ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Commentary ·

Catena in Canticum canticorum

Procopius of Gaza · khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 189 passages · 53,334 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

0 commentary units 9 derived notes 0 open questions 189 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation could be identified: a language model asked twice could not name one, though it could not rule one out either. That is not proof that none exists — translations in dissertations, recent books and other modern languages are easily missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: other in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 189 narrative.
  • caution7 passage(s) are fragmentary in the source; the English bridges each break and says so in the note.
  • scripture2 scriptural phrase match(es) noted: John 1:29; John 4:10.
  • sourceSource edition: khazarzar.

Term index

SourceRenderingCountFirst
no glossary terms recorded
khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:101 · narrative
Source · Greek

ἐντεῦθεν γὰρ, φησὶ, τὰς τοῦ Ἰορδάνου πηγὰς, ὧν ὑπέρκειται τοῦτο τὸ ὄρος, δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται ὀνόματα· τὸ δὲ ἀπὸ λεόντων τε καὶ παρδάλεων, ἀπὸ διαβολικῶν εἱρκτῶν

καὶ ποικίλων ἁμαρτημάτων, ἀφ' ὧν ψυχὴ καταστίζεται· ἀνέμνησε δὲ τῶν λυπηρῶν, διὰ τῶν θηρίων τούτων, ἡδίω ποιῶν τὰ εὐφραίνοντα· καὶ ἵνα μᾶλλον ἐντρυφῶν τοῖς παροῦσι καλοῖς· μανθάνουσα διὰ τῆς παραθέσεως οἷα ἀνθ' οἵων ἠλλάξατο, καὶ ἅμα τῇ ἀποστροφῇ τῶν χειρόνων τὸ ἀκλινές τε καὶ ἀπαράτρεπτον ἐν τοῖς ἀγαθοῖς κατορθώσειεν. {Νείλου.} Πάλιν προσκαλεῖται μέν τις τὴν Νύμφην· ὁ δὲ προσκαλεσάμενος σεσιώπηται· εἴτε δὲ αὐτὸς ὁ Νυμφίος ἐστὶν, εἴτε οἱ τοῦ Νυμφίου φίλοι, ἢ ἀπὸ τοῦ περιγείου τόπου καλοῦσιν αὐτὴν, ἢ ἀπὸ τῆς ἐθνικῆς διαγωγῆς· οἰκητήριον γὰρ λεόντων καὶ παρδάλεων εἰδότες τὸν Λίβανον, ἀπολιπεῖν αὐτὸν αὐτὴν συμβουλεύουσιν· καὶ ὡς ἔοικεν ἀρξαμένην ἀναχωρεῖν ἑωρακότες, καὶ προβαίνουσαν μετὰ πάσης σπουδῆς, ἐκ τῆς προθυμίας τὴν προκοπὴν στοχασάμενοι, λέγουσιν· Ὄντως ἐλεύσῃ καὶ διελεύσῃ· ἡ γὰρ τῆς πίστεως ἀρχὴ, καὶ ἡ ἐν προοιμίοις σπουδὴ, τὸ τάχος σημαίνει τῆς μελλούσης διαβάσεως, ἐλπίδα πολλὴν ὑποτιθεμένη τῆς πρὸς τὸν σπουδαζόμενον σκοπὸν ἀφίξεως· Ἐλεύσῃ οὖν ἀπὸ Λιβάνου τοῦ τῶν θηρίων χωρίου· διελεύσῃ δὲ αὐτὰ τὰ θηρία ἀβλαβῶς. Ἀπὸ κεφαλῆς γὰρ πίστεως ὁδεύειν ἀρξαμένη, καὶ ἀπὸ κεφαλῆς Σανεὶρ, ὅπερ ἑρμηνεύεται ὁδὸς λύχνου· καὶ Ἑρμὼν, ὅπερ μεταληφθέν ἐστι κέδρος ἢ δρόσος, εἰκότως πάντα τὰ πειράζοντα διαβαίνει· καὶ τὰς ἐνέδρας τῶν ἀντικειμένων δυνάμεων παρέρχεται τῇ ὁδῷ τοῦ λύχνου φωτιζομένη·

English

For from here, he says, are the springs of the Jordan, over which this mountain lies, divided into two ridges, upon which these names are placed; and the phrase "from lions and leopards" means from diabolical prisons and manifold sins, by which the soul is spotted. And he reminded her of sorrows through these beasts, making the things that gladden more pleasant; and so that, delighting more in the present good things, learning through the comparison what she has exchanged for what, and at the same time by the turning away from the worse she might achieve the unwavering and unswerving in good things. {Of Nilus.} Again someone calls the Bride; but the one who called has fallen silent; whether it is the Bridegroom himself, or the friends of the Bridegroom, they call her either from the earthly region or from the Gentile manner of life; for knowing Lebanon to be a dwelling-place of lions and leopards, they advise her to leave it; and as it seems, having seen her beginning to withdraw and advancing with all eagerness, guessing her progress from her zeal, they say: Truly you will come and pass through; for the beginning of faith, and the zeal in the first steps, signifies the speed of the coming passage, suggesting much hope of arrival at the goal earnestly pursued. You will come, then, from Lebanon, the place of beasts; and you will pass through the beasts themselves unharmed. For beginning to journey from the head of faith, and from the head of Sanir, which is interpreted "way of a lamp," and Hermon, which is translated "cedar" or "dew," reasonably she passes through all things that tempt; and she passes by the ambushes of the opposing powers, illuminated by the way of the lamp.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:102 · narrative
Source · Greek

καὶ καταφόρους τὰς τῶν ἐπιβούλων μηχανὰς ποιουμένη, τῇ δὲ δρόσῳ παραμυθουμένη τὸν ἐπὶ τῇ πορείᾳ κάματον· διὸ καὶ τὰς μάνδρας τῶν τῇ πρακτικῇ ἐπιβουλευόντων λεόντων, καὶ τὰ ὄρη τῶν τῇ θεωρίᾳ ἐναντίων παρδάλεων παρελθοῦσα, ἔκπληξιν παρέσχε τοῖς προσκαλουμένοις αὐτὴν ἐν τῷ τάχει· ἴσως δὲ καὶ λέοντας καὶ παρδάλεις, τά ποτε τῶν ἐθνικῶν ἤθη λέγει· ὄρη δὲ τὴν πεπλανημένην αὐτῶν τῆς εἰδωλολατρείας ἐπὶ τῶν ὑψηλῶν θρησκείαν· καὶ μάνδρας, τὸ τῆς φύσεως εὔνομον· ἀφ' οὗ κινούμενοι φυσικῶς ἐπεγίνωσκον τὸ καλόν· μάνδρα γὰρ προβάτων ποιμαινομένων αὐλὴ, οὐχὶ δὲ θηρίων καταγώγιον· λέοντες δὲ καὶ παρδάλεις, μονωτικὰ, καὶ οὐ σύννομα· τὰ ἔθνη οὖν διὰ τούτων δηλοῖ, θρησκείαν μὲν ἀσεβῆ, διὰ πλάνην μετερχόμενα· πολιτείαν δὲ ἴσως εἶχον, εἰ καὶ μὴ λογικῶν, ἀλλὰ προβάτων τέως εὔτακτον καὶ συμβαίνουσαν, οὐ τῇ Ἰουδαίων, ἀλλὰ τῇ Χριστιανῶν διαγωγῇ· ἀπὸ πίστεως οὖν ἀρξαμένη ὁδεύειν πρὸς τὸν Νυμφίον ἡ Νύμφη, καὶ διὰ τῶν εἰρημένων ὁδεύσασα πολλοὺς μεθ' ἑαυτῆς παρέστησε τῷ ἡρμοσμένῳ, ἔδνα καὶ φερνὴν αὐτῆς προσαγαγοῦσα τῷ Χριστῷ. θʹ. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου Νύμφη· ἐκαρδίωσας ἡμᾶς ἐνὶ ἀπὸ ὀφθαλμῶν σου ἐν μιᾷ ἐνθέματι τραχήλου σου. {Κυρίλλου.} Ἤγουν εἰς πόθον ἡμᾶς ἤγαγες σεαυτῆς, ἑνὶ ῥήματι τῆς ὁμολογίας· ὅπερ ἔσχες ὀρθῶς ὁρῶσα τοῖς ἔνδον ὀφθαλμοῖς σου· ὑποταγεῖσα γὰρ ἐνθέματι τοῦ τραχήλου σου, τὴν ὁμολογίαν ἐποίησας. {Γρηγορίου.} Ταῦτα παρὰ τῶν φίλων τοῦ Νυμφίου, ἀγγελικῶν, φημὶ, Δυνάμεων, λέγεται πρὸς αὐτήν·

English

and making the plots of the schemers downward-sloping, and soothing with dew the toil of the journey; therefore also, having passed by the folds of the lions that plot against the practical life, and the mountains of the leopards that oppose contemplation, she caused astonishment to those who call upon her by her swiftness; and perhaps he calls lions and leopards the former habits of the Gentiles, and mountains their wandering worship of idolatry on the high places; and folds, the law-abiding character of nature, from which, being moved naturally, they recognized the good; for a fold is a courtyard of sheep being pastured, not a den of wild beasts; but lions and leopards are solitary and not gregarious; therefore through these he indicates the nations, pursuing impious worship through error; but perhaps they had a manner of life, if not of rational beings, yet at any rate of sheep, orderly and consistent, not with the conduct of Jews, but with that of Christians; therefore the Bride, having begun to journey from faith toward the Bridegroom, and having journeyed through the things said, presented many with herself to the betrothed, bringing her gifts and dowry to Christ. 9. You have heartened us, my sister, my bride; you have heartened us with one of your eyes, with one ornament of your neck. {Of Cyril.} That is, you have led us into longing for yourself, by one word of confession; which you had, seeing rightly with your inner eyes; for having been subjected by the ornament of your neck, you made the confession. {Of Gregory.} These things are said to her by the friends of the Bridegroom, I mean the angelic Powers:

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:103 · narrative
Source · Greek

διττῆς γὰρ οὔσης τῆς ὀπτικῆς ἐνεργείας, καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς Νύμφης ὁ καθαρὸς ὀφθαλμὸς, ἀργεῖ δὲ ὁ ἕτερος· τούτου χάριν ἑνὶ τῶν ὀφθαλμῶν προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον· ἀδελφὴν μὲν αὐτὴν καλοῦντες, διὰ τῆς ἀπαθείας συγγένειαν· Νύμφην δὲ, διὰ τὴν πρὸς τὸν Λόγον συνάφειαν. Ἐπεὶ οὖν, φησὶν, ὁ ὀφθαλμός σου εἷς ἐν τῷ πρὸς τὸ ἓν βλέπειν, καὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι· καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει τὸν θεῖον ζυγὸν ἐφ' ἑαυτῆς ἀραμένη (τοῦτο γὰρ τὸ, Ἐνθέματι τραχήλου σου·" εἴτ' οὖν ὁ τοῦ Κυρίου ζυγός)· τούτου χάριν ὁμολογοῦμεν ὅτι τοῖς θαύμασιν ἡμᾶς ἐκαρδίωσας· ὅπερ ἐστὶ ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι' ἑαυτῆς ἡμῖν ἐνεποίησας· καὶ γὰρ ἐν σοὶ τὸν τῆς δικαιοσύνης Ἤλιον ὡς ἐν κατόπτρῳ κατανοοῦμεν· διὰ δὲ τῆς δευτερώσεως ἀξιοπιστίαν προτιθέασι τῷ λεγομένῳ. {Νείλου.} Ὁ Νυμφίος ἐκ προσώπου παντὸς τοῦ χοροῦ ταῦτά φησιν· τὴν μὲν ἔκπληξιν ἐπὶ πάντας φέρων, τὴν δὲ οἰκειότητα τῆς

English

For since the faculty of sight is twofold, and one part of it sees the truth while the other wanders among vain things, inasmuch as the pure eye of the Bride has been opened only toward the nature of the good, and the other eye lies idle, for this reason the friends bring their praise to one of her eyes, calling her a sister through impassibility of kinship, and Bride through her union with the Word. Since, then, he says, your eye is one in looking toward the One, and your soul is one because it is not divided among various dispositions; and the placing of your neck holds the divine yoke perfectly, having taken it upon itself (for this is the meaning of "an ornament upon your neck," that is, the yoke of the Lord); for this reason we confess that you have won our hearts by your wonders, which means that you have wrought in us a certain soul and mind for the understanding of the light through yourself; for in you we behold the Sun of righteousness as in a mirror; and by the repetition they set forth the credibility of what is said. {Of Nilus.} The Bridegroom says these things in the person of the whole choir, bringing amazement upon all, and the familiarity of the

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:104 · narrative
Source · Greek

Νύμφης, ἐπὶ μόνον ἑαυτὸν, Ἀδελφή μου, λέγων, Νύμφη, καὶ οὐχ ἡμῶν· κἂν γὰρ διαφέρουσι κατὰ τὴν οὐσίαν ἄγγελοι τῆς ψυχῆς, ἐλαττοῦνται τῷ ἀξιώματι τῆς ἡρμοσμένης Χριστῷ, καὶ ἀπ' ἀρχῆς γινομένης τοῦ ἡμετέρου φυράματος· καὶ τῆς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καθέδρας ἠξιωμένης· καὶ διὰ τοῦτο τοῦ Νυμφίου ἀδελφὴ ὀνομάζεται· καὶ ὁμαίμων αὐτῷ κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν γενομένη καὶ ὁμογάστριος· ἐκαρδίωσε δὲ αὐτοὺς ἑνὶ ἀπὸ ὀφθαλμῶν, ὡς τὰ θεῖα κατανοοῦντι πράγματα· οἱ γὰρ ὀφθαλμοὶ, ὁ μὲν ἀριστερὸς τοῖς σωματικοῖς προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου, καλῶς ταῦτα διατιθείς· ὁ δὲ ἕτερος τοῖς νοητοῖς ἐνατενίζει, καὶ τοῖς μέλλουσι προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου· περιεσκεμμένως καὶ μετὰ πολλῆς νήψεως παρελθὼν τὰς τῇ θεωρίᾳ λυμαινομένας παρδάλεις, καὶ τὸ οἰκεῖον κάλλος τηρήσας· καὶ ἐν μιᾷ ἐνθέματι τραχήλου τῆς Νύμφης ἐκαρδιώθησαν· ὅπερ οἱ λοιποὶ, Ἐν ἑνὶ ὁρμίσκῳ τράχηλός σου, πεποιήκασι· τάχα οὗν ἐπὶ ἀνωτέρω, Τράχηλός σου, λέγων, ὡς ὁρμίσκοι, τὴν ἐπὶ πάσαις ταῖς ἀρεταῖς ταπεινοφροσύνην ἐπῄνει· νῦν ἐφ' ἑνὶ ὁρμίσκῳ τοῦ τραχήλου ἐκπλήττεται ταύτην· ὅτι καὶ Νύμφη γενομένη τοῦ βασιλέως, τὴν αὐτὴν κατάστασιν τῆς ταπεινώσεως σώζει. {Ὠριγένους.} Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς Νύμφης, κ.τ.λ. ιʹ. Τί ἐκαλλιώθησαν οἱ μαστοί σου, ἀδελφή μου Νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα.

English

Of the Bride, saying "My sister, my bride," to him alone and not to us. For even if the angels differ from the soul in essence, they are inferior in dignity to her who has been joined to Christ, and who has been so from the beginning of our own lump of clay; and who has been deemed worthy of the seat above every principality and authority and power; and for this reason she is called the sister of the Bridegroom; and she who became of the same blood as he according to the economy of the flesh, and of the same womb. But he has heartened them by one of his eyes, as one that contemplates divine things. For of the eyes, the left one attends to bodily things, which also heartened the others of the Bridegroom, ordering these things well; but the other gazes upon intelligible things and attends to things to come, which also heartened the others of the Bridegroom, having passed by with circumspection and much vigilance the leopards that ravage contemplation, and having preserved her own beauty; and in one ornament of the Bride's neck they were heartened; which the others have rendered as "In one necklace is your neck." Perhaps, then, in the passage above, saying "Your neck is as necklaces," he was praising the humility that is upon all the virtues; now he is struck with wonder at her for one necklace of the neck, because even having become the bride of the king, she preserves the same disposition of humility. {Of Origen.} The "ornament" is spoken of from being set in and fastened upon the neck of the Bride, etc. 10. How beautiful are your breasts, my sister, my bride! How beautiful are your breasts from wine! And the scent of your garments is above all perfumes.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:105 · narrative
Source · Greek

{Γρηγορίου.} Ἐπισφραγίζει τῆς Νύμφης ὁ Νυμφίος τὸ παρὰ τῶν φίλων ἐγκώμιον, ἐπαινῶν αὐτὴν ἐν ταῖς τῶν ἀγαθῶν διδαγμάτων πηγαῖς, οἶνον ἀλλ' οὐκ ἔτι γάλα προχεούσαις· δι' οὗ ταῖς τελειωτέραις καρδίαις ἡ εὐφροσύνη· ἡ δὲ τῶν ἀρετῶν εὐωδία πᾶν ἄρωμα, φησὶν, νενίκηκε νομικὸν, μυρεψούμενον τοῖς εὐαγγελικοῖς ἐπιτάγμασιν· ὅμοια δὲ τὰ τοῦ Νυμφίου, τοῖς ἐν ἀρχῇ παρὰ τῆς Νύμφης πρὸς ἑαυτὸν εἰρημένοις· Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· τοιοῦτον γὰρ τὸ θεῖον ἔργον, ἐὰν ὁμοίους ἑαυτοὺς αὐτῷ διὰ τῆς προαιρέσεως δείξωμεν· διὸ νῦν ἡ Νύμφη τὴν ὁμοίαν ἀπόκρισιν δέχεται πρὸς τὸ κρεῖττον ἀλλοιωθεῖσα· ὅθεν καὶ ἀδελφὴν αὐτὴν καλεῖ διὰ τὸ οἶνον πηγάζειν ὁμοίως αὐτῷ. {Νείλου.} Βελτίωσιν καὶ προκοπὴν τῶν μαστῶν διηγεῖται τῆς Νύμφης· πρότερον μὲν ὅτε ἐν κρίνοις δύο νεβροὶ δίδυμοι δορκάδος ἐνέμοντο· τάχα τῶν ποιμαινομένων ὑπὸ τοῦ Κυρίου, καὶ εἰς τόπον χλόης κατασκηνούντων, προβάτων τὴν κατάστασιν ἐχόντων· νῦν δὲ ὅτε ἀπὸ οἴνου ἐκαλλιώθησαν, εἰς τὸ τῆς ἡτοιμασμένης τοῖς λογικοῖς τραπέζης, καὶ τοῦ μεθύσκοντος ποτηρίου ἀπολαύειν φθασάντων· οὐ ταυτὸν γὰρ γάλα καὶ οἶνος· τὸ μὲν γὰρ νηπίων, τὸ δὲ τελείων τροφή· ἐπεὶ οὖν τοῖς σιτίοις τῆς μητρὸς ἐξομοιοῦται τὸ γάλα, καὶ τοὺς τιθηνουμένους τρέφει καταλλήλῳ πιότητι, τότε ἀπὸ οἴνου τῆς Νύμφης οἱ μαστοὶ καλλιοῦνται, ὅτε τοὺς μαθητευομένους τῷ λόγῳ τελείαν πρὸς εὐφροσύνην πνευματικὴν παιδεύωσι διδασκαλίαν, τῷ μυστικῷ τονοῦντες αἵματι τὰ αἰσθητήρια τῶν γνωρίμων, πρὸς τὴν τῶν συμφερόντων ἐπίγνωσιν·

English

Of Gregory. The Bridegroom sets his seal upon the Bride's praise spoken by the friends, praising her at the springs of good teachings, which pour forth wine but no longer milk; through this comes gladness to the more perfect hearts. And the fragrance of the virtues, he says, has conquered every aromatic spice of the Law, being compounded with the Gospel commandments. And the Bridegroom's words are like those spoken at the beginning by the Bride to him: "For your breasts are good beyond wine, and the scent of your ointments beyond all spices." For such is the divine work, if we show ourselves like him through our free choice. Therefore now the Bride receives a like answer, having been changed to the better; whence he also calls her sister, because she pours forth wine like him. Of Nilus. He describes the improvement and progress of the Bride's breasts: formerly, when the two twin fawns of a gazelle grazed among the lilies—perhaps the condition of the sheep pastured by the Lord and encamped in a place of green grass; but now, when they have been made beautiful by wine, having come to enjoy the table prepared for rational beings and the cup that makes drunk. For milk and wine are not the same; the one is food for infants, the other for the perfect. Since, then, milk is likened to the foods of the mother, and nourishes those who are nursed with fitting richness, at that time the Bride's breasts are made beautiful by wine, when they teach those instructed in the word a perfect teaching unto spiritual gladness, tuning the senses of those who know by the mystic blood unto the knowledge of what is profitable.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:106 · narrative
Source · Greek

Ὀσμὴ δὲ ἱματίων σου, τῆς Νύμφης εἰσὶν οἱ πρακτικοὶ, καὶ τοῖς ἔργοις τῶν ἀρετῶν εὐωδιάζοντες· ἱμάτια γὰρ, αἱ ἠθικαὶ ἀρεταί· ὡς καὶ Παῦλος, "Ἐνδύσασθε, λέγων, χρηστότητα, ταπεινοφροσύνην·" πρᾶξις γὰρ πρὸς σωτηρίαν, θεωρίας ἐπιτηδειοτέρα. ιαʹ. Κηρίον ἀποστάζουσι χείλη σου, Νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. {Φίλωνος.} Μέλι τὸ Εὐαγγέλιον, γάλα ὁ νόμος. {Γρηγορίου.} Πλήρης σοι, φησὶ, γέγονεν ἡ καρδία τῶν τῆς παντοδαπῆς παιδεύσεως κηρίων· ὅθεν προσφέρεις ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὰς μελιχρὰς τῶν λόγων σταγόνας, ὡς εἶναι μέλι τὸν λόγον συναναμεμιγνύμενον τῷ γάλακτι· οὐ γὰρ μονοειδῆ τοῖς ἀκούουσι τὴν ὠφέλειαν παρέχεις, ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων δύναμιν· ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιάζουσιν οἰκείως ἔχειν, τοῖς μὲν τελειοτέροις μέλι, τοῖς δὲ νηπιάζουσι γάλα γίνεσθαι. {Νείλου.} Τῆς καθ' ἕξιν ὑπαρχούσης πρὸς πᾶσαν

κατάστασιν ὠφελίμου διδασκαλίας τῇ Νύμφῃ, μέλιτος καὶ γάλακτος ὀνομαζομένης, ἡ κατ' ἐνέργειαν κηρίον εἴρηται· αὕτη γὰρ ἀποστάζει πᾶσιν, ἐν προφορᾷ τοῦ λόγου δηλουμένη· ἐκείνη δέ ἐστιν ὑπὸ τὴν γλῶσσαν λανθάνουσα, πλὴν τοῦ κοινωνοῦντος αὐτῇ Νυμφίου, τοὺς λοιποὺς ἅπαντας· ποιότης γὰρ στόματος ἐν φιλήματι κρίνεται, τοῦ ὑπὸ τὴν γλῶτταν μέλιτος ἐλεγχομένου· κοινωνία γλώττης ἑτέρας καὶ καρδίας διάθεσις, γνώσει τοῦ τὰ κρυπτὰ δοκιμάζοντος καταλαμβάνεται· ἐπειδὴ δὲ, "ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ," στοχάσασθαι ἔστι τὸ κάλλος τῶν νοημάτων τῆς Νύμφης, ἐκ τοῦ ἀποστάζοντος τῶν χειλέων αὐτῆς κηρίου·

English

The scent of your garments—the practical virtues of the Bride, giving forth a sweet fragrance through works of virtue; for garments are the ethical virtues, as Paul also says: "Put on goodness, humility." For practice directed toward salvation is more suited to contemplation. XI. Your lips drip a honeycomb, O Bride; honey and milk are under your tongue. {Of Philo.} Honey is the Gospel, milk is the Law. {Of Gregory.} Your heart, he says, has been filled with the honeycombs of every kind of instruction; hence you offer from the good treasure of your heart the honey-sweet drops of your words, so that the word becomes honey mingled together with milk; for you do not provide benefit of a single kind to your hearers, but in a manner suited to the capacity of those who receive it, so as to be fitting both for the more perfect and for those still infants—honey for the more perfect, but milk for those still infants. {Of Nilus.} Since the teaching that exists as a state of habit, beneficial for every condition, is called honey and milk for the Bride, that which is in actual operation is called a honeycomb; for this drips forth to all, being made manifest in the utterance of the word; while that other lies hidden under the tongue, concealed from all the rest except the Bridegroom who shares it; for the quality of the mouth is judged in a kiss, the honey under the tongue being brought to light; the fellowship of another tongue and the disposition of the heart are apprehended by the knowledge of him who tests hidden things; and since "out of the abundance of the heart the mouth speaks," one may infer the beauty of the Bride's thoughts from the honeycomb that drips from her lips.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:107 · narrative
Source · Greek

ὀσμὴ δὲ ἱματίων αὐτῆς πρὸ μικροῦ μὲν ὑπὲρ πάντα τὰ ἀρώματα, νῦν δὲ οὐχ ὑπὲρ λίβανον, ἀλλ' ὡς ὀσμὴ λιβάνου· ἀντὶ τοῦ ὑπερβολικοῦ, συγκριτικῷ ὀνόματι δηλουμένη· πάλιν δὲ τὴν τῶν πρακτικῶν ἀρετὴν, τῇ τῶν θυμιαμάτων ὀσμῇ, διὰ τὸ πρὸς Θεὸν κατευθύνεσθαι ὡμοίωσεν· ὀσμὴν λιβάνου, τὴν τῶν ἔργων εὐωδίαν εἰρηκώς. Καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. {Γρηγορίου.} Ἤγουν κεκόσμησαι θεολογίας πνέουσιν ἱματίοις· ἐπείπερ οὐ μονοειδής τίς ἐστιν, οὐδὲ μονότροπος ἡ κατ' ἀρετὴν πολιτεία, ἀλλ' ὥσπερ ἐπὶ τῆς τῶν ὑφασμάτων κατασκευῆς, διὰ τῶν πολλῶν νημάτων ἡ ὑφαντικὴ τέχνη τὴν ἐσθῆτα ποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἐναρέτου ζωῆς πολλὰ χρὴ συνδραμεῖν, δι' ὧν ὁ ἀστεῖος ἐξυφαίνεται βίος· ἅπερ καὶ ἀπαριθμεῖται ὁ θεῖος Ἀπόστολος· "Χαρὰν, εἰρήνην, μακροθυμίαν," καὶ τὰ τοιαῦτα· τούτου χάριν ἀποδέχεται τὸν ἐν ἐσθῆτι κόσμον τῆς Νύμφης, ὡς τῷ λιβάνῳ κατὰ τὴν ὀσμὴν ὁμοιούμενον· καί φησιν· ὅτι Σοι, ὦ Νύμφη, τῶν ἀρετῶν ἡ περιβολὴ, τὴν θείαν μιμεῖται μακαριότητα, διὰ καθαρότητος καὶ ἀπαθείας τῇ ἀπροσίτῳ φύσει ὁμοιουμένη· τοιαύτη γὰρ ἡ τῶν ἱματίων ὀσμὴ, ὡς πρὸς τὸν λίβανον ἐμφερῶς ἔχειν τὸν ἀντικείμενον εἰς τὴν τοῦ Θεοῦ τιμήν. ιβʹ. Κῆπος κεκλεισμένος, ἀδελφή μου Νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. {Ἀπολιναρίου.} Κῆπος δὲ ἄλλως κεκλεισμένος ἡ Νύμφη, διότι πλείονα τοῦ φαινομένου κατὰ διάνοιαν ἔχει. {Κυρίλλου.} Κέκλεισται μὲν τῷ κόσμῳ, τῷ δὲ ἐπουρανίῳ Νυμφίῳ ἠνέῳκται· ἡ δὲ πηγὴ τῷ ἁγίῳ Πνεύματι ἐσφράγισται ᾧ χριόμεθα μετὰ τὸ βάπτισμα.

English

The scent of her garments was a little before above all spices, but now not above frankincense, but as the scent of frankincense—instead of the superlative, it is indicated by a comparative term. Again he compared the virtue of the practical [virtues] to the scent of incense, because it is directed toward God, having called the fragrance of works the scent of frankincense. And the scent of your garments is as the scent of frankincense. {Of Gregory.} That is, you have been adorned with garments breathing forth theology; since the conduct according to virtue is not of one form nor of one manner, but just as in the making of woven fabrics the weaving art makes the garment through many threads, so also in the life of virtue many things must run together, through which the well-ordered life is woven; which the divine Apostle also enumerates: "joy, peace, patience," and the like. For this reason he accepts the adornment of the Bride in her garment, as being likened in scent to frankincense; and he says: that for you, O Bride, the covering of the virtues imitates the divine blessedness, being made like to the unapproachable nature through purity and impassibility; for such is the scent of the garments, as to be similar to frankincense, which is set apart for the honor of God. 12. A garden enclosed, my sister Bride; a garden enclosed, a fountain sealed. {Of Apollinaris.} The Bride is in another sense a garden enclosed, because she has more in her thought than what appears. {Of Cyril.} She has been closed to the world, but opened to the heavenly Bridegroom; and the fountain has been sealed by the Holy Spirit with which we are anointed after baptism.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:108 · narrative
Source · Greek

{Γρηγορίου.} Διὰ τούτων πάλιν μανθάνομεν, πῶς ἄν τις γένοιτο τοῦ Κυρίου ἀδελφὴ καὶ ὁμόζυγος. Νύμφη μὲν γὰρ γίνεται, διὰ τοῦ προσκολληθῆναι τῷ Κυρίῳ· ἀδελφὴ δὲ, διὰ τοῦ τὸ θέλημα αὐτοῦ κατεργάζεσθαι· ὁ δὲ τοιοῦτος κῆπος εὐθαλὴς γενέσθω· πάντων ἔχων ἐν ἑαυτῷ τῶν φυτῶν τὴν ὥραν καὶ καρπὸν, προβαλλέσθω τοῦ Πνεύματος· κεκλεισμένος δὲ τοῖς ἐχθροῖς τῷ τῶν ἐντολῶν περιφράγματι· ὡς μηδὲ μίαν καθ' ἑαυτοῦ παρασχεῖν τῷ κλέπτῃ καὶ τοῖς θηρίοις τὴν πάροδον· ἀλλὰ τῷ κήπῳ τούτῳ καὶ πηγῆς ἐστι χρεία, ὡς ἂν εὐθαλὲς διαμένει τὸ κάλλος τῷ ὕδατι, εἰς τὸ διηνεκὲς πιαινόμενον· διὰ τοῦτο συνέζευξεν ἐν τοῖς ἐπαίνοις τὴν πηγὴν τῷ κήπῳ· αὕτη δ' ἂν εἴη ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις· ἡ παντοίους ἐν ἡμῖν λογισμοὺς βρύουσά τε καὶ πηγάζουσα· ἀλλὰ τὸ ἡμετέρα γίνεται ἡ πηγὴ, κατὰ τὸ, "Ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι ἰδία·" ἤγουν τὸ τῆς διανοίας ἡμῶν κίνημα ὅταν πρὸς τὰ συμφέροντα ἡμῖν κινεῖται, πᾶσαν συνέργειαν πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν παρεχόμενον, καὶ μὴ πρὸς ἀλλοτρίους καὶ πονηροὺς λογισμοὺς ἐκχεόμενον, ἐξ ὧν φύονται ἄκανθαι· ἐπεὶ δὲ καὶ ἡ σφραγὶς τὸ ἄσυλον σημαίνει, τὴν ἀκροτάτην ἔοικεν ἀρετὴν μαρτυρεῖν τῇ Νύμφῃ, ὅτι ἀνέπαφος αὐτῆς μένει τοῖς ἐχθροῖς ἡ διάνοια, ἐν καθαρότητι καὶ ἀπαθείᾳ φυλαττομένη τῷ ἰδίῳ Δεσπότῃ, ἢ καὶ μὴ τοῖς σωματικοῖς ἐνασχολεῖσθαι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν δι' ἀρετῆς ποιεῖσθαι παρακελεύεται. 1664 {Νείλου.} Ἔστι λάχανα πολλάκις κρεῶν προκρινόμενα, ὅταν μάλιστα μὲν ταῦτα ἐκκλησιαστικῆς συγκαταβάσεως ᾖ· τῶν ἀσθενῶν παραίνεσις πρόσφορος·

English

Through these words we learn again how one may become a sister and yokefellow of the Lord. For she becomes a bride by being joined to the Lord, and a sister by working out his will. Let such a one become a flourishing garden, possessing in herself the beauty and fruit of all the plants; let her be put forth by the Spirit, and enclosed against the enemies by the fence of the commandments, so as to give not even one passage against herself to the thief and the beasts. But this garden also has need of a spring, so that its beauty may remain flourishing by the water, being fattened continually. For this reason he joined the spring to the garden in his praises. And this would be the intellectual power of our soul, which gushes and springs up all kinds of thoughts within us. But the spring becomes ours according to the saying, "Let the spring of water be your own"—that is, the movement of our mind, when it is moved toward what is beneficial to us, providing every cooperation for the acquisition of good things, and not pouring itself out toward alien and evil thoughts, from which thorns grow. And since the seal also signifies inviolability, it seems to testify to the Bride the highest virtue: that her mind remains untouched by the enemies, kept in purity and impassibility for its own Master; or else it exhorts her not to be occupied with bodily things, but to take care for the soul through virtue. Often vegetables are preferred to meats, especially when these are [matters] of ecclesiastical condescension, a fitting exhortation for the weak.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:109 · narrative
Source · Greek

τὰ δὲ κρέα, αἱρετικῆς διδασκαλίας ὠμὰ καὶ ἀκατέργαστα· μετὰ ταῦτα εἶναι καρπῶν παντοίων ἀρετῆς κῆπος ἡ Νύμφη· καὶ τούτων τῶν λαχάνων ἐστὶ κῆπος, κἂν ἀσθενούντων ἐστὶ παραμυθία, ἀλλὰ καὶ πρὸς φιλίαν καὶ χάριν παρατίθενται· ἔδει γὰρ καὶ λάχανα τὸν

τῆς Νύμφης ἔχειν παράδεισον· ἵνα μὴ τῶν νηπίων ἐχόντων γάλα, καὶ τῶν τελείων ἄρτῳ καὶ οἴνῳ τρεφομένων, καὶ τῶν ἐντρυφώντων τοῖς λόγοις μέλιτι γλυκαινόντων, τὸν τῶν θείων νοημάτων αἰσθόμενον λάρυγγα μόνοι οἱ ἀσθενοῦντες ἀποστερῶνται τῆς καταλλήλου τρυφῆς· κεκλεισμένος δέ ἐστιν οὗτος διὰ τοὺς παραπορευομένους καὶ διὰ τὸν λυμαινόμενον τὰ ἀπερίφρακτα ὗν ἐκ δρυμοῦ· καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη, ἵνα μὴ πρόχειρος ᾖ τοῖς ἀναξίοις ἀντλεῖν ἐπιχειροῦσιν· αἱρετικῶν γὰρ ὀφθαλμοῖς καὶ δυνάμεων ἀντικειμένων ἄψαυστον εἶναι θέλων τὴν Νύμφην, πηγὴν αὐτὴν καλεῖ ἐσφραγισμένην, τῇ σφραγῖδι τὸ ἀνεπιβούλευτον σημαίνων. {Ὠριγένους.} Δεύτερον τὸ, κῆπος κεκλεισμένος, κ.τ.λ. ιγʹιεʹ. Ἀποστολαὶ παραδείσου ῥοῶν μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων· νάρδος, καὶ κρόκος, καὶ κάλαμος, καὶ κινάμωμον, μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη, μετὰ πάντων πρώτων μύρων· πηγὴ κήπων φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. {Γρηγορίου.} Ὅρα τὴν ἄνοδον· εἰς τοσοῦτον γὰρ ὑψώθη τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως, ὡς ἐκ στόματος αὐτῆς βλαστάνειν παράδεισον· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἀντὶ τοῦ, Ἀποστολαί σου, ἐκ στόματός σου, παράδεισος ῥοῶν, ἔχει· φησὶν οὖν, ὅτι Ὁ λόγος σου ὁ διὰ τοῦ στόματός σου ἀποστελλόμενος παράδεισός ἐστι ῥοῶν·

English

The meats are the raw and uncooked fare of heretical teaching. After these things the Bride is a garden of fruits of every kind of virtue; and of these vegetables too she is a garden, even if they are a consolation for the weak, yet they are also set forth for friendship and grace; for it was fitting that the paradise of the Bride should have vegetables too, so that, while infants have milk, and the perfect are fed with bread and wine, and those who revel in words sweeten themselves with honey, only the sick should not be deprived of the fitting delight. And this garden is closed because of those who pass by and because of the boar from the thicket that ravages what is unfenced; and it is a sealed fountain, so that it may not be readily available to the unworthy who attempt to draw from it. For wishing the Bride to be untouchable by the eyes of heretics and opposing powers, he calls her a sealed fountain, signifying by the seal that she is not plotted against. {Of Origen.} Secondly, “a garden enclosed,” etc. 13, 15. “Shoots of a paradise of pomegranates with the fruit of choice trees; cypresses with nards; nard, and crocus, and calamus, and cinnamon, with all the trees of Lebanon; myrrh, aloe, with all the chief perfumes; a fountain of gardens, a well of living water, and rushing from Lebanon.” {Of Gregory.} Observe the ascent; for she was raised so high in her growth toward the greater, that a paradise sprouts from her mouth; for thus the Hebrew has, instead of “Your shoots,” “From your mouth, a paradise of pomegranates.” He says, then, that your word, sent forth through your mouth, is a paradise of pomegranates.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:110 · narrative
Source · Greek

αἱ δὲ ῥοαὶ, παγκαρπίαν τινὰ τῶν ἀκροδρύων ἐκφύουσι, τὰ ἀκρόδρυα, κύπρος καὶ νάρδος καὶ τὰ ἑξῆς· τίς δὲ ὁ λόγος, ἢ ὁ τῆς πίστεως; ὃς ἐν τοῖς ὑποδεχομένοις παράδεισος γίνεται διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευόμενος; ῥοῶν δὲ πλήρη φησὶν, ἐπειδήπερ ὁ δίκαιος ἐν ταῖς πικραῖς τοῦ βίου περιστάσεσιν, μάλιστα καρποφορεῖ, καὶ ἐν αὐταῖς ἔχει τὸ γλυκὺ καὶ τρόφιμον, ὥσπερ ἡ ῥόα, ἔνδον τοῦ στρυφνοῦ τὸ ἐδώδιμον· διὰ τοῦτο τοίνυν δίκην ῥοῶν παραδείσου ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλόμενος παρὰ τῆς Νύμφης λόγος ἐργάζεται· ἵνα μάθωμεν διὰ τῶν λεγομένων, μὴ διά τινος ἐκλύσεως καὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον· οὕτω γὰρ ἂν ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς, τῇ στυφῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος· χρὴ δὲ καὶ πᾶσαν εὐωδίαν τὸν τῆς ψυχῆς φέρειν παράδεισον, διὰ τῆς πολυειδοῦς τῶν ἀρωμάτων φύσεως, ἐν τοῖς ἀκροδρύοις εὑρισκομένοις· καὶ πρῶτον μὲν, κύπροι μετὰ νάρδων, τὸ θερμὸν καὶ εὐῶδες ἔχοντες, ἵνα γένηται τῷ ἁγίῳ Πνεύματι ζέων· ἔπειτα δὲ κρόκος, ὃς παρηγορεῖ τὰς ὀδύνας, μέσως τε ψύξεως ἔχων καὶ θερμότητος· οὔτω γὰρ αἱ ἀρεταὶ μέσως ἔχουσιν ὑπερβολῆς τε καὶ ἐλλείψεως· ἢ τὸν τῆς πίστεως λόγον διὰ τούτου παρεμφαίνει, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν, διὰ τὴν τριπλόην τὴν εὑρισκομένην ἐν τοῖς ἄνθεσι τούτοις· καὶ ἓν τὰ τρία ὑπάρχοντα κατά τε εὔχροιαν καὶ εὔπνοιαν· εἶτα κάλαμος καὶ κινάμωμον, τὰ ἀκρόδρυα τὰ ἐκ τῶν ῥοῶν τοῦ παραδείσου καρποφορούμενα·

English

The pomegranates produce a certain abundance of all kinds of fruits; the fruits are henna and nard and the rest. And what is the word, or the word of faith? It becomes a paradise in those who receive it, implanted in their hearts through hearing. He says they are full of pomegranates, since the righteous man bears fruit especially in the bitter circumstances of life, and in them has what is sweet and nourishing, like the pomegranate, which has the edible part inside the sour. For this reason, then, the word sent by the Bride, like a paradise of pomegranates, works in the souls of those who hear, so that we may learn from what is said not to grow soft through some relaxation and luxury in the present life, but to choose the life that has been hardened through self-control. For in this way the fruit of virtue would become inaccessible to thieves, fenced in by the sour enclosure of self-control. And the paradise of the soul must bear every fragrance, through the manifold nature of the aromatics found among the fruits: first, henna with nards, having warmth and fragrance, so that it may become boiling with the Holy Spirit; then crocus, which soothes pains, having a middle measure of both cold and heat—for thus the virtues hold the middle between excess and deficiency—or through this he hints at the word of faith, the confession in Father and Son and Holy Spirit, because of the threefold nature found in these flowers, and the three are one both in good color and in good breath; then reed and cinnamon, the fruits borne from the pomegranates of paradise.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:111 · narrative
Source · Greek

ἀλλὰ κάλαμος μὲν τοσοῦτον εὔπνοιαν ὑπερέχει, ὡς πρὸς τὸ ἱερατικὸν θυμίαμα ὑπὸ τοῦ νόμου παραλαμβάνεσθαι· τὸ δὲ κινάμωμον ποικίλην ἐνέργειαν διά τινος φυσικῆς δυνάμεως ἐπαγγέλλεται· καὶ γὰρ ἐν τοῖς θερμοῖς ἐκβαλλόμενον ἀποψύχει· δεικνύντος τοῦ λόγου, ὅτι ὅταν τις δι' ἐπιθυμίαν ζέων ᾖ ἢ τῷ θυμῷ πυρακτούμενος, τῷ λογισμῷ χρὴ κατασβεννύειν τὰ πάθη· ἔστι δὲ καὶ ἄλλως καὶ αὐτὸ μέρος τοῦ ἐλαίου τοῦ χρίσματος· ὁ πρὸς τοῦτο δὲ φθάσας τοῦ βίου τὸ μέτρον, διὰ πάντων ἐν ἑαυτῷ τοὺς θείους δείκνυσι χαρακτῆρας· ὅπερ ἐμφαίνει τὸ, ἀπὸ πάντων ξύλων τοῦ Λιβάνου· οὐ γὰρ μονοειδὲς τὸ ξύλον τοῦ Λιβάνου ὅθεν λιβανωτὸς ἀποῤῥεῖ, ἀλλ' ἔστι τις ἐν τοῖς ξύλοις διαφορὰ τὸ τοῦ ἀρώματος σχῆμα, τῷ εἴδει τοῦ ξύλου συνεξαλλάσσουσα· ὁ τοίνυν ἐπισημαίνων ἐν οἷς πράττει τῶν τοῦ Λιβάνου ξύλων τὸ κάλλος, οὗτος ἐν ᾧ τὸ θεῖον εἶδος χαρακτηρίζεται· οὐδεὶς δὲ τῆς θείας δόξης κοινωνὸς γίνεται, μὴ σύμμορφος πρότερον τῷ ὁμοιώματι τοῦ θανάτου γενόμενος· διὸ ἐπάγεται σμύρνα καὶ ἀλόη, τὴν ταφὴν ἐνδεικνύμενα· πρῶτον δὲ μῦρόν φησιν τὸ ἀμιγὲς ἁπάσης καπηλείας

English

But the reed exceeds so much in fragrance that it is received by the law for the priestly incense; and cinnamon promises a varied activity through some natural power; for when cast into hot places it cools them; the word showing that whenever someone is boiling with desire or set ablaze with anger, one must extinguish the passions by reason; and in another way it is itself also a part of the oil of anointing; and he who has reached this measure of life shows in himself through all things the divine characters; which is what the phrase means, "from all the trees of Lebanon"; for the tree of Lebanon from which frankincense flows is not of one kind, but there is a certain difference among the trees, the form of the aroma changing together with the species of the tree; he, then, who marks out in what he does the beauty of the trees of Lebanon, this man is one in whom the divine form is characterized; but no one becomes a partaker of the divine glory unless he has first been made conformable to the likeness of his death; therefore myrrh and aloe are added, indicating the burial; but first, he says, the myrrh that is unmixed with all huckstering

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:112 · narrative
Source · Greek

ἐμφαίνων καὶ καθαρὸν τῶν δογμάτων· ἡ δὲ πηγὴ ἕτοιμος πρὸς πόσιν παντὶ τῷ αἰτοῦντι λόγον· τὸ δὲ φρέαρ, τὸ βάθος τοῦ πλούτου δηλοῖ· οὗ δὲ ἡ πηγὴ καὶ τὸ ζωτικὸν φρέαρ ἀπὸ Λιβάνου, τουτέστι θεόθεν εἰς ἑαυτὴν ὀξὺ καθέλκει τὸ ῥεῖθρον. {Κυρίλλου.} Αἱ γὰρ ἀρεταὶ μὲν, διὰ τῶν ἀρωμάτων σημαίνονται· ξύλα δὲ τοῦ Λιβάνου, τοὺς προφήτας φησίν· διὰ δὲ τῆς σμύρνης καὶ τῆς ἀλόης, ὅτι ἐνταφιασθεὶς ὁ Χριστὸς ἐκοινώνησε τοῖς προλαβοῦσιν ἁγίοις· κατελθὼν γὰρ εἰς ᾅδου τούτους ἀνήγαγεν. {Νείλου.} Τὰ δῶρα τῆς Νύμφης παράδεισον ὀνομάζει Χριστὸς, διὰ τὸ πάντα ἔχειν τὰ παρὰ ἀνθρώποις τίμια· ἔχει δὲ οὗτος ὁ παράδεισος, ῥόας μὲν, τοὺς τῷ αὐστηροτέρῳ βίῳ τὸ ἐδώδιμον τῆς ἀρετῆς ἐγκρύπτοντας, τάχα τοὺς τὸν μοναδικὸν καὶ ἐγκρατῆ τρόπον ἐπανῃρημένους· καρποὺς δὲ ἀκροδρύων, τοὺς τῷ καρπῷ κομῶντας τοῦ πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μετὰ τοῦ ἐναρέτου καὶ τὸ μειλίχιον ἔχοντας· οἱ μὲν γὰρ τῇ ῥόᾳ ὁμοιούμενοι, ἔχουσι τὸ ἀστεμφὲς καὶ αὐχμηρὸν σκυθρωπάζοντες· οἱ δὲ τοῖς ἀκροδρύοις παραπλήσιοι, τὸ πρὸς πάντας προσηνές· ἀγάπη γὰρ καὶ χαρὰ καὶ εἰρήνη, τούτων ὁ καρπὸς, ὧν χρηστότερον οὐδὲν, φαιδρᾷ διαθέσει δεξιουμένων τοὺς ἐντυγχάνοντας· ἔχει δὲ καὶ κύπρους μετὰ νάρδων, τοὺς τῇ ἀκμῇ τῆς θεοσεβείας τὸ θερμὸν καὶ διάπυρον τοῦ ζήλου κεκτημένους· νάρδος δὲ καὶ κρόκος καὶ κάλαμος καὶ κινάμωμον, ἐπειδὴ συν τιθέμενα ποιεῖ τὸ ἅγιον τῷ νόμῳ θυμίαμα, οἱ τῇ προσευχῇ προσκαρτεροῦντές εἰσιν· πρῶτα δὲ μῦρα, οἱ τὴν περὶ Τριάδος γνῶσιν εἰληφότες· σμύρνα δὲ καὶ ἀλόη, οἱ τὰ μέλη νεκρώσαντες καὶ συνταφέντες Χριστῷ·

English

revealing also the purity of the doctrines; and the spring is ready for drinking to everyone who asks for the word; and the well declares the depth of the riches; and where the spring and the life-giving well are from Lebanon, that is, from God, it draws the stream swiftly to itself. {Of Cyril.} For the virtues are signified through the spices; and the woods of Lebanon, he means the prophets; and through the myrrh and the aloes, that Christ, having been buried, shared with the saints who came before; for having descended into Hades he brought them up. {Of Nilus.} Christ names the bride's gifts a paradise, because she has all things that are honored among men; and this paradise has pomegranates, those who hide the edible fruit of virtue under a more austere life, perhaps those who have chosen the monastic and continent manner; and fruits of nut-trees, those who pride themselves on the fruit of the Spirit—love, joy, peace—having along with the virtuous also the gentle; for those likened to the pomegranate have the unyielding and dry, looking sullen; but those resembling the nut-trees have the affable toward all; for love and joy and peace are the fruit of these, than which nothing is more kindly, receiving those they meet with a cheerful disposition; and it has also henna with spikenards, those who possess the heat and fervor of zeal in the prime of godliness; and spikenard and saffron and calamus and cinnamon, since when combined they make the holy incense according to the law, are those who persevere in prayer; and first the myrs, those who have received the knowledge concerning the Trinity; and myrrh and aloes, those who have put to death their members and been buried with Christ;

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:113 · narrative
Source · Greek

πηγὴ δὲ κήπων, ὁ τοὺς ἀσθενεστέρους ποτίζων λόγος· καὶ φρέαρ ὕδατος ζῶντος, ὁ τὰ βαθύτερα τοῖς πολλοῖς ἀσύνοπτα παραδιδοὺς μυστήρια· ῥοιζοῦσαν δὲ αὐτὴν ἀπὸ τοῦ Λιβάνου εἶπεν τὴν πηγὴν ἢ τὸ φρέαρ, διὰ τὸ τοὺς διδασκάλους τῆς Ἐκκλησίας ἀπὸ τοῦ Ἰουδαϊκοῦ ὁρμᾶσθαι γένους· τούτους γὰρ σημαίνει ὁ Λίβανος, καὶ τὸ ῥοίζωμα τῆς πηγῆς, δείκνυσιν ὁ Παῦλος Ἀθηναίοις δημηγορῶν, καὶ ποταμοὺς λόγων ἀναστέλλων τῷ οἰκείῳ ῥείθρῳ τοῦ λόγου· ταῦτα παράδεισον ὁ λόγος ὠνόμασεν, ἕδνα τῆς Νύμφης ὄντα· οὓς αὐτῷ πρὸ γάμου προσήνεγκεν ἢ ἀπέστειλε, τὸ σεμνὸν καὶ ἐν τούτῳ τῆς παρθενικῆς φυλάττουσα καταστάσεως· αἱ γὰρ ἀποστολαὶ τοῦτο σημαίνουσι· ὄτι οἴκοι μένουσα καὶ θαλαμευομένη, αἰδημόνως τὰ δῶρα δι' ὦν ἄξιον ἦν, τῷ Νυμφίῳ προσήνεγκεν. ι ʹ. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. {Γρηγορίου.} Καὶ ἡ Νύμφη μιμεῖται τὸν ἐγερθέντα Νυμφίον, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσαντα, καὶ οὐχ ἡμερῶν ἐπιτάσσειν, ἀλλ' ἀποχωρεῖν καὶ φεύγειν διακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ νότος ῥέῃ, μηδὲ μιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτοῦ τὴν φοράν· τί δ' ἂν λέγοι βοῤῥᾶν; ἢ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους τὸν τῆς κατηφείας τοῦ χειμῶνος τοῦ νοητοῦ ἐργάτην, ὃς ἐν ταῖς Παροιμίαις σκληρὸς ὀνομάζεται, διὰ τὸ τῶν ψυχῶν ἁπαλὸν φύσει, ὑδατοδίκην ἀπολιθοῦν διὰ τῆς πήξεως καὶ σκληρὸν ἀπεργάζεσθαι· διὰ τί δὲ τούτῳ τῷ ὀνόματι παρωμοίωται; διὰ τὸ ἐκεῖνον τόπον ἀφεγγῆ τε εἶναι καὶ κατεψυγμένον εἰς ἀεὶ διαμένειν·

English

A spring of gardens: the word that waters the weaker; and a well of living water: the one who hands over the deeper mysteries, unseen by the many. He called her a spring or a well rushing from Lebanon, because the teachers of the Church take their origin from the Jewish race; for Lebanon signifies these, and Paul shows the rushing of the spring when he addresses the Athenians and checks rivers of words by the proper stream of his word. These things the word called a paradise, being gifts of the Bride; which he brought or sent to himself before the marriage, preserving in this too the dignity of the virginal state; for the sendings signify this: that remaining at home and in the bridal chamber, she modestly brought the gifts through which she was worthy to the Bridegroom. 10. Awake, O north wind, and come, O south wind; blow upon my garden, and let my spices flow. {Of Gregory.} And the Bride imitates the Bridegroom who was awakened and rebuked the winds, and she does not command them to be temperate for days, but orders them to withdraw and flee, so that the south wind may flow without hindrance, with not even one contrary breath impeding its course. But what would she mean by the north? Either the ruler of the authority of darkness, the worker of the desolation of the intellectual winter, who in Proverbs is called harsh, because he petrifies the naturally tender nature of souls, like water, by freezing and makes it hard. And why is he likened to this name? Because that place is without light and remains forever frozen.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:114 · narrative
Source · Greek

μήτε λαμπόμενον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων, μὴ θαλπόμενον, διὰ τὸ τὴν κίνησιν τοῦ ἡλίου τῷ νοτιαίῳ μέρει πρὸς τὰς δυσμὰς ποιεῖσθαι· αὕτη τοίνυν ἡ κατὰ τῶν παθῶν καὶ τῆς ἀντικειμένης δυνάμεως τὸ κράτος ἀναδυσαμένη, κατ' ἐξουσίαν τῆς ἰδίας ἀρχῆς τὸ ψυχρὸν πνεῦμα ἀποδιώκει· προσκαλεῖται δὲ τὸν μεσημβρινὸν καὶ θερμὸν, ὅπερ ὀνομάζει νότον· δι' οὗ τῆς τρυφῆς ὁ χειμάῤῥους ῥεῖ, ὥστε τῇ βιαίᾳ πνοῇ, καθάπερ ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς τοῖς ἐμψύχοις φυτοῖς ἐπιπεσόντα, κινῆσαι τοῦ Θεοῦ τὴν φυτείαν, πρὸς τὴν τῶν ἀρωμάτων φοράν· καὶ παρασκευάσαι διὰ στόματος ῥεῖν τὴν εὐώδη προφητείαν καὶ τὰ σωτήρια τῆς πίστεως δόγματα· τοιοῦτος γὰρ ποταμὸς ἀρωμάτων ἦν, ἐκ τοῦ κήπου τῆς Ἐκκλησίας ῥέων διὰ τοῦ πνεύματος ὁ μέγας Παῦλος· οὗ τὸ ῥεῖθρον Χριστοῦ εὐωδία ἦν τοιοῦτος ἄλλος, ὁ Ἰωάννης, ὁ Λουκᾶς, καὶ οἱ λοιποί. {Νείλου.} Τῶν προειρημένων φυτῶν δεῖξαι βουλομένη τὸ εὐγενὲς καὶ

δόκιμον ἡ Νύμφη, τῶν πειρασμῶν προσκαλεῖται τὰ πνεύματα· καὶ τὸν μὲν βοῤῥᾶν ἡττηθέντα ἀποπέμπεται· τὸν δὲ νότον ἀγωνισόμενον προσκαλεῖται· ἢ πάντας ἅμα καλεῖ θαῤῥοῦσα τῇ ἐκ γυμνασίας καὶ συνεργείας Θεοῦ προσ ούσῃ αὐτῇ δυνάμει· οὐκ ἄλλως γὰρ τῶν ἀρετῶν τὸ δόκιμον φαίνεται, εἰ μὴ πλῆθος πειρασμῶν τῇ καρτερίᾳ προσβαλὼν, τὰ τῆς ὑπομονῆς κρουνηδὸν εἰς τοὐμφανὲς ἐξαγάγῃ, δίκην ῥεύματος, ἀρώματα, καὶ φανεροὺς αὐτοὺς πᾶσι δεῖξαι ἀοιδίμους αὐτοὺς ἀπεργάσηται· μετὰ τοῦτο οὖν εἰς τὸν κῆπον παρακαλεῖ καταβῆναι τὸν Νυμφίον· τῆς ὀσμῆς τῶν ἀρωμάτων ἀντιληψόμενον, καὶ βρωσόμενον καρπὸν ἀκροδρύων·

English

neither lit by the sun's rays nor warmed by them, because the sun makes its motion in the southern region toward the west; this one, then, having risen up against the passions and the power of the adversary with dominion, drives away the cold spirit by the authority of her own rule; and she calls upon the southern and warm one, which he names the south wind; through which the torrent of delight flows, so that by its violent breath, as upon the disciples in the upper room, falling upon the living plants, it might stir the planting of God to the bearing of aromas; and might prepare the fragrant prophecy and the saving doctrines of the faith to flow through the mouth; for such a river of aromas was the great Paul, flowing from the garden of the Church through the Spirit; whose stream was the fragrance of Christ; such another was John, Luke, and the rest. {Of Nilus.} Wishing to display the noble and approved nature of the plants previously mentioned, the Bride calls upon the spirits of the temptations; and she sends away the north wind as defeated; and she calls upon the south wind to contend; or she calls them all at once, confident in the power that is present with her from exercise and the cooperation of God; for otherwise the approved quality of the virtues does not appear, unless a multitude of temptations, assailing it with endurance, brings the things of patience forth in abundance into the open, like a stream, and makes them manifest to all and renders them renowned; after this, then, she invites the Bridegroom to descend into the garden, to receive the scent of the aromas, and to eat the fruit of the trees;

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:115 · narrative
Source · Greek

βρῶσις γὰρ ἀληθὴς τοῦ Νυμφίου, ἀγάπη, χαρὰ, εἰρήνη, καὶ οἱ τοὺς πτωχοὺς δὲ τρέφοντες, βρῶσιν ἑτοιμάζουσι τῷ Χριστῷ· ὅσοι δὲ παρορῶσι πένητα, συκῆ εἰσιν ἄκαρπος καὶ ξηρά. {Ὠριγένους.} Ἔοικεν ἐπιτιμᾷν ἡ Νύμφη τῷ βοῤῥέᾳ, κ.τ.λ. ΚΕΦΑΛ. Εʹ. αʹ. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. {Γρηγορίου.} Πεπαῤῥησιασμένῃ φωνῇ, πᾶσι τοῖς οὖσι τὴν ζωὴν ἐκ τῆς ἰδίας πηγῆς ἐπιῤῥέουσαν ἡ Νύμφη προστίθησι τράπεζαν, κῆπον διὰ τῶν ἐμψύχων δένδρων πεφυτευμένον· ἡμεῖς δὲ τὰ δένδρα· εἴπερ δὴ καὶ ἡμεῖς οἱ τροφὴν αὐτῷ προτεθέντες τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν· κατὰ τὸ, "Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·" καρπὸς δὲ ἡμῶν ἡ προαίρεσις· ἐπειδὴ οὐκ ἔστιν ἡμᾶς ἄλλως ἀναληφθῆναι πρὸς τὸν Ὕψιστον, εἰ μὴ πρὸς τὸ χθαμαλώτερον ἐπικληθείη ὁ ἀναλαμβάνων πραεῖς Κύριος· εὐκτικῶς τὸ, καταβήτω, φησὶν, ἐπιδεικνυμένη τῷ Θεῷ τῶν τῆς ἀρετῆς ἀκροδρύων τὴν εὐφορίαν. Εἰσῆλθον εἰς κῆπον, ἀδελφή μου Νύμφη· ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθυσθήσεσθε, ἀδελφιδοί μου. {Γρηγορίου.} Ἥρμοσε καὶ νῦν τὸ, "Ἔτι σοῦ λαλοῦντος, ἰδοὺ πάρειμι·" γεγονὼς γὰρ εὐθὺς ἐν τῷ κήπῳ τῶν τῆς ἀρετῆς ἀκροδρύων ἐνεφορήθη· καὶ διήγημα τὴν εὐωχίαν ποιεῖται· εἴ τι δὲ καλὸν παρ' ἑαυτοῦ, καὶ τοὺς μακαρίους κήπους, τοιαῦτα φέρειν παρασκευάζει φυτά·

English

For the true food of the Bridegroom is love, joy, peace; and those who feed the poor prepare food for Christ. But all who overlook the needy are a fruitless and withered fig tree. {Origen.} The Bride seems to rebuke the north wind, etc. CHAPTER 5. 1. Let my beloved come down into his garden and eat the fruit of his choice trees. {Gregory.} With a voice full of boldness, the Bride sets before all things a table—the life that flows from its own source—a garden planted with living trees; and we are the trees, since we too have set before him as food the salvation of our souls, according to the saying, "My food is that I may do the will of my Father"; and our fruit is our free choice. Since it is not possible for us to be taken up to the Most High in any other way, unless the Lord who takes up the meek be called down to what is lower, she says wishfully, "Let him come down," displaying to God the abundance of the choice fruits of virtue. I entered into my garden, my sister Bride; I gathered my myrrh with my spices; I ate my bread; I drank my wine with my milk; eat, my neighbors, and drink and be drunken, my beloved ones. {Gregory.} The saying has now fit as well: "While you are still speaking, behold, I am present." For having come at once into the garden, he was filled with the choice fruits of virtue; and he makes the feast a narrative; and whatever good is from himself, he also prepares the blessed gardens to bear such plants.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:116 · narrative
Source · Greek

τῷ μὲν γὰρ τῆς εὐωδίας τρυφῶντι σμύρνα γίνεται μετὰ ἀρωμάτων, διὰ τῆς τῶν ἐπιγείων μελῶν νεκρότητος, τὸν καθαρὸν καὶ εὐώδη μυρεψοῦντι βίον, τὸν ἐκ ποικίλων τε καὶ διαφόρων τῶν τῆς ἀρετῆς ἀρωμάτων συγκεραννύμενον· τῷ δὲ τὴν τελειοτέραν ἐπιζητοῦντι τροφὴν, ἄρτος γίνεται, οὐκ ἔτι ἐπὶ πικρίδων ἐσθιόμενος, ἀλλ' ὄψον ἑαυτοῦ τὸ μέλι ποιούμενος· ὅταν ἐν τῷ ἰδίῳ καιρῷ ὁ καρπὸς τῆς ἀρετῆς καταγλυκαίνει τὰ τῆς ψυχῆς αἰσθητήρια· τῷ διψῶντι δὲ κρατὴρ γίνηται πλήρης οἴνου καὶ γάλακτος· πάντως δὲ οὐκ ἀγνοοῦμεν πῶς δένδρον ἦν σμυρνηφόρον ὁ Παῦλος· νεκρῶν ὁσημέραι τὰ μέλη, καὶ δι' ἀπαθείας ἀρωματίζων ὀσμὴν τοῖς σωζομένοις ζωῆς· πῶς δὲ σιτοποιεῖ τῷ Θεῷ τὰ ἔμψυχα τοῦ κή που φυτά; κατὰ τὸ, "Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·" ἄρτος δὲ εὐφροσύνης ἐστὶν ἡ εὐποιία, τῷ μέλιτι τῆς ἐντολῆς γλυκαινόμενος· πῶς δὲ πάλιν οἰνοχοεῖ τὰ εὐέρνη τοῦ κήπου φυτά; πρὸς τοῦτο φησὶν, ὅτι "Ἐδίψησα, καὶ ἐποτίσατέ με," γάλακτι τὸν τὸν οἶνον κεράσαντες, τῇ τῆς ἀνθρωπίνης φύσεως τροφῇ, ἥτις καθαρὰ καὶ ἁπλῆ καὶ νηπιώδης ὄντως καὶ ἄδολος καὶ πάσης πονηρᾶς αἰτίας κεκαθαρμένη· καπήλων δὲ ἡ πρὸς τὸν οἶνον μίξις τοῦ ὕδατος· ὅπερ δὲ ἐνταῦθα λόγῳ τοῖς φίλοις παρεκελεύσατο, τοῦτο ἐν τοῖς Εὐαγγελίοις διὰ τῶν ἔργων ἐποίησεν, διὰ τῆς θείας ἐκείνης βρώσεώς τε καὶ πόσεως. Φησὶν οὖν τοῖς δι' ἀρετὴν γεγονόσι πλησίον, τὰ τοῦ Εὐαγγελίου μυστήρια παρατιθέμενος· "Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε," λέγων, ἐκ τῆς τοιαύτης βρώσεώς τε καὶ πόσεως, δι' ἧς μέθης αὐτὸς ἑαυτοῦ τις ἐξίσταται πρὸς τὰ θειότερα·

English

For the one who revels in the fragrance, he becomes myrrh with spices, through the deadness of earthly members, providing for the pure and fragrant life of the perfumer, the life blended from the varied and diverse spices of virtue. But for the one seeking more perfect food, he becomes bread, no longer eaten with bitter herbs, but making honey his relish, when in its own season the fruit of virtue sweetens the senses of the soul. And for the one who thirsts, he becomes a mixing bowl full of wine and milk. And we are certainly not unaware how Paul was a myrrh-bearing tree, putting to death his members day by day, and through impassibility spreading a fragrance of life to those being saved. And how does he make bread for God from the living plants of the garden? According to the saying, "I was hungry, and you gave me to eat." And the bread of gladness is beneficence, sweetened by the honey of the commandment. And how again does he pour wine for the fair plants of the garden? To this he says, "I was thirsty, and you gave me to drink," having mixed the wine with milk, with the nourishment of human nature, which is truly pure and simple and childlike and guileless and cleansed from every evil cause. But the mixing of water with wine belongs to hucksters. And what he here commanded his friends in word, this he did in the Gospels through deeds, through that divine eating and drinking. He says therefore to those who have become near through virtue, setting before them the mysteries of the Gospel: "Eat, my neighbors, and drink, and be drunk," saying this of such eating and drinking, by which drunkenness one is transported out of himself toward things more divine.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:117 · narrative
Source · Greek

ἀδελφοὺς δὲ καλεῖ, ὅτι ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, ἀδελφὸς καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ὠνόμασται. {Νείλου.} Ἤκουσεν ὁ Νυμφίος τῆς παρακλήσεως· τοιαύτη γὰρ ἦν ἡ παρακαλέσασα, ὡς μὴ παρακουσθῆναι, καί φησιν· Εἰσῆλθον εἰς κῆπόν μου, καὶ τὰ ἑξῆς· ἐκείνη μὲν γὰρ καταβῆναι παρεκάλεσεν, ἢ μετριοφρονοῦσα, ἢ μᾶλλον πρὸς τὴν ἀξίαν ὁρῶσα καὶ τὸ ὕψος τοῦ

Νυμφίου· οὗτος δὲ οὐ καταβεβηκέναι, ἀλλ' εἰσεληλυθέναι λέγει· τὴν κατάβασιν τῷ τῆς ἰσοτιμίας σεμνύνων ὀνόματι, διὰ τὴν πρὸς αὐτὴν διάθεσιν καὶ ἀγάπην· καὶ κῆπον δὲ τοῦ παραδείσου ἑαυτῆς, ταπεινοφρονοῦσα καλεῖ· οὐ γὰρ ἂν εἶχε ἀκροδρύων, εἰ κῆπος ἐτύγχανεν ὤν· παραδείσου γὰρ καὶ κήπου τὰ ἀκρόδρυα· αὐτὸς δὲ αὐτὸν κῆπον λέγει εἰκότως Θεὸς ὤν· καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα μεγάλα, ταπεινὰ κρίνων τῇ ἑαυτοῦ παραμετρήσει· εὖ δὲ τὸ οὐκ, εἰς κῆπόν σου, ἀλλ', εἰς κῆπόν μου, τὸν ἑαυτῆς παράδεισον αὐτοῦ κῆπον ποιεῖν· τὰ γὰρ ἀνθρώπινα πράγματα, εἰ καὶ αὐτὰ παραμετρούμενα λάμπει, ἀλλὰ τοῖς θείοις καὶ νοητοῖς παραβαλλόμενα, ἀμβλύνεται· διὰ δὲ τῆς σμύρνης καὶ τῶν ἀρωμάτων τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν ὑπογράφει· σμύρνα γὰρ ὁ θάνατος· ἀρώματα δὲ, ἡ τῆς θεότητος ἐνέργεια, ἡ τῆς ἀναστάσεως τὴν εὐωδίαν ἐνεργήσασα· τὸ δὲ, Ἔφαγον ἄρτον, καὶ τὰ ἑξῆς, τὴν ἡδονὴν τοῦ πάθους καὶ τὴν νηπιώδη ἐπιείκειαν, μεθ' ὧν τὰς μάστιγας καὶ τὴν χλεύην ἣν ἤνεγκε κωμῳδούμενος, δηλοῖ· Ἐπιθυμίᾳ γὰρ, φησὶν, ἐπεθύμησα φαγεῖν τὸ Πάσχα· διὰ τὸν σταυρὸν, τὸ, Ἔφαγον ἄρτου μετὰ μέλιτός μου, δηλοῖ·

English

He calls them brothers, because the one who does his will has been named brother and brother and sister and mother. {Of Nilus.} The Bridegroom heard the entreaty; for such was she who entreated that she could not be disregarded, and he says: I entered into my garden, and the rest. For she entreated him to come down, either out of humility, or rather looking to the worth and the height of the Bridegroom; but he says that he has not come down but entered in, honoring the descent with the name of equality of honor, because of his disposition and love toward her. And she, in her humility, calls her own garden a paradise; for it would not have had fruit trees if it happened to be a garden; for fruit trees belong to a paradise and a garden. But he himself calls it a garden, reasonably, being God, and judging the things that seem great among them to be lowly by his own measure. And it is well that it is not "into your garden" but "into my garden," making her paradise his garden; for human affairs, even if measured by themselves they shine, yet when compared with divine and intelligible things, are dulled. And through the myrrh and the spices he signifies the passion and the death and the resurrection; for the myrrh is the death; and the spices are the energy of the divinity, which worked the fragrance of the resurrection. And the words "I ate bread," and the rest, show the pleasure of the passion and the childlike gentleness, with which he bore the scourges and the mockery when he was made a laughingstock; for he says, "With desire I desired to eat the Passover"; and because of the cross, "I ate bread with my honey," he signifies.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:118 · narrative
Source · Greek

τὸ δὲ, ῥαπιζόμενον, ἐμπαιζόμενον, καλάμῳ τυπτόμενον ἐπιεικῶς φέρειν, ἔπιον οἶνον μετὰ γάλακτός μου· Φάγετε, οἱ πλησίον μου, καὶ τὰ ἑξῆς· τάχα τοὺς μαθητὰς λέγων, ὅτε αὐτοὺς ἐπὶ τὴν τῶν μυστηρίων ἐκάλει μετουσίαν, Φάγετε, λέγων, τὸ σῶμά μου, καὶ πίετε τὸ αἷμά μου. βʹ. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. {Γρηγορίου.} Ἀκολούθως διαδέχεται τὴν μέθην ὁ ὕπνος, ὡς ἂν διὰ τῆς πέψεως ἀναδοθείη τοῖς δαιτυμόσιν εἰς εὐεξίαν ἡ δύναμις· διὰ τοῦτο μετὰ τὴν πανδαισίαν ἐκείνην, ἐν τῷ ὕπνῳ ἡ Νύμφη γίνεται· ξένος δέ τις ὁ ὕπνος, καὶ τῆς φυσικῆς συνηθείας ἀλλότριος· ἐφ' ὧν γὰρ ὁ νοῦς μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντος εὐφραίνεται, οὐδενὶ τῶν αἰσθητηρίων παρενοχλούμενος, ὡς ὕπνῳ τινὶ πάρετος ἡ τοῦ σώματος γίνεται φύσις πάσης σαρκικῆς κατακοιμισθείσης κινήσεως· διττῆς γὰρ οὔσης ἡμῖν ἡδονῆς, τῆς μὲν ἐν ψυχῇ δι' ἀπαθείας, τῆς δὲ διὰ ἀπαθοῦς ἐν σώματι, ἥνπερ ἂν ἡ προαίρεσις ἕληται, αὕτη κατὰ τῆς ἑτέρας ἔχει τὸ κράτος· διὰ τοῦτο ἡ ψυχὴ, ὅταν μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντως εὐφραίνηται, πρὸς οὐδὲν ἐγρήγορε τῶν ἐνεργουμένων καθ' ἡδονὴν δι' αἰσθήσεως· ἀλλὰ πᾶσαν σωματικὴν κατακοιμίσασα κίνησιν, γυμνῇ τε καὶ καθαρᾷ τῇ διανοίᾳ τῆς θείας ἐγρηγόρσεως, δέχεται τοῦ Θεοῦ τὴν ἐμφάνειαν. Τὸν ἐν τοῖς σωματικοῖς εἶναι πειρασμοῖς, καθεύδειν λέγει· ὡς γὰρ ὁ βαπτισθεὶς τῷ ὕπνῳ, ἀγρυπνοῦσαν ἔχειν τὴν καρδίαν οὐ δύναται, οὕτως ὁ ἐμβαθύνας ταῖς σωματικαῖς ἀσχολίαις, αἴσθησιν τῆς φωνῆς τοῦ Νυμφίου λαμβάνει. Εἰς γὰρ πολυμέριμνον ψυχὴν φωνὴ οὐ φθάνει Θεοῦ· αὕτη δὲ οὕτως ἐκάθευδεν ὡς αἰσθέσθαι τῆς τοῦ Νυμφίου φωνῆς·

English

But the striking, the mocking, the being gently struck with a reed, "I drank my wine with my milk; Eat, my neighbors, and the rest"—perhaps he is speaking of the disciples, when he called them to the participation in the mysteries, saying, "Eat my body, and drink my blood." 2. "I sleep, but my heart is awake." {Of Gregory.} Sleep follows drunkenness in sequence, so that through digestion the strength may be distributed to the feasters for good condition; for this reason, after that great banquet, the Bride falls into sleep. But this sleep is strange and alien to natural habit; for when the mind rejoices in the contemplation of the Existent alone, disturbed by none of the senses, the nature of the body is, as it were, relaxed in sleep, all fleshly motion having been put to rest. For since pleasure is twofold for us—the one in the soul through impassibility, the other through impassibility in the body—whichever the will chooses, this holds sway over the other. Therefore the soul, when it rejoices in the contemplation of the truly Existent alone, keeps watch over none of the things that are enacted pleasurably through sense perception; but having put to rest every bodily motion, with naked and pure understanding of divine wakefulness, it receives the manifestation of God. He says that the one who is in bodily temptations "sleeps"; for just as the one who has been plunged into sleep cannot keep his heart awake, so the one who has sunk deep into bodily occupations does not perceive the voice of the Bridegroom. For the voice of God does not reach a soul full of many cares; but she slept in such a way as to perceive the voice of the Bridegroom.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:119 · narrative
Source · Greek

τὸ ἐπιπόλαιον γὰρ καὶ χρειῶδες τῆς σωματικῆς ἀσχολίας ἑαυτῇ ἐμφαίνει· μνήμη γὰρ Θεοῦ, νηφάλιον ποιεῖ· καὶ μετρία ἐστὶ τῶν ἀναγκαίων φροντίς· φωνεῖ δὲ ὁ λόγος, ὅταν ὥσπερ ἦχός τις ἀδιόρθωτος προσπέσῃ τῇ ψυχῇ νόημα· κρούει δὲ ἐπὶ τὴν θύραν, ὅταν ἡ ἐπαπόρησις τὴν λύσιν εὐαγγελίζεται· εἰσέρχεται δὲ ὅταν σαφῶς θεωρηθῇ τὸ ἀπορηθὲν, καὶ τρανὸν δέξηται τὸ νόημα τὸν τύπον. {Κυρίλλου καὶ Φίλωνος.} Ἐν τῷ σταυρῷ φησι τὸν ὑπὲρ ἀνθρώπων ἀναδεχόμενος θάνατον· ἀγρυπνεῖ δὲ ἡ καρδία, καθὸ ὡς Θεὸς τὸν ᾅδην ἐσκύλευσεν. Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. {Γρηγορίου.} Ἡ μαρτυρηθεῖσα τοσαῦτα ὅσα ἐν τοῖς φθάσασιν ἐπῄνεσεν ὁ λόγος, καὶ γνοῦσα πολλάκις ἤδη τὸν Νυμφίον, ὡς νῦν αὐτῇ πρῶτον ἐμφανιζομένου διάκειται. Εἰ γὰρ καὶ ἔγνων ὅσον κατείληφεν, ἀλλ' ἀπειροπλάσιον τὸ μήπω κατειλημμένον· ὥσπερ γὰρ εἴ τις πλησίον γένοιτο πηγῆς, θαυμάσειε μὲν τὸ ἄπειρον ὕδωρ, οὐ μὴν εἴπῃ ὅλον ἑωρακέναι τὸ ὕδωρ· πῶς γὰρ τὸ ταῖς λαγόσι τῆς γῆς κρυπτόμενον; ὥστε κἂν ἐπὶ πολὺ παραμείνει τῷ βρύοντι, ἀεὶ ἐν ἀρχαῖς ἐστι τῆς θεωρίας τοῦ ὕδατος· οὐ γὰρ παύεται τὸ ὕδωρ ἀεί τε ῥέον καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον. Οὕτως ὁ πρὸς τὸ θεῖον ἐκεῖνο καὶ ἀόριστον κάλλος βλέπων, ἐπειδὴ τὸ πάντοθεν εὑρισκόμενον, καινότερόν

English

For it reveals to itself the superficial and necessary character of bodily occupation; for the remembrance of God makes one sober, and moderate is the care of necessities. And the Word speaks when some thought falls upon the soul like an uncorrected echo; and he knocks at the door when the perplexity announces its solution; and he enters when the thing questioned is clearly contemplated, and the thought receives the type distinctly. {Of Cyril and Philo.} He says, on the cross, taking up death on behalf of men; and the heart keeps watch, inasmuch as as God he despoiled Hades. The voice of my beloved knocks at the door. {Of Gregory.} She who has been testified to as much as the Word praised in what has gone before, and who has often already known the Bridegroom, is disposed as though he were now appearing to her for the first time. For even if I have known as much as has been comprehended, yet what has not yet been comprehended is infinitely more; for just as if someone should come near a spring, he would marvel at the boundless water, yet would not say that he had seen the whole of the water—for how could he, when it is hidden in the hollows of the earth?—so that even if he remains long by the gushing source, he is always at the beginning of the contemplation of the water; for the water does not cease, ever flowing and ever beginning to gush. Thus he who looks upon that divine and unbounded beauty, since what is found from every side is ever newer

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:120 · narrative
Source · Greek

τε καὶ παραδοξότερον πάντως παρὰ τὸ ἤδη κατειλημμένον ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέποτε δὲ ἵσταται τῆς ἰδεῖν ἐπιθυμίας διὰ τὸ πάντως τοῦ ἑωραμένου, μεγαλοπρεπέστερον εἶναι τὸ προσδοκώμενον· ὅθεν εἰ καὶ ὤφθη, ὡς μήπω φανεὶς, διὰ φωνῆς ἑαυτοῦ τὴν ἐμφάνειαν ἐπαγγέλλεται. Ὡς οὖν φωνοῦντος καὶ κρούοντος πρὸς τὴν ὑπακοὴν διανίσταται. Ἐνδοῦσα δὲ ταῖς ἀκοαῖς ἡσυχίαν, ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος λόγου, ὅτε ἀναστὰς ἐπέστη τοῖς μαθηταῖς τῶν θυρῶν κεκλεισμένων. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτόσ. {Φίλωνος.} Τῷ μεγάλῳ Μωσεῖ διὰ φωτὸς πρότερον ἐνεφανίσθη Θεὸς ἐπὶ βάτου· εἶτα διὰ νεφέλης αὐτῷ διαλέγεται· εἶτα ὑψηλότερος ἤδη γενόμενος, ἐν γνόφῳ Θεὸν βλέπει· ὃ δὲ διὰ τούτων μανθάνομεν, τοιοῦτόν ἐστιν. Ἡ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανημένων περὶ Θεοῦ ὑπολήψεων ἀναχώρησις, ἡ ἀπὸ τοῦ σκότους εἰς φῶς ἐστι μετάστασις· ἡ δὲ προσεχεστέρα τῶν κρυπτῶν κατανόησις, ἡ διὰ τῶν φαινομένων χειραγωγοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν, οἷόν τις νεφέλη γίνεται, τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιάζουσα, πρὸς δὲ τὸ κρύφιον βλέπειν τὴν ψυχὴν χειραγωγοῦσα· ἡ δὲ διὰ τούτων ὁδεύουσα πρὸς τὰ ἄνω ψυχὴ, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, καταλιποῦσα ἐντὸς τῶν ἀδύτων τῆς θεογνωσίας γίνεται· τῷ θείῳ γνόφῳ πανταχόθεν διαληφθεῖσα, ἐν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμβανομένου παντὸς, ἔξω τοῦ καταλειφθέντος, μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς, τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον ἐν ᾧ ἐστιν ὁ Θεός·

English

and altogether more paradoxical than what has already been grasped, it marvels at what continually appears before it, yet never ceases from its desire to see, because what is hoped for is altogether more magnificent than what has been seen; whence, even if it has appeared, as though not yet manifested, it announces its manifestation by its own voice. Accordingly, as one who speaks and knocks, it rouses itself to obedience. And having given heed with its ears in stillness, it hears the word that sounded through the voice, when he rose and stood among the disciples with the doors shut. Open to me, my sister, my near one, my dove, my perfect one, for my head is filled with dew, and my locks with the drops of the night. {Of Philo.} To the great Moses God appeared first through light in the bush; then he converses with him through a cloud; then, having become already more exalted, he sees God in the darkness. What we learn through these things is as follows. The first withdrawal from false and erroneous opinions about God is the passage from darkness to light; the closer understanding of hidden things, which leads the soul by the hand through things that appear to the invisible nature, becomes like a kind of cloud, overshadowing all that appears and leading the soul by the hand to look toward what is hidden; and the soul that journeys upward through these things, as far as is attainable by human nature, having left behind, comes to be within the innermost sanctuaries of the knowledge of God, encompassed on every side by the divine darkness, in which, with all that appears and is comprehended left outside, only the invisible and incomprehensible remains for the soul's contemplation, in which God is.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:121 · narrative
Source · Greek

ἦν οὖν ποτε καὶ ἡ Νύμφη μέλαινα τοῖς ἀφωτίστοις δόγμασιν, τῇ δὲ πηγῇ τοῦ φωτὸς διὰ τοῦ μυστικοῦ φιλήματος προσαγαγεῖν τὸ στόμα ποθήσασα, καλὴ γίνεται, καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀπέκλυσεν ὕδατι. Εἶτα ὡς ἵππος δραμοῦσα, καὶ ὡς περιστερὰ διαπτᾶσα, πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετ' ἐπιθυμίας ὑπαναπαύεται, μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάζουσα. Νῦν δὲ ἤδη ἀπὸ τῆς θείας νυκτὸς περιέχεται· καθ' ἣν ὁ Νυμφίος παραγίνεται μὲν, οὐ φαίνεται δέ· ἀλλ' αἴσθησίν τινα τῆς παρουσίας δίδωσι τῇ ψυχῇ· ἅπτεται δὲ τῆς σωματικῆς τῶν ἐναρέτων διανοίας ὁ λόγος· αὕτη γὰρ θύρα δι' ἧς εἰσοικίζεται τὸ ζητούμενον· ἐκφεύγει δὲ τὴν ἐν ἀρχῇ κατανόησιν, τῷ ἀοράτῳ τῆς φύσεως κρυπτόμενος. Ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια, διὰ τῆς ἐκ μέρους γνώσεως, καθά φησιν ὁ Ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι, θυροκρουτεῖ τὴν διάνοιαν, Ἄνοιξον, λέγουσα· καὶ μετὰ τῆς προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας [κλεῖδας] ὀρέγουσα τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται· κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτων ἐμφάσεις τὰ κρυπτὰ διανοίγουσαι. Ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ τελεία· εἰ γὰρ Βούλει σὺ, φησὶν, ἀνοιγῆναι τὴν θύραν, καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας ἵνα καὶ εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, χρή σε ἀδελφήν μου γενέσθαι ἐν τῷ τὰ θελήματά μου ποιεῖν. Χρὴ δὲ καὶ προσεγγίσαι καὶ πλησίον γενέσθαι, καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον· τοῦτο δέ ἐστι, τὸ ἀνελλιπῆ καὶ πεπληρωμένην εἶναι πάσης κακίας [ιτα ξοδ. ῃατ.; ξ. β.

English

So the Bride too was once black in unenlightened doctrines, but desiring to bring her mouth to the fount of light through the mystical kiss, she becomes beautiful, and she washed away the blackness of ignorance with water. Then, running like a horse and flying like a dove, she first rests with desire in the shadow of the apple, calling the thing that overshadows her an apple instead of a cloud. But now at last she is encompassed by the divine night, in which the Bridegroom comes near but is not seen; yet he gives the soul some perception of his presence. And the Word touches the bodily understanding of the virtuous; for this is the door through which the sought-for one is brought in; but he escapes the understanding that is at the beginning, hidden by the invisibility of his nature. Therefore the truth, standing outside our nature, through knowledge in part, as the Apostle says, in certain conjectures and riddles, knocks at the understanding, saying, Open; and along with the exhortation, suggesting the manner in which the door ought to be opened, as it were offering certain keys—these fair names—by which what is closed is opened; for the very expressions of the names are keys that open up the hidden things. Sister and near and perfect dove: for if you wish, he says, that the door be opened, and the gates of your soul be lifted up so that the King of glory may also enter, you must become my sister in doing my will. And you must also draw near and become close, and possess perfection in the nature of the dove; and this means to be without defect and filled full of every evil—

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:122 · narrative
Source · Greek

ἀκακίας] καὶ καθαρότητος· ταῦτα δὲ γενομένη ἔσται σοι κέρδος ἐκ τοῦ εἰσδέξασθαι· ἡ ἐκ τῆς κεφαλῆς μου δρόσος, ἧς πλήρης εἰμὶ, ἥτις ἴασίς ἐστι, κατὰ τὸν Προφήτην· καὶ αἱ ψεκάδες τῆς νυκτός· ἐπεὶ μὴ δυνατὸν τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον, ὄμβρῳ τινὶ τῆς γνώσεως ἐντυχεῖν· ἀλλ' ἀγαπητὸν εἰ λεπταῖς τισι καὶ ἀμυδραῖς διανοίαις ἐπιψεκάζει τὴν γνῶσιν αὐτῷ ἡ ἀλήθεια τῆς λογικῆς σταγόνος ἀποῤῥεούσης· βοστρύχους γὰρ αὐτοῦ τῆς κεφαλῆς ἀπαιωρῆσθαί φησι, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· οἵτινες ὅσον ἐχώρουν, ἐκ τῶν σκοτεινῶν τε καὶ ἀποκρύφων καὶ ἀοράτων θησαυρῶν ἀρυόμενοι, ἡμῖν μὲν ποταμοὶ γίνονται πλήρεις ὑδάτων, ὡς δὲ πρὸς τὴν ὄντως ἀλήθειαν δροσώδεις εἰσὶ ψεκάδες. {Νείλου.} Δρόσον καὶ ψεκάδας νυκτὸς, τάχα τὰς ἀπὸ τῆς Ἰουδαϊκῆς ἀγνοίας ἐπ' αὐτὸν ἐρχομένας καλεῖ. Εἰ γὰρ καὶ

ἐπαινεῖται ἡ δρόσος ἐν τῇ Γραφῇ, ἀλλὰ μετὰ προσθήκης τῆς ἀπὸ τοῦ ἀνθρώπου· ἧς πλησθεῖσαν τὴν ἑαυτοῦ κεφαλὴν ὁ Νυμφίος ἀπομάξαι ζητεῖ ἐν τῷ οἴκῳ τῆς Νύμφης γενόμενος· οἷκος δὲ τῆς Νύμφης, ἢ τὸ ἑκάστου τῶν ποιημάτων ἡγεμονικὸν, ἢ αὐτὴ ἡ Ἐκκλησία· εἰ δέ τις ἰδεῖν βούλεται πῶς ἀπὸ τῆς Ἰουδαϊκῆς βλάβης ψεκάδας ἀπομάσσει τῆς κεφαλῆς τοῦ Νυμφίου ἡ Νύμφη, βλεπέτω τὸν λῃστὴν πῶς μετὰ τὰ ὀνείδη τῶν ἀρχιερέων καὶ γραμματέων βοᾷ τὸ Μνήσθητι· θεραπευτικὴ γὰρ ἡ δόξα αὕτη τῆς δυσφημίας ἐκείνης. {Ὠριγένους.} Ἀναγκαίως ἡ τοῦ, μοι, προσθήκη, κ.τ.λ. γʹ. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούσ;

English

Of guilelessness] and purity; and having become these things, it will be a gain to you from receiving: the dew from my head, with which I am full, which is healing, according to the Prophet; and the drops of the night; since it is not possible for one who has come within the innermost shrines to encounter some shower of knowledge; but it is a beloved thing if, by certain subtle and faint thoughts, the truth sprinkles knowledge upon him, as the rational drop flows down; for he says that the locks of his head hang down—prophets, apostles, evangelists; who, as far as they had capacity, drawing from the dark and hidden and unseen treasures, become for us rivers full of waters, but in relation to the truth itself they are dewy drops. {Of Nilus.} Dew and drops of the night, perhaps he calls the things coming upon him from Jewish ignorance. For even if

dew is praised in the Scripture, yet with the addition of "from man"; with which the Bridegroom, having filled his own head, seeks to wipe it off when he has come into the house of the Bride; and the house of the Bride is either the governing principle of each of the poems, or the Church herself; but if anyone wishes to see how the Bride wipes off the drops from the head of the Bridegroom from Jewish harm, let him look at the robber, how after the reproaches of the chief priests and scribes he cries out, "Remember me"; for this glory is healing of that blasphemy. {Of Origen.} Necessarily the addition of "to me," etc. 3. I have put off my coat, how shall I put it on? I have washed my feet, how shall I defile them?

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:123 · narrative
Source · Greek

{Γρηγορίου.} Καλῶς ἤκουσεν τοῦ κελεύσαντος ἀδελφὴν αὐτὴν καὶ πλησίον καὶ τελείαν καὶ περιστερὰν γενέσθαι· ἵνα διὰ τούτων εἰσοικισθῇ τῇ ψυχῇ ἡ ἀλήθεια. Ἐποίησε γὰρ ἅπερ ἤκουσεν, ἐκδυσαμένη τὸν δερμάτινον χιτῶνα, ὃν μετὰ τὴν ἁμαρτίαν περιεβάλετο· καὶ ἀπονιψαμένη τῶν ποδῶν τὸ γεῶδες ᾧ ἐνειλήθη, ἀπὸ τῆς ἐν παραδείσῳ διαγωγῆς εἰς γῆν ἀναλύσασα, διὰ τούτων ἤνοιξεν ἐπὶ τὴν ψυχὴν τῷ λόγῳ τὴν εἴσοδον. Οὐκοῦν ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον, ὅ ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος, καὶ διὰ τοῦ βαπτίσματος περιελὼν τῆς καρδίας τὸ κάλυμμα, τῶν τε ψυχικῶν βάσεων ἀποκλείσας τὸν ῥύπον ἤνοιξε τῷ λόγῳ τὴν εἴσοδον, ὃν ἔνδον γενόμενον ἐνδύεται· Ἰησοῦς δέ ἐστι τὸ ἔνδυμα· ἡ δὲ περὶ τοῦ μηκέτι τὸν ἀποβληθέντα χιτῶνα πάλιν ἐπαναλαβεῖν, εἴτ' οὖν μὴ ἐπιστρέψαι εἰς τὰ πρώην τῆς Νύμφης, ὁμολογία, ἀνοίγει τῷ Νυμφίῳ τὴν θύραν πρὸς εἴσοδον τοῦ ἁγιασμοῦ· καὶ μηδὲ δύο χιτῶνας ἔχειν, ἀρκεῖσθαι δὲ τῷ ἐνὶ, κατὰ τὸν δοθέντα νόμον τοῖς μαθηταῖς· ὃν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα, μετημφιάσατο· καὶ μηδαμῶς ἐπενδύσασθαι τὸν τῆς ἁμαρτίας χιτῶνα· τίς γὰρ κοινωνία τῷ σκοτεινῷ ἐνδύματι, πρὸς τὸ φωτοειδές τε καὶ ἄϋλον; οὐδὲ τοὺς πόδας νιψαμένη πάλιν τῇ βάσει τὸν ἐκ τῆς γῆς μολυσμὸν παραδέχεται. Οὐδὲ γὰρ Μωσῆς ἐν τῇ τῆς ἁγίας γῆς ἐπιβάσει τὴν δερματίνην νέκρωσιν τῶν ποδῶν ἐκβαλὼν, ἀνειληφέναι ταύτην αὖθις ἱστόρηται· οὐδὲ γὰρ τὴν ἱερὰν ἐσθῆτα, κατὰ τὸν ἐν τῷ ὄρει δειχθέντα τύπον φιλοτεχνήσας, τοῖς ποσί τινα κόσμον ἐπετεχνήσατο· ἱερατικοῦ δὲ ποδὸς ἡ γυμνότης γέγονε κόσμῳ·

English

Of Gregory. She rightly heard the one who commanded her to become a sister and a neighbor and perfect and a dove, so that through these things the truth might be settled in the soul. For she did what she heard, having stripped off the leathern tunic which she put on after sin; and having washed away from her feet the earthy matter in which she had been wrapped, having returned to the earth from the way of life in paradise, through these things she opened the entrance to the Word upon the soul. Therefore the one who has stripped off the old man, which is sin and death, and through baptism has removed the veil of the heart, and has shut out the filth of the soul's foundations, opened the entrance to the Word, whom, having come within, he puts on; and Jesus is the garment. And the confession concerning no longer taking back again the tunic that was cast off, that is, not turning back to the former things of the Bride, opens the door to the Bridegroom for the entrance of sanctification; and that she has not even two tunics, but is content with one, according to the law given to the disciples, which, having been renewed through the birth from above, she has put on as a new garment; and that she in no way puts on over it the tunic of sin. For what fellowship has the dark garment with the light-bearing and immaterial? Nor, having washed her feet, does she again admit defilement from the earth through her step. For not even Moses, in setting foot on the holy land, having cast off the leathern deadness of his feet, is recorded to have taken it up again; for neither did he, having elaborately wrought the sacred vesture according to the pattern shown on the mountain, contrive any ornament for his feet; but the nakedness of the priestly foot has become an ornament.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:124 · narrative
Source · Greek

χρὴ γὰρ ἀεὶ βαίνειν ἐπὶ τῆς ἁγίας γῆς τὸν ἱερέα, ἧς μετὰ νεκρῶν δερμάτων ἐπιβατεύειν οὐ θέμις· διά τοι τοῦτο καὶ τοῖς μαθηταῖς ὁ Κύριος ἀπαγορεύει τὰ ὑποδήματα· ἐπειδὴ κελεύει αὐτοὺς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, ἀλλὰ διὰ τῆς ἁγίας ὁδοῦ προϊέναι. Οὐκ ἀγνοεῖς δὲ πάντως τὴν ἁγίαν ὁδὸν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος· "Ἐγώ εἰμι ἡ ὁδός·" ἧς οὐκ ἔστιν ἄψασθαι, μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ περιβολήν. Ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ Νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ Κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι, ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο· δύναμις δέ ἐστι καθαρτικὴ τὸ τοῦ Κυρίου διάζωσμα. Διὰ τοῦτο καθαρθεῖσα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς ἑαυτὴν φυλάττει, οὐκ ἐκκλίνουσα εἰς δεξιὰ ἢ ἀριστερὰ, ἵνα μὴ καθ' ἕτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος, μολύνῃ τῷ πηλῷ τὸν πόδα. Νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον, ὅτι ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα (ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον, τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδημάτων· ὅπερ Ἰωάννης ἐπὶ μόνου τοῦ Κυρίου μὴ δύνασθαι ποιῆσαι διεμαρτύρατο· πῶς γὰρ ἂν ἔλυσε, τὸν μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδεμένον;) αὕτη τοὺς πόδας ἐνίψατο, πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασι· φυλάσσει τοίνυν ἐπὶ τῆς ὁδοῦ τῆς πεπλανημένης τὴν βάσιν ἀμόλυντον. {Νείλου.} Οὐ τὸ ἀνοῖξαι παραιτεῖται κατὰ τὴν ἠθικὴν ἔννοιαν· ἀλλ' ἐννοεῖ τὸν πόνον ὃν ὑπέστη, ἵνα ἀποδύσηται τὸν τῆς κοσμικῆς μερίμνης χιτῶνα·

English

For the priest must always walk upon the holy ground, which it is not lawful to tread upon with dead skins. For this reason the Lord also forbids shoes to the disciples, since he commands them not to go in the way of the Gentiles, but to proceed along the holy way. And you are certainly not ignorant of the holy way, along which the disciples are commanded to run, having learned it from the one who said, "I am the way," which it is not possible to touch without first unloosing the garment of the dead. Since, then, the Bride has come to be in this way, in which the Lord washes the feet of those who walk through it with water, and wipes them with the towel with which he was girded—and the Lord's girding is a purifying power. For this reason, having been cleansed as to her feet, she keeps herself on the royal road, not turning aside to the right or to the left, lest, carried off the road to one side or the other, she defile her foot with the mud. And you surely understand what is signified by these words: that once, through baptism, she has unloosed her shoes (for it is the proper work of the one who baptizes to loose the thongs of the shoes, which John testified he could not do even for the Lord alone; for how could he have loosed them, when he was not bound at all by the thong of sin?), she washed her feet, casting off with her shoes every earthly filth. She therefore keeps her step undefiled on the road that had gone astray. Of Nilus. She does not refuse to open according to the ethical sense, but she considers the toil which she endured in order to put off the garment of worldly care.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:125 · narrative
Source · Greek

καὶ ἵνα τὸν ἐκ τοῦ ἐπιπορεύεσθαι τοῖς γηΐνοις προσγενόμενον τῷ λόγῳ ῥύπον τῆς ψυχῆς ἀπόθηται· καὶ μολυνθῆναι πάλιν ὀκνεῖ, ἀνοῖξαι μὲν βουλομένη, μολῦναι δὲ τοὺς ἄπαξ τῆς γῆς ἀναχωρήσαντας οὐ καταδεχομένη πόδας. Ὅμως οὐκ ἀκίνδυνος πρὸς τὸ ἀνοῖξαι ἡ μέλλησις, ὡς δηλοῖ τὰ ἐπιφερόμενα· κἂν γὰρ

γένηται τὸ καλὸν, μεθ' ὑπερθέσεως δὲ, οὐκ ἔξω ἐστὶ μέμψεως· κατάγνωσιν τὸν ὄκνον, τῷ μὴ σπουδαίως ἐνεργήσαντι ψηφιζόμενον. δʹ. Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς· καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. {Φίλωνος.} Λέγει δ' ἂν ἀπὸ τῆς ὀπῆς· ἐπείπερ ἔλεγε τῷ Θωμᾷ, "Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων·" δάκτυλοι μὲν σμύρναν πλήρεις· ἔγνων ὅτι τὸ σῶμα τὸ ταφὲν, αὐτὸ καὶ ἀνέστη. 1681 {Γρηγορίου.} Πάλιν ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ καθαρθεῖσα ψυχή· μηκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης, ἀλλ' αὐτῆς τῆς θείας χειρὸς ἐπὶ τὰ ἐντὸς παρεισδυείσης· ἀνοίγει τὴν θύραν περιελομένη τὸ τῆς καρδίας κάλυμμα· διέσχισε τὰς θύρας τὸ τῆς σαρκὸς παραπέτασμα· πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης· ἀλλ' ἀπεδείχθη τῆς ψυχῆς ἡ εὐρυχωρία μικρά τις ὀπὴ, δι' ἧς οὐκ αὐτὸς ὁ Νυμφίος, ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρει· ὥστε δι' αὐτῆς ἐπὶ τὰ ἐντὸς γενέσθαι, καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν Νυμφίον ἰδεῖν· ἢ τοσοῦτον ἐκέρδανε μόνον, ὅσον γνῶναι ὅτι ἡ χείρ· οὕτω δὲ σκοπήσωμεν.

English

and so that the soul may put off the defilement that has accrued to the word from walking upon earthly things; and she shrinks from being defiled again, willing to open, but not consenting to defile the feet that have once withdrawn from the earth. Nevertheless, the delay in opening is not without danger, as what follows makes clear; for even if

the good thing is done, yet since it is done with postponement, it is not free from blame; the judgment reckons the hesitation as condemnation, since he did not act earnestly. 4. My beloved sent his hand from the opening; and my belly was troubled at him. {Of Philo.} He would say "from the opening," since he was saying to Thomas, "Put your finger into the marks of the nails"; fingers full of myrrh; I knew that the body that was buried, the same also rose. 1681 {Of Gregory.} Again the purified soul attains to a higher ascent; no longer does the voice knock at the heart's door, but the divine hand itself steals in to the inner parts; she opens the door, having removed the veil of the heart; the curtain of the flesh has split the doors; the whole gate of the soul was opened, so that the King of glory might enter; but the spaciousness of the soul proved to be a certain small opening, through which not the Bridegroom himself, but his hand barely found room; so that through it he might come to the inner parts, and touch her who longed to see the Bridegroom; or she gained only this much, to know that it was the hand; and let us consider it thus.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:126 · narrative
Source · Greek

Ἡ ἀνθρωπίνη ψυχὴ, δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ, ἡ δὲ ἑτέρα σωματικὴ καὶ ὑλώδης καὶ ἄλογος, ἐπειδ' ἂν τάχιστα τῆς πρὸς τὸν παχὺν καὶ γεώδη βίον σχέσεως ἐκκαθαρθεῖσα δι' ἀρετῆς, ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότερον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὅντων ἀρχήν. Πάντα δὲ περιεργαζομένη, ὥστε ἀπολαύειν τὸ ζητούμενον, ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ Θεοῦ τὴν ἐνέργειαν, τὴν μέχρις ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμῶν αἰσθανόμεθα· οἷον ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ, τῶν ἀστέρων τὴν ποικιλίαν, τὰς πολυειδεῖς τῶν ζώων φύσεις, τάς τε τῶν φυτῶν ἰδέας, καὶ τὰ λοιπὰ πάντα, ἵνα μὴ καθ' ἕκαστον λέγω, δι' ὧν ἡ ἐνέργεια τοῦ Θεοῦ δείκνυται. Ταῦτα τοίνυν ὁρῶσα διὰ τοῦ θαύματος τῶν φαινομένων, ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον· ἴσως γὰρ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἑτέρως γνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν, καὶ τρανοτέρως καταληψόμεθα τὸ εἶδος τῆς ἀφθάρτου μακαριότητος· τέως δὲ ἀγαπητὸν τῇ ψυχῇ, ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια· ἥτις ἑρμηνεύεται χεὶρ τροπικῶς, ἢν ἀπέστειλε διὰ τῆς ὀπῆς· οὐ γὰρ ἐχώρει ἡ ἀνθρωπίνη πενία τὴν ἀόρατον καὶ ἀπερίληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι· πᾶσα δὲ αὐτῆς ἡ διανοητικὴ δύναμις, ἥτις ἐστὶ κοιλία, ἐθροήθη συγκινηθεῖσα πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργουμένων· ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως, τὸ ἀκατάληπτον τῆς τοῦ ἐνεργοῦντος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει·

English

The human soul, being a boundary between two natures—of which the one is incorporeal and intellectual, and the other bodily and material and irrational—as soon as it has been cleansed through virtue from its attachment to the coarse and earthly life, and looks up toward what is akin to it and more divine, does not cease searching out and seeking the principle of beings. And examining all things so as to enjoy what it seeks, it makes the limit of its comprehension of God to be the activity that descends even to us, of which we are aware through our life; for example, it sees the beauty of heaven, the variety of the stars, the manifold natures of animals, the forms of plants, and all the rest—not to speak of each in turn—through which the activity of God is shown. Seeing these things, then, through the wonder of things that appear, it reasons in its mind to the one understood through his works; for perhaps in the age to come we shall know the nature of the good in another way, and shall comprehend more clearly the form of incorruptible blessedness; but for now what is beloved to the soul is the activity that is manifest in beings; which is figuratively interpreted as the hand which he sent through the hole; for human poverty could not contain within itself the invisible and incomprehensible nature to receive it; but its whole intellectual power, which is the belly, was stirred, being moved to wonder at the things wrought through the divine hand; the understanding of which, being beyond human power, interprets through itself the incomprehensibility of the nature of the one who works.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:127 · narrative
Source · Greek

πᾶσα γὰρ ἡ τῶν ὄντων κτῆσις τῆς χειρὸς ἐκείνης ἔργον ἐστὶ, κατὰ τὸ, "Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα." Εἰ οὖν τὰ τῆς ἐνεργείας ἐκείνης καταλαβεῖν ἔργα οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; Τάχα δὲ καὶ τοῦτο δηλοῖ, ὅτι ἡ τῶν πάντων ποιητικὴ χεὶρ διὰ σαρκὸς ἡμῖν ἐπιφανεῖσα, θρόησιν ἐποίησε καὶ ξενισμὸν ταῖς ψυχαῖς· πῶς Θεὸς ἐν σαρκί; πῶς λόγος σάρξ; πῶς ἐν παρθενίᾳ τόκος; καὶ τὰ λοιπά. Ὅτε γὰρ ἐπὶ γῆς ὤφθη ὁ Κύριος καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τότε καθαρόν τε καὶ ἄϋλον τοῦ Νυμφίου κάλλος, διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς, ἤγουν τῆς τῶν θαυμάτων δυνάμεως ἐγνωρίσαμεν. Ταῦτα πάσχει, ἐπεὶ μὴ προθύμως ὑπήκουσε τῷ λόγῳ· ἵνα δειχθῇ, ὅτι καὶ ὁ πολυτίμιος Θεῷ, ἄνεσιν διώκων, καὶ ἀναπεπτωκὼς, καταφρονεῖται, καὶ τιμωρίας πεῖραν λαμβάνει. Ἀπέστειλε γὰρ, φησὶ, τὴν παιδεύσουσαν τοὺς ἀπειθεῖς χεῖρα, καὶ κατέφλεξε· ὡς ἐκ τῆς ἀγωνίας θροηθῆναι τὴν κοιλίαν. Διὸ καὶ σπουδαιότερον μετὰ τὴν τῆς παιδείας αἴσθησιν ἀνέστην ἀνοῖξαι· καὶ διὰ τὸ μὴ ἐκ προαιρέσεως, ἀλλ' ἐξ ἀνάγκης τοῦτο ποιῆσαι, αἱ χεῖρές μου ἔσταξαν σμύρναν, τὴν νεκρὰν, ὡς εἰπεῖν, ἐνέργειαν· πᾶν γὰρ τὸ ἀπροαιρέτως γινόμενον, νεκρόν ἐστι καὶ θελήματος ζωτικοῦ ἄμοιρον· ἔστι γὰρ εὐοδούμενόν τινα καταφρονεῖν τῶν ἐντολῶν, ὅταν δὲ πεῖραν λάβῃ παιδείας, εὐθὺς ζητεῖ τὸν Θεόν. Ἀλλ' ὁ προσέχων οὐ τοῖς γινομένοις, ἀλλὰ τῇ ποιούσῃ διαθέσει, παρῆλθε καὶ ἐξέκλινεν ἐκ μεταμελείας, τῇ προθέσει παρών· οὐκοῦν ἐδεξιώσατο ὡς πάντα

English

For the entire possession of existing things is the work of that hand, according to the saying, "My hand made all these things." If, then, it cannot comprehend the works of that activity, how will it comprehend the nature that transcends them? And perhaps this also indicates that the creative hand of all things, having appeared to us through flesh, produced a trembling and a strange astonishment in souls: how is God in flesh? How is the Word flesh? How is there a birth in virginity? And the rest. For when the Lord appeared on earth and conversed with men, then we came to know the pure and immaterial beauty of the Bridegroom through the hand of his activities, that is, the power of his wonders. These things she suffers because she did not readily obey the word, so that it might be shown that even one precious to God, pursuing ease and reclining, is despised and receives a taste of punishment. For he sent, it says, the hand that would discipline the disobedient, and it set them on fire, so that from the agony the belly was thrown into trembling. Therefore also, more earnestly after the perception of discipline, I arose to open; and because I did this not from free choice but from necessity, my hands dripped myrrh—the dead activity, so to speak; for everything that happens without free choice is dead and devoid of a life-giving will. For it is possible for one who is prospering to despise the commandments, but when he has a taste of discipline, he immediately seeks God. But he who attends not to the things that happen but to the disposition that produces them passed by and turned aside out of regret, being present in intention; therefore he welcomed as all

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:128 · narrative
Source · Greek

περιελθοῦσαν αὐτήν· καὶ διὰ τὸ ἐγκαταλειφθῆναι τραυματισθεῖσαν ὑπὸ τῶν φυλασσόντων τὴν πόλιν δυνάμεων, καὶ τὴν καλύπτραν τῆς παρθενικῆς αἰδοῦς, ὅπερ θέριστρον ὀνομάζει, ἀφαιρεθεῖσαν εʹ. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν μύρα, δάκτυλοί μου σμύρναν πλήρη. {Γρηγορίου.} Ἔλαβον, φησὶν, δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαί μου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ἐκουσίως μοι τῆς τῶν μελῶν ἐνεργηθείσης νεκρώσεως· ἀπέῤῥεον γὰρ αἱ χεῖρες σμύρναν, αἵτινές εἰσιν αἱ ἐνεργητικαὶ τῆς ψυχῆς κινήσεις, ἀφ' ἑαυτῶν στάζουσαν τὴν σμύρναν, καὶ οὐκ ἄλλοθεν, ὑποδεξάμεναι, ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως· ὡς ἐν πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ἐνορᾶσθαι διάθεσιν· ὡς μὴ τεθνάναι μὲν ἀκολασίᾳ τυχὸν, ζῇν δὲ τύφῳ ἢ θυμῷ, ἢ φιλοχρηματίᾳ, ἤ τινι τούτῳ· οὗ κακῶς ζῶντος οὐκ ἔστι πλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης. Οὐ γὰρ διὰ πάντων φαίνεται τῶν ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσις· οὔσης γὰρ διπλῆς ἐν ἡμῖν τῆς ζωῆς, τῆς μὲν παχείας καὶ ὑλικῆς καὶ βαρείας, τῆς δὲ νοερᾶς καὶ κούφης, μέσον ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν προαίρεσις, ἐν ᾧ ἂν μέρει γένηται, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια· καὶ ἐν ᾗ ἂν ζῇ, τῇ ἑτέρᾳ πάντως ἀποθνήσκει. Ἐπὶ χεῖρας τοῦ κλείθρου, [ ʹ] ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου. {Γρηγορίου.} Πρὸς τοσοῦτον μέγεθος ἐπαρθεῖσα, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· οὐδὲ λογίζεται καθ' ἑαυτὴν κατειληφέναι, ἀλλ' ἔτι πρὸς τὸ ὑπερκείμενον τρέχει, τοῖς ἔμπροσθεν ἑαυτὴν ἐπεκτείνουσα.

English

having gone about it; and because she was left behind, she was wounded by the powers that guard the city, and was stripped of the veil of virginal modesty, which he calls a theristron. 5. I arose to open to my beloved; my hands dripped with myrrh, my fingers with full myrrh. {Of Gregory.} I received, he says, the power of resurrection by putting to death my members that are on the earth, the putting to death of the members having been worked in me willingly; for my hands dripped myrrh, which are the active movements of the soul, having received the myrrh dripping from themselves and not from elsewhere, but from my own free choice; so that in all virtuous pursuits, which he called fingers, such a disposition is seen to be without deficiency; so as not to have died to licentiousness perhaps, but to live in pride or anger or love of money or some such thing; for one who lives badly in this way cannot show his fingers full of myrrh. For the putting to death of evil is not manifest through all pursuits; for since life in us is twofold, the one coarse and material and heavy, the other intelligible and light, our free choice stands in the middle of both, and in whichever part it comes to be, to that part it gives the victory over the other; and in whichever it lives, it certainly dies to the other. Upon the handles of the lock I opened to my beloved. {Of Gregory.} Having been raised to such greatness, she did not yet know as she ought to know; nor does she reckon that she has grasped it for herself, but still runs toward what lies above, stretching herself out to the things that are before.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:129 · narrative
Source · Greek

Ἡ γὰρ πλήρης γενομένη τῆς σμύρνης, πᾶσι τοῖς τοῦ βίου ἐπιτηδεύμασι τὴν πρὸς τὸ κακὸν ἐπισημαίνουσα νέκρωσιν· καὶ τὸ ἑκούσιον τῆς ἀρετῆς διὰ τὸ οἴκοθεν ἀποστάξαι τῶν χειρῶν τὴν σμύρναν· ἅψασθαι, φησὶ, τὰς χεῖρας αὐτῆς τοῦ κλείθρου, ἤγουν τὰ ἔργα αὐτῆς ἐγγίσαι τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἧς τὸ κλεῖθρον ἐγχειρίζει τοῖς κατὰ Πέτρον ὁ λόγος· ἀνοίγει τοίνυν ἑαυτῇ τῆς βασιλείας τὴν θύραν, διά τε τῶν χειρῶν ἃ τὰ ἔργα δηλοῦσι, καὶ διὰ τοῦ κλείθρου τῆς πίστεως· δι' ἀμφοτέρων γὰρ τούτων ἡ κλεὶς τῆς βασιλείας τοῦ λόγου ἐν ἡμῖν κατασκευάζεται. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. {Γρηγορίου.} Ὅτε ἤλπισε κατὰ Μωσέα γνωστῶς ἰδεῖν τὸν ποθούμενον, τότε παρῆλθε τὴν κατάληψιν αὐτῆς ὁ ζητούμενος· παρῆλθε δὲ, οὐ καταλιπὼν τὴν ἑπομένην αὐτῷ ψυχὴν, ἀλλὰ πλέον αὐτὴν ἐφελκόμενος· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος, τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. Αὐτὴν οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον, ὁδηγῷ κεχρημένη τῷ λόγῳ εἰπόντι, ὅτι· "Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός· καὶ ὅτι δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, διελεύσεται καὶ ἐξελεύσεται." {Ὠριγένους.} Ἡνίκα ἔφθασεν ἡ Νύμφη τὸ κλεῖθρον, κ.τ.λ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. {Ὠριγένους.} Συνεχῶς ἡ ψυχὴ, κ.τ.λ. {Γρηγορίου.} Ὅτε ἀνέστη διὰ τοῦ θανάτου, ὅτε ἐπληρώθη τῆς σμύρνης, ὅτε προσήγαγε τῷ κλείθρῳ διὰ τῶν ἔργων τὰς χεῖρας, καὶ εἰσοικίσασθαι τὸν ποθούμενον ἤλπισε, τότε ὁ μὲν παρέρχεται, ἡ δὲ ἐξέρχεται, οὐκ ἔτι μένουσα ἐν οἷς ἦν·

English

For she who has become full of myrrh, indicating to all the pursuits of life the mortification that is toward evil; and the voluntary nature of virtue, because from within she let myrrh drip from her hands; "I touched," she says, "my hands to the latch," that is, her works drew near to the narrow and constricted way, whose latch the word hands over to those according to Peter. She opens for herself, then, the door of the kingdom, both through her hands, which signify works, and through the latch of faith; for by both of these the key of the kingdom of the word is fashioned in us. My beloved passed by; my soul went out at his word. {Gregory.} When she hoped, according to Moses, to see the beloved one knowingly, then the one sought passed beyond her comprehension; and he passed by, not abandoning the soul that follows him, but drawing it on all the more; for the departure from that in which we are becomes an entrance into the good things that lie above. So the soul went out in that departure, having as guide the word that said, "I am the door and the way; and that through me, if anyone enters, he shall pass through and shall go out." {Origen.} When the Bride reached the latch, etc. I sought him, and did not find him; I called him, and he did not answer me. {Origen.} Continually the soul, etc. {Gregory.} When she arose through death, when she was filled with myrrh, when she brought her hands to the latch through her works, and hoped to take in the beloved, then he passes by, and she goes out, no longer remaining in the things in which she was.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:130 · narrative
Source · Greek

οὐδὲ γὰρ ἐν τῷ καταλαμβάνεσθαι τὸ μέγεθος τῆς θείας γνωρίζεται φύσεως, ἀλλ' ἐν τῷ παριέναι πᾶσαν καταληπτικὴν φαντασίαν καὶ δύναμιν· ἡ γὰρ ἐκβᾶσα ἤδη τὴν φύσιν ψυχὴ, ὡς ἂν μηδενὶ τῶν συνήθων πρὸς τὴν γνῶσιν τῶν ἀοράτων κωλύοιτο, οὔτε ζητοῦσα τὸ μὴ εὑρισκόμενον ἵσταται, οὔτε καλοῦσα τὸ ἀνεκφώνητον παύεται· πῶς γὰρ ἂν καὶ εὑρεθείη, ὃν μηνύει τῶν εὑρεθέντων οὐδέν; οὐ τόπος, οὐ σχῆμα, οὐ χρῶμα, οὐ ποσότης, οὐ περιγραφὴ, ἀλλὰ πάσης καταληπτικῆς ἐφόδου ἐστὶν ἐξώτερον· ἐζήτησα τοίνυν αὐτὸν διὰ τῶν εὑρετικῶν τῆς ψυχῆς δυνάμεων· ἐν λογισμοῖς καὶ νοήμασι, καὶ πάντων ἐξώτερον ἦν, τὸν προσεγγισμὸν τῆς διανοίας διαδιδράσκων· καὶ ἐκάλουν ὅση δύναμις, ἐπινοοῦσα φωνὰς ἐνδεικτικὰς τῆς ἀφράστου μακαριότητος· ὁ δὲ κρείττων ἦν τῆς τῶν σημαινομένων ἐνδείξεως. ζʹ. Εὕροσάν με φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ φύλακες τῶν τειχέων. {Γρηγορίου.} Ταῦτα ἴσως δόξει τισὶν ὀδυρομένης μᾶλλον,

English

For the greatness of the divine nature is not known by being comprehended, but by passing beyond every apprehensive imagination and power; for the soul that has already gone beyond nature, so that it is hindered by none of the customary things in the knowledge of things invisible, neither stops seeking what is not found, nor ceases calling upon the unutterable; for how could that be found which none of the things found makes known? It is not place, not shape, not color, not quantity, not circumscription, but is more exterior than every apprehensive approach. I sought him, then, through the soul's powers of discovery; in reasonings and thoughts, and he was more exterior than all things, eluding the approach of the mind; and I called with all my power, devising voices indicative of the ineffable blessedness; but he was mightier than the indication of the things signified. 7. The watchmen who go about in the city found me; they struck me, they wounded me, the watchmen of the walls took away my veil. {Of Gregory.} These things will perhaps seem to some to be rather the words of one lamenting,

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:131 · narrative
Source · Greek

ἤπερ εὐφραινομένης εἶναι τὰ ῥήματα· οὐκ ἔστι δὲ, ἀλλ' ἢ μᾶλλον ἐγκαυχωμένης. Εἰ μὲν γὰρ κίνδυνοι ᾅδου εὗρον αὐτὴν, ἢ λῃσταῖς αὐτὴν εὑρῆσθαι λέγει, χαλεπὸν ἦν τὸ τῶν τοιούτων αὐτὴν εὕρεμα γίνεσθαι· εἰ δὲ οἱ φύλακες αὐτὴν εὕροσαν οἱ κυκλοῦντες ἐν τῇ πόλει, μακαριστή ἐστι τῆς εὑρέσεως· ἡ γὰρ ἀπὸ τῶν φυλάκων εὑρεθεῖσα ψυχὴ, ἅτινά ἐστι λειτουργικὰ πνεύματα, φρουροῦν τα τὴν πόλιν, ἥτις ἐστὶ ψυχὴ, τὸ τοῦ Θεοῦ οἰκητήριον, ὑπὸ λῃστῶν κλαπῆναι οὐ δύναται· ἡ δὲ θεία ῥάβδος ἡ διὰ τοῦ πατάσσειν ἐνεργοῦσα τὴν ἴασιν, τὸ πνεῦμά ἐστιν, οὗ καρπὸς καὶ ἡ παιδαγωγία τῆς ἐναρέτου πολιτείας ἐγκρατής. Ἐπεὶ δὲ ταῖς τοιαύταις πληγαῖς καὶ Παῦλος ἐγκαυχώμενος ἔλεγε· "Τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί μου περιφέρω· δεικνὺς τὴν ἐν παντὶ κακῷ ἀσθένειαν· διὸ καὶ λέγειν εἶχεν· Ἡ γὰρ κατὰ Χριστὸν δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, εἴτ' οὖν ἐν ἀρετῇ, διὰ τοῦ τοιούτου τραύματος, ἡ τοῦ θερίστρου γέγονεν αὐτῇ ἀφαίρεσις· ἥτις νοοῖτο ἂν πᾶσα διστάζουσά τε καὶ κραδαινομένη διάνοια, ὡς ἀνακαλυφθῆναι τῆς ψυχῆς τὸ κάλλος, μὴ ἐπισκοτοῦντος ἔτι τοῦ ἐπιβλήματος, ἀλλὰ καθαρῶς πρὸς τὴν ἀλήθειαν βλέπειν. Πόθεν δὲ τὸ θέριστρον τῇ ἀποβαλούσῃ τὸν παλαιὸν ἤδη χιτῶνα, πρὸς τῶν ἐπιτηρούντων τῆς ἀνθρωπίνης ψυχῆς τὰς διόδους; δῆλον ὡς ἀπὸ τῆς προκοπῆς. Καθήρθη γὰρ τοσοῦτον, ὡς πρὸ τούτου δοκεῖν, οὔπως ἀποδεδύσθαι τὸν παλαιὸν χιτῶνα· τοῦ γὰρ κατὰ Θεὸν ἀναβαίνοντος ἀεὶ πρὸ τοῦ παχύτερον. Τὸ δὲ θέριστρον, περιβόλαιον νυμφικὸν, συγκαλύπτον αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον· τουτὶ γὰρ καὶ περὶ Ῥεβέκκας ἱστόρηται·

English

The words are not those of one rejoicing, but rather of one boasting. For if the dangers of Hades had found her, or he says that she had been found by robbers, it would be a grievous thing for her to become the discovery of such as these; but if the guards who encircle the city found her, she is blessed in that finding; for the soul found by the guards—which are ministering spirits who keep watch over the city, that is, the soul, the dwelling-place of God—cannot be stolen by robbers. And the divine rod that works healing through striking is the Spirit, whose fruit is also the discipline of the virtuous conduct that is self-controlled. Since Paul too, boasting in such wounds, said: "I bear in my body the marks of Christ," showing his weakness in every evil; therefore he could also say: "For my power according to Christ is made perfect in weakness"—whether then in virtue, through such a wound, the removal of the veil has come about for her; which would be understood as every wavering and trembling mind, so that the beauty of the soul might be revealed, with the covering no longer darkening it, but it looks clearly toward the truth. But whence comes the veil to her who has already cast off the old garment, from those who watch over the passages of the human soul? Clearly from her progress. For she was purified to such an extent that before this it seemed she had not thus put off the old garment; for what ascends according to God is always before what is coarser. And the veil is a bridal covering, concealing her head and face; for this is also recorded concerning Rebekah.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:132 · narrative
Source · Greek

τὸ δὲ ἐκ τοῦ ἀφαιρεθῆναι αὐτῆς, ἔδειξε λέγων ὁ Παῦλος· Ὅταν δὲ ἐπιστραφῇ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Καλὸν δὲ καὶ ὑπὸ τοῦ καλοῦ ποιμένος πρόβατον· καὶ ἡ δραχμὴ ἐπὶ τοῦ λύχνου, ἐφ' ᾗ χαίρουσι πάντες οἱ φίλοι καὶ γείτονες. Εἴποις δ' ἂν καὶ οὕτως, ὡς ζητοῦσα ὃν οὐχ εὗρε καὶ καλοῦσα τὸν ἄῤῥητον, διδάσκεται διὰ τῶν φυλάκων, ὡς τοῦ ἀνεφίκτου ἐρᾷ· δι' ὧν πλήσσεται καὶ τραυματίζεται τῇ τοῦ ποθουμένου ἀνελπιστίᾳ. Ἀλλὰ περιαιρεῖται τῆς λύπης τὸ θέριστρον τῷ μαθεῖν ὅτι προκόπτει ἀεὶ διὰ τοῦ ζητεῖν· καὶ τὸ μηδέποτε τῆς ἀνόδου παύεσθαι, τοῦτό ἐστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπόλαυσις. Ὡς οὖν περιείλατο τῆς ἀνελπιστίας τὸ θέριστρον, καὶ εἶδε τὸ ἀόριστόν τε καὶ ἀπερίγραπτον τοῦ ἠγαπημένου κάλλος, ἐν πάσῃ τῇ ἀϊδιότητι τῶν ἀνθρώπων κρεῖττον ἀεὶ εὑρισκόμενον, σφοδροτέρῳ γίνεται πόθῳ καὶ μηνύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἱερουσαλὴμ θυγατέρων, τὴν τῆς καρδίας διάθεσιν, καί φησιν· ηʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγέλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. {Γρηγορίου.} Ὅτι οὐχ ἕτερα παρὰ τὰ ἐν Εὐαγγελίοις εἰρημένα τὸ, "Μὴ ὀμόσαι ὅλως, ἀλλὰ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ·" δῆλον ἂν γένοιτο ἐκ τούτων· ἐν ἑτέρᾳ γὰρ ἐκδόσει, "Ὥρκισα ὑμᾶς κατὰ τῶν δορκάδων καὶ τῶν ἐλάφων," εὑρέθη· καὶ διδασκόμεθα διὰ τούτων, ἐν τίσιν ἡ τοῦ κόσμου τούτου ἰσχύς τε καὶ δύναμις· ἃ πρὸς βεβαίωσιν τῆς ἀληθείας δι' ὅρκου παρείληπται· δύο τοίνυν ἡμᾶς οἰκειοῖ τῷ Θεῷ, πίστις ὀρθὴ καὶ τρόπος ζωῆς·

English

And what follows from its being taken away, Paul showed when he said: "But when one turns to the Lord, the veil is removed." And the sheep is a good thing, even under the good shepherd; and the drachma on the lamp, over which all the friends and neighbors rejoice. And one might also say thus, that she who seeks what she has not found and calls upon the ineffable is taught through the guards that she loves the unattainable; through whom she is struck and wounded by the hopelessness of the beloved. But the veil of grief is taken away by learning that she always advances through seeking; and never to cease from the ascent—this is the true enjoyment of the beloved. When, therefore, she had taken away the veil of hopelessness, and saw the boundless and uncircumscribed beauty of the beloved, always found greater in all the eternity of men, she comes to a more vehement longing and makes known to the beloved through the daughters of Jerusalem the disposition of her heart, and says: I adjure you, daughters of Jerusalem, by the powers and by the strengths of the field: if you find my beloved, what will you report to him? That I am wounded with love. {Of Gregory.} That this is not other than what was said in the Gospels—"Do not swear at all," but "Yes, yes," and "No, no"—would be clear from these things; for in another edition it was found: "I adjure you by the gazelles and the deer"; and we are taught through these things in what the strength and power of this world consist; which things have been taken for the confirmation of the truth through an oath. Two things, then, make us belong to God: right faith and a manner of life.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:133 · narrative
Source · Greek

δορκὰς μὲν γὰρ ἀπλανῶς ὁρᾷ, ἔλαφος δὲ τῶν ἰοβόλων ἐστὶν ἀναιρετική· ὑποτίθεται τοίνυν ταῖς νεάνισιν ἡ Νύμφη κάθαρσιν καὶ ἀλήθειαν· οὕτω γὰρ τὸ ἀμετάθετον ἡμῖν βεβαιοῦται ὁ καὶ τὴν ἀλήθειαν πιστούμενος ὅρκος, ἐν ᾧ πᾶς ὁ ὀμνύων ἐπαινεῖται κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀληθῶς γὰρ ὁ ἐν τοῖς δυσὶ τούτοις, τὸ ἀσφαλὲς ἐν ἑαυτῷ κατορθώσας, ἕν τε τῷ λόγῳ τῆς πίστεως, ὅταν ἀπλανῶς πρὸς τὴν ἀλήθειαν βλέπῃ, καὶ ἐν τῷ τρόπῳ τῆς ζωῆς, ὅταν παντὸς καθαρεύῃ τοῦ ἐκ πονηρίας μολύσματος· οὗτος ὄμνυσι τῷ Κυρίῳ μὴ ἀναβῆναι ἐπὶ κλίνης στρωμνῆς, μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, ἕως οὗ εὕρῃ τόπον τῷ Κυρίῳ, σκηνώματα τῷ ἐν αὐτῷ οἰκοῦντι γενόμενος. Μάθωμεν οὖν καὶ ἡμεῖς ἐκ τῆς νύμφης, εἰ τέκνα τῆς Ἱερουσαλήμ ἐσμεν, ὅπως ἔστιν ἰδεῖν τὸν ποθούμενον· ἐὰν γὰρ ὅρκιον ἑαυτῆς ποιήσωμεν τόν τε πρακτικὸν καὶ θεωρητικὸν βίον, ὀψόμεθα καθαρῶς τὸν

Νυμφίον τῆς ἀγάπης τοξότην· ὃς διὰ βάθους ἐντίθησι τὸ ἑαυτοῦ βέλος, τὴν τῆς θεότητος, φημὶ, κοινωνίαν τῇ ψυχῇ διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος γινομένην. {Νείλου.} Εἶδε τὸ σφάλμα ἑαυτῆς, καὶ τὴν ἀγανάκτησιν ἐπέγνω τοῦ ποθουμένου ἐκ πολλῆς ἀποστροφῆς, καὶ ζητεῖ ὅτῳ δήποτε τρόπῳ γνωσθῆναι τούτῳ, ποθοῦσα καὶ τὴν ὀδύνην οὐ φέρουσα τοῦ χωρισμοῦ· ὅθεν ἐκείνης ἀντιλαβοῦσα παρακαλεῖ πρεσβεῦσαι πρὸς τὸν Νυμφίον, καὶ δηλῶσαι τὰ παρ' αὐτῆς ἐκείνῳ· αἷς πρὸ ὀλίγου σεμνυνομένη τῷ ἀξιώματι, ἔλεγεν· Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, δεικνὺς πῶς μέγα συνείδησις πεπαῤῥησιασμένη, καὶ πῶς πάλιν ταπεινὸν παῤῥησίας ἀφαίρεσις.

English

For the gazelle sees without wandering, and the deer is destructive of venomous creatures; the Bride therefore suggests to the maidens purity and truth; for thus the oath that also guarantees the truth confirms for us the unchangeable, in which everyone who swears is praised according to the prophet's voice. For truly the one who in these two things has achieved what is secure in himself—both in the word of faith, when he looks without wandering toward the truth, and in the manner of life, when he is pure from every defilement that comes from wickedness—this one swears to the Lord not to go up to the bed of his couch, not to give sleep to his eyes, until he finds a place for the Lord, having become dwellings for the one who dwells in him. Let us therefore also learn from the bride, if we are children of Jerusalem, how the beloved may be seen; for if we make as our oath both the practical and the contemplative life, we shall see clearly the Bridegroom of love as an archer; who sinks his own arrow into the depths—I mean the communion of the Godhead with the soul, coming about through the sting of faith. {Of Nilus.} She saw her own error, and recognized the indignation of the beloved from her great turning away, and she seeks in whatever way she might be known to him, longing and unable to bear the pain of separation; therefore, taking hold of them, she begs them to intercede with the Bridegroom and to make known her concerns to him; she who a little before was proud in their company because of her rank, saying: The king brought me into his chamber, showing how great is a conscience that has boldness, and how again humility is the removal of boldness.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:134 · narrative
Source · Greek

{Φίλωνος.} Παῤῥησιάζεται ἡ ἁγία Ἐκκλησία ἐν τοῖς ἑαυτοῖς τέκνοις τοῖς μάρτυσι, δι' ὧν ἐτρώθη· καί φησιν τοῖς ἀποστόλοις ταῦτα καὶ προφήταις. θʹ. Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ἡ καλὴ ἐν γυναιξίν; {Νείλου.} Ἀποροῦσιν αἱ νεάνιδες ὁρκισθεῖσαι, τίς ἄρα εἴη καὶ ποταπὸς ὁ ἀγαπώμενος, ὅτι τοιούτῳ ὡρκίσθησαν ὅρκῳ· ὅθεν καὶ οὕτως ἀναπτερωθείσας αὐτὰς ἰδοῦσα ἡ Νύμφη, διαγράφει τὸν ζητούμενον χωρίζουσα τὸ κάλλος αὐτοῦ τῆς τῶν ἄλλων κοινωνίας, ἵνα μὴ τῶν πολλῶν εἷς λογίζεται ἁγίων, δεικνύουσα τὴν διαφορὰν τοῦ ἑαυτῆς ἀδελφιδοῦ, καὶ τῶν ἀδελφιδῶν τῶν νεανίδων. {Κυρίλλου.} Ἤγουν τί πεποίηκεν ὁ ἀδελφιδός σου, ἢ τί ἀπὸ ἀδελφιδοῦ σου ἔχεις; Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισα ἡμᾶσ; {Γρηγορίου.} Αἱ ὁρκισθεῖσαι θυγατέρες Ἱερουσαλὴμ, πυνθάνονται ὁποῖος ὁ χαρακτὴρ τοῦ Νυμφίου, ὡς εἰ περιτύχωσιν αὐτῷ ἐπίγνωσιν αὐτὸν ἐκ τῶν περὶ αὐτοῦ δοθησομένων σημείων. Διὸ καὶ χαρακτῆρα παραδίδωσιν· οὐχ ὃ ἦν ἀρχή· ἄῤῥητος γὰρ οὐχ οἷος τε δυνάμει λόγων φανερωθῆναι· ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς ἐπιφάνειαν χειραγωγεῖ τὰς παρθένους, ὥσπερ καὶ πεποίηκεν Ἰωάννης· "Ὃ μὲν ἦν ἀπ' ἀρχῆς," σιωπήσας· "Ὃ δὲ ἑωράκαμεν καὶ ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς," τοῦτο μετ' ἐπιμελείας διηγησάμενος. ιʹ. Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. {Φίλωνος.} Λευκὸς μὲν, διὰ τὸ ἀναμάρτητον· πυῤῥὸς δὲ, διὰ τὸ αἷμα τὸ ὑπὲρ τῆς Ἐκκλησίας χυθέν. {Ὠριγένους.} Ἢ λευκὸς, ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν.

English

{From Philo.} The holy Church speaks boldly among her own children, the martyrs, through whom she was wounded; and she says these things to the apostles and prophets. 9. What is your beloved more than another beloved, O fair among women? {From Nilus.} The maidens, having been put under oath, are at a loss as to who and of what sort the beloved might be, since they were sworn by such an oath; hence the Bride, seeing them thus stirred up, describes the one they seek, separating his beauty from the fellowship of others, so that he is not reckoned as one of the many saints, showing the difference between her own beloved and the beloveds of the maidens. {From Cyril.} That is, what has your beloved done, or what do you have from your beloved? What is your beloved more than another beloved, that you have thus put us under oath? {From Gregory.} The daughters of Jerusalem who were put under oath inquire what is the character of the Bridegroom, as if they might encounter him and recognize him from the signs that will be given concerning him. Therefore she also delivers a description; not what he was in the beginning—for the ineffable cannot be made manifest by the power of words—but she leads the virgins by the hand toward the appearance through the flesh, just as John also did: "What was from the beginning," he passed over in silence; but "What we have seen and heard, and our hands have handled concerning the Word of life," this he recounted with care. 10. My beloved is white and ruddy, distinguished among ten thousand. {From Philo.} White, because of his sinlessness; ruddy, because of the blood shed for the Church. {From Origen.} Or white, since God is true, and ruddy because of the incarnation.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:135 · narrative
Source · Greek

{Γρηγορίου.} Ἡ τελεία ψυχὴ ταῖς παρθένοις ὑπογράφει ψυχαῖς, τοῦ ποθουμένου καὶ ζητουμένου τὰ γνωρίσματα, διὰ τῶν ἐπὶ σωτηρίᾳ φανερωθέντων ἡμῖν· καὶ πᾶσαν τὴν Ἐκκλησίαν ἓν σῶμα τοῦ Νυμφίου ποθήσασα, ἴδιόν τι νόημα δι' ἑκάστου τῶν μελῶν ἐν τῇ ὑπογραφῇ τοῦ κάλλους ἐνδείκνυται· δι' ὧν ὅλος ἐκ τῶν κατὰ μέρος θεωρουμένων τὸ τοῦ σώματος κάλλος συμπαρεικάζεται. Ἐκ τοῦ σώματος τοίνυν τῆς κατηχήσεως ἄρχεται, καθὰ καὶ Ματθαῖος πεποίηκεν. Ἵνα δὲ μὴ τὴν κατὰ σάρκα τις ἀκούων γένεσιν, πρὸς τὰ τῆς φύσεως πάθη κατολισθήσειε τῇ διανοίᾳ, τούτου χάριν τὸν κοινωνήσαντα ἡμῖν σαρκὸς καὶ αἵματος, λευκὸν μὲν εἶναί φησι καὶ πυῤῥὸν, τὴν τοῦ σώματος δι' ἀμφοτέρων φύσιν αἰνιττομένη· οὐ μὴν ὁμοιότροπον αὐτοῦ τὴν λοχείαν τῷ κοινῷ τόκῳ· ἔχειν γὰρ κατ' ἐξαίρετον τὸ μὴ ἐκ λέχους γεγενῆσθαι· τοῦτο γὰρ τὸ ἐκλελοχισμένος· ἀπὸ μυριάδων δὲ τῶν ἀφ' ὧν γεγόνασιν ἄνθρωποι, καὶ εἰς ὃ προελεύσεται ῥέουσα, διὰ τοῦ τόκου τῶν ἐπιγενομένων ἡ φύσις. Ἐπὶ γὰρ τῆς ἀπειρογάμου τὸ τῆς λοχείας ὄνομα, οὐκ ἔστι κυρίως εἰπεῖν· οὗ γὰρ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδινος δὲ ἡ ὠδὶν, θάλαμος δὲ ἡ τοῦ Ὑψίστου δύναμις, οἷόν τις νεφέλη τὴν παρθενίαν ἐπισκιάζουσα· πυρσὸς δὲ γαμήλιος, ἡ τοῦ ἁγίου Πνεύματος ἔλλαμψις· κλίνη δὲ ἡ ἀπάθεια, καὶ γάμος ἡ ἀφθαρσία· τούτου χωρὶς λοχείας ἡ γένεσις ὥσπερ καὶ χωρὶς γάμου ἡ σύστασις· ᾧ οὐχὶ συνήργησε πρὸς τὸ γενέσθαι ἡ φύσις, ἀλλ' ὑπηρέτησεν· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὕδατος γένεσις τὸ τῆς λοχείας πάθος οὐ παρεδέξατο·

English

{From Gregory.} The perfect soul outlines for the virgin souls the distinguishing marks of the one desired and sought, through the things that were revealed to us for salvation; and having desired the whole Church as one body of the Bridegroom, she displays a particular meaning through each of the members in the outline of beauty; through which the beauty of the body as a whole is jointly represented from the parts viewed individually. She begins, then, from the body of the catechesis, just as Matthew also has done. But so that no one, hearing of the generation according to the flesh, might slip down in his mind to the passions of nature, for this reason she says that the one who shared in flesh and blood is white and ruddy, hinting at the nature of the body through both; yet his birth is not of the same manner as common childbirth; for he has as an exception the fact that he was not born from a marriage bed; for this is "born out of wedlock." But from the myriads of those from whom men have come, and into which the nature flows through the birth of those who come after. For in the case of the one who knows no marriage, the name of childbirth cannot be spoken properly; for where conception is without union, and delivery undefiled, and travail without pain, and the bridal chamber is the power of the Most High, overshadowing her virginity like a cloud; and the wedding torch is the illumination of the Holy Spirit; and the couch is impassibility, and the marriage is incorruption; apart from this, generation is without childbirth, just as the constitution is without marriage; for nature did not cooperate with him for his coming to be, but served; yet indeed the generation from water also did not admit the passion of childbirth.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:136 · narrative
Source · Greek

καὶ ἡ ἐκ τῶν νεκρῶν παλιγγενεσία, καὶ ἡ τῆς θείας ταύτης κτίσεως πρωτοτοκία, ἀλλ' ἐν πᾶσι τούτοις καθαρεύει τῆς λόχου ὁ τόκος. {Νείλου.} Ἀνωτέρω μὲν τὰ μέλη τῆς Νύμφη, προέγραψεν, ἅτινα τοῖς τῆς Ἐκκλησίας ἐφήρμοσται διαφόροις τάγμασι· νῦν δὲ τὰ τοῦ Νυμφίου σκιαγραφεῖ,

πολλὴν ἔχοντα τὴν ἀσφάλειαν. Εἰ μὲν οὖν ὁ Θεὸς Λόγος ἐν τούτοις διαγράφεται, θεῖαι δυνάμεις ἔσονται πάντως ἐν τοῖς μέλεσιν ἐκείνοις χαρακτηριζόμεναι· οὐ γὰρ μελῶν συνθέσει σχηματίζεται τὸ ἀσώματον· ἐνεργείαις δὲ νοηταῖς ὡσανεὶ σῶμα τὸ ποιούμενον, διὰ τὸ ἄλλως τὰ περὶ Θεοῦ παραδέχεσθαι, τὴν ἀνθρωπίνην οὐ πεφυκέναι αἴσθησιν. Ὀφθαλμοὺς γὰρ, τί ἄλλο ὑπολάβοι Θεοῦ, ἢ τὴν ἐποπτικὴν δύναμιν; καὶ κοιλίαν ἣν λέγει γεννᾷν, τὸ γνήσιον τῆς ὠδῖνος; πόδας καὶ πορείαν ἐπίσημον, τὴν προνοητικὴν ἐνέργειαν; ὡς ἐν ἴχνεσι τρανῶς τοῖς κηδεμονικῶς συμβαίνουσιν ἑκάστῳ κατ' οἰκονομίαν τοῦ κρείττονος θεωρουμένην· ὁμοίως ἐπὶ τῶν λοιπῶν· εἰ δὲ ὁ Κυριακὸς ἄνθρωπος σημαίνοιτο, εἴη ἂν κεφαλὴ, χρυσίῳ Κεφὰζ παρεικασμένη, ὅπερ ἑρμηνεύεται πέτρα, ὁ κορυφαιώτατος τῶν ἀποστόλων Πέτρος· καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως οἰκοδομηθῆναι παρασκευάσας· κοιλία ὁ Παῦλος, ὁ τοὺς ἐν Χριστῷ μορφουμένους ὠδίνων· στύλοι μαρμάρινοι περὶ ὧν φησι Παῦλος, "Οἱ δοκοῦντες στύλοι εἶναι·" καὶ ἕκαστος κατὰ τὴν διαφορὰν τῶν λοιπῶν χαρισμάτων· ὁ μὲν σιαγόνων ἐπέχει τόπον φυουσῶν μυρεψικὰ, ὁ δὲ χειλέων κρίνοις ὁμοιουμένων στάζουσι τὴν σμύρναν πλήρη· οἳ τὸ χρειῶδες καὶ ἐγκρατὲς παραινοῦντες τοῖς ὑπηκόοις, καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς.

English

And the regeneration from the dead, and the firstborn status of this divine creation, but in all these things the birth is pure of the childbed. {From Nilus.} Above, he wrote beforehand the members of the Bride, which have been applied to the various orders of the Church; but now he sketches in outline the things of the Bridegroom, which have great security. If, then, God the Word is depicted in these things, they will certainly be divine powers characterized in those members; for the incorporeal is not shaped by a composition of members; but by intelligible activities, as it were a body, the thing that is made, because human sense is not naturally able otherwise to receive the things concerning God. For eyes, what else would one understand of God than the overseeing power? And a belly which he says gives birth, the genuineness of travail? Feet and a conspicuous walk, the providential activity; as in traces clearly seen in the things that providentially happen to each one according to the economy of the superior; similarly in the rest; but if the Lord's man is signified, there would be a head likened to the golden Cephas, which is interpreted "rock," the most eminent of the apostles, Peter; and he prepared the building of the Church to be built on the confession of faith; a belly, Paul, who travails for those being formed in Christ; marble pillars, concerning which Paul says, "Those who seem to be pillars;" and each according to the difference of the other gifts; one holds the place of cheeks producing perfumes, another of lips likened to lilies dripping full myrrh; who advise what is needful and continent to their subjects, and put to death the members that are upon the earth.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:137 · narrative
Source · Greek

Εἶεν δ' ἂν βόστρυχοι, οἱ τὸν ὀνειδισμὸν φέροντες τῶν Χριστοῦ παθημάτων· καὶ ὀφθαλμοὶ πάλιν οἱ τὸ τοῦ βαπτίσματος φυλάσσοντες δώρημα, καὶ ἐπὶ τὸ πλήρωμα τῶν ὑδάτων ἀγρύπνως καθήμενοι· νηπιάζουσι δὲ, παιδικὴ ἡλικία. Λελουμένοι γάρ εἰσιν ἐν γάλακτι καὶ καθήμενοι ἐπὶ πληρώματα ὑδάτων· καὶ τὸ ἀκέραιον τῆς περιστερᾶς, καὶ τὸ ἄκακον τῆς γαλακτοτροφουμένης ἔχοντες ἡλικίας· λευκὸς δέ ἐστι διὰ τὸν ἐν ἀρχῇ Θεὸν Λόγον φῶς λεγόμενον τοῦ κόσμου· πυῤῥὸς δὲ δι' ὃν ἀνείληφεν ἄνθρωπον, ἐκ γῆς πλασθέντα πυῤῥᾶς· εἶδος δὲ ὑποφαίνων, καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερὰν τοῖς ἀποστόλοις δεικνύων τοῖς τύποις τῶν ἥλων καὶ τῇ τῆς λόγχης ὀπῇ· καὶ ἐκλεκτός ἐστιν ὡς κέδρος· περὶ ὧν ἔλεγε· "Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται·" τὸν γὰρ φάρυγγα ἔχει γλυκασμὸν οὐ γλυκαινόμενον, ἀλλὰ γλυκαίνοντα· οὐ γὰρ ποιοῦται, ἀλλ' αὐτὸ ποιότης ἐστίν· ἐπὶ πᾶσι δέ ἐστιν ὅλος ἐπιθυμία, οὐ μετέχων τῆς ἕξεως, ἀλλ' αὐτὸ ἕξις τυγχάνων. Ταῦτα δέ φησιν ἡ Νύμφη, ἵνα δείξῃ δικαίως ἐρῶσαν ἑαυτήν· ἀπολογίαν τοῦ πάθους, τὸ κάλλος τοῦ ἀγαπωμένου προβαλλομένη. ιαʹ. Κεφαλὴ αὐτοῦ, χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ, ἐλάται, μέλανες ὡς κόραξ. {Γρηγορίου.} Ἡ μὲν κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχὴ Χριστὸς, τὸ καθαρόν τε καὶ πάσης ἀμιγὲς κακίας χρυσίον ἐστί· τοῦτο γὰρ τὸ κεφάζ· βόστρυχοι δὲ οἵ ποτε ζοφώδεις κατὰ τοὺς κόρακας· οἷς ἔργον ἐστὶ τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν, ὡς ἡ Παροιμία φησίν·

English

And the locks would be those that bear the reproach of Christ's sufferings; and again the eyes are those that keep watch over the gift of baptism, and sit unsleeping upon the fullness of the waters; and they are infant-like, a childlike age. For they have been washed in milk and sit upon the fullness of waters; and they possess the purity of the dove and the guilelessness of the age that is fed on milk. And he is white because of the God Logos who in the beginning is called the light of the world; and ruddy because of the man he took up, who was molded from ruddy earth; and he shows his form, and makes the fragrance of knowledge manifest to the apostles by the marks of the nails and the wound of the spear; and he is choice as the cedar; concerning which things he said: "The righteous shall flourish as the palm tree, he shall be multiplied as the cedar in Lebanon." For he has a throat that is sweetness, not made sweet but making sweet; for it is not made, but is itself a quality; and above all he is wholly desire, not partaking of a state but being himself a state. These things the Bride says, in order to show that she loves him justly, offering as a defense of her passion the beauty of the beloved. 11. His head is fine gold; his locks are firs, black as a raven. {From Gregory.} The head of the body of the Church, Christ, the firstfruits of our whole nature, is the pure gold and unmixed with any evil; for this is the fine gold; and the locks are those once dark as ravens, whose work it is to pluck out the eyes, as the Proverbs say.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:138 · narrative
Source · Greek

οὗτοι ἐλάται, τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα γενόμενοι, διὰ τοῦ ἀναδραμεῖν ἐκ γῆς πρὸς τὸ οὐράνιον ὕψος, προσθήκη τοῦ κάλλους γίνονται τοῦ Νυμφίου τῆς θείας κεφαλῆς ἐξαρτήσαντες ἑαυτοὺς, καὶ τῇ τοῦ Πνεύματος ἄρα περισοβούμενοι· δι' ὧν οἶμαι δηλοῦσθαι τοὺς ἀποστόλους, ὧν τινες ζοφώδεις ἐν οἷς ἔπραττον ἦσαν, ὁ τελώνης, ὁ λῃστὴς, ὁ διώκτης, κατὰ τὸ μέλαν τε καὶ σαρκοβόρον· καὶ τῶν ὀφθαλμῶν ἀφανιστικὸν, τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους. {Ὠριγένους.} Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα, κ.τ.λ. ιβʹ. Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. {Γρηγορίου.} Εἶεν ἂν ὀφθαλμοὶ οἱ τῆς Ἐκκλησίας καθηγούμενοι· καὶ ὃς δὲ τῶν τοιούτων ὀφθαλμῶν καὶ ἔπαινος ἡ ἀκακία· ἣν κατορθοῦσι, μηκέτι τῷ σαρκώδει βίῳ ἐμμολυνόμενοι, ἀλλὰ ζῶντες καὶ στοιχοῦντες τῷ πνεύματι. Ὁ γὰρ πνευματικός τε καὶ ἄϋλος βίος, τῷ τῆς περιστερᾶς εἴδει χαρακτηρίζεται, διὰ τὸ ἅγιον Πνεῦμα ἐν εἴδει ὀφθῆναι περιστερᾶς ἐν τῷ Ἰορδάνῃ. Χρὴ τοίνυν τὸν ἀντὶ ὀφθαλμοῦ τῷ σώματι τῆς Ἐκκλησίας ὑπὸ Θεοῦ τεταγμένον, εἰ μέλλοι καθαρῶς ἐπισκοπεῖν καὶ ἐφορᾷν πᾶσαν τὴν ἀπὸ τῆς κακίας λύμην

English

These are the firs, having become the tall and heaven-reaching trees, through running up from the earth to the heavenly height, they become an addition of beauty to the divine head of the Bridegroom, having attached themselves to it, and being thus spun around by the Spirit; through which I think the apostles are indicated, some of whom were dark in the things they did—the tax collector, the robber, the persecutor—according to the black and flesh-devouring [nature]; and destructive of the eyes, the ruler of the authority of darkness. {Of Origen.} The locks, because of their density, etc. 12. His eyes are like doves upon the fullness of waters, washed in milk, seated upon the fullness of waters. {Of Gregory.} The eyes would be those who lead the Church; and the praise of such eyes is also their guilelessness, which they achieve, no longer being defiled by the fleshly life, but living and walking in the Spirit. For the spiritual and immaterial life is characterized by the form of the dove, because the Holy Spirit was seen in the form of a dove in the Jordan. It is necessary, therefore, that the one appointed by God as an eye for the body of the Church, if he is to oversee purely and look upon all the defilement from evil

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:139 · narrative
Source · Greek

ἀποκλύζειν τῷ ὕδατι· πολλὰ δὲ τῶν ῥυπτικῶν ὑδάτων εἶναι, φησὶ, τὰ πληρώματα. Ὅσαι γὰρ ἀρεταὶ, τοσαῦται καθαρσίων ὑδάτων πηγαὶ, καὶ καθαρωτέρους ἀεὶ ποιοῦσαι τοὺς ὀφθαλμούς· οἷον πηγὴ καθαρσίων ὑδάτων, ἡ σωφροσύνη· ἄλλη πηγὴ ταπεινοφροσύνης, ἡ ἀλήθειά τε καὶ δικαιοσύνη καὶ ἀνδρεία, καὶ τὰ τοιαῦτα, ἅτινα ὕδατά ἐστιν, ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα· δι' ὧν πάσης ἐμπαθοῦς λύπης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια· Ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοὶ, διὰ τῆς ἀκεραιότητός τε καὶ ἀκακίας, ταῖς περιστεραῖς ὡμοιωμένοι· τὸ δὲ γάλα τούτων εἶναι λουτρόν φησι, ὅτι μόνον ἐν ὑγροῖς τοῦτο εἰδώλου τινὸς ἀνεπίδεκτον καὶ ὁμοιώματος. Οὐδὲ γὰρ ἡ Ἐκκλησία μάταιόν τι καὶ πεπλανημένον καὶ ἀνυπόστατον ἐν ἑαυτῇ σκιαγραφεῖ παρὰ τὴν ἀλήθειαν· τὸ δὲ ἐπαγόμενον, νόμος ἐστὶ τοῖς ἐπαΐουσι· περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς ἔχειν. Τὴν διηνεκῆ γὰρ προσεδρείαν τῆς περὶ τὰ μαθήματα προσοχῆς, τὸ Καθήμεναι ἐπὶ πληρώματα ὑδάτων, δηλοῖ· καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου· οὕτω γὰρ ὅ τε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται, καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται· τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντας καὶ ἐπισκοποῦντας ὁ λόγος· ὧν χρὴ προβεβλῆσθαι μὲν τὴν τῶν θείων δογμάτων ἀσφάλειαν, ἐπικαλύπτεσθαι δὲ τῇ ταπεινοφροσύνῃ, καθάπερ τινὶ περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας· μήποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης, ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν.

English

To wash with water; and he says that there are many fullnesses of cleansing waters. For as many as are the virtues, so many are the springs of cleansing waters, always making the eyes purer; for example, a spring of cleansing waters is chastity; another spring is that of humility, truth and righteousness and courage, and the like, which are waters, from one spring indeed, but from different streams gathered into one fullness; through which the cleansing means for the eyes come from all passionate grief. But the eyes are upon the fullnesses of the waters, through sincerity and guilelessness, made like doves; and he says that their milk is a bath, because this alone among moist things is incapable of receiving any image and likeness. For the Church does not sketch in herself anything vain and wandering and without substance contrary to the truth; but what is brought in is law to those who understand, concerning what things it is necessary to keep the eyes. For the constant assiduity of attention to learning, the sitting upon fullnesses of waters, makes clear; according to the likeness of the tree planted by the passages of waters; for thus both the fruit will be put forth in its own season, and the branch will be kept ever-green; such the word wishes those to be who see and observe; whose safety in divine doctrines must be put forward, and covered with humility, as with a garment, the pure and shining thing of the conduct; lest the beam of conceit falling into the pure of the pupil become a hindrance to sight.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:140 · narrative
Source · Greek

{Φίλωνος.} Εἰ σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία, εἴη ἂν αὐτοῦ ἕκαστον μέλος, ἕκαστον τάγμα τῶν ἐν τῇ Ἐκκλησίᾳ· καὶ πρῶτόν γε οἱ πατριάρχαι, ἐξ ὧν τὸ κατὰ σάρκα Χριστὸς, τῆς πίστεως αὐτῶν διὰ τὸ ἰσχυρὸν, ἀπεικαζόμενοι χρυσίῳ τινὶ ἰσχυρῷ· κεφὰζ γὰρ, πέτρα ἑρμηνεύεται. Εἶτα τοὺς ἀποστόλους, ἐλάτας λέγων καὶ μέλανας, τὴν κακοπάθειαν αὐτῶν σημαίνων· καὶ ἑπταόφθαλμος δὲ τοῦ ἁγίου Πνεύματος δύναμις ἐφορῶσα τὴν Ἐκκλησίαν, ὀφθαλμοὶ αὐτοῦ εἴρηνται· πληρώματα δὲ τῶν ὑδάτων τούτων ἡ ἀγάπη· ἢ ἵνα τὸ πλήρωμα τοῦ λουτροῦ τῆς παλιγγενεσίας δείξῃ καὶ ἐν τῇ τῆς κακίας λευκότητι, ἐπὶ πληρώμασι τῶν Ἐκκλησιῶν καθεζομένους τοὺς ἱερεῖς. ιγʹ. Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. {Γρηγορίου.} Ἀκολούθως ἐπαινοῦνται μετὰ τοὺς ὀφθαλμοὺς αἱ σιαγόνες· ὧν ἕργον ἐστὶ, τὸ λεπτύνειν τὴν θείαν Γραφήν· δι' ἧς ἡ τοῦ σώματος τῆς Ἐκκλησίας συντηρεῖται δύναμις· ὡς εἶναι πάντα τηλαυγῆ καὶ νηπίοις κατάδηλα, καὶ δίχα τινὸς δολερᾶς κοιλότητος. Τοῦτο γὰρ ἡ φιάλη αἰνίττεται· μήτε ἄγαν βαθυνομένου τοῦ σχήματος αὐτῆς, μήτε δι' εὐθείας ἐξυπτιάζοντος· ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν, μήτε ἐπίπεδον. Εἰ οὖν τοιαῦταί εἰσιν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτῆς ἔσται ἡ φύσις ἐκείνου τοῦ ὑπὲρ πάντα τὰ ἀρώματα, καθὼς ἐν προοιμίοις φησὶν ἡ Νύμφη. {Ὠριγένους.} Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον, κ.τ.λ. Χείλη αὐτοῦ, κρίνα στάζοντα σμύρναν.

English

If the Church is the body of Christ, each member of it would be his, each order of those in the Church; and first indeed the patriarchs, from whom Christ came according to the flesh, being likened, because of the strength of their faith, to a certain strong gold; for Cephas is interpreted as a rock. Then the apostles, calling them firs and dark ones, signifying their endurance of hardship; and the seven-eyed power of the Holy Spirit overseeing the Church is called his eyes; and the fullnesses of these waters are love; or that he may show the fullness of the bath of regeneration also in the whiteness of evil, the priests sitting upon the fullnesses of the Churches. 13. His cheeks are as bowls of spice, producing perfumes. Following the eyes, the cheeks are praised; whose work is to refine the divine Scripture; through which the strength of the body of the Church is preserved; so that all things are transparent and clear even to infants, and without any deceitful hollow. For this is what the bowl hints at; neither its shape being too deeply sunk, nor bulging out in a straight line; so that it seems neither exactly hollow nor flat. If, then, the bowls of the word are such, they will clearly not be composed of earthy matter, but the nature of that which is above all spices will be from its aroma, just as the Bride says in the prologue. The cheeks of Christ must be understood as those who minister by the word of God and spiritual food, etc. His lips, lilies dropping myrrh.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:141 · narrative
Source · Greek

{Γρηγορίου.} Ἐπαινεῖται μετὰ τὰς σιαγόνας τὰ χείλη, δι' ὧν ὁ λόγος ἀρωματίζων προέρχεται. Δύο δὲ κατὰ ταυτὸν μαρτυρεῖ ἀρετὰς τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος· ὧν μὲν γάρ ἐστιν ἡ ἀλήθεια λαμπροτέρα τε καὶ φωτοειδὴς, ἐν τοῖς λεγομένοις θεωρουμένη ὥσπερ κρίνον, ἑτέρων δὲ, τὸ μόνην τὴν νοητὴν καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας, ἀπονεκρουμένης τῆς κάτω ζωῆς, τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. Ἡ γὰρ ἀποῤῥέουσα τοῦ στόματος σμύρνα, καὶ τὴν δεχομένην πληροῦσα ψυχὴν, ἐμφαίνει τὴν τοῦ σώματος νέκρωσιν· ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμὸς ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς πηγάζουσαν, οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος, τῶν τῇ θείᾳ κεκαλλωπισμένων λαμπρότητι· οὕτω γὰρ τοὺς δι' ἀρετῆς εὐποροῦντας ὀνομάζει ὁ λόγος· ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν, ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχομένων διάνοιαν·

ὅπερ ἐστὶν ἡ τῆς ὑλικῆς ὑπεροψία, διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν, ἀνενεργήτων τε καὶ νεκρῶν γενομένων. {Κυρίλλου.} Τὰ στάζοντα σμύρναν λέγει, τὰ ὁμολογοῦντα χείλη τὸν θάνατον. {Ἀπολιναρίου.} Αὐτὸς μὲν οἷα κρίνον ἀκμάζει, ἡμῖν δὲ τὴν διὰ θανάτου πρὸς ζωὴν εἰσηγεῖται μετάθεσιν. ιδʹ. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι θαρσείσ. 1700 {Φίλωνος.} Τορευταὶ αἱ διατρηθεῖσαι χεῖρες· χρυσαῖ διὰ τὸ ἀναμάρτητον· πεπληρωμέναι τῆς ἐπιστροφῆς τῶν ἐθνῶν· Θαρσεὶς γὰρ ἐπιστροφὴ χαρᾶς.

English

After the cheeks, the lips are praised, through which the word comes forth perfumed. And by the double example he bears witness to two virtues at once in the word: for the truth of some things is more brilliant and luminous, contemplated in what is said like a lily; and of others, that only the intelligible and immaterial life is shown forth beforehand by the teaching, through the contemplation of intelligible things, the lower life being put to death, the life that is worked out through flesh and blood. For the myrrh that flows from the mouth, and fills the soul that receives it, signifies the mortification of the body. Therefore the perfect and pure eye, the one that makes the cheek a bowl that fountains the myrrh from itself, this one blooms the lilies of the words through the mouth, of those adorned with divine splendor; for thus the word names those who are rich through virtue; from whom comes the drop of myrrh, filling without fail the mind of those who receive it—

which is the contempt of material things, through the desire of the goods that lie above, when they have become inactive and dead. He means the lips that drip myrrh, the lips that confess death. He himself, like a lily, flourishes, but to us he introduces the transfer through death to life. 14. His hands are turned, golden, filled with tharsis. Turned: the hands that have been pierced through; golden: because of sinlessness; filled with the conversion of the nations; for Tharsis is a conversion of joy.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:142 · narrative
Source · Greek

{Γρηγορίου.} Ὅτι μὲν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις, τῆς τῶν χειρῶν ὑπουργίας διαζευγμένη, σαφῶς παρὰ τοῦ Ἀποστόλου μεμαθήκαμεν λέγοντος· Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· Τότε γὰρ μάλιστα τῶν ὀφθαλμῶν ἡ ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρεῖ τὴν ὀξυοπίαν τῷ ὄμματι, διὰ τῆς ἐπὶ τὰ καλὰ σπουδῆς τὴν ὁδηγίαν ἐπισημαίνοντα· οἷστισιν οὖν τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται, διὰ τῶν αὐτῶν καὶ ταῖς χερσί· κεφαλὴν δὲ τὸν Χριστὸν ἐνοήσαμεν, χρυσίον παρὰ τοῦ λόγου κατονομασθέντα, διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι· χρυσᾶς οὖν καὶ τὰς χεῖρας δι' ὧν τὸ καθαρόν τε καὶ ἀναμάρτητον, καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον ἐμφαίνει. Χεῖρα δὲ νοοῦμεν πάντως, τὴν τὰ κοινὰ τῆς Ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χεῖρας διαχειρίζουσαν· ἧς ἔπαινος τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον· καθαρὰ γίνεται ἡ χεὶρ ὅταν διὰ τῆς τορείας ἀποξύσηται τὸ ἐμποδίζον ἅπαν τῷ κάλλει· οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φίλαυτον, τὸ φιλοκερδὲς, καὶ τὰ ὅμοια· τῆς δὲ Θαρσεὶς λέξεως, ποτὲ μὲν λαμβανομένης ἐπὶ κακοῦ, ὡς τό· "Συντρίψει πλοῖα Θαρσείς·" ποτὲ δὲ ἐπὶ τοῦ μεμακαρισμένου καὶ ἀγαθοῦ, ὡς τὸ ἐν Ἡσαΐᾳ [Ἰεζεκιὴλ] καὶ τό· "Εἶδος αὐτοῦ, ὡς εἶδος Θαρσείς·" τῇ τοῦ ἐπὶ τοῦ κρείττονος ἐχρήσατο σημασίᾳ, δηλούσης τῆς λέξεως τὸ ἀχρωμάτιστον καὶ νοητὸν καὶ ἀσώματον.

English

That the grace of the eye is incomplete in the body of the Church when separated from the service of the hands, we have clearly learned from the Apostle, who says: The eye cannot say to the hand, I have no need of you. For then especially is the activity of the eyes shown, when works bear witness to the sharpness of sight for the eye, signifying guidance through zeal for what is good. Therefore, for those whose form of the head is praised, through the same things the hands are praised too. And we have understood the head to be Christ, named gold by the Word, because he is outside all sin. So the hands are golden too, through which he shows forth what is pure and sinless, and unmixed with and unreceptive of every evil. And we understand the hand to be, in every way, that which administers the common affairs of the Church into the hands of the commandments; whose praise is to be likened to the nature of the head in purity and sinlessness. The hand becomes pure when, through carving, it scrapes away everything that hinders its beauty: such as people-pleasing, self-love, love of gain, and the like. And the word Tharseis, sometimes taken in a bad sense, as in: He will crush the ships of Tharseis; and sometimes in a blessed and good sense, as in Isaiah [Ezekiel] and in: His form, as the form of Tharseis; he has used it in the signification of the better, the word indicating what is colorless and intelligible and incorporeal.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:143 · narrative
Source · Greek

Τότε οὖν γίνονται αἱ χεῖρες χρυσαῖ πλήρεις Θαρσεὶς, ὅταν ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττὸν καὶ σωματοειδὲς ἀποτορεύσασαι ἐκ προαιρέσεως, πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι, τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου. {Γρηγορίου.} Κοιλία, τὸ διανοητικὸν καὶ λογιστικὸν τῆς ψυχῆς, ἐν ᾧ ἀποτίθεται καθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι· καθάπερ τὸ πυξίον τὸ ἐλεφάντινον· ὥστε τρανήν τε καὶ ἀσύγχυτον τὴν τῶν θείων λογίων ἐντυποῦσθαι Γραφήν. Ὁ οὐρανοειδὴς δὲ σάπφειρος, σύμβολον τοῦ τὴν καρδίαν ἡμῶν ταῦτα δεξαμένην τὰ μαθήματα τὰ ἄνω φρονεῖν, ὅπου τὸν θησαυρὸν ἐναποτίθεται· κἀκεῖ τὰς ὄψεις τῇ ἐλπίδι προσαναπαύειν· ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων· τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης· ὥσπερ φασὶ τὴν λίθον ταύτην διὰ τοῦ κυανέου χρώματος προσαναπαύειν τὸν ὀφθαλμὸν κάμνοντα. {Ὠριγένους.} Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, κ.τ.λ. 1701 {Κυρίλλου.} Εἶεν δ' ἂν οὗτοι καὶ βάσεις· οἱ γὰρ οἰκοδομούμενοι ἐποικοδομοῦνται τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ιεʹ. Κνῆμαι αὐτοῦ, στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶσ. Ἀκολούθως τὰς κνήμας μετὰ τὴν κοιλίαν ἐπαινεῖ, ἅς φησι στύλους εἶναι μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς· στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντες· μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα·

English

Then the hands become golden, full of Tarshish, when they have precisely chiseled away from themselves all that is superfluous and bodily by their own choice, and pass over to the divine and intelligible, shaking off all material and heavy attachment to things. His belly is a tablet of ivory, upon a stone of sapphire. {Of Gregory.} The belly is the thinking and reasoning part of the soul, in which the divine oracles are deposited, since it is pure and smooth and gleaming, like the ivory tablet, so that the writing of the divine oracles may be impressed upon it clearly and without confusion. The sapphire, which is like heaven, is a symbol that our heart, having received these teachings, sets its mind on things above, where it stores up its treasure, and there rests its eyes in hope, so as not to grow weary in attending to the divine commandments, since heavenly hope gives rest to the vision of the eyes of the soul, just as they say this stone, by its dark-blue color, gives rest to the weary eye. {Of Origen.} The belly of the Word are those who can contain the mysteries, etc. {Of Cyril.} These might also be the bases; for those who are built up are built upon the foundation of the apostles and prophets. 15. His legs are marble pillars, founded upon golden bases. In sequence after the belly he praises the legs, which he says are marble pillars founded upon golden bases; and the pillars of the Church are, for instance, Peter and John, who are called golden because Christ is their foundation; and marble, which Paul called the ground:

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:144 · narrative
Source · Greek

διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε· καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρίνων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ

ἀμετάθετον· καὶ τῷ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος. ι ʹ. Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτὸς, ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου θυγατέρες Ἱερουσαλήμ. {Γρηγορίου.} Μετὰ τοὺς κατὰ τὸ μέρος ἐπαίνους, καθάπερ κεφαλαιουμένη ὅλον τοῦ Νυμφίου τὸ κάλλος, ταῦτά φησι· δηλοῦσα, ὡς οἶμαι, ὅτι περὶ τὸ βλεπόμενον κάλλος τοῦ Νυμφίου ἐστὶν ὁ ἔπαινος· ἐκεῖνό φημι τὸ βλεπόμενον· ὃ διὰ τὸν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν Ἐκκλησίαν σωματοποιεῖ ὁ Ἀπόστολος. Ἓν γὰρ εἶδος αὑτοῦ, φησὶν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος· δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν ᾖ καὶ πρὸς τὰ ἄνω τῇ ἀρετῇ ἐπειγόμενον. Ὁ Λίβανος δὲ ὄρος ἐστὶ περιφανές τε καὶ λάσιον· καὶ ἐπειδὴ πολλάκις καὶ ὁ διάβολος Λίβανος ὀνομάζεται, καὶ κέδροι οἱ δαίμονες, ὡς τό·

English

Because of their steadfastness and immovability, and by their radiant life and sound doctrine, they bear the common body of the Church; and to love God with the whole heart and one's neighbor as oneself is, as it were, through marble columns, to bear the common body of the Church. For the one who has been perfected in these two commandments is made a pillar and foundation of the Church; so that by these two achievements the whole body of the Church, as if supported by certain legs of the golden foundation of the faith-based foundation, is kept unswerving and unchangeable; and he who is firm in every good thing produces this in their thoughts. 10. His appearance is like Lebanon, chosen, like cedars; his throat is sweetness, and he is wholly desirable; this is my beloved, and this is my neighbor, daughters of Jerusalem. {Of Gregory.} After the praises in detail, as if summing up the whole beauty of the Bridegroom, she says these things, indicating, as I think, that the praise concerns the visible beauty of the Bridegroom—that visible beauty, I mean, which the Apostle embodies through each of the members who make up the Church. For he says that his one appearance is the myriads of cedars with which Lebanon is everywhere interspersed; indicating by these words that nothing lowly and earthly contributes to the beauty of the body, unless it be something lofty like the cedar and hastening upward by virtue. And Lebanon is a conspicuous and wooded mountain; and since the devil too is often called Lebanon, and the cedars demons, as in the passage:

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:145 · narrative
Source · Greek

"Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου·" νῦν ἡ Νύμφη τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ Νυμφίου παρείκασεν, ἐπὶ τὸ κρεῖττον ἐκλαμβάνουσα τὴν ὀνομασίαν· ὡς ἐν τῷ, "Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." Διὰ τί δέ ποτε μὲν ἐπὶ καλοῦ λαμβάνεται ὁ Λίβανος ἅμα τοῖς κέδροις, ποτὲ δὲ ἐπὶ τοῦ ἐναντίου; Ἐπειδὴ πέφυκε παρυφίστασθαι τῇ ἀρετῇ ἡ κακία, καὶ ἐξομοιοῦσθαι αὐτῇ· ὅθεν καὶ, Ὡς Λίβανος ἐκλεκτὸς, φησίν· ἐκλογὴ δὲ πάντως διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται· διὸ ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν, ἐπί τε τοῦ ὄντως ὄντος τοιοῦτον, καὶ ἐπὶ τοῦ ὄντος μὲν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν. Ὁ μὴ διαμαρτάνων τοίνυν τῆς τοῦ καλοῦ κρίσεως, τὸ ἐξειλεγμένον ἀγαθὸν, ἀντὶ τοῦ ἠπατημένου προσείλετο. Ἐπειδὴ τοίνυν τὸ σῶμα Χριστοῦ διὰ τῶν καθ' ἕκαστον πληροῦται μελῶν, καὶ τὰ πολλὰ μέλη ἓν σῶμα γίνεται κατὰ τὸν Ἀπόστολον, τούτου χάριν ὅλον τοῦ Νυμφίου τὸ κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον, τὴν πρὸς τὸν ἀπόβλητον διαφορὰν τῷ ἐκλεκτῷ διαστείλασα· ἐπειδὴ δὲ κηρία μέλιτος οἱ καλοί εἰσι λόγοι, ἡ δὲ τῆς φωνῆς γέννησις ἐκ τοῦ φάρυγγος, ἐν ᾧ τὸ πνεῦμα προσπῖπτον ἐκ τῆς ἀρτηρίας ἠχεῖ· ἔοικε δὲ διὰ ταύτης τοὺς ὑπηρέτας τοῦ λόγου δηλοῦν, ἐν οἷς λαλεῖ ὁ Θεὸς, τὸ μέλι, τὸ λεῖον διὰ τοῦ φάρυγγος τοῦ ἰδίου πηγάζοντας· χαρακτηρίσασα δὲ δι' ὧν ἠδύνατο τὸν ποθούμενον, τότε δεικτικῶς, Οὗτός ἐστι, φησὶν, ὃς διὰ τοῦ ἀδελφὸς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας πλησίον ἐγένετο. ιζʹ. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου;

English

And the Lord will shatter the cedars of Lebanon. Now the Bride has likened the form of the Bridegroom to the chosen Lebanon, taking the name in a better sense; as in the verse, The righteous shall flourish like a palm tree, and like a cedar in Lebanon shall he be multiplied. But why is Lebanon sometimes taken in a good sense together with the cedars, and sometimes in the opposite sense? Because evil naturally stands beside virtue and is made to resemble it; whence also it says, As a chosen Lebanon; and choice surely comes about through the juxtaposition of its opposite; therefore the good is homonymous, both in the case of that which truly is such, and in the case of that which exists but is counterfeited through deceit and seems to be what it is not. The one, then, who does not err in the judgment of the beautiful has chosen the good that is chosen out, instead of the one that is deceived. Since, therefore, the body of Christ is filled up through the individual members, and the many members become one body according to the Apostle, for this reason he called the whole beauty of the Bridegroom the chosen Lebanon, having marked out by the chosen the difference from the rejected; and since the honeycombs of honey are the good words, and the generation of the voice is from the throat, in which the spirit falling in from the windpipe resounds; and through this he seems to indicate the servants of the word, in whom God speaks, pouring forth the honey, that which is smooth, through their own throat; and having characterized the Beloved by the means he could, then he says demonstratively, This is he who, by becoming a brother from Judah, rose for us and came near. 17. Where has your brother gone, you fair among women? Where has your brother looked?

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:146 · narrative
Source · Greek

καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. {Γρηγορίου.} Πρῶτον μὲν περὶ τοῦ, τί ἐστιν, ἐποιήσαντο τὸν λόγον αἱ παρθένοι ψυχαὶ, ὅπερ ἐδιδάχθησαν δι' ὧν αὐτὸν ὑπέγραψε. Διὸ ἀρτίως περὶ τοῦ ποῦ πυνθάνονται, ἵνα ὅπου μέν ἐστι μαθοῦσαι, προσκυνήσωσιν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· ὅπου δὲ ἀπέβλεψεν, οὕτως ἑαυτὰς στήσωσιν, ὥστε καὶ αὐταῖς ἐποφθῆναι τὴν δόξαν αὐτοῦ, οὗ ἡ ἐπιφάνεια σωτηρία τῶν ἐποφθέντων γίνεται· καθηγεῖται τοίνυν αὐτῶν πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· καθάπερ Φίλιππός ποτε τῷ Ναθαναὴλ, "Ἔρχου καὶ ἴδε·" ἀντὶ τοῦ, Ἴδε, τὸν τόπον ὑποδεικνύουσα ἐν ᾧ ἐστιν ὁ ζητούμενος, καὶ ὅπου βλέπει. {Νείλου.} Ἔπεισεν αὐτὰς ἐξηγουμένη τὸ κάλλος τοῦ Νυμφίου, καὶ διέθηκεν ὡς ἐβούλετο· ὅθεν καὶ τῷ λόγῳ συνεψηφίσαντο τῷ τῆς Νύμφης ἔρωτι, καὶ τοῖς ἔργοις βεβαιοῦσι τὸν πόθον· καὶ τῇ ἐρώσῃ συμπάσχουσαι, καὶ ἐρωτικὸν παθοῦσαί τι πρὸς αὐτὸν ἐκ τῆς διηγήσεως. Τοιαῦτα γὰρ τὰ ὄντως καλὰ, καὶ ὁρώμενα χειροῦται πρὸς πόθον, καὶ ἀκουόμενα ἐφέλκεται πρὸς διάθεσιν· διὸ καὶ ζητεῖν αὐτὸν μετ' αὐτῆς λοιπὸν σπουδάζουσιν. {Ἀπολλιναρίου.} Πανταχῆ μὲν πάρεστιν ὁ Νυμφίος Λόγος· πρὸς δὲ τὸ ἐπιτήδειον ποιεῖται τὰς ἐνεργείας, ὡς ἐν τῷ Ἰσραὴλ πρότερον, καὶ νῦν ἐν τῇ Ἐκκλησίᾳ τὸ ὅλον τοῦ Σωτῆρος ἡ παρουσία, ἐξαιρέτως δὲ ἐν τοῖς ἁγίοις· ἐνταῦθα τοίνυν διὰ τῶν συμβόλων δείκνυσιν αὐτὸν διατρίβοντα· τὸν καιρὸν αἰνιξαμένη καθ' ὃν ἔφη πατάσσεσθαι, καὶ τραυματίζεσθαι, καὶ τὴν περιβολὴν ἀφαιρεῖσθαι. ΚΕΦΑΛ. ʹ.

English

And we will seek him with you. {From Gregory.} First the virgin souls discoursed on what he is, which they were taught by the things he inscribed. Therefore now they inquire where he is, so that having learned where he is, they may worship toward the place where his feet stood; and where he looked, they may station themselves so that his glory may also be seen by them—his appearing being the salvation of those who behold it. She therefore leads them on to the apprehension of the one sought, just as Philip once did to Nathanael: "Come and see"—instead of, See, she points out the place in which the one sought is, and where he looks. {From Nilus.} By expounding the beauty of the Bridegroom she persuaded them, and disposed them as she wished; whence they too have joined their vote to the Bride's love, and by their deeds confirm their longing; and suffering together with the loving woman, and having themselves experienced something of love toward him from the narrative. For such are the things that are truly beautiful: when seen they captivate toward longing, and when heard they draw toward affection; therefore they now hasten to seek him with her. {From Apollinarius.} Everywhere the Bridegroom Word is present; but he performs his activities in relation to what is fitting, as formerly in Israel, and now in the Church the whole presence of the Savior, and especially in the saints. Here, then, through the symbols she shows him dwelling; having hinted at the time in which he said he was struck and wounded and stripped of his garment. Chapter 10.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:147 · narrative
Source · Greek

αʹ. Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ· εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνει ἐν κήποις, συλλέγειν κρίνα. {Γρηγορίου.} Αὕτη μὲν ἡ σημαντικὴ τοῦ λόγου πρὸς τὰς νεάνιδάς ἐστιν ὁδηγία· δι' ὧν μανθάνουσι καὶ ὅπου ἐστὶ, καὶ ὅπου βλέπει· διὰ τούτων δὲ τὸ εὐαγγελικὸν μυστήριον μανθάνομεν. Ἀδελφιδὸς γὰρ παρ' αὐτῆς ὀνομάζεται, διὰ τὸ ἀδελφιδοὺς ὑπάρχειν τῶν τε ἐξ ἐθνῶν λαῶν, καὶ τῶν ἐξ Ἰουδαίων· τὸ δὲ κατέβη διὰ τὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβάντα, καὶ γενόμενον ἐν λῃσταῖς. Κατέβη γὰρ ἐκ τῆς ἀφράστου μακαριότητος φανερωθὲν ἐν σαρκὶ, τοῦ ποιῆσαι πάλιν κῆπον τὴν ἔρημον, τῇ τῶν ἀρετῶν φυτείᾳ καλλωπιζόμενον. Ἀναφυτεύει γὰρ τὸ ἑαυτοῦ γεώργιον ὁ ἀληθινὸς γεωργὸς ἡμᾶς τοὺς ἀνθρώπους. Ἡμεῖς γάρ ἐσμεν αὐτοῦ γεώργιον· αἱ δὲ τοῦ ἀρώματος φιάλαι, ἐν μὲν τῇ τοῦ κάλλους ὑπογραφῇ πρὸς τὸ τῶν σιαγόνων ἐγκώμιον παρελήφθησαν· ἐνταῦθα δὲ τόπος εἶναι τοῦ Νυμφίου καὶ ἐνδιαίτημα παρὰ τοῦ Λόγου μηνύεται· τοῦτο μανθανόντων ἡμῶν, ὅτι οὔτε ἐν ἑρήμῳ τῶν ἀρετῶν ψυχῇ ὁ Νυμφίος λόγος αὐλίζεται· ἀλλ' εἴ τις φιάλη ἀρώματος γένοιτο φύουσα μυρεψικὰ, ὁ τοιοῦτος κρατὴρ τῆς σοφίας γενόμενος, δέχεται ἐν ἑαυτῷ τὸν θεῖον ἀκήρατον οἶνον· δι' ὧν γίνεται τῷ δεξαμένῳ εὐφροσύνη. Νομὴν δὲ νέμεται τοῦ Νυμφίου τὸ ποίμνιον, οὐκ ἐν ἐρήμοις ἀκάνθας, οὐδὲ πόαν χορτώδη, τὰ δὲ ἐκ τῶν κήπων ἀρώματά τε καὶ κρίνα, ἅτινά ἐστιν ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα προσφιλῆ, ὅσα εὔφημα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· ἅπερ εἰς τροφὴν αὐτῆς ὁ καλὸς συλλέγει ποιμήν·

English

1. My beloved has gone down to his garden; he shepherds among the gardens into bowls of aromatic spice, to gather lilies. {From Gregory.} This is the significant guidance of the word to the young women, through which they learn both where he is and where he looks; and through these things we learn the gospel mystery. For she calls him "my beloved" because he is the beloved of both the peoples from the Gentiles and those from the Jews; and "he has gone down" refers to the one who went down from Jerusalem to Jericho and fell among robbers. For he went down from the ineffable blessedness, revealed in the flesh, to make the desert a garden again, adorned with the planting of virtues. For the true husbandman replants his own field—we, the human race. For we are his field; and the bowls of aromatic spice, in the description of beauty, were introduced for the praise of the cheeks; but here the Word indicates that this is the place and dwelling of the Bridegroom, as we learn that the Bridegroom Word does not lodge in a soul that is a desert of virtues; but if anyone becomes a bowl of aromatic spice, growing perfumer's plants, such a one, having become a mixing bowl of wisdom, receives within himself the divine undefiled wine, through which joy comes to the one who receives it. And the Bridegroom's flock grazes not on thorns in the deserts, nor on grassy herbage, but on the aromatics and lilies from the gardens—which are all things that are honorable, all things that are just, all things that are lovely, all things that are of good report; if there is any virtue and if there is any praise—these the good Shepherd gathers for its food.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:148 · narrative
Source · Greek

τὰ μὲν γὰρ κρίνα τοῦ λαμπροῦ καὶ καθαροῦ τῆς διανοίας αἴνιγμα γίνεται, ἡ διὰ τῶν ἀρωμάτων εὔπνοια, τοῦ πάσης ἁμαρτιῶν δυσωδίας ἀλλοτρίως ἔχειν. {Νείλου.} Ὅσην μὲν ἐπὶ τῇ λέξει ζηλοτυπίαν ἔχει τὸ ῥητόν· διακρούεται γὰρ τὰς μετ' αὐτὴν ζητεῖν βουλομένας, ἀπεληλυθέναι λέγουσα αὐτὸν, ὅπου δυσχερὲς ἢ ἀδύνατον ἐκείνας καταβῆναι· ἡ δὲ διάνοια δηλοῖ, ὅτι καταβέβηκεν ὁ Νυμφίος εἰς κῆπον οἰστικὸν λαχάνων, ἅ ἐστι ἀσθενῶν τροφὴ καὶ ὀλιγοπίστων ἔδεσμα· τάχα οὐκ ἂν καταβὰς, εἰ παράδεισος ὁ κῆπος ἐτύγχανεν ὤν. Εἰσέρχεται γὰρ εἰς τὰ τελειότερα· ὡς ἐπιπέδοις ὁμαλῶς ἐπιβαίνων τοῖς ἰσοτίμοις· καταβαίνει δὲ εἰς τὰ ὑποδεέστερα, τὴν τῆς συγκαταβάσεως οἰκονομίαν ὀνομάζων κατάβασιν· καὶ τοῦ ποιμαίνειν δὲ ἐν κήποις τὴν πρὸς τοὺς ποιμαινομένους συγκατάβασιν δηλοῖ· οὐ δυνηθέντας προβῆναι δι' ἀσθένειαν τοῖς ὄρεσι τῆς φυσικῆς καὶ ἀρχαίας εὐδιαγώγου νομῆς, πρὶν ὁ ποιμὴν πρὸς αὐτοὺς καταβῇ· ἐκεῖ διὰ φιλανθρωπίαν γενόμενος, ὅπου αὐτοὶ κατέπεσον δι' ἀμέλειαν· ποιμαίνων δὲ τοὺς ἀσθενεστέρους, ἐν τοῖς τῆς συγκαταβάσεως κήποις, εἴπου εὕρῃ κρίνα ἀνθεῖν ἀρξαμένους τὸ τῆς ἐπὶ Θεὸν πεποιθήσεως ἄνθος· καὶ τὴν μέριμναν τῆς σωματικῆς ἀνάγκης ἐπιῤῥίψαντα ἐπ' αὐτόν. Συλλέγει δὲ ταῦτα μεταφυτεύων ἐν ἐπιτηδειοτέρῳ τόπῳ πάντως καὶ τάγματι· κρίνων γὰρ ἐπιτήδειον τούτοις τὴν ἐν κήποις διαγωγήν· ἵνα μὴ καὶ τοῦ ἔθνους ἐπὶ τὴν ἀρχαίαν ἕλκοντος κατάστασιν, καὶ τῆς πρὸς τοὺς τοιούτους πολλῆς κοινωνίας ἐρεθιζούσης πρὸς ζῆλον μιμήσεως ἐπὶ τὴν παλαιὰν κατενεχθῶσι συνήθειαν. 1708 {Φίλωνος.} Κατέβη πρὸς τὰς ἐν ᾄδου τῶν δικαίων ψυχάς·

English

For the lilies are a riddle of the bright and pure quality of the mind, and the fragrance through the spices means to be estranged from every foul odor of sins. {From Nilus.} How great a jealousy the literal text has for its wording! For it drives away those who wish to seek after him, saying that he has gone away where it is difficult or impossible for them to descend. But the meaning shows that the Bridegroom has gone down into a garden that bears vegetables, which are the food of the weak and the fare of the little-faithful; perhaps he would not have gone down, if the garden happened to be a paradise. For he enters into the more perfect things, as one who walks evenly on level ground among those of equal honor; but he goes down to the inferior things, naming the economy of condescension a "descent." And "to shepherd among the gardens" shows his condescension toward those who are shepherded—those who were unable to advance, through weakness, to the mountains of the natural and ancient easy-going pasture, until the shepherd should go down to them, having come there through love for humanity, where they themselves fell through negligence—shepherding the weaker in the gardens of condescension, wherever he may find lilies beginning to bloom, the flower of trust in God, and casting the care of bodily necessity upon him. And he gathers these, transplanting them into a more suitable place and rank altogether; for he judges the sojourn in gardens suitable for them, lest, while the nation draws them back to the ancient condition, and much fellowship with such people provokes them to a zeal of imitation, they be brought down to the old custom. {From Philo.} He went down to the souls of the righteous in Hades.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:149 · narrative
Source · Greek

φιάλαι γὰρ αὗται τοῦ ἀρώματος· πρῶτον γὰρ οἱ πατριάρχαι τὴν εἰς Χριστὸν ἔπνευσαν πίστιν· καὶ μετὰ τὴν ἀνάστασιν τὰς κατὰ τόπον ἐκκλησίας ποιμαίνειν· συλλέγειν δὲ κρίνα τοὺς ἀγαθοὺς ἄνδρας, ἢ τὸν λόγον τῆς ὁμολογίας αὐτῶν. βʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοῖς κρίνοισ. {Γρηγορίου.} Κανὼν καὶ ὅρος τῆς κατ' ἀρετὴν τελειότητός ἐστιν οὗτος. Μανθάνομεν γὰρ διὰ τούτων τὸ μὴ δεῖν πλὴν τοῦ Θεοῦ μηδὲν ἔχειν, μηδὲ πρὸς ἄλλο τι βλέπειν τὴν κεκαθαρμένην ψυχὴν, ἀλλ' οὕτως ἑαυτὴν ἐκκαθᾶραι παντὸς ὑλικοῦ πράγματός τε καὶ νοήματος, ὡς ὅλην δι' ὅλου μετατεθεῖσαν πρὸς τὸν νοητόν τε καὶ ἄϋλον, ἐναργεστάτην εἰκόνα τοῦ ἀρχετύπου κάλλους ἑαυτὴν ἀπεργάσασθαι. Λέγει οὖν τὴν φωνὴν ταύτην ἡ Νύμφη τὸ προαιρετικόν τε καὶ ἔμψυχον κάτοπτρον· ὅτι Ἐπειδὴ ὅλῳ τῷ κύκλῳ ἐγὼ τὸ τοῦ ἀδελφιδοῦ πρόσωπον βλέπω, διὰ τοῦ ὅλον τῆς ἐκείνου μορφῆς

τὸ κάλλος ἐν ἐμοὶ καθορᾶσθαι· οἷος ἦν Παῦλος ὁ εἰπών· "Ἐμοὶ τὸ ζῇν Χριστός." Οὐδὲν γὰρ τῶν ὑλικῶν καὶ ἀνθρωπίνων μαθημάτων ἐν αὐτῷ ζῇ, οὐ λύπη, οὐ θυμὸς, οὐ φόβος, οὐ δειλία, οὐ τύφος, οὐ θράσος, οὐ φιλοδοξία, οὐκ ἄλλο τι τῶν τὴν ψυχὴν διά τινος σχέσεως κηλιδούντων· ἀλλ' ἐκεῖνός μοι μόνος ἐστὶν, ὃς οὐδὲν τούτων ἐστὶν, ἀλλ' ἢ ἁγιασμὸς καὶ ἀφθαρσία, καὶ φῶς, καὶ ἀλήθεια, καὶ τὰ τοιαῦτα, ὅσα ποιμαίνει ψυχὴν, οὐκ ἐν χόρτοις ἢ φρυγάνοις, ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ ὥσπερ ἐπὶ ὑελίνου σκεύους, οἷον ἂν ᾖ τὸ ἐμβαλλόμενον, διαφανὲς γίνεται· οὕτω τρέφεται μὲν ψυχὴ τοῖς κρίνοις, εἴτ' οὖν ταῖς ἀρεταῖς·

English

For these are bowls of fragrance; for first the patriarchs breathed forth faith in Christ, and after the resurrection, to shepherd the churches in each place; and to gather lilies—the good men, or the word of their confession. 2. I am my beloved's; my beloved is mine, who shepherds among the lilies. {From Gregory.} This is the canon and boundary of perfection according to virtue. For through these things we learn that the purified soul must have nothing except God, nor look to anything else, but so cleanse itself of every material thing and thought as to be wholly and entirely transferred to the intelligible and immaterial, and to render itself the most vivid image of the archetypal beauty. The Bride, then—the deliberate and living mirror—utters this voice: that since with my whole circle I behold the face of my beloved, through the whole of his form the beauty is seen in me; such a one was Paul who said, "For to me to live is Christ." For none of the material and human disciplines lives in him—not grief, not anger, not fear, not cowardice, not vanity, not rashness, not love of glory, nor anything else of the things that stain the soul through some disposition; but he alone is mine, who is none of these things, but rather sanctification and incorruption, and light, and truth, and such things as shepherd a soul, not in meadows or enclosures, but in the splendors of the saints. And just as in the case of a glass vessel, whatever is put into it becomes transparent, so the soul is nourished by the lilies—that is, by the virtues.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:150 · narrative
Source · Greek

ὧν ὁ τῆς ἀγαθῆς πολιτείας ἐμφορηθεὶς, ἐπίδηλον ποιεῖ διὰ τοῦ βίου ἑκάστης ἀρετῆς τὸ εἶδος, διὰ τοῦ ἤθους ἐπιδεικνύμενος. {Νείλου.} Ὅτι ζηλοτύπως ἡ λέξις ἐσχημάτισται· ἵνα γὰρ μὴ νομίσωσι κοινὸν εἶναι πασῶν, καὶ οὔπω τέως ἀξίων τὸν πρὸς τῶν τοιούτων ἔρωτα, μόνην μόνῳ ἑαυτῷ ἀνατίθησι. Πῶς δὲ νῦν ἐν κρίνοις ποιμαίνει; ποιμαίνων ἐν κήποις πρότερον ἢ πάντων προκοψάντων τῶν ποιμαινομένων. Ὥσπερ "τὸ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ," οὕτω καὶ ἡ Νύμφη τῷ Κυρίῳ· καὶ ἔμπαλιν· εἰ δέ τι ἄνθος ὡραῖον ἐν ἀνθρωπίναις ψυχαῖς, ἐκεῖνο συλλέγων ὡς ἄξιον τοῖς ἑαυτοῦ ποιμέσι ποιμαντικῆς. {Φίλωνος.} Ἤγουν ἐγὼ τὰ ἔργα αὐτῷ, καὶ αὐτὸς ἐμοὶ τὸν μισθόν. {Ἀπολιναρίου.} Ὡς ἂν μή τις νομίσῃ διεστάναι τὸν κῆπον αὐτῆς, καὶ τὴν ἐκεῖ τοῦ Νυμφίου διατριβὴν, δείκνυσιν ἑαυτὴν εἶναι τὴν ὑπ' αὐτοῦ νεμομένην· καὶ αὐτὴν εἶναι τὰ κρίνα. Ταῦτα εἰπούσης, ὁ Νυμ φίος ἐπιφαίνεται, ἐγκώμιά τε λέγων αὐτῆς, καὶ τὸ εὐδοκεῖν ἐν αὐτῇ, κατὰ τὸ "Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ." {Κυρίλλου.} Ἐγὼ αὐτῷ τὴν πίστιν, καὶ αὐτὸς ἐμοὶ τὴν βασιλείαν· ποιμαίνει δὲ ἐν τῇ καθαρότητι τῶν Γραφῶν καὶ τῶν ἁγίων δογμάτων. γʹ. Καλὴ εἶ ἡ πλησίον μου, ὡς εὐδοκία· ὡραία, ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμέναι. {Γρηγορίου.} Ἀναθεῖσα ἑαυτὴν τῷ ἀδελφιδῷ, καὶ δεξαμένη τοῦ ἀγαπηθέντος τὸ κάλλος ἐν τῇ ἰδίᾳ μορφῇ, οἵων ἀξιοῦται παρ' αὐτοῦ; Τί δέ ἐστιν ὅ φησιν, ἐνδείκνυται ὁ λόγος τὸ διὰ τῆς κατορθουμένης ἀνόδου μέχρις ἐκείνου τὴν ψυχὴν ὑψωθῆναι, ὡς πρὸς τὰ τοῦ Δεσπότου θαύματα ἑαυτὴν ἀποκλῖναι.

English

Having been filled with these things of good conduct, he makes evident through his life the form of each virtue, displaying it through his character. {Of Nilus.} The phrase has been shaped with zeal; for lest they should think it common to all, and not yet worthy of the love of such things, he assigns it to one alone, to himself alone. But how does he now shepherd among the lilies? Shepherding in gardens previously, before all the shepherded had advanced. Just as "the body is not for fornication, but for the Lord," so also the Bride is for the Lord; and conversely: if there is any beautiful flower in human souls, gathering that as worthy for his own shepherds of pastoral care. {Of Philo.} That is, I give him the works, and he gives me the reward. {Of Apollinaris.} So that no one should think that her garden is separated from the Bridegroom's dwelling there, she shows that she herself is the one pastured by him, and that she herself is the lilies. When she had said these things, the Bridegroom appears, speaking praises of her and his good pleasure in her, according to "I love those who love me." {Of Cyril.} I give him faith, and he gives me the kingdom; and he shepherds in the purity of the Scriptures and of the holy doctrines. 3. You are beautiful, my neighbor, as good pleasure; comely, as Jerusalem; a wonder, as ordered ranks. {Of Gregory.} Having dedicated herself to the beloved, and having received the beauty of the loved one in her own form, of what things is she deemed worthy by him? And what is it that he says? The word shows that through the accomplished ascent the soul is lifted up to that point, so as to incline herself to the wonders of the Master.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:151 · narrative
Source · Greek

Εἰ γὰρ ὁ ἐν κόλποις τοῦ Πατρὸς ὑπὲρ τῆς ἡμῶν ἐνηνθρώπησεν εὐδοκίας, ἵνα γένηται ἐπὶ γῆς εἰρήνη, δηλονότι τὸ κάλλος ἑαυτῆς πρὸς τὴν εὐδοκίαν ὁμοιώσασα τὴν αὐτοῦ, Χριστὸν μιμουμένη τοῖς κατορθώμασι, γίνεται τοῖς ἄλλοις ὅπερ ὁ Χριστὸς τῇ ἀνθρώπων γέγονε φύσει. Καὶ λέγεται Ἱερουσαλὴμ πόλις τοῦ μεγάλου Θεοῦ εἰς οἴκησιν καὶ περίπατον· χωρήσασα τὸν ἀχώρητον, καὶ τῇ τοῦ ἐνοικοῦντος ὡραιότητι καλλωπιζομένη, καὶ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα κατὰ μίμησιν τῶν ἄνω δυνάμεων, αἵ τινες ὑπὸ Θεοῦ εἰσι τεταγμέναι, μηδὲ μιᾶς κακίας ἀνατρεπούσης αὐτῶν τὴν εὐταξίαν· ὡς κοινῶν ἐφ' ἑαυτῆς τὸ θαῦμα καὶ τὴν ἔκπληξιν. Τοῦτο γὰρ ἑρμηνεύει τὸ θάμβος τοιοῦτον· οἷον ἐν ταῖς τεταγμέναις ἐστίν. {Ὠριγένους.} Ὅσον πλησίον γίνεται τοῦ Νυμφίου, κ.τ.λ. δʹ. Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. {Γρηγορίου.} Τινὲς μὲν παρὰ τοῦ Δεσπότου πρὸς τὴν καθαρὰν ταῦτα εἰρῆσθαι ψυχὴν λέγουσιν, ἐγὼ παρὰ τῆς Νύμφης τοῦτο οἶμαι εἰρῆσθαι. Ἐπεὶ γὰρ ἀποῤῥήτως τῇ Γραφῇ πτέρυγας εἶναι περὶ τὴν θείαν εἴρηται φύσιν, κατὰ τὸ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς· ὁ δὲ ἄνθρωπος ἐγένετο κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· πτερωτὴν συμβαίνει λέγεσθαι καὶ τοῦ ἀνθρώπου τὴν φύσιν, ἐν ᾧ τὸ κατ' εἰκόνα ἐφυλάττετο. Ἀπεγύμνωσε δὲ αὐτὸν τῶν τοιούτων πτερῶν ἡ κακία δυνάμεώς τε, φημὶ, καὶ μακαριότητος, καὶ ἀφθαρσίας τούτων νοουμένων· ἀλλ' ἐπεφάνη ὁ Χριστὸς ἵνα δι' ὁσιότητος καὶ δικαιοσύνης αὖθις πτεροφυήσωμεν·

English

For if the one who is in the bosom of the Father became man for the sake of our good pleasure, so that peace might come upon the earth, it is clear that she, having likened her own beauty to his good pleasure and imitating Christ through her right actions, becomes for others what Christ has become for human nature. And she is called Jerusalem, the city of the great God, for a dwelling and a walking-place: having contained the uncontainable, and being adorned with the beauty of the one who dwells in her, and doing all things decently and in order in imitation of the powers above, which have been appointed by God, with no single vice overturning their good order—so that on her own she holds the wonder and the astonishment as things shared. For this is what the amazement means: such a thing as exists among the ordered ranks. {Of Origen.} As much as she draws near to the Bridegroom, etc. 4. Turn your eyes away from me, for they have given me wings. {Of Gregory.} Some say that these things were spoken by the Master to the pure soul, but I think that this was spoken by the Bride. For since ineffably the Scripture has said that there are wings about the divine nature, according to the verse, In the shadow of your wings you will cover me; and, spreading out his wings, he received them; and man came to be according to the image and likeness of God—it follows that the nature of man too is said to be winged, in whom the according-to-the-image was preserved. But wickedness stripped him of such wings—of power, I mean, and blessedness, and incorruption, these being understood. But Christ appeared so that through holiness and righteousness we might again grow wings.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:152 · narrative
Source · Greek

ὁμοῦ τε γὰρ φιλανθρώποις ἡμᾶς οἶδεν ὀφθαλμοῖς ὁ Θεὸς, καὶ κατὰ τὴν ἀρχαίαν φύσιν ἀνεπτερώθημεν. Ὅταν οὖν οἱ ὀφθαλμοί σου ἐπ' ἐμὲ ἐπιβλέπωσιν, ἀποστρέφονται ἀπὸ τοῦ ἐναντίου· οὐ γὰρ ὄψονταί τι ἐν ἐμοὶ τῶν ἐναντιουμένων τῷ πτέρυγας περιστερᾶς ἀναλαβεῖν διὰ τῶν

ἀρετῶν, καὶ πετασθῆναι καὶ καταπαῦσαι. 1712 {Ὠριγένους.} Ἡ Ἐκκλησία τῇ ὡραιότητι, κ.τ.λ. {Νείλου.} Πολλὴν τῆς Νύμφης παῤῥησίαν δηλοῖ, ἐκ τοῦ ἐνατενίζειν ἀδεῶς τῷ Νυμφίῳ. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ Νυμφίος, ἀναπτεροῦται καὶ ἐπὶ πλεῖον οὗτος ἀναβαίνει πρὸς ὕψος θεωρίας χωρῶν, ὅταν εὕρῃ θεωρητικὴν ψυχὴν, τῇ νοήσει παρακολουθῆσαι δυναμένην, ἵν' οὕτως εἴπω, ἀναιδῶς πᾶσιν ἐνατενίζειν τοῖς θεωρουμένοις. Ἀλλὰ παραινῶν κηδεμονικῶς, μὴ ἀτενὲς ἔχειν πάντοτε τὸ τοιοῦτον ὄμμα· καί ποτε δὲ ἀποστρέφειν αὐτὸ καὶ καμμύειν· ἵνα μὴ πολὺ πτερωθέντος τοῦ ἀτενιζομένου ἀτενίσῃ πρὸς τὴν συνανάβασιν καὶ τῶν ὑπὲρ φύσιν ἐφιεμένη· καὶ πρὸς τὰ λοιπὰ νοήματα, ἀμβλυωπέστερα γένηται. {Φίλωνος.} Ἤγουν τὰς ἐμὰς ὁδοὺς οἱ μεταστραφέντες τηρείτωσαν ὀφθαλμοί· τὸν σὸν γάρ μοι τοῦτο πόθον ἐργάζεται. {Κυρίλλου.} Ἀπὸ τῶν ἀπειθούντων σοι τοὺς σοὺς ἀπόστρεψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν σε. εʹ. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖσ. {Γρηγορίου.} Μόναι τοῦ σώματος αἱ τρίχες ἀμοιροῦσιν αἰσθήσεως· ἃς γυναιξὶν εἶναι κόσμον εἶπεν ὁ Παῦλος, ὡραϊζούσας τὴν κεφαλήν.

English

For at the same time God knows us with eyes of loving-kindness, and according to our ancient nature we have taken wing. When, then, your eyes look upon me, they are turned away from the adversary; for they will see nothing in me of the things that oppose the taking up of dove's wings through the

virtues, and flying and coming to rest. 1712 {Of Origen.} The Church, by her beauty, etc. {Of Nilus.} He shows the great boldness of the Bride, from her gazing fearlessly upon the Bridegroom. But if the Word is the Bridegroom, he himself takes wing and rises further to the height of contemplation, going forward whenever he finds a contemplative soul able to follow with the understanding, so to speak, to gaze shamelessly upon all things contemplated. But he exhorts with fatherly care that such an eye should not always be fixed intently; but that sometimes one should turn it away and close it; lest, when the contemplated object has been much winged, it gaze intently toward the ascent together and, desiring things beyond nature, it become dimmer of sight also toward the remaining thoughts. {Of Philo.} That is, let the eyes that have been turned back keep my ways; for this works in me your longing. {Of Cyril.} From those who disobey you turn away your eyes, and incline them to me; for these, he says, stirred up your love. 5. Your hair is like flocks of goats that have come up from Gilead; your teeth are like flocks of shorn sheep that have come up from the washing; all of them bear twins, and none is barren among them. {Of Gregory.} The hairs of the body alone are devoid of sensation; which Paul said are an ornament to women, adorning the head.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:153 · narrative
Source · Greek

Διδάσκει τοίνυν ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς Νύμφης θεωρουμένους, δι' ὧν ἡ Ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι· κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν κατὰ τὴν Παροιμίαν· "Ὅτι σοφοὶ κρύπτουσιν αἴσθησιν·" οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὐ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει, οὐχ ἁφῇ· νεκρώσαντες γὰρ, φησὶ, τὰς αἰσθήσεις, ἐφάπτονται διὰ μόνης τῆς ψυχῆς τῶν κατ' ἔννοιαν ἀγαθῶν ὀρεγόμενοι· καὶ οὕτω δοξάζουσι γυναῖκα τὴν Ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι, οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι, ἀλλ' ἐν τῇ πείρᾳ τῶν τριχῶν ἀναισθησίαν ὑποκρινόμενοι. Εἴληφε δὲ τὰς αἶγας εἰς παραβολὴν, ἢ διὰ τὸ φύσει δασὺ, ἢ ὅτι τῶν ἄκρων ἐπιβαῖνον τὸ ζῶον, οὐ περιολισθαίνει ταῖς πέτραις· ὅπερ τοῖς τὴν τραχεῖαν τῶν ἀρετῶν ὁδὸν κατορθοῦσι, προσφυῶς ἁρμόζεται· ἢ διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας παρειλῆφθαι συντελεῖν πρὸς ἐγκώμιον τῇ κεφαλῇ· κἀν ταῖς Παροιμίαις δὲ ἐν τοῖς τέσσαρσι τοῖς ἐνοδουμένοις, ὁ τράγος ἠρίθμηται, τοῦ αἰπολίου ἡγούμενος. Λεκτέον οὖν ὥσπερ εὑρεθὲν ἐπιτήδευμα, διὰ πολλῶν τῶν ἐφεξῆς διατρέχον, ἐπὶ τὸν εὑρετὴν ἀναφέρεται· ὡς ἐπὶ τὸν Θοβὲλ ἡ χαλκευτικὴ, καὶ ἡ ποιμαντικὴ ἐπὶ τὸν Ἄβελ, καὶ ἡ γεωργικὴ ἐπὶ τὸν Κάϊν, καὶ ἡ ἀμπελουργικὴ ἐπὶ τὸν Νῶε· οὕτως ἐπειδὴ τοῦ θείου ζήλου διαφερόντως Ἠλίας καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τοῖς ἑαυτοῦ ἴχνεσιν ἐπηκολούθησαν, τὸν ἐκείνου μιμησάμενοι βίον, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς·

English

He teaches, then, that those who are seen around the head of the Bride, through whom the Church is glorified, must be superior to the senses, hiding the senses through wisdom, according to Proverbs: "For the wise hide sense"; for whom neither sight is the criterion of the beautiful, nor is the good tested by taste, nor by smell, nor by touch. For having put to death, he says, the senses, they touch through the soul alone, reaching out after the good things perceived by thought; and thus they glorify the Church as a woman, neither puffed up by honors, nor contracted by small-mindedness toward sorrowful things, but in the experience of the hairs feigning insensibility. He has taken the goats as a parable, either because of their naturally shaggy nature, or because the animal, treading upon the heights, does not slip off the rocks—which is fittingly applied to those who successfully traverse the rough road of virtues—or because being taken up in many things of the legal priesthood contributes to the praise of the head; and in Proverbs also, among the four that walk well, the he-goat is numbered, leading the flock. One must say, then, that just as a discovered practice, running through many things in succession, is referred back to the discoverer—as bronze-working to Tubal, and shepherding to Abel, and farming to Cain, and vine-dressing to Noah—so, since Elijah especially led the way in divine zeal, as many as followed in his footsteps after him, imitating his life, have become a flock of the one who led such a life.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:154 · narrative
Source · Greek

οἵ τινες δόξα καὶ ἔπαινος τῆς Ἐκκλησίας γίνονται, εἰς τὸν τῶν τριχῶν καταγέντες κόσμον, ὃν ἡ αἰσθητικὴ ζωὴ κεχώρισταί τε καὶ ἠλλοτρίωται· διὰ δὲ τῶν αὐτῶν, καὶ τοὺς τρέφοντας τὸ σῶμα τῆς Ἐκκλησίας ὀδόντας ἐπαινεῖ, οὓς εἶναι βούλεται διὰ παντὸς, ὡς ἀπὸ λουτροῦ καθαροὺς, καὶ τὰς τρίχας ἔχειν ἀπερίττους ὡς ἀπὸ προσφάτου κουρᾶς· καὶ κατὰ τὸν τόκον τῶν ἀρετῶν διδυμεύοντας, τῆς διπλῆς καθαρότητος γίνεσθαι πατέρας· τῆς τε κατὰ ψυχὴν καὶ τῆς κατὰ σῶμα θεωρουμένης· καὶ μηδὲν ἔχει ἀγονοῦν ἐν τῷ κρείττονι. {Ὠριγένους.} Εἴρηται δεύτερον ταῦτα τῇ Νύμφῃ, κ.τ.λ. ʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου· καὶ ἡ λαλιά σου ὡραία· ὡς λέπυρον τῆς ῥόας, μῆλόν σου· ἐκτὸς τῆς σιωπήσεώς σου. {Γρηγορίου.} Μέτρου ὄνομα τὸ σπαρτίον· τὴν μὲν οὖν μεμετρημένην τοῦ λόγου διακονίαν δηλοῖ, ἢν ὁ ψαλμῳδὸς φυλακὴν καὶ θύραν περιοχῆς ὠνόμασε· τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν τῷ τοῦ Σωτῆρος περικέχρηται αἵματι· ὁ τοίνυν λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, αὐτὸς ἔχει τὸ σχοινίον ἐπὶ τοῦ σώματος τὸ γεωμετρικὸν, τῷ τοῦ λυτρωτοῦ καλλωπιζόμενον αἵματι· λαλιὰν δὲ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ καθαρὸν καὶ ἔμμετρον· τὸ γὰρ ἀκριβῶς ὡραῖον ἐν τῷ ἰδίῳ καιρῷ

English

These become the glory and praise of the Church, having descended into the adornment of the hairs, from which the sensory life has been separated and estranged; and through these same things he also praises the teeth that nourish the body of the Church, which he wishes to be always clean as from a bath, and to have the hairs without excess as from a fresh shearing; and, in the bearing of the virtues, doubling, to become fathers of a double purity—that which is contemplated according to the soul and that according to the body—and to have nothing barren in the better part. {Of Origen.} These things are said a second time to the Bride, etc. 9. Your lips are like a scarlet cord, and your speech is beautiful; your cheek is like the rind of a pomegranate, apart from your silence. {Of Gregory.} The cord is the name of a measure; it signifies the measured ministry of the word, which the psalmist called the guard and door of enclosure; and the word especially attains its measure when it has been furnished with the blood of the Savior. Therefore the one who has Christ speaking within himself has the geometrical cord upon his body, adorned with the blood of the Redeemer; and he calls the scarlet cord beautiful speech, through which again he signifies what is pure and measured; for that which is precisely beautiful in its own season

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:155 · narrative
Source · Greek

τῆς ἀκμῆς προσφερόμενον, οὔτε ἄωρόν ἐστιν, οὔτε ἐξέωρον· τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων, μεγάλην τινὰ προσμαρτυρεῖ τῇ Νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα· σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρασκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς, παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. Ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον, οὕτως ἐνδείκνυται τῷ φαινομένῳ κάλλει τοῦ βίου, τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. Οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς, τῷ ἐναρέτῳ βίῳ καθάπερ τινὶ ῥόας λεπύρῳ κρατούμενος· τὸ δὲ ἐκτὸς τῆς σιωπήσεώς σου τοιοῦτόν ἐστιν, ὅτι ὁ ἔπαινος οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστι ὅσα τῷ λόγῳ μηνύεται, ἀλλὰ μᾶλλον ὅσα τῇ σιωπῇ ἀποκρύπτεται, τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν· ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου σιωπὴ νοεῖται, οὕτω καὶ τὸ ἐκτὸς σιωπήσεως, τὸν λόγον νοήσεις. Ἐκεῖνο γὰρ σιωπῶμεν ὃ διὰ τῶν λόγων ἐξαγγέλλειν ἀδυνατοῦμεν· φησὶν οὖν ὅτι καλὰ μὲν καὶ μεγάλα τῷ λόγῳ φανῆναι δυνάμενα ὃ ἐκτός ἐστι τῆς σιωπήσεως· τὰ δὲ τοῦ λόγου ἐκτὸς τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄῤῥητά τε καὶ ἀνεκφώνητα, μείζω πάντως καὶ θαυμασιώτερα τῶν ἐκφαινουμένων ἐστίν. ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς· ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσι· βασίλισσαι καὶ παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν.

English

Being offered in its prime, it is neither unseasonable nor out of season; and by adorning the apple of the cheek with the husk of the pomegranate, he testifies to a great perfection in good things in the Bride; for he signifies that the treasure has not been prepared for her in something else, but that she herself is a treasure to herself, containing in herself the provision of every good thing. For just as the edible part is contained by the husk of the pomegranate, so it is shown that by the visible beauty of her life the treasure within her is contained. This, then, is the hidden treasure of hopes, the soul's own fruit, held fast by the virtuous life as by a kind of pomegranate husk; and what is outside your silence is of this sort, that the praise is not so much from things that appear as is made known by word, but rather as much as is hidden by silence, escaping the declaration of word. For just as what is outside word is understood as silence, so also what is outside silence you will understand as word. For we are silent about that which we are unable to proclaim through words. He says, then, that those things which can appear by word are beautiful and great—that is what is outside silence; but the things outside word, the things covered by silence, the ineffable and unutterable, are altogether greater and more wonderful than those that are revealed. 7, 8. There are sixty queens, and eighty concubines, and maidens without number. One is my dove, my perfect one; one is she to her mother; she is chosen to her who bore her. The daughters saw her and will call her blessed; queens and concubines, and they will praise her.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:156 · narrative
Source · Greek

{Γρηγορίου.} Δόγμα ἐστὶ τῶν ἀστειοτέρων ἐν τοῖς ῥητοῖς τούτοις, φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς Νύμφης παρατίθεται· ὅτι οὐ μετὰ τῆς αὐτῆς τάξεως καὶ ἀκολουθίας κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται. Ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως παρήχθη ἡ κτίσις, ἐφ' ἑκάστου τῶν ὄντων ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας· πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγενομένοις, ὁμοῦ τῇ ἀρχῇ συνανισχούσης τῆς τελειότητος· ἓν δὲ τῶν κτισθέντων καὶ ἀνθρωπίνη φύσις ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι. Κατ' εἰκόνα γὰρ Θεοῦ ἐγένετο ὁ ἄνθρωπος καὶ ὁμοίωσιν· δεικνύντος τοῦ λόγου τὸ ἀκρότατον καὶ τελειότατον· τί γὰρ ὑπέρτερον τῆς πρὸς Θεὸν ὁμοιότητος; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας, καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο, ἐπεὶ δὲ διὰ κακίας θανάτῳ παρεδόθη, οὐκ ἀθρόαν πάλιν ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινὶ καὶ τάξει πρόεισιν ἐπὶ τὸ μεῖζον, κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν, δι' ἀστειοτέρας διαγωγῆς περιξυομένη τὴν συμφυΐαν τοῦ χείρονος· ὅθεν καὶ πολλὰς μονὰς εἶναι παρὰ τῷ Πατρὶ μεμαθήκαμεν, κατὰ ἀναλογίαν τῆς ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως. Ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι βιώσεως· ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου, πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος· τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος· ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη·

English

{From Gregory.} This is a doctrine of the more elegant sort in these words; he sets forth philosophy through the praises of the Bride: that things which exist are not created and re-created with the same order and sequence. For when in the beginning creation was brought forth by divine power, in the case of each existing thing the end was joined inseparably to the beginning; for all things that came to be out of non-being into being, perfection shone forth together with the beginning at once; and one of the things created, human nature too, was fashioned together with perfection from its first existence. For man was made in the image and likeness of God, the word showing the highest and most perfect; for what is higher than likeness to God? In the first creation, then, the end appeared inseparably together with the beginning, and the nature began to be from perfection; but when through wickedness it was handed over to death, it does not again recover perfection all at once, but advances toward the greater by a certain way and order, gradually stripping off its attachment to things contrary, scraping away the inborn union with the worse through a more refined manner of life; whence we have learned that there are many mansions with the Father, in proportion to each one's relation to the good and his departure from the worse, the recompense being prepared for all. For one man is at the beginning of a better life, having just now, as it were, swum up from some deep of the life of wickedness toward participation in the truth; for another there has already come, through diligence, an addition of the better; another has been increased further through desire for good things.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:157 · narrative
Source · Greek

ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως· ἕτερος καὶ τὸ μήπου παρέδραμεν. Εἰσὶ δέ τινες οἱ καὶ τούτων ὑπεράραντες· ἄλλοι κἀκείνους παρήλασαν· καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται· καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ Θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι, τὰς οἰκείας ἑκάστῳ ἀμοιβὰς ἀποδιδούς. Ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν, τὴν διαφορὰν τῶν ψυχῶν, οἳ πρὸς τὸν Νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· οἱ μὲν γὰρ ἄρτι καθάπερ νηδύος τινὸς, τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γινόμενοι, ἀρτιγενεῖς ὄντες, καὶ οὔπω διηρθρωμένον τὸν λόγον ἐν ἑαυτοῖς χωρήσαντα, τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦντες πλήθει· σωτηρίον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον· οὐ μὴν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ καθυδριμένην ἔχοντες ἐν

ἑαυτοῖς τὴν ἀλήθειαν. Αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες, διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν· αἱ γεννηθεῖσαι μὲν τῷ λόγῳ τῆς πίστεως, οὔπω δὲ διὰ τῆς προσηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμον ἀκμὴν προελθεῖν, καὶ φθᾶσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳ τοῦ Κυρίου δύνασθαι κυοφορῆσαι, καὶ Πνεῦμα σωτηρίας παιδοποιήσασθαι. Πλὴν καὶ οὗτοι τῶν σωζομένων· τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ, καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα, διπλῆν ὑπὸ τοῦ Λόγου τὴν διαφορὰν διδασκόμεθα. Γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ Λόγῳ, καὶ αὗται κἀκεῖναι·

English

But the one who is in the middle of the ascent of lofty things is another, and he has not yet run past. And there are some who have surpassed even these; others have passed by those as well; and others beyond these strain toward the upward course; and in general, according to the varied difference of their choices, God receives each one in his own rank, rendering to each his proper recompense. These things we supposed the discourse to philosophize through the aforementioned utterances, having set forth in what we have said the difference of the souls who look toward the Bridegroom. For some, just now coming out, as it were, from some womb of deception lying in the depths, being newly born, and not yet having received the word distinctly articulated within themselves, behold in an infinite multitude by the more irrational assent of faith—having believed that the word of the mystery is salvific, yet not possessing the truth within themselves established by any knowledge and by the full assurance that comes through reason. These are the ones named maidens, because they still lead a young spiritual age; begotten indeed by the word of faith, but not yet through the fitting growth having become such as to come forth to the prime of marriage, and to reach a perfect man, to the measure of the marriageable age, so as to be able by the fear of the Lord to conceive and to beget children of the Spirit of salvation. Nevertheless even these are among those being saved. But of those who have grown in understanding through the fitting care, and have already left infancy behind, we are taught by the Word a twofold difference. For the souls become consubstantial with the Word, both these and those;

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:158 · narrative
Source · Greek

ἀλλ' αἱ μὲν ἐρωτικαὶ, τινὶ διαθέσει προσκολλῶνται· αἵ τινες διὰ τῆς τελειοτέρας διαθέσεως ἀνακραθεῖσαι τῇ τοῦ Θεοῦ καθαρότητι, βασίλισσαι ὀνομάζονται, διὰ τὴν τῆς βασιλείας κοινωνίαν· οἷα ἦν ἡ τοῦ Δαβὶδ λέγουσα· "Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι·" καὶ ἡ τοῦ Παύλου· "Οὐδεὶς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ." Αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσαι πείρας, μένουσαι καὶ αὖται ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ, ἀλλὰ φόβῳ μᾶλλον ἢ πόθῳ παιδαγωγούμεναι, αἵ τινες παλλακαὶ ἀπὸ τοῦ λόγου κατονομάζονται· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως, καὶ κοινωνὸς τῆς ἀξίας δυνατῶς ἔχει· διὰ τὸ μὴ ἀναλαβέσθαι τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος· ἡ δὲ κατὰ τὸν ἀριθμὸν διαφορὰ τῆς τῶν δύο ταγμάτων διαστολῆς, τοιοῦτόν μοι δοκεῖ νοῦν ἔχειν. {Γρηγορίου.} Ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ὀνομάζεται. Λογισώμεθα τούτων ἑκάστην, τὸ δεσποτικὸν εἶναι τάλαντον· προσήκει δεκαπλασιασθῆναι παρὰ τοῦ πιστοῦ οἰκέτου παρὰ τῆς ἐργασίας. Εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν, ἢ τῆς βασιλείας γίνεται κοινωνία τῇ ψυχῇ, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ, τὸ δεκαπλασιάσαι τὴν ἐντολὴν, καθώς φησιν ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος, ὅτι ἴδε δέκα τάλαντα τὸ ἕν σου τάλαντον ἐποίησεν, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἐξήκοντα πλατυνομένην· τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἑξήκοντα ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν· ὡς πολλὰς εἶναι τὴν μίαν, τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν, καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν·

English

But the erotic ones cleave to him by a certain disposition; and these, having been mingled through the more perfect disposition with the purity of God, are called queens, because of their communion with the kingdom; such was the one of David who said, "But for me, to cleave to God is good;" and the one of Paul: "No one will separate us from the love of Christ." But those who by fear of punishment flee adulterous experiences, remaining themselves also in incorruption and sanctification, but being disciplined by fear rather than by longing, these are named concubines by the word; for not yet is any of them a mother of a king, and able to be a partaker of the dignity; because they have not taken up the masterless and self-ruling character of virtuous thought; but the difference in number of the distinction of the two orders seems to me to have this meaning. {Of Gregory.} There are six commandments through which the kingdom is named for those on the right. Let us reckon each of these, that the master's talent is; it is fitting that it be multiplied tenfold by the faithful servant through his labor. If, then, through these six commandments communion with the kingdom comes to the soul, and the perfection of the work in each is to multiply the commandment tenfold, just as that good servant says, "Behold, your one talent has made ten talents," we find from what follows the one queen broadened into sixty; the one received into communion of the kingdom through the tenfold multiplication of the sixty commandments; so that the one is many, having been divided by the manifold character of the commandments, and having been formed individually in each of the right actions.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:159 · narrative
Source · Greek

ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα, τὸ τῆς ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν· πρὸς ἣν βλέποντες οἱ φόβῳ παιδαγωγούμενοι, τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται. Οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη. Μαστιγουμένων γὰρ ἄντικρυς αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλαιον ἐπικάμπτουσαι τὴν ἀκοήν· φησὶ γὰρ πρὸς τὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμι·" ἔσται τοίνυν καὶ ἐπὶ τοῦτο ἀναλόγως τῆς ἐντολῆς, ἡ ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, γενόμεναι ὀγδοήκοντα παλλακαὶ, τὴν δευτέραν τάξιν ἔχουσαι μετὰ τὴν βασίλισσαν· αἳ φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσι. Πλὴν εἰ ἔξω βάλλει τελείως ἡ ἀγάπη τὸν φόβον, καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σωζόμενον, ἐν τῇ πρὸς τὸν μόνον ἀγαθὸν συμφυΐᾳ· πάντων ἀλλήλοις ἑνωθέντων, διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος· ἵνα καθώς φησιν ἐν Εὐαγγελίοις· "Ἓν ὦσι, καθὼς ἡμεῖς ἕν ἐσμεν·" τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης τὸ Πνεῦμα τὸ ἅγιον· ὁ τοίνυν ἐκ μὲν νηπίου εἰς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως, καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ παλλακίδος τὴν τῆς βασιλικῆς ἀξίαν μεταλαβὼν, δεκτικὸς δὲ τῆς τοῦ Πνεύματος δόξης γενόμενος δι' εὐπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερά. Μητέρα δὲ αὐτοῦ λέγει εἶναι τὴν περιστερὰν ἐκείνην, τὴν ἐπὶ τῷ Ἰορδάνῃ ἐκ τοῦ οὐρανοῦ καταπτᾶσαν·

English

Correspondingly, we say that through the eighty the mystery of the eighth is also indicated; looking to this, those who are trained by fear are kept away from communion with evils. For so we have learned in the psalmody, in which the eighth is placed first through the inscription. For the voices of those being scourged, bending the hearing to oil through fear of the things hoped for, say plainly to the judge—the one who looks to the eighth: "O Lord, do not rebuke me in your anger, nor discipline me in your wrath; have mercy on me, O Lord, for I am weak." There will therefore be, also in this matter, in proportion to the commandment, the increase to tenfold, there having become eighty concubines, holding the second rank after the queen; who approach the good by servile fear and not by bridal love. Except if love casts out fear completely, and fear, being transformed, becomes love, then the saved one is found to be a unity, in the coalescence with the only good; all things having been united to one another through the perfection according to the dove; so that, as he says in the Gospels, "they may be one, as we are one." And the unifying bond of this unity is the Holy Spirit. Therefore the one who has run up from infant to perfect man through growth, and has reached the measure of the spiritual stature, and from slave and concubine has received the worth of the royal, and has become receptive of the glory of the Spirit through good disposition and purity—this one is the perfect dove. And he says that his mother is that dove which flew down from heaven at the Jordan.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:160 · narrative
Source · Greek

τῷ γὰρ τέκνῳ πάντως, ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις· ταύτην τὴν ψυχὴν μακαριοῦσιν οἱ νεάνιδες· ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι· κοινὸς γὰρ ἐπὶ

παντὸς τάγματος πάσαις ψυχαῖς ὁ δρόμος, πρὸς τὴν τοιαύτην μακαριότητα· φύσις δέ ἐστι πᾶσι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινουμένοις τῆς ἐπιθυμίας συντείνεσθαι· ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσι πάντως γενέσθαι περιστεραὶ καὶ αὗται· καὶ τὸ αἰνεῖσθαι παρὰ τῶν παλλακίδων καὶ βασιλίδων, τεκμήριόν ἐστι τοῦ καὶ αὐτὰς πρὸς τὸν ἐπαινούμενον τὴν σπουδὴν ἔχειν· ἕως ἂν πάντων ἓν γενομένων τῶν πρὸς τὸν αὐτὸν τῆς ἐπιθυμίας βλεπόντων σκοπὸν, μηδὲ μιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι τοῖς διὰ τῆς ἑνότητος ἐν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις. {Νείλου.} Ἑξήκοντα βασίλισσαι, τάχα τοὺς ἐν τῷ Ἰουδαϊσμῷ λέγει. Βασίλειον γὰρ ἦσάν ποτε ἱεράτευμα καὶ ἔθνος ἅγιον· ὀγδοήκοντα δὲ παλλακὰς, τὰς διὰ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον τῇ ὀγδόῃ δεκάδι ἀριθμουμένας· διὰ δὲ τὸ μὴ γνησίαν τὴν πρὸς αὐτὸν ἔχειν συζυγίαν, τῷ τῶν παλλακίδων ὀνόματι σημαινομένας αἱρέσεις. Νεάνιδας δὲ, ἃς οὔτε ἀριθμοῦ ἠξίωσε, τὰ ἔθνη τὰ ἀπηλλοτριωμένα τοῦ Θεοῦ, καὶ ξένα τῶν διαθηκῶν τοῦ πατρός· οὐ γὰρ διὰ πλῆθος αὐτὰς ὁ τὸ πλῆθος τῶν ἄστρων ἀριθμῶν οὐκ ἠρίθμησεν, ἀλλὰ διὰ τὸ ἀνάξιον τοῦ ἀριθμοῦ. Ταῦτα γὰρ ἀξιοῖ ἀριθμεῖν, ὅσα τὴν τάξιν ἐλλόγιμον ἔχει καὶ ἀξιόπιστον·

English

For in the child, the nature of the one who begot it is entirely observed. This soul the maidens will call blessed; this soul the concubines and queens praise. For the course toward such blessedness is common to all souls in every rank. And it is nature for all to strain their desire toward what is blessed and praiseworthy, so that if the daughters call the dove blessed, they surely desire to become doves themselves; and to be praised by the concubines and queens is a proof that they too have zeal toward the one who is praised, until, when all who look toward the same goal of desire have become one, and not even one trace of evil is left in anyone, God becomes all in all in those who through unity are mingled in the communion of the good. {Of Nilus.} Sixty queens: perhaps he means those in Judaism. For they were once a royal priesthood and a holy nation. And eighty concubines: those numbered by the decade of eight on account of the mystery of the resurrection, but signified by the name of concubines because they do not have a genuine union with him—the heresies. And maidens: those whom he did not deem worthy of number—the nations alienated from God and strangers to the covenants of the father. For he who numbers the multitude of the stars did not fail to number them because of their multitude, but because they were unworthy of number. For he deems worthy of numbering as many as have an order that is reasonable and trustworthy.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:161 · narrative
Source · Greek

μίαν δὲ περιστερὰν λέγει τὴν Ἐκκλησίαν, ἥ τις διὰ τὸ κεκοιμῆσθαι ἀνὰ μέσων τῶν κλήρων, περιστερὰ γέγονε τελεία, τὰς πτέρυγας ἔχουσα περιηργυρωμένας, καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· διὰ τὸ τέλειον τῆς κατ' ἀρετὴν ἕξεως ὁμοιωθεῖσα τῷ ἐν οὐρανοῖς τελείῳ Πατρὶ, καὶ ἐκλεκτὴν οὖσαν τῇ μητρὶ αὐτῆς, τῇ ἐν τοῖς τῆς ἀληθείας δόγμασιν αὐτὴν τεκούσῃ σοφίᾳ ἣν νῦν μὲν εἴδοσαν θυγατέρες βασίλισσαι καὶ παλλακαὶ, οὐκ ἐνόησαν δὲ, οὐδὲ συνῆκαν τὸ περὶ αὐτὴν οἰκονομηθὲν μυστήριον· αἰνέσουσι δὲ ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως· ἐξιωμένην τὴν πρὸς τὸν Χριστὸν συνάφειαν. Τὸ μὲν γὰρ, ἐπὶ τοῦ παρελθόντος· τὸ δὲ μακαριοῦσι καὶ αἰνέσουσι ἐπὶ τοῦ μέλλοντος. {Φίλωνος.} Ἢ ἑξήκοντα βασίλισσαι, τὰς ἐκ τῶν δώδεκα φυλῶν ταῖς πέντε καθαρευούσαις αἰσθήσεσι ψυχάς. Περιστερὰ δὲ ἡ ἄκακος Ἐκκλησία Χριστοῦ· τῇ δὲ μητρὶ αὐτῆς ἐστι μία τῇ ἐπ' οὐρανίῳ σοφίᾳ, τῇ σαρκὶ Χριστοῦ ἐκλεκτῇ οὔσῃ, ἐν τῷ ἀναγεννᾶσθαι αὐτήν· ἣν αἱ θυγατέρες μακαριοῦσι· "Πολλοὶ γὰρ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἃ ἴδετε, καὶ οὐκ εἶδον." {Ἀπολιναρίου.} Καὶ ἄλλως· τὸ τελειότατον αὐτῆς ἐν τῇ πρὸς Θεὸν οἰκειώσει δηλοῦται, παραβαλλομένης τῆς τελείας Ἐκκλησίας τοῖς τε ἐκ τῆς προτέρας κλήσεως ἐπιφανεστάτοις, καὶ τοῖς νῦν δευτέροις μετ' αὐτήν. Κοσμικὴ δὲ ἡ τοῦ προτέρου λαοῦ κλῆσις, καὶ τῇ ἑξάδι σύστοιχος τῇ κοσμογόνῳ· ἡγεμονικὴ δὲ αὕτη καὶ ἡ ἐπὶ βασιλείᾳ κειμένη·

English

He calls the Church one dove, which because it has slept among the lots has become a perfect dove, having its wings silvered over and its back in the greenness of gold; because of the perfection of its disposition in virtue it has been made like the perfect Father in the heavens, and is chosen by its mother, the wisdom that bore it in the doctrines of truth, which now the king's daughters and concubines saw but did not understand, nor comprehend the mystery dispensed concerning it; but they will praise it in the time of recompense, when the union with Christ is attained. For the one belongs to the past; but the other—they will call it blessed and praise it—belongs to the future. {Of Philo.} Or, the sixty queens are the souls from the twelve tribes together with the five pure senses. And the dove is the guileless Church of Christ; and it is one with its mother, the heavenly wisdom, which is chosen in the flesh of Christ, in its being born again; which the daughters will call blessed: "For many prophets and kings desired to see what you see, and did not see it." {Of Apollinaris.} And otherwise: its most perfect state is made clear in its intimacy with God, when the perfect Church is compared both with the most illustrious of the former calling and with those now second after it. And the calling of the former people is worldly, and paired with the six, the world-begotten number; but this one is governing and set for kingship.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:162 · narrative
Source · Greek

τηρεῖται δὲ τῷ γένει τῷ Ἰσραηλιτικῷ τὸ βασιλικὸν ἀξίωμα παρὰ Χριστοῦ κατὰ τὰς προφητείας, τὸν τοῦ Δαβὶδ ἐπαγγελλομένας θρόνον, καὶ τὸν τούτου κατορθωτὴν Χριστὸν, κατὰ τὸ ἐν Εὐαγγελίοις· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· τὰς δὲ τῆς Νέας Διαθήκης, ὀγδοήκοντα δείκνυσιν ἀριθμός. {Ἰσιδώρου.} Τί ἐστιν, ἑξήκοντά εἰσι βασίλισσαι, καὶ τὰ ἑξῆς, Ἄκουε· ἐχέτω μὲν ἡ ἀμώμητος καὶ παρθένος Ἐκκλησία, ἡ ὀρθὴν καὶ περὶ τὸν θεῖον πίστιν ἔχουσα τὰ πρωτεῖα, καὶ αὕτη καλείσθω περιστερὰ τελεία, ὅλων τῶν ταγμάτων ὑπερβαίνουσα τὴν ἀξίαν. Εἰ δὲ καὶ εἰς πράξεις αὐτὸ ἐκλαβεῖν χρὴ, λελέχθω καὶ τάδε· ἑξήκοντά εἰσι βασίλισσαι, αἱ τῆς βασιλείας ἕνεκεν εὖ πράττουσαι ψυχαί· καὶ ὀγδοήκοντα παλλακαὶ, αἱ φόβῳ τῆς κολάσεως ἀπεχόμεναι κακοῦ· καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμὸς, αἱ διά τινας προφάσεις κοσμικὰς σωφρονοῦσαι, καὶ τὸ δίκαιον διώκουσαι· δι' ὧν οὔτε πόθῳ τῆς βασιλείας, οὔτε φόβῳ τῆς κρίσεως τὸ δέον πράττουσαι, ἀλλ' ἵνα πλούτου ἢ δόξης ἤ τινος μὴ στερηθῶσι. Μία ἐστὶ περιστερὰ τελεία ἡ τὸ καλὸν πράττουσα, τῶν ἄκρων ἁγίων σύνοδος, ἡ οὔτε διὰ μισθὸν, οὔτε διὰ τιμωρίαν, οὔτε διὰ πρόφασίν τινα βιωτικὴν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ φίλον πράττουσα τὸ δέον. {Ὠριγένους.} Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι, κ.τ.λ. Αἴτιος οὖν γενοῦ τῆς ἀγαλλιάσεως· αἴτιος οὖν γενοῦ τοῦ δραμεῖν αὐτὸν ἐπὶ σέ· θέλει γάρ σε

English

The royal dignity is preserved for the Israelite race by Christ according to the prophecies, which promise the throne of David and Christ as the one who sets it right, according to what is in the Gospels: and he shall reign over the house of Jacob forever. And the number eighty shows the things of the New Testament. {Of Isidore.} What is this, "There are sixty queens," and the rest? Hear: let the blameless and virgin Church, which holds the first place in right faith concerning the divine, have this, and let she be called a perfect dove, surpassing the worth of all the orders. But if it must also be understood in relation to actions, let these things too be said: "There are sixty queens"—the souls that do well for the sake of the kingdom; and "eighty concubines"—those who abstain from evil out of fear of punishment; and "young women without number"—those who are temperate for certain worldly reasons and pursue what is just; through whom they do what is due neither out of longing for the kingdom nor out of fear of judgment, but so that they may not be deprived of wealth or glory or something else. One is the perfect dove—the one that does the good, the assembly of the highest saints, the one that does what is due neither for reward, nor for punishment, nor for any worldly reason, but because it is dear to God. {Of Origen.} The young women who have no number, etc. Therefore be the cause of the exultation; therefore be the cause of his running to you; for he wishes you

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:163 · narrative
Source · Greek

προασπάσασθαι, θέλει προλαβεῖν. θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος, θάμβος ὡς τεταγμέναι; Νόει τὴν Νύμφην ἀνακεχωρηκέναι τοῦ Νυμφίου, τοὺς πολλοὺς αἰδουμένην ἐπαίνους· παρατιθεὶς δὲ ταύτην τὰς τῶν ἄλλων τῶν προσεληλυθότων ψυχὰς ὁ Νυμφίος, θαυμαζέτω τῆς ἀπούσης τὴν τελειότητα, ἐφ' οἷς αἱ θεωροῦσαι θυγατέρες αὐτῆς τὸ κάλλος, μακαρίζουσιν αὐτήν· καὶ αἱ παλλακαὶ καὶ βασίλισσαι ὡς θυγατέρα αἰνοῦσιν· ἐφ' οἷς ἡ Νύμφη καθάπερ ἐπὶ σκηνῆς λαμπροτάτη γενομένη φαινέσθω· καὶ τοῖς ἑτέροις ὁ Νυμφίος, τὰ προκείμενα λεγέτω περὶ αὐτῆς. Ἡ προκύπτουσα γὰρ ἐκ σκότους ψυχὴ, ὄρθρῳ πρῶτον εἰκάζεται, διὰ τὸ ἄρτι ἀρχομένας ἡμέρας καταυγάζεσθαι· ἐκκύψασα δὲ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, γίνεται ὡς ἐκλεκτὴ σελήνη τουτέστιν ἡ πανσέληνος, μὴ ἔχουσα ἐν ἑαυτῇ μέρος ἀφώτιστον τοῦ τῆς δικαιοσύνης Ἡλίου. Ἀλλ' ἐπεὶ ἡ σελήνη εἰς ἀρχὰς τέτακται τῆς νυκτὸς, οὐχ ἵσταται δὲ τὰ τῆς ἀμώμου καὶ ἀσπίλου Ἐκκλησίας, κατὰ τὸ τῆς σελήνης παράδειγμα, διὰ τοῦτο κατὰ τὸ παρ' Ἡσαΐᾳ, ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος· τὸ δὲ φῶς αὐτῆς οὕτω καταπληκτικὸν, ὡς ἐκθαμβηθῆναι τοὺς ὑποδεεστέρους· ἴσον δύνασθαι τῶν ἐν αὐτῇ θεωρημάτων τὸ πλῆθος καὶ τῶν ἐκ τούτων ἔργων, ὅλῳ τῷ πλήθει τῶν ἐν τῷ παντὶ τεταγμένων. Τάχα δὲ ἐκ τοῦ νενοηκέναι τὴν ἐν τοῖς λόγοις τάξιν καὶ πάντων ἀνειληφέναι τὸν λόγον, τύποι ἐγγινόμενοι αὐτοὶ τῶν τεταγμένων ποιοῦσιν αὐτὴν εἶναι ὡς τὰς τεταγμένας ἐν τῷ παντὶ δυνάμεις.

English

to greet beforehand, she wishes to anticipate. 9. Who is this that looks forth like the dawn, fair as the moon, choice as the sun, awesome as ordered hosts? Understand that the Bride has withdrawn from the Bridegroom, out of reverence for the many praises; and the Bridegroom, setting her alongside the souls of the others who have come near, marvels at the perfection of her who is absent, in that the daughters who behold her beauty call her blessed; and the concubines and queens praise her as a daughter; and in these things let the Bride appear as though on a stage, most radiant; and to the others let the Bridegroom speak the things set before us concerning her. For the soul that comes forth from darkness is first likened to the dawn, because it is illumined at the very beginning of days; but having looked forth from the world and the things in it, it becomes like the choice moon—that is, the full moon—having in itself no unilluminated part of the Sun of righteousness. But since the moon is appointed for the beginnings of the night, yet the things of the blameless and spotless Church do not stand still, according to the example of the moon; for this reason, according to what is in Isaiah, the moon shall be as the sun; and its light is so astounding that those of lower rank are amazed; the multitude of the contemplations in it and of the works that come from these is able to equal the whole multitude of those ordered in the universe. And perhaps, from having understood the order in the words and having taken up the account of all things, the types that arise in it make it to be like the powers ordered in the universe.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:164 · narrative
Source · Greek

{Νείλου.} Τὸ ἐπουράνιον αὐτῆς πολίτευμα καταπλαγέντες οἱ φίλοι τοῦ Νυμφίου ἐθαμβήθησαν, καὶ ὁμολογοῦσι τὴν ἔκπληξιν, τὸ φῶς τῶν πράξεων αὐτῆς βλέποντες λάμπον ἔμπροσθεν τῶν ἀνθρώπων· ὅπως πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα, τεταγμένη ἐστὶ τῇ καταστάσει, οὐδὲν ἔχουσα πλημμελὲς, οὐδὲ συγκεχυμένον. Καλὴ δέ ἐστιν ὡς σελήνη, καὶ ἐκλεκτὴ ὡς ἥλιος· ἐπειδὴ καὶ τὰς ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ φωτίζει ἑκάστῃ καταστάσει τῶν ὠφελουμένων προσφόρως ἁρμοζομένη· καὶ ὡς ὄρθρος δὲ ἐκκύπτει τῆς οἰκείας ἕξεως συγκαταβατικῶς· οὐχ ὅλην δὲ αὐτὴν δεικνύουσα τοῖς ὅλην ἰδεῖν οὐ δυναμένοις, ἀλλὰ μερικῶς ἐκκύπτουσα πρὸς τὴν ἀναλογίαν τῆς τῶν ὁρώντων δυνάμεως· καὶ ἐκκύπτουσα ὡς ὄρθρος, οὐχ ὡς μεσημβρία οὐδὲ ὡς φέγγος ἡμερινόν· διὰ μὲν τὸ ἔτι τυγχάνειν ἀγεύστοις τῆς ἀπολαύσεως, δυναμένους ἡλιακῆς εὐθέως μετέχειν ἀκτῖνος· διὰ δὲ τὸ παρεληλυθέναι τὴν ζοφώδη κατάστασιν, χρῄζοντας ὀρθρινοῦ καὶ προσηνεστέρου φωτός· ὥστε μὴ ἀθρόᾳ ἡλιακῆς ἀκτῖνος αἴγλῃ καταλαμφθέντα ἀδικηθῆναι τὸν ἐν τῷ σκότει ἐνόντα ὀφθαλμόν. {Ἀπολιναρίου.} Καὶ κατὰ διαφόρους δὲ δυνάμεις, διαφόροις ἀπεικάζεται πράγμασιν· ἔχει γὰρ τῆς μὲν σελήνης τὸ προσηνὲς, τοῦ δὲ ἡλίου τὸ καθαρόν. {Φίλωνος.} Ἐπειδὴ γὰρ ὤφθη πρὸς μικρὸν τῷ θανάτῳ ὡς σελήνη, καὶ ἀνανεοῦται τῇ ἀναστάσει ὡς ἥλιος διὰ τὴν τῆς ἀρετῆς λαμπρότητα, θάμβους ἐστὶν ἀξία, ὡς ἀγγέλοις γενομένη ὁμοδίαιτος. ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι. Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή μου·

English

Of Nilus. The friends of the Bridegroom, struck with wonder at her heavenly citizenship, were amazed, and they acknowledge their astonishment, seeing the light of her deeds shining before men; so that doing all things decently and in order, she is ordered in her disposition, having nothing disorderly or confused. And she is fair as the moon, and choice as the sun; since she enlightens both the things of night and of day, adapting herself fittingly to each disposition of those who are benefited; and as the dawn she looks forth from her own state in condescension; not showing her whole self to those unable to see the whole, but looking forth in part according to the proportion of the power of those who see; and looking forth as the dawn, not as midday nor as the light of day; on the one hand because they are still without taste of the enjoyment, though able straightway to partake of the sun's ray; and on the other because the murky state has passed, needing the early and gentler light; so that the eye that is in darkness, being flooded by the sudden splendor of the sun's ray, might not be harmed. Of Apollinarius. And according to different powers, she is likened to different things; for she has the gentleness of the moon, and the purity of the sun. Of Philo. For since she appeared for a little while to death as the moon, and is renewed by the resurrection as the sun through the brightness of virtue, she is worthy of wonder, as having become a companion of angels. 10, 11. I went down into a garden of nuts to see among the offspring of the brook; to see if the vine had blossomed, if the pomegranates had blossomed. There I will give my breasts to you; my soul did not know.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:165 · narrative
Source · Greek

ἔθετό με ἅρματα Ἀμιναδάβ. {Ὠριγένους.} Κατά τι παράδειγμα οἱ δίκαιοι, κ. τ.λ. {Νείλου.} Ἡ Νύμφη διηγεῖται ὡς καταβᾶσα εἰς κῆπον καρύας πρὸς τοὺς ἐπ' ἁμαρτήμασι παιδευομένους, οὐ τῇ τυχούσῃ ῥάβδῳ, ἀλλὰ καρυΐνῃ, πολὺ τὸ πικρὸν ἐχούσῃ καὶ ἐπίπονον, ἰδεῖν τὸν ἀπὸ τῆς παιδείας καρπὸν, ἰδεῖν ποῖον γέννημα γεωργοῦσιν. Οἱ ἐν τῷ χειμάῤῥῳ τῶν πειρασμῶν καταλελειμμένοι, εὐχαρίστως φέρουσι τὰ τῆς παιδείας δεινὰ, ἢ δυσανασχετοῦσι καὶ δυσφημίας καρποὺς ἀποδιδόασι τῷ ἰατρικῶς, ἀλλ' οὐ τιμωρητικῶς παιδεύοντι· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ῥόα· οἱ ἐκ μεγάλων κατορθωμάτων διὰ ῥᾳθυμίας μικρᾶς, εὐκόλως ἁμαρτίᾳ ἁλόντες· καὶ εἰ ἤνθησαν οὗτοι οἱ παρελθόντες τὸ τοῦ χειμάῤῥου ἀνυπόστατον ὕδωρ, μὴ παρασυρέντες πρὸς βλάσφημον ἔννοιαν· εἶτά φησι, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τοὺς ἔτι τὸ τῆς νηπιότητος ἔχοντας γάλα· ἵνα βελτιωθῶσιν ἀπὸ οἴνου τῆς σῆς διδασκαλίας. Καὶ ἐπεὶ

ἐβελτιώθη ὀξέως, τὸ τάχος θέλουσα δεῖξαι τῆς μεταβολῆς· Οὐκ ἔγνω, φησὶν, ἡ ψυχή μου, πῶς ἐγενόμην ἅρματα Ἀμιναδὰβ, τοῦ ἑρμηνευομένου ἄρχων λαοῦ μου. Λελυθότος γὰρ ἡ μὲν νηπιώδης ὑπέῤῥευσε παρελθοῦσα κατάστασις· ὄχημα δὲ γέγονε τοῦ ἄρχοντος τοῦ λαοῦ μου, ὅς ἐστι Χριστός· ἁμαξήλατον λοιπὸν τρέχουσα καὶ ἱππήλατον τὴν τῆς ἀληθείας ὁδόν· ταῖς ἁρματοτροχίαις ἐνσημαινομένη τῆς ἀγαθῆς πολιτείας τὰ σύμβολα, καὶ ἴχνη καταλιμπάνουσα τοῖς ὁδεύουσι τὸν βίον, πρεπούσης θεοσεβεῖν ἐθέλουσα ζωῆς. {Φίλωνος.} Τὴν Συναγωγὴν κῆπον καρύας παρὰ τοῦ Νυμφίου λελέχθαι φησίν· ἔνθα ἡ ῥάβδος Ἀαρὼν ἡ καρυΐνη·

English

He set me as chariots of Aminadab. {Of Origen.} According to a certain pattern, the righteous, etc. {Of Nilus.} The Bride relates how, having gone down into a garden of nuts to those being disciplined for sins, not with any ordinary rod, but with a nut-bearing one, having much bitterness and toil, she saw the fruit of the discipline, to see what kind of produce they cultivate. Those left in the winter-torrent of temptations either bear the terrors of discipline thankfully, or are impatient and return the fruits of blasphemy to the one who disciplines medicinally and not punitively; to see whether the vine has blossomed, or the pomegranate; those who from great achievements through a little slackness have easily been caught by sin; and whether these have blossomed who have passed by the irresistible water of the torrent, not swept away toward a blasphemous thought. Then she says, There I will give my breasts to you; those who still have the milk of infancy, so that they may be improved by the wine of your teaching. And since

she was improved swiftly, wishing to show the speed of the change: My soul did not know, she says, how I became chariots of Aminadab, which is interpreted as ruler of my people. For when the childish state had been dissolved and passed away, she became a vehicle of the ruler of my people, who is Christ; running thereafter the wagon-road and horse-road of truth, marked by the chariot-tracks with the symbols of good conduct, and leaving footprints for those who travel through life, desiring a life fit for the worship of God. {Of Philo.} He says that the Synagogue was called a garden of nuts by the Bridegroom; where the nut-bearing rod of Aaron is.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:166 · narrative
Source · Greek

καὶ τὸ κατέβην ἐν τὸ καιρῷ τοῦ πάθους, εἰ ἤνθησεν ἡ ἄμπελος ἡ τῶν Ἰουδαίων, εἰ ἤνθησαν οἱ ῥόαι, αἱ διαφόρως ἐπ' αὐτῆς ἐπενεχθεῖσαι παιδεῖαι· διὰ τὴν ἔξωθεν στύψιν, καὶ τὸν ἔνδον εἰρηνικὸν καὶ τεταγμένον καρπόν. {Τοῦ αὐτοῦ.} Εἶτά φησιν ἡ Νύμφη, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τὰς δύο Διαθήκας τετελεσμένας ἐν ἔργῳ καὶ λόγῳ προσοίσω σοι· Οὐκ ἔγνω ἡ ψυχή μου· ἐν ἀγνοίᾳ, φησὶν, ἤμην τὸ πρότερον, ἕως οὗ ἔθετό με ἅρματα ἡ τοῦ Πατρὸς εὐδοκία. οὕτω γὰρ Ἀμιναδὰβ ἑρμηνεύεται· λέγει γὰρ Ἀββακούμ· "Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου σωτηρία." ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. ΚΕΦΑΛ. Ζʹ. αʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; Ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα. {Φίλωνος.} Ἑτέρα γραφὴ Ὀδολομίτις ἔχει, τουτέστιν ἡ οὐρανία· καὶ ὀψόμεθα Χριστὸν τὸν λέγοντα, "Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω." {Ὠριγένους.} Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, κ.τ.λ. Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ἀμιναδάβ; Τῆς Νύμφης τὰς προκοπὰς ἀποδέχεται, ἅς φησι διαβήματα· ὑποδήμασι δὲ, τοῖς βασιλικοῖς λέγει θεσπίσμασι· καθόδους δὲ ἔφη τὰ διαβήματα, ὡς καὶ ὁ Ἀπόστολος, ἀντιλήψεις, κυβερνήσεις· συγκατιὼν δὲ τοῖς ὑποδεεστέροις, ὑποδεδέσθαι λέγει τὰ διαβήματα, σωματικώτερον αὐτοῖς φαινόμενος· Ἀμιναδὰβ δὲ ἄρχων, ἤγουν ἡγεμὼν ἢ ἑκουσιαζόμενος ἑρμηνεύεται· οὗ θυγάτηρ ἡ Νύμφη· εἴη δ' ἂν ἄρχων, ὁ λέγων, ἄκουσον, θύγατερ· ὁ δὲ αὐτὸς ἑκουσιαζόμενος· ἑκούσια γὰρ πάντα Θεῷ.

English

And "I went down in the time of the passion," to see whether the vine of the Jews had blossomed, whether the pomegranates had blossomed—the disciplines brought upon it in various ways, because of the outward astringency and the inward peaceful and ordered fruit. {Of the same.} Then the Bride says, "There I will give my breasts to you"—the two Testaments, fulfilled in deed and word, I will bring before you. "My soul did not know"—in ignorance, he says, I was formerly, until the good pleasure of the Father set me as chariots. For thus Aminadab is interpreted; for Habakkuk says, "For you will mount upon your horses, and your horsemanship is salvation." 12. "Return, return, the Shulammite; return, return, and we will look upon you." CHAPTER 7. 1. "What will you look upon in the Shulammite?" She who comes as companies of camps; for she has come up from the bath, like the angelic orders. {Of Philo.} Another writing has Odolomitis, that is, the heavenly one; and we will look upon Christ who says, "I will dwell in them, and walk among them." {Of Origen.} Aquila and the fifth edition, etc. "How beautiful are your steps in your sandals, daughter of Aminadab?" He receives the Bride's advancements, which he calls steps; and by sandals he means the royal decrees; and he called the steps descents, as also the Apostle [says], helps, governings; and condescending to those of lower rank, he says that her steps are shod, appearing to them in a more bodily manner. And Aminadab is interpreted as ruler, that is, leader, or one made willing; whose daughter is the Bride. And the ruler would be he who says, "Hear, daughter"; and the same one is made willing; for all things are willing to God.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:167 · narrative
Source · Greek

{Νείλου.} Ὑπομιμνήσκουσιν αὐτὴν τοῦ κέρδους τοῦ γενομένου ἐκ τοῦ πρὸς τοὺς χρῄζοντας αὐτῆς συγκαταβάσεως· ἅμα καὶ τὸν ὄκνον παρεμφαίνοντες ὅτε ἔλεγεν, Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολύνω αὐτούς; οὐκ ἂν ὡραιώθησαν διαβήματα αὐτῆς ἐν ὑποδήμασιν, εἰ μὴ τὸν ἄκαιρον ἐκεῖνον ὄκνον λύσασα, ὃν ἐπὶ λογισμῷ συμφέροντι, καὶ ἔξω γενομένη τῆς οἰκείας καταστάσεως διὰ τὴν τῶν δεομένων ὠφέλειαν. Τὸ γὰρ πρὸς αὐτὴν λεγόμενον τοιοῦτόν ἐστιν· Ἐπειδὴ, φησὶν, ἑστῶσα ἐν τόπῳ ἁγίῳ, καὶ ὑπολυσαμένη τὸ ὑπόδημα διὰ τὴν τῶν χρῃζόντων σου βοήθειαν, πάλιν ἐφόρεσα τοῦτο, μολῦναι τοὺς καθαροὺς καταδεξαμένη πόδας· ἐπανέρχῃ δὲ νῦν συγκύπτειν δοκοῦσα τοῖς προκόπτουσι· διὰ τοῦτο ὡραιώθη διαβήματά σου· ὡς τοῦ τῶν εὐαγγελιζομένων εἰρήνην ἡγουμένου. βεʹ. Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· ὀμφαλός σου, κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· δύο μαστοί σου, ὡς δίδυμοι δύο νεβροὶ δορκάδος· τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἰεσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖσ. {Φίλωνος.} Ῥυθμοὺς μηρῶν λέγει τὴν εὔτακτον μὴν τῶν προκοπτόντων κίνησιν· ὅμοιοι δέ εἰσιν ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· οὐ γὰρ ἐπηρμένην φρονήματι συνῆν τοῖς προκόπτουσιν, ἀλλὰ ταπεινῷ καὶ συγκεκραμμένῳ δίκην ὁρμίσκου· διὰ δὲ τὸ ἐπιστημόνως τοῦτο ποιεῖν ἔργου χειρῶν τεχνίτου εἶναι λέγεται·

English

Of Nilus. They remind her of the gain that came from her condescension toward those who needed her; at the same time they also hint at the hesitation when she said, "I have washed my feet, how shall I defile them?" Her steps would not have been made beautiful in sandals, unless she had loosed that untimely hesitation, which she held on the pretext of a useful consideration, and had gone outside her own condition for the benefit of those in need. For what is said to her is as follows: Since, he says, standing in a holy place, and having taken off your sandal for the help of those who need you, you again put it on, consenting to defile your pure feet; and now you return, appearing to stoop down to those who are advancing; for this reason your steps have been made beautiful, as of one who leads those who proclaim peace. 15. The rhythms of your thighs are like pendants, the work of a craftsman's hands; your navel is a turned bowl, not lacking mixed drink; your belly is a heap of wheat fenced about with lilies; your two breasts are like two twin fawns of a gazelle; your neck is like a tower of ivory; your eyes are like pools in Heshbon, at the gates of the daughter of many; your nose is like the tower of Lebanon, which looks toward the face of Damascus; your head upon you is like Carmel, and the braid of your head is like purple, a king bound in the running streams. Of Philo. He calls the rhythms of the thighs the well-ordered movement of those who are advancing; and they are like pendants, the work of a craftsman's hands; for she did not associate with those who were advancing with a mind elated by pride, but with a humble one, and one compounded after the manner of a pendant; and because she did this knowledgeably, it is said to be the work of a craftsman's hands.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:168 · narrative
Source · Greek

καὶ τὸ διανοητικὸν δὲ, τὸ πάντοτε πεπληρωμένον νοημάτων τελείων κεκραμμένων, πρὸς τὴν τῶν μανθανόντων ἐπιτηδειότητα· πᾶσαν δὲ τετορευμένην ἔννοιαν αἰσχρὰν, ὀμφαλός

ἐστι τορευτὸς, οὐχ ὑστερούμενος κρᾶμα· ἡ δὲ τῶν θείων βρωμάτων δεκτικὴ κοιλία μὲν τοῦ τροφίμου τὸ εὐανθὲς ἔχουσα, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις λέγεται· τάχα δὲ καὶ ἡ ἀμέριμνος διάνοια, καὶ τὴν βασιλικὴν μορφὴν αἰτοῦσα, θημωνία ἐστὶ σίτου πεφραγμένη ἐν κρίνοις· ὁ δὲ τράχηλος, ὅτε μὲν ἐπὶ ταπεινοφροσύνης ἐπῃνεῖτο, ὁρμίσκος ἐλέγετο· ὅτε δὲ τοῖς πολεμίοις ἦν ἀπρόσιτος, πύργος Δαβίδ· νῦν δὲ πύργος ἐλεφάντινος λεῖός τις ὢν, καὶ μηδὲ μίαν ἔχων ἀντιλαβὴν, καὶ πᾶσι πτηνοῖς καὶ ἑρπετοῖς ἀπροσπέλαστος, ἡλίῳ μόνῳ βατός· τοιοῦτον γὰρ τὸ εὐσεβὲς φρόνημα, οὐ πάθεσι καμπτόμενον, οὐ δόγμασιν εἶκον αἱρετικοῖς, ἀλλὰ μόνῳ Χριστῷ ἀνακείμενον· καὶ τὸ θεωρητικὸν δὲ ἐκ πολλῆς μαθήσεως βελτιωθὲν, λίμναι εὐσεβῶν πλημμυρούσαις τὸ τῶν ἐναρέτων λογισμοὺς ὕδωρ παραβάλλεται. Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοὶ ἐν πύλαις θυγατρὸς πολλῶν· ὅσοι γὰρ προφῆται καὶ ἀπόστολοι, τοσούτων θυγάτηρ ἡ Νύμφη· καὶ ὁ μυκτὴρ δ' αὐτοῦ ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ, ἥτις ἑρμηνεύεται, αἷμα πίνουσα. Ὁ οὖν καὶ τῇ πολιτείᾳ ὑψηλὸς, καὶ δόγμασιν ἐπιβεβηκὼς διεγηγερμένοις, καὶ προγινώσκων τὰς προβολὰς τῶν παθῶν, καὶ τὰς ἐφόδους τῶν ἐναντίων δυνάμεων, καὶ τὴν δυσωδίαν αὐτῶν εὐκόλως ἀντιλαμβανόμενος, μυκτήρ ἐστι τῆς Νύμφης· αὐτὸς σκοπεύων τὸ πρόσωπον Δαμασκοῦ, καὶ τὴν προσβολὴν ὡς κεφαλὴν τοῦ ὄφεως φυλαττόμενος·

English

And the rational faculty, always filled with perfect thoughts well-blended, is directed toward the aptitude of those who learn. And every thought that is debased and shameful—the navel is carved, not lacking in blending. And the belly that receives divine foods, possessing the flourishing beauty of nourishment, is called a heap of wheat fenced about with lilies. And perhaps even the untroubled mind, asking for the royal form, is a heap of wheat fenced about with lilies. And the neck, when it was praised for humility, was called a necklace; but when it was inaccessible to enemies, a tower of David; but now it is called a tower of ivory, being smooth and having not even one handhold, and inaccessible to all birds and reptiles, accessible to the sun alone. For such is the pious mind, not bent by passions, not yielding to heretical doctrines, but devoted to Christ alone. And the contemplative faculty, improved by much learning, is compared to the floods of the pious, which pour out the water of virtuous reasonings. For Essebon is interpreted as reasonings in the gates of the daughter of many. For as many prophets and apostles as there are, of so many is the Bride the daughter. And his nose is like the tower of Lebanon, looking toward the face of Damascus, which is interpreted as drinking blood. Therefore the one who is both lofty in conduct and has set foot upon awakened doctrines, and foreknows the assaults of the passions and the attacks of the opposing powers, and easily perceives their foul odor, is the nose of the Bride; he himself looks toward the face of Damascus, and guards against the attack as the head of the serpent.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:169 · narrative
Source · Greek

τῷ Καρμήλῳ δὲ τὴν κεφαλὴν αὐτὸς ὡμοίωσεν, ἐπειδὴ κεφαλή ἐστι τῆς Ἐκκλησίας ὁ Χριστός. Ὁ δὲ Κάρμηλος τῶν προφητῶν ἦν ἐνδιαίτημα τῶν περὶ τῆς κεφαλῆς μαρτυρούντων, καὶ τῷ πλοκίῳ τῶν λόγων τῶν βασιλικῶν, τὸν παραδραμεῖν ἐπειγόμενον δεσμούντων· ὅταν γάρ τις χλευάζων τὰ πάθη τοῦ Χριστοῦ παρατρέχῃ τὸ δόγμα ὡς μωρὸν καὶ χλεύης ἄξιον· εἶτα ᾧ μὴ πέπονθεν ἕκαστον εὕρῃ μηνύματι προφητικῷ μαρτυρούμενον, ὡς σπαρτίῳ δεσμούμενος, τῷ θείῳ λόγῳ παραμένει οὐκ ἰδιώτου τάξιν ἔχων, ἀλλὰ βασιλέως λαχόντος αἰώνιον βασιλείαν οὐρανῶν καὶ πόλεως ἀπορθήτου τῆς ἄνω Ἱερουσαλήμ· καὶ οἱ τοῦ Χριστοῦ δὲ λόγοι διδάσκοντες τὰ οὐράνια, καθάπερ πλοκῇ τὸν παρατρέχοντα δεσμεύουσιν. {Ὠριγένους.} Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς Γενέσεως ἡ Γραφὴ, κ.τ.λ. {Κυρίλλου.} Τεχνίτην δὲ τὸν Δημιουργὸν ὀνομάζει Χριστός· ὡς γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. {Φίλωνος.} Δηλοῖ δὲ τὸ τεταγμένον καὶ ἡρμοσμένον καὶ ἀδιάλυτον τῆς παρθενίας, ἐν ᾗ ὁ τεχνίτης εἰργάσατο τὸν ναὸν ἑαυτῷ. {Κυρίλλου.} Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς καὶ τὴν ὑποταγὴν τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ {Ὠριγένους.} Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα, κ.τ.λ. {Κυρίλλου.} Δηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· Μὴ ὑστερούμενος κράματι, δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. {Φίλωνος.} Ἀλλὰ καὶ ἡ συναγωγὴ τοῦ πλήθους ἡ ἐξ ὁμονοίας, πέφρακται κρίνοις τοῖς εὐωδέσι λογίοις τοῦ Θεοῦ.

English

He compared the head to Carmel, since Christ is the head of the Church. And Carmel was a dwelling-place of the prophets who bore witness concerning the head, and by the braiding of the royal words binding the one who hastens to run past; for when someone, mocking the sufferings of Christ, runs past the doctrine as foolish and worthy of mockery, then, by whatever prophetic utterance he finds each thing that he has not suffered testified, as if bound with a cord, he abides in the divine word, not having the rank of a private man, but of a king who has obtained an eternal kingdom of the heavens and of the unravaged city, the Jerusalem above. And the words of Christ, teaching heavenly things, bind the one who runs past as if with a braid. {Of Origen.} In many places Scripture places the thighs in Genesis, etc. {Of Cyril.} And Christ names the Creator a craftsman; for as he became obedient, so the Church. {Of Philo.} And it makes clear the ordered and fitted and indissoluble nature of virginity, in which the craftsman wrought the temple for himself. {Of Cyril.} And he speaks also of her chastity and of the submission of the soul, this soul being subjected to faith, and of the body to chastity. {Of Origen.} And to the navel, the mixing-bowl, wisdom summons, saying, etc. {Of Cyril.} And he makes clear also her priesthood, saying: Not lacking in mixture, that is, the blood of Christ; for this is in the hands of the priests. {Of Philo.} But also the gathering of the multitude, which comes from concord, is fenced about with lilies—the fragrant oracles of God.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:170 · narrative
Source · Greek

{Ὠριγένους.} Κρίνα δ' ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τοῦ βίου ἀκανθῶν. {Κυρίλλου.} Τράχηλον δὲ αὐτῆς, τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν· βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα, ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστήρια· διόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους, "Σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσέχοντας." {Ὠριγένους.} Πύργοι δὲ ἐκλήθησαν, κ.τ.λ. {Φίλωνος.} Ἀλλὰ καὶ τὸ διανοητικὸν αὐτῆς πεπληρῶσθαι, φησὶν, εὐσεβῶν λογισμῶν· Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοί. Ἀπεικάζει δὲ λίμνας τοὺς νοεροὺς ὀφθαλμούς· ποταμοὶ γὰρ ἀναβλύζουσιν ἐκ τῆς κοιλίας τῶν δεχομένων τὸν λόγον. {Ὠριγένους.} Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, κ.τ.λ. ʹ, ζʹ. Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη ἐν τρυφαῖς σου! τοῦτο μέγεθός σου ὡμοιώθης τῇ φοίνικι, καὶ οἱ μασθοί σου τοῖς βότρυσι. {Φίλωνος.} Πλόκιον δὲ τῆς κεφαλῆς, πολυάνθιον πλῆθος τῆς Ἐκκλησίας δηλοῖ, τῇ ἀγάπῃ πεπλεγμένον εἰς κόσμον τῆς Νύμφης. Ὡς πορφύρα δὲ τὸ πλόκιον εἴρηται, διὰ τὸ

English

{Of Origen.} And the lilies would be the flowers of the grace of God, which he gathered from the midst of the life of thorns. {Of Cyril.} And her neck, he says, means the deacons of Christ, who for Christ's sake bear the head of the Church; for they bear his holy body with a pure conscience, confessing his mysteries; therefore he has called it ivory, such as Paul says deacons are: "Reverent, not given to much wine." {Of Origen.} And they were called towers, etc. {Of Philo.} But also that her understanding, he says, has been filled with pious reasonings; for Essebon is interpreted as reasonings. And he likens the spiritual eyes to pools; for rivers gush forth from the belly of those who receive the word. {Of Origen.} And he who has a pure breath, etc. 9, 7. How beautiful you have become and how sweet, love, in your delights! In this your greatness you have been likened to the palm tree, and your breasts to the clusters of grapes. {Of Philo.} And the braiding of the head signifies the many-flowered multitude of the Church, woven by love into the adornment of the Bride. And the braiding is called as it were purple, because of the

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:171 · narrative
Source · Greek

βεβάφθαι τὸ πλῆθος ἐν αἵματι Χριστοῦ· καὶ τοῦτο καθάπερ ἐσθῆτα περιβεβλῆσθαι βασιλικὴν, ἤγουν ὁ κόσμος τοῦ πλήθους ὁ βαφεὶς τῷ ἁγίῳ αἵματι, ὡς νίκῃ ἐθριάμβευσεν ἀπεκδυσάμενος τὰς ἀρχάς. {Κυρίλλου.} Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαι φησὶν εἰς βασίλειον ἱεράτευμα. {Ὠριγένους.} Ὅτι ταῦτά φησιν ὁ Νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, κ.τ.λ. {Νείλου.} Τάχα μὲν ὄνομα αὐτῷ διατίθεται, τὸ ἀγάπη, ὡραιῶσθαι λέγων αὐτὴν ἐν ταῖς τρυφαῖς. Ἡ γὰρ ἐν τοῖς θείοις λόγοις τρυφὴ, καὶ τὸ κάλλος φαιδρότερον δεικνύει, καὶ τὴν συνουσίαν ἡδίω ἐργάζεται· τάχα δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ ταῖς τρυφαῖς αὐτῆς, αὔξεσθαι τὴν ἀγάπην λέγει. Διὰ δὲ τοῦ ἑξῆς δηλοῖ τὸ ἐπὶ λόγοις σωματικοῖς ταύτῃ ἐρηρεισμένον ὕψος τῶν ἀρετῶν· ἀναγκαίως δὲ καὶ οἱ μασθοὶ αὐτῆς τοῖς βότρυσιν ὁμοιοῦνται, διὰ τὴν κατὰ Θεὸν ἀγάπην συνδεδεμένοι· τέως δὲ τοὺς μασθοὺς ἀπογαλακτώδους πιότητος εἰς μελιτώδη μεταβεβληκέναι ἡδονὴν λέγει. Πλεῖον γάρ τι μετ' ὀλίγον αὐτῆς μαρτυρήσει· ἀπὸ ταύτης τῆς καταστάσεως ἐπὶ τὸ μεῖζον προκόψασιν. {Κυρίλλου.} Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι· τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται· τοῖς ἔχουσι τὴν πνευματικὴν εὐφροσύνην. {Ὠριγένους.} Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. {Φίλωνος.} Ἢ τοῖς τῶν φοινίκων ἀπεικάζονται βότρυσι πρὸς τὸ εὐῶδές τε καὶ πεπληθυσμένον. ηʹ, θʹ. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ·

English

...that the multitude had been dipped in the blood of Christ; and that this, as it were, had been wrapped about as a royal garment—that is, the adornment of the multitude, dyed in the holy blood, so that by victory he triumphed, having stripped off the principalities. {Of Cyril.} Or otherwise, he says that the bond of the love of the peoples is led into a royal priesthood. {Of Origen.} Because the Bridegroom says these things, marveling at her change for the better, etc. {Of Nilus.} Perhaps a name is assigned to him—love—saying that she is made beautiful in her luxuries. For luxury in the divine words both shows the beauty more brightly and makes the fellowship sweeter; and perhaps he marvels at her blessed beauty; and in her luxuries, he says, love is increased. And through what follows he makes clear the height of the virtues established in her by bodily words; and necessarily her breasts also are likened to clusters of grapes, bound together by the love according to God; meanwhile he says that the breasts have changed from milky richness into honeyed pleasure. For a little later he will bear witness to something greater of her—for those who have advanced from this state to the greater. {Of Cyril.} Or also "in your luxury, in your love," because some even of the righteous are so regarded; and the breasts are likened to clusters of grapes—to those who have the spiritual gladness. {Of Origen.} That is, he says, your thoughts are both food and drink, and in no way unripe. {Of Philo.} Or they are likened to the clusters of palms for their fragrance and abundance. 8, 9. Then I will go up in the palm tree; I will take hold of its heights.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:172 · narrative
Source · Greek

καὶ ἔσονται δὴ μασθοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα· καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. {Φίλωνος.} Ἐκ προσώπου δὲ τοῦ Νυμφίου νοούμενα δηλοῖ· ὡς ἐὰν κρατήσῃ τοὺς δικαίους ὁ Κύριος, ἄπτωτα τούτων μένῃ τὰ ὕψη· καὶ ὡς βότρυες θλιβέντες εὐφροσύνης οἷον προχέουσιν· οὕτως ἐν ταῖς θλίψεσι εὐφραίνουσιν οἱ δίκαιοι τὸν Χριστόν· ῥὶς δὲ αὐτῆς ὁ Ἀπόστολος γεγονὼς εὐωδίας ὀσμὴ τῷ Χριστῷ ὡς μῆλον, βρῶσιν παρέχων καὶ πόσιν τῶν τοῦ Χριστοῦ μυστηρίων. {Ὠριγένους.} Ἀπεικασθεῖσα φοίνικι, κ.τ.λ. Ἐπειδὴ ἐπαπορητικῶς ἔλεγεν ὁ Νυμφίος· τί ὡραιώθης καὶ τί ἡδύνθης, καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, τὴν αἰτίαν τοῦ πρὸς ὕψος ἐκτετακέναι ἑαυτὴν λέγει· ἐπειδὴ, γάρ φησιν σὺ ὁ Νυμφίος φοίνιξ εἶ, παραπεφύτευμαι δὲ κἀγώ σοι τῷ φοίνικι, τῷ σῷ ὕψει ἀναβαίνουσα, εἰκότως ὑψοῦμαι, ἐγγίσαι τῷ σῷ ὕψει ἐπιθυμοῦσα, ἵνα κρατήσω τοῦ σοῦ ὕψους, καὶ γένωμαι μιμουμένη σε, ὅπερ εἶ σὺ τῇ ἀπραξίᾳ τῆς φύσεως· διὰ τοῦτο γὰρ κατέβης ἵνα ἐγὼ ἀνέλθω καὶ ἴδω τοὺς σοὺς μασθοὺς, ὡς βότρυας τῆς ἀληθινῆς ἀμπέλου, ποτίζοντας ἐὰν θλασθῶσιν εὐφροσύνην, τοὺς τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντας· εἰς τοῦτο γὰρ ἀπὸ τῆς νηπιότητος ἔφθασαν, κατ' ὀλίγον προκόψαντες, καὶ τῆς ὀσμῆς τῶν ῥινῶν σου ἀντελάβοντο ὡς μήλων, τὴν τῆς θεότητος εὐωδίαν, ἐν τῷ ἀνθρώπῳ νοοῦσα· ἣν κεκρυμμένην διὰ τῆς ῥινὸς ἀναπέμπει τὸ ᾆσμα Παλαιᾶς καὶ Νέας Γραφῆς. Καὶ λάρυγξ σου, φησὶν, ὡς οἶνος ἀγαθός· ὁ εὐθύνων πρὸς σὲ τοὺς ἀφεστηκότας σου λόγος·

English

And your breasts shall be as clusters of the vine, and the smell of your nose as apples; and your throat as good wine, going to my beloved in uprightness, speaking through my lips, teeth. {Of Philo.} Understood from the person of the Bridegroom, it declares: that if the Lord grasps the righteous, their heights remain unshaken; and as clusters pressed pour out, as it were, gladness, so in afflictions the righteous gladden Christ; and her nose, having become the Apostle, is a sweet-smelling odor to Christ as an apple, providing food and drink of the mysteries of Christ. {Of Origen.} Having been likened to a palm, etc. Since the Bridegroom said questioningly: why have you become beautiful and why have you become sweet, and your stature has been likened to the palm, she states the reason why she has stretched herself out toward the height: since, she says, you the Bridegroom are a palm, and I too have been planted beside you the palm, ascending by your height, I am reasonably exalted, desiring to draw near to your height, that I may grasp your height and become an imitator of you, which you are by the impassibility of your nature; for this reason you descended that I might ascend and see your breasts, as clusters of the true vine, which, if crushed, give drink of gladness to those who have their senses exercised; for they have reached this from infancy, advancing little by little, and have perceived the smell of your nostrils as of apples, understanding the fragrance of the divinity in the man; which the song of the Old and New Scripture sends up, hidden, through the nose. And your throat, he says, as good wine: the word that guides to you those who have revolted from you.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:173 · narrative
Source · Greek

ἱκανὸς ἐν χείλεσι καὶ ὀδοῦσιν, οὐκ ἐν τῇ γεύσει μόνον, ἀλλὰ καὶ ἐν τῇ χρήσει τὴν ἱκανότητα παρέχων· χείλη γὰρ τὴν γεῦσιν, ὀδόντες δὲ τὴν πλουσίαν ἀπόλαυσιν δηλοῦσιν. Εἰ δὲ ὁ Νυμφίος ταῦτα λέγει τῇ Νύμφῃ, τὰ μὲν πλεῖστα εἴρηται ὁμοίως· τὸ δὲ εἶπα ἀναβήσομαι καὶ τὰ ἑξῆς, τοιοῦτον· ὡς τοῦ Δεσπότου Χριστοῦ νικῶντος πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν ταῖς χάρισιν οὐκ ἐπὶ τοῦ κρατῆσαι, ἐπὶ τοῦ ἅψασθαι δὲ ἢ δράξασθαι· ἐπαναβῆναι δὲ καὶ ὑπερκύψαι καὶ πλεονεκτῆσαι τῷ ὕψει νοουμένου. Ὅσον γὰρ ἂν ἐκταθῇ δύναμις ἀνθρωπίνη περισωθῆναι ταῖς ἀμοιβαῖς φιλονεικοῦσα, τῇ μεγαλοδωρεᾷ, καὶ πόνοις κατορθωμένων ἐκτίσαι τὰς προϋπηργμένας χάριτας, ἡττηθήσεται πάντως, ταῖς ὑπερβαλλούσαις νικωμένη τοῦ Θεοῦ εὐεργεσίαις. ιʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. {Νείλου.} Ἐκ

τρίτου τοίνυν τὸ αὐτὸ, φησὶν, προσθεῖσα τὸ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἀντὶ τοῦ, ἐπειδὴ ἐγὼ ἀνεθέμην αὐτῷ ἐμαυτὴν, πέπεισμαι ὅτι κἂν περισπασθῇ μικρὸν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἐπ' ἐμὲ ἐπιστρέψει. {Κυρίλλου.} Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. {Φίλωνος.} Ἢ καὶ ἀγρὸν τὸν κόσμον καλεῖ, κώμας δὲ τὰς Ἐκκλησίας, ἀμπελῶνας δὲ τὰς εὐκάρπους ψυχὰς, τὸ δὲ, ὀρθρίσωμεν, τὴν ἄγνοιαν ἀπελάσωμεν· ἀνθῆσαι δὲ ἄμπελον τὸ κήρυγμα, τὸν κυπρισμὸν δὲ τοὺς λευκαυθέντας ἐν τῷ βαπτίσματι· πρὸς δὲ τὰς Ἐκκλησίας ἢ τῶν πιστῶν τὰς ψυχὰς, εἰ καὶ φαίνεται ἐπὶ καρποφορίαν θαῤῥοῦσα, ἀλλὰ τὸ κρίνειν οὐκ ἀποδίδωσιν ἑαυτῇ.

English

Sufficient in lips and teeth, providing sufficiency not only in taste but also in use; for the lips signify taste, and the teeth the abundant enjoyment. But if the Bridegroom says these things to the Bride, most of them have been spoken similarly; but the phrase "I said, I will go up," and what follows, is of this sort: as the Lord Christ conquering all human zeal by his graces—not for the sake of conquering, but for the sake of touching or grasping; and to go up again and look over and surpass is understood in terms of height. For however far human power may be stretched, striving to be saved by requitals, by the great gift, and by labors to repay with things accomplished the graces previously bestowed, it will be utterly defeated, conquered by the surpassing benefactions of God. 10. I am my beloved's; his turning is toward me. {Of Nilus.} In the third place, then, she says the same thing, adding "his turning is toward me"; instead of: since I have dedicated myself to him, I am persuaded that even if he is drawn aside a little to the lost sheep of the house of Israel, he will turn back to me. {Of Cyril.} Or: since I bring the confession, "his turning is toward me"—either at the second coming, or also from the people of the Jews. {Of Philo.} Or he calls the world a field, and the Churches villages, and the fruitful souls vineyards; and "let us rise early" means let us drive away ignorance; and that the vine blossoms means the preaching, and the "cyprus" means those made white in baptism; and toward the Churches or the souls of the faithful—even if she appears confident for fruit-bearing, she does not grant herself the right to judge.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:174 · narrative
Source · Greek

{Ὠριγένους.} Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει ὡς παρ' ἐμοί. ιαʹ, ιβʹ. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥόαι. {Ὠριγένους.} Περὶ τῶν ὑποδεεστέρων ἡ Νύμφη παρακαλεῖ, κ.τ.λ. {Νείλου.} Ἀπὸ τὴς σωματικῆς ὥρας διαγράφει τὴν πνευματικήν· ἀγρὸν καὶ κώμας καὶ ὀρθρινὴν ἐπὶ τοὺς ἀμπελῶνας ἔξοδον, τῷ Νυμφίῳ ὑποθεμένη· ἀγρὸν τοίνυν φησὶ τὸν κόσμον, κῶμαι δὲ δύνανται λέγεσθαι αἱ Ἐκκλησίαι καὶ αἱ χωρητικαὶ τοῦ λόγου ψυχαί· αὗται γὰρ ἄμπελοι λέγονται, καὶ ῥόαι ἀνθοῦσαι διάφοροι ταύτης αἱ ἀρεταὶ, αἳ διὰ μὲν τῶν θλίψεων, οἶνος γενόμεναι ἀμπέλου· αἱ δὲ τὴν ἐλπίδα δι' ὑπομονῆς ἀσφαλίζουσαι ῥόαι. Ἐκεῖ δὲ πάλιν ἐπαγγέλλεται δώσειν τοὺς μασθοὺς, ἐπὶ τὴν τελειότητα μεταβληθησομένους, καὶ ἐπὶ οἰνότητα ἀπὸ γαλακτότητος· λέγει δὲ καὶ τοὺς μανδραγόρας δεδωκέναι ὀσμήν· τάχα τοὺς ἀπὸ μιμήσεως τοῦ Χριστοῦ τὸ εὐῶδες τῶν καλῶν ἔργων πνέοντας· καὶ γὰρ ὁ μανδραγόρας μιμεῖται τὸ τοῦ μήλου σχῆμα καὶ τὴν εὐωδίαν· τοιοῦτος ἦν Παῦλος, ὡς μανδραγόρας κατ' ἀμφότερα τὸ μῆλον Χριστὸν μιμούμενος. Εἴποις δ' ἂν καὶ τοὺς συναναστάντας Χριστῷ εἶναι μανδραγόρας, ἐκ τοῦ τὴν ῥίζαν εἶναι ἀνδροείκελον, δι' ἧς σημαίνεται ἡ νεκρότης· καὶ ἐπὶ θύραις δὲ ὅντα τὰ ἀκρόδρυα, εἰκότως καὶ ἀκολούθως εὐαγγελίζεται νέα πρὸς παλαιοῖς τετηρηκέναι λέγουσα· ἐπὶ θύραις γὰρ ὄντως καὶ πλησίον ἐν χερσὶ τὰ ἀγαθὰ τῶν τῆς εὐαγγελικῆς πολιτείας καρπῶν·

English

{Origen.} The word has been fulfilled, that nowhere will he find rest of every kind, wherever he turns himself, as with me. 11, 12. Come, my brother, let us go out into the field; let us lodge in the villages; let us rise early to the vineyards; let us see if the vine has blossomed, if the blossom has appeared, if the pomegranates have blossomed. {Origen.} The Bride entreats concerning the lesser things, etc. {Nilus.} From the bodily hour he depicts the spiritual: the field and the villages and the early-morning going out to the vineyards, which she proposes to the Bridegroom. The field, then, he calls the world; villages, however, can be said to be the Churches and the souls capable of receiving the word; for these are called vines, and the pomegranates blossoming are the various virtues of this soul, which through afflictions become the wine of the vine; and those which secure hope through endurance are pomegranates. There again he promises to give the breasts, which will be changed to perfection, and from milkiness to wine-richness; he says also that the mandrakes have given forth their fragrance; perhaps those who from imitation of Christ breathe the sweet savor of good works; for the mandrake imitates the shape and the fragrance of the apple. Such was Paul, as a mandrake, in both respects imitating Christ the apple. You might say also that those who have risen with Christ are mandrakes, from the root being manlike, through which is signified the state of death; and the fruits being at the doors, reasonably and consequently she proclaims the good news, saying that she has kept new things alongside old; for truly at the doors and near at hand are the good things of the fruits of the gospel way of life.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:175 · narrative
Source · Greek

φησὶν οὖν, Πρὸς τῇ φυλακῇ μὲν τῶν νέων παραγγελμάτων, καὶ τὰς παλαιὰς ἐντολὰς τετήρηκα. Ἐκεῖ δώσω τοὺς μασθούς μου σοί. Τοῖς γὰρ πιστοῖς τὰ βάθη τῶν δύο Διαθηκῶν ἀποκαλύπτεται· ἐπαγγέλλεται τοίνυν τὰ ἐν ταύταις νοήματα τῷ Νυμφίῳ ἀνατιθέναι. ιγʹ. Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν. Οἱ μανδραγόραι ὑπὸ γῆν οὐρανομόρφους ἔχουσι ῥίζας. Οἱ νεκρώσαντες οὖν ἑαυτοὺς διὰ Χριστὸν, ἔδωκαν εὐωδίαν ἔργων ἀγαθῶν· ἢ οἱ νεκροὶ τῆς Χριστοῦ παρουσίας αἰσθανόμενοι, τῆς ἀναστάσεως δέδωκαν τὴν ὀσμήν. Καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα· νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι. Τὰ ἤδη καρποφοροῦντα πρὸς ταῖς θύραις φησίν· δηλοῖ δὲ τοὺς κατὰ τὴν Παλαιὰν καὶ Νέαν ἀνθοῦντας. {Φίλωνος.} Ἤγουν κεῖσθαί φησιν ἐν τοῖς αἰσθητηρίοις ἡμῶν τὰς ἀρετὰς καὶ κακίας· καὶ ὅτι τὴν Παλαιὰν ἡ Καινὴ Διαθήκη ἐπισφραγίζει. ΚΕΦΑΛ. Ηʹ. αʹ. Τίς δώσει, ἀδελφιδέ μου, θηλάζοντα μασθοὺς μητρός μου; Τῆς ἄνω Ἱερουσαλὴμ, φησὶν, ἧς σύμβολον ἡ ἐπὶ γῆς κειμένη, ῥεούσης γάλα καὶ μέλι, ἐν ᾗ βούλεται τῷ Νυμφίῳ συνεστιᾶσθαι· γάλα δὲ νῦν, ἡ ἄδολος καὶ τρυφητικὴ τροφή. {Κυρίλλου.} Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς Νύμφης, συνευωχουμένου Χριστοῦ· ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. {Φίλωνος.} Ἐν γὰρ τοῖς ἀρτιγεννήτοις ὑπὸ τοῦ Πνεύματος μορφούμενος ὁ Χριστὸς, θηλάζει τὴν σοφίαν δι' αὐτῶν. {Νείλου.} Τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπιθυμεῖν ἡ Νύμφη ἔοικεν·

English

She says therefore, "In addition to the guard of the new commandments, I have also kept the old commandments. There I will give my breasts to you." For to the faithful the depths of the two Testaments are revealed; she promises therefore to dedicate the meanings in them to the Bridegroom. 13. The mandrakes gave a fragrance. The mandrakes beneath the earth have roots shaped like heaven. Those therefore who have put themselves to death for Christ gave the sweet fragrance of good works; or those dead who perceive the presence of Christ have given the fragrance of the resurrection. And at our doors are all the choice fruits; new beside old, my brother, I have kept for you. She speaks of those already bearing fruit at the doors; and she indicates those flourishing under the Old and the New. {Philo.} That is, he says, the virtues and vices lie in our senses; and that the New Testament seals the Old. CHAPTER 8. 1. Who will give you, my brother, as one nursing at my mother's breasts? Of the Jerusalem above, she says, of which the one lying on earth is a symbol, flowing with milk and honey, in which she wishes to feast with the Bridegroom; and milk now means the guileless and delicate food. {Cyril.} The food of the Bride is therefore sanctified, when Christ feasts with her; that is, the Church prays that the visit of the Savior to Judea may come to pass, by the providence of him who gives him to men, so that she may nurse the God-bearer. {Philo.} For Christ, being formed in those newly born by the Spirit, nurses wisdom through them. {Nil.} The Bride seems to desire his coming in the flesh.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:176 · narrative
Source · Greek

ἐν ᾗ συγκαταβαίνων διὰ τὸ ἀνθρωποπαθὲς, εὔληπτος αὐτῆς ἔσται, καὶ τῆς οἰκείας καταστάσεως ἔξω εὑρεθεὶς, μένων ὃ ἦν, μετὰ παῤῥησίας αὐτὴν κατασκευάσει,

γνησίων καὶ ἡδονὴν ἔνθεον κινούντων ἀπολαῦσαι λόγων. Ἐπὶ τούτοις γὰρ τοῖς φιλήμασιν οὐκ ἐξουδενοῦται, ἔπαινον ἔχουσιν, οὐ κατάγνωσιν· παραλήψεται δὲ αὐτὸν αὐτὴ, ἐπειδὴ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· εἰσάξει δὲ καὶ εἰς οἶκον μητρὸς αὐτῆς καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης αὐτὴν τῆς ἀνθρωπίνης σοφίας· ἔδει γὰρ αὐτὸν ἄνθρωπον γενόμενον, πάντων αὐτῇ κοινωνῆσαι, καὶ ἀντιδοῦναι τὰ τῆς χάριτος, καὶ λαβεῖν τὰ τῆς φύσεως. Τὸ γὰρ εἰς οἶκον εἰσελθεῖν τῆς μητρὸς αὐτῆς, τὴν τῶν ἀνθρωπίνων παθῶν χωρὶς ἁμαρτίας ἀνάληψιν δηλοῖ· τὸ δὲ παραλήψομαι σημαίνει τὸ πρόθυμον τῆς πίστεως, καὶ τὸ διορατικὸν τῆς κατὰ τὸ μυστήριον ἀκραιφνοῦς θεωρίας. Οἷον δὲ μυρεψικὸν καὶ νάμα ῥοῶν, τοὺς φυσικοὺς καὶ ἠθικοὺς τῶν ἔξω λέγει λόγους, οὐκ ἐκ φύσεως ἔχοντας τὸ εὐῶδες, ἀλλὰ τεχνικῇ σκευασίᾳ παρηρτυμένα· ἀφ' οὗ ποτίσειν αὐτὸν ἐπαγγέλλεται μυρεψικῶς τὸ ἡδὺ προσλαβόντος ἐπινοίαις ἀνθρωπίναις. Ὁ γὰρ τοῦ Νυμφίου οἶνος, φυσικῇ χρήσει τὴν εὐφροσύνην ἔχει καὶ οὐκ ἐπείσακτον. βʹ. Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε· εἰσάξω σε εἰς οἶκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. {Ὠριγένους.} Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα περιεπτύξατο αὐτόν. {Κυρίλλου.} Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη.

English

In which, condescending because of his human affection, he will be easy for her to grasp, and having been found outside his own proper state, while remaining what he was, he will establish her with boldness, to enjoy genuine words that stir a divine pleasure. For in these kisses he is not despised; they have praise, not condemnation. But she will receive him, since his own people did not receive him; and she will bring him into the house of her mother and into the inner chamber of her who conceived her—that is, of human wisdom. For it was necessary that he, having become man, share all things with her, and give back the things of grace, and receive the things of nature. For entering into the house of her mother signifies the assumption of human passions without sin; and "I will receive" signifies the eagerness of faith and the clear-sightedness of the pure contemplation of the mystery. And as it were perfumed oil and the juice of pomegranates, he calls the natural and ethical words of those outside, which do not have their fragrance from nature, but are prepared by artificial compounding; from which he promises to give her drink in the manner of perfumers, the sweetness having been taken on by human inventions. For the wine of the Bridegroom has its gladness by natural use and not brought in from outside. 2. Having found him outside, I will kiss you; and indeed they will not despise me; I will receive you; I will bring you into the house of my mother, and into the inner chamber of her who conceived me; I will give you drink from the perfumed wine, from the juice of my pomegranates. {Of Origen.} For finding him having gone out from the height above, she embraced him. {Of Cyril.} That is, outside Jerusalem, where he was crucified.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:177 · narrative
Source · Greek

{Φίλωνος.} Τὸ δὲ, Οὐκ ἐξουδενώσουσί με, οἱ τὸ τῆς πνευματικῆς φιλίας ἀκατάγνωστον εἰδότες· ἢ ὅτι οὐκ ἔσομαι ἔτι ὡς τὸ πρὶν εὐάλωτος τοῖς ἐχθροῖς· εἰσάξω δὲ αὐτὸν εἰς οἶκον μητρός μου, τῆς γῆς καὶ τῆς ἐκ ταύτης σαρκός· ταμιεῖον δὲ αὐτῆς ὁ ᾅδης, ἔνθα ἦσαν αἱ ψυχαὶ ἀποτιθέμεναι τῶν ἁγίων. Οἶνος δὲ μυρεψικὸς τὸ ποτήριον τὸ κεκραμένον πνεύματι, ὃ πίνει διὰ τῶν πιστευόντων. γʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. {Κυρίλλου.} Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος· ῥοῶν δὲ λέγει τῶν ἁγίων. Ἢ οἶνος μυρεψικὸς, λόγος εὐφροσύνης πνευματικῆς, ἀπὸ τῶν ἐν ταῖς θείαις Γραφαῖς παντοδαπῶν νοημάτων ἠρτυμένος· ἀπὸ δὲ ναμάτων ῥοῶν τῶν τεταγμένων, καὶ ἐν οἰκείῳ καιρῷ τελουμένων πράξεων. Ὁ μὲν νόμος ὑποστηρίζει τὸ ἡγεμονικὸν, τὸ δὲ Εὐαγγέλιον τοῦ παντός ἐστι περιληπτικόν· ἢ εὐώνυμος ἡ πρώτη ἐπιδημία, δεξιὰ δὲ ἡ δευτέρα· ἢ εὐώνυμος ὁ παρὼν αἰὼν, τῷ μέλλοντι παραλαβὼν, εἰσάγει εἰς τὰς ἄνω μονάς. δʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; {Ὠριγένους.} Ἤδη δεύτερον ὥρκισεν, κ.τ. λ. Ὁρκίζει τὰς τῶν ἁγίων ψυχὰς, πρεσβεύειν ὑπὲρ τῶν ἁμαρτωλῶν, ἕως ἂν παραλάβῃ ἡμᾶς ὁ Θεός. εʹ. Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆσ; Οἱ ἅγιοι τοῦτό φασι θαυμάζοντες τὴν κάθαρσιν τῆς Νύμφης.

English

Of Philo. But the phrase, They shall not despise me, refers to those who know the blamelessness of spiritual friendship; or that I shall no longer be, as before, easily captured by enemies. But I shall bring him into the house of my mother, that is, the earth and the flesh that comes from it; and her storehouse is Hades, where the souls of the saints were laid away. And the spiced wine is the cup mixed with the Spirit, which he drinks through those who believe. 3. His left hand is under my head, and his right hand will embrace me. Of Cyril. Or he speaks of the burial which Joseph and Nicodemus brought about; and he calls the saints pomegranates. Or the spiced wine is a word of spiritual gladness, seasoned from all kinds of thoughts in the divine Scriptures; and from the streams of pomegranates, of deeds that are ordered and fulfilled in their proper time. The law supports the ruling faculty, but the Gospel is comprehensive of the whole; or the left hand is the first coming, and the right hand the second; or the left hand is the present age, which, taking us up for the age to come, leads us into the dwellings above. 4. I adjure you, daughters of Jerusalem, by the powers and by the strengths of the field, why would you stir up and awaken love until it wishes? Of Origen. Now for the second time he has adjured, and so on. He adjures the souls of the saints to intercede on behalf of sinners, until God takes us up. 5. Who is this who comes up, made white, leaning upon her brother? The saints say this, marveling at the purification of the Bride.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:178 · narrative
Source · Greek

{Νείλου.} Οἱ τῆς συναγωγῆς ἐκπλήσσονται, ἀπὸ τοῦ γαμικοῦ λουτροῦ ἀναβαίνουσαν αὐτὴν ὁρῶντες, αὐτὴν συγκρίνοντες τὴν νῦν αὐτῆς λευκότητα τῇ προτέρᾳ μελανίᾳ· μειζόνως δὲ θαυμάζουσι τὸ, ἐπιστηριζομένην αὐτὴν ἐπὶ τὸν ἀδελφιδὸν, ἀναβαίνειν. Ἄπταιστος γὰρ ὄντως γίνεται πορεία, καὶ προκοπὴ ψυχῆς λόγῳ χειραγωγεῖ κεχρημένης. Προφητεύεται τῆς Νύμφης ἡ ἄνοδος τὰς μακαρίας μονὰς, παντελῶς ἀποθεμένης τοῦ σκότους τῆς κακίας, καὶ τὴν τῆς ἀρετῆς ἀναλαβούσης λαμπρότητα, ἑπομένης τῷ λόγῳ· ὅθεν αἱ ἄνω δυνάμεις θαυμάζουσι τὴν ἐπὶ τοσοῦτον τῶν ἀνθρώπων μεταβολήν. Ὑπὸ μῆλον ἐξήγειρά σε. Τοῦτο τὸ φυτὸν, ὀσμῇ καὶ θέᾳ καὶ βρώσει καὶ ἁφῇ λεῖον ὑπάρχον ἐστὶ καλόν· ὁ οὖν διὰ τῶν αἰσθητηρίων εὖ τραφεὶς, λέγοιτο μῆλον· παρὰ ταύτῃ τῇ μηλέᾳ ὠδίνει ἡ ἄνω Ἱερουσαλὴμ, καὶ τίκτει τὰ τέκνα τῆς ἐλευθερίας· διό φησιν ὁ Ἰωήλ· "Ῥόα καὶ φοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ, δώσει τὸν καρπὸν αὐτῶν." {Φίλωνος.} Τὸ μῆλον ὑπὸ τὴν μυστικὴν τράπεζαν ἐγείρας τέθεικά σε· τροφὴ γὰρ καὶ ποτὸν ἐργάζεται. Μῆλον τὴν οἰκονομίαν ἐλέγομεν, ὡς ἐμπεριεχομένης τῆς θεότητος τῇ ἀνθρωπότητι· ὑφ' ὃ ἐξήγειρε τὴν Νύμφην, ἢ καθεύδουσαν ἢ καθεζομένην, ἀπὸ τῶν

English

Of Nileus. Those of the synagogue are struck with amazement, seeing her ascending from the bridal bath, comparing her present whiteness with her former blackness; but they marvel all the more that she ascends while being firmly supported upon her beloved. For truly her course becomes without stumbling, and the progress of a soul that uses reason as its guide is led by the hand. The ascent of the Bride is foretold to the blessed mansions, since she has wholly put off the darkness of wickedness and taken up the brightness of virtue, following the Word; whence the powers above marvel at so great a transformation of human beings. Under the apple tree I awakened you. This plant, being smooth and pleasant in smell and sight and food and touch, is beautiful; so then, one well nourished through the senses might be called an apple; beside this apple tree the Jerusalem above travails and brings forth the children of freedom; therefore Joel says: "The pomegranate and the palm and the apple and all the trees of the wood shall give their fruit." Of Philo. The apple, having awakened you under the mystical table, I have placed you; for it produces food and drink. We called the apple the economy, since the divinity is encompassed by the humanity; under which he awakened the Bride, either sleeping or sitting, from the

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:179 · narrative
Source · Greek

χοϊκῶν ἐπὶ τὰ οὐράνια αὐτῆς διεγείρας τὸ φρόνημα. Ἐκεῖ δὲ ὠδινᾶσθαι καὶ τετέχθαι ὑπὸ τῆς μητρός φησιν, ὑπὸ τὸ μῆλον, δηλονότι, τὴν διὰ τοῦ βαπτίσματος ἀναγέννησιν δηλῶν· μητέρα δὲ τὸ Πνεῦμα λέγει, τὸ γεννῶν τοὺς βαπτιζομένους. Τὸ δὲ δὶς αὐτὴν ὠδινᾶσθαι, οἶμαι μίαν μὲν ὠδῖνα λέγεσθαι, καθ' ἣν ἐντυποῦται τῷ λόγῳ τῆς διδασκαλίας τὸ κατ' εἰκόνα τῇ γεννωμένῃ τοιαύτην γέννησιν ψυχῇ· ἑτέραν δὲ καθ' ἣν διὰ τῆς ἀγαθῆς πολιτείας ἐν ταύτῃ μορφοῦται τὸ καθ' ὁμοίωσιν· μήτηρ γὰρ τὴν σχέσιν, τεκοῦσα δὲ δηλοῖ τὴν τῆς σχέσεως ἐνέργειαν. Ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησε σε ἡ τεκοῦσά σε. Ἡ σὰρξ τοῦ Χριστοῦ ἐν ταῖς ὠδῖσι τοῦ σταυροῦ ἐγέννησε τὴν Ἐκκλησίαν, τῷ ῥεύσαντι ἐξ αὐτῆς αἵματι καὶ ὕδατι. ʹ. Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλοσ. {Ὠριγένους.} Προτρέπεται αὐτὴν ὁ Νυμφίος, κ. τ.λ. {Νείλου.} Τὴν ἀπὸ τοῦ βαπτίσματος ἀγαπηθεῖσαν ψυχὴν, θέλει καὶ ἐν τοῖς ἐνθυμίοις, καὶ ἐν ταῖς πράξεσιν ὁ Χριστὸς ἐνσφραγίσαι ἑαυτοῦ, καὶ μόνην ἔχειν τὴν τούτου μνήμην, ἑτέρου δὲ μηδενὸς, τὸ τῆς ἀγάπης αὐτοῦ διηγούμενος ἔνθερμον, καὶ τοῦ ζήλου τὸ σκληρὸν καὶ διάπυρον· Ὅτι, φησὶν, ἀγαπῶ σφοδρῶς ἀγαπώμενος, καὶ ζητῶ [Ξ. Β. ζήλῳ] σφοδρότερον ζητούμενος· ὁ γὰρ ἐμὸς ζῆλος, πυρός ἐστι θερμότερος καὶ ᾅδου σκληρότερος· καὶ ἡ ἀγάπη τοῦ θανάτου κραταιοτέρα, πυρὸς φλόγας ἔχουσα τὰς ὁρμάς. ζʹ. Περίπτερα αὐτῆς, περίπτερα πυρός· ἄνθρακες πυρὸς, φλόγες αὐτῆς· ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην·

English

having roused her mind from earthly things to heavenly ones. And there, he says, she was in travail and was born of her mother, under the apple tree, clearly indicating the regeneration through baptism; and he calls the Spirit the mother, who gives birth to those who are baptized. But as for her being in travail twice, I think one travail is said to be that by which the image is impressed upon the soul born to such a birth through the word of teaching; and the other is that by which, through good conduct, the likeness is formed in her. For "mother" indicates the relation, and "she who gave birth" makes clear the activity of the relation. There your mother was in travail with you; there she who bore you was in travail with you. The flesh of Christ, in the pangs of the cross, gave birth to the Church, by the blood and water that flowed from it. 5. Set me as a seal upon your heart, as a seal upon your arm; for love is strong as death, jealousy hard as Hades. {Of Origen.} The Bridegroom exhorts her, etc. {Of Nileus.} The soul beloved from baptism, Christ wishes to seal as his own both in her thoughts and in her deeds, and to have her keep the memory of him alone and of nothing else, declaring the fervor of his love and the hardness and burning heat of his jealousy. For, he says, I love intensely while being intensely loved, and I am jealous more intensely while being more intensely sought; for my jealousy is hotter than fire and harder than Hades; and love is stronger than death, having the flames of fire for its impulses. 7. Its flashes are flashes of fire; coals of fire, its flames; many waters will not be able to quench love.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:180 · narrative
Source · Greek

καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Τὰ οἰκοδομήματα αὐτῆς, τὸ πάντων ἐστὶ λεπτομερέστερον στοιχεῖον καὶ καθαρώτερον· ἵν' ὡς Θεὸς ποιῇ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τοιαύτην, ὁποῖος ἦν καὶ ὁ τῷ Μωσεῖ ἐκ τῆς βάτου ἐν πυρὸς φλογὶ φανεὶς, οὕτως ἀγαπῶν ποιήσει φλόγα πυρὸς, παραπλησίως τοῖς ἑαυτοῦ λειτουργοῖς· καὶ τοὺς ἁγίους αὐτοῦ μεθέξοντας τῆς ἑαυτοῦ θεότητος, καθὸ πῦρ ἐστι καταναλίσκον· οὕτω γὰρ πᾶν ἑαυτοῖς ἀναλωθήσεται. Ἢ καὶ περίπτερα τῆς Ἐκκλησίας, Καινὴ καὶ Παλαιά· καὶ ὧδε μὲν πύριναι γλῶσσαι, ἐκεῖ δὲ πυρὸς βάτος. {Κυρίλλου.} Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι. Καὶ ἄλλως· Κατὰ τὸ, "Ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλωθεν, λέγει Κύριος·" τὰς οὖν φλόγας τῆς ἀγάπης πειρασμοὶ οὐ συγκλύσουσι· τοιοῦτόν ἐστι καὶ τὸ, "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" {Νείλου.} Ἣν ἔχει ὁ Κύριος πρὸς ἡμᾶς ἀγάπην, οὐδὲν αὐτὴν σβέσαι δύναται, οὐδὲ ὕδωρ πολὺ τῆς ἀντικειμένης δυνάμεως, οὐδὲ ποταμοὶ πειρασμῶν φλεγμαίνοντι ῥείθρῳ φερόμενοι. Διὸ κἂν δῷ τις πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενωθήσεται, οὐδὲν τῆς τοῦ Δεσπότου ἀγάπης ἄξιον ἐπιδείξασθαι δυναμένους. Πάλιν, ἐπείπερ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἔστι δὲ καὶ κατὰ Θεὸν ἀγάπη, πῦρ καταναλίσκον ἐστὶν ἡ ἀγάπη· ἧς καὶ τὰς ὁρμὰς ἔχει πυρὸς φλόγας· οὗ τῆς δυνάμεως αἰσθάνονται οἱ τῷ πνεύματι ζέοντες. Ὕδωρ δὲ νῦν αἱ ἀντικείμεναι τοῖς αὐτὴν ἀνειληφόσιν ἐνέργειαι· πάντα γὰρ ὑπομένει, καὶ οὐδέποτε ἐκπίπτει. Περὶ δὲ τῶν μὴ συγκλυζόντων αὐτὴν εἴρηται ποταμῶν, "Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος," καὶ τὰ ἑξῆς.

English

And rivers shall not overwhelm her. Her buildings are of the most subtle and purest of all elements, so that just as God makes his angels spirits and his ministers a flame of fire—such as he who appeared to Moses from the bush in a flame of fire—so in his love he will make a flame of fire, in likeness to his own ministers; and his saints will partake of his own divinity, inasmuch as he is a consuming fire; for thus all things will be consumed for them. Or also the winged creatures of the Church, the New and the Old; and here tongues of fire, there a bush of fire. {Of Cyril.} The walls, he says, of the Church are fire. And otherwise: according to the saying, "I will be to her a wall of fire round about, says the Lord"; therefore temptations shall not overwhelm the flames of love. Such also is the saying, "Who shall separate us from the love of Christ?" {Of Nilus.} The love which the Lord has toward us, nothing is able to quench it, neither much water of the opposing power, nor rivers of temptations borne along with a seething stream. Therefore even if one gives his whole life in love, he will be counted as nothing, since they are unable to show anything worthy of the Master's love. Again, since our God is a consuming fire, and love is also according to God, love is a consuming fire; whose impulses are also flames of fire; the power of which those who are boiling in spirit perceive. And water now means the energies opposed to those who have received it; for it endures all things, and never fails. And concerning the rivers that do not overwhelm it, it is said, "For I am persuaded that neither death," and the rest.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:181 · narrative
Source · Greek

Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτήν. Τίνες ἄλλοι, ἢ οἱ τῆς ἀγάπης ἀλλότριοι; ὁ γοῦν ἑαυτὸν ἐπιδοὺς τῇ ἀγάπῃ Παῦλος φησίν· "Λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν," καὶ τὰ ἑξῆς. Πᾶς δὲ βίος, ἁπλούστερον μὲν, ὅταν τις καταλέλοιπεν, ἵνα Χριστὸν κερδήσῃ καὶ τελείως ἀκολουθήσειεν· ἤγουν ἅτινα παρέχει πτωχοῖς· βαθύτερον δὲ ἡ λογικὴ πᾶσα ζωή· ἣν ὁ καταργήσας τὰ τοῦ νηπίου, πάντα πράττων ἐν ἀγάπῃ, τὸν βίον ἀνατίθησιν αὐτήν· ἡ ὡς ἐπεὶ μηδὲν ἐν ἀνθρώποις τῆς ἀγάπης ἄξιον πράττεται· κἂν πάντα τις ἐν ἀγάπῃ διατελέσας τὸν βίον, ὡς μηδὲν ἄξιον δράσας ἐξουδενωθήσεται. ηʹ. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μασθοὺς οὐκ ἔχει. Τὸ μὲν πρόθυμον τὸ περὶ τὴν νύμφην καὶ τὸ ἐνδιάθετον ἐπιδεικνύμεναι αἱ νεάνιδες, αὔξουσι τῷ λόγῳ τὸ φιλότιμον· ἀγνοοῦσαι δὲ τὴν κατάστασιν αὐτῆς, καὶ

μηδέπω τῆς πρὸς ἄνδρα συζυγίας ὥραν ἔχειν νομίζουσαι, ἀποροῦσι πρὸς τὸ πρακτέον· καὶ τοῦ μνηστῆρος τὴν σπουδὴν ἐπὶ τὸν γάμον ἐπείγοντος, ὁρῶσι καὶ τὴν τῆς Νύμφης ὡς ἐνόμιζον νηπιότητα· καὶ τοιαῦτα πρὸς ἀλλήλας λέγουσιν· Οὐδὲν ὧν λείπει τῇ Νύμφῃ, τῆς ἡμετέρας ἤρτηται σπουδῆς καὶ συνεργείας, προσθεῖναι δὲ αὐτὴν προκοπὴν ἡλικίας, τῶν οὐκ ἐφ' ἡμῖν. Εἰ μὲν γὰρ ἦν τεῖχος ἐπάλξεσι λειπόμενον, οὐδὲν ἐκώλυε τὸ χρειῶδες ὑπερβῆναι τῇ φιλοτιμίᾳ, καὶ ἀργυρᾶς ἐπάλξεις ἀντὶ λιθίνων ἐπιστῆσαι τῷ τείχει· ἡ γὰρ πολυτέλεια τῆς προθυμίας ἔλεγχος ἐγίνετο· καὶ ἡ κηδεμονία, τεκμήριον ἀναμφίλεκτον διὰ τῆς διαθέσεως·

English

If a man should give all his life in love, they will utterly despise it. Who else are these but those who are strangers to love? At any rate, Paul, who gave himself over to love, says: "Being reviled, we bless; being slandered, we entreat," and what follows. And every life—more simply, when someone has forsaken it in order to gain Christ and follow him perfectly; that is, the things he provides to the poor; but more deeply, the whole rational life—which the one who has put away the things of a child, doing all things in love, dedicates as his life; or, since nothing among men is done that is worthy of love, even if someone should spend his whole life in love, he will be despised as having done nothing worthy. 8. Our sister is little, and she has no breasts. The maidens, displaying the bride's eagerness and her inner disposition, magnify her zeal in word; but not knowing her condition, and thinking that she does not yet have the hour for union with a man, they are at a loss as to what should be done; and while the bridegroom presses his haste for the marriage, they see also what they supposed to be the bride's infancy; and they say such things to one another: None of the things the bride lacks depends on our zeal and cooperation, but to add to her an advance of stature is not in our power. For if she were a wall lacking battlements, nothing would prevent us from surpassing what is needed by our zeal, and setting silver battlements on the wall instead of stone; for the lavishness of our eagerness would become a proof, and our care a testimony beyond dispute through our disposition.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:182 · narrative
Source · Greek

τελειότητα δὲ προσθεῖναι νηπιότητι, καὶ μασθοὺς διεγεῖραι πρὸς ὄγκον, οὓς ἡ φύσις οὐδέπω πρὸς τοῦτο ἐκίνησεν, μεῖζον ἀνθρωπίνης ἐστὶ δυνάμεως. Οὐ γὰρ ᾔδεισαν αὐτῆς τὴν ἐν τῷ κρυπτῷ τελειότητα, νεάνιδες οὖσαι καὶ φύσεως ἀκολουθίᾳ προσέχουσαι. Λανθάνει γὰρ πάντα ἀνθρώπινον ὀφθαλμὸν κατάστασις ψυχῆς, μάλιστα τοῖς κρύπτειν ἐπισταμένοις τὰ κατορθώματα. {Φίλωνος.} Τοῦτο πρὸς τοὺς πίστιν μὲν ἔχοντας, οὔπω δὲ γνῶσιν τῶν δύο διαθηκῶν· διὰ τὸ νεοπαγεῖς εἶναι, καὶ μὴ δύνασθαι καὶ ἑτέρους τρέφειν. {Ὠριγένους.} Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, κ.τ.λ. θʹ. Τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἂν λαληθῇ ἐν αὐτῇ; εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. Ὅταν κυρωθῶσι τῆς μνηστείας οἱ λόγοι, βούλονται ποιῆσαι τῇ ἀδελφῇ τὰ λείποντα ταύτῃ πρὸς τελειότητα. Εἰ γὰρ τεῖχος, φασὶν, ἐστὶν ἡ Ἐκκλησία, ὤσπερ στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ἐπαναπληρώσωμεν αὐτῇ τὰς λογικὰς τελειότητας· ἃς καὶ ἐπάλξεις εἰρήκασι· θύρα δὲ βεβαιότητος διαγραφομένη, οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος· ὡς ἐπὶ θύρας δὲ καὶ σανίδα φασὶν, ἐσχηματισμένη πρὸς θύρας τελείωσιν· ἡ δὲ κεδρίνη τὴν ἄφθαρτον δηλοῖ τοῦ πνεύματος περιβολήν· αὕτη γὰρ σφίγγει τὴν ἀνθρωπίνην ἀσθένειαν. Ἐρωτῶσι τοίνυν οἱ ἅγιοι περὶ τῶν νεοφωτίστων, καὶ δέχονται ἀπόκρισιν. Εἰ στερεὰ πέτρα ἐγένετο καὶ πίστει ἑδραία, προθῶμεν τὰ θεῖα λόγια·

English

To add perfection to infancy, and to arouse to full size breasts that nature has not yet moved to this, is beyond human power. For they did not know its hidden perfection, being young women and attending to the sequence of nature. For the condition of a soul escapes every human eye, especially in those who know how to conceal their good deeds. {Of Philo.} This is directed at those who have faith but not yet knowledge of the two covenants, because they are newly formed and cannot yet feed others. {Of Origen.} That the soul of man is small, etc. 9. What shall we do for our sister on the day when she is spoken for? If she is a wall, we will build upon her battlements of silver; and if she is a door, we will adorn her with a plank of cedar. When the words of the betrothal are ratified, they wish to supply to the sister what is lacking in her for perfection. For if, they say, the Church is a wall, as a pillar and ground of the truth, let us fill up in her the rational perfections—which they have also called battlements; and a door of firmness, inscribed not with ink but with the Spirit of the living God; and as on a door, they say, also a plank, shaped for the perfection of doors; and the cedar plank signifies the incorruptible covering of the Spirit, for this binds together human weakness. The saints, then, ask concerning the newly illumined, and they receive an answer. If she has become a solid rock and firm in faith, let us set before her the divine oracles.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:183 · narrative
Source · Greek

εἰ δὲ θύρα ἐστὶν εὔστροφος, καὶ ἐκ τῆς συναγωγῆς ἐπίστευσεν, ὑπογράψωμεν αὐτῇ τὴν ἄσηπτον τῶν πατριαρχῶν πολιτείαν, καὶ περισφίγξωμεν αὐτὴν ἐπάλξεις πύργων. ιʹ. Ἐγὼ τεῖχος· καὶ μασθοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. Ὑμεῖς μὲν νομίζετε μή με μασθοὺς ἔχειν, καὶ τὰ ἑξῆς· ἐγὼ δὲ τῆς πολλῆς εἰς ἐμὲ χάριτος τοῦ Νυμφίου, καὶ τῆς ἐμῆς μνηστείας αἰσθανομένη πρὸς μέγεθος ἐδέησα περιποιουμένη καὶ ἄλλοις εἰς ἀσφάλειαν καὶ εἰς πλῆθος θεωρημάτων, ὡς διττοῖς ἀπεικάζεσθαι πύργοις· δηλούντων τὸν περὶ τῶν αἰσθητῶν λόγον, καὶ τὴν περὶ τῶν νοητῶν ἐπιστήμην. Καὶ ἐπεὶ ἐζήτησα τὴν εἰρημένην καὶ ἐδίωξα αὐτὴν, τοιαύτη τις ἤμην ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου· μαθοῦσα καὶ τοῦτο ἀπὸ τοῦ Πνεύματος, ὅτι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν, εὗρον εἰρήνην, ἥτις ἐστὶ Χριστός. Λύει τὴν ἀμφιβολίαν τοῦτο, οὐκ ἀνεχομένη νομισθῆναι ὡς ὑποπίπτουσαν λανθάνει, φησὶν, ὑμᾶς εἰκότως τὰ κατὰ τὴν ψυχὴν πλεονεκτήματα· ἐγὼ δὲ ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου τετελείωμαι· εἰ γάρ εἰμι ἐν ὀφθαλμοῖς αὐτοῦ εὑρίσκουσα εἰρήνην, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρίσκουσιν εἰρήνην. Τεῖχός εἰμι δυσκαταμάχητον, δι' ἣν εἰρήνην οὐ δέδοικα πολέμου ἔφοδον· τεῖχος δὲ καὶ θύρα ἀκούσασα, τὸ μὲν κατεδέξατο· πρὸς δὲ τὸ κληθῆναι θύρα διὰ τῆς σιωπῆς ἀνένευσε· τὴν τοιαύτην προσηγορίαν τῷ Νυμφίῳ τηρήσασα· μόνος γὰρ οὗτος τῆς πατρικῆς γνώσεως εἴσοδος. ιαʹ. Ἀμπελὼν ἐγενήθη τῷ Σαλομὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν τῷ καρπῷ αὐτοῦ χιλίους ἀργυρίουσ.

English

But if she is a door easily turned, and she has believed from the synagogue, let us sketch for her the incorruptible way of life of the patriarchs, and let us enclose her with the battlements of towers. 10. I am a wall, and my breasts are like towers; I was in their eyes as one finding peace. You think that I have no breasts, and so on; but I, perceiving the great grace of the Bridegroom toward me and my betrothal, came to need greatness, procuring it also for others for safety and for abundance of contemplations, so as to be likened to twin towers—these indicating the account concerning sensible things and the knowledge concerning intelligible things. And since I sought the one spoken of and pursued her, such was I in the eyes of the Bridegroom; having learned this also from the Spirit, that those who rightly sought him found peace, which is Christ. This resolves the doubt, not enduring to be thought to fall short unawares. He says, you reasonably overlook the advantages pertaining to the soul; but I have been perfected in the eyes of the Bridegroom; for if I am in his eyes finding peace, and those who rightly seek him find peace. I am a wall hard to overcome, for the sake of which peace I do not fear an assault of war; and having heard myself called both a wall and a door, I accepted the one; but at being called a door I declined through silence, reserving such an appellation for the Bridegroom; for he alone is the entrance of the Father's knowledge. 11. Solomon had a vineyard in Baalamon; he gave his vineyard to those who keep it; a man shall bring for its fruit a thousand pieces of silver.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:184 · narrative
Source · Greek

{Νείλου.} Ὁ ἀμπελὼν, καὶ ἐν κέρατι ἐγενήθη τῷ ἠγαπημένῳ, ὅ ἐστι Χριστός. Ἐν Βεελαμὼν δέ ἐστιν, ἐν πλήθεσιν, ἀμπελὼν δὲ ἐν πλήθεσιν ἡ τῆς Ἐκκλησίας πάμφορος ὁμήγυρις. Ἔδωκεν οὖν τὸν ἀμπελῶνα τοῦτον τοῖς τηροῦσι, τοῖς ἡγουμένοις τῆς Ἐκκλησίας, οὓς καὶ γεωργοὺς καὶ πανδοχέας ἐκάλεσεν. Ὃς ἂν οὖν ἀνὴρ ἐν τούτοις εὑρεθῇ, οἴσει καρπὸν αὐτῷ χιλίους ἀργυρίους,

τὴν τελείαν τῶν ὑποτεταγμένων προκοπὴν τῆς ἐν τῇ θεοσεβείᾳ καρποφορίας. {Κυρίλλου.} Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν· τὸ δὲ ἐν Βεελαμὼν, ἐν τοῖς πεπιστευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Χριστὸς ὁ εἰρημένος Σαλομὼν ὁ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ ποιῶν εἰρήνην. Μηδεὶς οὖν ζητείτω ἔξω τοῦ Βεελαμὼν, τουτέστι τοῦ ἔχοντος πλῆθος ἀθροίσματος, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ συναγομένου τὸν καρποφόρον ἀμπελῶνα τοῦ Λόγου καὶ Χριστοῦ· ὃν καὶ παρέδωκε φυλάξειν, ἵνα μὴ λυμήνηται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσεται αὐτὸν, μηδὲ τρυγήσωσιν αὐτὸν οἱ παραπορευόμενοι τὴν ὁδόν· καὶ τοιοῦτος ὁ ἀμπελὼν, ὡς τὸν καρπὸν αὐτοῦ φέρεσθαι, ὑπὸ κατηργηκότος ἀνδρὸς τὰ τοῦ νηπίου· καὶ εἶναι ἄξιον ἀργυρίου χιλίων. Λόγου γὰρ τιμίου καὶ πολλοῦ ἀξίου καὶ θαυμασίου, ὃς ἀργύριον εἴρηται, τοῦ ἀμπελῶνος ἄξιος καρπός· ὁ δὲ τῶν χιλίων ἀριθμὸς, ἔχει πρὸς τὴν μονάδα συγγένειαν, διὸ καὶ παρείληπται. Φύλακες δὲ τοῦ ἀμπελῶνος οἱ ἄγγελοι. ιβʹ. Ὁ ἀμπελών μου ἐμὸς, ἐνώπιόν μου· οἱ χίλιοι Σαλομὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.

English

Of Nilus. The vineyard also became a horn for the beloved, that is, Christ. And it is in Beelamon, that is, in multitudes, and the vineyard in multitudes is the all-fruitful assembly of the Church. He therefore gave this vineyard to those who keep it, to the leaders of the Church, whom he also called farmers and innkeepers. Whoever then is found among these as a man will bear fruit for him a thousand pieces of silver, the perfect progress of those subject to him in the fruit-bearing of godliness. Of Cyril. To the spiritual Solomon a vineyard became; and he means the Church; and “in Beelamon” is interpreted as “among those who have believed.” And who have believed, if not those who received his commandments? Christ is the one called Solomon, who dissolved the middle wall of the partition, making peace in his flesh, putting an end to enmity. Let no one therefore seek outside Beelamon, that is, outside the one having a multitude of gathering, the fruit-bearing vineyard of the Word and Christ, gathered in the name of Jesus Christ; which he also handed over to be guarded, so that the boar from the thicket might not harm it, nor the wild solitary beast devour it, nor those who pass along the road strip it; and such is the vineyard, so as to bear its fruit, by a man who has brought to naught the things of the infant; and to be worthy of a thousand pieces of silver. For of a precious and greatly worthy and wondrous word, which is called silver, the vineyard is a worthy fruit; and the number of a thousand has a kinship to the unit, for which reason it has also been taken up. And the guardians of the vineyard are the angels. 12. My vineyard is mine, before me; the thousand belong to Solomon, and the two hundred to those who keep its fruit.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:185 · narrative
Source · Greek

Ταῦτα, εἴτε τῆς Ἐκκλησίας, εἴτε τῆς Νύμφης τοῦ λόγου ψυχῆς, ἐφ' ἑκατέρας ἀμπελὼν καρποφόρος νοεῖται· καὶ οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου· ἤδη δὲ καὶ Σωτῆρος τοῦ ἀληθῶς εἰρηνικοῦ. Λέγει οὖν ἐν τοῖς Κριταῖς πρὸς τὰ ξύλα ἡ ἄμπελος· Ἀφεῖσα τὸν οἶνόν μου τὴν εὐφροσύνην Θεοῦ καὶ ἀνθρώπων, πορευθήσομαι ἄρχειν τῶν ξύλων; οὐκοῦν ἀκόλουθον καὶ τὸν Χριστὸν ἀπὸ καρποῦ τῆς τοιαύτης ἀμπέλου λαμβάνειν, δηλοῖ τὸ Οἱ χίλιοι τοῦ Σαλομών. Εἰκὸς δὲ καὶ τοὺς φύλακας ἀγγέλους μεταλαμβάνειν τοῦ τῆς Νύμφης ἀμπελῶνος, ὅταν παρίσταται, διὰ τοῦ καὶ, Οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ· οὐ γὰρ μόνον τίς φυτεύει, ἀλλὰ τίς καὶ τηρεῖ ἀμπελῶνα, καὶ οὐ φάγεται τὸν καρπὸν αὐτοῦ; Τὰ περὶ Θεοῦ δόγματα τοίνυν, οἱ χίλιοί εἰσι συγγενῶς ἔχοντες τῇ μονάδι, τῷ Σαλομὼν ἀνακείμενοι· τὰ δὲ περὶ τὴν ὕλην καὶ τὰ αἰσθητὰ, τοῖς διακονουμένοις ἐν τῇ ὕλῃ διακοσίοις, πρὸς τὴν δυάδα συγγένειαν ἔχουσι· περὶ ὧν τὸ, Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα· ματαιότης γὰρ ἡ ὕλη καὶ τὰ σωματικά· οἱ δὲ καρποὶ τοῦ ἀμπελῶνος, ἀφ' ὧν οἱ χίλιοι καὶ οἱ διακόσιοι δίδονται, οἱ ὑπὲρ τῶν ληνῶν εἰσι ψαλμοὶ, ἡνίκα οἱ καρποὶ τοῦ ἀμπελῶνος ἐκπιεζόμενοι, τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, καὶ τοὺς τηροῦντας οἶνον ποιήσουσιν. {Ἀπολιναρίου.} Ἐν ἀρχῇ μὲν οὖν ἔλεγον· Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν· ἐν δὲ τῷ τέλει τοῦ βιβλίου τέλειον εἰσήγαγε τὸν καρπόν· καὶ τῷ γῆς βασιλεῖ πολλὴν τὴν ἐκ τοῦ οἴνου τιμὴν καὶ τοῖς φύλαξιν· ὅτε δοξάζεται μὲν ἐπιδημῶν ὁ Δεσπότης, Παύλου λέγοντος·

English

These things, whether they belong to the Church or to the soul of the bride of the Word, are understood in either case as a fruitful vineyard; and wine that gladdens the heart of man; and indeed also of the Savior, who is truly peaceable. So then in Judges the vine says to the trees: Having left my wine, the gladness of God and of men, shall I go to rule over the trees? It follows, then, that Christ also receives from the fruit of such a vineyard—this is made clear by the words, The thousand of Solomon. It is likely also that the guardian angels partake of the vineyard of the bride, whenever she is present, through the words, And the two hundred to those who keep its fruit; for is it not only one who plants, but also one who keeps a vineyard, and will not eat its fruit? The doctrines concerning God, then, are the thousand, which are akin to the monad, dedicated to Solomon; while those concerning matter and things perceptible to the senses belong to the two hundred who minister in matter, which have an affinity to the dyad; concerning which is the saying, For the creation was subjected to vanity, not willingly, but because of him who subjected it; for vanity is matter and bodily things. And the fruits of the vineyard, from which the thousand and the two hundred are given, are the psalms for the winepresses, when the fruits of the vineyard, being pressed out, shall make the God who gladdens both God and men, and those who keep the wine. Of Apollinaris. In the beginning, then, they said: Our vineyards are in bloom; but at the end of the book he brought in the perfect fruit; and to the king of the earth great honor from the wine, and to the keepers; when the Master is glorified at his coming, as Paul says:

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:186 · narrative
Source · Greek

"Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ·" καὶ φύλαξ, τοῦ ἀμπελῶνος αὖθίς φησι· "Καύχημά ἐσμεν εἰς ἡμέραν Χριστοῦ." Ἀλλ' ἐπεὶ Χριστοῦ χάριτι κατορθοῦται τὸ πᾶν, αὐτῷ πλέον ἀνήκει τέλειον· πολὺ δὲ καὶ τὸ τῶν ὑπηρετῶν, καθὸ διὰ παραβολῶν ἔφη περί τε τοῦ διπλασιάσαντος τὴν μνᾶν, καὶ τοῦ πενταπλασιάσαντος· πόλεσιν ἐπιστησαμένων εἰσαριθμῶν τῷ πολυπλασιασμῷ. Καθόλου δέ φησι Ματθαῖος Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καταστήσει τὸν ἀγαθὸν οἰκέτην καὶ πιστὸν οἰκονόμον· εἰ δὲ μὴ ἔστιν ἀμφοτέρων διαφορὰ, τῶν χιλίων εἰς τοὺς ὑπηρέτας διανέμησις γίνεται· ὅτι τὰ τοῦ Κυρίου λαμβάνουσιν ἀνὰ διακοσίους πενταχῆ διαιρούμενα· ὅτι καὶ πέντε παρθένους ὁ Κύριος ἀπεικάζει τοῖς ἀπαντησομένοις τῶν ἁγίων. Ἐμὸς οὖν ὁ ἀφιερωμένος ἀμπελὼν, καὶ ἡ τούτου καρποφορία μεριζομένη τοῖς τελείοις ἐξ ἴσου, κατὰ τὴν ἐμὴν μετουσίαν, εἰς τάγματα πέντε, ἀποστόλους, προφήτας, διδασκάλους, διδασκομένους, μάρτυρας, εἰ καὶ κλήματα [ξ. β. κλίμακα] οἱ αὐτοὶ καὶ γεωργοὶ καὶ ἐπιστάται· πολυτρόπως γὰρ οἱ αὐτοὶ δηλοῦνται. Τοῦ ἀληθινοῦ Σολομῶντός ἐστιν ἡ φωνὴ τὸ ὅλον τῆς φυλακῆς τοῦ ἀμπελῶνος ἑαυτῷ μαρτυροῦντος. Εἰδὼς γὰρ τὸ τῶν ἀνθρώπων περὶ αὐτὸν ἀσφαλίζεται τὸ πρὸς τὴν οἴησιν ὀλισθηρόν· μάλιστα

English

When he comes to be glorified in his saints"; and again the keeper says of the vineyard: "We are a boast unto the day of Christ." But since the whole is accomplished by the grace of Christ, the perfection belongs more to him; yet much also belongs to the servants, inasmuch as he spoke in parables concerning the one who doubled the mina and the one who multiplied it fivefold—those who, having been set over cities, are counted in by their manifold increase. And in general Matthew says: "Over all that he has, he will appoint the good and faithful servant as steward"; but if there is no difference between the two, the thousand is distributed among the servants, because they receive the Lord's things at two hundred each, divided five ways; because the Lord also likens the five virgins to those of the saints who will go out to meet him. Mine, then, is the consecrated vineyard, and its fruitfulness is shared equally among the perfect, according to my participation, into five ranks: apostles, prophets, teachers, those being taught, martyrs—even if the same are both branches and vinedressers and overseers; for the same are indicated in many ways. The voice of the true Solomon is the whole matter of the guarding of the vineyard, testifying to himself. For knowing the things of men concerning him, he secures what is slippery with respect to conceit; especially

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:187 · narrative
Source · Greek

ἡγουμένων εὐχερῶς, ἐπὶ τῷ ἀξιώματι τῆς ἀρχῆς φυσωμένων· ὥστε μὴ σφετερίζεσθαι τύφῳ καὶ ἀπονοίᾳ τὰ τοῦ Θεοῦ πλεονεκτήματα, τὴν φυλακὴν τοῦ ἀμπελῶνος τῇ ἑαυτῶν σπουδῇ ἐπιγράφοντας. Ἐπειδὴ γὰρ, φησὶν, ἐνώπιόν μού ἐστιν ὁ ἀμπελὼν, καὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς ἐπιβλέπουσιν ἐπ' αὐτὸν, διὰ τοῦτο καὶ ἡ σπουδὴ τῶν τηρούντων ἰσχύει· καὶ οἱ ἐπίβουλοι φεύγουσι τὸ ἐμὸν ὄνομα ἀτενῶς τῇ ἀμπέλῳ προσέχον φρίττοντες· διὰ δὲ τοῦ, διακόσιοι τοῖς τηροῦσι, τὸν ἀμπελῶνα οὐ συμμερίζεσθαί φησιν, ἀλλὰ μείζονας ὧν προσήνεγκαν τὰς ἀμοιβὰς δεχόμενοι. ιγʹ, ιδʹ. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων Καλοῦντός ἐστι φωνὴ, τὸ, Ὁ καθήμενος ἐν κήποις· καὶ σημαίνοντος τὴν ἀργίαν τῷ καθημένῳ. Τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· Οὐχ ὁ καθήμενος ἐν κήποις, φησὶν, καὶ ἀσθενῶν, τροφῇ, λαχάνοις παραμένων, φυλάσσει τὸν ἀμπελῶνα· ἑταῖροι γάρ εἰσιν οἱ προσέχοντες τούτῳ, οἳ καὶ αὐτοὶ διὰ παντὸς ἑστῶτες συντόνῳ σπουδῇ, καὶ οὐ κήπους ἢ λάχανα, ἀλλὰ καρπὸν τέλειον ἀμπέλου φυλάττοντες. Τὸ μὲν γὰρ καθῆσθαι, τὴν τοῦ φυλάσσοντος ἀμέλειαν δηλοῖ· ὁ δὲ κῆπος σημαίνει τὴν τῶν φυλασσομένων ἀσθένειαν. Τάχα καὶ διὰ τὸ καθῆσθαι τὸν φύλακα, κῆπος οἱ φυλασσόμενοι γεγόνασι· τὸ δὲ, Τὴν φωνήν σου ἀκούτισόν με, παρὰ τοῦ Νυμφίου πρὸς τὴν Νύμφην λέγεται, βουλομένου ἐκ τῆς φωνῆς γνῶναι τὸ φρόνημα τῆς ψυχῆς, εἰ δύναται καὶ τὰ τῆς ἀναλήψεως εἰδέναι μυστήρια, προμαθοῦσα Γραφικαῖς προφητείαις αὐτά·

English

of those who lead, easily puffed up by the dignity of their office, so as not to arrogate to themselves, through vanity and folly, the excellences that belong to God, inscribing the guarding of the vineyard to their own zeal. For since, he says, my vineyard is before me, and my eyes continually look upon it, for this reason the zeal of those who keep it is also strong; and the plotters flee my name, shuddering as they fix their gaze intently on the vineyard. And by the phrase "two hundred to those who keep," he says that they do not share the vineyard, but receive greater recompense than what they brought. 13, 14. "O you who sit in the gardens, companions attend to your voice; let me hear it; flee, my beloved, and be like the gazelle, or the fawn of the deer upon the mountains of spices." It is the voice of one calling, the phrase "O you who sit in the gardens," and signifying the idleness of the one who sits. For what is said is of this sort: The one who sits in gardens, he says, and is weak, lingering over food, over vegetables, does not guard the vineyard; for companions are those who attend to this one, who themselves also stand at all times with intense zeal, and guard not gardens or vegetables, but the perfect fruit of the vineyard. For sitting indicates the negligence of the guard; and the garden signifies the weakness of those who are guarded. Perhaps also because the guard sits, those who are guarded have become a garden. And the phrase "Let me hear your voice" is spoken by the Bridegroom to the Bride, wishing to know from her voice the disposition of the soul, whether it can also know the mysteries of the ascension, having learned them beforehand through Scriptural prophecies.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:188 · narrative
Source · Greek

διόπερ ἑτοίμως ἀποκρίνεται λέγουσα· Φύγε, καὶ τὰ ἑξῆς· ὡμοιώθης μὲν γὰρ πρῶτον τοῖς ζώοις τούτοις ἐπὶ ὄρη Βαιθὴλ, ἐνανθρωπήσας· πηδῶν ἐπὶ τὰ ὄρη τοῦ οἴκου τοῦ Θεοῦ. Δεύτερον ὡμοιώθης αὐταῖς ταῖς ἐν ᾅδου ψυχαῖς, κατιὼν κηρύξαι τὴν ἐκεῖθεν ἐλευθερίαν· ἐπὶ ὄρη κοιλωμάτων νῦν, ἐπειδὴ καιρὸς ἐπαρθῆναι τὴν μεγαλοπρέπειάν σου ὑπεράνω τῶν οὐρανῶν, καὶ καθίσαι ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Φύγε καὶ ὁμοιώθητι αὐτοῖς πάλιν ἐπὶ τὰ ὄρη τῶν ἀρωμάτων· ὄρη τῶν ἀρωμάτων, τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ ὄντας ἁγίους λέγει· τοὺς βεβαίαν διὰ τὸ ἐν ἀσφαλείᾳ εἶναι ἔχοντας τὴν τῶν κατορθωμάτων εὐωδίαν, ἣν ἐκτήσαντο ἐν τῇ ζωῇ ταύτῃ τοῖς πάθεσι μαχόμενοι, καὶ ὑπὲρ τῆς ἄνω κλήσεως ἀγωνιζόμενοι. Ἐν τρισὶ δὲ χωρίοις γενόμενος, τῷ περιγείῳ, τῷ καταχθονίῳ, τῷ ἐπουρανίῳ, δορκάδι δὲ καὶ νεβρῷ ὁμοιοῦται, ὄρεσιν ἐπιδιατρίβων τοῖς καθ' ἕκαστον χωρίον ἁγίοις, ἵνα πᾶν γόνυ κάμψῃ αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. {Φίλωνος.} Ἐπικάθηται γὰρ ταῖς Ἐκκλησίαις ἐφορῶν ταῦτα ὁ Κύριος· οἱ δὲ ὑποτεταγμένοι τῷ ἀρχιερεῖ λειτουργοὶ, προσέχουσι τὴν Ἐκκλησίαν παιδεύοντες· εἶτά φησιν ὁ Κύριος καὶ ἡ Ἐκκλησία πρὸς πάντα πιστόν· Φύγε, ἀδελφιδέ μου· ὁ γὰρ κατὰ Θεὸν ἄνθρωπος, ὀξέως τε ὁρᾷ καὶ φεύγει τὴν ἁμαρτίαν· ὄρη δὲ ἀρωμάτων, ὁ ὑψωθεὶς τυχὸν Ἰωσὴφ ἐν σωφροσύνῃ, καὶ Δαβὶδ, πρὸς οὓς ἔστι φευκτέον. Φύγε οὖν ἀπὸ τῶν γηΐνων καὶ κοσμικῶν πρὸς τοὺς ἐναρέτους ἄνδρας· ὑπὸ τούτων ὁδηγούμενος, μέτοχος γενήσῃ τῆς βασιλείας τῶν οὐρανῶν.

English

Therefore she answers readily, saying: "Flee, and what follows." For first you were made like these living creatures upon the mountains of Bethel, having become man, leaping upon the mountains of the house of God. Second, you were made like the very souls in Hades, descending to proclaim the freedom that comes from there; now upon the mountains of the valleys, since it is time for your magnificence to be raised above the heavens, and to sit at the right hand of the Majesty on high. Flee and be made like them again upon the mountains of spices; the mountains of spices, he means the saints who are in the Jerusalem above, who possess through their being in safety a steadfast fragrance of their good deeds, which they acquired in this life by fighting against the passions and striving for the calling above. And having been in three regions—the earthly, the subterranean, the heavenly—he is likened to a gazelle and a young deer, dwelling upon the mountains, among the saints in each region, so that every knee should bow to him, of things in heaven and things on earth and things under the earth. {Of Philo.} For the Lord sits upon the Churches, overseeing these things; and the ministers subject to the high priest attend to the Church, teaching it; then the Lord and the Church say to every believer: "Flee, my brother's child"; for the man according to God sees keenly and flees from sin; and the mountains of spices are, perhaps, Joseph exalted in chastity, and David, to whom one must flee. Flee, then, from earthly and worldly things to virtuous men; guided by these, you will become a partaker of the kingdom of heaven.

khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:189 · narrative
Source · Greek

{Κυρίλλου.} Ὁ μὲν καθήμενος ἐν κήποις τὰς Ἐκκλησίας ἐπισκοπεῖ, οἱ ἑταῖροι δὲ προσέχουσιν οὐδὲ κρίνουσιν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ὁ Υἱὸς ποιεῖ. Ἐπιθυμεῖ δὲ ἡ Νύμφη ἀκοῦσαι, "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·" ἀξιοῖ δὲ αὐτὸν καὶ τοὺς πονηροὺς ἐκβαλεῖν, Φύγε, λέγουσα ἐπὶ τοὺς ἁγίους ἐλθεῖν. {Ὠριγένους.} Εἶδεν ἡ Νύμφη τὸν Νυμφίον, κ. τ.λ. Τῇ φωνῇ καὶ αὐτὸν αὐτῇ παρορμῶντα παρασκευάσαι τὰ τῆς ἀκοῆς ἄξια τῆς αὐτοῦ, τὰ δὲ τελευταῖα παρὰ τῆς Νύμφης, τὸ Φύγε, ὡς ἂν ἕπεσθαι, καὶ τῇ αὐτῇ διὰ τὸ τέλειον δυναμένῃ. Τὸ δὲ, φύγε, τὴν αἰφνίδιον ἔδειξεν ἄνοδον, καὶ τὴν εἰς ἀπέραντον ἀναχώρησιν ὄρη λέγουσα· εἰς ἅπερ ἂν φεύγουσιν ἔλαφοι καὶ δορκάδες, ταῖς τῶν διωκόντων ὄψεσιν ἄληπτοι γίνονται, τῶν ἀρωμάτων δηλούντων τὸ εὐῶδες τῶν οὐρανίων καὶ καθαρόν.

English

Of Cyril. He who sits in the gardens oversees the Churches, but the companions attend and do not judge, for the Son does all judgment. And the Bride desires to hear, "Enter into the joy of your Lord"; and she asks him also to cast out the wicked, saying, "Flee," and to come upon the saints. Of Origen. The Bride saw the Bridegroom, etc. By her voice she urges him to prepare what is worthy of his hearing, and the last things from the Bride, namely "Flee," so as to follow, and she who is able for the same because of perfection. And "Flee" indicated the sudden ascent, and the withdrawal into the boundless, calling them mountains; to which hinds and gazelles flee and become uncatchable by the eyes of the pursuers, the spices revealing the fragrant and pure nature of heavenly things.

Citation. Tergwame, “Catena in Canticum canticorum”, khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-procopius-of-gaza-catena-in-canticum-canticorum#s1
Colophon. Source: khazarzar · licence: see record · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0226 · generated 2026-11-15.