ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Οὐ παραπεμπτέον ὅτι σολοικισμὸς ἂν δόξειεν εἶναι κατὰ τὴν φράσιν τὸ, Εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρ μα κατὰ γένος καὶ καθ' ὁμοιότητα· οὐ γὰρ ἂν εὐχερῶς ἐφαρμόσαι τὸ σπεῖρον τῷ βοτάνην χόρτου. Πῶς δὲ καὶ χωρὶς σολοικισμοῦ νοεῖσθαι δύναται, τῶν πλείστων ὑποληψομένων τὸ σπεῖρον πρὸς τὸ βοτάνην χόρτου λέγεσθαι; Ἔστι δὲ, ὑποδιαστολῇ χρησάμενον μέσης στιγμῆς, οὕτως ἀναγνῶναι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ διαστήσαντα ἐπενεγκεῖν τὸ, σπεῖρον σπέρμα κατὰ γένος· ἵν' ᾖ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, κατὰ γένος σπεῖρον σπέρμα· ἐπιφερομένου ἐπὶ τὸ γένος τοῦ σπεῖρον σπέρμα. Αὐξάνεσθε καὶ πληθύνεσθε. Σημαίνει ἡ μὲν αὔξησις τὴν εἰς μέγεθος ἐπίδοσιν, τὸ δὲ πληθύνεσθαι τὴν ἐκ τῆς μίξεως εἰς πλῆθος διαδοχήν. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Προδιαληπτέον πρότερον, ποῦ συνίσταται τὸ κατ' εἰκόνα, ἐν σώματι ἢ ἐν ψυχῇ. Ἴδωμεν δὲ πρότερον οἷς χρῶν ται οἱ τὸ πρῶτον λέγοντες· ὧν ἐστι καὶ Μελίτων συγγράμματα καταλελοιπὼς περὶ τοῦ ἐνσώματον εἶναι τὸν Θεόν. Μέλη γὰρ Θεοῦ ὀνομαζόμενα εὑρί σκοντες, ὀφθαλμοὺς Θεοῦ ἐπιβλέποντας τὴν οἰκουμέ νην, καὶ ὦτα αὐτοῦ εἶναι εἰς δέησιν δικαίων ἐπινενευκότα, καὶ, Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· καὶ, Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, καὶ βρα χίονα Θεοῦ, καὶ χεῖρας, καὶ πόδας, καὶ δακτύλους, ἄντικρυς φάσκουσι ταῦτα οὐχ ἕτερόν τι διδάσκειν ἢ τὴν μορφὴν τοῦ Θεοῦ.
Selections of Origen on Genesis.
And God said: Let the earth bring forth grass of the field, sowing seed according to kind and according to likeness. It must not be passed over that the phrase would seem to be a solecism: God said, Let the earth bring forth grass of the field, sowing seed according to kind and according to likeness; for one would not readily apply "sowing" to "grass of the field." But how can it be understood without solecism, since most people suppose that "sowing" is said in relation to "grass of the field"? It is possible, using a middle stop as a subdivision, to read it thus: Let the earth bring forth grass of the field; and, after a pause, to add "sowing seed according to kind," so that it means: Let the earth bring forth grass of the field, sowing seed according to kind, with "sowing seed" being applied to "kind." Increase and multiply. Increase signifies advancement in size, while "multiply" signifies succession into multitude from mingling. And God said: Let us make man according to our image and according to likeness. It must first be determined beforehand where "according to image" consists, in the body or in the soul. But let us first consider the arguments used by those who say it is in the body; among whom is also Melito, who has left writings about God being corporeal. For finding members of God named—eyes of God that look upon the inhabited world, and his ears inclined to the prayer of the righteous, and, The Lord smelled a sweet savor; and, The mouth of the Lord has spoken these things, and the arm of God, and hands, and feet, and fingers—they assert outright that these teach nothing other than the form of God.
Πῶς δὲ, φασὶ, καὶ ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ Μωσῇ, καὶ τοῖς ἁγίοις, μὴ μεμορφωμένος; μεμορφωμένος δὲ, κατὰ ποῖον χαρα κτῆρα ἢ τὸν ἀνθρώπινον; καὶ συνάγουσι μυρία ῥητὰ μέλη ὀνομάζοντα Θεοῦ. Πρὸς οὓς ἀγωνιστέον πρῶ τον ἀπὸ τῆς λέξεως· ἀντιπαραβαλοῦμεν δὲ ῥητὰ τοῖς πλέον τοῦ γράμματος μηδὲν ἐπισταμένοις, ἐναντιούμενα αὐτῶν τῇ ὑπολήψει· ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι Ἑπτὰ ὀφθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ δὲ ἑπτὰ ἔχει ὀφθαλμοὺς ὁ Θεὸς, ἡμεῖς δὲ δύο, οὐ κατ' εἰκόνα αὐτοῦ γεγόναμεν. Ἀλλὰ καὶ ἡμεῖς μὲν οὐκ ἐπτερυγώμεθα, περὶ δὲ Θεοῦ λέγει ἐν ἐννενηκοστῷ ψαλμῷ, ὅτι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ ἐκεῖνος μὲν πτέρυγας ἔχει, ἡμεῖς δέ ἐσμεν ζῶον ἄπτερον, οὐ κατ' εἰ κόνα Θεοῦ γέγονεν ὁ ἄνθρωπος. Πῶς δὲ ὁ σφαιροει δὴς οὐρανὸς καὶ ἀεὶ κινούμενος θρόνος εἶναι δύναται, ὡς ὑπολαμβάνουσι, τοῦ Θεοῦ; Ἀλλὰ καὶ ἡ γῆ πῶς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ; Ἀπαγγελλέτωσαν ἡμῖν. Ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὔσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομένης ὑπ' αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρ' ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ ἢ παρὰ τοῖς ἀντίχθοσι; Καὶ ὅλην τὴν οἰκουμένην ἡμῶν πεπληρώκασιν, ἢ καὶ πλέον τι ἐπιλαμβάνουσιν, ἢ ἔλαττόν τι; Διεστήκασιν οἱ πόδες αὐτοῦ διὰ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς, ἢ καὶ τοῖς ὕδασιν ἐπιβαίνουσι; Πῶς δὲ οὗ ὁ τηλικοῦτος οὐρανὸς θρόνος, καὶ ἡ γῆ ὑπο πόδιον τῶν ποδῶν, ἐν μόνῳ τῷ παραδείσῳ εὑρίσκεται περιπατῶν, ἢ ἐν τῇ κορυφῇ τοῦ Σινᾶ φαίνεται τῷ Μωσῇ;
But how, they say, was God seen by Abraham, and by Moses, and by the saints, if he has no form? And if he has form, after what shape—the human? And they gather countless scriptural passages that name God's members. Against these we must contend first from the wording; and we shall set side by side passages that oppose their assumption, for those who know nothing beyond the letter: from Zechariah, that the seven eyes of the Lord are they that look upon all the earth. But if God has seven eyes and we have two, we have not been made in his image. But neither are we winged, yet in the ninetieth psalm it is said of God that you will hope under his wings. But if he has wings and we are a wingless creature, man has not been made in the image of God. And how can the spherical heaven, always in motion, be, as they suppose, the throne of God? But also how is the earth a footstool of his feet? Let them tell us. For is the body from the knees down to the feet that of him who encompasses the space between heaven and earth—the earth being in the middle of the whole cosmos and encompassed by it, as is shown by geometrical demonstrations—are God's feet among us, or among the antipodes? And have they filled our whole inhabited world, or do they occupy something more, or something less? Have his feet been parted because of the seas and the rivers, or do they also tread upon the waters? And how is it that he whose throne is so great a heaven, and the earth a footstool of his feet, is found walking in the garden alone, or appears to Moses on the summit of Sinai?
Καὶ πῶς ταῦτά τις περὶ Θεοῦ δοξάζων οὐ μωρὸς λεχθήσεται; Εἶτα πολλὰ πρὸς ἀνατροπὴν εἰπὼν τῆς τοιαύτης δόξης ἐπάγει. Ὁ δὲ φάσκων τὸ κατ' εἰκόνα μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκαταφρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς. Ἡ γὰρ γνωστικὴ δύναμις ἡ ἐν τῷ ἀνθρώπῳ, κριτική τε καὶ εὐποιητικὴ, δικαιοπρακτική τε καὶ ἐῤῥωμένη, καὶ ἁπαξαπλῶς παντὸς καλοῦ ἐπιτελεστικὴ, κατ' εἰκόνα ὑπὸ τοῦ Θεοῦ γεγόνασιν αὐτῷ.
Ὅτι δὲ τὸ κατ' εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ ἡ τοῦ σώματος μορφὴ, σαφῶς ὁ Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους φησί· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰκόνα μὲν γὰρ φορεῖ χοϊκὴν ὁ κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός· εἰκόνα δὲ τοῦ ἐπουρανίου ὁ τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. Καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντο λαῖς τὸ, Ἵνα γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος. Κύριος μακρόθυμος, καὶ ὁ μακρόθυμος ἄνθρωπος ἔχει τὸ κατ' εἰκόνα Θεοῦ. Δίκαιος καὶ ὅσιος ὁ Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Οὐκοῦν ὁ ἀγα πῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τη ρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, Γίνεσθε οἰκτίρ μονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ. Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
And how will anyone who holds such opinions about God not be called foolish? Then, after saying many things to overturn this opinion, he adds: But the one who asserts that the "according to the image" is not in the body but in the rational soul will set forth a doctrine not to be despised, having understood what powers belong to it. For the faculty of knowledge that is in man, both critical and productive of good, both doing justice and strong, and simply put, effective for every good thing—these have come to be in him according to the image of God.
But that actions, and not the shape of the body, characterize the "according to the image," the Apostle clearly says in the letter to the Corinthians: "Just as we bore the image of the earthly, so let us also bear the image of the heavenly." For the one who lives according to the flesh and does the works of the flesh bears the earthly image; but the one who by the Spirit puts to death the deeds of the flesh bears the image of the heavenly. And in another letter, teaching how one ought to live, he adds to the commandments: "that you may become according to the image of the one who created." The Lord is long-suffering, and the long-suffering man has the "according to the image" of God. The Lord is righteous and holy, and the Lord is compassionate and merciful. Therefore the one who loves righteousness and holiness, and who does and keeps the commandment of the Savior—"Be compassionate, as your Father also is compassionate," and "Be perfect, as your heavenly Father is perfect"—becomes in all things an image of God. And: "Rule over the fish of the sea, and the birds of heaven, and all the beasts, and all the earth, and all the creeping things that creep upon the earth.
Τηρητέον δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ζώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἄλλα ἑρπετὰ ψυχῶν· καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ὁ ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. Οὐ γὰρ μάτην δεῖ νο μίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγε γράφθαι· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κη τῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. Καὶ ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι, μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα, ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πε τεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμά κων χρείας ἀπ' αὐτῶν τελουμένας· οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. Ἧ γὰρ ἂν προσετέθη τῇ δεδομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ ἡ τούτων ὀνομα σία. Οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλ' ἐν θηρίοις. Ὁ γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν θηρίων. Καὶ ἐν ταῖς Πράξεσιν ἔχιδνα δακοῦσα τὸν Παῦλον, ἐκρέματο κατὰ τῆς χειρὸς αὐτοῦ· καὶ ἐπι φέρει· Ἰδόντες δὲ βάρβαροι κρεμάμενον τὸ θη ρίον. Ἐν δὲ τῷ Λευϊτικῷ ὅρα ἐπὶ τίνων τάσσει τὸ ἑρπετὸν, ὡς οὐδαμῶς ἐπὶ τῶν νῦν ἐν τῇ συνηθείᾳ κα λουμένων. Ταῦτα γὰρ, φησὶ, φάγεσθε ἀπὸ τῶν ἑρπε τῶν τῶν πετεινῶν, ἂ πορεύονται ἐπὶ τῶν τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς·
But one must observe that in the list of the creation of animals, the sea-monsters are one thing and the creeping things of living souls another; and that man is now said to rule over the fish of the sea, while the race of sea-monsters and the race of wild beasts has been passed over in silence. For one must not think it was in vain that these were not added as well, since it was possible to write: And let them rule over the fish, and the sea-monsters of the sea, and the wild beasts of the earth, and the birds of the heaven, and the cattle. And consider whether it is possible that, because they were passed over in silence, not all animals came into being for the sake of man, but only those over which he is said to rule—fish of the sea, birds of heaven, and cattle of the earth, and perhaps also the creeping things of the earth, for the sake of the most necessary uses of medicines accomplished from them; yet it was not for the sake of man that these came into being—the great sea-monsters and the wild beasts of the earth. For if it were so, the naming of these too would have been added to the authority given to humans. But we do not find in Scripture that the race of serpents is ranked among creeping things, but among wild beasts. For the serpent, it says, was the most prudent of all the wild beasts. And in the Acts, a viper that bit Paul hung from his hand; and he adds: But when the barbarians saw the beast hanging. And in Leviticus, see over which things it ranks the creeping thing, as in no way over those now called so in common usage. For these, it says, you shall eat from the creeping things of the birds, which go upon four legs, which have legs above their feet, to leap with them upon the earth.
καὶ ταῦτα φάγεσθε ἀπ' αὐ τῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ· καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τούτοις μιανθήσεσθε. Οὐκ ἄρχει τοίνυν ἄνθρωπος οὔτε τῶν κητῶν τῶν μεγάλων οὔτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὔτε δι' αὐτὸν γεγενημένων. Τὸ δὲ ὅμοιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξου σίαν τοῦ ἀνθρώπου ἐν τῷ ηʹ ψαλμῷ λέγεται· Πάντα ὑπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θα λάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἂ ἐποίησεν. Ἤδη τινὲς ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρκέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰκοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφ' ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν· ἕνεκεν δὲ τάξεως οἴονται τὸν κατά λογον τῶν ἡμερῶν εἰρῆσθαι καὶ τῶν ἐν αὐταῖς γενο μένων. Πιθανῶς δ' ἂν πρὸς τοῦτο κατασκευαζομένῳ χρήσαιντο ῥητῷ, τῷ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ὅτε ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ, βίβλος, ἐν τῷ τόπῳ τούτῳ καθόλου οὐ κεῖται παρ'
And these you shall eat from among them: the locust and those like it, and the grasshopper and those like it, and the attakes and those like it, and the ophiomaches and those like it; and every creeping thing among the birds that has four feet is an abomination to you, and by these you shall be defiled. Man, then, does not rule over the great sea-monsters nor over the wild beasts, perhaps because the rule was not even made for his sake. And what is similar to the things recorded here under man's authority is said in the eighth psalm: You subjected all things under his feet, sheep and all oxen, and moreover the cattle of the field; the birds of heaven and the fish of the sea, those that traverse the paths of the seas. For here too the sea-monsters and the wild beasts have been passed over in silence. And God finished on the sixth day his works which he made. Now some, supposing it absurd that God, like a builder who did not have enough time, completed the building without more days, say that the world was finished in more days, and from this they argue this point; but they think that the order of the days, and of the things that came to be in them, was spoken for the sake of order. They might plausibly use against one who argues this way the text: He spoke, and they came to be; he commanded, and they were created. This is the book of the generation of heaven and earth, when it came to be; on the day when the Lord God made the heaven and the earth. The word book, in this place, is not at all used in the sense of
Ἑβραίοις· ἀλλ' ἔστι πλάνη Ἑβραίου γραφέως, πλανηθέντος ἐν τῇ πλάνῃ ἐκείνου, ἐν ᾧ κεῖται παρὰ μὲν Ἀκύλᾳ· Τοῦτο βιβλίον γεννημάτων Ἀδάμ· παρὰ δὲ τοῖς Οʹ· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Ὠήθη γὰρ καὶ ἐν τούτῳ τῷ τόπῳ βιβλίον παραλελεῖφθαι, καὶ οὕτως αὐτὸ προσέθηκε. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. Ὅταν ἀναγινώσκοντες ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς, ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, ἃ ὁ Θεὸς γεωρ γεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ. Τοῦ αὐτοῦ. Τέθειται ἐν τῇ ἑρμηνείᾳ, κῆπον ἐν Ἐδὲμ, αὐτῇ χρησαμένῳ τῇ Ἑβραϊκῇ λέξει. Ἔστιμὲν οὖν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. Οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι ὁ τόπος ἐν ᾧ ἐφύτευσεν τὸν παράδεισον ἢ τὸν κῆπον Κύριος ὁ Θεὸς, Ἐδὲμ καλεῖται· καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ· διὸ καὶ τὸν ποταμὸν τὸν Φείσων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπορευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. Ὃ δὲ παραδιδόασιν, τοιοῦτόν ἐστιν· Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι· ἐν αὐτῷ γὰρ καὶ ὁ κῆπος ἐφυτεύθη. Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. Ὅτε ἀλλοιοῦται ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυριεύει ἡ ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγμα τα· ἅπερ αἰνιττόμενος ὁ λόγος εἶπεν, χρυσίον καλόν. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Αἰθιοπίας, ἥτις ἐστὶ Ἑβραϊστὶ Χοῦς· σημαίνει καὶ σκότωσιν.
For the Hebrews; but it is an error of a Hebrew writer, that man having erred in his error, in which it stands in Aquila: "This is the book of the generations of Adam"; but in the Seventy: "This is the book of the generation of men." For he thought that in this place too the word "book" had been omitted, and so he added it. And God planted a paradise in Eden toward the east, and there he placed the man whom he had formed. And God caused to spring up still from the earth every tree beautiful to the sight and good for food. When, as we read, we ascend from the myths and the literal interpretation, let us ask what those trees are which God cultivates; we say that there are no perceptible trees in that place. Of the same author. It has been set down in the translation, "a garden in Eden," using the Hebrew word itself. Now the meaning of Eden is properly "delight." Therefore the Hebrews have handed down that the place in which the Lord God planted the paradise or garden is called Eden; and they say that it is in the middle of the world, like the pupil of the eye; wherefore also the river Pishon is interpreted as "mouth of the pupil," since the first river flows out from Eden. And what they hand down is of this sort: Eden, which is interpreted "delight," existed before the garden came to be; for the garden was planted in it. And the gold of that land is good. When our mouth is changed by virtue, and the soul rules over noble thoughts, then it nourishes noble doctrines; which the word, hinting at, called "good gold." And the name of the second river is Geon; this is the one encircling all the land of Ethiopia. Ethiopia, which in Hebrew is Chus; it also signifies darkness.
Ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας, ἧς ἔσχε παρὰ τοὺς λοι ποὺς ἀδελφούς. Καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Οἱ ἀναγεν νώμενοι διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παρα δείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζε σθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά· καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν δι' ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰ ρημένον· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ὁ τοῖς ὄφεως λογισμοῖς χρησάμενος, καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονη ροὺς μισῶν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν· οὗ ὁ ἀπογευσάμενος κατ' ἄδειαν ἀποθνήσκει· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· οὔτε κινεῖται πάθει ὀργῆς, οὐδὲ ἐπινοεῖ πρᾶγμα εἰς ἄμυναν, οὐδὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἐξίαν ἕξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν, ὑπὸ νόμῳ πνευμα τικῷ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ· Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦ τε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν· καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυ σεν αὐτούς. Τί δεῖ νοεῖν τοὺς δερματίνους χιτῶνας;
From Ethiopia, that is, from Cush, because of the darkness of the color which he had beyond the rest of his brothers. And he placed him in paradise. Those who are reborn through divine baptism are placed in paradise, that is, in the Church, to work the inward spiritual works; and they receive the commandment to love all the brothers, and to eat the fruit that comes through endurance, according to what is said: From every tree in the paradise you shall surely eat by eating. But whoever uses the reasonings of the serpent transgresses the commandment of the one who regenerated him, and loves some as good and hates others as evil; which is the tree of knowing good; tasting of which he dies by permission; not that God made death, but that man hated his neighbor. For God did not make death, nor does he delight in the destruction of the living; nor is he moved by the passion of anger, nor does he devise a thing for revenge, nor is he changed toward each one's worthy condition, but he made all things in wisdom, having foreordained that they be judged by the spiritual law. Therefore he says to Adam: In whatever day you eat, you shall surely die by death. And in this way he assigned to each thing that the due consequence naturally follow good and evil; and not by way of contrivance, as some think who do not know the spiritual law. And the Lord God made for Adam and for his wife leather tunics, and clothed them. What should one understand the leather tunics to be?
Σφόδρα μὲν οὖν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνά ξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀπο θανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταῤῥάψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέννυνται ὁ Ἀδὰμ καὶ ἡ Εὔα, διὰ τὴν ἁμαρτίαν θανατω θέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αὐ τοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πρὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ
μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέκρωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Ἀλλ' εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέ τωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὃ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν. Καὶ ἔταξε τὰ χερουβίμ.
It is therefore utterly foolish and old-womanish, and unworthy of God, to suppose that God, having stripped off the skins of certain animals—killed or in some other way dead—made forms of tunics, stitching the skins together like a shoemaker. And again, having fled from what is so absurd, to say that the leathern tunics are nothing other than the bodies is plausible, and able to draw one to assent, but not clearly true. For if the leathern tunics are flesh and bones, how is it that Adam says before these: This now is bone of my bones, and flesh of my flesh? Some, then, setting these difficulties aside, have declared that the leathern tunics are the death which Adam and Eve put on, having been put to death because of sin. But neither are they themselves altogether able easily to show how God, and not sin, brings about death in the one who transgressed. In addition to these things, they are compelled to say that flesh and bones are not in their own nature corruptible, if indeed our fathers later received death because of sin. But if paradise is also a certain divine place, let them say how each of the members there, not having been created in vain, performed its own proper activity. Concerning the statement that what was molded is called a nostril by Aquila and Symmachus, or a face by the Seventy, into which God breathed the breath of life, it must be said that one ought not to cling to the letter of Scripture as if it were true, but to seek the hidden treasure in the letter. And he placed the cherubim.
Οὐ μόνον τὰ λειτουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπορευθῆναι τῷ ξύλῳ τῆς ζωῆς. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν εἰς τὸ πεδίον. Ἐν τῷ Ἑβραϊκῷτὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται· καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κεῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν. Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· Μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με. Οὐ διεῖλεν ὀρθῶς· τῆς θείας νομοθεσίας κατεφρόνησεν· ἀπέκτεινεν ἀδελφόν· ἀπέκτεινε πρὸς τούτῳ καὶ δί καιον· ἐψεύσατο· θάνατον ᾐτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας. Καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Πρὸς τοὺς οἰομένους ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατ' εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν ὁ Ἀδὰμ, ἄλλος δὲ ἡ εἰκὼν αὐ τοῦ· καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατ' εἰκόνα ὁ Ἀδάμ. Χρήσονται δὲ τῷ· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰ κόνα αὐτῶν ἐξουδενώσεις· καὶ τῷ· Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Ζητητέον δὲ τίνι διαφέρει ἡ ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ. Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα. Εἰ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γρα φὴν οὐκ ἦν εὐάρεστος. Δῆλον, ὅτι ἐκ μετανοίας εὐηρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστολὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν. Καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς.
Not only do the ministering spirits guard the way of the tree of life, being sent forth for the sake of those who are about to inherit salvation, but opposing powers also guard it, hindering those who wish to approach the tree of life. And Cain said to Abel his brother, Let us go out into the field. In the Hebrew, what was said by Cain to Abel is not written; and those around Aquila showed that the Hebrews say this lies here in the hidden text, according to the edition of the Seventy. And Cain said to the Lord God, My sin is greater than that I should be forgiven. He did not divide rightly; he despised the divine law; he killed his brother; he killed in addition also a righteous man; he lied; he asked for death in rejecting life and repentance. And he begot according to his idea and according to his image. To those who think that the image of God is one thing and the one according to the image another, it must be said, if Adam is one thing and his image another, and if the one according to whose image Adam is, is a third. And they will use the verse, O Lord, in your city you will despise their image; and the verse, Nevertheless man passes through in an image. But it must be asked in what the idea of Adam differs from his image. And Enoch pleased God after he begot Methuselah. If he pleased after he begot Methuselah, before this according to the Scripture he was not pleasing. It is clear that he pleased from repentance, when he begot the sending forth of death, which they had before he begot him. And God said, I will blot out the man whom I made from the face of the earth.
Οὐχ ἁπαξαπλῶς ἀπαλείψω, ἀλλ' ἀπὸ τῆς γῆς. Οὐ γὰρ πέ φυκε παντελῶς ἀπαλείφεσθαι ὁ ποιηθεὶς, ἐπεὶ ὁ ποιηθεὶς κατ' εἰκόνα Θεοῦ πεποίηται. Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰ ἑξῆς. Εἰ κοι νότερον ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, Αὗται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υἱούς. Νῦν δὲ ἐπεὶ δικαιοσύνης ἡ γένεσις αὐτοῦ, προτέ τακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν. Τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Περιέχει ἐν τοῖς ἔμπροσθεν, ὅτι Ἔζησε Λάμεχ ἔτη ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ὀκτὼ, καὶ ἐγέννησε Νῶε. Καὶ ἔζησε Λάμεχ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, ἔτη πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἔτη ἑπτακόσια καὶ πεντήκοντα τρία, καὶ ἀπέθανε. Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱούς. Καὶ εὑρίσκομεν ἐν τούτῳ διαφωνίαν ἑξήκοντα πέντε ἐτῶν τοῦ Νῶε. Ἀλλ' ἐνταῦθα ἡ Γραφὴ λέγει, ὅτι τῷ Θεῷ εὐηρέστησε Νῶε, καθὼς γέγραπται καὶ περὶ τοῦ Ἐνώχ. Κἀκεῖνος γὰρ ὅτε εὐηρέστησε τῷ Θεῷ, τότε καὶ μετέθηκεν αὐτόν. Ὁμοίως οὖν καὶ τοῦ Νῶε τὰ πρὸ τῆς εὐαρεστήσεως ἑξήκοντα καὶ πέντε ἔτη οὐκ ἐλογίσατο αὐτῷ ἡ θεία Γραφή. Ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ οὐκ ἐλογίσθη εἰς ζωὴν τὰ ἑξήκοντα ἔτη τὰ πρὸ τῆς θεογνωσίας αὐτοῦ, καὶ τοῦ Ἐνὼχ ἔτη τριά κοντα· καὶ τοῦ Σαοὺλ ἔτη εἴκοσι, καὶ τοῦ Σολομῶν τος ἔτη τεσσαράκοντα, καὶ τοῦ Ἐζεκίου ἔτη δέκα καὶ ἑπτά· ἀλλὰ καὶ περὶ τοῦ Μαθουσάλα εὑρίσκεται δια φωνία ἐτῶν δεκαπέντε. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας·
I will not simply blot out, but from the earth. For what has been made is not by nature blotted out completely, since what has been made was made in the image of God. These are the generations of Noah, and so on. If these things had been written in a more common way, there would have had to follow upon "These are the generations of Noah" the statement "Noah begot three sons." But now, since his generation is one of righteousness, "These are the generations" has been placed first, and there follows "a righteous man being." Noah was well-pleasing to God. And Noah begot three sons: Shem, Ham, and Japheth. It is contained in what precedes that Lamech lived a hundred and eighty-eight years and begot Noah. And Lamech lived, after he begot Noah, five hundred and sixty-five years; and all the days of Lamech were seven hundred and fifty-three years, and he died. And Noah was five hundred years old, and he begot three sons. And we find in this a discrepancy of sixty-five years of Noah. But here the Scripture says that Noah was well-pleasing to God, just as it is also written concerning Enoch. For when he too was well-pleasing to God, then God also translated him. In like manner, therefore, the sixty-five years of Noah before his being well-pleasing, the divine Scripture did not reckon to him. Just as also in the case of Abraham, the sixty years before his knowledge of God were not reckoned to him for life, and in the case of Enoch thirty years, and in the case of Saul twenty years, and in the case of Solomon forty years, and in the case of Hezekiah seventeen years; but also concerning Methuselah a discrepancy of fifteen years is found. And the earth was corrupted before God, and the earth was filled with unrighteousness.
καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὁ ἁμαρτάνων, τὸ ὅσον ἐφ' ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ (τότε γὰρ ἀπελούσατο τὴν φθορὰν),
ἀλλ' ἐν τῇ ἀδι κίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὁδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέ σαι οὐ δύνανται. Δύο, δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν ἵνα τρέφῃς μετὰ σεαυτοῦ. Ἄρσεν καὶ θῆλυ ἔσον ται. Ἐπεὶ καθαροὺς ἤθελε διαμένειν τοὺς εἰσελ θόντας ἀνθρώπους εἰς τὴν κιβωτὸν ἀπὸ μίξεως, οὕτως αὐτοὺς εἰσάγει, κατὰ τὴν εἰσαγωγὴν κελεύων αὐτοῖς τὴν διατριβὴν ποιεῖσθαι τὴν ἐν τῇ κιβωτῷ. Οὐ γὰρ ἔπρεπε, τῶν ὁμοίων ἀπολλυμένων, τούτους κοίταις καὶ παιδοποιίαις σχολάζειν. Ὅτε μέντοι τὰ δεινὰ παρῆλθε, καὶ χρεία ἐκάλει τὴν γῆν ἀνθρώπων πληρωθῆναι, κατὰ γαμικὴν αὐτοὺς συζυγίαν ἐκβάλ λει, λέγων· Ἔξελθε σὺ, καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ θῆλυ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, καὶ τὰ ἑξῆς. Ζητήσειέ τις ἂν πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
And the Lord God saw the earth, and it was corrupted, because all flesh had corrupted its way upon the earth. Injustice corrupts the earth, but righteousness saves it; and the one who sins, as far as lies in his power, corrupts the earth. The earth was not corrupted in the flood (for then it was washed clean of corruption), but in injustice. And he who corrupted the way of God is not spirit, but flesh; for the mind of the flesh is enmity toward God; and, Those who live in the flesh cannot please God. Two, two of all you shall bring into the ark, that you may nourish them with yourself. Male and female shall they be. Since he wished the men who entered the ark to remain pure from intercourse, he brings them in thus, commanding them at their entry to conduct their dwelling in the ark accordingly. For it was not fitting, while their fellows were perishing, that these should occupy themselves with beds and the begetting of children. But when the terrors had passed, and need called for the earth to be filled with men, he brings them out in marital union, saying: Go out, you and your wife, and your sons, and the wives of your sons. And of all the clean cattle bring in to yourself seven by seven, male and female; and of the cattle that are not clean, two by two, and so on. One might ask how, when the law had not yet distinguished clean and unclean, these things are said as though Noah knew the difference of unclean animals. Hence it is worth considering whether it is not according to that saying, When the nations that do not have the law do by nature the things of the law, or whether Noah knew these things from the law of nature. And Noah was six hundred years old, and the flood of water came upon the earth.
Μήποτε πρὸς ἀντιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδατος. Καὶ εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν δύο δύο ἀπὸ πάσης σαρκός. Ὡς πρὸς τὸ ῥητὸν ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά· ἀλλὰ σεσιώπηκε τὰ καθαρά. Ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρκὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πάσης σαρκός. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύ νεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ Νῶε πῶς ηὔξησε, καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατακλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε. Εἰ δὲ ἐνθάδε οὐ σω ματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως. Καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς· καὶ τὰ ἑξῆς. Βιάζεται μέν τις κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαι βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. Μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τὰ ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα, πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἶναι ἐπὶ τοῖς τοιούτοις. Αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον. Πλὴν ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω. Ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό. Ἀπεμ φαίνοντος τοῦ ῥητοῦ, λεκτέον, ὅτι θηρία δυνά μεις ἀντικείμεναί εἰσι, τῷ ἁμαρτάνουσαν τὴν ψυχὴν ἀποθνήσκειν, ἀφ' ὧν τῆς χειρὸς ἐκζητηθήσεται ὁ θάνατος τοῦ ἡμαρτηκότος.
Perhaps it is set here over against the water, to distinguish it from the flood that was to come, namely fire. And they went in to Noah into the ark, two by two from all flesh. With respect to the literal wording, one might ask why it was not said, the unclean two by two, but the clean seven by seven; rather, it has passed over the clean in silence. But see whether there is a defense in the phrase from all flesh, since only the unclean are indicated by from all flesh. And God blessed Noah and his sons, and said to them: Be fruitful and multiply, and fill the earth. How did Noah increase and multiply, since he had not yet begotten children after the flood? Perhaps, then, one must not understand Be fruitful and multiply in a bodily sense. But if here it is not bodily because of Noah, it is clear that this is so also in the beginning, according to the intent of the spiritual law. And the fear and the dread of you shall be upon all the beasts of the earth; and the rest. Someone forces the literal wording, saying that every living creature fears when it sees man, even the very beasts in the wilderness. But perhaps it is better to understand the evil powers, the wild beasts of the earth, and the other kinds besides, as receiving fear from the righteous man, and dread as being upon such things. For the evil powers fear the righteous man. Only you shall not eat flesh with the blood of its life; for your blood, the blood of your lives, I will require. From the hand of all the beasts I will require it. Since the literal wording is unclear, it must be said that the beasts are opposing powers, because of which the soul that sins dies, and from their hand the death of the one who has sinned will be required.
Δυνατὸν δὲ καὶ ἐπὶ τῶν κτηνῶν αὐτὸ ἐκλαβεῖν, ἀφ' ὧν τὸν κερατιστὴν ταῦρον λιθοβολεῖσθαι προσέταξεν. Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὁ Θεὸς λέγει· Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον· εἰκὼν δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου ὁ Σωτήρ. Θεὸς ἄρα καὶ κατὰ τὴν Γραφὴν ὁ Σωτήρ. Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τί δήποτε, εἰποῦσα ἡ Γραφὴ, Καὶ ἦσαν οἱ υἱοὶ Νῶε ἐξερχόμενοι ἀπὸ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, προσέθηκε· Καὶ Χὰμ οὗτος πατὴρ Χαναάν; Εἰ γὰρ ἐχρῆν μνημονεῦσαι τῶν υἱῶν, ἔδει πάντων, καὶ μὴ μόνου Χαναάν· ὁ Χαναὰν καὶ αὐτὸς ἀσεβὴς ἐγένετο, ὡς ἡ ἱστορία δηλοῖ. Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν. Υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει· μόνος δὲ οὗτος οὐχ υἱὸς τῷ τρόπῳ, ἀλλὰ τοῦ ὁμοίου παιδὸς πατήρ. Διόπερ ἐμφαντικῶς κεῖται, Αὐτὸς πατὴρ Χαναάν. Ἔφερε δὲ ὁ Ἑβραῖος ὁ ταῦτα εἰπὼν καὶ παράδοσιν τοιαύτην, ἐπενεγκὼν ἀπόδειξιν τῇ παραδόσει· Ὡς ἄρα ὁ Χαναὰν πρότερος εἶδε τὴν ἀσχημοσύνην τοῦ πάππου, καὶ ἀνήγγειλεν αὐτοῦ τῷ πατρὶ μόνῳ
But it is possible to understand this also in the case of the cattle, from which he commanded that the horned bull be stoned. "For in the image of God I made man." God says: "In the image of God I made man"; and the image of the invisible God is the Savior. Therefore the Savior is also God according to the Scripture. And the sons of Noah who came out of the ark were Shem, Ham, and Japheth. And Ham was the father of Canaan. Why ever, when the Scripture said, "And the sons of Noah who were coming out of the ark were Shem, Ham, and Japheth," did it add, "And this Ham was the father of Canaan"? For if it was necessary to mention the sons, it should have been all of them, and not Canaan alone; Canaan himself also became impious, as the history shows. The Spirit, then, wishing to show the affinity of the father to the son, in a certain way alienates him from the piety of his brothers by the addition of "Ham was the father of Canaan." For all were sons of Noah by race; but this one alone was not a son in manner, but the father of a like child. Therefore it stands emphatically, "He was the father of Canaan." And the Hebrew who said these things also brought forward a tradition of this sort, adding proof to the tradition: that Canaan was the first to see the shame of his grandfather, and announced it to his father alone.
καταμωκώμενος ὥσπερ τοῦ γέροντος. Ὁ δὲ Χὰμ, δέον ὁμοίως τοῖς ἀδελφοῖς μὴ προσελθεῖν τῷ πατρὶ ἀσεβῶς, ἀλλὰ καὶ ἐπιπλῆξαι τῷ πρώτῳ θεα σαμένῳ καὶ διαβάλλοντι, αὐτὸς δὲ καὶ πέπεισται, καὶ εἰσῆλθε, καὶ εἶδε, καὶ ἀνήνεγκε τοῖς ἀδελφοῖς. Καὶ ταῦτα δὲ δοκεῖ μῦθος εἶναι, εἰ μὴ τὸ τῆς ἀποδείξεως ἦν ἰσχυρόν· Καὶ ἐξυπνίσθη γὰρ, φησὶ, Νῶε ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Μικρότερος μὲν γὰρ υἱὸς αὐτοῦ ὁ Χὰμ οὐκ ἦν, ἀλλὰ δεύτερος. Σὴμ γὰρ, φησὶ, καὶ Χὰμ, καὶ Ἰάφεθ· καὶ εἰ τὸν μικρὸν ἤθελε δεῖξαι, τὸν Ἰάφεθ ἂν ἔλεγεν. Ἐπειδὴ δὲ τοὺς ἐκγόνους υἱοὺς ἀεὶ λέγουσιν οἱ πάπποι, καὶ τοὺς μακρόθεν ἀπογόνους, τὸν βραχύτατον τῶν ἐκγόνων τὸν Χαναὰν εἴρηκεν ἡ Γραφὴ ἐγνῶσθαι παρὰ τοῦ Νῶε, ὅτι αὐτὸς ἐποίησε ταῦτα. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, εὐθὺς ἐπάγει τὸ θεῖον λόγιον, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, δοῦλος δούλων ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἰ δέ τις θαυμάζοι, τί δήποτε ὁ Χὰμ, καὶ αὐτὸς ἀσεβὴς ὢν, τὴν αὐτὴν κατάραν οὐκ ἔσχε τῷ υἱῷ, ἐπιγνώτω ὡς, εἰ ἦν λελεγμένον τῷ Χὰμ, δοῦλος δούλων ἔσται, τῆς δουλείας μετέσχον ἂν καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς οἱ τοῦ Χαναὰν ἀδελφοὶ δοῦλοι ἐγένοντο κατὰ τὴν κατάραν, ὧν δοῦλος ἀπεφάνθη Χαναάν. Οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι. Ὑπισχνεῖται μηκέτι τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾗ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκει μένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. Νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλι κίας εὐόλισθον.
mocking, as it were, the old man. But Ham, when he ought, like his brothers, not to have approached his father impiously, but even to have rebuked the first one who saw and slandered, was himself also persuaded, and went in, and saw, and reported it to his brothers. And these things seem to be a myth, unless the force of the proof were strong. For "Noah awoke," it says, "from his sleep, and knew what his younger son had done to him." For Ham was not his younger son, but the second. For "Shem," it says, "and Ham, and Japheth"; and if he wished to indicate the small one, he would have said Japheth. But since grandfathers always call their descendants sons, and those born long after, the Scripture has said that the youngest of the descendants, Canaan, was known by Noah, that he did these things. And that this is so, the divine oracle immediately adds, and he said: "Cursed be Canaan; a servant of servants shall he be to his brothers." But if anyone should wonder why on earth Ham, himself also impious, did not receive the same curse as his son, let him understand that, if it had been said to Ham, "He shall be a servant of servants," his brothers would also have shared in the servitude, as the brothers of Canaan became servants according to the curse, of whom Canaan was shown to be the servant. "All flesh shall not die any more." He promises that he will no longer bring the worldwide flood, even if the mind of men is inclined to evil from youth, no longer in this way all the days, as before the flood. For he grants some brief indulgence to the young because of the slippery nature of youth.
Διόπερ, Οὐ μὴ προσθῶ, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπι μελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· τουτέστι, Προ οῖδα, ὅτι ἡ νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. Μὴ τοίνυν δείσητε. Διὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Οὐκ ᾔδει Νῶε τὴν τοῦ οἴνου φύσιν, ὅτι μεθύσκει· καὶ τοῦτο μαρτυρεῖ ἡ Γραφὴ λέγουσα τὸ, ἤρξατο, καὶ ἐγυμνώθη. Τοῦ αὐτοῦ. Οἶνος γήϊνος γυμνοῖ τὸν νοῦν τῆς τῶν νοητῶν γνώσεως. Τοῦ αὐτοῦ. Τοιοῦτος ἦν ὁ καρπὸς τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, οἷος ὁ οἶνος, ὁ τὸν Νῶε γυμνώσας. Τοῦ αὐτοῦ. Εἰ καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ὁ Νῶε, ἀλλ' ἐν τῷ οἴκῳ αὐτοῦ· ἁγίου γὰρ τὸ μὴ ἕξω τοῦ οἴκου αὐτοῦ γυμνοῦσθαι. Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ὁ κυνηγὸς οὐκ ἐπὶ δικαίων κεῖται νῦν· καὶ τήρει μήποτε οὐδὲ ἄλλοτε. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Τοῖς μὴ νοοῦσι τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υἱοῦ, προσοίσομεν τὸ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Ζητοῦντες δὲ διαφορὰν χείλους καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας· ἢ τὸ ἔμπαλιν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία.
Therefore he says, "I will no longer proceed to curse the earth because of the works of men, for the thought of man is intently set upon evil from his youth" — that is, I know beforehand that youth will be easily slipped into things to come. Do not fear, then. For this reason I will no longer bring total destruction upon you. And Noah began to be a man, a tiller of the earth, and he planted a vineyard, and he drank of the wine, and he became drunk, and he was uncovered in his house. Noah did not know the nature of wine, that it makes drunk; and the Scripture bears witness to this, saying "he began," and "he was uncovered." Of the same author. Earthly wine strips the mind of the knowledge of intelligible things. Of the same author. Such was the fruit of the tree of the knowledge of good and evil as wine is, which uncovered Noah. Of the same author. Even if Noah became drunk and was uncovered, yet it was in his house; for it belongs to the holy not to be uncovered outside his house. This one was a giant hunter before the Lord God. The hunter is not set among the righteous now; and observe lest he be so not even at any other time. And all the earth was one lip, and one voice for all. To those who do not understand "I and the Father are one," and who for this reason deny that the Son has his own hypostasis, we shall bring forward "all the earth was one lip, and one voice for all." And seeking the difference between lip and voice, we shall say that voice is assigned to language, and perhaps lip to thought; or the reverse. Come, and going down let us confuse their tongue there, so that each may not hear the voice of his neighbor. It is a mark of wickedness that tongues were confused; it is a mark of virtue when there was one heart and one soul of all who believed.
Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνω ρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα. Καὶ ἔζησε Θάῤῥα ἑβδομήκοντα ἔτη, καὶ ἐγέν νησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάμ. Τὸν πατέρα τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομά δα ἐγέννησεν ὁ Θάῤῥα γενόμενος ἑβδομηκονταέτης. Ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. Ἄλλως γὰρ, ἑβδομηκονταέτης ὢν, οὐ δύναιτ' ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. Ἀλλὰ καὶ οὐ δηλοῦν ται πλείους αὐτοῦ γυναῖκες. Καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Ὡς φαῦλοι οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. Ὥστε
φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· καὶ τὰ ἑξῆς. Εἰ καὶ ἡ ἐκλογὴ γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ· παρατηρητέον, ὅτι ὁ μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, ὁ δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμμένον. Ὁ δὲ Θεὸς εἶπε πρὸς Ἀβρὰμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. Ἕπεται τοῖς κατορθοῦσι τὴν ἀρε τὴν ἡ παρὰ τοῦ Θεοῦ παράκλησις.
And thus, keeping to the Scripture, you will find that wherever there is a multitude of number, wherever there is a split, wherever there is division and disagreement, and all such things, these are marks of wickedness; but wherever there is unity, and concord, and great power in words, these are marks of virtue. And Thara lived seventy years, and begot Abram, and Nachor, and Arrham. Thara, having become seventy years old, begot the father of the nation that keeps festival, in the week. But I suspect that he begot the three as triplets. For otherwise, being seventy years old, he could not have become the father of the three by one woman. But neither are more wives of his made clear. And Abram went down into Egypt to sojourn there, because the famine prevailed over the land. Abraham was not dwelling in Egypt, but sojourning, because the famine prevailed over the land. But the Canaanites and the Pherezites were then dwelling in the land. As wicked men the Canaanites were dwelling, and not sojourning in the land. So that the wicked dwell, they do not sojourn in the land. If you go to the left, I to the right; but if you go to the right, I to the left; and the rest. Even if the choice was made, conceded by the equity of Abraham to Lot, one must observe that he who chose does not enjoy his own choice, while he who yielded has what was left to him blessed. And God said to Abram, after Lot had separated from him: Look up with your eyes, and see from the place where you now are, to the north and the south, and the east and the sea, that all the land which you see, I will give it to you. The consolation from God follows those who set virtue aright.
Μετὰ δὲ παραχω ρῆσαι τῷ ἀδελφῷ τὴν αἵρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη ὁ Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων· Γῆς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς· ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. Ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· τόπος δὲ τοῦ δικαίου ἡ ἀρετὴ, ἀφ' ἧς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέ χεται. Εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐ τὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἢ ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄψιν; Ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδό μων. Ἵππον Σοδομῖται νῦν πρῶτον ὠνομασμένην ὡς φαῦλοι ἔχειν λέγονται. Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις, ἀπήγγειλεν Ἀβρὰμ τῷ περάτῃ. Περάτης καλεῖται ὁ Ἀβραὰμ, ἐπειδὴ ἀπὸ τῆς Χαλδαίων χώρας δια περάσας τὴν Μεσοποταμίαν ἦλθεν εἰς τὰ μέρη τῶν Χαναναίων. Ἑρμηνεύεται δὲ καὶ τοῖς περὶ Ἀκύλαν Ἑβραῖος. Καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. Τὰ γὰρ γεννήματά φησι τῆς ψυχῆς τοῦ ἁγίου, καὶ πλήθει καὶ λαμπρότητι, ἅτε Θεοῦ συνεργήσαντος, τοσαῦτα καὶ τοιαῦτα γενέσθαι. Αὐτὰ παρίστησι τὴν θείαν εὐλογίαν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; καὶ τὰ ἑξῆς. Οὐκ ἦν κατὰ τὸν πιστεύσαντα πίστιν λελογισμένην αὐτῷ εἰς δικαιοσύνην ἀπιστεῖν, ὡς ἄν τις οἰηθείη.
But after he yielded the choice to his brother, and that brother chose the fairest and most fertile region, God appeared to Abraham, cheering his soul with encouraging words and good promises, almost saying: You have despised this least and perceptible land; I will give you the land of the meek, which is in the region of the living. For look up with the eyes of your mind, and see from the place where you now are; and the place of the righteous man is virtue, from which he awaits in hope the things hoped for, and looks for the things laid up in the heavens. For if this were not so, how much land was it likely that he could see with perceptible eyes? Or for how long could he gaze, running round in a circle and turning his sight about? And they took all the horses of the Sodomites. The Sodomites are now for the first time named as having horses, as wicked men are said to have them. But one of those who escaped came and reported to Abram the Hebrew. Abraham is called a Hebrew because, having crossed over from the land of the Chaldeans and passed through Mesopotamia, he came to the parts of the Canaanites. And it is also translated, in the version of Aquila, as Hebrew. And he said to him: Look up to the heaven and number the stars, if you are able to count them; so shall your seed be. For he says that the offspring of the holy soul, both in multitude and in brightness, since God worked with him, became as many and as great as these. These things set forth the divine blessing. And he said: Lord God, by what shall I know that I shall inherit it? and the rest. It was not in accordance with the faith of the one who believed, which was reckoned to him for righteousness, that he should disbelieve, as one might suppose.
Ἀλλὰ μήποτε πιστεύσας πρότερον, νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. Οὐ νομοθετεῖ δὲ τῷ Ἀβραὰμ θύειν ὁ Θεὸς, ἀλλ' ἐπειδὴ οἱ παλαιότατοι τὰς ὁρκωμοσίας διὰ τούτων ἐβεβαίουν. Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐτῶν υʹ δόσις, εἰς τὸ πληθυνθῆναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γε νόμενα σημεῖα. Πῶς οὖν τὸ, Οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων; ἵνα δείξῃ, ὅτι εὐλόγως ἐκβάλλονται δι' ἁμαρτίας. Καὶ γὰρ ὅταν λέγει, Μετεμελήθην, οὐ τοῦτο λέγει ὃ πάσχει, οὔτε τοῦτο πάσχει ὃ λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρ ίστησιν. Καὶ μετ' ὀλίγα· Ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, ὁ Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. Οὐ γὰρ ἦν ἁπλῶς ἱερεὺς μὴ ὄντων τῶν πειθομένων. Οὔπω οὖν ἀναπεπλήρωνται ἀντὶ τοῦ, Οὔπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν· οὔπω πεπλή ρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. Δέκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν· τότε δὲ οὐκ ὀλίγοι ἦσαν. Ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. Διὰ τί δὲ περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λʹ, τά τε τῆς Διαθήκης, ἣν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλʹ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υʹ φησίν. Ἀλλ' ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν υʹ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υʹ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λʹ. Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐναντίον αὐτῆς.
But perhaps, having believed before, he now also asks for knowledge concerning the things he has believed. God does not give Abraham a law to sacrifice, but because the most ancient people used these rites to confirm their oaths. But in the fourth generation they shall return here; for the sins of the Amorites are not yet filled up until now. A giving of four hundred years, so that Abraham's seed might be multiplied, and the things that were to happen might become signs. How then is it said, The sins of the Amorites are not yet filled up? To show that they are cast out reasonably because of their sins. For when he says, I have repented, he does not say what he suffers, nor does he suffer what he says, but he sets forth the absurdity of what has happened. And after a little: Then there were long ago in Palestine righteous men, Melchizedek and many others. For he would not simply be a priest if there were none who obeyed. Not yet, then, are they filled up, instead of, Not yet has a holy man failed from among them; not yet are they filled and perfected in sins. For ten righteous men save a city; but at that time there were not a few. They shall humble them four hundred years. But why does the Apostle say thirty years besides, both of the covenant which he made with Abraham, and of the journey from Egypt in the wilderness, and of the giving of the law? The things here do not conflict with what is written in Exodus. For there it is said, After four hundred and thirty years the power of the Lord went out from Egypt; but here he says after four hundred. But one must note that it was not said that when the four hundred years were completed they went out, but after four hundred years, which also implies the thirty. And her mistress was dishonored before her.
Ἐπίτηδες οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν
αὐτῆς. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμη νείας τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομά σθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζο μένου. Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναντίον σοῦ. Τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων. Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Μήποτε ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. Ὅπερ ἐὰν οὕτως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε. Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο τοῦ Ἀβραάμ. Δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον. Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δ' ἂν αὐτὸς, ὃν τρόπον ἔξω τῆς σκη νῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας·
Deliberately it was not made clear by whom, so that we, having sought, might find that virtue is naturally dishonored when it has brought forth its preliminary studies—not altogether by Abraham, but either by the maidservant, or by those who rejoice in the offspring of the better things before their birth. And your name shall no longer be called Abram, but your name shall be Abraham. Seek the interpretations of the names; for they were named by the power of the Holy Spirit. But indeed this too one must know, that names are indicative of habits, and states, and qualities, from which it is possible to see the disposition of the one named. And Abraham said to God: Let this Ishmael live before you. Abraham asked something exceptional concerning Ishmael, not being satisfied with "let him live"; therefore he added "before you." For to live before the Lord is the mark of the blessed and of the saints alone. And Abraham and Sarah were advanced in days, being old. Perhaps "advanced in days" is applied to the righteous alone. And if this is so, no base person has advanced. And Abraham drew near and said: Do not destroy the righteous with the wicked. This is a commendation of Abraham. For the firmness of his piety is made clear, which is why he was also able to draw near. But "draw near" must not be understood bodily. And Lot was sitting by the gate of Sodom. Lot was not inside Sodom, but by the gate. And I would say that he, in the same way as Abraham sat outside the tent watching for those passing by, out of love of hospitality, even beyond the proper time—
(μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πύλῃ, προτρεπόμενος τοὺς παρ ιόντας, καὶ ἑσπέρας ἤδη καταλαβούσης· εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις. Καὶ κατεβιάσατο αὐτοὺς, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἷος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρῄζουσιν. Τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπ' ἀγαθῷ πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας. Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοι κοῦντας ἐν ταῖς πόλεσι, καὶ πάντα τὰ ἀνατέλ λοντα ἐκ τῆς γῆς. Ὁ Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπε λος, περὶ ἧς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὤνησε τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ἔμφασιν ἔχει τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυ ναικός. Ὁ Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβιμέλεχ αὐτῆς· τάχα καὶ πάντα τὸν ἄκρως συμφρονοῦντα· θεόσδοτον γὰρ τὸ τοιοῦτον. Καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ·
(For it was midday.) Thus his kinsman and imitator of his ways sat by the gate, urging on those who passed by, and evening had already come on; knowing especially the impiety of those in Sodom, and that there is no rest there for strangers. And he constrained them, and they entered into his house. Since Lot was not such a one as Abraham, for this reason, hesitating to pass through to him, they need force. But the men who were at the door of the house they struck with blindness. For good are those struck with blindness who used sight badly, and are hindered from sinning by the blindness. And he overthrew all these cities, and all the surrounding country, and all those dwelling in the cities, and all things springing up from the earth. The Lord destroys not only the impious, but also their foods, being Sodomitic and harmful, among which is also the vine, concerning which it is written: For from the vine of Sodom is their vine, and their branch is from Gomorrah. And his wife looked back, and she became a pillar of salt. Nothing profited Lot's wife to have been constrained by the angels, even if she went out outside Sodom, since she turned back. But Abimelech did not touch her. The phrase "he did not touch" has the sense, as "it is good for a man not to touch a woman"; which is also apart from intercourse, in no other way passionately, either to look upon or to touch a woman. God, however, did not permit Abimelech to touch her; perhaps also everyone who is perfectly of one mind; for such a thing is God-given. And Abraham said to his servants:
Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ὑποστρέψομεν πρὸς ὑμᾶς. Ταῦτα εἶπε λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ἔλαβε καὶ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἐπωμάδιον γὰρ ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἀλλ' ἐκ θελήματος οἰκείου, καὶ βουλήσει τοῦ Θεοῦ καὶ Πατρός. Ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὢζ πρωτότοκον, καὶ τὰ ἑξῆς. Μελχὰ ἑρμηνεύουσι βασιλείαν· Ὢζ βουλευόμενον· Ναχὼρ ἀνάπαυσιν φωτός· Βαὺζ ἐξουδενωμένον· Καμουὴλ ἀνάστασιν Θεοῦ· Σύρων μετέωρον· Χαζὰδ ψεῦδος· Ἀζαῦ ὁρῶντα· Φάλδακ πτῶσιν ἐνδεοῦς, ἢ πτῶσιν πτωχείας· Ἰεδλὰφ χειρὸς περισσείαν, ἢ χεῖρα λάβε· Βαθουὴλ ἔνοικον Θεοῦ, ἢ θυγα τέρα Θεοῦ· Ῥεβέκκα ὑπομονήν· Ῥεέμα ὅρασιν προσδοκωμένην· Ταὰμ, διαμηρυκώμενον· Τοχὼς σιγήν· Μωχὰν ἔντερον κενόν. Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. Διὸ φιλοτιμητέον ἑστηκέναι ἐπὶ τῆς πηγῆς, ἵνα μὴ καὶ ἐφ' ἡμῶν ἁρμόσῃ τὸ, Ἐμὲ ἐγκατέλιπον πη γὴν ὕδατος ζῶντος. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου, καὶ τὰ ἑξῆς. Πρέπουσα ἡ
Sit here with the donkey; but I and the boy will pass on as far as this place, and having worshiped, we will return to you. He said this, having reasoned that God is able even to raise from the dead. Abraham also took the wood of the whole burnt offering and laid it on Isaac his son. For having his own cross as a burden on his shoulders, Christ suffered outside the gate, not compelled into suffering by human strength, but by his own will, and by the will of God and the Father. Behold, Melcha herself has borne sons to Nachor your brother: Oz the firstborn, and so on. Melcha means kingdom; Oz, one taking counsel; Nachor, rest of light; Baus, despised; Kamuel, resurrection of God; Syron, lifted up; Chazad, falsehood; Azau, seeing; Phaldak, fall of the needy, or fall of poverty; Jedlaph, abundance of the hand, or take a hand; Bathuel, inhabitant of God, or daughter of God; Rebecca, endurance; Reema, expected vision; Taam, one chewing the cud; Tochos, silence; Mocha, empty belly. Behold, I stand at the spring of water. Therefore one must strive for honor to stand at the spring, so that there may not fit us also the words, They abandoned me, the spring of living water. And it shall be that the virgin to whom I say, Incline your water jar, and so on. Fitting is the
φωνὴ τῷ πρεσβύτῃ τῆς οἰκίας τοῦ Ἀβραὰμ, καὶ ἁρμόζουσα τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ. Καὶ ὅρα σοφίαν, οἷον τίθησι σημεῖον. Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα, τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ. Ἐντεῦθέν ἐστι διδαχθῆναι, ὅτι καλόν ἐστι τὸν προσευχόμενον μὴ μετὰ αἰσθητῆς ἀκουόμενον τῆς φωνῆς προσεύχεσθαι, ἀλλ' ἐν τῇ καρ δίᾳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Πρέπουσα πορεία τῷ ἁγίῳ διὰ μὲν τὴν πολλὴν ἀναχώρησιν πορευομένῳ διὰ τῆς ἐρήμου, διὰ δὲ τὴν περὶ τῶν εἰς Θεὸν θεωρίαν πορευομένῳ κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης. Ἐξελθεῖν δεῖ τῶν γηΐνων τὸν μέλλοντα περὶ τῶν θείων ὁμιλεῖν, ὅπερ ἀδολεσχῆσαι νῦν ὠνόμασεν. Οὐ πρόσκειται δὲ τίνι· εἰκότως, ἐπεὶ μηδὲ ἀνθρώπων ἡ τοιαύτη ὁμιλία γίνεται, ἀλλ' ἤτοι πρὸς Θεὸν, ἢ αὐτοῦ τινος πρὸς ἑαυτόν. Τοῦ αὐτοῦ. Τὸ δὲ, πρὸς δείλης, σύμβολόν ἐστι τοῦ μόλις ἐπὶ γήρως δύνασθαί τινα ἐλθόντα μετὰ καταλήψεως τῶν θειοτέρων ὁμιλεῖν. Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβε γυναῖκα ᾗ ὄνομα Χεττούρα. Ἔτεκε δὲ αὐτῷ τὸν Ζεμβρᾶν, καὶ τὰ ἑξῆς. Ἀπὸ τῶν τέκνων Χεττούρας ἔθνη γέγονε πλεῖστα, ἃ κατῴκησαν τὴν Τρωγλοδύτην ἔρη μον, καὶ τὴν Εὐδαίμονα Ἀραβίαν, καὶ τὴν διήκουσαν, τήν τε Μαδιανῖτιν, καὶ τὴν πόλιν Μαδιὰμ παρακειμένην τῇ ὑπὲρ τὴν Ἀραβίαν ἐρήμῳ ἄντικρυς Φαρὰν εἰς ἀνατολὰς τῆς Ἐρυθρᾶς θαλάσσης· ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας·
A voice belonged to the elder of Abraham's household, and it was fitting for the one who was ruler over all that was his. And observe the wisdom—what sort of sign he sets. But the man carefully observed it and kept silent, to know whether the Lord had prospered his journey or not. From this one is taught that it is good for the one praying not to pray with a voice heard by the senses, but in the heart, to the one who searches hearts and reins. And Isaac journeyed through the desert by the well of the vision. A journey fitting for the saint—journeying through the desert because of his great withdrawal, and journeying by the well of the vision because of his contemplation of the things pertaining to God. And Isaac went out to meditate in the field toward evening. One who is about to converse about divine things must go out from earthly things, which he here called "to meditate." But it is not added to whom; reasonably so, since such converse does not take place even with human beings, but either with God, or of oneself with oneself. By the same author. And the phrase "toward evening" is a symbol of one being able, scarcely in old age, having come with comprehension of the more divine things, to converse. And Abraham, having added, took a wife whose name was Keturah. And she bore to him Zimran, and so on. From the children of Keturah very many nations came to be, which inhabited the Troglodyte desert, and Arabia Felix, and the region extending through, both Madianitis and the city of Madiam lying beside the desert beyond Arabia, directly opposite Paran, toward the east of the Red Sea; whence the nation of the Madianites, from Madiam the son of Abraham and Keturah.
ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι ὁ Ἰοθὼρ ὁ πενθερὸς Μωϋσέως ἀπόγονος ἦν τοῦ Ἀβραὰμ καὶ συγγενὴς Μωϋσέως. Τοῦ αὐτοῦ. Χεττούρα ἑρμηνεύεται μικροτέρα ἢ ὑποδεεστέρα· Ἰεσβὼκ ἄφεσις, ἢ ἀφήσει· Σωϊὲ χρηστὸς λαός· Σαβὰν ἀποστροφή· Θαιμὰν ἐκλείψεις αὐτῶν, ἢ συντελούμενοι· Δαιδὰν ἱκανὴ κρίσις, ἢ μονότης· Ῥαγουὴλ φίλος ἰσχυρὸς, ἢ ποιμανσία Θεοῦ· Ναβδεὴλ δουλεύων τῷ Θεῷ· Ἀσσουριεὶμ ἑδραῖοι, ἢ κατευθύνοντες· Λατουσιεὶμ σφυροκόποι· Γεφὰρ, ἐνδεὴς, ἢ ἐλλείπων· Ἀφὲρ χοῦς, ἢ γήϊνος, ἢ σποδός. Ἐνὼχ χάρις σου· Ἀβιδὰ πατρός μου ὕψος· Ἐφρὼν χοῦς, ἢ γήϊνος, ἢ σποδός· Σαὰρ μεσημβρία· Δουμὰ σιωπή· Μαμβρῆ ἀπὸ ὁράσεως· Μασσῆ ἔπαρσις, Ἰσμαὴλ ἀκοὴ Θεοῦ· Χοδδὰδ μέτρον κενούμενον· Ναβαιὼθ προφητεία· Θαιμὰν συντέλεια· Κηδὰρ σκοτασμός· Ἰετοὺρ ἐξωρισμένος· Ναβδεὴλ δουλεύων Θεῷ· Ναφὲς ἀναψυχή· Μασμὰν προσοχὴ, ἢ ἀκοή· Κεδμὰ ἐμπρόσθιος· Μασσὰμ ἐξ ἡδυσμῶν· Εὐϊλὰτ ὠδίνουσα· Σοὺρ τεῖχος. Κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω· καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε. Εἰ, ποῦ χρὴ κατοικεῖν ἐκ προστάγματος Θεοῦ, παροικήσει τις, ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ εὐλογεῖ αὐτόν· εἰ δὲ, ὅπου οὐ δεῖ παρ οικεῖν, κατοικήσει τις, οὐκ ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, οὐδὲ εὐλογήσει αὐτόν. Ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰ δικαιώ ματά μου, καὶ τὰ νόμιμά μου. Εἰ μήπω ἦν ὁ κατὰ Μωϋσέα νόμος γεγραμμένος, ἐφύλαξε δὲ Ἀβραὰμ τὰ εἰρημένα, οὕτως αὐτὰ ἐφύλαξεν, ὡς ἔθνη τὰ μὴ νόμον ἔχοντα, καὶ φύσει τὰ τοῦ νόμου ποιοῦντα·
From this it is clear that Jethro, the father-in-law of Moses, was a descendant of Abraham and a kinsman of Moses. By the same author. Chettura is interpreted as "the lesser" or "the inferior"; Jesbok as "remission" or "he will remit"; Soie as "a good people"; Saban as "turning away"; Thaiman as "their failings" or "those being completed"; Daidan as "sufficient judgment" or "solitude"; Raguel as "a strong friend" or "the shepherding of God"; Nabdeel as "serving God"; Assurieim as "steadfast" or "those directing"; Latousieim as "hammerers"; Gephar as "needy" or "lacking"; Apher as "dust" or "earthly" or "ashes." Enoch as "your grace"; Abida as "the height of my father"; Ephron as "dust" or "earthly" or "ashes"; Saar as "midday"; Douma as "silence"; Mambre as "from vision"; Masse as "lifting up"; Ishmael as "hearing of God"; Choddad as "a measure being emptied"; Nabaioth as "prophecy"; Thaiman as "completion"; Kedar as "darkness"; Jetour as "cast out"; Nabdeel as "serving God"; Naphes as "refreshment"; Masman as "attention" or "hearing"; Kedma as "the one in front"; Massam as "from sweet things"; Euilat as "she who is in labor"; Sour as "a wall." Dwell in the land that I shall tell you, and sojourn in this land, and I will be with you, and I will bless you. If one is to dwell where it is necessary by God's command, God is with him and blesses him; but if one dwells where he ought not to sojourn, God is not with him, nor will he bless him. Because Abraham obeyed my voice and kept my commandments and my ordinances and my statutes. If the law according to Moses had not yet been written, yet Abraham kept what was said, and he kept them in such a way as the nations that have no law, and by nature do the things of the law.
ἐνδεικνύμενοι τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, μαρτυρουμένης αὐτῶν τῆς συνειδήσεως, καθά φησιν ὁ Ἀπόστολος. Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων· καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. Φιλοτιμητέον ἑκάστῳ εὐχομένῳ εἶναι τέκνον τοῦ Ἰσαὰκ ταῦτα νοῆσαι τὰ φρέατα, καὶ ὀρύξαι αὐτὰ ἐν ἑαυτῷ. Ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ. Διὰ δὲ τοῦ μὴ ἀν θίστασθαι τοῖς ἀδικοῦσι δείκνυσιν, ὅτι ἀληθῶς ἦν ἄπλαστος. Ὅθεν, ἀποδεξάμενος αὐτὸν τῆς ἀνεξικα κίας ὁ Θεὸς, ἐπιφαίνεται αὐτῷ, καὶ ἐπαγγέλλεται τὴν γῆν, ἵνα μὴ ἀθυμῇ, ὅτι ὡς ξένος πάροικος προὔκειτο τοῖς ἀδικεῖν βουλομένοις, πληρῶν τὸ εἰρημένον ἑκάστοτε, ἐὰν διώκωσιν ὑμᾶς. Καὶ εἶπεν· Ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ. Τὴν εὐσεβῆ φωνὴν οὐκ ἂν λεχθεῖσαν ὑπὸ τοῦ Ἠσαῦ· Ὃ παρέδωκεν ὁ Θεός σου ἐναντίον μου· ἐπιγνοὺς ὁ Ἰσαὰκ, εἶπεν· Ἡ φωνὴ φωνὴ Ἰακώβ. Καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ
ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος. Σαφῶς οὐκ αἰσθητὴ ἦν ἡ ὀσμή. Ποία γὰρ ἂν ὀσμὴ δύναται εἶναι ὀσμῇ ἀγροῦ παραβαλλομένη; ἀλλὰ μήποτε τοιαύτη ἦν αὕτη, ὁποίαν ὁ Ἀπόστολος ἔχων ἔφασκε· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν παντὶ τόπῳ. Ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν. Καὶ ἐκ τοῦ ἐναντίου δὲ αἱ κακίαι δυσώδεις εἰσὶ κατὰ τὸν εἰπόντα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Πρέπει δὲ τῷ Κυρίῳ τὸν αὐτῷ εὐώδη τῶν ἀρε τῶν ἀγρὸν εὐλογεῖν. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
showing the work of the law written in their hearts, their conscience bearing witness, as the Apostle says. And the servants of Isaac dug in the valley of Gerar, and found there a well of living water. Let each one who prays to be a child of Isaac be ambitious to understand these wells and to dig them in himself. And departing from there he dug another well, and they did not fight over it. By not resisting those who do wrong he shows that he was truly guileless. Therefore, God, having accepted him for his forbearance, appears to him and promises him the land, so that he might not be disheartened because he lay as a stranger and sojourner before those who wished to do wrong, fulfilling what is said at every time, if they persecute you. And he said: The voice is the voice of Jacob. The pious voice would not have been spoken by Esau: What your God delivered before me. Isaac, recognizing this, said: The voice is the voice of Jacob. And he said: Behold, the smell of my son is as the smell of a field full of which the Lord has blessed. Clearly the smell was not perceptible to the senses. For what smell could there be that is compared to the smell of a field? But perhaps it was such as the Apostle had when he said: We are the fragrance of Christ to God in every place. And I think that each virtue has its own fragrance, which is contributory to the virtues. And on the contrary, the vices are foul-smelling, according to the one who said: My wounds stink and are corrupt. And it is fitting for the Lord to bless the field of virtues that is fragrant to him. And he said to him: Behold, Esau your brother threatens you to kill you.
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν. Μανθάνομεν ἀπὸ τού των, ὅτι δεῖ ἀποδιδράσκειν τοὺς ἐπιβουλεύοντας, καὶ διωγμοὺς φεύγειν, εἰ καὶ ὀπτασιῶν καταξιωθῶμεν ὡς ὁ Ἰακώβ. Παρακληθείη δ' ἄν τις ἰδὼν τὰ παρακολουθήσαντα τῷ Ἰακὼβ φεύγοντι ἀπὸ τοῦ Ἠσαῦ· ὀπτασιῶν τε γὰρ ἠξιώθη, καὶ πατὴρ γεγένηται δώ δεκα φυλῶν· καὶ ἐπανερχόμενος ἀπὸ τῆς διὰ τὸν διωγμὸν φυγῆς, γίνεται ἀντὶ Ἰακὼβ Ἰσραήλ. Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν. Αἱ θυγατέρες Χαναὰν πονηραί εἰσιν, οὐκ ἐναντίον Ἠσαῦ, ἀλλ' ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ. Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. Ἀνοίγει μήτραν ἐπὶ ἁγίων γεννήσει· κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἡ ἐσο μένη αὐτοῦ μήτηρ. Τοῦ αὐτοῦ. Πρώτη γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα. Εἶπε δὲ αὐτῷ Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Οὐκ ἔστι μὲν οἰωνισμὸς ἐν Ἰακώβ· ὁ δὲ Λάβαν φησὶν, οἰωνισάμην ἂν, ὡς ἀλλό τριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἧς οὐ τέλεον ἀλλότριος ἦν, προστιθεὶς τῷ, οἰωνισάμην, καὶ τὸ, Εὐ λόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμά των, τῆς ἁγίας Τριάδος·
Now therefore, child, hear my voice, and arise and flee to Mesopotamia. From these things we learn that one must flee from those who plot against us, and avoid persecutions, even if we are deemed worthy of visions like Jacob. And one might be comforted seeing what followed upon Jacob as he fled from Esau: for he was deemed worthy of visions, and became the father of twelve tribes; and returning from the flight that came about because of the persecution, he becomes Israel instead of Jacob. You shall not take a wife from the daughters of Canaan. The daughters of Canaan are evil, not in the eyes of Esau, but in the eyes of Isaac his father. And the Lord God, seeing that Leah was hated, opened her womb. He opens a womb for the bearing of holy ones; and according to the spiritual law he opens the womb of a soul, so that the one who is to be his mother may bear the Word of God. By the same author. For the synagogue of the Jews, the multitude older in time, was the first to bring forth children to God. And Laban said to him, If I have found favor in your eyes, I would have divined; for God has blessed me at your coming. There is indeed no divination in Jacob; but Laban says, I would have divined, as one alien to Jacob's purpose, of which he was not entirely alien, adding to I would have divined also, For God has blessed me at your coming. And Jacob took for himself a rod of storax, green, and of walnut, and of plane tree. The three rods symbolically are either the three powers of the soul—the rational, the spirited, the appetitive—or the three contemplations of bodies, of incorporeal things, of the Holy Trinity.
ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεω ρίαν αὐτοῦ ᾐνίξατο. Τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει· καὶ τῆς μὲν πρακτι κῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές· τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι· τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου· καὶ ἔσομαι μετὰ σοῦ. Ὅτε ἐκαρποφόρησεν Ἰακὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχά νων, τότε εἶπεν αὐτῷ Κύριος· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου. Τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπελευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. Καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐ τοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. Οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ ὁ Κύριος. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλ λαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς εἴρηκε· Σύμμαχος δεκάκις ἀριθμῷ. Ἔλεγεν οὖν, ὥς φησιν ὁ Ἑβραῖος, Δεκάκις ἠθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ ὁ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπ' ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾷν αὐτόν· ὅπερ ἐδήλωσαν αἱ δύο ἐκδόσεις· Καὶ παρηλογίσω τὸν μισθόν μου δέκα ἀμνάδας· ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὓς συνέθετό μοι δοῦναι· οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο· ἀλλ' ἀφ' ὧν αὐτὸς λέγει, φανερόν ἐστιν. Ὥσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγή σεως εἶναι φανερὸν καὶ τὸ γενόμενον· οὕτω καὶ ἐνταῦθα.
Either generally the practical [life] is signified by the walnut, the contemplative by the storax, and by the plane tree he hinted at this world and the contemplation of it. The stripping off of its green foliage signifies his renunciation; and of the practical life the green is the pleasantness of pleasure, while of the contemplative it is being busied with bodily things; but the green of the other two interpretations, examine. And the Lord said to Jacob: Return to the land of your father, and to your kindred; and I will be with you. When Jacob bore fruit and grew rich while he was outside his kindred, then the Lord said to him: Return to the land of your father. And something of this sort must be understood as spoken by the Lord when we come to our departure, about to go to our fathers. And he gives a prize to the one who returns to the land of his father and to his kindred. And I think that the Lord was present with him in dreams. But your father deceived me and changed my wages ten lambs. Aquila said ten numbers; Symmachus, ten times in number. He was saying, then, as the Hebrew says, Ten times Laban broke the agreements with Jacob, because the things born in Jacob's name were very many, and he cast an eye of envy upon him; which the two editions made clear: And you defrauded me of my wages, ten lambs; but of lambs he has no mention at all, which he agreed to give me; it nowhere appears that he agreed; but from what he himself says, it is clear. For just as he does not bring in Lamech as killing, but as being sought out, so that from the exposition the event too is clear; so also here.
Πολλάκις οὖν ἡ Γραφὴ, ἃ ἐν τῷ πράτ τεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδήλωσεν. Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Καλοῦ ποιμένος παῤῥησία ἐμφαίνεται ταῖς φω ναῖς ταύταις, ἃς ζηλωτέον. Γεννάτωσαν οὖν καρ ποὺς πνευματικοὺς τὰ ἐν τοῖς
ποιμνίοις καὶ αἰπολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατεσθίωμεν. Ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμ βάσεις ποιεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ· καὶ ὁ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ. Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους. Καὶ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται· Καιρὸς τοῦ βαλεῖν λί θους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. Συνά γονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χριστοῦ, ἵνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐ τοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Τοῦ μὲν φαύλου διὰ τὴν κακίαν ἐγγὺς ὁ τόπος· τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν ὁ τόπος, οὐ μικρὸς ὁ κόπος. Καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ Κύριός φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα. Κατὰ τιμὴν τὸν πρε σβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὑτοῦ κα λεῖ. Πλὴν καὶ ἀπόκρισις ὑποπίπτουσα ἀπο στρέφει θυμόν.
Often, then, Scripture has made clear by some interpreter things that it did not explain in the doing. Your sheep and your goats did not miscarry; you did not devour the rams of your sheep. The boldness of a good shepherd is shown in these words, which are to be emulated. So let the things in the flocks and herds bear spiritual fruits, but let us not devour the rich ones of the flock. And since his gods were not found, he makes agreements with the wondrous Jacob; and the world, when it has cast off the falsely named gods, has become a friend of Christ. And Jacob said to his brothers: Gather stones; and they gathered stones. And in Ecclesiastes it is written: There is a time to cast stones, and a time to gather stones. And they are gathered at Jacob's command, who was a type of Christ, so that the building may be completed on the foundation of the apostles and prophets, with our Lord Christ himself as the cornerstone, out of living stones, when it becomes a spiritual house, a holy priesthood. And Laban turned away and went to his place. The place of the wicked is near because of his wickedness; but for one who journeys by progress, since the place is far off, the labor is no small one. And the angels of God met him. The Lord says: I am the way. So to the one who travels this way, the angels of God come to meet him. And he commanded them, saying: Thus you shall say to my lord Esau: Thus says your servant Jacob: I have sojourned with Laban. In honor he calls his elder brother his lord without hypocrisy. Yet also a submissive answer turns away wrath.
Καὶ ὡς ἄνθρωπος μὲν ἐφοβή θη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλ' ἤρ χετο. Καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ. Ἰαβὼκ πόταμός ἐστι τῆς Ἀραβίας, ὁ νῦν καλούμενος Ἰαμβίκης. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ' αὐτοῦ ἄνθρωπος, καὶ τὰ ἑξῆς. Τίς δ' ἂν ἄλλος εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλο γήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ' ἀρχῆς, ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπι φέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Χιτὼν ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πα τὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὁ μισῶν ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. Ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν. Οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἴ γυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ. Πετεφρῆς παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ Φουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ Φουτιφαρέ.
And as a man he was afraid, but trusting in God he did not flee, but began to go. And he crossed the ford of the Jabbok. The Jabbok is a river of Arabia, the one now called the Iambikes. And Jacob was left alone, and a man wrestled with him, and the rest. Who else could the one called both man and God be, wrestling and contending together with Jacob, than the holy Word of God, who spoke to the fathers in many parts and in many ways, bearing the title Lord and God, who also blessed Jacob and named him Israel, saying, that you prevailed with God? For the men of that time saw the Word of God in this way, as also the apostles of our Lord who declared: What was from the beginning, we have seen with our eyes, and we have beheld, and our hands have handled concerning the Word of life; which Word, and life, Jacob also beheld and adds, saying: For I have seen God face to face. And Jacob loved Joseph beyond all his sons, because he was a son of his old age. And he made him a variegated tunic. A variegated tunic is the best disposition adorned with virtues. And his brothers, seeing that his father loved him more than all his sons, hated him, and could not speak to him anything peaceful. He who hates is unable to speak anything peaceful to the one hated. Let us therefore put away hatred, so that we may be able to speak peaceful things. And the Midianites sold Joseph into Egypt to Potiphar the eunuch of Pharaoh, the chief cook. Potiphar is called Phoutiphar by Aquila and Symmachus in this place, and in another place Phoutiphare.
Καὶ ἡ μὲν τοῦ παρόντος ὀνόματος ἑρμη νεία παράκειται τῇ λέξει· ἡ δὲ ἔκθεσις τοῦ ἑτέρου ἐν τοῖς ἑξῆς φανεῖται. Γνοὺς δὲ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. Πᾶς ὁ σπεί ρων ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν· διὸ καὶ θανατοῦται ὑπὸ Θεοῦ. Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων. Ὡς ἐπὶ σκοπὸν βάλλων, ἔτεινε τὸ ἡγε μονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. Πολλαχοῦ δὲ κέ χρηται τούτῳ ἡ Γραφή. Καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ. Διὰ τὸν ἅγιον ἐν οἴκῳ ὄντα Αἰγυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου. Αὕτη δὲ οὐ πνευματικὴ εὐ λογία. Ἐγένετο δὲ μετὰ ῥήματα ταῦτα, ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. Νομίζω ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βασιλεῖ Αἰγύπτου, λέγοιτ' ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλ' οὐ τῷ Θεῷ. Εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ. Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ
And the interpretation of the present name lies before us in the word; but the exposition of the other will appear in what follows. But Onan, knowing that the seed would not be his, it came to pass when he went in to his brother's wife, he poured it out upon the ground. Everyone who sows upon the flesh, and stores up the works of the flesh in the earth, is like Onan; therefore he is also put to death by God. And the Lord was with Joseph; and he was a man who prospered. As one shooting at a mark, he stretched his ruling faculty, and always hit the mark. And the Scripture has used this in many places. And the Lord blessed the house of the Egyptian because of Joseph. Because of the holy man who was in the house of the Egyptian, the house is blessed, and the possessions, and the field of the Egyptian. But this is not a spiritual blessing. And it came to pass after these words, the chief cupbearer of the king of Egypt sinned, and the chief baker, against their lord the king of Egypt. I think that what corresponds to "I sinned against the king of Egypt" might be said concerning the martyrs, that they sin against the intelligible king of Egypt, but not against God. For they seem to sin against the law of the world, which is contrary to the law of God. That I was stolen by theft from the land of the Hebrews, and here I am not
ἐποίησα οὐδέν. Τὸ μηδὲν ἐπιχωρίων Αἰγυπτίων ποιεῖν αἰνίσσεται διὰ τοῦ· Ὧδε οὐκ ἐποίησα οὐδέν. Αἰγυπτίων δὲ ἔργον ἦν καὶ τὸ συνελθεῖν τῇ τοῦ κυρίου γυναικί. Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰ σίν. Καὶ ἀνωτέρω εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. Οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται· συγχρησαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. Τοιαῦτα δ' ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς· τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παρα δειγμάτων. Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέ σεως ἦν Φαραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παι σὶν αὐτοῦ. Τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος· ἡμεῖς δὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ παραπλήσιον εὑρόντες, ὅτε καὶ ἡ θυγάτηρ Ἡρωδιάδος ὠρχήσατο, καὶ ἀπετμήθη ἡ Ἰωάννου κεφα λή· καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν. Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον. Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἑξῆς. Ὁ ἐπὶ τοῖς ῥευστοῖς καὶ ἀβεβαίοις πεποιθὼς ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφ' οὗ τὰ δο κοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐ τοῦ παχεῖς εἰσιν· ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. Πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾤμην ὑμᾶς δεσμεύειν δράγματα. Ἐπὶ δὲ δευτέρου ἐνυπνίου, Ὥσπερ, φησὶν, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. Πάλιν τε αὖ ὁ μὲν ἀρχιοινοχόος·
I did nothing. The doing of nothing of the native Egyptians is hinted at through this: "Here I did nothing." And it was an Egyptian deed also to consort with the master's wife. But Joseph answered and said to him: "This is its interpretation: the three baskets are three days." And it has been said above, "the three branches are three days." Therefore "three days" is represented both through branches and through baskets, Providence cooperating for the representation of three days with fitting examples from each kind of life. You would find such things also in the rest of the Scriptures: the same thing is made clear from examples that seem to be different. "And it came to pass on the third day, it was Pharaoh's birthday, and he made a feast for all his servants." One of those before us observed that he is base who honors matters of birth and approves the day of his own birth; but we confirm the account, having found something similar also in the case of Herod, when the daughter of Herodias danced and the head of John was cut off; and nowhere does a righteous man appear celebrating a birthday. "And it came to pass after two years of days, Pharaoh saw a dream." He thought he was standing by the river, and the rest. He who has trusted in things flowing and unstable thought he was standing by the river, from which the things that seem to be prosperous come up, when his cows are fat; but all these are devoured by the worse. And in regard to "he thought," you will compare "I thought you were binding sheaves." And in the second dream: "As it were," he says, "the sun and the moon and the stars were bowing down to me." And again on the other hand the chief cupbearer:
Ἐν τῷ ὕπνῳ μου, φησὶν, ἦν ἄμπελος, καὶ τὰ ἑξῆς· ὁ δὲ ἀρχισιτοποιός· Ὤμην τρία κανᾶ χονδριτῶν αἵρειν ἐπὶ τῆς κεφαλῆς μου, καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Τὸ μὲν διηγηματικὸν τῆς Γραφῆς πρόσ ωπόν φησιν· Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ὁ δὲ Φαραώ φησιν· Ὤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. Τὰ μέντοιγε ἐν Αἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὧν σύμβολον ἡ εὐθηνία, εἰς πικρότερον καταλήγει, ὧν ἡ εὐθηνία καὶ ὁ λιμὸς τύπος. Τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. Οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβάνοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθ' ἡμέραν λαμπρῶς· λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπο λαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Τοιαῦτα δ' ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐρύχωρον ὁδευόντων, ὧν τὸ τέλος ἀπώλεια· οἷς δὲ ἀρ χὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. Διὸ οὐαὶ τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι· καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καὶ τὰ ἑξῆς. Τοῦ Φαραὼ τὰ ἐνύπνια βόες ἦσαν καὶ στάχυες. Δι' ὧν γὰρ γεωργεῖται ἡ γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίας τε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ. Ἠγέρθη δὲ Φαραὼ, καὶ ἐνυπνιάσθη τὸ δεύτε ρον· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. Ὁ μὲν Ἰωσὴφ οὐ στάχυας, ἀλλὰ δράγματα εἶδεν·
He says, "In my dream there was a vine," and the rest; and the chief baker: "I thought I was carrying three baskets of coarse breads on my head," and the rest. By the same author. The narrative person of the Scripture says: "He thought he was standing by the river," not beside the bank of the river; but Pharaoh says: "I thought I was standing beside the bank of the river," not on the river. Yet the affairs in Egypt, the affairs among worldly things, beginning from the better things, of which prosperity is the symbol, end in the more bitter things, of which prosperity and famine are a type. Such a thing is it also to contemplate in the account concerning the rich man. For, as it were, the seven years of prosperity were his, while he received his good things in his life, clothed in purple and fine linen, and faring sumptuously every day; but it ends for him in the opposite things, as he receives the evil things after his departure from here. Such things you might see also in those who travel the broad and spacious way, whose end is destruction; but for those whose beginning is the narrow and constrained way, the end is life. Therefore woe to those who are filled, for they shall hunger; and to those who laugh, for they shall weep. Blessed are those who mourn and weep, for they shall be comforted. And behold, as it were from the river, seven cows came up, and the rest. Pharaoh's dreams were cows and ears of grain. For by those things with which the earth is cultivated, and what it bears, there was fore-signification of prosperity and of barrenness to the king. And Pharaoh awoke, and dreamed a second time: and behold, seven ears of grain came up on one stalk, choice and good. Joseph saw not ears of grain, but sheaves.
ὁ δὲ Αἰγύπτιος οὐ δράγματα, ἀλλὰ στάχυας. Καὶ πάλιν ὁ μὲν ἀρχιοινοχόος τοὺς τρεῖς πυθμένας βλέπει εἰς τρεῖς ἡμέρας· ὁ δὲ βασιλεὺς τοὺς ἐν πυθμένι ἑνὶ ἑπτὰ στάχυας εἰς τὸ συνημμένον τῶν ἑπτὰ ἐνιαυτῶν· καὶ γίνεται τοῦ ἑνὸς ὀνόματος τοῦ πυθμένος διάφορος ἡ ἑρμηνεία. Εἴποτε οὖν ἄλλως τις διηγεῖται τὴν Γραφὴν, μὴ δοκείτω βιάζεσθαι αὐτήν. Καὶ ἔτι τηρητέον, ὅτι ἐπὶ μὲν τῆς εὐθηνίας ἑπτὰ στάχυες ἀναβαίνοντες ἐν πυθμένι ἑνὶ, ἐπὶ δὲ τοῦ λιμοῦ ἑπτὰ μὲν στάχυες, οὐκ ἔτι δὲ ἐν πυθμένι ἑνί· ἄλλος φησίν· ἐν καλάμῳ ἑνί. Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. Ὅλης Αἰγύπτου πῶς ἐκάλεσε τοὺς ἐξηγητὰς καὶ σο φοὺς, ἅμα ζητητέον ὡς πρὸς τὴν λέξιν, καὶ εἰ πρὸς ἀναγωγὴν δεῖται ἐξηγητῶν Αἰγυπτίων ὁ Φαραὼ ὡς σοφωτέρων. Ὅλης δὲ Αἰγύπτου φαμὲν, ὡς ἀκο λούθου τῷ, Πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας
τοὺς σοφοὺς αὐτῆς. Καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐ τοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Οὐκ οἶμαι, ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον ἢ αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. Ἀλλ' ἐρεῖ τις· Πῶς ᾔδει ὁ Φαραὼ πότερον ἐπιτυγχάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμενοι τὰ ἐνύπνια, ἢ μή; Ἔλεγε δὲ πρὸς ταῦτα ὁ Ἑβραῖος, ὅτι ὁ Φαραὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. Ἑκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι.
But the Egyptian saw not sheaves but ears of grain. And again, the chief cupbearer sees the three branches for three days; but the king sees the seven ears of grain on one branch for the conjunction of the seven years; and the interpretation of the one word "branch" becomes different. If ever, then, someone narrates the Scripture otherwise, let him not seem to be forcing it. And one must further observe that in the case of abundance seven ears of grain came up on one branch, but in the case of famine seven ears of grain, yet no longer on one branch; another says, on one reed. And it came to pass in the morning, and his soul was troubled, and he sent and called all the interpreters of Egypt, and all its wise men. How he called the interpreters and wise men of all Egypt must be examined at once with respect to the wording, and whether for the anagogical sense Pharaoh needs Egyptian interpreters as being wiser. And we say "of all Egypt" as being in accord with "all the interpreters of Egypt, and all its wise men." And Pharaoh related to them his dream, and there was no one who could report it to Pharaoh. I do not think that they were completely silent, but they were saying anything rather than the very thing of the narration of dreams. But someone will say: How did Pharaoh know whether the interpreters and wise men of Egypt succeed when they narrate dreams, or not? And the Hebrew said in reply to these things that Pharaoh, having seen the dream, also saw its narration, which fell from his memory. Hearing each one speaking, then, he did not remember what he knew he had seen.
Διὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰωσὴφ, καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦ σαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, καὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ· ἐπεὶ ἅμα γε ἐκδιηγήσατο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνήσθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ. Ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ, εἶπεν· Ἄνευτοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. Εὔλογος Ἰωσὴφ ἐν ᾧ προοιμιάζεται ἀπὸ Θεοῦ. Τήρει δὲ, ὅτι πρὸς μὲν τὴν γυναῖκα εἶπε· Καὶ ποιή σω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ. Ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ φυ λακῇ εὐνούχους φησίν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ; Μεῖζον ἢ κατὰ ἄνθρωπον ἰδὼν Φαραὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Τοῦ αὐτοῦ. Ἠναγκάσθη καὶ Φαραὼ ἕνα εἰπεῖν Θεόν· καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ὀνείρατος προαποδεδομένον. Καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. Τὸ Ἑβραϊκὸν ἔχει Ἀβρὴχ, ὃ κυρίως σημαίνει, πατὴρ ἁπαλός. Εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν Ἰωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὢν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. Δηλοῖ δὲ οὐδὲν ἡ λέξις, ἢ τὸ γονατίζειν. Φανερὰ γάρ ἐστιν ἡ φωνὴ τοῦ κήρυκος. Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ Ψονθομ φανήχ. Ψομθομφανὴχ ὃ ἑρμηνεύεται, ᾧ ἀπεκαλύφθη τὸ μέλλον. Ἀκύλας, Σαφαμφανή· Σύμ μαχος, Σαφθφανὴ, κεκρυμμένα ἀπεκάλυψε. Καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετε φρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα.
For this reason Pharaoh was amazed at Joseph, and suddenly advanced him to the position of entrusting to him all Egypt, and its grain, and the salvation of the Egyptians—since as soon as he had recounted the dreams, Pharaoh was reminded that these were the very things previously indicated to him. And Joseph, answering Pharaoh, said: "Without God, the salvation of Pharaoh will not be answered." Joseph is reasonable in that he begins with God. Observe also that to the woman he said: "And I will do this evil thing, and I will sin against God." But also to the eunuchs in the prison he says: "Is not the interpretation of them through God?" And Pharaoh said to all his servants: "Shall we find such a man as this, who has the Spirit of God in himself?" Seeing something greater than human in the fact that the interpretation of the dream that had escaped his memory was clarified by Joseph, Pharaoh said that he had the Spirit of God in himself. Of the same. Pharaoh was compelled also to speak of one God; and with this agrees what was previously given concerning the interpretation of the dream. And a herald proclaimed before him. The Hebrew has Abrech, which properly means "tender father." With good reason he called Joseph a tender father, since being tender in age, as a father he displayed a saving rule to the Egyptians. But the word signifies nothing other than kneeling. For the voice of the herald is clear. And Pharaoh called the name of Joseph Psonthom phanech. Psonthomphanech, which is interpreted, "to whom the future was revealed." Aquila: Saphamphane; Symmachus: Saphthphane, "he revealed hidden things." And he gave him Aseneth the daughter of Petephres the priest of Heliopolis as his wife.
Τὸ μὲν Φουτιφὰρ ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμη θείσης τῷ Ἰωσήφ. Οἰήσεται δέ τις ἕτερον εἶναι τοῦ τον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. Οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραῖοι· ἀλλ' ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. Καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. Ἣν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ. Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου. Τὸ μὲν πάντων ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν· εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ ὁ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. Οὐ γὰρ Θεὸς ποιεῖ ἐπιλαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ· εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵν' ᾖ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως· πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων. Τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. Μυ στικῶς ἡ πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου· παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται· Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ ἐν Ψαλμοῖς· Ἐταπεινώθη εἰς χοῦν ἡ ζωὴ ἡμῶν· καὶ πάλιν· Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. Οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. Ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσω πον ἐπὶ τὴν γῆν.
Potiphar is [a name] in the name of the father of the woman married to Joseph. But someone will suppose that this man is different from the one who bought Joseph. The Hebrews, however, have not supposed so; but they say, from an apocryphal source, that he is the same man, and became both master and father-in-law. And they say that this Aseneth slandered her mother to her father, as though she had plotted against Joseph, and had not been plotted against. But she whom he gave in marriage to Joseph, he was eager to show also to the Egyptians, that no such sin had been committed against his house. And Joseph called the name of the firstborn Manasseh, because God made me forget all my labors, and all those of my father. Now that God, having done this, made him forget all his labors is clearly good; but whether Joseph also forgot all those of his father Jacob, and God did this to him, is a matter for inquiry. For God does not make Joseph forget the words of Jacob and his sons—unless perhaps [he means] his labors, so that "labors" is understood in common, thus: all my labors and all the labors of my father. The name of the second he called Ephraim, because God increased me in the land of my humiliation. Mystically, the spiritual Egypt is a land of humiliation for the righteous man; wherefore it is said by the Apostle: the body of our humiliation; and in the Psalms: our life was humbled to the dust; and again: you humbled us in a place of affliction. And Joseph was ruler of Egypt. He sold to all the people of the land. And Joseph's brothers came and bowed down to him with their faces to the ground.
Διὰ τὸ μὴ εἶναι λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς· ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. Ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σῖτον. Τοῦ αὐτοῦ. Χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ· ὅτε δὲ προσκυ νοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ.
Πλὴν Βενιαμὶν οὔτε τὸν Ἠσαῦ οὔτε τὸν Ἰωσὴφ προσκυνεῖ. Διὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ὁ ναός. Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. Κατὰ τὸ σιωπώμενον κατεδέετο· οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο. Ἀποκριθεὶς Ῥουβὶμ, εἶπεν αὐτοῖς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ εἰσηκούσατέ μου. Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Ἐν τοῖς ἀνωτέρω λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις ὁ Ἰωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν ὁ Ῥουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέῤῥηξε τὰ ἱμάτια αὑτοῦ· καὶ ἐπέ στρεψεν πρὸς τοὺς ἀδελφοὺς αὑτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν ἀδελφῶν περὶ τοῦ Ἰωσὴφ, ὅτι ἐπράθη. Μήποτε οὖν, οἰόμενος ἀνῃρῆσθαι αὐτὸν, νῦν φησι τὸ, Ἰδοὺ αἷμα αὐτοῦ ἐκζητεῖται. Εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὑτοῦ· Ἀπόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀνα στάντες πορευσόμεθα ἵνα ζῶμεν. Μήποτε προφητεύει, ὅτι ἤμελλε μετὰ τῆς Ἰούδα φυλῆς εἶναι Βενιαμίν. Ἐγὼ δὲ ἐκδέχομαι αὐτόν· ἐκ χειρός μου ζήτησον αὐτὸν, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ τὰ ἑξῆς.
Because the sons of Jacob were not peoples of the land, he did not sell to them; but he gave back the silver twice. For it was fitting that the sons of Israel receive the grain for free. By the same author. Charming remarks about the same matters: when they buy, he says, they are sons of Israel; but when they bow down to Joseph, they are the brothers of Joseph.
However, Benjamin bows down neither to Esau nor to Joseph. Therefore the temple comes to be in his portion. Yes, for we are in sins concerning our brother, because we overlooked the affliction of his soul, when he was entreating. According to what is passed over in silence, he was entreating; for it is not recorded how he was entreating. Reuben answered and said to them: Did I not speak to you, saying, Do not wrong the boy? And you did not listen to me. And behold, his blood is required. In the earlier passages it has been said that, Reuben being absent, Joseph was sold to the Ishmaelites, and after he was sold Reuben returned to the pit, and he does not see Joseph in the pit, and he tore his garments; and he returned to his brothers and said: The boy is not there; and where shall I go now? And he does not appear to have learned from his brothers about Joseph, that he was sold. Perhaps, then, supposing that he had been killed, he now says, Behold, his blood is required. And Judah said to Israel his father: Send the boy with me, and rising up we will go, that we may live. Perhaps he prophesies that Benjamin was to be with the tribe of Judah. But I will take him in charge; from my hand require him, if I do not bring him to you, and the rest.
Μηδὲν τῶν δυνατῶν γενέσθαι ὡς ἀνθρώπῳ τῷ Βενιαμὶν λογισάμενος Ἰούδας, προφητικῶς, οἶ μαι, τῷ πατρὶ ἐπαγγέλλεται. Λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης, καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβινθον, καὶ κάρυα. Ἀπὸ τῶν καρπῶν τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, ἃ οὐκ ἔχει Αἴγυ πτος· ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέβινθος, κάρυα· καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλ' οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων. Τοῦ αὐτοῦ. Τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἷς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. Πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης. Εἶπαν· Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα· τοῦ συκοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. Ἀπίθανον τὸ, ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε. Ἔοικεν ὁ ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰ ρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ. Ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. Ἐμεγαλύνθη ἢ διὰ τὴν Ἱερουσαλὴμ, ἢ ὡς τύπος τοῦ ἀποστόλου Παύλου. Καὶ Ἰησοῦς δὲ τῆς φυλῆς ὢν Ἐφραῒμ διεμέρισε ταῖς ἄλλαις φυλαῖς τὴν γῆν.
Judah, reckoning that nothing of what was possible for a man could happen to Benjamin, promises this to his father prophetically, as I think. Take from the fruits of the land in your vessels, and carry down to the man gifts of resin, and of honey, incense and stacte, and terebinth, and nuts. From the fruits of the land gifts are brought to Joseph, which Egypt does not have: they are resin, honey, incense, stacte, terebinth, nuts. And above too, the camels were loaded with incenses, resin, stacte, but not also honey, and terebinth, and nuts. By the same author. The Midianites carry down three kinds with Joseph into Egypt, to which the sons of Jacob, adding another three, bring them to Joseph. Except that they bring both the former and the second things, being the seed of Abraham. And it was fitting that the inferior things be brought from the bastard sons of Abraham, but the more numerous from the legitimate, since Egypt had need of these. They said: Because of the silver that was returned in our sacks, we are brought in at the beginning: to slander us, and to set upon us, to take us as slaves, and our donkeys. It is implausible that, thinking themselves to be in such a predicament, they should be concerned about the donkeys, unless it is allegorized. And he said to them: Be gracious to you, do not fear. It seems that the man over the house of Joseph said these things, having been benefited in piety by Joseph. And the portion of Benjamin was magnified beyond the portions of all fivefold compared to theirs. It was magnified either because of Jerusalem, or as a type of the apostle Paul. And Joshua too, being of the tribe of Ephraim, divided the land among the other tribes.
Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπο λείπεσθαι ὑμῖν κατάλειμμα. Ἐπείπερ ὁ Θεὸς ἀπέ στειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπροσθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι ὁ Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρήσατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν. Οὐκοῦν ἔσθ' ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις ὁ Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ' ὁ Θεὸς, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Ὁ ἄρχων τῶν σωματικῶν πραγμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτ' ἂν τὸ, Ἐποίησέ με ὁ Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύριον. Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. Τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῶν ἔσται. Εἴ τι ὑπάρχει ἐν τῇ τροπικῶς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ. Διὰ τοῦτο καὶ ἐν τῇ ἐξόδῳ συσκευάζουσιν Ἑβραῖοι τοὺς Αἰ γυπτίους, καὶ λαμβάνουσι σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ εἴ τι ἀγαθὸν ἐν Αἰγύπτῳ ἦν. Καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος. Πρέπουσα ἐπαγγελία τῷ Θεῷ, οὐ μόνον ἀναβιβάζειν, ἀλλὰ
For God sent me before you, to leave you a remnant. Since God sent Joseph before his brothers to Egypt for the life of many, it is clear that God, in sending him to Egypt, made use of the jealousy and the purpose of his brothers for the economy concerning Joseph, for the life of many. Therefore there are times when God, making use of the sins of others, plans what is fitting for himself for the salvation of others. Now therefore it was not you who sent me here, but God, and he has made me as a father to Pharaoh, and lord of all his house, and ruler of all the land of Egypt. The ruler of bodily things, and in no way yielding to them, might be called the one whom God made lord of all the land of Egypt. And do not spare your vessels with your eyes. For all the good things of Egypt shall be yours. Whatever exists in the land figuratively called Egypt is not the Egyptians' but Israel's. For this reason also in the Exodus the Hebrews pack up the Egyptians, and take vessels of gold and silver, and whatever good there was in Egypt. And I will bring you up to the end. A promise fitting to God, not only to bring up, but
καὶ ἐπὶ τέλος φέρειν τὸν ἀναβιβαζόμενον. Τοῦ αὐτοῦ. Πρὸς τοὺς ἀπὸ τῆς Πεντατεύχου ζη τοῦντας τὴν μετὰ ταῦτα ζωὴν φήσομεν· Ἐπείπερ ἀψευδής ἐστιν ὁ εἰπὼν, Ἀναβιβάσω σε, ἀνεβίβασεν ἐν τῇ ζωῇ ταύτῃ ὕστερον, καὶ μετὰ τὴν ἔξοδον ἀνεβίβασεν αὐτὸν, ὅτε μετὰ τοῦτο Ἰωσὴφ ἐπέβαλε τὰς ἑαυτοῦ χεῖρας τοῖς ὀφθαλμοῖς τοῦ σώματος Ἰακώβ. Ἀνεβίβασεν δὲ ὁ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παρ' ἑαυτῷ τέλος τὸν Ἰσραήλ. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον υἱοὶ Ἰσραὴλ Ἰακὼβ τὸν πατέρα αὐτῶν. Ὁ μὲν ἐλθὼν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσραήλ ἐστι, φέρων μετὰ πάντων τῶν αὐτοῦ, οἶμαι, Ἰακώβ· ὁ δὲ ἀνιστάμενος ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, Ἰακώβ ἐστιν· ἐδεῖτο γὰρ ἀναστάσεως οὐχ ὁ Ἰσραὴλ, ἀλλ' ὁ Ἰακώβ. Εἶτα μετὰ τοῦτο, δεόμενον ἀναλήψεως Ἰακὼβ πατέρα ἀνειλήφασιν υἱοὶ οὐχὶ Ἰακὼβ, ἀλλ' Ἰσραήλ. Τοῦ αὐτοῦ. Ἀπέστειλε Φαραὼ ἁμάξας ἆραι οὐ τὸν Ἰσραὴλ, ἀλλὰ τὸν Ἰακώβ. Εἰσῆλθεν εἰς Αἴγυπτον, οὐ κατέβη Ἰακώβ. Τῷ γὰρ Ἰσραὴλ εἴρηται, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Εἰσῆλθεν εἰς Αἴγυπτον Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ. Σπέρμα μὲν νῦν τοῦ Ἰακὼβ λέλεκται· ἀνωτέρω δὲ υἱοὶ Ἰσραήλ. Πλὴν εἴπερ Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ εἰσῆλθεν εἰς Αἴ γυπτον, οὐκ εἰσῆλθεν δὲ Ἢρ, καὶ Αὐνὰν, οὐκ ἦσαν σπέρμα τοῦ Ἰακώβ. Θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. Δηλονότι τὰς θυγατέρας ἔχων μεθ' ἑαυτοῦ, καὶ τοὺς γαμβροὺς συνεπάγετο. Οὐ γὰρ ἠνείχετο ἔξω τῆς οἰκίας αὑτοῦ ἀποστέλλειν τὰς θυγατέρας, μήπως τραπεῖεν εἰς εἰδωλολατρείαν. Τοῦ αὐτοῦ.
and to bring the one who is being led up to the end. By the same author. To those from the Pentateuch who inquire about the life hereafter we shall say: Since the one who said, "I will bring you up," is truthful, he brought him up in this life afterward, and after the departure he brought him up, when after this Joseph laid his own hands upon the eyes of Jacob's body. And God brought him up, leading Israel after the end of his life to the end that is with himself. And Jacob rose from the well of the oath, and the sons of Israel took up Jacob their father. He who came to the well of the oath is Israel, bearing with all his own, I think, Jacob; but he who rises from the well of the oath is Jacob; for it was not Israel but Jacob that needed resurrection. Then after this, the sons, not of Jacob but of Israel, took up Jacob their father, who needed being taken up. By the same author. Pharaoh sent wagons to carry, not Israel, but Jacob. Jacob entered into Egypt, he did not go down. For it was said to Israel, "Do not fear to go down into Egypt." Jacob entered into Egypt, and all his seed with him. Now his seed is spoken of as Jacob's; but above, as the sons of Israel. Moreover, if Jacob and all his seed entered into Egypt, but Er and Onan did not enter, they were not seed of Jacob. Daughters and daughters of his daughters. Evidently, having his daughters with him, he also brought along his sons-in-law. For he did not endure to send his daughters outside his house, lest they be turned to idolatry. By the same author.
Εἰ μὴ ἔχει θυγατέρας ὁ Ἰακὼβ, πῶς αἱ θυγατέρες αὐτοῦ καταβαίνουσιν εἰς Αἴγυπτον; Μὴ τοίνυν ἀλληγορεῖται. Ἑξῆς δὲ λέγει ἐκ Λείας εἶναι, καὶ θυγατέρας λγʹ Δίνας ὀνομασθείσης. Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Υἱῶν, οὐκ Ἰακὼβ, ἀλλ' Ἰσραὴλ, εἰσελθόντων, οὐ καταβάντων εἰς Αἴγυπτον, τὰ ὀνόματα ταῦτά ἐστιν. Πρωτότοκος Ἰακὼβ, Ῥουβὴμ, καὶ τὰ ἑξῆς. Ἀνωτέρω εἰπὼν τὰ ὀνόματα τῶν υἱῶν εἶναι τοῦ Ἰσραὴλ, νῦν τοῦ Ἰακὼβ εἶναι πρωτότοκόν φησι τὸν Ῥουβήμ. Τοῦ αὐτοῦ. Σημειωτέον, ὅτι σὺν τοῖς γενομένοις ἐν γῇ Χαναὰν υἱοῖς Ἰακὼβ ἀριθμεῖ αὐτοὺς καὶ τοὺς ἐν Αἰγύπτῳ ὄντας υἱοὺς Ἰωσήφ. Συμβάλλεται γὰρ τοῦτο εἰς τὸ ἑξῆς ῥητὸν περὶ τὰ τέλη, ἔνθα φησίν· Ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆ, ὡς Ῥουβὴμκαὶ Συμεών. Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτῳ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυπτίων, καὶ μεῖ ναι ἐν τῇ κατὰ Θεὸν ζωῇ. Διόπερ θαυμάζων ὁ Ἰακὼβ, εἶπε τῷ Ἰωσὴφ τὸ, Ἔτι γὰρ σὺ ζῇς. Ποιμένες προβάτων οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν Εἶπαν δὲ Φαραώ· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. Παῤῥησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. Εἶτα, ἵνα μὴ ταραχθῇ Φαραὼ, φασίν· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων· Κατοικείτω σαν ἐν γῇ Γεσέμ. Ἐπειδὴ ἐν τοῖς Τετραπλοῖς, ἐξ ὧν καὶ τὸ ἀντίγραφον μετελήφθη πρὸς τὸν εἱρμὸν τὸν ἐν τῷ Ἑβραϊκῷ καὶ ταῖς ἄλλαις ἐκδόσεσι, δείκνυται καὶ ἡ τῶν Ἑβδομήκοντα ἔν τισι τόποις μετατεθεῖσα, ὡς τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα γενέσθαι·
If Jacob has no daughters, how do his daughters go down into Egypt? Therefore it is not to be allegorized. Next he says that they are from Leah, and daughters, thirty-three, Dinah having been named. And these are the names of the sons of Israel, of those who entered into Egypt. Of sons, not of Jacob but of Israel, who entered, not who went down, into Egypt, these are the names. The firstborn of Jacob, Reuben, and so on. Having said above that these are the names of the sons of Israel, now he says that Reuben is the firstborn of Jacob. By the same author. It should be noted that along with the sons of Jacob who were born in the land of Canaan he also counts the sons of Joseph who were in Egypt. For this contributes to the following passage concerning the end, where he says: Ephraim and Manasseh are mine, as Reuben and Simeon. And Israel said to Joseph: I shall die from now on, since I have seen your face. For you are still alive. It is wonderful that the one who was born in Egypt was not harmed by the Egyptians, and remained in the life according to God. Therefore Jacob, marveling, said to Joseph, "For you are still alive." Shepherds of sheep are your servants, from youth until now. And they said to Pharaoh: We have come to sojourn in the land. They speak boldly that they are shepherds before Pharaoh. Then, so that Pharaoh might not be disturbed, they say: We have come to sojourn in the land. And Pharaoh said to Joseph, saying: Let them dwell in the land of Goshen. Since in the Tetrapla, from which the copy was also taken over for the series in the Hebrew and the other editions, it is shown that the version of the Seventy was also transposed in some places, so that the first things became last and the last things first.
ὅπερ καὶ ἐνταῦθα εὑρέθη παθοῦσα· τούτου χάριν παρεθήκαμεν ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τῷ, Κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσὲμ, συν άπτεται τὸ, Εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· Κατοικείτωσαν ἐν γῇ Γεσέμ. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς· καὶ τὰ ἑξῆς. Εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς δυνατοὶ, κατά στησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Τοὺς τοῦ Ἰσραὴλ δυνατοὺς Φαραὼ βούλεται ἄρχοντας κατα στῆσαι Αἰγυπτίων κτηνῶν. Εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα. Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπ' αὐτοῦ. Οὐκ ἂν, δίκαιον εὐλογήσας, ἀπ' αὐτοῦ ἐξῆλθε. Ζητητέον δὲ εἴποτε ἅγιόν τις εὐλογήσας ἀπῆλθεν ἀπ' αὐτοῦ. Καὶ ἐνθάδε μὲν εὐλογῶν ἐξέρ χεται· ἀνωτέρω δὲ ὁ Ἰακὼβ εὐλογίας τυχὼν εἰσέρ χεται. Καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. Καὶ ποῦ ἔδει πᾶν τὸ Αἰγύπτου ἀργύριον καὶ
Χαναὰν γενέσθαι, ἢ ἐν τῷ οἴκῳ Φαραώ; Ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσὴφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων. Οὐκ ὠμῶς τοῦτο ποιεῖ Ἰωσὴφ, ἀλλ' ἵνα μὴ κάμωσι τὰ κτήνη τρέφοντες, καὶ ἵνα μετὰ ταῦτα χάριν αὐτὰ δέξωνται παρὰ τοῦ Φαραώ. Καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν. Ἐπεὶ περὶ τῶν ἁμαρτωλῶν λέγεται τὸ, Διὰ τὸ εἶναι αὐτοὺς σάρκας· διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν. Τοῦτο δὲ νομιστέον ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ Θεοῦ λέγεσθαι.
This is what was found to have happened here too; for this reason we have set out the sequence. And it is this: to "We your servants will dwell in the land of Goshen" is connected "And Pharaoh said to Joseph: Let them dwell in the land of Goshen." And, "If you know that there are among them..." and what follows. "If you know that there are among them able men, appoint them as rulers over my cattle." Pharaoh wishes to appoint the able men of Israel as rulers over the cattle of the Egyptians. But if anyone of Israel is able, let him flee the intention behind these things. And Jacob blessed Pharaoh and went out from him. It would not be right that, having blessed him, he went out from him. But one must inquire whether ever anyone holy, having blessed someone, departed from him. And here indeed he goes out while blessing; but above, Jacob, having obtained blessings, goes in. And Joseph brought all the silver into the house of Pharaoh. And where ought all the silver of Egypt and Canaan to be, except in the house of Pharaoh? And they brought their cattle to Joseph, and Joseph gave them bread in exchange for the horses, and in exchange for the sheep, and in exchange for the oxen, and in exchange for the donkeys. Joseph does not do this harshly, but so that they might not grow weary feeding the cattle, and so that afterwards they might receive them as a favor from Pharaoh. And there is not left to us before our lord except our own body and our land. Since it is said concerning sinners, "Because they are flesh"; for this reason even now the Egyptians, as flesh, say that there is left to them not a soul, but their own body and their land. And this must be understood to be said by all who are alien to God.
Ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν. Ἐναντίον τοῦ Φαραὼ θέλουσιν οἱ Αἰγύπτιοι ζῇν, οὐκ ἐναντίον Θεοῦ. Τοῦ αὐτοῦ. Κτῆμα βούλονται οἱ Αἰγύπτιοι γενέσθαι τοῦ Φαραὼ, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ. Ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός. Δηλονότι τῶν Αἰγυπτίων· οὐ γὰρ ἂν εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐπεκράτησεν αὑτῶν ὁ λιμός. Καὶ ἐνισχύσας Ἰακὼβ ἐκάθισεν ἐπὶ τὴν κοίτην. Ἐνισχύσας ἐκάθισεν, ἵνα τοὺς ἐνθέους εἴπῃ λόγους Οἶμαι γὰρ τὸν μὲν Ἰακὼβ ἠνωχλῆσθαι, τὸν δὲ Ἰσραὴλἐνισχυκέναι, ὃς καὶ εὐλόγησε τοὺς υἱοὺς Ἰωσὴφ, καὶ τὰ ἑξῆς, ἐν οἷς οὐκ ὀνομάζεται ἐπὶ τῶν παιδίων Ἰακώβ. Καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε. Ἤτοι οὐκ αὔξει ὁ ἀσεβὴς, ἢ οὐκ ἀπὸ Θεοῦ αὔξει. Τὸ δ' ὅμοιον ἐρεῖς καὶ διὰ τὸ, Πληθυνῶ. Θεὸς γὰρ εὐλογῶν ταῦτά φησιν. Ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆς· ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι. Ὡς Ῥουβὴμ, καὶ Ἐφραΐμ· ἀμφότεροι γὰρ πρωτότοκοι· ὡς Μανασσῆς, καὶ Συμεών· ἑκάτερος γὰρ τῇ μητρὶ αὐτῶν δεύτερος. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὑτῶν· κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Οἱ ἐσόμενοι, φησὶν, ἕτεροι παῖδές σου ταῖς ἐπωνύμοις φυλαῖς τῶν ἀδελφῶν αὑτῶν ταχθήσονται ἐν τῇ κληροδοσίᾳ. Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; καὶ τὰ ἑξῆς. Δόξει ἐναντίον τῷ, Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, τὸ, Οἱ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους· εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα.
So that we may not die before you, and the land be made desolate, purchase us and our land. The Egyptians wish to live before Pharaoh, not before God. Of the same author. The Egyptians wish to become a possession of Pharaoh, as the saints are of God. For the famine prevailed over them. Evidently over the Egyptians; for it would not have been said concerning Israel that the famine prevailed over them. And Jacob, having strengthened himself, sat upon the bed. Having strengthened himself he sat, so that he might speak the inspired words. For I think that Jacob was troubled, but Israel had strengthened himself, who also blessed the sons of Joseph, and the things that follow, in which he is not named Jacob in the case of the children. And he said to me: Behold, I will increase you and multiply you. Either the impious man does not increase, or he does not increase from God. You will say the same also on account of "I will multiply." For God says these things when blessing. Ephraim and Manasseh are mine; as Reuben and Simeon they shall be to me. As Reuben, also Ephraim; for both are firstborn; as Manasseh, also Simeon; for each is second to their mother. But the offspring, which you shall beget after these, shall be upon the name of their brothers; they shall be called in their lots. Those who shall be, he says, your other children shall be appointed in the inheritance to the clans named after their brothers. And Israel, having seen the sons of Joseph, said: Who are these to you? and the things that follow. It will seem to conflict with "And Israel, having seen the sons of Joseph," namely that "The eyes of Jacob were weighed down from old age"; unless perhaps it is the same as this: that he was not able to see with his eyes, namely that Israel saw the seed of Joseph, God having shown him the things that were to come.
Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ. Ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον. Ἀμέλει μετὰ ταῦτα τῶν δέκα φυλῶν ἐξῆρχεν ἡ τοῦ Ἐφραῒμ φυλή. Ἐξ αὐτοῦ γὰρ ὁ μακάριος Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀληθινὸς τύπος ὢν τοῦ Χριστοῦ, κατήγετο ἐν τοῖς Ἀριθμοῖς. Διὸ καὶ τοῦ Ἰωσὴφ ἡ εὐλογία ἐπ' αὐτὸν ἀναφέρεται. Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ, καὶ ὡς Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Εὐκαίρως χρήσῃ τῷ ῥητῷ περὶ τοῦ ἐν προσευχῇ ἔμπροσθεν ἑστάναι τὸν τιμιώτερον. Κάμψας κατεκλίθης ὡς λέων, καὶ ὡς σκύμνος. Τὸν κατ' οἰκονομίαν θάνατον σημαίνει τὸ, κατεκλίθης. Λέων ἐστὶν ὁ Χριστὸς τοῖς τελείως ἀποθηριωθεῖσι· τοῖς δὲ ἔτι εἰσαγωγικοῖς σκύμνος.
But Israel stretched out his right hand and laid it on the head of Ephraim. Because the prophets followed along, understanding the things about which they prophesied. Indeed, after these things the tribe of Ephraim led the ten tribes. For from him came the blessed Jesus the son of Nun, who was a true type of Christ, in the Numbers. Therefore also the blessing of Joseph is referred to him. May God make you as Ephraim, and as Manasseh; and he placed Ephraim before Manasseh. You will use the passage fittingly concerning the more honorable one standing before in prayer. Having bowed down, you lay down as a lion, and as a cub. The death according to the economy is signified by "you lay down." The Christ is a lion to those who have been completely brutish, but a cub to those still being introduced.