Εἰς τὸ "καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου" μέχρι τοῦ "καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον τοῦ κυρίου".
Ὁμιλία ιβʹ.
Ὃ προστάσσεται ὁ προφήτης λέγειν ὑπὸ θεοῦ, ὀφείλει ἄξιον εἶναι τοῦ θεοῦ, [οὐ] φαίνεται δὲ ὅτι οὐκ ἄξιόν ἐστι τοῦ θεοῦ, μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκού σαντα τοῦ γράμματος· μωρία ἐστὶ ταῦτα τὰ γράμματα. τοῦτο δὲ ἐρεῖ ψυχικός· «ψυχικὸς» γὰρ «ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύμα τος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». ὅρα οὖν τὴν λέξιν τί φησιν. «καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ» ὃ λέγει «κύριος ὁ θεὸς Ἰσραήλ, ἄξιον ἔστω κυρίου τοῦ θεοῦ Ἰσραήλ» πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου»; καὶ οἱ ἀποκρινόμενοι εἰ ἐπὶ τοῦ ῥητοῦ ἑστῶτες ταῦτά φασι καὶ λέγουσιν ἐγνωκέναι ὅτι «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου», ψεύδονται· οὐ γὰρ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου». εἰσὶ γοῦν ἀσκοὶ ἐλαίου πληρούμενοι ἢ ἄλλης ὑγρᾶς οὐσίας, τινὲς δὲ καὶ μένουσι κενοί. ψεύδονται ἄρα· οὐ γὰρ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου». καὶ ὁ λαὸς ἀποκρίνεται φάσκων· «μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου»; ἅπερ διηγήσεως κατὰ τὸ δυνατὸν ἡμῖν τοιᾶσδε τεύξεται. ἐὰν εἰδῶμεν τὰς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου».
To the passage "And you shall say to this people: Thus says the Lord God of Israel: Every wineskin will be filled with wine," up to "and your eyes shall bring down tears, because the flock of the Lord has been crushed."
Homily 12.
What the prophet is commanded by God to say ought to be worthy of God. But it appears that it is not worthy of God if we remain at the level of the letter, so that someone hearing the letter might say: These letters are foolishness. And a natural man will say this; for "the natural man does not receive the things of the Spirit of God, for they are foolishness to him." Consider then what the text says. "And you shall say to this people: Thus says the Lord God of Israel" — what he says is "the Lord God of Israel"; let it be worthy of the Lord God of Israel — "Every wineskin will be filled with wine. And it shall be, if they say to you: Surely we do not know that every wineskin will be filled with wine?" And those who answer, if they stand at the literal level and say these things and claim to know that "every wineskin will be filled with wine," they lie; for not "every wineskin will be filled with wine." There are, at any rate, wineskins filled with oil or some other liquid substance, and some even remain empty. They lie, therefore; for not "every wineskin will be filled with wine." And the people answer, saying: "Surely we do not know that every wineskin will be filled with wine"? These things will receive from us such an exposition as we are able. If we know the differences among wines and what is said about them, and in accordance with these we consider the wineskins, we shall see that the statement "every wineskin will be filled with wine" is true.
εἴτε γὰρ ἀγαθός τίς ἐστιν, ἵν' οὕτως ὀνομάσωμεν, ἐν ἀσκοῖς ἀσκός, πληρωθήσεται οἴνου κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα. εἴτε ἐστίν, ὡς ἐν συγκρίσει ἀσκῶν καὶ τῇ κρίσει τῇ περὶ αὐτῶν, μοχθηρός, καὶ αὐτὸς κατὰ τὴν μοχθηρίαν αὐτοῦ πληρωθήσεται οἴνου μοχθηροῦ. πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἴνων; περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται· «ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος». περὶ δὲ τῶν κρειττόνων· «τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον», καὶ ἡ σοφία συγκαλεῖ ἐπὶ τὸν ἑαυτῆς κρατῆρα λέγουσα· «ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν». ἔστιν οὖν οἶνος ἀπὸ Σοδόμων καὶ ἔστιν οἶνος, ὃν ἡ σοφία κίρνησιν. καὶ πάλιν· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι», πεφυτευμένη ὑπὸ τοῦ θεοῦ, ἡ καλουμένη ἄμπελος Σωρήκ, Ἐκλεκτή τις οὖσα καὶ Θαυμαστή. ἔστι δέ τις καὶ ἄμπελος Αἰγυπτίων, ἣν πατάσσει ὁ θεὸς κατὰ τὸ γεγραμμένον ὅτι «ἐπάταξεν ὁ θεὸς ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν πάχνῃ». Κατανόησον οὖν μοι πάντας ἀνθρώπους εἶναι τροπικῶς νῦν χωρητικοὺς οἴνου. καὶ ὀνομάζω αὐτοὺς κατὰ τοῦτο ἀσκοὺς καὶ λέγω ὅτι ὁ μὲν φαῦλος πεπλήρωται «οἴνου ἀμπέλου Σοδόμων», πεπλήρωται οἴνου Αἰγυπτίου καὶ οἴνου τῶν ἐχθρῶν τοῦ Ἰσραήλ, ὁ δὲ ἅγιος καὶ ὠφελημένος πεπλήρωται οἴνου ἀπὸ ἀμπέλου Σωρὴκ καὶ οἴνου περὶ οὗ γέγραπται·
For if someone is good, so to speak, as a wineskin among wineskins, he will be filled with wine according to his own goodness. And if someone is, by comparison of wineskins and by the judgment concerning them, worthless, he too according to his worthlessness will be filled with worthless wine. How then is it possible to derive from Scripture a teaching about the different wines? Concerning the worse ones, such things are written: "For their vine is from the vine of Sodom, and their branch from Gomorrah; their grape is a grape of gall, a cluster of bitterness to them; the wine of their wrath is the wrath of dragons, and the incurable wrath of asps." And concerning the better ones: "Your cup, intoxicating me as the finest," and Wisdom summons to her own mixing bowl, saying: "Come, eat my bread, and drink the wine which I have mixed for you." There is, then, a wine from Sodom, and there is a wine which Wisdom mixes. And again: "A vineyard came to be for the beloved on a horn, in a fat place," planted by God, the one called the vine Sorek, being a certain Chosen and Admirable one. And there is also a certain vine of the Egyptians, which God strikes, according to what is written: "God struck their vine with hail, and their sycamores with frost." Understand, then, that all men are now, in a figurative sense, receptacles of wine. And I call them wineskins in this respect, and I say that the worthless one has been filled with "the wine of the vine of Sodom," has been filled with Egyptian wine and the wine of the enemies of Israel, while the holy and benefited one has been filled with wine from the vine of Sorek and wine about which it is written:
«τὸ ποτήριόν σου μεθύσκον ὡς κρά τιστον», καὶ πάλιν πεπλήρωται οἴνου ὁ ἅγιος, ἀφ' οὗ ἐκέρασεν ἡ σοφία. ταῦτα μὲν οὖν νοείσθω μοι κατὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, ἵνα θεωρηθῇ τὸ «πᾶς ἀσκὸς οἴνου πληροῦται». εἰ δὲ δεῖ ἰδεῖν καὶ τὰ διὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, κολάσεις μὲν τὰς διὰ τὴν κακίαν, εὐλογίας δὲ καὶ ἐπαγγελίας τὰς διὰ τὴν ἀρετήν, παραστήσωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, τίνα τρόπον αἱ κολάσεις καὶ αἱ ἐπαγγελίαι οἶνος λέγεται· «λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς». Ἱερεμίας ταῦτα λέγει· ᾧ ἐπιφέρει· «καὶ πίονται καὶ ἐξεμέσονται καὶ ἐκμανήσονται καὶ πεσοῦνται».
οὐκοῦν τὰς κολά σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὃν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλασιν οὐκ ἄκρατον, ἀλλὰ κεκερασμένην· «ποτήριον» γὰρ «ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς». εἰ θέλεις καὶ ποτήριον εὐλογίας ἰδεῖν, ὃ πίνουσιν οἱ δίκαιοι, ἤρκει μὲν οὖν καὶ τὸ τῆς σοφίας, ἐφ' ᾧ ἔλεγε· «πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν», ἴδε δέ μοι καὶ τὸν σωτῆρα πρὸς τὸ πάσχα ἀναβαίνοντα εἰς «ἀνάγαιον μέγα ἐστρωμένον καὶ κεκοσμημένον» καὶ ἑορτάζοντα μετὰ τῶν μαθητῶν καὶ διδόντα αὐτοῖς ποτήριον, περὶ οὗ γέγραπται οὐχ ὅτι ἐκέρασεν· ὁ Ἰησοῦς γὰρ εὐφραίνων τοὺς μαθητὰς ἀκράτῳ εὐφραίνει καὶ λέγει αὐτοῖς· «λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
Your cup that intoxicates, as the best mixed wine, and again the saint has been filled with wine, from which Wisdom mixed. Let these things, then, be understood by me with respect to vice and virtue, so that the saying every wineskin is filled with wine may be contemplated. But if one must also see the things that come about through vice and virtue—punishments, on the one hand, that come about through vice, and blessings and promises, on the other, that come about through virtue—let us set them forth from the sacred writings, in what way punishments and promises are called wine: Take the cup of this unmixed wine, and you shall give all the nations to drink, to which I send you. Jeremiah says these things; to which he adds: And they shall drink and vomit and go mad and fall.
Therefore he called the punishments here unmixed wine, which those who are worthy of unmixed wine—that is, of unmixed punishment—drink. But there are also others who drink punishment not unmixed but mixed: for a cup in the hand of the Lord, full of unmixed wine, of mixed drink, and he inclined it from this to that; but surely its dregs were not emptied out; all the sinners of the earth shall drink. If you wish to see also the cup of blessing, which the righteous drink, the cup of Wisdom sufficed—concerning which it said: Drink the wine which I have mixed for you—but look also at the Savior going up for the Passover into a large upper room furnished and adorned, and celebrating the feast with the disciples and giving them a cup, concerning which it is written not that he mixed it; for Jesus, gladdening the disciples, gladdens them with unmixed wine and says to them: Take, drink, this is my blood, which is poured out for you for the forgiveness of sins.
τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν», καί· «ἀμὴν λέγω ὑμῖν, οὐ μὴ πίω αὐτὸ ἀπὸ τοῦ νῦν, ἕως αὐτὸ πίω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». Ὁρᾷς τὴν ἐπαγγελίαν τὸ ποτήριον «τῆς καινῆς διαθήκης» οὖσαν, ὁρᾷς τὰς κολάσεις ποτήριον οἴνου ἀκράτου, καὶ ἄλλο εἶδος κολάσεως ποτήριον κεκερασμένον· ὥστε ἑκάστῳ κίρνασθαι κατὰ τὴν ἀξίαν τῆς χρηστῆς πράξεως ἀναμεμιγμένης μοχθηρᾷ πράξει ἃ πίεται. νόει δέ μοι τοὺς μὲν πάντῃ ἀλλοτρίους τῆς θεοσεβείας καὶ μηδαμῶς προσέχοντας αὑτοῖς, ἀλλ' ὡς ἔτυχε ζῶντας, πίνοντας τὸν ἄκρατον οἶνον περὶ οὗ παρεθέμεθα τὰ ἀπὸ τοῦ Ἱερεμίου, τοὺς δὲ μὴ πάντῃ ἀποστάντας καὶ ἁμαρτωλούς, ἀλλ' ἀναξίους τοῦ ποτηρίου «τῆς καινῆς διαθήκης», ποιοῦντας ὁτὲ μὲν χρηστοτέρας ὁτὲ δὲ ἐναντίας πράξεις, οἶνον πίνοντας «ἀκράτου κεράσματος»· «ἔκλινε» γὰρ ὁ θεὸς «ἐκ τούτου εἰς τοῦτο». τίνος «τούτου»; δύο ποτήρια βλέπω κατὰ τὸ λεγόμενον· «ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη». νόει μοι τὸ ποτήριον τῶν ἀγαθῶν σου ἔργων ἐν τῇ μιᾷ χειρὶ τοῦ θεοῦ· εἰ δὲ βούλει τολμηρότερόν με εἰπεῖν, ἔστω ἐν τῇ δεξιᾷ χειρὶ τοῦ θεοῦ τὸ ποτήριον τῶν ἔργων σου τῶν ἀγαθῶν, εἶτα ἔστω τὸ ποτήριόν σου τῶν ἁμαρτημάτων ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ θεοῦ. ὅταν οὖν μέλλῃς κολάζεσθαι διὰ τὰ ἁμαρτήματα, ἐπεὶ καὶ χρηστότερά σοι ἔργα γεγένηται, ποτήριον «ἐν χειρὶ κυρίου ἐστὶν οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο», ἐκ τοῦ ἐν τῇ ἀριστερᾷ εἰς τὸ ἐν τῇ δεξιᾷ.
Do this, as often as you drink it, in remembrance of me, and, Amen I say to you, I will certainly not drink it from now on until I drink it new with you in the kingdom of God. You see that the promise is the cup of the new covenant; you see that the punishments are a cup of unmixed wine, and another kind of punishment is a mixed cup; so that for each person there is mixed, according to the worth of the good deed blended with a wicked deed, what he will drink. And understand for me that those who are wholly estranged from the worship of God and in no way attend to themselves, but live as it happens, drink the unmixed wine about which we cited the passages from Jeremiah; while those who have not wholly fallen away and are sinners, but unworthy of the cup of the new covenant, doing sometimes better and sometimes contrary deeds, drink wine of unmixed mixture; for God has tilted from this into that. From what this? I see two cups according to the saying: He tilted from this into that, except that his dregs were not emptied out. Understand for me the cup of your good works in the one hand of God; but if you wish me to speak more boldly, let the cup of your good works be in the right hand of God, and then let your cup of sins be in the left hand of God. When, therefore, you are about to be punished for your sins, since good deeds have also been done by you, the cup in the hand of the Lord is full of unmixed wine of mixture; and he tilted from this into that, from the one in the left hand into the one in the right.
οὔτε γὰρ μόνον δύνασαι πιεῖν τὸ τῶν ἀγαθῶν ποτήριον, ὡς οὐ μόνον ἀγαθὰ ἔργα πεποιηκώς, οὔτε δύνασαι πιεῖν μόνον τὸ τῶν ἁμαρτημάτων ποτήριον, χρηστὰ γάρ σοι πέπρακταί τινα. διὰ τοῦτο «ἔκλινεν ἐκ τούτου εἰς τοῦτο». κατὰ τὴν ἀναλογίαν τῶν ἔργων σου κίρναταί σοι ὁ θυμὸς καὶ ἡ κόλασις, ἵνα ἤτοι ὑδαρέστερον τὸ τῆς κολάσεως ᾖ σοι σοι ἢ δριμύ τερον καὶ ἐπιπονώτερον. κατὰ τὴν ἀναλογίαν γάρ, ὡς προεῖπον, τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἀγαθοῖς ἀμβλύνεταί πως ἢ οὐκ ἀμβλύνεται ὁ ἀπὸ τοῦ ποτηρίου τῆς ὀργῆς † ποσῶς διδομένης ἑκάστῳ τῶν ἁμαρτημάτων. ἐὰν δὲ καλὸς καὶ ἀγαθὸς ᾖς ὅλος, λέγεις· «ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι». «πᾶς» οὖν «ἀσκός», εἴτε καλὸς εἴτε μοχθηρός, «πληρωθήσεται οἴνου», καὶ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ἀσκοῦ οἶνος βληθήσεται εἰς τὸν ἀσκὸν κατὰ τὸν λόγον τῶν ἐνταῦθα ὀνομαζομένων ἀσκῶν. ἔλαιον οὖν οὐ βάλλεται εἰς τοὺς ἀσκοὺς οὐδὲ ἄλλη τις ὑγρὰ ὕλη, ἀλλὰ πάντα ἀσκὸν δεῖ οἴνου πληρωθῆναι. Εἶτα διδάσκει διὰ τοὺς ἁμαρτήσαντας, ὅσον κατὰ τὸ ῥητόν, ἐν τῇ Ἱερουσαλὴμ τότε καὶ ἐν τῇ Ἰουδαίᾳ, ποταποῦ οἴνου μέλλει πληροῦν ὁ θεὸς τοὺς ἀσκοὺς τούτους, τοὺς ἁμαρτωλούς. γέγραπται γάρ· «ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ Δαβὶδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς». οὐδενὸς φείδεται ὁ μέλλων κολάζειν.
For you cannot drink only the cup of good things, as one who has done only good works, nor can you drink only the cup of sins, for some good things have been done by you. Therefore "he turned aside from this to this." According to the proportion of your works, the wrath and the punishment are mixed for you, so that the cup of your punishment may be either more diluted or more bitter and more painful. For according to the proportion, as I said before, of sins when compared with good things, the wrath from the cup of wrath is in some way blunted or not blunted, † being given in some measure to each of the sins. But if you are wholly good and noble, you say: "I will take the cup of salvation, and I will call upon the name of the Lord." "Every wineskin," therefore, "whether good or worthless, will be filled with wine," and according to the fitness of the wineskin, wine will be put into the wineskin, according to the account of the wineskins named here. Oil, then, is not put into the wineskins, nor any other liquid substance, but every wineskin must be filled with wine. Then he teaches, on account of those who sinned, as far as the literal text is concerned, in Jerusalem at that time and in Judea, of what sort of wine God is going to fill these wineskins, the sinners. For it is written: "If they say to you: 'Not knowing, shall we not know that every wineskin will be filled with wine?' And you shall say to them: Thus says the Lord: Behold, I am filling all the inhabitants of this land and the kings who sit on the throne of David, his sons, and the priests." He who is about to punish spares no one.
οὐκ ἐπεὶ προ φήτης τις ἐχρημάτισεν, ἔχει δὲ ἁμαρτήματα, οὐ πληρωθήσεται τῶν λεγομένων ἀπειλῶν. οὐκ ἐπεὶ ἱερεύς τις ἐχρημάτισεν καὶ ἔδοξεν
ὑπεροχὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν ὁ ἀπόστολος, ἐγράφη δι' ἡμᾶς, «εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». εἴ τις οὖν καὶ ἐν τούτοις τοῖς ἱερεῦσι (δείκνυμι δὲ τοὺς πρεσβυτέρους ἡμᾶς) ἢ ἐν τούτοις τοῖς περιεστηκόσι τὸν λαὸν λευΐταις (λέγω δὲ τοὺς διακόνους) ἁμαρτάνει, ἕξει ταύτην τὴν κόλασιν· ὡς πάλιν εὐλογίαι τινές εἰσιν ἱερατικαί, περὶ ὧν θεοῦ διδόντος οὐ μακράν, ἀλλὰ μετὰ τὴν ἐξέτασιν τοῦ λόγου τοῦ προφητικοῦ εἰσόμεθα ἀναγινωσκομένων τῶν Ἀριθμῶν· περὶ γὰρ ἱερέων ἐκεῖ τινα μέλλει λέγεσθαι. «Καὶ τοὺς ἱερεῖς» οὖν «καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ» φησιν ὁ θεὸς πληρώσειν «μεθύσματος» καὶ διασκορπιεῖν «αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν«. καὶ ταῦτα δὲ οὕτω νοήσωμεν· τοὺς μὲν δικαίους συνάγει ὁ θεός, τοὺς δὲ ἁμαρτωλοὺς διασκορπίζει. διὰ τοῦτο καὶ ἡνίκα μὲν οὐκ ἐκινοῦντο ἀπὸ ἀνατολῶν οἱ ἄνθρωποι, οὐκ ἐσκόρπισεν αὐτοὺς ὁ θεός· ὅτε δὲ ἐκίνησαν «ἀπὸ ἀνατολῶν» καὶ «εἶπεν ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ», φησὶν ὁ θεὸς περὶ τούτων· «δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν», καὶ συγχεῖται ἕκαστος καὶ ἐπί τινα τῆς γῆς τόπον διασκορπίζεται.
It is not because someone has been a prophet that, if he has sins, he will not be filled with the threatened punishments. Nor is it because someone has been a priest and seemed to possess a superiority of name more honored than the people, that God spares him so that he is not punished when he sins. But the things written about those men, says the apostle, were written for our sake, "upon whom the ends of the ages have come." If therefore anyone among these priests (I mean us presbyters) or among these Levites who stand around the people (I mean the deacons) sins, he will have this punishment. Just as again there are certain priestly blessings, concerning which, when God grants them, we shall know not far off, but after the examination of the prophetic word, when the book of Numbers is read; for there something is about to be said concerning priests. "And the priests" therefore "and the prophets and Judah and all the inhabitants of Jerusalem," says God, he will fill with "drunkenness" and scatter "them, a man and his brother, and their fathers and their sons." And let us understand these things in this way: God gathers the righteous, but scatters the sinners. For this reason also, when men were not moving from the east, God did not scatter them; but when they moved "from the east" and "a man said to his neighbor, Come, let us build for ourselves a city and a tower whose head shall be up to heaven," God says concerning these: "Come, and descending let us confuse their tongue there," and each one is confused and scattered to some place on the earth.
καὶ ὁ λαὸς δὲ ὁ τοῦ Ἰσραὴλ μὴ ἁμαρτάνων μὲν ἐν τῇ Ἰουδαίᾳ ἦν, ἁμαρτήσας δὲ διασκορπίζεται ἔπειτα † ἀπὸ τῆς οἰκουμένης καὶ διασπείρεται πανταχοῦ. Τοιοῦτόν τί μοι νόει καὶ περὶ πάντων ἡμῶν. ἔστι τις «ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ὅπου Σιὼν ὄρος καὶ πόλις θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιος». οἱ μακάριοι ἐκεῖ συναχθήσονται, ἵνα ὁμοῦ ὦσιν. ἀλλὰ καὶ ἐν τούτῳ κολάζονται τῷ μὴ εἶναι μετ' ἀλλήλων οἱ ἁμαρτωλοί. οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βα σάνου τοὺς οἰκείους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὁ ἀδελφὸς τοῦ ἀδελφοῦ. τοιοῦτόν τι νόει καὶ ἐπὶ τῶν ἀδίκων. πικροτέρου τινὸς γεύσασθαί σε δεῖ τὸν ἁμαρτωλὸν διοικονομούμενον ὑπὸ τοῦ θεοῦ, ἵνα παιδευθεὶς σωθῇς. ὥσπερ δὲ οὐχὶ βασανίσαι ἁπλῶς θέλων τὸν κολαζόμενον ὑπὸ σοῦ οἰκέτην ἢ υἱὸν κολάζεις, ἀλλ' ἵνα τοῖς πόνοις αὐτὸν ἐπιστρέψῃς, οὕτως καὶ ὁ θεὸς τοὺς μὴ ἐπιστρέφοντας τῷ λόγῳ, τοὺς μὴ θεραπευθέντας, παιδεύσει τοῖς ἀπὸ παθημάτων πόνοις. ἐπὶ παιδείᾳ περιβάλλει ἃ περιβάλλει κατὰ τὸ εἰρημένον· «διὰ παντὸς πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλήμ». ἵν' οὖν αὐξήσῃ ὁ παιδεύων πόνος, δια σκορπίζονται οἱ πονοῦντες ἀπ' ἀλλήλων ὡς μὴ εἶναι ἅμα τόνδε καὶ τόνδε. ἐλύετο γὰρ ἂν τὸ σφοδρὸν τοῦ πόνου διὰ τῆς παραμυθίας ἑνὸς ἑκάστου πρὸς τὴν ἀπὸ τοῦ ἑτέρου.
And the people of Israel, when they did not sin, were in Judea, but having sinned they are afterward scattered from the inhabited world and dispersed everywhere. Understand something like this also concerning all of us. There is a certain "church of the firstborn who are enrolled in heaven, where Mount Zion is, and the city of the living God, the heavenly Jerusalem." The blessed shall be gathered there, so that they may be together. But even in this the sinners are punished, by not being with one another. I know some in this life who, for the sake of punishment, wish to hand a man over to some island, and for the sake of torment to separate a man's own people from one of those who have grieved his kingdom and scattered them—here the wife, here the one son, then elsewhere the other—so that not even in the calamity may the mother enjoy her son, or the brother his brother. Understand something like this also in the case of the unrighteous. The sinner must taste something more bitter, being administered by God, so that, having been disciplined, you may be saved. And just as you do not punish a servant or son under you merely wishing to torment the one being punished, but so that by pains you may turn him back, so also God, for those who do not turn back by the word, who are not healed, will discipline them with the pains that come from sufferings. For discipline he surrounds them with what he surrounds them with, according to what is said: "Jerusalem shall be disciplined continually with pain and scourge." In order, then, that the disciplining pain may increase, those who suffer are scattered from one another, so that this one and that one are not together. For the intensity of the pain would be dissolved through the consolation of each one from the other.
Εἰ δὲ δεῖ προσθεῖναι τῷ λόγῳ καὶ ἄλλην αἰτίαν τοῦ διασκορπίζεσθαι, καὶ τοῦτο παραθήσομαι. κακοὶ συνόντες ἀλλήλοις τὰ κακὰ σκοποῦσι καὶ αὔξουσιν, ὥσπερ ἀγαθοὶ συνόντες ἀγαθοῖς περὶ ἀγαθῶν σκέπτονται. [καὶ] καταλύεται οὖν καὶ διαιρεῖται ἡ κακὴ βουλή, ἰσχύσασα ἂν μετὰ τῶν ὁμοίων, ὅτε διασκορπίζονται ἀπ' ἀλλήλων οἱ μοχθηροί. διὰ τοῦτο οἰκονομεῖ ὁ θεὸς μὴ εἶναι μετ' ἀλλήλων τοὺς φαύλους, τάχα καὶ αὐτῶν προνοῶν, ἵνα μὴ συναυξήσῃ αὐτῶν ἡ κακία, ἀλλὰ μειωθῇ διαλυομένη. ταῦτα διὰ τὸ «σκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος». «Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν». τοῖς τοιούτοις ῥητοῖς ἐπιβαίνουσιν οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες· ὁρᾷς τὸν δημιουργὸν οἷός ἐστι; τὸν τῶν προφητῶν θεὸν ὅς φησιν· «οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν»; πῶς δύναται οὗτος εἶναι ἀγαθός; ἐὰν δὲ λάβω παρά δειγμα τὸν ἐπὶ καλῷ τῷ κοινῷ οὐκ οἰκτειροῦντα δικαστὴν καὶ καλῶς οὐκ ἐλεοῦντα κριτήν, δυνήσομαι ἀπὸ τοῦ παραδείγματος πεῖσαι
But if it is necessary to add to the account yet another cause of their being scattered, I will set this forth as well. When wicked men associate with one another, they plot evils and increase them, just as good men, associating with good men, consider things pertaining to good. So the wicked counsel is dissolved and divided, which would have been strong if it had been with those like itself, when the depraved are scattered from one another. For this reason God arranges in his providence that the worthless should not be with one another, perhaps also providing for them, so that their wickedness may not grow together, but may be diminished by being broken up. This is because of the words, "I will scatter them, a man and his brother, and their fathers and their sons together, says the Lord." "I will not spare, and I will not pity, and I will not have compassion on their destruction." On such statements as these the heretics pounce, saying: Do you see what the Creator is like? The God of the prophets, who says, "I will not spare, and I will not have compassion on their destruction"? How can this one be good? But if I take as an example the judge who does not have compassion for the sake of the common good, and the judge who rightly does not show mercy, I will be able, from the example, to persuade
ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ἰατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον ἔστω δικαστῇ τὸ προκείμενον τοῦτο, τὴν εἰρήνην δημιουργῆσαι καὶ κατασκευάσαι τῷ ὑπ' αὐτὸν ἔθνει τὰ συμφέροντα. προσεληλυθέτω δέ τις προσαγόμενος φονεὺς ὡραῖος τὴν ὄψιν καὶ καλὸς ἰδέσθαι. μήτηρ προσεληλυθέτω ἐλεεινοὺς προσφέρουσα λόγους τῷ δικαστῇ, ἵνα ἐλεηθῇ αὐτῆς τὸ γῆρας, ἡ γυνὴ τούτου τοῦ ἀναξίου ἐλεηθῆναι παρακαλείτω, περὶ αὐτοῦ τέκνα περιεστηκότα δεέσθω. ἐπὶ τούτοις τί συμφέρει τῷ κοινῷ; ἆρα ἐλεηθῆναι τοῦτον ἢ μὴ ἐλεηθῆναι; ἀλλὰ ἐλεηθεὶς μὲν ἐπὶ τὰ αὐτὰ ἐπανελεύσεται· μὴ ἐλεηθεὶς δὲ αὐτὸς μὲν ἀποθανεῖται, τὸ δὲ κοινὸν βελτιωθήσεται. οὕτως ὁ θεὸς ἐὰν φείσηται τοῦ ἁμαρτωλοῦ καὶ ἐλεήσῃ αὐτὸν, καὶ οἰκτειρήσῃ ὡς μὴ κολάσαι αὐτόν, τίς οὐκ ἐπιτριβήσεται; τίς τῶν φαύλων καὶ διὰ τοὺς φόβους τῶν κολαστηρίων παυομένων τῶν ἁμαρτημάτων οὐκ ἐπιτριβήσεται, οὐ χείρων ἔσται; τοιαῦτα καὶ ἐν ταῖς ἐκκλησίαις γινόμενα ἔστιν ἰδεῖν· ἥμαρτέ τις, ἐδεήθη μετὰ τὴν ἁμαρτίαν περὶ κοινωνίας. ἐὰν τάχιον ἐλεηθῇ, ἐπιτρίβεται τὸ κοινόν, αὔξεται ἡ ἁμαρτία ἑτέρων. ἐὰν δὲ λογισμῷ οὐχ ὡς ἀνελεήμων οὐδ' ὡς ὠμὸς ὁ δικαστής, ἀλλ' ὡς προνοούμενος καὶ τοῦ ἑνός, πλεῖον δὲ προνοούμενος τῶν πολλῶν παρὰ τὸν ἕνα σκοπήσῃ τὴν ἐσομένην ζημίαν τῷ κοινῷ ἐκ τῆς κοινωνίας τοῦ ἑνὸς καὶ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος αὐτοῦ, δῆλον ὅτι ποιήσει ἐκβαλεῖν τὸν ἕνα, ἵνα σώσῃ τοὺς πολλούς.
Because, while sparing many, God does not spare one. I will take as an example even a physician, showing that while sparing the whole body he does not spare one member. For instance, let this be set before a judge: to create peace and to procure what is advantageous for the nation under him. But let someone come forward, a murderer brought in, handsome in appearance and beautiful to look upon. Let his mother come forward offering pitiable words to the judge, that her old age may be shown mercy; let the wife of this unworthy man beg that he be shown mercy; let the children standing around beseech on his behalf. In view of these things, what is advantageous for the community? Is it to show this man mercy or not to show mercy? But if he is shown mercy, he will return to the same deeds; if he is not shown mercy, he himself will die, but the community will be improved. In this way, if God spares the sinner and shows him mercy, and has compassion so as not to punish him, who will not become worse? Which of the wicked, even though through fears of punishments they cease from their sins, will not become worse, will not become more evil? Such things can also be seen happening in the churches: someone has sinned, and after the sin he begged for communion. If he is shown mercy too quickly, the community is corrupted, the sin of others increases. But if the judge, by reasoning, not as unmerciful nor as harsh, but as providing for the one also, and providing more for the many than for the one, considers the damage that will come to the community from the communion of the one and the forgiveness of his sin, it is clear that he will have the one cast out, in order to save the many.
Ἴδε μοι καὶ ἰατρόν, τίνα τρόπον ἐὰν φειδόμενος ᾖ τοῦ τέμνειν ὅ,τι χρὴ τέμνειν, ἐὰν φειδόμενος τοῦ καυτηριάζειν ὅ,τι χρὴ καυτηριάζειν διὰ τοὺς πόνους τοὺς ἐπακολουθοῦντας τοῖς τοιούτοις βοηθήμασι, τίνα τρόπον ἡ νόσος αὔξει καὶ χείρων γίνεται. ἐὰν δὲ τολμηρότερον οἷον προσέλθῃ τῇ τομῇ καὶ τῇ καύσει, θεραπεύσει διὰ τοῦ μὴ ἐλεῆσαι, διὰ τοῦ δοκεῖν μὴ οἰκτείρειν ἐκεῖνον τὸν καυτηριαζόμενον καὶ τὸν τεμνόμενον. οὕτως καὶ ὁ θεὸς οὐχ ἕνα ἄνθρωπον οἰκονομεῖ, ἀλλ' ὅλον τὸν κόσμον οἰκονομεῖ, τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ πανταχοῦ διοικεῖ. σκοπεῖ οὖν τί συμφέρει ὅλῳ τῷ κόσμῳ καὶ πᾶσι τοῖς οὖσι, κατὰ τὸ δυνατὸν σκοπεῖ καὶ τὸ συμφέρον τῷ ἑνί, οὐ μέντοι ἵνα γένηται ἐπὶ ζημίᾳ τοῦ κόσμου τὸ τοῦ ἑνὸς συμφέ ρον. διὰ τοῦτο καὶ πῦρ αἰώνιον ἡτοιμάσθη, διὰ τοῦτο καὶ γέεννα ηὐτρέπισται, διὰ τοῦτο ἔστι τι καὶ σκότος ἐξώτερον, ὧν χρεία οὐ μόνον διὰ τὸν κολαζόμενον, ἀλλὰ μάλιστα διὰ τὸ κοινόν. Εἰ δὲ θέλεις τὴν γραφὴν μάρτυρα λαβεῖν, ὅτι καὶ εἰς ἑτέρων παίδευσιν οἱ ἁμαρτωλοὶ κολάζονται, κἂν οὗτοί ποτε ἀπεγνωσμένοι ὦσι περὶ θεραπείας, ἄκουε Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος· «λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος ἔσται». οὐκ αὐτὸν τὸν μαστιγούμενον εἶπεν ἔσεσθαι πανουργότερον καὶ φρονιμώτερον διὰ τὰς μάστιγας, ἀλλὰ τὸν ἄφρονά φησι μεταβάλλειν ἀπὸ ἀφροσύνης εἰς φρόνησιν διὰ τὰς προσαγομένας τῷ λοιμῷ μάστιγας· τοῦτο γὰρ σημαίνεται ἐκ τοῦ ὀνόματος ἐνταῦθα τῆς πανουργίας. καὶ μεταβάλλει διὰ τοῦ βλέπειν ἑτέρους μαστιγουμένους ὁ ἄφρων.
Consider also a physician: in what way, if he spares the cutting of what must be cut, if he spares the cauterizing of what must be cauterized, on account of the pains that follow such remedies, in what way does the disease grow and become worse? But if he approaches the cutting and the burning more boldly, so to speak, he will heal by not showing mercy, by seeming not to pity the one being cauterized and the one being cut. So also God does not administer one man, but administers the whole world; he governs the things in heaven, the things on earth everywhere. He considers, then, what is beneficial for the whole world and for all beings; as far as possible he also considers what is beneficial for the one, yet not so that the benefit of the one comes at the expense of the world. For this reason eternal fire has also been prepared, for this reason Gehenna has been made ready, for this reason there is also a certain outer darkness, the need for which exists not only on account of the one being punished, but especially on account of the common good. But if you wish to take the Scripture as witness that sinners are punished also for the instruction of others, even if these have at some point been given up on as regards healing, hear Solomon in Proverbs saying: "When a pestilent man is scourged, a fool will become more cunning." He did not say that the one being scourged himself would become more cunning and wiser through the scourges, but he says that the fool changes from folly to prudence through the scourges applied to the pestilent man; for this is signified by the word "cunning" here. And the fool changes by seeing others being scourged.
οὐκοῦν συμφέρει ἡμῖν, ἐάν γε σωτηρίας ἄξιοι γενώμεθα δι' ἄλλων κολαζομένων, ἡ ἄλλων κόλασις. καὶ ὡς συνήνεγκεν τὸ παράπτωμα τοῦ Ἰσραὴλ τῇ σωτηρίᾳ τῶν ἐθνῶν, οὕτως συνοίσει ἡ κόλασίς τινων τῇ ἑτέρων σωτηρίᾳ. διὰ τοῦτο ἀγαθὸς ὢν ὁ θεός φησιν· «οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν». Περιγεγραμμένου δὲ τοῦ ἑνὸς κεφαλαίου ἴδωμεν καὶ τὸ ἕτερον τί ἡμᾶς διδάσκει· «ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησε. δότε τῷ κυρίῳ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, διότι συνετρίβη τὸ ποίμνιον κυρίου». [του]τοὺς αὐτοὺς βούλεται ἀκοῦσαι καὶ ἐνωτίσασθαι, οὐκ ἀρκούμενος οὔτε τῷ ἀκούειν αὐτοὺς μόνον οὔτε τῷ ἐνωτίζεσθαι. διό φησιν· «ἀκούσατε καὶ ἐνωτίσασθε».
Therefore it is advantageous to us, if we become worthy of salvation through others being punished, that the punishment of others. And just as the transgression of Israel contributed to the salvation of the nations, so the punishment of some will contribute to the salvation of others. For this reason God, being good, says: "I will not spare, and I will not have pity, from their destruction." But since one heading has been delineated, let us also see what the other teaches us: "Hear and give ear, and do not be lifted up, for the Lord has spoken. Give glory to the Lord our God before it grows dark, and before your feet stumble on the dark mountains; and you will wait for light, and there is the shadow of death, and they will be placed in darkness. But if you do not hear in secret, your soul will weep from before insult, and your eyes will bring down tears, because the flock of the Lord has been crushed." He wants the same people to hear and to give ear, not being satisfied with either their hearing alone or their giving ear. Therefore he says: "Hear and give ear.
εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ' αὐτῆς τῆς λέξεως κατανοήσωμεν. τὸ «ἐνωτίσασθε» εἰς τὰ ὦτα δέξασθε, καὶ τὸ «ἀκούσατε», εἰ πρὸς ἀντιδιαστολὴν λέγεται τοῦ «ἐνωτίσασθε», μήποτέ ἐστιν εἰς τὴν διάνοιαν δέξασθε. καὶ ἐπὶ τῶν λεγομένων ἐν ταῖς γραφαῖς ἃ μέν ἐστιν ἀπορρητότερα καὶ μυστικώτερα, ἃ δὲ αὐτόθεν χρήσιμα τοῖς νοοῦσι. περὶ μὲν τῶν ἀπορρητοτέρων οἶμαι λέγεται τὸ «ἀκούσατε», περὶ δὲ τῶν αὐτόθεν χρησίμων καὶ χωρὶς ἑρμηνείας δυναμένων ὠφελῆσαι τὸν ἀκούοντα τὸ «ἐνωτίσασθε». ὅλην οὖν τὴν γραφὴν ἐὰν ἐξετάσωμεν, ἐροῦμεν «δόκιμοι γενόμενοι τραπεζῖται»· τοῦτο μὲν ἀκούσατε, τοῦτο δὲ ἐνωτίσασθε. Εἶτα ἐπὰν ἐπακούσωμεν καὶ ἐνωτισώμεθα, προστάσσει ἡμῖν· «καὶ μὴ ἐπαίρεσθε»· «πᾶς» γὰρ «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». καὶ ὁ σωτὴρ δὲ ἐν τῷ λέγειν· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν», διδάσκει ἡμᾶς τὸ μὴ ἐπαίρεσθαι. μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὁτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾧ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή, ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ' ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ' ἐκείνῳ τὸ ἐπαίρεσθαι. ὃ δὲ λέγω οὕτως ἔσται σαφές· εἰσί τινες ἐπαιρόμενοι, ὅτι εἰσὶν υἱοὶ ἡγεμόνων καὶ ὅτι γένους εἰσὶ τῶν ἀπὸ κοσμικῶν ἀξιωμάτων μεγάλων. οἱ τοιοῦτοι ἐπὶ ἀπροαιρέτῳ καὶ ἀδιαφόρῳ πράγματι ἐπαιρόμενοι οὐδὲ πιθανότητα εὔλογον ἔχουσι τὴν παραβαλλομένην αὐτοὺς ἐπὶ τὸ ἐπαίρεσθαι.
Then after this he commands them not to be lifted up, and teaches what must be done. So then, what "to hear" is and what "to give ear" is, let us understand from the word itself. "Give ear" means receive into the ears, and "hear," if it is spoken in contrast to "give ear," is perhaps receive into the mind. And in the things said in the Scriptures, some are more secret and more mystical, while others are immediately useful to those who understand. Concerning the more secret things, I think "hear" is said; concerning the things immediately useful and able to benefit the hearer even without interpretation, "give ear." If, then, we examine the whole Scripture, we shall say, "having become approved money-changers": this hear, and this give ear. Then, when we have listened and given ear, he commands us: "and do not be lifted up"; for "everyone who exalts himself will be humbled." And the Savior too, in saying, "Learn from me, that I am gentle and humble in heart, and you will find rest for your souls," teaches us not to be lifted up. For along with the other human evils, this sin also is much present in us—sometimes we are lifted up quite irrationally and over something for which one ought not to be lifted up even in measure, and sometimes with plausibility, because the thing over which we are lifted up is reasonable, though the being lifted up over it is not sound. What I mean will be clear thus: there are some who are lifted up because they are sons of rulers and because they are of a family descended from great worldly offices. Such people, being lifted up over something outside the will and indifferent, do not even have a reasonable plausibility to set alongside their being lifted up.
εἰσὶν ἐπαιρόμενοι, ὅτι ἐξουσίαν ἔχουσιν ἀναιρεῖν ἀνθρώπους, καὶ ἐπαιρόμενοι, ὅτι εἰλήφασι τὴν παρ' αὐτοῖς καλουμένην προκοπὴν τοιαύτην ὥστε ἀποτεμεῖν ἀνθρώπων κεφαλάς. «ἡ δόξα» τῶν τοιούτων «ἐν τῇ αἰσχύνῃ αὐτῶν» ἐστιν. ἄλλοι ἐπὶ πλούτῳ ἐπαίρονται, οὐ τῷ ἀληθινῷ ἀλλὰ τῷ κάτω· καὶ ἄλλοι ἐπαίρονται, φέρ' εἰπεῖν, ἐπὶ τῷ οἰκίαν ἔχειν καλὴν ἢ ἀγροὺς πολλούς. οὐδὲν τούτων ἐστὶ λόγου ἄξιον, οὐ χρὴ ἐπαίρεσθαι ἐπί τινι τούτων. Τὸ πιθανὸν δὲ περὶ τοῦ ἐπαίρεσθαι, ὅταν τις ἐπαίρηται, ὅτι σοφός ἐστι, καὶ ἐπαίρηται συνειδὼς ἑαυτῷ, ὅτι ἤδη ἀπὸ δέκα ἐτῶν οὐχ ἥψατο ἀφροδισίων ἢ καὶ ἐκ παίδων οὐχ ἥψατο· καὶ πάλιν ἄλλος ἐπαίρεται, ὅτι δεσμοὺς ἐφόρεσε τοὺς περὶ Χριστοῦ. πιθανότης μέν ἐστιν ἐνταῦθα ὑποβάλλουσα, ὅτι εὐλόγως τις ἐπαίρεται, οὐδὲ ἐπὶ τούτοις δὲ ὡς πρὸς τὸν ἀληθῆ λόγον εὐλόγως τις ἐπαίρεται. οὕτως οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτοις εὐλόγως ἐπαίρεσθαι. Παῦλος εἶχε τὴν ὕλην τοῦ ἐπαίρεσθαι αὐτὸν διὰ τὰς ὀπτασίας, διὰ τὰ ὁράματα, διὰ τὰ τέρατα καὶ σημεῖα, διὰ τοὺς καμάτους οὓς ἔκαμεν ὑπὲρ Χριστοῦ, διὰ τὰς ἐκκλησίας ἃς ἔπηξε φιλοτιμούμενος, ὅπου μὴ ὠνομάσθη Χριστός, θεμελιοῦν ἐκκλησίαν. ταῦτα πάντα ὕλη ἦν τοῦ ἐπαί ρεσθαι αὐτὸν, εἰ χρὴ λέγειν μετὰ πιθανότητος τῆς περὶ τοῦ ἐπαίρεσθαι, ὅτι καλῶς ἂν ἔδοξέ τισιν ἐπαίρεσθαι αὐτόν. ἀλλ' ὅμως ἐπεὶ οὐδὲ τὸ ἐπὶ τοῖς τοιούτοις ἐπαίρεσθαι ἀκίνδυνόν ἐστιν, ὁ χρηστὸς πατὴρ ὡς ἐδωρήσατο αὐτῷ ὀπτασίας καὶ ὁράματα, οὕτως αὐτῷ ἐν χαρίσματος μοίρᾳ ἔδωκεν «ἄγγελον σατάν, ἵνα αὐτὸν κολαφίσῃ, ἵνα μὴ ὑπεραίρηται.
There are those who are lifted up because they have authority to put people to death, and lifted up because they have received the so-called advancement among them, such as to cut off people's heads. "The glory" of such people "is in their shame." Others are lifted up over wealth, not the true wealth but the lower kind; and others are lifted up, say, over having a fine house or many fields. None of these is worth a word; one must not be lifted up over any of these. But there is a plausible case concerning being lifted up, when someone is lifted up because he is wise, and is lifted up knowing in his own conscience that for ten years now he has not touched sexual intercourse, or has not touched it since childhood; and again another is lifted up because he has worn chains for Christ's sake. There is indeed a plausibility here that suggests someone is reasonably lifted up, but not even over these things, when measured against the true account, is one reasonably lifted up. Thus it is not possible to be reasonably lifted up even over these things. Paul had material for being lifted up because of the visions, because of the revelations, because of the wonders and signs, because of the labors he performed for Christ, because of the churches he established, ambitious to lay a foundation where Christ had not been named. All these were material for him to be lifted up, if one must speak with the plausibility concerning being lifted up, that it would have seemed to some that he was rightly lifted up. But nevertheless, since being lifted up even over such things is not without danger, the good Father, just as he granted him visions and revelations, so also as a portion of grace gave him "an angel of Satan, to buffet him, so that he might not be exalted beyond measure.
καὶ περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσεν, ἵνα ἀποστῇ ἀπ' αὐτοῦ ὁ ἄγγελος τοῦ σατανᾶ», ὁ κατ' οἰκονομίαν ἵνα μὴ ἐπαίρηται δοθεὶς αὐτῷ. καὶ ἀπεκρίνατο αὐτῷ ὁ κύριος (ἄξιος γὰρ ἦν ἀποκρίσεως κυρίου ὁ Παῦλος) καὶ εἶπεν αὐτῷ· «ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». ἐπὶ οὐδενὶ οὖν δεῖ ἐπαίρεσθαι· ἀκολουθεῖ γὰρ πεσεῖν τῷ ἐπαίρεσθαι κατὰ τὸ «πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται». ταῦτα μὲν εἰς τὸ «ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησεν». Ἴδωμεν δὲ καὶ τίνα κελεύει ἡμᾶς μετὰ ταῦτα ποιεῖν· «δότε» φησὶ «κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς». τὸν διδόντα «δόξαν τῷ θεῷ» θέλει διδόναι «δόξαν τῷ θεῷ» φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν συσκοτάσῃ καὶ γένηται σκότος. πότε οὖν συσκοτάζει, καὶ πότε ὁ
συσκοτασμὸς οὐ γίνεται; «ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν». «τὸ φῶς ἐν» σοί «ἐστιν», ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅσον τοῦτό σοι ἀνατέλλει, δόξαζε τὸν θεόν· ἴσθι δὲ ὅτι δύναται γενέσθαι σκοτασμός τις, καὶ χρὴ μὴ μεῖναι τὸν σκοτασμὸν τοῦτον, ἀλλὰ πρὸ τοῦ σκοτάσαι τὴν δόξαν διδόναι τῷ θεῷ. Τάχα νοήσομεν τὸ γεγραμμένον χρησάμενοι λέξει εὐαγγελικῇ εἰρημένῃ ὑπὸ τοῦ σωτῆρος οὕτως ἐχούσῃ· «ἐργάζεσθε ὡς ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι». ἡμέραν ἐκεῖ ὠνόμασε τὸν αἰῶνα τοῦτον (ἀλλὰ ἀναγκαίως προσέθηκα τὸ ἐκεῖ·
And concerning this he entreated the Lord three times, that the angel of Satan might depart from him, who was given to him by divine dispensation so that he might not be lifted up. And the Lord answered him (for Paul was worthy of an answer from the Lord) and said to him: "My grace is sufficient for you; for my power is made perfect in weakness." In nothing, therefore, ought one to be lifted up; for falling follows being lifted up, according to "Before destruction a man's heart is lifted up, and before glory it is humbled." This much concerning "Hear and give ear, and be not lifted up, for the Lord has spoken." But let us see also what he commands us to do after these things: "Give," he says, "glory to the Lord our God before it grows dark, before your feet stumble on the dark mountains; and you shall wait for light." He who gives "glory to God" wishes to give "glory to God" while there is light, since the glory of God cannot be declared once it has grown dark and become darkness. When, then, does it grow dark, and when does the darkening not occur? "Work while the light is in you." "The light is in" you, if you have within you the one who said: "I am the light of the world." As long as this light rises for you, glorify God; but know that a certain darkening can occur, and one must not remain in this darkening, but before it grows dark, give glory to God. Perhaps we shall understand what is written by using the Gospel phrase spoken by the Savior, which runs thus: "Work while it is day; night comes when no one can work." He called this present age "day" there (but I have necessarily added "there";
οἶδα γὰρ ἐν ἄλλοις ἄλλα πάλιν δηλούμενα) ἡμέραν οὖν ὠνόμασε τὸν αἰῶνα τοῦτον, σκότος δὲ καὶ νύκτα τὴν συντέλειαν διὰ τὰς κολάσεις. «ἵνα τί» γὰρ «ὑμῖν ἐπιθυμεῖν ἡμέραν κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς» φησὶν Ἀμὼς ὁ προφήτης. ἐὰν ἴδῃς τί τὸ σκυθρωπὸν μετὰ τὴν συντέλειαν τοῦ κόσμου, τὸ ἐπακολουθοῦν ὡς σχεδὸν παντὶ τῷ γένει τῶν ἀνθρώπων κολαζομένων ἐπὶ τοῖς ἡμαρτημένοις, ὄψει ὅτι συνεσκότασε τότε τὸ περιέχον καὶ οὐκέτι οὐδεὶς δύναται δοξάζειν τὸν θεόν, εἴγε καὶ τοῖς δικαίοις προσέταξεν ὁ λόγος θεοῦ λέγων· «βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς μου». ἅμα δὲ ἐν τούτοις, εἴ τις δύναται, τηρείτω ὅτι εἴρηκε· «μικρὸν ὅσον ὅσον». ἀλλ' ἐκεῖνο τὸ «μικρὸν ὅσον» μικρόν ἐστι θεοῦ, οὐκ ἔστι μικρὸν ἀνθρώπῳ· χρὴ γὰρ βλέπειν ὅτι ἑκάστῳ ἐστί τι μικρὸν καὶ μέγα. καὶ ἀπὸ παραδείγματος παραστήσω ὅτι ἑκάστῳ ἐστί τι μικρὸν ἢ μέγα. ἑκάστῳ ζώῳ μικρὰ τροφὴ ἡ τοσήδε ὡς πρὸς σύγκρισιν τῆς συστάσεως αὐτοῦ, καὶ πολλὴ τροφὴ ἡ τοσήδε ὡς πρὸς τὴν σύγκρισιν πάλιν τῆς κατασκευῆς αὐτοῦ. καὶ οὕτως τὸ μικρὸν τοῦ ἀνθρώπου ἄλλῳ ζώῳ μέγα ἐστί. τὸ μικρόν, φέρ' εἰπεῖν, ἀνδρὶ πολύ ἐστι παιδίου. οὕτως μικρὸς χρόνος ἐστὶν ὁ τῆς ζωῆς τῆς ἀν θρωπίνης πᾶς καὶ ὁ τοῦ πολυχρονίου ὡς πρὸς ὅλον τοῦ παντὸς ἐνεστηκότος αἰῶνος. οὕτω δὴ καὶ τὸ μικρὸν τοῦ θεοῦ πολύ ἐστιν ὡς πρὸς ἡμᾶς, καὶ αἰών ἐστιν ὅλος τὸ μικρὸν τοῦ θεοῦ. ἐὰν λέγηται οὖν·
For I know that in other places different things are again made clear. He has therefore called this present age a "day," and the consummation, on account of the punishments, "darkness" and "night." For "why do you desire the day of the Lord? And this is darkness and not light," says Amos the prophet. If you see what the gloom is after the consummation of the world, what follows as nearly the whole race of mankind is punished for its sins, you will see that the surrounding atmosphere was then darkened and no one can any longer glorify God, since indeed the word of God gave command even to the righteous, saying: "Go, my people, enter into your chamber, shut your door, hide yourself for a little, just a little, until the wrath of my anger passes by." And at the same time in these words, if anyone is able, let him observe that he has said: "for a little, just a little." But that "little, just a little" is little for God, it is not little for man; for one must see that for each being there is something little and great. And by an example I will show that for each being there is something little or great. For each living creature, a small amount of food is such-and-such an amount in comparison with its constitution, and a large amount of food is such-and-such an amount again in comparison with its make-up. And so what is little for a man is great for another living creature. The little, say, for a man is much for a child. Thus the whole time of human life is a short time, and that of a long-lived person too, in comparison with the whole of the present age of the universe. So then also the little of God is much in comparison with us, and the little of God is an entire age. If, then, it is said:
«βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον», τὸ μικρὸν ἐκεῖνο νομιστέον λέγεσθαι οὐ πρὸς τὴν σχέσιν τοῦ κελευομένου βαδίζειν καὶ εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αὐτὰ προστάσσοντος, ᾧ μικρόν ἐστι τὸ τούτῳ πολύ. εἰ γὰρ «ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς» τοῦ θεοῦ, δεῖ τινας εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτῶν, εἰσὶ δὲ οἷς «οὐκ ἀφίεται τὰ ἁμαρτήματα οὐ μόνον παρ' ὅλον τὸν αἰῶνα τοῦτον ἀλλὰ καὶ παρ' ὅλον τὸν μέλλοντα», δῆλον ὅτι τὸ μικρὸν τοῖς εἰρημένοις παρεκτείνεται. «Δότε» οὖν «κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν». πῶς δίδομεν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν; οὐκ ἐν φωναῖς καὶ λεξιδίοις ζητῶ τὸ διδόναι κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν, ἀλλ' ἐν πράξεσιν ὁ διδοὺς δόξαν κυρίῳ τῷ θεῷ δίδωσι δόξαν αὐτῷ. ἐν σωφροσύνῃ δόξασον τὸν θεόν, ἐν δικαιοσύνῃ, ἐν εὐποιίᾳ δόξασον τὸν θεόν· δὸς δόξαν τῷ θεῷ ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, δὸς δόξαν τῷ θεῷ ἐν εὐσεβείᾳ καὶ ὁσιότητι καὶ ταῖς λοιπαῖς ἀρεταῖς. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ οὕτω δοξάζει τις τὸν θεόν, ἐὰν εἴπω τὰ ἐναντία, μὴ δόξητέ με βλασφη μεῖν· μάρτυρα γὰρ παραστήσω κἀκείνων τὴν γραφήν. ὁ σώφρων δοξάζει τὸν θεόν, ὁ ἀκολασταίνων ἀτιμάζει τὸν θεόν. τὸν γὰρ ναὸν τοῦ θεοῦ ὡς Ναβουχοδονόσορ καταστρέφει καὶ «φθείρει τὸν ναὸν τοῦ θεοῦ» καὶ «διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτι μάζει» (λέξις ἐστὶ καὶ αὕτη ἀποστολική). οὐκοῦν ἀδοξίαν περιτίθησι τῷ θεῷ ὁ ἁμαρτωλός. καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια [πρόνοια], δι' οὐδὲν ἄλλο ὡς διὰ τὴν κακίαν.
Walk, my people, enter into your chambers, shut your door, hide yourself for a very little while." That "little" must be understood as said not in relation to the condition of the one commanded to walk and enter into his own chambers, but in relation to the condition of the one who gives these commands, for whom what is much for this one is little. For if "until the wrath of God's anger passes," some must enter into their own chambers, and there are those for whom "their sins are not forgiven, not only throughout this present age but also throughout the age to come," it is clear that the "little" extends alongside what has been said. "Give," therefore, "glory to the Lord our God." How do we give glory to the Lord our God? I do not seek the giving of glory to the Lord our God in voices and little phrases, but the one who gives glory to the Lord our God gives glory to him in deeds. Glorify God in self-control, in righteousness, in beneficence glorify God; give glory to God in courage and endurance, give glory to God in piety and holiness and the remaining virtues. But if these things are so and one glorifies God in this way, if I say the opposite, do not suppose that I am blaspheming; for I will present the Scripture of those men too as a witness. The self-controlled man glorifies God, the licentious man dishonors God. For he overturns the temple of God as Nebuchadnezzar did, and "destroys the temple of God," and "through transgression of the law dishonors God" (this too is an apostolic expression). Therefore the sinner puts dishonor upon God. And the matters concerning providence are investigated, so that some doubt whether there is providence, for no other reason than because of wickedness.
ἄνελε τὴν κακίαν, καὶ οὐ προσκόπτεις· τῇ προνοίᾳ. ἄνω δὲ κάτω οἱ προσκόπτοντες τῇ προνοίᾳ ταῦτα λέγουσι· διὰ τί «τοσοῦτοι μοιχοὶ καὶ τοσοῦτοι μαλακοί», διὰ τί τοσοῦτοι ἄθεοι καὶ τοσοῦτοι ἀσεβεῖς; καί εἰσιν οἱ γεννήσαντες τὴν ἀδοξίαν τῇ προνοίᾳ, τὰ προσκόμματα τῷ θεῷ, τὴν βλασφημίαν τῷ κτίσαντι τὸν κόσμον οἱ ἁμαρτάνοντες. διδόασιν μὲν οὖν τινες δόξαν τῷ θεῷ, οὐ διδόασι δὲ
δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων. «Δότε δόξαν κυρίῳ. τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά». ἔστι τινὰ ὄρη σκοτεινά, ἔστι τινὰ ὄρη φωτεινά· πλὴν ἐπεὶ ὄρη ἑκάτερα, μεγάλα ἑκάτερα. φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ. ταῦτα πάντα ὄρη ἐστὶ φωτεινά, καὶ περὶ τούτων νομίζω λελέχθαι ἐν τοῖς Ψαλμοῖς· «οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις». ποῖα δὲ ὄρη σκοτεινά; οἱ τὰ ὑψώματα ἐπαίροντες κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὁ διάβολος ὄρος σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργούμενοι ὄρη εἰσὶ σκοτεινὰ καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν, καὶ σκοτεινὸν ὄρος ἦν, περὶ οὗ ἔλεγεν ὁ σωτήρ· «ἐρεῖτε τῷ ὄρει τούτῳ». περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων τῶν μαθητῶν· «διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό», ἀποκρίνεται ὁ σωτὴρ ὅτι «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ», περὶ οὗ προετείνατε, περὶ οὗ ἐζητήσατε, «ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται».
Remove wickedness, and you do not stumble—against providence. But those who stumble against providence say these things upside down: Why are there "so many adulterers and so many effeminate men," why so many godless and so many impious? And those who sin are the ones who father the disrepute upon providence, the stumbling blocks upon God, the blasphemy upon the one who created the world. Some, then, give glory to God, but they do not give
glory to God—those who do things contrary to the glory of God through their sins. "Give glory to the Lord our God before it grows dark, before your feet stumble on the dark mountains." There are certain dark mountains, there are certain bright mountains; yet since both are mountains, both are great. The bright mountains are the holy angels of God, the prophets, Moses the servant, the apostles of Jesus Christ. All these are bright mountains, and about them I think it has been said in the Psalms: "His foundations are in the holy mountains." But what are the dark mountains? Those who raise up lofty things against the knowledge of God. The devil is a dark mountain; the rulers of this age who are being brought to nothing are dark mountains; and the demon of moonstruckness was a mountain, and it was a dark mountain, about which the Savior said: "You shall say to this mountain." For when the saying about moonstruckness was being investigated and the disciples were saying, "Why could we not cast it out?", the Savior answers that "if you have faith like a grain of mustard seed, you shall say to this mountain"—about which you raised the question, about which you inquired—"you shall say to this mountain: Move from here to there, and it will move.
«ἔνθεν» ἀπὸ τοῦ ἀνθρώπου, «ἐκεῖ» ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. οἱ οὖν προσ κόπτοντες οὐ προσκόπτουσιν ἐπὶ ὄρη φωτεινά, ἀλλ' ἐπὶ ὄρη σκοτεινά, ὅταν γένωνται μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ, τῶν σκοτεινῶν ὀρέων. «Καὶ ἀναμενεῖτε εἰς φῶς». δύναται μέντοι συνάπτεσθαι τῷ «δότε κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν» τὸ «καὶ ἀναμενεῖτε εἰς φῶς». ἐὰν δῶτε «κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπὶ ὄρη σκοτεινά», δῆλον ὅτι, κἂν συσκοτάσῃ, «ἀνα μενεῖτε τὸ φῶς» καὶ τὸ φῶς ὑμᾶς διαδέξεται. ἄλλος δὲ εἴποι ἄν (οὐκ οἶδα πότερον ὑγιῶς νοῶν ἢ μή), ὅτι καὶ οἱ προσκόπτοντες «ἐπ' ὄρη σκοτεινὰ» ἀναμενοῦσι παρὰ τοῖς ὄρεσι τοῖς σκοτεινοῖς ἀναμένοντες τὸ τοῦ ἐλέου φῶς· τοῦτο γὰρ εἶναι δόξει τὸ «καὶ ἀναμενεῖτε εἰς φῶς». ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί ἐστιν ἐκεῖ· «σκιὰ θανάτου». ὅπου τὰ σκοτεινὰ ὄρη, ἐκεῖ σκιὰ θανάτου ἀπ' αὐτῶν τῶν σκοτεινῶν ὀρέων γεννωμένη· «καὶ τεθήσονται εἰς σκότος». «Ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». τῶν ἀκουόντων οἱ μὲν κεκρυμμένως ἀκούουσιν, οἱ δέ, κἂν ἀκούσωσιν, οὐ κεκρυμμένως ἀκούουσι. τί οὖν ἐστι τὸ κεκρυμμένως ἀκούειν ἢ τὸ «ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν»; καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι «τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις». ἐὰν ἀκούω τοῦ νόμου, ἤτοι κεκρυμμένως ἀκούω ἢ οὐκ ἀκούω κεκρυμμένως. ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου·
From here" from the man, "there" to his own place. So those who stumble do not stumble against bright mountains, but against dark mountains, when they are with the devil and his angels, the dark mountains. "And you shall wait for light." However, "and you shall wait for light" can be joined to "give glory to the Lord our God." If you give "glory to the Lord our God before it grows dark, before your feet stumble on dark mountains," it is clear that, even if it grows dark, "you shall wait for the light" and the light will succeed you. But another might say (I do not know whether he understands soundly or not) that even those who stumble "on dark mountains" will wait beside the dark mountains, waiting for the light of mercy; for this will seem to be the meaning of "and you shall wait for light." But when someone comes to the dark mountains, let us see what is there: "the shadow of death." Where the dark mountains are, there is the shadow of death, born from those very dark mountains; "and they shall be put into darkness." "But if you do not hear in secret, your soul will weep from the face of insult." Of those who hear, some hear in secret, while others, even if they hear, do not hear in secret. What then is hearing in secret but "but we speak God's wisdom in a mystery, the hidden wisdom which God foreordained before the ages for our glory"? And again elsewhere it is said that "the greater part of God's works is in secret." If I hear the law, I either hear in secret or I do not hear in secret. The Jew does not hear the law in secret.
διὰ τοῦτο φανερῶς περιτέμνεται, οὐκ εἰδὼς ὅτι οὐχ «ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή». ὁ δὲ ἀκούων τῆς περιτομῆς κεκρυμ μένως, ἐν κρυπτῷ περιτμηθήσεται· ὁ ἀκούων τῶν περὶ τοῦ πάσχα νενομοθετημένων κεκρυμμένως, ἐσθίει ἀπὸ τοῦ προβάτου Χριστοῦ («τὸ» γὰρ «πάσχα ἡμῶν ἐτύθη Χριστός»), καὶ εἰδὼς τὴν σάρκα τοῦ λόγου ὁποία ἐστί, καὶ εἰδὼς ὅτι «ἀληθής ἐστι βρῶσις», μεταλαμβάνει ταύτης· κεκρυμμένως γὰρ ἤκουσε τοῦ πάσχα. ὁ δὲ πολὺς οὗτος Ἰουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν. ἐὰν ἀναγινώσκῃς περὶ τῶν ἀζύμων, ἔστιν ἀκοῦσαι κεκρυμμένως, ἔστιν ἀκοῦσαι φανερῶς τῆς ἐντολῆς. ὅσοι ἐν ὑμῖν (ἐγγὺς γάρ ἐστι τὸ πάσχα) ἄζυμα ἄγετε, τὰ ἄζυμα τὰ σωματικά, οὐκ ἀκούετε τῆς λεγούσης ἐντολῆς· «ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν». καὶ περὶ σαββάτου γυναῖκες μὴ ἀκούσασαι τοῦ προφήτου οὐκ ἀκούουσι κεκρυμμένως, ἀλλὰ ἀκούουσι φανερῶς. οὐ λούονται τὴν ἡμέραν τοῦ σαββάτου, ἐπανέρχονται «ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα», ὡς Χριστοῦ μὴ ἐπιδεδημηκότος, τοῦ τελειοῦντος ἡμᾶς καὶ διαβιβάζοντος ἀπὸ τῶν νομικῶν στοιχείων ἐπὶ τὴν εὐαγγελικὴν τελειότητα. Διὰ τοῦτο προσέχωμεν ἀναγινώσκοντες τὸν νόμον καὶ
For this reason he is openly circumcised, not knowing that "he is not a Jew who is one outwardly, nor is circumcision outwardly in the flesh." But the one who hears of circumcision in a hidden way will be circumcised in secret; the one who hears in a hidden way the things legislated concerning the Passover eats from the sheep Christ (for "Christ our Passover has been sacrificed"), and knowing what the flesh of the Word is like, and knowing that "it is true food," he partakes of it; for he heard of the Passover in a hidden way. But this multitude of a Jew, for this reason, killed the Lord Jesus and is guilty even today of the murder of Jesus, since he heard neither the law nor the prophets in a hidden way. If you read concerning the unleavened bread, it is possible to hear in a hidden way, it is possible to hear the commandment openly. As many of you (for the Passover is near) who keep the unleavened bread, the bodily unleavened bread, do not hear the commandment that says: "If you do not hear in a hidden way, your soul will weep." And concerning the Sabbath, women who have not heard the prophet do not hear in a hidden way, but hear openly. They do not wash on the day of the Sabbath, they return "to the poor and weak elements," as though Christ had not come, who perfects us and leads us across from the legal elements to the evangelical perfection. For this reason let us pay attention as we read the law and
τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅσοι τὴν νηστείαν τὴν Ἰουδαϊκὴν ὡς μὴ νοοῦντες τὴν τοῦ ἱλασμοῦ ἡμέραν τηρεῖτε [τὴν] μετὰ τὴν Ἰησοῦ Χριστοῦ ἐπιδημίαν, οὐκ ἠκούσατε τοῦ ἱλασμοῦ κεκρυμμένως, ἀλλὰ φανερῶς μόνον· τὸ γὰρ κεκρυμμένως ἀκοῦσαι τοῦ ἱλασμοῦ ἔστιν ἀκοῦσαι, πῶς «προέθετο ὁ θεὸς ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν» Ἰησοῦν καὶ ὅτι «αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου». κἂν παραβολαὶ εὐαγγελικαὶ ἀναγινώσκωνται καὶ ὁ ἀκροατὴς ᾖ τῶν ἔξω, οὐ κεκρυμμένως αὐτῶν ἀκούσεται. ἐὰν δὲ ὁ ἀκροατὴς ἀπόστολος ᾖ ἢ τῶν εἰσερχομένων «εἰς τὴν οἰκίαν» Ἰησοῦ, προσέρχεται τῷ Ἰησοῦ, πυνθάνεται καὶ περὶ τῆς ἀσαφείας τῆς παραβολῆς, καὶ ἑρμηνεύει αὐτὴν Ἰησοῦς καὶ γίνεται ἐκεῖνος ὁ ἀκροατὴς τοῦ εὐαγγελίου ἀκούων αὐτοῦ κεκρυμμένως, ἵνα μὴ κλαύσῃ ἡ ψυχὴ αὐτοῦ· τῶν γὰρ μὴ ἀκουόντων κεκρυμμένως κλαίει ἡ ψυχή. Τί θαυμασίως οὐκ εἶπεν· κλαύσεσθε, ἐὰν μὴ ἀκούσητε κεκρυμ μένως, ἀλλά· «ἡ ψυχὴ ὑμῶν κλαύσεται»; ἔστι τις κλαυθμὸς μόνης ψυχῆς κλαιούσης, καὶ τάχα ἐκεῖνον τὸν κλαυθμὸν διδάσκει ἡμᾶς ὁ σωτὴρ λέγων· «ἐκεῖ ἔσται ὁ κλαυθμός». κἂν λέγῃ· «οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε», περὶ ἐκείνου τοῦ κλαυθμοῦ λέγει, οὗ ἀπειλεῖ καὶ ἐνταῦθα ὁ προφήτης λέγων· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅταν γὰρ ὑβρίζησθε, τότε κλαύσεσθε «καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου».
the prophets, lest we fall under the prophecy that says: "But if you do not hear in secret, your soul shall weep because of insult." All you who observe the Jewish fast, as not understanding the day of atonement [that is] after the coming of Jesus Christ, have not heard of the atonement in secret, but only openly. For to hear of the atonement in secret is to hear how "God set forth Jesus as an atonement for our sins," and that "he himself is the atonement for our sins, and not for ours only, but also for the whole world." And even if gospel parables are read and the hearer is one of those outside, he will not hear them in secret. But if the hearer is an apostle or one of those who enter "into the house" of Jesus, he comes to Jesus, inquires also about the obscurity of the parable, and Jesus interprets it, and that hearer of the gospel becomes one who hears him in secret, so that his soul may not weep; for the soul of those who do not hear in secret weeps. How wonderfully he did not say: "You shall weep, if you do not hear in secret," but: "Your soul shall weep"? There is a weeping of the soul alone weeping, and perhaps the Savior teaches us that weeping when he says: "There shall be the weeping." And even if he says: "Woe to those who laugh now, for you shall mourn and weep," he speaks of that weeping which the prophet also threatens here, saying: "But if you do not hear in secret, your soul shall weep because of insult." For when you are insulted, then you shall weep, "and your eyes shall bring down tears, because the flock of the Lord has been crushed.
ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον «συνετρίβη τὸ ποίμνιον κυρίου». ἦν γὰρ τοῦτό ποτε ποίμνιον κυρίου, καὶ ἐπεὶ ἀναξίους ἔκριναν ἑαυτούς, ἐστράφη ὁ λόγος εἰς τὰ ἔθνη. εἰ οὖν ἐκεῖνο τὸ ποίμνιον συνετρίβη τοῦ κυρίου, ἡμεῖς ἡ ἀγριέλαιος, ἡ παρὰ φύσιν ἑαυτῆς ἐγκεντριζομένη εἰς τὴν καλλιέλαιον τῶν πατέρων, οὐ πλέον ὀφείλομεν φοβεῖσθαι, μήποτε συντριβῇ καὶ τοῦτο «τὸ ποίμνιον τοῦ κυρίου»; μέλλει γὰρ συντρίβεσθαί ποτε κατὰ τὸ εἰρη μένον ὑπὸ τοῦ σωτῆρος, ὅταν «διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν». περὶ τίνων γὰρ ὁ λόγος; οὐ περὶ Χριστιανῶν λεγομένων τὸ «ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν» εἴρηται; περὶ τίνων ὁ λόγος, ὅτι «πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς»; οὐ περὶ ἡμῶν ἐστι; διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς πάντα πράττοντες, ἵνα ὁσημέραι τοῦτο τὸ ποίμνιον τοῦ θεοῦ βελτιῶται, ὑγιάζηται, θεραπεύηται, καὶ πᾶσα συντριβὴ ἀποστῇ ἀπὸ τῶν ψυχῶν ἡμῶν, ἵνα ἐν Χριστῷ Ἰησοῦ τελειω θῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 13. Εἰς τὸ «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ»; μέχρι τοῦ «ἠτεκνώθην». Ὁμιλία ιγʹ. Τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σου; σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ». εἶτα «ἠτεκνώθην».
If someone now looks at the Jewish customs and compares them with the ancient ones, he will see in what manner "the flock of the Lord has been shattered." For this was once the flock of the Lord, and since they judged themselves unworthy, the word turned to the Gentiles. If, then, that flock of the Lord was shattered, do we—the wild olive, which contrary to its nature is grafted into the good olive of the fathers—not owe it all the more to fear, lest this too, "the flock of the Lord," be shattered? For it is destined to be shattered at some time, according to what was spoken by the Savior, when "because lawlessness has multiplied, the love of many will grow cold." For about whom is the word? Is it not about those called Christians that "the love of many will grow cold" was spoken? About whom is the word, that "when the Son of Man comes, will he find faith on the earth?" Is it not about us? For this reason let us pay attention to ourselves, doing all things so that day by day this flock of God may become better, be made healthy, be healed, and all shattering may depart from our souls, so that we may be perfected in Christ Jesus, to whom be the glory and the power forever. Amen. 13. On "Who will spare you, Jerusalem?" up to "I have been bereaved." Homily 13. We wish to understand the things said to Jerusalem with great threat, which read as follows: "Who will spare you, Jerusalem? Or who will grieve for you? Or who will turn back to ask about your peace? You have turned away from me, says the Lord. You shall go backward, and I will stretch out my hand against you and destroy you, and I will no longer let you go. And I will scatter them in dispersion." Then "I have been bereaved.
ἀπορία κατέσχε με, παρά δειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἵνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ [οὐκ ἔξεστι τὸν τοιοῦτον οὐδὲ ἐλεῆσαι] προσεπιτείνουσί τινες οὐδὲ σκυθρωπάζοντες ἐπ' αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο, ἴδε μοι τὸν καταδικασθέντα ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον, λεγιώνων ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν τῇ τῶν ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέ λων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἁμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἵν' οὕτως εἴπω τὴν
ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης. Ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη (οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἵνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺςπροφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν». καταλειπέσθω αὕτη ἡ Ἱερουσαλὴμ ὡς καταλέλειπται.
Perplexity seized me. I take as an example some enemy who has been shown to be an enemy of the king who reigns over the earth, that it is not permitted even to show mercy to such a person, lest someone seem to offend the king who has condemned him. And some add further that it is not permitted even to show mercy to such a one, nor even to look sullen on his account, lest by looking sullen they seem to be displeased with what has been judged by the king. If you have understood this, look at the one condemned by God because of his many sins, and see such a person—when there are legions of angels appointed to help the nature of men—shown mercy by no one. For each of the angels, having seen that the one who condemned is God, that the one who turned away is the Creator, and that the nature of the sins is such that the good God was compelled, so to speak, to bring the
verdict against the one who sinned—each of those who see does not spare, does not look sullen, does not show mercy, does not return so as to plead for peace with such a one. Let this Jerusalem, then—for so it shall be called because of the letter—have sinned against my Jesus, and have done such things, that Jesus may say concerning her: "Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her, how often I wished to gather your children as a bird gathers its nestlings under its wings, and you did not wish it. Behold, your house is left to you." Let this Jerusalem be left behind, as it has been left behind.
οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι' ὧν διετάγη καὶ ὁ Μωσέως νόμος «διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου», καταλειπέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν· τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν, ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἦν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν, ἐδυνάμεθα φείδεσθαι τῆς Ἱερουσαλήμ· τίς ἐπὶ τούτῳ φείσεται; «ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ»; «ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο»· καὶ λέγεται πρὸς αὐτὴν ταύτην πρῶτον· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί»; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλὴμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ· «τῷ γὰρ ἐκείνων παρα πτώματι ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι αὐτούς». καὶ ἐπεὶ τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία ὥστε διὰ φωνῆς κυρίου λεχθῆναι· «τίς οὖν φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ», λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί»; Μεταβαίνω ἀπὸ τοῦ γράμματος, καίτοιγε ὁδὸν ἐσχηκώς, ἣν ἔδωκεν ὁ λόγος, ἐπὶ ἑκάστην ψυχὴν ἤδη ἀξιωθεῖσαν τοῦ ὁρᾶν τὴν εἰρήνην· μετὰ γὰρ τὰ μαθήματα τὰ θεῖα γέγονας Ἱερουσαλήμ, τὸ πρότερον οὖσα Ἰεβούς. ἡ ἱστορία λέγει, ὅτι τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἦν Ἰεβούς, δεύτερον δὲ μετέβαλε τὸ ὄνομα καὶ γέγονεν Ἱερουσαλήμ. Ἰεβούς φασιν Ἑβραίων παῖδες ὅτι ἑρμηνεύεται Πεπατημένη.
The angels who always aid Jerusalem, through whom also the law of Moses was ordained, "ordained through angels by the hand of a mediator," let them abandon Jerusalem and say: Her sins have become great; they killed Jesus; they laid hands upon the Christ. As long as their sins were still smaller, we could still plead and intercede concerning them, we could spare Jerusalem; who will spare her after this? "If a man sins against a man, they will pray for him; but if he sins against the Lord, who will pray for him?" "Jerusalem has sinned a sin, therefore she has become a shaking"; and it is said to her first: "Who will spare you, Jerusalem? And who will look with gloom upon you?" We do not look with gloom upon Jerusalem and her calamities and what happened to all that people; "for by their trespass salvation has come to us, to provoke them to jealousy." And since their trespass has become so great a sin that it was spoken by the voice of the Lord: "Who then will spare you, Jerusalem?" I also say to her who killed my Jesus: "Who will spare you, Jerusalem? And who will look with gloom upon you?" I pass from the letter—although I have kept the path that the word gave—to each soul that has already been deemed worthy to see the peace; for after the divine teachings you have become Jerusalem, having previously been Jebus. The history says that the name of that place was Jebus, and secondly it changed its name and became Jerusalem. The children of the Hebrews say that Jebus is interpreted as "Trodden Down.
Ἰεβοὺς οὖν, ἡ Πεπατημένη ὑπὸ δυνάμεων ἀντικειμένων ψυχή, μεταβέβληται καὶ γέγονεν Ἱερουσαλήμ, Ὅρασις εἰρήνης. εἰ οὖν, ὅτε μεταβέβληκας ἀπὸ Ἰεβοὺς εἰς τὸ γενέσθαι Ἱερουσαλήμ, ἥμαρτες καὶ «τὸν υἱὸν τοῦ θεοῦ καταπεπάτηκας καὶ τὸ αἷμα τῆς καινῆς δια θήκης κοινὸν (ὡς ἐκείνη καὶ σύ) ἡγήσω» καὶ ἐν ἁμαρτήμασι γέγονας χαλεποῖς, λεχθήσεται καὶ περὶ σοῦ· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ»; «καὶ τίς σκυθρωπάσει ἐπὶ σοί», ἐὰν γένῃ τοιοῦτος ὡς προδοῦναι τὸν Ἰησοῦν; ἕκαστος ἡμῶν ἁμαρτάνων, καὶ μάλιστα εἰ μείζονα, εἰς Ἰησοῦν ἁμαρτάνει. ἐὰν δὲ καὶ ἀποστάτης ᾖ, ἔτι μάλιστα ταῦτα ποιεῖ τῷ Ἰησοῦ πνευματικῶς ἃ ἐποίησεν αὐτῷ Ἱερουσαλὴμ σωματικῶς. διὸ «πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας»; εἰ κατεπάτησας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας, τίς «φείσεται ἐπὶ σοί; τίς σκυθρωπάσει ἐπὶ σοί; τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σου»; αὐτὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐρωτήσαντά σοι τὰ εἰς εἰρήνην προέδωκεν ἡ τοῦ ἁμαρτωλοῦ ψυχή· τίς δύναται παρακαλέσαι ἀνακάμψας πάλιν περὶ τῆς εἰρήνης;
Jebous, then, the soul trampled by opposing powers, has been changed and has become Jerusalem, "Vision of peace." If, then, when you were changed from Jebous to become Jerusalem, you sinned and "trampled the Son of God and regarded the blood of the new covenant as common (like that one, so also you)" and fell into grievous sins, it will be said also concerning you: "Who will spare you, Jerusalem?" "And who will look with gloom upon you," if you become such as to betray Jesus? Each of us, when he sins—and especially if he sins more greatly—sins against Jesus. But if he is even an apostate, he does these things to Jesus spiritually all the more, which Jerusalem did to him bodily. Therefore "how much worse punishment do you think he will be deemed worthy of, who has trampled the Son of God and regarded the blood of the covenant as common, by which he was sanctified, and has insulted the Spirit of grace?" If you have trampled the Son of God and insulted the Spirit of grace, who "will spare you? Who will look with gloom upon you? Who will turn back to ask after your peace?" The soul of the sinner has betrayed the very Son of God who asked after your peace; who can appeal, turning back again concerning peace?
γινώσκοντες οὖν ὅτι «ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἐν ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ, καὶ παραδειγματίζοντας» πάντα πράττωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται τὸ «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σοι»; Καὶ πρὸς ἑκατέραν δὲ ἑρμηνείαν τῆς Ἱερουσαλὴμ
ἁρμόσει καὶ τὸ ἑξῆς· «σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ». ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστράφης τὸν θεόν, τί δεῖ καὶ λέγειν; καὶ ἐπειδὴ ἀπε στράφη ἡ Ἱερουσαλὴμ ἡ ἐν τῇ Ἰουδαίᾳ τὸν Χριστόν, ἀφ' ἧς συνεκδοχικῶς πάντας τοὺς Ἰουδαίους νοητέον, διὰ τοῦτο «ὀπίσω πορεύσῃ». ἦν γὰρ ὅτε οὐκ ὀπίσω ἐπορεύετο, ἀλλὰ ἔμπροσθεν· νῦν δὲ ὀπίσω πορεύεται «καὶ ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον», δῆλον ὅτι ἵνα ὀπίσω πορευθῶσι. περὶ δὲ τοῦ τί ἐστι τὸ «ὀπίσω πορεύσῃ» ἢ τί τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, οὕτω παραστήσομεν. ὁ δίκαιος «τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθάνεται». δῆλον ὅτι ὁ ἐναντίως τῷ δικαίῳ διακείμενος τῶν ὀπίσω μέμνηται καὶ τοῖς ἔμπροσθεν οὐκ ἐπεκτείνεται. τῶν δὲ ὀπίσω μεμνημένος παρακούει τοῦ Ἰησοῦ διδάσκοντος καὶ λέγοντος· «μὴ στραφήτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ», παρακούει τοῦ Ἰησοῦ λέγοντος· «μνημονεύετε τῆς γυναικὸς Λώτ», παρακούει τοῦ Ἰησοῦ λέγοντος·
Knowing, then, that "it is impossible for those who have once been enlightened, who have tasted the heavenly gift and become partakers of the Holy Spirit and tasted the good word of God and the powers of the age to come, and then have fallen away, to renew them again to repentance, since they are crucifying the Son of God for themselves and holding him up to contempt," let us do all things so that it may not be said also about us: "Who will spare you, Jerusalem? And who will look with gloom upon you? Or who will turn back to ask after peace for you?" And to either interpretation of Jerusalem
the following will also fit: "You have turned away from me, says the Lord, you shall go backward." Because you turned away from the Son of God, and because you turned away from the Son of God you turned away from God, what need is there even to say? And since Jerusalem in Judea turned away from Christ, from which by synecdoche all the Jews are to be understood, for this reason "you shall go backward." For there was a time when she was not going backward but forward; but now she goes backward, "and they turned in their hearts to Egypt," clearly in order to go backward. And as for what "you shall go backward" means, or what it is to stretch forward to the things ahead, we will set it out as follows. The righteous man "stretches forward to the things ahead, forgets the things behind." It is clear that the one who is disposed in the opposite way to the righteous man remembers the things behind and does not stretch forward to the things ahead. And remembering the things behind, he disobeys Jesus when he teaches and says: "Let him who is on the housetop not turn back to take his cloak," he disobeys Jesus when he says: "Remember Lot's wife," he disobeys Jesus when he says:
«οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ». καὶ ἐν τῷ νόμῳ δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ· «μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς». καὶ τοῦτο δὲ ἔχει διάνοιαν ἀξίαν ἀγγελικοῦ πνεύματος· «μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω», ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνου. καταλέλοιπας Σόδομα, μὴ στρέφου εἰς Σόδομα. καταλέλοιπας τὴν κακίαν καὶ τὴν ἁμαρτίαν, μὴ ἐπιστραφῇς πρὸς αὐτὴν «μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ». κἂν τηρήσῃς τὴν προτέραν ἐντολὴν τὴν λέγουσαν· «μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω», οὐκ ἀρκεῖ σοι πρὸς τὸ σωθῆναι, ἐὰν μὴ καὶ τῆς δευτέρας ἐντολῆς ἀκούσῃς λεγούσης· «μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ». οὐ δεῖ γὰρ ἀρξάμενον προκόπτειν ἑστάναι ἐν τῇ περιχώρῳ Σοδόμων, εἰ καὶ Σόδομα διαβέβηκεν, ἀλλὰ διαβάντα ἀπὸ τοῦ ἑστάναι ἐν τῇ περιχώρῳ σῴζεσθαι εἰς τὸ ὄρος κατὰ τὸ «μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περι χώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς». εἰ βούλει μὴ συμπαραληφθῆναι Σοδομίταις, μήποτε εἰς τὰ ὀπίσω στραφῇς μηδὲ στῇς ἐν τῇ περιχώρῳ Σοδόμων μηδὲ ἀλλαχοῦ γένῃ ἢ εἰς τὸ ὄρος· ἐκεῖ γάρ ἐστι μόνον σωθῆναι. ἔστι δὲ τὸ ὄρος κύριος Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 14. Εἰς τὸ «οἴμοι ἐγὼ μῆτερ» μέχρι τοῦ «διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε». Ὁμιλία ιδʹ.
No one who puts his hand to the plow and turns back is fit for the kingdom of God." And in the law also it is written that the angels said to Lot after he had gone out from Sodom: "Do not look back, nor stand in all the surrounding region; escape to the mountain, lest you be taken away with them." And this too has a meaning worthy of an angelic spirit: "Do not look back," always stretch forward to the things that are ahead. You have left Sodom behind; do not turn back to Sodom. You have left wickedness and sin behind; do not turn back to it, "nor stand in all the surrounding region." And even if you keep the former commandment that says, "Do not look back," it is not enough for you to be saved unless you also hear the second commandment that says, "nor stand in all the surrounding region." For one who has begun to make progress must not stand in the surrounding region of Sodom, even if he has passed beyond Sodom itself, but having passed beyond standing in the surrounding region, he must escape to the mountain, according to "Do not look back, nor stand in all the surrounding region; escape to the mountain, lest you be taken away with them." If you wish not to be taken away with the Sodomites, never turn back, nor stand in the surrounding region of Sodom, nor be anywhere else but on the mountain; for there alone is it possible to be saved. And the mountain is the Lord Jesus, to whom be the glory and the power forever. Amen. 14. On "Woe is me, my mother," up to "therefore thus says the Lord: if you return, I will restore you." Homily 14.
Οἱ ἰατροὶ τῶν σωμάτων παρὰ τοὺς κάμνοντας γινόμενοι καὶ ἀεὶ τῇ θεραπείᾳ τῶν καμνόντων ἑαυτοὺς ἐπιδιδόντες κατὰ τὸ βούλημα τῆς τέχνης τῆς ἰατρικῆς ὁρῶσι δεινὰ καὶ θιγγάνουσιν ἀηδῶν, καὶ ἐπ' ἀλλοτρίαις συμφοραῖς καρποῦνται ἰδίας λύπας, καὶ ἔστιν ἀεὶ ὁ βίος αὐτῶν ἐν περιστάσει. οὐδέποτε γάρ εἰσι μετὰ ὑγιαινόντων, ἀλλ' ἀεὶ μετὰ τῶν τραυματιῶν, μετὰ τῶν νομὰς ἐχόντων, μετὰ τῶν πεπληρω μένων πύων, πυρετῶν, νόσων ποικίλων. καὶ εἰ βούλεταί τις στείλασθαι τὴν ἰατρικήν, οὐκ ἀγανακτήσει οὐδ' ἀμελήσει τοῦ βουλήματος τῆς τέχνης ἧς ἀνείληφεν, ἐπὰν ᾖ μετὰ τῶν τοιούτων ὡς προειρήκαμεν. Τοῦτο δέ μοι τὸ προοίμιον λέλεκται διὰ τὸ καὶ τοὺς προφήτας οἷον εἶναι ἰατροὺς ψυχῶν καὶ ἀεὶ προσδιατρίβειν ὅπου οἱ δεόμενοι θεραπείας· «οὐ» γὰρ «χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες». ὅπερ δὲ πάσχουσιν ὑπὸ τῶν ἀκολάστων καμνόντων ἰατροί, τοῦτο πάσχουσι καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι ὑπὸ τῶν οὐ βουλομένων θεραπεύεσθαι. ἐκεῖθεν γὰρ μισοῦνται, ὡς διατασσόμενοι παρὰ τὴν προαίρεσιν τῆς ἐπιθυμίας τῶν καμνόντων, ὡς κωλύοντες τρυφᾶν καὶ ἥδεσθαι τοὺς καὶ ἐν νόσοις βουλομένους μὴ τὰ ἄξια τῶν νόσων λαμβάνειν. φεύγουσιν οὖν οἱ ἀκόλαστοι τῶν καμνόντων ἰατρούς, πολλάκις αὐτοῖς καὶ λοιδορούμενοι καὶ κακολογοῦντες αὐτοὺς καὶ πᾶν ὁτιποτοῦν ποιοῦντες ὃ ποιήσειεν ἂν ἐχθρὸς ἐχθρῷ. ἐπιλανθάνονται γὰρ οὗτοι ὅτι ὡς φίλοι προσέρχονται, ἀφορῶντες εἰς τὸ ἐπίπονον τῆς διαίτης, εἰς τὸ ἐπίπονον τῆς ἀπὸ σιδήρου ἰατρῶν πληγῆς, οὐκ εἰς τὸ τέλος τὸ μετὰ τὸν πόνον, καὶ μισοῦσιν ὡς πατέρας πόνων μόνον,
Physicians of bodies, when they are with the sick and always devote themselves to the care of the sick according to the will of the medical art, see dreadful things and touch unpleasant things, and from others' misfortunes they reap their own griefs, and their life is always in hardship. For they are never with the healthy, but always with the wounded, with those who have sores, with those full of pus, fevers, and various diseases. And if one wishes to practice medicine, he will not be indignant nor neglect the will of the art which he has taken up, when he is with such people as we have said. But this preface of mine has been spoken because the prophets also are, as it were, physicians of souls and always spend their time where those who need healing are; for "those who are healthy have no need of a physician, but those who are sick." And what physicians suffer from the intemperate sick, this the prophets and teachers also suffer from those who do not wish to be healed. For from that source they are hated, as commanding contrary to the inclination of the desire of the sick, as hindering those who even in sicknesses wish to live luxuriously and pleasurably from not receiving what is worthy of their sicknesses. The intemperate therefore flee from the physicians of the sick, often both reviling them and speaking evil of them and doing whatever an enemy would do to an enemy. For these forget that they come as friends, looking to the laboriousness of the regimen, to the laboriousness of the blow from the physicians' iron, not to the end that comes after the pain, and they hate them as fathers of pains only,
οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρευομένους. Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἦσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἦν· ἤλεγχε τοὺς ἁμαρ τάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀκούειν τῶν λεγομένων, κατηγόρουν τοῦ προφήτου καὶ κατηγόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἦν ὁ προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· «καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ὁτὲ δέ φησιν, ὁρῶν ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρούμενον· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;» ἔλεγεν «ἄνδρα» οὐ δικάζοντα ἀλλὰ «δικαζόμενον», καὶ οὐ διακρίνοντα ἀλλὰ «διακρινό μενον πάσῃ τῇ γῇ». καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· «οὐκ ὠφέλησα». καὶ ἐπεὶ δανείζοντος αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἵνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· «οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὠφείλησα». Ἀλλὰ προλαβὼν ταῦτα εἶπον, πρὶν διηγήσωμαι τὸ «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς». δισσὴ γάρ ἐστιν ἡ γραφή· ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις «οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς», ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραϊκοῖς «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς».
But it is not the case that toils bring those being healed to health. That people, then, was sick; various diseases were among the people that bore the name of God. God sent them physicians, the prophets. One of the physicians was also Jeremiah. He reproved those who were sinning, wishing to turn back those who were doing evil. But they, when they ought to listen to what was said, accused the prophet and accused him before judges like themselves. And the prophet was always in lawsuits, brought by those who had been healed as far as his prophecy was concerned, but who were not healed because of their own disobedience. In these circumstances he sometimes says: "And I said: I will surely not speak, nor will I name the name of the Lord. And it became like a burning fire blazing in my bones, and I am weakened on every side and I cannot bear it." And sometimes he says, seeing himself always being judged, reviled, accused, falsely testified against: "Woe is me, mother, as what kind of man did you bear me?" He said "a man" not judging but "being judged," and not deciding but "being decided against in all the earth." And since the sick did not listen to him when he advised well and medically, he says: "I did not benefit." And since, when he was lending the spiritual silver, those to whom he spoke did not wish to listen, so that they might be benefited by what they heard, he says: "Nor did anyone owe me, nor did I owe." But I have said these things beforehand, before I explain the "I did not owe, nor did anyone owe me." For the text is twofold: in most copies, "I did not benefit, nor did anyone benefit me," but in the most accurate ones and those agreeing with the Hebrew, "I did not owe, nor did anyone owe me.
δεῖ οὖν καὶ τὸ καθημαξευμένον καὶ φερόμενον ἐν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. ἐκήρυσσε τοίνυν τὸν λόγον, οὐδεὶς προσίετο τὰ λεγόμενα. ὡς καὶ ἰατρὸς προσανήλισκε τὰ φάρμακα, ἀκολάστων ὄντων καὶ τὰς ἰδίας ἐπιθυμίας πληρούντων τῶν καμνόντων. ὡσεὶ καὶ ἐκεῖνος ἔλεγεν· «οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς». τάχα ἀντιπάθειά ἐστι διὰ τὴν φιλανθρωπίαν τοῦ ὠφεληθέντος πρὸς τὸν ὠφελήσαντα, ὥστε γενέσθαι εἰς τὸ ὠφε ληθῆναι καὶ τὸν λέγοντα, ἐπεὶ «μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων». ταύτην οὖν τὴν ὠφέλειαν ὠφεληθείη ἂν διδάσκαλος ἀπὸ ἀκροατῶν προκοπτόντων καὶ βελτιουμένων, ὠφεληθείη ἂν τῷ ἔχειν καρποὺς ἐν αὐτοῖς. ταύτην οὐκ ἔχων ἀπὸ τῶν Ἰουδαίων Ἱερεμίας φησίν· «οὐδείς με ὠφέλησεν». εἰ γὰρ καρπὸν μὲν δεῖ ἔχειν ἐν τοῖς ἀκροαταῖς τὸν λέγοντα, ὁ δὲ ἀκροώμενος παρεκδέχοιτο καὶ ἔξω γίνοιτο τῶν λεγομένων, λέγεται τὸ «οὐκ ὠφέλησέ με οὐδὲ εἷς»· ἐπεὶ μὴ ὠφέληται ταύτην τὴν ὠφέλειαν, ἣν ὠφελήθη ἂν ἐκ τοῦ τὸν ἀκροατὴν ὠφεληθέντα αἴτιον προκοπῆς καὶ μακαριότητος γενέσθαι τῷ ὠφελήσαντι. καὶ ἄλλως δὲ πᾶς ὁ διδάσκων κατ' αὐτὸ τὸ διδάσκειν, ὅσῳ συνετώτερός ἐστιν ὁ μανθάνων, ὠφελεῖται εἰς ἃ διδάσκει, εἰς ἃ μανθάνει. καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν λεγομένων. «οὔτ'« οὖν «ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδὲ εἷς». Ἐπεὶ δὲ καὶ ἄλλη διήγησις ἀναγκαία διὰ τὰ ἀντίγραφα τὰ ἀκριβέστερα οὕτως ἔχοντα·
It is necessary, then, both to expound what has been trodden down and is circulated in the churches, and not to leave unexpounded what comes from the Hebrew Scriptures. He proclaimed the word, then, but no one accepted what was said. As even a physician kept spending his medicines to no purpose, since the sick were intemperate and fulfilling their own desires. As if he too said: "I did no good, nor did anyone do me good." Perhaps there is a mutual feeling, through the philanthropy of the one who was benefited toward the one who benefited him, so that even the speaker comes to be benefited, since "blessed is the one who speaks into ears that hear." This benefit, then, a teacher would receive from hearers who are progressing and improving; he would be benefited by having fruits in them. Not having this from the Jews, Jeremiah says: "No one benefited me." For if the speaker must have fruit in his hearers, but the hearer misinterprets and ends up outside what is said, then the words "not even one benefited me" are spoken; since he is not benefited with that benefit which he would have received from the hearer, having been benefited, becoming a cause of progress and blessedness for the one who benefited him. And in another way, every teacher, insofar as he teaches, to the degree that the learner is more intelligent, is benefited in the things he teaches, in the things he learns. And those who speak become better in the subjects they hand on, when the hearers, being intelligent, do not accept things in a simple way, but cross-examine and question and examine the intent of what is said. "Neither, then, did I benefit, nor did anyone benefit me." But since another exposition is also necessary because of the more accurate copies, which read as follows:
«οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς», διηγησόμεθα καὶ οὕτως ἔχον τὸ ῥητόν. ὁ μὲν «πᾶσιν ἀποδιδοὺς τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν τιμήν» καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας γονεῖς ὡς γονεῖς, ὡς εἰπεῖν, ἀδελφοὺς ὡς ἀδελφούς, υἱοὺς ὡς υἱούς, ἐπι σκόπους ὡς ἐπισκόπους, πρεσβυτέρους ὡς πρεσβυτέρους, διακόνους ὡς διακόνους, πιστοὺς ὡς πιστούς, κατηχουμένους ὡς κατηχουμένους, εἰ πάντα ἀποδίδωσι τὰ καθήκοντα, οὐκ ὠφείλησεν. εἰ δὲ ὀφείλει μὲν ποιῆσαι καθῆκον, οὐ πεποίηκε δέ, οὐ δύναται λέγειν· «οὐκ ὠφείλησα»· ὀφείλων γὰρ οὐκ ἀποδέδωκε. πῶς οὖν διηγήσομαι καὶ τὸ «οὐδὲ ὠφείλησέ μοι οὐδείς»; ἐγὼ μὲν ἐδάνειζον καὶ διδόναι ἐβου λόμην τὰ
πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ παρεδέξατο τὰ λεγόμενα, ἵνα ἐκ τοῦ παραδέχεσθαι ὀφειλέτης γένηται ὧν ἤκουσε καὶ ἀπαιτηθῇ ὡς ὀφειλέτης τῶν λεγομένων τοὺς τόκους; βέλτιον οὖν κατὰ τοῦτο λαβεῖν τὸν ἀκροατὴν ἀπὸ τοῦ λέγοντος λογικὰ ἀργύρια καὶ ὀφείλειν, ἢ μὴ παραδεχόμενον μηδὲ λαμβάνοντα μηδὲ ὀφείλειν. ὡς ἐν ἐγκλή μασι γὰρ κεῖται καὶ τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς». Τὸ δὲ «οἴμοι μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ» οὐκ οἶμαι τοῖς ἄλλοις οὕτως ἁρμόζειν προφήταις λέγειν ὡς τῷ Ἱερεμίᾳ·
I owed nothing, nor did anyone owe me," we shall also expound the text as it stands. He who "renders to all their dues, to whom fear, fear, to whom tribute, tribute, to whom custom, custom, to whom honor, honor," and renders to all their obligations, so as not to owe obligations to anyone—having honored parents as parents, so to speak, brothers as brothers, sons as sons, bishops as bishops, presbyters as presbyters, deacons as deacons, the faithful as faithful, catechumens as catechumens—if he renders all obligations, he owed nothing. But if he owes a duty and has not performed it, he cannot say, "I owed nothing"; for owing it, he has not paid it. How then shall I also expound "nor did anyone owe me"? I was lending and wished to give spiritual wealth, but they turned away from what was said and did not present themselves receptive so as to owe; for this reason no one owed me. For who received what was said, so that from receiving he might become a debtor for what he heard and be dunned as a debtor for the interest on what was said? Better, then, in this respect, that the hearer receive rational silver from the speaker and owe, than that by not receiving nor taking he owe nothing. For "nor did anyone owe me" stands also among accusations. But "Woe is me, mother, that you bore me a man judged and disputed in all the earth"—I do not think it fits the other prophets to say this as it does Jeremiah.
οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἁμαρτή ματα μεταβαλόντες προφητεύειν ἤρξαντο, Ἱερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. Ἡσαΐας οὐκ ἤκουσε· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε»· οὐδὲ εἶπεν· «οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», ἀλλ' ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προ φητείᾳ αὐτοῦ, [εἶδε] καὶ εἶπεν· «οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου», «καὶ ἀπεστάλη» φησί «πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου τοῦτο καθαριεῖ». μετὰ τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας· καὶ ἐπροφήτευσε. καὶ ἐπ' ἄλλῳ τὸ παραπλήσιον εὕροις ἄν. ἄλλ' οὐχ οὕτως ὁ Ἱερεμίας· ἔτι γὰρ ἐκ σπαργάνων τῷ πνεύματι τῷ προφητικῷ κοσμηθεὶς ἐκ παίδων προεφήτευσε, διὸ ἔλεγε (τὸ κοινὸν γὰρ πρῶτον διηγοῦμαι)· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ»; Τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε τῷ τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς τὴν μητέρα τὴν σωματικήν, ἀλλὰ πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾷ προφήτας ἢ ἡ σοφία τοῦ θεοῦ; ἔλεγεν οὖν τὸ «οἴμοι ἐγώ, μῆτερ», «ὡς τίνα με ἔτεκες», ὦ σοφία; τὰ δὲ τέκνα τῆς σοφίας καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται·
For most of the prophets began to prophesy after certain periods of time, after wickedness, after sins, having changed. But Jeremiah prophesies from childhood. And it is possible to give an example from what has been written. Isaiah did not hear: "Before I formed you in the womb I knew you, and before you came forth from the womb I sanctified you, I have appointed you a prophet to the nations"; nor did he say: "I do not know how to speak, for I am too young," but when he saw the vision recorded in his prophecy, he also said: "Woe is me, for I am undone, because having unclean lips and dwelling in the midst of a people having unclean lips, I have seen with my eyes the King, the Lord Sabaoth," and "one of the Seraphim," he says, "was sent to me, and touched my lips and said: Behold, I have taken away your iniquities, and this shall cleanse your sins." After the sins, therefore, which he had committed previously, Isaiah later became worthy of the Holy Spirit; and he prophesied. And in the case of another you might find something similar. But Jeremiah was not like this; for while still in swaddling clothes, having been adorned with the prophetic spirit, he prophesied from childhood, wherefore he said (for I first set forth the common reading): "Woe is me, mother, as what manner of man did you bear me, one who contends and is judged in all the earth"? But one of those before me applied himself to the passage, saying that he spoke these words not to his physical mother, but to the mother who gives birth to prophets. And who gives birth to prophets but the wisdom of God? He said, then, "Woe is me, mother," "as what manner of man did you bear me," O Wisdom? And the children of wisdom are also recorded in the Gospel.
«καὶ ἀπο στέλλει ἡ σοφία τὰ τέκνα αὐτῆς». εἴρηται οὖν· «οἴμοι ἐγώ, μῆτερ» ἐμὴ σοφία «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον», τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ», οὐκ ἔχω διηγήσασθαι τὸ «πάσῃ τῇ γῇ»· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασάμενοι ἐροῦμεν τὸ «πάσῃ τῇ γῇ» ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίαν ἀντὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ ἐπεσημειωσάμην τὸ «ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν». τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τῆς κακίας κατέσκαψε καὶ ἐποίησεν ἀντὶ ἐκείνων τῶν βασιλειῶν βασιλεῦσαι [ἡμῶν] τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἐν ταῖς ψυχαῖς ἡμῶν. ὥσπερ οὖν ἐκεῖνα ἐπὶ τὸν Χριστὸν μᾶλλον ἥρμοζεν ἀναφέρεσθαι ἢ ἐπὶ τὸν Ἱερεμίαν, οὕτως ἡγοῦμαι καὶ ἄλλα πολλὰ καὶ ταῦτα. Πρῶτον λεκτέον περὶ τοῦ «οἴμοι», εἰ διὰ τὸ δυσφημοειδὲς δύναται ὁ σωτὴρ λέγειν ὁ καὶ ταλανίζων ἑτέρους τὸ «οἴμοι». παρα στήσομεν δὲ ἀπὸ ὁμολογουμένων λέξεων, αἵτινες οὐχ ἁρμόζουσιν ἄλλῳ ἢ τῷ σωτῆρι, τίνα τρόπον καὶ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλήμ·
And wisdom sends forth her children. It has been said, then: "Woe is me, my mother wisdom, that you have borne me a man of strife," who am I, that I have been born to such an extent that I am judged, that I am distinguished because of reproofs, because of rebukes, because of teaching, toward all who are upon the earth? If Jeremiah says these things: "As what kind of man have you borne me, a man of strife and contention in all the earth," I cannot explain the phrase "in all the earth"; for Jeremiah was not in contention with all the earth. Or shall we force the meaning and say that "in all the earth" stands for "in all Judea"? For his prophecy, when he was prophesying at that time, did not reach the whole earth. But perhaps, just as in the case of countless other instances we have shown that Jeremiah was spoken of in place of our Lord Jesus Christ, so also here we shall say the same. At the beginning I noted the words: "Behold, I have set you over nations and kingdoms, to root out and to tear down and to destroy and to build and to plant." This Jeremiah did not do. But Jesus Christ rooted out the kingdoms of sin and tore down the buildings of wickedness and caused, in place of those kingdoms, righteousness and truth to reign in our souls. Just as, therefore, those things were more fittingly referred to Christ than to Jeremiah, so also I think many other things, including these. First we must speak about the "Woe is me," whether on account of its ill-omened sound the Savior, who also pronounces woes upon others, can say "Woe is me." And we shall establish from acknowledged expressions, which fit no one other than the Savior, in what manner he also wept over Jerusalem.
κλαίοντος δὲ φωνή ἐστι τὸ «οἴμοι». καὶ κεῖται ἐν τῷ εὐαγγελίῳ ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ' αὐτὴν καὶ εἶπεν· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ μένους πρὸς αὐτήν,
ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου» καὶ τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπι φυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται». ἦλθε γὰρ [ὡς συνάγων καλάμην] εἰς ἀμητὸν ἵνα θερίσῃ, καὶ εὑρίσκει πολλοὺς ἁμαρτωλοὺς καὶ λέγει· «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ». ἦλθε τρυγῆσαι καρπὸν ζωῆς ἐν τοῖς ἀνθρώποις, εὑρίσκει πολλὰ ἁμαρτήματα ἐν ἡμῖν καὶ διὰ τοῦτο λέγει· «καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα». φησὶ καὶ ἀλλαχοῦ τὸ παραπλήσιον τούτοις πρὸς τὸν πατέρα λέγων· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;» τί ὠφέλησα τηλικοῦτο τοὺς ἀνθρώπους; τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι; «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με» ἐξ οὐρανῶν; καταβέβηκα, ἦλθον ἐπὶ τὴν γῆν, ἐπέδωκα ἐμαυτὸν διαφθορᾷ, ἐφόρεσα σῶμα ἀνθρώπινον· τί αὐτῶν ἄξιον κατώρθωται τοῖς ἀνθρώποις; «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου»;
And the voice of one weeping is the "Woe is me." And it stands in the Gospel that, seeing Jerusalem, he wept over her and said: "Jerusalem, Jerusalem, she who kills the prophets and stones those sent to her,
how often I wished to gather your children" and the rest. And these things too have clearly been spoken by the Savior in the words "Woe is me, that I have become as one gathering stubble in the harvest and as a gleaning in the vintage, when there is no ear of grain to eat the firstfruits. Woe is me, my soul, for the devout one has perished from the earth, and the one who sets things right among men does not exist. All are judged for blood." For he came [as one gathering stubble] to the harvest that he might reap, and he finds many sinners and says: "Woe is me, that I have become as one gathering stubble in the harvest." He came to gather the fruit of life among men, he finds many sins in us, and for this reason he says: "And as a gleaning in the vintage, when there is no ear of grain to eat the firstfruits." He says also elsewhere something similar to these things, speaking to the Father: "What profit is there in my blood, in my going down to corruption?" What such great benefit did I confer on men? What have they done worthy of the blood that I poured out for them? "What profit is there in my blood, in my going down" from the heavens? I have come down, I came to the earth, I gave myself over to corruption, I wore a human body; what of these things has been accomplished by men worthily? "What profit is there in my blood, in my going down to corruption? Will dust confess you, or declare your truth?
τοιοῦτο οὖν ἐστι καὶ τὸ ἐνθάδε πρῶτον ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα»; οὐχὶ ᾗ θεὸς ὁ σωτὴρ λέγει τὸ «οἴμοι ἐγώ, μῆτερ» ἀλλ' ᾗ ἄνθρωπος, ὡς ἐν τῷ προφήτῃ· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς». ἡ δὲ ψυχὴ ἀνθρωπίνη ἦν, διὰ τοῦτο καὶ τετάρακται, διὰ τοῦτο καὶ περίλυπος ἦν. ὁ δὲ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ τετάρακται, ἐκεῖνος οὐκ ἂν λέγοι τὸ «οἴμοι». οὐδὲ γὰρ ὁ λόγος ἐπιδέχεται θάνατον, ἀλλὰ τὸ ἀνθρώπινόν ἐστι τὸ τοῦτο ἐπιδεξάμενον, ὡς πολλάκις παρεστήσαμεν. «Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ»; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους καὶ καθ' ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυροῦσι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ' ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ' ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ' ἑαυτόν. «ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐποτίσατέ με«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι' ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ' ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται.
Is this too then the case with what is said here first by the Savior, "Woe is me, mother, as what a man have you borne me"? It is not insofar as he is God that the Savior says "Woe is me, mother," but insofar as he is man, as in the prophet: "Woe is me, my soul, for the devout one has perished from the earth." And the soul was human; therefore it was also troubled, therefore it was also deeply grieved. But the Word who was in the beginning with God is not troubled; that one would not say "Woe is me." For the Word does not admit death, but it is the human element that admitted this, as we have often set forth. "As what a man have you borne me, one who is judged and disputed in all the earth"? If you see the martyrs everywhere being judged and standing before the judges in each church, you will see in what manner Jesus Christ is judged in each of the martyrs; for he himself is the one who is judged in those who bear witness to the truth. And you will be persuaded to accept this when you see that he does not say it is you who are in prison when you are in prison, but himself; not you who are hungry when you are hungry, but himself; not you who are thirsty, but himself. "I was in prison and you came to me. I was hungry and you gave me food, I was thirsty and you gave me drink." Therefore even if a Christian is judged for no other reason, not for his own sins, but because he is a Christian, it is Christ who is judged. In all the earth, then, Christ Jesus is judged; and as often as a Christian is judged, it is Christ who is judged—not only in these courts, but suppose a Christian is slandered, accused concerning something, then too Christ is unjustly judged.
«Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς «δικάζεται καὶ διακρίνεται ἐν πάσῃ τῇ γῇ». τίς οὖν οὐ δικάζει τὸν Χριστιανὸν λόγον; τίς τῶν ἐθνῶν κἂν ἁπλῶς οὐκ ἐξετάζει αὐτόν; τίς οὐ λέγει τῶν Ἰουδαίων τὰ περὶ Χριστιανῶν; τίς τῶν Ἑλλήνων; τίς τῶν φιλοσόφων; τίς τῶν ἰδιωτῶν; [καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς «δικάζεται καὶ δια κρίνεται ἐν πάσῃ τῇ γῇ».] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ' ὧν μὲν καταδικάζεται, ὑφ' ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, δειπνεῖ μετὰ σοῦ. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατεδίκασας τὸν Ἰησοῦν ὡς ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώ πους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων καταδικάζεται, ὑπὸ δὲ τῶν
Woe is me, mother, as what a man have you borne me, one who is judged and disputed in all the earth?" And you will understand further in this way how he "is judged and disputed in all the earth." Who then does not judge the Christian word? Who among the Gentiles does not at least simply examine it? Who among the Jews does not speak the things concerning Christians? Who among the Greeks? Who among the philosophers? Who among the common people? [And you will understand further in this way how he "is judged and disputed in all the earth."] Everywhere Jesus is judged and tried; and by some he is condemned, by others he is not condemned. If he is not condemned, he becomes acceptable; you open your windows to him, he enters to you; you believe in him, he dines with you. But if you do not accept him when you hear about Christianity, you have done nothing other than condemn Jesus as a liar, as one who deceived men, as one who does not speak truth, by not having believed the word which he teaches. "As what a man have you borne me, one who is judged and disputed in all the earth?" All who completely disbelieve condemn him; but all who do not disbelieve but doubt concerning him are disputed concerning him. Jesus suffers two things among men: by the unbelievers he is condemned, but by the
διψύχων διακρίνεται. ἐὰν φορέσῃς «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἀποθέμενος «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν. «Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». ὁ ἀπό στολος λέγει περὶ τοῦ σωτῆρος ὅτι «ἐσταυρώθη ἐξ ἀσθενείας». καὶ ὁ προφήτης δὲ παραπλήσια τούτοις λέγει ἐν τῷ «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ ἐν πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ' οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών». «ἐξέλιπεν» οὖν φησιν «ἡ ἰσχύς μου ἐν τοῖς καταρωμένοις με».
he is distinguished from the double-minded. If you wear "the image of the heavenly one," having put off "the image of the earthly one," you are not the earth that condemns him, nor are you the earth in which he is condemned; no longer are you the earth that distinguishes him. "My strength failed among those who curse me." The apostle says concerning the Savior that "he was crucified from weakness." And the prophet also says things very similar to these in the passage: "Lord, who has believed our report? And to whom was the arm of the Lord revealed? We announced before him as a child, as a root in a thirsty land; we saw him, and he had no form nor beauty, but his form was dishonored, failing beside the sons of men. A man being in a blow and in pain and knowing how to bear weakness, because his face was turned away from dishonor, he was dishonored and not reckoned. This one bears our lawlessness and is pained for us, and we reckoned him to be in pain and in blow and in affliction. But he was wounded because of our lawlessness, and was weakened because of our sins; the discipline of our peace was upon him, by his bruise we were healed." Therefore he took up the weakness of our sins and bore us and came to those who curse him, and his strength failed from those who curse him as he descends from the heavens. For at the same time he took up the form of a slave and emptied himself, as the apostle said that "he emptied himself, taking the form of a slave." "My strength," he says, therefore, "failed among those who curse me.
Ἴδωμεν εἰ αὐτοῦ διδόντος τοῦ λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὰ εἰρημένα εἰπεῖν εἰς τὸ «ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». «τὸ φῶς τὸ ἀληθινὸν» ὁ υἱός ἐστι τοῦ θεοῦ, «ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». καὶ ὅς ἐστι λογικός, μετέχει τοῦ ἀληθινοῦ φωτός, λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων λόγου πάντων ἀνθρώπων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ λόγου ηὔξησεν, ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν, ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν, ὄψει τὴν ἰσχὺν τοῦ λόγου ὁσημέραι καρποφοροῦσαν, καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ' αὑτὸν μόνον «ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώ ποις», ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παραδεχομένων προκόπτει «Ἰησοῦς ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις». λέγει οὖν ὁ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ὢν ἐν τῷ εἰπόντι «οἴμοι ἐγώ, μῆτερ» καὶ τὰ ἑξῆς, ὅτι «ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». ὃς ἂν καταράσηται τῷ λόγῳ, οὗτος εὐθέως λαμβάνει τὴν κόλασιν ἐπὶ τῷ καταράσασθαι τῷ λόγῳ, ἐπὶ τῷ μέμψασθαι τῇ διδασκαλίᾳ Ἰησοῦ· ἡ γὰρ ἰσχὺς τοῦ Ἰησοῦ ἐκλείπει ἐν τῷ τοιούτῳ, καὶ οὐκ ἔστιν ἰσχὺς λόγου ἐν αὐτῷ. ὡς πάλιν ἐκ τοῦ ἐναντίου, ἐὰν εὐλογήσῃς Ἰησοῦν καὶ παραδέξῃ αὐτόν, ἡ ἰσχὺς αὐτοῦ τὸ ἐναντίον πάσχει οὗ πέπονθεν ἐν τοῖς καταρωμένοις αὐτόν·
Let us see whether, with the Word himself granting it, we can also say something else clearer than what has been said regarding "My strength failed among those who curse me." "The true light was, which enlightens every man coming into the world." "The true light" is the Son of God, "which enlightens every man coming into the world." And whoever is rational partakes of the true light, and every man is rational. So then, among all men who partake of the Word, in some the strength of the Word has increased, but in others it fails. If you see a soul subject to passions and sinful, you will see there the strength of the Word failing; but if you see a holy and righteous soul, you will see the strength of the Word bearing fruit day by day, and you will apply what was said about Jesus to the righteous. For not only by himself did "Jesus advance in wisdom and stature and grace with God and men," but also in each of those who receive advancement in wisdom and stature and grace, "Jesus advances in wisdom and stature and grace with God and men." The Word, then, the Son of God, who is in the one who said "Woe is me, mother" and the rest, says that "My strength failed among those who curse me." Whoever curses the Word immediately receives punishment for cursing the Word, for finding fault with the teaching of Jesus; for the strength of Jesus fails in such a person, and there is no strength of the Word in him. And conversely, if you bless Jesus and receive him, his strength undergoes the opposite of what it underwent among those who curse him.
ὡς γὰρ ἐκεῖ ἐξέλιπεν ἐν τοῖς καταρωμένοις, οὕτως ἐνταῦθα αὔξει ἐν τοῖς εὐλογοῦσι. «Γένοιτο, κύριε, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν». τί «γένοιτο, κύριε»; ὁ δυνάμενος ἀφ' ἑαυτοῦ συναγαγέτω τὸ τοιοῦτον. [τὸ γένοιτο] «δέσποτα κύριε, κατευθυνάντων αὐτῶν» γένοιτο ἰσχὺς ἐκλείπουσα ἐν τοῖς καταρωμένοις, ὅταν μετανοήσαντες μετὰ τὸ κακῶς με εἰπεῖν τραπῶσι τὴν εὐθεῖαν καὶ αὐτὴν ὁδεύσωσι. «γένοιτο, δέσποτα, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι». εἶτα δικαιολογεῖται περὶ τῶν κακολογούντων αὐτὸν λέγων· «εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν». παρέστη τῷ πατρὶ «ἱλασμὸς ὢν περὶ τῶν ἁμαρτιῶν ἡμῶν» καὶ παρεκάλεσε περὶ αὐτῶν ἐν αὐτῷ τῷ καιρῷ τῶν κακῶν ἡμῶν. οὐδὲ γὰρ παρέστη μετὰ τὸν καιρὸν τῶν κακῶν ἡμῶν, ἀλλ' «ἔτι ὄντων ἁμαρ τωλῶν ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν». «εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, ἐν καιρῷ τῶν θλίψεων αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν». καὶ ἐν τῷ καιρῷ τῆς
For just as there my strength failed among those who curse, so here it increases among those who bless. "May it be, Lord, that they have directed their way; if I did not stand before you in the time of their calamities." What does "May it be, Lord" mean? Let the one who is able gather such a thing for himself. [The "may it be"] "Master, Lord, may it be that they have directed their way" — may it be a strength that fails among those who curse, when, after repenting following their speaking evil of me, they turn to the straight path and walk it. "May it be, Master, that they have directed their way; if I did not stand before you." Then he defends himself concerning those who speak evil of him, saying: "if I did not stand before you in the time of their calamities." He stood before the Father, "being an atonement for our sins," and interceded on their behalf in the very time of our calamities. For he did not stand by after the time of our calamities, but "while we were still sinners, Christ died for us." "If I did not stand before you in the time of their calamities, in the time of their afflictions, for good toward the enemy." And in the time of
θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἢ «ὁ ἀντίδικος ἡμῶν διάβολος», ὃς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ καιρῷ τῆς ἔχθρας ἐκείνου τῆς κατὰ τῶν ἀνθρώπων παρέστη τῷ πατρὶ ὁ σωτὴρ ἡμῶν καὶ ἐδεήθη περὶ τῆς ἡμετέρας αἰχμαλωσίας, ἵνα λυτρωθῶμεν καὶ ῥυσθῶμεν ἀπὸ τοῦ ἐχθροῦ. ταῦτα μὲν ὁ σωτὴρ ἢ ὁ προφήτης εἰρηκέτω· καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ «καιρῷ τῶν κακῶν αὐτῶν». Ἐπὶ τούτοις [τί] ἀποκρίνεται ὁ θεὸς πρὸς τὸν λαὸν τὸν κατηγορηθέντα ὑπὸ τοῦ προφήτου ἢ ὑπὸ τοῦ Χριστοῦ καὶ ταῦτα λέγει πρὸς αὐτόν· «σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου», σκλη ρά, ἀνένδοτος, οὐκ ἐλαυνομένη. «σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου», οἷον τμητική τις καὶ διαιροῦσα ἡ ἰσχύς σου, οὐκ ἐπ' ἀγαθῷ οὖσα ἰσχύς. «καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου». τίνας «θησαυροὺς» τῶν ἁμαρτανόντων δίδωσιν «εἰς προνομὴν» ὁ θεός, καὶ δίδωσιν αὐτοὺς «ἀντάλ λαγμα διὰ πάσας τὰς ἁμαρτίας» αὐτῶν; πότερόν ποτε τοὺς ἐπὶ γῆς θησαυριζομένους αὑτοῖς; ἕκαστος γὰρ τῶν ἀνθρώπων θησαυ ρίζει· εἰ μὲν φαῦλός ἐστιν, ἐπὶ γῆς, εἰ δὲ ἀστεῖος, ἐν οὐρανῷ, ὡς ἐδιδάχθημεν ἀπὸ τοῦ εὐαγγελίου. ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν; ποῖοι θησαυροὶ ἐκείνου τοῦ λαοῦ ἐδόθησαν εἰς προνομήν; ἴδε εἷς τῶν θησαυρῶν Ἱερεμίας, ἄλλος θησαυρὸς Ἡσαΐας, θησαυρὸς ἦν καὶ Μωσῆς. τούτους τοὺς θησαυροὺς ἔλαβεν ὁ θεὸς ἀπ' ἐκείνου τοῦ λαοῦ καὶ διὰ Χριστοῦ, εἰπόντος·
Of their affliction, he says, the affliction that is against the enemy, I stood before you on their behalf. And who is the enemy but "our adversary the devil," who afflicted us? And clearly in the time of that enmity against men, our Savior stood before the Father and made supplication concerning our captivity, so that we might be redeemed and delivered from the enemy. Let the Savior or the prophet have said these things; for the prophet too can have said such things and prayed on behalf of the people in the "time of their calamities." To these things, what does God answer to the people who were accused by the prophet or by Christ, and he says these things to him: "Iron and a bronze wall is your strength," hard, unyielding, not to be driven. "Iron and a bronze wall is your strength," as if your strength is something cutting and dividing, a strength that is not for good. "And your treasures I will give for plunder, as a recompense for all your sins." Which "treasures" of those who sin does God give "for plunder," and gives them "as a recompense for all their sins"? Is it perhaps the treasures they store up for themselves on earth? For each of men stores up treasure: if he is worthless, on earth; but if he is excellent, in heaven, as we were taught from the gospel. Or does he say to that people, that I am about to give your treasures for plunder because of your sins? What treasures of that people were given for plunder? See, one of the treasures was Jeremiah, another treasure was Isaiah, Moses too was a treasure. These treasures God took from that people, and through Christ, who said:
«ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», ἔδω κεν ἡμῖν. «Δώσω» οὖν «διὰ τὰς ἁμαρτίας σου τοὺς θησαυρούς σου εἰς προ νομήν». καὶ ἔδωκεν τοὺς θησαυροὺς τοῦ λαοῦ ἐκείνου ἡμῖν· «πρῶτοι γὰρ ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ», εἶτα μετ' ἐκείνους ἡμεῖς ἐπιστεύθημεν, ἀρθέντων τῶν λογίων τοῦ θεοῦ ἀπ' ἐκείνων καὶ δοθέντων ἡμῖν. καὶ λέγομεν τὸ «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς» εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος καὶ πεπληρῶσθαι. οὐχ ὅτι ἤρθη ἀπ' αὐτῶν ἡ γραφή, ἀλλὰ νῦν οὐκέτι ἔχουσι τὸν νόμον καὶ τοὺς προφήτας τῷ μὴ θεωρεῖν τὸν ἐν αὐτοῖς νοῦν. ἔχουσι γὰρ τὰ βιβλία, ἀλλὰ πῶς ἤρθη ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ; ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ' αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ' αὐτοῖς νομικὴ ἢ προφητική, ἀλλ' εἰσὶν ἀναγινώσκοντες καὶ μὴ νοοῦντες· πεπλήρωται γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ «εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ τοῦ Ἡσαΐου ὅτι «ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον, δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν». ταῦτα πάντα ἀφεῖλεν ὁ θεὸς ἀπ' ἐκείνων καὶ ἔδωκεν, ἐάν γε ἡμεῖς δεξώμεθα, ἡμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. ταῦτα διὰ τὸ «καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω». «Ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου». ὡσεὶ ἔλεγε·
The kingdom of God will be taken away from you and given to a nation producing its fruits." He gave it to us. "I will give," therefore, "because of your sins, your treasures as plunder." And he gave the treasures of that people to us; "for those were first entrusted with the oracles of God," then after them we were entrusted with them, when the oracles of God had been taken away from those and given to us. And we say that "the kingdom of God will be taken away from you and given to a nation producing its fruits" was spoken by the Savior and has been fulfilled. Not that the Scripture was taken away from them, but now they no longer possess the law and the prophets, because they do not perceive the meaning in them. For they have the books, but how was the kingdom of God taken away from them? The meaning of the Scriptures was taken away from them. No longer is a legal or prophetic exposition preserved among them, but they are readers who do not understand; for through the coming of Christ there has been fulfilled the saying, "I said to that people: You will hear with hearing and certainly not understand, and seeing you will see and certainly not perceive. For the heart of this people has grown dull." There has also been fulfilled what was spoken by Isaiah: "The Lord will take away from Judea and from Jerusalem the strong man and the strong woman, the giant and the warrior, the judge and the prophet and the diviner and the wise architect and the intelligent hearer." All these things God took away from those and gave—if indeed we receive them—to us who are from the Gentiles. These things are because of "and your treasures I will give as plunder." "As a ransom for all your sins and in all your territories." As if he were saying:
διὰ τὰς ἁμαρτίας σου τὰς ἐπὶ πάντα τὰ ὅριά σου ἐφθακυίας· οὐδὲν γὰρ ὅριον ἐκείνου τοῦ λαοῦ ἐστιν, ὃ ἁμαρτίας οὐ πεπλήρωται. καὶ πῶς πᾶν ὅριον αὐτῶν οὐκ ἔμελλεν ἁμαρτίας πληροῦσθαι [ἐπ' αὐτοῖς], τὸ ὅσον ἐπ' αὐτοῖς ἀποκτεινάντων δικαιοσύνην, εἰ Χριστὸς δικαιοσύνη, ἀποκτεινάντων [τὴν] σοφίαν, εἰ Χριστὸς σοφία, ἀποκτεινάντων ἀλήθειαν, εἰ Χριστὸς ἀλήθεια; διὰ γὰρ τοῦ καταδεδικακέναι τὴν ἐπὶ θανάτῳ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα πάντα ἀπέβαλον καὶ ἀπώλεσαν. καὶ ἀναστάς μου ὁ κύριος Ἰησοῦς ἐκ νεκρῶν οὐκέτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν· οὐ γὰρ ἔχομεν ἐν τῇ ἱστορίᾳ ὅτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν, ἀλλὰ μόνοις τοῖς πι στεύουσιν ἐφάνη ἀναστὰς ἀπὸ τῶν νεκρῶν. «καὶ καταδουλώσω σε ἐν πᾶσι τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις». καταδεδούλωται ὁ λαὸς ἐκεῖνος ἐν τοῖς ἐχθροῖς, καὶ γέγονεν ἐν τῇ
γῇ ᾗ οὐκ ᾔδει. «ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται». Μετὰ ταῦτα καὶ τοὺς λόγους τῶν ἀπειλῶν τῶν εἰρημένων πρὸς τὸν λαὸν ὁ ἀνωτέρω εὐξάμενος συμπληροῖ τὴν εὐχὴν καὶ συνάπτει τοῖς προειρημένοις ταῦτα· «σὺ ἔγνως, κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυ μίαν». καὶ ὁ προφήτης λεγέτω ταῦτα διωκόμενος ὑπὸ τῶν ἐλεγχομένων, μισούμενος ὑπὸ τῶν τὴν ἀλήθειαν μὴ χωρούντων· ἐχθρὸς γὰρ γέγονε τοῖς ἀκούουσιν ἀληθεύων αὐτοῖς. ταὐτὰ δὲ καὶ ὁ σωτὴρ ἡμῶν λεγέτω, ὅστις καὶ ἐδιώχθη ὑπὸ τοῦ λαοῦ καί φησι· «μὴ εἰς μακροθυμίαν». τί ἐστι τὸ «μὴ εἰς μακροθυμίαν»;
Because of your sins, which have reached to all your borders; for there is no border of that people which has not been filled with sin. And how would every one of their borders not be filled with sins, since as far as it depended on them they killed righteousness, if Christ is righteousness, killed wisdom, if Christ is wisdom, killed truth, if Christ is truth? For by condemning to death the Son of God, they cast away and destroyed all these things. And when my Lord Jesus rose from the dead, he no longer appeared to those who killed him; for we do not have it in the history that he appeared to those who killed him, but he appeared after rising from the dead only to those who believe. "And I will enslave you among all your enemies in the land which you did not know." That people has been enslaved among its enemies, and has come to be in the land which it did not know. "For a fire has been kindled from my wrath, it shall burn against you." After this, the one who prayed above also completes the prayer with the words of the threats spoken against the people, and joins these to what was said before: "You know, Lord, remember me and visit me, and acquit me from those who persecute me, not in longsuffering." And let the prophet say these things, being persecuted by those who are reproved, hated by those who do not receive the truth; for he has become an enemy to those who hear him when he speaks truth to them. And let our Savior also say the same things, who was also persecuted by the people and says: "not in longsuffering." What is "not in longsuffering"?
ἐμακροθύμησας ἀεὶ ἐπὶ τὸν λαὸν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἐπὶ δὲ τοῖς κατ' ἐμοῦ τετολμημένοις μὴ μακροθυμήσῃς. καὶ ἀληθῶς ὁ θεὸς οὐκ ἐμακροθύμησεν. ἐὰν ἐξετάσῃς τοὺς χρόνους τοῦ πάθους καὶ τῆς πτώσεως Ἱερουσαλὴμ καὶ τῆς κατασκαφῆς τῆς πόλεως, καὶ τίνα τρόπον ἐγκατέλιπεν ὁ θεὸς τὸν λαὸν ἐκεῖνον, ἐπεὶ τὸν Χριστὸν ἀπέκτειναν, ὄψει ὅτι οὐκ εἰς μακροθυμίαν ἔτι ἐχρήσατο τῷ λαῷ. εἰ δὲ θέλεις, ἄκουε· ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἐπὶ τὴν κατασκαφὴν τοῦ ναοῦ τεσσαράκοντα καὶ δύο πεπλήρωται ἔτη. ἔδει γὰρ ὀλίγον τινὰ χρόνον συγχωρηθῆναι εἰς μετάνοιαν, μάλιστα διὰ τοὺς πιστεύειν μέλλοντας ἀπὸ τοῦ λαοῦ ἐκ τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐσομένων ὑπὸ τῶν ἀποστόλων. «γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου». ἔστω ὁ προφή της, λέγων καὶ ἐξουθενημένος ἐφ' οἷς ἔλεγεν, ὑπὸ τῶν ἁμαρτωλῶν ἀθετούμενος· φησὶ γὰρ αὐτός· «διετέλεσα μυκτηριζόμενος». ὠνειδίζετο οὖν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους τοὺς δι' αὐτοῦ λαλουμένους ὑπὸ τοῦ θεοῦ, καὶ εὔχεται ἐπὶ τῷ ὠνειδίσθαι βοηθηθῆναι ὑπὸ τοῦ θεοῦ λέγων· «γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθε τούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς». λεγέτω ὁ προφή της, ἀλλὰ μᾶλλον ἁρμόζει τὸ «συντέλεσον αὐτοὺς» λεγόμενον ὑπὸ τοῦ σωτῆρος· συντέλεια γὰρ ἦλθε περὶ τὴν Ἱερουσαλὴμ καὶ τῷ λαῷ, ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἐπιβουλῆς τοῦ λαοῦ κατὰ τοῦ σωτῆρος ἡμῶν.
You were always patient with the people regarding their sins, but do not be patient regarding the things dared against me. And truly God was not patient. If you examine the times of the passion and the fall of Jerusalem and the destruction of the city, and in what manner God abandoned that people, because they killed the Christ, you will see that he no longer dealt with the people in patience. And if you wish, listen: from the fifteenth year of Tiberius Caesar to the destruction of the temple, forty-two years have been fulfilled. For it was necessary that a little time be granted for repentance, especially for the sake of those from the people who were going to believe because of the signs and wonders that would be done by the apostles. Know that I received reproach concerning you from those who reject your words. Let the prophet be speaking, both despised for what he said and rejected by sinners; for he himself says: I continued being mocked. He was reproached, then, by those who rejected the words spoken through him by God, and he prays, because of having been reproached, to be helped by God, saying: Know that I received reproach concerning you from those who reject your words; make an end of them. Let the prophet be speaking, but rather the phrase make an end of them fits the Savior: for an end came upon Jerusalem and the people, because of what happened by the plotting of the people against our Savior.
Μετὰ ταῦτα ἀναγκαῖον διὰ τὸ πολλὰ πεπονθέναι τοὺς προφήτας ἐλέγχοντας καὶ τὸν λόγον πρεσβεύοντας καὶ λαλοῦντας τὰ προστασ σόμενα ὑπὸ τοῦ θεοῦ, ὑπομνῆσαι τοὺς ἀκροατὰς περὶ τοῦ βίου αὐτῶν καὶ τῶν ἐπαγγελιῶν αὐτῶν καὶ τῆς ἡμετέρας προαιρέσεως, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν, εἰ θέλομεν μετὰ τῶν προφητῶν ἔχειν ἀνάπαυσιν, τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν. ὃ δὲ λέγω τοιοῦτόν ἐστι· πολλάκις ἐν ταῖς εὐχαῖς λέγομεν· θεὲ παντοκράτορ, τὴν μερίδα ἡμῶν μετὰ τῶν προφητῶν δός, τὴν μερίδα ἡμῶν μετὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ σου δός, ἵνα εὑρεθῶμεν καὶ μετ' αὐτοῦ τοῦ Χριστοῦ. ταῦτα δὲ λέγοντες οὐκ αἰσθανόμεθα τί εὐχόμεθα· δυνάμει γὰρ τοῦτό φαμεν· δὸς ἡμᾶς παθεῖν ἃ πεπόνθασιν οἱ προφῆται, δὸς καὶ ἡμᾶς μισηθῆναι ὡς ἐμισήθησαν οἱ προφῆται, λόγους τοιούτους δὸς ἐφ' οἷς μισηθησόμεθα, δὸς τοσαύταις περιστάσεσι περιπεσεῖν ὅσαις οἱ ἀπό στολοι. τὸ γὰρ λέγειν· δός μοι μερίδα μετὰ τῶν προφητῶν, μὴ παθόντα τὰ τῶν προφητῶν μηδὲ παθεῖν θέλοντα ἄδικόν ἐστι. τὸ λέγειν· δός μοι μερίδα μετὰ τῶν ἀποστόλων, μὴ θέλοντα ἀπὸ δια θέσεως Παύλου ἀληθεύοντα εἰπεῖν· «ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς περισσοτέρως, ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις» καὶ τὰ ἑξῆς, πάντων ἐστὶν ἀδικώτατον. εἴπερ οὖν θέλομεν μετὰ τῶν προφητῶν γενέσθαι, ὅρα τοὺς βίους τῶν προφη τῶν ὅτι ἐκ τοῦ ἐλέγχειν, ἐκ τοῦ ἐπιτιμᾶν, ἐκ τοῦ ἐπιπλήσσειν ἐδικάζοντο, διεκρίνοντο, κατεδικάζοντο.
After this it is necessary, because the prophets suffered many things in reproving and in serving the word and in speaking the things commanded by God, to remind the hearers concerning their life and their promises and our own purpose, so that, as far as it lies in our power, if we wish to have rest with the prophets, we may emulate the works of the prophets. What I mean is this: often in our prayers we say: God Almighty, give our portion with the prophets, give our portion with the apostles of your Christ, so that we may be found also with Christ himself. But saying these things, we do not perceive what we are praying for; in effect we are saying this: grant that we suffer what the prophets have suffered, grant that we too be hated as the prophets were hated, grant such words on account of which we shall be hated, grant that we fall into as many afflictions as the apostles did. For to say, Give me a portion with the prophets, while not having suffered the things of the prophets nor being willing to suffer them, is unjust. To say, Give me a portion with the apostles, while not being willing to say truthfully from Paul's disposition, "in labors more abundantly, in stripes more abundantly, in prisons exceedingly, in deaths often," and the rest, is the most unjust thing of all. If, then, we wish to be with the prophets, observe the lives of the prophets, that from reproving, from rebuking, from upbraiding, they were judged, were brought to trial, were condemned.
«ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐπ' ἐρημίαις πλανώμενοι», ὅτε συναγωγαὶ πολλαὶ Ἰουδαίων· καὶ οὗτοι ἦσαν «ἐπ' ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς». τί οὖν παράδοξον, εἰ θέλων τις ζηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; ὥσπερ καὶ ἐπὶ τοῦ
παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάδε· ἔδει γενέσθαι ἐκκλησιαστικὴν ἐκδικίαν, καὶ γέγονεν· πεποίηκεν ὁ ἐγκεχειρισμένος τὸ ἔργον ὃ ἔδει αὐτὸν πεποιηκέναι. περιέρχεται ἐκεῖνος λέγων κακῶς τὸν ἐκδικήσαντα τὴν ἀλήθειαν. ἀλλ' ἡμεῖς τοῦτο μὴ ποιῶμεν, μὴ παρέχωμεν τὰς ἀκοὰς τοῖς διὰ τὸ ἐκβεβλῆσθαι λέγουσι κακῶς τὸν ἐκβαλόντα ἢ τὸν σύμψηφον γενόμενον. οἱ καὶ ἀδικίας γε ἐλεγχομένης καὶ γεγενημένης †. οἱ θαυμάσιοι ἀπόστολοι μυρία ὑβριζόμενοι διὰ τὴν ἀλήθειαν λέγουσιν· «εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι καὶ ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ». μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δι' ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν. εἴη με λοιδορούμενον εἰδέναι ὅτι ἡ πρόφασις τῆς λοιδορίας οὐκ ἔστιν ἄλλη, ἢ ὅτι ἐκδικῶ τὴν ἀλήθειαν καὶ πρεσβεύω ὑπὲρ τῶν γεγραμμένων, ἵνα κατὰ λόγον θεοῦ πάντα γίνηται, διὰ τοῦτο βλασφημοῦμαι.
They were stoned, they were sawn asunder, they were tempted, they died by the slaughter of the sword, they went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated, wandering in deserts, when there were many synagogues of the Jews; and these were wandering in deserts and mountains and caves and the holes of the earth. What then is surprising, if someone wishing to emulate the prophetic life, reproving and rebuking the one who sins, is spoken evil of, is hated, is plotted against? Just as also in the
present case it was necessary † for such a thing to happen in the church of God. The one who was condemned was condemned, a certain person † sitting did such things; it was necessary for ecclesiastical vengeance to take place, and it has taken place; the one entrusted with the work has done what he was obliged to have done. That man goes about speaking evil of the one who avenged the truth. But let us not do this, let us not give our ears to those who, because they have been cast out, speak evil of the one who cast them out or of the one who concurred with the vote. Those who, when injustice was being reproved and had occurred †. The wonderful apostles, being insulted ten thousand times for the sake of the truth, say: I take pleasure in weaknesses, in insults and necessities, in persecutions and distresses, for Christ's sake. Only may it be mine, when insulted, to know that I am insulted for no other reason than for Christ, and when in necessities, to know that the subject of the necessities is Christ. May it be mine, when reviled, to know that the pretext of the reviling is none other than that I avenge the truth and act as ambassador for the things written, so that all things may happen according to the word of God—for this I am blasphemed.
καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες· ἀθλητὴς γὰρ ἐὰν φύγῃ τὸ τῆς ἀθλήσεως ὀχληρόν, τὸ ἡδὺ τοῦ στεφάνου οὐκ ἀπολήψεται. «Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην». οὐκ ἔστι νῦν, ἀλλ' «ἔσται»· ἐπεὶ γὰρ ἐπὶ τοῦ παρόντος ὁ λόγος σου ἐμοὶ εἰς φυλα κάς, εἰς δίκας, εἰς πράγματα, εἰς δυσφημίας, εἰς πόνους, ἀλλὰ τὸ τέλος τούτων εὐφροσύνη ἔσται. «καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ, κύριε παντοκράτορ». κἂν Χριστὸς λέγῃ, τὸ ὄνομα τοῦ πατρὸς ἐπικέκληται ἐπ' αὐτόν. «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων». εἴ ποτε ἑώρακε τὸ συνέδριον ὁ προφήτης οὐ σπουδαζόντων ἀλλὰ παιζόντων, ἔφευγε μᾶλλον τὸ συνάγεσθαι ἤπερ ἔσπευδεν ἐπὶ συναγωγὴν παιζόντων. νοῆσαί σε οὖν δεῖ διαφορὰν συνεδρίου παιζόντων καὶ [μὴ] σπουδαζόντων. τὸ συνέδριον τοῦτο σπουδαῖόν ἐστι καὶ πάντα ποιεῖ μετὰ σπουδῆς καὶ σπουδῆς ἄξια καὶ κατὰ τὸ λεγόμενον· σπουδὴ ὁ λόγος, σπουδὴ ὁ βίος, καὶ πάντῃ ἐστὶ τὸ συνέδριον οὐ παιζόντων, ἀλλὰ σπουδαζόντων. ὅταν δὲ τὸ συνέδριον καταλιπὸν τὴν σπουδὴν τὴν περὶ τὰ ἀναγκαῖα σχολάζῃ τοῖς παιγνίοις τοῦ αἰῶνος τούτου καὶ παιγνίοις τοῖς ἀπὸ τῆς κακίας, γίνεται συνέδριον παιζόντων. φησὶν οὖν οὗτος· «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου χειρός σου».
And let us all, then, as far as we have power, hasten toward the prophetic life, toward the apostolic life, not fleeing what is troublesome; for if an athlete flees the trouble of the contest, he will not receive the sweetness of the crown. "And your word shall be to me for gladness." It is not now, but "it shall be"; for since at present your word is to me for guardhouses, for trials, for affairs, for slanders, for toils—yet the end of these things shall be gladness. "And your word shall be to me for gladness and joy of my heart, because your name has been called upon me, Lord Almighty." Even if Christ speaks, the name of the Father has been called upon him. "I did not sit in the council of those who play." If ever the prophet saw the council not of those who are serious but of those who play, he fled rather from gathering together than hastened to a synagogue of those who play. You must therefore understand the difference between a council of those who play and of those who are serious. This council is serious and does everything with seriousness and things worthy of seriousness, and according to the saying: serious is the word, serious the life, and in every way the council is not of those who play but of those who are serious. But when the council abandons the seriousness concerning necessary things and devotes itself to the playthings of this age and to playthings that come from vice, it becomes a council of those who play. He says, then: "I did not sit in the council of those who play, but I was on my guard from the face of your hand.
δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίου παιζόντων καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου. «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου χειρός σου». καὶ ὁ σωτὴρ ἡμῶν οὐκ ἐκάθισεν «ἐν συνεδρίῳ αὐτῶν παιζόντων», ἀλλ' ἀπανέστη ἀπ' αὐτῶν. καὶ σημεῖόν ἐστι τοῦ ἐγηγέρθαι τὸν σωτῆρα ἀπὸ συνεδρίου παιζόντων, τὸ εἰρηκέναι αὐτόν· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καταλέλοιπε γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν. «Κατὰ μόνας ἐκαθήμην». καὶ τὰ ῥήματα ἐνταῦθα οἰκοδομεῖ. ὅταν πλῆθος ᾖ ἁμαρτωλῶν καὶ μὴ φέρωσι τὸν δίκαιον βιοῦντα δικαίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· «κατὰ μόνας ἐκαθήμην», μιμήσασθαι καὶ τὸν λέγοντα Ἠλίαν· «κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν». τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ «κατὰ μόνας ἐκαθήμην», εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· «κατὰ μόνας ἐκαθήμην», ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου
Two things being set before me—to sit in the council of those who play and to offend you, O God, and not to please you, or to rise from the council of those who play and to do those things that were dear to you—I chose rather to stand up from the council of those who play and to be a friend to you, than by doing the opposite to become an enemy of your blessedness. "I did not sit in their council of those who play, but I was on my guard from the face of your hand." And our Savior did not sit "in their council of those who play," but he departed from them. And it is a sign that the Savior has risen from the council of those who play, that he said: "Your house is left to you desolate." For the word of God has abandoned the council of the Jews and has made for himself another council and church, that from the Gentiles. "I sat alone." And here he builds up the words. Whenever there is a multitude of sinners and they do not endure the righteous man living righteously, it is nothing strange that one who flees the council of wickedness should imitate the one who said: "I sat alone," and should imitate also the one who speaks of Elijah: "Lord, they killed your prophets, they demolished your altars, and I was left utterly alone, and they seek to take my life." And perhaps if you examine "I sat alone" more deeply, you will find some meaning worthy of prophetic depth. Whenever we imitate the life of the many, so that it is not withdrawn and better and exceptional compared to the many, I cannot say: "I sat alone," but rather: I sat with many. But when my life...
γένηται δυσμίμητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παρὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ «κατὰ μόνας ἐκαθήμην». ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν τοῦτο, τὸ «κατὰ μόνας ἐκαθήμην» ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεῖν· «κατὰ μόνας ἐκαθήμην». «Ὅτι πικρίας ἐνεπλήσθην». εἰ «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν», δεῖ σε πικρίας ἐμπλησθῆναι ἐν τῷ βίῳ τούτῳ, οὐδενὸς δύνασαι γλυκέος ἀπολαῦσαι. ἢ οὐκ οἶδας ὅτι ἡ ἑορτή σου μετὰ πικρίδων γίνεται; ὅταν γὰρ ἑορτάζῃς, «ἄζυμα» φησὶν «ἐπὶ πικρίδων φάγεσαι». τί βούλεται ὁ λόγος λέγων ὅτι δεῖ τὸν ἑορτάζοντα τῷ θεῷ «ἄζυμα ἐπὶ πικρίδων» ἐσθίειν, κατανοητέον. τὰ μὲν ἄζυμα διηγήσατο ὁ ἀπόστολος, οὐκ ἔστιν ἐμὴ ἡ ἑρμηνεία· τὸ δὲ ἀκόλουθον τῆς ἑρμηνείας ἀναγκαῖόν ἐστι παραπλήσιον εἶναι τῇ ἀπο στολικῇ διηγήσει. ὁ ἀπόστολος τὰ περὶ τῶν ἀζύμων διηγήσατο λέγων· «ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». δέον ἐστὶν ἀπο δοῦναι τὸν λόγον περὶ τῶν πικρίδων ἀκολούθως τῷ τὰ ἄζυμα εἶναι εἰλικρινείας καὶ ἀληθείας. ἔχε δὲ εἰλικρίνειαν καὶ ἀλήθειαν, καὶ πικρίδες ἔσονταί σοι, καὶ ἐσθίεις μετὰ πικρίδων τὰ ἄζυμα τῆς εἰλικρινείας καὶ ἀληθείας. οἷον Παῦλος, ἐπειδήπερ ἤσθιε τὰ ἄζυμα εἰλικρινείας καὶ ἀληθείας, καὶ πικρίδας ἤσθιε. πῶς πικρίδας ἤσθιε; λέγων «ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν».
becomes hard to imitate, so that I become of such a stature that no one is like me in character, in speech, in deeds, in wisdom, then I can say, in contrast to being the only one of such a kind and having no one to imitate me, "I sat alone." It is possible, then, even if you are not a presbyter and not a bishop and have not been honored with any ecclesiastical rank, to say this—to be zealous for "I sat alone" and to take up a life such that you say: "I sat alone." "Because I was filled with bitterness." If "narrow and afflicted is the way that leads to life," you must be filled with bitterness in this life; you cannot enjoy anything sweet. Or do you not know that your feast is held with bitter herbs? For when you celebrate the feast, he says, "You shall eat unleavened bread with bitter herbs." What the word means when it says that the one who celebrates a feast to God must eat "unleavened bread with bitter herbs" must be considered. The apostle explained the unleavened bread—the interpretation is not mine—but the consequence of the interpretation must necessarily be similar to the apostolic explanation. The apostle explained the matters concerning the unleavened bread, saying: "Let us celebrate the feast not with old leaven, nor with the leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth." It is necessary to give the account concerning the bitter herbs in a manner consistent with the unleavened bread being of sincerity and truth. Have sincerity and truth, and they will be bitter herbs to you, and you will eat with bitter herbs the unleavened bread of sincerity and truth. For instance, Paul, since he was eating the unleavened bread of sincerity and truth, was also eating bitter herbs. How was he eating bitter herbs? By saying, "I have become your enemy by telling you the truth.
πῶς πικρίδας ἤσθιεν; «ἐν κόπῳ καὶ μόχθῳ, καὶ ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, χωρὶς τῶν παρεκτός». ἢ ταῦτα οὐκ ἦν ἀλήθεια μετὰ πικρίδων, ἄζυμα μετὰ πικρίδων; ὁ μὲν οὖν νόμος εἶπεν· «ἄζυμα μετὰ πικρίδων ἔδεσθε»· καὶ οὐκ εἶπεν· ἄζυμα μετὰ πικρίδων ἔδεσθε, ἕως ἐμπλησθῆτε, ὥσπερ ἐπί τινων ἄλλων λέλεκται· «φάγεσθε καὶ ἐμπλησθήσεσθε». ὁ δὲ προ φήτης προσεπιτείνει λέγων ὅτι οὐχὶ πικρίαν ἔφαγον, ἀλλὰ «πικρίας ἐνεπλήσθην»· ὅση δύναμις τῶν πικρῶν μετελάμβανον πραγμάτων, ὥστε με[τὰ] πληρεστάτων πικρίδων μεταλαβεῖν. «Ἵνα τί οἱ μισοῦντές με κατισχύουσι»; πολλὰ ἔσχε πράγματα, ἔπασχεν ἀπὸ τῶν μὴ θελόντων ἀκούειν τὸ ἀληθές, καὶ ἦσαν αὐτοῦ ἐκεῖνοι δυνατώτεροι [δὲ] ἐνταῦθα ἐν τῷ αἰῶνι τούτῳ, ἐπειδὴ οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀπὸ τῶν κρειττόνων χωρίων, ὥς φησιν ὁ σωτήρ· «εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις». οἱ λυποῦντες οὖν τὸν προφήτην κατίσχυον αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ. ὅτι γὰρ ἰσχύουσι, βλέπετε τοὺς μάρ τυρας. ὁ δικαστὴς καθέζεται δικάζων καὶ τρυφῶν ἐν τῷ δικαστη ρίῳ· ὁ Χριστιανός, ἐν ᾧ ἐστι Χριστὸς δικαζόμενος, πικρίας ἐνεπλήσθη καὶ καταδεδυνάστευται ὑπὸ τοῦ ἀδίκου καὶ καταδικάζεται. «Ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι;» οἱ κατισχύοντές με πλήσσουσί με, καὶ ἡ πληγή μου ἐστὶ στερεά.
How did he eat bitter herbs? "In toil and hardship, and in sleepless nights often, in hunger and thirst, apart from other things." Or were these not truth with bitter herbs, unleavened bread with bitter herbs? The law indeed said: "You shall eat unleavened bread with bitter herbs"; and it did not say: You shall eat unleavened bread with bitter herbs until you are filled, as has been said in the case of certain others: "You shall eat and be filled." But the prophet intensifies it further, saying that they did not eat bitterness, but "I was filled with bitterness"—to whatever extent the power of bitter things allowed, I partook of them, so as to partake of the fullest bitter herbs. "Why do those who hate me prevail against me?" He had many troubles, he suffered from those who did not wish to hear the truth, and those men were stronger than he here in this age, since the kingdom of God is not of this age, but from better places, as the Savior says: "If my kingdom were of this world, my servants would have fought, so that I might not be delivered to the Jews." Those who grieve the prophet, then, prevailed against him in this world. For that they are strong, look at the martyrs. The judge sits judging and reveling in the courtroom; the Christian, in whom Christ is being judged, was filled with bitterness and has been overpowered by the unjust man and is condemned. "My wound is severe, how shall I be healed?" Those who prevail against me strike me, and my wound is severe.
εἴτε προφητεύει τὸν σταυρὸν τοῦ κυρίου (στερεὰ γὰρ πληγή ἐστιν ὁ σταυρός, ὅσον ἐπὶ τοῖς σταυροῦσιν αὐτόν), εἴτε περὶ πάντων τῶν δικαίων λέγεται ἐν οἷς πληγὴν στερεὰν λαμβάνει, εἴτε καὶ ἐπὶ τοῦ προφήτου ἀκούεις τοῦτο (καὶ γὰρ καὶ αὐτὸς πέπονθε τὰ ἀναγεγραμμένα ἐν τῇ προφητείᾳ), τὸν αὐτὸν ἐπιδέχεται [τὸν] νοῦν κατὰ τὴν λέγουσαν λέξιν· «ἡ πληγή μου στερεά». «πόθεν ἰαθήσομαι;» κἂν ὁ σωτὴρ λέγῃ· «πόθεν ἰαθήσομαι», τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν προφητεύει μετὰ τὴν στε ρεὰν πληγήν, κἂν ἐπὶ τοῦ δικαίου δὲ λαμβάνηται, μετὰ τὰς πληγὰς γίνεται πάλιν ἴασις. «γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν»· οὐ γὰρ μένει ἡ πληγή, ἀλλὰ παρέρχεται. «Διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε». ταῦτα πάλιν λέγεται πρὸς ἕκαστον, ὃν παρακαλέσει ὁ θεὸς ἐπι στρέψαι πρὸς αὐτόν. μυστήριον δέ μοι δοκεῖ ἐνταῦθα δηλοῦσθαι ἐν τῷ «ἀποκαταστήσω σε». οὐδεὶς ἀποκαθίσταται εἴς τινα τόπον μη δαμῶς ποτε γενόμενος ἐκεῖ, ἀλλ' ἡ ἀποκατάστασίς ἐστιν εἰς τὰ οἰκεῖα. οἷον ἔξαρθρόν μου ἐὰν γένηται
Whether he prophesies the cross of the Lord (for the cross is a solid wound, as far as those who crucify him are concerned), or it is said concerning all the righteous in whom he receives a solid wound, or you hear this also concerning the prophet (for he too has suffered the things recorded in the prophecy), it admits the same meaning according to the expression that says: "My wound is solid." "From where shall I be healed?" Even if the Savior says, "From where shall I be healed?" he prophesies the resurrection from the dead after the solid wound; and even if it is taken concerning the righteous man, after the wounds healing comes again. "Becoming, it became to me like false water, having no faith"; for the wound does not remain, but passes away. "Therefore thus says the Lord: If you return, and I will restore you." These things again are said to each one whom God will exhort to return to him. And a mystery seems to me to be revealed here in the phrase "I will restore you." No one is restored to a place where he never at any time was, but the restoration is to one's own proper place. For example, if my joint becomes dislocated
μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι πάλιν ἐν τῇ πατρίδι εἶναι κατὰ τοὺς νόμους, ἀπεκατέστη ἐπὶ τὴν πατρίδα τὴν ἑαυτοῦ. τὸ αὐτὸ νόει μοι καὶ ἐπὶ στρατιώτου ἐκβληθέντος ἀπὸ τῆς ἰδίας παρατάξεως καὶ ἀποκαθισταμένου. λέγει οὖν ἐνθάδε πρὸς ἡμᾶς τοὺς ἀποστρέψαντας ὅτι, ἐὰν ἐπιστρέψωμεν, ἀποκαταστήσει ἡμᾶς. καὶ γὰρ τὸ τέλος τῆς ἐπαγγελίας τοιοῦτόν ἐστιν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται ἐν τῷ «ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ ἀπ' αἰῶνος προ φητῶν» ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 15. Εἰς τὸ «οἴμοι ἐγώ» πάλιν ἄλλως, μέχρι τοῦ «ἐπι κατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ». Ὁμιλία ιεʹ. Οἱ μακαρίζοντες τοὺς προφήτας καὶ τῷ μακαρίζειν αὐτοὺς εὐχόμενοι τὴν μερίδα ἔχειν μετὰ τῶν προφητῶν συναγαγόντων ἀπὸ τῶν λόγων τῶν προφητικῶν τὰ ἐξαίρετα τῆς προφητείας αὐτῶν· ζητοῦντες οὖν πεισθεῖεν ἄν, ἂν κατὰ τὰ αὐτὰ βιώσωσιν (εἰ καὶ σκληρὸν αὐτοῖς ἀπαντήσεται ἐν τῷ βίῳ τούτῳ μιμεῖσθαι τὸν βίον τὸν προφητικόν), ὅτι τεύξονται τῆς ἀναπαύσεως καὶ τῆς μακαριότητος μετὰ τῶν προφητῶν.
a limb, the physician attempts to effect the restoration of what is dislocated. When someone is outside his homeland, whether justly or unjustly, and then receives back the ability to be again in his homeland according to the laws, he has been restored to his own homeland. Understand the same to me also in the case of a soldier expelled from his own battle line and being restored. He says therefore here to us who have turned away that, if we turn back, he will restore us. For indeed the end of the promise is of such a kind, as is written in the Acts of the apostles in the passage "until the times of the restoration of all things of which God spoke through the mouth of his holy prophets from of old" in Christ Jesus, to whom is the glory and the dominion forever and ever. Amen. 15. On "Woe is me" again in another way, up to "cursed is the man who has his hope in man, and will make flesh his arm." Homily 15. Those who call the prophets blessed and in calling them blessed pray to have their portion with the prophets, having gathered from the prophetic words the excellent things of their prophecy—seeking, then, they might be persuaded, if they live according to the same things (even if it will be hard for them in this life to imitate the prophetic life), that they will obtain the rest and the blessedness with the prophets.
πολλαχόθεν μὲν οὖν ἔστι συναγαγεῖν τὰ ἐξαίρετα τῶν προφητῶν, τὸ ἐλεύθερον αὐτῶν, τὸ εὔτονον, τὸ ἐγρηγορός, τὸ διεγηγερμένον, ὅτι οὐκ ἐφρόντιζον ἐν ταῖς περιστάσεσι γινόμενοι διὰ τὴν ἐλευθερίαν, μόνον ἵνα ἐλέγξωσιν, ἵνα ἐπιστρέψωσιν ὡς [οἱ] προ φῆται ἐκ τοῦ μετὰ παρρησίας τὸν λόγον τοῦ θεοῦ λέγειν ἐπιπληκτικῶς τῶν ἁμαρτανόντων, εἰ καὶ ἐδόκουν μεγάλα δύνασθαι οἱ ἐλεγχόμενοι. πλὴν εἰ καὶ πανταχόθεν ἔστι τοῦτο ποιεῖν, ἴδωμεν καὶ ἐκ τῶν σήμερον ἀναγνωσθέντων. Πολλοὺς ἤλεγξεν ὁ προφήτης καὶ πρὸς πολλοὺς εἶπεν ὁ προφήτης· καὶ γὰρ γέγονε κατὰ ἁμαρτωλοὺς γενομένους, ὡς δῆλον ἐκ τοῦ τὴν αἰχμαλωσίαν γεγονέναι κατὰ τοὺς χρόνους αὐτοῦ. πολλοὺς ἐλέγξας, ὑπὸ πολλῶν κριθεὶς φθέγγεταί τινα τοιαῦτα. πρῶτον γὰρ ἀπὸ τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρό τερον ἀναλάβωμεν εὐτονίαν καὶ ἐλευθερίαν καὶ δύναμιν καὶ παρρησίαν προφήτου. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» ὦ μῆτερ, ὡς τί με γεγέννηκας ἄνδρα δικαζόμενον πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς καὶ δια κρίνεσθαι πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; προέκειτο γὰρ τῷ προφήτῃ καὶ τούτῳ καὶ τῷ Ἡσαΐᾳ καὶ τοῖς λοιποῖς τὸ προφητικόν, διδάσκειν, ἐλέγχειν καὶ ἐπιστρέφειν. προέκειτο τοιγαροῦν καὶ τούτῳ τῷ προφήτῃ διακρίνειν, ἐλέγχειν, δικάζειν δυναμένῳ καὶ δικάζεσθαι μετὰ τῶν ἁμαρ τωλῶν, ἐλέγχειν τὰ ἁμαρτήματα τοῦ λαοῦ. καὶ ὅσα αὐτοῖς πεποιή κασιν οἱ ἀπὸ τοῦ λαοῦ, τί δεῖ καὶ λέγειν;
From many sides, then, one can gather the excellent qualities of the prophets: their freedom, their vigor, their wakefulness, their alertness—that they did not worry when they found themselves in difficult circumstances, because of their freedom, only that they might convict, that they might convert, as the prophets did by speaking the word of God with boldness, reproachfully against those who sin, even if those being reproved seemed to have great power. But although it is possible to do this from every side, let us also look at what was read today. The prophet reproved many and spoke to many; for it happened against those who had become sinners, as is clear from the fact that the captivity occurred in his times. Having reproved many, judged by many, he utters certain things of this sort. For first let us look at the prophetic word, then also by way of spiritual interpretation, if we first take up the vigor and freedom and power and boldness of a prophet. "Woe is me, mother, as what kind of man did you bear me—one who is judged and disputed in all the earth?" O mother, as what kind of man have you given birth to me—one who is judged against all those on the earth and disputes against all those on the earth? For there lay before the prophet, both this one and Isaiah and the rest, the prophetic task: to teach, to convict, and to convert. There lay before this prophet, therefore, who was able to judge, convict, and dispute, and to be judged with sinners, to convict the sins of the people. And what need is there to speak of all that those from the people did to them?
ἄλλον ἐλιθοβόλησαν, ἄλλον ἔπρισαν, ἄλλον ἀπέκτειναν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου», τοῦτον εἰς λάκκον βορβόρου ἔβαλον ἐλεγχόμενοι. καὶ ἐπὶ πᾶσιν ὁ σωτὴρ ἡμῶν τοῦτο πεποίηκε καὶ κρειττόνως γε ἢ οὗτοι, ἅτε κύριος προφητῶν ὤν. καὶ γάρ, εἴπερ αὐτὸς ἐμαστιγώθη καὶ ἐσταυρώθη καὶ παρεδόθη ὑπὸ τῶν Ἰουδαίων ἢ ὑπὸ τῶν διδασκάλων τῶν Ἰουδαίων καὶ τοῦ ἡγουμένου τοῦ λαοῦ, εἶπεν· «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί»· καὶ ἐπιλέγει καθ' ἕκαστον «οὐαί» καὶ «διὰ τοῦτο» τόδε καὶ τόδε. καὶ ἡμεῖς οὖν, εἰ σπουδάζομεν ἐπὶ τοὺς μακαρισμοὺς τῶν προφητῶν, ταὐτὰ ποιήσωμεν, ὥστε, διὰ τὸ λέγειν καὶ διὰ τὸ κρι θῆναι πρὸς πολλοὺς ἀνθρώπους, καὶ εἰπεῖν· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» Κυριώτερόν γε τοῦτο δύναται τὸ προφητικὸν εἶναι ἀναφερό μενον ἐπὶ τὸν σωτῆρα. ἔστω γὰρ τὸν προφήτην τοῦτο λέγειν, ἀλλ' οὐκ ἀληθῶς τοῦτο ἐρεῖ, ἀλλὰ τάχα ὑπερβολικῶς· οὐ γὰρ διεκρίθη πρὸς πᾶσαν τὴν γῆν. ἐὰν δὲ ἔλθω πρὸς τὸν σωτῆρά μου καὶ κύριον, καὶ μάλιστα διὰ τὸ «εἰς κρίσιν ἥξει» καὶ τὸ «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε», ὄψομαι ὅτι
They stoned one, they sawed another, they killed another "between the temple and the altar," and this one they threw into a pit of mire when they were convicted. And above all these, our Savior did this, and better than they did, inasmuch as he is Lord of the prophets. For indeed, if he himself was scourged and crucified and handed over by the Jews, or by the teachers of the Jews and the leader of the people, he said: "Woe to you, scribes and Pharisees, hypocrites"; and he adds in each case "woe" and "therefore" this and that. And so we too, if we are eager for the blessings of the prophets, let us do the same things, so that, through speaking and through being judged before many people, we may also say: "Woe is me, mother, that you have borne me a man who is judged and disputed in all the earth?" This prophetic saying can more properly be referred to the Savior. For let the prophet say this, but he will not say it truthfully, but perhaps hyperbolically; for he was not disputed before all the earth. But if I come to my Savior and Lord, and especially because of "he will come for judgment" and "so that you may be justified in your words, and prevail when you are judged," I will see that
ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» οὐ δύναται προφήτης τὸ «πάσῃ τῇ γῇ» λέγειν. Ἀλλὰ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν οἶδα φιλοῦν τας, καὶ οὐ μόνον φιλοῦντας ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι οὐχὶ ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ «οἴμοι ἐγώ, μῆτερ»; «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «ἡ ψυχή μου τετάρακται», καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ», ἢ ὅταν ἀπόλωλεν ἐπιφυλλὶς τοῦ εὑρεῖν βότρυν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». τίς ἐκεῖ λέγει τὸ «οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ»; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ' οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς νομιζομένοις εἶναι ἀπὸ τῆς ἐκκλησίας, θρηνεῖ καὶ πενθεῖ ἡμῶν τὰ ἁμαρτήματα λέγων· «οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην». ἕκαστος ἡμῶν ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν;
My Savior and Lord is about to stand before the Father, being judged together with all of us men. And he is judged together with all men. I say: he is judged, he himself is examined, and he stood up to avenge the truth, yet not as an accuser. "Woe is me, mother, that you bore me a man who is judged and contended with in all the earth!" A prophet cannot say "in all the earth." But I know that you love our Lord and Savior Jesus Christ, and not only love but also cherish him, and are indignant and say that it is not the Savior who says this, because the voice is not in accordance with the Son of God. But it must be shown that "Woe is me, mother" is not foreign to the Son of God: "My soul is deeply grieved, even to death," and "My soul is troubled," and the things said in the prophets likewise and here: "Woe is me, mother, that you bore me a man who is judged and contended with in all the earth," or when the gleaning of grapes has perished: "Woe is me, soul, for the devout one has perished from the earth, and among men there is none who sets things right." Who is it there who says, "Woe is me, for I have become like one gathering stubble in the harvest"? For is the prophet gathering and does he wish to gather? For does the prophet have a field? But it belongs to no one to gather all things from the harvest and from what has been sown, except to the Lord and Savior Jesus Christ. Since, then, there are many falls among the Gentiles, but also among us who are thought to be from the church, he laments and mourns our sins, saying: "Woe is me, for I have become like one gathering stubble." Let each of us examine himself: is he a stalk of grain?
ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁμαρτίαι ἡμῶν πολλαί εἰσιν ἐφ' ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· «οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ». ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται... καὶ ὡς ἄμπελος «ἐν τόπῳ πίονι», καὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν», «ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν». ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίς ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίς ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; «κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ». Ταῦτα ὡς ἐν παρεκβάσει μοι εἰρήσθω εἰς τὸ «οἴμοι ἐγὼ μῆτερ». ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς τοῦ σωτῆρος ἡμῶν θειότητος, καθορῶν τος τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ «οἴμοι», τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ' ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ' ᾗ ψυχή, ἐκεῖνο παρεθέμην τὸ προφητικόν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;» ἀλλὰ ἐφ' ἡμῖν μὴ λεγέτω τὸ «οἴμοι», ἐφ' ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν.
Will the Son of God find in it anything to glean or reap? We shall find that we are blighted by the wind; if then we still have a little in ourselves, two or three grains, our sins are many upon us. Seeing therefore also the churches, which bear the name, filled with sinners, he says: "Woe is me, for I have become as one who gathers stubble in the harvest and as a gleaning in the vintage." He came seeking fruit in the vineyard; for each of us is planted... and as a vine "in a fat place," and "he brought out a vine from Egypt," "but I planted you a fruitful vine, wholly true." He comes, he seeks how to glean; he finds a certain gleaning and small clusters, neither flourishing nor many. Who among us has clusters of virtue? Who among us has the offspring of God? "O Lord our God, how wonderful is your name in all the earth." Let these things be said by me as a digression upon "Woe is me, my mother." Since it is not alien to the divinity of our Savior, when he beholds the sins of men, now to say "Woe is me"—of the Savior not insofar as he is God but insofar as he is man, not insofar as he is Wisdom but insofar as he is soul—I have cited that prophetic passage: "Woe is me, my soul, for the godly one has perished from the earth, and among men there is none who sets things right." The blessed soul came to human life, took up a body on behalf of men. If it sees sins, it says to the Father: "What profit is there in my blood, in my going down to corruption? Will dust confess you?" But over us let it not say "Woe is me," over us let not the angels of the heavens say it.
τοῦ σωτῆρος ἡμῶν λέ γοντος τὸ «οἴμοι» καὶ αὐτοὶ ἐροῦσιν «οἴμοι»· οὐ γὰρ κρείττονές εἰσι τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ' οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ «οἴμοι», ἀλλὰ μακαρίζονται· «χαρὰ» γὰρ «ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας». ταῦτα ἐν παραμυθίᾳ. «Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;» τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ «ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ» καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ
οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι καὶ ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς». «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν». καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἡμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον † πόσα πεποιήκασι χειρόγραφα; «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», οὐκ ἐποίησε χειρόγραφον.
While our Savior says "Woe is me," they too will say "Woe is me"; for they are not better than our Savior, and they themselves see our failings. But blessed are those over whom the angels will not say "Woe is me," but rather they are called blessed; for "there is joy in heaven over one sinner who repents than over ninety-nine who have no need of repentance." These things are said for consolation. "Woe is me, mother, that you bore me as what?" Whom does he call mother? Can he not, among women, mean both the soul and Mary? But if someone accepts the saying "Just now my mother, the Holy Spirit, took me and carried me up to the great mountain Tabor" and what follows, he can see his mother. "Woe is me, mother, that you bore me as a man who is judged and disputed in all the earth?" He is judged in all the earth and disputed, and he will say to each one: I have done such and such things, and my dispensation has accomplished such and such things, and for your salvation I endured. When the Savior says these things, what shall we do? For he will be disputed in all the earth. I wish to see what follows. It can be referred both to the prophet, in one interpretation, and to the Savior. Let us see also what follows: "I have owed nothing, nor has anyone owed me anything." "The ruler of this world comes, and he has nothing in me." And truly he owed nothing. But each of us is a debtor through his sins and is a debtor holding a handwritten bond. After his handwritten bond was blotted out † how many handwritten bonds have they made? "He who committed no sin, nor was deceit found in his mouth," did not make a handwritten bond.
τί δὲ καὶ τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε ἑκατέρως ἔστι διηγήσασθαι τὸν τόπον. πῶς μέντοι «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; ὥστε οὐκ ὠφείλησεν αὐτῷ «οὐδὲ εἷς», πᾶσι τὰ ὀφει λήματα αὐτῶν ἀφῆκεν. «ἀνθρώπῳ δανειστῇ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόν των αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο». θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντή κοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰουδαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχα ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ' οἷς καὶ λέγεται τὸ ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετανοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ' ἐκείνην ἀνα φέρεται; ἐκ τοῦ «καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ», πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· «ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα» καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς», ὃ ἦν ἀναγ καῖον παραστῆσαι ὑμῖν. «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». εἰ καὶ ἀπέθανεν «ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ».
What then is this, "No one has owed me anything"? How shall we explain "No one has owed me anything" in the case of the Savior? Even if we have read it so, we must also know that most of the copies of the edition of the Seventy do not have it so, and later, after examining the remaining editions as well, we recognized that it is a scribal error. And yet the passage can be explained in either way. How then "No one has owed me anything"? So that no one owed him anything, he forgave all their debts. "A certain creditor had two debtors: one owed five hundred denarii, and the other fifty. When they could not pay, he forgave them both." Do you wish to see the two debtors, the one owing the five hundred and the one owing the fifty? From two peoples they have believed in God: the people from the Jews, unbelieving in Christ, owes the fifty; perhaps we from the Gentiles, who have become the most impious of all, owe the five hundred, regarding which is also said the thing about that prostitute who repented. And yet someone might say, how are the five hundred referred to her? From "And what sort of woman is she who touches him," to which he said to Simon: "A certain creditor had two debtors. One owed five hundred denarii, the other fifty," and so on. This is because of "I have not owed, nor has anyone owed me," which it was necessary to set before you. "I have not owed, nor has anyone owed me; my strength has failed among those who curse me." Even if he died "from weakness, yet he lives by the power of God.
Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ' οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐπείγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγνωσθὲν τὸ «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἐκ τοῦ † τοὺς νομίζοντας ὅτι ἄν θρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς «ὁ μονογενής», «ὁ πρωτότοκος πάσης κτίσεως»)· «ἐπικατάρατος» γὰρ «ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ' ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ἂν ὅτι οὐκ ἐπ' ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄν θρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ οἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι' οὗ «ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι». «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν–ἀλλ' εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. «εἰ» γὰρ «καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν», φησὶν ὁ ἀπόστολος. ἐγὼ δι' αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες». οὐκοῦν ὡς «πρωτότοκος» ἐστὶν «ἐκ τῶν νεκρῶν», οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών.
Then, after many words had passed, it was possible to speak also about each of the things said, but there is no room, since time presses. So let us speak to what was read next: "Cursed is the man who has his hope in man." From this † those who think that the Savior, the Son of God, was a man (for they dared, along with the many human evils, to say this also: that the "only-begotten," the "firstborn of all creation," is not God); for "cursed is he who has his hope in man." It is clear that those who have their hope in man are cursed. I would say that I do not have my hope in man, hoping in Christ Jesus—I do not know a man. Not only do I not know a man, but I know Wisdom, the very righteousness, a man through whom "all things were created in the heavens and on the earth, whether visible or invisible, whether principalities or powers." "Cursed is the man who has his hope in man." Even if the Savior testifies that the one he wore was a man—but even if he was a man, yet now he is in no way a man. For "even if we knew Christ according to the flesh, yet now we no longer know him," says the apostle. Through him I am no longer a man, if I follow his words; but he says: "I said: you are gods and all sons of the Most High." Therefore, just as he is "firstborn from the dead," so he has become firstborn of all men, having been transformed into God.
«ἐπικατάρατος» τοίνυν «ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ», ὅστις ἂν κυρώσῃ τὰ σάρκινα, ὅστις τὴν ἰσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ' ὁ ἅγιος· οὐχ οὕτως ἐστίν· «οὐ γὰρ στηρίζει σάρκα βραχίονος αὐτοῦ», «πάντοτε» γὰρ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» αὐτοῦ ἔχει, καὶ νεκροῖ «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορ νείαν,
ἀκαθαρσίαν». νεκρώσας ταῦτα «οὐ στηρίζει σάρκα τοῦ βραχίονος αὐτοῦ». «ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ ἀξιώμασιν. ὁ δεῖνά μου φίλος ἐστὶν ἑκατόνταρχος, ἐπίτροπός ἐστιν· ὁ δεῖνά μου φίλος καὶ πλούσιός ἐστι καὶ παρέχεταί μοι. ἔπειτα καὶ πρὸς τὸν τοιοῦτον λέγεται τοῦτο· «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἐπ' οὐδένα ἄνθρωπον ἐλπίζομεν, κἂν δοκῶσιν ἡμῶν εἶναι φίλοι· οὐ γὰρ ἐπ' αὐτοὺς ἀλλ' ἐπὶ κύριον ἡμῶν ἐλπίζομεν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 16. Εἰς τὸ «ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος» μέχρι τοῦ «ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν». Ὁμιλία ι ʹ. Ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὁ σωτὴρ ἡμῶν ἐληλυθέναι παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἑωρακέναι «Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς». εἶτά φησιν ὁ λόγος ὅτι ὁ σωτὴρ ἰδὼν αὐτοὺς εἶπε· «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Cursed," therefore, "is the man who has his hope in man, and makes flesh his arm," whoever ratifies the things of the flesh, whoever acquires bodily strength, and wages war according to the flesh. But the saint is not so; for "he does not make flesh his arm," for he always "carries in his body the dying of Jesus," and puts to death "the members that are upon the earth: fornication, uncleanness." Having put these to death, "he does not make flesh his arm." "Cursed is he who has his hope in man." At the same time, this is directed against those who place their hope in positions of rank. So-and-so is my friend, he is a centurion, he is a procurator; so-and-so is my friend and is rich and provides for me. Then to such a person this is also said: "Cursed is the man who has his hope in man." We place our hope in no man, even if they seem to be our friends; for we hope not in them but in our Lord, who is Christ Jesus, to whom be the glory and the power unto the ages of ages. Amen. 16. On "Behold, I send many fishers, says the Lord," as far as "the sin of Judah is written with an iron pen, engraved with a diamond point upon the tablet of their heart." Homily 10. It is recorded in the Gospel according to Matthew that our Savior came to the sea of Galilee and saw "Simon and Andrew his brother, casting a net into the sea, for they were fishers." Then the account says that the Savior, seeing them, said: "Come after me, and I will make you fishers of men.
οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ». καὶ πεποίηκεν ὁ Ἰησοῦς αὐτοὺς ἐπὶ ἀνθρώπων ἀναλαβεῖν τὸ ἁλιεύειν. καὶ «ἄλλους δὲ δύο ἀδελφοὺς εὗρεν, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ τοῦ πατρὸς καταρτίζοντας τὰ δίκτυα· καὶ τούτους ἐκάλεσεν» ἐπὶ τὴν αὐτὴν ἐπιστήμην, πεποίηκε δὲ κἀκείνους ἁλιεῖς ἀνθρώπων. καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην ἣν ἐδίδαξεν ὁ Ἰησοῦς, ὄψεται τίνα τρόπον οὐ μόνον τότε ἀλλὰ καὶ νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παι δεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖν αὐτῆς τὰ πικρὰ κύματα. Ἀλλ' ἐκεῖνοι οἱ ἰχθύες οἱ ἄψυχοι ἀνελθόντες ἐν ταῖς σαγήναις καὶ ἐν τοῖς ἀμφιβλήστροις καὶ ἐν τοῖς δικτύοις ἢ ἐν τοῖς ἀγκίστροις, ἀποθνῄσκουσι θάνατον οὐχὶ διαδεχομένης ζωῆς τὸν θάνατον. ὁ δὲ συλληφθεὶς ὑπὸ τῶν ἁλιέων Ἰησοῦ καὶ ἀνελθὼν ἀπὸ τῆς θαλάσσης, καὶ αὐτὸς μὲν ἀποθνῄσκει, ἀποθνῄσκει δὲ τῷ κόσμῳ, ἀποθνῄσκει τῇ ἁμαρτίᾳ, καὶ μετὰ τὸ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ ἁμαρτίᾳ ζωο ποιεῖται ὑπὸ τοῦ λόγου τοῦ θεοῦ καὶ ἀναλαμβάνει ἄλλην ζωήν. ὡσεὶ ἐδύνω καθ' ὑπόθεσιν νοῆσαι τὴν τοῦ ἰχθύος ψυχὴν μεταβάλλουσαν μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ ἰχθυακοῦ καὶ γινομένην τι κρεῖττον παρ' ἰχθῦν (παράδειγμα ἔλαβον, μὴ ἀφορμάς τις λαμβανέτω † ὧν οὐκ ἤκουσε), τοιοῦτον δή τι νοήσεις.
But they left the nets and followed him. And Jesus made them take up the fishing of men. And he found two other brothers, James the son of Zebedee and John his brother, in the boat with their father, mending the nets; and he called them to the same knowledge, and he made those also fishers of men. And if anyone has considered those who have from God the grace of the word, woven like nets and composed from the sacred Scriptures like a casting-net, so as to cast the mesh around the souls of the hearers, and has also considered this being done skillfully according to the knowledge that Jesus taught, he will see in what way not only then but also now our Savior sends fishers of men, having trained them, so that we may be able to come up from the sea and escape its bitter waves. But those soulless fish that come up in the dragnets and in the casting-nets and in the nets or on the hooks die a death that is not followed by life. But the one caught by the fishers of Jesus and brought up from the sea also dies, but he dies to the world, he dies to sin, and after dying to the world and to sin he is made alive by the word of God and takes up another life. As you could, by hypothesis, conceive the soul of a fish changing after it comes out of the fish's body and becoming something better than a fish (I have taken an example; let no one take occasion from things he has not heard), you will understand something of this sort.
ἀνελήλυθας ἀπὸ τῆς θα λάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα βάλλεις τὴν ψυχήν, οὐκέτι ἰχθῦς εἶ διατρίβων ἐν τοῖς ἁλμυροῖς τῆς θαλάσσης κύμασιν, ἀλλ' εὐθέως σου μεταβάλλει ἡ ψυχὴ καὶ μετα μορφοῦται καὶ γίνεται κρεῖττόν τι καὶ θειότερον παρ' ὃ ἦν τὸ πρό τερον. ὅτι δὲ μεταμορφοῦται καὶ μεταβάλλεται, ἄκουε Παύλου λέ γοντος· «ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος». καὶ μεταμορφωθείς γε οὗτος ὁ ἰχθῦς ὁ ὑπὸ τῶν ἁλιέων Ἰησοῦ συλληφθείς, καταλιπὼν τὰς ἐν θαλάσσῃ διατριβάς, διατριβὰς ποιεῖται ἐν ὄρεσιν, ὥστε αὐτὸν δεη θῆναι οὐκέτι ἁλιέων τῶν ἀναγόντων αὐτὸν ἀπὸ θαλάσσης, ἀλλὰ δευτέρων τινῶν, οἳ ὀνομάζονται θηρευταί, οἵτινες θηρεύουσιν «ἀπὸ παντὸς ὄρους καὶ ἀπὸ παντὸς βουνοῦ». Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἐξόδου ἐπιστῇ, πεμφθῶσιν οἱ πολλοὶ θηρευταί, ἕτεροι παρὰ τοὺς ἁλιεῖς. τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ [ἐπι]τεταγμένοι ἐπὶ τὸ παραλαμ
You have come up from the sea, having fallen under the nets of Jesus' disciples; having come out, you change your soul. You are no longer a fish, lingering in the salty waves of the sea, but immediately your soul is changed and transformed and becomes something better and more divine than it was before. And that it is transformed and changed, hear Paul saying: "But we all, with unveiled face, beholding as in a mirror the glory of the Lord, are being transformed into the same image from glory to glory, just as from the Lord, the Spirit." And this fish, having been transformed, which was caught by the fishermen of Jesus, leaving its lingering places in the sea, makes its dwelling in the mountains, so that it no longer needs fishermen to bring it up from the sea, but certain second ones, who are called hunters, who hunt "from every mountain and from every hill." Having come up, therefore, you from the sea and having been caught in the nets of Jesus' disciples, change from the sea, forget it, come to the mountains—the prophets—and to the hills—the righteous—and make your dwelling there, so that after these things, when the time of your departure is at hand, the many hunters may be sent, different from the fishermen. And who might these be but those appointed to receive
βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού, ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ». εἴπερ οὖν θέλεις συλληφθῆναι ὑπὸ τῶν θηρευτῶν, ὅρα μὴ τὰς διατριβὰς ποιήσῃ ἐν ταῖς κοιλάσι μηδὲ κάτω που διατρίψῃς, ἀλλὰ ζήτει τὰ ὄρη. ἀνάβα εἰς τὸ ὄρος ὅπου Ἰησοῦς μετεμορφώθη, ἀνάβα εἰς τὸ ὄρος ἐφ' οὗ «ἰδὼν τοὺς ὄχλους ἀναβέβηκεν» ὁ Ἰησοῦς, καὶ ἠκολούθησαν αὐτῷ οἱ μαθηταί, ἔνθα «ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδαξε λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν» καὶ τοὺς ἑξῆς τούτων μακαρισμούς. Καὶ οὐκ ἔξεστί γε τούτοις τοῖς θηρευταῖς ἀλλαχόθεν συλλαβεῖν ἢ ἀπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν. ταῦτα γὰρ τὰ τρία λέλεκται ἐν τῷ προφήτῃ· «ἀποστελῶ γὰρ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν». πόθεν οὖν νοήσω τὰς πέτρας καὶ τὰς ἐν ταῖς πέτραις τρυμαλιάς; ἔρχομαι ἐπὶ τὴν Ἔξοδον, ζητῶ ἴχνος εὑρεῖν διηγήσεως τῶν τρυμα λιῶν τῶν πετρῶν, εὑρίσκω Μωσέα ἐκεῖ βουλόμενον γνῶναι τὸν θεόν, καὶ τὸν θεὸν ἐπαγγελλόμενον αὐτῷ καὶ λέγοντα· «ἰδού, θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ κατανοήσεις μου τὰ ὀπίσω· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι».
...the souls that are on the hills, the ones that are not lying low? And see whether the prophet, saying these things, has not cried out mystically and set forth this meaning in the words "Behold, I send many fishers, says the Lord, and they shall fish them; and after this I will send many hunters, and they shall hunt them upon every mountain and upon every hill." If, then, you wish to be caught by the hunters, see that you do not spend your time in the valleys, nor linger somewhere below, but seek the mountains. Go up to the mountain where Jesus was transfigured; go up to the mountain on which Jesus, "having seen the crowds, went up," and his disciples followed him, where "having opened his mouth he taught, saying: Blessed are the poor in spirit, for theirs is the kingdom of heaven," and the beatitudes that follow these. And it is not permitted for these hunters to catch from anywhere else than from the mountains and the hills and from the holes of the rocks. For these three things have been spoken in the prophet: "For I will send many hunters, and they shall hunt them upon every mountain and upon every hill and from the holes of the rocks." From where, then, shall I understand the rocks and the holes in the rocks? I come to Exodus, I seek to find a trace of the narrative of the holes of the rocks, I find Moses there wishing to know God, and God promising him and saying: "Behold, I will place you in a cleft of the rock, and you shall behold my back parts; but my face shall not be seen by you.
ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τῆς πέτρας, τίνα τρόπον ὁ ἐπὶ τῆς πέτρας στὰς καὶ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν. τίς οὖν ἐκείνη ἡ πέτρα ἡ μία; «ἡ πέτρα δὲ ἦν ὁ Χριστός»· «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας», καὶ «ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου» ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ λέγεται Ψαλμῷ. τίς ἡ ὀπὴ ἡ ἐν τῇ πέτρᾳ; ἐὰν ἴδῃς τὴν Ἰησοῦ ἐπιδημίαν, ὅλον αὐτὸν νοήσας πέτραν, ὄψει τὴν ὀπὴν κατὰ τὴν ἐπιδημίαν αὐτοῦ, δι' ἧς ὀπῆς θεωρεῖται τὰ μετὰ τὸν θεόν. τοιοῦτον γὰρ νοεῖται ἐν τῷ «καὶ ὄψει τὰ ὀπίσω μου». Ἀλλ' εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος ἔχει ὀπὴν δι' ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομένων ὑπ' αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν. ἀφ' ἧς ὀπῆς ἢ τρυμαλιᾶς ὄψει διὰ μὲν Μωσέως τὸν νόμον, διὰ δὲ Ἡσαΐου τὴν προφητείαν αὐτοῦ, διὰ δὲ Ἱερεμίου ἄλλους λόγους θεοῦ. εἰ δὲ καὶ ἄγγελος ἔσται λαλῶν, ὡς ἐλάλησε κατὰ τὸ εἰρημένον ἐν τῷ «ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί», κἀκεῖ ἵσταμαι ἐπὶ τοῦ ἀγγέλου, καὶ βλέπω κἀκεῖ πέτραν καὶ ὀπὴν πέτρας καὶ βλέπω ἀγγελικῶς τὸν θεόν.
If you understand the rock there and see the hole of the rock there, in what way the one who stands on the rock and sees the hole in the rock sees God through the hole of the rock, you will see also the many rocks and their holes. What then is that one rock? "The rock was Christ"; "for they drank from a spiritual rock that followed," and "he set my feet upon a rock" is said in the thirty-ninth Psalm. What is the hole in the rock? If you see the sojourn of Jesus, understanding him wholly as a rock, you will see the hole in his sojourn, through which hole the things that are after God are contemplated. For such a meaning is understood in "and you shall see my back." But I have found one hole of one rock; I pass in my discourse from the hole to the cleft of the rock; I seek also the many rocks. If I come to the chorus either of the prophets or of the apostles or also of the holy angels who have advanced higher, I say that all who are imitators of Christ, as he is a rock, become rocks. And just as he has a hole through which the back parts of God are perceived, in the same way each one who gives a way for God to be understood through the words spoken by him makes in himself a hole, or if you wish to name it otherwise, a cleft. From which hole or cleft you will see through Moses the law, through Isaiah his prophecy, through Jeremiah other words of God. And if an angel also speaks, as he spoke according to what is said in "the angel who spoke in me," there too I stand upon the angel, and I see there also a rock and a hole of a rock, and I see God in an angelic manner.
ἀλλὰ παραδείγματός μοι χρεία, ἵνα παραστήσω, πῶς ἔστιν ἐλθόντα ἐπὶ ἄγγελον καὶ δι' ἀγγέλου τὸν θεὸν ἰδεῖν. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ· «ὤφθη ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου τῷ Μωσεῖ. καὶ ὁρᾷ Μωσῆς, ὅτι ὁ βάτος καίεται πυρί, καὶ ὁ βάτος οὐ κατακαίεται». καὶ οὐκ εἶπεν ἡ γραφή, ὥσπερ εἶπε κατὰ τὴν ἀρχὴν ὅτι «ὤφθη ἄγγελος», οὕτως εἶπεν ὅτι ἄγγελος κυρίου, ἀλλ' «ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». ἦν οὖν ἐκεῖ ὁ θεὸς ἐν τῷ ἀγγέλῳ θεωρούμενος, ὡς διὰ τῆς πέτρας θεὸς γινωσκόμενος καὶ τῆς ὀπῆς τῆς ἐν αὐτῷ. Οὐκ οἶδας οὖν, πότε πέμπονται οἱ θηρευταί. διὰ τοῦτο μηδέ ποτε ἀπὸ τῶν ὀρέων καταβῇς μηδὲ καταλίπῃς τοὺς βουνοὺς μηδὲ ἔξω γίνου τῶν τρυμαλιῶν τῶν πετρῶν· ἐὰν γὰρ ἔξω εὑρεθῇς, λεχθήσεταί σοι ὡς ἔξω τυγχάνοντι καὶ λέγοντι τὰ τῶν ἔξω· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται»; λεχθήσεται [σοι ταῦτα· λεχθήσεται] δέ σοι [καὶ] ταῦτα, ἐὰν φάσκῃς· «καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ
But I need an example, so that I may show how it is possible, having come to an angel and through an angel, to see God. For it is written in Exodus: "An angel of the Lord appeared in a flame of fire from the bush to Moses. And Moses sees that the bush burns with fire, and the bush is not consumed." And the Scripture did not say, just as it said at the beginning that "an angel appeared," so it said that it was an angel of the Lord, but "I am the God of Abraham and the God of Isaac and the God of Jacob." There, then, was God being seen in the angel, as God is known through the rock and the hole in it. Do you not know, then, when the hunters are sent? Therefore never go down from the mountains, nor leave the hills, nor be outside the holes of the rocks; for if you are found outside, it will be said to you, as one who is outside and speaks the things of those outside: "Fool, this night they demand your soul from you; and the things you have prepared, whose will they be?" And these things will be said to you, if you say: "I will pull down my storehouses and build greater ones, and I will say to my soul
μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν πετρῶν, πῶς πλανᾶται καὶ ἐν τῇ περὶ ἀγαθῶν κρίσει, οἰόμενος ταῦτα εἶναι ἀγαθά. διό φησι· «καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά». τὸν σῖτον καὶ τὴν εὐφορίαν τῶν γηΐνων ἀγαθὰ εἶναι νενόμικεν· οὐ γὰρ εἶδεν ὅτι τὰ ἀληθῶς ἀγαθὰ οὐκ ἔστιν ἐν τῇ κατηραμένῃ γῇ, ἀλλὰ τὰ ἀληθῶς ἀγαθά ἐστιν ἐν οὐρανῷ. ἐθησαύριζεν ἐπὶ γῆς, [καὶ] ἐπεὶ ᾤετο ἀγαθὰ εἶναι τὰ ἐπὶ γῆς. ἐὰν δέ τις μεταβῇ ἀπὸ τοῦ θησαυρίζειν «ἐπὶ γῆς», πειθόμενος τῷ Ἰησοῦ, εἰς τὸ θησαυρίζειν «ἐν οὐρανῷ», οὐ λεχθήσεται αὐτῷ· «ἄφρον, [τί] ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ», ἀλλ' ἐλθόντες οἱ θηρευταί, ζητοῦντες οὐ τὰ κάτω ἀλλὰ τὰ ἐν τοῖς ὄρεσι ζῶα, τὰ ἐν τοῖς βουνοῖς, τὰ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν σκεπαζόμενα, συλλήψονται ταῦτα καὶ ἀπάξουσιν αὐτὰ ἀπὸ τῆς θήρας ἐκείνης. ὅπου; ἐπὶ τὴν ἀνάπαυσιν τῶν ἁγίων καὶ μακαρίων ἐν Χριστῷ Ἰησοῦ. «Οἱ» γὰρ «ὀφθαλμοί μου» φησὶν «ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν». τῶν τοιούτων, τῶν ἐπὶ τὰ ὄρη τὰς διατριβὰς ποιουμένων καὶ ἐν τοῖς βουνοῖς καὶ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν, [καὶ] ἐπὶ τὰς ὁδοὺς πάσας ὁ θεὸς ἔχει τοὺς ὀφθαλμούς. «καὶ οὐκ ἐκρύβησαν ἀπὸ προσ ώπου μου» οἱ τοιοῦτοι· οἱ γὰρ φαῦλοι κρύπτονται ἀπὸ προσώπου τοῦ θεοῦ.
of you: "Soul, you have good things laid up for many years; rest, eat, drink, be merry." Do you see the one below the mountains, below the hills, outside the clefts of the rocks, how he wanders and in his judgment concerning good things, thinking that these are good? Therefore he says: "And I will say to my soul: Soul, you have good things laid up for many years." He has considered the grain and the abundance of earthly goods to be good; for he did not see that the truly good things are not in the cursed earth, but the truly good things are in heaven. He was storing up on earth, and because he thought that the things on earth were good. But if someone transfers from storing up "on earth," obeying Jesus, to storing up "in heaven," it will not be said to him: "Fool, this night they demand your soul from you," but the hunters will come, seeking not the creatures below but those in the mountains, those in the hills, those sheltered in the clefts of the rocks, and they will catch these and lead them away from that hunt. Where? To the rest of the saints and the blessed in Christ Jesus. For "My eyes" he says "are upon all their ways." Upon such people, those who make their abode on the mountains and in the hills and in the clefts of the rocks, and upon all their ways God has his eyes. "And they were not hidden from my face"—such people; for the wicked hide themselves from the face of God.
ἤκουσεν Ἀδὰμ μετὰ τὴν παράβασιν «τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν» καὶ ἐκρύβη, ὁ δὲ ἅγιος οὐ κέκρυπται, ἀλλ' ἔχει καρδίαν μετὰ παρρησίας τῆς κατὰ τὴν ἁγίαν πολιτείαν πρὸς τὸν θεόν. «ἐὰν» γὰρ «ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, ἔχει παρρησίαν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτώμεθα λαμβάνομεν παρ' αὐτοῦ». ὁ μὲν οὖν Ἀδὰμ εἰ καὶ ἥμαρτεν, οὐκ εἰς ὑπερβολὴν χαλεπὴν ἁμαρτίαν ἥμαρτεν· διὰ τοῦτο ἐκρύβη «ἀπὸ προσ ώπου τοῦ θεοῦ». ὁ δὲ ἁμαρτωλότερος αὐτοῦ Κάϊν καὶ ἀσεβέστατος ὁ ἀδελφοκτόνος τί πεποίηκεν; «ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ». ὥστε συγκρίσει κακῶν ἔλαττον εἶναι τὸ κρυβῆναι ἀπὸ προσώπου τοῦ θεοῦ· καὶ γὰρ οὗτος κρύπτεται οὐκ ἀπερυθριῶν, ἀλλ' αἰδούμενος τὸν θεόν. «οὐκ ἐκρύβησαν» οὖν «ἀπὸ προσώπου μου». οὗτοι, οἱ ταῦτα ποιήσαντες, ἐν ἁμαρτίαις ποτὲ γεγόνασι καὶ ἀπὸ ἁμαρτιῶν τῶν ἐν τῇ θαλάσσῃ ἡλιεύθησαν. ἵν' οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· «καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου». Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν ὡς ἀκό λουθα, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημά των· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευομένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα.
Adam heard after the transgression "the voice of the Lord God walking in the garden in the evening," and he hid, but the saint is not hidden, but has a heart with boldness toward God, in accordance with the holy way of life. For "if our conscience does not condemn us, we have boldness toward God, and whatever we ask we receive from him." Adam, then, even if he sinned, did not sin to an exceedingly grievous degree; therefore he hid "from the face of God." But Cain, more sinful than he and most impious, the fratricide—what did he do? "He went out from the face of God." So that, by comparison of evils, hiding from the face of God is the lesser; for he too hides, not from shamelessness, but out of reverence for God. "They did not hide," then, "from my face." These, who did these things, were once in sins and were fished out of the sins that are in the sea. So that those who were fished and afterward came to the mountains might not suppose that this happened to them because of righteousness, the word reminds not only them but also us of former sins. Therefore it is said after the benefits: "and their iniquities were not hidden before my eyes." What follows is going to create a struggle for us. For either we understand it as consistent, and we will take careful thought about the requital of our sins; or it seems not to be consistent with what was previously set out about those who are fished and hunted, and in this way it throws us into no ordinary struggle.
«καὶ ἀνταποδώσω» γάρ φησι «πρῶτον διπλᾶς τὰς ἀδικίας αὐ τῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ' αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλησαν τὴν κληρονομίαν μου». τὸ «πρῶτον» εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν κείμενον· «καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν», ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· «ἀφέωνταί σοι αἱ ἁμαρτίαι») μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειω θέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρ τάνειν τινὰ δεόντως πράττοιμεν,
For he says, 'And I will repay first their double iniquities and their sins, in which they profaned my land with the carcasses of their abominations and with their lawless deeds, with which they filled my inheritance.' Whether some of those who were written failed to understand the 'first' and removed it, or whether the Seventy managed to remove it, God would know. We, however, comparing with the other editions, found it written: 'And I will repay first their double iniquities,' so that it may be shown that even if they were worthy of blessedness through their second works, since they are human and have been in sins, they must first receive back their sins. And see whether the statement is not true. Who will not receive back his sins except the one who, after believing and receiving forgiveness of sins (so as to hear Jesus saying, 'Your sins are forgiven you'), no longer sins? But if after the forgiveness of sins and the dispensation of the washing of regeneration we should sin, as we the many who have not been perfected as the apostles were, and after sinning and along with sinning should do some things properly,
τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπολυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησόμεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν ἀνδραγαθημάτων; ἀλλ' οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν. ἔστω γάρ σε ᾠκοδομηκέναι, μετὰ τὸν θεμέλιον Χριστὸν Ἰησοῦν ὃν δεδίδαξαι, οὐ μόνον «χρυσὸν καὶ ἄργυρον καὶ λίθον τίμιον»–εἴγε ἔχεις χρυσὸν καὶ πολὺν χρυσὸν ἢ ὀλίγον· ἔστω σε ἔχειν ἄργυρον, λίθον τίμιον, οὐ μόνα δέ φημι ταῦτα, ἀλλ' ἔστω σε ἔχειν καὶ «ξύλα καὶ χόρτον καὶ καλάμην»–τί βούλει σοι γενέσθαι μετὰ τὴν ἔξοδον; πότερόν ποτε εἰσελθεῖν εἰς τὰ ἅγια μετὰ τοῦ ξύλου σου καὶ μετὰ τοῦ χόρτου σου καὶ τῆς καλά μης, ἵνα μιάνῃς τὴν βασιλείαν τοῦ θεοῦ; ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀπολαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου; οὐδὲ τοῦτο εὔλογον. τί οὖν; πρῶτον ἀκολουθεῖ ἀπολαβεῖν διὰ τὰ ξύλα τὸ πῦρ τὸ ἀναλίσκον [τὸ πῦρ] τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλάμην· ὁ θεὸς γὰρ ἡμῶν τῇ οὐσίᾳ λέγεται τοῖς συνιέναι δυνα μένοις πῦρ εἶναι καταναλίσκον. καὶ ἐσιώπησε μὲν τὸ τί καταναλίσκον ὁ προφήτης λέγων· «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον», ἡμῖν δὲ κατα λέλοιπε νοεῖν. ὅτι εἶπεν·
We must consider what awaits us. Is it that if we depart this life having sins, and also having good deeds, we shall be saved because of the good deeds, but be released from the penalty for sins committed knowingly? Or shall we be punished because of the sins, but receive no reward for the good deeds? But neither the one—I mean receiving the worse and not receiving the better—is in accordance with God's justice, nor is the other—I mean receiving the better and not receiving the worse—in accordance with God's justice, since he wishes to purify and cut out wickedness. For suppose you have built, after the foundation Christ Jesus whom you have been taught, not only "gold and silver and precious stone"—if indeed you have gold, and much gold or little; suppose you have silver, precious stone, and I do not speak of these alone, but suppose you also have "wood and hay and stubble"—what do you wish to happen to you after your departure? Is it to enter the holy places with your wood and with your hay and your stubble, so as to defile the kingdom of God? But again, do you wish to remain because of the hay, because of the wood, because of the stubble, in the fire and receive nothing for the gold and silver and precious stone? Nor is this reasonable. What then? First it follows that because of the wood you receive the fire that consumes the wood and the hay and the stubble; for our God is said, by his essence, to those able to understand, to be a consuming fire. And the prophet was silent as to what sort of consuming fire, when he said, "Our God is a consuming fire," but he has left it to us to understand. For he said:
«ὁ θεὸς πῦρ ἐστι καταναλίσκον», ἔστι τι τὸ καταναλισκόμενον. τί οὖν ἐστι τὸ καταναλισκόμενον; οὐ γὰρ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἀναλίσκει, οὐ τὸ ἴδιον κτίσμα καταναλίσκει, ἀλλὰ τὸν ἐποικοδομηθέντα χόρτον, τὰ ἐποικοδομηθέντα ξύλα, τὴν ἐποικοδομηθεῖσαν καλάμην. Ὁ τόπος ἦν δυσδιήγητος σφόδρα. ἐπαγγελίαι ἦσαν, καὶ μετὰ τὰς ἐπαγγελίας λέγει· «καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν». ἀναγκαίως πρόσκειται τὸ «πρῶτον»· πρῶτον γὰρ τὰ τῆς ἀδικίας, εἶτα τὰ τῆς δικαιοσύνης ἀποδίδοται, οὐ γὰρ ἀνάπαλιν ὁ θεὸς ἀνταποδίδωσιν. εἰ πρῶτον ἀπεδίδου τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ ἀγαθά, νῦν δὲ ἀποδίδωσι τὰ κακά, ἔδει λῆξαι τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ κακά. ἀλλὰ πρῶτον ἀποληψόμεθα τὰ κακά, καὶ μετὰ ταῦτα τὰ ἀγαθά, ἵνα τέλος λάβῃ διὰ τοῦ ἀφανισμοῦ τῶν κακῶν τὰ τῆς κολάσεως τῶν παθόντων, ἵνα μετὰ ταῦτα ἀποδῷ τὰ ἀγαθά. διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαῖς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρω πότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα. «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι». «αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο». ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ εὐσεβῶς διακείμενον πρὸς τὰ λεγόμενα εἰπεῖν· «κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευό μενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλη σίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ».
God is a consuming fire"; there is something that is consumed. What then is consumed? For he does not consume what is according to image and likeness, he does not consume his own creation, but the hay built upon it, the wood built upon it, the stubble built upon it. The passage was very difficult to explain. There were promises, and after the promises he says: "And I will repay first their iniquities double." The word "first" is necessarily added; for first the things of iniquity are repaid, then the things of righteousness, for God does not repay in the reverse order. If he first repaid the good things, so that we might receive the good things, but now he repays the evil things, the good things would have had to cease, so that we might receive the evil things. But first we shall receive the evil things, and after these the good things, so that the things of punishment for those who have suffered may reach their end through the destruction of evils, so that after these he may repay the good things. Therefore you will find in the sacred scriptures God saying first the things that seem more gloomy and after these the better things. "I will kill and I will make alive; I will strike, and I will heal." "He himself causes pain and again restores; he struck, and his hands healed." On these things one who understands and is piously disposed toward what is said may say: "Lord, who shall sojourn in your tent? Or who shall dwell on your holy mountain? He who walks blameless and works righteousness, who speaks truth in his heart; who did not deceive with his tongue, and did not do evil to his neighbor, and did not take up reproach against those nearest him.
(ἡμεῖς δὲ ὀνειδίζομεν καὶ τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας, λε γούσης τῆς γραφῆς· «μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρ τίας».) «ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους κύριον δοξάζει». πάντες οὖν οἱ ἔχοντες ὕλην ἐκείνου τοῦ πυρὸς πρῶτον ἀποληψόμεθα τὰ ἁμαρτήματα ἡμῶν. Ἀλλ' ἐρεῖ τις τῶν ἀκουόντων· διήγησαι καὶ τὸ «διπλᾶς»· ἔστω γὰρ ἀπολαμβάνειν με τὰς ἁμαρτίας πρῶτον, ἵνα ἐπὰν ἀπολάβω τὰς ἁμαρτίας, μετὰ τοῦτο πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· «εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός»–τί δήποτε «διπλᾶς» ἀπολαμβάνω τὰς ἁμαρτίας; ἀλλὰ λεκτέον ὅτι «δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιήσας κατὰ τὸ θέλημα αὐτοῦ, δαρήσεται» οὐκ ὀλίγας ἀλλὰ «πολλάς». ἄξιον οὖν ἐστι τοὺς μὲν ἀπὸ
τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο λείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους». Προεφητεύθη τὰ περὶ τῶν ἁλιευθησομένων καὶ θηρευθησομένων καὶ ἀποληψομένων πρῶτον διπλᾶς τὰς ἁμαρτίας αὐτῶν. μετὰ ταῦτα προφητεύεται ἡ κλῆσις τῶν ἐθνῶν σαφέστερον, οὐχὶ καλουμένων ἀλλὰ κεκλημένων, καὶ οὐχὶ μὴ εἰδότων τί ἐξομολογήσωνται καὶ τί εὐχαρι στήσωσιν, ἀλλ' ἤδη μεμαθηκότων.
(But we reproach even those who repent and turn back, though the scripture says: "Do not reproach a man who turns away from sin.") "He has taken up no reproach against his neighbors; the one who does evil is despised in his sight, but he glorifies those who fear the Lord." All of us, then, who have the matter for that fire, will first receive back our sins. But someone among the hearers will say: Explain also the "double." For suppose I first receive back my sins, so that when I have received back my sins, after this there may be fulfilled what was said by the apostle: "If anyone's work is burned up, he will suffer loss, but he himself will be saved, yet so as through fire" — why in the world do I receive back my sins "double"? But it must be said that "the servant who knew the will of his lord and did not do according to his will will be beaten" — not with few blows but with "many." It is fitting, then, that those from
the nations who sin receive back their sins singly, but that we receive back our offenses doubly; "for if we sin willingly after receiving the knowledge of the truth, there no longer remains a sacrifice for sins, but a certain fearful expectation of judgment and a zeal of fire that is about to devour the adversaries." It was prophesied concerning those who would be fished for and hunted and would first receive back their sins doubly. After these things the calling of the nations is prophesied more clearly — not of those being called but of those already called, and not of those who do not know what they should confess and what they should give thanks for, but of those who have already learned.
ἐν γὰρ τοῖς προτέροις ἐμανθάνομεν ὅτι ἐκλήθησαν, ἡλιεύθησαν, ἐθηρεύθησαν, τί πείσονται δὲ ἐν τοῖς δευ τέροις. ἴδωμεν τί προφητεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων. «κύριε, ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». ἀπ' ἐσχάτου τῆς γῆς ἦλθε τὰ ἔθνη πρὸς τὸν θεόν, καὶ εἴρηκε τὰ ἔθνη· «ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα»; πῶς «ἀπ' ἐσχάτου τῆς γῆς»; εἰσί τινες τῆς γῆς πρῶτοι καί εἰσί τινες τῆς γῆς ἔσχατοι. τίνες πρῶτοι; «οἱ σοφοὶ τοῦ κόσμου» τῆς γῆς πρῶτοι, οὐχ ἁπλῶς πρῶτοι· «οἱ σοφοὶ τοῦ κόσμου, οἱ εὐγενεῖς», οἱ πλούσιοι, οἱ ἀξιωματικοί. τίνες οἱ ἔσχατοι; «τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα, τὰ μὴ ὄντα». «ἥξουσιν» οὖν «ἔθνη ἀπ' ἐσχάτου τῆς γῆς», ὡσεὶ ἔλεγεν· ἀπὸ τελευταίων τῶν ἐπὶ γῆς ἀνθρώπων. ἀπὸ μωρῶν, ἀπὸ ἀγενῶν, ἀπὸ ἐξουθενημένων, «καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». οὐχ ὅτι ἔστι τινὰ εἴδωλα ἀληθῆ, ὧν πρὸς ἀντιδιαστολὴν λέγεται τὰ ψευδῆ, ἀλλὰ εἴδωλα, ἅτινα τῇ φύσει ἐστὶ ψευδῆ· «καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα». «Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς». οὐ μόνον ἀπὸ τῶν ἀγαλμάτων ποιοῦσιν ἑαυτοῖς ἄνθρωποι θεούς, ἀλλ' εὑρήσεις καὶ ἀπὸ τῶν ἀναπλασμάτων ποιοῦντας ἀνθρώπους ἑαυτοῖς θεούς·
For in the earlier passages we were learning that they were called, caught like fish, hunted; but what they will suffer in the later passages, let us see what he prophesies concerning us who are already learning to pray—or rather, who have already learned. "Lord, my strength and my help and my refuge in the day of evils; to you nations shall come from the farthest end of the earth and shall say: Our fathers acquired false idols, and there is no benefit in them." From the farthest end of the earth the nations came to God, and the nations have said: "Our fathers acquired false idols, and there is no benefit in them"? How "from the farthest end of the earth"? There are some who are first of the earth, and there are some who are last of the earth. Who are first? "The wise of the world" are first of the earth—not simply first: "the wise of the world, the well-born," the rich, those of high rank. Who are the last? "God chose the foolish things of the world, the low-born, the despised, the things that are not." "Nations shall come," then, "from the farthest end of the earth," as if he were saying: from the last of the men upon the earth. From the foolish, from the low-born, from the despised, "and they shall say: Our fathers acquired false idols, and there is no benefit in them." Not that there are some idols that are true, in contrast to which these are called false, but idols, which are by nature false; "and there is no benefit in them." "If a man will make gods for himself." Not only from statues do men make gods for themselves, but you will find that men also make gods for themselves from their own imaginings.
ὅσοι γὰρ δύνανται ἀναπλάσαι θεὸν ἕτερον καὶ κοσμοποιίαν ἄλλην παρὰ τὴν ὑπὸ τοῦ πνεύματος ἀναγεγραμμένην, οἰκονομίαν κόσμου παρὰ τὸν ἀληθῆ κόσμον [περὶ οἰκονομίας κόσμου], οὗτοι πάντες ἐποίησαν ἑαυ τοῖς θεοὺς καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. οἷον νόησόν μοι εἴτε ἐν Ἕλλησι τοὺς γεννήσαντας δόγματα, φέρ' εἰπεῖν, τῆςδε τῆς φιλοσοφίας ἢ τῆςδε, εἴτε ἐν ταῖς αἱρέσεσι τοὺς γεννήσαντας πρώτους δόγματα, οὗτοι ἐποίησαν ἑαυτοῖς εἴδωλα καὶ ἀναπλάσματα τῆς ψυχῆς καὶ στραφέντες προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπο δεξάμενοι ὡς ἀλήθειαν τὰ ἴδια ἀναπλάσματα. πάντας οὖν τοὺς αἰσθη τῶς καὶ τοὺς νοητῶς ποιοῦντας ἑαυτοῖς θεοὺς διελέγχων ὁ λόγος φησίν· «εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί; διὰ τοῦτο ἐγὼ δηλώσω αὐτοῖς τὴν χεῖρά μου ἐν τῷ καιρῷ τούτῳ, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου». ποίῳ καιρῷ ἢ τούτῳ; δεικνύων δὲ τὸν καιρὸν τῆς παρουσίας τοῦ κυρίου· «καὶ γνώσονται» φησίν «ὅτι ὄνομά μοι κύριος». Εἶτα ἄλλη ἐστὶ προφητεία, ἣν οὐκ οἶδ' ὅπως παρὰ τοῖς Ἑβδομή κοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέψαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· «ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐ τῶν». ἔστιν ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν «γέγραπται».
For all who are able to fashion another god and another world-creation besides the one recorded by the Spirit, a world-order besides the true world [concerning the world-order], all these have made for themselves gods and have worshiped the works of their hands. For instance, consider for me either among the Greeks those who first begot doctrines—say, of this philosophy or that—or among the heresies those who first begot doctrines: these made for themselves idols and figments of the soul, and turning, they worshiped the works of their own hands, having accepted their own figments as truth. All, then, who make gods for themselves either perceptibly or intellectually—the word refutes them, saying: "If a man will make gods for himself, and these are not gods? Therefore I will show them my hand in this time, and I will make known to them my power." In what time, if not this? And he indicates the time of the Lord's coming: "And they shall know," he says, "that my name is Lord." Then there is another prophecy, which I do not know how we did not find in the Seventy, but we found in the other editions, clearly lying in the Hebrew, and it has been fulfilled with matters most necessary, able, if we pay attention, to turn our soul. And the words are as follows: "The sin of Judah is written with an iron pen, engraved with a diamond point upon the breast of their heart." It is possible to give oneself over to the easier interpretation and say: these things are written concerning the Jews, that their sin "is written.
ἀλλ' ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε «ἁμαρτία Ἰούδα» ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· «ἁμαρτία Ἰούδα
γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας»· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ' ἐκείνου τὸ «αὐτῶν». μήποτε οὖν ἐφ' ἡμᾶς ἔλεγεν, ἐὰν γενώμεθα ἁμαρτωλοί, ταῦτα φθάνειν τὰ προφητευόμενα. ἡμάρτομεν, καὶ ἡ ἁμαρτία ἡμῶν οὐκ ἔξω ἡμῶν γέγραπται, ἀλλ' ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ γράφεται «ἐν σιδηρῷ γραφείῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ». ὅτι δὲ τὰ ἁμαρτήματα, ἃ ἁμαρτάνομεν, ἐγ γράφεται εἰς ἡμᾶς διὰ τοῦ ἁμαρτάνειν, παραστήσει αὐτὸ τὸ πρᾶγμα. οὐ συνῄδειν ἐμαυτῷ τόδε τὸ πρᾶγμα ἢ τήνδε τὴν ἁμαρτίαν. ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ]τῆς ἁμαρ τίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου. καὶ εἰ μὲν ἦν ἡ ἁμαρτία μου γεγραμμένη μέλανι, ἀπήλειψα ἂν αὐτήν· νῦν δὲ γέγραπται «ἐν σιδηρῷ γραφείῳ», γέγραπται «ἐν ὄνυχι ἀδαμαντίνῳ», γέγραπται «ἐπὶ τοῦ στή θους τῆς καρδίας» ἡμῶν, ἵνα ἔλθω ἐπὶ τὸ δικαστήριον καὶ πληρωθῇ ἡ λέγουσα προφητεία· «οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, καὶ οὐδὲν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται».
But if you see, as we have often shown, that Judas is spoken of figuratively as the Christ, perhaps the "sin of Judah" is ours, of those who believe in the Christ who is from the tribe of Judah. But if you are able to hear it also in another, more mystical way, perhaps it prophesies concerning Judas who betrayed, so that the prophecy concerning him says: "The sin of Judah is written with an iron pen, engraved with a diamond point upon the tablet of the heart." But again, in his case, the word "their" does not follow. Perhaps, then, he was saying that these prophesied things reach us, if we become sinners. We have sinned, and our sin is not written outside us, but in our heart, and it is written "with an iron pen, with a diamond point." And that the sins we commit are written into us through the very act of sinning, the matter itself will demonstrate. I was not conscious in myself of this thing or this sin. Having committed it, I have its impression, and as it were the impression of my sin that I have committed is written in my soul. And if my sin had been written with ink, I would have wiped it away; but now it is written "with an iron pen," it is written "with a diamond point," it is written "upon the tablet of our heart," so that I may come to the judgment seat and the prophecy that says may be fulfilled: "Nothing is hidden that will not be revealed, and nothing is covered that will not be uncovered.
ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὰ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας «ἐν τῷ γραφείῳ τῷ σιδηρῷ, τῷ ὄνυχι τῷ ἀδαμαντίνῳ», καὶ πάντες ἀναγινώ σκουσιν ἐν τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων. «οὐδὲν γὰρ κρυπτὸν ὃ οὐ φανερωθήσεται», ἀλλὰ «καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογου μένων», καὶ «μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν». τίνι φανερώσει; οὐχ αὑτῷ· αὐτὸς γὰρ οἶδε «τὰ πάντα πρὶν γενέσεως αὐτῶν». ἀλλὰ [καὶ] τίνι φανερώσει; πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ «ἀναστῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον»· ἀφ' ὧν ῥύσηται ἡμᾶς ὁ τῶν ὅλων θεός, ἵν' εἰς δόξαν τὴν ἐν Χριστῷ ἀναστῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 17. Εἰς τὸ «ἐφώνησε πέρδιξ» μέχρι τοῦ «καὶ ἡμέραν ἀνθρώ που οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι». Ὁμιλία ιζʹ. Ἐπὶ τὸ διαβόητον ζήτημα ἐληλύθαμεν ἰδεῖν τίς ἐστιν ὁ πέρδιξ, περὶ οὗ νῦν φησιν ἡ γραφή· «ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων». ἐκ τοῦ περὶ φύσεως ζώων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος, ἵνα εἰδότες τὰ περὶ τὸ ζῶον εἰδῶμεν πότερον ἐπὶ κρείττονος τάξαι δεῖ νῦν λεγόμενον τὸν πέρδικα ἢ ἐπὶ χείρονος.
My breast was laid bare, and my heart having the letters of sin inscribed in it "with an iron pen, with a diamond point," and all read in my breast and in my heart the impressions of my sins. "For nothing is hidden that will not be revealed," but "also between one another their thoughts accusing or even defending," and "do not judge anything before the time, until the Lord comes, who will both bring to light the hidden things of darkness and reveal the purposes of the hearts." To whom will he reveal them? Not to himself; for he knows "all things before their coming into being." But to whom will he reveal them? To all who are going to see, through their own purity, the sin of the one who has sinned, so that sinners may "rise up to reproach and to eternal shame"; from which may the God of all deliver us, so that we may rise up to the glory that is in Christ, to whom is the glory and the power forever. Amen. 17. On "the partridge cried out" up to "and I have not desired the day of man, you know." Homily 17. We have come to the notorious question, to see who is the partridge about which the Scripture now says: "The partridge cried out, it gathered what it did not bear, making its wealth not with judgment. In the midst of its days they will abandon it, and at its end it will be foolish." From the work On the Nature of Animals one must take up what is recorded about the partridge, so that, knowing the things concerning the animal, we may know whether the partridge now spoken of should be placed in the better order or in the worse.
λέγεται δὴ τὸ ζῶον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον, καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος, ἵνα αὐτὸν περισπάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῶον πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκα ἐὰν στοχάσηται περιεσπακέναι τὸν θηρευ τὴν καὶ τὰ νεοσσία πεφευγέναι, τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῶον πάνυ ἀκάθαρτον ὥστε τοὺς ἄρρενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄρρενα ἄρρενα ἐπιβαίνειν. εἰ οὖν καὶ κακόηθες, εἰ καὶ ἀκάθαρτον, εἰ καὶ πανοῦργον, εἰ καὶ ἀπατηλὸν τοῦτο τὸ ζῶόν ἐστι, δῆλον ὅτι τάξαι ἐπὶ κρείττονος αὐτὸ καὶ εἰπεῖν ἐπὶ τὸν σωτῆρα δύνασθαι ἀναφέρεσθαι ἀσεβὲς εἶναι φαίνεται. δεῖ οὖν ἰδεῖν, ἂν θέλωμεν αὐτὸ ἑρμηνεῦσαι ἐπὶ τὸν ἀντικείμενον, εἰ ἀκολουθεῖ ἡμῖν ὅλη ἡ ἑρμηνεία. Ἀρξώμεθα δὴ ἀπὸ τοῦ «ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν». οὐκοῦν οὐ τὰ ἴδια κτίσματα συνάγει ὁ διάβολος, οὐχὶ ἃ ἐγέννησε συνάγει, ἀλλ' ἐπὰν φωνήσῃ, συνάγει τὰ ἄλλου κτίσματα καὶ ποιεῖ αὐτὰ ἴδια. ἐφώνησε πέρδιξ διὰ Οὐαλεντίνου, ἐφώνησε πέρδιξ διὰ Μαρκίωνος, ἐφώνησε διὰ Βασιλείδου, διὰ πάντων τῶν ἑτεροδόξων· οὐδεὶς γὰρ ἐκείνων ἠδύνατο εἰπεῖν τὴν φωνὴν Ἰησοῦ· «τὰ ἐμὰ πρό βατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν». ἀλλ' ἡ φωνὴ μὲν τοῦ Ἰησοῦ ἐν Παύλῳ καὶ Πέτρῳ· διὸ ἔλεγεν ὁ Παῦλος· «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; φωνὴ δὲ τοῦ συναγαγόντος ἃ οὐκ ἔτεκε πέρδικος ἐν τοῖς ἀποπλανῶσι καὶ ἀπατῶσι διὰ τὴν ἀκεραιότητα καὶ διὰ τὸ ἀπαράσκευον τοὺς
The creature is said to be most malignant and deceitful and crafty, and wishing to deceive the hunters, it often rolls around the hunter's feet, so that by distracting him, since the creature is near, it may avoid coming to the nest. And when it has reckoned that it has distracted the hunter and that its young have escaped, then it too flies away. The creature is also very unclean, so that the males fight one another over mating and male mounts male. If, then, this creature is malignant, if it is unclean, if it is crafty, if it is deceitful, it is clear that to rank it among the better things and to say that it can be referred to the Savior appears impious. We must therefore see, if we wish to interpret it of the adversary, whether the whole interpretation follows for us. Let us begin then from "The partridge cried out, it gathered what it did not bear." The devil, then, does not gather his own creatures, he does not gather what he begot, but when he cries out, he gathers the creatures of another and makes them his own. The partridge cried out through Valentinus, the partridge cried out through Marcion, it cried out through Basilides, through all the heterodox; for none of those could utter the voice of Jesus: "My sheep hear my voice." But the voice of Jesus is in Paul and Peter; therefore Paul said: "Do you seek proof of Christ who speaks in me?" And the voice of the partridge that gathered what it did not bear is in those who lead astray and deceive, because of their guilelessness and because of their unpreparedness, the
ἁπλουστέρους τῶν πιστευόντων. «ἐφώνησεν» οὖν «πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως». ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτοῦ εἰσι μυριάδες· πολλαὶ τοῦ πέρδικος γεγόνασι, τῆς δυνάμεως τῆς ἀντικειμένης. καὶ ἐποίησε πλοῦτον αὐτοῦ οὐ μεριμνῶν κρίσεως οὐδὲ κρίσιν ἔχων, ἀλλ' ἀκρίτως πράττων. διὸ λέγεται ὅτι «ποιῶν» ἐστιν ὁ πέρδιξ «πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως». ὁ δὲ ἐμὸς σωτὴρ ποιεῖ πλοῦτον αὐτοῦ μετὰ κρίσεως, καὶ κεκριμένος ἐστὶν ὁ πλοῦτος αὐτοῦ καὶ ἐκλελεγμένος. «Ἐν ἡμίσει» δὲ «ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν». ἡμεῖς πάντες οἱ γενόμενοί ποτε ὑπὸ τὸν πέρδικα τὸν φωνήσαντα· ἐφώνησε γὰρ οὐ μόνον διὰ τῶν προειρημένων, ἀλλὰ καὶ διὰ πάντων ἁπαξαπλῶς τῶν ἀπατώντων καὶ ὡς ἐπὶ εὐσέβειαν τὴν ἀθεότητα προκαλουμένων ἐπὶ δόγματα ἐναντία τῇ ἀληθείᾳ–ἀλλ' «ἐν ἡμίσει ἡμερῶν αὐτοῦ» ἐγ καταλελοίπαμεν αὐτόν. πᾶσαι μὲν γὰρ αἱ ἡμέραι αὐτοῦ αἱ ἡμέραι εἰσὶ τοῦ αἰῶνος τούτου· ἐπεὶ δὲ ἐξείλατο «ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ» Χριστὸς Ἰησοῦς, διὰ τοῦτο «ἐν ἡμίσει ἡμερῶν αὐτοῦ» ἐγκαταλελοίπαμεν αὐτόν. «καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων». πότε γὰρ φρόνιμος ἦν, ἵν' ἐπ' ἐσχάτων αὐτοῦ γένηται ἄφρων; ἀλλὰ φήσομεν, ὅτι φρόνιμος ἦν· «ὁ» γὰρ «ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς ὧν ἐποίησε κύριος ὁ θεός». φρόνιμος ἦν κατὰ τὸ εἰρημένον ἐν τῷ Ἡσαΐᾳ· «ἐπάξω γὰρ ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων. εἶπε γάρ·
the simpler among the believers. Therefore "the partridge cried out, it gathered what it did not bear, making its wealth without judgment." The partridge grew rich. See how many tens of thousands belong to it; many have become the partridge's, of the opposing power. And it made its wealth without caring for judgment or having judgment, but acting without judgment. Therefore it is said that the partridge is "making its wealth without judgment." But my Savior makes his wealth with judgment, and his wealth is judged and chosen. And "in the half of his days they will abandon him." We all who once came under the partridge that cried out—for it cried out not only through those previously mentioned, but also through absolutely all who deceive and, under the guise of piety, summon godlessness to doctrines contrary to the truth—but "in the half of his days" we have abandoned him. For all his days are the days of this age; but since Christ Jesus "rescued us from the present evil age," for this reason "in the half of his days" we have abandoned him. "And in his last days he will be foolish." For when was he prudent, that in his last days he should become foolish? But we shall say that he was prudent; for "the serpent was the most prudent of all the beasts on the earth that the Lord God made." He was prudent according to what is said in Isaiah: "For I will bring upon the great mind, the ruler of the Assyrians. For he said:
τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ.......................................................................................................................................................................... ὁ Χριστός ἐστιν· «ὅ τε γὰρ [ὁ] ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες». «ὑπομονὴ Ἰσραήλ». ὥσπερ αὐτοδικαιοσύνη ἐστὶν ὁ σωτήρ, αὐτοαλήθεια, αὐτοαγιασμός, οὕτως αὐτοϋπομονή. καὶ οὐκ ἔστιν οὔτε δίκαιον εἶναι χωρὶς Χριστοῦ οὔτε ἅγιον χωρὶς αὐτοῦ οὔτε ὑπομένειν μὴ Χριστὸν ἔχοντα. ὑπομονὴ γὰρ Ἰσραὴλ αὐτός ἐστι. κἂν δὲ ἐπὶ τὸν θεὸν ἀναφέρῃς, οὐδ' οὕτως ἀσεβήσεις. «Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστη κότες». ἕκαστος ἡμῶν ὅτε ἁμαρτάνει, δι' ὧν ἁμαρτάνει καταλείπει τὸν Χριστόν, καταλιπὼν δὲ τὸν Χριστὸν καταλείπει τὸν θεόν. ἀδικῶν γὰρ καταλείπει δικαιοσύνην καὶ βέβηλος γινόμενος καταλείπει ἁγια σμὸν καὶ πολεμῶν καταλείπει εἰρήνην καὶ ὑπὸ τῷ πολεμίῳ γινόμενος καταλείπει τὴν ἀπολύτρωσιν καὶ ἔξω τῆς σοφίας ὢν τοῦ θεοῦ κατα λείπει τὴν σοφίαν. πᾶσιν οὖν τοῖς καταλείπουσι τὸν θεὸν ἀρᾶται ὁ προφήτης, διδάσκων ἡμᾶς τὸ ἐσόμενον αὐτοῖς, λέγων τὸ «πάντες οἱ καταλείποντές σε καταισχυνθήτωσαν». ὅσον ἀφεστήκασι, καταισχυν θήτωσαν τοσοῦτον. «ἐπὶ τῆς γῆς γραφήτωσαν». πάντες ἄνθρωποι γράφονται· οἱ μὲν ἅγιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐπὶ τῆς γῆς. λέγεται πρὸς τοὺς μαθητὰς ὑπὸ τοῦ Ἰησοῦ· «χαίρετε ὅτι τὰ
by strength, and by wisdom... Christ is; "for both the one who sanctifies and those who are sanctified are all of one." "The endurance of Israel." Just as the Savior is righteousness itself, truth itself, sanctification itself, so he is endurance itself. And it is not possible either to be righteous without Christ, or to be holy without him, or to endure without having Christ. For he himself is the endurance of Israel. And even if you refer this to God, you would not in that way be impious. "Lord, let all who have forsaken you be put to shame, those who have departed." Each of us, when he sins, through the very things by which he sins forsakes Christ, and having forsaken Christ forsakes God. For by doing unrighteousness he forsakes righteousness, and by becoming profane he forsakes sanctification, and by waging war he forsakes peace, and by coming under the enemy he forsakes redemption, and being outside the wisdom of God he forsakes wisdom. To all, therefore, who forsake God the prophet utters a curse, teaching us what will befall them, saying, "Let all who forsake you be put to shame." To the extent that they have departed, to that extent let them be put to shame. "Let them be written on the earth." All men are written: the holy in heaven, but sinners on the earth. It is said to the disciples by Jesus: "Rejoice that your
ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα τῶν ἁγίων ἐγγράφεται ἐν τοῖς οὐρανοῖς, οὕτως τῶν πολιτευομένων γηΐνως, τῶν οὐ παραπορευομένων τὴν γῆν Ἐδὼμ ἀλλὰ τοὺς ἀγροὺς γῆς Ἐδὼμ ἐχόντων καὶ τοὺς ἀμπελῶνας, γράφεται τὰ ὀνόματα ὡς καταλειπόντων τὸν θεὸν ἐπὶ τῆς γῆς. «καταισχυν θήτωσαν» γάρ φησιν «ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν»· καὶ γὰρ «ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν». αἴτιος ἕκαστος ἑαυτῷ ἐστι τοῦ γραφῆναι. εἰ τὰ ἐπὶ γῆς ζητεῖς, οὐ ζητεῖς τὰ οὐράνια. εἰ νένευκέ σου ἡ ψυχὴ περὶ τὰ τῇδε πράγματα, σὺ σεαυτῷ αἴτιος γίνῃ, τοῦ Ἰησοῦ λέγοντος· «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζουσι, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέ πτουσιν· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανοῖς». θησαυρίζεις ἐν οὐρανῷ; σαυτῷ αἴτιος εἶ τοῦ τὸ ὄνομά σου ἐγγράφεσθαι ἐν τοῖς οὐρανοῖς. ταῦτα διὰ τὸ «ἐπὶ τῆς γῆς γραφήτωσαν». καὶ τὴν αἰτίαν λέγει· «ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον». καὶ ἐν τῇ ἀρχῇ ὁ αὐτὸς προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ θεοῦ· «ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς», καὶ νῦν· «ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον». εἴπωμεν οὖν καὶ ἡμεῖς, εἴπερ θέλομεν μὴ ἐγκαταλιπεῖν πηγὴν ζωῆς τὸν κύριον, τὴν φωνὴν τῶν γνησίων Ἰησοῦ μαθητῶν, ἣν εἰρήκασι πρὸς τὸν διδάσκαλον εἰπόντα αὐτοῖς· «μὴ καὶ ὑμεῖς θέλετε πορεύεσθαι»; τί οὖν εἴπωμεν; «κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις». ἐνθάδε ἔληξε καὶ ἡ δευτέρα περικοπή.
your names are written in the heavens." Therefore one must rejoice if someone becomes such that his name is inscribed in the heavens. And just as the name of the saints is inscribed in the heavens, so of those who live as citizens of earth, of those who do not pass through the land of Edom but have the fields of the land of Edom and the vineyards, their names are written as of those who have abandoned God upon the earth. For "let them be ashamed," he says, "let those who have revolted be written upon the earth"; for also "with whatever measure you measure, it will be measured to you." Each person is himself the cause of being written. If you seek the things upon the earth, you do not seek the heavenly things. If your soul has inclined toward the affairs here, you become yourself the cause, since Jesus says: "Do not store up for yourselves treasures upon the earth, where moth and rust destroy, and where thieves break in and steal; but store up for yourselves treasures in the heavens." Do you store up treasure in heaven? You are yourself the cause of your name being inscribed in the heavens. This is because of "let them be written upon the earth." And he states the reason: "because they abandoned the Lord, the fountain of life." And in the beginning the same prophet spoke in the person of God: "they abandoned me, the fountain of the water of life," and now: "they abandoned the Lord, the fountain of life." Let us also say, then, if indeed we wish not to abandon the Lord, the fountain of life, the utterance of the genuine disciples of Jesus, which they spoke to the teacher when he said to them: "Do you not also wish to go away?" What then shall we say? "Lord, to whom shall we go? You have the words of eternal life." Here also the second passage ended.
Εἶτα πάλιν εὐχή ἐστιν οὕτως ἔχουσα· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ. ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι». μόνῳ τῷ ἐληλυθότι διὰ τοὺς κακῶς ἔχοντας ἰατρῷ καὶ λέγοντι· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες» ἔστιν εἰπεῖν τεθαρρηκότως πάντα τὸν βουλόμενον θεραπευθῆναι ἀπὸ τοῦ νοσεῖν τὴν ψυχὴν αὐτοῦ· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι». εἰ δέ τις ἄλλος παρὰ τοῦτον ἐπαγγέλλεται τὴν τῶν ψυχῶν ἰατρικήν, οὐκ ἂν λέγοις ἐκείνῳ ἀληθεύων· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι». καὶ γὰρ ἐκείνη ἡ «αἱμορροοῦσα» ἐδαπάνησε «τὰ παρ' αὐτῆς πάντα» εἰς τοὺς ἰατρούς, καὶ «οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς αὐτῶν θεραπευθῆναι»· πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι», ἢ πρὸς μόνον, οὗ ἀρκεῖ ἅψασθαι «τοῦ κρασπέδου τοῦ ἱματίου». λέγω οὖν πρὸς τοῦτον· «ἴασαί με, κύριε, καὶ ἰαθήσομαι»· ἐὰν γὰρ ἰάσῃ, τὸ τέλος ἐπακολουθήσει τῇ ἀπὸ σοῦ ἰάσει, ἡ θεραπεία, ὥστ' ἄν με σωθῆναι. ὅσοι δὲ ἄλλοι σώσουσιν, οὐ σωθήσομαι· μόνη δὲ καὶ ἀληθῶς σωτηρία, ἐὰν σώσῃ Χριστός, ἐπεὶ τότε σωθήσομαι. «ψευδὴς ἵππος εἰς σωτηρίαν», ψευδῆ καὶ τὰ ἄλλα πάντα παρὰ τὸν θεὸν εἰς σωτηρίαν. διὰ τοῦτο αὐτῷ εἴποιμι ἄν· «σῶσόν με, κύριε, καὶ σωθήσομαι». καὶ λέγω τοῦτο, ἐὰν καὶ τὸ ἑξῆς δυνηθῶ λέγειν τῷ ἀποτετάχθαι παντὶ καυχήματι, ἵνα εἴπω· «ὅτι καύχημά μου εἶ σύ», ἢ ὅτε πληρῶ τὴν λέγουσαν ἐντολήν·
Then again there is a prayer that runs thus: "Heal me, O Lord, and I shall be healed; save me, and I shall be saved, for you are my boast. Behold, they themselves say to me, Where is the word of the Lord? Let it come. But I did not labor in following after you, and I did not desire the day of man, you know." To the physician alone who has come for the sake of the sick and who says, "Those who are strong have no need of a physician, but those who are sick," it belongs to say with confidence, by anyone who wishes to be cured of the sickness of his soul: "Heal me, O Lord, and I shall be healed." But if anyone other than this one promises the healing of souls, you would not be speaking truthfully to that one: "Heal me, O Lord, and I shall be healed." For that woman with the hemorrhage also "spent all that she had" on physicians, and "could not be healed by any of them"; for it was not reasonable to say to any of those, "Heal me, O Lord, and I shall be healed," except to the one whose "fringe of his garment" it suffices to touch. I say therefore to this one: "Heal me, O Lord, and I shall be healed"; for if he heals, the cure will follow the healing that comes from you, so that I may be saved. But as for all others who would save, I shall not be saved; the only true salvation is if Christ saves, since then I shall be saved. "A horse is a false hope for salvation"; false also are all other things apart from God for salvation. For this reason I would say to him: "Save me, O Lord, and I shall be saved." And I say this, if I am also able to say what follows, by having renounced every boast, so that I may say: "For you are my boast," or when I fulfill the commandment that says:
«μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, τοῦ συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος». μακάριος οὖν ὁ ἀποταξάμενος πάσῃ τῇ κάτω καυχήσει, οἷον ἐπὶ καλουμένῃ εὐγενείᾳ καὶ ἐπὶ κάλλει καὶ τοῖς σωματικοῖς πράγμασιν, ἐπὶ πλούτῳ, ἐπὶ δόξῃ, καὶ ἀρκούμενος μιᾷ καυχήσει ἵνα εἴπῃ· «ὅτι καύχημά μου εἶ σύ». «Ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου». ὁ Ἰησοῦς σοι λέγει· «ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι», καὶ «ἄφες πάντα, καὶ ἀκολούθει μοι», καὶ «ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής». ἐὰν οὖν γένῃ τοιοῦτος ὥστε πάντοτε ἀκολουθεῖν τῷ Ἰησοῦ, καὶ ἀκολου θήσεις καὶ ὅσον ἀκολουθεῖς οὐ κοπιάσεις· «οὐκ
ἔσται» γὰρ «μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ». οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτι σμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». ἐὰν οὖν κοπιῶντες ἔλθωμεν πρὸς αὐτὸν καὶ ἀκολουθήσωμεν αὐτῷ, ἐροῦμεν· «ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου». Τούτῳ δὲ ἀκόλουθόν ἐστιν εἰπεῖν ἡμᾶς καὶ τὸ «ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα». ἔστι τις ἡμέρα ἀνθρώπου, ἔστι τις ἡμέρα τοῦ θεοῦ. τὴν ἡμέραν τῆς ἀναστάσεως τῶν ἁγίων ἐπιθυμησάτω ἕκαστος ἡμῶν, μὴ ἐκείνην περὶ ἧς γέγραπται·
Let not the wise man boast in his wisdom, nor the strong man in his strength, nor the rich man in his riches, but let him who boasts boast in this, that he understands and knows that I am the Lord." Blessed, then, is the one who has renounced every lower boast—as in so-called noble birth, in beauty, and in bodily things, in wealth, in reputation—and is content with one boast, so as to say: "For you are my boast." "Behold, they themselves say to me, Where is the word of the Lord? Let it come. But I did not labor in following after you." Jesus says to you: "Take up your cross, and follow me," and "Leave everything, and follow me," and "Whoever does not leave father and mother and follow after me is not worthy to be my disciple." If, then, you become such as to follow Jesus always, you will both follow and, insofar as you follow, you will not labor; for "there will be no toil in Jacob, nor will pain be seen in Israel." There is no toil for one who follows Jesus; the very act of following removes the toil. For this reason he says, so that we may no longer labor—having labored before beginning to follow him—: "Come to me, all you who labor and are burdened, and I will give you rest." If, then, we come to him while laboring and follow him, we shall say: "But I did not labor in following after you." And consequent upon this is that we also say: "I have not desired the day of man." There is a certain day of man, there is a certain day of God. Let each of us desire the day of the resurrection of the saints, not that day about which it is written:
«οὐαὶ οἱ ἐπιθυμοῦντες ἡμέραν κυρίου· καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς». τίς ἐστιν ὁ λέγων· «καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα»; ἡ σαφήνεια τοῦ λόγου ἐλέγξει ἡμᾶς, ὅτι ἡμέραν ἀνθρώπου [οὐκ] ἐπεθυμήσαμεν. πολλάκις νοσήσαντες καὶ ἐν φαντασίᾳ θανάτου γενόμενοι ἐπὶ τῆς ἐξόδου παρακαλοῦμεν τοὺς ἐπισκοποῦντας ἡμᾶς ἀδελφοὺς καί φαμεν· αἴτησαί μοι κομίατον, αἴτησαί μοι ἐπιμένειν τῷ βίῳ. ταῦτα λέγοντες οὐχ ἡμέραν ἐπιθυμοῦμεν ἁγίαν θεοῦ, ἀλλ' ἡμέραν ἀνθρώπου. διόπερ ἀποθέμενοι τὴν φιλοζωίαν καὶ τὸ ἐπιθυμεῖν ἀνθρωπίνην ἡμέραν, ζητήσωμεν τὴν ἡμέραν ἐκείνην ἰδεῖν, ἐν ᾗ τευξόμεθα τῆς ἐν Χριστῷ Ἰησοῦ μακαριότητος, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 18. Εἰς τὸ «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως» μέχρι τοῦ «τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν». Ὁμιλία ιηʹ. Δύο εἰσὶν ἑξῆς ὁράσεις αἱ ἀνεγνωσμέναι Ἱερεμίου· ὧν ἡ μὲν προτέρα περιέχει τὰ περὶ τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως πηλίνου σκεύους, ὅπερ ἐπιδέχεται μετὰ τὴν συντριβὴν ἐπανόρθωσιν (ἀναπλά σασθαι γὰρ αὐτὸ δυνατόν ἐστιν), ἡ δὲ ἑτέρα ὅρασις περιέχει τὰ περὶ τοῦ ὀστρακίνου βίκου, οὗ καταχθέντος οὐκ ἔστι θεραπεία. ὅτε μὲν γὰρ πήλινον ἦν, εἰ κατεάχθη, κἂν ἤδη μεμορφωμένον ᾖ, ἐπεὶ πήλινον ἦν, ἐνεδέχετο πάλιν εἶναι φύραμα δεύτερον καὶ κτισθῆναι δεύτερον· ὅτε δὲ μετὰ τὸ πήλινον γέγονεν ἤδη ὀστράκινον καὶ ὑπὸ τοῦ πυρὸς ἐστόμωται, τότε οὐχ οἷόν τε ἦν μετὰ τὴν συντριβὴν τοῦ ὀστρακίνου θεραπείαν γενέσθαι αὐτῷ.
Woe to those who desire the day of the Lord; and this is darkness and not light." Who is it that says, "And I did not desire the day of man"? The clarity of the word will convict us, that we have not desired the day of man. Often, having fallen ill and come into the imagination of death, at the point of departure we beg the brothers who visit us and say: Ask for me a reprieve, ask for me to remain in life. In saying these things we are not desiring the holy day of God, but the day of man. Therefore, having set aside the love of life and the desire for a human day, let us seek to see that day on which we shall obtain the blessedness that is in Christ Jesus, to whom be the glory and the power forever. Amen. 18. On "The word that came from the Lord to Jeremiah, saying: Arise and go down to the house of the potter," as far as "to appoint their land for desolation and for hissing." Homily 18. There are two visions of Jeremiah read in sequence; of these the former contains the matters concerning the clay vessel in the hand of the potter, which admits of restoration after being shattered (for it is possible to reshape it), while the other vision contains the matters concerning the earthenware flask, which, once brought down, has no healing. For when it was clay, if it was broken, even if it had already been formed, since it was clay, it was possible for it to become a second lump and be fashioned a second time; but when, after being clay, it had already become earthenware and had been hardened by the fire, then it was no longer possible for healing to come to it after the shattering of the earthenware.
τί οὖν βούλεται ταῦτα, πρότερον ἐν περι νοίᾳ κατανοήσωμεν, εἶτα ἐὰν δοθῇ κατὰ λέξιν ἐξετάσωμεν. ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, μορφούμεθα, ἵν' οὕτως ὀνομάσω διὰ τὸ πήλινον ἡμῶν σκεῦος, κεραμευτικῶς καὶ μορφούμεθα ἤτοι κατὰ κακίαν ἢ κατὰ ἀρετήν. πλὴν οὕτως μορφούμεθα ὡς ἐπιδέχεσθαι καὶ τὴν κακίαν ἡμῶν συντριβῆναι, ἵνα γένηται καινὸν κτίσμα βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν αὐτῆς εἰς σκεῦος πήλινον. ἐπὰν δὲ μετὰ τὸν ἐνεστῶτα αἰῶνα ἥκωμεν, πρὸς τῷ τέλει γενόμενοι τῆς ζωῆς, ἔπειτα πυρωθέντες ἤτοι ὑπὸ τοῦ πυρὸς τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν γενώμεθα ὁτιποτοῦν γινόμεθα ἢ ὑπὸ τοῦ θείου πυρός (ἐπεὶ καὶ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον» ἐστίν), ἐὰν γενώμεθά φημι ὑπὸ τοιοῦδε ἢ τοιοῦδε πυρὸς ὅτιποτ' ἂν γενώμεθα, ἐὰν συντριβῶμεν, εἴτε ἀπὸ τοῦ καλὰ σκεύη γεγονέναι συνετρίβημεν καὶ ἀπολώλαμεν εἴτε ἀπὸ τοῦ μοχθηρὰ σκεύη γεγονέναι, οὐκ ἀνακτιζόμεθα οὐδὲ ἐπιδέχεται ἡμῶν ἡ κατασκευὴ βελτίωσιν. διὰ τοῦτο ὅσον ἐσμὲν ἐνθάδε οἱονεὶ ἐν χειρὶ τοῦ κεραμέως ὄντες, κἂν διαπέσῃ τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ, ἐπιδέχεται θεραπείαν καὶ τὸ ἀνακτισθῆναι. ταῦτα μὲν ὀλίγῳ προχειρότερον, πρὶν τὸ κατὰ τὸ λεῖπον ἐξετάσωμεν τῷ λόγῳ, εἰς τὰ δύο εἴδη τῶν ἀγγείων, τό τε πήλινον καὶ οὐδέπω ἀπωστρακισμένον καὶ τὸ δεύτερον τὸ ἤδη ὄστρακον γεγενημένον λελέχθω.
What then does this mean? Let us first consider it in thought, then, if it is granted, let us examine it word by word. As long as we are in this life, we are being formed—to use that expression—because of our clay vessel, and we are being molded like pottery either according to vice or according to virtue. Nevertheless, we are so formed as to be capable of having our vice crushed, so that it may become a new and better creation, and of having our progress dissolved after its formation into a clay vessel. But when we come to the age after the present one, having arrived at the end of life, then having been fired either by the fire of the fiery arrows of the evil one—whatever we become—or by the divine fire (since "our God is a consuming fire"), if we become, I say, whatever we become from this or that fire, if we are crushed—whether we have been crushed and destroyed because we became good vessels or because we became worthless vessels—we are not remade, nor does our structure admit of improvement. For this reason, as long as we are here, being as it were in the hand of the potter, even if the vessel falls from his hands, it admits of healing and of being remade. Let these things be said somewhat more superficially, before we examine what remains by argument, regarding the two kinds of vessels—the clay one not yet fired into pottery, and the second, the one that has already become potsherd.
Ἴδωμεν δὲ ἀπ' αὐτῆς τῆς λέξεως τὰ λεγόμενα περὶ τοῦ πηλίνου ἀγγείου τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως, καὶ πῶς αὐτὸς ὁ ἐν τῷ προφήτῃ λόγος, ὁ κύριος ὁ προφητεύων ἐν αὐτῷ, ἀφορμὰς δίδωσι καὶ ἄλλας οὐ βραχείας τῆς ἑρμηνείας τῶν κατὰ τὸ πλάσμα τὸ ἐν τῇ χειρὶ τοῦ κεραμέως. «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως». ἄνω ἐστὶν ὁ Ἱερεμίας,
ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα τοῖς διοικουμένοις κάτω ἐστί· διὰ τοῦτο ὁ λεγόμενος λόγος πρὸς Ἱερεμίαν παρὰ κυρίου φησὶν αὐτῷ· «ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου». Μωσεῖ λέγεται· «ἀνάβηθι εἰς τὸ ὄρος καὶ ἄκουσον», Ἱερεμίᾳ λέγεται· «κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἄκουσον»· ἕκαστος γὰρ τῶν ἀκουόντων λόγον ἤτοι περὶ τῶν ἀνωτέρω διδάσκεται ἢ μανθάνει περὶ τῶν κατωτέρω. εἰ μὲν τὰ κατώτερα διδάσκομαι, καταβαίνω τῷ λόγῳ, ἵνα ἴδω τὰ κατώτερα· εἰ δὲ τὰ ἀνώτερα μανθάνω, ἀναβαίνω τῷ λόγῳ ἐπὶ τὰ ἀνώτερα, ἵνα θεάσωμαι τὰ ἐκεῖ. Ἵνα δὲ πάντες κατὰ τὸ δυνατὸν ἑαυτοῖς παρακολουθήσητε τῷ λεγομένῳ, χρήσομαι παραδείγματι καὶ ἀπὸ τῆς γραφῆς, καὶ πρὸς τῷ παραδείγματι καὶ σαφήνειαν προσάγουσαν τῇ δεδομένῃ ἑρμηνείᾳ παρα στήσω. «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἔστι δέ τις σοφία περὶ ἑκάστου τούτων· σοφία περὶ τῶν οὐρανίων, πῶς διατέτακται τὰ οὐράνια·
Let us look at what is said from the wording itself about the clay vessel in the hand of the potter, and how the word itself in the prophet—the Lord who prophesies in him—provides starting points, and not brief ones, for the interpretation of the things concerning the formation in the hand of the potter. "The word that came to Jeremiah from the Lord, saying: Arise and go down to the house of the potter." Jeremiah is above; he has gone up beyond the clay vessels. The clay vessels are below, and the nature that administers the clay vessels, in condescending to those administered, is below. Therefore the word spoken to Jeremiah from the Lord says to him: "Arise and go down to the house of the potter, and there you shall hear my words." To Moses it is said: "Go up to the mountain and hear"; to Jeremiah it is said: "Go down to the house of the potter and hear." For each of those who hear a word is either taught about things above or learns about things below. If I am taught the lower things, I go down in word, so that I may see the lower things; but if I learn the higher things, I go up in word to the higher things, so that I may behold the things there. But so that you all, as far as you are able, may follow what is said, I will use an example also from the Scripture, and alongside the example I will set forth a clarification that contributes to the interpretation given. "In the name of Jesus every knee shall bow, of things in heaven and on earth and under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father." And there is a certain wisdom concerning each of these: wisdom concerning the heavenly things, how the heavenly things have been ordered.
σοφία περὶ τῶν καταχθονίων, ἐπεὶ σοφία θεοῦ ἐστι καὶ περὶ τῆς διατάξεως τῶν καταχθονίων, ὁμοίως καὶ περὶ τῶν ἐπιγείων. ἐὰν μέλλω χωρεῖν τὴν σοφίαν τὴν περὶ τῶν ἐπουρανίων, ἀναβαίνω ἐπὶ τὰ οὐράνια, ὡς Μωσῆς ἀναβέβηκεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἵνα ἀκουστὴ γένηται αὐτῷ ἡ φωνὴ ἡ ἐκ τοῦ οὐρανοῦ κατὰ τὸ γεγραμ μένον. ἔμελλε γὰρ διδάσκεσθαι λατρείας ἐπουρανίους· σκιὰ γὰρ καὶ ὑπόδειγμα ἐπουρανίων μυστηρίων ἐν τοῖς νόμοις τοῖς ἀναγεγραμμένοις, ὡς ἐδίδασκεν ὁ ἀπόστολος εἰπών· «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων». ὥσπερ οὖν μέλλων διδάσκεσθαι περὶ τῶν ἐπουρανίων ἀναβαίνω, οὕτως ἐὰν χρεία μοι ᾖ μανθάνειν περὶ τῶν καταχθονίων, κἂν προφήτης γένωμαι, καταβαίνω. καὶ τάχα διὰ τοῦτο Σαμουήλ, ἡνίκα ἐδιδάχθη τὰ καταχθόνια, καταβέβηκε κάτω καὶ γέγονεν ἐν ᾅδου, οὐ δικαζόμενος ἵνα ἐν ᾅδου γένηται, ἀλλ' ἵνα γένηται κατάσκοπος καὶ θεωρητὴς τῶν μυστηρίων τῶν καταχθονίων. δύναται τοιαῦτα εἶναι καὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι «τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος». μέλλεις γινώσκειν τὸ ὕψος, ἀναβαίνεις τῷ λόγῳ ἐπὶ τὸ ὕψος· μέλλεις γινώσκειν τὰ μεταξὺ τοῦ ὕψους καὶ τοῦ βάθους, γινώσκεις τὸ πλάτος καὶ τὸ μῆκος. πανταχοῦ φθάνει ὑπὸ τοῦ λόγου ὁδηγούμενος τοῦ διδάσκοντος περὶ πάντων ὁ δυνάμενος ἀκολουθεῖν νοῦς τῷ υἱῷ τοῦ θεοῦ. ἀκολουθεῖ δὲ ἀποταξάμενος τῷ κόσμῳ καὶ αἴρων τὸν σταυρόν· οὗτος γὰρ δύναται ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ δυνάμενος εἰπεῖν· «ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ».
wisdom about the things beneath the earth, since it is the wisdom of God also about the ordering of the things beneath the earth, and likewise also about the things upon the earth. If I am about to receive the wisdom concerning the heavenly things, I ascend to the heavens, as Moses ascended to the summit of the mountain, so that the voice from heaven might be heard by him, according to what is written. For he was about to be taught heavenly services; for a shadow and copy of the heavenly mysteries is in the laws that are written, as the apostle taught when he said: "who serve a copy and shadow of the heavenly things." Just as, therefore, when about to be taught concerning the heavenly things, I ascend, so if I have need to learn concerning the things beneath the earth, even if I become a prophet, I descend. And perhaps for this reason Samuel, when he was taught the things beneath the earth, descended below and came to be in Hades, not being judged in order that he might come to be in Hades, but in order that he might become a scout and observer of the mysteries beneath the earth. Such also can be the things said by the apostle concerning wisdom, distinguished by knowing "what is the breadth and length and depth and height." You are about to know the height—you ascend by the word to the height; you are about to know the things between the height and the depth—you know the breadth and the length. Everywhere the mind that is able to follow the Son of God arrives, guided by the word that teaches about all things. And it follows after having renounced the world and taking up the cross; for this one is able to follow Jesus—the one able to say: "the world has been crucified to me, and I to the world.
Ἔδει παραμυθήσασθαι τὸ «κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, κἀκεῖ ἀκούσεις τοὺς λόγους μου». ἔδει γὰρ αὐτὸ συγκρῖναι τῷ «ἀνάβηθι καὶ ἀκούσεις τοὺς λόγους μου». τῶν γὰρ ἀκουόντων οἱ μὲν ἀναβαί νουσιν ἵνα διδαχθῶσιν, ἀναβαίνουσιν δὲ οὐ πάντως σωματικῶς· οἱ δὲ καταβαίνουσι καὶ τὴν ψυχὴν ἔχουσιν ἄνω, ὑπὲρ τοῦ ἰδεῖν τὸν λόγον τὸν ἀνωτάτω περὶ τῶν κατωτάτω. αὐτὸς ὁ κύριός μου Ἰησοῦς Χριστὸς ἀναβέβηκε καὶ καταβέβηκεν· «ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβὰς αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν». ἐάνπερ οὖν καὶ σὺ μέλλῃς τὸν ἀναβάντα ἀνωτάτω νοεῖν τὸν λόγον τὸν περὶ τῶν ἀνωτάτω, τὸν καταβάντα εἰς τὰ κατώτατα συνιέναι τὸν περὶ τῶν κατωτάτω διδάσκοντα, «μὴ εἴπῃς· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν [ἀναγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν] ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου», δι' οὗ ἀναβαίνεις εἰς τὸν οὐρανόν. καὶ περὶ τῆς ἀνόδου «ἐγγύς σού ἐστι τὸ ῥῆμα», καὶ περὶ τῶν κατωτάτω «ἐγγύς σού ἐστι τὸ ῥῆμα»· καὶ τί γὰρ ἀλλ' ἢ τὸν λόγον τὸν πανταχοῦ ὁ ἅγιος δύναται ἔχειν ἐν ἑαυτῷ; «ἡ» γὰρ «βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι». Καταβαίνει οὖν ὁ προφήτης
It was necessary to set alongside the "Go down to the potter's house, and there you shall hear my words" the comparison with "Go up and you shall hear my words." For of those who hear, some go up in order to be taught—and they do not go up in a bodily way at all—while others go down and yet have their soul above, in order to see the word that is highest concerning the lowest things. My Lord Jesus Christ himself has gone up and has gone down; for "he who went up is himself also he who went down, above all the heavens." If therefore you too are about to understand the word concerning the highest things as the one who went up to the highest, and to comprehend the one who went down to the lowest things as teaching about the lowest—"do not say: Who will go up into heaven? That is, to bring Christ down; or: Who will go down into the abyss? That is, to bring Christ up from the dead. But what does the scripture say? The word is near you, in your mouth and in your heart"—through which you go up into heaven. And concerning the ascent, "the word is near you," and concerning the lowest things, "the word is near you"; for what else but the word that is everywhere can the holy man have within himself? For "the kingdom of heaven is within you." The prophet therefore goes down
εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· «καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν τῷ πηλῷ ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἕτερον ἀγγεῖον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ ποιῆσαι». ἀλλ' οὐκ οἶδα τί ἑώρακεν ὁ προ φήτης παρὰ τῷ κεραμεῖ γενόμενος. εἶδε γὰρ ἐργαζόμενον τὸν κεραμέα· πήλινον ἦν τὸ σκεῦος τὸ γεγενημένον· διέπεσε τὸ σκεῦος. τί ἀκριβῶς οὐκ εἶπεν· ἀφῆκε τὸ σκεῦος ἐκ τῆς χειρὸς αὐτοῦ, οὐδὲ τῷ κεραμεῖ ἀνέθηκε τὴν αἰτίαν; ἀλλ' ἐπεὶ ὁ λόγος ἐστὶ περὶ ἐμψύχων σκευῶν, ἅτινα παρ' ἑαυτὰ διαπίπτει, διὰ τοῦτο εἴρηται· «διέπεσε τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ». πρόσεχε οὖν καὶ σὺ σαυτῷ, μήποτε ἐν ταῖς χερσὶν ὢν τοῦ κεραμέως καὶ ἔτι πλασσόμενος παρὰ σαυτὸν διαπέσῃς ἐκ τῶν χειρῶν αὐτοῦ. «οὐδεὶς» μὲν γὰρ ἁρπάζει «ἐκ τῶν χειρῶν αὐτοῦ» κατὰ τὰ εἰρημένα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. οὐ μὴν γέγραπται ὅτι ὡς οὐδεὶς ἁρπάζει, οὕτως οὐδεὶς διαπίπτει ἐκ τῶν χειρῶν αὐτοῦ· τὸ γὰρ αὐτεξούσιον ἐλεύθερόν ἐστι. καί φημι· οὐδεὶς μὲν ἁρπάσει ἐκ τῆς χειρὸς τοῦ ποιμένος, ἐκ τῆς χειρὸς τοῦ θεοῦ οὐδεὶς δύναται ἡμᾶς λαβεῖν· δυνάμεθα δὲ ἡμεῖς ἀμελήσαντες δια πεσεῖν ἐκ τῶν χειρῶν αὐτοῦ. «Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος». ἕκαστος κατὰ δύναμιν νοεῖ τὰ γεγραμμένα, ὁ μὲν ἐπιπολαιότερον οἷον ὡς ἐξ ἐπιπέδου πηγῆς λαμβάνων τὸν νοῦν ἀπ' αὐτῶν, ὁ δὲ βαθύτερον ὡς ἀπὸ φρέατος ἀνιμῶν.
into the potter's house and relates what he saw, saying: "And behold, he himself was making a work with his hands, and the vessel that he himself was making in the clay fell apart in his hands; and again he made it another vessel, as it pleased him to do." But I do not know what the prophet saw when he was at the potter's house. For he saw the potter working; the vessel that had been made was of clay; the vessel fell apart. Why did he not say precisely: he let the vessel go from his hand, nor did he attribute the cause to the potter? But since the discourse concerns living vessels, which fall apart of themselves, for this reason it is said: "the vessel fell apart from his hands." Take heed then also to yourself, lest while you are in the hands of the potter and still being molded, you fall apart from his hands of yourself. For "no one" snatches "from his hands," according to what is said in the Gospel according to John. Yet it is not written that as no one snatches, so no one falls apart from his hands; for free will is free. And I say: no one will snatch from the hand of the shepherd, from the hand of God no one can take us; but we ourselves, having become negligent, can fall apart from his hands. "And the word of the Lord came to me, saying: Can I not do with you as this potter does, O house of Israel? says the Lord." Each understands the things written according to his capacity, one more superficially, as it were drawing the meaning from them as from a shallow spring, another more deeply, as drawing it up from a well.
καὶ δύνανται ἀμφότεροι ὠφελεῖ σθαι, ἐπεὶ τὸ αὐτὸ τῷ μέν ἐστι πηγή, τῷ δὲ φρέαρ. μαρτυρεῖ τὸ εὐαγγέλιον, ἡνίκα διηγεῖται τὰ περὶ τῆς Σαμαρίτιδος· ἐκεῖ γὰρ ὀνο μάζεται τὸ αὐτὸ «πηγὴ» καὶ «φρέαρ», καὶ ἀνὰ μέρος ποτὲ λέγεται πηγὴ καὶ ποτὲ φρέαρ. κατανοείτω δὲ ὁ δυνάμενος, ἵνα εἰδῇ ὅτι τὸ αὐτὸ τῇ ὑποστάσει τῷ μὲν ἐπιπολαίῳ πηγή ἐστι, τῷ δὲ βαθυτέρῳ φρέαρ ἐστί. προοίμιόν μοι τοῦτό ἐστι τῆς μελλούσης διηγήσεως διὰ τὸ ἀγγεῖον τὸ πήλινον τὸ διαπεσὸν ἀπὸ τῆς χειρὸς τοῦ κεραμέως καὶ αὖθις πλασθέν. τινὲς ἐθεώρησαν ταῦτα ἁπλούστερον καὶ ἐνόησαν. παραθήσομαι ὑμῖν τὸν ἐκείνων λόγον καὶ τὴν διήγησιν· μετὰ ταῦτα ἐάν τι ἔχωμεν βαθύτερον καὶ τοῦτο διηγησόμεθα. δύναται, φασίν, ἐνταῦθα δηλοῦσθαι τὰ περὶ τῆς ἀναστάσεως. εἰ γὰρ τὸ πήλινον ἀγ γεῖον διέπεσεν ἀπὸ τῶν χειρῶν τοῦ κεραμέως καὶ ἀπὸ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ τοῦ αὐτοῦ ποιεῖ «αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ», δύναται ὁ κεραμεὺς θεὸς τῶν σωμάτων ἡμῶν, ὁ δημιουργὸς τῆς κατασκευῆς ἡμῶν, ἐπὰν διαπέσῃ τοῦτο καὶ συντριβῇ καθ' οἵαν δήποτε αἰτίαν, ἀναλαβεῖν αὐτὸ καὶ ἀνακαινῶσαι καὶ ποιῆσαι αὐτὸ ὡραιότερον καὶ βέλτιον «ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι». Ἐχέτω καὶ αὕτη ἡ διήγησις χάριν. αὐτοῦ δὲ ἀκούσωμεν τοῦ κυρίου διηγουμένου καὶ λέγοντος· «εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος. ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως οὕτως ὑμεῖς ἐστε ἐν χερσί μου.
And both can be benefited, since the same thing is a spring for one, but a well for another. The Gospel bears witness, when it relates the matters concerning the Samaritan woman; for there the same thing is named both "spring" and "well," and in turn it is sometimes called a spring and sometimes a well. But let the one who is able consider, so that he may know that the same thing in substance is a spring for the superficial, but a well for the deeper. This is a preface for me to the coming exposition, because of the clay vessel that fell apart from the potter's hand and was again molded. Some have contemplated these things more simply and understood them. I will set before you their account and exposition; after this, if we have something deeper, we will expound this too. It is possible, they say, that here the matters concerning the resurrection are indicated. For if the clay vessel fell apart from the potter's hands and from the same material of the same clay he makes "it another vessel, as it pleased before him," then the potter, the God of our bodies, the craftsman of our construction, when this vessel falls apart and is shattered for whatever reason, is able to take it up and renew it and make it more beautiful and better, "another vessel, as it pleased before him to make." Let this exposition also have its grace. But let us hear the Lord himself expounding and saying: "If, as the potter, I shall not be able to make you, O house of Israel? says the Lord. Behold, as the clay of the potter, so are you in my hands.
πέρας λαλήσω ἐπ' ἔθνος καὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα πρὸς αὐτό, καὶ μετανοήσω ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύειν, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς, φησὶ κύριος». τοῦτο τὸ κατὰ τὸν οἶκον τοῦ κεραμέως ὁρῶμεν ἀναφέρεσθαι οὐκ ἐπί τινα τῶν καθ' ἕνα, ἀλλ' ἐπὶ δύο ἔθνη· λέγει γὰρ ἀρξάμενος ὅτι μέλλει λέγειν περὶ ἐθνῶν, ἵνα τι ὑποβάλῃ τοῖς δυναμένοις ἀκούειν ἀπορρήτων μυστηρίων· «πέρας λαλήσω ἐπὶ ἔθνος». ζήτει καὶ τὸ πέρας καὶ τὸ πρότερον ἔθνος, ἐφ' ὃ λαλεῖ τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ λαλήσας τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας, οὐδὲν ἧττον ἐπαγγέλλεται ὅτι ἐὰν μετανοήσωσι, μετανοήσει περὶ τῶν κακῶν ὧν ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. καὶ πάλιν λαλεῖ ἐπ' ἄλλο ἔθνος δεύτερον «τοῦ ἀνοικοδομεῖ σθαι καὶ τοῦ
I will speak an end concerning a nation and a kingdom, to uproot them and to destroy them, and that nation will turn from its evils which I spoke against it, and I will relent concerning the evils which I intended to do to them. And I will speak an end concerning a nation and a kingdom, to rebuild and to plant, and they will do evil before me so as not to hear my voice, and I will relent concerning the good things which I spoke to do for them, says the Lord. This matter concerning the potter's house we see applied not to any individual, but to two nations; for he says at the outset that he is about to speak concerning nations, in order to suggest something to those able to hear secret mysteries: "I will speak an end concerning a nation." Consider both the end and the first nation, against which he speaks the things of destruction because of their sins; and having spoken the things of destruction because of their sins, he nonetheless promises that if they repent, he will relent concerning the evils which he spoke to do to them. And again he speaks concerning another, a second nation, "to rebuild and to
καταφυτεύεσθαι» ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο τὸ ἀνοικοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ λαλῆσαι ταῦτα, ἐὰν ἀποστῶσι τῶν ἔργων τῶν ἀγαθῶν· «μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς». Τίνα οὖν τὰ δύο ἔθνη, τὸ πρότερον ὀνομασθὲν ᾧ ἀπειλεῖ ὁ λόγος, καὶ τὸ δεύτερον ᾧ ἐπαγγέλλεται; ἀπειλεῖ μέντοιγε ὥστε, εἰ μετανοήσαι, μὴ ποιῆσαι τὰ τῆς ἀπειλῆς. ἐπαγγέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν. περὶ δύο μάλιστα ἐθνῶν πρόκειται πᾶσα ἡ οἰκονομία τοῦ θεοῦ τοῖς ἐν τῷ κόσμῳ ἀνθρώποις. γέγονε πρῶτον ἔθνος ἐκεῖνο ὁ Ἰσραήλ, δεύτερον ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας τοῦτο τὸ ἔθνος. τῷ προτέρῳ ἠπείλησεν ὁ θεὸς ἃ ἠπείλησε, καὶ βλέπομεν τὰ τῆς ἀπειλῆς τοῦ προτέρου ἔθνους· ἐν αἰχμαλωσίᾳ γεγένηται, κατεσκάφη αὐτῶν ἡ πόλις, καθῃρέθη τὸ ἁγίασμα, τὸ θυσιαστήριον καταβέβληται, οὐδὲν ἔτι σῴζεται τῶν πάλαι σεμνῶν παρ' αὐτοῖς. ἔλεγε γὰρ ἐκείνῳ τῷ ἔθνει ὁ θεός· μετανοήσατε, καὶ οὐ μετενόησαν. μετὰ τὸ ἐκείνοις εἰρῆσθαι ταῦτα, λέγει τούτῳ τῷ δευτέρῳ ἔθνει ὁ θεὸς τὰ περὶ τοῦ ἀνοικοδομεῖσθαι αὐτό. ὁρᾷ δὲ ὅτι καὶ τοῦτο τὸ ἔθνος ἄνθρωποί εἰσι δυνάμενοι πάλιν παραπεσεῖν. διὰ τοῦτο καὶ τούτῳ ἀπειλεῖ καί φησιν· εἰ καὶ προεῖπον τὰ περὶ τῆς οἰκοδομῆς καὶ τὰ περὶ τῆς καταφυτεύσεως καὶ τῆς γεωργίας, μέλλει δὲ ἁμαρτάνειν καὶ τοῦτο τὸ ἔθνος, καὶ τούτῳ ἁμαρτήσαντι συμβήσεται ταὐτὰ ἅπερ εἴρηται ἐκείνοις διὰ τὰ ἁμαρτήματα, καὶ πείσονται ἐὰν μὴ μετανοήσωσι.
to be planted as a whole nation. And since this nation that is being rebuilt and planted has a good promise, but is capable of sinning, he says, after speaking these things, if they depart from good works: I will relent concerning the good things which I spoke to do for them. What then are the two nations, the first named, to which the word threatens, and the second to which it promises? It threatens, to be sure, so that, if it should repent, it may not carry out the things of the threat. It promises so that, if the second nation should fall away and become unworthy of the promises, it will not obtain them. The whole economy of God for humans in the world concerns especially two nations. The first nation was that Israel; the second, from the coming of Christ, is this nation. To the former God threatened the things he threatened, and we see the things of the threat upon the first nation: it has been taken into captivity, their city has been razed, the sanctuary has been destroyed, the altar has been thrown down, nothing of their former revered things is any longer preserved. For God said to that nation: Repent, and they did not repent. After these things had been said to them, God says to this second nation the things concerning its being rebuilt. But he sees that this nation too are humans capable of falling away again. Therefore he also threatens this one and says: even if I foretold the things concerning the building and the things concerning the planting and the cultivation, yet this nation too is going to sin, and for this one too, having sinned, the same things will happen as were spoken to those because of their sins, and they will suffer them if they do not repent.
πᾶσαν ἐρεύνησον τὴν γραφήν, καὶ εὑρήσεις τὰ πλεῖστα περὶ τῶν δύο τούτων τῶν ἐθνῶν λεγόμενα. ἐξελέξατο ὁ θεὸς τοὺς πατέρας, ἐπαγγελίαν δέδωκεν αὐτοῖς, ἐξήγαγε λαὸν ἐκ τοῦ γένους τῶν πατέρων ἀπὸ Αἰγύπτου, ἐμακροθύμησεν ἐπ' αὐτοῖς ἁμαρτάνουσιν, ἐπαίδευσεν αὐτοὺς ὡς πατήρ, εἰσήγαγεν αὐτούς, ἔδωκεν αὐτοῖς γῆν ἐπαγγελίας, ἔπεμψεν αὐτοῖς προφήτας κατὰ καιρούς, ἐπαίδευσε καὶ ἐπέστρεψεν αὐτοὺς ἀπὸ τῶν ἁμαρτημάτων. ἐμακροθύμησεν ἀεὶ πέμπων τοὺς θεραπεύοντας, μέχρις οὗ ἔλθῃ ὁ ἀρχιατρός, ὁ διαφέρων προφητῶν προφήτης, ὁ διαφέρων ἰατρῶν ἰατρός. ἐληλυθότα τοῦτον προέδωκαν καὶ ἀπέκτειναν «αἶρε, αἶρε» λέγοντες «ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· σταύρου, σταύρου αὐτόν». εὐθέως ἦλθεν ἐπισκοπὴ ἐπὶ τὸ ἔθνος, ἠρημώθη ὁ τόπος ἔνθα ἐσταύρωταί μου ὁ Ἰησοῦς, ἐξελέξατο ὁ θεὸς ἄλλο ἔθνος. «ὁ θερισμὸς ὁρᾶτε πῶς πολύς ἐστιν, εἰ καὶ οἱ ἐργάται ὀλίγοι εἰσί». καὶ ἄλλως δὲ οἰκονομεῖ ὁ θεὸς τὴν σαγήνην ἀεὶ βάλλεσθαι ἐπὶ τὴν θάλασσαν τοῦ βίου τού του καὶ συνάγονται ἰχθύες παντοδαποί· ἀποστέλλει «τοὺς ἁλιεῖς τοὺς πολλούς»· ἀποστέλλει «τοὺς θηρευτὰς τοὺς πολλούς», θηρεύουσιν ἀπὸ «παντὸς ὄρους», θηρεύουσιν ἀπὸ «παντὸς βουνοῦ». ὅρα πόση οἰκονομία περὶ τῆς τῶν ἐθνῶν ἐστι σωτηρίας. «Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν» τὸ πρότερον ἔθνος καὶ πεσὸν «ἀποτομία, ἐπὶ δὲ σὲ» τὸ δεύτερον ἔθνος ἐπαγγελίαι καὶ «χρηστότης, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ». οὐ γὰρ ἡ ἀξίνη τότε μόνον πρὸς τὴν ῥίζαν τῶν δένδρων ἔκειτο. ἑτοίμη πάλιν ἐστὶν ἐλθεῖν ἡ ἀξίνη·
Search the whole scripture, and you will find that most of what is said concerns these two nations. God chose the fathers, gave them a promise, led a people out of the race of the fathers from Egypt, was patient with them when they sinned, disciplined them as a father, brought them in, gave them the land of promise, sent them prophets at the appointed times, disciplined them and turned them back from their sins. He was always patient, sending those who would heal them, until the chief physician should come, the prophet who surpasses prophets, the physician who surpasses physicians. When he had come, they betrayed him and killed him, saying, "Take away, take away such a one from the earth; crucify, crucify him." Immediately visitation came upon the nation, the place where my Jesus was crucified was laid waste, God chose another nation. "You see how great the harvest is, even if the workers are few." And in another way God arranges that the net is always cast into the sea of this life, and fish of every kind are gathered together. He sends out "the many fishermen"; he sends out "the many hunters"; they hunt from "every mountain," they hunt from "every hill." See how great is the economy concerning the salvation of the nations. "Behold therefore the goodness and severity of God: on" the former nation, even when it fell, "severity, but on you," the second nation, promises and "goodness, if you continue in his goodness; otherwise you also will be cut off." For the axe was not then only laid to the root of the trees. The axe is again ready to come.
«ἡ» δὲ «ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται» ἔλεγέ μου ὁ Ἰησοῦς τότε προφητεύων περὶ τοῦ Ἰσραὴλ παρ' ὃν ἡ ἀξίνη ἦν. αὐτὸς ἦν ἡ ἀξίνη τοῦ ἀκάρπου δένδρου καὶ ἔλεγεν· «ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται». ὅσα ἦν ἐκεῖ δένδρα μὴ ποιοῦντα καρπὸν ἐξεκόπη καὶ εἰς τὸ πῦρ ἐβλήθη καὶ κεκόλασται. νῦν δὲ ἄλλο γεώργιον γεγένηται ἀνάλογον τῷ προ τέρῳ, περὶ οὗ εἴρηται· «εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου». εἰσήγαγεν αὐτοῦ τὸ ἔθνος ὁ θεὸς εἰς ὄρος κληρονομίας αὐτοῦ. τὸ ὄρος ἐγὼ ζητῶ οὐχ ὡς Ἰουδαῖοι οὕτως ἐν ἀψύχοις ὕλαις. τὸ ὄρος ὁ Χριστός ἐστιν. ἐν τούτῳ κατεφυτεύθημεν, ἐπ' αὐτῷ ἐτηρήθημεν. ὁρᾶτε οὖν, ἐὰν καὶ μακροθυμήσῃ, μήποτε ἐλθὼν ὁ οἰκοδεσπότης εἴπῃ· «ἤδη τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν ταύτην καὶ καρπὸν οὐκ ἤνεγκεν· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ»; καταργεῖ γὰρ τὴν καλὴν γῆν,
τὸν Χριστόν, τὸ μυστήριον τῆς ἐκκλησίας, ὁ ἐρχόμενος ἐπὶ συναγωγὴν καὶ μὴ καρποφορῶν. «Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν». δόξει ἁπλῶς τὸ πέρας εἰρῆσθαι. εἴρηται δὲ τοιοῦτον. ἐν τῷ «λαλήσω ἐπ' ἔθνος ἢ βασιλείαν», τὸ πέρας τοιοῦτόν ἐστι· κατασκάψω λέγεται τῷ προτέρῳ ἔθνει τὸ πέρας, τῷ δευτέρῳ ἔθνει· ἀνοικοδομήσω ὑμᾶς. καὶ πάλιν ἐκριζώσω τοῖς προτέροις λέγεται, καὶ καταφυτεύσω τοῖς δευτέροις. ἆρ' οὖν ἐπεὶ εἴρηται τὸ πέρας, δεῖ γενέσθαι τὸ πέρας; ὁ θεὸς μὴ μετανοῶν μετανοεῖν λέγεται κατὰ τὴν γραφήν. καὶ πρόσχωμεν τῇ λέξει, ἵνα ἐὰν δυνηθῶμεν ἀπολογήσασθαι, πῶς ταῦτα λέγεται, [εἰ] παραδεξώμεθα τὸν λόγον.
And Jesus said to me, prophesying at that time concerning Israel, "The axe is laid to the root of the trees," beside which the axe was. He himself was the axe of the unfruitful tree, and he said: "Already the axe is laid to the root of the trees." As many trees as were there not producing fruit were cut down and thrown into the fire and have been punished. But now another field has come into being, corresponding to the former one, about which it is said: "Having brought them in, plant them on the mountain of your inheritance, in your ready dwelling-place." God brought his nation into the mountain of his inheritance. The mountain I seek, not as the Jews do in soulless materials. The mountain is Christ. In him we were planted, upon him we were kept. See therefore, if he also shows patience, lest perhaps the master of the house come and say: "Behold, three years I have come to this fig tree and it has borne no fruit; cut it down; why does it also make the ground useless?" For he makes the good ground useless, Christ, the mystery of the church, the one who comes to the synagogue and does not bear fruit. "An end I will speak against a nation or against a kingdom." It will seem that the end has been spoken of simply. But it has been spoken of as follows. In the phrase "I will speak against a nation or a kingdom," the end is of this sort: "I will raze" is said as the end to the former nation, to the second nation: "I will rebuild you." And again "I will uproot" is said to the former, and "I will plant" to the second. Is it then, because the end has been spoken, that the end must come to pass? God, who does not repent, is said to repent according to the scripture. And let us attend to the wording, so that if we are able to make a defense, how these things are said, we may accept the account.
«πέρας λαλήσω» φησὶν «ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν, καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα ἐπ' αὐτό, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον ἐμοῦ τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς». περὶ τῆς μετανοίας τοῦ θεοῦ ἀπαιτούμεθα ἀπολογήσασθαι· δοκεῖ γὰρ ἐπίληπτον εἶναι καὶ ἀνάξιον, οὐ μόνον τοῦ θεοῦ ἀλλὰ καὶ τοῦ σοφοῦ, τὸ μετανοεῖν. οὐκ ἐπινοῶ γὰρ σοφὸν μετανοοῦντα, ἀλλ' ὁ μετανοῶν, ὅσον ἐπὶ τῇ συνηθείᾳ τῆς χρήσεως τῆς λέξεως, ἐπὶ τῷ μὴ καλῶς βεβουλεῦσθαι μετανοεῖ. ὁ θεὸς δέ, προγνώστης ὢν τῶν μελλόντων, οὐ δύναται μὴ καλῶς βεβουλεῦσθαι, καὶ παρὰ τοῦτο μετα νοεῖν. πῶς οὖν ἡ γραφὴ αὐτὸν εἰσήγαγε λέγοντα «μετανοήσω», οὔπω λέγω, καὶ ἐν ταῖς Βασιλείαις εἴρηται ἐν τῷ «μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα», καὶ καθολικῶς περὶ αὐτοῦ λέλεκται· «καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις». Ἀλλ' ὅρα τί περὶ θεοῦ διδασκόμεθα καθολικῶς. ὅπου μὲν «οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι», καὶ μανθάνομεν διὰ ταύτης τῆς λέξεως ὅτι ὁ θεὸς οὐχ ὡς ἄνθρωπος· διὰ δὲ ἄλλης ὅτι ὁ θεὸς ὡς ἄνθρωπος φασκούσης· «ὅτι ἐπαίδευσέ σε κύριος ὁ θεός σου, ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ» καὶ πάλιν «ἐτροποφόρησεν ὡς ἄνθρωπος τὸν υἱὸν αὐ τοῦ».
I will speak an end," he says, "against a nation or against a kingdom, to uproot them and to destroy them, and if that nation turns from their evils which I spoke against it, then I will relent concerning the evils which I intended to do to them. And I will speak an end against a nation or against a kingdom, to rebuild and to plant it, and they shall do evil before me so as not to hear my voice, and I will relent concerning the good things which I spoke to do for them." Concerning God's repentance we are required to give an account; for repenting seems blameworthy and unworthy, not only of God but even of a wise man. For I cannot conceive of a wise man repenting, but one who repents, as far as the customary usage of the word goes, repents because he has not deliberated well. But God, being foreknower of things to come, cannot have failed to deliberate well, and on that account repent. How then has the Scripture introduced him as saying "I will relent" — I do not yet mention that it is also said in the Kingdoms, in the passage "I have regretted that I anointed Saul as king," and that it has been said universally concerning him: "and relenting over the evils." But observe what we are taught universally concerning God. In one place, "God is not as a man to be wavered, nor as a son of man to be threatened," and we learn through this word that God is not as a man; but through another that God is as a man, which says: "For the Lord your God disciplined you, as if a man should discipline his son," and again "he bore with them as a man his son.
οὐκοῦν ὅταν μὲν αἱ γραφαὶ θεολογῶσι τὸν θεὸν καθ' αὑτὸν καὶ μὴ ἐπιπλέκωσιν αὐτοῦ τὴν οἰκονομίαν τοῖς ἀνθρωπίνοις πράγ μασι, λέγουσιν αὐτὸν εἶναι οὐχ ὡς ἄνθρωπος. «τῆς» γὰρ «μεγαλω σύνης αὐτοῦ οὐκ ἔσται πέρας». καὶ «φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς», καὶ «αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι θεοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς». καὶ ἄλλα μυρία ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων εὕροις ἄν, οἷς ἐφαρμόσεις τὸ «οὐχ ὡς ἄνθρωπος ὁ θεός». ὅταν δὲ ἐπιπλέκηται ἀνθρωπίνοις πράγμασιν ἡ θεία οἰκονομία, φέρει τὸν ἀνθρώπινον νοῦν καὶ τρόπον καὶ λέξιν. καὶ ὥσπερ ἡμεῖς ἐὰν διετεῖ παιδίῳ διαλεγώμεθα, ψελλίζομεν διὰ τὸ παιδίον· οὐ γὰρ οἷόν τέ ἐστι τηροῦντας ἡμᾶς τὸ ἀξίωμα τῆς τελείου ἀνδρὸς ἡλικίας καὶ λαλοῦντας τοῖς παιδίοις μὴ συγκαταβαίνοντας αὐ τῶν τῇ διαλέκτῳ νοῆσαι τὰ παιδία–τοιοῦτόν τί μοι νόει καὶ περὶ τὸν θεόν, ὅταν τὸ τῶν ἀνθρώπων γένος, καὶ μάλιστα τὸ τῶν ἔτι νηπίων οἰκονομῇ. ὅρα πῶς καὶ μεταποιοῦμεν τὰ ὀνόματα οἱ τέλειοι ἄνδρες πρὸς τὰ βρέφη, καὶ τὸν μὲν ἄρτον ἰδίως ὀνομάζομεν αὐτοῖς, τὸ δὲ πιεῖν ἄλλῃ λέξει ὀνομάζομεν, τελείων οὐ χρώμενοι διαλέκτῳ ᾗ χρώμεθα πρὸς τοὺς τελείους ὁμήλικας, ἀλλὰ ἄλλῃ λέξει τινὶ παιδικῇ καὶ βρεφώδει. καὶ τὰ ἐνδύματα ἐὰν ὀνομάζωμεν τοῖς παιδίοις, ἄλλα ὀνόματα ἐπιτίθεμεν αὐτοῖς, οἱονεὶ ὄνομα παιδικὸν πλάσσοντες. ἆρ' οὖν τότε ἀτελεῖς ἐσμεν;
Therefore, when the Scriptures speak theologically of God by himself and do not involve his economy with human affairs, they say that he is not as a man. For "of his greatness there will be no end." And "he is fearful above all the gods," and "Praise him, all you angels of God; praise him, all his powers; praise him, sun and moon; praise him, all you stars and the light." And by collecting countless other passages from the sacred writings you would find those to which you might apply "God is not as a man." But when the divine economy is involved with human affairs, it bears a human mind and manner and expression. And just as we, if we converse with a two-year-old child, babble on account of the child—for it is not possible for us, while maintaining the dignity of a full-grown man's stature and speaking to children, not to condescend to their speech for the children to understand—understand something of this sort also concerning God, when he manages the human race, and especially that of those still infants. See how we too, as full-grown men, change our words for infants, and we name bread for them in a special way, and we name drink with another expression, not using the language we use toward full-grown peers, but some other childish and infantile expression. And if we name clothing for little children, we attach other names to them, as it were fashioning a childish name. Are we then imperfect?
καὶ εἴ τις ἡμῶν ἀκούοι παιδίοις διαλεγομένων, ἐρεῖ ὅτι ἀνόητος γέγονεν ὁ γέρων οὗτος, ὁ ἀνὴρ οὗτος ἐπιλέλησται τοῦ γενείου αὐτοῦ, τῆς ἡλικίας τοῦ ἀνδρός; ἢ δέδοται κατὰ συμπεριφορὰν παιδίῳ ὁμιλοῦντα μὴ λαλῆσαι διαλέκτῳ πρεσβυτικῇ μηδὲ ἐντελεῖ, ἀλλὰ παιδικῇ; Καὶ ὁ θεὸς δὴ λαλεῖ παιδίοις· «ἰδού» φησὶ καὶ ὁ σωτὴρ «ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός». λέγοιτο ἂν τῷ γέροντι τῷ
λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ τὸν τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας. οὕτως οὖν νόει μοι καὶ τὴν γραφὴν λέγουσαν· «ἐτροποφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ». καὶ ἐοίκασιν οἱ ἀπὸ ἑβραϊσμοῦ ἑρμηνεύσαντες, μὴ εὑρόντες τὴν λέξιν κειμένην παρ' Ἕλλησιν, ἀναπεπλακέναι ὡς ἐπ' ἄλλων πολλῶν καὶ ταύτην καὶ πεποιηκέναι τὴν «ἐτροποφόρησέν σε κύριος ὁ θεός σου (τουτέστι τοὺς τρόπους σου ἐφόρεσεν), ὡς εἴ τις τροποφορήσει ἄνθρωπος (κατὰ τὸ παράδειγμα τοῦτο ὃ εἴρηκα) τὸν υἱὸν αὐτοῦ». ἐπεὶ τοίνυν ἡμεῖς μετανοοῦμεν, ὅταν ἡμῖν διαλέγηται μετανοοῦσιν ὁ θεὸς λέγει· μετανοῶ, καὶ ἀπειλῶν ἡμῖν οὐ προσποιεῖται προγνώστης εἶναι, ἀλλ' ὡς βρέφεσι λαλῶν ἀπειλεῖ. οὐ προσποιεῖται ὅτι προέγνω «τὰ πάντα πρὶν γενέσεως αὐ τῶν», ἀλλ' ὡς, ἵν' οὕτως ὀνομάσω, ὑποκρινόμενος τὸ βρέφος προσ ποιεῖται μηδὲ εἰδέναι τὰ μέλλοντα. καὶ ἀπειλεῖ γοῦν ἔθνει διὰ τὰς ἁμαρτίας αὐτοῦ καὶ λέγει· «ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετα νοήσω». ὦ θεέ· ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει;
And if one of us should hear him conversing with little children, will he say, "This old man has become foolish; this man has forgotten his beard, the maturity of a man"? Or is it granted by way of condescension that one speaking to a child should not speak in an elder's dialect, nor in a complete one, but in a childish one? And God also speaks to little children: "Behold," says the Savior too, "I and the children whom God has given me." It might be said to the elder who speaks to the child in a childish manner, or—that I may put it more emphatically—in an infantile way, that you bore with your son's ways and you bore the manner of the infant and took up his condition. Understand the Scripture in this way, then, when it says: "The Lord your God bore with your ways, as a man would bear with his son's ways." And those who translated from the Hebrew seem, not finding the expression established among the Greeks, to have fabricated this one too, as in many other cases, and to have produced: "The Lord your God bore with your ways" (that is, he bore your ways), "as a man would bear with his son's ways" (according to the example I have mentioned). Since, then, we repent, when God converses with us as we repent, he says, "I repent," and when he threatens us he does not pretend to be a foreknower, but as one speaking to infants he threatens. He does not pretend that he foreknew "all things before their coming into being," but as—to call it so—playing the part of an infant, he pretends not even to know the future. And so he threatens a nation because of its sins and says: "If the nation repents, I too will repent." O God, when you were threatening, did you not know whether the nation would repent or would not repent?
τί δέ; ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ; ἀλλ' οὐ προσποιεῖται. Καὶ τοιαῦτα πολλὰ εὕροις ἂν ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ «λάλησον τοῖς υἱοῖς Ἰσραήλ· ἴσως ἀκούσονται καὶ μετανοήσουσι». τοῦτο οὐχ ὡς διστάζων ὁ θεὸς εἴρηκε τὸ «ἴσως ἀκούσονται»· οὐ γὰρ διστάζει ὁ θεός, ἵνα λέγῃ τὸ «ἴσως ἀκούσονται καὶ μετανοήσουσιν», ἀλλ' ἵνα ἐπὶ πολὺ ἐμφήνῃ σου τὸ αὐτεξούσιον καὶ μὴ εἴπῃς· εἰ προέγνω με ἀπολλύμενον ἀπολέσθαι με δεῖ, εἰ προέγνω με σωθησόμενον σωθή σεσθαι πάντως με χρή. οὐ προσποιεῖται οὖν τὸ περὶ τοῦ ἐπὶ σοὶ μέλλοντος εἰδέναι, ἵνα τηρήσῃ σου τὸ αὐτεξούσιον τῷ μὴ προειληφέναι μηδὲ προεγνωκέναι, πότερον μετανοήσεις ἢ μή. καὶ λέγει πρὸς τὸν προφήτην· «λάλησον, ἴσως μετανοήσουσι». τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον. ἐὰν ἀκούσῃς θυμὸν θεοῦ καὶ ὀργὴν αὐτοῦ, μὴ νόμιζε τὴν ὀργὴν καὶ τὸν θυμὸν πάθη εἶναι θεοῦ. οἰκονομίαι χρήσεως λέξεών εἰσι πρὸς τὸ τὸ βρέφος ἐπιστρέψαι καὶ βελτιωθῆναι· ἐπεὶ καὶ ἡμεῖς τοῖς παιδίοις πρόσωπον ποιοῦμεν οὐκ ἀπὸ διαθέσεως ἀλλὰ κατ' οἰκονομίαν φοβερόν. ἐὰν τηρήσωμεν τὸ ἵλεων τῆς ψυχῆς πρὸς τὸ βρέφος ἐν τῷ προσώπῳ ἡμῶν, καὶ τὴν φιλοστοργίαν ἣν ἔχομεν πρὸς αὐτὸ ἐμφή νωμεν, μὴ διαστρέψαντες ἑαυτοὺς μηδὲ οἱονεὶ μεταβαλόντες πρὸς τὴν ἐκείνου ἐπιστροφήν, ἀπόλλυμεν αὐτὸ καὶ χεῖρον ποιοῦμεν. οὕτως οὖν ὁ θεὸς καὶ ὀργίζεσθαι λέγεται καὶ θυμοῦσθαί φησιν, ἵνα ἐπιστρέψῃς καὶ βελτιωθῇς. καὶ ἀληθῶς οὐκ ὀργίζεται μὲν οὐδὲ θυμοῦται·
What then? When you made your promise, did you not know whether the man would remain worthy of the promises, or the nation to which the word was addressed, or would not remain? But he does not pretend. And you would find many such humanlike things in the scripture, as also the passage "Speak to the sons of Israel: Perhaps they will hear and repent." God did not say "Perhaps they will hear" as though he were in doubt; for God does not doubt, so as to say "Perhaps they will hear and repent," but in order that he might for a long time make clear your free will, and that you might not say: If he foreknew that I would perish, I must perish; if he foreknew that I would be saved, I must by all means be saved. He does not pretend to know what is to happen in your case, in order to preserve your free will by not having predetermined or foreknown whether you will repent or not. And he says to the prophet: "Speak, perhaps they will repent." For you will find countless other such things said about God, who adapts himself to the human being. If you hear of the wrath of God and his anger, do not think that the anger and the wrath are passions of God. They are economies in the use of words, to turn the infant back and improve him; since we too make our face frightening to little children, not from a disposition but by way of economy. If we preserve the cheerfulness of our soul toward the infant in our face, and display the affection we have for it, without distorting ourselves or, as it were, changing ourselves for its conversion, we destroy it and make it worse. In this way, then, God is said both to be angry and to be wrathful, in order that you may turn back and be improved. And truly he is neither angry nor wrathful;
σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ. Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ ἡ ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)· «καὶ νῦν εἶπον πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτως λέγει κύριος· ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμᾶς κακά». ὅτι ἐν τῇ χειρί μου ταῦτά ἐστιν ἃ πλάσσω ἐφ' ὑμᾶς, δύναται διαπεσεῖν. ποιήσατε ταῦτα διαπεσεῖν ἀπὸ τῆς χειρός μου, ἵνα ἃ πλάσσω ἐφ' ὑμᾶς κακὰ μεταβάλω καὶ ποιήσω ἀγαθά. οὐκ ἂν εὕροις· «ἰδοὺ πλάσσω ἐφ' ὑμᾶς ἀγαθά» καὶ τὰ ἀνὰ λόγον αὐτῶν λεγόμενα ἑξῆς, ἵνα μετὰ τοῦτο ἐμφήνῃ ὅτι ἃ πλάσσει ἀγαθὰ ἀπολύει ἀπὸ τῶν χειρῶν, ἵνα ποιήσῃ αὐτὰ κακά. ἀλλὰ πλάσσει κακὰ κατὰ τὸ εἰρημένον παράδειγμα, καὶ πλάσσων κακὰ οἰκονομεῖ (χωρὶς τῆς ἑρμηνείας τῆς ἀποδεδομένης εἰς τὸ «ἔπεσεν ἀπὸ τῶν χειρῶν μου»), ἵνα ἐὰν πέσῃ, καὶ τὸ τέλος τῶν πλασσομένων κακῶν οὐκ οἶδα ποτα πὸν γένηται. «Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν». ἔσθ' ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν
But you will experience the things of wrath and the things of anger, having come into hardships hard to endure because of wickedness, whenever you are disciplined by what is called the wrath of God. Next, after the discourse about the two nations—the first to which the threat is given, and the second to which the promise is given—he says (he spoke, clearly, to the former): "And now I have spoken to the men of Judah and to those who dwell in Jerusalem: Thus says the Lord: Behold, I am fashioning evils against you." Because these things that I fashion against you are in my hand, they can fall away. Make these things fall away from my hand, so that the evils I fashion against you I may change and make into good things. You would not find: "Behold, I fashion good things against you," and the corresponding statements following them, so that after this he might indicate that the good things he fashions he releases from his hands, in order to make them evil. But he fashions evils according to the example just mentioned, and in fashioning evils he manages them (apart from the interpretation given to "it fell from my hands"), so that if it falls, I do not know what sort of end the things fashioned as evils may come to. "Let each one therefore turn back from his evil way, and make your practices better." Sometimes those who are more guileless say: Blessed are the people of older times, because they heard
τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «καὶ ἐλάλησεν αὐτοῖς κύριος». καὶ πρὸς ἡμᾶς λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ «ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς»· αὐτὸς ὁ κύριος διαλέγεταί σοι φάσκων· «καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν». ἀλλ' ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρηνται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; «ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν». καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ «ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν». τί δὲ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα»; οἱ ἀρξάμενοι βάλλειν «ἐπ' ἄροτρον τὴν χεῖρα» καὶ «τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι ἐν τῷ ἀροτριᾶν, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι», ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν «ἐπ' ἄροτρον τὴν χεῖρα» στραφῇ εἰς τὰ ὀπίσω, «ὀπίσω τῶν ἀποστροφῶν» αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ παλινδρομεῖ ἐπ' ἐκεῖνα ἃ καταλέλοιπεν ἁμαρτήματα.
when the Lord says through the prophet, "And the Lord spoke to them." And the Lord says to us now through the writings, "Let each turn from his evil way"; the Lord himself converses with you, saying, "And make your practices better." But those to whom the exhortatory words about repentance were spoken answered, and let us see what they answered, so that we too may not answer such things. What then do they say in answer? "We will act manfully, for we will go after our turnings away, and each of us will do the pleasing things of his own evil heart." And even if you do not say it in so many words, yet if your life is such as to sin, you too in effect say through your evil deeds, after the exhortatory words, "We will act manfully, for we will go after our turnings away, and each of us will do the pleasing things of his own evil heart." But what is "we will go after our turnings away"? Those who began to put "their hand to the plow" and "reaching forward to the things ahead in plowing, forgetting the things behind," turned away from wicked things. When, therefore, someone who has put "his hand to the plow" turns back to the things behind, he will go "after his turnings away"; for he will go after those things from which he turned away, and he runs back to the sins he had left behind.
καὶ τῶν ἀκουόν των οὖν ταῦτα, εἴτε κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ «τοῖς ἔμπροσθεν ἐπεκτεί νεσθαι», εἰ ὁ βίος γεγένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ» οὐχ ἁπλῶς, ἀλλὰ «τῆς πονηρᾶς ποιήσομεν». ἔστι γὰρ καρδία πονηρὰ καὶ ἔστι καρδία ἀγαθή. μηδεὶς οὖν «ὀπίσω τῶν ἀποστροφῶν» ἑαυτοῦ πορευέσθω μηδὲ «τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς» ποιείτω. «Διὰ τοῦτο» πρὸς τοὺς ταῦτα ἀποκρινομένους «λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;» δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλ' ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία ὃν δεῖ τρόπον ἐπιστραφῇ πρὸς τὸν θεόν, λεχθήσεται· «ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ.» βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι «τὸν κύριον τῆς δόξης» ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέ στρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ' ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. «ἐρωτήσατε» οὖν «ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ»; «Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λι βάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
And so those who hear these things, whether catechumens who have left the pagan life or believers already advanced in "reaching forward to the things that are before," if their life has become wicked, they say nothing other than, "We will go after our own backslidings, and each will do the things pleasing to his own heart"—not simply, but "of the wicked heart." For there is a wicked heart and there is a good heart. Let no one, then, go "after his own backslidings," nor "do the things pleasing to his own wicked heart." "Therefore," to those who answer these things, "the Lord says: Ask now among the nations: who has heard such horrible things as the virgin of Israel has done exceedingly?" And these things will seem to have been spoken simply. But if the church from the nations turns to God in the way it ought, it will be said: "Ask now among the nations; hear what horrible things the virgin of Israel has done exceedingly." For let us compare the life of those who have sinned with the life of those who have turned and believed, and we will know that those men have done horrible things by killing "the Lord of glory," while these, when those had done horrible things, turned to him who was slain and died by them for the sins of the world. "Ask," then, "among the nations: who has heard such horrible things as the virgin of Israel has done exceedingly?" "Will breasts fail from a rock, or snow from Lebanon? Or will water carried violently by the wind turn aside?
ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον». διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ «μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;» δεύτερον δέ ἐν τῷ «ἢ χιὼν ἀπὸ Λιβάνου;» τρίτον δὲ ἐν τῷ «μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό μενον;» ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῇ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ' ἂν ἕκαστον εἰπεῖν· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός». τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου; τίς οὕτως ἐδίψησε θεὸν ὥστ' ἂν εἰπεῖν· «ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα»; τίς οὕτως ἐδίψησε τοὺς μαστοὺς τῆς πέτρας; «ἡ πέτρα δὲ ἦν ὁ Χριστός». τίς οὕτως ἐδίψησεν ἁγίου πνεύματος ὥστ' ἂν εἰπεῖν· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός»; ἐὰν μὴ τὰς τρεῖς πηγὰς τῶν ὑδάτων διψήσωμεν, οὐδὲ μίαν πηγὴν τῶν ὑδάτων εὑρήσομεν. ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ,
because my people forgot me, they burned incense in vain, and they will grow weak in their ways, everlasting paths, to tread out paths having no way for journeying, to appoint their land for destruction and an everlasting hissing. He has spoken here of differences of waters: first in "shall the breasts of the rock fail?" second in "or snow from Lebanon?" third in "shall water turned aside by a violent wind be carried away?" These three kinds of waters are the fountains of waters, which the soul of the righteous, likened to a deer, longs for, so that each might say: "As the deer longs for the fountains of waters, so my soul longs for you, O God." Who then has become a deer, an enemy to the race of serpents, suffering nothing from their venom, as is recorded concerning the deer? Who so thirsted for God as to say: "My soul thirsted for the living God"? Who so thirsted for the breasts of the rock? "And the rock was Christ." Who so thirsted for the Holy Spirit as to say: "As the deer longs for the fountains of waters, so my soul longs for you, O God"? Unless we thirst for the three fountains of waters, we shall not find even one fountain of waters. They seemed to have thirsted for one fountain of waters, God,
Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰησοῦν· ἀλλ' ἐπεὶ οὐκ ἐδίψησαν τὸν πατέρα, ὄντα νόμου καὶ προφητῶν θεόν, διὰ τοῦτο οὐ πίνουσιν οὐδὲ ἀπὸ Ἰησοῦ Χριστοῦ. οἱ δὲ ἕνα μὲν τηροῦντες θεόν, ἐξουδενοῦντες δὲ τὰς προφητείας οὐκ ἐδίψησαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς προφήταις, διὰ τοῦτο οὐ πίονται οὐδὲ ἀπὸ τῆς πηγῆς τῆς πατρικῆς, οὐδὲ ἀπὸ τοῦ κεκραγότος ἐν τῷ ἱερῷ καὶ εἰρηκότος· «ἐάν τις διψῇ, ἐρχέσθω πρός με καὶ πινέτω». Οὐκ ἐκλείπουσιν οὖν «ἀπὸ πέτρας μαστοί». ἀλλ' ἐκεῖνοι «ἐγκα τέλιπον πηγὴν ὕδατος ζωῆς», οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπ' οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλ' «οἱ μακρύνοντες ἑαυτοὺς ἀπ' αὐτοῦ ἀπολοῦνται»· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ κατα φαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· «ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν». «θεὸς» γάρ φησιν «ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος». οὐκ «ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί», τὰ ὕδατα τοῦ Ἰησοῦ, «ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου», τὰ ὕδατα τὰ πατρικά. καὶ λίβανος γὰρ τὸ θυμίαμα ἱερόν ἐστι κατὰ τὸν νόμον τοῦ θεοῦ, καὶ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον «λίβανος διαφανής, ἴσος ἴσῳ». καὶ ὁμώνυμον τὸ ὄρος τούτῳ τῷ λιβάνῳ, καὶ ἔστι χιὼν ἀπὸ τοῦ Λιβάνου κατερχομένη, ὃν τρόπον τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, περὶ οὗ λέγεται· «μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;» καὶ γὰρ ἀνέμῳ φέρεται.
The Jews: but because they did not thirst for Christ and the Holy Spirit, they cannot drink even from God. Those of the heresies seemed to have thirsted for Christ Jesus; but since they did not thirst for the Father, who is the God of the law and the prophets, for this reason they do not drink even from Jesus Christ. And those who keep one God but despise the prophecies did not thirst for the Holy Spirit who is in the prophets; for this reason they will not drink even from the Father's fountain, nor from the one who cried out in the temple and said: "If anyone thirsts, let him come to me and drink." Therefore "the breasts from the rock do not fail." But those "forsook a fountain of living water," not that a fountain of living water forsook them; for God does not distance himself from anyone, but "those who distance themselves from him will perish"; rather, God draws near to some and meets the one who comes to him. At any rate, when the son who had devoured his substance returned, the father met him. And he promises through the prophets, saying: "I will draw near to them like the garment of their skin." For he says, "I am a God who draws near, and not a God far off, says the Lord." Therefore "the breasts from the rock will not fail," the waters of Jesus, "nor snow from Lebanon," the waters of the Father. For Lebanon is also the sacred incense according to the law of God, and "clear frankincense, equal to equal" is offered on the altar. And the mountain is homonymous with this frankincense, and there is snow coming down from Lebanon, in the manner of the water of the Holy Spirit, about which it is said: "Will water carried violently by the wind not turn aside?" For it is indeed carried by the wind.
οὐκ «ἐκκλίνει», οὐ φεύγει τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, ἀλλὰ ἕκαστος ἡμῶν ἁμαρτάνων αὐτὸς φυγὰς γίνε ται τοῦ πιεῖν ἀπὸ τοῦ ἁγίου πνεύματος. «Ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν». πᾶς μὲν ὁ ἁμαρτάνων ἐπιλέλησται τοῦ θεοῦ, ὁ δὲ δίκαιος λέγει· «ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, οὐδὲ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου». κἀκεῖνος δὲ ὁ λαὸς ὄντως ἐπελάθετο τοῦ θεοῦ καὶ εἰς κενὸν ἐθυμίασε. τί δὲ τὸ «εἰς κενὸν ἐθυμίασαν» κατανοητέον. τὰ πρώην εἰρημένα εἰς τὸν ἑκατοστὸν τεσσαρακοστὸν Ψαλμὸν ἐὰν ἀναλάβωμεν, νοήσομεν τί ἐστι τὸ «εἰς κενὸν ἐθυμίασαν». ἦν δὲ ἐν τῷ Ψαλμῷ τοιοῦτόν τι εἰρημένον· «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου». οὐκοῦν ἡ προσευχή μου σύνθετος... λεπτῆς καρδίας, ὅτε μὴ παχύνεται ἡ καρδία ἡμῶν, ἀναπεμπομένη γίνεται ὡς θυμίαμα ἐνώπιον τοῦ θεοῦ. εἰ οὖν ἡ τοῦ δικαίου προσευχὴ θυμίαμά ἐστιν ἐνώπιον τοῦ θεοῦ, ἡ τοῦ ἀδίκου προσευχὴ θυμίαμα μέν, τοιοῦτον δὲ θυμίαμα ὥστ' ἂν λεχθῆναι περὶ αὐτοῦ καὶ τοῦ εὐχομένου ἀδίκου· «εἰς κενὸν ἐθυμίασαν»· οἷον περὶ Ἰούδα γέγραπται· «γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν». ἐκεῖνος κατὰ τὸ προσεύχεσθαι εἰς κενὸν ἐθυμίασε. τίς δὲ ὁ εἰς κενὸν θυ μιῶν, ἔτι μᾶλλον οὕτως κατανοήσωμεν. «τρὶς τοῦ ἐνιαυτοῦ» φησὶν «ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου», ᾧ εὐθέως ἐπιφέρεται· «οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός». οὐκοῦν τῶν ἐρχομένων ὀφθη............................................................................................ 19.
He does not "turn aside," he does not flee the water of the Holy Spirit, but each of us, when we sin, himself becomes a fugitive from drinking of the Holy Spirit. "For my people forgot me, they burned incense in vain." Everyone who sins has forgotten God, but the righteous man says: "All these things came upon us, yet we did not forget you, nor did we deal falsely in your covenant." And that people truly forgot God and burned incense in vain. But what "they burned incense in vain" means must be understood. If we take up what was said earlier on the one hundred fortieth Psalm, we shall understand what "they burned incense in vain" is. There was something of this sort said in the Psalm: "Let my prayer be as incense before you." Therefore my prayer, being composite... of a subtle heart, when our heart is not thickened, sent up becomes as incense before God. If, then, the prayer of the righteous is incense before God, the prayer of the unrighteous is incense, but such incense that it might be said concerning him and the unrighteous man who prays: "they burned incense in vain"; as it is written concerning Judas: "Let his prayer become sin." He, in praying, burned incense in vain. But who the one burning incense in vain is, let us understand still more in this way. "Three times in the year," it says, "every male of yours shall appear before the Lord your God," to which is immediately added: "You shall not appear before me empty." Therefore, of those who come to appear...