things in what has just been said: that some were cut down without mercy, whole families together, and the punishment advanced against every age; while others were justly saved, and remained free from fellowship with those men. And he commands the punitive powers to begin from his holy ones, not calling them truly holy, but because they were supposed to be such, as having been set apart for the divine service. For this was not said, as some have supposed, about the holy places, but about the men set apart for the service of God; and what follows in the prophecy makes this clear. For immediately he adds: "And he began with the men, the elders, who were inside the house." These he orders to be slain within; for it is just that those who break the law there should pay the penalty there. 7. For he says, he said to them: "Defile the house, and fill the streets with the dead; go forth and strike." For since they themselves defiled the house with idols, the just judge commands that this be done by the slaughter of the lawless. And going out, they struck the city. (8.) And it came to pass, while they were striking, that I alone was left, and I fell upon my face, and cried out, and said: "Alas, Adonai Lord, are you wiping out the remnant of Israel in pouring out your wrath upon Jerusalem?" The prophet is a lover of mankind, and is bent toward mercy; such was the blessed Paul, praying to be anathema from Christ for the sake of the Jews.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:70 · narrative
Source
Ἀλλ' ὁ Δεσπότης καὶ τὸν εὐνούστατον οἰκέτην θεραπεύει, καὶ τῆς τιμωρίας δι δάσκει τὸ δίκαιον. θʹ. Ἀδικία γὰρ, φησὶ, τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδαμεμεγάλυνται σφόδρα, σφόδρα. Καὶ τῷ διπλασιασμῷ τὴν τῆς ἐπιτάσεως παρεδήλωσεν ὑπερβολήν. "Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπον, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος." Ταῦτα, φησὶ, τολμῶσι, πείσαντες ἑαυτοὺς μὴ ἐποπτεύειν με, μηδὲ ὁρᾷν τὰ γινόμενα. ΚΕΦΑΛ. Ιʹ. αʹ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου· ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Ἐνταῦθα σα φῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει· σημαίνει δὲ, ὡς ἔφην, τὸ ὄνομα πλήρης γνώ σεως. βʹ. Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ. Ἐπισημήνασθαι χρὴ, ὅτι οὐδενὶ τῶν ἓξ τοῖς Χερουβὶμ πελάσαι προσέταξεν, ἀλλὰ τῷ τὴν στολὴν ἐνδεδυμένῳ· ὡς αὐτῶν δηλονότι μὴ ἀξίων ὄντων πλησιάζειν θείαις δυνάμεσι, τοῖς Χερουβίμ. "Καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν." Φρίκης δὲ μεστὰ τὰ θεωρούμενα· πυρὸς ἄνθρακες σκεδαννύμενοι· τιμωρητικαὶ δυνά μεις, δηλαδὴ τὴν πόλιν περινοστοῦσαι. δʹ. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χε ρουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ προσ έταξε ληφθῆναι τοὺς ἄνθρακας, καὶ σκεδασθῆναι κατὰ τῆς πόλεως, ὑποχωρεῖν πως δοκεῖ, χώραν δι δοὺς τῷ προσταχθέντι ποιῆσαι τὸ κελευσθέν· ἐδεδίει γὰρ πάντως πελάσαι
English
But the Master also heals the most well-disposed servant, and teaches the justice of the punishment. 9. For the iniquity, he says, of the house of Israel and of Judah has become exceedingly, exceedingly great. And by the doubling he indicated the excess of the intensity. "Because the land was filled with many peoples, and the city was filled with iniquity and uncleanness, because they said, The Lord has forsaken the land, the Lord does not look upon it." These things, he says, they dare, having persuaded themselves that I do not oversee, nor see what is done. CHAPTER 10. 1. And I saw, and behold, above the firmament that was over the head of the Cherubim, as it were a sapphire stone; the likeness of a throne upon it. Here at last he clearly names the living creatures which he saw, Cherubim; and the name signifies, as I said, full of knowledge. 2. And he spoke to the man clothed in the robe: Enter into the midst of the wheels that are under the Cherubim. It must be noted that he did not command any of the six to approach the Cherubim, but the one clothed in the robe; evidently as though they themselves were not worthy to draw near to the divine powers, the Cherubim. "And fill your hands with coals of fire, from the midst of the Cherubim, and scatter them over the city." And the things beheld are full of shuddering: coals of fire being scattered; that is, punitive powers going about the city. 4. And the glory of the Lord departed from the Cherubim to the open court of the house. For since he commanded the coals to be taken and scattered against the city, he seems in some way to withdraw, giving place to the one commanded to do what was ordered; for he surely feared to approach
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:71 · narrative
Source
τῆς θείας δόξης ἐποχουμένης τῶν Χερουβίμ· μέγιστος δὲ ἦχος ἀπετελεῖτο τῶν πτερύγων κινουμένων τῶν Χερουβὶμ, ὡς ὑπολαμβά νειν βροντὴν εἶναι, ἢ θείαν φωνήν· τὸ γὰρ, "Ὡς φωνὴ Θεοῦ Σαδαῒ"–"ἱκανοῦ Θεοῦ βροντὴν" ὁ Σύμ μαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· τουτέστιν, Εἰκάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ φωνῇ· ἀντὶ τοῦ, τῇ κατὰ θείαν ἐνέργειαν ἀποτελου μένῃ βροντῇ. Καὶ ἦλθε, φησὶν, καὶ ἔστη ἐχόμενος τῶν τρο χῶν. (ζʹ.) Καὶ ἐξέτεινε, φησὶν, ὁ Χεροὺβ τὴν χεῖρα αὑτοῦ ἐκ τῶν ἀναμέσον τῶν Χερουβὶμ, εἰς μέ σον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβίμ· καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε. Τὴν τῶν ἀοράτων ταγμάτων διαφορὰν καὶ ἐντεῦθεν ἔστι μαθεῖν· οἱ μὲν γὰρ ἓξ οὐδὲ πελά σαι τοῖς Χερουβὶμ προσετάχθησαν· ὁ δὲ πελάζει μὲν, οὐ κατατολμᾷ δὲ τοῦ μέσου τῶν Χερουβὶμ, ἀλλ' αὐτὰ τὰ Χερουβὶμ ὀρέγει τοὺς ἄνθρακας. ηʹ. Καὶ ἴδον, φησὶ, τὰ Χερουβὶμ ὅμοια χει ρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. Ἐνεργείας δὲ αἱ χεῖρες σημαντικαί· εἶτα ἐξηγεῖται πάλιν τὰ κατὰ τοὺς τροχοὺς, πάντα μὲν εἰρηκὼς ἃ καὶ ἤδη προειρήκαμεν· τὸ δὲ εἶδος τῆς χρόας μόνον ἐνηλλαγμένον ἑωρακέναι φησίν· ἐκεῖ μὲν γὰρ, κατὰ τὸν Σύμμαχον, ὡς εἶδος ὑακίνθου ἔφη τεθεᾶσθαι· ἐν ταῦθα δὲ, κατὰ τοὺς Ἑβδομήκοντα, ὡς εἶδος ἄνθρακος· ὥστε κἀντεῦθεν ἡμᾶς μαθεῖν, ὡς οὐκ αὐτὰς εἶδε τῶν ἀοράτων τὰς φύσεις, ἀλλ' ὁμοιώματά τινα καὶ εἰκά σματα· διὸ καὶ ἐνηλλαγμένα θεωρεῖ. Ταύτην δὲ τὴν ἐναλλαγὴν καὶ ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο·
English
While the divine glory was riding upon the cherubim, a very great sound was produced as the cherubim moved their wings, so that one might suppose it to be thunder, or a divine voice. For the phrase "as the voice of God Saddai"—Symmachus and Theodotion interpreted it as "the thunder of the sufficient God"—that is, you would liken the sound to the voice of the sufficient and powerful God; meaning, to the thunder produced by divine activity. And he came, it says, and stood beside the wheels. (7.) And the cherub, it says, stretched out his hand from between the cherubim to the midst of the fire that was in the midst of the cherubim; and he took, and gave into the hands of the one clothed in the holy robe, and he took it, and went out. From this too one may learn the difference among the invisible orders; for the six were not even commanded to approach the cherubim, but he approaches, yet does not dare to reach the midst of the cherubim, but the cherubim themselves extend the coals. 8. And I saw, it says, the cherubim like hands of men beneath their wings. For the hands are significant of activities. Then he explains again the matters concerning the wheels, having said all that we have already said before; but he says that he saw only the appearance of the color changed. For there, according to Symmachus, he said he beheld it as the appearance of hyacinth; but here, according to the Seventy, as the appearance of a coal; so that from this too we may learn that he did not see the very natures of the invisible beings, but certain likenesses and images; and for this reason he beholds them also changed. And this change he also beheld in the case of the cherubim.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:72 · narrative
Source
ἐκεῖ μὲν γὰρ τὸ πρῶτον πρόσωπον ἀνθρώπῳ ἐοικέναι ἔφη, τὸ δὲ δεύτερον λέοντι, τὸ δὲ τρίτον μόσχῳ, τὸ δὲ τέταρ τον ἀετῷ· ἐνταῦθα δὲ ἀντεστραμμένην τὴν τάξιν, καὶ τὸ τοῦ Χερουβὶμ πρόσωπον, ὅπερ ἐστὶ μόσχου, πρῶτον ἔφη τεθεᾶσθαι, δεύτερον δὲ τὸ τοῦ ἀνθρώπου, εἶτα τοῦ λέοντος, καὶ τὸ τοῦ ἀετοῦ. Οὐ τοίνυν τοιαύτη τῶν ἀοράτων δυνάμεων ἡ φύσις, ἀλλὰ πρὸς τὴν χρείαν ὁ Δεσπότης τὰς τοιαύτας οἰκονομεῖ θεω ρίας. Καὶ ἡγοῦμαι, ἐπειδὴ ἐν τῷ ναῷ ταύτην ἑώρα τὴν ὀπτασίαν, διὰ τοῦτο προτεταγμένον εἶδε τοῦ μόσχου τὸ πρόσωπον, ἐπειδὴ εἰς τύπον ἱερωσύνης τοῦτο παρείληπται. Διδάσκει δὲ, ὅτι καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες, καὶ οἱ τρο χοὶ, πλήρεις ἦσαν ὀφθαλμῶν, τῆς γνώσεως αὐτῶν τὸ πλῆθος διδασκόμενος· ὅπερ καὶ σημαίνει τὸ ὄνομα γελγέλ. ιγʹ. Τοῖς δὲ τροχοῖς τούτοις, φησὶν, ἐπεκλήθη γελγὲλ ἀκούοντός μου. Τουτέστιν, ἀνακυκλεῖσθαι καὶ ἀνακινεῖσθαι προσετάχθησαν. ιεʹ. Καὶ ἐπήρθη, φησὶ, τὰ Χερουβίμ. Εἶτα διδά σκων ἡμᾶς, ὡς ταῦτα καὶ ἤδη πρότερον ἐθεάσατο, φησίν· "Τοῦτο τὸ ζῶον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ Χοβάρ." Ἀλλὰ τότε τῆς μὲν θεωρίας ἀπήλαυσε, τὴν δὲ προσηγορίαν ἠγνόησε· νῦν δὲ καὶ τοῦτο μεμάθηκεν. ιϛʹ, ιζʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐ τῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν, καί γε αὐτοὶ ἀπὸ τῶν ἐχομένων ἀπ' αὐτῶν. Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς.
English
For there he said that the first face resembled a man, the second a lion, the third a calf, and the fourth an eagle; but here the order is reversed, and he said that the face of the cherub, which is that of a calf, was seen first, then that of the man, then that of the lion, and that of the eagle. The nature of the invisible powers is therefore not of this kind, but the Master arranges such visions according to need. And I think that, since he saw this vision in the temple, for this reason he saw the face of the calf set first, since this was taken as a type of the priesthood. And he teaches that their backs and their hands and their wings and the wheels were full of eyes, instructing us in the abundance of their knowledge; which the name gelgel also signifies. 13. And to these wheels, he says, the name gelgel was given while I was listening. That is, they were commanded to roll and to be moved. 15. And the cherubim, he says, were lifted up. Then, teaching us that he had already seen these things before, he says: "This is the living creature which I saw by the river Chobar." But at that time he enjoyed the vision but did not know the name; and now he has learned this too. 16, 17. And when the cherubim went, the wheels went with them, clinging to them; and when the cherubim lifted up their wings to be raised from the earth, their wheels did not turn back, and indeed they themselves did not turn back from those clinging to them. And when they stood still, they stood still, and when they were raised up, they were raised up with them, because the spirit of life was in them.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:73 · narrative
Source
Εἵποντο, φησὶ, κατὰ πάντα τοῖς Χερουβὶμ οἱ τροχοὶ, καὶ κινουμένοις συνεκινοῦντο, καὶ πετο μένοις ἠκολούθουν, καὶ ἑστώτων εἱστήκεισαν, οὐχ ὑπό τινος βίας συρόμενοι, ἀλλ' αὐτόματοι τούτων ἕκαστον ἐνεργοῦντες· πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον. ιηʹ, ιθʹ. Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ. Καὶ ἀνέλαβε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξαίρειν αὐτὰ, καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτῶν ὑπεράνωθεν. Ἡνίκα μὲν γὰρ τοὺς ἄνθρακας ληφθῆναι προσέταξεν, ἔδοξέ πως ἀφίστασθαι, ἵνα καταθαῤῥήσῃ προσελθεῖν ὁ προστεταγμένος· ἐκείνου δὲ γινομένου, πάλιν ἐπανιέναι δοκεῖ, καὶ ἐποχεῖσθαι· τὰ δὲ Χερουβίμ φησι μετέωρα, καὶ ῥᾷον διὰ τοῦ ἀέρος ἐφέρετο, τῇ κινήσει τῶν πτερύγων ἀντὶ ποδῶν χρώμενα· εἵποντο δὲ οἱ τροχοὶ οὐδὲ βραχὺ χωριζόμενοι· ἐπωχεῖτο δὲ ἡ τοῦ Θεοῦ δόξα, οὐκ αὐτὸς ὁ Θεός· ἀπερίγραπτος γὰρ, καὶ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν· ἀλλ' ἡ τούτου δόξα ἡ πρὸς τὰς οἰκονομίας ἐπιφαινομένη. κʹ. Τοῦτο, φησὶ, τὸ ζῶόν ἐστιν ὃ εἶδον ὑπο κάτω Θεοῦ Ἰσραὴλ, ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι. Τῆς μὲν γὰρ θεωρίας καὶ ἤδη πρότερον ἀπήλαυσα· τὴν δὲ προσηγορίαν ἐπὶ τοῦ παρόντος μεμάθηκα. Καὶ ἐντεῦθεν δὲ σα φῶς ἔστι μαθεῖν, ὡς οὐκ αὐτὴν εἶδε τῶν ἀοράτων φύσεων τὴν οὐσίαν, ἀλλ' εἰκάσματά τινα καὶ ἰνδάλματα· ἐν μὲν γὰρ τῇ προτέρᾳ ὀπτασίᾳ τέσσαρας πτέρυγας ἔφη ἔχειν τὸ ἓν Χερουβὶμ, ἐνταῦθα δὲ ὀκτώ·
English
They followed, he says, the cherubim in all things: when these moved, they moved together; when they flew, they followed; when they stood still, they stood still, not dragged by any compulsion, but each of them acting of its own accord; for they too, in a spiritual manner, partook of life. 18, 19. And the glory of the Lord went out from the threshold of the house, and stood upon the cherubim. And the cherubim lifted up their wings, and were raised up from the earth before me when they lifted them up, and they stood at the entrance of the gate of the house of the Lord that faces east, and the glory of the God of Israel was upon them from above. For when he commanded that the coals be taken, he seemed in some way to withdraw, so that the one commanded might take courage to approach; but when that was done, he appears again to return and to ride upon them; and he says that the cherubim were lifted up and were borne more easily through the air, using the motion of their wings in place of feet; and the wheels followed, not separated even a little; and the glory of God rode upon them, not God himself; for he is uncircumscribed, and present everywhere, and fills all things; but it is his glory that appears for the dispensations. 20. This, he says, is the living creature that I saw beneath the God of Israel at the river Chebar; and I knew that they were cherubim. For I had already enjoyed the vision before; but the name I have learned at the present time. And from this it is clearly possible to learn that he did not see the very essence of the invisible natures, but certain likenesses and images; for in the former vision he said that the one cherub had four wings, but here eight.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:74 · narrative
Source
οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη· ἐπειδὴ γὰρ πλείονα γνῶσιν ὁ προφήτης ἐκ τῆς θείας διαλέξεως ἔλαβεν, αἱ δὲ πτέρυγες γνώσεως παραδηλοῦσιν ὀξύ τητα, τὴν γενομένην αὐτῷ τῆς γνώσεως προσθήκην σημαίνων, διπλᾶς αὐτῷ δείκνυσι τῶν Χερουβὶμ τὰς πτέρυγας· καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως. ΚΕΦΑΛ. ΙΑʹ. αʹ, γʹ. Καὶ ἀνέλαβέ με, φησὶ, Πνεῦμα, καὶ ἐξήγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης, ὡς εἰκοσι πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν Ἰεζονίαν τὸν τοῦ Ἰεζὲκ, καὶ Φαλτίαν τὸν Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ. Καὶ εἶπε. Κύριος πρός με· Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμε νοι μάταια, καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, οἱ λέγοντες· Οὐχὶ προσφάτως ᾠκοδόμηνται οἰκίαι; Αὕτη ἐστὶν ὁ λέβης, ὑμεῖς δὲ τὰ κρέα. Κατηγορεῖ καὶ τῶν ἡγουμέ νων, καὶ τῶν ὑπηκόων, ὡς ἐναντία τῷ Θεῷ βουλευομένων, καὶ τοῖς προφήταις ἀντιλεγόντων, καὶ πείθεσθαι μὴ θελόντων ὅτι τοῖς πολεμίοις παραδο θήσονται, ἀλλὰ τὴν πόλιν οἰκήσουσι, κἀκεῖ δέξονται τοῦ βίου τὸ τέλος. Νεόδμητοι γὰρ, φησὶν, αἱ οἰκίαι, καὶ ἐν ταύταις κατοικήσομεν, καὶ τοῦ βίου τὸ πέρας δεξόμεθα· τούτου χάριν ἀγανακτῶν ὁ Θεὸς τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον διὰ τοῦ προφήτου προ λέγει. εʹ. Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ Πνεῦμα Κυρίου, καὶ εἶπε πρός με· Τάδε λέγει Κύριος. Τουτέστι, τῆς τοῦ Θεοῦ Πνεύματος ἐνεργείας ἀναπλη σθεὶς τάδε εἰπεῖν ἐκ προσώπου τοῦ Θεοῦ προσετάχθην.
English
Nature would not have undergone a change, but the vision was shaped to meet the need; for since the prophet received greater knowledge from the divine conversation, and the wings signify the swiftness of knowledge, indicating the increase of knowledge that came to him, he shows him the wings of the cherubim doubled; for this very name, in the Greek tongue, signifies the abundance of knowledge. CHAPTER 11:1, 3. And the Spirit, he says, took me up and brought me out to the gate of the house of the Lord that faces east; and behold, at the entrance of the gate, as it were twenty-five men, and I saw in their midst Jezonias the son of Jezek, and Phaltias the son of Banaias, the leaders of the people. And the Lord said to me: Son of man, these men who devise vain things and counsel an evil counsel in this city, who say: Have not houses been recently built? This is the cauldron, and you are the meat. He accuses both the leaders and their subjects, as counseling things contrary to God, and contradicting the prophets, and unwilling to be persuaded that they will be handed over to the enemies, but that they will inhabit the city and there receive the end of life. For the houses, he says, are newly built, and in these we shall dwell and receive the end of life; for this reason God, being displeased, foretells through the prophet the coming assault of the enemies. 5. For the Spirit of the Lord, he says, fell upon me, and said to me: Thus says the Lord. That is, being filled with the working of the Spirit of God, I was commanded to say these things in the person of God.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:75 · narrative
Source
Οὕτως εἴπατε, οἶκος Ἰσραὴλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. (ϛʹ, ηʹ.) Ἐπληθύνατε νεκροὺς ἐν τῇ πόλει ταύτῃ, καὶ ἐπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. Διὰ τοῦτο τάδε λέγει Κύριος· Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δέ ἐστιν ὁ λέβης, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Ὑμεῖς μὲν, φησὶ, λέβητα τὴν πόλιν ἀπεφήνατε, νεκρῶν αὐτὴν μυρίων ἐμπλήσαντες· τούτου χάριν οὐ τεύξεσθε ὧν ἐλπίζετε, οὐδὲ ἄλυπον δέξεσθε τοῦ βίου τὸ πέρας, ἀλλὰ τοῖς πολεμίοις, οὓς δεδοίκατε, παραυτίκα παραδοθήσεσθε, καὶ τῆς ἐκείνων ῥομ φαίας γενήσεσθε παρανάλωμα. θʹ. Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρῖμα. Δικαίως, φησὶν, ὑμᾶς τιμωρήσομαι· ἐπειδὴ γὰρ ὑμεῖς τοὺς ὁμοφύλους ἀνείλετε, ἀλλοτρίοις καὶ πολεμίοις ἐνδίκως παραδοθήσεσθε. ιʹ. Ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἔξω, φησὶ, τῆς πόλεως τίσετε δίκας ὧν ἠσεβήσατε, καὶ διὰ τῆς πείρας μαθήσεσθέ με Δεσπότην. ιαʹ, ιβʹ. Αὕτη ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς. Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Οὐκ ἀποθανεῖσθε, φησὶν, ἐν τῇ πόλει, οὐδὲ ταφῆς ἀξιωθήσεσθε ἐν αὐτῇ, κατὰ τὰς ὑμετέρας ἐλπίδας, ἀλλὰ πόῤῥω ταύτης ἀναιρεθήσεσθε· καὶ τὰς αἰτίας διδάσκων, "Ὅτι ἐν τοῖς δικαιώμασί μου, φησὶν, οὐκ ἐπορεύθητε, καὶ τὰ κρίματά μου οὐκ ἐποιήσατε·
English
Thus say, O house of Israel, and the deliberations of your spirit I know. (6:8) You have multiplied the dead in this city, and you have filled its streets with the slain. Therefore thus says the Lord: Your dead whom you have struck down in the midst of it, these are the flesh, and it is the cauldron, and I will bring you out from the midst of it. You fear the sword, and I will bring the sword upon you, says Adonai the Lord. You, he says, have declared the city to be a cauldron, filling it with countless dead; for this reason you shall not obtain what you hope for, nor shall you receive a painless end to your life, but you shall be delivered at once to the enemies whom you fear, and you shall become a prey to their sword. (9) And I will bring you out from the midst of it, and I will deliver you into the hands of strangers, and I will execute judgment among you. Justly, he says, I will punish you; for since you have slain those of your own race, you shall justly be delivered to strangers and enemies. (10) On the borders of Israel I will judge you; and you shall know that I am the Lord. Outside the city, he says, you shall pay the penalty for the impieties you have committed, and through experience you shall learn that I am Master. (11, 12) This shall not be a cauldron for you, and you shall not become flesh in the midst of it; on the borders of Israel I will judge you. And you shall know that I am the Lord. You shall not die, he says, in the city, nor shall you be deemed worthy of burial in it, according to your hopes, but you shall be slain far from it; and teaching the causes, "Because in my statutes, he says, you did not walk, and my judgments you did not perform;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:76 · narrative
Source
ἀλλὰ οὐδὲ κατὰ τὰ κρίματα τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν οὐκ ἐποιήσατε." Παρανομίας ὑπερβολὴ, καὶ δυσσεβείας μέγιστος ἔλεγχος, τὸ μὴ μόνον τὸν θεῖον παραβῆναι νόμον, ἀλλὰ καὶ τῶν ἀσεβείᾳ συζώντων ἐθνῶν δυσσεβέστερα δρᾷν. ιγʹ. Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα· Οἴμοι, οἴμοι, Ἀδωναῒ Κύριε, εἰς συντέ λειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; Ὁρᾷ τὴν ἐνέργειαν ὁ προφήτης ἐκείνων, οἳ κόπτειν ἀφειδῶς προσετάχθησαν τὴν πόλιν, καὶ δείσας μὴ τὴν πανωλεθρίαν ὑπομείνῃ, πάντων ἀναιρουμένων· ἐπελάθετο γὰρ ἐκ τῆς ἀθυμίας ὡς πολλοὶ τὰ τῆς σωτηρίας ἐδέξαντο σημεῖα· τὸν φιλάνθρωπον ἱκε τεύει Δεσπότην ἐλέῳ κεράσαι τὸ δίκαιον· διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν· οἱ δὲ ἤδη αἰχμάλωτοι ἀπαχθέντες, κἀν τῇ ξένῃ παραψυχῆς ἀπολαύσουσι, καὶ ἐπανόδου τεύξονται. ιεʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, οἱ ἀδελφοί σου, καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου, καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ συντετέλεσται. Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν. "Οἷς εἶπον αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλὴμ, Μακρὰν ἀπέχετε ἀπὸ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν." Ἐπιτωθάζοντες ἐκείνοις οἱ νῦν τὴν Ἱερουσαλὴμ οἰκοῦντες λέγειν ἐτόλμων, ὡς Ὑμᾶς μὲν πόῤῥω ἑαυτοῦ πε ποίηκεν ὁ Δεσπότης, ἡμῖν δὲ τὴν τῆς ἐπαγγελίας ἀπεκλήρωσε γῆν· διὰ τοῦτο, φησὶ, πᾶν τοὐναντίον γενήσεται, καὶ ὑμᾶς μὲν παραδώσω σφαγῇ, ἐκείνων δὲ ποιήσομαι πρόνοιαν. ιϛʹ. Διὰ τοῦτο εἶπε·
English
But you did not act according to the judgments of the nations around you. It is an excess of lawlessness, and the greatest proof of impiety, not only to transgress the divine law, but also to do things more impious than the nations that live in impiety. 13. And it came to pass, while I was prophesying, that Paltias the son of Banaias died; and I fell upon my face, and cried out with a great voice, and said: Alas, alas, Adonai Lord, are you making an end of the remnant of Israel? The prophet sees the work of those who were commanded to smite the city without sparing, and fearing lest it should undergo utter destruction, since all were being slain—for from his despondency he had forgotten that many had received the signs of salvation—he entreats the loving-kindness of the Master to temper justice with mercy. And he is taught that these indeed shall be delivered to the enemies because of their great wickedness; but those who have already been led away captive shall enjoy consolation in a foreign land, and shall obtain a return. 15. For, he says, son of man, your brothers, and the men of your captivity, and all the house of Israel are completed. He says that some, having become captives of war and having paid the penalty for what they dared, I will keep for myself as a people. To whom those who dwell in Jerusalem said, You are far off from the Lord; to us the land has been given as an inheritance. Those who now dwell in Jerusalem dared to say, mocking them, that the Master has put you far from himself, but to us he has allotted the land of the promise. Therefore, he says, the very opposite shall come to pass: you I will deliver to slaughter, but for them I will make provision. 16. Therefore he said:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:77 · narrative
Source
Τάδε λέγει Ἀδωναῒ Κύριος, ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσο μαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ. Τέως μὲν γὰρ αὐτοὺς αἰχμαλώτους, καὶ μετοίκους, καὶ σποράδας πεποίηκα· ἀλλ' ὅμως ἐν τῇ μετοικίᾳ, τῇ προσδοκίᾳ τῆς τῶν συμφορῶν μεταβολῆς, καὶ τῇ ἐλπίδι τῶν ἀγαθῶν, παραψυχὴν αὐτοῖς παρέξομαι· καὶ τοῦτο παρεδήλωσεν εἰπών· "Ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μι κρόν." Οὐκ εἰς μακρὰν δὲ πάλιν αὐτοὺς ἀποκατα στήσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν. ιζʹ, ιηʹ. Συνάξω γὰρ, φησὶν, αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐ τοῖς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξάξουσι πάντα τὰ βδελύγματα αὐτῆς, καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. Τοῦτο δὲ ἡ τοῦ Ἔσδρα ἱστορία διδάσκει, καὶ τῶν Μακκα βαίων ἡ συγγραφή. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τῆς τῶν εἰδώλων ἀποστάντες λατρείας, ἐπιμελῶς τὸν τῶν ὅλων Θεὸν θεραπεύοντες διετέλουν. ιθʹ. Καὶ δώσω αὐτοῖς, φησὶ, καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. Διὰ τούτων δὲ οὐ τοῦ αὐτεξουσίου τὴν ἀναίρεσιν παρεδήλωσεν, ἀλλὰ τὴν ἐσομένην ἀντίληψιν παρ' αὐτοῦ, καὶ συμμαχίαν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· πνεῦμα δὲ καινὸν ἐκάλεσε τὴν ἐπὶ τὰ καλὰ τῆς ψυχῆς ὁρμήν· ἐπειδὴ γὰρ εἰς τἀναντία ἔῤῥεπον, τὴν ἐπὶ τὸ κρεῖττον μετα βολὴν καινὸν προσηγόρευσε πνεῦμα· ὥσπερ γὰρ εἰρηκὼς ἑτέραν καρδίαν, οὐ φύσεως μεταβολὴν ἐσήμανεν, ἀλλὰ τῆς γνώμης τὴν ἐπὶ τὸ κρεῖττον ῥοπήν· οὕτω καὶ διὰ τοῦ πνεύματος τοῦ καινοῦ ταυτὸ τοῦτο ἐδήλωσε·
English
Thus says Adonai the Lord: Because I will thrust them out among the nations, and scatter them over all the earth, and I will be to them a small sanctuary in the lands wherever they may enter. For up to now I have made them captives, sojourners, and scattered; but nevertheless in the sojourning, by the expectation of a change of misfortunes and by the hope of good things, I will provide them consolation; and this he indicated by saying, "I will be to them a small sanctuary." And after no long time I will restore them again and bring them back to the land of their fathers. XVII, XVIII. For I will gather them, he says, from the nations, and receive them from the lands where I scattered them among them; and I will give them the land of Israel, and they shall enter there, and they shall put away all its abominations and all its lawless deeds from it. The history of Esdras teaches this, and the writing of the Maccabees. For after the return from Babylon, having abandoned the worship of idols, they continued diligently serving the God of all. XIX. And I will give them, he says, another heart, and a new spirit I will give them. Through these things he indicated not the removal of free will, but the assistance that will come from him, and the alliance for the working of good things; and he called the impulse of the soul toward good things a new spirit; for since they were inclined to the opposite, he named the change toward the better a new spirit; for just as, having said "another heart," he signified not a change of nature, but the inclination of the will toward the better, so also through the new spirit he made this same thing clear.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:78 · narrative
Source
μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· "Καὶ ἐκσπάσω γὰρ, φησὶ, τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην." Καὶ οὐδεὶς ἂν τῶν ἐχεφρόνων φύσιν λίθου τὴν λιθίνην ὑπολάβοι καρδίαν, ἀλλὰ τὴν ἀπειθῆ, καὶ ἀτεράμονα, καὶ εἴκειν Θεῷ μὴ βουλομένην· σαρκίνην δὲ πάλιν, τὴν εὐπειθῆ καὶ εὐήκοον. κʹ. Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται, καὶ ποιήσωσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι. Ταῦτα εἰρηκὼς περὶ τῶν ἤδη δορυαλώτων γενομένων, πάλιν ἐπανάγει τὸν λόγον περὶ τῶν τὴν Ἱερουσαλὴμ τηνικαῦτα οἰκούντων. καʹ. Αὐτῶν δὲ, φησὶν, εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρονίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας. κβʹ,
English
The words that follow also bear witness: "For I will tear out," he says, "the heart of stone from their flesh, and I will give them a heart of flesh." And none of the prudent would suppose the heart of stone to be the nature of stone, but rather the disobedient and stubborn heart that does not wish to yield to God; and again, the heart of flesh, the obedient and attentive one. 20. That they may walk in my commandments, and keep my statutes, and do them, and they shall be to me a people, and I will be to them a God. For since their way of life is henceforth carried out according to my laws, I shall be called their God, and they shall be reckoned as my people. Having said these things concerning those who had already become captives of war, he again brings the discourse back to those who at that time dwelt in Jerusalem. 21. But as for them, he says, their heart went after the abominations and their lawless deeds, and I have given their ways upon their heads, says Adonai the Lord. To these, he says, since they were not brought to their senses by the evils of those others, but persist in cleaving to impiety, I will bring upon them the penalties worthy of their audacious deeds. 22.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:79 · narrative
Source
κγʹ. Καὶ ἐξῆραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν. Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. Τούτων, φησὶν, οὕτως εἰρημένων, ἀπέστη ἐκ τῆς πόλεως τὰ Χερουβὶμ, φέροντα τοῦ Θεοῦ τὴν δόξαν ἐποχουμένην· ἔστη δὲ ἐπὶ τοῦ ὄρους κατέναντι Ἱε ρουσαλήμ· ἔστι δὲ τοῦτο τὸ ὄρος τὸ τῶν Ἐλαιῶν καλούμενον, ὅθεν καὶ ἡ κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν ἀνάληψις ἐγένετο· εἰκότως τοίνυν καὶ τηνικαῦτα ἐν ἀνθρωπείῳ φανεὶς σχήματι, καὶ τὰς δύο φύσεις ἑνὶ δείξας προσώπῳ, καὶ τὴν μὲν θείαν διὰ τοῦ πυρὸς αἰνιξάμενος, διὰ τοῦ ἠλέκτρου δὲ τὴν ἀνθρωπείαν παραδηλώσας, κατὰ τῆς Ἱερουσαλὴμ τὴν ψῆφον ἐξενεγκὼν εἰς τὸ ὄρος τοῦτο χωρεῖ, κἀκεῖ θεν ποιεῖται τὴν εἰς οὐρανοὺς ἄνοδον· καὶ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸν θάνατον, τὴν κατὰ τῆς Ἱερουσαλὴμ ψῆφον πάλιν ἐξενεγκὼν, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ, εἰς τὸ ὄρος ἐκεῖνο μετὰ τῶν μαθητῶν ἀνελθὼν, ὑπὸ νοερῶν καὶ ἀορά των φερόμενος δυνάμεων εἰς τοὺς οὐρανοὺς ἀνελή φθη. Τύπος τοίνυν τῶν ἐσομένων καὶ τὰ τῷ προφήτῃ δειχθέντα· οὕτω δὲ ταῦτα θεασάμενος, φησίν· κδʹ. Πνεῦμα ἀνέλαβέ με, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει ἐν Πνεύματι Θεοῦ. Οὐ γὰρ κατὰ ἀλήθειαν, φησὶ, σωματικῶς, νῦν μὲν εἰς τὴν Ἰουδαίαν, νῦν δὲ εἰς γῆν Χαλδαίων μετεφερόμην, ἀλλ' ὁράσει, τουτέστιν ἐν ὀπτασίᾳ· καὶ ἐν Πνεύ ματι Θεοῦ, ἀντὶ τοῦ, Διὰ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν διάνοιαν φωτιζόμενος, καὶ προφητικοὺς δεχόμε νος ὀφθαλμοὺς, τούτων ἕκαστον ἐθεώρουν.
English
23. And the Cherubim lifted up their wings, and the wheels were close by them, and the glory of the God of Israel was over them above. And the glory of the Lord went up from the midst of the city, and stood upon the mountain which was opposite the city. When these things, he says, had been thus spoken, the Cherubim departed from the city, bearing the glory of God riding upon them; and it stood upon the mountain over against Jerusalem; and this is the mountain called the Mount of Olives, from which also the bodily ascension of our Savior took place. Reasonably, then, even at that time, having appeared in human form and having shown the two natures in one person, hinting at the divine nature through the fire and indicating the human nature through the electrum, having pronounced the verdict against Jerusalem, he goes to this mountain, and from there makes his ascent into the heavens. For indeed, after the cross and death, having again pronounced the verdict against Jerusalem—that not one stone shall remain upon another which shall not be thrown down—he went up to that mountain with his disciples, and, borne by intellectual and invisible powers, was taken up into the heavens. Therefore the things shown to the prophet are also a type of things to come. And having seen these things thus, he says: 24. The Spirit took me up, and brought me into the land of the Chaldeans in a vision, in the Spirit of God. For not in truth, he says, bodily—now to Judea, now to the land of the Chaldeans—was I being transported, but in a vision, that is, in an apparition; and "in the Spirit of God" instead of "being enlightened in mind through the operation of God, and receiving prophetic eyes, I was beholding each of these things.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:80 · narrative
Source
Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον. (κεʹ.) Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι. Εἰς ἐμαυτὸν, φησὶν, ἐπανῆλθον, τῆς πνευματικῆς θεωρίας τέλος λαβούσης· καὶ ἐκεῖνα μὲν οὐκέτι ἑώρων, μόνους δὲ τοὺς συμπαρόντας πρεσβυτέρους, οἷς καὶ διηγησάμην ἕκαστον, ὧν τε εἶδον, ὧν τε ἀκήκοα· ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, "Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." Ἱκανῶς γὰρ τοῦτο ἡμᾶς καὶ τὰ εἰρημένα ἐδίδαξε· πολλῶν γὰρ κατὰ ταυτὸν καθημένων, μόνος ὁ προφήτης τῆς πνευματικῆς ἐκείνης ἀπήλαυσε θεωρίας. Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιω θῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
And making this clearer, he added: And I went up from the vision which I saw. (25.) And I spoke to the captivity all the words of the Lord, which he showed me. I returned, he says, to myself, the spiritual contemplation having come to an end; and those things I no longer saw, but only the elders who were present with me, to whom I also related each thing, both what I saw and what I heard. But it is time now to speak that evangelical voice: "Blessed are the pure in heart, for they shall see God." For this has sufficiently taught us, along with what has been said; for though many were sitting together, only the prophet enjoyed that spiritual contemplation. Let us both strive and pray to attain this purity, so that, freed from every defilement, we may continually carry the memory of God in our soul during the present life, and be deemed worthy to see him with boldness on the day of his appearing. To him belongs the glory forever and ever. Amen.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:81 · narrative
Source
ΤΟΜΟΣ Δʹ. ΚΕΦΑΛ. ΙΒʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ οἴκου παραπικραίνοντος σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ τὰ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί. Τὴν ἐπ' ἄμφω τῆς ψυχῆς ῥοπὴν ὁ λόγος ἐδήλωσεν· "Ἔχουσι γὰρ, φησὶν, ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι." Καὶ διδάσκων ὡς οὐκ ἐκ φύσεως αὐτοῖς τὰ πάθη ταῦτα γέγονεν, ἐπήγαγε, "Διότι οἶκος παραπικραίνων ἐστί." Τὸ δὲ παραπικραίνων ὁ Σύμμαχος προσεριστὴς ἡρμήνευσε, τουτέστι φιλόνεικος, ἀπειθὴς καὶ ἀνήκοος. Ταῦτα δὲ τῷ προφήτῃ προεῖπεν ὁ Δεσπότης, μέλλων αὐτὸν προστάττειν τὴν διὰ τῶν πραγμάτων ποιήσασθαι προφητείαν, καὶ οἱονεὶ ἀπολογούμενος, ὅτι διὰ τὴν τοῦ λαοῦ σκληρότητα καὶ ἀπείθειαν τοιαῦτα ἐπιτάτ τειν ἀναγκάζεται. γʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας, καὶ αἰχμαλωτεύθητι ἡμέρας
English
BOOK IV. CHAPTER 12. 1, 2. And the word of the Lord came to me, saying: Son of man, you dwell in the midst of a house that provokes bitterness; they have eyes to see, and do not see, and they have ears to hear, and do not hear, because it is a house that provokes bitterness. The word has made clear the inclination of the soul toward both sides; for he says, They have eyes to see, and do not see, and they have ears to hear, and do not hear. And teaching that these passions did not come to them from nature, he added, Because it is a house that provokes bitterness. Symmachus interpreted "provoking bitterness" as "quarrelsome," that is, contentious, disobedient, and unwilling to hear. The Master foretold these things to the prophet, being about to command him to make his prophecy through actions, and as it were making a defense, that because of the people's hardness and disobedience he is compelled to give such commands. 3. And you, son of man, make for yourself vessels of captivity, and be taken captive for days
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:82 · narrative
Source
ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἀπὸ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ σαφέστερα τὰ εἰρημένα ποιῶν ἐπάγει· δʹ–ϛʹ. Καὶ ἐξοίσεις τὰ σκεύη σου, ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ἐνώπιον αὐτῶν, ὡς ἐκπο ρεύεται αἰχμάλωτος. Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ ἐξελεύσῃ δι' αὐτοῦ ἐνώπιον αὐτῶν. Ἐπ' ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Μίμησαι, φησὶ, πολιορκούμενόν τινα, εἶτα τῆς πόλεως ἁλισκομένης, καὶ φεύγειν ἀναγκαζόμενον, καὶ διορύττοντα τοῖχον, καὶ ἔξοδον ἐπινοοῦντα, καὶ τὸ πρόσωπον συγκαλύπτοντα, ἵνα μὴ γνώριμος τοῖς ὁρῶσι γένηται· διὰ σοῦ γὰρ βούλομαι ταῦτα ποιοῦντος προσημῆναι τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι τὴν ἐσομένην αἰχμαλωσίαν. Τούτων δὲ ἕκαστον σαφέστερον ἡμᾶς ὁ θεσπέσιος Ἱερεμίας διδάσκει, διηγούμενος ὅπως ὁ Σεδεκίας, τῆς πόλεως ἁλούσης, μετὰ τῶν οἰκείων καὶ τῶν δορυφόρων ἐδραπέτευσε νύκτωρ, ἔξοδόν τινα μηχανησάμενος διὰ τοῦ κήπου τῶν βασιλείων. Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα. Τούτων δὲ, φησὶν, οὕτω παρ' ἐμοῦ γενομένων, ηʹ–ιαʹ. Ἐγένετο λόγος Κυρίου τοπρωῒ πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οὐκ εἶπε πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, ὁ οἶκος ὁ παραπικραίνων· Τί σὺ ποιεῖς; Εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ ἄρχοντι καὶ ἀφηγουμένῳ ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν.
English
before them, and you shall be carried captive from your place to another place before them, so that they may see, because it is a house that provokes bitterness. And making what has been said clearer, he adds: 4–6. And you shall bring out your vessels, as vessels of captivity by day, before their eyes, and you shall go out in the evening before them, as a captive goes out. Dig for yourself into the wall, and you shall go out through it before them. You shall be taken up on shoulders, and you shall go out hidden, you shall cover your face, and you shall surely not see the land; for I have given you as a portent to the house of Israel. Imitate, he says, one who is being besieged, then, when the city is captured, is compelled to flee, and digs through a wall, and devises an exit, and covers his face, so that he may not be recognized by those who see him; for through you, doing these things, I wish the coming captivity to be signified beforehand to those who dwell in Jerusalem. And each of these things the inspired Jeremiah teaches us more clearly, recounting how Zedekiah, when the city was captured, escaped by night with his own people and his guards, having contrived some exit through the king's garden. Then the prophet teaches that he brought each of the things said to completion, since he was fulfilling divine commands. And when these things, he says, had been done by me in this way, 8–11. The word of the Lord came to me early in the morning, saying: Son of man, did not the house of Israel, the house that provokes bitterness, speak to you? What are you doing? Say to them: Thus says Adonai the Lord to the ruler and leader in Jerusalem, and to all the house of Israel, who are in the midst of them.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:83 · narrative
Source
Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται. Ἐρωτώμενος, φησὶ, παρὰ τῶν ἀπειθῶν τούτων καὶ ἀντιτύπων, τῶν ὑπὸ σοῦ γινομένων τὴν αἰτίαν, σαφῶς αὐτοῖς εἰπὲ, ὅτι Τέρας ὑμῖν ἐγώ εἰμι καὶ σημεῖον, διὰ τῶν πραγμά των προφητεύων, καὶ ἐν ἐμαυτῷ σκιογραφῶν, τά τε τῷ βασιλεῖ τῆς Ἱερουσαλὴμ, καὶ πᾶσι τοῖς ἄρχουσι συμβησόμενα. ιβʹ. Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ' ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι' αὐτοῦ· τὸ πρόσωπον αὑτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμοῖς, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. Ἀλλ' ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων. ιγʹ. Καὶ ἐκπετάσω, φησὶ, τὸ δίκτυόν μου ἐπ' αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει. Διὰ πάντων ἐδίδαξε τῶν εἰρημένων, ὡς ὀργάνοις κεχρη μένος τοῖς πολεμίοις, δίκας ἀπαιτήσει τῆς ἀσεβείας, καὶ τὸν βασιλέα, καὶ τοὺς ἄρχοντας, καὶ ἅπαν τὸ ὑπήκοον. Δίκτυον γὰρ αὑτοῦ τοὺς πολεμίους ἐκάλεσε, καὶ περιοχὴν αὑτοῦ τὴν πολιορκίαν. Ταῦτα δὲ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν, καὶ ὁ μακάριος Ἱερεμίας σαφῶς διδάσκει.
English
Say, "Because I am a sign to you: just as I have done, so shall it be to them; they shall go into exile and captivity." When questioned, he says, by these disobedient and resistant people about the reason for what is being done by you, say to them plainly: "I am a sign and a token to you," prophesying through the events and sketching in myself what will befall the king of Jerusalem and all the rulers. 12. For their ruler also shall be lifted up on shoulders in their midst, and he shall go out secretly through the wall, and they shall dig through it so that he may go out through it; he shall cover his face, so that he may not be seen with eyes, and he himself shall not see the land. But nevertheless, even while making his flight in this way and contriving everything so as to escape notice, he shall be captured by the enemies. 13. And I will spread out my net over him, he says, and he shall be caught in my enclosure, and I will bring him to Babylon, into the land of the Chaldeans, and he shall not see it, and there he shall die. Through all that has been said he taught that, using the enemies as instruments, he will exact punishment for impiety from the king, the rulers, and all their subjects. For he called the enemies his net, and the siege his enclosure. The fourth book of Kings and the blessed Jeremiah clearly teach these things.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:84 · narrative
Source
Ἱππικὸν γὰρ σύνταγμα πέμψας ὁ Ναβουχοδονόσορ εἰς τὴν καθ' Ἱεριχὼ ἔρη μον, καὶ τὸν Σεδεκίαν καὶ τοὺς σὺν αὐτῷ δραπετεύ σαντας συλλαβὼν, ἤγαγεν εἰς Δεβλαθὰ, κἀκεῖ τοῦ Σεδεκίου τοὺς παῖδας πρότερον ἀνελὼν, καὶ θεατὴν αὐτὸν ποιήσας τῆς τῶν παίδων σφαγῆς, οὕτως αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξώρυξε, καὶ δεσμὰ περιθεὶς ἐκ χαλκοῦ πεποιημένα, εἰς τὴν Βαβυλῶνα ἀπήγαγε, μύλωνα οἰκεῖν ἀναγκάσας. Διὸ καὶ ἡ προφητεία φησὶν, ὅτι "Εἰς Βαβυλῶνα ἀχθήσεται, καὶ αὐτὴν οὐκ ὄψεται." ιδʹ, ιεʹ. Καὶ πάντας, φησὶ, τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. Ὅσοι δ' ἂν διαφύγωσι τὴν ἐν τῷ πολέ μῳ σφαγὴν, αἰχμαλώτους ἀπαχθῆναι παρασκευάσω, καὶ μετοίκους ἀποφανῶ καὶ σποράδας, ἵνα δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὡς κωφὰ μὲν τὰ εἴδωλα, καὶ παντελῶς μὲν ἀδρανῆ, ἐγὼ δὲ Κύριος καὶ Δεσπότης. ι ʹ. Καὶ ὑπολήψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὑτῶν ἐν τοῖς ἔθνεσιν, οὗ
English
For Nabuchodonosor, having sent a cavalry detachment into the desert near Jericho and having captured Sedekias and those who had fled with him, brought them to Deblatha, and there, having first slain the children of Sedekias and made him a spectator of the slaughter of his children, he then gouged out his eyes, and having put fetters made of bronze around him, he led him away to Babylon, forcing him to dwell in a mill. Therefore the prophecy also says, "He shall be led to Babylon, and he shall not see it." And all those around him, his helpers, and all who took his part, says he, I will scatter to every wind, and I will pour out a sword after them. And they shall know that I am the Lord, when I scatter them among the nations, and I will disperse them in the lands. But as many as escape the slaughter in war, I will cause to be led away as captives, and I will make them sojourners and wanderers, so that through the things themselves they may learn that the idols are deaf and utterly powerless, but I am Lord and Master. And I will take from them men by number from the sword, and from famine, and from death, so that they may recount all their lawless deeds among the nations, where
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:85 · narrative
Source
εἰσῆλθον ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λείψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι. ιζʹ, ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ' ὀδύνης φαγῇ, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλί ψεως πιεῖ. Καὶ τοῦτο πάλιν σημεῖον τοῦ κατὰ τὴν πολιορκίαν γενησομένου λιμοῦ. ιθʹ, κʹ. Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ· Τοὺς ἄρτους αὑτῶν μετ' ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὑ τῶν μετ' ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὑτῆς, ἐν ἀσεβείᾳ πάντων τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ αἱ πόλεις αὐ τῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ ἀπολαύοντες τῶν παρ' ἐμοῦ ἀγαθῶν, καὶ τοῖς ἀπὸ γῆς ἐντρυφῶντες καρποῖς, ἠγνοεῖτε τὸν δοτῆρα, καὶ ἀγνώμονες περὶ τὸν εὐερ γέτην ἐγένεσθε, ἐν τῇ στερήσει τῶν ἀγαθῶν καὶ τῇ τῶν πόλεων ἐρημίᾳ τὴν ἐμὴν μαθήσεσθε δεσποτείαν. Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς· καὶ τοὺς ἔτι τὴν Ἱερουσαλὴμ οἰκοῦντας, φόβῳ τῆς τῶν κακῶν προφητείας, πεῖσαι θέλων παύσασθαι τῆς πονηρίας.
English
they went in there, and they shall know that I am the Lord. But these very men, he says, who shall be the remnant of famine and death and the slaughter of war, shall become accusers of their own impiety and lawlessness, teaching the nations among whom they dwell as sojourners that they pay the penalty for the offenses they committed against me. 17, 18. And the word of the Lord came to me, saying: Son of man, you shall eat your bread with pain, and you shall drink your water with torment and affliction. And this again is a sign of the famine that will come about during the siege. 19, 20. And you shall say to the people of the land: Thus says Adonai the Lord to those who dwell in Jerusalem and in the land of Israel: They shall eat their bread in want, and they shall drink their water with destruction, so that the land with its fullness may be destroyed, in the impiety of all who dwell in it. And their cities that are inhabited shall be made desolate, and the land shall become a destruction, and you shall know that I am the Lord. For since, enjoying the good things that come from me and luxuriating in the fruits of the earth, you did not acknowledge the giver, and you became ungrateful toward your benefactor, in the deprivation of good things and the desolation of cities you shall learn my dominion. But the prophet foretold these things to those in Jerusalem while he was in captivity, God willing both to comfort those who had already become captives, that not they alone had suffered such things, but that they would also have others as sharers in them, and desiring to persuade those still dwelling in Jerusalem, by the fear of the prophecy of evils, to cease from their wickedness.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:86 · narrative
Source
Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι' ἀλλήλων βεβαιοῦσι σύμφωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους. Εἰ μὲν γὰρ πλησίον ᾤκουν ἀλλήλων, ἔσχε γοῦν χώραν κατὰ τῆς τῶν λόγων συμφωνίας ἡ ὑποψία· ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγ καίως θεῖα δείκνυται τὰ λεγόμενα. Τούτου χάριν, Ἱερεμίας μὲν τοῖς ἐν τῇ Χαλδαίᾳ ἐπιστέλλει, Ἰεζεκιὴλ δὲ τοῖς ἐν τῇ Ἰουδαίᾳ, τοῦ Θεοῦ τῶν ὅλων καὶ τούτοις κἀκείνοις ὠφελείας πάντα πόρον μηχανω μένου. καʹ, κβʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων· Μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις; Τί δήποτε, φησὶν, οἱ τὴν Ἰουδαίαν οἰκοῦντες λέγειν εἰώθασι τοῖς προ φήταις, ὅτι Τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἐσόμενα προαγορεύετε, ψεῦδος ἀναμιγνύντες τοῖς λόγοις, καὶ οὐδὲν ἀληθὲς προθεσπίζοντες; κγʹ. Διὰ τοῦτο εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσι τὴν παραβολὴν ταύτην ὁ οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, λέγων· Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως. Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται. κδʹ. Διότι οὐκ ἔτι ἔσται πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.
English
Moreover, since those dwelling in Jerusalem contradicted the words of the divine Jeremiah, and likewise those living in Chaldea contradicted the words of the inspired Ezekiel, they necessarily confirm their prophecies as agreeing with one another, and through this agreement they show that the words are divine. For if they had lived near one another, suspicion against the agreement of their words would at least have had some ground; but since they were separated from one another by many stages of journey, and yet foretold the same things, what is said is necessarily shown to be divine. For this reason, Jeremiah writes to those in Chaldea, and Ezekiel to those in Judea, while the God of all contrives every means of benefit for both these and those. 21, 22. And the word of the Lord came to me, saying: Son of man, what is this parable among the land of Israel, saying: The days are far off, and every vision has perished? Why is it, he says, that those dwelling in Judea are accustomed to say to the prophets, that you foretell things that will happen after a great number of years, mixing falsehood with your words, and predicting nothing true? 23. Therefore say to them: Thus says Adonai the Lord: And I will turn back this parable, and the house of Israel shall no longer say this parable, because you shall speak to them, saying: The days and the time of every vision have drawn near. For since they call long-suffering falsehood, let them be persuaded that the fulfillment of the prophecy is at hand, and that the foretold punishment will now appear at the doors. 24. For there shall no longer be any false vision, nor one divining things for favor in the midst of the sons of Israel.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:87 · narrative
Source
Καταπαύσω γὰρ, φησὶ, τοὺς ψευδο προφήτας ὑμῶν, τοὺς τἀναντία τοῖς ἐμοῖς προφήταις προλέγειν ἐπιχειροῦντας, καὶ ἀγαθῶν παρουσίαν ψευδῶς ὑμῖν προμηνύοντας. κεʹ. Ὅτι ἐγὼ λαλήσω τοὺς λόγους μου, καὶ ποιήσω, καὶ οὐ μὴ μηκυνῶ ἔτι, διότι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος Ἰσραὴλ ὁ παραπικραίνων. Λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος. Μὴ προσέχετε, φησὶ, τοῖς ἐμοῖς προφήταις, ὡς τηνάλλως διαλεγομένοις· ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λό γων. Οὕτω πάλιν δι' ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν προφητευομένων ἀλήθειαν· κηʹ. Οὐ γὰρ μὴ μηκύνωσι, φησὶν, ἔτι πάντες οἱ λόγοι μου, οὓς ἐὰν λαλήσω, ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος, ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον. βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, τοὺς προφητεύοντας. Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώ ποις ἀπεργάσηται (προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε· "Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν." Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις. Καὶ προφητεύσεις, φησὶ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου. (γʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος·
English
For he says, I will cause your false prophets to cease, who attempt to foretell things contrary to my prophets, and falsely announce to you the presence of good things. 25. Because I will speak my words and will perform them, and I will no longer delay, because in your days, O house of Israel that provokes me. I will speak a word and I will perform it, says Adonai the Lord. Do not give heed, he says, to my prophets, as though they were speaking in vain; for I speak through them, and sooner than a word I will bring the fulfillment to the word, making you eyewitnesses of the truth of the words. Thus again, having signified the same things through other words, and having threatened those who accuse the prophets, as though they did not foretell the present things but falsely foretold what would happen in later times, with the swift truth of the things prophesied; 28. For all my words, he says, which I shall speak, shall no longer be delayed, because I will speak a word and I will perform it, says Adonai the Lord. CHAPTER 13. He now turns his discourse against the false prophets. 2. For he says, Son of man, prophesy against the prophets of Israel who prophesy. And so that the sameness of name might not work harm to people (for both the true and the false were called prophets), he fittingly added: "And you shall say to the prophets who prophesy from their own heart." That is, to those utterly destitute of the operation of the Spirit, but who speak falsehoods from their own reasonings. And you shall prophesy, he says, and you shall say to them: Hear the word of the Lord. (3.) Thus says Adonai the Lord:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:88 · narrative
Source
Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν, τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὑτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι. Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους. Τὴν γὰρ προαίρεσιν τῆς ψυχῆς πνεῦμα αὑτῶν προσ ηγόρευσεν. δʹ, εʹ. Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆ ταί σου, Ἰσραήλ. Οὐκ ἔστησαν ἐν στερεώματι, καὶ οὐ συνήγαγον ποίμνιον ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐκ ἀνέστησαν ὡς ἐν πολέμῳ, οἱ λέ γοντες ὡς ἐν ἡμέρᾳ Κυρίου. Ταῦτα δὲ ὁ Σύμ μαχος σαφέστερον ἡρμήνευσεν· "Ὡς ἀλώπεκες ἐν ἐρειπίοις οἱ προφῆταί σου, Ἰσραήλ· οὐκ ἀνέβητε εἰς τὰς διακοπὰς, οὐδὲ περιεφράξατε φραγμὸν περὶ τοὺς υἱοὺς Ἰσραὴλ, ὑπὲρ τοῦ στῆναι, ὡς ἐν πολέμῳ ἐν ἡμέρᾳ Κυρίου." Ἀλώπεξι γὰρ, φησὶν, ἐοίκασιν οἱ προφῆταί σου, ὦ Ἰσραὴλ, ἐν ἐρειπίοις οἰκούσαις. Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀποφράττουσιν ἐξόδους, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀνιέναι διὰ τούτων, καὶ εἰσιέναι· οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐσεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι· ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος. ʹ, ζʹ. Βλέποντες, φησὶ, ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀνα στῆσαι λόγον. Οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίους εἰρήκατε, καὶ ἐλέγετε· Φησὶ Κύριος, Κύριος, καὶ ἐγὼ οὐκ ἐλάλησα; Τῷ ὀνόματι, φησὶ, τῷ ἐμῷ κατεχρήσασθε ψευδεῖς μαν τείας τῷ λαῷ προσφέροντες·
English
Woe to those who prophesy from their own heart, who walk after their own spirit, and do not see at all. A lamentation, he says, will overtake those who are not energized by the divine Spirit but are persuaded by their own impulse. For he called the soul's deliberate choice their own spirit. 4, 5. Like foxes in the deserts are your prophets, Israel. They did not stand in the firmament, and they did not gather a flock to the house of Israel. They did not rise up as in war, those who say as in the day of the Lord. But Symmachus interpreted these things more clearly: "Like foxes in ruins are your prophets, Israel; you did not go up to the breaches, nor did you fence a fence around the sons of Israel, so as to stand, as in war, in the day of the Lord." For your prophets, he says, O Israel, are like foxes dwelling in ruins. For just as those do not block up the exits of the ruins, but it is permitted to anyone who wishes to go up through them and to enter, so these, seeing the people's slackness, did not wall off its paths to wickedness, nor did they fence it about with words of piety, so that in the day of wrath it might be able to prevail over the enemies; but they used the people's weakness for their own gain. 6, 7. Seeing, he says, false things, divining vain things, those who say, The Lord says, and the Lord has not sent them, and they began to raise up a word. Did you not see a false vision, and speak vain divinations, and say, The Lord says, the Lord, and I did not speak? By my name, he says, you made base use, offering false divinations to the people.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:89 · narrative
Source
ἐγὼ δὲ οὐδὲν ὑμῖν τού των ἐνέπνευσα. ηʹ, θʹ. Διὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας τὰ ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Τὸν μὲν ἐμὸν, φησὶ, παι δεύσω λαόν· οὗτοι δὲ πανωλεθρίᾳ παραδοθήσονται, καὶ ἀνάγραπτον τὴν μνήμην οὐχ ἕξουσιν, οὐδὲ συναριθμηθήσονται τῷ λαῷ μου. Καὶ τὴν αἰτίαν δεικνὺς, ιʹ. Ἀνθ' ὧν, φησὶν, ἐπλάνησαν τὸν λαόν μου, λέγοντες· Εἰρήνη, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη. Ἐγὼ μὲν γὰρ τῷ λαῷ πόλεμον, καὶ σφα γὴν, καὶ αἰχμαλωσίαν προηγόρευον, τῇ ἀπειλῇ τῶν κακῶν σωφρονίσαι βουλόμενος· οὗτοι δὲ τἀναντία μοι δρῶντες, εἰρήνην αὐτοῖς ἐπηγγέλλοντο μά την. Καὶ αὐτὸς, φησὶν, οἰκοδομεῖ τοῖχον, ὡς στε ρεὸν, καὶ αὐτοὶ ἐπαλείφουσιν αὐτόν. Εἰ πε σεῖται; (ιαʹ.) Εἰπὲ πρὸς τοὺς ἀλείφοντας αὐ τὸν, Πεσεῖται. Ὁ μὲν γὰρ, φησὶ, λαὸς οἰκοδομεῖ τοῖχον σαθρὸν, διὰ τῆς πονηρίας καὶ ἀσεβείας· οὗ τοι δὲ τὰς χρηστὰς προῤῥήσεις, καὶ τὰς ἀγαθὰς ὑποσχέσεις, οἷόν τινα ἀλοιφὴν καὶ χρίσμα τῷ τοίχῳ προσφέρουσι, δέον καταλύειν τὴν σφαλερὰν οἰκοδο μίαν, καὶ παρασκευάζειν στερεὰν αὐτὴν γενέσθαι. Ἐπαλείφοντες δὲ τοῖχον, ἐνόμιζον αὐτὸν ἀσφαλῆ διὰ τῆς ἀλοιφῆς ἀπεργάζεσθαι. Εἰπὲ τοίνυν αὐτοῖς ὅτι πεσεῖται καὶ
English
But I inspired nothing of these things in you. 9. Therefore say: Thus says Adonai Lord: Because your words are false, and your divinations are vain, therefore behold, I am against you, says Adonai Lord. And I will stretch out my hand against the prophets who see false things and who utter vain things. They shall not be in the discipline of my people, nor shall they be written in the writing of the house of Israel, and they shall not enter into the land of Israel, and they shall know that I am Adonai Lord. My own people, he says, I will discipline; but these shall be handed over to utter destruction, and they shall not have their memory recorded, nor shall they be numbered with my people. And showing the cause, 10. Because, he says, they led my people astray, saying: Peace, peace, and there is no peace. For I was foretelling to the people war, and slaughter, and captivity, wishing to bring them to their senses by the threat of evils; but these, doing the opposite of me, were promising them peace in vain. And he, he says, builds a wall, as though solid, and they smear it. If it shall fall? (11.) Say to those who smear it, It shall fall. For the people, he says, builds a rotten wall, through wickedness and impiety; but these bring good prophecies and good promises to the wall like some ointment and anointing, when they ought to tear down the unstable building and prepare it to become solid. But by smearing the wall, they thought to make it secure through the smearing. Say to them, therefore, that it shall fall and
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:90 · narrative
Source
διαλυθήσεται. ιβʹ. Ἔσται γὰρ, φησὶν, ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὑ τῶν, καὶ πεσεῖται, καὶ πνεῦμα ἐξαῖρον ἥξει, καὶ ῥαγήσεται. Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος. Τροπι κῶς ἅπαντα ὡς ἐπὶ τοίχου εἴρηκε, διὰ πάντων δὲ τὴν τῶν πολεμίων παρεδήλωσεν ἔφοδον. Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγό ρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συν έσφιγγον τὸν λαόν. Καὶ ὑετὸν τοίνυν κατακλύζοντα, καὶ λίθους πετροβόλους, καὶ πνεῦμα ἐξαῖρον, τοὺς Χαλδαίους ὠνόμασε. Πεσόντος τοίνυν, φησὶ, τοῦ τοίχου, "Ἆρα οὐκ ἐροῦσι πρὸς ὑμᾶς· Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;" Ὅταν διὰ τῶν πραγμάτων μάθωσι ψευδεῖς τὰς ὑμετέρας προῤ ῥήσεις, καὶ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν ἀντὶ τῆς ἐλπισθείσης εἰρήνης, οὐκ ἐροῦσι ὑμῖν· Ποῦ οἱ χρηστοὶ ὑμῶν, λόγοι, καὶ αἱ τῆς εἰρήνης ἐπαγγελίαι; Οὕτω πάλιν διὰ πλατυτέρων τὰ αὐτὰ εἰρηκὼς, καὶ ἀπειλήσας τῶν πολεμικῶν βελῶν τὸν κατακλυσμὸν, καὶ τὰς τῶν λίθων νιφάδας, καὶ τοῦ κακῶς οἰκοδομηθέντος τοίχου τὴν μέχρι θεμελίων κατάλυσιν, καὶ τῆς ψευδολογίας τῶν τὰ ἀγαθὰ προειρηκότων τὸν ἔλεγχον, σαφέστερον ποιεῖ τὸν λόγον. Εἶπα γὰρ, φησὶ, πρὸς ὑμᾶς· Οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτόν. (ι ʹ.) Οἱ προ φῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναῒ Κύριος. Φροῦδα, φησὶ, πάντα γενήσεται, καὶ ἡ ἀλοιφὴ, καὶ ὁ τοῖχος, καὶ οἱ τὴν ἀλοιφὴν προσενεγκόντες προφῆται.
English
It will be dissolved. 12. For there shall be, he says, an overwhelming rain, and I will give stone-hurling stones against your bonds, and it shall fall, and a sweeping wind shall come, and it shall be broken. And behold, the wall has fallen. He has spoken all these things figuratively as of a wall, and through them all he has indicated the assault of the enemies. By the bonds of the wall he foretold the king and the rulers, who, like straps on a building, thus held the people together. And so the overwhelming rain, and the stone-hurling stones, and the sweeping wind, he has named the Chaldeans. Since the wall has fallen, then, he says, "Will they not say to you: Where is your plaster, which you plastered?" When through the events they learn that your predictions are false, and that war, and slaughter, and captivity have come instead of the hoped-for peace, will they not say to you: Where are your fine words, and the promises of peace? Thus again, having said the same things through more expansive terms, and having threatened the deluge of warlike missiles, and the snowstorms of stones, and the destruction down to the foundations of the badly built wall, and the refutation of the falsehood of those who foretold good things, he makes his word clearer. For I said, he says, to you: There is no wall, nor are there those who plaster it. (10.) The prophets of Israel, who prophesy concerning Jerusalem, and who see peace for her, and there is no peace, says Adonai Lord. All things, he says, shall come to nothing—both the plaster, and the wall, and the prophets who applied the plaster.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:91 · narrative
Source
Πολιορκία γὰρ, φησὶ, καὶ αἰχμαλωσία, ἀντὶ τῆς ἐπαγγελθείσης εἰρήνης τὴν Ἱερουσαλὴμ καταλήψεται. Ταῦτα περὶ τῶν ψευδοπροφητῶν εἰρηκὼς, τρέ πει τὸν λόγον ἐπὶ τὰς ψευδοπροφήτιδας. Ὄργανα γὰρ καὶ ταύτας ὁ τῆς ἀνθρωπείας φύσεως ἀλάστωρ εὑρὼν, καὶ διὰ τούτων τὴν ψευδολογίαν ἐνήργει· καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντ έταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας. Προλέγει τοίνυν καὶ ταύταις τὰ συμβησόμενα. ιζʹ, ιηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὑτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσ κεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιού σαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέψαι ψυχάς. Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμή νευσεν, οὕτως εἰπών· "Οὐαὶ ταῖς συῤῥαπτούσαις ὑπαγκώνια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ὑπαυχένια πρὸς κεφαλῆς πάσης ἡλικίας εἰς τὸ θη ρεύειν ψυχάς." Τροπικῶς δὲ διὰ τούτων τοὺς ἁπα λωτέρους καὶ χρηστοτέρους ᾐνίξατο λόγους· τά τε γὰρ ὑπαυχένια καὶ τὰ ὑπαγκώνια ἀνάπαυλάν τινα καὶ θεραπείαν προσφέρει τοῖς μέλεσιν, οἷς ὑποτίθενται· καὶ οἱ χρηστότεροι λόγοι, καὶ ψευδεῖς ὄντες, πρὸς καιρὸν μὲν τὴν ἀκοὴν γαργαλίζουσι, διαστροφὰς δὲ παντοδαπὰς προσφέρουσι ταῖς ψυχαῖς.
English
For siege and captivity, he says, will overtake Jerusalem instead of the peace that was promised. Having said these things about the false prophets, he turns his discourse to the false prophetesses. For the avenger of human nature, finding these also as instruments, was working falsehood through them; and he set the false prophets against the prophets, and against the women who had been deemed worthy of the prophetic grace, those who had received the working of falsehood. He foretells, then, to these also the things that will happen. 17, 18. And you, son of man, set your face against the daughters of your people who prophesy from their own heart, and prophesy against them, and you shall say: Thus says Adonai the Lord: Woe to those who sew cushions under every elbow of the hand, and make coverings upon every head of every age, to pervert souls. They were perverting the souls of my people, and they were gaining souls for themselves. Symmachus interpreted this more clearly, saying thus: "Woe to those who sew arm-cushions under every elbow of the hand, and make neck-pieces for the head of every age, to hunt souls." Figuratively, through these things he hinted at the softer and more pleasant words; for both the neck-pieces and the arm-cushions offer a certain rest and care to the limbs on which they are placed; and the more pleasant words, even when false, for a time tickle the ear, but bring all kinds of perversions to souls.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:92 · narrative
Source
Οὕτω καὶ αἱ ψευδοπροφήτιδες τῷ μὲν λαῷ τὴν κατὰ ψυχὴν βλάβην, ἑαυταῖς δὲ χρηματικὸν περιεποιοῦντο κέρ δος, τὰ δοκοῦντα χρηστὰ προφητεύουσαι. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο." Διαστρέφοντες γὰρ τὸν λαὸν, καὶ τοῦ Θεοῦ ἀφιστῶντες, αὐταῖς προσ έχειν παρεσκεύαζον. Εἶτα κέρδους τὸ εὐτελές. ιθʹ. Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνε κεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου. Τί γὰρ τούτων εὐτελέστερον; Τί δὲ χαλεπώτερον τῆς ἐντεῦθεν ἐπαγομένης λώβης; "Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περι ποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀπο φθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα." Σμικροῦ γὰρ ἕνεκεν κέρδους, τοὺς μὲν ἐπῃνεῖτε μάτην ἐπὶ τοῦ λαοῦ, τοὺς δὲ τιμωρίας εἶ ναι ἀξίους ἐλέγετε, τῇ τοῦ λαοῦ κουφότητι καὶ εὐκολίᾳ κακῶς ἀποκεχρημέναι. Πειθόμενοι γὰρ τοῖς ὑφ' ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον. Οὕτω τὴν ἀσέβειαν ἐλέγ ξας, ἀπειλεῖ τιμωρίαν. κʹ, καʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ
English
Thus the false prophetesses were procuring spiritual harm for the people and financial gain for themselves, prophesying what seemed to be favorable things. For this is what he hinted at when he said: "They were perverting the souls of my people, and they were procuring souls for themselves." For by perverting the people and leading them away from God, they prepared them to attach themselves to the prophetesses. Then he speaks of the cheapness of the gain. 19. And they were profaning me before my people, for a handful of barley and for fragments of bread. For what is cheaper than these? And what is more grievous than the injury brought about by them? "To kill," he says, "souls that ought not to die, and to procure souls that ought not to live, by your speaking vain utterances to a people that listens." For for the sake of a small gain, you praised some vainly before the people, and you said others were worthy of punishment, making wicked use of the people's levity and readiness to believe. For those who believed what was said by you were preserving some unjustly and slaughtering others to no purpose. Having thus convicted their impiety, he threatens punishment. 20, 21. Therefore thus says Adonai
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:93 · narrative
Source
Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ' ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχὰς, καὶ διαῤῥήξω αὐτὰ ἐπὶ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς, ἃς ὑμεῖς ἐξεστρέψατε, τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν. Καὶ ῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκ ἔτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφὴν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐλέγξω, φησὶ, τοὺς ὑμετέρους λόγους, καὶ δείξω ψευδεῖς, καὶ ἀντὶ τῶν χρηστῶν ἐκείνων ἐπαγγελιῶν, αἳ ἐοίκασιν ὑπαυχενίοις μαλακοῖς καὶ ὑπαγκωνίοις, ἐπάξω τὰ ἀλγεινὰ τῷ πεισθέντι ὑμῖν λαῷ, καὶ διασκορπιῶ αὐτοὺς, τῇ πείρᾳ διδάσκων τὸ ὑμέτερον ψεῦδος. Ἐλευθερώσω δὲ αὐτοὺς ὅμως ἀπὸ τῆς ὑμετέρας ψευδολογίας, πείθων αὐτοὺς, δι' ὧν ὑπομένουσι, μηκέτι τοῖς ὑμετέροις προσέχειν λό γοις, ἀλλ' ἐμὲ Κύριον ἐπιγράφεσθαι καὶ Δεσπό την. κβʹ, κγʹ. Ἀνθ' ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πο νηρᾶς, καὶ ζῆσαι αὐτόν. Διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώ σεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε (οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν· τούτου χάριν, παντελεῖ ὑμᾶς παραδώσω ὀλέθρῳ, καὶ τὴν ψευδῆ μαντείαν ὑμῶν καταπαύσω, καὶ τῆς δι' ὑμῶν ἀπωλείας τὸν ἐμὸν ἐλευθερώσω λαόν.
English
The Lord says: Behold, I am against your pillows, upon which you gather souls there, and I will tear them from your arms, and I will send away the souls that you have turned aside, their souls, into scattering. And I will tear your veils, and I will rescue my people from your hand, and they shall no longer be in your hands for gathering, and you shall know that I am the Lord. He says: I will convict your words and show them false, and in place of those favorable promises, which resemble soft neck-pillows and arm-cushions, I will bring painful things upon the people who were persuaded by you, and I will scatter them, teaching your falsehood by experience. Yet I will set them free from your false speaking, persuading them, through what they suffer, no longer to pay attention to your words, but to acknowledge me as Lord and Master. Verses 22, 23: Because you turned aside the heart of the righteous unjustly, and I did not turn him aside, and to strengthen the hands of the lawless utterly, so that he should not turn back from his own evil way and live. Therefore you shall surely not see falsehood, and you shall no longer practice divinations; and I will rescue my people from your hand, and you shall know that I am the Lord. For, he says, since you were unsettling and storm-tossing the righteous (for thus Aquila translated it), foretelling painful things to them, and you were making the lawless more bold, foretelling good things, and you were doing both contrary to my purpose—for this reason I will deliver you over to utter destruction, and I will put an end to your false divination, and I will free my people from the destruction that comes through you.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:94 · narrative
Source
Οὕτω τὰ περὶ τούτων προθεσπίσας, ἐφ' ἕτερον μεταφέρει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ–γʹ. Καὶ ἦλθον, φησὶ, πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὑτῶν ἐπὶ τὰς καρδίας αὑτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὑτῶν ἔθηκαν πρὸ προσώπου αὑτῶν· εἰ ἀποκρινόμενος ἀπο κριθῶ αὐτοῖς; Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμή νευσεν· "Οἱ ἄνδρες οὗτοι ἀνήνεγκαν τὰ εἴδωλα αὑτῶν ἐπὶ καρδίας αὑτῶν, καὶ σκάνδαλον ἀνομίας αὑτῶν ἔδωκαν ἀπέναντι τοῦ προσώπου αὑτῶν." Ἃ γὰρ κακῶς, φησὶ, διανοηθέντες ἐπιτελοῦσι, καὶ ἠπειλημένης τοῖς ἀδίκοις κολάσεως ἀναίδην κατα φρονήσαντες, παρεγένοντο πρὸς σὲ, πυθέσθαι τι βουλόμενοι, καὶ ἀποκρίσεως ἀξιωθῆναι προσδοκῶντες. δʹ, εʹ. Διὰ τοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἐὰν θῇ τὰ διανοήματα αὑτοῦ ἐπὶ καρδίας αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσ ώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν τούτοις, ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. Ἐπειδὴ τοῖς προφήταις καὶ τοῖς ψευδοπροφήταις ὁμοίως ἐκέχρηντο οἱ τῇ ἀσεβείᾳ δουλεύοντες, καὶ ἐπυνθάνοντο, οὐχ ἵνα πάντως τὰ ὑπὸ τοῦ Θεοῦ κελευόμενα περάνωσιν, ἀλλὰ βουλό μενοι μανθάνειν εἰ συμβαίνουσι τοῖς λογισμοῖς αἱ προῤῥήσεις·
English
Having thus foretold the things concerning these, he transfers his discourse to another matter. CHAPTER 14. 1–3. And there came, he says, to me men from the elders of Israel, and they sat before my face. And the word of the Lord came to me, saying: Son of man, these men have set their thoughts upon their own hearts, and have set the punishment of their iniquities before their own face; shall I be answered and judged for them? Aquila translated this more clearly: "These men have brought up their idols upon their own hearts, and have set the stumbling-block of their lawlessness before their own face." For the things which, he says, they evilly devise and carry out, and despising shamelessly the punishment threatened against the unjust, they have come to you, wishing to inquire of something, and expecting to be deemed worthy of an answer. 4–5. Therefore speak to them, and you shall say to them: Thus says Adonai the Lord: A man from the house of Israel, whoever shall set his thoughts upon his own heart, and shall set the punishment of his iniquity before his own face, and shall come to the prophet, I the Lord will answer him in those things in which his thought is entangled, so as to turn aside the house of Israel according to their hearts, which are alienated from me in their devices. Since those who were enslaved to impiety treated prophets and false prophets alike, and inquired, not in order that they might altogether accomplish the things commanded by God, but wishing to learn whether the predictions accord with their reasonings;
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:95 · narrative
Source
τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τι μωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ. Ἐπειδὴ οὐκ εὐθείᾳ κέχρηται διανοίᾳ, συγχωρήσω τῷ ψευδοπροφήτῃ τοὺς λογισμοὺς αὐτοῦ βεβαιῶσαι· ὀλέθρου γάρ ἐστι καὶ ἀπωλείας ἄξιος. Διὰ τοῦτο, φησὶν, "Ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν." Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀχαὰβ γεγενημέ νον ἔστιν εὑρεῖν. Σεδεκίας γὰρ ὁ ψευδοπροφήτης, κέ ρατα σιδηρᾶ ἑαυτῷ ποιήσας, ἔλεγε τῷ Ἀχαάβ· "Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν." Τοῦ δὲ Ἰωσαφὰτ οὐ δεχομένου τὰ παρὰ τῶν ψευδοπροφητῶν λεγόμενα, ἀλλὰ θεῖον ἐπιζητοῦντος προφήτην, μετεπέμφθη μὲν ὁ Μιχαίας· ἐναντία δὲ τῷ Σεδεκίᾳ προφητεύσας, οὐκ ἔπεισε τὸν Ἀχαάβ. Οὔτε γὰρ ἐκεῖνα ποιῆσαι βουλόμενος, ἃ ὁ Θεὸς προηγόρευσε, τὸν προφήτην ἠρώτα, ἀλλ' ἐκ παντὸς τρόπου τὸν ἴδιον ἤθελε κυρῶσαι σκοπόν. Διὸ τοῦ Θεοῦ συγχωρήσαντος, προὔ λεγον μὲν οἱ ψευδοπροφῆται τὰ ψευδῆ· πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας. ʹ.
English
For this reason, the God of all says through the prophet: Every man of the house of Israel who contradicts the divine teachings, obeys only his own reasonings, and despises the punishment threatened against the lawless—even if he goes to a false prophet, wishing to fulfill his own desires and making a test of whether the predictions agree with his own reasonings—I, he says, will answer him. Since he has not used an upright mind, I will permit the false prophet to confirm his reasonings; for he is worthy of destruction and perdition. Therefore, he says, "so that he may turn aside the house of Israel according to their hearts, which are alienated from me in their thoughts." For since they set themselves far from my care and rejoice in the deception of false prophets, I will permit them to reap the fruits of their own labors. This can also be found to have happened in the case of Ahab. For Zedekiah the false prophet, having made for himself horns of iron, said to Ahab: "With these you shall gore Syria." But when Jehoshaphat did not accept what was said by the false prophets, but sought a divine prophet, Micaiah was summoned; and having prophesied contrary to Zedekiah, he did not persuade Ahab. For he was not asking the prophet because he wished to do those things that God had foretold, but by every means he wanted to ratify his own purpose. Therefore, when God permitted it, the false prophets foretold false things; and he, being persuaded, went out and paid the penalties for his impiety.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:96 · narrative
Source
Διὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. Παραίνεσιν προσ φέρει πρόξενον σωτηρίας, καὶ τὸ ἀπὸ ταύτης ἐσό μενον ἀποδείκνυσι κέρδος. ζʹ. Διότι ἄνθρωπος, ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ οἴκῳ Ἰσραὴλ, ὃς ἀπαλλοτριωθῇ ἀπ' ἐμοῦ, καὶ θῇ τὰ ἐνθυμήματα αὑτοῦ ἐπὶ τὴν διάνοιαν αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἐν αὐτοῖς. Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογι σμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ' ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι. Εἶτα τὴν ἀξίαν ἀπειλεῖ τιμωρίαν· ηʹ. Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄν θρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρη μον, καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Καὶ δεικνὺς ὡς οὐ περὶ τῶν θείων ταῦτα λέγει προφητῶν, ἀλλὰ περὶ τῶν τὸ μὲν ὄνομα ἐχόντων, τοῦ δὲ πράγματος ὄντων ἐρήμων, ἐπ ήγαγε· θʹ, ιʹ.
English
Therefore say to the house of Israel: Thus says Adonai the Lord: Turn, and turn away from your practices and from all your impieties, and turn your faces. He offers exhortation that procures salvation, and shows the gain that will come from it. 7. For a man, a man from the house of Israel, and from the proselytes who sojourn in the house of Israel, who has become estranged from me, and sets his own thoughts upon his own mind, and places the punishment of his own injustice before his own face, and comes to the prophet to inquire of him in me—I the Lord will answer him in those things in which he is entangled. These things again he has said more clearly: that everyone who makes himself a stranger to my care, and uses evil as his guide in reasoning, and knows the punishment threatened against the wicked but despises it, and comes to one of the false prophets, as though wishing to learn from me what ought to be done—I, he says, will make the answer, and I will permit the one called a prophet to answer in accordance with his reasonings. Then he threatens the punishment that is deserved: 8. And I will set my face against that man, and I will make him a desolation and a destruction, and I will remove him from the midst of my people, and you shall know that I am the Lord. And showing that he says these things not about the divine prophets, but about those who have the name but are destitute of the reality, he added: 9, 10.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:97 · narrative
Source
Καὶ ὁ προφήτης ἐὰν πλανηθῇ, καὶ λαλήσῃ λόγον, ἐγὼ Κύριος πεπλάνηκα αὐτὸν τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ. Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν. Ἀλλ' οὐκ ἔστιν ἴδιον τοῦ δικαίου κριτοῦ, καὶ πλανᾷν τὸν προφήτην, καὶ πλανηθέντα κολάζειν. Οὐ τοίνυν κατ' ἐνέργειαν λέγει τὸν προφήτην πλανᾷν, ἀλλὰ κατὰ συγχώρησιν· τουτέστι, Δυνάμενος αὐτοῦ παραυτίκα ἐλέγχειν τὸ ψεῦδος, ἀνέχομαι, καὶ μακροθυμῶ, καὶ συγχωρῶ κεχρῆσθαι τῇ ἐξαπάτῃ· γνώμῃ γὰρ, καὶ οὐκ ἀνάγκῃ ταύτην ἐπιτηδεύει. Διὸ καὶ τὴν ἴσην τιμωρίαν ἀπειλεῖ, καὶ τῷ κακῶς ἐρωτῶντι, καὶ τῷ κακῶς ἀποκρινομένῳ. Κατὰ τὸ ἀδίκημα γὰρ, φησὶ, τοῦ ἐπερωτῶντος, ὡσαύτως καὶ τὸ ἀδίκημα τοῦ προφήτου ἔσται, (ιαʹ.) ὅπως μὴ πλανῶνται ἔτι οἶκος τοῦ Ἰσραὴλ ἀπ' ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὑτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγε, Ἀδωναῒ Κύριος. Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν. Βούλομαι γὰρ αὐτὸν ἔχειν λαὸν, καὶ εἶναι αὐτῶν θέλω Θεὸς, πᾶσαν αὑτῶν κηδεμονίαν ποιού μενος. ιβʹ–ιδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι, τοῦ παραπεσεῖν παραπτώματι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπ' αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὑτῶν
English
And if the prophet is led astray and speaks a word, I the Lord have led that prophet astray, and I will stretch out my hand against him and destroy him from the midst of my people Israel. And they shall bear their iniquity. But it is not proper to the righteous judge both to lead the prophet astray and to punish him when he has been led astray. Therefore he does not say that he leads the prophet astray by an active operation, but by permission; that is, Being able to convict his falsehood immediately, I bear with it, and I am long-suffering, and I permit him to employ the deception; for he practices it by choice, and not by compulsion. Therefore he threatens equal punishment both to the one who asks wickedly and to the one who answers wickedly. For according to the iniquity of the one who asks, he says, so also shall the iniquity of the prophet be, so that the house of Israel may no longer go astray from me, and that they may no longer defile themselves in all their transgressions; and they shall be my people, and I will be their God, says Adonai the Lord. Not in vain, he says, will I bring this punishment upon them, but through their destruction I will benefit my people and free them from their impiety. For I wish to have them as a people, and I wish to be their God, exercising all care for them. And the word of the Lord came to me, saying: Son of man, if a land sins against me by falling into transgression, and I stretch out my hand against it, and break its staff of bread, and send famine upon it, and remove from it man and beast; and if these three men are in the midst of it, Noah, and Job, and Daniel, they in their righteousness
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:98 · narrative
Source
σωθήσονται, λέγει Ἀδωναῒ Κύριος. Ἐὰν, φησὶν, ἁμαρτῆσαν ἔθνος κολάσαι βουληθῶ, καὶ λιμῷ παραδοῦναι, μετανοίᾳ δὲ χρήσασθαι μὴ βουληθῶσιν οἱ κολαζόμενοι, οὐδεμιᾶς τεύξονται συγγνώμης, οὐδὲ εἰ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ εὑρεθεῖεν ἐν αὐτοῖς. Ἀλλ' οὗτοι μὲν τῆς οἰκείας δικαιοσύνης τρυγήσουσι τοὺς καρποὺς, καὶ τῆς σωτηρίας ἀπολαύσονται, ἐκείνους δὲ τῆς ἐπαγομένης οὐκ ἀπαλλάξουσι τιμω ρίας. Τούτων δὲ τῶν ἀνδρῶν ἐμνημόνευσεν, ὡς τοῖς εἰρημένοις τῶν κατὰ τοὺς χρόνους αὐτῶν γεγονότων λίαν συμβαινόντων. Ὅ τε γὰρ Νῶε ἐν ἀσεβῶν εὑρεθεὶς γενεᾷ, οὐκ ἴσχυσε τῆς τοῦ κατακλυσμοῦ πανωλεθρίας ἀπαλλάξαι τοὺς μετανοίᾳ χρήσασθαι μὴ θελήσαντας. Καὶ ὁ Δανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέντων κακῶν· αὐτὸς δὲ, καὶ δορυάλωτος γενόμενος, τῶν πολεμίων ἐκράτησε, καὶ τοὺς ἀνδραποδίσαντας ἔλαβεν ὑπηκόους. Οὐδὲ οἱ τοῦ Ἰὼβ δὲ παῖδες τῆς τοῦ πατρὸς δικαιοσύνης ἀπώναντο, μόνος δὲ κρείτ των τῆς τοῦ πολεμήσαντος ἐπιβουλῆς ἀπεφάνθη. Διὰ πλειόνων δὲ πάλιν ἑτέρων ταῦτά φησι· Κἂν γὰρ θάνατον ἐπαγάγω τῇ γῇ ἐκείνῃ, κἂν θηρίων ἐπανάστασιν, κἂν πολεμίων ἔφοδον, εὑρεθήσονται δὲ οἱ τρεῖς ἄνδρες μέσοι αὐτῶν, οὐδὲ τοὺς ἑαυτῶν υἱοὺς ἢ θυγατέρας διασῶσαι δυνήσονται, ἀλλὰ μόνοι, τεύ ξονται τῆς σωτηρίας. Δῆλον δὲ ὅτι οἱ μετανοίας ὑπάρχοντες ἔρημοι, οὐδεμίαν ὠφέλειαν ἐκ τῶν δικαίων καρποῦνται· ὅτι γὰρ ἀκολουθεῖ τῇ μετανοίᾳ ἡ σω τηρία, μάρτυς ἡ θεία Γραφὴ, πανταχοῦ τοῦτο διδά σκουσα.
English
They shall be saved, says Adonai the Lord. If, he says, I wish to punish a nation that has sinned, and to deliver it over to famine, but those who are being punished do not wish to practice repentance, they will obtain no forgiveness, not even if Noah, Job, and Daniel should be found among them. But these men will reap the fruits of their own righteousness and will enjoy salvation, yet they will not deliver those others from the punishment that is being brought upon them. He mentioned these men because what was said corresponds very closely to what happened in their times. For Noah, found in a generation of the impious, was not able to deliver from the utter destruction of the flood those who were unwilling to practice repentance. And Daniel likewise, being in the time of the captivity, did not free the others from the evils that were brought upon them because of their great impiety; but he himself, though taken captive by the spear, prevailed over his enemies and took as subjects those who had enslaved him. Nor did Job's children enjoy the benefit of their father's righteousness, but he alone was shown to be superior to the plot of the one who warred against him. And again he says these things through several other examples: For even if I bring death upon that land, or a rising up of wild beasts, or an assault of enemies, and those three men are found in the midst of them, they will not be able to save even their own sons or daughters, but they alone will obtain salvation. It is clear that those who are destitute of repentance reap no benefit from the righteous; for that salvation follows repentance, divine Scripture is a witness, teaching this everywhere.
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:99 · narrative
Source
Νινευῗται γὰρ, οὔτε τὸν Νῶε, οὔτε τὸν Ἰὼβ, οὔτε τὸν Δανιὴλ ἔχοντες, ἀλλὰ τὸν Ἰωνᾶν, οὐχ ὑπερευχόμενον, ἀλλ' ἀληθεῦσαι βουλόμενον, διὰ μετανοίας εὕραντο τὴν σωτηρίαν. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς οὐδεμίαν ἕξουσι συγγνώμην οἱ παρανομίᾳ συζῶντες, μεταμελείᾳ χρῆσθαι μὴ βου λόμενοι, καὶ δικαίοις συνοικεῖν σεμνυνόμενοι. Πρὸς δὲ τούτοις, βούλεται δεῖξαι ὁ τῶν ὅλων Θεὸς ὅτι ὅπερ ἐπ' ἄλλου ἔθνους οὐ πεποίηκε, τοῦτο ἐπὶ τοῦ Ἰσραὴλ πεποίηκε. καʹ, κβʹ. Τάδε λέγει γὰρ, φησὶν, Ἀδωναῒ Κύριος· Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς (πονηρὰς δὲ τὰς χαλεπὰς λέγει), ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος. Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασωζόμενοι ἐξ αὐτῆς, οἵτινες ἐξάξουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν. Θάνατον μὲν καλεῖ τὴν αἰφνίδιον τελευτὴν, ῥομφαίαν δὲ τὴν σφαγὴν, λιμὸν δὲ δῆλον ὅτι τὴν ἔνδειαν, θηρία πονηρὰ τοὺς ὠμῶς ἐξανδραποδίζοντας, πονη ρὰς ἐκδικήσεις τὰς χαλεπὰς καὶ πικράς. Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, καταλιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον. Καὶ ὑμεῖς δὲ, οἱ ἐκείνων ὁμόφυλοι, οὐ κατηγορήσετε τῆς τιμωρίας ὠμότητα, τὴν τούτων θεασάμενοι πονηρίαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγεν·
English
For the Ninevites, having neither Noah, nor Job, nor Daniel, but Jonah—not interceding, but wishing to speak truth—found salvation through repentance. The prophetic word teaches, therefore, that those who live in lawlessness and do not wish to practice repentance, yet pride themselves on dwelling with the righteous, will have no forgiveness. In addition to these things, the God of all wishes to show that what he did not do to another nation, he did to Israel. Verses 21, 22. For thus says Adonai the Lord: If I also send my four evil punishments (and he calls severe punishments "evil")—sword, and famine, and evil beasts, and death—upon Jerusalem, to destroy from it man and beast. And behold, those left in it who are saved from it, who will bring out from it sons and daughters—behold, they themselves will come out to you, and you will see their ways. He calls sudden death "death," slaughter "sword," and famine obviously "want," and those who cruelly enslave "evil beasts," and severe and bitter punishments "evil punishments." These punishments, he says, having brought upon Israel, I leave behind sons and daughters saved from them, so that all may learn their great impiety and their evil practices, and may know the justice of the punishment. And you, who are of the same race as they, will not accuse the punishment of cruelty, having seen their wickedness. And making this clear, he added:
khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:100 · narrative
Source
Καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγον ἐπ' αὐτήν. (κγʹ.) Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε ὅτι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Ἀδωναῒ Κύριος. Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον. ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. αʹ–δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων, τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυ μοῦ; Εἰ λήψονται ἐξ αὐτῆς ξύλον, τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον, τοῦ κρεμάσαι ἐπ' αὐτὸν πᾶν σκεῦος; Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Ἐπειδὴ ἄμπελον ἀεὶ διὰ τῶν προφητῶν τὸν Ἰσραὴλ ὠνόμασε· διὰ μὲν γὰρ τοῦ Δαβὶδ, φησὶν, "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·" ὁ δὲ Ἡσαΐας· "Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ·" ὁ δὲ Ἱερεμίας· "Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀληθινή;" τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐργασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον· οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατα σκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ' ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται·
English
And you shall repent for the evils which I brought upon Jerusalem, for all the evils which I brought upon her. (23) And they shall comfort you, because you shall see their ways and their thoughts, and you shall know that I did not do all that I did in her in vain, says Adonai the Lord. For this reason, he says, I will not deliver all to utter destruction, but I will leave some of them to be saved, so that through those who are saved all may learn the justice of the punishment brought upon them. CHAPTER 15. 1–4. And the word of the Lord came to me, saying: And you, son of man, what would the wood of the vine be among all the woods of the branches, which are among the woods of the forest? Will they take from it wood to make something for work? Will they take from it a peg, to hang upon it any vessel? Except that which is given to fire for consumption, the fire consumes its yearly cleansing, and it fails completely. Since he always named Israel a vine through the prophets—for through David, he says, "You brought a vine out of Egypt"; and Isaiah: "A vineyard was made for the beloved"; and Jeremiah: "How have you turned to me into bitterness, the true vine?"—figuratively from the branches of the vine he shows the uselessness of Israel. For just as, he says, beyond all woods the wood of the vine is unfit for work—for no one can make from it even the most worthless peg, but it is only food for fire, and its yearly cleansing is given over to fire—
Citation. Tergwame, “Interpretatio in Ezechielem”, khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-theodoretus-of-cyrrhus-interpretatio-in-ezechielem#s1
Colophon. Source: khazarzar · licence: see record · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0451 · generated 2026-11-15.