ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, δι' ἑαυ τοῦ δὲ ὁμιλησάτω, κατ' αἴσθησιν πνευματικήν· δι' ἧς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν· ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἤγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παρ' ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι Μῦρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Τάχα προφητεύου τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· ὥστε γενέσθαι κατὰ τὸν Παῦλον οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν, εἶπεν ἂν ἡ νύμφη, Διὰ τοῦτο πάντες ἠγάπη σάν σε· ἀλλ' οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.
ORIGEN ON THE SONG OF SONGS.
CHAPTER 1. Let him kiss me with the kisses of his mouth. Let him not betroth me through prophets, she says, but let him speak through himself, according to spiritual perception; through which John says: And our hands have handled concerning the Word of life; and she says these things as one who has heard the prophets saying: The king has desired your beauty; and elsewhere: As a bridegroom rejoices over a bride, so shall the Lord rejoice over you. And as often as, seeking some divine doctrine, we grasp it, let us think that we have been kissed by the mouth of the bridegroom; but while we are at a loss, let us suppose that, still holding on, we say: Let him kiss me with the kisses of his mouth. For your breasts are good, better than wine, and the fragrance of your ointments is above all spices. That is, your virtues are above the virtues that are with us, according to: His virtue has covered the heavens; for he is wisdom itself and righteousness; but we are wise and righteous by participation, by choice and power, coming to be in the fragrance of these things. Your name is ointment poured out. Therefore the maidens have loved you. Perhaps she prophesies the power of the name of Christ that has filled the world, at his coming; so that, according to Paul, to some it is a fragrance from death to death, but to others from life to life, the bride would have said: Therefore all have loved you; but not only the maidens, who are renewed day by day, and have no wrinkle or spot; but it was poured out, so as no longer to be kept silent, shut up in secrets. The king brought me into his chamber.
Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὃ Παῦλος εἰσελθὼν ἔφη· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς. Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ἤγουν εἰ καὶ νῦν δι' ἀσθένειαν ὑπὲρ τοὺς σοὺς μαστοὺς ἀγαπῶμεν, ὦ νυμφίε, τὸν οἶνον, ὅταν βελτιωθῶμεν, ὑπὲρ τοῦτον αὐτοὺς ἀγαπᾷν. –Οἶνος μὲν οὖν εὐφραίνων νεάνιδας, τὰ νομικά· ἡ δὲ τελειότης, τοῦ νυμφίου μαστοί· εἶτα εἰς ἀπολογίαν τοῦ μὴ εἴδη ἀγαπᾷν, φησίν· Εὐθύτης ἠγάπησέ σε· ἡμεῖς δὲ οὔπω τὰς ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών. Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία ταῦτα πρὸς τὰς ἐξ Ἱερουσαλὴμ ψυχὰς, ἤτοι τὴν Ἱερουσαλὴμ, ὁμολογοῦσαν τὸ μέλαν, διὰ τὸ μὴ ἐκ λαμπρῶν μηδὲ πεφωτισμένων πατέρων· διὸ καὶ σκοτασμῷ παραβάλλεσθαι· καλὴ δὲ διὰ τὸν λόγον ὃν παρεδέξατο· καὶ δέῤῥεσιν ἐοικέναι τοῦ Σαλομὼν ἃς εἶχεν, μεθ' ὧν ἄλλων ἐκέκτητο ἐν τῇ δόξῃ αὐτοῦ. Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος.
That is, he calls the soul, or the Church, or the governing principle of Christ, impossible to be unworthy of love; entering into which Paul said: But we have the mind of Christ, that we might know the things given to us by God; and what are these? What eye has not seen and ear has not heard, and what has not ascended upon the heart of man; for these things God has prepared for those who love him; for in the treasury of the bridegroom all the treasures of wisdom and knowledge are hidden. For she, as having come first before the maidens, was brought in, and stood as a queen at the right hand of the king, in clothing of woven gold, according to David; but concerning the maidens, virgins shall be brought to the king after her, and the rest. Let us love your breasts more than wine; uprightness has loved you. That is, even if now through weakness we love wine more than your breasts, O bridegroom, when we are improved, we shall love them more than it. Wine, then, that gladdens maidens, means the legal ordinances; but perfection means the bridegroom's breasts; then, in defense of not yet loving, he says: Uprightness has loved you; but we have not yet made our own paths upright. I am black and beautiful, daughters of Jerusalem; like the tents of Kedar, like the curtains of Solomon. The Church from the Gentiles says these things to the souls from Jerusalem, that is, to Jerusalem, confessing the blackness, because she is not from bright or enlightened fathers; therefore she is also compared to darkness; but beautiful because of the word which she received; and like the curtains of Solomon which he had, along with the other things he possessed in his glory. Do not look at me because I am darkened, because the sun has looked upon me.
Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν· ὃν ἥλιον δικαιοσύνης ἀναγορεύουσιν αἱ Γραφαί. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, καθᾶραί με τῶν πρὸς τούτου βουλόμενοι πονηρῶν λογι σμῶν, καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ἐμαχέσαντο τούτοις ἐν ἐμοὶ, τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοὶ, τῆς ἐλευθερίας φημί· οἱ μὲν εἰς τὸ κατ'
ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθεντο φυλάκισσαν, εἶτα ἐμαχέσαντο· μαχεσάμενοι δὲ πρῶτον ἐπιτηδείαν ἐποίησαν τοῦ τεθῆναι ἐν ἀμπελῶσιν εἰς φυλακήν... Μωϋσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος·.. καὶ ἀμπελὼν ἐν οἷς τις γενόμενος, καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ἐκ Σοδόμων ὑπάρχουσαν ἀμπελῶνα, τῷ παρόντι κέχρη ται λόγῳ. Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. Τὸ πολυθρύλλητον δὲ παρ' Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ Γνῶθι σαυτόν· καθ' ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ κατ' εἰκόνα Θεοῦ φυλάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν, καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι, τοὺς σκαιοὺς ἐρίφους ποιμαίνουσα. Ποιμανεῖς δὲ αὐτοὺς ἐπὶ τοῖς τῶν ποιμέ νων σκηνώμασιν, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου οἷα δή τις ἀλῆτις·
Or because Christ overlooked me when I had been darkened by sin, on account of unbelief; whom the Scriptures proclaim as the sun of righteousness. The sons of my mother fought against me; they set me as a keeper in the vineyards; my own vineyard I did not keep. That is, the disciples of Christ who teach, wishing to cleanse me of the evil thoughts that come from this one, and of the demons who cooperate with these, fought against these in me, being sons of the same mother as I—of freedom, I mean; some being taken up into the remnant according to the election of grace; but I, having received the covenant according to the Jerusalem above, and being born again through promise. They did not first set her as a keeper and then fight; but having fought first, they made her fit to be placed in the vineyards for a guard... And this is Moses, and the prophets, each of whom was a field full of produce, which the Lord blessed;... and a vineyard in which someone, having come to be, and not keeping his former condition—since it was a vineyard as from Sodom—has used the present expression. If you do not know yourself, O fair one among women, go out on the heels of your flocks, and pasture your goats at the tents of the shepherds. The much-repeated maxim among the Greeks has been anticipated and handed down to the wise Solomon—the "Know yourself"—according to which the soul is now threatened by the lover and bridegroom, if she does not keep the beauty given to her according to the image of God: the casting out from within, and being placed among the last, pasturing the crooked goats. And you will pasture them at the tents of the shepherds, sometimes of this one, sometimes of that one, like some wanderer.
μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπιστρέψειας γνῶσιν· ἁρμόσει δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος· γινώσκει δέ τις ἑαυτὸν, εἰδὼς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν· καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται· ἢ τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμενος· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται, ἢ προσεγγίζει τοῖς ὁρίοις τοῦ κάλλους· ἔργον δὲ καὶ τὸ ἀφιστάνειν ἑκάστῃ πράξει ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ· γυναῖκας δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως, γένοιτ' ἂν κλυδωνιζομένη καὶ περιφερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων· καὶ πανταχοῦ μᾶλλον ποιμαίνειν τὰς ἰδίας σκαιὰς ἐρίφους ἢ παρὰ τῷ καλῷ ποιμαίνει λόγῳ· αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέποτε λεία λοιπὸν ἤδη ἐν γυναιξίν ἐστι καλὴ, συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς Ἐκκλησίας γυναῖκες, τῶν ἐθνικῶν ψυχῶν ἀσυγκρίτως ἀμείνους πορευομένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμε ων, γυναικῶν λεγομένων, ἀλλ' οὐ παρθένων· πῶς γὰρ οὐκ ἀμείνων, ἡ πρὸς τὸν κτίστην τὸν σαυτῆς ἀναβλέψασα; ὅμοιον δὲ τὸ Ἔξελθε, τῷ παραδοθῆναι τῷ Σα τανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς ἀφορισθέντα τῆς Ἐκ κλησίας· μετὰ τὸ καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦ λός φησιν· ἧς οἱονεὶ πρόσωπον, οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες·
until, having been disciplined by experience, you might turn back to the knowledge of yourself. The word will also fit the Church. And a person knows himself, knowing whether he has a good or a base disposition; and he is far from the path that leads to virtue; or he stretches forward to the things that are before, forgetting the things that are behind; but if he has not yet received or been perfected, or is approaching the boundaries of beauty; and it is a task to set apart in each action how they have come to be by every thought and word. And he calls "women" the souls that are not pure nor indifferent; but neglecting her own knowledge, she would be tossed about and carried around by every wind of teaching in the dice-playing of men; and everywhere she rather tends her own left-hand goats than pasturing beside the good Word. But this word is gentle, even if she is never smooth, being already among women beautiful, numbered with the Church of God, and being more beautiful than the little ones in her; for the so-called women of the Church, being incomparably better than the souls of the Gentiles who go after the lovers of the opposing powers, called women, but not virgins; for how is she not better, who has looked up to her own Creator? And "Go out" is similar to being handed over to Satan, for the destruction of the flesh, having been separated from the Church; after, as he was saying to the maidens, being brought in by the king into his treasury. "How beautiful are your cheeks as a turtledove?" But Paul also calls the Church members of Christ a bride; whose face, as it were, are those who differ in beauty from the rest, thinking nothing shameful.
τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ, οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ, τοσοῦτον μετέβαλον ὡς εἰρῆσθαι τῇ νύμφῃ· Τί ὡραιώθησαν σιαγόνες σου, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα; τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ἡ τρυγὼν γὰρ ἑνὶ μόνῳ συνέρχεται. Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στι γμάτων τοῦ ἀργυρίου. Τοῦτο δὲ, Οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος· – ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγό μενα καὶ τῶν πάλαι σοφῶν· –ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπε σὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ. Καὶ μετὰ ταῦτα. Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως αὐτοῦ, παραλήψονται αὐτοὶ ἀνθομοιωμάτων χρυ σόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ καὶ τῷ χρυσίῳ. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. Τὴν γὰρ τοῦ νυμφίου φησὶν φησὶν ὀσμὴν ἡ ἐμὴ νάρδος ἐν ᾗ αὐτὸν ἤλειψα, δέδωκε· τῇ γὰρ ἑαυτῆς νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν ἀπομάξασα, μεταπεποιημένην ἐκ τῆς ὀσμῆς τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ τὴν κεφαλὴν ἐλθούσης Ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν· διόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ τὴν
Bearing fruit for her in the modesty of chastity, those who perhaps were formerly not beautiful changed so much that it was said to the bride: Your cheeks have become beautiful, having no spot or wrinkle. And perhaps also by knowing the one God alone; for the turtledove also comes together with only one. Let us make likenesses of gold for you with studs of silver. But this—the silver was not abundant nor poured out—but a few things spoken in secret by the prophets and the wise of old—and when he came to dwell among them, the things in the innermost parts of the temple were beheld by the one who sees the true veil torn from top to bottom, so that the things within might be seen, whenever the one who reclined and slept as a lion and as a cub rises up. And after these things. For then those who have become conformed to his resurrection will themselves receive gold in place of likenesses; for they will be multiplied with silver and with gold. Until the king was at his reclining, my nard gave forth its fragrance. For he says that my nard, with which I anointed him, has given forth the fragrance of the bridegroom; for having anointed the feet of Jesus with her own nard, and wiped them with her hair, she received this nard transformed by the fragrance of the bridegroom; perceiving it, she says, when it had come upon her head: My nard has given me the fragrance of the bridegroom; therefore, as if from the skin of Jesus, the
οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου δεδωκέναι μοι τὴν ὀσμὴν, νῦν φημι τὸν ἀδελφιδοῦν μου πνέειν στακτῆς οὐ διαχεομένης, οὐδ' ἔξω πνεούσης· ἀλλ' ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης· ἀδελ φὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν Ἐκκλη σία, ἐπείπερ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ἦν ὁ Χριστὸς, υἱὸν κέκληκεν ἀδελφοῦ καὶ νυμφίου· τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος πατράδελφον, λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸν πάλαι λαόν· ἐπεὶ ἐκ τοῦ παρ' ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή· τού του τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης πατρὸς, ἀδελφὸς ὁ Σωτὴρ ὁμοίως ἐκείνοις ὑπὸ νόμον γενό μενος. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστε ρῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυ τῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι. ΚΕΦΑΛΑΙΟΝ Βʹ.
The myrrh of the disciple filled the whole house. A bundle of myrrh is my beloved to me; he shall lodge between my breasts. Having said that the bridegroom has given me the fragrance of nard, I now say that my beloved breathes of myrrh that is not diffused, nor breathing outward, but bound up and giving its fragrance more densely. And having as her first brother the former people, the Church from the Gentiles—since from it was Christ according to the flesh—has called him both brother of a brother and bridegroom. But since Aquila has rendered it "father's brother," one must say that the former people is the father of the Church from the Gentiles, since from the law among them and the prophets came the birth in God and our advancement toward piety. This, then, having been thus assigned as the father of the bride, the Savior is a brother, having similarly to them been born under the law. Behold, you are beautiful, my neighbor, behold you are beautiful; your eyes are doves. Now the bride seems to have previously looked more clearly upon the beauty of the bridegroom, and through her dove-like eyes to have perceived the excellence in the beauty of the Word. And perhaps she also hints that the body is a bed common to herself and the bridegroom, in which the soul, while still in it, is deemed worthy of communion with the Word. Paul says, then, Our bodies are members of Christ; for by "our" he says the body is the bride's, and by "members of Christ," the bridegroom's. And he calls the bridegroom "overshadowing" because of the density of the contemplations in the Word and in wisdom. But if the common bride of both is flourishing, it is no wonder that in the body all the good practice done through the body is also signified. Chapter 2.
Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρ πός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν πλησίον αὐτοῦ ἄλλαις θυγατράσι ταῖς λοιπαῖς ψυ χαῖς, αἵτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ ἐν τῷ λάρυγγί μου. Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐ τόν· τοὺς παρ' αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερ βολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐ τοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταίρους λέγει οὓς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν·
I am the flower of the field, a lily of the valleys. He calls the flower that which is on the way to becoming fruit; in the region round about, then, called the field, the bridegroom Word is a flower in relation to things to come; for when the perfect comes, the flower will change into becoming fruit; and since they do not have room for more than the flower, he speaks of it as on earth; for this reason the bridegroom has become like a flower of the field; for he emptied himself, taking the form of a servant, so that we might afterward be able to behold his glory. Perhaps, then, for the nobler and smoother (places) called fields he is a flower, but for those lower and more hollow than these, a lily. Having said this, the bridegroom compares her who is near him to the other daughters, the remaining souls, which are thorns when compared to her. Such are the souls that are not near the bridegroom; but she who is near is a lily shining forth in his midst. As an apple among the trees of the wood, so is my beloved among the sons; under his shadow I desired and sat down, and his fruit is in my throat. It was fitting for the bride, who had become wholly the beauty of the bridegroom, to say nothing about herself, but to compare him to an apple, in addition to what the bridegroom said about himself; and the sons from them to the trees of the wood; and by the excess of her longing, to desire even his shadow, and to pass over in silence the quality of this in its depth. She seems to say these things to the maidens, as the bridegroom says the first things to the companions; but by sons he means either the companions whom he compares to the fruitless trees of the bridegroom, or those alien to him. And under his shadow she both desired and sat down.
λέγει δὲ καὶ Ἱερεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι δι' ἐσόπτρου καὶ αἰνίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἕως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου. Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ
ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· Ἐπανακλίνατέ με οἰνάνθη, τουτέστιν εὐώδεσι δένδροις, τοῖς καλὸν καρπὸν ποιοῦσιν, ἀνθοῦντα· τῶν φαύλων λεγομένων δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων· τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· Στηρίσατέ με ἐν ἀμύροις· ὃ νοη τέον, ἢ πιστοὺς μὲν, οὐ μὴν ὡς χρηματίζειν μέλη τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα, ἢ ἀλλοτρίους τῆς πίστεως χρηστούς· τὸ δὲ, στοιβάσατέ με ἐν μήλοις, σαφηνίζων ὁ Σύμμαχος, περικυλίσατέ με μῆλα, εἶπε· βούλεται γὰρ ἡ νύμφη ἐν πολλοῖς περικυλιομένοις αὐτὸν μήλοις ἀναπαύεσθαι·
Jeremiah also says in Lamentations: "The breath of our nostrils, the Christ, the Lord, was caught in our corruptions; of whom let us say, 'In his shadow we shall live among the nations.'" For how was it not going to be that his shadow became for us a cause of life, since we had become free from the shadow of the law? For the law had a shadow of the good things to come, since we are no longer under the law but under grace, even if now we are under a shadow far superior; for after the present life, no longer through a mirror and in a riddle, but face to face we shall behold the truth. And the bride will also say: "Until the day dawns and the shadows are moved." For our life is like a shadow, and he who was of the nations sat in the shadow of death, and those who disbelieve still sit there. "Bring me into the house of wine." She says these things to the friends of the bridegroom, the holy angels, or the apostles and prophets, as it were saying, "Mingle me with the body of Christ. Sustain me with perfumes, heap me with apples, for I am wounded with love." Symmachus rendered it thus: "Lay me down among the vine-blossoms," that is, among fragrant trees, those that bear good fruit, flourishing; whereas the worthless trees are called unfruitful or bearing bad fruit. But some of the copies have: "Sustain me with unperfumes" — which must be understood either as faithful people, but not so as to be reckoned members of her who has neither spot nor wrinkle, or as good people alien to the faith. And the phrase "heap me with apples" Symmachus, clarifying it, said: "roll me around with apples." For the bride wishes him to rest among many apples rolled around her.
ἅτινα οἶμαι καρπός ἐστι τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος· Τέτρωμαι γὰρ φίλ τρῳ, φησὶ, κατὰ τὸν Σύμμαχον· ἀπὸ τοῦ ἐκλεκτοῦ βέλους, κατὰ τὸν Ἡσαΐαν. Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ Ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς· καὶ δῆλόν ἐστιν ὡς ἡ νύμφη διαλεγομένη ταῖς θυγατράσιν Ἱερουσαλὴμ, αἰφνίδιον αἰσθάνεται τῆς τοῦ νυμφίου φωνῆς, διαλεγομένου τισὶν ὡς εἰκός· ἧς αἰσθανομένης ἐπὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τῶν παρακειμένων τῷ τό πῳ τῆς νύμφης διαλέγεσθαι, ὡς μηδὲν ἀπᾴδειν νεβρῷ· εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην, ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέφηνεν ὄπισθεν αὐτοῦ· εἶτα πηδήσας μέχρι τῶν τοῦ οἴκου φθάνει θυρίδων, ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς αὐτὴν παρακῦψαι· ἐγγὺς δὲ τῆς οἰκίας ἔνθα ἡ νύμφη, δίκτυα πολλὰ ἐπενέδρα τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ διακόψας ὁ νυμ φίος ὡς ἰσχυρότερος, διέκυψε δι' αὐτῶν· καὶ καλεῖ τὴν νύμφην πλησίον ἐλθεῖν· παραθαῤῥύνων ἔργῳ τῶν δικτύων καταφρονεῖν, ὡς ἤδη σχισθέντων, καὶ τοῦ χαλε ποῦ δι' αὐτῶν παραδραμόντος καιροῦ, ὃν χειμῶνα καλεῖ, ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ὑετόν· προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ, ἄνθη λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ἀμπέλων· τρυγόνος τε φωνὴν, καὶ συκῆς ὀλύνθους, καὶ κυπριζούσας ἀμπέλους δια γράφει· καὶ τὸν ἔνθα συναναπαύσεται τόπον· ἔνθα γε νομένην ἐβούλετο αὐτὴν ὅλῳ προσώπῳ τῷ νυμφίῳ φανῆναι, καὶ τῆς ἡδείας αὐτῇ παρέχειν ἀκοῦσαι φωνῆς.
These things I think are the fruit of the apple tree among the woods of the forest of the bridegroom, so that she might partake of their quality; for "I am wounded with love," it says, according to Symmachus; "by the chosen arrow," according to Isaiah. "The voice of my kinsman! Behold, he comes leaping upon the mountains, bounding upon the hills." Some have assigned this to the preceding section, but the Hebrew text places it in its own pericope; and it is clear that the bride, conversing with the daughters of Jerusalem, suddenly perceives the voice of the bridegroom, who is conversing with certain people, as is likely; and she, perceiving it upon the mountains and the hills that lie near the place where the bridegroom is conversing, so as to differ in nothing from a fawn; then, with zeal for the bride, he came near the house and appeared behind it; then, leaping, he reaches as far as the windows of the house, as if longing in love to peer in at her; and near the house where the bride is, many nets have been spread out as a snare for the bride and those about her, which the bridegroom, being stronger, cut through and looked out through them; and he calls the bride to come near, encouraging her in deed to despise the nets, as already torn apart, and the harsh time having passed through them, which he calls winter, bringing what is useless and violent rain; and he urges her on also by the beauties of the present season, speaking of flowers as in spring and the tending of vines; and he describes the voice of the turtle-dove, and the unripe figs of the fig tree, and vines in blossom; and the place where he will rest with her; where he wished her, as she grazed, to appear with her whole face to the bridegroom, and to grant her to hear his sweet voice.
Ἀποκρίνεται ἀδελφιδοῦς μου καὶ λέγει μοι· Ἀνά στα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλ θεν καὶ ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδω καν ὀσμήν, κ. τ. ἑ. Ἀνάστα, φησὶν, ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ, ἵνα συνῆμεν· Ὁ ὑετὸς ἀπῆλθεν· εἴπομεν ἂν ὑετὸν γεγονέναι, τὸν πρὸ τῆς Ἐπιδημίας καιρὸν, τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν τὸν νομικὸν καὶ προ φητικὸν λόγον· πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν Ἐπιδημίαν· ὅτι μηκέτι ὑετῶν χρεία ὅτε τὰ διὰ Χριστὸν ἄνθη ὤφθη ἐν τῇ γῇ· καὶ ἀπὸ τῆς ἐπιδη μίας αὐτοῦ, ἡ συκῆ οὐκ ἐκκόπτεται ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ ὀλύνθους ἐξ ήνεγκε, καὶ κυπρίζουσιν αἱ ἄμπελοι· διό φησιν, ἓν τῶν κλημάτων Χριστοῦ, εὐωδία, ἐσμὲν τῷ Θεῷ. Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περι στερά μου· καὶ ἐλθὲ σὺ, περιστερά μου, ἐν σκέ πῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισον με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡς ἐπὶ πόλεως δὲ τεῖχος καὶ προτείχισμα, τὸν αἰσθητὸν κόσμον καλεῖ· δεῖ οὖν τὴν τῷ λόγῳ κοινωνοῦσαν ψυχὴν ἐν σκέπῃ τῆς πέτρας, οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ καὶ τοῦ προτειχίσματος γενέσθαι· ὡς πλησίον γενομένην ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι·
My bridegroom answers and says to me: Arise, come, my neighbor, my fair one, my dove; for behold, the winter has passed, the rain has gone away and departed by itself; the flowers have appeared in the land; the season of pruning has arrived; the voice of the turtle-dove has been heard in our land; the fig tree has put forth its unripe figs; the vines are budding, they have given forth their fragrance, etc. Arise, he says, from things perceptible to things intelligible, so that we may be together. The rain has gone away: we may say that the rain was the time before the Visitation, when God commanded the clouds to rain the word of the law and the prophets; and that this has ceased, since the law and the prophets were until John; but spring and summer came after the Visitation, because there is no longer need of rains when the flowers brought forth through Christ have appeared in the land; and from his Visitation the fig tree is not cut down as barren, having been so in the former time; for now it has put forth unripe figs, and the vines are budding; therefore he says, one of the branches of Christ, we are a sweet fragrance to God. Arise, come, my neighbor, my fair one, my dove; and come, you, my dove, in the shelter of the rock, near the fore-wall; show me your face, and let me hear your voice, for your voice is sweet, and your face is beautiful. He wishes the soul to pass beyond things perceptible; and as a wall and fore-wall of a city he calls the perceptible world; the soul, then, that has fellowship with the word must be in the shelter of the rock, not only outside the wall of the city, but also outside the fore-wall; so that, having come near, with unveiled face it may reflect the glory of the Lord.
πειθομένην τῷ λέ γοντι, Δεῖξόν μοι τὴν ὄψιν σου· ἐπιθυμεῖ δὲ καὶ διαλεγομένης ἀκοῦσαι, τὴν φωνὴν ὡς ἡδεῖαν θαυμά ζων· προτείχισμα δέ ἐστιν, ὅπερ
Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω, ἀλλὰ καὶ ἐχόμενα τοῦ προτειχίσματος· ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις. ἢ ἀν δράσιν ἁγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὲρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθεί ρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶ σιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμεναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες δι' ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλλη φθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δ' ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί.
...obedient to the one who says, Show me your face; and she longs to hear her speaking, marveling at her voice as sweet; and it is a fore-wall, which Isaiah calls an outer wall, saying: He will set a wall, or an outer wall; he wishes, then, that she who has gone out from bodily things be not only within the wall, which I consider to be the discourse concerning the world, but also in the things adjoining the fore-wall; which discourse is the last of bodily things, and the beginning of incorporeal things. Catch for us the little foxes that destroy the vineyards, and our vineyards are in bloom. The bridegroom says these things to his friends, that is, to angels or holy men, as many as are teachers of the Church; and the exhortation is for the salvation of the vineyards; so that, when the cunning powers are seized—which, corrupting the beginning of the fruit's growth, would prevent the vineyards from advancing from blooming to the perfection of fruit, being cultivated by God—and because of free will they are able to bear fruit or not; or perhaps also men, certain foxes through the sharpness of heterodox teaching, hindering those who have begun to run well; whom, while they are still small, he wishes to be seized before they advance further in impiety; for having become a great fox, he is uncatchable by them, but is hunted by the bridegroom alone; for when they begin to work the worse things, they are easily caught by the friends; and he would call the vineyards small; for a fox cannot prevail against great ones. My beloved is mine, and I am his; he who shepherds among the lilies, until the day breathes and the shadows are moved.
Ἢ νύμφη πρὸς τοὺς ἑταίρους τοῦ νυμφίου φησὶν ὡς οὐδεμίαν ἔχουσα πρὸς τοὺς ἀλώπεκας μετουσίαν· ἐκοινώνησαν γὰρ ἡμῖν, φησὶν, αἵματος καὶ σαρκὸς, καὶ ἡμεῖς αὐτῷ τῆς ἀφθαρσίας. Ἢ ὅτι ὁ Θεὸς ἐν ψυχῇ γίνεται, καὶ ἡ ψυχὴ εἰς Θεὸν μετοικίζεται· οὕτω καὶ ὁ Παῦλος· Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ· καὶ αὐτὸς δὲ ὁ Σωτήρ· Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ἐν δὲ τοῖς ἑξῆς ἀνάπαλιν γέγραπται· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Ἢ τάχα διὰ τὸ τὴν ἀρχὴν τῆς εὐεργεσίας ἀπὸ τοῦ νυμφίου γενέσθαι· μὴ ἐμφανίσαντος γὰρ ἑαυτὸν αὐτῇ, οὐδ' αὐτὴ τῷ νυμφίῳ ἀνέκειτο· τὸ γὰρ ἔνθεον αὐτοῦ κάλλος θεασαμένη, ἐπὶ σωτήριον ἀφίκετο φίλτρον, μεθὸ ἀνατεθεῖσα ἐκείνου τῷ κάλλει, λέγει, κἀγὼ αὐ τῷ· εἶτα τὴν τάξιν ἀντέλαβε πρὶν μὲν ἐλθεῖν τὸ τέ λειον, λέγουσα, ἐγὼ τῷ ἀδελφιδῷ μου· ὅταν δὲ τελείως ἀποκαλυφθῇ, μηδὲν καταλίπῃ κεκρυμμένον, αἰσθανομένη τοῦτο λέγει· καὶ ἀδελφιδός μου ἐμοί· εἴρηται δέ που ταῖς προφητείαις, αὐτὸς Κύριος ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας, ἀλλ' οὐχ ὡς νῦν ἐν κρίνοις ἡμᾶς ποιμαίνει τοῖς ἐν μέσῳ ἀκανθῶν· τοιγαροῦν εἰπών· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ἐπάγει· ὡς κρί νον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων· καὶ τήρει ὡς ἐπὶ τῆς νύμ φης οὐκ ἔλεξεν· διὸ καὶ παραγέγονεν, εἰς τὸ ἀκάνθαις μὴ ἐμπαγῆναι τὰ ποιμαινόμενα. Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ παρέλθωσιν αἱ σκιαί. Διὸ καὶ αὐχεῖ μυστικῶς λέγειν ἐν Ἰακὼβ τό· ἐγενό μην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι·
Or the bride says to the companions of the bridegroom that she has no fellowship with the foxes: for they shared, he says, in blood and flesh, and we in his incorruption. Or because God comes to be in the soul, and the soul is transplanted into God; so too Paul: The body is not for fornication, but for the Lord, and the Lord for the body; for the bride is the body of Christ, the Church, which is in no way for fornication, but always for the Lord; and the Savior himself says: Abide in me, and I in you; but in what follows the reverse is written: I am my beloved's, and my beloved is mine. Or perhaps because the beginning of the benefaction came from the bridegroom; for since he had not shown himself to her, neither was she devoted to the bridegroom; for having beheld his divine beauty, she came to a saving affection, and after being devoted to his beauty, she says, and I to him; then she received the order before the perfect came, saying, I am my beloved's; but when he is perfectly revealed, leaving nothing hidden, perceiving this she says, and my beloved is mine. And it has been said somewhere in the prophecies, the Lord himself will shepherd us forever, but not as now he shepherds us among the lilies that are in the midst of thorns; therefore having said, I am the flower of the field, a lily of the valleys, he adds: as a lily in the midst of thorns, so is my neighbor among the daughters; and observe that concerning the bride he did not say this; therefore he also came, so that those who are shepherded might not be pierced by thorns. Until the day breathes and the shadows pass away. Therefore he also boasts mystically in Jacob, saying: I have become in the day scorched by the heat.
ἐν τῷ τοῦ παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια· λέγει γᾶρ πρὸς τὸν εὐπειθῆ· οὐ φοβηθήσεται ἀπὸ δαιμονίου μεσημβρινοῦ· ὁποῖον καὶ τὸ, Ὁ ἥλιος οὐ συγκαύσει σε· ἐπείπερ ὁ τὰς ἀσθενείας ἡμῶν φέρων καὶ περὶ ἡμῶν ὀδυνηθεὶς ἐγένετο ὑπὲρ ἡμῶν συγκαιόμενος τῷ καύματι· ἵνα ἐξαγοράσῃ ἡμᾶς ἀπ' αὐτῶν· ὡς καὶ ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου· κατὰ τὸ, ὡς σκιαὶ ἡμέραι ἡμῶν παρά γουσιν· ἴσως δὲ καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ, διὰ νόμου καὶ προφητῶν, ἐν κρίνοις ἐποίμανεν ἔτι καύσωνος ὄντος· μετὰ δὲ τὴν ἐπιδημίαν, ποιμαίνει μὲν, ἀλλ' οὐκ ἐν κρίνοις· ὡς γὰρ τῆς ἡμέρας διαπνευσάσης εἴρηται τὸ, ἀγαπητοὶ, γινώσκετε ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ
For in the heat of the present life we need the shepherd, because of the noonday demons; for he says to the obedient one: He will not be afraid of the noonday demon; such as also that, The sun shall not burn you; since he who bears our infirmities and was grieved concerning us became for our sake burned with the heat, in order to redeem us from them, as also from the curse of the law, having become a curse for our sake. And he shepherds also among the lilies, and until the shadows of life pass away, according to that, As shadows our days pass by. And perhaps also before his coming, through the law and the prophets, he shepherded among the lilies while the heat was still present; but after his coming, he shepherds, yet not among the lilies; for as though the day had breathed cool, it has been said: Beloved, know that it is the last hour. Turn, be like, you, my brother, to the gazelle or to the fawn of deer upon the mountains of the hollows. The former things the bride said to the young women, but the things now to the bridegroom; so that at the present time
ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρκωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπι δημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦ ται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι· ἐν τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντι κειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἶπεν, ἐπὶ τὰ ὄρη θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζη τήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐ τὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτόν· ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν, νῦν αὐτὸν διὰ νυκτὸς ἐπὶ τὴν κοίτην καλεῖ· ἀποῤῥητοτέρων ἐθέλων κοινωνεῖν, καὶ τῆς τελειοτέρας μετασχεῖν ἀναπαύσεως· τοῦτο γὰρ ἡ κοίτη·
...to take up a fitting likeness, on the one hand to the gazelle, because of its keenness of sight; and on the other to the fawn of hinds, because of the destruction of the race of serpents. And doing these things in the mountains of the hollows, say, Turn away, from your existing in the form of God; and take up these things for the love that is toward me, working among humans; the majority of whom, because of wickedness, dwell in hollows; and the mountains of the hollows are the righteous, who rise above evils. And the Word, having turned away, is likened, among those devoted to contemplation, to a gazelle; but among those more practical and destructive of the opposing powers, to a fawn of hinds. And the phrase "or to a fawn" is disjunctive. But Theodotion said, "upon the mountains of incense," indicating none the less the saints. CHAPTER 3. Upon my bed in the nights I sought him whom my soul loved; I sought him, and I did not find him; I called him, and he did not answer me; I will arise now and go about in the city, in the marketplaces, and in the streets; and I will seek him whom my soul loved; I sought him, and I did not find him; I called him, and he did not answer me; those who keep watch found me, those who go about in the city: have you seen him whom my soul loved? When I had passed by them a little, until I found him whom my soul loved; I took hold of him, and I did not let him go; until I brought him into the house of my mother and into the chamber of her who conceived me. Having spoken of the mysteries before the marriage, now she calls him by night to her bed, desiring to share in more secret things and to partake of the more perfect rest; for this is the bed.
τὸ δὲ ἐν νυκτὶ, ἐν ἡσυχίας καιρῷ, καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων· δεῖ δὲ ἀγάπῃ τὴν ψυχὴν προτετρῶσθαι τοῦ ἐπὶ τὴν κοίτην ζητοῦντος τὰ τοῦ θείου λόγου βαθύτερα· περιμένειν δὲ τὴν τῆς ποθούσης ἀνάστασιν ὁ ποθούμενος· ὡς ἂν ἐπιτείνας τὸν ἔρωτα κατὰ καιρὸν ἑαυτὸν ἐμφανίσειε τῇ καμούσῃ πλεῖστα παρὰ τὴν ζήτησιν τὴν αὐτοῦ· εἰποῦσα γὰρ ὅτι ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, καὶ ὅτι ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον, ἐπάγει· ἀναστήσομαι δὴ καὶ κυκλώσω· οὐκοῦν ὑπτιασμὸν καὶ τὴν κατάμυσιν ἀποθέμενοι, διαναστῶμεν πειθόμενοι τῷ λέγοντι, Ἔγειραι δὴ ὁ καθεύδων· ὅλος δὲ ὁ κόσμος, ἡ πόλις ὃν ἐκπεριελθὼν δεῖ τῇ περὶ αὐτοῦ θεωρίᾳ γινόμενον ἐν ταῖς σοφαῖς διδασκαλίαις· αὗται γὰρ αἱ ἀγοραί· ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν, ἀλλὰ καὶ ἐν ταῖς πλατείαις· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· κεκελεύσμεθα δὲ καὶ ἡμεῖς ἐπὶ τὸ πλάτος τῆς καρ δίας ἡμῶν γράψαι· μείζονα δὲ ζητοῦσα ἢ κατ' ἀγορὰς καὶ πλατείας μὴ εὑρηκέναι φησί· πλὴν ὁδεύει ἐπὶ τὴν εὕρεσιν, εὑρισκομένη ὑπὸ τῶν τηρούντων τὴν πόλιν καὶ κυκλούντων αὐτήν· εἶεν ἂν τὰ λειτουργικὰ πνεύ ματα· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν· ὧν δὴ περὶ τοῦ ποθουμένου πυνθάνεται· οὐκ ἀναγέγραπται δὲ τούτων ἀπόκρισις· διδασκόμεθα δὲ εἰ μέλλοιμεν εὑρεῖν τὸν ποθούμενον, ὀλίγον τι παρελ θεῖν, καὶ κρείττους γενέσθαι τῶν τοιούτων ἀγγέλων· περὶ ὧν ἔοικεν ἐν Ἐπιστολῇ λέγειν ὁ Πέτρος διδάσκων τὴν ὑπεροχὴν τῶν τοῖς τελείοις ἀποκειμένων· εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·
But the "in the night" means at a time of quiet, and far from the sight of those who are unable to contemplate such things. And the soul must have been wounded beforehand by love for the one who seeks the deeper things of the divine word upon his couch; and the beloved waits for the resurrection of the one who longs for him, so that, having intensified his love, he may at the right time reveal himself to her who has labored greatly in seeking him. For after she has said, "In the nights I sought upon my couch him whom my soul loved," and that "I sought him and did not find him," she adds, "I will arise now and go about." Therefore, having laid aside our sloth and our hooded lethargy, let us rise up, obeying the one who says, "Awake, you who sleep." And the whole world is the city which he must go around and traverse, coming to be in wise teachings through the contemplation of him; for these are the marketplaces, from which one may take something useful, but also the broad streets; for wisdom is hymned in the streets, and in the broad places she brings forth boldness. And we too have been commanded to write upon the breadth of our heart. But she, seeking something greater than what is found in marketplaces and broad streets, says that she did not find him; yet she journeys on toward the finding, being found by those who keep watch over the city and go around it. These would be the ministering spirits; these are they whom the Lord sent out to go around the earth. And it is of them that she inquires concerning the beloved; but their answer is not recorded. Yet we are taught that if we are going to find the beloved, we must pass by a little and become greater than such angels; concerning whom Peter seems to speak in his Epistle, teaching the superiority of the things reserved for the perfect: "into which angels desire to look.
ἀγαπητὸν δὲ βραχύ τι τοὺς τοιούτους παρενεγκεῖν, ἵν' εὑρεθῇ τὸ ποθούμενον, καὶ εὑρεθὲν κρατηθῇ, καὶ κρατηθὲν μὴ νοηθῇ· ἀνόνητος γὰρ ἡ κράτησις, εἰ μὴ τὸ νοηθὲν συνεχὴς μελέτη κρατήσειε· διό φησιν· οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου· ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον, εἰσέλθοι αὐτῷ εἰς τὸν οἶκον τῆς ἄνω Ἱερουσαλὴμ, ἔνθα εἰσάγῃ τὰ κοινότερα τῶν τοῦ λόγου θεωρημάτων· τὰ δὲ ἀποῤῥητότερα εἰς τὰ ταμιεῖα τῆς συλλαβούσης τὴν νύμφην· ἡ αὐτὴ δὲ μήτηρ καὶ συλλαβοῦσα δηλοῦται, διὰ τὸ ἐν τῇ συλλήψει τὴν ἀρχὴν τῆς συστάσεως εἶναι· μήτηρ δὲ λεγομένη μετὰ τὴν μόρφωσιν, καὶ τὴν τοῦ συλ ληφθέντος τελείωσιν. Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στε λέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ, φυ γοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα, ἅπερ
ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν ἡδὺν ἀναπέμπουσιν, εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς. ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβη σαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τερητῆς καὶ πνευματικῆς. Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα.
It is fitting to pass over such things briefly, so that what is longed for may be found, and having been found may be held, and having been held may not be understood; for the holding is profitless unless continuous meditation holds what has been understood. Therefore she says: I did not let him go until I brought him into the house of my mother; so that even after the departure from here, he might enter into the house of the Jerusalem above, where he brings in the more common of the contemplations of the Word; but the more secret ones into the inner chambers of her who conceived the bride. And the same one is shown to be both mother and one who conceived, because in conception is the beginning of constitution; but she is called mother after the formation and the perfection of what was conceived. Who is this that comes up from the wilderness like staffs of smoke, perfumed with myrrh and frankincense from all the dusts of the perfumer? Very beautiful is the soul that comes up in life and reason, fleeing the sins that are among the many, which
it is said to come up from the wilderness; and the fact that the righteous man is the fragrance of Christ in every place for those who are being saved, she is understood as perfumed like staffs sending up a sweet smoke, gladdening the breaths of those who call her blessed. CHAPTER 4. Your teeth are like flocks of shorn sheep that have come up from the washing; all of them bear twins, and there is not one barren among them. But they bear twins in another sense, because of the twofold understanding, the fleshly and the spiritual. Your lips are like a scarlet cord, and your speech is beautiful.
Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥη μάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῆ πόσει τοῦ αἵματος τοῦ Χριστοῦ. Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, τὸν ἀπὸ τῆς σιωπῆς· ἐπισταμένης τῆς νύμφης καιροὺς λαλιᾶς ὡραίας καὶ ἐπαινουμένης σιγῆς· καὶ ἐπεὶ πιστὸς πνοῇ κρύπτει πράγματα καὶ ἡ νύμφη ἐν τῷ βάθει κρύπτει τὰ θεωρήματα τοὺς οἱονεὶ κόκκους τῆς ῥόας ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι σεσωματοποιημένον ἐν τῷ ἡγεμο νικῷ· διὸ ἐπήγαγεν· Ἐκτὸς τῆς σιωπήσεώς σου· δη λῶν τὰ σιωπώμενα δόγματα ὡς κόκκους ῥόας ὑπὸ τὸ λέπυρον αὐτῆς. Ὡς πύργος Δαυῒδ τράχηλός σου, ὁ ᾠκοδομημένος ἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Ἀκύλας τὸ Θαλπιὼθ ἐπάλξεις ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, ὕψη· ᾧ ἀκολουθεῖ τὸν ὑπὲρ τὰς ἐπάλξεις πύργον εἶναι τὴν σοφίαν, ἧς ὁμοίως ἤρτηνται θυρεοὶ μὲν τὰ πεπιστευμένα δόγματα, ἅπερ εἶπεν ἑνικῶς ὁ Ἀπόστολος θυρεὸν πίστεως· βολίδες δὲ τῶν δυνατῶν, οἱ δυνατῶς ἀνατρέποντες λόγοι τῶν ἐναντίων τῆς ἀληθείας τὴν πιθανότητα· ἀντὶ δὲ τοῦ ἐπάλξεις, ἐν τολὰς ἐκδέδωκεν ἡ πέμπτη ἔκδοσις, τὸν νοῦν μᾶλλον ἢ τὴν λέξιν ἑρμηνεύουσα· μὴ προαποκειμένων γὰρ ἐντολῶν, οἰκοδομηθῆναι τὴν ἀψευδῆ γνῶσιν ἀδύνατον. Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. Τὸ ἡγεμονικὸν, ὡς ἐπὶ νύμφης μαστοί· ὅπερ ἐστὶν ὀξυδερκέστατον·
That is, let the preparation of the word be fiery, as being able to win the hearer, or it also signifies the blood-filled and life-giving quality of the words that proceed through the lip, as it were dipped in the true drink of the blood of Christ. As the husk of the pomegranate is your apple outside your silence. To the praise of chastity he adds that which comes from silence; the bride knowing the seasons of beautiful speech and being praised for silence; and since the faithful one by his breath hides things, and the bride in the depth hides the visions, the so-called seeds of the pomegranate, each in its own order, embodied in the governing faculty; therefore he added: Outside your silence; indicating the doctrines kept silent like seeds of a pomegranate under its husk. As a tower of David is your neck, the one built in Thalpioth; a thousand shields hang upon it, all the darts of the mighty. Aquila rendered Thalpioth as battlements; and Symmachus, heights; which follows that wisdom is the tower above the battlements, from which likewise hang shields—the doctrines that have been believed, which the Apostle called in the singular a shield of faith; and darts of the mighty—the words of those who powerfully overturn the persuasiveness of the opponents of the truth; and instead of battlements, the fifth edition rendered commandments, interpreting the sense rather than the wording; for if commandments are not laid down beforehand, it is impossible for true knowledge to be built. Your two breasts are as two twin fawns of a gazelle, those that feed among the lilies, until the day breathes and the shadows move. The governing faculty, as in the case of a bride, is breasts; which is most sharp-sighted.
διὸ παρείκασε δύο νεβροῖς δορκάδος νεμομένοις ἐν ὡραίοις τόποις καὶ εὐώδεσι· σημαίνων τά τε νοητὰ καὶ αἰσθητά· νεβροὺς δὲ, ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ τὸ τέλειον ἔλθῃ, καταρ γοῦμεν τὴν νηπιότητα· ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς· σκιὰ γάρ ἐστιν ὁ παρὼν βίος· τότε γὰρ ὡς τέλειοι, ἀλλ' οὐχ ὡς νεβροὶ νεμη θησόμεθα. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐν θέματι τραχήλου σου. Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς νύμφης· εἰ δὲ ὡς δύο νεβροὶ δορκάδος ἔμειναν οἱ μαστοὶ τῆς νύμφης, τὸ τί ἐκαλλιώθησαν; οὐκ ἂν ἐῤῥέθη θαυμαστικῶς περὶ τοῦ, ὡς ἔφην, διανοητικοῦ, ἀλλὰ καὶ τὸ διπλοῦν τοῦ θαύματος, τὴν αὔξησιν τοῦ κάλλους ὑπέδειξεν· ὁποῖον τὸ ἐκαρδίωσας ἐκ δευτέρου ῥηθέν· ἱμάτια δὲ τῆς νύμφης, οἱ ἐνδεδυμένοι Χριστὸν Ἰησοῦν, σπλάγχνα οἰκτιρμῶν καὶ χρηστότητα καὶ ταπεινοφροσύνην· χείλη δὲ οἱ διδάσκαλοι· καὶ κηρία μέλιτος λόγοι καλοί· εἰργάσαντο δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι. Κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Δεύτερον, τὸ κῆπος κεκλεισμένος ἐῤῥέθη, τὸ μὲν ἐπὶ προκόπτοντος, τὸ δὲ ἐπὶ τελείου, ὅτε τὸ ἡγεμο νικὸν αὐτοῦ καθοραθὲν, τῇ τῆς θεολογίας σφραγίδι τετύπωται· ἢ καὶ νῦν μὲν ἡ νύμφη κῆπός ἐστιν κεκλεισμένος μόνον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ τὴν τελειότητα καὶ τὸ βέβαιον, καὶ πηγή ἐστιν ἐσφραγισμένη. Παντὶ γὰρ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· νῦν μὲν οὖν ἡ Γραφὴ κῆπον εἶναι ἁπλῶς·
Therefore he compared them to two fawns of a gazelle grazing in beautiful and fragrant places, signifying both things intelligible and things perceptible; and he called them fawns because now we know in part, but when the perfect comes, we put away childishness; when the scorching heat of the present life ceases and the time of refreshment arrives, the shadow also being dissolved—for the present life is a shadow—then as perfect ones, and not as fawns, we shall graze. You have heartened us, my sister bride; you have heartened us with one of your eyes, with one ornament of your neck. The word "ornament" is said from being set upon and fastened to the neck of the bride; but if the breasts of the bride remained as two fawns of a gazelle, what does "how beautiful they were made" mean? It would not have been spoken in wonder concerning the, as I said, intellectual faculty, but the doubling of the wonder also indicated the increase of beauty; such is the "you have heartened us" spoken a second time. And the garments of the bride are those who have put on Christ Jesus, bowels of mercies and kindness and humility; and the lips are the teachers; and honeycombs of honey are good words; and prophets and apostles wrought the honeycomb and the honey. A garden enclosed, my sister bride; a garden enclosed, a fountain sealed. Secondly, "a garden enclosed" was spoken, the one concerning the one who is advancing, the other concerning the perfect, when his governing faculty, having been purified, is stamped with the seal of theology; or also now the bride is only a garden enclosed, but in the age to come, because of perfection and firmness, she is also a fountain sealed. For to everyone who has it shall be given and shall abound; now, then, the Scripture says she is simply a garden.
ἀλλαχοῦ δὲ ὡς περὶ ἑτέρου, καὶ τὸ λαχανείας προστίθησιν. Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ
νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοικίζεται ταῖς ψυχαῖς· περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ Νότου. ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστε ρά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. Ἀναγκαίως ἡ τοῦ μοί προσθήκη τοῦ ἄνοιξον· ἔστι γὰρ καὶ ἀντικειμέναις δυνάμεσιν ἀνοῖξαι· ὡς περὶ ὀχληρᾶς δὲ τῆς δρόσου λέγειν δοκεῖ, ὡς καὶ περὶ τῶν τῆς νυκτὸς ψεκάδων· ἀνάπαυλαν γὰρ ἔοικεν ἀπὸ τού των ἐπιζητεῖν. Ἀκόλουθα ταῦτα τοῖς πρώτοις· μετὰ γὰρ τὴν ἀνάστασιν εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· καὶ καλεῖ τὸν Θωμᾶν, καὶ δι' αὐτοῦ πᾶσαν ἄπιστον ψυχὴν, ἀνοῖξαι τὴν ἰδίαν καρδίαν καὶ τὴν τῆς ἀναστά σεως χωρῆσαι πληροφορίαν· καλεῖ δὲ αὐτὸν τελείαν εἰπόντα, ὁ Κύριός μου καὶ ὁ Θεός μου· ἡ δρόσος δὲ δηλοῖ τὴν κατὰ τὸν ὄρθρον ἀνάστασιν, ὅτε κάτεισι δρόσος. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μη δέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης· ἅμα δὲ καὶ οἰκονομεῖ πλέον αὐτῆς ἐπιτεῖναι τὸν ἔρωτα·
But elsewhere, as concerning another, he also adds the matter of the garden herbs. Awake, O north wind, and come, O south wind, blow upon my garden, and let my spices flow. The bride seems to rebuke the north wind, having received authority from the bridegroom who rebuked the wind; therefore it is said in the three evangelists that the wind was rebuked; and the winds simply obey him. Christ, then, when they are driven out by the devil, takes up his dwelling in their souls; concerning whom it is said, God shall come from Teman, that is, from the south. CHAPTER 5. Open to me, my sister, my neighbor, my dove, my perfect one, for my head is filled with dew, and my locks with the drops of the night. The addition of to me in open is necessary; for it is possible to open even to opposing powers; and he seems to speak of the dew as troublesome, as also of the drops of the night; for he seems to seek rest from these. These things follow the former; for after the resurrection he entered though the doors were shut; and he calls Thomas, and through him every unbelieving soul, to open its own heart and to receive the full assurance of the resurrection; and he calls him perfect when he said, My Lord and my God; and the dew signifies the resurrection at dawn, when the dew descends. My beloved passed by; my soul went forth at his word. When the bride reached the bolt, so as to open her soul to the word, then he, showing only his hand and certain of his deeds, passed by, since the bride was not yet able to advance further to the vision; and at the same time he arranges that she increase her love the more.
ἐξέρχεται καὶ ἐκδημεῖ τοῦ σώματος ἡ ψυχὴ διὰ τὸν τοῦ νυμφίου λόγον ἔχουσα ἐν οὐρανῷ τὸ πολίτευμα. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Συνεχῶς ἡ ψυχὴ τὸν νυμφίον λόγον ἐπιζητεῖ· καὶ εὑροῦσα πάλιν ἑτέροις ἀποροῦσα ζητεῖ· κἀκεῖνα θεωρήσασα ποθεῖ τὴν ἑτέρων ἀποκάλυψιν· καὶ τυχοῦσα τούτων, ἐπ' ἄλλοις εὔχεται τὸν νυμφίον ἐπι δημεῖν. Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. Ἢ λευκὸς ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν. Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα παραβάλλονται ταῖς τῶν φοινίκων ἐλάταις, ἅς φασιν ἀντὶ σπέρματος εἶναι ταῖς θηλείαις φοίνιξιν, ὥστε καρπὸν φέρειν ἐδώδιμον· διὰ δὲ τὴν βαθύτητα τῶν ὥσπερ ἐκφυέντων ἀντὶ τριχῶν λογισμῶν, μέλανες ἐπαινετῶς ὀνομάζον ται, τῷ τοῦ νυμφίου συμβαλλόμενοι κάλλει· τὸ δὲ ὡς κόραξ, οὐχ ἁπλῶς οἶμαι διὰ τὸ χρῶμα· σύμβολον δὲ τῶν βαθυτάτων εἶναι καὶ πεπληρωμένων σκοτεινοῦ ὕδατος ἐν νεφέλαις ἀέρων· περὶ ὧν εἶπεν ὁ Ἰώβ· Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ δὲ αὐτοῦ πρὸς Κύριον κεκράζονται· ἡτοίμασε γὰρ τοῖς βαθυτέροις τὸν νοῦν, πολλὴν τροφὴν ὁ Θεὸς, ὧν οἱ μαθηταὶ νεοσσοὶ εὐχαῖς σχολάζοντες, πρὸς Κύριον κεκράγασιν· πλανώμενοι καὶ ζητοῦντες τὰ ἐν αὐτοῖς ἐπαπορουμένοις ὑπ' αὐτῶν σιτά. Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον· διὰ μὲν τὴν πληρότητα τῆς εὐωδίας τῶν καλῶν ἔργων καὶ λόγων, ἐοι κότας φιάλαις τοῦ ἀρώματος·
The soul departs and goes out from the body because of the word of the bridegroom, having its citizenship in heaven. I sought him, and found him not; I called him, and he did not answer me. Continually the soul seeks the bridegroom, the word; and having found him, she again seeks him, at a loss concerning other things; and having contemplated those things, she longs for the revelation of others; and having obtained these, she prays that the bridegroom may be made manifest in others. My kinsman is white and ruddy, chosen out from ten thousands. Either white, because God is true, and ruddy, because of the incarnation. His head is gold of Kephaz; his locks are palm branches, black as a raven. The locks, because of their density, are compared to the palm branches of the palms, which they say serve the female palms in place of seed, so as to bear edible fruit; and because of the depth of the thoughts that have, as it were, grown out in place of hairs, they are praised as black, being compared to the beauty of the bridegroom; and the phrase as a raven, I think, is not simply because of the color; but it is a symbol of the deepest things and of those filled with dark water in the cloudy airs; concerning which Job said: And who has prepared food for the raven? And his young ones cry to the Lord; for God has prepared for the deeper things, understanding much food, whose disciples, as young ones devoted to prayers, have cried to the Lord, wandering and seeking the food that is in the things that are questioned by them. His cheeks are as bowls of perfume, producing ointments. By the cheeks of Christ we must understand those who are served by the word of God and spiritual food; because of the fullness of the fragrance of good works and words, they are like bowls of perfume.
διὰ δὲ τὸ ἐῤῥιζωμένον ἐν αὐταῖς ποικίλον ἐν πάσῃ συνθέσει γραφῆς λόγον ἀεὶ καρποφοροῦντας μυρεψικόν. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου. Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστη ρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξιον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβά νουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μη δὲν ἔχειν κοπρῶδες. ΚΕΦΑΛΑΙΟΝ ʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον, προσέθηκε τὸ ὡς Ἱερουσαλήμ· καὶ καταπληκτικὴν δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενίζειν τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν
But because the word rooted in them, manifold in every composition of Scripture, always bears fruit, it is perfumer's [ointment]. His belly is a box of ivory, upon a stone of sapphire. The belly of the word is those who are capable of containing the mysteries, that is, those hollow for receiving; and a box, those fit for preserving; and according to what is bright and clear it is said to be of ivory; and such a belly, the ivory box, has been set upon a sapphire stone, which is Christ. Therefore, as many as are the belly of the word, these conceive the Lord in the womb from fear, and bring forth a spirit of salvation; for this reason also the belly of the sacrifice is washed in Leviticus, so as to have nothing filthy. Chapter 10. You are beautiful, my neighbor, as good pleasure, comely as Jerusalem, a wonder as ordered [armies]. To the extent that she comes near the bridegroom, she is likened to better things; for to "beautiful" and "comely" and "near," he added "as Jerusalem"; and he calls the perfected Church also awe-inspiring: in one respect, among the opposing powers, which are unable to gaze upon the beauty of her face; in another respect, also among those inferior to her, resembling those ordered in
τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ἡ Ἐκκλησία τῇ ὡραιότητι καὶ τῷ κάλλει ἐνορᾷ τοῦ Χριστοῦ· δυναμένη τῇ πλείονι προκοπῇ κατανοεῖν αὐτοῦ τὴν θεότητα· καθὸ πάντα δι' αὐτοῦ ἐγένετο· εὐφραινόμενος δὲ ἐπὶ τῇ δυνάμει τῶν ὀφθαλμῶν, τῆς εἴτε Ἐκκλησίας εἴτε νύμφης τοῦ λόγου ψυχῆς· πτεροῖς αὐτὴν λογικοῖς ἀποστραφῆναι κελεύει πρὸς τὸ μετέωρον· ὡς ἂν ἐπ' ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγ καταβαίνοντα δι' αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾷν, καὶ μηκέτι περαιτέρω τῆς οἰκονομίας ζητεῖν. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβη σαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόν τες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι ταῦτα ἐπὶ τῆς τελειότητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λου τροῦ οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδυμεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ αἰσθητῶν θεωρίᾳ·
in all their conditions; but Symmachus: not drawn up in ordered ranks; for they are a wonder, like an army of encampments striking the enemies with amazement. Turn away your eyes from before me, because they have given me wings. The Church gazes upon the beauty and comeliness of Christ, being able by her greater progress to contemplate his divinity, in that all things came to be through him; and he, rejoicing in the power of the eyes—of the Church, or of the soul that is the bride of the Word—commands her to turn back with rational wings toward the height, so that she may come to the very summit of perfection, so that she too may see him winged and no longer descending for her sake, and may be able to say, Even if we have known Christ according to the flesh, yet now we no longer know him so; therefore, he says, he ascended together with your progress, when you were able to gaze and no longer to seek beyond the economy. Your hair is like flocks of goats that have come up from Gilead; your teeth are like flocks of shorn sheep that have come up from the washing, all of them bearing twins, and none is barren among them. These things are said a second time to the bride, who I think appeared previously as such according to what was possible, when she was still in this life; a second time when she came to perfection; and therefore now he only hinted at it: Your teeth are like flocks of shorn sheep; but according to Aquila and Symmachus, your teeth are like flocks of sheep, or of lambs; and it was fitting that these things be said of perfection, so that the phrase from the washing is no longer of the first, but of the second; and bearing twins, perhaps, as being nourished by the contemplation of things intelligible and things perceptible.
καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς περὶ οὑτινοσοῦν λόγου τροφῆς. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου. Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι· οὐ τῷ μὴ ὑποπίπτειν ἀριθμῷ, ἀλλὰ τῷ ἀξίας αὐτὰς εἶναι ἀριθμηθῆναι· καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι· ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνά στασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι· ὁ γὰρ ἑκάστου βίος καὶ λόγος καὶ διάθεσις ποιήσει προκριθῆναι ἑκάστου κατ' ἀξίαν. Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοή σῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ τοῦ Ἄσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλ' ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ δια φόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέραις δὲ, διὰ τοῦτο ἑξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑποδεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός·
and so that no kind of nourishment from the word concerning anything at all may be without offspring. Sixty are the queens and eighty the concubines, and maidens whose number there is not; but one is my dove. The maidens have no number—not because they do not fall under number, but because they are worthy to be numbered; and perhaps the same thought holds, in the distinction here of the maidens who are partaken of by Christ, as do the things said by the Apostle concerning the resurrection of the dead, when he says in word, orders: for since through a man death, and through a man the resurrection of the dead; for just as in Adam all die, so also in Christ all will be made alive; each in his own order; for each one's life and reason and disposition will cause each to be preferred according to worth. Do not marvel if the bridegroom had a beautiful bride, and perhaps a second and a third and more; if you understand his brides as well, you will not fear to say from the Song: Sixty are the queens and eighty the concubines, and maidens whose number there is not; but one is my dove. The bridegroom is the word; the bride is a rational living being; if a soul understands and the bridegroom takes the bride—but since this word is not partaken of by one soul only, but by more and different ones, by some royal and preeminent honor, let her speak as a perfect dove; but to the royal ones, yet inferior, therefore sixty queens; with other souls he communes, trained by the fear of God—these are the concubines; there are also certain other souls more inferior, having less fear—these are the maidens whose number there is not.
ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινω νοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοινωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινές εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤν θησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· γῆ ἐστιν ὡς ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ. Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέ ροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατικὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἠβουλήθη τοίνυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας, τουτέστιν ἐκπεσοῦσα τὰ παραδείσου πρὸς τὴν
ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει· ἀλλὰ καὶ ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, διαφεύγουσα τὸν χειμῶνα· καὶ τὸ ἔαρ φθάσασα, τὸν καιρὸν τοῦ Πάσχα καὶ τῆς τῶν ἀζύμων ἑορτῆς· τότε γὰρ φιλεῖ ἀνθεῖν ἐν τῇ Ἰουδαίᾳ ἡ ἄμπελος· καὶ εἰ ἤνθησαν αἱ ῥόαι, ὧν ὁ καρπὸς πολὺς, καὶ τάξει περιειλημμένος ὑπὸ τοῦ λέπους· ᾧ ὡμοίωται τὸ μῆλον τῆς νύμφης· ἐκεῖ δὲ, φησὶ, δώσω σοι τοὺς μαστούς μου, τουτέστι τὸ ἡγεμονικόν· ἀλλ' ἠγνόησε, φησὶν, ἡ ψυ χή μου, καὶ τὴν ὑπόσχεσιν ἔψευσται, μὴ δυναμένη ἀφ' ἑαυτῆς τι ποιεῖν· ἀλλ' οὐκ ἀπελείφθην ἐν τούτοις·
The bridegroom, then, is here too, and those who can be beautiful and sharers with him; he has gone out from the heavenly bridal chamber, he shares with angels and archangels—who are the brides of the Word—and with thrones and dominions. I went down into a garden of nuts to see in the offspring of the torrent; to see whether the vine had blossomed, whether the pomegranates had blossomed; there I will give my breasts to you; the earth is as my soul; he set me as chariots of Aminadab. According to a certain pattern, the righteous are nuts, bearing fruit through their priestly service toward God, because they have a hedge around them; one part is somewhat bitter and gall-like, another part hard from temptations; but temptation may also be called a torrent, according to the saying, Our soul has passed through the torrent. The bride, then, wished to go down into the garden of the nut, that is, having fallen from the things of paradise to this life of toil, to see some strange offspring of the winter as the dark river flows; or, according to Symmachus, she went down to learn whether the throat of life has autumn fruit; but also to see whether the vine had blossomed, escaping the winter and reaching the spring, the season of Pascha and the feast of unleavened bread; for then the vine in Judea is accustomed to blossom; and whether the pomegranates had blossomed, whose fruit is abundant and enclosed in order by the rind; to which the bride's apple has been likened. There, he says, I will give you my breasts, that is, the ruling faculty; but my soul, he says, did not know, and has falsified the promise, being unable to do anything of itself; but I was not left behind in these things.
ὁ γὰρ πατὴρ τοῦ Ναασσὼν ὁ ἄρχων τοῦ λαοῦ μου Ἀμιναδὰβ, ἔθετό με ἑαυτῷ εἶναι ἅρματα· Ναασσὼν δὲ ὀφιώδης ἑρμηνεύεται· ὁ ἄρχων τοῦ λαοῦ τῆς νύμ φης· Ἀμιναδὰβ δὲ οὗτος ὁ ἐν Ἀριθμοῖς πατὴρ τοῦ ἄρχοντος τῆς φυλῆς Ἰούδα Ναασσών· ὃς μεταλαμβά νεται εἰς τὸν Χριστόν· διὰ τὸ, καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως, φησὶν, ἅρματά με ἔθετο ἑαυτῷ ἡνιοχῶν μου τοὺς λογισμούς. Ἐπίστρεφε, ἐπίστρεφε ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; ἡ ἐρχομένη ὡς χο ροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα. Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, τὸ Σουλαβίτις ἐξέδωκαν, εἰρηνεύουσα γάρ· ἔστι δὲ ἡ νύμφη τοῦ λόγου ψυχὴ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, διὰ τὸν ποιήσαντα τὸ ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα· ἐὰν δὲ ἡ Σουλαμίτις, ἢ ἐσκυλευμένη, κατὰ Σύμμαχον, λέγοι ἂν πρὸς αὐτὴν ὁ νυμφίος, Ὦ ἐσκυλευμένη καὶ ὑπὸ τῷ αἰχμαλωτίσαντί σε γεγενημένη, ἐπίστρεφε εἰς τὴν προτέραν εὐγένειαν· νῦν μὲν ὡς ἐν ἀπαρχῇ λαμβά νουσα τῆς υἱοθεσίας τὸν ἀῤῥαβῶνα, καὶ τὴν τῆς ἀνα στάσεως ἐλπίδα· ἐὰν δὲ τῆς ἐπαγγελίας καὶ τῆς ἀφθαρσίας τὸ ἔνδυμα, πυκνότερον δὲ εἰς προτροπὴν, τὸ ἐπίστρεφε· τότε γάρ φησι κυρίως ἐστὶν ἰδεῖν σε· τῶν ἑταίρων δὲ τοῦ νυμφίου πρὸς τὴν νύμφην εἶναι τὸν λόγον δοκῶ· πρὸς οὓς ὁ νυμφίος, Τί ὄψεσθε; φησίν· ἀπεικάζεται δὲ νενικηκότων στρατῷ· ἡ μία γὰρ νύμ φη πλῆθος ἐν ἑαυτῇ ἔχει παρεμβολῶν· τὰ γὰρ μέλη τῆς νύμφης συστήματα τυγχάνοντα πλείονα, χοροὶ μέν εἰσι, τῷ τὸ θεῖον ὑμνεῖν συμφώνως θεολογοῦντες αὐτῷ·
For the father of Nahshon, the ruler of my people, Amminadab, made me to be chariots for himself; and Nahshon means "serpent-like"; the ruler of the people of the bride; and this Amminadab is the father of Nahshon, the ruler of the tribe of Judah in Numbers; who is taken to mean Christ; because, just as Moses lifted up the serpent in the wilderness, so, he says, he made me chariots for himself, driving my thoughts. Return, return, the Shulammite; return, return, and we will look upon you. Chapter 7. What will you see in the Shulammite? she who comes as companies of camps; for she has come up from the bath, like the angelic orders. Aquila and the fifth edition rendered "the Shulammite" as "she who is at peace"; for she is the soul of the Word, the Church of Christ, because of him who made the one, and broke down the middle wall of the fence; but if she is the Shulamite, or "the despoiled," according to Symmachus, the bridegroom would say to her, O you who have been despoiled and have come under the one who took you captive, return to your former nobility; now indeed as receiving in firstfruits the earnest of adoption, and the hope of resurrection; but if the garment of promise and incorruption, and more urgently for exhortation, the "return"; for then, he says, it is properly possible to see you; and I think the word is from the companions of the bridegroom to the bride; to whom the bridegroom says, What will you see? And she is likened to the army of those who have conquered; for the one bride has in herself a multitude of camps; for the members of the bride, being more numerous assemblies, are choirs, hymning the divine in harmony and theologizing to him;
τῷ δὲ καθελεῖν τοὺς πολεμίους παρεμβολῶν εἰρηνικῶν ἔχοντες· ἀλλ' οὐκέτι σχῆμα πολεμικὸν, τὴν ὑπὲρ τῶν ἐν χειμάῤῥῳ καμοῦσαν καὶ σκυλεῖσαν δι' αὐτούς· προσκαλοῦνται οἱ φίλοι τοῦ νυμφίου· ἐσκυλευμένη γὰρ ἑρμηνεύεται Σουλαμίτις· ἐπίστρεφε λέγοντες, ὀψόμεθα ἐν σοί· ἑώρων γὰρ αὐτῆς τὸν σκυλμὸν, οὐκ ἄκαρπον, ἀλλ' εἰς χρηστὸν τελευτή σαντα πέρας, ὅπως τοὺς ἐν τῷ χειμάῤῥῳ κατακρι θέντας παραδεδομένους τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, παρελθόντας τὸ τοῦ χειμάῤῥου ὕδωρ, νικη φόρους ἦγε μεθ' ἑαυτῆς, ἐρχομένη ὡς χοροὶ παρεμ βολῶν, τῶν ἐκ πολέμου ἐπανερχομένων, καὶ κατὰ διάφορα συστήματα χορευόντων, καὶ ἐπινικίους ᾀδόντων καὶ λεγόντων· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου. Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς γενέσεως ἡ Γραφή· δηλοῖ τοίνυν ἐνταῦθα τῆς νύμφης τὸ τεταγμένον ἐν τῷ τῆς γενέσεως χωρίῳ καὶ εὔρυθμον, ὁμοίῳ περιτραχηλίοις κατεσκευασμένοις τῇ ἀρετῇ. Ὀμφαλός σου κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκα λεῖ λέγουσα· Δεῦτε, πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· καὶ δηλοῖ τὸ πνευματικὸν πνεῦμα· καὶ προσέθηκε καὶ θημωνίαν σίτου, ἵνα τὴν πνευματικὴν τροφὴν σημάνῃ· τὸ γὰρ θημωνία ἀντὶ τοῦ συναγωγὴ ἀρετῶν πλήθους εἰς ἓν τῇ ὁμονοίᾳ συντεταγμένη. Κρίνα δ' ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν. Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.
But to destroy the enemies, they have peaceful camps; yet no longer a warlike appearance, she who toiled for those in the torrent and was despoiled for their sake; the friends of the bridegroom call upon her; for Shulamite is interpreted as "despoiled"; saying, Turn back, we will look upon you; for they saw her despoiling, not unfruitful, but having come to a good end, so that those condemned in the torrent, handed over to Satan for the destruction of the flesh, having passed through the water of the torrent, she led as victors with herself, coming as companies of camps, of those returning from war, and dancing in various companies, and singing victory songs and saying: O Lord, you have crowned us as with a shield of your good pleasure. The rhythms of your thighs are like ornaments, the work of a craftsman's hands. In many places the Scripture applies the thighs to generation; therefore it shows here that the bride's ordering in the region of generation is also well-rhythmed, made like necklaces by virtue. Your navel is a turned bowl, not lacking mixed wine; your belly is a heap of wheat, fenced about with lilies. And to the navel, the bowl, Wisdom calls together, saying: Come, drink the wine that I have mixed for you; and it indicates the spiritual spirit; and it added also a heap of wheat, so that it might signify spiritual food; for "heap" is instead of "gathering" of a multitude of virtues arranged into one by concord. And lilies would be the flowers of the grace of God, which she gathered from the midst of the thorns of life. Your neck is as a tower of ivory.
Πύργοι δὲ ἐκλήθησαν, οἱ τὰ ἀρεστὰ τῷ νυμφίῳ ποιοῦντες, σκοπευτήριον ἔχοντες τὴν θεωρητικὴν ψυχὴν, ἐκ μετεώρου σκοπεύουσαν ἅπαντα· ἐλεφάντινον δὲ, διὰ τὸ λαμπρὸν καὶ λεῖον· οὐδὲν
γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκανθῶν· βούλεται δὲ ἡμᾶς καὶ φιλομαθεῖς ὄντας πολλῶν ἔχειν τὴν ψυχὴν θυγατέρα σοφῶν καὶ ἐν εἰσαγωγαῖς γενέσθαι μαθημάτων πολλῶν, ἃς ἐκάλεσε πύλας· τοσοῦτον, φησὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς παιδεύσεως, ἀλλ' ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας. Μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύραν βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰ σθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανό μενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρ ίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμ βολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησία λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ δὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς. Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; τοῦτο μέγεθός σου·
They were called towers—those who do what is pleasing to the bridegroom, having as their watchtower the contemplative soul, which surveys all things from on high; and "of ivory" because of its brightness and smoothness; for nothing rough from wickedness is on the neck of the bride. And no longer did he speak of the dead, "those that feed among the lilies"; for they had come to be above the lilies that are among thorns. But he wishes us, being lovers of learning, to have the soul as a daughter of many wise men and to be engaged in the introductions of many lessons, which he called gates. So great, he says, is the grace of knowledge that abounds in the teachers within you, that not only those with you enjoy their instruction, but already those outside and far off enjoy their benefit. Your nose is as the tower of Lebanon that looks toward the face of Damascus; your head upon you is as Carmel, and the lock of your head as purple, a king bound in its tresses. But he who has a pure breath, and through the perception of the divine word is able to run after him to the scent of his perfumes, is a nose that perceives the spiritual fragrance, looking to see whether some doctrine appears manifest among the nations; for Damascus represents the nations; and the face is a symbol of what is manifest and beautiful. And Lebanon is referred to the altar of God; and Carmel is interpreted as the knowledge of circumcision; and he knows circumcision who is able to say with boldness, "We are the circumcision"; and from the head, that is, from Christ, the knowledge of spiritual circumcision was born. How beautiful and how sweet you have become, O love, in your delights! This is your greatness.
ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσι· διότι ὑψηλόν σου τὸ φρόνημα· καὶ οὐδὲν τῶν γηΐνων ἐπιφε ρόμενον. Ὅτι ταῦτά φησιν ὁ νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· ὡς γὰρ ἡ τῶν στοιχείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπιγίνεται τῇ ψυχῇ· ὡς δὲ αἰσχρά τίς οὖσα διὰ κακίαν ἡ νύμφη, μετέβαλεν ἐξ ἀρετῆς εἰς ὡραιότητα, οὕτως οὖσα πικρὰ, γέγονεν ἡδίστη τε αὐτῷ καὶ γλυκεῖα· φησὶ τοίνυν, ὡς ἐν ταῖς σωματικαῖς τρυφαῖς ἡ πολυτελὴς εὐωχία περιπόθητος, οὕτω τοῖς τὴν πνευματικὴν τρυφῶσι τρυφὴν, ἡ ἀγάπη· τῆς δὲ σοῦ ἀντωνυμίας κειμένης παρὰ τοῖς ἄλλοις, λέγοι ἂν, τῇ ἀγάπῃ ἐντρυφᾷς πλέον τῶν ἄλλων τοῦ πνεύματος καρπῶν· ὡς πάντα δι' αὐτὴν στέγειν πάντα ὑπομένειν· ὥσπερ δὲ σωμάτων ἐστὶ βραχύτης, καὶ μέγεθος ἑτέρων, οὕτω καὶ ψυχῆς ἀναλόγως οἷς διαπράττεται. Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφ' ἃ καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ᾀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σωτήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·
You have been likened to the palm tree, and your breasts to clusters of grapes; for your mind is lofty, and nothing earthly is carried upon it. For the bridegroom says these things, marveling at her change for the better; for just as the well-tempered mixture of the elements produces health in bodies, so from impulses and inclinations health, as it were, and beauty come to be in the soul; and just as the bride, being once shameful through vice, changed from virtue into comeliness, so being bitter she has become most pleasant and sweet to him. He says, then, that just as in bodily luxuries a costly banquet is greatly desired, so for those who luxuriate in spiritual luxury, love is that luxury; and since your name is set among others, he would say, you luxuriate in love more than in the other fruits of the Spirit; so that for its sake one bears all things, endures all things. And just as there is shortness of bodies and greatness of others, so also of the soul analogously in the things it accomplishes. That is, he says, your thoughts are both food and drink, and in no way sour. Then I will go up into the palm tree; I will grasp its heights, and your breasts shall be as clusters of the vine; and the scent of your nose as apples, and your throat as good wine, going straight to my beloved, fit for my lips and teeth. Having been likened to a palm tree, she calls the bridegroom a palm tree, having perceived the height and greatness of the Word; to which she also hoped to ascend at the end of the songs, when the bride is perfect; when she will also lay hold of the bridegroom's breasts, which signify the thick clusters; for which reason they are also likened to clusters of a vine; concerning which the Savior said: I am the true vine.
τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόντες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου μέτρον καὶ σταθμόν·"6 τῶν δὲ τοιούτων οὐ μόνον ἀσφαλῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἶνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει, ὡς παρ' ἐμοί. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυ πρισμὸς, ἤνθησαν αἱ ῥόαι. Περὶ τῶν ὑποδεεστέρων ἡ νύμφη παρακαλεῖ· ὡς ἐκ τῶν ἐνδοτάτων καὶ μακαρίων διατριβῶν εἰς τὴν τούτων ἐπισκοπὴν ἐξελθεῖν· οὗτοι γὰρ ἀγρὸς καὶ κῶμαι καὶ ἀμπελῶνες καὶ ῥόαι ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με·
But the things that proceed from the hidden depths of the word direct and gladden to such an extent that one speaks when one ought, and to whom one ought, and as much as one ought; for the lips reveal the word, and the teeth reveal silence, according to the saying, Make a door and a bar for your mouth, and a measure and weight for your words; and for such people not only are the thoughts safe, but the lips too are bound by perception; and the good wine is that which is brought forth from the good treasure of the heart. I am my beloved's; his turning is toward me. The word has been perfected, because nowhere will he find rest of every kind where he may turn himself, as with me. Come, my beloved, let us go out into the field, let us lodge in the villages, let us rise early to the vineyards, let us see whether the vine has blossomed, whether the blossom has opened, whether the pomegranates have blossomed. The bride entreats concerning those of lower rank, that he go out from the innermost and blessed abodes to the oversight of these; for these are the field and the villages and the vineyards and the pomegranates. CHAPTER 8. Having found me outside, I will kiss you; and indeed they will not despise me.
παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα, περιεπτύξατο αὐτόν. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; Ἤδη δεύτερον ὥρκισεν· ἀλλ' ἀμφιβάλλουσα προετίθει τὸ ἐάν· νῦν δὲ διδάξασα τὸ εἶδος τῆς ἐγέρσεως τῆς ἐξεγέρσεως καὶ τῆς ἀγάπης οἱονεὶ παρίστησιν, ὅτι ὁρκοῦσα ὑμᾶς κατὰ τῶνδε ὥρκισα, τὸ ἐγείρητε καὶ ἐξεγείρητε. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος. Προτρέπεται αὐτὴν ὁ νυμφίος πᾶν νόημα καὶ πρᾶξιν μορφῶσαι τῷ ἑαυτοῦ χαρακτῆρι· ποιεῖν δὲ ταῦτά φησιν τὴν ὡς θάνατον κραταιὰν ἀγάπην· πάντα γὰρ στέγει, πάντα ὑπομένει· διὸ καὶ κραταιὰ κατὰ θάνατον νεκροῦντα τὴν ἁμαρτίαν· ἤγουν ἐπειδὴ πάντων ἐκράτησεν ὁ θάνατος, διὰ τὸ ἐν τῷ Ἀδὰμ πάντας ἀποθνήσκειν· καὶ ὁ ᾅδης ὁμοίως· τοιαύτη, φησὶν, ἡ ἀγάπη καὶ ὁ ζῆλος· ὃν δεῖ ζηλοῦν τῷ Θεῷ, σκληρὸς κατὰ τῶν ἁμαρτανόντων ὑπάρχων, ὡς ὁ τοῦ Ἡλίου καὶ τοῦ Φινεές· ἢ τοῦτο λέγει ὁ νυμφίος πρὸς αὐτὴν, θές με ὡς σφραγίδα πρὸς τὸ σφραγίζειν τὰς ἐνθυμήσεις σου καὶ τὰς πράξεις σου, καὶ ἕως θανάτου ἀγωνίσαι ὑπὲρ τῆς ἀληθείας· καὶ ἐν τῷ ᾅδῃ δὲ τὸν Χριστὸν ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει.
I will take hold of you; I will bring you into my mother's house, and into the chamber of her who conceived me; I will give you to drink of spiced wine, of the juice of my pomegranates. For finding him who had come down from the height above, she embraced him. I adjure you, daughters of Jerusalem, by the powers and by the strengths of the field, why do you stir up and awaken love until it wishes? Already a second time he adjured; but being in doubt she set before it the "if"; but now, having taught the form of the stirring up, of the awakening, and of love, she sets it out as it were, that in adjuring you I adjured by these things, the "stir up" and "awaken." Set me as a seal upon your heart, as a seal upon your arm; for love is strong as death, jealousy is hard as Hades. The bridegroom exhorts her to form every thought and deed in his own impress; and he says that love, which is strong as death, does these things; for it bears all things, endures all things; therefore it is strong as death, which puts sin to death; that is, since death has prevailed over all, because all die in Adam; and Hades likewise; such, he says, is love and jealousy; which one must be jealous for God, being hard against those who sin, as was the jealousy of Elijah and of Phinehas; or the bridegroom says this to her: set me as a seal, for the sealing of your thoughts and your deeds, and struggle even unto death for the truth; and in Hades also the Jews were jealous for Christ, having corrupted the soldiers. Our sister is little, and has no breasts.
Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς μέγεθος βίου καὶ νοημάτων· ἐπ' ἂν τρανώσῃ τὰ νοήματα καὶ προφητικὰ θεωρήματα, ἢ τὴν σύμπνοιάν τε καὶ ἐνέργειαν χωρήσῃ δυνάμεως· αἳ καὶ ταῦτά φασι μετά τε προφητῶν καὶ δικαίων πνευμάτων. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Εἶδεν ἡ νύμφη τὸν νυμφίον ἀναπαυόμενον ἐν τοῖς κήποις, καὶ τοὺς ἑταίρους αὐτοὺς προσέχοντας αὐτοῦ τῇ φωνῇ ἧς ἤκουσεν αὐτή· καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκκλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστηκότας ὡς ὄρη, καὶ πάσης πνέοντας εὐωδίας· περὶ ὧν τὸ, οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· καὶ ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα καὶ Θεοδοτίωνα, καὶ τὴν πέμπτην ἔκδοσιν· ὁ μέντοι Ἀκύλας, ὁ καθήμενος ἐν κήποις, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἡ κατοικοῦσα· ὡς λέγεσθαι τὰ πρῶτα πρὸς τὴν νύμφην καθημένην παρὰ τοῖς ἰδίοις καρποῖς, καὶ τοὺς ἑταίρους αὐτοῦ προσεκτικῶς αὐτῆς ἀκροᾶσθαι χαίροντας.
For the soul of man is small, and the Church of God is still being prepared on earth, and not yet having thoughts (for these are the breasts), she advances toward greatness of life and of thoughts; until she clarifies the thoughts and prophetic visions, or receives the understanding and energy of power; which things they also say along with prophets and righteous spirits. He who sits in the gardens, companions attentive to your voice: let me hear you; flee, my beloved brother, and be made like the gazelle, or the fawn of the deer upon the mountains of spices. The bride saw the bridegroom resting in the gardens, and the companions themselves attentive to his voice which she heard; and she wishes him, seeing keenly and clearly, to turn aside from the things here, by swiftness and keenness of sight made like a gazelle, and like a fawn to hold the things of enemies as serpents and scorpions in contempt, and to ascend to those things that stand up like mountains, and breathe all fragrance; concerning which is the saying, His foundations are in the holy mountains; and these things according to the Seventy and Theodotion, and the fifth edition; Aquila, however, rendered, He who sits in the gardens; and Symmachus, She who dwells; so that the first words are spoken to the bride sitting by her own fruits, and his companions attentively listening to her, rejoicing.