khazarzar-severianus-in-job:1 · narrative
Source
Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος αʹ. αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής· ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ Θεοῦ μαρτυρούμενος· ὁ πολλὰ παρὰ τοῦ διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος· ὁ πολλὰ ὑπὸ τοῦ Ἐχθροῦ μαστιζόμενος, καὶ μέγας στεφανίτης ὑπὸ τοῦ Θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς. Οὕτω γὰρ αὐτὸς αὑτῷ διαλεγόμενος ἔλεγεν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἢ ἵνα ἀναφανῇς δίκαιος; Τίς οὖν τὸν τοιοῦτον ἀριστέα κατ' ἀξίαν εὐφημῆσαι δύναται; τίς ἀντάξια τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα πλέξαι κατατολμήσει; τίς ἐπιχειρήσει πρὸς ἄπειρον πέλαγος ἐγκωμίων ἀναβῆναι; Ὡς γὰρ οὐκ ἄν τις τῶν νοῦν ἐχόντων κατατολμήσειέ ποτε τῆς θαλάσσης τὸ πέλαγος βήμασιν ἀνθρωπίνοις διαπεράσαι, οὕτως οὐδέ τις τῶν σοφῶν καὶ λίαν διδασκάλων ἐπιχειρήσει ποτὲ τοὺς κατ' ἀξίαν ἐπαίνους τῆς γενναίας ἐκείνης καὶ τρισολβίου ψυχῆς τοῖς ἀκροαταῖς διηγήσασθαι. Πᾶσαν γὰρ ἀνθρωπίνην ὑπερβάλλει σοφίαν τὰ τούτου κατορθώματα· πᾶσαν ὑπερβάλλει στεφανηφορίαν τὰ τούτου παλαίσματα. Οὐκοῦν ἀγγελικῆς ἐπιδεόμεθα γλώσσης, ἵνα ἄκροις, ὡς εἰπεῖν, τοῖς δακτύλοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσαν ὁμοῦ τὴν ἐκκλησίαν πληρώσωμεν. Μόνον γὰρ ἐὰν ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ Ἰὼβ, καὶ μικρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺς τῆς εὐωδίας τοῦ μύρου ἡ ἐκκλησία πληροῦται. Ἀκούσωμεν τοίνυν τῆς ἱστορίας περὶ αὐτοῦ λεγούσης·
English
To the righteous and blessed Job, Discourse 1. 1. Today the yearly athlete of the world has come to us; the stranger and contender of equal honor with the angels has come to us, the one struck many times by the devil and testified to many times by God; the one battered many times by the devil and receiving many prizes from the angels as spectators; the one scourged many times by the Enemy and proclaimed a great champion by God to the world. For thus he himself, speaking to himself, said: Do you think I have dealt with you otherwise than that you might appear righteous? Who then can worthily praise such a hero as this? Who will dare to weave prizes worthy of his valiant deeds? Who will attempt to ascend to the boundless sea of praises? For just as none of those who have understanding would ever dare to cross the sea's expanse with human steps, so too none of the wise and very learned will ever attempt to recount to their hearers the praises worthy of that noble and thrice-blessed soul. For his achievements surpass all human wisdom; his struggles surpass all crowning. Therefore we need an angelic tongue, so that, having touched that myrrh-jar, so to speak, with the very tips of our fingers, we may fill the whole church at once. For if only we attempt to touch the vessel of Job and shake it a little, immediately the church is filled with the fragrance of the myrrh. Let us hear, then, the history concerning him saying:
khazarzar-severianus-in-job:2 · narrative
Source
Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου. Εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων διεγείρουσαν; εἶδες μαρτυρίαν τὸν διάβολον μετὰ τῶν ἐπιχειρημάτων αὐτοῦ καταισχύνουσαν; Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν. Αὕτη ἡ τοῦ Θεοῦ μαρτυρία κατὰ πᾶσαν ἐκκλησίαν, ὡς μύρον πολυτίμητον, τοὺς ἀκούοντας εὐφραίνει. Ὢ ἀγγείου πολυτίμου εἰς ἕνα τόπον κατὰ τὴν Ἀραβίαν ἀποκειμένου, καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν εὐωδίαν τοῦ μύρου διαπεμπομένου! ὢ ἀγγείου μυρίοις λίθοις καὶ πληγαῖς καὶ βέλεσι παρὰ τοῦ διαβόλου τυφθέντος, καὶ τὸ μύρον μὴ ἐκχέαντος! Πολὺς ἐγένετο τῷ δια56.564 βόλῳ κάματος, ἵνα τὸ ἀγγεῖον συντρίψῃ. καὶ τὸ μύρον τῆς εὐσεβείας ἀφανίσῃ· καὶ ἐσπούδαζε διὰ τῆς δυσωδίας τῶν τραυμάτων ἀμαυρῶσαι τοῦ μύρου τὴν εὐωδίαν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἀπώζεσεν ἀπὸ τῆς ἑλκώσεως τῶν τραυμάτων· ἀλλ' ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματιζόμενον, καὶ τὸ μύρον μὴ ἀπολλύμενον, ἵνα καὶ ἡμεῖς προσφόρως εἴπωμεν αὐτῷ· Μύρον ἐκκενωθὲν ὄνομά σοι. Δέον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀναστῆσαι τὸν ἀθλητὴν, ἵνα εἰς ἐκείνην τὴν εἰκόνα τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν διὰ τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ Θεὸς δεῖξαι βουλόμενος τῷ διαβόλῳ, ὅτι ἐπὶ τῆς γῆς ἀνθρώπους δικαίους ἔχει, οὐκέτι διὰ κολακείας κατὰ τὸν Ἀδὰμ ἀπατωμένους, ἀλλὰ διὰ μυρίων βασάνων καὶ μαστίγων στεφανουμένους, ταύτην συνεχώρησε γενέσθαι τὴν δραματουργίαν. Ἀποστάτα, φησὶ, μεγαλοφρονεῖς, ὅτι τὸν Ἀδὰμ ἀπατήσας, καὶ τὴν γυναῖκα κολακεύσας, ἐξέβαλες τοῦ παραδείσου·
English
In all these things that happened to him, Job sinned not with his lips before the Lord. Did you see the testimony that stirs up the praise of the angels? Did you see the testimony that puts the devil to shame together with his schemes? In all these things that happened to him he sinned not. This testimony of God, throughout every church, like a precious ointment, gladdens those who hear. O the precious vessel laid up in one place in Arabia, and sending forth the fragrance of its ointment throughout the whole inhabited world! O the vessel struck by the devil with countless stones and blows and arrows, yet not pouring out its ointment! Great was the devil's toil, that he might shatter the vessel and destroy the ointment of piety; and he strove through the stench of the wounds to dim the sweetness of the ointment. For indeed his body reeked from the ulceration of the wounds; but the vessel remained though wounded, and the ointment was not lost, so that we too might fittingly say to him: Your name is ointment poured forth. Since therefore he was naked as he wrestled, it was necessary to raise up the athlete, so that looking at that wondrous image we might be fully assured through the nature of the events themselves that God, wishing to show the devil that he has righteous men on the earth, no longer deceived by flattery as Adam was, but crowned through countless torments and scourges, permitted this drama to take place. Apostate, he says, you are proud, because having deceived Adam and flattered the woman, you cast them out of paradise.
khazarzar-severianus-in-job:3 · narrative
Source
ἰδοὺ ἄνθρωπος δίχα προσταγμάτων Γραφῆς βιώσας, καὶ τὸν ἄγραφον τῆς φύσεως νόμον διανοίᾳ κατορθώσας Προσάγαγε μυρίας θωπείας, μυρίας κολακείας, μυρίας βασάνους, εἰ δύνασαι τὴν ἀρίστην ταύτην παρασαλεῦσαι ψυχήν. Ἰδοὺ, τὸν πρῶτον ἄνθρωπον ἐξέβαλες τοῦ παραδείσου. Βλέπε νῦν, ἐπιχείρησον, εἰ δύνασαι, κἂν ἀπὸ κοπρίας τὸν ἀθλητὴν ὑποσκελίσαι. Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν ὀλίγον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ
Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τοῦ πεισθῆναι τῇ γυναικί. Διὰ τοῦτο οὗτος οὐ πείθεται τῇ γυναικὶ, ἵνα μὴ γένηται κατ' ἐκεῖνον. Ἐκεῖνος ἐνδεδυμένος ἦν ἀφθαρσίαν, ὡς οἶδεν ὁ πλάσας αὐτὸν, καὶ ἵνα πεισθῇ τῇ γυναικὶ, γυμνὸς ἐγένετο, καὶ κατεκρίθη. Οὗτος γυμνὸς ἦν, καὶ οὐκ ἐπείσθη τῇ γυναικὶ, καὶ ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, τὴν τῶν ἀγγέλων στεφανηφορίαν ἐνεδύσατο. Ἐκεῖνος ἵνα πεισθῇ τῇ γυναικὶ, καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξέπεσε, καὶ τὴν γῆν μητέραν ἀκανθῶν ἐποίησε, καὶ θάνατον ἐκληρονόμησεν· οὗτος ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, καὶ τῆς κοπρίας καὶ τῶν πληγῶν τὴν ἐλευθερίαν ἔλαβε, καὶ τὴν τῶν οὐρανῶν ἐκληρονόμησε βασιλείαν. Ἐκεῖνος ἀπολογούμενος τῷ Θεῷ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Ὢ ἀπολογίας συγγνώμην οὐκ ἐχούσης! Ἐκείνη εἶπε, Φάγε· ἐγὼ εἶπον, Μὴ φάγε. Διὰ τί οὖν τῆς γυναικὸς ἤκουσας, καὶ τοῦ Θεοῦ παρήκουσας; Ἀλλ' οὐχ οὕτως ἦν ὁ μακάριος Ἰώβ. Ἀλλὰ πῶς; Μετ' ἐπιπλήξεως ἔλεγεν·
English
Behold, a man who lived without the commands of Scripture, and who by his understanding set right the unwritten law of nature. Bring on countless flatteries, countless blandishments, countless tortures, if you are able to shake that most excellent soul. Behold, you cast the first man out of paradise. Look now, make your attempt, if you can, to trip up the athlete even from the dung heap. But, if it seems good, let us run back a little from the beginning to the story itself: There was a certain man in the land of Ausitis, whose name was Job. And that man was blameless, just, God-fearing, true, abstaining from every evil thing. Such was Adam also before he was persuaded by the woman. For this reason this man is not persuaded by the woman, so that he might not become like that one. That one was clothed in incorruption, as the one who formed him knows, and in order to be persuaded by the woman he became naked, and was condemned. This man was naked, and was not persuaded by the woman, and in order not to be persuaded by the woman he put on the crown-bearing of the angels. That one, in order to be persuaded by the woman, both fell out of the luxury of paradise, and made the earth a mother of thorns, and inherited death; this man, in order not to be persuaded by the woman, both received freedom from the dung heap and the blows, and inherited the kingdom of the heavens. That one, defending himself to God, said: The woman whom you gave me, she gave to me, and I ate. O defense that has no pardon! She said, Eat; I said, Do not eat. Why then did you listen to the woman, and disobey God? But the blessed Job was not like this. But how? He said with reproof:
khazarzar-severianus-in-job:4 · narrative
Source
Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. Ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Διὰ τί δὲ τὴν χώραν ὠνόμασε; Διὰ σὲ, ἵνα μάθῃς, ὅτι οὐχ ἡ συνουσία τῶν ἁμαρτωλῶν τὸν δίκαιον δύναται ποιῆσαι ἁμαρτῆσαι, ἀλλ' ἡ προαίρεσις τῶν εὐσεβούντων ὀφείλει στάσιμον καὶ βεβαίαν ἔχειν τὴν γνώμην. Αὕτη γὰρ ἡ χώρα τῆς Ἀραβίας ἐστὶ μοχθηρῶν καὶ διεφθαρμένων ἀνθρώπων οἰκητήριον. Πάντες ἦσαν παράνομοι, πάντες θεοστυγεῖς, πάντες βέβηλοι, πάντες ὑπερήφανοι, καὶ τοῦ Ἡσαῦ ἀπόγονοι, καὶ ταῖς ἁμαρτίαις κομῶντες· ἀλλὰ τοσοῦτον πέλαγος τῆς ἀσεβείας οὐκ ἠδυνήθη κατασβέσαι τὸν λαμπτῆρα τῆς εὐσεβείας· ἡ τοσαύτη χώρα τῶν κακῶν οὐκ ἠδυνήθη τὸ ὡραῖον ἀποπνῖξαι τῆς καρτερίας. Ὅθεν τούτῳ προσπελάσαι ὁ διάβολος ἐπεχείρησε. Διὰ τί; Ἐπειδήπερ ἔβλεπεν αὐτὸν ταῖς ἐλεημοσύναις μᾶλλον ἢ τοῖς χρήμασι πλουτοῦντα. Ἄκουσον γὰρ αὐτοῦ λέγοντος ἀψευδῶς· Ὀφθαλμὸς ἤμην τῶν τυφλῶν, ποῦς δὲ χωλῶν· καὶ αὖθις, Ἐγὼ ἐπὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Καὶ οὐ μόνον διὰ τῶν λόγων, ἀλλὰ καὶ διὰ τῶν ἔργων ὑπερεπλούτει, θησαυρὸς ὅλος εὐποιίας τοῖς δεομένοις εὑρισκόμενος. Τί γάρ φησιν ἀλλαχοῦ; Οὐκ ἐξῆλθεν ἐκ τοῦ οἴκου μου ἐπιδεόμενος κόλπῳ κενῷ· στόμα χήρας εὐλόγησέ με· ἀπὸ δὲ κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων. Ὥστε δῆλον, ὅτι διὰ πάντων ἐπλούτει θησαυρὸς ὅλος, καὶ διὰ τῶν λόγων, καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῆς ἐλεημοσύνης, καὶ διὰ τῆς προστασίας τῶν πενήτων, καὶ διὰ τῆς ἐπικουρίας τῶν δεομένων. Ἀλλ' ὅρα τὶ ποιεῖ ὁ διάβολος·
English
You spoke like one of the foolish women. There was a man in the land of Ausitis, whose name was Job. But why did he name the land? For your sake, so that you may learn that it is not the company of sinners that can make the righteous man sin, but the purpose of the pious ought to keep their judgment firm and steadfast. For this land of Arabia is a dwelling place of wicked and corrupt men. All were lawless, all hateful to God, all profane, all arrogant, and descendants of Esau, and vaunting in their sins; but so great a sea of impiety could not extinguish the lamp of piety; so great a land of evils could not drown the beauty of endurance. Whence the devil attempted to approach him. Why? Because he saw that he was rich in almsgiving rather than in money. For hear him saying truthfully: I was an eye to the blind, and a foot to the lame; and again, I wept over the helpless, and I groaned when I saw a man in distress. And not only through words, but also through deeds he was exceedingly rich, being found a whole treasury of beneficence to those in need. For what does he say elsewhere? The needy did not go out from my house with an empty bosom; the mouth of the widow blessed me; and from the shearing of my sheep the shoulders of the poor were warmed. So it is clear that through all things he was rich, a whole treasury, both through words and through deeds, and through almsgiving, and through the protection of the poor, and through the aid of those in need. But see what the devil does.
khazarzar-severianus-in-job:5 · narrative
Source
Ἀφαρπάζει πάντα τὰ ὑπάρχοντα αὐτοῦ ἀπ' αὐτοῦ πρότερον, καὶ τελευταῖον τὰ τέκνα λαμβάνει. Ἔλαβε πρῶτον τὰς ἀγέλας τῶν καμήλων, ἔλαβε τὰ ποίμνια τῶν προβάτων, τὸν πολὺν ἀριθμὸν τῶν ὄνων, τὴν μεγίστην ἀγέλην τῶν βοῶν· πάντα ἀφείλετο, καὶ τὸ τελευταῖον τὰ τέκνα. Διὰ τί; Πρόσεχε λοιπὸν μετὰ πάσης ἀκριβείας· Πρῶτον ἔλαβεν αὐτοῦ πάντα τὰ ὑπάρχοντα, ἔπειτα τὰ τέκνα· ἔλαβε τὰ κληρονομιαῖα πράγματα, ἔπειτα τοὺς κληρονόμους ἠφάνισεν, ἵνα παντοίως αὐτὸν καὶ διὰ τῶν τέκνων πλήξῃ. Πρῶτον ἤρξατο τὴν ὕπαρξιν ἀφανίζειν, πρῶτον ἤρξατο τὰ κληρονομιαῖα πράγματα ζώντων τῶν κληρονόμων ἁρπάζειν, ἵνα τῶν υἱῶν καὶ τῶν θυγατέρων ἑστηκότων, διὰ τὴν ἀπώλειαν τῶν κτημάτων καιρίαν λάβῃ ὁ δίκαιος τῆς ἀθυμίας πληγήν. Ἐνενόει γὰρ ὁ πονηρὸς δαίμων, μήποτε, τῶν τέκνων προαπολλυμένων, μηδὲ εἰς αἴσθησιν ἔλθῃ τῆς ἀπωλείας τῶν κτημάτων, Ἀλλ' ὁ ὄντως ἀδάμας καὶ γενναῖος ἀθλητὴς, ὁ πολλὰ τυπτόμενος, καὶ διὰ πάντων στεφανούμενος, ὁ πολλὰ βέλη δεχόμενος, καὶ δι' αὐτῶν τῶν βελῶν τὸν διάβολον κατακοντίζων, ὁ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν καθοπλιζόμενος, οὐκ ἐπόνησεν, οὐκ ἐδάκρυσεν, οὐκ ἐσαλεύθη, ἀλλ' οὔτε πρὸς τὴν ἀπώλειαν τῶν κτημάτων ἐκάμπτετο, οὐδὲ πρὸς τὸν θάνατον τῶν τέκνων τὴν εὐσέβειαν ἐσυλᾶτο, ἀλλ' ἔμενεν ὥσπερ πύργος ἀτίνακτος, κάτωθεν ἐπὶ τῆς γῆς
English
He takes away all his possessions from him first, and last he takes his children. First he took the herds of camels, he took the flocks of sheep, the great number of donkeys, the largest herd of cattle; he took everything away, and last the children. Why? Pay attention now with all exactness: First he took all his possessions, then the children; he took the inherited things, then he destroyed the heirs, so that in every way he might strike him even through the children. First he began to destroy the substance, first he began to snatch the inherited things while the heirs were still living, so that, while the sons and daughters stood, through the loss of the possessions the righteous man might receive a fatal blow of despondency. For the evil demon was thinking, lest, if the children perished first, he might not even come to a perception of the loss of the possessions. But the truly adamantine and noble athlete, the one struck many times and crowned through all things, the one receiving many arrows and through those very arrows spearing the devil, the one armed through the weapons of righteousness on the right and on the left, did not grow weary, did not weep, was not shaken, but neither was he bent toward the loss of possessions, nor was his piety plundered toward the death of the children, but he remained like an unshaken tower, down here on the earth
khazarzar-severianus-in-job:6 · narrative
Source
ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες, ᾐχμαλώτευσαν αὐτὰ, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατά σου, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. βʹ. Βλέπε τί ποιεῖ ὁ διάβολος. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν εἰς τὴν πρώτην καὶ δευτέραν πληγὴν γενναίως ἑστηκότα, καὶ μηδ' ὅλως ἐκ τῶν βασάνων αὐτοῦ διασαλευθέντα, πολεμούμενον, καὶ μὴ τιτρωσκόμενον, μηχανᾶταί τι τοιοῦτον ποιῆσαι· Ἐπιβάλλει πῦρ ἐξ ἀέρος, ἵνα δόξῃ τὸ πῦρ ἐξ οὐρανοῦ καταπέμπεσθαι, καὶ ἵνα νομίσας, ὅτι ὁ Θεὸς ἐξ οὐρανῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν Θεὸν, τὸν οὕτω δίχα τινὸς ἁμαρτήματος ἀδίκως αὐτὸν πολεμοῦντα· Πῦρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἔπεσε, καὶ κατέφαγε τὰ πρόβατά σου καὶ τοὺς ποιμένας. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ Ἰώβ· Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις. Ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ἔμενεν ὁ μακάριος Ἰὼβ, ὥσπερ στῦλος ἀσάλευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλόμενος. Ὅταν γάρ τις ἀνόνητα κάμνῃ, πολλὰ πολεμῶν, καὶ μηδὲν ὠφελῶν, πολλάκις μαχόμενος, καὶ μηδ' ὅλως περιγινόμενος, αὐτὸς μᾶλλόν ἐστιν ὁ τὰς μάστιγας κατὰ τῶν ματαίων αὐτοῦ πόνων ὑποδεχόμενος. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος.
English
rooted and grounded, and secured even to the very vaults of heaven. A first messenger came and said to Job: The yokes of oxen were plowing, and the raiders came and took them captive, and killed the servants with swords. While he was still speaking, another messenger came and said to Job: Fire fell from heaven and burned up your sheep, and likewise consumed the shepherds. 2. See what the devil does. For since he saw him standing bravely through the first and second blow, and not at all shaken from his torments, warred against but not wounded, he contrives to do something of this sort: he casts fire from the air, so that the fire might seem to be sent down from heaven, and so that Job, thinking that God is warring against him from the heavens, might blaspheme God, who without any sin is warring against him unjustly. Fire, he says, fell from heaven and consumed your sheep and the shepherds. While he was still speaking, another messenger came and said to Job: The horsemen made three companies against us, and surrounded the camels and took them captive, and killed the servants with swords. But even in all these things the blessed Job remained, like an unshaken pillar, like an unshakable tower, like an invincible champion, unbending, unyielding, striking rather than being struck. For when someone labors to no avail, warring much and profiting nothing, fighting often and not prevailing at all, he himself is rather the one who receives the lashes for his vain labors. While he was still speaking, another messenger came.
khazarzar-severianus-in-job:7 · narrative
Source
Συνεχὴς ὁ πόλεμος, ἀλλὰ μάταιος τῷ κάμνοντι· πυκνότερα τὰ βέλη, ἀλλὰ φαιδρότερα τὰ βραβεῖα. Οὐκ ἀφίησιν αὐτὸν οὐδὲ πρὸς ὥραν ἀναπνεῦσαι, ἵνα μή τι κατὰ τὴν ἔμφυτον εὐσέβειαν τοῦ παλαιστοῦ σοφόν τι λογίσηται. Ἔπεμψεν ὅλα τὰ βέλη, καὶ οὐκ ἐνίκησε τὸν ἀθλητήν· ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς. Ἐπεὶ οὖν κἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κατῃσχυμμένος, ὁ πολλὰ παλαίσας, καὶ διὰ πάντων ἡττηθείς. Ἔπεμψε γὰρ κατὰ ποιμένων, κατὰ βουκολίων, κατὰ τῶν προβάτων, κατὰ τῶν καμήλων, κατὰ τῶν υἱῶν, κατὰ τῶν θυγατέρων, κατὰ τῆς οἰκίας, κατὰ τοῦ σώματος, διὰ τῶν φίλων, διὰ τῶν οἰκετῶν, διὰ τῶν σκωλήκων, διὰ τῶν τραυμάτων, διὰ τῶν ἰχώρων. Πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσε. Τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐξεκένωσεν. Ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύραννος ῥομφαίας ἐκίνησε, διὰ πυρὸς, διὰ ξιφῶν, διὰ χώματος, δι' αἰχμαλωσίας, δι' αἵματος. Πάντα διέτεινε, καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. Δι' ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα λέγων· Τοῦ Ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔλαβε πάντα τὰ χρήματα, τὰ κτήματα, τὴν ὕπαρξιν. Καὶ τί ὁ τελευταῖος ἄγγελος; Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ κατέπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον.
English
The war is relentless, but futile for the one who struggles; the arrows are more numerous, but the prizes are more splendid. He does not allow him even an hour to breathe, lest by his innate piety the wrestler devise something clever. He sent all his arrows, and did not defeat the athlete; he emptied his own quiver, and was not emptied of his pain. Let those who transgress in vain be put to shame. Since that one too was turned back humiliated and ashamed, the one who wrestled much and was defeated in all things. For he sent against the shepherds, against the herds, against the sheep, against the camels, against the sons, against the daughters, against the house, against the body, through the friends, through the servants, through the worms, through the wounds, through the discharges. He emptied everything, and did not loosen his piety. He broke through the wall, and did not empty the treasure. As many swords as the tyrant of the world had, he moved them—through fire, through swords, through dust, through captivity, through blood. He stretched out everything, and made the athlete more courageous. Therefore indeed the prophet cried out, saying: The swords of the enemy have failed utterly. Perhaps he also says to him: It is hard for you to kick against the goads. He took all the goods, the possessions, the substance. And what of the last messenger? While your sons and your daughters were eating and drinking in the house of their elder brother, suddenly a spirit came from the wilderness, and touched the four corners of the house, and the house fell upon your children, and they died.
khazarzar-severianus-in-job:8 · narrative
Source
Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα διαγορεύων τῷ Ἰὼβ, ἀλλ' αὐτὸς ἦν ὁ διάβολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μάθε μετὰ πάσης ἀκριβείας· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Πόθεν οἶδας, εἰπέ μοι, ὅτι ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας; Ἄνθρωπος εἶ, καὶ πῶς εἶδες τὸ πνεῦμα; ποίοις ὀφθαλμοῖς ἐθεάσω αὐτό; πῶς δὲ καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τὸ πνεῦμα; Εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκίᾳ, πάντως ὅτι καὶ σὲ περιελάμβανεν ἡ οἰκία· εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ ἔσω γιγνόμενα; Εἰ δὲ πνεῦμα εἶ, δεῖξον ὅστις εἶ, μὴ σχηματίζου εἰς ἀνθρώπου μορφήν.
Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος ἦν ὁ μακάριος Ἰὼβ, καὶ πῶς ἠσφαλίζετο τὴν φιλίαν τῶν τέκνων. Ἐλογίσατο γὰρ, ὅτι Κάϊν καὶ Ἄβελ δύο ἦσαν ἀδελφοὶ, μόνοι κατὰ τὴν οἰκουμένην τυγχάνοντες, οὐδεμίαν ἔχοντες ἀφορμὴν πολέμου· πᾶσα γὰρ ἡ γῆ κοινῶς ἀμφοτέροις ἐπ' ἐξουσίας προέκειτο· καὶ οὕτω διὰ τὴν τιμὴν τοῦ Ἄβελ φθονήσας ὁ Κάϊν, ἀναστὰς ἐφόνευσε τὸν ἀδελφόν. Διὰ τοῦτο ὁ μακάριος Ἰὼβ περὶ μὲν τῶν ἀδήλων θυσίαν καθ' ἑκάστην ἡμέραν προσέφερε τῷ Θεῷ, ἀνιστάμενος τὸ πρωΐ, καὶ λέγων· Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν Θεόν·
English
And so that you may learn, beloved, that it was not a man who was declaring these things to Job, but it was the devil himself, disguised in the form of a man, learn with all exactness: While your sons and your daughters were eating and drinking at the house of their elder brother, suddenly a spirit came from the wilderness, and it touched the four corners of the house, and the house fell upon your children, and they died. Tell me, how do you know that it came from the wilderness, and that it touched the four corners of the house? You are a man, and how did you see the spirit? With what eyes did you behold it? And how did the spirit touch the four corners? If you are a man and you were inside the house, then certainly the house encompassed you as well; but if you were outside, how did you see what was happening inside? But if you are a spirit, show who you are; do not fashion yourself into the form of a man.
While your sons, it says, and your daughters were eating and drinking at the house of their elder brother. See how the blessed Job was filled with all understanding and wisdom, and how he safeguarded the friendship of his children. For he reasoned that Cain and Abel were two brothers, being the only ones in the inhabited world, having no occasion for war; for the whole earth lay open to both in common and at their disposal; and yet Cain, envying Abel because of the honor shown to him, rose up and murdered his brother. For this reason the blessed Job, concerning hidden matters, offered sacrifice to God each day, rising at dawn and saying: Perhaps my sons have conceived evil in their hearts against God.
khazarzar-severianus-in-job:9 · narrative
Source
περὶ δὲ τῶν συμβαινόντων αὐτοῖς, ἢ εἰς λόγον, ἢ εἰς φιλονεικίαν, ἐποίει αὐτοὺς καθ' ἑκάστην ἡμέραν μετ' ἀλλήλων ἐσθίειν, ἐνθυμούμενος, ὅτι κἄν τινα πρὸς ἀλλήλους ἔχωσι μικροψυχίαν, ἡ τράπεζα καὶ ἡ διάθεσις τῶν ἄρτων ποιεῖ αὐτοὺς εἰς φιλίαν μεταποιηθῆναι, καὶ τὴν κακίαν τὴν προσπεσοῦσαν ἐξορίσαι, εἰδὼς ὅτι διὰ τῆς τραπέζης τῆς συνεχοῦς πάντα λύεται αὐτοῖς τὰ προσπεσόντα μοχθηρά. Ἀλλ' ὁ μισόκαλος διάβολος ἐν τοιούτῳ καιρῷ παρετήρει ἀπολέσαι τὰ μηδὲν ἡμαρτηκότα παιδία· ἐν καιρῷ τῆς μεσημβρίας, ὅτε πάντες ἦσαν συγκεκροτημένοι, ὅτε πρὸς εἰρήνην ἐκεῖνοι συνήπτοντο, τότε τὸν ἄσπονδον πόλεμον κατ' αὐτῶν ἠφίει. Ἐκεῖνοι φιλίαν, οὗτος μάχαιραν ἠκόνει· ἐκεῖνοι ἀγάπην ᾠκοδόμουν, καὶ οὗτος τὸν οἶκον κατέστρεφε. Καὶ ἐγένετο κατ' αὐτὴν τὴν ὥραν ὁ οἶκος τάφος, καὶ ἡ τράπεζα συμφορᾶς σκάφος, καὶ ναυάγιον μάνδρα ποιμενικὴ, καὶ πάντα θηριάλωτα. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Οὐ συνεχύθη, οὐ κατέπεσε. Τί αὐτοῦ ἐπαινέσω; ποῖος ἐπαρκέσει λόγος; ποῖος ἐξαρκέσει πόνος πρὸς τὴν τοιαύτην διήγησιν; Ὢ γενναίας καὶ μακαρίας ψυχῆς! ὢ μεγάλης ὑπομονῆς ὑπερβολὴν οὐκ ἐχούσης! Ὄντως, ἀγαπητοὶ, συγκέχυμαι τὴν ψυχὴν, διαταράττομαι τὸ συνειδὸς, καίγε στεφανούμενον βλέπων τὸν Ἰώβ. Ἀλλὰ συγκέχυμαι τῇ ψυχῇ νῦν μᾶλλον ἐγὼ, τὸν στεφανίτην ὁρῶν, ἤπερ ἐκεῖνος τότε τὴν συμφορὰν τῶν τέκνων ἐπ' ὄψεσι βλέπων· συγκέχυμαι τῇ ψυχῇ· νομίζω δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι. Πῶς οὖν ἐξείπω τὴν τοσαύτην τραγῳδίαν, οὐκ ἐπίσταμαι, καίγε τὴν κορωνίδα τῶν ἐγκωμίων ἐπὶ γλώσσης φέρων.
English
But concerning what was happening among them, whether to conversation or to rivalry, he made them eat with one another each day, reflecting that even if they had some petty grievance against one another, the table and the disposition of the loaves would cause them to be transformed into friendship and to banish the malice that had fallen upon them, knowing that through the continuous table all the troubles that fell upon them were dissolved. But the devil, hater of good, watched for such a time to destroy the children who had done no wrong; at the time of midday, when all were gathered together, when those were joined together for peace, then he let loose the implacable war against them. They were building friendship, he was sharpening the sword; they were building love, and he was overturning the house. And it came to pass at that very hour that the house became a tomb, and the table a vessel of disaster, and the sheepfold a shipwreck, and all things were caught by wild beasts. What then did that noble man do? He was not confounded, he did not fall. What in him shall I praise? What sort of word will suffice? What sort of labor will suffice for such a narrative? O noble and blessed soul! O great endurance that has no excess! Truly, beloved, I am confounded in soul, I am disturbed in conscience, even as I see Job being crowned. But I am confounded in soul now more, seeing the crowned victor, than he was then seeing the calamity of his children before his eyes; I am confounded in soul; and I think that you too are so disposed. How then shall I utter such a tragedy, I do not know, even while carrying on my tongue the crowning point of the praises.
khazarzar-severianus-in-job:10 · narrative
Source
Οἱ κατὰ σάρκα γονεῖς, ὅταν ἔχωσιν υἱὸν ταῖς ἐσχάταις ἀναπνοαῖς συνεχόμενον, περικαθέζονται, λόγων τελευταίων ἀκροῶνται, χεῖρας αὐτοῦ περιπτύσσονται, συνταγὰς περὶ τῶν ἀδοκήτων συνάπτουσι, στόμα φιλοῦσι, τὰ τελευταῖα τῶν πατέρων φιλήματα. Εἶτα ἀποδέδωκε τὴν ψυχὴν ὁ παῖς, ὡς ὁ δεδωκὼς ἐκέλευσεν, οἱ γονεῖς σχηματίζουσι, χεῖρας ἀποτείνουσιν, ὀφθαλμοὺς ἀποκλείουσι, τὴν κεφαλὴν διορθοῦσι, τοὺς πόδας ἀποτείνουσιν, ἀπολούουσι, τοῖς ἀξίοις ἀμφιάζουσιν ἐνταφίοις, καὶ τὴν ἰδίαν συμφορὰν παραμυθοῦνται. Ἀλλὰ τί πρὸς τὸν γενναῖον τοῦτον ἀθλητήν; Ἀπῆλθεν εἰς τὸν οἶκον τὸν κατὰ ταὐτὸ καὶ μίαν καὶ τὴν αὐτὴν ὥραν οἶκον καὶ τάφον, συμπόσιον καὶ χῶμα, ἑορτὴν καὶ πένθος γενόμενον. Περιέσκαπτε καὶ ἐζήτει τῶν τέκνων τὰ μέλη, καὶ ηὕρισκεν οἶνον καὶ αἷμα, ἄρτον καὶ χεῖρα, ὀφθαλμὸν καὶ κόνιν. Καὶ ἐλάμβανε ποτὲ μὲν χεῖρα, ποτὲ δὲ πόδα, ἄλλοτε κεφαλὴν ἀνέσπα μετὰ τοῦ χώματος, καὶ τῶν λίθων, καὶ τῶν ξύλων· καὶ ποτὲ μὲν μέρος κοιλίας, ἄλλοτε τῶν ἐντέρων τὰ σπλάγχνα μετὰ τῶν χωμάτων ἀναφυρόμενα. Ἐκαθέζετο δὲ ὁ οὐρανομήκης ἐκεῖνος ἀγωνιστὴς, διεσπαραγμένα βλέπων τὰ μέλη τῶν τέκνων. Ἐκαθέζετο συντιθεὶς μέλη πρὸς μέλη, χεῖρα πρὸς βραχίονα· ἀναπλάττων κεφαλὴν πρὸς στῆθος, γόνατα πρὸς τοὺς μηρούς. Οὐ γὰρ ἦν μία τῶν συμβάντων ἡ συμφορὰ, ἀλλ' ἐκ διαβολικῆς ἐνεργείας καὶ τυραννίδος ἡ πάντα λόγον ὑπερβαίνουσα καταστροφή.
English
Parents according to the flesh, when they have a son held in the last breaths, sit around him, listen to his final words, clasp his hands, arrange instructions concerning unforeseen matters, kiss his mouth, the last kisses of fathers. Then the child has given up his soul, as the one who gave it commanded; the parents compose him, stretch out his hands, close his eyes, straighten his head, stretch out his feet, wash him, clothe him in the funerals he deserves, and console their own misfortune. But what is this compared to this noble athlete? He went into the house that was at one and the same time and the same hour both house and tomb, banquet and mound, festival and mourning. He kept digging around and searching for the limbs of his children, and he kept finding wine and blood, bread and a hand, an eye and dust. And he would take now a hand, now a foot, at another time he would pull up a head along with the earth, and the stones, and the wood; and sometimes a part of the belly, at another time the entrails of the intestines stirred up together with the earth. That heaven-high champion sat there, seeing the limbs of his children torn apart. He sat there putting limb to limb, hand to forearm, molding a head to a chest, knees to thighs. For the misfortune of what happened was not one, but from demonic activity and tyranny came the destruction that surpasses all account.
khazarzar-severianus-in-job:11 · narrative
Source
Ἐκαθέζετο Ἰὼβ τοίνυν, ὁ ἀληθῶς καρτερικὸς ἀδάμας, ὁ μακάριος, διακρίνων τῶν τέκνων αὐτοῦ τὰ μέλη, μήπου τῶν θηλειῶν τὰ μέλη κατὰ τῶν ἀρσενικῶν διαπλάσῃ μελῶν, μήπου τὸ ἀρσενικὸν σχῆμα εἰς τὰ τῆς θηλείας μέλη συναρμοσθῇ. Ὢ γενναίας ψυχῆς, τὴν τῶν ἀγγέλων εὐφημίαν ὑπερβαινούσης! Διὰ τί; Ὅτι ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν
αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος βʹ. αʹ. Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· διανοίας μὲν εἰλικρινῶς τὰς θείας Γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμένης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ Ἰὼβ πεπονημένων, ἃ διὰ πάσης φοιτῶντα τῆς ὑπ' οὐρανὸν, τὸν τῆς ὑπομονῆς ἀπαστράπτει λόγον. Πλὴν εἰ καὶ νικᾷ τὴν ἡμετέραν ἀσθένειαν ὁ τῆς ὑποθέσεως λόγος, ἀλλ' εὖ οἶδα, ὅτι παρέχει ἡ τοῦ Θεοῦ χάρις λόγον, οὐ διὰ τὴν τοῦ λέγοντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν Πατέρων πρεσβείαν. Ἀλλ' ἐπ' αὐτὴν ἔλθωμεν τὴν διήγησιν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος, Ἄνθρωπός τις ἦν.
English
Job, then—the truly steadfast diamond, the blessed one—was sitting, distinguishing the limbs of his children, lest perhaps he fashion the limbs of the females against the limbs of the males, lest perhaps the male form be fitted together into the limbs of the female. O noble soul, surpassing the praise of angels! Why? Because in all these things that had befallen him Job sinned in no way before the Lord, but instead of all these things he offered whole thanksgiving instead of sacrifice to God, saying: May the name of the Lord be blessed, now and always, and unto the ages of ages. Amen. On the righteous and blessed Job, Discourse 2. 1. Great matters require great narratives, and the brilliant histories of the righteous require both a brilliant tongue and a brilliant mind—a mind that purely contemplates the divine Scriptures, and a tongue that clearly interprets divine things, and especially in the present subject, I mean the labors of the blessed Job, which, traveling through all the regions under heaven, flash forth the word of endurance. Yet even if the magnitude of the subject surpasses our weakness, I know well that the grace of God supplies the word, not because of the worthiness of the speaker, but because of the intercession of the Fathers. But let us come to the narrative itself: There was a certain man in the land of Ausitis. It is necessary first to consider what power the introduction has, and for what reason the historian made the introduction from this phrase, There was a certain man.
khazarzar-severianus-in-job:12 · narrative
Source
Ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι, καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας, ἀνωτέραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς φύσεως· κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς χώρας· ἵν', ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον, θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτως ἐὰν μάθῃς καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμάσῃς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. Πρόσεχε ἀκριβῶς. Ἡ χώρα τοίνυν ἡ τῆς Αὐσίτιδος, χώρα ἦν τοῦ Ἡσαῦ· ἀπὸ γὰρ τοῦ Ἡσαῦ ἡ Αὐσῖτις. Ὀνομάζει δὲ τοῦ βεβήλου καὶ πονηροῦ Ἡσαῦ τὴν χώραν, ὥς φησιν ὁ Ἀπόστολος· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ· ἵνα θαυμάσῃς ἐκ ποίων παιδευτηρίων κακίας οἷος καρπὸς ἀληθείας ἤνθησεν. Ἀλλὰ οὐ μόνον αὐτὸν ἡ χώρα τοῦ Ἡσαῦ ἤνεγκεν, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα τοῦ Ἡσαῦ· ἀπόγονος γὰρ ἦν τοῦ διαβαλλομένου. Λέγει γὰρ τὸν Ἰὼβ ἡ Γραφὴ πέμπτον εἶναι ἀπὸ τοῦ Ἀβραάμ. Καὶ ὅπως πέμπτος, ἄκουε· Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸνἩσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαραδὲ τὸν Ἰώβ. Εἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ διὰ τοῦ Ἡσαῦ εἰς αὐτὸν κατερχομένην. Δείκνυσιν οὖν τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς. Τίς δὲ ἦν Ἡσαῦ; Πόρνος καὶ βέβηλος. Τίς δὲ ἦν καὶ Ἰώβ;
English
Since he was about to recount a life of virtue, and one that far surpassed our own condition, lest anyone, looking at the excess of his struggles, should think his nature was foreign and not human, he first set forth his nature beforehand, so that you might marvel at his resolve—that being a man he lived beyond man, sharing in the common nature with all, yet raising his soul higher than the world. There was a certain man in the land of Ausitis. He proclaims him both by nature and by land, so that just as, hearing that he was a man, you marvel that he lived beyond man, so too, if you learn the land from which such great fruit blossomed, you may truly marvel what kind of rose sprouted in the midst of thorns. Pay close attention. The land of Ausitis, then, was the land of Esau; for Ausitis is from Esau. He names the land of the profane and wicked Esau, as the Apostle says: Lest anyone be a fornicator or profane, like Esau—so that you may marvel from what schools of wickedness what kind of fruit of truth blossomed. But not only did the land of Esau bear him, but also the very root of Esau; for he was a descendant of the one who is maligned. For Scripture says that Job was the fifth from Abraham. And how he is fifth, hear: Abraham begot Isaac, Isaac begot Esau, Esau begot Raguel, Raguel begot Zara, and Zara begot Job. He had, then, the succession from Abraham coming down to him through Esau. He shows the root, then, so that you may marvel at the fruit. But who was Esau? A fornicator and profane. And who was Job?
khazarzar-severianus-in-job:13 · narrative
Source
Ὁ ἀπὸ τοῦπόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀνὴρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς διήγησιν· ὁ λέγων· Εἰ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί. Ἡσαῦ περὶ πολλὰς ἔσχε μίξιν γυναῖκας, ἄπληστος ὢν εἰς ἀσέλγειαν· ὁ δὲ Ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βίου, καὶ τοσοῦτον ἀπέσχε, ὥστε ἀλλότρια κάλλη μὴ περιεργάζεσθαι· καὶ πορνείας καὶ μοιχείας τοσοῦτον ἀπεῖχεν, ὡς μηδὲ ταῖς μηδέπω κατεγγυωμέναις γυναιξὶ προσέχειν, τουτέστι, ταῖς ἀμνηστεύτοις παρθένοις· δεῖ γὰρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· Τοσοῦτον ἀπεῖχεν ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν, ὅτι οὐδὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ' ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα πρὸς ἀκολασίαν. Καὶ τίς ὁ ταῦτα μαρτυρῶν; Αὐτὸς ὁ Ἰώβ· Διαθήκην, φησὶ, διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνῆκα ἐπὶ παρθένῳ. Βλέπε μέχρι τίνος παιδαγωγίας ἤκμασεν αὐτῷ τὰ τῆς εὐσεβείας. Παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέβειαν, παιδαγωγεῖ καὶ τὰ μέλη εἰς δικαιοσύνην, καὶ ἀπὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύνῃ διέλαμψεν. Ἡσαῦ καὶ ἀδελφοκτόνος ὑπῆρχεν, ὅσον εἰς πρόθεσιν· εἰ γὰρ καὶ μὴ ἐξέβη ἡ πρᾶξις, ἀλλὰ κατηγορεῖται ἡ πρόθεσις. Εἶπε γὰρ, φησὶν, Ἡσαῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀνελῶ Ἰακὼβ τὸν ἀδελφόν μου. Ἡ τοίνυν ῥίζα, ἀδελφοκτόνος· ὁ δὲ
English
The one descended from the prostitute—this very man, the revered and admirable man, the one now set before us for narration—is the one who says: "If my eye followed a woman belonging to another, then my wife also will please another man." Esau had relations with many women, being insatiable in licentiousness; but Job made his character a law for his life, and he kept so far from it that he did not even busy himself with others' beauties; and he was so far removed from fornication and adultery that he did not even pay attention to women not yet betrothed, that is, to unbetrothed virgins—for one must use the clearer expression—he was so far from plotting against others' marriages that not even upon an unbetrothed virgin, with whom there was no danger, did he stretch out his eye toward licentiousness. And who is the one testifying to these things? Job himself: "I made," he says, "a covenant with my eyes, and I did not understand upon a virgin." See to what point of discipline the things of his piety reached their prime. He disciplines the eye for piety, he disciplines the members also for righteousness, and, tracing his lineage from the prostitute, he shone forth with the greatest chastity. Esau was also a fratricide, as far as intention goes; for even if the deed did not come to pass, the intention is accused. For he said, it says, Esau in his heart: "Let the days of mourning for my father draw near, and I will do away with Jacob my brother." The root, then, is fratricidal; but he—
khazarzar-severianus-in-job:14 · narrative
Source
ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν, ὁ λέγων· Ἐγενόμην ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Δίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους. Καὶ πάντα τὰ ἀλλότρια ἰδιοποεῖται ὁ ἀπὸ τοῦ Ἡσαῦ φέρων τὴν διαδοχὴν, τοῦ τὰ ἀλλότρια ἴδια τιθεμένου. Ἡσαῦ ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀνελεῖν τὸν Ἰακώβ· Ἰὼβ δὲ προσέφερε θυσίας ὑπὲρ τῶν υἱῶν, ἐννοῶν, Μή τι κατὰ διάνοιαν ἥμαρτον. Ἐπειδὴ γὰρ ἐκεῖνος κατὰ διάνοιαν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγας καὶ γενναῖος ἀθλητὴς, μὴ καὶ οὗτοι ἐν τῇ διανοίᾳ παραδέξωνται τὸν ἰὸν τῆς ἁμαρτίας, προσέφερε θυσίαν καὶ μόσχον ἕνα περὶ ἁμαρτιῶν. Ἔλεγε γὰρ ὁ Ἰώβ· Μήποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν; Ἐννόησον εἰς ὅσην ἀκρίβειαν αὐτῷ ἔφθασεν ἡ παιδαγωγία τοῦ τρόπου. Καὶ τί ποιεῖ; Ἐπειδὴ Ἡσαῦ καὶ Ἰακὼβ οἱ πρόγονοιἐξεπολεμώθησαν πρὸς ἀλλήλους, οὐ τοῦ Ἰακὼβ εἰς κακίαν συμφωνήσαντος, ἀλλὰ τοῦ Ἡσαῦ εἰς κακίαν ἄρξαντος, τὴν διαφωνίαν τῶν προγόνων διαλύει τῇ ἑστιάσει, καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ' ἡμέραν μετ' ἀλλήλων ἑστιᾶσθαι, ἵνα ἡ συνήθης τράπεζα διαλύσῃ τῆς κακίας τὸν ἰόν. Παρ' ἀλλήλους ἐφοίτων οἱ υἱοὶ τοῦ Ἰὼβ, ὁμόνοιαν παιδευόμενοι ἐκ νέας ἡλικίας, εἰρήνην ἀσκούμενοι, συμφωνίαν παιδευόμενοι, καὶ μετ' ἀλλήλων ἤσθιον καὶ ἔπινον. Παρελάμβανον δὲ, φησὶ, καὶ τὰς τρεῖς ἀδελφὰς ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. Καὶ τί τοῦτο εἰς ὠφέλειαν τῷ ἀκροατῇ; καὶ διὰ τί προσέθηκε τῶν ἀδελφῶν τὴν συνεστίασιν;
English
Flourishing from the root of righteousness, an arbiter of justice. That one warred against nature and considered his brother a stranger; this one even regarded strangers as brothers, saying: "I became as a father to the orphans, and instead of a husband to their mother. The cause that I did not know, I searched out, and I put an end to unjust deeds." And he appropriates all things belonging to others—the one who bears the succession from Esau, who set the things of others as his own. Esau planned in his mind to kill Jacob; but Job offered sacrifices on behalf of his sons, considering, "Lest they have sinned in their mind." For since that one meditated murder in his mind, this great and noble athlete, fearing lest these also in their mind receive the poison of sin, offered a sacrifice and one calf for sins. For Job said: "Lest my sons have thought evil against God?" Consider to what exactness the discipline of his character reached. And what does he do? Since Esau and Jacob, the forefathers, warred against each other—not Jacob agreeing to wickedness, but Esau beginning wickedness—he dissolves the discord of the forefathers by feasting, and makes his sons feast with one another day by day, so that the customary table might dissolve the poison of wickedness. The sons of Job went to one another, being trained in concord from a young age, practicing peace, being taught agreement, and they ate and drank with one another. And they took, he says, also the three sisters to eat and drink with them. And what is this for the benefit of the hearer? And why did he add the feasting together of the sisters?
khazarzar-severianus-in-job:15 · narrative
Source
Ἵνα δειχθῇ, εἰς ὅσον σωφροσύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον, καὶ ὅτι οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος, καὶ ἀκολασία τὴν τράπεζαν ὑβρίζουσα, διὰ τοῦτο παρεισάγει καὶ τὰς παρθένους εὐωχουμένας, ἵνα δείξῃ τὸ πρόσχημα τοῦ συμποσίου οὐ μέθῃ ὑβριζόμενον, ἀλλὰ συμφωνίᾳ στεφανούμενον. Ἄν56.569 θρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· περιστερὰ ἐν μέσῳ ἱεράκων, πρόβατον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, τὸ βλάστημα τῆς δικαιοσύνης ἐν τῇ κώμῃ τῆς ἀδικίας. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. βʹ. Πρόσεχε ἀκριβῶς· Οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι, φησὶ, ζῶον λογικὸν, θνητόν. Ταῦτα βούλονται τῶν φιλοσόφων οἱ ὅροι· ἡ δὲ Γραφὴ οὐ τοιούτους ὅρους δίδωσιν· ἀλλὰ τί; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός. Ἐάν τίς σε ἐρωτήσῃ, καὶ ὅρον ἀπαιτήσῃ, Τί ἄνθρωπος; εἰπὲ πρὸς αὐτὸν, Ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ὡς ὅ γε τοῖς τοιούτοις κατορθώμασι μὴ μεμαρτυρημένος, οὐδὲ ἄνθρωπος ὑπάρχει. Ἐὰν γὰρ ἔχῃ μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. Οὐ μικρὸν τὸ ἐγκώμιον. Βασάνισον τὴν λέξιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν. Ἄλλο ἐστὶν ἔγκλημα, καὶ ἄλλο μέμψις· ἔγκλημα μὲν γὰρ ταῖς βαρυτάταις ἐπάγεται τῶν ἁμαρτιῶν· ἡ δὲ μέμψις ἐπὶ τῶν κουφοτάτων γίνεται πταισμάτων.
English
So that it might be shown to what extent their banquet was conducted with self-control, and that there was no disorderly and unrestrained laughter, nor licentiousness insulting the table, for this reason he also brings in the maidens feasting, in order to show that the character of the banquet was not outraged by drunkenness but crowned with harmony. There was a certain man in the land of Ausitis: a dove in the midst of hawks, a sheep in the midst of wolves, a star in the midst of clouds, a lily in the midst of thorns, the shoot of righteousness in the village of unrighteousness. And that man was blameless. 2. Pay close attention: those outside set down a definition of man. What is man? Man, they say, is a rational, mortal animal. These are the definitions the philosophers wish for; but Scripture does not give such definitions. But what? A man blameless, righteous, true. If someone asks you and demands a definition, "What is man?" say to him: "Blameless, righteous, true, abstaining from every evil thing"—since whoever is not attested by such achievements is not even a man. For if he has the stamp of nature but outrages it by the wickedness of his choice, he hears from the prophet: "Man, being in honor, did not understand; he was compared to the senseless beasts, and was made like them." And that man was blameless. The praise is no small thing. Examine the word closely, so that you may marvel at the intent. An accusation is one thing, and a censure is another; for an accusation is brought against the gravest sins, while censure occurs for the lightest faults.
khazarzar-severianus-in-job:16 · narrative
Source
Ἠθέλησεν οὖν δεῖξαι ὁ συγγραφεὺς, ὅτι οὐ μόνον ἐγκλημάτων μακρὰν ἦν ὁ δίκαιος, ἀλλὰ καὶ μέμψεων. Οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγάλα δράσαντι, ὅπουγε οὐδὲ ἐμέμψατο ὡς μικρὰ πράξαντι. Τοῦτο δὲ μέγα τεκμήριον, οὗ μέσος ὁ βίος, ἀνέγκλητος. Ὧ γὰρ μὴ ἔχῃς περὶ μοιχείας ἐγκαλεῖν, ἢ περὶ φόνων, ὁ τοιοῦτος ἀνέγκλητος· ᾧ δὲ μέμψεις προσάγεις ὕβρεως, διαβολῆς, ἢ λοιδορίας, ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημάτων μὲν ἐκτὸς, ὑπὸ μέμψιν δὲ τρέχει. Ἠθέλησεν οὖν δεῖξαι, ὅτι καὶ τῶν μικρῶν καὶ ἐλαχίστων πταισμάτων μακρὰν ἦν, καί φησιν· Ἦν ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ὅθεν καὶ ὁ Θεὸς τῷ Ἀβραὰμ βουλόμενος δεῖξαι, ὅτι τὸ πρῶτον κατ' ἀρετὴν τὸ ἄμεμπτόν ἐστι, λέγει αὐτῷ· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος. Τὸ, Ἄμεμπτος, εἰς ἀκρότητα τρόπων ἐκλαμβάνεται. Ὁ δὲ ἀπόστολος Παῦλος, ἐπειδὴ πρὸς τὰ ἔθνη εἶχε τοὺς ἀπὸ
πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνείας καὶ μοιχείας, ἠθέλησε καὶ ποιμένας καταστῆσαι τῆς οἰκουμένης, ἐπειδὴ τότε ἐσπάνιζε τὰ καλὰ τῆς ἀρετῆς, καθιστῶν ἐπισκόπους, Τίτῳ λέγει· Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος. Τὸ, Ἄμεμπτος, οὐκ εἶχε τότε χώραν, ἐπειδὴ, ὡς προεῖπον, ἐσπάνιζεν ἀκμὴν τὰ τῆς εὐσεβείας. Μέγα τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀνέγκλητον· μέγα δὲ ἐν κακοῖς καὶ τὸ μικρὸν ἀγαθόν. Διὰ τοῦτο εἶπε· Μιᾶς γυναικὸς ἄνδρα.
English
The author therefore wished to show that the righteous man was far not only from accusations but also from reproaches. No one accused him of having done great things, since indeed no one even reproached him for having done small things. And this is a great proof: a life that is in the middle, free from accusation. For the one about whom you have nothing to accuse regarding adultery or murder—such a man is free from accusation; but the one to whom you bring reproaches of insolence, slander, abuse, or drunkenness—such a man is outside accusations, but falls under reproach. He wished therefore to show that he was far even from small and the least of trespasses, and he says: He was blameless, righteous, true, God-fearing, abstaining from every evil deed. Hence God also, wishing to show Abraham that the first thing in virtue is the blameless, says to him: But you, be well-pleasing before me, and become blameless. The word "blameless" is understood as the utmost perfection of character. But the apostle Paul, since he had to do with the Gentiles, those drawn away from polytheism, those gathered out of wickedness, those assembled out of fornication and adultery, did not add the summit of virtue, but as he came into a world filled with fornication and adultery, he wished also to appoint shepherds of the world, since at that time the good things of virtue were scarce, appointing bishops, he says to Titus: Appoint bishops, as I commanded you, if anyone is free from accusation. The word "blameless" had no place then, since, as I said before, the things of piety were still scarce. Great is "blameless," but "free from accusation" is middling; and in evils even a small good is great. For this reason he said: the husband of one woman.
khazarzar-severianus-in-job:17 · narrative
Source
Οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ Ἐκκλησίᾳ· δεῖ γὰρ παντελεῖ ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα· ἀλλ' ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν, λέγει· Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· οὐκ ἐπειδὴ νόμον ἔθηκε τοῦτο, ἀλλ' ἐπειδὴ τῇ πλάνῃ συνέγνω. Ἤδει γὰρ ὅτι ἀνθοῦντος τοῦ λόγου τῆς εὐσεβείας, εὐθαίρετον αὐτὴ ἡ φύσις ἕξει τὸ ἀγαθὸν, καὶ ἡ ἐκλογὴ γενήσεται τῶν κρειττόνων. Ἄμεμπτος, δίκαιος. Οὐ πρότερον οὖν ἔστι γενέσθαι δίκαιον, ἄμεμπτον μὴ γενόμενον. Ἀληθινός. Ὁ ἀληθινὸς τί βούλεται; Ὁ μὴ ἐσχηματισμένος τὴν ὄψιν, καὶ ἄλλην ἔχων τὴν κατάστασιν· ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος· ὁ μὴ τὴν δικαιοσύνην ἐν τῷ σχήματι δεικνύων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδίᾳ φέρων. Οὗτος ἀληθινὸς, καὶ εὐθέως θεοσεβής. Ὅταν γὰρ ἦ τὸ ἄμεμπτον, ὅταν τὸ δίκαιον, ὅταν τὸ ἀληθινὸν, τότε ἡ ἀληθὴς ἀπαρτίζεται θεοσέβεια. Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐπειδὴ πολλοὶ ἀπέχονται ἀπὸ πολλῶν ἁμαρτημάτων, πάντων δὲ οὐκ ἀπέχονται, τὸ ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι, φησίν· Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ὅθεν καὶ ὁ Δαυΐδ φησιν· Οἱ ἀγαπῶντες Κύριον, μισεῖτε πονηρά. Οὐ γὰρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. Ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξιν, ὅτι εἶχε πρόβατα ἑπτακισχίλια, καμήλους τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους νομάδας πεντακοσίας. Διὰ τί ταῦτα ἐκτίθεται;
English
Not because this is now observed in the Church—for the priest must be crowned with complete chastity and holiness—but because at that time it was a great thing in relation to those living in fornication, he says: Appoint bishops, as I commanded you, if anyone is blameless, the husband of one wife; not because he established this as a law, but because he was indulgent toward their error. For he knew that when the word of piety flourished, nature itself would possess the good by free choice, and the selection would be of the better things. Blameless, righteous. Therefore one cannot first become righteous without having become blameless. True. What does "true" mean? The one who is not feigning his appearance while having another condition within; the one who does not put on a show of chastity while clothed in licentiousness; the one who does not display righteousness in his outward form while carrying injustice in his heart. This man is true, and immediately God-fearing. For when there is the blameless, when there is the righteous, when there is the true, then true godliness is made complete. Abstaining from every evil thing. Since many abstain from many sins but do not abstain from all, wishing again to set before us the summit of virtue, he says: Abstaining from every evil thing. Whence also David says: You who love the Lord, hate evil. For it is not possible both to be God-fearing and to do evil. He also sets forth his substance, that he had seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred grazing donkeys. Why does he set these forth?
khazarzar-severianus-in-job:18 · narrative
Source
Οὐ τὸν πλοῦτον θαυμάζων τοῦ Ἰὼβ, ἀλλὰ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐσίας, ἵν', ὅταν αὐτὸν ἴδῃς μετὰ ταῦτα γεγυμνωμένον τῶν ὑπαρχόντων, καὶ μὴ στένοντα, θαυμάσῃς, ὅτι τόσων στερούμενος ἀγαθῶν, οὐκ ἀθετεῖ τὸν εὐεργέτην. οὐχ ὑβρίζει τὸν Δημιουργόν. Ταῦτα τοίνυν ἐγράφη, οὐχ ἵνα τὸν πλοῦτον θαυμάσῃς, ἀλλὰ ἵνα τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δικαίου, καὶ πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Ἡ δὲ ἀκολουθία τὴν θεωρίαν εἰς ἕτερον καιρὸν ταμιεύσεται. Ὁ γὰρ διάβολος, ἀδελφοὶ, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα τούτῳ τῷ πλούτῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσκαίρου τὸν αἰώνιον πλοῦτον ταμιευόμενον, ἐνενόησεν, ὅθ' ὥσπερ πλουτοῦντι αὐτῷ συνεπλούτησεν ἡ δικαιοσύνη, οὕτω καὶ πτωχεύοντι συμπτωχεύσει καὶ ἀρετή. Πειρᾶται οὖν αὐτὸν γυμνῶσαι τῶν χρημάτων, ἵνα γυμνώσῃ καὶ τῶν πλεονεκτημάτων. Ἐνταῦθα δὲ προσεχέτωσαν ἀκριβῶς οἱ λέγοντες· Μὴ ὁ Ἰὼβ οὐκ ἦν πλούσιος; μὴ ὁ Ἀβραὰμ οὐκ ἦν πλούσιος; διὰ τί οὖν ὑποτίθης ἡμῖν ἀκτημοσύνην; Ἐρῶ κἀγὼ πρὸς σέ· Γενοῦ κατὰ τὸν Ἰὼβ πλούσιος, καὶ ἐπεύχομαί σοι πλείονα κτήσασθαι· γενοῦ κατὰ τὸν Ἀβραὰμ, καὶ πᾶσα ἡ γῆ συνεύξεταί σοι τοῦ πλούτου. Εἰπὲ καὶ σὺ, ὡς Ἰὼβ, Ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ· εἰπὲ, Ὤμους πενήτων ἐθέρμανα· εἰπὲ, Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων· εἰπὲ, Καὶ στόμα χήρας εὐλόγησέ με· καὶ πλούτει πλοῦτον ὃν θέλεις. Εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν. Ἡ θύρα μου γὰρ, φησὶν, ἀνέῳκται παντὶ θλιβομένῳ. Μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας·
English
Not admiring Job's wealth, but leaving the abundance of his substance to you, the hearer, so that when you see him afterward stripped of his possessions and not groaning, you may marvel that, deprived of so many good things, he does not reject his benefactor. He does not insult the Creator. These things, then, were written, not so that you might admire the wealth, but so that you might praise the steadfastness and endurance of the righteous man, and always keep the fear of God before your eyes. But the sequence will store up the contemplation for another time. For the devil, brothers, since he saw him rich with this temporary wealth, and from this temporary wealth storing up eternal wealth, considered that just as righteousness grew rich together with him when he was rich, so also virtue would grow poor together with him when he was poor. He therefore tries to strip him of his money, so that he might strip him also of his advantages. But here let those who say, "Was not Job rich? Was not Abraham rich? Why then do you set before us poverty?" pay close attention. I too will say to you: Become rich as Job was, and I pray that you acquire more; become as Abraham was, and all the earth will join in praying for your wealth. Say also, like Job, "My door has been opened to everyone who is oppressed"; say, "I warmed the shoulders of the poor"; say, "From the fleece of my sheep the shoulders of the poor were warmed"; say, "And the mouth of the widow blessed me"; and be rich with whatever wealth you wish. For you will be found rich not for yourself, but administering to the poor. For my door, he says, has been opened to everyone who is oppressed. Imitate the extremity of this love of the poor.
khazarzar-severianus-in-job:19 · narrative
Source
ἔνδυσαι τὸν ζῆλον τῆς ὑπομονῆς· ἄνδρισαι κατὰ τῶν ἐναντίων· τὰ ἴσα φρόνησον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον, ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων, καὶ ὑμᾶς παρ' ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα, καὶ ἡμᾶς ὑμῖν τιννύειν τῶν
θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χριστοῦ. Ἀληθῶς γὰρ, ἀδελφοὶ, δικαίως προέλαμψε τοῦ πάθους τοῦ Χριστοῦ τὰ πάθη τῶν ἁγίων. Προέλαμψαν γὰρ, ὥσπερ ἀστραπαὶ, τὰ πάθη τῶν δικαίων, ἵνα μετὰ ταῦτα φανῇ ὁ Χριστὸς, ὥς φησιν ὁ Παῦλος, ὁ πᾶσι συμπάσχων, καὶ πᾶσι συνδοξαζόμενος. Εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁγίων Πατέρων, καὶ τοῖς εἰρημένοις στοιχήσαντες, καὶ τὰ λειπόμενα προσδοκήσαντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος γʹ. αʹ Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως, καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς ἑσπερινῆς ἀκολουθίας τοῦ Ἰὼβ, καὶ μετὰ πίστεως τῷ λόγῳ τῆς ὑπομονῆς ἑαυτοὺς παραστήσωμεν. Ἄτοπον γὰρ τὸν μὲν Ἰὼβ ἐπὶ κοπρίας καθήμενον μὴ ναρκῆσαι πρὸς τὴν εὐσέβειαν, ἡμᾶς δὲ ἐν ἐκκλησίᾳ χορεύοντας, ὀκνεῖν πρὸς τὴν ἀλήθειαν· καὶ τὸν μὲν μυρίοις ὀδυρμοῖς περιηχούμενον τῆς ἑαυτοῦ συμφορᾶς, μὴ κατακλασθῆναι τὴν ψυχήν· ἡμᾶς δὲ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καὶ θείαις Γραφαῖς περιᾳδομένους προδιδόναι ῥᾳθυμίᾳ τὴν προθυμίαν.
English
Clothe yourself with the zeal of endurance; play the man against the adversaries; think equal thoughts. But of these things, to such an extent. May it be that we, having the zeal and endurance resounding in our ears, may also have the continuation of the remaining things, and that you may demand from us the remaining things, and that we may repay to you the continuation of the contemplations. And may it be that we genuinely complete the feast, and having shared in the sufferings of the saints, may we also share in the suffering of Christ. For truly, brothers, justly did the sufferings of the saints shine forth before the suffering of Christ. For the sufferings of the righteous shone forth like lightning, so that after these things Christ might appear, as Paul says, who suffers with all, and is glorified with all. By the prayers, then, and intercessions of the holy Fathers, and having conformed to what has been said, and having awaited the remaining things, let us send up glory to the Father, and to the Son, and to the Holy Spirit, unto the ages of ages. Amen. On the righteous and blessed Job, Discourse 3. 1 Come, let us also take hold of the subject, and you of the hearing; and let us all become of the evening sequence of Job, and with faith let us present ourselves to the word of endurance. For it is absurd that Job, sitting on the dung-heap, did not grow numb toward piety, while we, dancing in the church, hesitate toward the truth; and that he, surrounded by countless wailings of his own misfortune, was not broken in soul, while we, sung around by hymns and spiritual odes and divine Scriptures, betray our eagerness through slackness.
khazarzar-severianus-in-job:20 · narrative
Source
Ἰὼβ ὑπὸ σκωλήκων διεσθιόμενος τὸ σῶμα, ἄτρωτον διεφύλαττε τὴν ψυχὴν πρὸς εὐσέβειαν· ἐκεῖνον σκώληκες οὐκ ἐνίκησαν, καὶ ἡμᾶς ἱδρῶτες καταπαλαίσουσι; Γενώμεθα καὶ ἡμεῖς ἄνθρωποι, ἄνθρωποι κατὰ τὸν ὅρον τὸν προαποδεδομένον. Τὸν γὰρ ἄνθρωπον χαρακτηρίζει τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ ἀληθινὸν, τὸ θεοσεβές. Καὶ ὥσπερ ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ οἰκέτην ἢ τὸν υἱὸν ἐπὶ πρᾶξίν τινα ἀποστέλλῃ, παρακελεύεται, λέγων· Ὡς ἄνθρωπος ἅψαι τῆσδε τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτω κἂν πάντες λέγωνται ἄνθρωποι, μόνος ἐκεῖνος ἀληθὴς ἄνθρωπος, ὁ τὴν εἰκόνα σώζων, καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανίζων. Εἶπεν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς κοινῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς. Εἶπεν αὐτὸν ἀπὸ τῆς χώρας τῆς Αὐσίτιδος, ἵνα ἀπὸ τῆς χώρας τῆς κομώσης τὴν ἀσέβειαν, τὸν καρπὸν ἀνυμνήσῃς. Εἶπεν αὐτοῦ τὰ κτήματα, ἵνα θαυμάσῃς τὰ πλεονεκτήματα. Εἶπεν αὐτοῦ τὸν πλοῦτον, οὐχ ἵνα τὴν περιουσίαν ἐπαινέσῃς, ἀλλ' ἵνα γεγυμνωμένον αὐτὸν θαυμάσῃς. Πάντων γὰρ ἀπεδύθη, καὶ τὴν εὐσέβειαν οὐκ ἀπεδύετο, ἀλλ' ἦν ὥσπερ τις πόλις πολιορκουμένη, πάντων μὲν τῶν ἔξωθεν γεγυμνωμένη, μόνῳ δὲ τῷ τείχει φυλαττομένη. Ἐγυμνώθη τέκνων, καὶ τοὺς καρποὺς τῆς εὐσεβείας οὐκ ἀπώλεσεν. Εἶχε γὰρ τέκνα τοὺς τρόπους τῆς εὐσεβείας· εἶχε θυγατέρας τὰς ἀρετάς. Τρεῖς αὐτῷ θυγατέρες κατὰ σάρκα, καὶ τρεῖς αὐτῷ ἀρεταὶ κατὰ πνεῦμα, καθώς φησιν ὁ Παῦλος· Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Ἐγυμνώθη πάντων, καὶ τὸν δημιουργὸν τῆς φύσεως οὐκ ἠρνήσατο·
English
Job, his body eaten away by worms, kept his soul unwounded for piety; worms did not conquer him—and will sweatings overthrow us? Let us too become human beings, human beings according to the definition already given. For what characterizes a human being is being blameless, just, true, God-fearing. And just as in common custom, when someone sends his own servant or his son to do some task, he exhorts him, saying, "Do this task as a human being," and makes the common name a peculiar marvel, so too, even if all are called human beings, that one alone is a true human being who preserves the image and does not obliterate the archetypal beauty. He called him a human being, so that from the common nature you might praise his purpose. He called him from the land of Ausitis, so that from the land teeming with impiety you might hymn his fruit. He spoke of his possessions, so that you might marvel at his advantages. He spoke of his wealth, not so that you might praise his abundance, but so that you might marvel at him stripped bare. For he was stripped of all things, and he did not strip off piety, but was like a city under siege, stripped of all things outside, guarded by its wall alone. He was stripped of children, and he did not lose the fruits of piety. For he had as children the ways of piety; he had as daughters the virtues. He had three daughters according to the flesh, and three virtues according to the spirit, as Paul says: But these three remain, faith, hope, love; but the greatest of these is love. He was stripped of all things, and he did not deny the Creator of nature.
khazarzar-severianus-in-job:21 · narrative
Source
ᾔδει γὰρ ὅτι τέκνα παραμυθία διαδοχῆς, ὁ δὲ Θεὸς γεωργὸς τῆς ῥίζης. Οὐκ ἐδυσχέραινε, τοὺς καρποὺς ὁρῶν ἀποβαλλομένους· ᾔδει γὰρ ὅτι μένει εἰς τὸν αἰῶνα ὁ γεωργὸς τῆς ῥίζης. Ἐγυμνώθη τῶν προβάτων, καὶ αὐτὸς ἦν πρόβατον ὑπὸ Θεοῦ φυλαττόμενον· ἐγυμνώθη τῶν βοῶν, καὶ τὰ μὲν ζεύγη τῶν βοῶν περιῃρεῖτο, τὸ δὲ ζεῦγος τῆς ψυχῆς καὶ τοῦ σώματος οὐ διετέμνετο, ἀλλ' ὁμοῦ συμφωνήσασα ἡ σὰρξ καὶ ἡ ψυχὴ πρὸς εὐσέβειαν εἷλκε τὸ ἄροτρον. Τρόπον δὲ τῆς ὑπομονῆς ἐδέχετο τοὺς καρποὺς τῆς ἀρετῆς, ἵνα πλεονάσῃ τοὺς καρποὺς τῆς ὑπομονῆς. Ἦσαν οὖν αὐτῷ κάμηλοι τρισχίλιαι, ὄνοι νομάδες πεντακόσιαι. Ἐγὼ νομίζω, ὅτι μικρὰ ἐκέκτητο, ἅπερ ἐκέκτητο. Εἰ γὰρ ἑκάστῳ πτωχῷ ἐχορήγει, καθὼς αὐτὸς λέγει, Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, μικρὰ ἂν ἦν ἡ ὕπαρξις πρὸς τὴν πρόθεσιν· πλείων ἦν ἡ χορηγία τῆς φιλοξενίας παρὰ τὴν περιουσίαν τῆς εἰσόδου. Πτωχὸς ἦν Ἰὼβ, οὐκ ἐπαρκῶν τῇ προθυμίᾳ· καὶ πλούσιος μὲν ὑπῆρχε τῇ κτήσει, πτωχὸς δὲ πρὸς τὴν δύναμιν τῆς προαιρέσεως. Ἦν δὲ αὐτῷ, φησὶ, καὶ ἔργα μεγάλα ἐπὶ τῆς γῆς. Ποῖα δὲ ταῦτα; Φιλοπτωχία καὶ φιλοξενία, ἄκρα ταπείνωσις, ἐλεημοσύνη ἀνυπέρβλητος, καὶ ὅσα εἰς ἀρετὴν συντελεῖ. Ἀλλ' ὁ μὲν οὕτως ἐκόμα, οὐ
English
For he knew that children are a consolation of succession, and God is the farmer of the root. He was not vexed at seeing the fruits cast away; for he knew that the farmer of the root endures forever. He was stripped of his sheep, and he himself was a sheep guarded by God; he was stripped of his oxen, and the yokes of oxen were taken away, but the yoke of soul and body was not cut apart; rather, flesh and soul, in harmony together, drew the plow toward piety. And in the manner of endurance he received the fruits of virtue, so that he might multiply the fruits of endurance. So he had three thousand camels, five hundred she-donkeys at pasture. I think that what he possessed was small. For if he supplied every poor man, as he himself says, "I was an eye to the blind, and a foot to the lame," his substance would have been small compared to his purpose; the provision of his hospitality was greater than the abundance of his income. Job was poor, not sufficient for his zeal; and he was rich in possession, but poor in the power of his purpose. And he had, it says, also great works upon the earth. And what were these? Love of the poor and love of strangers, extreme humility, unsurpassable almsgiving, and all things that contribute to virtue. But he, being such a one, exulted, not
khazarzar-severianus-in-job:22 · narrative
Source
τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ σπόριμα πλέθρα, καὶ ὅσα τοιαῦτα. Ἀληθῶς δὲ ἦν αὐτῷ ἔργα μεγάλα ἐπὶ τῆς γῆς, κομῶντι τῷ πλούτῳ τῷ ἐπουρανίῳ. Ὁ δὲ διάβολος, ὥσπερ ἔφθην εἰπὼν τῇ προτέρᾳ, ὑποτοπήσας ὁ παμμίαρος, ὅτι ὥσπερ αὐτῷ πλουτοῦντι συνεπλούτησε καὶ ἡ ἀρετὴ, οὕτω καὶ πτωχεύσαντι συμπτωχεύσει καὶ τὰ τῆς ἀρετῆς, γυμνοῖ αὐτὸν τῶν κτεάνων, ἵνα γυμνώσῃ καὶ τῶν τῆς ἀρετῆς πλεονεκτημάτων, καὶ αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ Χριστιανοῦ, οὐδὲ κατ' ἀνδρὸς φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται, ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν. Θεὸς γὰρ ὅταν ἐπάγῃ παιδευτήρια, ἢ δίκην ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. Οὐκ ἠδυνήθη οὖν ὁ διάβολος πολεμῆσαι τῷ Ἰὼβ, ἕως ἐπετράπη παρὰ τοῦ Θεοῦ. Καὶ μὴ θαυμάσῃς, ἀγαπητὲ, εἰ κατὰ τοῦ Ἰὼβ οὐκ εἶχε τὴν ἐξουσίαν, μὴ λαβὼν τὴν ἐπιτροπήν. Οὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξουσίαν. Ἄκουε πῶς ὁ Λεγεὼν παρεκάλει, λέγων· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσίαν μὴ ἐπιτρεπόμενος, τῶν κατ' εἰκόνα Θεοῦ γενομένων πῶς ἔχει ἐξουσίαν μὴ κελευόμενος; Ἐγένετο, φησὶν, ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι τῷ Κυρίῳ, καὶ ὁ διάβολος ἔστη ἐν μέσῳ αὐτῶν.
English
...but rather in the wealth that is temporary, but in that of piety. Another wise man, taking the statement in a common sense, thinks that great works are vineyards and olive groves and acres of sown land, and all such things. Truly, however, he had great works upon the earth, since he was adorned with heavenly wealth. But the devil, as I said before in the earlier passage, the utterly polluted one, suspecting that just as when he was rich virtue grew rich together with him, so also when he became poor the things of virtue would grow poor with him, strips him of his possessions, in order that he might strip him also of the advantages of virtue, and he asks God for the trial against the righteous man, so that you may take courage, that a demon has no authority over a Christian, nor over a man who fears God, unless permission comes from above, either for discipline, or for forgiveness. For when God brings disciplines, he either exacts the penalty for sins, or trains virtue in divine achievements. The devil, therefore, was not able to make war against Job until he was permitted by God. And do not marvel, beloved, if he had no authority against Job, since he had not received permission. For he does not have authority even over swine. Hear how the Legion begged, saying: If you cast us out, permit us to go away into the swine. But if he has no authority over swine without being permitted, how does he have authority over those who are made in the image of God without being commanded? It came to pass, it says, on this day, that the angels of God came to stand before the Lord, and the devil stood in their midst.
khazarzar-severianus-in-job:23 · narrative
Source
Ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος, καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; Ἀλλ' οὔτε οἱ ἅγιοι ἄγγελοι τῷ Θεῷ παρέστησαν σωματικῶς, οὐδὲ ὁ Σατανᾶς σωματικῶς· ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. Ὥσπερ γὰρ ὁ Ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος, τῷ Θεῷ παρεστάναι ἐλέγετο, ὥς φησι· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, οὐχ ὅτι ἐν οὐρανοῖς ἀνελθὼν παρέστη, ἀλλ' ὅτι τῷ θείῳ κελεύσματι διηκονεῖτο· οὕτω καὶ διάβολος ἔστη, οὐκ ἐν τῷ οὐρανίῳ χωρίῳ, οὐδὲ ἐν ταῖς ὑπερκοσμίαις δυνάμεσιν, ἀλλ' ὡς κτίσμα Θεοῦ κελεύεται ποιεῖν τὰ καθήκοντα· καὶ ὅπως, ἄκουε. Μὴ γάρ μου ἁρπάσῃς τὸ ῥῆμα, καὶ εἴπῃς· Ὑπηρέτῃ κέχρηται διαβόλῳ ὁ Θεός; Ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων ἐξουσιῶν εἰσὶ φανεροὶ στρατιῶται, οἱ ταῖς τιμαῖς διακονούμενοι, καὶ εἰσὶ ὁμολογούμενοι στρατιῶται, οἱ πρὸς τὰς τιμωρίας ἀφωρισμένοι· οὕτω καὶ ἐνταῦθα πρὸς μὲν τὰς λειτουργίας τὰς ἀγαθὰς, καὶ τὰς ὑπὲρ τῶν ἀνθρώ56.572 πων οἰκονομίας, ἄγγελοι ἅγιοι ἀποστέλλονται· πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται· καὶ ὅπως, ἄκουε· Ὅτε τῶν ἁγίων ἀγγέλων μέμνηται Παῦλος, φησίν· Οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀνθρώπων σωτηρίαις· οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. Ἐξαπέστειλε γὰρ, φησὶν ὁ Δαυῒδ, εἰς τὴν Αἴγυπτον θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν. βʹ.
English
Does the devil, then, stand present along with the angelic ministry, and does the unclean spirit stand present in the midst of the holy spirits? But neither did the holy angels stand before God bodily, nor did Satan stand bodily; rather, every service is called a standing before. For just as Elijah, living his life on earth, was said to stand before God, as he says: As the Lord lives, before whom I have stood today—not because he had gone up into the heavens and stood before him, but because he served at the divine command—so also the devil stood, not in the heavenly place, nor among the supramundane powers, but as a creature of God he is commanded to do what is required; and how, listen. For do not snatch my word away and say: Has God used the devil as a servant? Just as in human authorities there are visible soldiers, those who serve in honors, and there are acknowledged soldiers, those set apart for punishments; so also here, for good services and for the economies on behalf of men, holy angels are sent; but for punishments against lawless men, demons are sent; and how, listen: When Paul makes mention of the holy angels, he says: Are they not all ministering spirits, sent forth for service for the sake of those who are about to inherit salvation? Hence it is clear that the holy angels serve the salvation of men, while the bitter demons serve the punishments against sinners. For he sent forth, says David, into Egypt wrath, and anger, and affliction, a sending by means of evil angels. 2.
khazarzar-severianus-in-job:24 · narrative
Source
Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ Θεὸς κελεύει δαίμοσιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. Λέγει Παῦλος· Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Καὶ πάλιν περί τινος ἐκπορνεύσαντος, καὶ δίκην ὀφείλοντος, τί φησιν ὁ αὐτὸς Παῦλος; Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμονες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. Οὐκ εἶδες καὶ τοὺς παρ' ἡμῖν ἄρχοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀποστέλλουσι τοὺς
English
The wicked and unclean demons, then, even if they have thrown off the yoke by their own choice, nevertheless lie under the yoke of slavery, and are commanded like executioners to carry out what is ordered. And do not be amazed if God gives commands to demons. The apostles employed the devil as an executioner. Paul says: Since some have failed regarding the faith, I have handed them over to Satan, so that they may be disciplined not to blaspheme. And again, concerning one who had committed sexual immorality and owed a penalty, what does the same Paul say? When you are gathered together and my spirit is present, with the power of the Lord Jesus I have judged the one who has done this thing, to hand this one over to Satan for the destruction of the flesh, so that the spirit may be saved in the day of the Lord. For so that the demons may not suppose that they have tyrannized entirely against the divine authority, they are commanded, even against their will, to do what is ordered—not things that contribute to prosperity, but things that bring punishment. Did you not see also the rulers among us, when they summon someone with honor, how they send the
khazarzar-severianus-in-job:25 · narrative
Source
δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν· ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. Διὰ τοῦτο ὅτε ἀπεφαίνετο κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς, λέγει· Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται; Καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγώ. Ἤδει γὰρ ὅτι εἰς τοῦτο τέτακται ὁ διάβολος. Οἱ τοίνυν δαίμονες (σύγγνωτε δέ μοι, παρακαλῶ· περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· ἀλλ' οὐδ' ἂν ἀπ' ἀρχῆς ἐπεχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορμὰς ἐκ τῆς ἁγίας Γραφῆς ἐδανειζόμην· οὐ γὰρ ἀνθρωπίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθητῶν· ἀλλ' ἐπειδὴ οἷς εἶπεν ὁ Θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κἂν θέλωμεν, κἂν μή)· οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν· ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν. Ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τι ἀνάξιον ἀγγέλῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γάρ ποτε ὁ Δεσπότης τῶν ἁπάντων ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν Κύριον καὶ τὸν Σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται;
English
runners, called cursores in Latin; but when they drag certain persons away with dishonor, do they send out other fierce and harsh soldiers? So too God sends ministering angels to the saints for salvation; but when he wishes to punish, he entrusts it to the demons. For this reason, when God was pronouncing judgment against Ahab, he said: Who will go and deceive Ahab, that he may fall? And a wicked spirit answered: Behold, I am here. For he knew that the devil has been appointed to this. The demons, then (forgive me, I beg you; for I am speaking of things invisible and not perceptible; indeed, I would not even have undertaken from the beginning to say anything about such matters, unless I were borrowing my starting points from the Holy Scripture; for it is not within human understanding to separate things invisible from things perceptible; but since there is no contradicting what God has said, we follow what has been written, whether we wish to or not)—the most wicked demons, then, are sent specifically to exact punishment from the wicked; but they are also sent against the righteous, not to punish them, but to test them. For since a holy angel is not commanded to minister to testing (for God does not command anything unworthy of an angel), for this reason demons are entrusted with this testing. And do not marvel that demons are sent against the righteous; for once the Master of all things was led up from the Jordan into the wilderness to be tested by the devil. If, then, the devil tested the Lord and Savior of all things, why would you marvel if a demon is sent against a righteous man for a training-ground of endurance?
khazarzar-severianus-in-job:26 · narrative
Source
Ἀποστέλλεται δὲ, οὐ τοῦ Θεοῦ κελεύοντος, ἀλλὰ συγχωροῦντος. Σχηματίζει δὲ ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. Οὐ γὰρ φωνὴ παρὰ τοῦ Θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐδὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. Φύσις γὰρ ἀγαθὴ, πρόθεσις δὲ κακή· οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. Ἐὰν δὲ εἴπῃς· Εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἐρῶ σοι ἀπὸ τοῦ Δαυΐδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἆρα φωνὴν ἔῤῥηξε πρὸς τὸν ἁμαρτωλόν; Οὐχί· ἀλλὰ δι' ὧν φθέγγεται, δι' αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. Ἐπέταξεν ὁ Θεὸς τῷ κήτει. Ἆρα φωνὴν ἐκπέμψας, ἢ πρόσταγμά τι νευρώσας; Ἐκέλευσεν ὁ Θεὸς σκώληκι ἑωθινῇ. Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ Θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ Δεσπότου. Ἀλλ' ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν· ἦλθε δὲ ὁ διάβολος, καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. Διάβολος γὰρ, ἀδελφοὶ, οὐ φύσεως ὄνομα, ἀλλὰ προαιρέσεως. Διὰ τί διάβολος; Οὐ γὰρ διάβολος ἐγένετο ἀπ' ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ Θεὸν ἀνθρώποις, καὶ ἄνθρωπον Θεῷ· καὶ ὡς συγκρούων Δεσπότην πρὸς οἰκέτην, καὶ οἰκέτην πρὸς Δεσπότην. Ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος, καὶ εἴπῃ· Πόσα κακὰ ἐν τῷ κόσμῳ; ποῦ ὁ Θεός; διὰ τί μὴ προΐσταται; διαβάλλει τὸν Δημιουργὸν πρὸς ἡμᾶς· ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ.
English
He is sent, not by God's command, but by his permission. Scripture shapes the account as if in personification. For no voice from God proceeds to an evil demon, nor is that transgressive purpose deemed worthy of it. For its nature is good, but its purpose is evil; it is not deemed worthy of the undefiled voice. But if you say, "The Lord said to the devil," I will tell you from David: "But to the sinner God said, Why do you recount my statutes?" Did he utter a voice to the sinner? No; but through the things he speaks, through those very things he speaks to the unworthy. God commanded the sea monster. Did he emit a voice, or energize some command? God commanded the early worm. So if the account shapes it as though God spoke to the devil, do not, as from equality, bring in that dishonored and transgressive purpose introduced into the person of the Master. But the angels stood in the appointed order; and the devil came and stood in the midst of the angels, so that you may learn that he received the nature of an angel, but displayed the purpose of a traitor. For "devil," brothers, is not a name of nature, but of choice. Why "devil"? For he did not become a devil from the beginning, but was created an angel; but he was named devil because he slanders both God to humans and humans to God, and because he clashes a master against a servant, and a servant against a master. For when the devil suggests to us and says, "How many evils are in the world? Where is God? Why does he not preside over it?" he slanders the Creator to us; for this has been the devil's work from the beginning.
khazarzar-severianus-in-job:27 · narrative
Source
Διαβάλλει Θεὸν πρὸς τὸν Ἀδὰμ, λέγων Ἤδει ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. Βασκαίνων, φησὶν, ἐκώλυσεν ὑμᾶς ὁ Θεὸς τῆς βρώσεως. Ἐκεῖ τὸν Θεὸν διαβάλλει πρὸς τὸν Ἀδάμ· ὧδε τὸν Ἰὼβπρὸς τὸν Θεόν· Μὴ γὰρ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ Θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν, καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· Εἶπε, φησὶ, ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν, καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδὼς, μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν, λέγει· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι· μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ'
οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ Θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν· καὶ ἐξορίζει αὐτὸν ὁ πάντων Δεσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος, ὅτι· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. γʹ. Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει·
English
He slanders God to Adam, saying, "God knew that on whatever day you eat from the tree, you will be like gods." He says, "God, in envy, prevented you from eating." There he slanders God to Adam; here he slanders Job to God: "Does Job fear God for nothing?" That is, he is a hireling, not virtuous; he pays you a wage for his prosperity; take away his possessions, and his resolve is stripped bare. Since, then, God saw the righteous man being insulted by that suspicion, he removes his possessions, in order to remove the suspicion and show his piety naked. And observe the purpose of the evil demon: The Lord, it says, said to the devil, "Where have you come from?" Then the proud and boastful one, knowing neither his own rank nor the worth of the one asking, says, "I have come from going around the earth and walking about under heaven"—all but shouting and wishing to show that he holds sway over what is under heaven, that all earthly things have been trampled by him, that he has all men under his feet. "I have come," he said, "from going around the earth and walking about under heaven." The devil's boastfulness is cut off. For since he thought he held sway over God's image, he is cast out of the earth, so as no longer to walk about; and the Master of all exiles him. For he is the one who promised, "I will dwell in them and walk about, and I will be their God." 3. At first the devil walked about. For when idolatry was poured out, when impiety prevailed, when all the things of wickedness were at their peak, the devil walked about.
khazarzar-severianus-in-job:28 · narrative
Source
ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ Θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. Προσέσχες οὖν τῇ διανοίᾳ σου, φησὶ, κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; Ἐπειδὴ εἶπε, Πᾶσαν περιῆλθον τὴν ὑπ' οὐρανὸν, καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· Εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; εἶδες τὸν πάσης σου τῆς κακίας κρατήσαντα; εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; Ὁ δὲ ἀνθίσταται τῷ Θεῷ, καὶ λέγει· Οὐ δωρεὰν σέβεται. Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησὶ, τὴν ἀφθονίαν· περίελε τὴν ἀφθονίαν, καὶ γυμνοῦται ἡ ὑπόκρισις. Λέγει αὐτῷ ὁ Θεός· Ἅψαι πάντων ὧν ἔχει. Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν· καὶ λέγει· Ἰδοὺ, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. Ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε, καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. Εἶπε γὰρ, φησὶν, ὁ διάβολος τῷ Ἰώβ·
English
But when holiness and righteousness and truth are with those who guard the truth, God dwells in them and walks among them. Take heed, then, with your mind, he says, against my servant Job, that there is none like him on the earth, blameless, righteous, true, abstaining from every evil? Since he said, "I have gone around all that is under heaven," and was boasting as though he ruled over all, the word of truth, undoing his boast, says to him: Did you see the man who was not trodden down by you, since you rule over all, as you said? Did you see the one who prevailed over all your wickedness? Did you see the one who trampled you who trample all? Did you see the one who loosened your tyranny, and loosened injustice by righteousness, and impiety by piety? But he resists God and says: "Does he worship for nothing?" He added his possessions, in order to insult his manner, in order to insult his character too, in order to show his virtue to be counterfeit by his suspicions. You have given him abundance, he says; take away the abundance, and the hypocrisy is laid bare. God says to him: Touch all that he has. For God knew that he has an insatiable disposition toward greed; and he says: Behold, I give you authority over all, but do not touch him only. By limits he confines the wickedness of the devil. See, then, what sort of bow he stretches against the righteous man, what sort of arrows he sends. He went out, and first the very worker of evils disguises himself, presenting himself as an angel of evils; he himself struck the cattle, and he himself announces the blow. For, he says, the devil said to Job:
khazarzar-severianus-in-job:29 · narrative
Source
Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, καὶ κατέσφαξαν τοὺς παῖδάς σου, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ γενναίου ἀγωνιστοῦ. Ἀλλ' ἀντέστησεν Ἰὼβ τὸν θυρεὸν τῆς πίστεως, τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Τὰ ζεύγη τῶν βοῶν ἀπώλετο, καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο. Αἱ ὄνοι ἀπώλοντο, καὶ ὁ εὐγενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ ἠρνήσατο. Εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων, καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος. Ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ, καὶ πικρὸς ὢν τὴν προαίρεσιν, μετεμελήθη οὕτως ἀπαγγείλας. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ Πονηροῦ ἔννοια, ἣν καὶ Ἀπόστολος ἀκριβῶς κατοπτεύσας, φησίν· Οὐ γὰρ αὐ56.574 τοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὡς οὖν ἀπήγγειλεν αὐτῷ, ὅτι Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν Ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη ὅτι κακῶς ἀπήγγειλε, καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος· Χακῶς ἀπήγγειλα, εἰπὼν αὐτῷ ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν· δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν Θεόν; Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς τοξείας, ἀπεπλανήθη τὰ βέλη. Εἶπον ὅτι ἄνθρωποι ᾐχμαλώτευσαν· δύναται οὗτος εἰπεῖν· Τί οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν Θεῷ ἐπιγράψω; Ἄλλοι οἱ ἠδικηκότες, καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος;
English
Your yokes of oxen were plowing, and the female donkeys were grazing, and the plunderers came and slaughtered your servants, and I alone was left, and I came to report to you. This was the devil's first assault, the first arrow against the noble athlete. But Job raised the shield of faith, which is able to quench all the fiery arrows of the evil one. The yokes of oxen perished, and his soul was not divided. The donkeys perished, and the noble colt did not refuse the bridle of piety. He saw the bitter report of the loss of his possessions, and he remained like a secure and unconquerable tower. The devil, bitter in his wickedness and bitter in his purpose, regretted having reported in this way. And pay close attention, I beg you, lest the Evil One's intent escape you, which the Apostle also, having observed it closely, states: For we are not ignorant of his designs. So when he reported to him that the yokes of oxen were plowing, and the female donkeys were grazing, and the plunderers came, and he saw Job bearing the report with a noble soul, he regretted that he had reported badly, and the devil all but said to himself: I reported badly, saying to him that men made war on him; he can reason, if men made war and did me wrong, what has that to do with God? Badly, he says, did I shoot; I did not hit the mark; I missed the shot; the arrows went astray. I said that men took captive; this man can say: Why, then, shall I ascribe the injustice of men to God? Others are the wrongdoers, and another will be the one blasphemed?
khazarzar-severianus-in-job:30 · narrative
Source
Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ Θεὸν πολεμοῦντα, λέγει αὐτῷ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Διὰ τί λατρεύεις τῷ
ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπομονὴ ἦν, μέχρι τέλους παρατεταμένη, περὶ ἧς φησιν ὁ Σωτήρ· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Καθ' ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ' ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ Θεὸς εἰς θυσίαν ἔλαβε. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν· εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ Δεσπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα; Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων, καὶ στόμα χήρας εὐλόγησέ με. Οἶδε τί ποιεῖ ὁ Θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν, ὡς θυσίαν· πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον· στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ Θεοῦ βέλη. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα· περὶ ὧν ἔλεγε Δαυῒδ, ὅτι Τὰ βέλη σου ἐνεπάγησάν μοι· Τὰ βέλη, ποῖα; Βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς Θεὸν, βέλος ζήλου ἀρετῆς·
English
So then, in order to turn his mind away from men to God, and to show him that it is not men who are doing the harm, but God who is making war, he says to him: Fire fell from heaven. Can you not say that enemies threw it down from above? Insult the one who wronged you, blaspheme the one who made war. Fire fell from heaven. Why do you serve the one who wronged you, why do you worship the one who is consuming your possessions? Fire fell from heaven. Job heard, and again he bore it nobly. For his endurance was truly endurance, extended to the end, about which the Savior says: But the one who endures to the end, this one will be saved. Fire fell from heaven. Every day he toiled offering sacrifices on behalf of his children; what he toiled to offer every day, God suddenly took for a sacrifice. Fire fell from heaven. If I alone were clothed, I would grieve justly; but if the poor were clothed, can the Master neglect the poor? I know that what he took for a sacrifice, he repays fivefold. For were my possessions gathered from injustice? For did I acquire my flocks from greed? From the shearing of my sheep the shoulders of the poor were warmed, and the mouth of the widow blessed me. God knows what he is doing. Now he has taken my substance as a sacrifice; but he multiplies my property for an abundance of virtue. The arrows from outside do not shake me, since I am fortified by what is within; rather, the arrows of God strengthen me from within. For the arrows of the mighty are sharpened; about which David said: Your arrows have sunk into me. The arrows—what sort? An arrow of piety, an arrow of righteousness, an arrow of longing for God, an arrow of zeal for virtue.
khazarzar-severianus-in-job:31 · narrative
Source
τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται. Ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος, καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται, καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ· περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα. Καὶ τί ποιεῖ; Βλέπε καὶ τὴν ἀγγελίαν τοῦ Πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας, καὶ εἰς γοητείαν ῥέπουσα, καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυναμένη. Λέγει οὖν αὐτῷ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου, καὶ συνέσεισε τὸν οἶκον, καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Καὶ τὸ ῥῆμα ὑποκοριστικὸν, δυνάμενον ἐγεῖραι πένθος. Οὐκ εἶπεν, Ἐπὶ τὰ τέκνα σου, ἀλλὰ, Ἐπὶ τὰ παιδία, ἵνα τῶν παίδων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν. Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Πάλιν τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ Θεῷ. Ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Τότε Ἰὼβ ἀνέστη· οὕτω γὰρ γέγραπται. Καλὸν τὸ, Ἀνέστη· οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ' ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας· Ἀνέστη, καὶ προσεκύνησε. Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει· συμφοραῖς βαλλόμενος εὐχαρίστει. Καὶ περιεκείρατο τὴν κόμην. Νῦν ἐφ' ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. Διὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν.
English
By these divine arrows the soul is wounded. So then, after the devil had brought every trial to bear and had stripped him of his possessions but had not stripped him of his virtue, he proceeds next against his nature, and he does violence to the cultivation of his nature, and tears the branches from the root, and smashes the children of the noble contestant; he takes away the fruit, in order to grieve the one who begot them. And what does he do? Observe also the report of the Evil One, how full it is of irony, and inclining to bewitchment, and able to break down the soul of the brave man. He says to him, then: While your sons and your daughters were eating and drinking in the house of your elder son, a great wind came from the desert, and it shook the house, and it fell upon your children, and they died. The word is also a diminutive, able to stir up mourning. He did not say, Upon your children, but, Upon your little children, so that, hearing "little children," he might come to lamentation, so that he might be bent toward compassion. A great wind came from the desert. Again he slanders the Judge; for a wind does not obey men, but God. It fell upon your little children, and they died. Then Job arose; for so it is written. The "he arose" is good; for he did not fall down under the blow, but arose by the power of piety. He arose, and worshipped. The worship was the wage of his calamities. Being struck, he blessed; being battered by calamities, he gave thanks. And he sheared off his hair. Now among us who mourn, many cultivate their hair, but he sheared it off. Why? For the mourner, the thing earnestly sought is to turn his condition into the opposite appearance.
khazarzar-severianus-in-job:32 · narrative
Source
Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων. Καὶ διέῤῥηξε τὰ ἱμάτια· τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀποδυόμενος. Ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ, καὶ ἐξ ἀναντιῤῥήτου πάλης βραβεύσῃ τὴν δικαιοσύνην. Ἀπεδύσατο τὸ ἱμάτιον ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην· καί φησιν ὁ μέγας λαμ56.575 πτὴρ τῆς εὐσεβείας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὢ γενναίας ψυχῆς! Αὕτη ἡ φωνὴ βέλος ἐγένετο κατὰ τοῦ διαβόλου, αὕτη ἡ φωνὴ βέλη κατὰ τῶν δαιμόνων ἀπέστειλεν, ἔῤῥηξε τὴν φάλαγγα τῶν ἐναντίων. Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρόνων ἀνδριζομένη· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι· ὡς ὁ Ἀπόστολος· Οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. δʹ. Πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου. Ἡ
English
Where hair is held in honor, then, not cutting it is a sign of mourning. For everywhere those in mourning seek the opposite appearance. And he tore his garments: by his appearance withdrawing toward his suffering, but by his action stripping for virtue. He strips off his garment so that, like a naked athlete, he may grapple with his opponent and by an uncontested wrestling match win the prize of righteousness. The one clothed in righteousness stripped off his garment; and the great champion of piety says: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so it came to be; may the name of the Lord be blessed forever. O noble soul! This utterance became a dart against the devil; this utterance sent forth arrows against the demons; it broke the battle-line of the enemies. Naked I came out from my mother's womb, and naked I shall depart. This utterance, playing the man before the times of the apostles, is apostolic: Naked I came out from my mother's womb, and naked I shall depart; as the Apostle says: We brought nothing into the world; clearly, neither can we carry anything out. The Lord gave, the Lord took away. Fourth. He was deprived of all things, to put it briefly, and only his wife was left, the ancient instrument of the devil. The
khazarzar-severianus-in-job:33 · narrative
Source
γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβουλήν. Ἀλλ' ἐκεῖ μὲν εὗρε τὸν Ἀδὰμ, ὧδε δὲ τὸν Ἀδὰμοὐχ εὑρίσκει. Ἐκεῖ τὸν Ἀδὰμ εὗρε καὶ τὴν Εὔαν· ὧδε δὲ τὴν μὲν Εὔαν εὗρε, τὸν δὲ Ἀδὰμ οὐχ εὗρε. Λέγει αὐτῷ ἡ γυνή· Ἕως τίνος καρτερήσεις; Τὰ ῥήματα ἀληθῶς τοῦ διαβόλου. Τὸ γὰρ, Ἕως τίνος, βασανιζομένου ἦν ἡ φωνή. Ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις, Ἕως τίνος; Ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου; Ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν; Ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονὴν, ὅτι ἐλπίδι ἠγωνίζετο. Ἕως τίνος; Εἶτα βλέπε τὸ σοφὸν τοῦ συγγραφέως. Καὶ ἐμβλέψας αὐτῇ, φησὶν, Ἰὼβ εἶπεν. Οὐκ εἶπε, προσχὼν αὐτῇ, ἀλλ', ἐμβλέψας. Ἐμβλέψας, διὰ τί; ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα; οὐκ αὐτῇ συνέζησεν; οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο; διὰ τί οὖν ἐνέβλεψε; Τὸ Ἐμβλέψας δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. Ἐνέβλεψε τῷ διαβόλῳ ὁ Ἰώβ· εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα, καὶ νῦν ἐν τῇ γυναικὶ λαλοῦντα. Καὶ λέγει· Ὡς μία τῶν ἀφρόνων ἐλάλησας. Διὰ τί οὐκ εἶπεν, Ὡς μία τῶν ἀσεβῶν; ὡς μία τῶν ἀθέων; Ἤδει αὐτὴν οὐκ ἄθεον οὖσαν, ἀλλ' ὑπ' ἀφροσύνης συναρπασθεῖσαν. Ἄλλως δὲ, ἀδελφοὶ, κυρίως τῷ τὸν Θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δίδοται φωνή. Εἶπε γὰρ, φησὶν, ἄφρων ἐν τῇ καρδίᾳ· Οὐκ ἔστι Θεός. Ὡς μία τῶν ἀφρόνων· ὡς εἴ τις ἔλεγεν· Ὡς ἡ Εὔα ἐλάλησας.
English
A woman was left, not because the devil spared her, but because he kept the weapon for himself. For since he knew that through a woman he had conquered the first man, he guards the woman, so that he might use the same weapon for his plot. But there he found Adam, here he does not find the Adam. There he found Adam and Eve; here he found Eve, but he did not find Adam. His wife says to him: How long will you endure? The words are truly the devil's. For the "How long" was the voice of one being tormented. I am being tormented, and you say, "How long?" I am being struck, and are you numb before the blows of the one being tormented? How long will you sit waiting for salvation day after day? Unwillingly the devil praises the virtue of the righteous man, proclaims his endurance, that he struggled in hope. How long? Then observe the wisdom of the writer. And having looked at her, it says, Job said. He did not say, having attended to her, but, having looked at her. Having looked at her, why? For did he not know his own wife? Did he not live with her? Did he not beget children from her? Why then did he look at her? "Having looked at her" shows that he does not see her, but the one in her. Job looked at the devil; he saw the one who spoke in the serpent, and now speaking in the woman. And he says: You have spoken as one of the foolish women. Why did he not say, As one of the impious? As one of the godless? He knew that she was not godless, but had been carried away by folly. Otherwise, brothers, properly the word "foolish" is given to the one who denies God. For it says, The fool said in his heart: There is no God. As one of the foolish women: as if someone were to say: You have spoken as Eve did.
khazarzar-severianus-in-job:34 · narrative
Source
Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὢ γενναίας ψυχῆς! Ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. Οὐκ ᾔδει Ἰὼβ, ὅτι ὑπὲρ ἀρετῆς ἠγωνίζετο· οὐκ ᾔδει ὅτι ὑπὲρ ὑπομονῆς στέφεται· ἀλλ' ἐνόμιζεν ἁπλῶς συμφορὰν εἶναι θεήλατον· κακὰ εἶναι ἐνόμισε, καὶ κακὰ νομίσας, οὐχ ὡς ὑπὲρ κακῶν ἐβλασφήμησεν. Εἰ δὲ κακὰ νομίσας οὕτως ἠγωνίσατο, εἰ ᾔδει τὸν στέφανον, οὐ πολλῷ μᾶλλον ἠγωνίζετο; Ἀλλὰ διὰ τί οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ Θεὸς, Ὅρα τί ποιεῖς; Ὁ διάβολος μέλλει παρατάττεσθαί σοι, μέλλει κατὰ σοῦ ὁπλίζεσθαι· ἀγωνίζου, ἴσχυε, ἵνα μή σου παρατρέψῃ τὴν διάνοιαν, ἵνα μή σου συλήσῃ τοὺς λογισμοὺς, ἵνα μή σου πολιορκήσῃ τὴν ψυχήν· ἴσχυε, καὶ μὴ νομίσῃς, ὅτι ἀνοίκειον Θεῷ τὸ παραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. Τῷ γὰρ Πέτρῳ λέγει ὁ Κύριος· Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. Τοῖς ἀποστόλοις προλέγει τοὺς πειρασμούς· τῷ δὲ Ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς, οὐδὲ τὴν ἄθλησιν. Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. Διὰ τί μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀποστόλοις; Ἤδει ὁ Θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυναμένην ἀμβλῦναι τὴν ἀρετήν. Εἰ εἶπεν αὐτῷ ὁ Θεὸς, Πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι· ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑπάρχοντά σοι εἰς τὸ διπλάσιον ἀποδίδωμι, βασιλείαν οὐρανῶν κληρονομήσεις, στεφάνους ἀθανασίας δέξῃ, μεστὴ τῶν ἐγκωμίων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκουμένη πᾶσα γενήσεται· εἰ ταῦτα εἶπεν, ἠγωνίζετο μὲν ἂν ὁ δίκαιος· ὁ δὲ διάβολος πάλιν ἀφορμὴν ἐλάμβανε·
English
If we have received good things from the hand of the Lord, shall we not endure evil things? O noble soul! Here, examine his soul for me. Job did not know that he was contending for virtue; he did not know that he was being crowned for endurance; but he supposed simply that it was a calamity sent by God. He considered them evils, and considering them evils, he did not blaspheme as one who was suffering for evils. But if, considering them evils, he contended thus, had he known the crown, would he not have contended much more? But why did God not say to him beforehand, "See what you are doing? The devil is about to array himself against you, is about to arm himself against you; contend, be strong, lest he turn aside your mind, lest he plunder your thoughts, lest he besiege your soul; be strong, and do not suppose that it is unseemly for God to announce the contest to the athlete." For the Lord says to Peter: "Peter, behold, Satan has demanded to have you, to sift you like wheat." He foretells temptations to the apostles; but to Job he does not foretell the temptations, nor the contest. Is there injustice with God? By no means. Some he encourages beforehand, others he leaves alone. Why does he not speak to him as to the apostles? God knew the devil's malice, he knew his envy, he knew the suspicion that is able to blunt virtue. If God had said to him, "Take heed to yourself, and contend; if you endure to the end, I will restore your possessions to you twofold, you will inherit the kingdom of heaven, you will receive crowns of immortality, the whole world will be filled with your eulogies and your praises"—if he had said these things, the righteous man would indeed have contended; but the devil would again have taken occasion.
khazarzar-severianus-in-job:35 · narrative
Source
καὶ εἰ μὲν ἀγωνισάμενος οὕτως ἐνίκησεν, ἔλεγε τῷ Θεῷ· Μὴ γὰρ δωρεὰν ἠγωνίσατο; Ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βασιλείαν, ἐπηγγείλω στεφάνους. Εἰ τοίνυν τῶν προσκαίρων λαβὼν τὴν ἀπόλαυσιν, ὑπενοήθη οὐχ ὡς δίκαιος, ἀλλ' ὡς ὑπομίσθιος· εἰ ἔλαβε τῶν αἰωνίων τὴν ὑπόσχεσιν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς ἄθλους· κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. Διὰ τί οὖν, φησὶ, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ Ἰὼβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; Ἰὼβ μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. Αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. Ἠδύνατο Παῦλος ἄνευ στεφάνων ἐπαγγελίας
ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχοῦ Παῦλος, οὐ πανταχοῦ Πέτρος· πολλῶν ἀσθενοῦσιν αἱ ψυχαὶ, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. Εἰ γὰρ σήμερον βασιλείας κηρυττομένης, μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτήσεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς, καταφρονοῦσι τῶν ἐπηγγελμένων πολλοὶ, προστετηκότες πρὸς τὰ παρόντα· εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; Εἰκότως οὖν, ἀδελφοὶ, τῷ μὲν Ἰὼβ οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρόθεσιν·
English
And if he had contended thus and conquered, he would have said to God: "Did he not contend for nothing?" You promised him immortality, you promised a kingdom, you promised crowns. If, then, having received the enjoyment of things temporary, he was suspected not as righteous but as a hireling—if he received the promise of eternal things, would not the devil have taken much greater occasion? But He hides the crowns, in order to expose the contests; He hides the prize, in order to display the athlete. Why then, he says, did He not hide it also from the apostles? For if for this reason He did not tell Job, why did He not in the same way also keep silent about the contest in the case of the apostles? Job contended alone, he labored for himself, he contended for himself; but the apostles were heralds of the earth and teachers of the inhabited world. From them, then, He could hide it, but the matter would have become a loss to the world. Paul could have contended without the promise of crowns; Peter could have played the man without a promise; the apostles could have contended for virtue without having received a promise of good things. But Paul is not everywhere, Peter is not everywhere; the souls of many are weak, the minds of many falter. For if today, with a kingdom being proclaimed, with the enjoyment of good things to come, with angelic fellowship, with the delight of paradise, many despise the things promised, clinging to the things present—if it had been entirely kept silent, who would have run to piety? Reasonably, then, brothers, He does not show Job the things to come, in order to display his purpose as more steadfast.
khazarzar-severianus-in-job:36 · narrative
Source
τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχὰς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. Πολλοὶ νῦν ἀκούουσι περὶ βασιλείας, καὶ καταφρονοῦσι· πολλοὶ Χριστὸν ἐκδέχονται, καὶ πονηρίαν ἐνδύονται· πολλοὶ κακίας οὐκ ἀναχωροῦσι· τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας, καὶ λέγουσι· Σήμερον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. Οὐκοῦν ἀδελφὸς εἶ τοῦ Ἡσαῦ, ταῦτα ἐνθυμούμενος· ταὐτὰ λέγεις, ἃ εἶπεν Ἠσαῦ. Καὶ γὰρ Ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφὸν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. Καὶ τί εἶπεν; Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ τότε φονεύσω τὸν ἀδελφόν μου· παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου, καὶ τότε ἀναιρῶ. Καὶ σὺ τί λέγεις; Παρέλθῃ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. Βλέπε μὴ ἀδελφὸς εἶ τοῦ Ἡσαῦ. Ἄκουσον τί λέγει ὁ Παῦλος· Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἡσαῦ· ἵνα μὴ δι' αὐτοῦ μιανθῶσιν οἱ πολλοί. Ταῦτα εἴρηταί μοι, οὐκ εἰς παροξυσμὸν, ἀλλ' εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. Γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους, καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων Πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ Θεῷ ἀναπέμπειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος δʹ. αʹ. Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι, καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων· ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Ἰὼβ κατωρθωμένων.
English
But to the apostles he promises the things to come, in order to stir up the souls of the hearers, in order to strengthen the mind of the inhabited world. Many now hear about the kingdom, and yet despise it; many await Christ, and yet clothe themselves in wickedness; many do not withdraw from vice; many today honor the fasts, and say: "Today I say nothing to my adversary; let the day of Christ's passion pass, and I will pursue my lawsuit, I will avenge the insult, I will do many things." You are therefore a brother of Esau, thinking these things; you say the same things that Esau said. For Esau wished to kill his brother, but he stood in awe of his father. And what did he say? "Let the days of mourning for my father draw near, and then I will kill my brother"; let my father's death pass, and then I will do away with him. And what do you say? "Let the passion of Christ pass, and then I will make war against my enemy." See that you are not a brother of Esau. Hear what Paul says: "Lest there be any fornicator, or profane person, as Esau," lest through him many be defiled. These things have been said by me, not to provoke, but for the support and salvation of the brethren. May it come to pass that we, being instructed by word and trained by histories, succeeding through the contests of the holy Fathers and prophets, always send up glory to God, now and always, and unto the ages of ages. Amen. On the righteous and blessed Job, Discourse 4. 1. Everywhere, and in the case of all, so to speak, of the divine narratives, the words are inferior to the deeds, and the expressions weaker than the subjects; but especially in the case of the achievements of the blessed Job.
khazarzar-severianus-in-job:37 · narrative
Source
Οὐδεὶς οὐδεπώποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελείας. Κἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ' ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνεται. Ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημάτων. Καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα. Οὐ γὰρ ἀλγεῖ Ἰὼβ τεμνόμενος· εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγήματι τεμνόμενος ἀλγήσει; Ἔγνωμεν ἀπὸ τῶν προειρημένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ εὗρεν ἅπαντα. Πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας, τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν. Ἀπώλεσε τὴν λύραν, ἀλλ' ἔμενεν ὁ τεχνίτης· ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ' ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας· ἐγυμνώθη πάντων τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀρετῆς. Προέῤῥιψε τῷ διαβόλῳ τὰ κτήματα, ἀποῤῥιψάμενος τὸν βίον, ὥσπερ ὁ Ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ. Ἐν τῷ πάσχειν οὐκ ἔπασχε. Δεῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος, καὶ τῆς ψυχῆς ἀνυμνεῖν τὴν ἀνδρείαν. Ἐδείχθη τῆς φύσεως τὰ γνωρίσματα, ἐδείχθη καὶ τῆς ἀρετῆς τὰ πλεονεκτήματα. Ἤκουσε τῶν παίδων τὴν συμφορὰν, καὶ διέῤῥηξε τὰ ἱμάτια, ἵνα τῆς φύσεως δείξῃ τὴν συμπάθειαν. Εἰ μὴ γὰρ ἔπαθεν, οὐκ ἂν ἐθαυμάζετο ὡς φιλάρετος, ἀλλὰ κατεγινώσκετο ὡς ἀναίσθητος. Ἀλλ' ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος· καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἤλεγξε, καὶ τῆς εὐσεβείας τὸν τρόπον οὐ προέδωκε. Διέῤῥηξε τὰ ἱμάτια, ἀλλὰ προσεκύνησεν. Οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ διάβολος, ὅσον ἐπλάγη· οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη.
English
No one has ever been able to match the speech of his own lowliness to the subject at hand. For even if countless things are said about it, the account falls short of the power that befits it. Since, then, we have spoken moderately according to our ability, nothing prevents us today from touching again on the same narratives. And let no one think the subject is being insulted if we cut the narrative into pieces. For Job does not feel pain when cut; for if he did not feel pain when his body was cut, will he feel pain when his narrative is cut? We have learned from the narratives spoken before that he lost everything—or rather, found everything. For having lost all his bright blessings, he did not lose the root of his brightness. He lost the lyre, but the craftsman remained; he lost the fruits of prosperity, but the farmer of good fortune remained; he was stripped of all his possessions, and was not stripped of virtue. He threw his possessions to the devil, casting off his livelihood, as Joseph cast off his garment to the shameless woman. In suffering he was not suffering. For it is necessary both to acknowledge the suffering of nature and to hymn the courage of the soul. The marks of nature were shown, and the advantages of virtue were shown. He heard of the disaster of his children and tore his garments, so that he might show the sympathy of nature. For if he had not suffered, he would not have been admired as a lover of virtue, but would have been condemned as insensible. But he suffered as a man, and he endured as a lover of God; and he refuted the weakness of nature, and did not betray the manner of his piety. He tore his garments, but he worshipped. The devil, then, did not strike him as much as he was struck; he did not wound him as much as he was wounded.
khazarzar-severianus-in-job:38 · narrative
Source
Ἀλλὰ τὸν πρῶτον ἀγῶνα καλῶς διαθλήσαντα τὸν Ἰὼβ πάλιν εἰς ἕτερον ἀγῶνα δίδωσιν ὁ Θεὸς, ἵνα λαμπρότερον αὐτῷ πλέξῃ τῆς ὑπομονῆς τὸν στέφανον. Πάλιν γὰρ ἐκ δευτέρου παρίστανται οἱ ἄγγελοι, καὶ ὁ διάβολος εἰς τὸ μέσον ἐρωτᾶται παρὰ τοῦ
πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε· βούλεται δὲ ὁ Θεὸς ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. Πόθεν σὺ παραγέγονας; Ὁ διάβολος κρύψας τὴν ἧτταν, ᾐσχύνετο γὰρ, τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Εἰς τοῦτο γὰρ ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας, Ἔκδος μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ; διὰ τί κρύπτεις τὸν ἀγῶνα, ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης; Εἰπὲ τὸν ἀγῶνα, κατηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵνα κηρύξῃς τὴν νίκην. Ἀλλ' ὃ ἔκρυψε φθονῶν ὁ διάβολος, ἀνυμνεῖ τῇ ἐναρέτῳ φιλοσοφίᾳ ὁ πάντων Δεσπότης. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου; Ὃ κρύπτεις, ἐγὼ γνωρίζω. Ἐρωτᾷ γὰρ ὁ Θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ εὐγνωμόνως ὁμολογοῦσιν. Οὕτως ἠρώτησε τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ἠβουλήθη αὐτὸν τὸν τὸ κακὸν δράσαντα κἂν κατήγορον ἑαυτοῦ στῆναι, ἵνα ἡ αὐτοῦ κατηγορία ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήματος. Πᾶς γὰρ ἑαυτοῦ κατηγορῶν πραΰνει τοῦ δικαστοῦ τὴν ἀγανάκτησιν. Ὥσπερ οὖν τότε ἠρώτα τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὁ δὲ νομίσας τὴν ἐρώτησιν ἀπὸ ἀγνοίας εἶναι, λέγει, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί;
English
But God hands Job over again to another contest, since he had contended well in the first, so that he might weave for him a brighter crown of endurance. For again, a second time, the angels present themselves, and the devil is questioned in their midst by the one who knows all things: “Where do you come from?” See the wisdom of God; see the cunning of the devil. God knew where he had come from—that he had come defeated by the righteous man—but God wishes to see whether he will acknowledge his defeat honestly. “Where have you come from?” The devil, hiding his defeat—for he was ashamed—uses the same words as the first time: “I have gone around the earth and walked about under heaven, and here I am.” Was it for this that you came out? Was it for this that you asked? Did you not say, “Give me the possessions of Job”? Why do you hide the contest, so as to make away with the crown of victory? Tell of the contest, accursed one; tell also of the wrestling, so that you may proclaim the victory. But what the devil hid out of envy, the Master of all things extols through his virtuous philosophy: “Have you considered in your mind against my servant?” What you hide, I know. For God often asks, not to learn, but to expose the disposition of those being questioned—whether they confess honestly. Thus he asked Cain: “Where is Abel your brother?” He wished that the one who had done the evil should at least stand as his own accuser, so that his self-accusation might blunt the magnitude of the crime. For everyone who accuses himself softens the judge’s indignation. Just as, then, he asked Cain at that time: “Where is Abel your brother?” And he, thinking the question came from ignorance, says, “I do not know; am I my brother’s keeper?
khazarzar-severianus-in-job:39 · narrative
Source
καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς· οὕτως ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα. Καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ' αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν, καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν ἄκακος ἐπὶ τῆς γῆς; Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων Γραφῶν. Ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ, Ἄκακος, ἀλλ' ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ὁ Θεός· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Τὸ, Ἄκακος, ἐκεῖ οὐ προσέθηκε· μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προστίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. Ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφορὰν, μὴ βλασφημήσας κατὰ τοῦ Δεσπότου, ἀλλ' ἀγαθότητι κρίνας τὰ πάντα, καὶ εἰρηκώς· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι Οὐκ ἔστι τῶν κατ' αὐτὸν ἄνθρωπος ἄκακος. Σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς; ἀντὶ τοῦ, Μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; Εἶπες προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· ἐγυμνώθη τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. Σὺ οὖν, διάβολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς.
English
And when he had tested his resolve, then he exposed the impiety, saying: The voice of your brother's blood cries out to me from the earth. So too, if after questioning he sees someone being stubborn, he exposes him as a wrongdoer. And now, since when questioning the devil he does not learn from him the defeat which he suffered, he himself pillories his defeat and extols the victory of the righteous man. Give heed in your mind to my servant Job, that there is none like him, blameless on the earth? Here pay close attention, I beg you, and do not pass over the words of the divine Scriptures. In the first testimony the word "blameless" was nowhere said, but in the second. In the first, God said: Give heed in your mind to my servant Job, that there is none like him on the earth, a man blameless, just, true, abstaining from every evil thing? The word "blameless" he did not add there; but after the victory and the contest he adds to him, as it were a crown, the commendation that sings in harmony with his struggles. For since, suffering countless things, he bore the calamity blamelessly, not blaspheming against the Master, but judging all things by his goodness, and having said: If we received good things from the hand of the Lord, shall we not endure the evil things? — since the word was one of blamelessness, he weaves for him the crown of blamelessness, saying: There is none among those like him, a man blameless. But why did you say that his possessions should be destroyed for nothing? — that is, "Did I begrudge his abundance in vain?" You said that the man was pious for the sake of his money; he was stripped of his possessions, and he was not stripped of the truth. You, then, devil, said that his possessions should be destroyed for nothing.
khazarzar-severianus-in-job:40 · narrative
Source
Οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. Εὑρίσκει πάλιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρείαν. Λέγει οὖν τῷ Θεῷ· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Οὐδὲν, φησὶ, μέγα, εἰ ἀπώλεσε κτήματα· ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλ' εἰ βούλει δοκιμάσαι αὐτὸν, Τῶν σαρκῶν αὐτοῦ ἅψαι· ἧ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τὸ, Εὐλογήσει, ἀντὶ τοῦ, Καταράσεται. Ἡ γὰρ Γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε. βʹ. Καὶ διὰ τί ταῦτα γέγραπται; Ἵνα σὺ ὁ πιστὸς μάθῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρὰ, καλύπτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. Μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἶτα ὁ Θεὸς παραδίδωσιν εἰς δευτέραν πεῖραν τὸν ἀγωνιστὴν, οὐκ αὐτὸς ἐκ τῆς πείρας μανθάνων οἷος ἦν ὁ ἀγωνιστὴς, ἀλλὰ τὸν διάβολον καταισχύνων ἐκ τῆς πείρας. Θεὸς γὰρ πρὸ τῶν ἁπάντων οἶδε τὰ πάντα. Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν
English
Evil does not lack its own wickedness. Again it finds another suspicion capable of quenching the courage of the virtuous man. So it says to God: Skin for skin, and all that a man has he will give for his soul. It is no great thing, it says, if he has lost his possessions; he gladly despised all things in order to save himself. But if you wish to test him, touch his flesh; surely he will bless you to your face. The word "bless" stands for "curse." For Scripture has covered the blasphemy with euphemism. 2. And why have these things been written? So that you, the faithful one, when you recount the shameful deeds of others' evils, may cover them with the dignity of your words. Do not pride yourself when doing shameful things, but pride yourself when you have escaped association with shameful things. For this reason the Apostle says: Let no shameful word proceed from your mouth. Then God hands the athlete over to a second trial, not learning from the trial what sort of man the athlete was, but putting the devil to shame through the trial. For God knows all things before all things. And the devil went out from the presence of the Lord, and struck the
khazarzar-severianus-in-job:41 · narrative
Source
Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν. Ἀπὸ ποδῶν ἕως κεφαλῆς τὸ τραῦμα τὸ σωτήριον. τὸ ἕλκος τὸ ἐπινίκιον, ἕλκος κατὰ μὲν τὸ φαινόμενον ἰχῶρας ῥέον, κατὰ δὲ τὸ νοούμενον εὐφημίας γέμον. Οἱ ἰχῶρες τοῦ ἕλκους ἐν ὀλίγοις χρόνοις ἐγένοντο, αἱ δὲ εὐφημίαι, ἃς ἀπέτεκεν ἡ ἄθλησις, εἰς πάντα τὸν αἰῶνα οὐκ ἀναλίσκονται. Ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἵνα ὅλος δι' ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον, ὡς λελωβημένον (οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ Ἰὼβ, εἰ μὴ λώβησις), ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀλλότριος· ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ κοπρίας· ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμικὸν ἔχων τὸν ἀγῶνα, ἀλλ' ὑπερβαίνοντα τὴν παροῦσαν κατάστασιν. Τὸ γὰρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους, εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διὰ τοῦτο ὁ Παῦλος λέγει· Ὧν δὲ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Χριστὸς ἔξω τῆς πύλης· Ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ κοπρίας· ὁ τῆς εὐσεβείας σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ τῶν θλίψεων κοπριζόμενος, ἐκάθισεν ἐπὶ κοπρίας, ἀναμένων τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα. Ἔβλεπεν, ἀδελφοὶ, τὸ σῶμα διαῤῥέον, τὴν δὲ ψυχὴν ἐστηριγμένην·
English
Job is afflicted with a grievous sore from foot to head. He made his whole body one wound, one bruise. For it was necessary that he be crowned as a champion whole through and through. From foot to head the wound that saves, the sore that brings victory—a sore flowing with ichor as it appears, but as understood, full of praises. The ichors of the sore came about in a few moments, but the praises which his contest brought forth are not exhausted for all eternity. He struck him with a grievous sore from foot to head, so that he might be shown forth wholly through all his limbs as a victor crowned. Then, since no place within the walls received him who had been so sorely afflicted in body, but the whole house thrust him out as a leper (for the wound of Job was nothing other than leprosy), the stranger to the world went outside the city; he went outside the city and sat upon a dung-heap; he went outside the city, having a contest not of this world but transcending the present condition. For to be outside the city and the wall was an image of the cross of Christ. Therefore Paul says: For the bodies of those animals whose blood is brought into the holy places are burned outside the camp. Therefore also Jesus, in order to sanctify the people, suffered outside the gate. Christ outside the gate; Job sat outside the city upon a dung-heap; the seed of piety, the seed of endurance, being manured upon afflictions, sat upon a dung-heap, awaiting the one who raises the poor from the earth and lifts the needy from the dung-heap. He saw, brothers, the body wasting away, but the soul firmly fixed.
khazarzar-severianus-in-job:42 · narrative
Source
ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυχὴν εὐσέβειαν ἀποτίκτουσαν· ἔβλεπε τὸ γήϊνον σκεῦος φθειρόμενον, καὶ ἐμέμνητο πρὸ τοῦ Παύλου τῶν τοῦ Παύλου ῥημάτων· ἔπρεπε γὰρ αὐτῷ λέγειν· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ' ἡμέραν. Ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύων. Ἔπρεπε καὶ αὐτῷ λέγειν κατέχοντι τὸ ὄστρακον· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει. Ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· τῷ νεκρῷ πηλῷ τὸν ζῶντα πηλὸν ἔξεεν. Ἦλθον οἱ τρεῖς φίλοι· καλοῦσι γὰρ αἱ συμφοραὶ τοὺς φίλους εἰς παραμυθίαν· ἦλθεν Ἐλιφὰζ, Σοφὰρ, καὶ Βαλδὰδ, τρεῖς βασιλεῖς πρὸς ἕνα βασιλέα. Βασιλεὺς γὰρ ἦν πρὸ τούτου ὁ λέγων· Ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. Καὶ ἐκάθισαν, φησὶν, ἐναντίον τοῦ Ἰὼβ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς ἐλάλησεν. Αἱ μὲν γὰρ μέτριαι συμφοραὶ δέχονται παραμυθίαν· τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. Ἔστι γὰρ, ἀδελφοὶ, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· καὶ ὥσπερ τὰ νοσήματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. Ἐσιώπησαν, τῇ σιωπῇ κοινωνοῦντες τῷ πάθει. Καὶ τί ποιεῖ; Ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμφορὰ, καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, πρῶτος ἄρχεται τῶν λόγων. Ἰώβ· ἀνοίγει θύραν τοῖς μὴ πάσχουσιν ὁ πάσχων.
English
He saw his body bearing worms, but his soul bringing forth piety; he saw the earthly vessel being corrupted, and he remembered before Paul the words of Paul; for it was fitting for him to say: As much as our outer man is being corrupted, so much is our inner man being renewed day by day. He took a potsherd to scrape off the ichor, scraping off the ichor with the potsherd, and by his endurance weakening the adversary. It was fitting for him also, as he held the potsherd, to say: But we have this treasure in an earthen vessel. He sat on a dung heap—he who raised many from the dung heap; he took a potsherd to scrape off the ichor; with dead clay he scraped the living clay. The three friends came; for calamities summon friends for consolation; Eliphaz, Zophar, and Bildad came, three kings to one king. For he was a king before this, who said: And I was among them as a king among his bodyguard. And they sat, it says, before Job seven days and seven nights, and no one spoke. For moderate calamities receive consolation; but the greatness of calamities is honored with silence. For there is a time, brothers, when suffering defeats consolation; and just as diseases at their peak dismiss every remedy, so too sufferings at the peak of calamities cast out every admonition. They were silent, sharing in the suffering through their silence. And what does he do? Since the calamity had conquered them, and no one dared to utter a voice of consolation, he first begins the words. Job—the sufferer opens a door for those who do not suffer.
khazarzar-severianus-in-job:43 · narrative
Source
Ἴσμεν γὰρ, ἀδελφοὶ, ὅτι ἐν ταῖς συμφοραῖς, ἢ ἐν τοῖς πένθεσιν, ἢ ἐν ἄλλῳ τινὶ κατηφείας πράγματι, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνὴν, ἵνα μὴ δόξῃ ἄκαιρός τις εἶναι ἀρετῆς ἢ γνώμης εἰσηγητής· ἐὰν δὲ ἴδῃ ἄλλον ἀρξάμενον, ἀκολουθεῖ ἀκινδύνως. Τοῦτο, ἀδελφοὶ, καὶ ἡ πεῖρα διδάσκει, καὶ τὰ πράγματα ὑποτίθεται. Ὡς οὖν εἶδεν ἀποκλεῖσαν τὸ πάθος τὴν παραμυθίαν τῶν φίλων, ἀνοίγει θύραν ὁ πάσχων, καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συμφορὰν, πανταχοῦ βλασφημίας φεύγων τὴν ὑπόνοιαν· Πρώτη φωνὴ τοῦ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Οὐκ ἀσεβῶν ταῦτα λέγει, ἀλλὰ πάσχων. Καὶ βλέπε τί ποιεῖ· Ὥσπερ ἐπειδάν τις δεινῷ ἀποστήματι περιεχόμενος τέμνηται σιδήρῳ παρὰ τοῦ ἰατροῦ, οὐκ ἔχων πῶς ἀντιστῇ τῷ τέμνοντι, τῶν περιεστώτων ἅπτεται, καὶ δάκνει τοὺς παρεστῶτας, ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰατρὸν ἐκτεῖναι τὴν χεῖρα οὐκ ἰσχύων· οὕτω καὶ ὁ Ἰὼβ φοβούμενος τῆς βλασφημίας
English
For we know, brothers, that in calamities, or in griefs, or in any other circumstance of despondency, each person is ashamed to be the first to raise his voice, lest he seem to be an untimely introducer of virtue or of opinion; but if he sees another has begun, he follows without danger. This, brothers, both experience teaches and the facts suggest. So when he saw that his suffering had shut out the consolation of his friends, the sufferer opens a door and begins at once to bewail his calamity in tragic tones, everywhere avoiding the suspicion of blasphemy. The first utterance of Job: Cursed be the day on which I was born, and may that night be darkness. He says these things not as an impious man, but as one suffering. And see what he does: just as when someone gripped by a terrible abscess is cut with steel by the physician, and having no way to resist the one cutting, he lays hold of those standing around and bites those present, having nothing to charge against them, but not being strong enough to stretch out his hand against the physician—so too Job, fearing the
khazarzar-severianus-in-job:44 · narrative
Source
τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τὴν κτίσιν, ἀλλὰ τὴν ἑαυτοῦ ἡμέραν. Ἐξουσίαν γὰρ ἔχω, φησὶ, τῆς ἐμῆς ἡμέρας· οὐ καταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέραν καταρῶμαι. Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννή56.579 θην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Ταῦτα λέγει καὶ ὁ Ἱερεμίας· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον; Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην. Ταῦτα δὲ πάντα ἐκτραγωδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυφῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες, τοὺς ἀγῶνας διεξῆλθον. Ἀπεκλαύσατο οὖν καὶ Ἱερεμίας λέγων· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος. Μωϋσῆς ὁμοίως, ὁ μέγας καὶ θεῖος τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, καὶ αὐτός φησι τῷ Θεῶ βαρούμενος τῷ πλήθει τῶν συμφορῶν· Κύριε, σὺ εἶπας, ὅτι Εὕρηκας χάριν παρ' ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας· καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ' ἐμοῦ· οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου. Μικρὸν, καὶ λιθοβολήσουσί με. Μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; μὴ ἐγὼ αὐτοὺς ἔτεκον· ὅτι λέγεις μοι· Βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; Οὐ δύναμαι φέρειν τοῦ λαοῦ τὰ ἐλαττώματα. Ὅμως καὶ ἀποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος, οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ' ἐδείκνυε τὰ πάθη τῆς φύσεως, ὑπ' αὐτῶν τῶν παθῶν ἐλεγχόμενος.
English
the magnitude, he outrages inanimate things, and fills up the full assurance of his passion, not daring against God, but accusing himself and his day; for he curses, not the creation, but his own day. For I have authority, he says, over my own day; I do not curse the creation, I curse my own day. Cursed be the day on which I was born, and may that night be darkness. Jeremiah also says these things: Woe to me, O mother, as what sort of man did you bear me, one judged and brought to trial? Cursed be the day on which I was born. But the saints dramatize all these things so that you may learn after this, that they did not pass through life in luxury, but having endured countless evils, they completed their contests. Jeremiah therefore also wept, saying: Woe to me, O mother, as what sort of man did you bear me? And he suffered as a man, but he endured as one who loves God. Moses likewise, the great and divine lawgiver of God, who received the sacred tablets, the first introducer of the things profitable for life, he too says to God, weighed down by the multitude of calamities: Lord, you said, that You have found favor with me, and I know you beyond all others; and if I have found favor before you, take my soul from me; for I cannot bear the burden of this people. A little while, and they will stone me. Did I conceive them? Did I give them birth, that you say to me: Carry them as a nurse carries the child? I cannot bear the failings of the people. Nevertheless, both lamenting and mourning as a man, he did not blaspheme as an atheist, but he showed the passions of nature, being convicted by the passions themselves.
khazarzar-severianus-in-job:45 · narrative
Source
Οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀποδύρεται, καὶ ὁ Ἀμβακούμ φησιν· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων; Ἔβλεπε γὰρ τὴν ἀδικίαν ὁ προφητικὸς χορὸς, καὶ οὐκ ἔφερεν, ἀλλ' ἐβόα Ἀμβακοὺμ λέγων· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; Ἐνώπιόν μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει, καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς λαμβάνει, καὶ ἐξουδενεῖται ὁ νόμος. γʹ. Οὕτω πάντες ἔπασχον οἱ δίκαιοι, καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. Ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· μὴ εἴπῃς· Μὴ βελτίων ἐγώ εἰμι τοῦ Ἱερεμίου τοῦ καταβοήσαντος τοῦ κόσμου; μὴ τὰ ῥήματα τῆς ἰάσεως γένηταί σοι τραύματα. Ταῦτα δὲ γέγραπται, ἵνα μάθῃς ὅσον ἀγῶνα διήθλησαν, ὅσων κινδύνων μεστὸν τὸν βίον διεξῆλθον. Θέλεις μαθεῖν οἷος ὀφείλεις εἶναι; Μάθε τὰ μετὰ τὴν χάριν· Ἔπαθον προφῆται, ἔπαθον δὲ καὶ οἱ ἀπόστολοι· ἀλλ' οἱ μὲν πάσχοντες ἤλγουν, οἱ δὲ πάσχοντες ἐκαυχῶντο. Ἦλθε Παῦλος εἰς μέσον, πάσχων μὲν, οὐ κλαίων δέ· τυπτόμενος, ἀλλ' οὐκ ἀποδυρόμενος· βασανιζόμενος, ἀλλὰ καυχώμενος. Καὶ τί φησιν; Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Καὶ πάλιν, τυπτηθέντες οἱ ἀπόστολοι, Ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Μὴ τοίνυν τὰ πρὸ τῆς χάριτος ἐκλάβῃς εἰς ἀκολουθίαν τῆς χάριτος.
English
But in the same way each of the prophets also laments, and Habakkuk says: Why have you shown me labors and toils, to look upon the miseries of men? For the prophetic choir saw the injustice and could not bear it, but Habakkuk cried out, saying: Why have you shown me labors and toils? Judgment has come before me, and the judge takes, and for this reason the judgment goes out perverted. The ruler asks, and the judge takes, and the law is despised. 3. Thus all the righteous suffered, and were vexed at the hardship of the world. But do not take these things and interpret them as agreement with your own disposition; do not say: Am I not better than Jeremiah, who cried out against the world? Do not let the words of healing become wounds to you. But these things have been written so that you may learn how great a contest they strove through, through how many dangers full of peril they passed their life. Do you wish to learn what sort of person you ought to be? Learn the things after grace: the prophets suffered, and the apostles also suffered; but the former, when suffering, were in pain, while the latter, when suffering, boasted. Paul came into the midst, suffering but not weeping; being struck but not lamenting; being tormented but boasting. And what does he say? Not only this, but we also boast in afflictions, knowing that affliction produces endurance, and endurance produces proof, and proof produces hope, and hope does not put to shame. And again, when the apostles had been beaten, They went rejoicing from the presence of the council, because they had been counted worthy to be dishonored for the name of Christ. Do not, therefore, take the things before grace as a pattern for grace.
khazarzar-severianus-in-job:46 · narrative
Source
Εἴρηται γὰρ ἡμῖν ταῦτα, ἵνα μάθῃς ἐκ τῶν πόνων τὴν ἐλπίδα. Οὕτω καὶ ὁ Ἰὼβ καταρᾶται τὴν ἡμέραν, καὶ πάσχει τὴν ψυχὴν, καὶ οὐ βασανίζει τὴν ψυχὴν τῇ ἀσεβείᾳ, ἀλλ' ἀνέχεται τῶν τραυμάτων, καὶ οὐ τραυματίζει τὴν ψυχὴν τῇ βλασφημίᾳ. Εἶτα, ἐπειδὴ δεῖ συντεμεῖν, συντόμως ὑμῖν ἀνακεφαλαιώσομεν τὴν ὑπόθεσιν· Ἐν τῷ ἀγῶνι τῷ κατὰ τὸν Ἰὼβ, πλὴν τοῦ Θεοῦ, πάντες ἠγνόουν τὸν σκοπὸν τοῦ ἀγῶνος. Ἰὼβ οὐκ ᾔδει ἐπὶ τίνι ἠγωνίζετο, οὐκ ᾔδει ὅτι εἰς γυμνασίαν αὐτῷ προβέβληται τὰ παλαίσματα. Οἱ φίλοι ἠγνόουν τὸν σκοπὸν τοῦ Θεοῦ, ὁ διάβολος ἠγνόει τὸ μέλλον. Εἰ γὰρ ᾔδει ὅτι ἐνικᾶτο, οὐκ ἂν ἐπεχείρησεν. Ὁ Ἰὼβ οὐκ ᾔδει τὸ ἀποβησόμενον ἐκ τοῦ ἀγῶνος. Ὅτιμὲν ὁ Θεὸς κατὰ συγχώρησιν ἐκδέδωκεν, ᾔδει ὁ Ἰὼβ, οὐ προγινώσκων, ἀλλὰ μαθὼν παρὰ Θεοῦ. Ὁ δὲ διάβολος οὐκ ᾔδει εἰς ποῖον τέλος ἀπαντήσει τὰ παλαίσματα. Εἰ γὰρ ᾔδει, οὐκ ἂν ἐπεχείρησεν, ἵνα μὴ χείρονα τὴν αἰσχύνην ἐφελκύσηται· ἀλλ' ὃ ἔπαθεν ἐπὶ τῶν μαρτύρων, τοῦτο
English
For these things have been said to us so that you may learn hope from toils. Thus Job too curses the day, and suffers in his soul, yet does not torture his soul with impiety, but endures his wounds, and does not wound his soul with blasphemy. Then, since it is necessary to cut the matter short, we shall briefly summarize the argument for you: In the contest that concerns Job, all except God were ignorant of the purpose of the contest. Job did not know for what he was contending, he did not know that the wrestling matches had been set before him for his training. His friends were ignorant of God's purpose, the devil was ignorant of what was to come. For if he had known that he was being defeated, he would not have attempted it. Job did not know the outcome of the contest. That God had handed him over by permission, Job knew—not foreknowing it, but having learned it from God. But the devil did not know to what end the wrestling matches would arrive. For if he had known, he would not have attempted it, so as not to draw upon himself a worse shame; but what he suffered in the case of the martyrs, this
khazarzar-severianus-in-job:47 · narrative
Source
ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θεοῦ. Οἱ φίλοι ἀγνοοῦντες τὸν σκοπὸν τοῦ Θεοῦ, ἀγνοοῦντες καὶ τοῦ Ἰὼβ τὴν δοκιμασίαν, εἵλοντο ὡς ἐν συγκρίσει ἀγνοίας μᾶλλον καταδικάσαι τὸν Ἰὼβ ὡς ἄξια πάσχοντα, ἢ καταγνῶναι τοῦ Θεοῦ ὡς ἀναξίως δικάσαντος. Πρόσεχε ἀκριβῶς· Εἵλοντο κατακρῖναι ἄνθρωπον ὡς ἄξια πάσχοντα τῆς ἑαυτοῦ ἁμαρτίας, ἢ εἰπεῖν κατὰ τοῦ Θεοῦ, ὅτι ἀναξίως ἐδίκασε. Καὶ ἑνὶ μὲν μέρει κατὰ σκοποῦ ἐφέροντο, τὸν Θεὸν ἀδικίας ἐκτὸς λέγοντες· ἑνὶ δὲ μέρει διημάρτανον, κατακρίνοντες τὸν ἀθῶον. Ἡ δὲ ἄγνοια ἀπολογεῖται ὑπὲρ τῶν ἀγνοούντων, καὶ ἀπόδεκτοι, ὅτι ἐν ἀγνοίᾳ φιλοσοφοῦσι, καὶ οὐ καταψηφίζονται, βλέποντες τὴν Θεοῦ δικαιοσύνην. Τὴν μὲν τοῦ Ἰὼβ δικαιοσύνην παραγράφονται, τὴν δὲ τοῦ Θεοῦ ἀνυμνοῦσιν. Εἶτα Ἰὼβ ἄρχεται παρὰ τῶν φίλων ἐλέγχεσθαι· καί φασι πρὸς αὐτὸν ἐκεῖνοι· Πότε ἀληθινοὶ πρόῤῥιζοι ἀπώλοντο; πότε εἶδες δικαίους ὁλοῤῥίζους ἀπολλυμένους; Εἰ μὴ ἥμαρτες, φησὶ, καὶ ἄξια ἁμαρτίας ἐποίησας, οὐκ ἂν ἀδίκως ἠδίκησέ σε ὁ δίκαιος. Πολλαί σού εἰσιν ἁμαρτίαι. Εἰ δὲ σὺ οὐχ ἥμαρτες, πόθεν τοῦτο, εἰ μὴ οἱ υἱοί σου ἥμαρτον; Πολλάκις δὲ χήραν ἠδίκησας, ὀρφανοὺς ἔθλιψας. Εἰ δὲ ταῦτα γέγονε, καὶ ὁ Θεὸς δικαίως ταύτην τὴν ψῆφον ἐπήγαγεν. Ὁ Ἰὼβ συνῄδει μὲν ἑαυτῷ μηδὲν τοιοῦτον πεποιηκότι, συνῄδει δὲ καὶ τῷ Θεῷ μὴ ἀδίκως κρίνοντι.
English
This happened also in the case of Job. He removed the martyrs in order to extinguish the Church, not knowing that after the martyrs the Church would flourish. All were therefore ignorant, except God. His friends, ignorant of God's purpose and ignorant also of Job's trial, chose—as if by comparison of ignorance—rather to condemn Job as suffering deservedly than to condemn God as having judged unworthily. Pay close attention: they chose to condemn a man as suffering things worthy of his own sin, rather than to speak against God, saying that he judged unworthily. And in one respect they were on target, declaring God to be outside injustice; but in one respect they missed the mark, condemning the innocent man. Yet ignorance makes defense on behalf of the ignorant, and they are acceptable, because they philosophize in ignorance and do not pass sentence against him, seeing God's righteousness. Job's righteousness they set aside, but God's they hymn. Then Job begins to be refuted by his friends; and they say to him: When have true roots perished? When have you seen the righteous utterly destroyed? If you had not sinned, he says, and done things worthy of sin, the righteous one would not have wronged you unjustly. Many are your sins. But if you did not sin, where does this come from, unless your sons sinned? Often you have wronged a widow, oppressed orphans. But if these things happened, God also justly brought this verdict. Job was conscious in himself that he had done nothing of the kind, and he was conscious also that God does not judge unjustly.
khazarzar-severianus-in-job:48 · narrative
Source
Ἐπεὶ οὖν εἶδεν ὁ Ἰὼβ, ὅτι παρὰ τοῖς ἀνθρώποις μὲν κατακέκριται, ἡ δὲ συνείδησις αὐτὸν οὐ κατακρίνει, καὶ ὁ Θεὸς αὐτοῦ οὐ καταγινώσκει, ἐπειδὴ οὐκ εἶχε πείθειν ἀνθρώπους, μεταφέρει τὸν λόγον ἐπὶ τὸν κριτὴν, καὶ στρέφει τὸ ὄμμα τῆς ψυχῆς πρὸς τὰ ἄνω οὐ βλασφημῶν, ἀλλὰ δυσωπῶν, καί φησι πρὸς αὐτόν· Ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ἵνα τί με ἔθου κατεντευκτήν σου; Σὺ ἐποίησάς με κατεντυγχάνειν τῆς σῆς δικαιοσύνης· οἶδάς μου τὴν καρδίαν. Εἶτα μέγα τι φθέγγεται Ἰὼβ, οὐκ ἀπὸ κακίας, ἀλλ' ἀπ' ἀκακίας· καὶ, ἵνα τὰ πολλὰ εἰς ὀλίγα συντέμω (πολλὴ γὰρ ἡ ὕλη τῆς δικαιολογίας), λέγει· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα γνῷ τὸ πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτω με ἔκρινας; Φοβερὸν τὸ ῥῆμα, ἀλλ' ἀπ' ἀκακίας. Προλαβὼν γὰρ εἶπεν ὁ Θεὸς, ὅτι Οὐκ ἔστι κατ' αὐτὸν ἄκακος· τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται. Ἀεὶ γὰρ, ἀδελφοὶ, πάντες ἡμεῖς οἱ ἄνθρωποι, μήτι γε Θεὸς, οὐ τοῖς πράγμασι δικάζομεν, ἀλλὰ τῇ προθέσει τῶν ποιούντων. Ὑβρίζει υἱὸς πατέρα· καὶ τὸ πρᾶγμα ἀφόρητον, καὶ τῷ πάσχοντι, καὶ τῷ ἀκούοντι· καὶ πατραλοίας ὁ τοιοῦτος καλεῖται, καὶ μητραλοίας, καὶ ἀνόσιος καὶ παράνομος, ὅτι φωνὴν ἐναντίαν ἔῤῥηξε πατρὶ, ὅτι ἐτόλμησε δυσφημῆσαι τὴν ἑαυτοῦ ῥίζαν. Ταῦτα δὲ πάσχει καὶ κατακρίνεται ὁ ἐπὶ τῶν τελείων ὣν λογισμῶν· παιδίον δὲ ἄκακον, κἂν τύπτῃ τὸν πατέρα, ἢ τὴν μητέρα, ἢ καὶ ὑβρίσῃ, πάσης εὐφροσύνης ποθεινότερον. Πολλάκις μητέρες ἐρεθίζουσι τὰ τέκνα εἰς ὕβριν φέρουσαι, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ καὶ τῷ ἀκεραίῳ καὶ ἀφελεῖ τοῦ ἤθους ἐπαγαλλόμεναι.
English
Since, then, Job saw that he was condemned by men, but his conscience did not condemn him, and his God did not hold him guilty—since he could not persuade men, he transfers his argument to the Judge and turns the eye of his soul upward, not blaspheming but pleading, and says to him: "You who know the mind of men, why have you set me as a accuser of yourself? You have made me to plead against your righteousness; you know my heart." Then Job utters something great, not from malice but from guilelessness; and, to sum up many things in few (for the material of his defense is abundant), he says: "Who will give a judge between me and you, that he may know how many my sins are, that you have judged me thus?" The saying is fearful, but it comes from guilelessness. For God had said beforehand, "There is none guileless like him"; and no one reckons the saying of the guileless man as wickedness. For always, brothers, all of us men—let alone God—judge not by the deeds but by the intention of those who act. A son insults his father; the deed is unbearable both to the one who suffers it and to the one who hears it; and such a man is called a parricide and a matricide, impious and lawless, because he uttered a word against his father, because he dared to speak ill of his own root. But these things are suffered and condemned by him who stands among perfect reasonings; whereas a guileless little child, even if he strikes his father or his mother, or even insults them, is more desirable than all gladness. Often mothers provoke their children, bearing with their insults, rejoicing not in the insult but in the guilelessness and the unspoiled and simple character.
khazarzar-severianus-in-job:49 · narrative
Source
Οὕτω καὶ ὁ Θεὸς εἰδὼς, ὅτι οὐκ ἐκ κακίας, ἀλλ' ἐξ ἀκακίας φθέγγεται (μαρτυρεῖ γὰρ αὐτῷ λέγων, Ἔτι δὲ ἔχεται ἀκακίας), δέχεται τὰ παρὰ τοῦ Ἰὼβ, εἰς κρίσιν καλούμενος παρ' αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα, οἰκέτην Δεσπότην καλεῖν εἰς κρίσιν· ἄνθρωπον, Θεόν· τὸ πλάσμα, τὸν πλάσαντα· τὸν πηλὸν, τὸν κατασκευάσαντα· ἀλλ' ὅμως, ὡς ἔφθην εἰπὼν, ἀκακίας τὸ ῥῆμα, οὐ πονηρίας. Πλὴν ὅμως, ἀδελφοὶ, ἡ ἀκακία οὐκ ἦν ἐκτὸς συνέσεως, ἀλλ' ἐντὸς πάσης σοφίας. Θέλεις γὰρ τὸ ἀκριβέστερον μαθεῖν; Οὐδὲν ᾔτησεν ὁ Ἰὼβ ὧν μὴ ἐποίησεν. Ἤδει ἑαυτὸν οἰκέτην τοῦ Θεοῦ, ᾔδει τὸν Θεὸν ἑαυτοῦ Δεσπότην. Ἀλλ' ἐπειδὴ καὶ αὐτὸς πολλάκις κρινόμενος πρὸς τοὺς ἑαυτοῦ δούλους, ἔδωκεν αὐτοῖς ἰσηγορίας ἀξίαν, καὶ εἴ ποτε ἐδοκιμάζετο πρὸς αὐτῷ δοῦλος, οὐχ ὡς δοῦλον ἐπεστόμιζεν, ἀλλὰ τὴν δικαιολογίαν ἐλάμβανεν· ὃ ἐποίησεν, ᾔτησε, πειθόμενος τῷ λόγῳ, ὅτι Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καί φησι· Τίς δώσει κριτήν; Καὶ πότε δούλῳ ἐφύλαξας ἰσηγορίαν; Ἄκουε αὐτοῦ ὅτε τὰς ἀρετὰς ἀπαριθμεῖται, καὶ
English
Thus God also, knowing that he speaks not from wickedness but from guilelessness (for he bears witness to him, saying, "He still holds fast to guilelessness"), accepts what comes from Job, being called by him to judgment. Fearful is the word—for a servant to call his Master to judgment; a man, God; the creature, the Creator; the clay, the one who fashioned it. But nevertheless, as I said before, the word is of guilelessness, not of wickedness. Yet, brothers, his guilelessness was not devoid of understanding, but was within all wisdom. For do you wish to learn more precisely? Job asked for nothing that he did not do. He knew himself to be a servant of God; he knew God to be his Master. But since God himself, being often judged by his own servants, granted them the honor of equal speech, and whenever a servant was tried before him, he did not silence him as a servant, but received his plea—what he did, he asked for—being persuaded by the word, "With the measure you measure, it will be measured to you." And he says, "Who will give a judge?" And when did you preserve equal speech for a servant? Hear him when he recounts his virtues, and
khazarzar-severianus-in-job:50 · narrative
Source
τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. Δώσω ἀπόκρισιν τῷ Θεῷ. Μὴ οὐχὶ ὡς ἐγὼ ἐπλάσθη; Ταῦτα ἐννοῶν, τῷ κοινῷ τῆς φύσεως παρεῖχε τὸ κοινὸν τῆς ἰσηγορίας. δʹ. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐ τοιοῦτοι. Θαυμάζεις τὸν δίκαιον; Σαυτοῦ καταγίνωσκε. Ὅτι πολλάκις ἐάν τις ἐγκαλῇ, οὐ λέγω δούλῳ, ἀλλ' ὀλίγον ὑποβεβηκότι, ἐὰν ἀποκρίνηται τὰ δίκαια, ὡς ἀναισχυντοῦντα καὶ τολμῶντα ἐξ ἰσοτιμίας φθέγξασθαι ἐπιστομίζει. Ὅλως, φησὶ, καὶ τολμᾷς ἐξ ἰσοτιμίας φθέγξασθαι; ἀπαιτεῖς τὸ δίκαιον; Δέχου τὴν δικαίαν ἰσηγορίαν. Ἐγκαλεῖ ὁ ὑπερ56.581 ήφανος, καὶ οὔτε δικαιολογίαν δέχεται, οὔτε σιωπὴν δυσωπεῖται. Ἐὰν σιωπήσῃ ὁ ἐγκαλούμενος, κατεγνώσθη, φησὶν, οὐκ οἶδε διᾶραι τὰ χείλη· ἐὰν λαλήσῃ, ἐτόλμησε, φησὶ, πρὸς τὸν δεσπότην ῥῆξαι φωνήν. Εἶτα ἄλλος ὑπερηφανίας μεστὸς, ἐὰν ὑπὲρ τοῦ δικαίου, ὑπὲρ εὐγενοῦς ἀνδρὸς πείθηται, παρακαλούμενος θεῖναι λόγον πρὸς τὸν ἕτερον, καὶ συμβῆναι εἰς εἰρήνην, καὶ τὴν κακίαν καταπαῦσαι τῇ ἀγάπῃ, εὐθέως τῇ ὑπερηφανίᾳ φερόμενος λέγει· Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὢ τῆς ὑπερηφανίας! Ποῦ γὰρ ἕστηκας, ἵνα κατέλθῃς; Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὡς τὸν οὐρανὸν πατῶν καὶ τὰς νεφέλας, οὕτω φθέγγεται. Τὴν αὐτὴν γῆν πατεῖς, ἀπὸ τῆς αὐτῆς τρέφῃ, εἰς αὐτὴν ὑποστρέφεις, ἐν αὐτῇ θάπτῃ· καὶ ποῦ κατέρχῃ; οὐκ αἰδεῖσαι, οὐ δυσωπεῖσαι τὸ πάθος τοῦ Κυρίου; οὐκ αἰδεῖσαι λέγων πρὸς τὸν ὁμότιμον· Ἐγὼ εἰς τοῦτο κατέρχομαι; οὐκ αἰδεῖσαι ταῦτα λέγειν, ἐννοῶν ὅτι Ἰησοῦς διὰ σὲ κατῆλθε;
English
This was not from vainglory but from guilelessness, when he said: "I did not reject the judgment of my male servant and my female servant, when they were judged before me. I will give an answer to God. Was I not also formed as he was?" Thinking these things, he granted the common right of equal speech to the common nature. 4. But we, brothers, are not like this. Do you marvel at the righteous man? Condemn yourself. Because often, if someone brings a charge—I do not say against a slave, but against one slightly below him—if he answers with what is just, he silences him as though he were shameless and daring to speak from equality of honor. "At all," he says, "do you even dare to speak from equality of honor? Do you demand what is just? Accept the just equality of speech." The proud man brings a charge, and he neither accepts a just defense nor is shamed by silence. If the accused is silent, he has been condemned, he says; he does not know how to open his lips. If he speaks, he has dared, he says, to break forth with a voice against his master. Then another, full of arrogance, if he is persuaded on behalf of a just man, on behalf of a noble man, being urged to make a reckoning with the other and to come together into peace and to put an end to wickedness by love, immediately, carried away by arrogance, says: "Am I to descend to this man?" O the arrogance! For where do you stand, that you should descend? "Am I to descend to this man?" As though treading on heaven and the clouds, so he speaks. You tread the same earth, you are nourished from the same, you return to it, you are buried in it; and where do you descend? Are you not ashamed, are you not put to shame by the passion of the Lord? Are you not ashamed, saying to one of equal honor: "Am I to descend to this?" Are you not ashamed to say these things, considering that Jesus descended for your sake?
khazarzar-severianus-in-job:51 · narrative
Source
Πρὸς τὰς τοιαύτας γνώμας καὶ τὰς τοιαύτας ὑπερηφανίας πρέπει σὺν τῷ Ἡσαΐᾳ πάντοτε βοᾷν· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ὅμως δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; Ἐπιφαίνεται ἐπὶ τέλει ὁ δίκαιος κριτὴς, καὶ φαίνεται αὐτῷ ἀπὸ λαίλαπος καὶ νεφῶν. Φαίνεται Ἰὼβ ἀπὸ νεφῶν, ὁ τὸν ὄμβρον τῆς εὐλογίας μέλλων χέειν. Φαίνεται αὐτῷ ἐκ νεφῶν, ὁ μέλλων τὸν σπόρον τὸν κοπριζόμενον ἀρδεύειν, καὶ διεγείρει τὸν Ἰὼβ, καὶ νεύει μόνον, καὶ διασκορπίζει τὰ πάθη· νεύει μόνον, καὶ ἐγείρει τὸν πεπτωκότα· καὶ λέγει αὐτῷ· Ἀνάστηθι, καὶ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ἐπειδὴ εἰς κρίσιν με ἐκάλεσας, καὶ εἶπας, Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; ἀνάστηθι, ὁ γενναῖος ἀγωνιστὴς, ὁ μὴ πεσὼν τῇ πληγῇ τῆς συμφορᾶς, ἀνάστηθι. Ἐὰν γάρ τις παιδευθεὶς, γενναίως ἐνέγκῃ τὴν συμφορὰν καὶ τὴν παιδείαν, ἀκούει παρὰ τοῦ Θεοῦ τὸ, Ἀνάστηθι· ὡς ὅταν λέγῃ τῇ Ἱερουσαλήμ· Ἀνάστηθι, Ἱερουσαλὴμ, ἡπιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου. Περίζωσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐκ εἶπε· Χρινῶ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐ γὰρ ἐκάλεσάς με, φησὶν, εἰς κρίσιν, ἀλλ' ἐκάλεσάς με εἰς τὸ συγκριθῆναί σοι. Δικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ· σὺ γενοῦ δικαστής. Οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος; Νομίζεις, φησὶ, δι' ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην, ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων. Οὐκ εἶπεν· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος;
English
Toward such thoughts and such arrogance it is fitting always to cry out with Isaiah: "Why is earth and ashes proud?" Nevertheless, let us return to the matter at hand: "Who will give a judge between me and you?" At the end the righteous judge appears, and he appears to him from tempest and clouds. Job appears from the clouds, he who is about to pour out the shower of blessing. He appears to him from the clouds, he who is about to water the seed that is manured, and he rouses Job, and he only nods, and scatters the passions; he only nods, and raises up the fallen one; and he says to him: "Arise, and gird your loins like a man. I will question you, and you answer me." Since you called me to judgment, and said, "Who will give a judge between me and you?" arise, noble champion, who did not fall by the blow of misfortune, arise. For if anyone, having been disciplined, bears misfortune and discipline nobly, he hears from God the words, "Arise"; as when he says to Jerusalem: "Arise, Jerusalem, you who have drunk the cup of my wrath." Gird your loins like a man. I will question you, and you answer me. He did not say, "I will judge you, and you answer me." For you did not call me, he says, to judgment, but you called me to be compared with you. You asked for a judge between me and you; you be the judge. Do you think I have dealt with you otherwise than that you might appear righteous? Do you suppose, he says, that I brought this misfortune upon you for any other reason than that I might show you to be righteous? And see, paying attention to the precision of such words. He did not say: "Do you think I have dealt with you otherwise than that you might become righteous?
khazarzar-severianus-in-job:52 · narrative
Source
Οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν. Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἐμοὶ μὲν γὰρ, φησὶ, καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος· τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. Διὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ' ἵνα στέψω· οὐχ ἵνα καταισχύνω, ἀλλ' ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ Θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκάλεσας Θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με; Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς· ὅτε τὴν θάλατταν, οὐ παρῆς· ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ
ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, ἀπὸ ἀκακίας μὲν, πλὴν ἀπ' ἀγνοίας. Καὶ τί ποιεῖ; Οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ' ὡς φίλον ἰδίᾳ διορθοῦται.
English
For the calamity did not make him just, but it made him known as just. Do you think I dealt with you otherwise than that you might be shown to be just? For to me, he says, you were known even before the contests; but to the world you are made known through the calamity, to the world you are proclaimed through the struggle. For this reason I dealt with you, not to harm you, but to crown you; not to put you to shame, but to make you shine. Nevertheless, since through your guilelessness you went beyond the measures of nature, I forgave your integrity. For even if someone sins from guilelessness, God corrects what comes from guilelessness. Since you have wholly called God to judgment, tell me, having what equality of honor with me did you call me? Where were you when I founded the earth? Did you become contemporary with the Creator, so as to call him to judgment? He is before the ages, but you after many ages. When I was forming the earth, you were not present; when the sea, you were not present; or whatever such things, you were not present. All creation came to be, and you were nowhere
present. Have you then called to judgment the one older than the ages, the founder of creation? When I stretched the cord upon the earth, when I established its pillars, when I brought it forth from its mother's womb, when the sea was being brought forth, where were you? When I covered it with cloud, and wrapped it in mist, where were you? He reproaches him as having spoken unworthily, from guilelessness indeed, but from ignorance. And what does he do? He does not convict him on all points, but as a friend he corrects him privately.
khazarzar-severianus-in-job:53 · narrative
Source
Ὡς οὖν εἶπε ταῦτα, καὶ τὰ τούτοις παραπλήσια (οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦσαι), καὶ ὁ Ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος (ὁ γὰρ δίκαιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα), λέγει· Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε, καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Καὶ, Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Βλέπε πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος. Ἅπαξ ἐλάλησα, καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας· ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον Κυρίου; Ἃ μὴ προέγνω ὁ Ἰὼβ δι' ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον. Εἶτα τί ὁ Θεός; Οὐ συγχωρεῖ αὐτῷ παραιτήσασθαι τὴν κρίσιν, ἀλλά φησιν· Οὐχὶ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Στῆθι, φησὶν, ὡς ἀνήρ. Μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ, φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν. Τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι· κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν γινομένων. Ἐκρίθης ἵνα στεφθῇς, ἐκρίθης ἵνα ἀγασθῇς ἐν πάσῃ τῇ ὑπ' οὐρανόν. Πρὸ τοῦ πάθους μία σε γωνία ἐγνώριζε· μετὰ τὸ πάθος πᾶσα γνωρίσει ἡ ὑπ' οὐρανόν. Ἡ κοπρία σου παντὸς βασιλικοῦ διαδήματος λαμπροτέρα γίνεται. Οἱ τὸ διάδημα φέροντες ἐπιθυμοῦσιν ἰδεῖν σου καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον τῶν ἀθλημάτων. Παράδεισόν σου ἐποίησα τὴν κοπρίαν, ἐγεώργησα πρὸς εὐσέβειαν, φυτὸν ἐπουράνιον ἀνέδειξα. Ἔλαβες τὰ ἐπουράνια, δέχου καὶ τὰ ἐπίγεια, λάμβανε τὰ πάντα εἰς τὸ διπλάσιον.
English
So when he had said these things and others like them (for it is not the time to interpret every phrase in detail), Job also, having become aware of himself (for the righteous man corrects his error from the first reproof), says: Lord, I heard of you before by the hearing of the ear, but now my eye has seen you, and I have despised myself; and I have regarded myself as earth and ashes. And, I have spoken once, but I will not add a second time. See how the one who received the rebuke well recalls his error. I have spoken once, and this from guilelessness, not from wickedness; but I will not add a second time. For who am I, being judged before the Lord? What Job did not know beforehand because of his guilelessness, he learns after the reproof. Then what does God say? He does not allow him to decline the judgment, but says: No, but gird your loins like a man. Stand, he says, like a man. Do not think that I struck you with power for this reason, fleeing justice, but I corrected your guilelessness. However, I do not decline the judgment: judge me justly, and demand an account of what has happened. You were judged so that you might be crowned; you were judged so that you might be admired in all the world under heaven. Before your suffering, one corner knew you; after your suffering, all the world under heaven will know you. Your dung heap becomes brighter than any royal diadem. Those who wear the diadem long to see both your contest and the toil of your struggles. I made your dung heap a paradise, I cultivated it for piety, I brought forth a heavenly plant. You have received heavenly things; receive earthly things too; receive all things twofold.
khazarzar-severianus-in-job:54 · narrative
Source
Ἐνταῦθα μάθε, πᾶς Χριστιανὸς, τὴν σὴν ἐλπίδα, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελίας. Τῷ Ἰὼβ μὲν γὰρ διπλασίονα ἐπαγγέλλεται, καὶ διπλάσια δίδωσιν· ὁ δὲ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· Ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀλλ' ἐκεῖνο πρόσεχε ἀκριβῶς, ὅπως τὸν μὲν φίλον ἰδίᾳ διορθοῦται, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἐλέγχει παῤῥησίᾳ. Καὶ λέγει αὐτοῖς ὁ Θεός· Ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου Ἰώβ; Ἀλλ', ὦ δικαιοκρίτα, ὑπὲρ σοῦ τὸν λόγον ἐθέμεθα, τὴν σὴν δικαιοσύνην ἐκηρύξαμεν, κατεψηφισάμεθα ἀνθρώπου, τὴν δὲ σὴν δικαιοσύνην ἀθώαν ἐδείξαμεν. Ἐνταῦθα οὖν πρόσεχε τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ. Εἰ γὰρ τὸν ὑπὲρ αὐτοῦ λέγοντα κατὰ τοῦ δικαίου οὐ δέχεται, τοὺς κατὰ τοῦ δικαίου λέγοντας παρὰ τὸ δίκαιον δέξεται; Ἐλέγχει οὖν τοὺς φίλους αὐτοῦ, καὶ λέγει· Καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου Ἰὼβ, ἀπώλεσα ἂν ὑμᾶς. Ὁμοῦ οὖν καὶ ἐλέγχει, καὶ διασώζει. Σώζει μὲν διὰ τὸ μηδὲν πονηρὸν κατὰ τοῦ Θεοῦ λέγειν· ἐλέγχει δὲ τὸν δίκαιον, τὴν ἀκεραιότητα ἐπανορθούμενος· καὶ τιμᾷ μὲν τοὺς φίλους δι' ἐκεῖνον· τιμᾷ δὲ τὸν δίκαιον διὰ τὴν ἄθλησιν, καὶ δίδωσιν αὐτῷ διπλάσιον, καὶ ἀπὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν. Ἓν δ' ἔτι εἰρηκότες, δείξωμεν τὴν ὑπεροχήν. Ἔλαβε τὰ πρόβατα εἰς τὸ διπλάσιον, βόας, καμήλους, ὄνους εἰς τὸ διπλάσιον· τὰ δὲ τέκνα ἀπολέσας δέκα, εἴκοσιν οὐκ ἔλαβεν. Ἐνταῦθα ζητητέον, πῶς τὰ κτήνη μὲν εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα εἰς τὸ ἁπλοῦν.
English
Learn here, every Christian, your hope, the superiority of your promise. For to Job he promises double, and gives double; but the Savior says to his own disciples: Whoever has left father, or mother, or sisters for my sake will receive a hundredfold, and will inherit eternal life. But pay close attention to this, how he corrects the friend privately, but reproves Job's friends with boldness. And God says to them: Why did you not speak rightly against my servant Job? But, O righteous judge, we set forth the account on your behalf, we proclaimed your righteousness, we condemned a man, and we showed your righteousness to be blameless. Here then pay attention to the righteous judgment of God. For if he does not accept the one who speaks on his behalf against the righteous man, will he accept those who speak against the righteous man contrary to what is right? He reproves his friends, then, and says: And now, if not for my servant Job, I would have destroyed you. So at once he both reproves and saves. He saves them because they said nothing evil against God; but he reproves the righteous man, correcting his integrity; and he honors the friends because of him; and he honors the righteous man because of his struggle, and gives him double, and from his darkness light shone both then and now. And having said one more thing, let us show the superiority. He received sheep to the double, oxen, camels, donkeys to the double; but having lost ten children, he did not receive twenty. Here it must be asked how the livestock were to the double, but the children to the single.
khazarzar-severianus-in-job:55 · narrative
Source
Ἐπειδὴ τὰ κτήνη μὲν καὶ τὰ κτήματα ἀπολλύμενα τέλειον ἀπώλοντο, ἄνθρωπος δὲ ἀποθανὼν εἰς ζωὴν διαφυλάττεται, καὶ εἰς ἀνάστασιν ἐγείρεται. Οὐ δίδωσιν αὐτῷ εἰς τὸ διπλάσιον τὰ τέκνα, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλπίδα τῶν ἀπελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κἀκεῖνοι, εἰ καὶ προηρπάγησαν, ἀλλὰ ζῶσι. Κἀκεῖνοι μὲν πάντες χορηγοῦνται αὐτῷ· οὐ δίδωσι δὲ αὐτῷ πλὴν δέκα, ἵνα εὑρεθῇ Ἰὼβ οὐκ ἀπὸ ζωῆς εἰς θάνατον, ἀλλ' ἀπ' οἴκου εἰς οἶκον μεταβαίνων. Δέκα γὰρ αὐτὸν τελέσαντα τὸν βίον μέχρι τάφου προέπεμψαν· δέκα
πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
English
Since the cattle and possessions, when destroyed, perished completely, but man, when he dies, is preserved for life and is raised for resurrection. He does not give him his children doubled, so that he might not cut off the hope of those who have departed, but so that he might show him that those also, even if they were snatched away beforehand, are alive. And all those are supplied to him; but he does not give him more than ten, so that Job may be found not passing from life to death, but from house to house. For ten, when he had completed his life, escorted him to the tomb; ten again on the day of resurrection will receive him from the tomb into the kingdom, and they will enjoy those ineffable and eternal goods with one accord; of which may we all be deemed worthy, by the grace and love of mankind of our Lord Jesus Christ, to whom be the glory and the might, now and always, and unto the ages. Amen.
Citation. Tergwame, “In Job”, khazarzar-severianus-in-job:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-severianus-in-job#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0066 ·
generated 2026-11-15.