Τῇ δὲ τῶν Ἰουδαίων ὑπισχνεῖται Συναγωγῇ συνάξειν αὐτῆς τὰ τέκνα. Σῶσαι γὰρ τὰ ἀπολωλότα πρόβατα ἦλθεν Ἰσραήλ. Καὶ τὰ πανταχοῦ διεσπαρμένα λόγῳ δημιουργίας τέκνα Θεοῦ, τοὺς ἐξ ἐθνῶν δηλονότι, οὓς πλανήσας ἀπέστησε Θεοῦ διασκεδάσας ὁ Σατανᾶς. Διὸ εἰπόντος Καϊάφα, "Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ," φησὶν ὁ εὐαγγελιστὴς, ὡς ἀρχιερεὺς ὢν προεφήτευσεν, ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους. Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Εἴποις δ' ἂν καὶ τοὺς ἐξ ἐθνῶν τέκνα εἶναι τῶν ἐξ Ἰσραὴλ, ἐξ ὧν τῆς πίστεως παρέλαβον τὰ μαθήματα, πανταχοῦ τῶν τῆς οἰκουμένης διεσπαρμένοι κλιμάτων, καὶ πρὸς μίαν Ἐκκλησίαν συναχθέντες καθολικὴν, κωλύοντος Θεοῦ τὴν τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων ἀντίστασιν, οἱ πρὶν τυραννοῦντες ἀνανεύειν εἰς Θεὸν οὐκ ἐπέτρεπον. Υἱοὺς δὲ καὶ θυγατέρας καλῶν, τὴν διὰ Χριστοῦ τῶν πιστῶν υἱοθεσίαν παρίστησιν, οὗ δὴ καὶ τοὔνομα πάντες ἐπιγραφόμεθα. Τοῦτον δὲ τὸν λαὸν ἐκτικέναι φησὶ, κατὰ τὸ ἐν Ψαλμοῖς· "Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Τοῦτ' ἔστιν ἀνακτιζόμενος, καὶ πρὸς τὸ κατ' εἰκόνα πάλιν ἐπανελθὼν, καινὸς γεγονὼς, καὶ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον. Εἴτις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὸ, "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν." Ὃ δὴ νῦν πεποιηκέναι τῇ ἰδίᾳ δόξῃ φησί· δόξα δὲ Πατέρος ὁ Υἱὸς, δι' οὗ, καὶ ἐν ᾧ δοξάζεται λέγοντι· "Ἐγὼ ἐδόξασά σε ἐπὶ τῆς γῆς." Δι' οὗ λαὸν τυφλὸν ἐξήγαγε πρὸς τὸ φῶς.
But to the Synagogue of the Jews he promises that he will gather its children. For he came to save the lost sheep of Israel. And the children of God scattered everywhere by the word of creation, clearly those from the Gentiles, whom Satan, having scattered them, deceived and caused to stand apart from God. Therefore, when Caiaphas said, "It is expedient that one man should die for the people," the evangelist says that, being high priest, he prophesied that Jesus was about to die for the nation. And not for the nation only, but that he might also gather into one the scattered children of God. One might also say that those from the Gentiles are children of those from Israel, from whom they received the teachings of the faith, scattered everywhere throughout the regions of the inhabited world, and gathered into one catholic Church, with God preventing the resistance of the wild and evil spirits, who formerly, tyrannizing, did not permit them to look up to God. But calling them sons and daughters, he sets forth the adoption as sons of the faithful through Christ, whose very name we all inscribe upon ourselves. And he says that he has brought forth this people, according to what is in the Psalms: "And the people being created shall praise the Lord." That is, being re-created, and having returned again to what is according to the image, having become new, and having put off the old man. For if anyone is in Christ, he is a new creation, according to, "Do not be conformed to this age, but be transformed by the renewing of your mind." Which he says he has now done by his own glory; and the glory of the Father is the Son, through whom, and in whom, he is glorified when he says: "I glorified you on the earth." Through whom he led out a blind people to the light.
Ἥλιος γὰρ ἦν δικαιοσύνης μὴ συγχωρήσας νυκτὸς καὶ σκότους ὑπάρχειν υἱοὺς, ἡμέρας δὲ μᾶλλον, κατὰ τὸν θεῖον Ἀπόστολον. Εἰπὼν δὲ συνήχθησαν, ἐπειδὴ μήπω τοῦτο γεγόνει, προφητικῶς εἰρῆσθαι δήλων τὸ, Καὶ συναχθήσονται. Ὡς γεγονότα γὰρ τὰ πάντως ἐσόμενα λέγειν σύνηθες τῇ Γραφῇ. Οἷόν ἐστι· "Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας." Καὶ τὸ, "Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς." Ἐκ τῆς δὲ τῶν ἐθνῶν Ἐκκλησίας ἄρχοντας ἔσεσθαι, φησὶν ἐπ' αὐτῆς. Κατὰ γὰρ Δαβίδ· "Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς." Γέγονε γὰρ ἡ μέλαινα λελευκανθισμένη. Καὶ, "Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Ταῦτα μὲν οὖν ἔφη Θεὸς ὧν προαγορεύει γινώσκων τὰ μέλλοντα. Θεοὶ δὲ ψευδεῖς ὄντες οἱ δαίμονες μάτην ὑμᾶς ἠπάτων οὐδὲν αὐτοὶ προγινώσκοντες. Κατηχεῖ γὰρ διὰ τούτων τοὺς ἐθνικοὺς,
οὓς εἰς τὸν λόγον παρήγαγε, μάρτυρας λέγων ἔχειν τοῦ προειδέναι τὰ μέλλοντα τοὺς ἰδίους προφήτας. Τοῖς δὲ δαίμοσι τίς μαρτυρήσειεν, ὡς δι' αὐτοῦ τι προειρηκόσι περὶ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς αὐτῶν καθαιρέσεως; Οὐδένα γὰρ, ὡς ἀληθῆ προειπόντες, ἔχουσι μάρτυρα, ὡς ἂν αὐτοῖς ἀκολουθοῖεν ἀκούοντες αὐτῶν. Τοῦτ' ἔστι, συναινοῦντές τε καὶ πειθόμενοι, ὡς ἐγνωκόσι τὰ μέλλοντα, καὶ τιμωμένοις δικαίως. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ὑμεῖς δὲ, ὦ προφῆται, γένεσθέ μοι μάρτυρες· μαρτυρήσω δὲ σὺν υἱῷ κἀγὼ, φησὶν, ἐμαυτῷ. Ἔλεγεν γὰρ ὁ Σωτήρ· "Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ, καὶ ποῦ ὑπάγω." Καὶ πάλιν· "Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.
For he was the Sun of righteousness, not allowing children of night and darkness to exist, but rather of day, according to the divine Apostle. And when he said "they were gathered," since this had not yet happened, he indicates that the words "And they shall be gathered" were spoken prophetically. For it is customary in Scripture to speak of things that will certainly come to pass as though they had already happened. Such as: "I gave my back to the scourges." And: "They divided my garments among themselves." And from the Church of the Gentiles, he says, there shall be rulers over it. For according to David: "As its darkness, so also its light." For the black one has become white. And: "Where sin abounded, grace abounded all the more." These things, then, God said, knowing the future things which he foretells. But the demons, being false gods, deceived you in vain, themselves foreknowing nothing. For through these things he instructs the Gentiles, whom he brought into the discourse, saying that they have witnesses that their own prophets foreknew the future. But who would bear witness to the demons that they foretold anything through themselves concerning the coming of Christ and their own overthrow? For they have no witness, as having truly foretold, such that people would follow them and listen to them. That is, agreeing and being persuaded, as though they knew the future things, and being honored justly. But those things are theirs; but you, O prophets, become my witnesses; and I too will bear witness with the Son, he says, to myself. For the Savior said: "If I bear witness concerning myself, my witness is true, because I know where I am from and where I am going." And again: "I bear witness concerning myself, and the Father who sent me bears witness concerning me.
Ταυτὶ δὲ, φησὶ, λελάληκα ὑμῖν, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι." Διὰ γὰρ γνώσεως ἡ πίστις. Διὰ δὲ τῆς πίστεως, ἡ σύνεσις. "Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε," φησίν. Ὢν δὲ ἀΐδιός εἰμι καὶ Σωτήρ. Καὶ προεῖπον ὅτι σώζω, καὶ διὰ Χριστοῦ πρὸς ἔργον ἤγαγον Ὠνείδισα δὲ, φησὶ, τοῖς ἐξ Ἰσραὴλ, ὅτι φιλήδονοι μᾶλλον ὄντες, ἢ φιλόθεοι, τὸν ἐμὸν παρέβαινον νόμον. Ἐγὼ δὲ διὰ πολεμίων ἐφόδου τούτους ἐπαίδευον, ὅτε καὶ τὴν παρ' ἐμοῦ σωτηρίαν ἐζήτουν. Ὅπερ αὐτοῖς ὠνείδισα διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· "Ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Καὶ, "Ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;" Σώζω τοίνυν μόνος ἐγὼ, ὡς δύνασθαι μηδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν σωζόμενον· ποιήσω, καὶ τίς ἀποστρέψει; αὐτὸς ἔδωκα γὰρ τὰ ἔθνη, καὶ τίς τοῦτο μεταβαλεῖ πρὸς τὸ μὴ οὕτως ἔχειν; διὸ περὶ τῶν ἑαυτοῦ προβάτων ἔλεγεν ὁ Σωτήρ· "Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου." Φωνὴ γὰρ αὐτὴ τῇ προκειμένῃ συνᾴδουσα. Τινὲς δὲ τὸ, ἐποίησα ἄλλαγμά σου Αἴγυπτον, εἰς ὑπόμνησιν εἰρῆσθαι τῆς ἐξ Αἰγύπτου φασὶν ἐλευθερίας. Ὅλα γὰρ ἔθνη τιμωρησάμενος ὑμῶν ἀντικατηλλαξάμην. Τοιγαροῦν ἐπάγει· Ἀφ' οὗ ἔντιμος ἐγένου ἐνώπιον ἐμοῦ, ἐδοξάσθης.
These things," he says, "I have spoken to you, so that you may know, and believe, and understand that I am." For faith comes through knowledge, and understanding through faith. "For unless you believe, you will certainly not understand," he says. But I am eternal and a Savior. And I foretold that I save, and through Christ I brought it to fulfillment. "But I reproached," he says, "those of Israel, because, being lovers of pleasure rather than lovers of God, they transgressed my law. And I disciplined them through an enemy's assault, when they also sought salvation from me. This I reproached them with through the voice of Jeremiah, saying: 'In the time of their evils they will say, Arise, and save us.' And, 'Where are your gods, which you made for yourself? Will they arise and save you in the time of your affliction?' I alone, therefore, save, so that no one can snatch the one being saved out of my hands: I will do it, and who will turn it back? For I myself gave the nations, and who will change this so that it is not so? Therefore the Savior said concerning his own sheep: 'And I give them eternal life, and they will certainly not perish forever. And no one will snatch them out of my hand. The Father, who has given them to me, is greater than all, and no one is able to snatch them out of the hand of my Father.' For that voice is in harmony with the present one. But some say that 'I made Egypt your ransom' was spoken as a reminder of the freedom from Egypt. For having punished all the nations, I received them in exchange for you. Therefore he adds: 'From the time you became honored before me, you were glorified.'
Οὐ γὰρ οἰκείᾳ δυνάμει τὰ ἔθνη νενίκηκας, ἐμῇ δὲ ῥώμῃ τε καὶ συμμαχίᾳ, καὶ τὰ πρὸς χρείαν ἀεὶ χορηγήσαντος, ὡς τὰ πέριξ ἔθνη θαυμάζειν καταπληττόμενα. Καὶ νῦν δὲ δράσω τὰ παραπλήσια. Κἂν γὰρ ὡς ἁλουσῶν τῶν ιʹ φυλῶν ὑπεκλύεσθε, χρὴ σκοπεῖν ὡς εἰ γενοίμην ὑμῖν εὐμενὴς, πανταχόθεν πάντες συνάγεσθε, καὶ τὸ τὴν ἀνάκλησιν κωλύσον οὐδέν. Καὶ τὴν ἀρχὴν γὰρ ἐμῆς ἕνεκα δόξης περιεποιησάμην ὑμᾶς, καὶ τὰ πρὸς ἐμὲ τυφλώττοντας ἐλευθερίας ἠξίωσα. Οὐ γὰρ οἴκοθεν κινηθεὶς ᾠκειώθης ἐμοί. Τί οὖν μετὰ τοσαύτην πεῖραν, ὡς μήτε ἰδόντες, μήτε μὴν ἀκηκοότες τυφλώττετε; Ὑπομιμνήσκει δὲ αὐτοὺς, ὡς καὶ πάντα τὰ ἔθνη σὺν Ἀσσυρίοις ἐπεστράτευσαν Ἱερουσαλὴμ θαῤῥοῦντα τοῖς ἰδίοις θεοῖς, παρ' ὧν οὐ βοήθειαν ἔσχον, οὐ τὰς μελλούσας προέγνωσαν ἑαυτοῖς συμφοράς. Ὀγδοήκοντα πέντε γὰρ χιλιάδες τούτων πεπτώκασιν. Ἡκέτω οὖν τις ταῦτα παρ' ἐκείνων ἀκηκοὼς τῶν θεῶν ἅπερ ἴδετε, περὶ ὧν ὑμᾶς ἐχρῆν γενέσθαι καὶ μάρτυρας ἐπιψηφιζομένου κἀμοῦ. Εἰ δὲ πρὸς τοῦτο, φησὶν, ἀναδύεσθε, ὁ μονογενῆς μου παρέσται Υἱὸς τῶν ἡμετέρων ἐλλειμμάτων εἰς ἀναπλήρωσιν, ὁ καὶ ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν μαρτυρήσας μαρτυρίαν. Καίτοι μαρτυροῦντες ὠφελεῖσθε τὰ μέγιστα πρὸς κατανόησιν τῶν μελλόντων, καὶ θεωρίαν τῆς ἐμῆς θεότητος, ὀμματούμενοι ὡς καὶ σώζω θέλων, καὶ δρᾶσαι μέλλων προλέγω, τοῦτο μηδενὸς ποιοῦντος τῶν λεγομένων θεῶν. Τινὲς δὲ τὸ μάρτυς ἔσται ὁ παῖς μου, Χριστός φασιν ἔργῳ πληρῶν ἃ προεῖπον ὑπὲρ Ἰσραὴλ, καὶ κατὰ τῶν ἐχθρῶν. ιδκηʹ. Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ·
For you have not conquered the nations by your own power, but by my strength and alliance, and by my always supplying what you needed, so that the surrounding nations marveled and were struck with amazement. And now I will do similar things. For even if you were being overwhelmed as though the ten tribes had been washed away, you must consider that if I become favorable to you, you will all be gathered from every side, and nothing will prevent your recall. For in the beginning I acquired you for the sake of my glory, and when you were blind toward me I deemed you worthy of freedom. For you were not made mine by any impulse of your own. Why then, after such great experience, do you remain blind, having neither seen nor even heard? He reminds them that all the nations together with the Assyrians marched against Jerusalem, trusting in their own gods, from whom they received no help, nor did they foresee the disasters that were coming upon them. For eighty-five thousand of them fell. Let someone, then, come who has heard from those gods the very things you have seen, concerning which you ought also to have become witnesses, and I too give my vote. But if, he says, you shrink back from this, my only-begotten Son will be present to fill up our deficiencies, he who also before Pontius Pilate made the good confession. And yet by bearing witness you are greatly benefited for the understanding of things to come and for the contemplation of my divinity, being given eyes to see, since I save willingly, and I foretell what I am about to do, which none of those called gods does. But some say that the phrase "my servant shall be a witness" refers to Christ, who in deed fulfills what I foretold concerning Israel and against their enemies. 14:28. Thus says the Lord God, who redeems you, the Holy One of Israel:
Ἕνεκεν ὑμῶν ὑποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν,
καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον9, κ.τ.λ. Εὐεργετῶν ὑμᾶς, φησὶ, καὶ παιδεῦσαι βουλόμενος, Βαβυλωνίοις παρέδωκα. Εἶτα δείξας ἐλευθέρους, δίκῃ μετῆλθον τοὺς ὑμῖν ἐνυβρίσαντας, ὡς τῶν παρ' αὐτοῖς Χαλδαίων τοὺς μὲν φυγεῖν, τοὺς δὲ δεσμώτας διὰ τῆς παρ' αὐτοῖς ἀχθῆναι θαλάττης, ἑτέρων αὐτοῖς ἰσχυροτέρων ἐπιθεμένων. Τινὲς δέ φασιν ὡς Κῦρος ὁ Βαβυλῶνα λαβὼν, δεσμώτας αὐτοὺς διαποντίους εἰς ὑπερορίαν ἐξέπεμψεν, ἅπερ ἔπραξα τὴν ἐμὴν ἀνθρώποις βασιλείαν ἐπιδεικνύμενος. Ἀντὶ δὲ τοῦ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· Ἐγὼ, φησὶ, Κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ, βασιλεὺς ὑμῶν. Εἰ μὴ ἄρα τὸν Χριστὸν αἰνίττεται βασιλέα καθεστακέναι, ὃν οἶδεν Ἰσραὴλ καὶ Ἰακὼβ καλεῖν ἡ Γραφὴ, ὥσπερ οὖν καὶ Δαβὶδ, ὡς ἐκ τοῦ σπέρματος αὐτῶν καταγόμενον. Ἐπειδὴ γὰρ μερικῆς ἐμνήσθη λυτρώσεως τῆς ἐσομένης ἐκ Βαβυλῶνος, ἡνίκα ταύτην εἷλεν ὁ Κῦρος, πρὸς ἥν τις ἔφη προφήτης· "Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου·" ἐπὶ τὴν διὰ Χριστοῦ τὸν λόγον τελειοτάτην ἀνήγαγε λύτρωσιν, οὐκ ἔθνους ἑνὸς, καθάπερ τὸ πρότερον, καθολικὴν δὲ πᾶσι μέλλουσαν ἔσεσθαι. Ὅτι δὲ πρὸς ἄμφω δυνατὸς ὁ Θεὸς, δεδήλωκε φήσας· Ἐγὼ Κύριος ὁ Θεός. Καὶ τῆς ὅλης δὲ ἀρχόμενος ῥήσεως ἔλεγεν, Οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Θεὸς γὰρ ὢν φύσει, τί μὴ ποιήσει ῥᾳδίως;
For your sake I will send to Babylon and stir up all who flee, and the Chaldeans shall be bound in ships. I am the Lord God, your Holy One, who has appointed Israel your king. Thus says the Lord, who gives a way in the sea, and a path in the mighty water, etc. He says: Benefiting you and wishing to discipline you, I handed you over to the Babylonians. Then, having shown you free, I pursued with justice those who insulted you, so that of the Chaldeans among them some fled and others were led as captives through the sea that lies in their land, when others stronger than they attacked them. But some say that Cyrus, having taken Babylon, sent them as captives across the sea into a land beyond the border—things which I did, displaying my human kingship. Instead of "who has appointed Israel your king," Symmachus says: "I am," he says, "the Lord, your Holy One, the creator of Israel, your king." Unless perhaps he hints that he has established Christ as king, whom Israel knows and Scripture calls Jacob, just as also David, as one descended from their seed. For since he mentioned the partial redemption that was to come from Babylon, when Cyrus took it—to which a certain prophet said, "As you have done, so shall your recompense be"—he led the account up to the most perfect redemption through Christ, not of one nation, as before, but one that was to be universal for all. That God is capable of both, he has made clear by saying, "I am the Lord God." And beginning the whole utterance, he said, "Thus says the Lord God of Israel." For being God by nature, what will he not do easily?
Ταῦτα μὲν οὖν ἔσται Βαβυλωνίοις μήπω γενόμενα, οὐ νῦν ἀρξαμένου μου τὴν ἐμαυτοῦ δυναστείαν τήν τε περὶ ὑμᾶς ἐπιδείκνυσθαι πρόνοιαν. Καὶ πάλαι γὰρ ἐξ Αἰγύπτου διὰ θαλάττης διήγαγον τοῦ Φαραὼ ῥίψας ἐν ταύτῃ τὴν δύναμιν, ὡς κοιμηθέντας ἐν βυθῷ μηκέτι λοιπὸν ἀναστῆναι, καὶ ὥς τε φλογὶ παρα πλησίους ἐσβεσμένῳ παραβάλλεσθαι λίνῳ τῷ ῥᾳδίως ἀναπτομένῳ καὶ σβεννυμένῳ τυχὸν ψιλῇ καὶ μόνῃ χειρί. Διήγαγον δὲ τρίβον αὐτοὺς ἐν ὕδατι πρὸς τῇ θαλάσσῃ καὶ τὸν ποταμὸν Ἰορδάνην. Ὃ καὶ θαυμάζων φησὶν ὁ Δαβίδ· "Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;" Καὶ πάλιν· "Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί." Πῶς δὲ αὐτὸς ἐξήγαγεν ἅρματα καὶ ἵππον; Δῆλον γὰρ ὡς τὸν Ἰσραὴλ οἰκείᾳ προαιρέσει Φαραὼ κατεδίωξεν, ἐπειδήπερ εἴρηται παρὰ Θεοῦ πρὸς αὐτόν· "Εἰς τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Οὕτω δὲ καὶ τοὺς φεύγοντας τὴν περὶ τὰ γήϊνα σπουδὴν, ὑπό τε τοῦ διαβόλου διωκομένους σώζει παραδόξως Θεὸς βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, τοῖς τούτου περισπασμοῖς οὐ συγχωρῶν κατακλύζεσθαι, οἱονεὶ καταξηραίνων τοὺς ἐπιπίπτοντας πειρασμοὺς, ἵν' ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ νοῦ καταστάσει σχολαίᾳ καὶ καθαρᾷ τὸν ἐξ οὐρανοῦ μὲν ἄρτον φαγεῖν, τὸ δὲ ἐκ πέτρας ὕδωρ πιεῖν· ὅπερ ἐστὶν ἐν μεθέξει γενέσθαι Χριστοῦ, διελθεῖν τε τὸν Ἰορδάνην καὶ γῆς τῆς ἐπηγγελμένης τυχεῖν. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν παλινδρομήσωμεν. Ταῦτα μὲν οὖν, φησὶ, πάλαι πεποίηκα.
These things, then, will happen to the Babylonians, though not yet accomplished—not now, when I have begun to display my own dominion and my providence concerning you. For long ago I led them out of Egypt through the sea, casting Pharaoh's power into it, so that those who had sunk into the deep could no longer rise again, and so that they might be compared to flame near extinguished flax, which is easily kindled and quenched, perhaps by a bare hand alone. And I led them through a path in the water besides the sea, and the river Jordan. Marveling at this, David says: "What ails you, O sea, that you fled, and you, O Jordan, that you turned back?" And again: "He turns the sea into dry land; they shall pass through the river on foot." And how did he himself bring out chariots and horse? For it is clear that Pharaoh pursued Israel by his own choice, since it was said by God to him: "For this purpose I raised you up, that I might show my power in you, and that my name might be proclaimed in all the earth." So also God wondrously saves those who flee the pursuit of earthly things and are persecuted by the devil, making the surge of the present life passable for them, not permitting them to be overwhelmed by its distractions, as it were drying up the temptations that fall upon them, so that, having come to be in a desert land—a state of mind at leisure and pure—they might have strength to eat the bread from heaven and drink the water from the rock; which is to come to share in Christ, to pass through the Jordan, and to obtain the promised land. But let us return to the history. These things, then, he says, I did long ago.
Νυνὶ δὲ τὰ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι τῇ τῶν ἐπιόντων ὑπερβολῇ σιγηθήσεται. Ἀντὶ δὲ τοῦ συλλογίζεσθε, Σύμμαχος ἐννοεῖσθε, φησί. Τίνα δὲ τὰ καινὰ, ἃ κατὰ τὸν καιρὸν τὸν ἴδιον γνώσεσθε; Ἐν τῇ ἐρήμῳ ποιήσω ὁδόν. Ἡ γὰρ ἐξ ἐθνῶν Ἐκκλησία πρότερον ἔρημος οὖσα Θεοῦ γνώσεως (ταύτης γὰρ οἱ διδάσκαλοι, φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν) ἔσχεν ὁδὸν τὸν Χριστὸν εἰπόντα· "Ἐγώ εἰμι ἡ ὁδός·" ἢ καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ σωτήριον. Τὴν δὲ πρὶν αὐτῶν ἐρημίαν ἐδήλωσεν ὁ Δαβὶδ λέγων· "Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός." Ὥσπερ δὲ ἄνω ἐκ μερικῆς λυτρώσεως ἑπὶ τὴν καθόλου μετῆλθε, τὴν ἀνάδειξιν εἰπὼν τοῦ βασιλέως Χριστοῦ, οὕτω καὶ νῦν ὁδοῦ μνησθεὶς τῆς ἐν ὕδατι, ἐπὶ τὸ Χριστοῦ μυστήριον μετῆλθεν. Διὸ λήθῃ τὰ πρῶτα παραδοῦναί φησι τοῦ βραχυτέρου καλυπτομένου τῷ μείζονι, ὁποῖόν ἐστι καὶ τό· "Ἐκ μέρους γινώσκομεν. Ὅτ' ἂν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται." Λοιπὸν τοῖς πάλαι μεγάλοις ἀντεξετάζει τὰ πολλῷ τῶν μέσων νικῶντα. Ὡς γὰρ ἐποίησα φησὶν, ἐπ' Ἐρυθρᾶς θαλάττης ὁδὸν, οὕτως ἐν τῇ ἐρήμῳ ποιήσαιμι, καὶ ῥεύσουσιν ἐν αὐτῇ ποταμοὶ,
But now the things in Egypt and in Babylon will be passed over in silence by the surpassing greatness of the things to come. Instead of "reason among yourselves," Symmachus says "consider," he says. And what are the new things that you will know in their own time? "In the wilderness I will make a way." For the Church from the Gentiles, formerly a wilderness devoid of the knowledge of God (for its teachers, claiming to be wise, were made foolish), had as its way Christ, who said, "I am the way"; or also the evangelical and saving proclamation. And David made clear their former desolation, saying, "There is none who does good, there is not even one." And just as above, from a partial redemption he moved on to the universal, mentioning the manifestation of Christ the King, so now too, having mentioned the way in the water, he moved on to the mystery of Christ. Therefore he says that the first things are consigned to forgetfulness, the lesser being covered by the greater, such as also this: "We know in part. But when the perfect comes, the partial will be done away." For the rest, he compares with the great deeds of old those that far surpass the intermediate ones. For as I made, he says, a way at the Red Sea, so may I make one in the wilderness, and rivers shall flow in it,
καθάπερ ἐπὶ Μωσέως, ἐν ἐκείνῃ τῇ πρότερον. Ἀλλ' ἐκεῖ μὲν ὑδάτων, ἐν δὲ ταύτῃ διδασκαλίας τοῦ Πνεύματος. Οἱ γὰρ ταύτην προχέοντες εὐαγγελισταὶ καὶ ἀπόστολοι, ὅσοι τε κατ' Ἐκκλησίαν μυσταγωγοὶ ποταμοὶ χρηματίζουσι. Καὶ κατὰ τὸν Δαβὶδ εἰρηκότα, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Ἐπεὶ καθά φησιν αὐτὸς πάλιν, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Εἶτα, διά τινων ὀρνέων ἡδυφώνων, ἃ Σειρῆνας ἐκάλεσε, παρίστησι τῶν ἔξω τινὰς σοφοὺς ἐπείᾳ κεκοσμημένους πρὸς Θεὸν ἐπιστρέψοντας· διὰ δὲ στρουθῶν, ἤγουν στρουθοκαμήλων κατὰ τοὺς λοιποὺς, τοὺς ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις τὸν Θεὸν εὐλογήσοντας· οὗπερ αἴτιον τὸ τοῦ δοθέντος ὕδατος πεπωκέναι. Δι' οὗ σὺν θηρίοις ἀγροῦ πρὸς φύσιν λογικὴν μεταβαλοῦσι καὶ ἥμερον, καὶ τὰς ἐμὰς ἀρετὰς διηγεῖσθαι μαθήσονται, ἢ τὸν ὕμνον κατὰ τὸν Σύμμαχον, οἳ καὶ ἐκλεκτὸν ὑπάρξουσι γένος. Πρὸς οὓς ὁ Πέτρος φησίν· "Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ." Τούτων δὲ παραδόξως οὕτω γεγενημένων, Σὺ, ὦ Ἰακὼβ, οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως. Ἢ κατὰ τὸν Σύμμαχον· Οὐ δὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως. Εὐλογούντων γάρ με τῶν θηρίων καὶ σειρήνων καὶ στρουθῶν, οὐκ εὐλόγησας αὐτὸς, οὐδέ με καλεῖν ὅλως ἠξίωσας. Ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ Σύμμαχον· ἢ κατὰ τοὺς ἄλλους, ὅτι ἐκοπίασας ἐν ἐμοὶ, καίτοι οὐδένα σοι προξενήσαντι κόπον. Ὅσα γάρ σοι παρέχειν ἐνομίζετο κόπον, παρῄτημαι πρότερον εἰπών·
just as in the case of Moses, in that former one. But there it was waters, whereas in this one it is the teaching of the Spirit. For the evangelists and apostles who pour this forth, and all who in the Church are mystagogues, are reckoned rivers. And according to David who said, "The rivers lifted up their voices." Since, as he himself says again, "Their sound went out into all the earth." Then, through certain sweet-voiced birds, which he called Sirens, he presents certain wise men among the outsiders, adorned with skill, turning to God; and through sparrows, that is, ostriches according to the others, those in deserts and uninhabited lands who will bless God; the cause of which is that they have drunk of the water that was given. Through this, together with the beasts of the field, they will change to a rational and gentle nature, and will learn to recount my virtues, or the hymn according to Symmachus, who will also be a chosen race. To whom Peter says: "But you are a chosen race, a royal priesthood, a holy nation, a people for possession, that you may proclaim the virtues of him who called you out of darkness into his marvelous light, who once were not a people, but now are a people in the Lord." But since these things have come to pass so paradoxically, you, O Jacob, will not be worthy of my calling. Or according to Symmachus: But you did not call me, Jacob. And the rest agree. For while the beasts and Sirens and sparrows bless me, you did not bless, nor did you deem me worthy to be called upon at all. But you grew weary toward me, according to Symmachus; or according to the others, that you grew weary in me, although you brought about no toil for me. For whatever was thought to bring you toil, I have refused beforehand, having said:
"Τί μοι πλῆθος θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ," καὶ τὰ ἐπ' αὐτοῖς. Κἀν τῇ Καινῇ δὲ Διαθήκῃ τοιοῦτον οὐδὲν διὰ τοῦ παιδὸς, ὃν ἐξελεξάμην, ᾔτησα παρὰ σοῦ. Ἀλλ' οὔτε σύ μοι προσήνεγκας. Ἕτερα δὲ ἀνθ' ἑτέρων ἐποίεις. Ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστης μου. Ἢ κατὰ τοὺς λοιποὺς, ἐν ἁμαρτίαις σου ἐκάλεσάς με. Ὅρα δὲ κἀν τοῖς προκειμένοις, ὡς τῇ μὲν ἐρήμῳ καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν καλεῖ ξηροῖς ὀνόμασιν Ἰακώβ τε καὶ Ἰσραὴλ, οὔτε δοῦλον οὔτε ἐκλεκτὸν τοῦτον εἰπὼν, ἅπερ ἔλεγεν ἐπὶ τοῦ κρείττονος τάγματος. Ἀλλ' οὐδὲν ἧττον αὐτοὺς ἐπιστρέψαι παρακαλεῖ, συγχωρήσειν αὐτοῖς τὰς ἁμαρτίας ἐπαγγελλόμενος. Τινὲς δὲ τὸ, Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὔτως ἀπέδωκαν· Τῶν ἐν Χριστῷ σωζομένων, καὶ τῆς Καινῆς Διαθήκης μνησθεὶς, οὓς αὐτὸν εὐλογήσειν ἔφη, θηρία καλέσας ἀγροῦ (πνευματικῆς δὲ τρόπος θυσίας ἡ δοξολογία), νῦν πείθει τὸν Ἰσραὴλ, ὡς δὴ λελύτρωται τῆς ἐν Αἰγύπτῳ θητείας, οὐχ ἵνα τὰ δι' αἵματος αὐτῷ προσάγοιεν καὶ καπνῶν· ἀπόβλητα γὰρ ταῦτα καὶ πρὸς σκιᾶς παρείληπται τύπον. Διό φησιν. Οὐ νῦν, ὅτε θύεις, ἐκάλεσά σε, ἤγουν οὐ προσάγοντά σε θυσίας ἐκάλεσα, ὡς μὴ δοκεῖν σε καθάπερ ἀντέκτισίν τινα τῆς προσαγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν. Εἰδωλολατρῶν δὲ, δι' ἐμὴν ἀγάπην χάριν ἔσχες τὴν σωτηρίαν. Ἃ δὲ μετὰ ταῦτα προσήνεγκας, οὐδὲν πρὸς ἐμέ. Μόναις γὰρ ταῖς ἐξ ἀρετῶν λογικαῖς εὐαρεστοῦμαι θυσίαις. Καὶ δι' Ἱερεμίου δὲ τοῦ προφήτου φησί·
What to me is the multitude of your sacrifices? says the Lord. I am full," and what follows. And in the New Covenant too, I did not ask such a thing from you through the servant whom I chose. But neither did you bring it to me. Instead you were doing one thing in place of another. For in your sins you stood before me. Or, like the rest, in your sins you called upon me. Observe also in the preceding passages how he proclaims good hopes to the wilderness and the beasts in it, but convicts the people of the circumcision for their impieties, whom he calls by the dry names of Jacob and Israel, calling him neither servant nor chosen, which he said of the better order. But none the less he urges them to turn back, promising that he will forgive them their sins. Some have rendered the words "Not now did I call you, Jacob" in this way: having made mention of those saved in Christ and of the New Covenant, whom he said he would bless, calling them beasts of the field (and the manner of spiritual sacrifice is doxology), he now persuades Israel, as though it had been redeemed from its servitude in Egypt, not so that they might bring him offerings of blood and smoke; for these are rejected and were taken up as a type of shadow. Therefore he says: "Not now," when you sacrifice, "did I call you," that is, I did not call you while you were bringing sacrifices, so that you might not seem to have received your redemption as a kind of repayment for your offering. But when you were worshiping idols, for my love's sake you obtained salvation. And the things you brought afterward are nothing to me. For I am pleased only with the rational sacrifices that come from virtues. And through Jeremiah the prophet he says:
"Τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Καὶ ἀλλαχοῦ· "Ἵνα τί μοι λίβανον ἐκ Σάβα φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι." Καὶ διὰ τοῦ Ψαλμοῦ δέ φησιν· "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους." Δι' ὧν ἀφίστησιν αὐτοὺς τῶν τύπων εἰς τὴν πολιτείαν τὴν εὐαγγελικὴν συνωθῶν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐγὼ μὲν οὖν, φησὶν, ὡς ἀγαθὸς ἑτοίμως ἔχω σοι συγχωρεῖν. Σοὶ δὲ τὸ μεμνῆσθαι τῶν ἁμαρτιῶν ἀσφαλὲς πρὸς τὸ μὴ ταύταις ἔτι περιπεσεῖν. Ἐξ οὗ καὶ δικαιοῦσθαι συμβαίνει. "Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Καὶ δείκνυσιν ὡς οὐκ οἶδε
καθαίρειν ἡ κατὰ νόμον λατρεία. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Καὶ πάλιν περὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων φησίν· "Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." Θυσία τοίνυν ὑμᾶς οὐ καθαίρει, ἐγὼ δὲ μόνος ὁ ἀφιεὶς ἁμαρτίας δωρεᾷ τε καὶ χάριτι. "Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ." Αὕτη γὰρ ἀσθενὴς πρὸς τὴν δι' ἔργων σωτηρίαν ἡ φύσις. Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ δηλοῖ καὶ Δαβὶδ λέγων·
Gather your whole burnt offerings together with your sacrifices, and eat the meat, because I did not speak to your fathers concerning whole burnt offerings and sacrifices, in the day when I brought them up out of the land of Egypt." And elsewhere: "Why do you bring me frankincense from Sheba, and cinnamon from a distant land? Your whole burnt offerings are not acceptable, and your sacrifices have not pleased me." And through the Psalm he also says: "I will not receive bulls from your house, nor he-goats from your flocks." By these things he turns them away from the types, pressing them toward the gospel manner of life. For God is Spirit, and those who worship him must worship in spirit and truth. I, then, he says, as one who is good, am ready to forgive you. But for you, the remembering of sins is a safeguard against falling into them any longer. From this it also comes about that one is justified. "For the righteous man is his own accuser in the first word." And he shows that the worship according to the law does not know how to
purify. For it is impossible for the blood of bulls and goats to take away sins. And again, concerning those who have believed from among the circumcision, he says: "Knowing that a man is not justified by works of the law, unless through faith in Jesus Christ; even we have believed in Jesus Christ, in order that we might be justified in him." Sacrifice, therefore, does not purify you, but I alone am he who forgives sins by gift and grace. "For we have been justified not by works of righteousness which we ourselves have done, but according to his great mercy." For this nature is weak with respect to salvation through works. For the mind of man is earnestly set upon evil things from his youth, as David also makes clear, saying:
"Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὄτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." Ἐλεῶ μὲν οὖν αὐτός. Εὖ δὲ πεπονθότας ἐθέλω μεμνῆσθαι καὶ τὸν Σωτῆρα διὰ παντὸς ἀνυμνεῖν. Ὃ δὴ καὶ δρῶσιν οἱ ἅγιοι, ὡς δηλοῖ πάλιν ὁ μέγας Δαβὶδ, ποτὲ μὲν εἰπών· "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός·" ποτὲ δέ· "Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου·" κατὰ τό· "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις." Ὃ δὴ μὴ ποιήσας μὲν ὁ Φαρισαῖος κατεκρίθη. Δράσας γε μὴν ὁ τελώνης ἀπῆλθε δικαιωθείς. Τοῦτο δεῖν εἰπὼν ὁ Θεὸς ποιῆσαι, Πλὴν ἴσθι, φησὶν, ὡς ἐκ πατέρων ἔφυς ἁμαρτωλὸς, καὶ ὅσοι κατὰ καιροὺς ὑμῶν ἦρξαν, ἠνόμησαν εἰς ἐμέ Ἀντὶ δὲ τοῦ ἄρχοντες, ἑρμηνεῖς Ἀκύλας ἔφη καὶ Σύμμαχος. Τρία δὲ τίθησι τάγματα· πατέρας, καὶ ἑρμηνεῖς, καὶ ἄρχοντας, Ὧν οἱ μὲν ἦρχον, οἱ δὲ τῶν Γραφῶν ἦσαν ἐξηγηταὶ, οἱ δὲ τῷ χρόνῳ προβεβηκότες ἐτύγχανον. Δι' οὓς ἀπολωλέναι λέγει τὸν Ἰσραὴλ καὶ ἐμπεσεῖν εἰς ὀνειδισμὸν, ἢ εἰς βλασφημίαν, ὡς οἱ λοιποί. Καὶ καθ' ἑνὸς δὲ λάβοις ἂν σημαινομένου τὰ τρία, τοὺς ὀφείλοντας λέγων τοὺς ὑπὸ χεῖρα παιδαγωγεῖν, οἱ καὶ πλημμελοῦντες ἀσύγγνωστοι. Τὸ, Εἰς ἐμὲ δὲ ἠνόμησαν, πλείστην ἔχει τὴν ἔμφασιν. Οὐ γὰρ εἰς ἄνθρωπον ἢ φύσιν τινὰ γεννητήν. Ὁ γὰρ εἰδωλολατρῶν, τόγε ἧκον εἰς αὐτὸν, τὴν θείαν ἀπώσατο φύσιν, ἀποστερῶν τῆς προσηκούσης ὑπεροχῆς τε καὶ δόξης, ἐφ' ᾧ τὸν Ἰσραὴλ αἰτιώμενος ἔλεγεν· "Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ." Καὶ πάλιν·
If you should mark iniquities, O Lord, O Lord, who shall stand? For with you there is propitiation." I myself, then, show mercy. But I wish those who have fared well to remember and to hymn the Savior continually. This indeed the saints also do, as again the great David makes clear, at one time saying: "For I know my iniquity, and my sin is ever before me"; and at another: "For I will declare my iniquity, and I will be anxious concerning my sin"; according to the saying: "Do not be ashamed to confess your sins." The Pharisee, not having done this, was condemned. The tax collector, however, having done it, went away justified. God, saying that this ought to be done, says, "Nevertheless know that you are sinful by descent from your fathers, and that as many of those who ruled over you from time to time committed iniquity against me." Instead of "rulers," Aquila and Symmachus said "interpreters." He sets forth three orders: fathers, interpreters, and rulers—of whom some ruled, some were expounders of the Scriptures, and some had advanced in time. On account of these he says that Israel perished and fell into reproach, or into blasphemy, like the rest. And one may take the three as signifying a single thing, calling those who ought to train those under their hand, who, when they go wrong, are without excuse. The phrase "But they committed iniquity against me" has the greatest force. For it was not against a man or some created nature. For the idolater, as far as lies in him, has thrust away the divine nature, depriving it of the fitting preeminence and glory, on which account, blaming Israel, he said: "The priests did not say, Where is the Lord, and those who held fast to the law did not know me, and the prophets acted impiously against me." And again:
"Ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠνομήσατε καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." Διό φησιν, Ἐμίαναν τὰ ἅγιά μου. Οὐκ ἐν μόνῃ γὰρ Ἱερουσαλὴμ, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ νεῷ τὰς τῶν δαιμονίων ἀνέθηκαν στήλας. Λέγει γὰρ περὶ τῆς Ἰουδαίων Συναγωγῆς ὁ Θεός· "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα;" τοιοῦτον δὲ πᾶν, δι' οὗ ἐτυποῦτο Θεός. Μιαίνεται δὲ καὶ ἄλλως τὰ ἅγια, τῶν εἰς Θεοῦ τιμὴν μὴ γιγνομένων ὡς δεῖ. ΚΕΦΑΛ. ΜΔʹ. αεʹ. Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην. Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ κτίσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθήσῃ. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην9, κ.τ.λ. Ταῦτα πρὸς Ἰσραὴλ εἰπὼν καὶ τὸν Ἰακὼβ τὸν διαβεβλημένον, οὐκ ἐκλεκτὸν τοῦτον, οὐ παῖδα πάλιν ἐκάλεσεν, δι' ὧν πάλιν ὀνομάτων τοὺς περὶ ὧν ἐπιφέρει, καλεῖ τὸν ἐπαινετὸν τῶν ἀποστόλων ὑποσημαίνων χορόν. Διό φησι, Κύριος ὁ Θεὸς ὁ ποιήσας σε. Καὶ παραθαῤῥύνας αὐτοὺς πάλιν ἐπήνεγκεν, ὅτι Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Καὶ πῶς διεσάφησε λέγων· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, τὸ λογικόν τε καὶ γόνιμον ζωτικόν τε δηλῶν ὕδωρ, τὸ διὰ τοῦ θείου χορηγούμενον Πνεύματος. Δι' οὗ τοὺς ἀναγεννηθέντας σπέρμα τῶν ἀποστόλων καὶ τέκνα καλεῖ, Παύλου λέγοντος· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Καὶ πάλιν· "Τέκνα οὓς πάλιν ὠδίνω." Εὐλογίας δὲ καλεῖ τὸ πολυειδὲς τῶν τοῦ Πνεύματος δωρεῶν· "Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας·" καὶ τὰ ἑξῆς. Καὶ πάλιν·
Why do you speak to me? All of you have acted lawlessly and all of you have been impious toward me, says the Lord Almighty." Therefore he says, They defiled my holy things. For not only in Jerusalem alone, but also in the divine temple itself they set up the pillars of the demons. For God says concerning the Synagogue of the Jews: "What has the beloved done in my house, an abomination?" And such is everything through which God was typified. But the holy things are defiled also in another way, when things are not done as they ought for the honor of God. CHAPTER 44, 15. But now hear, Jacob my servant, and Israel, whom I chose. Thus says the Lord God, who created you, and who formed you from the womb: He will still help. Do not fear, my servant Jacob, and the beloved Israel, whom I chose, etc. Having said these things to Israel and to Jacob who was slandered, he did not call him chosen, nor again servant, but through these same names he calls those about whom he goes on to speak, signifying the praiseworthy choir of the apostles. Therefore he says, The Lord God who made you. And having encouraged them, he added again, that I will give water in thirst to those who walk in a waterless land. And how did he make it clear, saying: I will put my Spirit upon your seed, and my blessings upon your children, indicating the rational and productive and life-giving water, which is supplied through the divine Spirit. Through which he calls those who have been reborn the seed of the apostles and children, since Paul says: "For in Christ Jesus through the Gospel I begot you." And again: "Children for whom I am again in labor." And he calls blessings the manifold variety of the gifts of the Spirit: "For to one is given a word of wisdom;" and the rest. And again:
"Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ." Τίνες δὲ αἱ εὐλογίαι, δηλοῖ, ὅτι ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Τὸ ζωτικὸν αὐτοῦ παριστῶν ἰτέαν
εἶπεν, διὰ τὸ νεαρόν τε καὶ ἀειθαλὲς τοῦ φυτοῦ. Πηγαῖς γὰρ ἀεὶ καὶ ποταμοῖς παραπέφυκεν. Τινὲς δὲ πρὸς τοὺς αὐτοὺς καὶ τὰ νῦν εἰρῆσθαί φασι. Τὴν γὰρ αἰτίαν τῆς ἀπωλείας εἰπὼν, πάλιν αὐτοῖς τὸ μνησικακεῖν ἐπαγγέλλεται. Ἕτερον αὐτοῖς ἀντὶ τοῦ προλαβόντος ὁρίζων καιρὸν τὸ νῦν λέγων, ὡς καὶ τό· "Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε." Προτρέπει γὰρ αὐτὸν ἐπιλαθέσθαι μὲν τῶν πάλαι. Ὅτι δὲ αὐτοῦ παῖς ὠνομάσθη, σκοπεῖν καὶ ὡς ἐκ πάντων ἐξείλεκται τῶν ἐθνῶν, κατὰ τό· "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη," καὶ τὰ ἐφ' ἑξῆς. Εἰ δὲ νοοῖτο περὶ τῶν ἐξ ἐθνῶν, τοσαύτη τις ἔσται τότε, φησὶ, προκοπὴ καὶ θεοσεβείας κατόρθωσις τῶν οἰκούντων πάλαι τὴν ἔρημόν τε καὶ ἄνυδρον, ὡς ἁμιλλᾶσθαι πρὸς ἀλλήλους ὡς ἐν δρόμῳ τοῦ Θεοῦ τὴν χάριν ἁρπάζειν ἐπειγομένους, καὶ τὸν μὲν Τοῦ Θεοῦ, λέγειν, εἰμὶ, τὸν δὲ τοὔνομα τοῦ Ἰακὼβ ἐπιγράφεσθαι, καίτοι μὴ ὄντα ἐκ τοῦ Ἰακὼβ, ἐκ δὲ τῆς ἐρήμου τῆς πρότερον. Ἀντὶ δὲ τοῦ βοήσεται, κληθήσεται Σύμμαχος ἔφησεν· τοῦτο, φασὶν, ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἐθεασάμεθα, πολλοὺς τῶν ἐθνικῶν τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας ἑαυτοῖς ὑφαρπάζοντας. Ἐκάλει γὰρ ἑαυτὸν ὁ μὲν Ἰακὼβ, ὁ δὲ Ἰσραὴλ, ἕτεροι δὲ Ἱερεμίαν τε καὶ Ἡσαΐαν, καὶ Δανιήλ. Μεθ' ὧν ὀνομάτων ἐπὶ τὰ μαρτύρια προθύμως ἑαυτοὺς ἐπεδίδοσαν.
Each of you has his own gift from God." What the blessings are, he makes clear: that they will spring up like grass in the midst of water, and like a willow by running water. Presenting what is life-giving in it, he called it a willow, because of the fresh and ever-green nature of the plant. For it grows always beside springs and rivers. But some say that these things were spoken also to the same people now. For having stated the cause of their destruction, he again promises them that he will not remember wrongs. Appointing for them another time instead of the former one, he says "now," as also in the passage: "Today, if you hear his voice." For he urges them to forget the things of old. But that he was named his child, they are to consider also in that he was chosen out of all the nations, according to the passage: "When the Most High divided the nations," and what follows. But if it is understood concerning those from the nations, so great, he says, will there then be progress and success in piety among those who formerly dwelt in the desert and waterless land, that they will strive against one another as in a race, eager to seize the grace of God, and one will say, "I am God's," and another will inscribe on himself the name of Jacob, though not being from Jacob, but from the desert that was before. Instead of "he shall be called," Symmachus said "he shall be called." This, they say, we have observed in times of persecution, many of the pagans stealing for themselves the names of holy men. For one called himself Jacob, another Israel, and others Jeremiah and Isaiah and Daniel. With these names they eagerly gave themselves up to martyrdom.
Τὸ δὲ τῇ χειρὶ, διὰ τὸ στίζειν ἴσως πολλοὺς ἐπὶ καρπῶν, ἢ βραχιόνων ἢ τοῦ σταυροῦ τὸ σημεῖον, ἢ τὴν Χριστοῦ προσηγορίαν. Ἤγουν ἐπὶ τῷ ὀνόματι, φησὶν, ἐπειδὴ ὄνομα τοῖς ἐξ Ἰακὼβ σχοίνισμα καὶ κλῆρος Θεοῦ. Οὐκ ἐᾷ δὲ, φασὶ, τοὺς ἀσεβήσαντας χωρεῖν εἰς ἀπόγνωσιν, ὡς μὴ δοκεῖν ὁλόῤῥιζον ἀπολεῖσθαι τὸν Ἰσραὴλ, ἀποστραφέντος εἰς ἅπαν αὐτοὺς τοῦ Θεοῦ. Καταλέαν εἰ δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδόν. Ἑαυτὸν δὲ λέγων Κύριον, καὶ Θεὸν, ποιητήν τε καὶ πλάστην, ἐμφαίνειν ἔοικεν ὅτι καὶ πεπλάνηται, τὸ τῆς θεότητος ὄνομα Ἰσραὴλ περιθεὶς ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, καὶ τῆς ἐξ ἀρχῆς τοῦ ἀνθρώπου δημιουργίας ὑπέμνησεν, ἀχαριστίας γραφόμενος, εἰ γονέας τιμῶν τοὺς εἰς τὴν γένεσιν ὑπουργήσαντας, αὐτὸν ἀπεστράφη τὸν ποιητὴν, ὃ καὶ δι' ἑνὸς ἔφη τῶν προφητῶν· "Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ." Καί· "Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου;" Καί· "Εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ." Κύριος μὲν γάρ ἐστιν, ὡς ὑπὸ χεῖρα τὴν κτίσιν κρατῶν, Πατὴρ δὲ, ὡς ποιητής. Τὸ δὲ ἔτι βοηθήσῃ, παρίστησιν ὡς ἥμερος ἐγὼ καὶ πρὸς τοσοῦτον ἡμαρτηκότα. Ἄνωθεν δέ τινες περὶ τῆς ὅλης ῥήσεως ἔφασαν, ὡς ἐνάγων αὐτοὺς εἰς ἔνδειξιν τῆς ἰδίας μεγαλοπρεπείας, ὡς οἷός τε ἔσται καὶ τὰς δέκα φυλὰς ἐπαναγαγεῖν ἐὰν βουληθῶσι, τῶν πάλαι θαυμάτων ὑπέμνησεν. Εἰ δὲ λέγετε Τί δεῖ μεμνῆσθαι; πάλιν ἐκείνων ἀπιστουμένων τῷ χρόνῳ, παρείσθω ταῦτα, φησὶ, καὶ τὰ νέα σκοπήσατε.
What is meant by "with his hand" is perhaps that many people mark the sign of the cross on their wrists or arms, or the name of Christ. That is, "in the name," he says, since the name is to those from Jacob a portion and inheritance of God. But he does not allow, they say, those who have sinned impiously to proceed to despair, so that Israel might not seem to be destroyed root and branch, when God has turned away from them entirely. But he grants to those who believe in him the way of salvation. And in calling himself Lord and God, maker and fashioner, he seems to indicate that Israel has also gone astray, having applied the name of divinity to other things that are not gods, and he has reminded them of the original creation of man, charging them with ingratitude, if, while honoring as parents those who served for their birth, they turned away from the very maker—which he also said through one of the prophets: "A son glorifies his father, and a servant his master." And: "If I am a father, where is my glory?" And: "If I am a lord, where is my fear? says the Lord Almighty." For he is Lord, as holding creation under his hand, and Father, as maker. And the further phrase "he will still help" shows that I am gentle even toward one who has sinned so greatly. But some have said, regarding the whole passage, that leading them to a demonstration of his own magnificence—that he is able to bring back even the ten tribes if they wish—he reminded them of the ancient wonders. But if you say, "Why must we remember?"—since those things are again disbelieved because of time—"let these things be set aside," he says, "and consider the new things.
Εἰπὼν δὲ τὰ περὶ τῆς Καινῆς Διαθήκης, φησὶν, ὡς Οὐ νῦν ἀρχὴν τῆς περὶ σὲ κηδεμονίας πεποίημαι, ἀλλ' οὐ δὲ μισθὸν λαβὼν ἐξ ἀρχῆς, τοὐναντίον δὲ καὶ ἀσεβοῦντι τῶν ἁμαρτημάτων ἄφεσιν δέδωκα, καιρὸν ὑμῖν δοὺς δικαιοσύνην ἐργάζεσθαι. Καὶ ἡ θάλασσα γὰρ, καὶ ὁ στύλος τοῦ πυρὸς, καὶ ἡ νεφέλη, βαπτίσματος χώραν ἐπεῖχεν ὑμῖν. Καὶ ὁ Ἀπόστολος γὰρ βεβαπτίσθαι φησὶν αὐτοὺς ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ. Ὁ αὐτὸς δὲ καὶ νῦν εἰμι βουλομένων ὑμῶν ἀφιεὶς ἁμαρτίας, ἐὰν ἑαυτῶν κατήγοροι γένησθε ἐπὶ ἀφέσει, οὐ κατακρίσει. Εἰ δὲ μὴ, ἐν καιρῷ τῆς κρίσεως τούτων ὑμᾶς ὑπομνήσω τοὺς ἑαυτῶν πατέρας ταῖς ἁμαρτίαις νικήσαντας. Ἠσέβουν μὲν γὰρ κἀκεῖνοι, ἀλλ' οὐκ εἴδωλον καθ' ὑμᾶς ἐπεισήνεγκαν τῷ ἡμετέρῳ ναῷ. Καὶ πάλιν ἐπιστρέφων αὐτοὺς, δυσωπητικῶς Ἰακὼβ καὶ Ἰσραὴλ ἐκ τῶν πατέρων καλεῖ, καὶ ποιητὴν καὶ διὰ πάντων διήκοντα δεικνὺς ἑαυτὸν, καὶ τῆς ἐν τῇ γαστρὶ μέμνηται πλάσεως. Εἶτα μισθὸν τῆς εἰς τὸν Μονογενῆ πίστεως τὸ Πνεῦμα δώσειν ἐπαγγειλάμενος τὴν ἐξ αὐτοῦ χορηγουμένην εὐλογίαν δηλοῖ. Ἴδιον γὰρ τῶν εὐλογούντων Θεὸν, τὸ καὶ αὐτοὺς εὐλογίας πληροῦσθαι. Εἰ γὰρ ὁ τὸν Ἀβραὰμ εὐλογῶν εὐλογίας κληρονόμος ἔσται, πόσῳ γε τούτου τὸν Θεὸν καὶ Δεσπότην; Ἐν τούτοις δὲ γενήσονται τοῖς ἀγαθοῖς, ὡς τοῖς ἀειθαλέσιν ἐοικέναι
Having spoken of the matters concerning the New Covenant, he says: I have not now made a beginning of my care for you, nor did I receive a reward from the beginning; on the contrary, even when you were impious I granted forgiveness of sins, giving you time to work righteousness. For the sea also, and the pillar of fire, and the cloud, served you as a place of baptism. For the Apostle also says that they were baptized in the cloud and in the sea. I am the same one even now, forgiving sins when you are willing, if you become accusers of yourselves for forgiveness, not for condemnation. But if not, in the time of judgment I will remind you of these things—you who have surpassed your own fathers in sins. For they too were impious, but they did not bring an idol into our temple as you have. And again, turning them back, he calls them Jacob and Israel from their fathers in a persuasive manner, and showing himself to be the maker and the one who pervades all things, he also mentions the formation in the womb. Then, having promised to give the Spirit as the reward of faith in the Only-Begotten, he makes clear the blessing that is supplied from him. For it is proper to those who bless God that they themselves also be filled with blessing. For if the one who blesses Abraham will be an heir of blessing, how much more will the one who blesses God and Master? And in these good things they will be, so as to resemble ever-blooming plants
φυτοῖς καὶ τὰ ἐπὶ τούτοις. κγʹ. Οὕτως λέγει ὁ Θεὸς, ὁ βασιλεὺς Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Πλὴν ἐμοῦ οὐκ ἔστι ὁ Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα9, κ.τ.λ. Ἐξ ἑτέρας ἀρχῆς πρὸς τοὺς εἰδωλολάτρας τῶν Ἰουδαίων ὁ λόγος. Ποίου δὲ Ἰσραήλ ἐστι βασιλεὺς, ἐπήνεγκε λέγων, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ. Τῶν γὰρ ῥυσθέντων ἐστὶ βασιλεὺς, οὐ τῶν κατηγορουμένων ἐπ' ἀσεβείᾳ. Οὓς δὴ καὶ πλανηθέντας ἐπιστρέφει πρὸς τὸν ἕνα Θεόν. Πρὸ οὗ καὶ μεθ' ὃν οὐκ ἔστιν ἄλλον εὑρεῖν. Εἰ δὲ καὶ περὶ παντὸς νοοῖτο τοῦ Ἰσραὴλ τὸ ὁ ῥυσάμενος αὐτὸν, τῆς ἐλευθερίας αὐτῶν τῆς ἐξ Αἰγύπτου μεμνῆσθαι παρακαλεῖ, καὶ τῶν τοσούτων θαυμάτων, παρὰ τὸν φύσει Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον ἕτερον οὐδένα δεικνύς· εἰ δὲ νομίζεις ἄλλον εἶναι, λεγέτω ποῖον ἔργον αὐτοῦ δείκνυσιν ἐν τῷ παντί. Ἑνὸς γὰρ ὄντος τοῦ κόσμου, καὶ συμφυοῦς, καὶ ἑαυτῷ συνημμένου, εἷς ἂν εἴη καὶ ὁ τούτου δημιουρ γὸς, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νοούμενος. Θεοῦ δὲ ὄντος ἑτέρου, καὶ κόσμος ἕτερος νοηθήσεται· ὅπερ ἐκ πλειόνων ὡς ἄτοπον ἐξελήλεγκται. Τὸ δὲ στήτω, τοῦτ' ἔστι πρῶτον ὕπαρξιν δεικνύτω τὴν ἑαυτοῦ, καὶ ὡς ἐν οὐσίας ἐστὶν ὑποστάσει, καὶ ὡς ἐφ' ἑαυτοῦ μένει καὶ ἕστηκεν.
...to plants, and the things that follow these. 23. Thus says God, the King of Israel, the God Sabaoth who delivered him: I am first, and I am after these things. Besides me there is no God. Who is like me? Let him stand, and let him call, and let him declare, and let him prepare for me, from the time I made man for ever, etc. From another beginning the discourse is directed to the idolaters among the Jews. But of what Israel is he king? He added, saying, the God Sabaoth who delivered him. For he is king of those who have been delivered, not of those who are accused of impiety. These very men, having gone astray, he turns back to the one God, before whom and after whom no other can be found. But if "who delivered him" is understood concerning all Israel, he urges them to remember their freedom from Egypt, and the many wonders, showing that there is no other besides the God who is by nature without beginning and without end. But if you think there is another, let him say what work of his he shows in the whole. For since the world is one, and of one nature, and joined to itself, its maker would also be one, understood from the greatness and beauty of the created things. But if there were another God, another world would also be conceived—which has been refuted from many considerations as absurd. And "let him stand" means: let him first show his own existence, and that he is in the subsistence of a substance, and that he remains upon himself and stands.
Εἶτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω πρῶτα καὶ ἔσχατα, ἀφ' οὗ τὸν ἄνθρωπον ἔπλασα, μέχρι τοῦ παρόντος καιροῦ, ἢ καὶ ἔτι τοῦ μέλλοντος, καθάπερ ἐγὼ τὰ μὲν πρῶτα διὰ Μωσέως, τὰ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, δι' αὐτοῦ τε καὶ τῶν ἄλλων ἐμήνυσα προφητῶν. Θεῷ γὰρ τῷ κατὰ φύσιν πάντα πάρεστιν ἐν ἀμερίστῳ γνώσει καὶ τὰ χρόνῳ διεστηκότα. Ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι, ὡς εἰδότες μέν τι, μὴ βουλόμενοι δὲ λέγειν. Οὐ γὰρ ἠκούσατε, φησὶν, ἀπ' ἀρχῆς, οὐδὲ ἔγνωτε τοιοῦτον οὐδὲν, ὡς ἐγὼ πρόγνωσίν τε τὴν ἐμὴν καὶ θεϊκὰς ἐπέδειξα πράξεις. Ὧν ὑμεῖς μάρτυρες, ὅσοι τὰ Μωσέως καὶ τῶν μετ' αὐτὸν ἐγνώκατε λόγια, τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μετὰ ταύτην ἀγγέλλοντα, καὶ τῆς κτίσεως αὐτῆς ὡς δὴ Δεσπότῃ συγκινηθείσης ἐμοί. Ταῦτα γὰρ ἰδίας ἐκάλεσεν ἀρετὰς, ἃς ἐνεργοῦντι τούτων ἦν οὐδεὶς σὺν ἐμοὶ, ἀλλ' οὐδὲ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε μηδὲ τῶν εἰδώλων ἦσαν δημιουργοὶ, καθάπερ ἴστε καὶ ὑμεῖς, ὡς ἐν ἀρχῇ τοῦ θνητοῦ βίου τούτων ὑπῆρχεν οὐδέν. Οἱ δὲ μετὰ ταῦτα γενόμενοι παύσονται τῆς πλάνης ἐγκαλυπτόμενοι. Ἐπιμένοντες δὲ κατὰ τὸν τῆς ἐκδικήσεως ἀπολοῦνται καιρόν. Ὑμεῖς δὲ τέως τί μὴ λογίζεσθε, τίς τῶν ἀψύχων ἀγαλμάτων ἡ φύσις; Εἰ γὰρ εἶχόν τινα δύναμιν, ἤρκεσαν ἂν τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀμοῤῥαίοις εἰς σωτηρίαν ταῖς ἐμαῖς ἐνεργείαις ἀντιταττόμενα. Νυνὶ δὲ σὺν αὐτοῖς ἥλω τοῖς προσκυνοῦσι καὶ πυρὶ δι' ὑμῶν παραδέδοται. Πῶς οὖν ὑμεῖς οἱ κατεγνωκότες γεγόνατε τούτων δημιουργοὶ, καὶ ταῦτα Μωσέως ἀκούσαντες, ὡς Θεῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον;
Then, having uttered a rational voice and one befitting God, let him announce the first things and the last, from the time I formed man until the present moment, or even still into the future—just as I made known the first things through Moses, and the things of Christ's coming through him and the other prophets. For to God by nature all things are present in undivided knowledge, even those separated by time. But do not be conformed by covering yourselves over, as though you knew something but were unwilling to speak. For you did not hear, he says, from the beginning, nor did you know any such thing, as I displayed both my foreknowledge and divine deeds. Of these you are witnesses, as many as have known the oracles of Moses and of those after him—the wonders in Egypt, and after this the one announcing, and creation itself, as if for its Master, stirred together with me. For he called these his own excellences, which, when I was working them, no one was with me—nor even before the flood, when there were not yet makers of idols, just as you yourselves know, that in the beginning of mortal life there was nothing of these. But those who came into being after these things will cease from their error, covering themselves over. And persisting, they will perish at the time of vengeance. But for now, why do you not consider what is the nature of lifeless statues? For if they had any power, they would have sufficed for the Egyptians and the Amorites for salvation, arrayed against my workings. But as it is, they were captured together with those who worship them and handed over to fire through you. How then have you who condemned them become their makers, and that too after hearing Moses, that you shall serve God alone and shall not make for yourself an idol?
οὕτω γεγόνατε μάταιοι τὰ μὴ ὄντα ποθήσαντες; Τὸ δὲ ἐξηράνθησαν, εἰ μὲν ἐπὶ τῶν γλυπτῶν νοοῖτο, ἀντὶ τοῦ ἀπώλοντο κείσεται. Εἰ δὲ ἐπὶ τῶν τεκταινόντων, ὡς ἐπὶ φυτῶν ἀκάρπων ῥηθείη ξηραινομένων, ὧν τὸ τέλος εἰς καῦσιν. Τὸ δὲ κωφοὶ ἀπὸ ἀνθρώπων ἀντὶ τοῦ τελοῦντες μὲν οὐδαμῶς εἰς ἀνθρώπους, ἀναίσθητοι δὲ, κατὰ τό· "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά." Εἶτά φησι, συναχθήτωσαν πάντες, ὡς ἂν κοινῶς ἐντραπεῖεν οἱ τῶν εἰδώλων θεραπευταὶ τῇ δυσσεβείᾳ συνειπεῖν οὐκ ἰσχύοντες. Εἶτα μέμνηται τῶν ὀργάνων, δι' ὧν τὰ εἴδωλα κατεσκεύαζον, ἵνα τὴν περὶ ταῦτα τέχνην προσκυ νοῦντας αὐτοὺς ἀποφήνῃ. Εἰ γὰρ ἦν αὐτὸ τὸ ξύλον Θεὸς, καὶ χωρὶς ἂν τέχνης ὑπῆρχε Θεός. Οὐκοῦν τὴν τέχνην ἐθεοποίησαν ἀσθενοῦς οὖσαν ἀνδρὸς καὶ φθαρτοῦ. Οὐ γὰρ ἂν ἐδεῖτο τροφῆς καὶ ποτοῦ. Ἐν ἐρωτήσει γὰρ ὑποστίζοντες τὸ, Οὐ μὴ πίῃ ὕδωρ, ἀναγνωσόμεθα. Πῶς οὖν ὁ φθαρτὸς ἄφθαρτα, καὶ ἀθάνατα ποιήσειεν ὁ θνητός; τινὲς δὲ καὶ ἐπὶ τῶν εἰδώλων τὸ ὅλον ἐδέξαντο. Προσαγάγετε γὰρ τούτοις θυσίας. Ἄρα οὖν μὴ θυόντων ὑμῶν, πεινάσει καὶ ἀσθενήσει ἐνυπάρχων Θεός; οὐκοῦν καὶ ὕδωρ
Have you thus become utterly vain, desiring things that are not? And the phrase "they were dried up," if it is understood of the carved images, will stand for "they perished." But if it is understood of those who craft them, it may be spoken as of unfruitful plants being dried up, whose end is for burning. And "deaf from men" stands for: in no way reaching their end among men, but senseless, according to the saying: "Let those who make them become like them." Then he says, "Let all be gathered together," so that the worshippers of idols might be put to shame in common, being unable to speak in defense of their impiety. Then he mentions the tools by which they used to construct the idols, in order to show that they worship the craft concerning these things. For if the wood itself were a god, it would be a god even without craft. Therefore they made a god of the craft, which belongs to a weak and corruptible man. For he would not need food and drink. For, punctuating the phrase "He shall surely not drink water" as a question, we shall read it thus. How then could the corruptible make incorruptible things, or the mortal immortal things? But some have understood the whole passage as referring to the idols. For "bring sacrifices to them." Is it, then, that if you do not sacrifice, God, being present, will hunger and grow weak? Therefore also water
ὀφείλει πιεῖν, εἰ τούτων ἐστὶν ἐνδεὴς, ἵνα διαβάλλει καθόλου τοὺς Θεῷ τι προσφέροντας ὑλικὸν, οὗ μὴ πέφυκεν ἐνδεής; οὐ δὲ γὰρ ὁ φύσει Θεὸς προηγουμένως τὰς θυσίας ἐπέταξεν. Ἐντρεπτικῶς δὲ νῦν ὁ προφήτης τοῖς περὶ τούτων ἐνέμεινε λόγοις, ὡς ἂν φρονήσαντες ἐπιστραφεῖεν πρὸς θεοσέβειαν. Τὸ δὲ ὡς μορφὴν ἀνδρὸς, παρίστησιν ὡς τὴν ἰδίαν προσκυνοῦσι μορφὴν τοσοῦτον ἀπᾴδουσαν, ὅσων ἀρχετύπων ἡ μίμησις. Καὶ τὴν ἑαυτῶν αἰσχύνουσι φύσιν τὴν ἐν λίθοις καὶ ξύλοις εἰκόνα τῆς ἀληθοῦς προτιμῶντες μορφῆς, καὶ δόξαν ἐκείνῃ προσάγοντες. Τὸ δὲ ἵστησιν ἐν οἴκῳ, δηλοῖ ὅτι ναῷ ἐκ δρυμοῦ τὴν ὕλην λαβών. Ὅπερ εἰδὼς οὐκ ἂν ἔχοι λέγειν, κατὰ τοὺς Ἑλλήνων λήρους, διοπετῆ τὰ ἀγάλματα. Σποδὸς οὖν ἄρα ἡ καρδία αὐτῶν, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὃ ἤτι μόνος εἴπερ ἐθέλοι Θεὸς ὁ μετασκευάζων, ὡς βούλεται, πάντα, καὶ φωτίζων ἐσκοτισμένα. Ἴδετε, τοῦτ' ἔστι κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιῇ μου, συνήθως οὕτω τὸν μονογενῆ καλέσας Υἱὸν, ὃς εἴτε Θεὸς, εἴτε Κύριος, εἴτε φῶς, ἢ δύναμις, ἢ βασιλεὺς, ἢ Δημιουργὸς, ἢ ζωὴ λέγοιτο, πάντα κυρίως ἐστὶν ἐξ ἀληθείας λεγόμενος, τῶν εἰδώλων ἢ δαιμόνων ψευδῶς ταῦτα λεγομένων. Φύσει γὰρ Θεὸς αὐτὸς ἐκ Θεοῦ. Ὡς ἐπιλήσμονι δὲ τῷ Ἰσραὴλ τὸ μνήσθητι καλῶς ἐπενήνοχεν. Πλασθεὶς γὰρ εἰς παῖδα, οὐκ ὀφείλει τῆς ἀξίας ὑπεριδεῖν, κωφοῖς εἰδώλοις προσκείμενος. "Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς." Λοιπὸν, ὧν ἥμαρτες μέμνησο, κἂν ἐγώ σοι τούτων ἀμνηστείαν χαρίζωμαι.
he ought to drink, if he is in need of these things, so that he may discredit altogether those who offer to God something material of which he is by nature not in need? For God by nature did not command sacrifices as a primary matter. But now the prophet, in a manner meant to shame them, has dwelt on these words, so that they might come to their senses and turn to the fear of God. And the phrase "as the form of a man" shows that they worship their own form, which is as far removed from the archetypes as the imitation is from them. And they put their own nature to shame, preferring the image in stones and wood to the true form, and ascribing glory to it. And the phrase "he set it in a house" makes clear that he took the timber from a thicket for a temple. Knowing this, he could not say, in accordance with the nonsense of the Greeks, that the statues fell from heaven. Their heart, then, is ashes, and no one could rescue the souls of those who have fallen into this, except God alone, if he so wills—he who transforms all things as he wishes, and enlightens what has been darkened. "See," that is, understand, "and you shall not say that there is falsehood in my right hand," having thus customarily called the only-begotten Son, who, whether he is called God, or Lord, or light, or power, or king, or Creator, or life, is all these things truly and from the truth, whereas idols or demons are falsely called such. For he is by nature God himself from God. And "remember" has been well applied to Israel as forgetful. For having been formed as a child, he ought not to overlook his dignity by clinging to dumb idols. "For he who knows the will of his Lord and does not do it shall be beaten with many blows." Henceforth, remember the sins you have committed, even if I grant you forgiveness for them.
Πεπλάσθαι δὲ λέγεται διὰ τοῦ νόμου πρὸς παῖδα. Ὡς γὰρ Ἀδὰμ ἐκ γῆς, καὶ πᾶν ἐν γαστρὶ πλάττεται βρέφος· οὕτως οἱ ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου πλάττονται Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτὸν, κατὰ τό· "Τεκνία, οὓς πάλιν ὠδίνω μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ πάλιν· "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον." Καὶ πάλιν· "Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἀλλ' ἡμεῖς μὲν οὕτω. Τοῖς ἐν νόμῳ δὲ πρέπει δουλείας πνεῦμα λαβοῦσι τὸ εἰς οἰκέτην καὶ παῖδα πεπλάσθαι. Παραβαίνοντας γὰρ ὁ νόμος, ὡς οἰκέτας ἐκόλαζεν. Ἡ ἐν Χριστῷ δὲ πλάσις υἱούς τε καὶ συμμόρφους ἐργάζεται. Τῷ δὴ οὖν Ἰσραὴλ, Μὴ ἐπιλανθάνου μου, φησὶ, τρεπόμενος εἰς ἀσέβειαν. Πρὸς ὃν ἀλλαχοῦ φησιν· "Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα." Οὕτως ἄρα λήθη Θεοῦ, τὸ ἀποφοιτῆσαι τούτου δηλοῖ. Προτρέπων δὲ σπεύδειν ἐπὶ μετάνοιαν, ἐπιστρέφουσιν αὐτοῖς ἀμαρτημάτων ἄφεσιν ἐπαγγέλλεται, Ἀπήλειψα, λέγων, ἀντὶ τοῦ ἀπαλείψω, καθάπερ τι νέφος διαλύσας ἢ γνόφον. Τὸ γὰρ μέλλον τοῦ χρόνου, τὸ λυτρώσομαί σε παρίστησιν. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφὴν, ὡς ἀπεστραμμένον, τὸν Ἰσραήλ; διὰ Χριστοῦ γὰρ ἤμελλε πᾶσιν ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοσθαι συναναστραφέντος ἡμῖν τοῦ Ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου.
He is said to have been molded through the law for a servant. For just as Adam was from the earth, and every infant is molded in the womb, so those in Christ are molded through participation in the Holy Spirit into a form like his, according to the saying: "My little children, for whom I am again in travail until Christ is formed in you." And again: "Do not be conformed to this age, but be transformed by the renewal of your mind, so as to discern what is the will of God, the good and acceptable and perfect." And again: "But we, with unveiled face, beholding the same image, are transformed by the renewal of your mind, from glory to glory, as from the Lord, the Spirit." But we are thus. For those under the law, who received a spirit of slavery, it is fitting to have been molded into a household servant and slave. For the law punished transgressors as slaves. But the molding in Christ produces sons and those conformed to him. To Israel, then, he says, "Do not forget me," as he turns to impiety. To whom he says elsewhere: "You who forget me, and prepare a table for the demon, and fill a mixed cup for Fortune." So then, forgetfulness of God means departure from him. And urging them to hasten to repentance, he promises to those who return forgiveness of sins, saying, "I have blotted out," instead of "I will blot out," as if he had dissolved some cloud or darkness. For the future tense of the time makes clear the "I will deliver you." For how did he who calls to conversion blot out Israel, who had turned away, as one turned away? For through Christ the forgiveness of sins was going to be given to all, when the Lamb who takes away the sin of the world had dwelt among us.
Ὃ δὴ προϊδὼν ὁ προφήτης, καὶ ὡς πολλοὶ τούτων πιστεύσουσιν τῷ προφητικῷ πειθόμενοι λόγῳ, χαίρειν τοὺς οὐρανοὺς προσφωνεῖ, τὰς οὐρανίους δηλονότι δυνάμεις, ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μετανοεῖν μέλλουσιν. Ὅθεν Χριστοῦ γεννηθέντος ἀνέκραζον· "Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη." Σαλπίζειν δὲ βούλεται, καὶ εἴ τινές εἰσι, καὶ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, ἤγουν ἀλαλάξαι, κατὰ τοὺς λοιποὺς, ὕμνον ἀναπεμπούσας Θεῷ. Εἰκὸς δὲ θεμέλια χρηματίζειν τοὺς θεοφιλεῖς πάντας προφήτας τε καὶ δικαίους, κατὰ τὸν Ἀπόστολον λέγοντα· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Ἐπὶ τὴν Χριστοῦ γὰρ κλῆσιν μεγαλοφώνως πάντας ἐκάλεσαν, κατὰ τό· "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν." Ἁπάντων μὲν γὰρ θεμέλιος ὁ Χριστὸς ἀνέχων τε καὶ διακρατῶν τὰ ἐρηρεισμένα. Ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα οἶκος
πνευματικός. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως. Θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς, οἱ αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου. Γίνονται γὰρ ἡμῖν διὰ τῶν παραδόσεων εἰς ἑδραίωμα πίστεως, κατὰ τό· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Τὸ γὰρ τῆς αὐτοῦ πίστεως ἀσάλευτον ὑπεδήλωσεν. Λέγει δὲ καὶ Δαβίδ· "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὅρεσι τοῖς ἁγίοις," περὶ τῶν αὐτῶν λέγων. Ὁ μὲν οὖν Μωσῆς ἰσχνόφωνος ἦν. Ὁ γὰρ νόμος ἦν τοῖς ἐν Ἰουδαίᾳ μόνοις ἐξάκουστος. Σαλπισταὶ δὲ καὶ μεγαλόφωνοι κήρυκες οἱ τὸν Χριστὸν πανταχοῦ διαγγέλλοντες. Ἃ δὲ θεμέλια γῆς ἔφη, ὄρη πάλιν ὠνόμασεν.
The prophet, foreseeing this and that many of them would believe, persuaded by the prophetic word, calls the heavens to rejoice—clearly meaning the heavenly powers—since joy would arise in the heavens over those who were about to repent. Hence, when Christ was born, they cried out: "Glory to God in the highest, and on earth peace." He wishes them to sound the trumpet—and if there are any divine powers that support the earth itself—that is, to shout aloud, like the others, sending up a hymn to God. It is reasonable that all the God-loving prophets and righteous men serve as foundations, according to the Apostle who says: "Having been built upon the foundation of the apostles and prophets." For at Christ's call they summoned all with a loud voice, according to the text: "Their sound went out into all the earth." For Christ is the foundation of all, sustaining and holding together what has been firmly established. For upon him we are all built up as a spiritual house. For he dwells in our hearts through faith. But the more immediate foundations, and closer to us, are the eyewitnesses and servants of the word. For they become for us, through the traditions, a firm foundation of faith, according to the text: "You are Peter, and upon this rock I will build my Church." For he indicated the unshakable nature of his faith. And David also says: "His foundations are in the holy mountains," speaking of the same. Now Moses was slow of speech. For the law was heard only by those in Judea. But the trumpeters and loud-voiced heralds are those who proclaim Christ everywhere. And what he called foundations of the earth, he again named mountains.
Ἔργῳ γὰρ ἦσαν καὶ λόγῳ διαπρεπεῖς, πρὸς οὓς ἔφασκεν· "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών." Πολλὴ δὲ πάλιν τῆς χάριτος ἡ πρὸς τὸν νόμον διαφορά. Ὁ μὲν γὰρ κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσιν ἐβόα κατήφειαν. Οἱ δὲ ταύτης κήρυκες εὐφροσύνην τῷ κόσμῳ κατήγγειλαν, ἄφεσιν βοῶντες ἁμαρτιῶν, καὶ δικαίωσιν ἐν πίστει, ἁγίου τε Πνεύματος μέθεξιν, καὶ υἱοθεσίας λαμπρότητα, οὐρανῶν τε βασιλείαν, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν οὐ κατεψευσμένην ἐλπίδα. Βουνοὺς δ' ἂν εἴποις τοὺς καὶ αὐτοὺς ὑπερηρμένους τῆς γῆς, τῶν δὲ λεχθέντων ὀρῶν ὅμως ἐλάττονας. Ξύλα δὲ, τὰ ἐν αὐτοῖς καὶ ὑπ' αὐτῶν τεθραμμένα, οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ ὥσπερ ἀναβεβηκότες εἰς ἄνδρα τέλειον καὶ καρποῖς κομῶντες πνευματικοῖς, καὶ αὐτοὶ τῆς Ἐκκλησίας ὄντες διδάσκαλοι, καὶ ταῖς νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Χαίρουσι δὲ, ὅτι πρὸς τῷ λυτρωθῆναι τὸν Ἰσραὴλ καὶ δεδόξασται Θεοῦ χρηματίσας Υἱὸς, ἀδελφός τε τοῦ φύσει καὶ ἀληθῶς Υἱοῦ. Καὶ ἄλλως δὲ τὸν κόσμον, καὶ τὰ τούτου μέρη πρὸς δοξολογίαν κινεῖ, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς, καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. Ὅπερ ἐγίνετο ἡνίκα τῶν ἐκ τοῦ προτέρου λαοῦ πολλοὶ τοὺς προφητικοὺς λόγους ὠφελημένοι πρὸς εὐσέβειαν ἐχώρουν καταλιπόντες τὰ εἴδωλα. Τινὲς δὲ τὸ, Καὶ οὐκ ἦσαν οἱ πλάττοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, οὕτως ἐξηγήσαντο·
For they were distinguished in deed and word, to whom he said: "Go up on a high mountain, you who bring good news to Zion." And great again is the difference of grace from the law. For the one, threatening punishments on transgressors, cried out dejection. But the heralds of this grace proclaimed gladness to the world, crying out forgiveness of sins, and justification by faith, and participation in the Holy Spirit, and the splendor of adoption as sons, and the kingdom of heaven, and the unlying hope of goods beyond understanding. And you would call hills those which are themselves raised above the earth, yet lesser than the mountains mentioned. And woods are those things nourished in them and by them—those who believed through them, and who have, as it were, ascended to a perfect man and flourish with spiritual fruits, and are themselves teachers of the Church, restoring those who come to them by their intelligible fruitfulness. And they rejoice, because in addition to Israel being redeemed, the Son of God has also been glorified, and he has become brother of the Son by nature and truly. And in another way he moves the world and its parts to glorification, because God has redeemed Jacob, and Israel shall be glorified—either according to the rest, and in Israel he shall be glorified. Which was happening when many of the former people, benefited by the prophetic words, advanced toward piety, leaving behind their idols. But some interpreted the passage "And there were none who fashioned a god and carved useless things" in this way:
Οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργαζομένους, παρὰ δὲ τὸ μὴ δύνασθαι βοηθῆσαι τοῖς αὐτὰ θεραπεύουσιν, ὡς μηδὲ ὄντα ἡνίκα τὴν γῆν ἐκληροδότησεν Ἰσραὴλ τοὺς τούτων ἀπελάσας προσκυνητάς. Πῶς οὖν οὐ μάταιος μετὰ τοσαύτην πεῖραν εἰδωλολατρήσας αὐτὸς, καὶ τῷ αὐτεξουσίῳ κακῶς χρησάμενος; "Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Οὐδὲ ἐξουσιασθήσομαι, φησὶν, ὑπό τινος." Τοῦτ' ἔστιν, Ἄρχειν λαχὼν ἐμαυτοῦ ἐὰν ὑποταγείην τοῖς πάθεσι, καὶ τὸ ἄρχειν ἀπώλεσα, τῆς ἐλευθερίας ἀποστὰς, δι' ὧν ἐμαυτὸν ὑπέβαλον ἐξουσίᾳ. Τοῦτο δὲ κατὰ μικρὸν ὁδεῦον τῇ τῶν ἡδονῶν συνηθείᾳ πρὸς ἀσέβειαν ἔρχεται. Πονηρὰς γὰρ ὑπονοίας τίκτει κατὰ Θεοῦ, ὡς μὴ εἰδότος τὰ γινόμενα, ἢ καὶ ἀδιαφοροῦντος ἐπ' αὐτοῖς. Δεῖ τοίνυν ἐφ' ἑκάστης ἁμαρτίας τά τε μέρη σκοπεῖν, καὶ τὴν ἀτοπίαν τοῦ τέλους, καὶ συναίσθησιν λαβόντας αἰσχύνεσθαι πρό γε τῶν ἄλλων ἑαυτούς. Αὐτὸς γὰρ ἑαυτῷ τις τὰ εἰκότα διαλεγόμενος ὠφελεῖται τὰ μέγιστα. κδʹκηʹ. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα· ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίασ9; κ.τ.λ.
It is not because those who work these things do not exist, but because they are unable to help those who serve them, as though they did not exist at all when Israel inherited the land, having driven out those who worshiped them. How then is he not foolish, having worshiped idols after so great a trial, and having used his free will badly? "For even if all things are permitted, not all things are beneficial. Nor shall I be brought under the power of anything," he says. That is, having been allotted to rule myself, if I should be subjected to the passions, I have also lost the rule, having fallen away from freedom, through the things by which I subjected myself to authority. But this, advancing little by little through the habit of pleasures, comes to impiety. For it gives birth to evil suspicions against God, as though He did not know what is happening, or even was indifferent to them. It is necessary, then, in the case of each sin, to consider both the parts and the strangeness of the end, and having gained awareness, to be ashamed before all else of themselves. For whoever converses with himself on fitting matters is benefited the most. 24:28. Thus says the Lord who redeems you, and forms you from the womb: I am the Lord who completes all things; I alone stretched out the heaven, and I established the earth. Who else will scatter the signs of those who speak from the belly, and divinations from the heart? etc.
Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος, καὶ ὡς παύσονται ταύτης οἱ τὴν προφητικὴν διδασκαλίαν ὠφελημένοι· νῦν τὴν ἐκ Βαβυλῶνος ἀπαλλαγὴν ἐπαγγέλλεται, εἰς ἥνπερ εἰδωλολατροῦντες ἀπήχθησαν, οὗπερ εἰ παύσαιντο νῦν, ἐλευθερίαν ὑπέσχετο. Ἐπειδὴ δὲ περὶ πραγμάτων μεγίστων ἐποιεῖτο τοὺς λόγους, καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι παρά τινων, εἰκότως τὴν ἰδίαν ἀνεκήρυξε δύναμιν. Πάντων γὰρ ὢν ποιητὴς, καὶ παράγων ἐξ οὐκ ὄντων, πῶς οὐκ ἂν ἔχοι ῥᾳδίως ὅπερ ἂν ἐθέλοι ποιεῖν; Ὡς δὲ τοιούτων ἐσομένων, καὶ ἄνω παρεκελεύετο τῇ κτίσει δοξολογεῖν τὸν Θεὸν, οἷς ἀκολούθως φησίν· Οὕτω λέγει Κύριος ὁ λυτρωσάμενός σε καὶ πλάσσων σε
ἐκ κοιλίας· [ὅπερ] Ἱερεμίας ἐδήλωσεν εἰπών. "Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε" λόγον εἰπὼν Κυρίου τὸν τῶν κατὰ γαστρὸς κυοφορουμένων Δημιουργόν. Εἶτ' ἐπειδὴ περὶ ἐλευθερίας πρόκειται λόγος· λυτρούμενον ἑαυτὸν εἰκότως ὠνόμασεν, σωματικὴν πλάσιν ὡς δὴ σωματικοῖς λέξας. Ἐγώ εἰμι, φησὶν, ὁ ἐκ μικροῦ σε πλάσας ὑποκειμένου, καὶ ὡς ἐκ σπηλαίου τινὸς ἐξαγαγὼν σκοτεινοῦ, μηδὲν περὶ τούτου τῶν γονέων εἰδότων, ἐμοῦ δὲ τὸ πλασθὲν ὑποστήσαντος. Εἰ δὲ σμικρόν σοι τοῦτο πρὸς θείαν φαίνεται δύναμιν, σκόπει τοῦ κόσμου τὰ μέγιστα πόθεν ἔσχε τὴν ὕπαρξιν, καθά φησι καὶ Δαβίδ· "Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν." Καὶ πάλιν· "Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς." Ἀντὶ δὲ τοῦ ὁ συντελῶν, ὁ ποιήσας ἐξέδωκαν οἱ λοιποί. "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν." Ὅτι, "Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν.
Having first set forth the refutation of idolatry, and that those who have been benefited by the prophetic teaching will cease from it, the word now promises release from Babylon, to which they were led away while practicing idolatry; and if they should now cease from it, he promised freedom. And since he was speaking about matters of the greatest importance, and it was likely that some would disbelieve, he rightly proclaimed his own power. For being the maker of all things, and bringing them forth out of nothing, how would he not easily be able to do whatever he wishes? And as these things were to be, he also exhorted creation above to glorify God, in accordance with which he says: Thus says the Lord who redeemed you and formed you from the womb; which Jeremiah made clear when he said, "And the word of the Lord came to me, saying: Before I formed you in the womb I knew you," calling the word of the Lord the Creator of those conceived in the belly. Then, since the discourse is about freedom, he rightly called himself a redeemer, speaking of bodily formation as to bodily creatures. I am he, he says, who formed you from a small substance, and brought you out as from some dark cave, while none of your parents knew about this, but I gave substance to what was formed. But if this seems small to you in relation to divine power, consider the greatest things of the world, whence they had their existence, as David also says: "He stretches out the heaven like a tent." And again: "He founded the earth upon its firmness." And instead of "he who completes," the rest have rendered "he who made." "For all things were made through him, and without him was made nothing." Because, "He spoke, and they were made.
Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν." Ὁ δὲ τοσοῦτος τί ἐποίησεν κατὰ καιροὺς ἐπενήνοχεν, ὡς ἀπολεῖ τὰς πανταχοῦ μαντείας καὶ τὰ χρηστήρια δι' ὧν οἱ δαίμονες ἐφενάκιζον τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας, εἰδέναι τὸ μέλλον πλαττόμενοι, καὶ τὰ ταῖς καρδίαις ἐπερχόμενα λέγοντες· περὶ ὧν ἔφασκεν Ἰεζεκιήλ· "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι." Διεσκέδασε δὲ ταῦτα καὶ τῷ παῦσαι, καὶ τῷ ποιεῖν ἅ ἐστιν ἐκείνοις ἀτέκμαρτα, καὶ ἀπρόγνωστα. Ἀπεστράφησαν δὲ καὶ φρόνιμοι. Φρονίμους καλεῖ τοὺς παρ' Ἕλλησι σοφοὺς, ὧν ἐμώρανεν τὴν σοφίαν τῷ τῆς ἀληθείας διαμαρτεῖν, ἀχρήστου τῆς ἐν αὐτοῖς ἀποδειχθείσης σοφίας. ψυχικὴ γὰρ ἦν, καὶ ἐπίγειος, δαιμονιώδης, ἣν καὶ ὁ Παῦλος μεμωράνθαι φησίν· ἤγουν τοὺς μάγους. Σοφοὺς γὰρ καὶ τούτους ἐκάλουν. Ταῦτα μὲν οὖν διασκεδάσω. Τοῦ δὲ ἐμοῦ Υἱοῦ καὶ Χριστοῦ, περὶ οὗ πολλὰ προεῖπον, καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν ἀποστόλων, στήσω τὰ ῥήματά τε καὶ τὴν βουλήν. Ῥήματα δὲ Χριστοῦ τὸ σωτή ριον κήρυγμα. Βουλὴ δὲ τῶν ἀγγέλων αὐτοῦ, τὸ παυσαμένους πάντας κακίας καὶ πλάνης προσδραμεῖν ἀληθείᾳ καὶ ἀρετῇ. Ἐγὼ δὲ ὁ ταῦτα μέλλων ποιεῖν, ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὡς ἀνοικοδομήσω τὴν Ἱερουσαλὴμ ἣν ὑπὸ Βαβυλωνίων καθῃρημένην καὶ τὰς πόλεις τῆς Ἰουδαίας, ἧς ὡς ἐξ ἀρχῆς τὰ ἔρημα πάλιν συστήσεται. Ἀλλὰ καὶ τὴν πολυπληθίαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω. Καὶ τὴν Βαβυλῶνα, τὴν πλήθεσιν οἰκητόρων ὡς ποταμοῖς διαῤῥέουσαν ξηρανῶ, πέρας αὐτοῖς ἐπιθείς. Τινὲς δὲ ἄβυσσον μὲν τὸ πολυάνθρωπον εἰρῆσθαι τῆς Βαβυλωνίας φασί.
He himself gave the command, and they were created. But what did he accomplish in the times he brought about, so as to destroy the oracles everywhere and the shrines through which the demons used to deceive those before the coming of Christ, fashioning for themselves the knowledge of the future and speaking the things that came into their hearts—about which Ezekiel said: "Woe to those who prophesy from their own hearts, and do not see at all." But he scattered these things both by putting an end to them and by making things that are to them unguessable and unforeseeable. And the wise were also turned back. He calls "wise" the sages among the Greeks, whose wisdom he made foolish by their missing the truth, the wisdom in them having been shown to be useless. For it was soulish and earthly, demonic, which Paul also says has been made foolish—that is, the magi. For they too used to be called wise. These things, then, I will scatter. But my Son and Christ, about whom I spoke many things beforehand, and his angels, the apostles—I will establish their words and their counsel. The words of Christ are the saving proclamation. The counsel of his angels is that all, having ceased from wickedness and error, should run to truth and virtue. And I, who am about to do these things, from here on foretell and promise that I will rebuild Jerusalem, which has been destroyed by the Babylonians, and the cities of Judea, whose desolate places will again be restored as from the beginning. But also the great multitude of wickedness, called the abyss, I will make desolate. And Babylon, flowing like rivers with its multitudes of inhabitants, I will dry up, putting an end to them. Some say that the abyss means the populousness of Babylonia.
Ποταμοὺς δὲ, τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ἃ πέριξ αὐτῆς ὄντα πρὸς ἐπικουρίαν ἐκάλεσεν, ἔθους ὄντος Γραφικοῦ ποταμοὺς καὶ θαλάσσας καὶ ὕδατα, πολλὰ καλεῖν ἔθνη. Λέγει γὰρ καὶ Δαβίδ· "Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, τὸ σωτήριον κήρυγμα διὰ τῶν ἐθνῶν κεχωρηκέναι δηλῶν ὑψηλῇ βροντῆσαν φωνῇ. Τοιοῦτον καὶ τὸ, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Μεγάλαι γὰρ αἱ τῶν ἀποστόλων οὖσαι φωναὶ γεγόνασι γνώριμοι. Εἴρηται δὲ καὶ περὶ Βαβυλῶνος αὐτῆς καὶ Νινευὴ, "Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς." Τινὲς δὲ ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν ἐρημωθεῖσαν, ὅτε διέστη παριόντος αὐτὴν τοῦ λαοῦ· Ποταμοὺς δὲ ξηρανθέντας, τὸν Ἰορδάνην ἀναχαιτίσαντα. Δι' ὧν ὑποβάλλει νοεῖν, ὡς Εἴ μοι ἑαυτοὺς ἐπιδώσητε, τοὺς λογισμοὺς ὑμῶν κοιμίσω κυμαινομένους καὶ ξηρανῶ πλημμυρούσας τὰς ἡδονάς. Καὶ ταῦτα μὲν οὗτοι. Τὰ δὲ καθ' ὑμᾶς τε καὶ Βαβυλωνίους πάντα ποιήσω, φησὶ, διακόνῳ χρησάμενος ἀνδρὶ, οὗ καὶ τοὔνομα προλέγω Κῦρον καλῶν, ὃν προστήσομαι τῶν ἐμῶν βουλευμάτων διάκονον, φρόνησιν αὐτῷ παρασχὼν εὐσεβῆ, ὡς τὰ κατὰ Βαβυλῶνος ἐπιγνῶναι πρακτέα, τοῦ τε λαοῦ τὴν ἄνεσιν, καὶ τῆς Ἱερουσαλὴμ σὺν τῷ ναῷ τὴν ἀνάκτισιν. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ λέγων Κύρῳ, Ποιμήν μου. Καὶ πάλιν· Ὁ δὲ ναὸς θεμελιωθήσεται. Τελευτήσαντος γὰρ Κύρου κεκώλυται μὲν ἔκ τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ' αὐτὸν βασιλεύσαντος τοῦ ναοῦ θεμελίων ἐπὶ Κύρου
But the rivers—the nations flowing into her, which, being around her, he called to her aid—since it is a Scriptural custom to call many nations rivers and seas and waters. For David also says: "The voice of the Lord is upon the waters. The God of glory thundered," indicating that the saving proclamation had passed through the nations, thundering with a lofty voice. Such too is the passage: "The rivers lifted up their voices." For the voices of the apostles, being great, have become known. And it has been said also concerning Babylon itself and Nineveh: "Like a pool of water are her waters." But some have called the Red Sea a desolate abyss, when it parted as the people passed through it; and the rivers dried up—the Jordan, having been driven back. Through these things he suggests the understanding that, If you surrender yourselves to me, I will calm your thoughts when they are tossing and dry up your pleasures when they are flooding. And these things are their interpretation. But all things concerning you and the Babylonians I will accomplish, he says, using as a servant a man whose name I foretell, calling him Cyrus, whom I will set over my counsels as a servant, granting him pious understanding, so as to recognize what must be done against Babylon, and the relief of the people, and the rebuilding of Jerusalem together with the temple. But Symmachus rendered it: "He who says to Cyrus, My shepherd." And again: "But the temple shall be founded." For when Cyrus had died, the progress of the works was hindered by some out of envy, on the part of the king who reigned after him, from the foundations of the temple in the time of Cyrus
προκαταβεβλημένων, ἐπληρώθη δὲ μετὰ ταῦτα βουλήσει Θεοῦ. Καὶ ταῦτα δεδήλωκεν ἡ Γραφή. Καὶ Ἰώσηπος ἐν αʹ τῆς Ἀρχαιολογίας, ὡς ἐπιδειχθείσης παρὰ τῶν αἰχμαλώτων τῆς Ἡσαΐου προφητείας τῷ Κύρῳ, ταῦτά τε γνοὺς, καὶ ἐπ' ὀνόματος ἑαυτὸν κεκλημένον εὑρὼν πρὸ δέκα καὶ διακοσίων ἐτῶν, σὺν πολλῇ προθυμίᾳ τὰ προστεταγμένα πεποίηκεν. ΚΕΦΑΛ. ΜΕʹ. αηʹ. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται9, κ.τ.λ. Ὃν καὶ χριστὸν καλεῖ, οὕτω παρ' Ἑβραίοις λεγομένων τῶν ὑπὸ Θεοῦ προχειρισθέντων εἰς βασιλείαν. Ἐλαίῳ γὰρ αὐτοῖς οἱ βασιλεῖς εἰώθεσαν χρίεσθαι πρὸς τὴν ἀρχὴν καθιστάμενοι. Τροπικῶς δὲ καὶ τοὺς ἁγίους οὕτω φησὶν ἡ Γραφή. Χριστὸν οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἐκ Θεοῦ πρὸς τὴν ἀρχὴν κεκλημένον. Ὡς δὲ τοιούτου, φησὶν, ἐπαγγέλλομαι κρατῆσαι τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικηθῆναι παρά τινος κρείττονος. Ἀντιλήψεως γὰρ τοῦτο σημεῖον, καθά φησιν ἐν Ψαλμοῖς· "Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Ὑποτάξας δὲ πλείστους αὐτῷ, πᾶσαν διαῤῥήξω τὴν ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείαν, οὐδὲν ἄβατον ἐάσας αὐτῷ, καθ' ὧν ἂν ἐθέλῃ χωρεῖν. Ἀλλὰ κἂν ᾖ τι δυνατὸν ἐμποδὼν, ὡς ὄρος γινόμενον, κἂν ἰσχυρὸν ὡς χαλκὸς ᾖ, καὶ σίδηρος, πάντα ταπεινώσω καὶ λύσω, ὡς μηδὲ θησαυροὺς ἀοράτους τοῖς πρὶν βασιλεῦσι τοῦτον διαλαθεῖν. Τινὲς δὲ θησαυρούς φασι τοὺς ὅσοι καὶ μάλιστα δυνατοὶ παρὰ τὴν ἔφοδον Κύρου σπηλαίοις ἐγκαταδύντες ἐλάνθανον.
...having been laid down beforehand, but afterward it was fulfilled by the will of God. And the Scripture has made these things clear. Josephus also, in the first book of the Antiquities, says that when the prophecy of Isaiah was shown to Cyrus by the captives, and he learned these things and found that he had been called by name two hundred and ten years beforehand, he did what had been commanded with great eagerness. CHAPTER 45. 1. Thus says the Lord God to my anointed Cyrus, whose right hand I have grasped, to subdue nations before him, and I will break the strength of kings. I will open doors before him, and cities shall not be shut, etc. He calls him "anointed," since among the Hebrews those appointed by God to kingship are so called. For kings were accustomed to be anointed with oil when they were established in rule. And figuratively the Scripture also calls the saints by this name. So he called him "anointed," as one called by God to rule. And as such, he says, I promise to grasp his right hand, so that he may not be turned aside, nor be conquered by any stronger power. For this is a sign of support, as he says in the Psalms: "You have grasped my right hand, and in your counsel you guided me." And having subjected very many to him, I will break every dominion among the remaining nations, leaving nothing impassable for him, wherever he wishes to advance. But even if anything powerful stands in the way, becoming like a mountain, and even if it is strong as bronze and iron, I will humble and loose all things, so that not even unseen treasures escape him, which were hidden from the kings before him. But some say the treasures are those who were especially powerful, who at the approach of Cyrus sank down into caves and lay hidden.
Ὃ δὴ μαθὼν, δᾷδας ἐξάπτων τοὺς ἄνδρας ἀνεύρισκεν. Γνῶθι δὲ τούτων ἐσομένων ὅστις εἰμὶ, ὁ πρὸ τοσούτων χρόνων τὴν σὴν προσηγορίαν εἰπών. Εἰμὶ γὰρ Θεὸς Ἰσραὴλ, ὃν μὴ ἀγνόει. Δι' αὐτὸν γάρ σοι τοσαύτην δυναστείαν δεδώρημαι. Ἐμὸς γάρ ἐστιν ἐκ πάντων ἐκλεγεὶς τῶν ἐθνῶν τῇ πρὸς τοὺς αὐτῶν πατέρας τιμῇ. Διό σε προσεδεξάμην, ὡς ἐμαυτοῦ οἰκεῖον, καίπερ οὐκ ἐγνωκότα με, τῇ δὲ ἐκ πατέρων εἰδωλολατρείᾳ προσκείμενον. Ὡς ἂν μὴ δοκῇς προλαβούσης εὐσεβείας γέρα σοι ταῦτα δεδόσθαι. Ἀλλ' εἰ καὶ μὴ πρότερον ἔγνως, ὅτι μόνος εἰμὶ Θεὸς, μάθε γ' οὖν ἐξ ὧν διαπράξομαι, δι' ὧν πάντες εἴσονται Θεὸν εἶναι μόνον ἐμὲ, καὶ δι' ἀλλοφύλων, καὶ τῆς ἐμῆς ξένων θρησκείας, τὰ δοκοῦντα διαπραττόμενον. Καὶ δι' ὧν τὸν ἐμὸν λαὸν, ἡνίκα μὲν παιδείας ἦν καιρὸς, ὥσπερ ὀργῇ καὶ σκότῳ διὰ τῆς παιδείας κατήφειαν παρέδωκα. Ἡνίκα δὲ σώζειν ἔδει διορθωθέντα φῶς καὶ εἰρήνην ἐπ' αὐτὸν ἀνατεῖλαι πεποίηκα, διὰ τὴν ἐκ τῆς ἀφέσεως τῶν δεσμῶν εὐφροσύνην. Καὶ γὰρ εἰρήνης εἰμὶ καὶ φωτὸς χορηγὸς, σκότους τε καὶ τῶν λυπηρῶν, ἃ δὴ καλεῖν κακὰ φίλον ἐστὶ τοῖς πολλοῖς, ὧν ἐγὼ ποιητὴς πρὸς τὴν ἀξίαν αὐτὰ χορηγῶν ἐπ' ὠφελείᾳ τῶν δεχομένων. Τινὲς δὲ φῶς καὶ σκότος, ἡμέραν εἰρήκασι καὶ νύκτα. Οἳ καὶ κατὰ τὰ ἐπενεχθέντα τοῖς Βαβυλωνίοις φασὶ, δι' ἣν ἐπεδείξαντο κατὰ τῶν ἐξ Ἰσραὴλ ἡλωκότων ὠμότητα, ὡς διὰ Ζαχαρίου τὸν Θεὸν εἰρηκέ ναι· "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα. Αὐτοὶ δὲ, συνεπέθεντο εἰς κακά." Καὶ πρὸς αὐτὴν δὲ Βαβυλῶνά φησιν·
Having learned this, he lit torches and searched out the men. Know, then, who I am, that these things will come to pass—I who spoke your name so many years beforehand. For I am the God of Israel, whom you did not fail to know. It is for his sake that I have bestowed such great dominion upon you. For he is mine, chosen out of all the nations by the honor shown to their fathers. Therefore I received you as one of my own household, even though you did not know me, but were devoted to the idolatry of your fathers. This was so that you might not think these gifts were given to you as a reward for prior piety. But even if you did not know before that I alone am God, learn it now from what I shall accomplish, through which all shall know that I alone am God—both through foreigners and through those strange to my worship, accomplishing what seems good. And through those things by which I delivered my people over to dejection, as though in anger and darkness, through discipline, when it was the time for discipline. But when it was necessary to save them once they had been corrected, I caused light and peace to rise upon them, because of the gladness that comes from the release of their bonds. For I am the provider of peace and light, and of darkness and of sorrows—which the many are wont to call evils—of which I am the maker, dispensing them according to worth for the benefit of those who receive them. But some have called light and darkness day and night. And they say that, in accordance with what was brought upon the Babylonians because of the cruelty they showed toward the captives from Israel, God spoke through Zechariah: "I have been jealous for Jerusalem and for Zion with a great jealousy, and with great wrath I am angry against the nations that join in attacking, because I was angry but a little, but they joined in attacking for evil." And to Babylon itself he says:
"Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." Δι' ὅπερ ἔφη διὰ Ἱερεμίου τῳ Κύρῳ· "Ἐπίβηθι ἐπ'αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Ἐκδίκησον μάχαιραν καὶ ἀφανισμὸν, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι." Καὶ πάλιν· "Ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν, ὡς σπήλαιον," καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ παρόντος δὲ προφήτου ἐῤῥέθη· "Ἐπεγερῶ ὑμῖν τοὺς Μήδους," καὶ τὰ ἐπὶ τούτοις. Τὴν δὲ μέλλουσαν ἐπάνοδον προθεσπίσας ὁ λόγος ὡς, ἐπ' εὐαγγελίοις χαίρειν αὖθις ἐντέλλεται ταῖς οὐρανίαις δυνάμεσιν, καὶ ταῖς νεφέλαις ταῖς λογικαῖς, ἃς ἐνετείλατο πρότερον ὑετὸν εἰς τὸν ἀμπελῶνα μὴ βρέξαι,
δικαιοσύνην χορηγῆσαι τοῖς οἰκοῦσι τὴν γῆν. Καὶ ἡ γῆ δὲ, φησὶ (λέγων τοὺς κατοικοῦντας τὴν γῆν), ἡ πρὶν ἔρημος, ἀνανεούσθω φέρουσα θεοσεβείας καρποὺς ἔλεος καὶ δικαιοσύνην. Ταῦτα δὲ ἔσται τοῦ σοῦ κτίστου προστάξαντος. Τῷ γὰρ ἐξ οὐκ ὄντων παραγαγόντι σε δυνάμει ποιητικῇ ῥᾷστον ἀνανεῶσαι τὸ δημιούργημα. Τινὲς δέ φασιν ὡς δὴ συνήθως ἡ Γραφὴ ἐκ τῶν κατὰ μέρος εἰς τὸ καθόλου τὸν λόγον ἀνήγαγεν.
I have given them into your hands. But you did not give them mercy." Therefore he spoke through Jeremiah to Cyrus: "Go up against her, and against those who dwell in her. Take vengeance with the sword and destruction, says the Lord, and do according to all that I command you." And again: "The Lord has opened his treasury, and has brought out the vessels of his wrath, because there is work for the Lord in the land of the Chaldeans, because her times have come. Open her storehouses, search her out as a cave," and the rest. And through the present prophet it was said: "I will stir up the Medes against you," and what follows. Having foretold the coming return, the word again, as at good tidings, commands the heavenly powers to rejoice, and the rational clouds, which he previously commanded not to rain rain upon the vineyard,
to supply righteousness to those who dwell on the earth. And the earth, he says (meaning those who dwell on the earth), the formerly desolate land, let it be renewed, bearing the fruits of godliness, mercy and righteousness. And these things will be when your Creator has commanded it. For to him who brought you forth from nothing by his creative power, it is most easy to renew the work of his making. But some say that Scripture, as is its custom, has raised the discourse from particulars to the universal.
Εἰπὼν γὰρ τὰ κατὰ Κῦρον, καὶ Βαβυλῶνα, καὶ τὴν ἐπάνοδον, ἐπὶ Χριστὸν μετάγει τῶν εἰρημένων τὴν ἔννοιαν, ὃς ἀπεστάλη παρὰ τοῦ Πατέρος κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ νεκροῖς ἀνάβλεψιν, καὶ τοὺς σειραῖς ἁμαρτημάτων κατεσφιγμένους ἐξελέσθαι τῆς τοῦ Σατανᾶ τυραννίδος, παλινδρομεῖν τε παρασκευάσαι πρὸς ἑαυτὸν, ὃς τὸν ἑαυτοῦ ναὸν, τὴν Ἐκκλησίαν ἀνήγειρεν, παραστήσας ἑαυτῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δι' ὧν οὖν ἔπραξεν Κῦρος, ὡς διά τινος εἰκόνος τὰ πᾶσι δεδωρημένα σημαίνεται, ἐφ' οἷς εὐφραίνεται καὶ τὰ οὐράνια πνεύματα, εἴ γε χαίρουσι καὶ ἐφ' ἑνὶ μόνῳ μετανοοῦντι ἁμαρτωλῷ, ἃ καὶ νεφέλας καλεῖ, δι' ὧν αἱ τοῦ ἁγίου Πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην εἰς τὰς τῶν πιστευόντων ψυχάς. Ἢ καὶ τοὺς μυσταγωγοὺς τοὺς ὄντας ἐπὶ τῆς γῆς αἱ νεφέλαι σημαίνουσιν, οἳ περιφοιτῶντες τὴν γῆν, τὸν ἱερὸν ἅπασι κατεσκέδασαν λόγον κατάρδοντες τὰς τῶν διψώντων ψυχὰς πρὸς εὐκαρπίαν πνευματικὴν ἀπηλλαγμένας τῶν τοῦ διαβόλου σπερμάτων, ὧν ὁ καρπὸς οὐδεὶς ἦν, ὁ ποιῶν χρηστότητα οὐκ ἦν ἕως ἑνός. Καρποὶ δὲ τοῦ Πνεύματος ἔλεος, τοῦτ' ἔστιν ἀγάπη, πλήρωμα νόμου τυγχάνουσα, τὴν εὐαγγελικὴν ἔχον συνεζευγμένην δικαιοσύνην. Εἰ μήτις λέγοι δικαιοσύνην ἐκ γῆς ἀνατείλασαν αὐτὸν εἶναι Κύριον, δι' οὗ ἠλεήθημέν τε καὶ δεδικαιώμεθα. Περὶ οὖ φησι καὶ Δαβίδ· "Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς." Ἐκ γῆς γὰρ εἶχε τὴν σάρκα μὴ κατελθοῦσαν ἐξ οὐρανοῦ. θιζʹ. Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε, ποιῶν βελτίω, κατεσκεύασα ὡς πηλὸν κεραμέως. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν;
For having spoken of the matters concerning Cyrus, and Babylon, and the return, he transfers the meaning of what was said to Christ, who was sent by the Father to proclaim release to captives, and recovery of sight to the dead, and to rescue those bound fast by the chains of sins from the tyranny of Satan, and to prepare them to run back to himself, who raised up his own temple, the Church, presenting to himself a pure virgin, having neither spot nor wrinkle. By the things, therefore, that Cyrus did, as through some image, the things bestowed on all are signified, at which the heavenly spirits also rejoice, if indeed they rejoice even over one sinner who repents, which he also calls clouds, through which the consolations of the Holy Spirit are sent down like rain into the souls of believers. Or else the clouds signify the mystagogues who are on the earth, who, going about the earth, scattered the sacred word to all, watering the souls of the thirsty unto spiritual fruitfulness, freed from the seeds of the devil, of which the fruit was none; there was not one who did good, not even one. But the fruits of the Spirit are mercy, that is, love, which is the fulfillment of the law, having the righteousness of the gospel joined with it. Unless someone should say that righteousness is the Lord himself who sprang up from the earth, through whom we have been shown mercy and have been justified. Concerning whom David also says: "He wrought righteousness in the midst of the earth." For he had his flesh from the earth, not having come down from heaven. 99. I am the Lord who created you, making you better, I fashioned you as the clay of a potter. Will the plowman plow the whole earth all day long?
Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρα; Οὐαὶ ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεισ9; κ.τ.λ. Ἐπιτιμᾷν ὁ λόγος δοκεῖ τοῖς μετὰ τοσαύτην ἐπαγγελίαν τὴν περὶ τῆς ἀνακλήσεως μὴ προστρέχουσι τῷ Θεῷ, καὶ ὡς πάντων ὄντι Θεῷ κατὰ καιρὸν παιδεύοντι τὸν λαὸν, καὶ πάλιν ἀναλαμβάνοντι, βελτίω τε τὸν ναὸν καὶ τὴν πόλιν κατασκευάζοντι δίκην κεραμέως τὰ συντριβέντα πάλιν ἀνανεουμένῳ, καὶ τῶν πρώτων κρείττω δεικνύντι τὰ δεύτερα. Τὴν αὐτὴν λαβὼν Θεὸς καὶ πρὸς Ἱερεμίαν εἰκόνα προσέθηκεν· "Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ;" καὶ νῦν δέ φησι διὰ τοῦ παρόντος προφήτου, ὅτι βέλτιον κατεσκεύασα, νῦν ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. Ἀντὶ δὲ τοῦ ποιῶν βέλτιον κατεσκεύασα, Σύμμαχος ἔφησεν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; ὁ Θεοδοτίων, ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. Ἐγὼ γὰρ, φησὶν, ὁ τοὺς οἰκοῦντας τὴν γῆν γεωργῶν μετέπλασα τὸν λαόν. Μὴ οὖν ἐναντιοῦσθε ταῖς ἐμαῖς οἰκονομίαις, ὡς οὐδὲ πηλὸς κεραμεῖ. Πηλοῦ γὰρ λόγον ἐκ γῆς πλασθέντες ἔχομεν ὡς πρὸς κεραμέα τὸν πάντων Δημιουργόν. Πᾶς μὲν οὖν ἐναντιούμενος ταλανίζεται, ἐξαιρέτως δὲ ὁ Πατέρα λαχὼν τὸν Θεὸν αὐτῷ τε λαὸς ἀνακείμενος. Οὐαὶ γὰρ ὁ λέγων τῷ πατέρι αὐτοῦ, Τί γεννήσεις; ἢ κατὰ Σύμμαχον, Τί ἐγέννησας; Οὐ παύονται γάρ τινες ἐγκαλοῦντες Θεῷ· Τί γὰρ ἔδει τούτου τοῦ βίου; Τίς ἡ τούτου διοίκησις; καὶ τίς ἐκείνων ἡ χρεία; ἐχρῆν δὲ οὕτω γεγενῆσθαι. Εἶτά φησιν· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου.
Will the clay say to the potter, "What are you doing, that you do not work, nor have hands?" Woe to him who says to his father, "What will you beget?" etc. The word seems to rebuke those who, after so great a promise concerning the restoration, do not run to God, and [to show] that He is God of all, disciplining the people at the right time, and again taking them up, and preparing the temple and the city better, renewing again like a potter the things that were shattered, and showing the second things better than the first. God, having taken the same image also in relation to Jeremiah, added: "If as this potter I shall not be able to do to you, house of Israel?" And now he says through the present prophet that I have prepared better, now as the clay of a potter, the people who were shattered long ago. And instead of "I have prepared better," Symmachus said: "Woe to him who contradicts the one who formed him." And instead of "Does he who plows plow the earth?" Theodotion [said]: "plowing those who plow the earth." For I, he says, who cultivate those who dwell on the earth, have remolded the people. Do not, then, oppose my economies, as neither does clay the potter. For we have the account of clay, having been molded from earth, as toward a potter, the Creator of all. Everyone, then, who opposes is wretched, but especially he who has obtained God as Father and is a people devoted to him. For woe to him who says to his father, "What will you beget?" or according to Symmachus, "What did you beget?" For some do not cease accusing God: "For what need was there of this life? What is its administration? And what is the use of those things? But it ought to have come to be thus." Then he says: "Ask me concerning my sons, and concerning the works of my hands.
Διὰ μὲν τῶν υἱῶν σημαίνων τὴν νοερὰν οὐσίαν καὶ λογικήν. Διὰ δὲ τῶν ἔργων, τὰ μέρη τοῦ κόσμου. Εἰ μὲν γὰρ ἔχεις τι, φησὶν, εἰπεῖν, εἰς τούτων διόρθωσιν, λέγε. Εἰ δὲ μαθεῖν τις ἐθέλει περὶ αὐτῶν, διὰ τῶν ἐμῶν ἐρωτάτω με προφητῶν, καὶ γνώσεται τίνα τρόπον πάντα διέπω κηδόμενος. Τίνα γὰρ ἔχει μέμψιν ἀνθρώπου δημιουργία; ποῖον δὲ κάλλος ἢ μέγεθος οὐρανὸς οὐ παρέρχεται; τί δὲ μὴ
πρὸς χρείαν ἐγένετο; Γῆ μὲν οἴκησιν ἀνθρώπῳ, καὶ φυτὰ, καὶ ζῶα πρὸς τὴν αὐτοῦ χρῆσιν, παρέχουσα. Οὐρανοῦ δὲ ἄστρα νῦν μὲν αὐτῷ δᾳδουχοῦντα· νῦν δὲ πάλιν ἐν ἁρμονίῳ κινήσει σημεῖα καὶ χρόνους ἀποτελέσαι δυνάμενα. Πρὸς δὲ τοῖς ἄλλοις καλοῖς, Ἤγειρα καὶ διὰ τὸν ἐμὸν λαὸν βασιλέα, ἢ Κῦρον, λέγων, οὗ, φησὶν, αἱ ὁδοὶ εὐθεῖαι. Ἢ κατὰ Σύμμαχον, καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Δυνάμει γὰρ αὐτὸς αὐτὸν ᾠκοδόμησεν ἐπιτρέψας τοῖς ἐθέλουσιν ἀνιέναι, καὶ τοῦτο ποιεῖν μετὰ δώρων τούτους ἀφείς. Ἢ Ζοροβάβελ ἐκ Δαβὶδ ἕλκοντα τὴν γονὴν, ὃς ἡγησάμενος τῶν ἀνελθόντων ᾠκοδόμησε τὸν ναόν. Περὶ οὗ φησιν· "Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." Οἰκειότερον δ' ἂν ἐπὶ Χριστοῦ λαμβάνοιτο, ὃς καί φησιν· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ." Οὗπερ ἀληθῶς αἱ ὁδοὶ εὐθεῖαι. Καὶ τὴν ἀληθινὴν αὐτὸς ᾠκοδόμησε πόλιν, λέγων·
By "sons" he signifies the intellectual and rational essence; by "works," the parts of the world. For if you have something to say, he says, for the correction of these things, speak. But if anyone wishes to learn about them, let him ask me through my prophets, and he will know in what manner I govern all things with care. For what fault does the creation of man have? What beauty or magnitude does heaven not surpass? What was made that is not for use? The earth provides a dwelling for man, and plants and animals for his use. The stars of heaven now light his way like torches, and again in harmonious motion are able to produce signs and seasons. And in addition to other good things, I have raised up a king also for my people, either Cyrus, he says, whose ways are straight—or according to Symmachus, "and I will make straight all his ways." And he shall build my city. For in effect he built it himself by entrusting it to those who wished to go up, and allowing them to do this with gifts. Or Zerubbabel, drawing his lineage from David, who, leading those who went up, built the temple. Concerning whom it says: "The hands of Zerubbabel have laid the foundation of this house, and his hands shall complete it." But it would be taken more fittingly of Christ, who also says: "But I have been established king by him on Zion, his holy mountain." His ways are truly straight. And he himself built the true city, saying:
"Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Ἥτις ἐκ λίθων συνέστηκε ζώντων, ἀκαθαίρετός τε, καὶ ἀπὸ ἀνατολῶν εἰς δυσμὰς παρατείνουσα ἠλευθέρωσέν τε τῆς ἐκ διαμόνων δουλείας, καὶ ταῦτα προῖκα, κατὰ τὸ, "Χάριτί ἐστε σεσωσμένοι." Τὰ γὰρ κατὰ Κῦρον, ἢ Ζοροβάβελ ἱστορικὰ, σύμβολα τῶν ἀληθῶν ὑπῆρχεν. Ἑπὶ Χριστοῦ γὰρ μᾶλλον ἁρμόσει τὸ, Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρω. Κατὰ γὰρ τὴν πρόχειρον λέξιν, οὔτε Χριστὸς Κυρίους, Πέρσης ὢν ὑπῆρχεν ὁ Κῦρος, οὔτε τὴν πόλιν ᾠκοδόμησεν, πλὴν τῆς τῶν θεμελίων ἀρχῆς. Εἶτα διέμεινεν ἔρημος μέχρι τῆς βασιλείας Δαρείου. Καὶ τὰ ἑξῆς δὲ μᾶλλον τῷ Χριστῷ ἤπερ Ζοροβάβελ ἁρμόσει καὶ κύρῳ, ἐν οἷς Αἴγυπτόν φησι κεκοπιακέναι, δι' αὐτῆς δηλῶν τοὺς ὅσοι πάλαι διὰ τῆς εἰδωλολατρείας ἦσαν δεδουλωμένοι τοῖς δαίμοσιν. Ἐπὶ δὲ σὲ τὸν προφητευόμενον βασιλέα καὶ πᾶν ἔθνος διαβήσεται βάρβαρον. Σαβὰ γὰρ ἔθνος Αἰθιοπικὸν, οὗπερ ἡ βασίλισσα πρὸς Σολομὼν παρεγένετο. Τέλος δὲ τούτοις ἀγαθὸν τὴν Χριστοῦ προαγορεύει προσκύνησιν, ὃς καὶ Θεὸς ἦν, καὶ Θεὸν εἶχεν ἐν αὑτῷ, ὅπερ οἱ προσκυνοῦντες ἠγνόουν τὸ πρότερον. Αὐτὸς δὲ καὶ τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Τὸ γὰρ Ἰησοῦς ὄνομα τοῦτο δηλοῖ. Τούτων δὲ προσκυνούντων οἱ ἀντικείμενοι καταισχύνονται ἐκ περιτομῆς τε καὶ ἐθνικοὶ κατὰ καιροὺς τὴν Ἐκκλησίαν διώξαντες. Μηδὲν γὰρ μειώσαντες ηὔξησαν. Ὁ δὲ Θεοδοτίων ἐξέδωκεν· Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. Καὶ Ἀκύλας, ἰσχυρὸς. ἔφησεν. Ἀντὶ δὲ τοῦ· οὐκᾔδειμεν, ὁ μὲν Θεοδοτίων καὶ Σύμμαχος, κορυφαῖος. Ὁ δὲ Ἀκύλας, ἀποκρυπτόμενος·
I will build my Church upon the rock, and the gates of Hades shall not prevail against it." This Church is composed of living stones, is indestructible, extends from east to west, and has freed us from slavery to demons—and that freely, according to the saying, "By grace you have been saved." For the historical events concerning Cyrus or Zerubbabel were symbols of the true realities. For the words "Thus says the Lord to my Cyrus, my anointed" fit Christ better. For according to the plain reading, Cyrus was not a Lord's anointed, being a Persian, nor did he build the city, except for the beginning of the foundations. Then it remained desolate until the reign of Darius. And the following words fit Christ better than Zerubbabel and Cyrus, in which he says that Egypt has labored, thereby signifying through it all those who of old were enslaved to demons through idolatry. And against you, the king who is prophesied, every barbarian nation shall pass over. For Saba is an Ethiopian nation, whose queen came to Solomon. And as a good end for these he foretells the worship of Christ, who was both God and had God within himself, which those who worshiped did not know before. He is also the Savior of Israel. For the name Jesus signifies this. While these worship, those who oppose them are put to shame—both those of the circumcision and the Gentiles who at times persecuted the Church. For having diminished nothing, they increased it. But Theodotion rendered: "Nevertheless in you is strength, and there is no other besides him." And Aquila said: "strong." Instead of "we did not know," Theodotion and Symmachus have "chief." And Aquila: "hiding.
τὸ ἀπόκρυφον τῆς τοῦ Χριστοῦ θεολογίας ἐμφήναντες. Ἀκολούθως δὲ τῇ περὶ Χριστοῦ προφητείᾳ καὶ τῶν αὐτοῦ μέμνηται μαθητῶν. Αὐτοὶ γὰρ ἦσαν Ἰσραὴλ ὁ σωζόμενος, δι' ὧν τὰς νήσους ἀνεκαίνισεν Ἐκκλησίας, οἷς ἁρμόσει καὶ τὸ, Οὐκ αἰσχυνθήσονται τοσοῦτον ἔργον πανταχοῦ τῆς οἰκουμένης ἀνύσασιν; Τινὲς δὲ οὕτως ἄνωθεν ἐξηγήσαντο· Τὴν αἰτίαν δίδωσι δι' ἣν ἐνηνθρώπισε λέγων· Ἐγώ εἰμι ὁ κτίσας σε. Τὸ δὲ εἰμὶ, τὴν ἀληθῆ παρέστησεν ὕπαρξιν, καὶ τὴν ὄντως οὖσαν ζωήν. Ἔκτισα δέ σε ἐπ' ἀφθαρσίᾳ, θάνατον μὴ ποιήσας, οὐδέν τε ζῶον ἐπὶ γῆς ἀπέδειξα παραπλήσιον· σὲ γὰρ μόνον ὡς κεραμεὺς χερσὶν ἰδίαις διέπλασα τῇ ἐμῇ τιμήσας εἰκόνι πρὸς τῇ πλάσει τοῦ σώματος. Περὶ οὗ καὶ πρὸς Ἰὼβ ἔφασκεν· "Ἦ σὺ λαβὼν ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;" Καὶ Δαβὶδ δέ φησιν· "Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους." Εἶτα τοῖς ἐξ Ἰσραὴλ ἐγκαλοῦσιν αὐτῷ τὴν ἐκ τῶν νομικῶν τύπων ἀπαλλαγὴν πρὸς ἀληθείας μετάθεσιν, ὀνειδίζει. Ἔλεγον γὰρ, "Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἔλυε τὸ Σάββατον." Ἀροτριᾷ γάρ τις, φησὶν, οὐχ ἵνα μόνον ἀροτριάσῃ· ἐκ δὲ τῶν καταβαλλομένων σπερμάτων καρποὺς προσδεχόμενος. Κἀγὼ τοίνυν ὑμᾶς, ὡς γῆν ὑλομανοῦσαν διὰ τὴν εἰδωλολατρείαν, τῷ Μωσέως ἠροτρίασα νόμῳ, τῷ ἐμῷ προευτρεπίζων Υἱῷ τὴν τῶν ἀγαθῶν σπερμάτων καταβολήν. Τί οὖν διὰ παντὸς τὸν ἀρότην στέργετε νόμον, ὅτε καιρὸς τῆς δι' ὕδατος καὶ πνεύματος ἀναπλάσεως; πρὸς
having revealed the hidden meaning of the theology of Christ. And in accordance with the prophecy concerning Christ, he also makes mention of his disciples. For these were the Israel that is saved, through whom he renewed the islands as Churches, to whom the saying will also apply, "They shall not be put to shame," since they accomplished so great a work everywhere in the inhabited world. But some have interpreted the passage from the beginning in this way: He gives the reason for which he became man, saying, "I am he who formed you." And the "I am" sets forth the true existence and the life that truly is. "I formed you," however, for incorruption, not having made death, and I have shown no living creature upon the earth that is comparable; for you alone I molded with my own hands as a potter, honoring you with my own image, in addition to the fashioning of the body. Concerning which he also said to Job: "Did you take and mold a living creature, and make it capable of speech upon the earth?" And David also says: "You made him a little lower than the angels." Then, to those from Israel who accuse him of the departure from the legal types to the transposition into truth, he reproaches them. For they were saying, "If this man were from God, he would not be breaking the Sabbath." For someone plows, he says, not in order only to plow, but expecting fruits from the seeds that are cast down. And I, therefore, plowed you, as land mad after matter because of idolatry, with the law of Moses, preparing beforehand for my Son the casting down of good seeds. Why, then, do you cherish the plowman's law at all times, when it is the season of the remolding through water and Spirit? To
ἣν ὑπείκοντας ὑμᾶς οὐκ ἔχω, μηδὲ τὸν πηλὸν ὁρῶντας τοῦ κεραμέως, ὡς ἐκείνου πλάττεταί τε καὶ μεταπλάττεται νεύματι, μηδὲν τὴν δημιουργικὴν μεμφόμενον χεῖρα, ὡς τῆς ἀναπλάσεως ἐπιστήμην οὐκ ἔχουσαν; ἀλλ' οὐδὲ ὁ τεχθήσεσθαι μέλλων πυνθάνεται τοῦ Πατέρος εἰ ἄρα γεννήσει. Τί οὖν ὑμεῖς μὴ τῷ πάντων παραχωρεῖτε Δημιουργῷ τὸν τρόπον εἰδέναι τῆς ἀναπλάσεως, περὶ ἧς λέγοντος τοῦ Χριστοῦ Νικόδημος ἔλεγεν· "Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητέρος αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Εἰ ἐπετίμησεν οὗν, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ, καὶ μήπω τις τεχθεὶς ἐπύθετο τοῦ πατέρος τί τέξεται· ἐρωτήσατε καὶ ὑμεῖς οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες, τίνα τοῦτο γενήσεται τρόπον. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Ἀντὶ τοῦ, διατάξατε πῶς ποιητέον, ὡς ἀγνοοῦντι. Σιγῇ ἄρα μετὰ Παύλου ῥητέον· "Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!" καὶ τὰ ἐφ' ἑξῆς, ἑτέρας λέγειν παραγγελλούσης Γραφῆς· "Ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οἶδεν γὰρ μεταποιεῖν, καθὰ διὰ τοῦ Ἰεζεκιήλ φησιν, ὅτι "Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος." Διὸ καὶ τὴν ἰδίαν ἐπιδεικνύμενος δύναμιν, Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ὁ γὰρ κτίσας καὶ ἀνακτίσαι δυνήσεται. χεῖρα δὲ πάλιν φησὶ, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν Υἱόν. "Τῷ Λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν," ὃς καὶ τοῖς ἄστροις ἐνετείλατο διατάξας τὸν μὲν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας, νυκτὸς δὲ τὴν σελήνην.
which I do not have you yielding to, nor looking at the clay of the potter, as it is molded and remolded by his nod, blaming nothing in the creative hand, as though it did not have knowledge of the remolding? But neither does he who is about to be born inquire of the Father whether he will indeed beget. Why then do you not yield to the Creator of all things the manner of knowing the remolding, about which, when Christ was speaking, Nicodemus said: "Can a man who is old enter a second time into his mother's womb and be born?" If then, he says, the clay rebuked the potter, and no one yet born inquired of the father what he would bring forth, you also who will at times be my sons and daughters, ask in what manner this will come to be. Command me also concerning the works of my hands. Instead of: ordain how it must be done, as though to one who is ignorant. Therefore one must say in silence with Paul: "O the depth of the riches and wisdom and knowledge of God!" and the words that follow, since another Scripture commands us to say: "That you are able to do all things, and nothing is impossible for you." For he knows how to transform, as he says through Ezekiel, that "I will draw out their stony heart from their flesh, and I will give them a heart of flesh, that they may know that I am the Lord." Therefore also displaying his own power, I made the earth, and man upon it. For he who created will also be able to recreate. And again he calls hand the Son, through whom he has made all things. "For by the Word of the Lord the heavens were established," who also commanded the stars, appointing the sun for the beginnings of the day, and the moon for the night.
Διό φησιν ὁ ψαλμός· "Ὁ ἤλιος ἔγνω τὴν δύσιν αὐτοῦ." Καὶ πάλιν· "Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην." Τὴν δὲ τῶν φθασάντων ἔννοιαν τὰ μετὰ ταῦτα δηλοῖ, δι' ὧν ὁ Χριστὸς Βασιλεὺς δικαιοσύνης κηρύττεται ὑπάρχων αὐτόχρημα δικαιοσύνη. Καὶ ἀλλαχοῦ γάρ φησιν· "Ἰδοὺ δὴ βασιλεὺς δικαιοσύνης βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Φύσει γὰρ ὢν σὺν τῷ Πατέρι βασιλεὺς τοὺς ἀποστάντας αὖθις ὑπέταξε σαρκωθεὶς, ὁδοὺς ἔχων εὐθείας τὰ τῶν Εὐαγγελίων θεσπίσματα. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτοῖς. Τὸ δὲ τραχὺ τῶν νομικῶν ἐκπέφευγεν ἐνταλμάτων. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν αὐτὸς ὢν θεμέλιος, Ἐφ' ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα ὡς λίθοι πολυτελεῖς, εἰ ναὸν ἅγιον, εἰ κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, ὃς οὐ μετὰ δώρων τὴν ἡμετέραν αἰχμαλωσίαν ἐῤῥύσατο. "Οὐ γὰρ φθαρτοῖς, φησὶν, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ." Οὐκ ἐσμὲν οὖν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου. Περὶ δὲ τοῦ Χριστοῦ προειπὼν, ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ, εὐθέως ἐπήνεγκε τίνες οἱ κληθησόμενοι, δεῖγμα τῶν εἰδωλολατρῶν τοὺς ἄκρους ἐν ταύτῃ λαβὼν εἰς ἔνδειξιν τῆς τοῦ σεσωκότος δυνάμεως. Ἀπεστάλη μὲν γὰρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς δὲ ἀπελάκτισεν ὁ ἠγαπημένος ἀποκτείνας αὐτὸν, ἐπέλαμψεν αὐτίκα τοῖς ἔθνεσιν. Αἰθιόπων δέ, φησιν ἐμπορίαν, τὰς Θηβαίων πόλεις, οἷς ὅμοροι Σαβαείμ. Ἐκοπίασαν δὲ πικροῖς τυράννοις δουλεύοντες, εἰς θυσίας αἰτοῦσιν υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἤγουν τὸ εὔτονον αὐτῶν τῆς ἀσεβείας ἐνέδωκεν ἡττηθὲν εἰς εὐσέβειαν.
Therefore the psalm says: "The sun knew its setting." And again: "You established the sun and the moon." What follows makes clear the meaning of those who came before, through which Christ is proclaimed to be King of righteousness, being righteousness itself. For elsewhere it says: "Behold, a king of righteousness reigns, and rulers shall rule with judgment." For being by nature King with the Father, having become incarnate he again subjected those who had revolted, having straight paths—the oracles of the Gospels. For there is nothing crooked in them. And the rough part of the legal commandments he has escaped. He has founded the Church, himself being the foundation, on which we also are built up as precious stones, whether as a holy temple, whether as a dwelling place of God in the Spirit, who did not ransom our captivity with gifts. "For," it says, "we were redeemed not with corruptible things, silver or gold, from our vain manner of life handed down from our fathers, but with the precious blood of a lamb without blemish and without spot, Christ." We are not therefore our own, but belong to the one who purchased us. And having spoken beforehand concerning Christ, that he will turn back his people, he immediately added who those called will be, taking the foremost of the idolaters in this as a demonstration of the power of the one who saved. For he was sent to the lost sheep of the house of Israel. But when the beloved one kicked back and killed him, he shone forth at once upon the nations. And of the Ethiopians, it says, the trade, the cities of the Thebans, whose neighbors are the Sabeans. And they labored, serving bitter tyrants, asking for their sons and daughters for sacrifices; that is, the vigor of their impiety gave way, defeated into piety.
Διελύθη γὰρ ὅσον εἶχον πρὸς ταύτην ἐνστατικόν. "Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις," πανταχοῦ καθιδρυμένων ἐν τούτοις ἐκκλησιῶν, τοσούτων τε παρ' αὐτοῖς ὁρωμένων μοναστῶν καὶ παρθένων πόνοις ἐναθλούντων ἀσκήσεως. Ὑψηλοὺς δέ φησιν αὐτοὺς, ὡς ἐπισήμους ἐν δυσσεβείᾳ. Χειροπέδας δὲ τὰ δεσμὰ τῆς ἀγάπης καλεῖ, καὶ τὰς τῆς φιλοθεΐας σειρὰς, ὡς λέγειν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ," εἰς ὃν ἔρχεται πᾶν πέρας Εὐχῆς; Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ τοῦ Πατέρος τὰ αἰτήματα, ὃν ἔχων ἐν ἑαυτῷ, Θεὸς ὁμοίως ἐστὶν, καθά φησιν· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Τὸ δὲ, Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἰσοδυναμεῖ τῷ· "Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Μετανοούντων δὲ φωνὴ τὸ, καὶ οὐκ ᾔδειμεν. Οἳ καὶ
ὁμολογοῦσιν αὐτὸν Σωτῆρα τοῦ Ἰσραὴλ, ὡς πάλαι σεσωκότα τὸν Ἰσραήλ· ἤγουν Ἰσραὴλ ληπτέον νῦν τὸν ὁρῶντα Θεόν. "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ." Οἱ δὲ ἀνθεστηκότες αὐτῷ, τὴν αὐτοῦ μὴ ἀδικήσαντες δόξαν, αἰσχύνονται· ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκί. Ἀπὸ δὲ τῶν Αἰγυπτίων καὶ τῶν ὁμόρων, ἐπὶ τὸ καθόλου τῶν ἐθνῶν τὸν λόγον ἀνήγαγε, νήσους καλῶν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας τῶν ἐγκεκαινισμένων εἰς καινότητα ζωῆς, ἀποθεμένων τὴν παλαιότητα, Παύλου προστάττοντος· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Καὶ πάλιν· Ἀνακαινοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.
For whatever resistance they had to this was dissolved. "For where sin abounded, grace superabounded," since churches have been established everywhere among them, and so many monasteries and virgins are seen among them laboring in the toils of ascetic struggle. He calls them lofty, as being conspicuous in impiety. And he calls the bonds of love "handcuffs," and the chains of the love of God, so as to say: "Who shall separate us from the love of Christ," into whom comes every end of Prayer? For in Christ we ask the Father for our petitions; and having him in himself, he is likewise God, as he says: "He who has seen me has seen the Father." "I and the Father are one." And the phrase, "In you is God, and there is no God besides you," is equivalent to: "And the Word was with God, and the Word was God." And the voice of those who repent is the phrase, "and we did not know." These also
confess him as Savior of Israel, as having of old saved Israel; that is, Israel must now be understood as the one who sees God. "For not all who are of Israel are Israel." But those who opposed him, not having wronged his glory, are put to shame; for they shall be for a vision to all flesh. And from the Egyptians and those bordering on them he has raised the discourse to the whole of the nations, calling the Churches from the nations "islands," renewed into newness of life, having put off the oldness, as Paul commands: "Put off the old man"; and again: "Put on the new man, which is being renewed according to the image of him who created him." And again: "Be renewed in the renewal of your mind.
Ἐγκαινισμὸς οὖν τὰ καθ' ἡμᾶς, "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις." Τινὲς δὲ ἀπὸ τοῦ, μὴ ὁ ἀροτριῶν, οὕτως ἐξηγήσαντο· Παραβολικῶς προτρέπεται αὐτοὺς δικαιοσύνης φέρειν καρπούς. Θέλετε γάρ με, φησὶ, μόνον ἀροτριᾷν ὑμῶν τὰς ψυχὰς, καρπὸν μηδένα παρέχοντες. Εἶτα παιδεύει αὐτοὺς τοῖς τοῦ Θεοῦ περὶ τῶν ἐθνῶν εἴκειν βουλεύμασι, μήτε πηλοῦ ἀνθισταμένου τῷ πλάστῃ, μήτε τέκνου πατέρα κωλύοντος ἢ μητέρα σπεύδοντας πρὸς ἄλλων υἱῶν παιδοποιίαν, μηδὲ μέμψιν ἐπὸ τούτῳ προσάγοντος. Ὁ ποιήσας δὲ, φησὶ, τὰ ἐπερχόμενα διὰ τῆς προγνώσεως, δυσωπῶν αὐτοὺς εἰς κατανόησιν τῆς ἰδίας δυνάμεως. Ἔστω γὰρ, φησὶ, ποιοῦντι ὑμᾶς καὶ πλάττοντι οὐ παρηκολουθεῖτε τῇ γνώσει· μὴ καὶ προαγορεύοντι τὰ μέλλοντα ἀπιστήσετε; κατὰ μέρος μὲν γὰρ γίνεται τὰ γινόμενα· ἀθρόα δὲ αὐτῷ ἡ γνῶσίς ἐστι παρ' ἐμοί. Πλὴν μὴ ἀπογνῶτε τὴν σωτηρίαν, ὡς ἄν με λαθεῖν ἁμαρτάνοντες μὴ δυνάμενοι. Κρείττους δὲ γεγονότες ἐμοὶ τὰ καθ' αὑτοὺς ἐπιτρέψατε. Οὐ γὰρ δέομαι τῆς ἐξ ὑμῶν ὑπομνήσεως, ὡς ἂν ὄντας ἐμὰ ποιήματα καὶ εἰς υἱοὺς καὶ θυγατέρας λελογισμένους ἀξιῶσαι προνοίας. Οὐδὲ γὰρ ἐμαυτῷ τὸν οὐρανὸν ἐποίησα καὶ τὴν γῆν, εἰς δὲ χρείαν ὑμετέραν. Καὶ γινομένων ἀστέρων ἐθαύμαζον ἄγγελοι. Πάντων οὖν ὑπ' ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ γῆς τὴν ἐμὴν ἐκφεύγει διοίκησιν. Τοιγαροῦν καὶ Κῦρος. ὑπ' ἐμοῦ κινηθεὶς, οὐκ αὐτὸς ὢν εὐσεβὴς, τὰ καθ' ὑμᾶς διορθώσεται. Ἐπεὶ καὶ πρότερον ὑμᾶς ἐξ Αἰγύπτου, φησὶν, ἠλευθέρωσα, καὶ ταῖς ἐμαῖς ἀπείρηκε μάστιξιν. Ὑμεῖς δὲ πάλιν ἁμαρτάνοντες οὐκ ἐπαύεσθε καὶ ματαιοπονοῦντες ἐπὶ ταῖς ἑαυτῶν ἐμπορίαις.
So our renewal is a new creation: "If anyone is in Christ, he is a new creation." But some, taking their start from "Does not the plowman," explained it thus: By way of parable he urges them to bear the fruits of righteousness. For you wish, he says, that I alone plow your souls, while you provide no fruit. Then he teaches them to yield to God's counsels concerning the nations, neither clay resisting the potter, nor a child hindering father or mother as they hasten to beget other sons, nor bringing any blame for this. The one who made, he says, the things that are coming by foreknowledge, persuading them to recognize his own power. For let it be, he says, that when making and fashioning you, you did not follow with knowledge; will you also disbelieve when he foretells things to come? For the things that happen come about piece by piece, but his knowledge is gathered all at once with me. Nevertheless, do not despair of salvation, as though sinning you could escape my notice. But having become better, entrust your affairs to me. For I do not need your reminding, so as to deem worthy of providence those who are my handiwork and reckoned as sons and daughters. For I did not make heaven and earth for myself, but for your use. And when the stars were made, the angels marveled. Since, then, all things are steered by me, not even the things on earth escape my governance. Therefore Cyrus too, moved by me, though he is not himself pious, will set right your affairs. Since also previously, he says, I freed you from Egypt, and he has ceased from my scourges. But you again do not cease sinning and laboring in vain over your own traffickings.
Ἀλλ' ὅμως ἐμὲ πιστεύσαντες ἕξετε πάντας ὑποσόνδους τοὺς ἐνδόξους, καὶ φρονήματος γέμοντας, καὶ ἀγάπης δεδεμένοι δεσμοῖς καταντήσουσιν εἰς Ἱερουσαλὴμ, ὡς εἰς θεοσεβείας διδασκαλεῖον, καὶ μακαριοῦσιν ὑμᾶς, ὡς Θεῷ τῷ μόνῳ λατρεύοντας, ὃν ἠγνόουν αὐτοί. Ὑμῶν δὲ πρὸς μετάνοιαν ἀμελούντων, ὁ μονογενής μου παρέσται Υἱὸς Ἱερουσαλὴμ γενόμενος καὶ Ἰούδας, ἐν ᾧ προσεύξονται, οὗ σφραγῖδι καὶ ἄνδρες πονηροὶ καὶ δαίμονες ἡττηθήσονται. Ἱστορικῶς δὲ καὶ ἐπὶ Κύρου ληπτέον, ᾧ πᾶς ἐναντιούμενος αἰσχυνθήσεται. Καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ὡς ἐπανελθόντες ἐκ τῆς αἰχμαλωσίας τοὺς ἀντιστατοῦντας νικήσουσιν. Εἶτα νήσους εἰπὼν, δηλοῖ καὶ τὴν Ἱερουσαλὴμ συνεχομένην ὑπὸ τῶν αὐτὴν περικυκλούντων ἐθνῶν περικλυζομένην τε, τῶν οἰκητόρων τοῖς ἁμαρτήμασιν ζηλούντων ἀεὶ τὴν τῶν περιοικούντων ἀσέβειαν. Προηγουμένως οὖν αὐτὴν ἀνακαινισθῆναι προτρέπεται. Ἤδη δὲ καὶ πάντα τόπον ἐθνῶν τὴν τοῦ Θεοῦ λαβόντας ἐπίγνωσιν. Εἰ γὰρ ὁ τοσούτων ἀξιωθεὶς Ἰσραὴλ καὶ χρηματίσας υἱὸς ἀποστὰς Θεοῦ, φιλανθρωπίας ἠξίωται· πόσῳ μᾶλλον ὑμεῖς οἱ τῶν θείων ἀνήκοοι νόμων; νῆσος δὲ καὶ πᾶσα ψυχὴ περικλυζομένη ταῖς ἡδοναῖς ἁλμυραῖς τε φαντασίαις τοῦ βίου. Ἥτις ἐπιγνοῦσα Θεὸν καὶ παυσαμένη τοῦ πλημμελεῖν, ἀνακαινισθήσεται τὰς ἑαυτῆς ἀναλαβοῦσα δυνάμεις, καὶ παλαιὰν ζύμην ἀποθεμένη, γεγονυῖά τε πάσης αἰσχύνης ἐκτὸς, τοῦ Χριστοῦ τὴν μόρφωσιν περιφέρουσα. ιηκ ʹ. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν. Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν.
But nevertheless, if you believe in me, you will have all the renowned men as your subjects, and those full of pride and bound by love will arrive at Jerusalem as at a school of piety, and they will call you blessed, as those who serve the only God, whom they themselves did not know. But if you neglect repentance, my only-begotten Son will be present, having become Jerusalem and Judah, in whom they will pray, by whose seal both wicked men and demons will be defeated. Historically, this must also be understood of Cyrus, before whom everyone who opposes him will be put to shame. And in the case of Israel, that those who have returned from captivity will conquer their adversaries. Then, having spoken of islands, he indicates that Jerusalem too is hemmed in by the nations surrounding it and battered by waves, while its inhabitants by their sins continually emulate the impiety of those who dwell around them. Therefore he first urges that it be renewed. And indeed, that every place of the nations has received the knowledge of God. For if Israel, deemed worthy of such great things and called a son, when it departed from God, was deemed worthy of his loving-kindness, how much more you who are unacquainted with the divine laws? And an island is also every soul battered by pleasures and the salt-like fantasies of life. Such a soul, having come to know God and ceased from wrongdoing, will be renewed, recovering its own powers, and having put away the old leaven, and having become free from all shame, bearing the form of Christ. 18. Thus says the Lord who made the heaven. This is God, who showed the earth and made it; he himself set its bounds. He did not make it in vain, but formed it to be inhabited.
Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ9, κ.τ.λ. Ἀκολούθως
ἐπενήνεκται ταῦτα τῷ, "Ἐγκαινίζεσθε πρός με νῆσοι," καὶ τοῖς ἑξῆς. Περὶ γὰρ τῶν Ἐκκλησιῶν καὶ τῶν ἀποστόλων εἰπὼν, ἐποίσει τὸ, Οὐκ ἐν κρυφῇ ὑμῖν λελαλήκατε. Ὡς δὲ πρὸς τὴν τοσαύτην ἐπαγγελίαν τὸ ἀξιόπιστον παρίστησι τοῦ Θεοῦ, καὶ διδάσκει πόσον αὐτῷ τετίμηται τῶν ἀνθρώπων τὸ γένος, ὡς καὶ κλήσεως σωτηρίου τυχεῖν. Καὶ οὐχ ἁπλῶς, Κύριος, φησὶ (πλεῖστοι γὰρ λέγονται ψευδῶς ἐν οὐρανῷ, καὶ ἐν γῇ), ἀλλ' ὁ δι' ὧν ἐποίησεν, ὅπερ ἐστὶ δηλῶν· Οὐρανὸν μὲν εἰς ἀγγέλων διατριβήν· γῆν δὲ τοῖς ἀνθρώποις διαίτημα. Οἵπερ ἠδύναντο εὖ τε ζῇν, καὶ γινώσκειν Θεὸν, ἅτε κατ' εἰκόνα γενόμενοι, κἀπὶ γῆς εἶναι, ὅπερ αἱ νοεραὶ δυνάμεις ἐν οὐρανῷ. Καὶ τὴν γῆν γὰρ δι' αὐτούς φησ κατασκευάσασαν ἔφη, ἵνα κατὰ τό· "Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά·" ὡς οὖν ἐμοὶ τιμίῳ καὶ τὸ τοῦ Εὐαγγελίου δεδώρηται κήρυγμα, πᾶσι τοῦτο δοὺς, ὡς πάντων Δημιουργὸς, οὐκ Ἰουδαίοις καὶ μόνοις. Διό φησιν· Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα. Πᾶσι γὰρ τὸ θεῖον Εὐαγγέλιον ἥπλωσα. Διόπερ εἰς πᾶσαν γῆν ἐξῆλθε τῶν εἰρημένων ἀποστόλων ὁ φθόγγος. Τὰ γὰρ Μωσέως λόγια κρυφῆ λελάληται, γλώττῃ μὲν Ἑβραΐδι καὶ χαρακτῆρσι τοιούτοις, ἐν ἀβάτῳ τε ἐρήμῳ καὶ ἀνύδρῳ. Τὸ δὲ κήρυγμα τὸ Χριστοῦ πάσῃ γλώττῃ λαλεῖται, καὶ πᾶσι γράμμασι γράφεται. Τὸ δὲ οὐκ ἐν κρυφῇ, τοῦτον οἱ πλείους τὸν τρόπον ἑρμήνευσαν, ὡς ἂν μήτις εἴποι· Θεὸς μέν ἐστι καὶ μόνος ἀληθῶς, ἀλλ' ἄδηλον μὴ καὶ ἄλλους ἐθέλει καλεῖσθαι θεούς.
I am the Lord, and there is no other. I have not spoken in secret, nor in a dark place of the earth, etc. These words follow fittingly upon "Be renewed before me, you islands," and what follows. For having spoken about the Churches and the apostles, he will add, "I have not spoken to you in secret." And how he sets forth the credibility of God in relation to such a great promise, and teaches how greatly the race of men has been honored by him, so as even to obtain a saving calling. And not simply "Lord," he says (for very many are falsely called [lords] in heaven and on earth), but the one who [is Lord] through the things he made, which is to say: heaven as a dwelling-place for angels, and earth as a habitation for men. These were able both to live well and to know God, inasmuch as they were made in his image, and to be on earth what the intellectual powers are in heaven. For he says that the earth was prepared for their sake, in accordance with the text: "Let the water be gathered into one gathering, and let the dry land appear." Since, then, the proclamation of the Gospel has been granted to me as one honored, giving this to all, as the Creator of all, not to Jews only. Therefore he says: I am the Lord, and there is no other. I have not spoken in secret. For I have spread abroad the divine Gospel to all. Therefore the sound of the aforementioned apostles went out into all the earth. For the oracles of Moses were spoken in secret, in the Hebrew tongue and in such characters, in an inaccessible and waterless desert. But the proclamation of Christ is spoken in every tongue, and is written in every script. The words "not in secret" most interpreters have understood in this way, lest someone should say: God is truly one and only, but it is unclear whether he wishes others also to be called gods.
Νόμον φησὶ περὶ τούτου διέταξα λάθρα λαλήσας μηδέν. Κατέβη γὰρ ὁ Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ ἐν εἴδει πυρὸς, καὶ σαλπίγγων ἠχὼ, βρονταῖς τε καὶ ἀστραπαῖς, καὶ ἦν ἡ οἰκουμένη πᾶσα μετέωρος, ὑμῶν τε κληθέντων καὶ τῆς Αἰγυπτίων καταδυομένης ἀρχῆς, οὐχ ἵνα ματαίοις δουλεύσητε· μάταιον γὰρ τὸ εἴδωλον εἴρηκε· φανερῶς γὰρ ὑμῖν ἐκήρυξε, "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον." Πολλάκις δὲ τὸ, ἐγώ εἰμι, λέλεκται προτρεπτικῶς, εἰς κατανόησιν τοῦ μόνον Θεοῦ καὶ τὰ πάλαι ποιήσαντος θαύματα. Λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. Διέταττε μὲν γὰρ ὁ νόμος τὰ πρακτέα δικαίως· ᾐνίττετο δὲ καὶ ταῖς σκιαῖς τὴν ἀλήθειαν τὰ ἐν Χριστῷ προτυπῶν. Περὶ αὐτοῦ γὰρ ἐλάλησε Μωσῆς. Καὶ ταῦτα μὲν οὗτοι. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, Οὐκ εἶπον τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Κατὰ δὲ Σύμμαχον, ματαίως ζητήσατέ με. Κατὰ δὲ τοὺς ἄλλους, κενῶς ζητήσατέ με. Τὸ γὰρ Εὐαγγέλιον πρώτοις ὑμῖν ἀνεκήρυξα. Καὶ ὡς ἂν μὴ δόξητε μάτην θεοσεβεῖν, μισθὸν ὑμῖν ζωὴν ἐπηγγειλάμην αἰώνιον, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ Θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετὰ τοὺς ἐκ περιτομῆς, καλῶ πάντας πρὸς ἐμαυτὸν, κήρυγμά τε ποιοῦμαι κοινόν. Συνάχθητε καὶ ἥκετε, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι τῶν ἐθνῶν. Ἀντὶ δὲ τοῦ βουλεύσασθε ἅμα, Σύμμαχος, προσεγγίσατέ μοι, φησὶν, οἱ διαπεφευγότες τῶν ἐθνῶν. Τὸ δὲ συνάχθητε καλοῦντός ἐστιν οὓς ὁ Σατανᾶς διεσκέδασεν.
He says, I appointed a law concerning this, having spoken nothing in secret. For the Lord came down upon Mount Sinai in the form of fire, and with the sound of trumpets, and with thunders and lightnings, and the whole inhabited world was suspended in suspense, both when you were called and when the rule of the Egyptians was being overthrown, not so that you might serve vain things; for he has called the idol vain; for he proclaimed to you openly, "You shall worship the Lord your God, and him only shall you serve, and you shall not make for yourself an idol." And often the phrase "I am" has been spoken by way of exhortation, for the understanding that God alone also performed the wonders of old. Speaking righteousness and proclaiming truth. For the law was ordaining what must be done justly; but it was also hinting at the truth through shadows, prefiguring the things in Christ. For Moses spoke concerning him. And these things indeed are what they say. But according to the first interpretation, I did not say to the seed of Jacob, Seek a vain thing. But according to Symmachus, Seek me in vain. But according to the others, Seek me emptily. For I proclaimed the Gospel to you first. And so that you might not seem to worship God in vain, I promised you as a reward eternal life, and what eye has not seen, and the things that follow. But since I am God, speaking righteousness and proclaiming truth, according to the principle of righteousness, after those of the circumcision, I call all to myself, and I make a common proclamation. Be gathered and come, and take counsel together, you who are being saved of the nations. But instead of "take counsel together," Symmachus says, Draw near to me, you who have escaped of the nations. And "be gathered" belongs to him who calls those whom Satan has scattered.
Ἐλθὼν γὰρ ὁ Σωτὴρ θάνατον ὑπέμεινε δι' ἡμᾶς, ἵνα, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἓν συνδεθέντας ὁμοψυχίᾳ καὶ πίστει. Καὶ ὡς μακρὰν οὖσιν ἥκει φησί. Θεοῦ γὰρ ἀφίστησι πλάνη. Διὸ καὶ Παῦλός φησιν, "Οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγύς." Καὶ πάλιν, "Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρήνην τοῖς ἐγγύς." Καὶ προφήτης δέ φησιν· "Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν·" τὸ δὲ βουλεύσασθε ἅμα, πρὸς τὸ σὺν φρονήσει προσιέναι παρακαλεῖ. Δεῖ γὰρ πᾶσαν πλάνην ἀρνησαμένους οὕτως προσιέναι Θεῷ νοῦν εὐσεβῆ τῆς πρὶν ἀφροσύνης ἀλλαξαμένους. Συστρέψαντες οὖν ἑαυτοὺς συνίδετε ὡς ἀνόητοι παντελῶς οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, ὅ ἐστιν ὑψοῦντες ὡς δόξαν αὐτῷ προσάγειν Θεοῦ. Ἤγουν οἱ τὰ ἄψυχα φέροντες, ὡς μὴ κινεῖσθαι δυνάμενα, πῶς ὁδοιποροῦντες, ἢ πλέοντες τὴν παρὰ τούτων αἰτοῦνται βοήθειαν; Εἰ δὲ ἔχουσί τι περὶ τῶν ἰδίων λέγειν θεῶν, προσίτωσαν. Σύνεγγυς γὰρ γεγονότες τὸν ἀληθῆ Θεὸν ἐπιγνώσονται.
For the Savior came and endured death for our sake, so that, according to the evangelist, he might also gather the scattered children of God into one, bound together in unity of soul and faith. And he says, he has come to those who are far off. For error separates from God. Therefore Paul also says, "You who once were far off have become near." And again, "He proclaimed peace to you who are far off, and peace to those who are near." And the prophet also says, "Draw near to God, and he will draw near to you." And the phrase "take counsel together" exhorts them to approach with understanding. For it is necessary, having renounced all error, to approach God in this way, exchanging a pious mind for their former folly. Therefore, gathering yourselves together, understand that those who take the carved image of their own wood are utterly foolish—that is, those who exalt it so as to bring glory to God through it. Or rather, those who carry lifeless things, since they cannot move, how, whether journeying or sailing, do they ask help from these? But if they have anything to say concerning their own gods, let them come forward. For having come near, they will recognize the true God.
Οὐ μέγα δεῖγμα τῆς θεότητος τὸ προαγγεῖλαι, ταῦτα διὰ τῶν προφητῶν, ὅπερ οὐκ ἔχουσι ποιεῖν οἱ φενακισμῷ προλέγειν ἐπαγγελλόμενοι δαίμονες, μήτε τὴν Χριστοῦ παρουσίαν προγνόντες, μήτε τὴν ἰδίαν κατάλυσιν; Ἐγὼ δὲ προεῖπον, ἐπὶ δίκαιός εἰμι καὶ Σωτήρ. Δικαίω γὰρ λόγῳ πρὸς σωτηρίαν πάντα τὰ ἔθνη καλῶ. Τοῦτο γὰρ δηλοῖ τὸ ἀπ' ἐσχάτου τῆς γῆς. Καὶ δίκαιον ἑαυτὸν ἄλλως καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν ἠδικηκότων τὴν ἡμετέραν φύσιν δαιμόνων, οἳ μηδὲ θυμάτων ἀνθρωπίνων ἀπέσχοντο. Καὶ πῶς οὐ δίκαιος ὁ τοῖς τοσοῦτον ἠδικημένοις ἐπικουρῶν; ὃς καὶ καθόλου προλέγων, ἀδιάπτωτον τηρεῖ τῶν προῤῥηθέντων τὴν ἔκβασιν; Προειπὼν γὰρ Ἀβραὰμ τὴν δουλείαν τε καὶ τὴν ἐλευθερίαν τοῦ γένους, καὶ μήτε Ἀβραὰμ ὑπομνήσαντος (τότε γὰρ οὐδὲ ἦν μήτε τῶν ἐξ αὐτοῦ δικαιοπραγούντων), πρὸς ἔργον ἐξήνεγκε. Καὶ πάλιν δίκαιόν φησιν ἑαυτὸν, τοὺς ἡμαρτηκότας φοβῶν. Δικαίου γὰρ ὡς ἀπαραίτητος κόλασις. Καλεῖ δὲ καὶ Σωτῆρα, ὡς ἂν αὐτὸν ἐπὶ σωτηρίᾳ μαθόντες πάντα ποιεῖν αὑτῶν, ὁμολογοῖεν μὲν μετανοοῦντες ἣν ἐκ τῶν δικαίων ὀφείλουσι δίκην· φιλανθρωπίας δὲ τυχόντες, τὴν τοῦ συγχωροῦντος χρηστότητα. "Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Τὴν περὶ τῶν ἐθνῶν δὲ δικαιοσύνην μεθ' ὅρκου προΐσχεται, "Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν." Καὶ οἱ λόγοι δέ μου, φησὶν οὐκ ἀποστραφήσονται. Ποῖοι δὲ λόγοι; δι' ὧν ἔλεγεν, Ἐπιστράφητε ἐπ' ἐμὲ, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐπὶ τίσιν δὲ τὸν ὅρκον ἐπήγαγεν, δηλοῖ λέγων·
Is it not a great proof of divinity to foretell these things through the prophets—something the demons, who promise to foretell by deception, are unable to do, since they neither foreknew the coming of Christ nor their own destruction? But I have foretold it; I am righteous and a Savior. For with a righteous word I call all the nations to salvation. For this is what "from the end of the earth" makes clear. And in another sense he calls himself righteous, in contrast to the demons who have wronged our nature, who did not even abstain from human sacrifices. And how is he not righteous who comes to the aid of those so greatly wronged? He who, foretelling universally, keeps the outcome of what has been foretold without fail. For having foretold to Abraham the slavery and the freedom of his race—when neither Abraham had reminded him (for then he did not yet exist, nor did any of those descended from him who acted righteously)—he brought it to fulfillment. And again he calls himself righteous, frightening those who have sinned. For the punishment of the righteous is inexorable. And he calls himself Savior, so that those who have learned to do all things for their own salvation might confess, on the one hand, by repenting, the penalty they owe for their righteous deeds, and, on the other hand, having obtained loving-kindness, the goodness of the one who forgives. "For the righteous man is his own accuser in the first speech." And he puts forward the righteousness concerning the nations with an oath, "so that, as the divine Apostle says, through two unchangeable things, in which it is impossible for God to lie, we might have strong encouragement." And my words, he says, shall not be turned back. And what words? Those through which he said, Turn to me, and you shall be saved, you who are from the end of the earth. And for what reasons he added the oath, he makes clear by saying:
Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, οὐ τὸ Ἰουδαίων μόνον. Εἰ γὰρ Ἰσραὴλ μετὰ τοσαύτας ἁμαρτίας, χάριτος ἐδεήθη· πολλῷ μᾶλλον ἐπὶ πάντων μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο. Δι' ὅπερ ὡς ἀνθρώποις διαλεγόμενος, ὅρκον ἐπήγαγεν, ὡς προσκυνήσουσιν αὐτῷ, καὶ αὐτὸν ὅρκον ποιήσονται, ὅπερ ἐκ μέρους πεπλήρωται κληθέντων τῶν ἐθνῶν. Πληρωθήσεται δὲ τελείως ἐν τῇ συντελείᾳ τοῦ Αἰῶνος, ὅτε πᾶν ἀνθρώπιον φάντασμα καὶ ψεῦδος καταργηθήσεται. Πᾶσα δὲ γλῶσσα ἐρεῖ, ὅτι δικαιοσύνη, καὶ δόξα πρὸς αὐτὸν ἥξει. Τὸ δὲ δόξα, ἰσχὺς ὁ Σύμμαχος εἴρηκεν. Πᾶσαι γὰρ αἱ ἐν οὐρα νοῖς ἁρεταὶ τέλος αὐτὸν ἕξουσι. Καὶ Πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, ἀρετῆς καὶ καμάτου γέρα παρέχοντα. Οἱ δὲ διορίζοντες ἑαυτοὺς, αἰσχυνθήσονται. Διὸ λέλεκται· Αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Καὶ τοῖς Ἰουδαίοις ἐλέγετο· "Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Πότε δὲ αἰσχυνθήσονται; Ὅταν πᾶν γόνυ κάμψῃ, μετὰ ταῦτα λέγεται, δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Τὸ δὲ σπέρμα τῶν υἱῶν Ἰσραὴλ. Υἱοὶ γὰρ Ἰσραὴλ, οἳ πρῶτοι τῶν Εὐαγγελίων ἐτύγχανον κήρυκες, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν ἔφη δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι, τῆς υἱοθεσίας ἠξιωμένους, περὶ ὧν, τὸ "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," προείρηται. Ὅτι δὲ σπέρμα τῶν διδασκάλων οἱ μαθηταὶ, δηλοῖ καὶ Παῦλος λέγων· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." ΚΕΦΑΛ. Μ ʹ. αεʹ.
That to me every knee shall bow, not of the Jews only. For if Israel, after so many sins, needed grace, much more, since what is said is great for all, it was disbelieved. Therefore, as speaking to men, he added an oath, that they will worship him, and they will make him an oath, which has been fulfilled in part when the nations were called. But it will be fulfilled completely at the consummation of the Age, when every human phantom and falsehood will be abolished. And every tongue shall say that righteousness and glory shall come to him. But Symmachus has said "glory" for "strength." For all the virtues in the heavens will have him as their end. And every strength of men who have struggled for piety will come to him, who provides rewards of virtue and toil. But those who separate themselves will be put to shame. Therefore it has been said: All who worship carved images shall be put to shame. And it was said to the Jews: "Unless you believe that I am, you will die in your sins." But when will they be put to shame? When every knee bows, it is said after these things, they will be justified, and in God all the seed of the sons of Israel will be glorified. But the seed of the sons of Israel. For the sons of Israel, who happened to be the first heralds of the Gospels, whose seed and succession he said would be justified and glorified, having been deemed worthy of adoption, concerning whom it was foretold: "Unless the Lord Sabaoth had left us a seed." But that the disciples are the seed of the teachers, Paul also makes clear, saying: "For in Christ Jesus through the Gospel I begot you." Chapter 41.
Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ ἐκλελυμένῳ, καὶ πεινῶντι. Οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν9, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, καὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν ὑῶν Ἰσραὴλ, πρὸς Ἰουδαίους ἀποστραφεὶς τὴν παντελῆ σημαίνει τῆς εἰδωλολατρείας καθαίρεσιν. Βὴλ δὲ καὶ Ἕλληνες καλοῦσι τὸν Κρόνον, ᾧ δὴ προσῆγον οἱ πλεῖστοι θυσίαν τὰ φίλτατα. Ὁ δὲ δαγὼν, ἀλλοφύλων ξόανον ἐν Ἀσκαλῶνι καὶ Γάζῃ τιμώμενον, Τῇ δὲ λέξει τῆς ἱστορίας ὁ προφήτης ἐνέμεινεν. Ὡς γὰρ ἡ κιβωτὸς ἁλοῦσα πρὸς αὐτὸν εἰσενήνεκται, συνετρίβη παραχρῆμα πεσών. Ἀπὸ δὲ τοῦ μερικοῦ πρὸς τὸ καθόλου τῆς εἰδωλολατρείας τὸν λόγον ἀναγαγὼν, Ἐγένετο γλυπτὰ, φησὶν, αὐτῶν εἰς θηρία καὶ κτήνη. τοιαῦτα δὲ καθ' ὅλης τῆς Αἰγύπτου τὰ
εἴδωλα. Ὁ δὲ Σύμμαχος, Ἐγένετο, φησὶ, τὰ εἴδωλα αὐτῶν ζώοις ἔκδοτα, ὡς ἀποῤῥιφέντα δηλονότι, καὶ λίαν κρημωμένα. Ὑπομιμνήσκει δὲ, φασί τινες, αὐτοὺς ὁ Θεὸς, ὡς τὰ μὲν αὐτοῦ μένει διηνεκῶς τελούμενα· τὰ δὲ τῶν εἰδώλων πάντα ψευδῆ, καὶ πρὸς τὸ μηδὲν διαπίπτοντα. Θεὸς γὰρ ὁ αὐτός ἐστι, γνώμῃ καὶ φύσει μεταβολὴν οὐ δεχόμενος. Καὶ ἃ προεῖπεν Ἀβραὰμ, ἐξετέλεσεν. Καὶ νῦν ἀληθὴς εἰπὼν, ὅτι Ἐμοὶ πᾶν γόνυ κάμψει, καὶ κοινὴ πᾶσι δοθήσεται δωρεά. Ἡ δὲ τῶν εἰδώλων ἀσθένεια διελέγχεται· καὶ παραδοθέντων ὑμῶν αἰχμαλωσίᾳ, ἐλεφάντων φορτία, καὶ τῶν ὑποζυγίων ἀπαγόμενα φορτίον γενήσεται. Καὶ ἄνδρες δὲ φέροντες ἐπ' ὤμων αὐτὰ κοπωθήσονται. Τί δὲ φέρων Θεὸν ἀσθενεῖ;
Bel has fallen, Dagon has been shattered, their carved images have become for beasts and cattle. Take them up bound, as a burden for the weary, the exhausted, and the hungry. They are not strong together, who will not be able to be saved from war; but they themselves were led away captive, etc. Having spoken about the conversion of the Gentiles and the election of the seed of the sons of Israel, turning to the Jews he signifies the complete destruction of idolatry. Bel is also what the Greeks call Cronus, to whom most people brought as sacrifice their dearest possessions. Dagon was a carved image of the Philistines honored in Ashkelon and Gaza. The prophet adhered to the wording of the history. For as the ark, having been captured, was brought in to him, he fell and was shattered at once. Leading the discourse from the particular to the universal of idolatry, he says, Their carved images became for beasts and cattle. Such were the idols throughout all of Egypt. Symmachus says, Their idols became given over to living creatures, evidently as having been cast away and utterly thrown down. Some say that God reminds them that his own works remain forever accomplished, but all the works of idols are false and fall away to nothing. For God is the same, not admitting change in will or nature. And what Abraham foretold, he accomplished. And now he is true in saying, To me every knee shall bow, and a gift will be given in common to all. The weakness of idols is exposed; and when you have been handed over to captivity, the burdens of elephants and of beasts of burden led away will become a burden. And men carrying them on their shoulders will grow weary. But what is one carrying who is weak in God?
Οὐκ ἄρα ταῦτα θεοί. Πῶς γὰρ ἂν καὶ ἤγετο πρὸς τῶν πολεμίων αἰχμάλωτα; πῶς δ' ἂν ταῦτα παθόντας τοὺς ἰδίους παρεῖδον προσκυνητάς; Ἄλλοι δέ φασιν ὡς ἐν ταῖς τῶν δαιμονίων πομπαῖς ἐκκομίζοντες ἱερεῖς τὰ ἀγάλματα φέροντες ἐπ' ὤμων, τὰς πλατείας ἀχθοφοροῦντες διήρχοντο. Τὸν Ἰσραὴλ δὲ διὰ τούτων ὑπομιμνήσκει καὶ τῶν ἀπαξόντων αὐτοὺς πολεμίων, ὡς τὰ εἴδωλα προσκυνήσαντας, καὶ κατὰ διάνοιαν αἰνιττόμενος, ὡς βαρὺ καὶ δυσβάστακτον ψυχαῖς τὸ τῶν δαιμόνων φορτίον, ἐπειδὰν αὐτὰς ἀσεβείᾳ καταδουλώσωνται, δίκην αἰχμαλώτων σειραῖς αὐτὰς ἁμαρτημάτων δεδεμένας ἀπάγοντες, τοῦ παρ' αὐτῶν πολέμου πέρας τοῦτο ποιούμενοι. Εἶτα καλεῖ αὐτοὺς οὐ Ἰακὼβ, ἀλλ' αὐτὸ μόνον οἶκον Ἰακὼβ, διὰ τὴν κατὰ σάρκα συγγένειαν, καὶ κατάλοιπον Ἰσραὴλ, ὡς τρύγα τινὰ καὶ περίττευμα Ἰσραήλ. Τινὲς δέ φασιν ὡς τῶν πλείστων εἰς αἰχμαλωσίαν ἀχθέντων, ὥσπερ οἶκον ἕνα καλεῖ καὶ βαρβαρικῆς ὠμότητος λείψανον. Τοῦτο γὰρ αὐτοὺς πείσεσθαι μὴ μετανοοῦντάς φησιν. Ἄλλοι δέ φασιν ὡς πρὸς τὴν τῶν εἰρημένων αὐτοὺς ἄγει συναίσθησιν. Ἰακὼβ γὰρ αὐχοῦντες εἶναι γένος τὸν ἐκείνου τρόπον ζηλοῦν εἰσιν ἄξιοι. Εἰ γὰρ καὶ λεῖμμα τυγχάνετε τοῦ Ἰσραὴλ δύο περιλειφθεῖσαι φυλαὶ (αἱ γὰρ δέκα πρὸς αἰχμαλωσίαν ἀπήχθησαν), μετανοοῦντας ὅμως οὐ περιόψομαι. Λοιπὸν αὐτοῖς ὡς ἀνόνητα μελετῶσι, τὸν νόμον ἐξ ἁπαλῶν ὀνύχων ὠνείδισεν. Δεχόμενοι γὰρ περιτομὴν ὀκταήμερον, τοῖς ἄλλοις νομίμοις ἐντρέφονται, ὡς εἰρῆσθαι διὰ τοῦτο· "Καὶ λαοὶ ἐμελέτησαν κενά." Εἰδωλολατροῦντες γὰρ, προφητικῶν εἰς ἔλεγχον ἐδέοντο λόγων. Ὑμεῖς μὲν οὖν οἱ αὐτοὶ τὴν πλάνην·
These, then, are not gods. For how could they be led away captive by their enemies? How could they have overlooked their own worshipers when these suffered such things? Others say that in the processions of the demons the priests carried out the images, bearing them on their shoulders, and went through the streets carrying the burden. Through these things he reminds Israel both of the enemies who will lead them away captive, since they worshiped idols, and, hinting at their thought, that the burden of the demons is heavy and hard to bear for souls, when they have enslaved them through impiety, leading them away like captives bound with the chains of sins, making this the end of the war against them. Then he calls them not Jacob, but only the house of Jacob, because of their kinship according to the flesh, and a remnant of Israel, as a kind of dregs and leftover of Israel. Some say that, since the majority were led into captivity, he calls them as it were one house and a remnant of barbarian cruelty. For he says they will suffer this if they do not repent. Others say that he brings them to a sense of what has been said. For those who boast that they are of the race of Jacob ought to emulate his manner. For even if you happen to be a remnant of Israel—the two tribes left behind (for the ten were led away into captivity)—nevertheless I will not overlook you if you repent. Finally, since they practice these things to no profit, he reproaches them with the law from their tender nails. For receiving circumcision on the eighth day, they are brought up in the other legal ordinances, so that it was said on this account: "And the peoples have practiced vain things." For worshiping idols, they needed prophetic words for their refutation. You, therefore, the same ones in your error—
ἐγὼ δὲ ὁ αὐτὸς τὴν φιλανθρωπίαν, τὴν ὑμετέραν ἀεὶ σωτηρίαν ζητῶν, καὶ παιδεύσας ὑμᾶς αἰχμαλωσίᾳ, πάλιν ἀνήσω δεσμοῦ. Ὡς γὰρ ἰατρὸς ἀγαθὸς νῦν μὲν ἀπειλαῖς αὐτοὺς, νῦν δὲ πάλιν ἀγαθῶν ὑποσχέσεσιν ἁρπάσαι πειρᾶται τοῦ διαβόλου χειρῶν. εʹιαʹ. Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου, καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ· καὶ μισθωσάμενοι χρυσίον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται9. κ.τ.λ. Ἐγὼ μὲν περὶ ὑμᾶς, φησὶ, τοιοῦτό εἰμι. Ὑμεῖς δὲ λογίσασθε πρὸς ὅσην ἀσεβείας ἀτοπίαν ἐκπίπτετε, τὸν ἀσώματον εἰκόσι θνητῶν ὑποβάλλοντες· χρυσίον καὶ ἀργύριον συνεισφέροντες, ὕλῃ, καὶ πλάσει τιμᾷν τὴν θείαν φύσιν ἡγούμενοι. Πρὸς τοῦτο ποίαν ἀπολογίαν τετεχνασμένην εὑρήσετε; Τῆς οὖν ἐμῆς ποτε θεότητος πρὸς ἔννοιαν ἀνανήψατε, ὡς ἀΐδιος καὶ μόνος ἐγώ. Καὶ τούτου τεκμήριον τὸ διὰ τῶν ἐμῶν προφητῶν προαγορεύειν τὰ μέλλοντα χρόνοις ὕστε ρον ἐπιτελεῖσθαι μακροῖς, ὧν τὰ μὲν ἤδη πεποίηκα, τὰ δὲ καὶ ποιήσω, διὰ τοῦ καλεῖν πετεινῶν δίκην τοὺς ἐμοὺς ὑπηρέτας ἀγγέλους, τά τε λειτουργικὰ πνεύματα τὰ πρὸς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν, ἀπὸ γῆς πόῤῥωθεν ἄνδρα βουλῆς μου. Δηλοῖ δὲ τὸν Χριστὸν ὃν ἀνακεκλῆσθαί φησιν ἐκ γῆς πόῤῥωθεν, τῶν τοῦ ᾅδου δηλονότι μυχῶν, δι' οὗ πληρώσειν τὰς ἐπαγγελίας φησίν. Ἄλλοι δὲ πετεινὸν ἔφασαν τὸν Βαβυλώνιον, περὶ οὗ φησιν Ἐζεκιήλ·
But I, the same one, seeking your salvation always in my love for humanity, and having disciplined you by captivity, will again release you from bondage. For like a good physician, now by threats, now again by promises of good things, he tries to snatch them from the hands of the devil. 15. To whom have you likened me? See, devise, you who are led astray, and those who weigh out gold from a pouch, and they will set silver in a balance by weight; and having hired gold, they made handcrafted things, and bowing down they worship them. They lift it onto the shoulder and carry it. And so on. He says: I am like this toward you. But you, consider into how great an absurdity of impiety you fall, subjecting the incorporeal to images of mortal beings, contributing gold and silver, thinking to honor the divine nature by matter and molding. For this, what defense, cunningly devised, will you find? Therefore awake to the thought of my divinity, that I alone am eternal. And the proof of this is foretelling through my prophets the things that are to be accomplished in long times afterward, of which I have already done some and will do others, by calling my servants the angels like birds, and the ministering spirits sent for service because of those who are to inherit salvation. But the rest gave forth: calling a bird from the east, a man of my counsel from a land far off. He makes clear the Christ, whom he says has been called back from a land far off, evidently from the recesses of Hades, through whom he says he will fulfill the promises. But others said the bird was the Babylonian, about whom Ezekiel says:
"Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος," καὶ τὰ ἑξῆς. Ἅπερ ἐξηγούμενός φησιν· "Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; ὅτ' ἂν ἔλθῃ βασιλεὺς
Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς," καὶ τὰ μετὰ ταῦτα· τούτους γὰρ ἐκλεκτὰ τῆς κέδρου προκέκληκε διὰ τῆς παραβολῆς. Ἔλεγεν δὲ βασιλέα τὸν Σεδεκίαν, ὃν αἰχμάλωτον εἴληφεν. Ἄλλοι δὲ πετεινὸν εἰρῆσθαι τὸν Κῦρόν φασιν. Τὸ δὲ ἔκτισα, τοῦτ' ἔστι κατεσκεύασα, κακὰ δηλονότι κακωτικά. Εἰ δὲ καὶ μηδεὶς εὑρεθῇ τοὐμὸν θέλημα μετιὼν, τὸν Υἱὸν ἀποστελῶ τὸν ἐμὸν τὴν πατρικὴν πληροῦντα βουλήν. ΚΕΦΑΛ. ΜΖʹ. αιεʹ. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θύγατερ Βαβυλῶνος. Εἴσελθε εἰς τὸ σκότος, θύγατερ Χαλδαίων, ὅτι οὐκ ἔτι προσθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατάλυμμά σου, ἀνάσυρε τὰς πολιὰς, ἀποκάλυψαι τὰς κνήμασ9, κ.τ.λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ, οἷς ἔλεγε, "Τίνι με ὡμοιώσατε;" Ἐκεῖ μὲν οὖν πλανωμένους εἶπεν αὐτοὺς, ἐνταῦθα δὲ ἀπολωλεκότας τὴν καρδίαν. Ἀνθ' οὗ Σύμμαχος ἐξέδωκεν, οἱ σκληροκάρδιοι. Καθ' ἑκάτερον δὲ παρίσταται τὸ τῆς γνώμης ἀναίσθητον. Διὸ πρὸς εἰδωλολατρείαν ἐτράποντο. Ἀλλ' ὅμως ἐλεῶν αὐτοὺς ὁ Θεὸς ὑποσχέσεσι καλαῖς ἀνακαλεῖται πρὸς σύνεσιν μακρυνθέντας δικαιοσύνης, τοῦτ' ἔστι Θεοῦ. Ἀπειρήκεσαν γὰρ ταῖς ψυχαῖς ἁλούσας ὁρῶντες ἐγκείμενον, ματαίας τοῦ Θεοῦ τὰς ἐπαγγελίας ἐνόμιζον. Διὸ τὴν κατὰ Βαβυλῶνος αὐτοὺς εὐαγγελίζεται δίκην. Ἐκόλασε γὰρ τοὺς ἐξ Ἰσραὴλ ὁ Θεὸς οὐ μισῶν σωτηρίαν δὲ αὐτοῖς μνηστευόμενος, ὡς καὶ τῶν ἰατρῶν οἱ τέμνοντές τε καὶ καίοντες·
The great eagle, the one with great wings," and what follows. Explaining these things, he says: "Do you not know what these things are? When the king of Babylon comes against Jerusalem and takes its king and its rulers," and what follows after these; for by the parable he has called these the choicest of the cedar. He meant Zedekiah as the king, whom he took captive. But others say that Cyrus was called a bird. And "I created," that is, I prepared, evils, clearly afflictive evils. And if no one is found pursuing my will, I will send my Son to fulfill the Father's plan. CHAPTER 47. 15. Come down, sit on the ground, virgin daughter of Babylon. Enter into darkness, daughter of the Chaldeans, because you shall no longer be called tender and delicate. Take a millstone, grind flour, uncover your veil, lift up your gray hairs, uncover your legs, etc. And these things are said to those from Israel, to whom he said, "To whom have you likened me?" There, then, he called them wandering, but here, having lost their heart. In place of which Symmachus rendered, "the hard-hearted." And in either case the insensitivity of their mind is established. Therefore they turned to idolatry. But nevertheless God, having mercy on them, calls them back through good promises to understanding, having been far removed from righteousness, that is, from God. For they had grown weary in their souls, seeing those taken captive oppressed, and they considered God's promises vain. Therefore he proclaims to them the judgment against Babylon. For God punished those from Israel not hating them but wooing salvation for them, as also among physicians those who cut and cauterize;
ἐπεὶ καὶ πᾶσα κόλασις πρὸς ὄνησιν ἐπιφέρεται. Συναναπλέκει δὲ τῇ τῆς μερικῆς σωτηρίας ὑποσχέσει καὶ τῆς γενικωτάτης τὴν δήλωσιν. Ἡ μὲν γὰρ διὰ Κυρίου λύτρωσις, μερικὴ, ἡ δὲ διὰ Χριστοῦ, πάντων ἀνθρώπων. Τὸ δὲ, οὐ μὴ Βραδύνω, παρέοικε τῷ· "Ἔτι μικρὸν ὁ ἐρχόμενοι ἤξει, καὶ οὐ χρονιεῖ," 2444 καὶ Σιὼν τὴν Ἐκκλησίαν νοήσομεν, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραὴλ, εἰ Θεὸν ὁρῶντα σχήσομεν νοῦν εἰς τέκνα τελοῦντες κατ' ἐπαγγελίαν τοῦ Ἀβραάμ. Ὁ δὲ Σύμμαχος ἐξέδωκα· Δώσω ἐν Σιὼν σωτήριον, καὶ τῷ Ἰσραὴλ δόξαν. Ταῦτα μὲν οὖν διὰ φιλανθρωπίαν δώσω, φησὶ, τῷ Ἰσραήλ· τὴν δὲ δικαιοσύνην ἐνδείξομαι τὴν ἐμὴν, τοῖς ὑπὲρ τὸ δέον ὑμᾶς τιμωρησαμένοις ἐπεξιὼν, ὧν δὴ ταπεινώσω τῆς βασιλείας τὸ ὕψος. Ἐμεγαλαύχουν γὰρ ἐπὶ μακροῖς χρόνοις τῶν ἐθνῶν δυναστεύοντες. Τὴν δὲ βασιλείαν προσωποποιήσας, θυγατέρα Βαβυλῶνος ἐκάλεσεν, καὶ παρθένον ὡς, καλλωπιζομένην ἐν ἀκμῇ τῆς δυνάμεως, καὶ τὴν ἐξ ὕψους αὐτῇ προσέταξε κάθοδον. Τινὲς δὲ τὰς θυγατέρας τῶν Βαβυλωνίων ἢ καὶ τὰς γυναῖκας οὕτως εἰρῆσθαί φησιν, ὧν τὴν ὑπὸ Μήδων διέγραψεν ἅλωσιν, καὶ τὴν εἰς δουλείαν ἀπαγωγήν. Ὧν ἡ κατάβασις δηλοῖ τὴν ἐκ δόξης καὶ τρυφῆς, ἐλευθερίας τε καὶ πλούτου πρὸς τἀναντία μεταβολήν. Τῆς οὖν παρθένου σκότος τὴν ἀνήκεστον ἐκάλεσε συμφοράν. Τὸν νοῦν γὰρ ἀεὶ λύπη καὶ φόβος σκοτοῖ. Ἁπαλὴν δὲ καὶ τρυφερὰν διά τε τὴν δίαιταν καὶ τὸν Ὑπερβάλλοντα κόσμον ἣ τῆς βασιλείας, ἢ τῶν γυναίων καλεῖ. Παρ' οἷς γὰρ τὸ μάχιμον ἐκοσμεῖτο χρυσῷ, καὶ τοῖς εὐωδεστάτοις κατεχρίετο μύροις, τί ἄν τις εἴποι τὰ γύναια;
Since every punishment is brought on for benefit. And along with the promise of partial salvation, he also interweaves the declaration of the most general salvation. For the redemption through the Lord is partial, but the redemption through Christ is of all men. And the phrase, "I will not delay," resembles that: "Yet a little while, and he who is coming will come, and will not tarry," and we shall understand Zion as the Church, in which we receive his salvation in glory, as many of us as are counted into the spiritual Israel, if we shall keep a mind that sees God, being counted as children according to the promise of Abraham. But Symmachus rendered it: "I will give salvation in Zion, and glory to Israel." These things, then, he says, I will give to Israel through loving-kindness; but I will display my righteousness, proceeding against those who punished you beyond what was due, whose lofty kingdom I will indeed bring low. For they boasted greatly, having ruled over the nations for long ages. And having personified the kingdom, he called it a daughter of Babylon, and a virgin, as one adorned in the prime of her power, and he commanded her descent from on high. But some say that the daughters of the Babylonians, or even the women, were spoken of in this way, whose capture by the Medes he described, and their being led away into slavery. Their descent signifies the change from glory and luxury, freedom and wealth, to the opposite. So he called the darkness of the virgin her incurable calamity. For grief and fear always darken the mind. And he calls her tender and delicate, both because of her manner of life and the exceeding adornment of the kingdom, or of the women. For among those with whom the warrior was adorned with gold and anointed with the most fragrant myrrhs, what would one say of the women?
Καὶ καθημένην, ὡς ἐπὶ βασιλίδος φησίν. Ἅπερ ἀποθεμένη, φησὶ, μυλωθρίδος δίκην θεραπαίνης, τοῖς ἁλοῦσι δουλεύσει. Καὶ τὸ κατάλυμμα δὲ τὸ ἐκ διαφόρου κόσμου περιελοῦσα τῆς κεφαλῆς ἀποτίθετο. Τὸ δὲ τῶν πολιῶν, ἢ ὡς ἐπὶ χρονίου βασιλείας εἶπεν, ἢ τὴν ὠμότητα τῶν εἰρηκότων δηλῶν, ὡς μηδὲ γυναικὸς πρεσβύτιδος φείσασθαι. Ἀντὶ δὲ τοῦ, Ἀποκάλυψαι τὸ κατακάλυμμά σου, Σύμμαχος, Κάλυψαι τὰ ὦτα, φησὶν, ἀντὶ δὲ τοῦ, Τὸ δίκαιον ἐκ σοῦ λήψομαι· οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ἐξέδωκεν· Ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. Ἀντὶ δὲ τοῦ, ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ; Ἀκύλας, ἀγχιστεύων ἡμῶν Κύριος. Ταῦτα κατὰ σοῦ, φησὶν, ὥρισεν ὁ ἡμέτερος Κύριος λυτρούμενος ἡμᾶς, δηλονότι τὴν εἰς πολεμίους ἀπαγωγὴν, καθ' ἣν ἔδει διελθεῖν ἀνασυρομένην καὶ τοὺς ἐν μέσῳ τυγχάνοντας ποταμούς. Ὅτι δὲ δικαίως πέπονθε, καὶ προφήτης ἐδήλωσεν ἕτερος εἰπών· "Καθὼς ἐποίησεν, ποιήσω αὐτῇ·"
καὶ πάλιν· "Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου." Καὶ καθόλου δέ φησιν ἡ Γραφή· "Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Τὸ δὲ, Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, κατὰ τοὺς Ἑβδομήκοντα, δηλοῖ τὸ μηκέτι τοιούτοις ἀπανθρώποις παραδοθήσεσθαι. Ἵσως δὲ καὶ αὐτοῖς λέγει τοῖς πάλαι νικήσασι· τοῦτο δὲ πρὸς τὸν Ἰσραὴλ ῥηθὲν παρεμβέβληται. Εἶτα πάλιν πρὸς τὴν Χαλδαίαν φησὶ, Κάθισον κατανενυγμένη, ἢ κατὰ Σύμμαχον, σιωπῶσα· ἡ γὰρ οὕτω μεγάλαυχος, καὶ ὡς οἰκέται χρωμένη τοῖς ἔθνεσιν, μετάγνωθι λοιπὸν ἐφ' οἷς ἔπραξας, τοσούτῳ σκότῳ παιδείας ἐκδιδομένη.
And "sitting," he says, as of a queen. These things, he says, having laid aside, like a servant woman at the mill, she will serve those who have been captured. And the veil, woven from various ornaments, she removed and laid aside from her head. And the mention of gray hairs, either he spoke it as of a long-established kingdom, or indicating the cruelty of those who spoke, so as not even to spare an elderly woman. And instead of "Uncover your veil," Symmachus says, "Cover your ears"; and instead of "I will take justice from you; I will no longer deliver you to men," he rendered: "I will take vengeance for you, and no man shall stand against me." And instead of "the Lord Sabaoth who delivered you," Aquila has, "the Lord who is our near kinsman." These things, he says, our Lord has decreed against you, redeeming us—clearly from the leading away into captivity, through which it was necessary to pass, being dragged away and crossing the rivers that lie in between. And that she has suffered justly, another prophet also made clear, saying: "As she has done, I will do to her";
and again: "As you have done, so shall your recompense be." And in general the Scripture says: "Woe to the lawless man. Evils according to the works of his hands shall befall him." And the phrase, "I will no longer deliver you to men," according to the Seventy, signifies that she will no longer be delivered to such inhuman men. Perhaps he speaks also to those who conquered long ago; but this, having been spoken to Israel, has been inserted. Then again he says to Chaldea, "Sit down, deeply bowed," or according to Symmachus, "silent"; for she who was so greatly boastful, and who treated the nations as slaves, repent now for what you have done, being given over to such great darkness of discipline.
Τὸ δὲ ἰσχὺς βασιλείας, δέσποινα βασιλειῶν ἐξέδωκε Σύμμαχος, καὶ τὴν αἰτίαν ἐπήγαγεν, διδάσκων ὡς οὐ δεῖ τοῖς ὑπὸ Θεοῦ ταπεινουμένοις ἐπεμβαίνειν, οὓς ἐγχωρεῖ παιδευθέντας ἐλεηθῆναι. Συνωδὰ δὲ τούτοις καὶ Ζαχαρίας φησίν· "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐγὼ ἐπὶ τὰ ἔθνη τὸ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθη ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Σὺ δὲ, φησὶ, καὶ διηνεκῶς βασιλεύειν ὑπείληφας, παιδεύων ταῖς παρούσαις εὐπραγίαις μὴ πεποιθέναι, προορᾷν δὲ τὰ ἔσχατα, καὶ τὰς ὕστερον ἐσομένας μεταβολάς. Ταῦτα δὲ τῆς ὑπερηφανίας τῶν ἐν αὐτῇ βασιλευσάντων ὑπῆρχεν. Ὑφ' ἕνα δὲ αὐτῇ καιρὸν ἀπειλεῖ ἀνδρὸς στέρησιν τοῦ καθ' ὃν ἤλω βασιλεύοντος χρόνον, καὶ τέκνων τῶν ὑπ' αὐτῆς βασιλευομένων, ἢ καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τῇ μάχῃ πεσόντων. Οὐ διὰ τὰ προλεχθέντα δέ σοι ταῦτα συμβήσεται μόνον· ἀλλ' ὅτι καὶ τὰς ἐλπίδας ἐν ἐπῳδαῖς ἔθου καὶ φαρμακείαις. Προλεγόντων γάρ σοι νίκην τῶν αὐτὰ μετιόντων, πρὸς ὄγκον ἀρθεῖσα φρονήματος, ὁμοῦ καὶ τῇ δυνάμει θαῤῥοῦσα, καὶ τὴν ἀρχὴν οὐκ οἰομένη κρείττω φανεῖσθαι τὴν Περσικὴν, ἔφασκες· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, ταῖς ἐκ δαιμόνων μαντείαις, καὶ ταῖς ἐξ ἄστρων θαῤῥήσασα. Καὶ τὴν ἐπὶ δαίμοσιν ἐλπίδα πορνείαν καλεῖ. Ἀποστατικὴ γάρ ἐστι Θεοῦ. Πᾶσι γὰρ ἀνθρώποις ἡ πρὸς Θεὸν οἰκείωσις κτὰ φύσιν, ἡ δὲ πρὸς δαίμονας ἀλλοτρία, τὴν τούτων πρὸς ἀνθρώπους συνουσίαν διὰ γοητείας ἐπαγομένη. Διὸ καὶ Παῦλος τῇ φαρμακείᾳ συνάπτει τὴν εἰδωλολατρείαν λέγων·
But Symmachus rendered "strength of a kingdom" as "mistress of kingdoms," and he added the reason, teaching that one must not trample upon those humbled by God, since it is possible for them, once disciplined, to be shown mercy. And in agreement with these things Zechariah also says: "I have been jealous for Jerusalem with a great jealousy, and with great wrath I am angry against the nations that join in attacking; because I was angry but a little, but they joined in attacking for evil." But you, he says, have supposed that you will reign even continually, teaching that one must not trust in present prosperities, but look ahead to the last things, and to the changes that will come afterward. And these things were the result of the arrogance of those who reigned in her. And at one time he threatens her with the loss of a man—of the king during the time in which she was captured—and of the children who were ruled by her, or also of her own inhabitants who fell in battle. And these things will happen to you not only because of what has been said before, but also because you placed your hopes in incantations and sorceries. For when those who pursued these things foretold victory to you, you were lifted up to a swelling of pride, at once trusting also in your power, and not thinking that the Persian rule would appear stronger, you said: "I am, and there is no other," having trusted in the divinations from demons and in those from the stars. And the hope placed in demons he calls fornication. For it is an apostasy from God. For for all human beings, kinship with God is according to nature, but kinship with demons is alien, bringing about their intercourse with human beings through sorcery. Therefore Paul also joins idolatry to sorcery, saying:
"Εἰδωλολατρεία, φαρμακεία." Οὐ τοίνυν οὔτε Χαλδαίοις οὔθ' ἑτέροις τὸ εἰδωλολατρεῖν συγγνωστὸν, ἀλλ' ὀλέθριον. Ἔσται οὖν, φησὶν, ἡ πορνεία σου εἰς αἰσχύνην, ὅτ' ἂν ἡ ἐπὶ δαίμοσιν ἐλπὶς διαπέσῃ, ὧν ἡ ἰσχὺς, ἀσθένεια, μήτε προλέγειν ἐχόντων, ὡς ἐγώ σοι ταῦτα, μήτε βοηθεῖν δυναμένων. Ἀντὶ δὲ̀ τοῦ, Γνῶθι ὅτι ἡ σύνεσις τούτων ἔσται, καὶ ἡ πορνεία σοι αἰσχύνη, Σύμμαχός φησι· Καὶ ἡ γνῶσίς σου αὕτη ἐξηπάτησέν σε. Σύνεσιν δὲ καλεῖ τὴν σοφίαν τῶν μάντεων. Διό φησι, Καὶ οὐ μὴ γνῷς ἐκ μαντείας τὸν ἐπερχόμενον ὄλεθρον, ὃν καὶ βόθυνον καλεῖ, τὸ ἄφυκτον τῶν ἐμπεπτωκότων δηλῶν. Παρίστησι δὲ Δανιὴλ ὅπως παρὰ Χαλδαίοις διέπρεπον μάγοι τινὲς, καὶ Γαζαρηνοὶ, καὶ φαρμακοὶ, καὶ οἱ τὰ τοιαῦτα σοφοὶ (οὕτω γὰρ αὐτοὺς ἐκάλουν), οἳ καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ, ὡς δι' αὐτῶν κατορθουμένης τῆς βασιλείας, οὕς φησι καταλήψεσθαι τὴν διὰ πυρὸς τιμωρίαν, ἡνίκα πυρίκαυστος καὶ ἡ πόλις γενήσεται, μηδὲ αὐτοῖς βοηθεῖν δυναμένους. Τινὲς δὲ κατ' εἰρωνείαν τὸν λόγον πρὸς τὴν Χαλδαίαν ἐδέξαντο. ἔχεις ἄνθρακας πυρὸς, ὅ ἐστι Θερμοὺς ἄνδρας καὶ ζέοντας, τοὺς περὶ ὧν ὁ λόγος, ὅτ' ἂν ἐπ' αὐτοῖς καθίσῃς, ὅ ἐστιν ἐπαναπαύσῃ. Αὐτοὶ γὰρ ἔσονταί σοι βοήθεια. Ἤγουν ἄνθρακας, τὰς ἐπιστρεπτικὰς καὶ ὠφελίμους τιμωρίας καλεῖ. Ἐπιστραφείσῃ γάρ σοι, φησὶν, ἔσται τὰ τῆς τιμωρίας πρὸς ἀγαθοῦ τῆς παρ' ἐμοῦ τυγχανούσης Βοηθείας, εἰ καὶ τὸν πρὸ τοῦ χρόνον εἰς ματαιοπονίαν ἀνάλωσας. Ταῦτα δὲ φησὶν, ἔσται καὶ καθ' ἕκαστον τῶν ἀνθρώπων. Δι' ἑαυτοὺς τὰρ πλανηθέντες ἕξουσι τιμωρίαν, ἣν οὐ φεύξῃ μὴ μετανοήσασα.
Idolatry, sorcery." Therefore idolatry is not excusable for the Chaldeans or for others, but is destructive. "It shall be," he says, "that your fornication will be for shame," when the hope placed in demons falls through—demons whose strength is weakness, since they can neither foretell, as I do these things to you, nor are they able to help. But in place of "Know that their understanding shall be, and your fornication shall be for shame," Symmachus says: "And this knowledge of yours has deceived you." And he calls the wisdom of the seers "understanding." Therefore he says, "And you shall surely not know from divination the coming destruction," which he also calls a pit, indicating the inescapability of those who have fallen into it. And Daniel shows how certain magi, Gazarenes, sorcerers, and those wise in such matters (for so they called them) were distinguished among the Chaldeans, who were also held in esteem by the king, as though the kingdom were kept upright through them; he says that they will receive the punishment through fire, when the city too shall be burned with fire, being unable even to help themselves. But some have taken the passage ironically, as addressed to the Chaldean woman: you have coals of fire, that is, hot and boiling men—those of whom the account speaks—when you sit upon them, that is, rest upon them. For they themselves shall be a help to you. That is, he calls the corrective and beneficial punishments "coals." For when you have turned back, he says, the things of punishment shall be for good, since the help from me is obtained, even if you consumed the time before in vain labor. And he says these things shall also be for each one of men. For those who have gone astray on their own account will have punishment, which you shall not escape unless you repent.
Τὸ δὲ ἐκοπίασας, ἀντὶ τοῦ ἠσθένησας. Μεταβαλοῦσα γὰρ εἰς δαίμονας ἀπὸ Θεοῦ τὴν λατρείαν εὐάλωτος γέγονας. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, καὶ τὰ ἑξῆς· οἱ λοιποί φασιν, Οἱ ἔμποροί σου ἀπὸ νεότητός σου. Ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ. Διὸ οὐκ ἔστιν ὁ σώζων σε,
κατὰ Σύμμαχον. Τινὲς δὲ τὸ, Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία, οὕτως ἑρμήνευσαν, ὡσεὶ ἔλεγεν· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτρως ἀποστάντες Θεοῦ πάθεσιν ὑπενεχθέντες σαρκός· σὺ δὲ εἰς τοῦτο προέβης ἀνοσιότητος, ὡς μηδένα σοι σωτηρίας τόπον περιλειφθῆναι. ΚΕΦΑΛ. ΜΗʹ. αιαʹ. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοις ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες. Οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. Μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι9, κ.τ.λ. Τὰ κατὰ Βαβυλωνίων εἰπὼν, ἐλεγκτικῶς πρὸς Ἰουδαίους φησὶν, ὡς Διὰ τὸ παρ' ἐμοὶ δίκαιον ἐκείνους μετέρχομαι, οὐχ ὅτι βοηθείας ὑμεῖς ἄξιοι καθεστήκατε. Οἶκον γὰρ καλεῖ Ἰακὼβ, ὡς καὶ τῆς τοῦ προπάτορος ἀναξίους ἐπωνυμίας, καὶ ψιλῆς τοῦ Ἰσραὴλ προσηγορίας μετέχοντας, καὶ σπέρματος Ἰούδα σωματικοῦ. Τοῦτο γὰρ ἐξ ὕδατος. Ὡς βασιλικῷ δὲ γένει τὸν Ἰούδαν ἐπέγραψεν.
But "you have labored" is used in place of "you have grown weak." For having turned your service from God to demons, you have become easily captured. And in place of "You have labored in your turning," and what follows, others say: "Your merchants from your youth. Each one wandered off to his own side, from among whom no savior has been found for you. Therefore there is no one who saves you,"
according to Symmachus. But some have interpreted "A man has wandered off by himself, but for you there will be no salvation" as if he were saying: Many people have wandered off in a human way, having fallen away from God in a measured manner, carried along by the passions of the flesh; but you have advanced to such a degree of impiety that no place of salvation has been left for you. CHAPTER 48. 11. "Hear these things, house of Jacob, you who are called by the name of Israel, and who have come out from Judah. You who swear by the name of the Lord God of Israel. Remembering not with truth, nor with righteousness, and clinging to the name of the holy city, and supporting yourselves upon the God of Israel," etc. Having spoken the things against the Babylonians, he says to the Jews by way of reproof, that it is because of the justice that is with me that I pursue those men, not because you have been established as worthy of help. For he calls Jacob a house, as being unworthy even of the title of the forefather, and as sharing only in the bare name of Israel, and of the physical seed of Judah. For this is from water. And he inscribed Judah as of royal lineage.
Ὥσπερ δὲ ψευδῶς ἐλέγοντο ταῦτα τῶν ὀνομάτων ὅντες ἀνάξιοι, οὔτως ὀμνύντες καὶ μεμνημένοι τοῦ Θεοῦ Ἰσραὴλ, τοῖς χείλεσιν αὐτὸν ἐτίμων, ἀφεστηκότες αὐτοῦ τῇ καρδίᾳ, καὶ μάτην ἐδόκουν ἐπὶ Κυρίῳ στηρίζεσθαι, ἀντεχόμενοι πόλεως ἀνακειμένης αὐτῷ. Μετὰ γὰρ τὸν Ἐζεκίαν, Μανασσῆς αὐτοὺς εἰς πᾶσαν ἀσέβειαν ἔτρεψεν, καὶ ἐν αὐτῷ καθίδρυσεν ἄγαλμα τῷ θείῳ ναῷ. Διό φησι πρὸς αὐτούς· "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;" πολλαῖς τε προφητείαις ὠνείδισεν αὐτοῖς τὴν ἀσέβειαν. Διὸ πλείσταις αὐτοὺς πρὸς εὐσέβειαν ἀνακαλεῖ παρακλήσεσιν. Καὶ ὁ Σωτὴρ δὲ αὐτοὺς ἐπὶ σωματικῇ συγγενείᾳ φρονοῦντας ἐξήλεγχε, λέγων· "Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." Καὶ νῦν δὲ συνεχῶς αὐτοὺς ἐκ τῶν πατέρων καλεῖ, τῆς ἐκείνων ἄγων εὐσεβείας εἰς μνήμην, ὡς ἂν ἀπωλείας μὴ ἑαυτοῖς τε καὶ τῇ πόλεις παραίτιοι γένωνται. Θεὸν δὲ δείκνυσιν αὐτὸν προθεσπίζοντα, οὐκ ἐπιδεικτικῶς, ἀλλ' ὠφελῶν, ἵνα μὴ τοῖς εἰδώλοις ἐπιγράφωσι τὰ συμβαίνοντα, καὶ ὡς ἂν προγνόντες μετανοήσωσιν· ἠδύνατο γὰρ καὶ σιωπῶν τιμωρήσασθαι Βαβυλωνίους. Καὶ τῷ Φαραὼ γὰρ προλέγων ἐπέφερεν· "Ἵνα γνῷ τὸν ἐπάγοντα." Γνῶτε οὖν, ὦ ἄπιστοι, φησὶν, ὡς ὅσα διὰ τῶν πρόσθεν ἐθέσπισα προφητῶν, ὡς εἰς ἀκοὰς πολλὰς τοὺς λόγους ἐλθεῖν, εἰς ἔργον ἐξέβη. Θεοῦ γὰρ μόνον τὸ προλέγειν· καὶ μάτην ὁ Μανασσῆς διὰ μαντείας εἰδέναι σπουδάζει τὰ μέλλοντα· ἃ δὲ προέφην, φησὶν, εἰ καὶ μὴ προσέδοκας, ἀλλ' οὖν ἐξάπινα γέγονεν. Πρότερα δέ τινες τὴν αἰχμαλωσίαν εἰρήκασι, μεθ' ἥν ἐστι τὰ τῇ Βαβυλωνίᾳ συμβάντα δεινά.
But just as they were falsely called these names, being unworthy of them, so swearing by God and remembering the God of Israel, they honored him with their lips while standing apart from him in their heart, and they vainly seemed to be established in the Lord, clinging to a city consecrated to him. For after Hezekiah, Manasseh turned them to every impiety, and in him established an idol in the divine temple. Therefore he says to them: "What has the beloved done in my house, an abomination?" And through many prophecies he reproached them for their impiety. Therefore he calls them back to piety with very many exhortations. And the Savior also refuted them for thinking on the basis of physical kinship, saying: "If you were children of Abraham, you would do the works of Abraham." And now he calls them continually from their fathers, leading them to the memory of their piety, so that they might not become the cause of destruction for themselves and for the city. And he shows that he foretells it, not for display, but for their benefit, so that they might not ascribe what happens to idols, and so that having foreknown they might repent; for he could have punished the Babylonians even in silence. For he also brought it upon Pharaoh by foretelling: "So that he might know the one who brings it." Know, then, O unbelievers, he says, that as many things as I ordained through the prophets before, so that the words might come to many ears, have come to fulfillment. For it is God's alone to foretell; and Manasseh vainly strives to know the future through divination; but what I foretold, he says, even if you did not expect it, nevertheless happened suddenly. Some have called the captivity earlier, after which are the evils that befell Babylonia.
Ὡς ἀκαμπεῖ δὲ, φησὶ, καὶ ἀναισχύντῳ προεῖπον, καίπερ εἰδὼς, ὡς καὶ οὕτως εἰδώλοις τὴν τῶν συμβησομένων Βαβυλωνίοις ἐπιγράψει αἰτίαν. Ἐπεὶ, καὶ τῆς Ἱερουσαλὴμ ἁλούσης, αἱ περιλειφθεῖσαι γυναῖκες, κωλύοντος Ἱερεμίου κατελθεῖν εἰς τὴν Αἴγυπτον, ἀνθυπέφερον· Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Διὸ καὶ δυσχεραίνων Ἱερεμίας φησί· "Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνησαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἐθέλησαν δέξασθαι παιδείαν." Ἰδοὺ τοίνυν, καίπερ ὄντι τοιούτῳ, φιλάνθρωπος ὢν, προλέγω τὰ συμβησόμενα τοῖς μέλλουσί τε καταπολεμῆσαι Χαλδαίοις, ὡς ἂν τότε βοηθὸν τὸν προειπόντα καλέσεις. Μὴ οὖν ἀπάτας αὐτὸν λέγων, ὡς καὶ πρὸ τῆς ἐμῆς προφητείας εἴδωλά σοι ἐνετείλατο, τοῦτ' ἔστιν ἠπείλησαν, ἢ προαπήγγειλαν, ὡς αὐτά σε κακώσει. Διὰ ταῦτα γὰρ πείσει κακῶς, ὅτιπερ ἀποστὰς ἐμοῦ προσετέθης αὐτοῖς. Πλὴν οὐδέν σε τὸ προλέγειν ὀνήσειεν. Οὐ γνώσῃ γὰρ, τοῦτ' ἔστιν, οὐ γενήσῃ σοφὸς τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ, μὴ περιμένων τῶν σοι προαπειλουμένων τὸ τέλος. Ἀκουστά σοι τοιγαροῦν ἐποίησα τὰ καινά. Καινὰ. γὰρ ἦν, πρὸ τοῦ γενέσθαι λεγόμενα. Πάσχων τοίνυν μὴ λέξῃς, ὡς Πρὶν παθεῖν οὐκ ἀκήκοα, ἤγουν, ὅτι Προέγνων μὲν, ἀλλ' ἐξ εἰδώλων μαθών. Οὐ γὰρ ἔγνως οὐδὲν πρὶν ἐμὲ λέγειν αὐτά· οὐ γὰρ πεποίηκά σοι τοῦτο παρ' ἑτέρου γνωστόν. Ἰδοὺ δέ σε καλῶ καὶ πρὶν
As I said before, I called you inflexible and shameless, though I knew that even so they would attribute the cause of what would befall the Babylonians to idols. For indeed, when Jerusalem was captured, the women who were left behind, when Jeremiah forbade them to go down to Egypt, argued back: "Since we ceased sacrificing to the queen of heaven, all these evils have come upon us." Therefore Jeremiah, indignant, says: "Lord, your eyes are for faithfulness. You scourged them, and they did not grieve. You consumed them, and they were unwilling to accept discipline." See, then, that although you are such a one, being a lover of humanity, I foretell what will happen to the Chaldeans who are about to wage war against you, so that then you may call upon the one who foretold it as your helper. Do not therefore deceive him by saying that even before my prophecy idols commanded you—that is, they threatened or announced beforehand—that they would harm you. For on account of these things you will be persuaded to your harm, because having departed from me you were joined to them. Yet foretelling will profit you nothing. For you will not know—that is, you will not become wise through a change for the better—unless you await the outcome of the things threatened against you beforehand. Therefore I have made the new things heard by you. For they were new, spoken before they came to be. So when you suffer, do not say, "Before I suffered I did not hear," that is, "I knew beforehand, but I learned it from idols." For you knew nothing before I spoke them; for I have not made this known to you by another. Behold, I call you also before
ἀπειθῆσαι παράνομον. Δι' αὐτὸ γάρ σε καὶ φθάσει Οὐκοῦν διὰ φιλανθρωπίαν τῶν σοὶ συμβησομένων ἡ πρόῤῥησις. Καὶ παραδιδούς σε γὰρ, ἐπ' ὠφελείᾳ παρέδωκα, οὐχ ὡς ἄν τις ἀνὴρ πρὸς ἴδιον κέρδος ὁρῶν. Παιδεύει γὰρ ἔσθ' ὅτε πάθος, ὃν οὐκ ἐπαίδευσε λόγος. Δι' ὅσοι καὶ τῶν πολεμίων τὰς συμφορὰς προηγόρευσα, πανταχόθεν ἐπιστρέφων, ἀπειλῆς, καὶ φόβῳ, καὶ πάθους πείρᾳ, καὶ δυνάμει προαγορεύσεως, τῇ περὶ σὲ φιλανθρωπίᾳ σέ τε πάλιν ἐλευθερῶν, καὶ τοὺς ἐχθροὺς τιμωρούμενος, καὶ, ὅτι τὴν ἐμὴν ἐβλασφήμουν θεότητα, τὴν καθ' ὑμῶν νίκην τοῖς ἰδίοις θεοῖς ἐπιγράφοντες, τὴν τοῦ ὄντος τοῖς οὐκ οὖσι χαριζόμενοι δόξαν. Κάμινον δὲ πτωχείας, τὸν τόπον τῆς δουλείας ἐκάλεσεν, ἐν ᾧ τοῖς δουλεύουσιν καὶ πτωχεύειν ἀνάγκη. Δι' ὧν δὲ λέγει, δείκνυσι τὸν Ἰσραὴλ ἑαυτὸν πεπρακότα, ἀντ' ἀργυρίου. τὰς ἑαυτοῦ προέμενον ἁμαρτίας. Οὐ δι' ἐμὴν γὰρ ὑπομένεις ἀσθένειαν τοῦ τὰ ἐν Αἰγύπτῳ πρὸς τὴν σὴν ἐλευθερίαν δραματουργήσαντος. Πῶς δὲ λέγει πεποιηκέναι, καθά φασί τινες, καινὰ, τοῦ Ἐκκλησιασ[τικ]οῦ λέγοντος, Καὶ οὐδὲν καινόν; Τὸ Χριστοῦ τοίνυν λέγει μυστήριον μεῖζον τῆς ὁρωμένης ὑπάρχον κτίσεως, ὃ καὶ ἀ̓ποκεκρυμμένον ὁ Παῦλος καλεῖ. Διό φησιν, Οὔτε ἐξ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Τῶν γὰρ ἀποστόλων Χριστὸς ἤνοιξε τὰ ὦτα πρὸς τὸ καὶ συνιέναι τὰς Γραφάς. Ἀνοίγεται δὲ τὰ ὦτα, ὅτε καὶ νοῦς. Οὐ γὰρ μάτην ἀκούει. Ἔγνων γὰρ, φησὶν, ὅτι ἀθετήσεις, διὸ καὶ ἔκρυψα, καὶ ἄνομος ἐκ κοιλίας κληθήσῃ· δηλαδὴ, τῇ προγνώσει. Οὕτως ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας.
to disobey is lawless. For this very reason it will also come upon you beforehand. Therefore the foretelling of what will befall you is out of love for humanity. For in handing you over, I handed you over for your benefit, not as a man looks to his own gain. For sometimes suffering disciplines the one whom reason has not disciplined. Therefore I foretold even the calamities of the enemies, turning them back from every side—by threat, and by fear, and by the experience of suffering, and by the power of foretelling—by my love for humanity setting you free again, and punishing the enemies, and because they blasphemed my divinity, ascribing the victory over you to their own gods, giving the glory of the One who is to those who are not. And he called the furnace of poverty the place of slavery, in which those who serve must also be poor. By what he says, he shows that Israel had sold itself for silver, casting away its own sins. For you do not endure weakness on my account—I who staged the events in Egypt for your freedom. But how does he say he has made new things, as some claim, when Ecclesiastes says, And there is nothing new? He means, then, the mystery of Christ, which is greater than the visible creation, which Paul also calls hidden. Therefore he says, Nor from the beginning did I open your ears. For Christ opened the ears of the apostles, so that they might also understand the Scriptures. And the ears are opened when the mind is also opened. For it does not hear in vain. For I knew, he says, that you would transgress, therefore I also hid it, and you shall be called lawless from the womb—that is, by foreknowledge. Thus the sinners were estranged from the womb.
Ἔπαθες δ' ἂν καὶ πανωλεθρίαν, ἀνθ' ὧν μου τὴν δόξαν ἀνέθηκας δαίμοσιν, εἰ μὴ δι' αὐτήν μου τὴν δόξαν φανησομένην ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. ιβκβʹ. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃνἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται9, κ.τ.λ. Τὰς πρῶτα τοῖς διαβεβλημένοις εἰπὼν, ἐνταῦθα τοῖς κατορθοῦσιν ἐξ Ἰσραὴλ διαλέγεται. Διὸ πρόσκειται τὸ, ὃν ἐκάλεσα. Ἀν' οὗ Σύμμαχος μὲν, ὁ κλητός μου, Ἀκύλας δὲ, κλητέ μου, φασίν. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Πλὴν οὐκ ἐκλεκτοὶ, πρὸς οὓ ὁ λόγος, ἀλλὰ κλητοί. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς ἑαυτοῦ θεολογίας, ἄναρχον ἑαυτὸν λέγων. Τὸ γὰρ τοῦ πρώτου πρεσβύ τερον, καὶ ἀτελεύτητον ἀκολούθως. Οὗ γὰρ οὐκ ἔστιν ἀρχὴ, οὐδὲ τέλος. Ὅπερ οἱ λοιποὶ δηλοῦντες ἐξέδωκαν, Ἐγὼ πρῶτος, καὶ ἐγὼ ἔσχατος. Εἴρηται δέ που περὶ τοῦ Μονογενοῦς, ὅτι "Αὐτός ἐστιν ὁ πρῶτος καὶ ὁ ἔσχατος." Ὃ διεσάφησεν εἰπὼν, Ἔζων καὶ ἐγενόμην νεκρός. Ἀρχὴ γάρ ἐστι ζωῆς ὁ αὐτὸς, καὶ ἔσχατος, ἐπεὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης. Πρὸς οἰκειότητα γὰρ τὴν αὑτοῦ κέκληκεν αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, κατὰ τὸ, "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη." καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Καί σε ἐξελέξατο Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν." Ἐχρῆν οὖν αὐτὸν μὴ ἀποστῆναι Θεοῦ καὶ προστεθῆναι δαίμοσι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα.
You would have suffered even utter destruction, in return for the fact that you ascribed my glory to demons, had it not been for my very glory that was to be revealed for the salvation of the world. 122. Hear me, Jacob, and Israel, whom I call. I am the first, and I am the same forever. And my hand founded the earth, and my right hand established the heaven. I will call them, and they shall stand together, and all shall be gathered, and shall hear, etc. Having first spoken to those who were slandered, here he addresses those from Israel who live rightly. Therefore the phrase "whom I called" is added. In place of this, Symmachus says, "my called one," and Aquila, "my called." For from that people there were many called, but few chosen. Nevertheless, those to whom the word is addressed are not chosen, but called. He also reminds them of his own theology, calling himself without beginning. For what is older than the first is also without end, by consequence. For that which has no beginning has no end either. The others, making this clear, rendered it, "I am first, and I am last." And it has been said somewhere concerning the Only-begotten, that "He is the first and the last." Which he made clear by saying, "I was living and I became dead." For he himself is the beginning of life and the last, since he emptied himself, taking the form of a servant. At the same time he also brings them to remembrance of the honor and glory given to them. For he called them to his own intimacy out of all the nations, according to the verse, "When the Most High divided the nations," and what follows. And again: "And the Lord chose you out of all the nations to be his people." It was fitting, then, that he should not depart from God and be added to demons and worship the creature instead of the Creator.
Πλὴν καὶ οὕτως οἰκτείρων αὐτοὺς καλεῖ πρὸς εὐπάθειαν τὸ, Ἄκουέ μου, βοῶν· νῦν γοῦν ἀξιῶν πεισθῆναι, καὶ τῶν ἐξ αὐτοῦ βεβαίως τυχεῖν δωρεῶν. Κατὰ γὰρ τὸν Παῦλον, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Τὸ δὲ ἀΐδιον, καὶ ὄντως ὂν, παρίστησι τὸ, Ἐγώ εἰμι, συμφώνως τῳ· "Ἐγώ εἰμι ὁ ὢν," ὡς τὴν φύσιν, οὕτω καὶ τὸ ἦθος ἀκίνητον εἶναι δηλῶν. Ὁ αὐτὸς γὰρ ὢν, ἐξ ἀγαθότητος ἔχω τὸ γνώρισμα. δι' ἢν καὶ πάντα πρὸς τὸ εἶναι παρήγαγον, ἀντιδιαστέλλων πρὸς τοὺς οὐκ ὄντας θεοὺς, περὶ ὧν λέγεται· "Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν." Ἐπειδὴ δὲ ἐπάγει, Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, τοῦ Πατέρος τινὲς τὸ πρόσωπον ἔφασαν, οὗ χεὶρ ὁ Μονογενὴς ἐν ταῖς Γραφαῖς ὀνομάζεται· Μωσῆς γάρ φησιν· "Ἡ δεξιά σου χεὶρ, Κύριε, δεδόξασται ἐν ἰσχύϊ," καὶ
τὰ ἑξῆς. Καὶ ὁ Δαβίδ· "Κραταιωθήτω ἡ χείρ σου. Ὑψωθήτω ἡ δεξιά σου," οὕτω λεγόμενος ὡς πληρωτὴς τῶν τοῦ Πατέρος ἐννοιῶν, ὡς εἶναι κυρίως σοφίαν αὐτὸν τοῦ Θεοῦ, σαφηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ' αὐτοῦ γινομένοις ἔργοις. Διὸ λέγεται ἐν Παροιμίαις· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Οὐχ ὡς μέρος οὖν ἡ χεὶρ, ἀλλ' ὡς τελεία, δι' ἧς αὐτὸς ἐργάζεται, ἡ ἐξ αὐτοῦ δύναμις, ἐγγυτάτη οὖσα αὐτῷ. Πῶς οὖν, φησὶ, λατρεύεις τῇ κτίσει παρὰ τὸν Κτίσαντα; Τὸ γὰρ ποιηθὲν τὴν τοῦ ποιήσαντος ἀμέτρως ὑποκάθηται δόξαν, ὡς ἀσεβεῖν τὸν τῇ προσκυνήσει πρὸς ἴσην ἄγοντα τοῦτο τῷ πεποιηκότι τιμήν.
Nevertheless, even so, in pity for them he calls them to well-being, crying out, "Hear me," now at least deigning to persuade them and to have them securely obtain the gifts that come from him. For according to Paul, though they ought to have been teachers by reason of time, they have again had need of one to teach them what are the elements of the beginning of the oracles of God. And the "I am" sets forth what is eternal and truly existent, in agreement with "I am the one who is," declaring that both his nature and his character are immovable. For being the same, I have the mark of recognition from goodness, through which I also brought all things into being, contrasting myself with the gods who are not, concerning whom it is said: "Let the gods who did not make the heaven and the earth perish." But since he adds, "My hand founded the earth," some said this was the person of the Father, whose hand the Only-Begotten is named in the Scriptures; for Moses says: "Your right hand, O Lord, has been glorified in strength," and
the rest. And David: "Let your hand be strengthened. Let your right hand be exalted," he being so called as the fulfiller of the Father's thoughts, so that he is properly the wisdom of God, making clear the paternal thoughts in the works done by him. Therefore it is said in Proverbs: "God founded the earth in wisdom." Not as a part, then, is the hand, but as perfect, that by which he himself works, the power that is from him, being very near to him. How then, he says, do you serve the creature rather than the Creator? For what has been made is subject to the glory of the maker beyond measure, so that the one who by worship brings it to equal honor with the one who made it is impious.
Ἡ δεξιὰ τοίνυν μου, φησὶν, τὸν οὐρανὸν ἐστερέωσεν, ἢ, τοὺς οὐρανοὺς, κατὰ τοὺς ἄλλους ἑρμηνέας, δηλαδὴ τὰς οὐρανίους δυνάμεις, περὶ ὧν ἐπιφέρει· Καλέσω αὐτοὺ, καὶ στήσονται ἅμα. Πειθαρχοῦσι γὰρ ὡς ἂν Δεσπότῃ ἑστᾶσί τε συνερχόμεναι τῶν λόγων αὐτοῦ πρὸς ἀκρόασιν. Σύμφωνον τῷ κατ' ἀρχάς· "Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν." Εἰ δὲ δυνάμεις αἱ κρείττους οὕτω σὺν εὐλαβείᾳ τῷ πεποιηκότι πειθήνιοι, ἡμεῖς ὄντες ἄνθρωποι πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; Ἀντὶ δὲ τοῦ, τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα, ὁ Σύμμαχος ἔφησεν, τίς αὐτοῖς ἀπήγγειλεν ταῦτα; Ὃν Κύριος ἀγαπήσει, ποιήσει τὸ θέλημα αὐτοῦ. Ὁ δὲ Ἀκύλας, τίς ἐν ἀνθρώποις ἀπήγγειλεν ταῦτα; Κύριος ἠγάπησεν αὐτόν. Ὅτι γὰρ, φησὶν, αἱ τῶν οὐρανῶν δυνάμεις καλούμεναι πρὸς τὴν τῶν αὐτοῦ λόγων ἀκρόασιν ὑπακούουσι παριστάμεναι, αὐτὸς ἀπήγγειλε Κύριος, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς σὲ φανερόν σοι πεποίηκεν. Ἤγουν κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, Ὁ ἀγαπητὸς τοῦ Πατέρος καὶ Μονογενὴς, αὐτὸς ἀπήγγειλεν ἀνθρώποις, ὃς καὶ τὸ θέλημα τοῦ Πατέρος ἐνεργήσει, τὰ προλεχθέντα κατὰ Βαβυλῶνος ἐπάξων, ὅτε καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον ἐργάσεται τοῦ λαοῦ. Τινὲς δὲ τὸ, Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, περὶ τῶν ἐξ Ἰσραὴλ εἰρῆσθαί φασιν. Ὡς ἡδέως ἂν ἐπυθόμην συνηγμένων αὐτῶν, τίς ἄλλο αὐτοῖς Θεὸς τὴν ἐκ τοῦ πολέμου προμεμήνυκε συμφορὰν, ὡς ἐγὼ διὰ τῶν προφητῶν μου τὰ κατὰ μέρος ἐδήλωσα· καὶ τῶν ἐμῶν καταφρονήσαντες λόγων, τὴν τῶν κακῶν ἀνεμείνατε πεῖραν. Τίς οὖν ὑμῖν ἡ ὄνησις τῆς ἐκ δαιμόνων μαντείας οὐδὲν προεγνωκυίας τῶν ὕστερον;
My right hand, then, he says, has established heaven—or, according to the other translators, the heavens—namely, the heavenly powers, concerning which he adds: I will call them, and they shall stand together. For they are obedient as to a Master, and they stand gathered together for the hearing of his words. This is in agreement with what was said at the beginning: "Hear, O heaven, and give ear, O earth, for the Lord has spoken." But if the higher powers are thus obedient to their Maker with reverence, how much more should we, being men, receive the divine fear? And in place of "who has declared these things to them," Symmachus said, "who has reported these things to them?" Whom the Lord will love, he will do his will. But Aquila: "who among men has reported these things? The Lord has loved him." For, he says, since the powers of the heavens, when called to the hearing of his words, obey and stand by, the Lord himself has declared it, and because of his love toward you he has made it clear to you. Or, according to Aquila and Symmachus, the Beloved of the Father and Only-Begotten himself has reported it to men, he who will also accomplish the will of the Father, bringing upon them the things foretold against Babylon, when he will also work the freedom and the return of the people. But some say that "I will call them, and they shall stand together" was spoken concerning those from Israel. How gladly would I have inquired, when they were gathered, what other God had foretold to them the calamity from war, as I through my prophets have made known the particulars; and having despised my words, you awaited the experience of evils. What, then, is the benefit to you of divination from demons, which foreknew nothing of what came afterward?
Τινὲς δέ φασι, τοὺς μέγα φρονοῦντας τῶν ἐθνικῶν παρεῖναι προτρέπεται, καὶ πρὸς νοῦν ἐκλαβεῖν, ὡς οὐδεὶς αὐτοῖς τὰ μετὰ χρόνους ἐσόμενα προὔλεγεν. Αὐτὸς δὲ ἦν ὁ Θεὸς ὁ καὶ προλέγων τὰ δυσχερῆ, καὶ μετατιθεμένων ἀνακαλούμενος. Διὸ καὶ προὔλεγεν ἐπιστρέφων τῷ φόβῳ. Εἶτα δείκνυσιν, ὡς οὐ μνησικακῶν αὐτοῖς, ἀγαπῶν δὲ τοὐναντίον ἅπερ ἤθελον, ἔπραξε. Τοὺς γὰρ Χαλδαίους θλίβοντάς τε καὶ ἐπιτιθεμένους αὐτοῖς, τὸν Θεὸν ἠβούλοντο διαφθεῖραι, ὃ δὴ καὶ πεποίηκεν, οὐκ ἀνταποδιδοὺς ὡς δικαίοις, δι' ἀγαθότητα δὲ χαρισάμενος, καίπερ ἡμαρτηκότας ἀγαπῶν. Διὸ καὶ πρὶν παθεῖν ὑμᾶς, προεῖπον ἐκείνων τὴν ἔφοδον, ἵνα μετανοήσαντες ἄπρακτον ταύτην ποιήσητε. Οὓς μὴ πειθομένων, εὐώδωσα καθ' ὑμῶν, παιδεύων ὑμᾶς ἀμετανόητα πλημμελήσαντας. Τινὲς δὲ τὸν Κῦρον εὐωδῶσθαι κατὰ Χαλδαίων εἰρήκασι φειδοῖ τῶν Ἑβραίων, καθ' ὧν ἐπεδείξαντο τὴν ὠμότητα. Ταῦτα μὲν οὖν κτὰ καιρὸν ποιήσω τὸν μέλλοντα. Ὑμεῖς δὲ ταῦτα μεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ, ἥκετε πρός με σπεύδοντες· καὶ γὰρ ὅτε ταῦτα ὁ Πατὴρ ἐβουλεύετο παρ' αὐτῷ ἡμῖν. Καὶ νῦν δὲ αὐτὸς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ πρὸς κατόρθωσίν με τῶν ὑπ' αὐτοῦ διωρισμένων ἀπέστειλεν. Πῶς δὲ οὐκ ἐν κρυφῇ προαπήγγειλε, διὰ τῶν προφητῶν εἰπὼν ἐναργῶς·" Ὅτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς," καὶ τὰ ἐξῆς· Καὶ οὐκ αὐτοῦ ἦν ἔργον τῆς Βαβυλῶνος ἡ αἴρεσις, ἀλλὰ τῆς ἐμῆς ἀντιλήψεως. Μεταξὺ δὲ, φασὶν, ἐστὶ τοῦ Κύρου φωνὴ, τὸ, Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ.
Some say that he urges the proud among the Gentiles to be present and to understand that no one foretold to them the things that would come to pass in later times. But it was God himself who both foretold the hardships and, when they changed their minds, called them back. Therefore he also foretold, turning them back by fear. Then he shows that, not bearing a grudge against them, but on the contrary loving them, he did what they wished. For they wanted God to destroy the Chaldeans who were oppressing them and attacking them—which indeed he did, not repaying them as to the righteous, but granting it out of goodness, and loving them even though they had sinned. Therefore also, before you suffered, I foretold their attack, so that by repenting you might make it of no effect. When they would not obey, I gave them success against you, disciplining you who had transgressed without repentance. Some have said that Cyrus was given success against the Chaldeans out of sparing the Hebrews, against whom they had shown their cruelty. These things, then, I will do at the time that is to come. But you, having learned these things—not spoken in secret, but with great boldness—come to me eagerly; for when the Father was deliberating these things, it was with him, for us. And now the Father himself, and the Spirit of his holiness, has sent me for the accomplishment of the things appointed by him. And how did he not foretell in secret, saying clearly through the prophets: "Thus says the Lord to my anointed Cyrus, whose right hand I have grasped," and the rest? And the taking of Babylon was not his own work, but of my assistance. In between, they say, is the voice of Cyrus: "The Lord has sent me, and his Spirit.
Τὸ δὲ, Καὶ νῦν, δηλοῖ ὡς εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ' ἰδοὺ νῦν καὶ Κῦρος αὐτὸς ὡμολόγηκεν ὑπὸ Θεοῦ συνηργῆσθαι τῶν ὅλων. Ταῦτα γὰρ εἰρῆσθαι περὶ αὐτοῦ παρὰ τῶν αἰχμαλώτων μαθὼν, ἀναγνούς τε τὴν
προφητείαν, γράμματι χρῆται βασιλικῷ ἐν Ἔσδρᾳ κειμένω, καὶ λέγοντι· "Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος," καὶ τὰ ἑξῆς. Τινὲς δὲ τὸ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ, ἀπὸ προσώπου τοῦ προφήτου λελέχθαι φασιν, Ὅτι καὶ πρώην ὑμῖν οὐκ ἐν γωνίᾳ λελάληκα, καὶ νῦν οὐδὲν ἧττον ἐκ Θεοῦ πεμφθεὶς ἥκω πρὸς ὑμετέραν ὠφέλειαν, περὶ τῶν αὐτῶν πολλάκις λαλῶν, Θεοῦ μὲν πέμποντος, ὑπηχοῦντος δὲ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἄκουε τοίνυν, ὦ Ἰσραὴλ, ἅ σε διδάσκει ὁ ῥυσάμενός σε Κύριος. Μέμνητο τοῦ Θεοῦ σου, Ταῦτα γάρ σοί φημι ὑπὲρ τοῦ εὑρεῖν ὁδὸν σωτηρίας, ὃς εἰ καὶ τὴν ἀρχὴν ἐπείσθης, ἀπείρατος ἦσθα κακῶν. Ἐπλήθυες δ' ἂν ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ τῶν ἐντεῦθεν καλῶν ποταμηδόν σοι ῥεόντων καὶ ἄλλων ἐπ' ἄλλοις, ὡς κυμάτων θαλάττης. Ἤγουν, ἀνανταγώνιστον εἶχες δύναμιν, ὡς ποταμοί τε καὶ θάλατται. Ἦν δ' ἄν σου καὶ τὸ σπέρμα, φησὶν, ἀναρίθμητον, πολεμίων ἐφόδοις οὐ δαπανώμενον. Τὸ δὲ χοῦς τῆς γῆς, κέγχροι γῆς ἐξέδωκαν οἱ λοιποί. Σωματικὰ δὲ λέγεται πρὸς σωματικούς. Ἀξίως δὲ Θεοῦ νοοῖτο σπέρμα Ἰσραὴλ, περὶ οὗ τὸ ῥηθέν· "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν," δηλοῦντος τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας.
But the phrase "And now" makes clear that even if none of the things that happened had been foretold beforehand by God, nevertheless behold, now Cyrus himself has acknowledged that he was aided by God in all things. For having learned that these things had been said about him by the captives, and having read the prophecy, he employs a royal letter preserved in Esdras, which says: "Thus says Cyrus king of the Persians: The Lord of Israel, the Most High, has appointed me king of the world," and so on. But some say that the words "The Lord has sent me, and his Spirit," were spoken in the person of the prophet: "Because even formerly I did not speak to you in a corner, and now, sent no less by God, I have come for your benefit, speaking often about the same things, with God sending and the Holy Spirit speaking beneath." Hear therefore, O Israel, what the Lord who rescued you teaches you. "Remember your God," for I say these things to you so that you may find the way of salvation—you who, even if you were persuaded at the beginning, were untested in evils. And you would have multiplied in peace and righteousness, with the good things from here flowing to you like a river, and others upon others, like waves of the sea. That is, you had power beyond contest, like rivers and seas. And your seed, he says, would have been innumerable, not consumed by enemy attacks. But "dust of the earth" — the rest produced "millet of the earth." These things are said bodily to bodily people. But worthily of God one would understand the seed of Israel, about which the saying: "Unless the Lord of Hosts had left us a seed, we would have become as Sodom," indicating those from the Jews who believed.
Πατέρες γὰρ τῶν ἄλλων ἐγένοντο τοὺς προσιόντας ἀναγεννήσαντες οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εὔλογον οὖν ἀλληγορεῖν. Σωματικῶς γὰρ Ἰουδαῖοι καὶ παραβαίνοντες τὰς ἐντολὰς ἐπληθύνθησαν, ὡς τὸ ῥητὸν μᾶλλον ἁρμόσαι τῷ νοητῷ μεθ' ὑποστολῆς λέγων, εἰ τὰς ἐντολὰς ἐτήρησαν τῶνδε τυχεῖν. Οὐδὲν γὰρ μέγα τὸ σωματικῶς σκωλήκων δίκην πληθύειν. Τινὲς δὲ τὸ, Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν εἰρῆσθαί φασιν, ὡς τῶν ἐξ Ἰσραὴλ λεγόντων· Πῶς ὑπὸ σὲ τελοῦντες τοιαῦτα πεπόνθαμεν οἱ πάλαι ῥυσθέντες ἐκ Φαραὼ διὰ τῆς σῆς ἀμάχου ῥοπῆς; Ἔδειξά σοι γὰρ, φησὶν, ὁδὸν σωτηρίας, τὸν νόμον· ὃν εἴπερ ἤθελες εὖ πράττειν, ἐφύλαττες. Νῦν δὲ παραβὰς, καὶ πρὸς εἰδωλολατρείαν τραπεὶς, παρεδόθης ἐχθροῖς· καὶ οὐδὲ οὕτω παγγενεὶ δι' ἐμὴν φιλανθρωπίαν ἐξωλοθρεύθητε. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τῷ Ἰσραήλ. Διό σοι καὶ νῦν ἐκ Βαβυλῶνος ἐξιέναι φημὶ, μὴ σὺν φόβῳ καὶ ὑπτίως, σπουδῇ δὲ κεχρημένῳ πολλῇ, καὶ φωνὴν εὐφροσύνης βοῶντι. Ὡς γὰρ ἡ ἐξ αἰγύπτου γέγονεν ἔξοδος πᾶσι τοῖς ἔθνεσιν ἐμφανὴς (Φαραὼ μὲν ἀνθισταμένου, πληττομένων δὲ τῶν Αἰγυπτίων, πρὸς ὅν φησιν· Εἰς τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου), οὕτως ἐχρῆν μηδὲ τὴν ἐκ Βαβυλῶνος λύτρωσιν γενέσθαι σιγῇ, δοξολογεῖν δὲ τὸν λυτρωτήν. "Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Ἐχρῆν γὰρ ἐν διηγήσεως τρόπῳ δοξολογεῖν κατὰ τὸν μέγαν Δαβίδ· "Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἐπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
For they became fathers of others by regenerating those who came to them, who were born not of bloods, but of God. It is reasonable, then, to interpret allegorically. For the Jews, even while transgressing the commandments, multiplied physically, so that the literal sense fits the spiritual sense better, saying with reservation that if they had kept the commandments they would have obtained these things. For there is nothing great in multiplying physically like worms. But some say that the phrase "I have shown you" was spoken of your finding the way, as if those of Israel were saying: How is it that we who are subject to you have suffered such things, we who were once delivered from Pharaoh through your invincible inclination? For I showed you, he says, the way of salvation, the law; which, if you had wished to fare well, you would have kept. But now, having transgressed and turned to idolatry, you were handed over to enemies; and not even so were you utterly destroyed with your whole race, through my love for mankind. For the remnant has been preserved everywhere for Israel. Therefore I say to you even now to depart from Babylon, not with fear and carelessly, but employing great haste, and crying out a voice of gladness. For as the exodus from Egypt became manifest to all the nations (with Pharaoh resisting, and the Egyptians being struck, to whom he says: For this purpose I raised you up, that I might show in you my power), so it was necessary that the redemption from Babylon also not happen in silence, but that the redeemer be glorified. "For the voice of exultation and salvation is in the tents of the righteous." For it was necessary to glorify in the manner of a narrative, according to the great David: "You have been well pleased, O Lord, with your land; you have turned back the captivity of Jacob.
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." Ἑαυτὸν δὲ δεικνὺς ἐκεῖνον ὄντα τὸν Δι' ἐρήμου πάλαι διαγαγόντα τὸν Ἰσραὴλ, φησὶν, ὡς Εἰ πάλιν ἐδεήθης σχιζομένης πέτρας πρὸς ὕδατος χορηγίαν, ἦν ἄν σοι καὶ τοῦτο εἰς τὴν Ἰουδαίαν βαδίζοντι. Μὴ γενόμενον δὲ καθ' ἱστορίαν, οὕτω τινὲς ἠλληγόρησαν. Τοῖς αἰχμαλωσίας ἠλευθερωμένοις τῆς νοητῆς περὶ ὧν ἔλεγεν ὁ Χριστὸς, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τὸ λογικὸν νάμα τῆς ἀληθινῆς ἐκδίδοται πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, ὃς καί φησιν· "Ὃςἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Ὡς ἂν δὲ μὴ νομίσωσιν οἱ ἐν αὐτοῖς ἀσεβεῖς καὶ δι' αὐτοὺς γεγονέναι τῆς ἀφέσεως τὴν ὑπόσχεσιν, καὶ τὴν ἐξ αὐτῆς εὐφροσύνην, τούτων αὐτοὺς ἀλλοτρίους ἀπέφηνεν. Τινὲς δὲ ἀσεβεῖς τοὺς Βαβυλωνίους εἰρῆσθαί φα̣σ̣ιν, οἳ παραδοθέντες κολάσει χαίρειν οὐκ εἶχον, τῶν λελυτρωμένων χαιρόντων. Τινὲς δέ φασιν, ἵνα μὴ διὰ τὴν τῶν ῥηθέντων ἡδονὴν ὑπτιάσαντες ῥᾳθυμήσωσιν, ὡς πάντως αὐτῶν τευξόμενοι, κἂν ἀσεβεῖς ὦσιν, ἅπαξ εἰρηκότος Θεοῦ, φόβον αὐτοῖς ὑπὲρ ἀσφαλείας ἐπήρτησεν. Καὶ πῶς γὰρ ἄν τις εὐφραίνοιτο τοῦ τῆς χαρᾶς στερηθεὶς
You forgave the lawless deeds of your people, you covered all their sins. Showing himself to be the one who long ago led Israel through the desert, he says: If you had again asked for water to be supplied from the split rock, this too would have been yours as you journeyed into Judea. But since this did not happen according to history, some allegorized it thus: To those freed from captivity—the spiritual captivity of which Christ spoke when he said, "He has sent me to proclaim good news to the poor, to proclaim release to the captives"—the rational stream of the true rock is given forth. And the rock was Christ, according to the Apostle, who also says: "Whoever drinks of the water that I will give, rivers of living water will flow from his belly." But so that the impious among them might not think that the promise of forgiveness, and the joy that comes from it, came about because of them, he showed them to be strangers to these things. Some say that the Babylonians are called impious, who, having been handed over to punishment, could not rejoice, while those who had been redeemed rejoiced. But some say that, lest through the pleasure of what was spoken they grow slack and become negligent, thinking they would certainly obtain these things even if they were impious, since God had once spoken, he hung fear over them for their security. And how could anyone rejoice who has been deprived of joy
χορηγοῦ; Αἱ γὰρ ἐπαγγελίαι τοῖς φυλάττουσι βέβαιοι. Τοῦ Θεοῦ γὰρ ἡ πρόγνωσις ἐξ ἀνάγκης ἀρετὴν οὐ ποιεῖ. Ἰδοὺ γὰρ προέγνω τὸν Ἰακὼβ ἀγαθὸν γενησόμενον. Καὶ γέγονεν δι' ἑαυτὸν ἀγαθὸς, οὐχ ὅτι προέγνωστο. Διὸ καὶ εὐλογῆται. Δεῖ οὖν μὴ ῥᾳθυμεῖν, Θεοῦ τὸ μέλλον προλέγοντος. Τὸ δὲ, Ἔξελθε ἐκ Βαβυλῶνος, καὶ τόπον καὶ τρόπον ἀμείβειν παρακελεύεται μηδὲν ἐπαγομένους ἦθος Χαλδαϊκὸν, οἰωνισμοῦ τε καὶ μαντείας, καὶ πάσης εἰδώλων καθαρεύοντας πλάνης. Τοῦτο δὲ καὶ ἐπὶ πάντων ἁρμόσειε τῶν ἐθνῶν. Τινὲς δὲ τὸ, προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα, Χριστοῦ πρόσωπον τὸ λέγον εἶναί φασιν, ὡς ἂν αὐτοῖς τὴν δι' ἑαυτοῦ σωτηρίαν δηλώσειεν. Καὶ τὸ, Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα; Μὴ οὐκ ἐκ παλαιοῦ, φησὶ, προεῖπον ἐπικεκαλυμμένως ταῦτα διὰ προφητῶν ἀπὸ τοῦ καιροῦ γενέσθαι; αὐτὸ, ἐκεῖ εἰμι, πρινὴ γενέσθαι τὴν ἑαυτοῦ παρουσίαν ὁρατῶς, γεγονέναι λέγει ταύτην παρὰ Θεῷ κατὰ τὸν προορισμὸν πρὸ καταβολῆς κόσμου. Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ γὰρ ἀεὶ παρὰ Θεῷ, τοῦτο νῦν ὁρατῶς ἐν κόσμῳ γίνεται. Κατὰ δὲ τὸ ἀνθρώπινον ἡ ἀποστολή. Θεὸς γὰρ ἀεὶ πάρεστι πᾶσιν. Ἀπεστάλθαι δὲ καὶ παρὰ τοῦ Πνεύματος λέγεται, καθὸ ἐκ Πνεύματος ἁγίου γεννᾶται. Τινὲς δὲ τοῦ αὐτοῦ προσώπου φασὶ τό· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου τὸν οὐρανὸν ἐστερέωσεν. Καὶ τὸ, Νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ, ὅπερ δημιουργὸν τὸν ἐπὶ γῆς ἐλθόντα παρίστησιν. ΚΕΦΑΛ. ΜΘʹ. αιγʹ. Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος.
of the one who supplies it; for the promises are sure to those who keep them. For God's foreknowledge does not of necessity produce virtue. For behold, he foreknew that Jacob would become good. And he became good of himself, not because he had been foreknown. Therefore he is also blessed. It is necessary, then, not to be slack, when God foretells what is to come. But the phrase, Come out from Babylon, urges them to change both place and manner of life, bringing nothing of Chaldean character with them, being clean from augury and divination and every error of idols. And this would apply also to all the nations. But some say that the phrase, Bring these things near to me and hear them, is the person of Christ speaking, as though he would declare to them the salvation that comes through himself. And the phrase, Have I not spoken from the beginning in secret? Does he not say, From of old I foretold these things in a veiled manner through the prophets, that they should come to pass from that time? The very phrase, There I am, before his own coming became visible, he says was already with God according to foreordination before the foundation of the world. And now the Lord has sent me, and his Spirit. For that which is always with God now becomes visible in the world. But according to the human nature, the sending. For God is always present to all. And he is said to have been sent also by the Spirit, inasmuch as he is born of the Holy Spirit. But some say that the phrase, My hand founded the earth, and my right hand established the heaven, belongs to the same person. And the phrase, Now the Lord has sent me and his Spirit, which presents the Creator as the one who came upon the earth. CHAPTER 49. 13. Hear me, you islands, and give heed, you nations. After a long time it shall stand, says the Lord.
Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου, ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι9, κ.τ.λ. Τὰ κατάλληλα τοῖς Ἰουδαίοις εἰπὼν, ἐπὶ τὴν τῶν ἐθνῶν αὖθις μετέρχεται κλῆσιν, καὶ τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν. Διὸ τὰς Ἐκκλησίας ἀνακαλεῖται νήσους εἰπὼν, ὡς ἀλμυροῖς τοῦ βίου καὶ τῶν πειρασμῶν περικλυζομένας τοῖς κύμασι. Τίνων δὲ αἱ νῆσοι δηλῶν ἐπιφέρει καὶ, Προσέχετε ἔθνη, μήποτε νομισθῇ πρὸς Ἰουδαίους ὁ λόγος. Καὶ ὁ μέγας δὲ λέγει Δαβίδ· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Εὐφραινέσθωσαν νῆσοι πολλαί." Τί δὲ λέγει τοῖς ἔθνεσι, μὴ κατὰ τὸν τῆς προφητείας καιρὸν τῶν πραγμάτων προσδοκῆσαι τὴν ἔκβασιν, μετὰ χρόνον δὲ πλεῖστον; Στήσεται δὲ, λέγει, ἢ τὸ ἐπαγγελθὲν, ἢ τὸ προφητευόμενον. Τὸ δὲ διὰ χρόνου μακροῦ, μακρόθεν ἐξέδωκαν οἱ λοιποὶ τοῖς πρὸ αὐτῆς ἀποδόντες τὴν λέξιν. Οὕτω γ' οὖν Σύμμαχος, Καὶ ἀκροᾶσθε, ἔθνη, μακρόθεν, ἑρμήνευσεν. Σκόπει δὲ ὡς τὰ νῦν ὁ Κύριος λέγει, καὶ περὶ ἑτέρου Κυρίου διὰ τῶν ἑξῆς διαλέγεται, γέννησίν τε λέγων ἑαυτοῦ, καὶ δουλείαν, καὶ τὰ τοιαῦτα λέγων. Κύριος ἐκ γαστρὸς ἐκάλεσέ με, ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου. Τὰ μὲν γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὀνόματα πρόσφορα τῇ θείᾳ φύσει, Θεὸς καὶ ζωὴ, καὶ φῶς, σοφία, καὶ δύναμις, καὶ τὰ τοιαῦτα. Τὸ δὲ Χριστὸς, καὶ Ἰησοῦς, καὶ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ τὴν οἰκονομίαν ἁρμόδια.
From my mother's womb he called my name, and he made my mouth like a sharp sword, and under the cover of his hand he hid me. He made me like a chosen arrow, and in his quiver he hid me, and he said to me: You are my servant, Israel, and in you I will be glorified, and so on. Having said what is fitting for the Jews, he again turns to the calling of the Gentiles, and to the manifestation of the Savior. Therefore he summons the Churches, calling them islands, as being surrounded by the salty waves of life and of temptations. And indicating whose the islands are, he adds, Attend, you nations, lest the word be thought to be addressed to the Jews. And great David also says: "The Lord has reigned; let the earth rejoice. Let many islands be glad." But what does he say to the nations—not to expect the outcome of events at the time of the prophecy, but after a very long time? It shall stand, he says, whether the promise or the thing prophesied. But the others, who rendered the reading before it, gave out "after a long time" as "from afar." Thus, then, Symmachus interpreted it: And give ear, you nations, from afar. Observe how the Lord says these things now, and through what follows speaks about another Lord, mentioning his own birth, and servitude, and saying such things. The Lord called me from the womb; from my mother's belly he reminded me of my name. For the names before the incarnation are fitting to the divine nature: God, and Life, and Light, Wisdom, and Power, and the like. But Christ, and Jesus, and God with us, are appropriate after the economy.
Ἔλεγεν γὰρ ὁ Γαβριὴλ τῇ Παρθένῳ, "Καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·" καὶ τὴν σημασίαν δηλῶν ἐπήγαγεν. "Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν." Τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, ἀπὸ τῆς φύσεως καὶ τῆς οἰκονομίας ἐῤῥέθη, ὡς ἀπὸ τῆς ἐνεργείας τὸ Ἰησοῦς. Διὸ καὶ τοῖς ποιμέσιν ἐλέχθη, ὅτι Ἐτέχθη σήμερον Σωτὴρ, ὅ ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ· Χριστὸς δὲ, ὡς κεχρισμένος, ὃ δὴ πρὸ τῆς οἰκονομίας οὐχ ἥρμοττεν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡς μάχαιραν ὀξεῖαν. Καὶ ἀλλαχοῦ γάρ φησι· "Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ." Ὡς μάχαιραν οὖν φησιν ὀξεῖαν τμητικήν τε καὶ ἀφορίζουσαν τοὺς ἀξίους Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Φησὶ γὰρ ἐν Εὐαγγελίοις· "Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν," καὶ τὰ ἐπὶ τούτοις. Καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα, μάχαιρα κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐγένετο. Δέδωκε δὲ ἡμῖν καὶ
τὴν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, δι' οὗ τοῖς ἐπιβούλοις ἀντανιστάμεθα δαίμοσι. Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀναιρεῖ τὸν δράκοντα." Ἁρμόσει δὲ καὶ τοῖς ἁγίοις ὁ λόγος. Τῷ γ' οὖν λόγῳ τοῦ στόματος αὐτοῦ Πέτρος ἀνεῖλεν Ἀνανίαν τε καὶ Σάπφειραν. Καὶ εὐχὴ δὲ Ἐζεκίου τὸν Ῥαψάκην ἐτρέψατο. Τυφλὸν δὲ λόγῳ καὶ Παῦλος τὸν Ἐλύμαν ἐποίησεν. Ἐπὶ τούτοις φησὶν, Ὑπὸ τὴνσκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, τὴν πολλοὺς λανθάνουσαν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομίαν ὑπαινιξάμενος.
For Gabriel said to the Virgin, "And you shall bear a son, and you shall call his name Jesus"; and declaring its meaning he added, "For he himself will save his people from their sins." But the name "God with us" was spoken from his nature and his economy, as "Jesus" is from his activity. Therefore it was also said to the shepherds, that "Today a Savior has been born, who is Christ the Lord, in the city of David"; and "Christ," as one anointed, which did not fit before the economy. He says that his mouth was placed like a sharp sword. For elsewhere he says, "And by the spirit through his lips he will destroy the impious." So he says "like a sharp sword," both cutting and separating those worthy of God from those who are not such. For he says in the Gospels, "Do not think that I came to cast peace upon the earth. I did not come to cast peace, but a sword," and the things that follow these. And the gospel proclamation became a sword against the tyranny of the devil. And he has given us also the sword of the spirit, which is the word of God, through which we stand against the demons who plot against us. And elsewhere the prophet says, "In that day God will bring the holy, the great sword upon the dragon, the crooked serpent, and he will destroy the dragon." And the word will also fit the saints. By the word of his mouth, then, Peter destroyed Ananias and Sapphira. And Hezekiah's prayer turned back Rabshakeh. And Paul by a word made Elymas blind. After these things he says, "Under the cover of his hand he hid me," hinting at the economy of his presence in the flesh, which escapes the notice of many.
Τέθειται δὲ καὶ βέλος ὑπὸ τοῦ Πατέρος ἐκλεκτὸν, ἵνα τιτρώσκῃ τοὺς ἀξίους τῶν ἑαυτοῦ κέντρων (κατὰ τὴν λέγουσαν ψυχὴν, "Τετρωμένη ἀγάπης ἐγὼ"), ὃ καὶ αὐτὸ, ὡς ἐν φαρέτρᾳ λανθάνει τῇ σαρκὶ, ἣν ἀνείληφεν, τοῖς ἀξίοις μόνοις ὁρώμενον. Τινὲς δὲ τὸ, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, δηλοῦν ἔφασαν ἀχώριστον εἶναι τοῦ Πατέρος τὸ Υἱὸν, καὶ τὸ γέγονεν ἄνθρωπος, ἄληπτόν τε καὶ ἀκαταγώνιστον ἔχειν τὴν φύσιν, ὅπερ αὐτῷ καὶ κατὰ τὴν οἰκονομίαν ἐσώζετο, λέγοντος τοῦ Δαβίδ· "Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν," καὶ τὰ ἐφεξῆς. Πλεῖστα δὲ τὰ τοῦ Θεοῦ κατὰ καιροὺς ἐγένετο βέλη. Ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα Χριστὸς, ἐν προγνώσει τοῦ Πατέρος, ὡς ἐν φαρέτρᾳ κρυπτόμενος, ἐπὶ γῆς τὰς πονηρὰς δυνάμεις κατατρώσας ἠφάνισεν. Εἶπεν δέ μοι, φησὶ, δοῦλός μου εἶ σὺ, Ἰσραήλ· κατὰ τὸ σῶμα, τὸ ἐκ δούλων, δοῦλος, καὶ κατὰ τὸ γένος, τὸ ἐξ Ἰσραὴλ, Ἰσραὴλ ὁ Χριστός. Ὡς δὲ Θεοῦ δύναμις δι' ὧν ἐργάζεταιδοξάζει τὸν οὗ ἐστι δύναμις, ἐν μορφῇ δούλου γενόμενος, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ᾧ κάμψει πᾶν γόνυ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Τινὲς δὲ πρὸς τὸν λαὸν, Ἰσραὴλ εἰρῆσθαι νομίσαντες φασί· Δείκνυσιν ὅτι δι' ἀγαθότητα μόνην ηὐδόκησε Δεσπότης καλεῖσθαι τοῦ Ἰσραὴλ, καὶ ἐν αὐτῷ δοξασθῆναι, διά τε τῶν κατ' Αἴγυπτον τεράτων, καὶ τῶν ἐφεξῆς γεγονότων.
And a chosen arrow has also been placed by the Father, so that he might wound those worthy of his own goads (according to the soul that says, "I am wounded by love"), which arrow itself, as in a quiver, lies hidden in the flesh that he took up, being seen by the worthy alone. But some have said that the phrase "Under the shelter of his hand he hid me" signifies that the Son is inseparable from the Father, and that having become man he possesses a nature that is incomprehensible and unconquerable, which was preserved for him even in the economy, as David says: "The enemy shall not profit in him, and a son of lawlessness shall not add to harm him," and the verses that follow. And very many arrows of God came to be at various times. But the chosen arrow, and beyond all, is Christ, foreknown by the Father, hidden as in a quiver, who wounded and destroyed the evil powers on earth. And he said to me, he says, You are my servant, Israel: according to the body, being from slaves, a slave; and according to lineage, being from Israel, Israel—Christ. But as the power of God, through those things he works he glorifies him whose power he is, having become in the form of a slave, though by nature being the Son, to whom every knee shall bow of things on earth and under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father. But some, thinking it was said to the people, say: He shows that it was by goodness alone that the Master was pleased to be called Lord of Israel, and to be glorified in him, both through the wonders in Egypt and through those that followed.
Οἱ δὲ αὐτοὶ καὶ τὸ, Κενῶς ἐκοπίασα, ἐκ τοῦ προφήτου λελέχθαι φασὶν, ὡς πολλὰ μὲν ἐν τῷ κηρύττειν παθόντος, μὴ ὠφελήσαντος δὲ τῶν ἀκουσάντων μηδένα. Ἀλλ' ὁ Θεός μοι, φησὶ, τὴν κατ' ἀξίαν τῶν πόνων ἀποδίδωσιν ἀμοιβήν. Λέγεται δὲ τοῦτο, φασὶ, καὶ περὶ ἑκάστου λαμβάνοντος αἴσθησιν, ὡς μάτην τὸν καιρὸν ἐν ταῖς τοῦ βίου φαντασίαις ἀνάλωσεν. Οἰκειότερον δ' ἂν ἐπὶ τοῦ Σωτῆρος λαμβάνοιτο, ὃς ἀκούσας τῶν εἰρημένων ἀπεκρίνατο, Καὶ πῶς, ὦ Πάτερ, ἐν ἐμοὶ δοξασθήσῃ, ὁ ποτὲ πολλὰ καμὼν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὐδὲν ἤνυσα πλέον, ἐναπομεινάντων τῇ ἀπιστίᾳ πολλῶν τε ἄλλων, καὶ τῶν ἐκ περιτομῆς; περὶ ὧν ἔλεγεν· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ," οἵγε πρὸς τῷ ἀπειθεῖν, καὶ ἐσταύρωσαν, ὡς εἰρῆσθαι καὶ παρὰ τῷ Ψαλμῳδῷ· "Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;" Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα. Ἡ δὲ κρίσις μου παρὰ τῷ Κυρίῳ. Ἐγὼ γὰρ τὰ παρ' ἐμαυτοῦ πράξας ἐναντίον τοῦ Θεοῦ μου, τὸ πατρικὸν ἐτελείωσα βούλημα. Διὰ τοῦτο δὲ καὶ ἡ κρίσις ἐξενήνεκται παρ' αὐτοῦ. Ἐξεβλήθησαν γὰρ τῆς πρὸς αὐτὸν οἰκειότητος. Τὰ δὲ ἔθνη γέγονε κλ̣ῆρο̣ς Θεοῦ. Τὴν κρίσιν δὲ ταύτην καὶ διὰ τῆς παραβολῆς ὁ Κύριος ἔδειξε, περὶ τῶν γεωργῶν λέγων τῶν τὸν κληρονόμον ἀπεκτονότων, οὓς καὶ ἀπολέσας, ἑτέροις τὸν ἀμπελῶνα γεωργοῖς ἐξέδωκεν, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
But the same people also say that the phrase "I have labored in vain" was spoken by the prophet, as one who suffered many things in preaching but benefited none of his hearers. But God, he says, gives me the recompense of my labors according to their worth. This, they say, is also said about each person who comes to perceive that he has spent his time to no purpose on the phantasies of life. But it would be more fittingly understood of the Savior, who, having heard what was said, answered: And how, O Father, shall you be glorified in me, who once labored much for the salvation of men and accomplished nothing more, since many others remained in unbelief, and also those of the circumcision? Concerning whom he said: "I was not sent except to the lost sheep of the house of Israel," who, in addition to their disobedience, also crucified him, so that it is said even by the Psalmist: "What profit is there in my blood, in my going down to corruption?" But those men said these things. But my judgment is with the Lord. For I, having done what was mine in the presence of my God, fulfilled the Father's will. And for this reason the judgment has also been brought forth by him. For they were cast out from kinship with him. But the nations have become the Lord's portion. And the Lord showed this judgment also through the parable, speaking of the vine-dressers who killed the heir, whom he also destroyed and gave the vineyard to other vine-dressers, who will render to him the fruits in their seasons.
Οὗτοι δὲ ἦσαν τῶν Εὐαγγελίων οἱ κήρυκες, ἐφ' ὧν αἱ νεφέλαι καθῆκαν ὑετοὺς αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν Ἰουδαϊκὸν ἀμπελῶνα, ἐφ' ὧν οὐκ ἀκάνθας, ἀλλὰ σταφυλὰς ἐτρύγησεν ὁ Χριστὸς, λεγόντων ἡμῶν, ὅτι Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τοὺς καρποὺς αὐτῶν. Καὶ ἄλλως δὲ τὸν πόνον ὁ Παῦλος αὐτοῦ καὶ τὴν κρίσιν δηλοῖ λέγων· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν, ὑπήκοος γεγονὼς τῷ Πατέρι, μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ
ὑπερύψωσεν αὐτὸν, φησὶ, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ." 2468 Ταῦτα δὲ κατὰ σάρκα νοήσεις. Φύσει γὰρ Θεὸς ὁ Υἱὸς, οὐ κοπιῶν, οὐκ ἀμοιβὴν ἀντὶ κόπων δεόμενος. Εἶτα πάλιν ἀνθρωποπρεπεῖ κεχρημένος φωνῇ, δοῦλον ἑαυτὸν ἐκ κοιλίας πεπλάσθαι φησὶ, καθὸ μὲν Υἱὸς, μὴ πλαττόμενος· καθὸ δὲ δοῦλος, τὴν δούλην σάρκα φορῶν. Πῶς γὰρ ἂν, εἰ φύσει δοῦλος ἦν ὁ Υἱὸς, εἰς |δουλείαν ἐλέγετο πλάττεσθαι; Δῆλον οὖν ὡς κατὰ φύσιν ὑπάρχων ἐλεύθερος. Τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ διδράχμου συνεισφορᾷ πρὸς τὸν Πέτρον φησὶν, "Ἄρα, λέγων, ἐλεύθεροί εἰσιν οἱ υἱοί." Τοιγαροῦν, τὸ ἐκ κοιλίας προσέθηκεν, ὡς ἂν δειχθῆ τῆς δουλείας ὅ τε χρόνος καὶ τρόπος τῇ κατὰ σάρκα γεννήσει διοριζόμενος. Καὶ τῆς δουλικῆς πλάσεως τὴν αἰτίαν διοριζόμενος, ἐπήγαγεν τοῦ συνάγειν τὸν Ἰακώβ. Οὐκοῦν εἰ μὴ διὰ τούτους, οὐκ ἂν ἐπλάσθη ἐν τῇ ἀπλάστῳ μένων θεότητι. Καὶ τούτους γὰρ μετὰ τῶν ἄλλων ὁ Σατανᾶς ἐκ Θεοῦ διεσκέδασεν, ἢ εἰδωλολατροῦντας, ἢ ἐντάλματα ἀνθρώπων διδάσκοντας.
These were the heralds of the Gospels, at whose time the clouds that were commanded not to rain upon the Jewish vineyard let down rains; at whose time Christ gathered not thorns but grapes, while we say, "The Lord will give goodness, and our land will give its fruits." And in another way Paul makes clear his labor and his judgment, saying: "Who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, becoming obedient to the Father, unto death, even death on a cross. Therefore also God highly exalted him, he says, giving him the name that is above every name, that at the name of Jesus every knee should bow." But you will understand these things according to the flesh. For the Son is God by nature, not laboring, not needing a recompense in return for labors. Then again, using language befitting a man, he says that he was formed as a servant from the womb—as Son, not being formed; but as servant, wearing the servile flesh. For how, if the Son were a servant by nature, would he be said to be formed for servitude? It is clear, then, that he is free by nature. For this is what he also says to Peter in the matter of the didrachma contribution: "Are the sons free?" Therefore he added "from the womb," so that both the time and the manner of the servitude might be shown, being defined by the generation according to the flesh. And defining the cause of the servile formation, he added "to gather Jacob." So then, if it were not for these, he would not have been formed, remaining in the unformed divinity. For Satan scattered these also, along with the others, from God—either as idolaters, or as those teaching the commandments of men.
Ἀλλ' ἐχθροὺς ὄντας ὁ Χριστὸς διήλλαξε τῷ Πατέρι, πρὸς ὅπερ αὐτοὺς καὶ Ἡσαΐας ἐκάλει, Ποιήσωμεν εἰρήνην, αὐτῷ λέγων, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Καὶ οἱ μαθηταὶ δὲ κεκράγασιν· "Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν·" καὶ πάλιν, "Θεὸς γὰρ ἦν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων." Νοοῖτο δ' ἂν Ἰσραὴλ καὶ Ἰακὼβ οὐ μόνον ἐκ περιτομῆς, ἐφ' οὓς καὶ ἀπεστάλθαι φησὶν λέγων· "Εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθε." Ἀλλὰ καὶ πᾶς ὁ σωθεὶς διὰ πίστεως. "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ μόνον Ἰουδαῖος," καὶ τὰ ἑξῆς. Τοιγαροῦν καὶ μεταξὺ τοῦ λόγου παρεμβέβληται πρόσωπον τῶν διὰ πίστεως σωζομένων ὁμολογούντων, ὅτι Πρὸς αὐτὸν συναχθήσομαι, καὶ τὰ τούτοις ἑπόμενα. Δοξάσονται δὲ καὶ τὸ λαμπρὸν αὔχημα τῆς υἱοθεσίας λαμβάνοντες, καὶ αὐτὸν ἰσχὺν ἔχουσι πρὸς τὴν τῶν πρακτέων κατόρθωσιν. Τινὲς δὲ καὶ τὸ, συναχθήσομαι, καὶ τὰ ἐπ' αὐτῷ, περὶ Χριστοῦ λαβόντες, τὸ πῶς ἁρμόττει παρέλιπον. Ἄλλοι δὲ καὶ εἰς τὸν προφήτην εἰρήκασι δύνασθαι νοηθῆναι, σημαῖνον ἀνάκλησιν τοῦ Ἰσραὴλ, καὶ τῶν διασπαρέντων ἐπισυναγωγή. Κατὰ ἀναγωγὴν δὲ, καὶ ἐπὶ τὸν Σωτῆρα τὴν τῶν δικαίων πηγὴν, ὥσπερ οὖν καὶ ὁ περὶ κακῶν λόγος εἰς τὸν ἀρχέκακον ἀναφέρεται. Πρὸς δὲ τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου ἢ δοῦλόν μου, κατὰ τοὺς λοιπούς. Μέγα γὰρ ἔργον ὡς ἀληθῶς, τοῦ πρὸς δουλείαν πλασθέντος Υἱοῦ, τὸ μορφὴν δούλου λαβεῖν πρὸς σωτηρίαν ἧς ἐδημιούργησεν ἀνθρώπου φύσεως. Διὸ καὶ δοξάζεται, ὡς οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ.
But Christ reconciled them to the Father, though they were enemies, to which Isaiah also called them, saying, "Let us make peace, let us make peace, you who are coming." And the disciples also cried out: "We are ambassadors for Christ, as God is entreating through us;" and again, "For God was in Christ, reconciling the world to himself." Israel and Jacob might be understood not only from the circumcision, to whom he says he was also sent, saying: "Do not go in the way of the Gentiles." But also every one who is saved through faith. "For he is not only a Jew who is so outwardly," and the rest. Therefore also in the middle of the discourse the person of those who are saved through faith has been interposed, confessing, "I will be gathered to him," and the things that follow these. And they will be glorified, receiving also the bright boast of adoption, and they have him as strength for the accomplishment of what must be done. But some, taking the words "I will be gathered" and what follows them as about Christ, have passed over how it fits. Others have said that it can also be understood of the prophet, signifying the recall of Israel and the gathering of the dispersed. And by way of elevation, also to the Savior, the fountain of the righteous, just as indeed the account concerning evils is referred to the author of evil. But the Father says to the Savior, "It is a great thing for you to be called my child or my servant," according to the others. For it is truly a great work, for the Son who was formed for servitude, to take the form of a servant for the salvation of the human nature which he created. Therefore he is also glorified, as not considering equality with God a thing to be grasped.
Καὶ ἄλλως δὲ μέγα ὡς ἀνθρώπῳ, μικρὸν δὲ ὡς Θεῷ, τοῦ στῆσαι, φησὶ τὰς φυλὰς Ἰακώβ. Διὸ καὶ πρώτοις ἐκήρυττεν αὐτοῖς αἰχμαλώτοις οὖσι τὰς ψυχὰς ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ δὲ τὴν χάριν ἠρνή σαντο, ἀκολούθως ἐπήνεγκεν· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐνθῶν. Καὶ οἱ λοιποὶ δὲ οὕτως ἐξέδωκαν. Διὸ τῆς παρούσης προφητείας ἀρχόμενος ἔλεγεν· Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· ἔδει γὰρ ἀκοῦσαι τὰ ἔθνη τό· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. Οὐ γὰρ ἐχρῆν τὴν τοσαύτην οἰκονομίαν ἀποτυχεῖν, ἀπειθήσαντος Ἰσραὴλ, καὶ τὸ σκότος ἠγαπηκότος. Καίτοι τῶν προφητῶν ὁ μέν τις ἔφασκε πρὸς αὐτούς· "Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς," καὶ τὰ ἐπὶ τούτῳ· ὁ δὲ, "ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης." Λοιπὸν τοῖς ἔθνεσι προσφωνῶν ἐπάγει, Οὕτως λέγει Κύριος. Ἀγνοοῦσι δὲ τίς ὁ Κύριος, φησίν· Ὁ ῥυσάμενος τὸν Ἰσραήλ. Ἠκούσατε γὰρ πῶς ἐξ Αἰγύπτου πάλαι τούτους διέσωσεν. Ἄλλοι δὲ πρὸς τοὺς ἐκ περιτομῆς εἰρῆσθαι τοῦτό φασιν, ὡς ὁ πάλαι σε ῥυσάμενος ἐντέλλομαί σοι, ὡς ἂν μὴ προσκόψῃς τῷ λίθῳ τοῦ προσκόμματος. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Ὅσῳ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· τοσούτῳ δοξάσατε, καὶ ἁγιάσατε αὐτόν· εἰ δὲ πρὸς τὰ ἔθνη λέγοιτο, διαμαρτύρεται μὴ ταυτὸ τοῖς Ἰουδαίοις παθεῖν. Τὸ δὲ ἁγιάσατε, σεπτὸν καὶ ἅγιον ὑπολάβετε. Ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, ὑπὲρ ἀσεβῶν ἔπαθεν ὁ
And in another sense it was great for him as a man, but small as God, to establish, he says, the tribes of Jacob. Therefore he also preached to them first, while they were captives in their souls, release, and to the blind, recovery of sight. But since they rejected the grace, he added accordingly: Behold, I have set you as a light to the nations. And the rest also handed it down in this way. Therefore, beginning the present prophecy, he said: Hear me, you islands, and pay attention, you nations; for the nations needed to hear: Behold, I have set you as a light to the nations. For so great a dispensation ought not to have failed, when Israel disobeyed and loved the darkness. And yet one of the prophets said to them: "Be enlightened, be enlightened, Jerusalem, for your light has come," and what follows; and another: "The sun of righteousness will rise upon you who fear me." Hence, addressing the nations, he adds: Thus says the Lord. But they do not know who the Lord is, he says: The one who rescued Israel. For you have heard how long ago he saved them from Egypt. But others say this was spoken to those of the circumcision, as if: I, who long ago rescued you, command you, so that you may not stumble against the stone of stumbling. Sanctify the one who despises his own soul. For to the extent that he humbled himself to death, even death on a cross, to that extent glorify and sanctify him; but if it is said to the nations, he testifies that they should not suffer the same things as the Jews. And "sanctify" means: regard him as venerable and holy. For while we were still sinners, he suffered for the ungodly, the
λέγων· "Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων." Ὁμολογείσθω τοίνυν ἅγιος, ὃ μόνῳ πρέπει Θεῷ. Οὐσιῶδες γὰρ ἐπ' αὐτοῦ τὸ τοῖς ἄλλοις ἐπισυμβαῖνον ἐκ τῆς αὐτοῦ μετοχῆς· ἐπεὶ καὶ φῶς ὢν λέγει· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου." Καὶ λέγοντες δὲ τὸ, "Ἁγιασθήτω τὸ ὄνομά σου," οὐχ ἁγιασμοῦ προσθήκην αἰτοῦμεν αὐτῷ γενέσθαι, ἀλλ' ἵνα τὸν ἀληθῶς ἅγιον πάντες ὁμολογήσαντες, ἐν μεθέξει τῆς ἁγιωσύνης αὐτοῦ γενησώμεθα. Προσέθηκε δὲ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν ἀπίστων δηλονότι. Βδελύττονται γὰρ, καὶ τὸν θάνατον αὐτοῦ διασύρουσι. Καὶ παραδοθέντα δὲ τῷ Πιλάτῳ τῶν στρατιωτῶν τινες αὐτὸν ἐβδελύττοντο καταπτύοντές τε καὶ παίοντες, ἐν διασυρμῷ τε βοῶντες· "Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων." Διὸ τῶν δούλων τῶν ἀρχόντων ἐπήγαγεν. Ἴσως δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους φησὶν, οἷς δουλεύουσιν οἱ τὸν Χριστὸν βδελυττόμενοι. Πλὴν ἀναλάμψει, φησὶ, καὶ μέχρι βασιλέων αὐτῷ προσκυνήσουσιν, οἵτινες ὄψονται αὐτὸν, οὐ πάντως σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. Προσκυνήσουσι δὲ μάλιστα καὶ πάντες, ὅτ' ἂν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν τοῦ Πατέρος αὐτοῦ· δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτὸν, τοῦτ' ἔστιν ἀεὶ καὶ ὡσαύτως ἔχων. Πιστὸν γὰρ οὐδὲν ἐν κτίσμασι τοῖς ὑποκειμένοις μεταβολῇ. Ὁ δὲ Πατὴρ ἐξελέξατο τοὺς δι' Υἱοῦ κεκλημένους.
saying: "The good shepherd lays down his life for the sheep." Let him be confessed, then, as holy, which befits God alone. For in his case this is essential, whereas in others it comes about from participation in him; since even being light he says: "You are the light of this world." And when we say, "Hallowed be your name," we do not ask that an increase of holiness be added to him, but that all, having confessed the truly holy one, may come to share in his holiness. He added also that he is abhorred by the nations, clearly by the unbelievers. For they abhor him, and they mock his death. And when he was handed over to Pilate, some of the soldiers abhorred him, spitting on him and striking him, and crying out in mockery: "Hail, king of the Jews." Therefore he brought in the servants of the rulers. Perhaps he means also the world-rulers of darkness, whom those who abhor Christ serve. Nevertheless, he says, he will shine forth, and even to kings they will worship him, who will see him, not altogether with bodily eyes, but with mind and heart. And all will worship him especially when he comes in the glory of his Father with his angels, and sits upon the throne of his glory, judging the living and the dead. And they will worship him for the sake of his Father; for he is glorified as the Son of God, because the Holy One of Israel is faithful, who chose him, that is, who is ever and in the same way. For nothing among created things subject to change is faithful. But the Father chose those who are called through the Son.
"Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ," Οἳ ἡγίασαν τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μὴ προσκόψαντες μέτροις. Ἀντὶ δὲ τοῦ, ἐξελεξάμην σε, ὃς ἐξελέξατό σε Σύμμαχος ἐξέδωκεν. Κυρίως μὲν οὖν, φασί τινες, ταῦτα εἰς τὸν Χριστὸν ἀναφέρεται. Νοοῖτο δ' ἂν καὶ ἐπὶ τοῦ προφήτου. Ἐξουδένωσεν γὰρ ἑαυτὸν, ὀδυρόμενος τὰς τοῦ λαοῦ διὰ τὰ πλημμελήματα συμφοράς. Καὶ προσαχθεὶς ἐν σάκκῳ τε καὶ γυμνὸς περιήρχετο, παρὰ τῶν ὁρώντων ἐξουδενούμενος, ταπεινὰ φρονῶν τε ἅμα, καὶ τῶν μελλόντων εἰκὼν αὐτοῖς παθημάτων γινόμενος. Ἀλλ' ὅμως καὶ οἱ τοῖς ἄρχουσιν ἐξυπηρετούμενοι, τοῦτον ἐχλεύαζον. Ὃν ἅγιον ὄντα τιμῆς, φησὶν, ἀξιώσατε. Παρά τισι δὲ τὸ ῥητὸν κεῖται τῷ βδελυκτῷ ἔθνους, καὶ, φασὶ, τοῦ Ἰσραήλ· διὸ καὶ πρὸς τὰ ἔθνη μετέβη. Καὶ πάλιν τὸ ῥητὸν τῷ δούλῳ ἐξουσιαζόντων καί φασιν· ὑπετάγη γάρ· καὶ ἐξελεξάμην σε, ἔχων, φασὶ, τὴν ἀόρατον ὑπεροχὴν κατὰ φύσιν ἐκ τῶν ὁρατῶν. Καὶ ἐξ ἀνθρώπων ἐκλεκτὸς γίνεται, δι' ἣν εἶχεν ὁμοιότητα πρὸς ἡμᾶς. Εἶτα πρὸς τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου. Πάσχων μὲν γὰρ ἐβόα· "Ἠλεὶ, Ἠλεὶ, λαμασαβαχθανί." Εἶθ' ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπῆγεν· "Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐχὴν μετὰ τὸν θάνατον δεχόμενος ὁ Πατὴρ, τὸν καιρὸν δεικνὺς τῆς ἀναστάσεως φησίν· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου.
For those whom he foreknew," he says, "he also predestined to be conformed to the image of his Son," who sanctified the one who despised his own soul, not stumbling at the measures of humanity. And in place of "I chose you," Symmachus rendered it "he who chose you." Properly, then, some say, these things are referred to Christ. But it could also be understood of the prophet. For he made himself of no account, lamenting the calamities of the people because of their transgressions. And being brought forward in sackcloth and going about naked, he was despised by those who saw him, thinking humbly at the same time, and becoming for them an image of the sufferings to come. But nevertheless even those who served the rulers mocked him. "Honor him," he says, "since he is holy." But among some the passage is applied to the abominable nation, and, they say, of Israel; therefore he also turned to the nations. And again the passage is applied to those who had authority over the servant, and they say: for he was subjected; and "I chose you," they say, having by nature the invisible preeminence over things visible. And he becomes chosen from among men, because of the likeness he had to us. Then the Father says to the Savior, "In an acceptable time I heard you." For while suffering he cried out: "Eli, Eli, lemasabachthani." Then, as he saw the Father turning away, he added: "Father, if it is not possible for this to pass, let your will be done." Receiving this prayer, then, after the death, the Father, showing the time of the resurrection, says: "In an acceptable time I heard you.
Τινὲς δὲ μεμψάμενοι τὴν παροῦσαν ἐξήγησιν, ὡς ἀπίθανον, τὸν Υἱὸν ἀποτυχεῖν τῆς εὐχῆς πεπλᾶσθαι τὴν εὐχὴν κατ' οἰκονομίαν φασὶν, ἐπεὶ καὶ πρὸ ταύτης ᾔδει μὴ ἄλλως τὸν θάνατον καταργηθησόμενον, εἰ μὴ δι' ὃν ὑπέστη σταυρόν τε καὶ θάνατον. Ἡ οὖν παραίτησις, τῆς Ἰουδαίων μιαιφονίας κατηγορεῖ, ἀβούλητον αὐτῷ δεικνῦσα τὸ πάθος διάτοι τὸ δυσκλεές. Ἀλλὰ καὶ οὕτω γέγονε θελητὸν ἐπὶ τῷ καταργῆσαι τὸν θάνατον. "Καὶ τοῦτο δηλοῖ τὸ, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," καὶ τὰ ἑξῆς. Εἰς δέον οὖν τῇ μιαιφονίᾳ τῇ ἐκείνων ἐχρήσατο πρὸς σωτηρίαν τοῦ κόσμου. Καὶ τύπος δὲ, φασὶν, ἡμῖν γέγονεν μὴ ἀναπίπτειν ἐν πειρασμοῖς, ἀλλὰ δεῖσθαι Θεοῦ. Τοῖς οὖν προλαβοῦσι συνάπτοντες τὸ ῥητὸν, πρὸς τοὺς ἐξειλεγμένους εἰρῆσθαί φασι τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Προέγνωστο μὲν γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριον, ἐπέλαμψε δὲ καθ' οὓς ηὐδόκησε καιροὺς ὁ δυνάστης. Τὸν οὖν τῆς ἐνανθρωπήσεως καιρὸν ἡμέραν καλεῖ, καθὰ καὶ ὁ θεῖος Ἀπόστολος· "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ἰδοὺ ἡμέρα
But some, finding fault with the present interpretation as implausible—since the Son would not have failed to obtain his prayer—say that the prayer was formed by economy, since even before this he knew that death would not be abolished in any other way except through the cross and death which he underwent. The refusal, then, accuses the murderousness of the Jews, showing that the suffering was unwilling on his part because of its disgrace. But even so it became willing for the sake of abolishing death. "And this is made clear by the saying, 'I have come down from heaven, not to do my own will, but the will of him who sent me,'" and what follows. He used their murderousness, then, for the salvation of the world as was fitting. And, they say, it has become a type for us not to fall back in temptations, but to entreat God. Connecting the saying, then, with what precedes, they say that "In an acceptable time I heard you" was spoken to the elect. For the mystery of Christ was foreknown before the foundation of the world, but the sovereign shone forth in the times which he approved. He calls the time of the incarnation a day, just as the divine Apostle also does: "Behold, now is the acceptable time. Behold, the day
σωτηρίας." Περὶ ἧς φησι καὶ Δαβίδ· "Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος." Ἐπὶ τούτοις φησί· Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ· καταστῆσαι τὴν γῆν, κληρονομῆσαι κληρονομίας ἐρήμους· ἢ κατὰ Σύμμαχον Ἀνεγεῖραι τὴν γῆν, καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων ψυχαὶ, ἔρημοι Θεοῦ, καὶ ἀληθῶς ἠφανισμέναι. Ἦσαν δὲ καὶ σειραῖς ἁμαρτημάτων δεσμώτιδες. Καί ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Τὴν οὖν τοιαύτην κατέστησε γῆν τεθορυβημένην κακοῖς. Ἤγουν, πάντας τοὺς ἐπὶ γῆς καὶ τῆς ἐπικειμένης ἀπήλλαξε ζάλης, καὶ κλῆρον ἴδιον ἐποιήσατο, μόνον ἔχων πάλαι τὸν Ἰσραήλ. Τοὺς δὲ δεσμῶν καὶ σκότους ἠλευθερωμένους εὐαγγελίζεται, λέγων· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται. Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι θεοσεβεῖς, αἱ θεῖαι Γραφαί· ἤγουν, αἱ τῶν ἀρετῶν ἐπιτηδεύσεις ἄβατοι τοῖς ἐξ ἐθνῶν ὑπάρχουσαι πρότερον, ἐν αἷς βοσκόμενοι πάντες λογικῆς τροφῆς ἀπολαύουσιν, ἣν καὶ νεμόμενοί φασι· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, καὶ τὰ τούτοις ἑπόμενα. Πῶς οὖν [οὐκ] ὑπομένουσιν ἔτι ψυχῆς πεῖναν, ἢ δίψαν, ἃς εἶχον πάλαι μὴ νόμῳ, μὴ προφήταις παιδαγωγούμενοι; Μεταβαλὼν δέ τις κατὰ Χριστὸν, ἐν εὐτροφίᾳ γίνεται νοητῇ, λέγοντος Ἡσαΐου· "Αὐτὸς οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. "Ἀλλ' οὐδὲ ὁ φλογμὸς τοῦ βίου πατάξει αὐτοὺς, λεγόμενος καύσων καὶ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστὸς ὁ καὶ πάλαι νεφέλῃ σκεπάσας τὸν Ἰσραήλ. Σύμφωνον τούτῳ τὸ τοῦ Ἀποστόλου ῥητόν·
of salvation." About this day David also says: "This is the day which the Lord has made." On these things he says: And I have given you for a covenant of the nations, to establish the earth, to inherit inheritances that are desolate; or according to Symmachus, To raise up the earth, and to apportion apportionments that have been destroyed. Such were the souls of the godless—desolate of God, and truly destroyed. They were also prisoners bound by the chains of sins. And once they were darkness, but now they are light in the Lord. Such a land, then, troubled by evils, he established. That is, he delivered all those on the earth from the storm that lay upon them, and made them his own portion, having formerly only Israel. And to those freed from bonds and darkness he proclaims the good news, saying: In all the ways they shall feed. And the ways and paths which the pious of old traveled are the divine Scriptures; that is, the pursuits of the virtues, which were previously impassable to those from the nations, in which all, feeding, enjoy rational food, of which those who also graze say: The Lord shepherds me, and nothing shall be lacking to me, and the things that follow these. How then do they no longer endure hunger or thirst of the soul, which they formerly had, being trained neither by the law nor by the prophets? But one who has been changed according to Christ comes to be in a spiritual good nurture, as Isaiah says: "He himself shall dwell in a high cave of a strong rock. Bread shall be given to him, and his water shall be faithful." But neither shall the scorching heat of life strike them, which is called the burning heat and the sun. For Christ has become a shelter for them, who also of old covered Israel with a cloud. In agreement with this is the saying of the Apostle:
"Δυνατὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε." Καὶ αὕτη τοῦ ἐλεοῦντος ἡμᾶς ἡ παράκλησις. Καὶ διὰ πηγῶν, φησὶν, ὑδάτων ἄξει αὐτούς. Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ σωτηρίου, αἱ μὲν τῆς Παλαιᾶς Διαθήκης, αἱ δὲ τῆς Καινῆς. Οὐδὲν δὲ δύσβατον αὐτοῖς τὴν σωτήριον ὁδοιποροῦσιν ὁδόν. Ἔφη γὰρ ὁ προφήτης καὶ πρότερον· "Καὶ πᾶσα φάραγξ πληρωθήσεται," καὶ τὰ ἐπὶ τούτῳ. Καὶ πάλιν "Ὁδὸς ἀσεβῶν εὐθεῖα ἐγένετο." Ἤγουν ὁμαλίζεσθαι τὰ σκολιὰ καὶ ἀνώμαλά φησι τῶν ἠθῶν. Εἶτα τοὺς κεκλημένους πανταχόθεν ἥξειν τῆς οἰκουμένης φησὶ, τῶν τεσσάρων κλιμάτων μνησθείς. Τὸ γὰρ πόῤῥωθεν, τὸ νότειον δηλοῖ τῶν μεσημβρινῶν τόπων ἡμῖν ἀκατάληπτον. Ἡ δὲ θάλασσα τὴν ἑσπέραν δηλοῖ, δυτικωτέρα τῆς Ἰουδαίας ὑπάρχουσα. Ὥσπερ οὖν τὴν ἀνατολὴν ἡ Περσῶν παρίστησι γῆ. Δηλοῖ δὲ τάχα, φασὶ, τοὺς προσκυνήσαντας Μάγους αὐτῷ. Τοῦτο γὰρ δηλοῦν, καὶ τὸ, "Δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας." Νῦν γὰρ Ἀραβίαν τὴν Περσῶν χώραν σημαίνεσθαι. Εἶτα πρὸς ἐορτὴν τὴν κτίσιν ἐπὶ τοῖς σεσωσμένοις καλεῖ· δι' οὐρανοῦ μὲν, τὰς ἐκεῖ δυνάμεις, αἳ καὶ ἐφ' ἑνὶ χαίρουσιν ἁμαρτωλῷ μετανοοῦντι. Διὰ γῆς δὲ, τοὺς ὅσοιπερ ἐν αὐτῇ καὶ προσεδόκων, καὶ τῆς θεοφανείας ἠξίωνται. Οὕτω καὶ Συμεὼν εὐφραινόμενος ἔλεγεν· "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα," καὶ τὰ ἐξῆς. Προεστιαθεὶς δὲ, φασὶν, ὁ προφήτης τῇ μελλούσῃ πάντων σωτηρίᾳ, συνευφραίνεσθαι αὐτῷ νοητὰ καὶ αἰσθητὰ πάντα προτρέπεται. Εἰ γὰρ στένειν ἡ κτίσις ἐπὶ τοῖς ἡμετέροις λέγεται κακοῖς, ἀκόλουθον ἐπὶ σωζομένοις εὐφραίνεσθαι.
But God is mighty, who will not allow you to be tempted beyond what you are able. And this is the consolation of him who has mercy on us. And through springs of waters, he says, he will lead them. Many are the springs of Israel, and springs of salvation—some of the Old Covenant, some of the New. And nothing is impassable for those traveling the road of salvation. For the prophet also said earlier: "And every valley shall be filled," and what follows. And again: "The way of the ungodly has become straight." That is, he says that the crooked and uneven things of our characters are to be made level. Then he says that those who are called will come from every part of the inhabited world, having mentioned the four climes. For "from afar" indicates to us the southern region of the midday places, which is incomprehensible. And "the sea" indicates the west, being more westerly than Judea. Just as, then, the land of the Persians represents the east. And perhaps, they say, it indicates the Magi who worshiped him. For this is what "It shall be given to him from the gold of Arabia" also indicates. For now Arabia is meant to signify the land of the Persians. Then he calls creation to a feast over those who have been saved: through heaven, the powers there, which also rejoice over one sinner who repents. And through earth, all those who were in it and were awaiting and were deemed worthy of the divine manifestation. Thus Symeon also, rejoicing, said: "Now you dismiss your servant, Master," and what follows. And the prophet, they say, having been feasted beforehand on the coming salvation of all, urges all things intelligible and sensible to rejoice together with him. For if creation is said to groan over our evils, it follows that it rejoices over those who are saved.
Ὄρη δὲ λέγει λογικὰς δυνάμεις ἠρμένας ὑψοῦ, ἢ τῶν Εὐαγγελίων τοὺς κήρυκας. Χριστὸν γὰρ ἀγγέλλοντες νοητῆς εὐφροσύνης ἐπλήρουν τὴν γῆν. Ἀντὶ δὲ τοῦ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην· ὁ Σύμμαχος· Ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν. Ὁ δὲ Ἀκύλας· κελαδήσατε, ὄρη, αἴνεσιν ἔλεξαν. Εἴποις δ' ἂν τὰ ὄρη δηλοῦν οἰκειότερον ψυχὰς ἐπὶ γῆς μὲν ἔτι βιούσας, σφόδρα δὲ πρὸς ὕψος ἠρμένας διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως. Ταπεινοὺς δὲ ἠλεημένους φησὶ τοὺς προδεδηλωμένους ἐκ τῶν τεσσάρων κλημάτων, οὓς ἐκ τῆς διαβολικῆς ὁ Χριστὸς τυραννίδος ἐῤῥύσατο, θείου Πνεύματος μετόχους ἀπεργασάμενος. Ταπεινοὺς δὲ, ἢ ὡς τεταπεινωμένους ἁμαρτήμασι πρότερον, καὶ νεύσαντας εἰς γῆν τῷ φρονήματι. Ἢ ὡς ὑποκύψαντας τῷ Χριστῷ τὸν αὐχένα, τῶν ἀνθισταμένων αὐτῷ ὑψούντων κέρας καὶ λαλούντων ἀδικίαν κατ' αὐτοῦ. ιδʹκ ʹ. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος
ἀπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη9, κ.τ.λ. Ἤδη προείρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· ἢ αἰσθητῶς· ἢ κατὰ τὸ θεοσεβὲς τῶν ἐπὶ γῆς ὄντων πολίτευμα· ἢ κατὰ τὴν ἐν οὐρανοῖς ἀγγελικὴν πολιτείαν, περὶ ἧς φησὶν ὁ Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί." Καὶ, "Οὐ γὰρ προσεληλύθατε Σιὼν ὄρει," καὶ τὰ ἑξῆς. Νῦν οὖν ὁ λόγος περὶ τοῦ θεοφιλοῦς πολιτεύματος, ὃ πάλαι μὲν παρ' Ἰουδαίοις συνίστατο. καθαιρεθὲν δὲ μεταβέβληται εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν.
He calls the mountains rational powers raised on high, or the heralds of the Gospels. For by announcing Christ they filled the earth with intelligible gladness. And in place of "let the mountains break forth with gladness," Symmachus has: "The mountains shall be made glad over all things." And Aquila: "Sing out, O mountains, praise," they said. But one might say that the mountains more fittingly signify souls still living on earth but raised exceedingly to the height through the right accomplishment of virtues. And he calls the humble those who have been shown mercy, those previously indicated from the four branches, whom Christ rescued from the tyranny of the devil, making them partakers of the divine Spirit. And "humble," either as having been humbled beforehand by sins and having bowed their mind down to the earth, or as having submitted their neck to Christ, while those who oppose him lift up their horn and speak unrighteousness against him. 14. And Zion said: "The Lord has forsaken me, and the Lord has forgotten me. Shall a woman forget her child, or not have compassion on the offspring of her womb? Even if a woman should forget these things, yet I will not forget you, says the Lord. Behold, I have painted your walls on my hands," etc. It has already been said that Zion and Jerusalem ought to be understood in three ways: either sensibly, or according to the godly citizenship of those on earth, or according to the angelic citizenship in the heavens, concerning which Paul says: "But the Jerusalem above is free." And, "For you have not come to Mount Zion," and the following. Now, then, the discourse concerns the God-beloved commonwealth, which of old was established among the Jews, but having been destroyed, it has been transferred to the Church from the Gentiles.
Περὶ νήσων γὰρ καὶ τῶν ἐθνῶν διελέγετο, οἷς ἀκολούθως φησίν· εἰ καὶ καθήρηται τὸ θεοσεβὲς παρ' Ἰουδαίοις πολίτευμα, μὴ λεγέτω, Ἐγκατέλιπε Κύριος. Καὶ τῷ τῆς μητρὸς παραδείγματι τὸ τῆς λήθης ἀδύνατον ἔδειξε. Θεοῦ γὰρ ὄντες οἷον γεννήματα, εἰ παύσαιτο τῆς περὶ ἡμῶν προνοίας, καὶ τοῦ εἶναι παυσόμεθα. Καὶ τὴν ἔννοιαν ἐπεξεργάζεται λέγων· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ ἐζωγράφησα, ἐστήριξά σε φησίν· ὁ δὲ Ἀκύλας· Ἰδοὺ ἐπὶ τῶν ταρσῶν ἠκρίβωσά σε. Ὁ δὲ Θεοδοτίων· Διεχάραξά σε. Χεῖρες γὰρ ὡς ἀληθῶς, τοῦτ' ἔστιν ἐνέργειαι Θεοῦ, τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, τοὺς τύπους τῆς κατὰ Θεὸν πολιτείας ἐγχαράττουσαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος ὁ τοῦ Θεοῦ Λόγος ἐδίδαξε λέγων· "Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Ἡ δὲ πέ τρα ἦν πάλιν αὐτὸς, ἐφ' ἣν οἱ πρῶτοι θεμέλιοι κατεβλήθησαν, περὶ ὧν εἴρηται· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ." Ὅτι δὲ αἱ τοῦ Θεοῦ ἐνέργειαι χεῖρες εἴρηνται τῇ Γραφῇ, δηλοῖ τὸ, "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με." "Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." Καὶ πάλιν· "Καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί." Τινὲς δὲ διὰ τὴν ἐπὶ τοῦ σταυροῦ διάτρησιν τῶν χειρῶν λέγουσιν. Ὑπὲρ ἡμῶν γὰρ παθὼν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; Τὸ γὰρ ὅλον πάθος ἐκ μέρους ἐδήλωσεν. Εἴποις δ' ἂν καὶ ἄλλως. Φασὶν ὡς ἐν ταῖς τοῦ Πατέρος χερσὶν πάντες εἰσὶν οἱ πιστεύσαντες.
For he was speaking about islands and the nations, to whom he says accordingly: even if the pious commonwealth among the Jews has been destroyed, let him not say, "The Lord has forsaken." And by the example of the mother he showed that forgetfulness is impossible. For since we are, as it were, offspring of God, if he should cease his providence concerning us, we too would cease to be. And he elaborates the thought, saying: "Behold, I have painted your walls on my hands." But Symmachus, instead of "I have painted," says "I have established you"; and Aquila: "Behold, I have made you exact on my palms." And Theodotion: "I have engraved you." For hands, truly, that is, the energies of God, build such a city, engraving the patterns of the polity according to God upon the souls of men. This indeed the builder of his own city, the Word of God, himself taught, saying: "On the rock I will build my Church." And the rock was again himself, upon which the first foundations were laid, concerning which it is said: "Having been built upon the foundation of the apostles and prophets, Christ Jesus himself being the cornerstone." And that the energies of God are called hands in Scripture, this makes clear: "Your hands made me and fashioned me." "For the sea is his, and his hands fashioned the dry land." And again: "And the heavens are the works of your hands." But some say this because of the piercing of the hands on the cross. For having suffered for us, how could he forget us? For he indicated the whole passion by a part. And you might say it in another way as well. They say that all who have believed are in the hands of the Father.
Ἔλεγε γὰρ ὁ Χριστὸς περὶ τῶν ἰδίων προβάτων, ὡς "Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῶν χειρῶν τοῦ Πατέρος μου," τὴν ἐκεῖθεν σκέπην δηλῶν. Τείχη δὲ τῆς Ἐκκλησίας οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ ἀπόστολοι, ὧν οὐ λαμβάνει λήθην. Ἐγέγραπτο γὰρ αὐτῶν ἐν οὐρανοῖς τὰ ὀνόματα τῇ βίβλῳ ζώντων ἐγκείμενα. Προηγουμένως μὲν γὰρ τῆς Ἐκκλησίας τεῖχός ἐστιν ὁ Χριστὸς, ὥσπερ καὶ φῶς· ἐν μεθέξει δὲ αὐτοῦ γεγονότες οἱ μαθηταὶ τούτων ἑκάτερον λέγονται. Τινὲς δὲ τὰ παρόντα νοήσαντες αἰσθητῶς, Ὡς παρόντα, φασὶ, λέγει τὰ μέλλοντα. Πάντα γὰρ αὐτῷ πάρεστι, καὶ προδιαγράφει τὴν μέλλουσαν, μετὰ τὴν ἐκ Βαβυλῶνος ἅλωσιν, τῶν τειχῶν οἰκοδόμησιν, εἰς ἣν ἀπήχθης, φησὶ, παιδευόμενος, οὐ τῆς ἐμῆς προνοίας ἐκπεπτωκώς. Τοιγαροῦν οἱ καθελοῦντες οἰκοδομήσουσι, τῶν σῶν ἐξανιστάμενοι τόπων· εἰ δὲ καὶ πίστιν ἔχεις, ὅρα καὶ τοὺς εἰς σὲ συναχθήσεσθαι μέλλοντας. Ὄψις γὰρ, ὡς εἰπεῖν, ἡ τῶν πιστῶν ἀκοὴ, καθὰ καὶ ἡ τῶν προφητῶν. Καὶ Μιχαίας γάρ φησιν· "Ἰδοὺ θεωρῶ τὸν λαὸν διεσκορπισμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα ποιμένα μὴ ἔχοντα." Φησὶν οὖν ὡς ἕξεις τοὺς οἰκήτορας, ὡς κόσμον τινὰ νυμφικόν. Οὐκ ἄρα, φασὶ, τὸ κοσμεῖσθαι νύμφας ἀπόβλητον πρὸς κίνησιν πόθου συνέχοντος τὴν τῆς συζυγίας ἑνότητα, ἣν ἀδύνατον ἀγάπης συνεστᾶναι χωρίς. Ἀλλὰ τὴν ἱστορίαν ἀφέντες, ἐπὶ τὴν πρώτην ἐξήγησιν ἀναδράμωμεν. Ἐπεὶ γὰρ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, πεπτωκότος τοῦ παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπάγει· Ταχὺ οἰκοδομηθήσῃ, ὑφ' ὧν καθῃρέθης. Ὡς γὰρ Ἰουδαίων ἄρχοντες τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, λέγοντες·
For Christ was speaking about his own sheep, saying, "No one will snatch them out of the hand of my Father," indicating the protection that comes from there. And the walls of the Church are the disciples and apostles of Christ, whom he does not forget. For their names were written in heaven, inscribed in the book of the living. For primarily the wall of the Church is Christ, just as he is also light; but the disciples, having come to be in participation in him, are called each of these. But some, understanding the present matters sensibly, say, "He speaks of things to come as present." For all things are present to him, and he pre-describes the future building of the walls, after the capture from Babylon—into which you were led, he says, being disciplined, not having fallen out of my providence. Therefore those who demolished will build, rising up from your places; and if you also have faith, see that those who are to be gathered to you will come. For, so to speak, the hearing of the faithful is a vision, just as also the hearing of the prophets. For Micah also says: "Behold, I see the people scattered on the mountains, as sheep having no shepherd." He says, then, that you will have inhabitants, as a certain bridal adornment. Therefore, they say, the adorning of brides is not to be rejected as regards the movement of desire that holds together the unity of marriage, which it is impossible for love to constitute without. But leaving the history aside, let us run back to the first explanation. For since in a short time the Church from the nations came together, when the pious commonwealth among the Jews had fallen, he adds: Quickly you will be built by those by whom you were demolished. For as the rulers of the Jews have become the cause of its demolition, saying:
"Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·" οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ ἀπόστολοι, τῆς οἰκοδομῆς τῆς νέας ὄντες ἐργάται· αὐτοὶ δὲ οἱ τὴν Ἰουδαϊκὴν
ἐθελοθρησκείαν καθῃρηκότες, οἷος ὁ Παῦλος λέγων· "Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ," τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πο λιτείαν. Περὶ ὧν φησι καὶ Δαβίδ· "Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται διὰ τῶν ἑξῆς, οἱ ἐρημώσαντες μὲν τὴν Σιὼν, οὐ μὴν καὶ οἰκοδομήσαντες. Περὶ ὧν φησι, καὶ οἱ ἐρημώσαντες ἐκ σοῦ ἐξελεύσονται· ὃ καὶ καθ' ἱστορίαν ἐσώζετο, μετὰ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τοῦ τῶν Ἰουδαίων ἔθνους ἐκπεπτωκότος τῆς αἰσθητῆς Ἱερουσαλὴμ, πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ καθάπερ τινὰ νύμφην ἐπὶ πλήθει τέκνων κομῶσαν πρὸς ἥν φησιν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ, Ὅτι πάντας αὐτοὺς, ὡς κόσμον, ἐνδύσῃ. Τίνας δὲ πάντας καὶ πόθεν ἐδίδαξε προειπών· "Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι περὶ τῶν τεσσάρων κλιμάτων, εἰπὼν οὓς καὶ κόσμον τῆς τοῦ Χριστοῦ νύμφης Ἐκκλησίας καλεῖ. Ψυχαῖς γὰρ αὐτὴ κοσμίαις σεμνύνεται, τὰς αὐτῶν ἀρετὰς, καὶ τὰ πνευματικὰ τούτων χαρίσματα, ἀντὶ λίθων τιμίων περικειμένη. Διόπερ αὐτὴν ἱματισμῷ περιχρύσῳ καὶ πεποικιλμένῳ κεκοσμῆσθαι φησὶν ἡ Γραφὴ ὡς ἕκαστον ἐξ αὐτῆς εὐχαριστοῦντα λέγειν· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·
We know that God has spoken to Moses, but this man, we do not know where he is from." Thus again the apostles were from it, being workers of the new building; and they themselves who had torn down the Jewish will-worship, such as Paul, saying, "For if I build again the things which I destroyed," established the new Zion according to the gospel polity. Concerning whom David also says, "You shall appoint them rulers over all the earth." But others besides these are indicated through what follows, those who laid waste Zion, yet did not also build it. Concerning whom he says, "and those who laid you waste shall come forth from you"; which was also preserved according to history, after the Church from the Gentiles, when the nation of the Jews had fallen away from the perceptible Jerusalem, in addition to falling away from the God-fearing commonwealth. After these things he personifies her as a certain bride adorned with an abundance of children, to whom he says, "Lift up your eyes round about, and see all." And, "For you shall clothe yourself with them all as with an ornament." But who "all" are, and from where, he taught by saying beforehand, "Behold, these shall come from far," speaking of the four quarters, whom he also calls the ornament of the bride of Christ, the Church. For she is adorned with pure souls, being clothed with their virtues and their spiritual graces in place of precious stones. Therefore the Scripture says that she is adorned with a garment overlaid with gold and embroidered, so that each one of her, giving thanks, says, "Let my soul rejoice in the Lord; for he has clothed me with a garment of salvation and a robe of gladness.
ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφη περιέθηκέ μοι μίτραν." Τινὲς δὲ τὸ παρὸν ῥητὸν δηλοῦν ἔφασαν τὴν ἐπ' ἐσχάτου τῶν ἐξ Ἰσραὴλ σωτηρίαν, ὅτ' ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Εἶτά φησι, Καὶ τὰ ἔρημά σου στενοχωρήσει. Ἀντὶ γὰρ τῶν ἐκ περιτομῆς, τὸ τῶν ἐθνῶν ἀντεισενήνεκται πλῆθος. Ἀνθ' ὧν φησιν· Οἱ καταπίνοντές σε, μακρυνθήσονται· ψευδοπροφῆται δηλονότι, καὶ καθηγηταὶ τοῦ λαοῦ, περὶ ὧν ἔλεγεν· Οἱ καταπίνοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Εἶτα τοὺς υἱοὺς τῆς Ἐκκλησίας εἰσάγει τόκον αἰτοῦντας διὰ τὸ πλῆθος πλατύτερον, οἵτινες ἦσαν ἐν ἀπωλείᾳ τὸ πρότερον. Ὅθεν φησὶν οὓς ἀπώλεσας, ὧν τὸ πλῆθος θαυμάζουσα, τὴν ἐκ τῶν Ἰουδαίων ἀτεκνίαν ὁμολογεῖ λέγουσα· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα. Εἰ δὲ περὶ τῶν ἐθνῶν νοοῖτο, δηλοῖ τὴν προτέραν αὐτῶν πρὶν κληθῆναι κατάστασιν. Σύμφωνον δὲ τῷ, ποίησόν μοι τόπον, τὸ "Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου. Καὶ [τὰς δέρεις] τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον." Τοῦτο δὲ καὶ τῆς παρὰ Μωσεῖ σκηνῆς τὰ μήκη καὶ πλάτη δηλοῖ. Λεγούσῃ δὲ, Τίς ἐγέννησέ μοι τούτους; λεκτέον· Ἡ πίστις ἡ ἐν Χριστῷ, αὐτός τε Θεός. Ὃς καὶ πυνθανομένῃ φησίν· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς· δηλῶν πόθεν ἥξει τῶν υἱῶν αὐτῇ καὶ θυγατέρων τὸ πλῆθος, χεῖρα καλῶν τὴν ἰδίαν ἰσχύν τε καὶ δύναμιν, τὸν Χριστὸν, ὃς διὰ τῶν θαυμάτων γέγονε τοῖς ἔθνεσιν ὑψηλὸς, καὶ διὰ τῆς ἀναστάσεως. Νήσους δὲ τὰς κατὰ μέρος Ἐκκλησίας, ἐξ ὧν ἡ μία καὶ καθολικὴ πανταχοῦ. Σύσσημον δὲ, τὸ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως κήρυγμα.
As with a bridegroom he put adornment around me, and as with a bride he put a headband around me." Some said that this present passage indicates the salvation of those from Israel at the last, when the fullness of the Gentiles comes in. Then he says, "And your desolate places will constrict you." For in place of those of the circumcision, the multitude of the Gentiles has been brought in instead. In place of those, he says: "Those who swallow you will be removed far away"—clearly false prophets, and the leaders of the people, about whom he said: "Those who swallow my people with their whole mouth." Then he brings in the sons of the Church asking for offspring, wider because of the multitude, who formerly were in perdition. Whence he says, "those whom you destroyed," whose multitude she marvels at, and confesses the childlessness from the Jews, saying: "But I am childless and a widow." But if this is understood concerning the Gentiles, it indicates their former condition before they were called. And in agreement with "Make me a place" is "Enlarge the place of your tent. And fix the [skins] of your curtains. Do not spare; spread out still to the right and to the left." And this indicates also the lengths and widths of the tent with Moses. But to her who says, "Who has borne these to me?" it must be said: The faith that is in Christ, and God himself. Who also says to her as she asks: "Behold, I lift up my hand to the nations," and the rest—indicating whence the multitude of sons and daughters will come to her, calling his own strength and power a hand, namely Christ, who through his wonders has become exalted among the nations, and through his resurrection. And "islands" means the Churches in each place, from which is the one and catholic Church everywhere. And "a sign" means the proclamation concerning the cross and the resurrection.
Ἀντὶ δὲ τοῦ ἐν κόλπῳ, ἐν ἀγκάλαις ἐξέδωκαν οἱ λοιποί. Τίνες δὲ τοῦτο ποιήσουσιν; δῆλον ὡς ἀπόστολοί τε, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷα νηπίους χειραγωγοῦντες τοὺς προσιόντας τῇ πίστει, οἷς ἔλεγε καὶ Παῦλος· "Γάλα ὑμᾶς ἐπότισα." Καὶ πάλιν· "Τεκνία μου, οὓς πάλιν ὠδίνω." Καὶ πάλιν· "Ὡς ἂν τροφὸς θάλπη τὰ ἑαυτῆς τέκνα," οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· ὅτε καὶ τῶν προσιόντων ἐβόα τὸ πλῆθος· "Δεῦτε, ἀναβῶμεν εἰς τὸ |ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ," καὶ τὰ ἐφεξῆς. Δηλοῖ δὲ τὸ, ἐν κόλποις, καὶ ἐπ' ὤμων, τὸ χωρὶς ἱδρῶτος, τοῦ Θεοῦ τὴν ὁδὸν κατευθύνοντος, κατὰ τὸ, "Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο." Καὶ ὡς ἐκ τοῦ Βαπτιστοῦ δὲ ἐλέγετο τὸ, "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου," καὶ τὰ ἑπόμενα. Τὴν δὲ τιμὴν τῶν πιστῶν τὴν εἰς ἄκρον δηλοῖ τὸ, Τιθηνοὺς λέγειν βασιλεῖς, καὶ τὰς ἀρχούσας τροφοὺς, τὴν ἀνωτάτω δηλοῦν, καὶ τὰς κατ' ἔθνος. Ἀρχὰς τροφῶν δίκην ἐξυπηρετουμένων τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας διὰ τῶν διδομένων σιτηρεσίων. Καὶ ἄλλως δὲ, ἡ πολλὴ κηδεμονία δόξαν τροφέων
But instead of "in the bosom," the rest gave them out "in the arms." And who will do this? It is clear that it is the apostles and the teachers of the Church, leading by the hand as infants those who come to the faith, to whom Paul also said: "I fed you with milk." And again: "My little children, for whom I am again in travail." And again: "As a nurse cherishes her own children," so, longing for you, we were pleased to impart to you not only the Gospel of Christ but also our own souls; when also the multitude of those who came cried out: "Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob," and the things that follow. And "in the bosoms" and "on the shoulders" indicate this: that it is without sweat, God making the way straight, according to "The way of the pious became straight." And as from the Baptist also was said: "Prepare the way of the Lord," and what follows. And the honor of the faithful to the utmost is indicated by his saying "nursing kings" and "ruling nurses," meaning the highest and those over each nation—rulers serving in the manner of nurses those of the Church who are in need, through the provisions given. And in another sense, the great care shows the glory of nurses
παρίστησιν, οἳ καὶ κλίνοντες ἐν Ἐκκλησίᾳ γόνυ, τῇ γῇ τὸ μέτωπον προσερείδουσι, καὶ τὸν χοῦν, ὡς εἰπεῖν, ἐκλαχεῖν διὰ πίστιν ποθοῦντες. Ταῦτα δὲ πρὸς τὴν βασίλισσαν τὴν ἐκ δεξιῶν Χριστῷ παρισταμένην ὁ τεσσαρακοστὸς τέταρτος λέγει ψαλμὸς, ἣν καὶ ἐξ ἀλλοφύλων οὖσαν δηλοῖ. Ὅμοια δὲ καὶ εἰς αὐτὸν τὸν βασιλέα ὁ ἑβδομηκοστὸς πρῶτος. Οὐκοῦν περὶ τῆς Ἐκκλησίας τῆς ἐν Χριστῷ, τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ, ἣ τὴν δόξαν ἔχει τοῦ Χριστοῦ. Τούτων δὲ, φησὶ, γιγνομένων, γνώσῃ ὅτι ἐγὼ Κύριος καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Καλὸν γὰρ μὴ ἀπογινώσκειν τὴν ἐλπίδα πρὸ τῆς τῶν ἔργων ἐκβάσεως. Εἶτα διδάσκει, τίνα τρόπον τὰ ὑπὸ χεῖρα τοῦ διαβόλου πρότερον ἔθνη ἠλευθερώθη διὰ τῆς τοῦ Σωτῆρος δυνάμεως. Ὃ διὰ τῆς παραβολῆς ἐδήλωσεν ὁ Χριστός· "Πῶς, λέγων, δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;" Καὶ νῦν δέ φησι, Μή τι τῷ τυχόντι δυνατὸν παρὰ τοῦ διαβόλου σκῦλα λαβεῖν; ὃν ἐκάλεσε γίγαντα· κἂν ἐπιχειρῇ δέ τις τοῦτο δικαίως ποιῶν, ἄρα ἀθῶος γενήσεται, καὶ οὐ κρατηθεὶς κινδυνεύσει; ἀντὶ γὰρ τοῦ ἀδίκως, τὸ Ἑβραϊκὸν δικαίως ἔχει. Δίκαιον μὲν γὰρ τοῦτο ποιεῖν. Ἀλλὰ τίς τοσοῦτόν ἐστι δυνατός; ἄνθρωπος μὲν οὐδείς. Ὅπως δὲ τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τῷ Θεῷ δυνατὸν ἐπιφέρει. Εἰ δὲ ἀδίκως ἔχει, κατὰ τοὺς Ἑβδομήκοντα, τὸ ῥητὸν, περὶ τοῦ διαβόλου φησὶ, δηλῶν ὡς ἀδίκως ἐπιπηδήσας τοῖς ἠδικηκόσι μηδὲν, καὶ λαβὼν αἰχμαλώτους, οὐ σωθήσεται. Τοιοῦτο δέ φησιν ἀλλαχοῦ·
He sets them before us, who also, bending the knee in the Church, press their forehead to the ground, longing, so to speak, to obtain a share of the dust through faith. The forty-fourth psalm says these things concerning the queen who stands at the right hand of Christ, whom it also shows to be from among the foreigners. And the seventy-first psalm says similar things concerning the king himself. Therefore the things said to Jerusalem pertain to the Church in Christ, which has the glory of Christ. And when these things, he says, come to pass, you shall know that I am the Lord, and those who wait for me shall not be put to shame. For it is good not to give up hope before the outcome of deeds. Then he teaches in what manner the nations that were formerly under the hand of the devil were set free through the power of the Savior. Christ indicated this through the parable, saying: "How can anyone enter the house of the strong man and plunder his goods, unless he first bind the strong man?" And now he says: Is it possible for just anyone to take spoils from the devil, whom he called a giant? And even if someone attempts to do this justly, will he then go unpunished, and will he not, once seized, be in danger? For instead of "unjustly," the Hebrew has "justly." For it is just to do this. But who is so powerful? No man. And so he adds that what is impossible with men is possible with God. But if the reading is "unjustly," according to the Seventy, he speaks concerning the devil, showing that he who unjustly rushed upon those who had done no wrong, and took them captive, shall not be saved. And he says such things elsewhere:
"Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον." Οἰκίαν δὲ αὐτοῦ τὸν κόσμον διὰ τῆς παραβολῆς ὑπῃνίξατο, καὶ σκεύη τὰς ψυχὰς, ἃς ἐσκύλευσεν ἐξ αὐτοῦ. Ὃ δὴ ποιήσας, καὶ εἰς ἡμᾶς παρέπεμψε τὸ νικᾷν. Τοῦτο γὰρ καὶ Παῦλος λαβὼν ἔφασκε, "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Διὰ τοῦτο καὶ δαίμονας νικῶμεν, καὶ παθῶν περιγινόμεθα ψυχικῶν ὅπλον εὐδοκίας ἔχοντες τὸν Χριστὸν, καὶ σκυλεύομεν αὐτὸν, τὴν ἡμετέραν σώζοντες, καὶ τῶν πλησίον ψυχάς. Διό φησιν· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα. Λαμβάνων δὲ, παρὰ ἰσχύοντος σωθήσεται. Διὰ Χριστοῦ γὰρ σκυλεύομεν αὐτὸν, καὶ σωζόμεθα, τοῦ εἰπόντος· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος. Ὅτι γὰρ ὁ ταῦτα πράξας ἐστὶν αὐτὸς δηλοῖ λέγων ἑξῆς· Ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ. Καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτῷ μόνῳ δυνατὸν τὸ χρῆμα δεικνὺς, καὶ τὰ σκῦλα δηλῶν τοὺς υἱούς. Οἱ δὲ τούτους ἀφαιρεθέντες, οὐκ ἔτι τὰς ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται. Οὐ δὲ τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν ἐκπίνειν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα εἰς μέθην πίονται, ὅτε πάντες οἱ ἐν σαρκὶ τυγχάνοντες ἄνθρωποι γνώσονται ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε τὴν ἐμαυτοῦ πόλιν.
In the manner of a garment soiled in blood, it will not be clean, so neither will you be clean. For you have destroyed my land and killed my people; you shall not remain for ever. By the parable he hinted that his house is the world, and the vessels are the souls he despoiled from it. Having done this, he also passed on to us the victory. For Paul too, having received this, said, "I can do all things in Christ who strengthens me." Therefore we also conquer demons and overcome the passions of the soul, having Christ as the weapon of good pleasure, and we despoil him, saving our own souls and those of our neighbors. Therefore he says: If anyone takes a giant captive, he shall receive spoils. And taking them, he shall be saved by the mighty one. For through Christ we despoil him and are saved, by the one who said: "Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy." For he himself is the Lord of the powers. For he shows that it is he himself who has done these things, saying next: But I will judge my own judgment. And I will rescue my sons, showing that the matter is possible for him alone, and indicating that the spoils are the sons. But those deprived of these, no longer able to eat the flesh of others, will eat their own. And no longer able to drink the blood of human souls, they will drink their own blood to drunkenness, when all men who are in the flesh shall know that I am the Lord who rescued you, my own city.
Καθ' ἑτέραν δὲ διάνοιαν, ὡς ἐξ ἑτέρας ἀρχῆς, περὶ τῶν διωξάντων τὴν Ἐκκλησίαν ὁ λόγος, ὅτιπερ ἐσχάτας τίσουσι δίκας, ὡς γνωσθῆναι πᾶσιν, ὅτι μὴ θνητῆς ὑπῆρχε δυνάμεως τῆς Ἐκκλησίας ἡ σκέπη, τοῦ δὲ Θεοῦ Ἰακώβ. Εἰς καιρὸν δὲ ῥηθεὶς Ἰακὼβ ἀναπέμπει τὴν ἔννοιαν ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ φανέντα, τὸν Υἱὸν τοῦ Θεοῦ. Δύναται δὲ καὶ πάντα δηλοῦν πτερνίζοντα τὸν διάβολον, καὶ τοὺς τῆς ἁμαρτίας παραλύοντα βρόχους. Τὸ δέ· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς, ἱστορικῶς τινες πάλιν ἐξέλαβον, περὶ τῶν ἐν αἰχμαλωσίᾳ. Βουλομένου γάρ μου συναχθήσεσθε, φησὶ, πανταχόθεν ὑπὸ τῶν ἐχθρῶν δορυφορηθησόμενοι. Τοῦτο δὲ μέχρι τῆς ἐπαγγελίας ἔστη μὴ γενόμενον ἔργῳ, οὐχ ὡς ψευδὲς, ἀλλ' ὡς ἐκείνων διὰ τὸ ἀνάξιον μὴ δεδωκότων καιρὸν ταῖς θείαις ἐπαγγελίαις· πρὸς δὲ τὰς κακὰς αὐτῶν ἐννοίας μαχόμενος, δείκνυσιν ὡς οὐ διὰ τὴν αὐτοῦ γεγόνασιν ἀδυναμίαν αἰχμάλωτοι, διὰ δὲ τὰς ἑαυτῶν ἁμαρτίας. Ὡς γὰρ οὐδεὶς τῶν παρ' ὑμῖν νομιζομένων γιγάντων ὑπὸ ἀσθενεστέρου σκυλεύεται, ἄδι
In another sense, as if from another beginning, the discourse concerns those who persecuted the Church, that they will pay the ultimate penalties, so that it may be known to all that the Church's protection was not of mortal power, but of the God of Jacob. And Jacob, mentioned at the appropriate time, sends the thought up to the one who appeared to the patriarch in the form of a man, the Son of God. And it can also signify all things that trip up the devil and loosen the snares of sin. But the phrase "Behold, I lift up my hand to the nations," and what follows, some again took in a historical sense, concerning those in captivity. For, he says, when I wished it, you will be gathered from everywhere, to be escorted as spearmen by your enemies. But this remained until the promise without coming to pass in deed, not as being false, but because those men, on account of their unworthiness, did not give occasion to the divine promises; and contending against their evil thoughts, he shows that they did not become captives because of his weakness, but because of their own sins. For just as none of the giants reputed among you is despoiled by a weaker one, so...
2485 κον ὑπομένων αἰχμαλωσίαν, ἀναιρεῖ δὲ τὸν ἐγχειρήσαντα· οὕτως οὐκ ἐνῆν ἐμοῦ μὴ θελήσαντος, τοὺς λαβόντας ὑμᾶς αἰχμαλώτους ἑλεῖν, Εἰ μὴ καθ' ἑαυτῶν ἡμαρτηκότες τὴν αἰτίαν παρέχετε. Πλὴν ἐλεήσας ὑμᾶς μὲν ἀνακαλέσω, ἐκείνους δὲ τιμωρήσομαι τὴν καθ' ὑμῶν ἐπιτείναντας κόλασιν· καὶ σαρκῶν τῶν ἰδίων γευσάμενοι γνώσονται τὸν ποιήσαντα, καθὰ καὶ Ναβουχοδονόσορ διὰ σημείων παιδευθεὶς μέγαν ὡμολόγει τὸν Θεὸν Δανιήλ. Τινὲς δὲ τὰ περὶ τοῦ γίγαντος ἐξηγούμενοι λέγουσιν· Οὐχ ἥττηται τὸ δυνατὸν τῆς Ἱερουσαλὴμ, οὐδὲ ἡ δικαιοσύνη ἡ ἐν αὐτῇ, ἀλλὰ δι' ἁμαρτίας κεκράτηται. ΚΕΦΑΛ. Νʹ. αιαʹ. Οὕτως λέγει Κύριος, ποῖον τοῦτο βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν; τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων9, κ.τ.λ. Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τήν τε δι' αὐτοῦ τῶν ἐθνῶν κλῆσιν, καὶ τὴν σύστασιν τοῦ θεοσεβοῦς πολιτεύματος, καὶ τοῦ ῥηθέντος γίγαντος τὴν καθαίρεσιν, μεταβαίνει πάλιν ἐπὶ τοὺς ἐκ περιτομῆς, ὥσπερ ἀπολογούμενος διὰ τί τὰ ἔθνη ἐπισκοπήσας, αὐτοὺς ἐκδότους ἐποίησεν. Τούτου γὰρ αἴτιοι, φησὶν, ὑμεῖς, οὐκ ἐγώ. Οὐ γὰρ ἐγὼ τὴν μητέρα ὑμῶν ἀπεπεμψάμην Συναγωγὴν, ἢ τὴν ἐπὶ τῆς Ἱερουσαλὴμ (οὐ τοῦτο γὰρ ἡ διὰ Μωσέως νομοθεσία δηλοῖ) σχέσιν δὲ τὴν περὶ ὑμᾶς· ἣν ὁ Μωσῆς, ὡς ἔδνα νύμφῃ δοῦναι βουλόμενος, καὶ φέρων ὑμῖν, μοιχεύσασαν διὰ τῆς μοσχοποιίας εὑρὼν τὴν Συναγωγὴν διέσπασεν ἀναξίαν εὑρὼν τῶν ἐμῶν δωρεῶν.
...enduring captivity, but he destroys the one who attempted it; thus it was not possible, against my will, for those who took you captive to seize you, unless, having sinned against yourselves, you provide the cause. Nevertheless, in mercy I will call you back, but I will punish those who stretched out their punishment against you; and having tasted their own flesh, they will know the one who made them, just as Nebuchadnezzar, disciplined through signs, confessed the great God of Daniel. Some, however, explaining the matters concerning the giant, say: The power of Jerusalem has not been defeated, nor the righteousness that is in her, but through sin it has been overcome. CHAPTER 50. 11. Thus says the Lord: Of what kind is this bill of divorce of your mother, by which I sent her away? Or to which of my debtors have I sold you? Behold, by your sins you were sold, and by your lawless deeds I sent away your mother? Why is it that I came, and there was no man; I called, and there was no one who obeyed, etc. The discourse, having gone through the gospel preaching—both the calling of the nations through it, and the establishment of the God-fearing commonwealth, and the destruction of the so-called giant—passes again to those of the circumcision, as if defending why, having visited the nations, he made them outcasts. For of this, he says, you are the cause, not I. For I did not send away your mother, the Synagogue, or the relation at Jerusalem (for the legislation through Moses does not show this), but the relation concerning you; which Moses, wishing to give as bridal gifts to the bride, and bringing to you, found the Synagogue committing adultery through the making of the calf, and tore it apart, finding it unworthy of my gifts.
Παραβάλλει δὲ ἑαυτὸν ποτὲ μὲν ἀνδρὶ, ὡς πρὸς γυναῖκα, ποτὲ δὲ Δεσπότῃ, ὡς πρὸς οἰκέτας. Οὐδὲ γὰρ ὡς ἄν τις Δεσπότης ὀφείλων ἀπεδόμην ὑμᾶς. Ἀλλ' ὑμεῖς ἀπ' ἀρχῆς εἰς τέλος παρανομοῦντες ἐκβέβλησθε, πραθέντες τοῖς ἁμαρτήμασιν, οἷς ἐδουλώθητε, τοὐμὸν μέρος γεγονότες αὐτεξούσιοι καὶ ἐλεύθεροι. Καὶ τέλος, οὐκ ὤκνησα Θεὸς ὢν, ἐλθεῖν πρὸς ὑμᾶς, ὑποκαταβὰς τῆς ἀξίας τῆς ἐμαυτοῦ, καὶ γενόμενος ἄνθρωπος· καὶ καλοῦντι πρὸς σωτηρίαν ὑπήκουσεν οὐδείς. Οὐκ ἦν δὲ ἄνθρωπος, φησὶν, ἐπειδὴ τὸ ἀνήκοον πλῆθος οὐδὲ εἶναι λελόγισται. Οἱ δὲ ὑπακούσαντες, ὡς πρὸς ὅλον τὸ ἔθνος ὀλίγοι, ὡς μὴ ἀριθμεῖσθαι εἰς λόγον τοῦ ἔθνους. Διὸ καὶ ὑπεξῃρήθησαν, ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων. Οὐ γὰρ τοσούτους ἔδει παρασχεῖν τῷ Κυρίῳ τὴν ἁγίαν γῆν. Ὅθεν καὶ σημεῖον τῆς ἀκαρπίας αὐτῆς ἡ ξηρανθεῖσα συκῆ. Τοῦτο δὲ καὶ διὰ τῆς Εὐαγγελικῆς παραβολῆς τῶν παρῃτημένων τὸ δεῖπνον σημαίνεται, τῶν ἐν ταῖς ὁδοῖς ἀντικεκλημένων, περὶ ὧν ἐν τῷ παρόντι προφήτῃ φησὶν ὁ Χριστός· "Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με." Περὶ δὲ τῶν Ἰουδαίων ἐπάγει· "Ὅλην τὴν ἡμέρανἐξεπέτασα τὰς χεῖρά μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα." Οὓς καὶ καλῶν ἐν Εὐαγγελίοις ἔλεγε· "Δεῦτε πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," καὶ τοιαῦτα πολλάκις. Ἀλλ' ἄρα μὴ σῶσαί μου, φησὶν, ἀσθενοῦντος, εἰς αἰχμαλωσίαν ἀπήχθητε;
He compares himself sometimes to a man, as toward a woman, and sometimes to a master, as toward servants. For it was not as some master who owed a debt that I sold you. But you, transgressing the law from beginning to end, have been cast out, sold to your sins, to which you were enslaved, having become, so far as my part is concerned, self-determining and free. And finally, though I am God, I did not shrink from coming to you, lowering myself beneath my own worth and becoming man; and to him who called to salvation no one gave heed. And there was no man, he says, since the disobedient multitude is not even reckoned to exist. But those who gave heed, being few in relation to the whole nation, were not counted in the reckoning of the nation. Therefore they were also withdrawn, as Lot was from Sodom. For it was not necessary that they should provide so many for the Lord, the holy land. Hence also the sign of its unfruitfulness was the withered fig tree. This is also signified through the Gospel parable of those who declined the dinner, of those invited in the roads instead, concerning whom Christ says in the present prophet: "I was found by those who did not seek me. I became manifest to those who did not ask for me. I said, Behold, I am here, to the nation that did not know me." And concerning the Jews he adds: "All the day long I stretched out my hands to a disobedient and contrary people." Whom also, calling them in the Gospels, he said: "Come to me, all you who labor and are burdened, and I will give you rest," and many such things. But was it not, he says, that when I was weak to save you, you were led away into captivity?
καὶ οὐ δυνήσεσθε σωθῆναι τῆς ἐκείνου τυραννίδος, τοῦτο πρὸς τοὺς Θεὸν βλασφημοῦντας ὡς οὐ δυνηθέντα σῶσαι τὸν λαὸν, ὁποῖον καὶ ὁ Σωτὴρ πρὸς τοὺς οἰομένους αὐτὸν ἄκοντα πάσχειν, περὶ τῆς τῶν ιεʹ λεγεώνων φησὶ παραστάσεως· ἤγουν, ἐπειδὴ εἶπεν μηδένα ὑπακοῦσαι καλοῦντι, δείκνυσιν ὡς πρὸς τῶν μὴ ὑπακοῦσαι, τὰ πάντων ἀθεσμότατα κατ' ἐμοῦ διεπράξασθε. Καὶ πρὸς ταῦτα δὲ, φησὶν, ἀνεξικάκως ἠνέχθην, δυνάμενος μηδὲν ὅλως παθεῖν; ὡς ἐδήλωσε πρότερον Ἐρυθρὰ ξηρανθεῖσα πρὸς διάβασιν θάλασσα· καὶ ποταμὸς Ἰορδάνης· καὶ σκότος τριήμερον ἐν Αἰγύπτῳ γενόμενον. Ὁ γὰρ Σύμμαχος ἐξέδωκεν· Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλασσαν, ἐποίησα ποταμοὺς ἔρημον. Κἂν ἐπὶ μέλλοντος δὲ ληφθῇ νοητέον ὡς τοῦ Θεοῦ, εἰ βούλοιτο, δυναμένου ποιῆσαι τὰ παραπλήσια. Τὸ δὲ σκότος καὶ ποιήσαντες ἐν τῇ συντελείᾳ τῶν ὅλων, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, τῶν βίων πρὸς ἀξίαν εὐθυνομένων. Καὶ ἐπὶ τῆς πρώτης δὲ παρουσίας ἀπειληθεῖσα πρὸς αὐτοῦ ἡσύχασε
And you will not be able to be saved from his tyranny—this is directed at those who blaspheme God as though he were unable to save the people, just as the Savior also says concerning the standing of the fifteen legions to those who thought he suffered unwillingly; that is, since he said that no one obeyed when he called, he shows that it was against those who did not obey that you perpetrated the most lawless of all things against me. And to these things, he says, I bore up with forbearance, though I was able to suffer nothing at all—as was shown beforehand by the Red Sea dried up for crossing, and the river Jordan, and the three days' darkness that came upon Egypt. For Symmachus rendered it: Behold, by my rebuke I dried up the sea, I made rivers a desert. And even if it is taken as referring to the future, it must be understood that God, if he wished, was able to do similar things. And the darkness they also brought about at the consummation of all things, in which the whole will be destroyed, when lives are set straight according to their worth. And at the first coming also, having been threatened by him, it kept quiet.
θάλαττα, καὶ ἀόρατοι δυνάμεις εἶξαν ἐπιτάγματι διωκόμεναι. Ἅπερ ἐχρῆν Ἰουδαίους ὁρῶντας, μὴ ἀμφισβητεῖν ὅτι οὐκ ἂν ἔπαθεν, εἴπερ ἠβούλετο· καὶ ὅτι σῶσαι δύναται τὴν ὑπ' οὐρανὸν, εἰ καὶ γέγονεν ἄνθρωπος· καὶ μὴ τὸ φαινόμενον ὁρῶντας λέγειν, "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·" δέον μαθεῖν, ὡς αὐτὸς ὁ λαλῶν πάρειμι, ὁ τὰ πάλαι θαυματουργήσας, ἃ δηλοῖ καὶ Δαβὶδ λέγων· "Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;" καὶ πάλιν· "Ἴδοσάν σε ὕδατα, ὁ Θεὸς, ἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν." Καὶ περὶ τοῦ Ἰορδάνου πάλιν· "Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ," τοῦτ' ἔστι τοὺς ἐν τῷ νότῳ. Εἰ μὴ ἄρα τις καὶ διὰ τούτων θάλασσαν μὲν ξηραινομένην, τὰ πλήθη τῶν ἀσεβῶν ἐθνῶν αἰνίττεσθαι φήσειεν, ποταμοὺς δὲ ἐρήμους, τοὺς πάλαι κατασύροντας εἰς εἰδωλολατρείαν λόγους· ἰχθύας δὲ τούτων ἀπολλυμένους, τὰς ἑρπούσας ἐν ταῖς τῶν ἀθέων ψυχαῖς δυνάμεις πονηρὰς, ἔνθα καὶ ὁ δράκων διατρίβειν ἐῤῥέθη, κατὰ τὸ, "Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ μετὰ ταῦτα. Τούτοις δὲ τοῖς τῆς θαλάττης ἰχθύσι καὶ ἑρπετοῖς ὁ λόγος ἀπειλεῖ σκότους, οὐ φωτὸς πλήρη θήσειν τὸν οὐρανόν· εἴποις δ' ἂν πάλιν θάλασσαν μὲν, τὴν τῶν Ἰουδαίων πολυπληθείαν· ποταμοὺς δὲ, τοὺς πρότερον αὐτοῖς λόγους χορηγουμένους· ἰχθύας δὲ, τοὺς μαθητευομένους ταῖς Ἰουδαϊκαῖς παραδόσεσιν· ὧν δὴ προλέγει πάντων ἀφανισμὸν, καὶ τὸ πᾶσι σκότος ἐπιπολάσαν, οὐκ οὐρανοῦ σκοτισθέντος, ἀλλ' αὐτοῖς ἐκείνοις ἐπιπολάσαν ὥσπερ σκοτώδους καλύμματος.
The sea, and the invisible powers yielded, driven by the command. These things the Jews ought to have seen and not to have doubted—that he would not have suffered, if he had so willed; and that he is able to save all that is under heaven, even if he has become man; and seeing what was visible, they ought not to say, "For a good work we do not stone you, but for blasphemy, because you, being a man, make yourself God." They ought to have learned that I myself, the one speaking, am present—I who worked wonders of old, which David also indicates when he says: "What is it to you, O sea, that you fled? And you, O Jordan, that you turned back?" And again: "The waters saw you, O God, the waters saw you, and they were afraid." And again concerning the Jordan: "You dried up the rivers of Etham," that is, those in the south. Unless perhaps someone might say that through these things the sea being dried up hints at the multitudes of the impious nations, and the deserted rivers at the words that of old swept them away into idolatry; and the fish in them perishing at the evil powers that creep in the souls of the godless, where also the dragon was said to dwell, according to the passage, "This is the great and spacious sea," and what follows. To these fish and creeping things of the sea the word threatens darkness, that it will make the heaven not full of light. But one might say again that the sea is the multitude of the Jews, and the rivers are the words formerly supplied to them, and the fish are those who are discipled in the Jewish traditions; of all of which he foretells the destruction, and that darkness will overspread them all—not that heaven is darkened, but that it overspreads those very people like a dark covering.
Διὸ οὐ ποιήσειν ἔφη, ἀλλ' ἔνδυσιν, ὑποδραμόντος δηλαδὴ τοῦ σκότους κατὰ τῶν ἀναξίων φωτός. Ὁ δὲ σάκκος, πένθους σύμβολον, διὰ τὸ καὶ τὰς οὐρανίους δυνάμεις πενθεῖν αὐτῶν τὴν ἀπώλειαν. Δυνάμενος οὖν, φησὶ, μὴ παθεῖν, τὸ σῶμά μου τῷ πάθει παρέδωκα. Τοῦτο γὰρ ἐδόκει μου τῷ Πατέρι. Διὸ καὶ κατηγορούμενος ἐσιώπων, ὑπήκοος αὐτῷ μέχρι θανάτου γινόμενος, εἰδὼς ὡς ἔσται μοί ποτε καιρὸς καθ' ὃν οὐκ ἔτι σιγήσομαι γλῶσσαν λαβὼν παρὰ τοῦ Πατέρος ἐν καιρῷ λέγειν ἐπισταμένην· ὅτε μου πανταχοῦ τῆς Ἐκκλησίας καθιδρυμένης, διὰ τῶν ἐμῶν βοήσομαι μαθητῶν πᾶσιν ἔθνεσιν τὸν ἐμαυτοῦ γνωρίζων Πατέρα, αὐτοῦ μοι χαριζομένου καὶ ὦτα ἀκουστικὰ, τῆς ἐμῆς συνιέντα διδασκαλίας τὸν νοῦν, κατὰ τὸ, "Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ," ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα, παιδεύσεως τῆς ἐμῆς μεταλήψεται. Ὁ δὲ Σύμμαχος, Ἔθηκέ μοι πρωῒ γύρῳ φησίν. Ὁ δὲ Ἀκύλας, Ἐπρωῒ ἐξεγερεῖ μοι ὠτίον τοῦ ἀκούειν. Οὗτοι γάρ μοι ἀνθ' ὑμῶν τῶν μὴ ἀκουσάντων γενήσονται, προσεδρευόντων ἀεὶ ταῖς τοῦ νόμου σκιαῖς. Ἐκεῖνοι δὲ τοὺς τύπους εἰς ἀλήθειαν πνευματικῆς θεωρίας ἐκδέξονται, ὑμῶν παρακουσάντων μου λέγοντος· "Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖται ζωὴν αἰώνιον ἔχειν καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε." Γράφει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, "Ὅτι ἡνίκαἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Τινὲς δὲ ὡς ἀπὸ τῶν μαθητῶν εἰρῆσθαι τοῦτό φασι, λαλούντων ἑκάστῳ τὰ πρόσφορα καὶ κατάλληλα·
Therefore he said he would not make [it], but a garment, darkness having of course run beneath [i.e., come upon] those unworthy of the light. And the sackcloth is a symbol of mourning, because the heavenly powers also mourn their destruction. Being able, then, he says, not to suffer, I delivered my body to suffering. For this seemed good to my Father. Therefore even when accused I was silent, becoming obedient to him unto death, knowing that there will be a time for me when I shall no longer be silent, having received from the Father a tongue that knows how to speak in season; when, my Church being established everywhere, through my disciples I shall cry out to all nations, making my Father known, he himself granting me also hearing ears, understanding the mind of my teaching, according to, "And they shall all be taught by God," which things, attending in the morning hours, shall partake of my instruction. But Symmachus says, "He has set for me in the morning a circuit." And Aquila, "In the morning he will awaken for me an ear to hear." For these shall be for me in place of you who did not hear, who attend always to the shadows of the law. But those shall receive the types into the truth of spiritual contemplation, while you disobeyed me when I said: "Search the Scriptures, because in them you think to have eternal life, and these are they that testify concerning me, and you do not wish to come to me, that you may have life." And the divine Apostle also writes, "That when Moses is read, a veil lies upon their heart." But some say that this was spoken as from the disciples, who speak to each one the things fitting and suitable.
οἳ καὶ τεθεῖσθαι, φασὶν, ἑαυτοῖς καὶ πρωῒ, τοῦτ' ἔστιν εἰς νοῦν καὶ καρδίαν ἡμέρας διαύγασμα, καὶ νοητοῦ φωτὸς ἔλλαμψιν. Καὶ Παῦλος γὰρ εὐχαριστεῖ τῷ Θεῷ λέγων, ὅτι "Ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί." Τινὲς καὶ ὡς ἀπὸ τοῦ προφήτου δυνατὸν τὸ παρὸν ἔφασαν λελέχθαι ῥητόν. Εὐαγγελισαμένου γὰρ αὐτοῦ τὴν αὐτῶν τε, καὶ τῶν ἐθνῶν σωτηρίαν, καὶ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τοῦ κόσμου τὴν συντέλειαν, πόθεν τούτῳ ταῦτα λέγειν ἠπόρουν καθ' ἑαυτούς. Ὁ δέ φησιν· Οὐκ ἐμὸς ὁ λόγος, ὁ χορηγῶν δὲ Χριστὸς, ὃς τοῖς ἑαυτοῦ δίδωσι καιρόν τε λόγου καὶ σύνεσιν πρὸς τὸ νοεῖν. Οὐκ ἀθετῶ τοίνυν τὴν χάριν ὑπηρετῶν αὐτοῦ τῷ κηρύγματι, πάντα τε παθεῖν ἕτοιμός εἰμι δι' αὐτόν. Κἂν τύπτητέ με, φησὶ, κἂν ἐμπτύητε, τὴν παρ' αὐτοῦ βοήθειαν ἐλπίζων, ἣν εὑράμενος, καὶ τοῦ δικαίου τεύξασθαι προσδοκῶν,
ἀντιστήσομαι ὑμῖν ἀντιλέγειν μὴ δυναμένοις. Ἀλλ' ἐπὶ τὸν Χριστὸν ἐπανέλθωμεν, ὅς φησιν Ἰουδαίοις· Ὡς ὑμεῖς μὲν καλούμενοι παρηκούσατε, ἐγὼ δὲ οὐκ ἀπειθῶ τῷ Πατέρι πάντα ἐν ἐμοὶ βουληθέντι ἀνακεφαλαιώσασθαι. Κενώσας δὲ ἐμαυτὸν, τὰ πάντων αἴσχιστα πέπονθα, εἰδὼς μὴ φέρειν μοι αἰσχύνην τῷ πειθαρχεῖν τῷ Πατέρι. Πιλάτου μὲν μαστιγώσαντος, τῶν δὲ ὑπηρετῶν ἑνός με ῥαπίσαντος, ἄλλων δέ μου καταπτυόντων, ὡς στερεὰν πέτραν τὸ πρόσωπόν μου τιθείς. Δυνάμεως γὰρ ἦν τὸ πρᾶγμα, δι' ἣν ἐκαρτέρουν· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Αὐτὸς γάρ μου καὶ τοῖς ἀνθρωπίνοις ἐβοήθησε μέτροις.
They say that these things were also set before themselves, and "in the morning," that is, as a brightness of the day for the mind and heart, and an illumination of the intelligible light. For Paul also gives thanks to God, saying, "He delivered us from the power of darkness, and transferred us into the kingdom of the Son of his love in the light." Some also said that the present passage could have been spoken as from the prophet. For when he had announced their own salvation and that of the nations, and the coming of the Savior, and the consummation of the world, they were at a loss among themselves as to whence he could say these things. But he says: The word is not mine, but Christ is the one who supplies it, who gives to his own both the time of speech and understanding to perceive. I do not therefore reject the grace, serving his proclamation, and I am ready to suffer all things for his sake. Even if you strike me, he says, even if you spit on me, hoping for the help that comes from him, which having obtained and expecting to attain the just reward, I will stand against you who are unable to contradict. But let us return to Christ, who says to the Jews: You, being called, disobeyed, but I do not disobey the Father, who willed all things to be summed up in me. And having emptied myself, I have suffered the most shameful things of all, knowing that obedience to the Father brings me no shame. Pilate scourged me, and one of the servants struck me, and others spat on me, as I set my face like a solid rock. For the matter was of power, through which I endured; because I have come down from heaven, not to do my own will, but the will of the one who sent me. For he also helped me in human measures.
Δηλοῖ δὲ καὶ ὡς ἐπήμυνεν αὐτῷ, δίκην ἐπιθεὶς τοῖς ὑβρίσασιν, ἣν καὶ διὰ τάχος ἐγγίζειν φησὶ, δικαιώσαντος αὐτὸν τοῦ Πατέρος. Δίκαιον γὰρ ὄντα, καὶ καθ' ἑαυτοῦ μὴ δόντα λαβὰς, ἀποκτείνειν ἐτόλμησαν. Ἀνθ' ὧν αὐτοὺς κολάσας, ἀνυπεύθυνον ὑπάρχειν ἐμὲ μεμαρτύρηκεν. Διό φησιν ὁ Πατήρ· "Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ." Φιλόπλουτοι γὰρ γεγονότες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πρὸς τὴν κατ' αὐτοῦ πονηρίαν ἐτράποντο. Καὶ γὰρ εἰδότες αὐτὸν ἔφασκον· "Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν." Εἰ δὲ νομίζει τις δικαίως με πεπονθέναι, παρέστω πρὸς ἔλεγχον. Ἀλλ' οὐ δυνήσεται. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησίν· "Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ." Παρ' ᾧ καὶ Ἰουδαῖοί φασι· "Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν." Εἰκότως δίκαιον, "Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Τῷ δὲ, Τίς ὁ κρινόμενός μοι; ἔοικε τὸ, "Τίς ἐλέγξει με περὶ ἁμαρτίας;" κατὰ πάντα γὰρ ἡμῖν, πλὴν ἁμαρτίας, ὡμοίωται. Διόπερ ἔλεγεν· "Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." Ἀνδρὸς δὲ τελείου χαρακτὴρ, τὸ, Τίς ὁ κρινόμενός μοι; ᾧ μηδὲν ἡ παρ' ἀνθρώποις κρίσις, ὡς σιγᾷν μὲν ὑπ' αὐτῶν καταδικαζόμενον, καλεῖν δὲ πρὸς τὴν παρὰ Θεῷ κρίσιν τοὺς ἐναντίους. Τὸ δὲ, τίς κακώσει με; ἐμφαίνει τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰς μάτην ἡ τούτων ἐπιβουλὴ, κατὰ τὸ ἐν ψαλμοῖς· "Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι." Πῶς γὰρ, ὢν ζωὴ, θανάτῳ κατείχετο;
He also makes clear how he helped him, inflicting punishment on those who had committed outrage against him, which he says draws near quickly, since the Father vindicated him. For though he was just and gave them no hold against himself, they dared to kill him. In return for which, having punished them, he has testified that I am blameless. Therefore the Father says: "And I will give the wicked in exchange for his burial, and the rich in exchange for his death." For the leaders of the Jews, having become lovers of wealth, turned to wickedness against him. For even knowing him they said: "This is the heir; come, let us kill him." But if anyone thinks that I suffered justly, let him come forward for refutation. But he will not be able. For elsewhere the prophet says: "See how the righteous man has perished, and no one takes it to heart." With whom the Jews also say: "Let us bind the righteous man, because he is troublesome to us." With good reason he is just, "For he committed no sin, nor was deceit found in his mouth." And to the words, "Who is he that contends with me?" there seems to correspond, "Who will convict me of sin?" For in all things he has been made like us, except for sin. Therefore he said: "The ruler of this world comes, and he will find nothing in me." And it is the mark of a perfect man, the words, "Who is he that contends with me?" for whom the judgment among men counts for nothing, so as to be silent when condemned by them, but to summon his adversaries to the judgment before God. And the words, "Who will harm me?" indicate the author of life. Therefore their plot is in vain, according to what is in the Psalms: "They devised a plan which they will not be able to establish." For how, being life, was he held by death?
καθὸ δὲ γέγονεν ἄνθρωπος, δοκεῖ τοῦτο δέχεσθαι παρὰ τοῦ Πατέρος. Ὡς γὰρ Θεὸς, ἤγειρεν ἑαυτὸν λέγων· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἐφ' οἷς φησι πρὸς αὐτούς· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. Ἢ εὐρὼς, κατὰ Σύμμαχον· ἢ βρωτὴρ, ὡς Ἀκύλας. Δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοῦ σωματικῆς λατρείας. Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ λέγει καταβιβρώσκοντα, τὴν συνείδησιν ὧν τετολμήκασιν, ὁρῶντες τὴν ἑαυτῶν μὲν ἀποβολὴν, τὴν ἐπιστροφὴν δὲ τὴν ἐπὶ Θεὸν τῶν ἐθνῶν. Διὸ καὶ πρὸς τῷ τέλει τῆς βίβλου φησίν· "Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄνειδος πάσῃ τῇ γῇ." Λέγοι δ' ἂν σῆτα καὶ τὰς ἁμαρτίας αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἔχουσαι τὸ εἶναι, κατ' αὐτῶν τὴν βλάβην ἐργάζονται. Ἐπεὶ καὶ τὸ ἱμάτιον τροφὴ γίνεται ᾧπερ ἐγέννησε σκώληκι. Λογισμὸς δὲ οὗτος πρὸς τὸ μὴ φοβεῖσθαι τὰ ἐξ ἀνθρώπων τῶν ἀπολλυμένων, καὶ ἔνδειξις τῆς τοῦ λέγοντος ἀφθαρσίας. Δηλοῖ δὲ καὶ τὴν κατ' αὐτῶν τιμωρίαν καὶ σητῶν αὐτοὺς δίκην ἐκδαπανῶσαν ταῖς συμφοραῖς. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησί· "Τί ἔτι πληγήσεσθε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον," καὶ τὰ ἐφεξῆς. Δι' ὧν αὐτῶν δηλοῖ τὴν ἀπώλειαν, καὶ χώρας ἀλλοτρίωσιν, καὶ πόλεως ἐμπρησμόν. Εἶτά φησι, Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; τὴν ἀπορίαν τούτων δηλῶν, καὶ τὸ σπάνιον. [Τοῦτο, ἢ τοιοῦτόν τι] δὲ ζητεῖ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διό φησιν·
But insofar as he became man, he seems to receive this from the Father. For as God, he raised himself, saying: "Destroy this temple, and in three days I will raise it up." Concerning these things he says to them: Behold, all of you like a garment will grow old, and a moth will devour you. Or mildew, according to Symmachus; or a devourer, as Aquila has it. By these words he signifies the aging of the bodily worship directed against him. For everything that grows old and ages is near to destruction. He calls them moths devouring, the conscience of what they have dared, as they see their own rejection and the turning of the nations to God. Therefore also at the end of the book he says: "Their worm shall not die, and their fire shall not be quenched, and they shall be a reproach to all the earth." He might also call their sins moths. For since they have their being from them, they work harm against them. Since even the garment becomes food for the very worm it has generated. And this is a reasoning to not fear the things that come from perishing men, and a demonstration of the incorruptibility of the one speaking. He also makes clear the punishment against them and that, like moths, it consumes them with calamities. For elsewhere too the prophet says: "Why will you be struck further, adding sins? Every head is to pain," and the things that follow. By these words he makes clear their destruction, and the alienation of their land, and the burning of their city. Then he says, Who among you fears the Lord? making clear the scarcity of these and their rarity. [This, or something like it] he seeks who does not desire the death of the sinner, but his repentance. Therefore he says:
Ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας· καὶ τοῖς ἐπιεικέσι προτείνει φιλανθρωπίαν. Ἐσώθη γὰρ τὸ κατάλειμμα, οὗ καὶ ἀπαρχὴ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ ἄνθρωπος δὲ γεγονὼς, παῖς εἶναί φησι τοῦ Θεοῦ. Καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς, οὐ νόμου
παράβασις ἦν, ἀλλὰ μᾶλλον βεβαίωσις, σκιαγραφήσαντος τὴν ἀλήθειαν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστάνομεν. Γέγραπται γὰρ ὅτι ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται. Πέρας γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Τοῖς δὲ νῦν καλουμένοις ἔλεγεν ὁ Πατήρ· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ." Τινὲς δὲ ἄμεινόν φασιν, ὡς τὸν θεοσεβεῖν δοκοῦντα παρ' Ἰουδαίοις ἀνακαλεῖ πρὸς μετάνοιαν, καὶ ὡς μηδενὸς πειθομένου, ἐν σκότῳ φησὶν ὑπάρχειν αὐτοὺς καὶ φωτὸς ἐστερῆσθαι. Τοῦτο δὲ τοῖς ἀποστόλοις οὐχ ἥρμοττεν, οὐδὲ τὸ πῦρ σωρεύειν καθ' ἑαυτῶν, καὶ κατισχύειν τὴν φλόγα. Ἐπιμένοντας δέ φησιν, ὑμᾶς τῇ ἀπιστίᾳ τὸ τῆς αἰωνίου κολάσεως ἐκδέχεται πῦρ· οἷς παραινεῖ πρότερον ἐπὶ τῷ Κυρίῳ πεποιθέναι, Θεὸν ἑαυτὸν εἶναι λέγων, καὶ ταπεινῆς ἐννοίας ἐκ τοῦ σάρκα φορεῖν ἑαυτὸν ἀποτρέπων αὐτοὺς, αὐτόν τε ποιεῖσθαι ῥάβδον καὶ στήριγμα. Οὐ γὰρ ἠδύναντο πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες, ὃς εἴρηται ῥάβδος. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς κατὰ τό· "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν." Ὀλισθηρὰ γὰρ ἡ φύσις, καὶ δεῖται τοῦ περικρατοῦντος. Οὗ τυχὼν ὁ δίκαιος λέγει·
Even now I call you back, you who are in the darkness of ignorance; and to the gentle he extends loving-kindness. For the remnant was saved, of which the disciples of the Savior are also the firstfruits. And having become man, he says that he is a child of God. And to hear his voice was not a transgression of the law, but rather a confirmation, since he sketched out the truth in shadow, according to the Apostle who says: Do we then abolish the law through faith? May it not be! But we establish the law. For it is written: My righteous one shall live by faith. For Christ is the end of the law and the prophets, justifying the ungodly by faith. But to those now being called, the Father said: "This is my beloved Son, hear him." Some, however, say it is better that he calls back to repentance the one who seems to be devout among the Jews, and that, since no one was persuaded, he says they are in darkness and have been deprived of light. But this did not fit the apostles, nor to heap fire upon themselves and to overpower the flame. But, he says, if you persist in unbelief, the fire of eternal punishment awaits you; to whom he first exhorts them to have trust in the Lord, saying that he himself is God, and dissuading them from lowly thoughts because he wears flesh, and to make him their staff and support. For they could not believe, receiving glory from one another and not seeking the glory that comes from God, who is called a staff. For he upholds all things toward well-being, according to the text: "Your staff and your rod, these have comforted me." For nature is slippery and needs the one who holds it fast. Having obtained this, the righteous man says:
"Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." Ἐν σκότῳ δὲ εἶναι τοὺς Ἰουδαίους καὶ ὁ Παῦλος δηλῶν, "Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων." Καὶ Ἡσαΐας φησίν· "Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος." Διὸ Χριστὸς ἔλεγεν· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," καὶ τὰ ἑξῆς. Καὶ τοῦ τῆς κολάσεως δὲ πυρὸς ἀποτρέπων αὐτοὺς ἔλεγεν· "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται." Ἐπίτασιν δὲ παρίστησι κρίσεως τὸ, Κατισχύετε φλόγα. Ὕλης μὲν γὰρ πολλῆς προσαγομένης, αὔξει τὸ πῦρ· ὀλίγης δὲ, ἀτονεῖ· δαπανηθείσης δὲ, σβέννυται. Ἰουδαῖοι τοίνυν πῦρ καθ' ἑαυτῶν ἔκαυσαν, ἀποκτείναντες τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους. Κατίσχυσαν δὲ τὴν ἑαυτῶν φλόγα, τὸν κληρονόμον ἀπεκτονότες, οἳ τὴν διὰ Χριστοῦ παίδευσιν οὐκ ἐδέξαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐπιμείναντες. Διόπερ ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ νομικὸν, οὐ μὴν ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Ὅτι δὲ τῆς εἰς Χριστὸν παροινίας ἔτισαν δίκας παρίστησιν ἐπάγων· Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν· ἐν λύπῃ κοιμηθήσεσθε. Ταῦτα δὲ λέγει πόρθησιν χώρας, πόλεως ἅλωσιν, ἐμπρησμὸν τοῦ νεῶ. Ἐκοιμήθησαν δὲ καὶ ἐλύπη, ἢ καὶ ἐν ὀδύνῃ, κατὰ Σύμμαχον· ἢ κατὰ τὸν Ἀκύλαν, εἰς διαπόνησιν. Τὴν διὰ Χριστοῦ γὰρ λύτρωσιν οὐκ ἀξιωθέντες λαβεῖν, οὐκ ἐν ἐλπίδι γερῶν, καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ' ἐν φόβῳ κολάσεων, καὶ λύπῃ τῇ δι' αὐτὰς ὀδυνώμενοι κοιμηθήσονται. ΚΕΦΑΛ. ΝΑʹ. αγʹ. Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον.
He set my feet upon a rock." And Paul too, showing that the Jews are in darkness, says, "The God of this age, he says, has blinded the minds of the unbelievers." And Isaiah says: "While they waited for light, darkness came upon them." Therefore Christ said: "I am the light of the world," and the rest. And turning them away from the fire of punishment, he said: "The one who believes in the Son is not judged." But the phrase "Strengthen the flame" indicates an intensification of judgment. For when much fuel is added, the fire grows; when little, it weakens; and when it is consumed, it is extinguished. The Jews, then, kindled a fire against themselves, killing the prophets and stoning those who were sent. And they strengthened their own flame by killing the heir, they who did not receive the instruction that comes through Christ, remaining in the shadows of the law. Therefore, since they think they have the light of the law but do not truly have it, he dismisses them from fellowship with himself, saying: "Walk in the light of your fire and in the flame that you have kindled." And that they paid the penalty for their drunken outrage against Christ, he shows by adding: "For my sake these things happened to you; you shall sleep in grief." And he says these things meaning the devastation of the land, the capture of the city, the burning of the temple. And they slept "in grief," or also "in pain," according to Symmachus; or according to Aquila, "in distress." For since they were not deemed worthy to receive the redemption that comes through Christ, they shall sleep not in hope of rewards and spiritual delight, but in fear of punishments and in grief, being pained on account of them. CHAPTER 51. 33. "Hear me, you who pursue righteousness, and seek the Lord.
Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν Πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶσ9, κ.τ.λ. Ἀλλ' ἵνα μὴ ταῦτα πάθητε, καὶ νῦν ἔτι παραινῶ τὴν μετάνοιαν, ὦ ἄνδρες, ὑμῖν, οἱ προσποιούμενοι μὲν τὸν Κύριον τιμᾷν, ἐναντία δὲ πράττοντες τῇ τοῦ Κυρίου βουλῇ, τῷ τὸ δίκαιον ἐλαύνειν, ἡγεῖσθαί τε δυσμενῆ τὴν ἀλήθειαν. Τινὲς δέ φασιν ὡς προσφωνεῖ τοῖς πιστεύουσι καὶ ζητοῦσι Χριστὸν τὴν δικαιοσύνην, καὶ ὡς ἀλλοτρίους τῶν Ἰουδαίων τούτους καλεῖ. Πάντας γὰρ προεῖπε πῦρ καίειν, ἐν ᾧ καὶ κατεκαύθησαν οἳ διώκουσι τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες, ἀλλ' ὡς ἐπ' αὐτὸ τρέχοντες, ἵνα καταλάβωσιν, ὡς τό· "Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν." Ὀλιγοστοὶ μὲν γὰρ οὗτοι· προβήσονται δὲ εἰς ἄμετρον πλῆθος τῶν ἐθνῶν προστιθεμένων τοῖς ἐκ περιτομῆς ὃ καὶ παρίστησι παράδειγμα τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Τινὲς δὲ πρὸς τοὺς ἀπίστους εἰρῆσθαι τὸν λόγον, ὡς προείπομεν, λέγοντες, φασὶν ὡς ἀντὶ τοῦ, καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος, εἰς τὴν τρυμαλιάν· ὁ δὲ Ἀκύλας, πρὸς ἐκκοπὴν, ἐκδεδώκασιν· αἰνιττομένου τοῦ λόγου τὴν σῶμα τοῦ Κυρίου
Look to the solid rock which you quarried, and to the pit of the cistern which you dug. Look to Abraham your father, and to Sarah who travailed with you, and so on. But so that you may not suffer these things, even now I exhort you to repentance, O men, you who pretend to honor the Lord but do things contrary to the Lord's will, by pursuing what is just and by regarding the truth as hostile. But some say that he is addressing those who believe and seek Christ, righteousness, and that he calls these strangers to the Jews. For he foretold that fire burns all things, in which those who pursue righteousness were burned up—not as those who pursue it, but as those who run toward it, in order to lay hold of it, as in the saying, "Seek peace, and pursue it." For these are few; but they will advance to a measureless multitude, with the nations being added to those of the circumcision, which he sets forth as an example—Abraham and Sarah. But some, saying that the word was spoken to the unbelievers, as we said before, assert that instead of "and to the pit," Symmachus rendered "to the hole," and Aquila "for cutting off," the word hinting at the body of the Lord.
δεξαμένην πέτραν, ἣν ὄρυξεν Ἰωσήφ. Εἶτα μετέβη ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ, καὶ τῆς Σάῤῥας, οἳ δίκην πέτρας ἄκαρποι καὶ ἄγονοι γεγονότες, πολλῶν ἐθνῶν πατέρες ἐγένοντο διὰ πίστεως, ὡς ὁ Παῦλός φησι· "Κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον," καὶ τὰ ἐπὶ τούτῳ. Ἐξ ἑνὸς οὖν, τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας (εἰς γὰρ ἄμφω, κατὰ τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν) ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν· διό φησιν, Εἶς ἦν, καὶ ἐκάλεσα αὐτόν. Ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὕτω πεποίηκα· οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς ἐλατομήσατε, ἔσται τις ἐλπὶς σωτηρίας πᾶσιν ἀνθρώποις. Ἀλλὰ καὶ πέτρα κατὰ Παῦλον ἦν ὁ Χριστὸς, ἢν ἐν τῷ πάθει διώρυξαν, κατὰ τό· "Ὤρυξαν χεῖράς μου καὶ πόδας μου." Βόθυνον δὲ τὴν τρωθεῖσαν πλευρὰν ὑπαινίττεται. Διὰ γὰρ τούτων ἡ σωτηρία, καὶ τῆς Ἐκκλησίας συνέστη τὸ πλήρωμα, καθάπερ ἐξ Ἀβραὰμ καὶ Σάῤῥας τὸ πλῆθος τὸ ἄπειρον. Διὸ παρακαλεῖ τὴν Σιὼν, τὸ θεοσεβὲς πάλιν πολίτευμα, ὅπερ εἰς ἔρημον δι' ὑμᾶς κατέστη. Πλὴν ἀλλ' ἐγὼ τὴν ἐρημίαν αὐτῆς ἀναλήψομαι παράκλησιν καλῶν τὴν περὶ τούτων ἐλπίδα. Ἔρημον δὲ, ὡς πρὸς τὴν ἔχουσαν πάλαι τὸν ἄνδρα, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλεῖ, πρὸς ἣν ἔλεγεν ὁ προφήτης· "Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα," καὶ τὰ ἐπὶ τούτῳ. Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα, ἀλλ' ἢ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δὲ τῇ ἐρήμῳ παράδεισον ἔσεσθαι λέγει, κατὰ τὸν ἐν ἀρχῇ παρὰ Κυρίου δι ʹ. Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.
the rock which received him, which Joseph quarried. Then he moved on to the example of Abraham and Sarah, who, having become like a rock, fruitless and childless, became fathers of many nations through faith, as Paul says: "He considered his own body already dead," and what follows this. From one, then—Abraham and Sarah (for both are one, according to the text: "The two shall become one flesh")—they came together in number like the stars of heaven; therefore he says, "He was one, and I called him." Just as, then, I did this in the case of Abraham, so do not despair, that even from this rock, which you hewed out, there will be some hope of salvation for all people. But also, according to Paul, the rock was Christ, which they pierced in his passion, according to the text: "They pierced my hands and my feet." And by the pit he hints at the pierced side. For through these things comes salvation, and the fullness of the Church was established, just as from Abraham and Sarah came the countless multitude. Therefore he exhorts Zion, the again God-fearing commonwealth, which was brought to desolation because of you. Nevertheless, I will take up her desolation as a consolation, calling the hope concerning these things. And he calls her desolate in relation to the one who formerly had the husband—the Church from the Gentiles, to which the prophet said: "Rejoice, barren one, who does not give birth," and what follows this. And who is she who had the husband, but she who made the bill of divorce? And in the desert he says there will be a paradise, according to what was from the Lord in the beginning. Hear me, hear, my people, and you kings, give ear to me, for a law will go forth from me, and my judgment for a light of the nations.
Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται, ὡς φῶς, τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονα μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν9, κ.τ.λ. ἀνθρώπους φοβούμενος, μὴ ἀποσυνάγωγόν σε ποιήσωσιν οἱ λέγοντες· "Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί ἀκούετε αὐτοῦ;" Οἷς ἔλεγεν ὁ Χριστός· "Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε," οὓς ἀπολεῖσθε νῦν, φησὶν, ἁλωσομένης τῆς πόλεως. Εἶτα περὶ τῶν πειρασμῶν τῶν εὐσεβεῖν ᾑρημένων ἐπήνεγκε, καὶ τῆς ἐκ τούτων ἀνέσεως, κατὰ τὸ ἐν ψαλμοῖς· "Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν. Καὶ ἐκόπασε τὰ κύματα αὐτῆς." Δυνατὸς γὰρ ταῦτα ποιεῖν ἐγὼ, εἴγε καὶ Κύριος εἰμὶ τῶν δυνάμεων, ὃς καὶ τοὺς ἐμοὺς λόγους ἐμβαλῶ σου τῷ στόματι. Τῷ γὰρ ἁμαρτωλῷ ἐρῶ· "Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;" "Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." "Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ." Περὶ δὲ τοῦ δικαίου εἴρηται· "Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ." Ὃς καὶ Σιὼν γενόμενος, ἐρεῖ τῷ Κυρίῳ· Θεός μου εἶ σὺ, τὴν τοῦ Χριστοῦ πίστιν δεξάμενος· καὶ ἀκούσεται παρ' αὐτοῦ, Λαός μου εἶ σύ. ιζκγʹ. Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας· καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκεσ9, κ.τ.λ. ΚΕΦΑΛ. ΝΒʹ. α ʹ. Ἐξεγείρου, ἐξεγείρου, Σιών. Ἔνδυσαι τὴν ἰσχύν σου. Σιών.
My righteousness draws near quickly, and my salvation shall go forth as light, and in my arm shall nations hope. Islands shall wait for me, and in my arm shall they hope, etc. Fearing men, lest those who say, "He has a demon and is mad. Why do you hear him?" make you excluded from the synagogue. To whom Christ said: "And woe to you lawyers, because you have taken away the key of knowledge; you yourselves do not enter in, and those who were entering you hindered," whom you shall now perish, he says, when the city is captured. Then concerning the temptations of those who have chosen to live piously, he added also concerning the relief from these, according to what is in the Psalms: "He commanded the storm, and it stood as a breeze. And its waves ceased." For I am able to do these things, if indeed I am also Lord of the powers, who will also put my words in your mouth. For to the sinner I will say: "Why do you recount my statutes?" "For praise is not beautiful in the mouth of a sinner." "For out of the abundance of the heart the mouth speaks." But concerning the righteous it has been said: "The law of his God is in his heart." Who also, having become Zion, will say to the Lord: You are my God, having received the faith of Christ; and he will hear from him, You are my people. 117. Awake, awake, arise, Jerusalem, you who have drunk from the hand of the Lord the cup of his wrath. For the cup of falling, the goblet of wrath you have drunk and drained; and there was none to comfort you from all your children whom you bore, etc. CHAPTER 52. 1. Awake, awake, Zion. Put on your strength. Zion.
Καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία. Οὐκέτι προσθήσεται διελθεῖν διὰ τοῦ ἀπερίτμητος, καὶ ἀκάθαρτοσ9, κ.τ.λ. Τὴν κλῆσιν εἰπὼν τῶν ἐθνῶν (ἅπερ ἴδιον ἐκάλει λαὸν, πρὸς ἃ καὶ ἔλεγεν, ὅτι Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν), νῦν προσφωνεῖ τῇ Ἱερουσαλὴμ πεσούσῃ, διαναστῆναι τοῦ πτώματος, ὅπερ ἔσχατον πέπονθε μετὰ τὴν εἰς Χριστὸν παροινίαν. Χρηστὸς δὲ ὢν ὁ Θεὸς, καὶ μὴν βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπὶ ταύτην παρακαλεῖ χρηστὰ πειθομένοις ἐπαγγελλόμενος· Ἐξεγείρου, λέγων, τὴν ἑκούσιον αὐτῆς πτῶσιν δηλῶν. Εἰ γὰρ ὑπ' ἄλλου κατείχετο, ἐκείνῳ ἂν, ἀλλ' οὐκ αὐτῇ περὶ τῆς ἐγέρσεως διελέγετο. Τίς γὰρ πεσὼν, κἂν μέλος πηρωθῇ, οὐ σπουδὴν τίθεται, πᾶσαν συλλέξας τὴν δύναμιν, ἀναστῆναι; Καὶ σὺ τοίνυν, ὡς ἱματίου περιβαλοῦ τὴν ἰσχὺν διαναστᾶσα κατὰ διάνοιαν. Λέξει γὰρ
προϊὼν, Ἔνδυσαι τὴν ἰσχὺν, Σιών. Ὥστε νῦν Ἱερουσαλὴμ μήτε τὴν ἐπουράνιον, μήτε τὸ θεοσεβὲς εἰρῆσθαι πολίτευμα· τὴν αἰσθητὴν δὲ καὶ ὑπόχειρα Ῥωμαίοις γεγενημένην. Διὸ καὶ πεπωκέναι λέγεται τὸ ποτήριον τοῦ θυμοῦ. Τῆς γὰρ ἐν οὐρανῷ οὐχ ἅπτεται θυμὸς καὶ ὀργή· Θεὸς γὰρ λέγεται βασιλεύειν αὐτῆς. Ἀλλ' οὐδὲ τοῦ θεοσεβοῦς ἐπὶ γῆς πολιτεύματος. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ καὶ ἐξεστράγγισε, καὶ οὐκ ἐστὶν ὁ παρηγορῶν αὐτήν. Τοῦτο δ' ἂν λέγοιτο ἐπὶ τοῦ πᾶσαν τιμωρίαν ἐκτίσαντος πρὸς κάθαρσιν ἁμαρτημάτων, ὡς ἐπὶ τῶν προσαγομένων πικρῶν ἀντιδότων εἰς κένωσιν.
And you, put on your glory, Jerusalem, holy city. No longer shall the uncircumcised and unclean pass through it, etc. Having spoken of the calling of the nations (which he called his own people, to which he also said, "Law shall go forth from me, and my judgment for a light of nations"), he now addresses Jerusalem, which has fallen, to rise up from the fall which she suffered last after her drunken outrage against Christ. But God, being good, and indeed desiring the death of the sinner as he desires his repentance, exhorts her to this, promising good things to those who obey: "Awake," he says, indicating her voluntary fall. For if she were held by another, he would have spoken to that one, and not to her, about the raising up. For who, having fallen, even if a limb is maimed, does not make it his earnest business, gathering all his strength, to rise up? Do you also, therefore, as a garment put on strength, rising up in mind. For he will say as he proceeds, "Put on strength, Zion." So that now Jerusalem is said to be neither the heavenly one nor the God-fearing commonwealth, but the perceptible one, which has become subject to the Romans. Therefore she is also said to have drunk the cup of his wrath. For wrath and anger do not touch the one in heaven; for God is said to reign over her. Nor indeed does it touch the God-fearing commonwealth on earth. But Symmachus rendered it, "the cup of his wrath, the bowl of tearing, and she drained it, and there is none who comforts her." This would be said of her who paid every punishment for the cleansing of sins, as with bitter remedies administered for the emptying out.
Λυπεῖ γὰρ, ὡς ἰατρὸς, ὁ Θεὸς οὐκ αὐτὸς θέλων, τοῦ δὲ πράγματος ἀναγκάζοντος· περὶ οὗ λέλεκται· "Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τοῦτο δέ σοι παθούσῃ, φησὶν, οὐδέν σοι παρέστη τῶν τέκνων παραμυθούμενον. Ὅτε μὲν γὰρ εἰς Ἀσσυρίους ἀπήχθησαν, εἶχον δικαίους καὶ προφήτας παρακαλοῦντας· μετὰ δὲ τὸν τολμηθέντα κατὰ Χριστοῦ θάνατον, οὐδεὶς θεοφιλὴς εὕρηται παρ' αὐτοῖς. Ἦσαν γὰρ προαπελάσαντες καὶ τοῦ Σωτῆρος τοὺς μαθητὰς πληγαῖς αἰκισάμενοι, τινὰς δὲ καὶ ἀνελόντες. Δύο δὲ ταῦτα, φησὶν, ἀντίκειταί σοι, καὶ πολεμεῖ, συντόμως τὰς ἐκ τοῦ πολέμου δηλῶν συμφοράς. Ἀντὶ δὲ δύο, προβάλλεται τέτταρα. Ἀλλὰ τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Ἕπεται γὰρ τῷ μὲν πίπτειν ἡ συντριβή. Τῷ δὲ λιμῷ, μάχαιρα, τοῦτ' ἔστι θάνατος. Δύο τοίνυν τὰ πρῶτα, πτῶμα καὶ λιμὸς, περὶ ὧν ὁ λόγος, φησὶν ἃ τίς ὁ κωλύσων, φησὶν, ἢ καὶ ψιλῶς παραμυθούμενος; Ἄρα οἱ ἐν σοὶ Γραμματεῖς καὶ Φαρισαῖοι; ἢ καὶ ἄλλως δυνατοί; Ἀλλ' ἰδοὺ καὶ περὶ ἑαυτῶν κινδυνεύουσι. Καθεύδουσι γὰρ ἐπάνω πάσης ἐξόδου. Τοῦ πολέμου γὰρ κατασκήψαντος, τὰς τῆς χώρας ἐσχατιὰς κατελάβοντο, ἵν' εἶεν ἕτοιμοι πρὸς φυγὴν, οὐ πρὸς ἀπόκρουσιν ἐγρηγορότες κακῶν, φόβῳ δὲ παρειμένοι καθάπερ ἐκ μέθης ὡς σεύτλιον ἡμίεφθον. Κατὰ δὲ Σύμμαχον· Οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ' ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ.
For God grieves, like a physician, not willingly himself, but the matter compelling it; concerning which it has been said: "A cup in the hand of the Lord, full of unmixed wine, of mingled drink. And he turned it from this to this, but its dregs were not emptied out. All the sinners of the earth shall drink." But when you have suffered this, he says, none of your children stood by to comfort you. For when they were led away to the Assyrians, they had righteous men and prophets encouraging them; but after the death daringly committed against Christ, no God-loving man was found among them. For they had already driven away even the Savior's disciples, having scourged them with blows, and some they had even killed. And these two things, he says, oppose you and wage war, briefly indicating the calamities of war. But instead of two, four are set forth. Yet the prophetic word in these things joins what follows to what comes first. For upon falling follows crushing. And upon famine, the sword, that is, death. So then the first two, fall and famine, concerning which the word says, "who shall be the one to prevent," he says, "or even merely to comfort?" Are they the scribes and Pharisees among you? Or those otherwise powerful? But behold, they too are in danger concerning themselves. For they sleep upon every exit. For when the war had fallen, they occupied the farthest parts of the country, so that they might be ready for flight, not awake for the repelling of evils, but relaxed by fear as if from drunkenness, like a half-boiled lentil. And according to Symmachus: Your sons went being led away at the head of all nets like a mole in a net.