Εἰς τὸ «καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς» μέχρι τοῦ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». Ὁμιλία ιθʹ......................................................................... τοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται ὀφθαλμῷ χωροῦντι τὴν σαφήνειαν τῶν ἱερῶν γραμμάτων. ταῦτά μοι ἐν προοιμίῳ εἴρηται, διεγείροντι καὶ ἐγείροντι καὶ ἐμαυ τὸν καὶ τοὺς ἀκούοντας ἐπὶ τὸ προσέχειν τοῖς ἀναγνωσθεῖσιν, ἵν' αἰτήσωμεν ἐλθεῖν Ἰησοῦν καὶ ἐπιφανῆναι ἡμῖν καὶ διδάσκειν τὰ νῦν ἡμᾶς τὰ ἐνταῦθα γεγραμμένα. «Προεφήτευσεν Ἱερεμίας· καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς τῶν λόγων τῆς προφητείας. καὶ τοσούτων κατὰ τὸ εἰκός, ὅσον ἐπὶ ψιλῇ τῇ ἀκολουθίᾳ τῆς προφητείας, ἀκηκοότων Ἱερεμίου οὐ ταχέως ἀναγέγραπται ἄλλος ἀκούσας εἰ μὴ Πασχώρ. ἐμέλησε δὲ τῇ γραφῇ εἰπεῖν καὶ τίνος υἱὸς ἦν, ὅτι
Ἐμμήρ, καὶ ὅτι ἐχρημάτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἦν καθεσταμένος ἡγού μενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. καὶ ἀναγέγραπται ὅτι ἀκούσας τῶν λόγων τῆς προφητείας ταύτης Πασχὼρ ἐπάταξε τὸν Ἱερεμίαν, καὶ οὐκ ἠρκέσθη τῷ αὐτὸν πεπαταχέναι, ἀλλὰ καὶ ἔβαλεν αὐτὸν εἴς τινα καταρράκτην. ἐμέλησε τῇ γραφῇ εἰπεῖν καὶ ποῦ ἦν οὗτος ὁ καταρράκτης, ἐν τῇ πύλῃ τοῦ Βενιαμίν, καὶ ὅτι ὁ καταρράκτης ἦν ἐν τόπῳ ἔνθα ὑπερῷον ἦν, ὑπερῷον δὲ οὐκ ἄλλου τινὸς ἢ τοῦ οἴκου κυρίου. ταῦτα ἀνέγραψεν ἐπὶ τῇ προφητείᾳ γεγονέναι τὸ πνεῦμα τὸ ἅγιον τῷ Ἱερεμίᾳ, γεγονέναι δὲ ἀπὸ τοῦ Πασχώρ. εἶτά φησι· τῇ ἐπαύριον ὁ Πασχὼρ ἐξήγαγε τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου.
Concerning the passage "And Pashhur the son of Immer, the priest, heard" up to "You deceived me, Lord, and I was deceived." Homily 19. ... of the meaning of the scripture, which comes to be for the eye that receives the clarity of the sacred writings. These things I have said by way of preface, rousing and awakening both myself and the hearers to pay attention to what has been read, so that we may ask Jesus to come and appear to us and teach us now the things written here. "Jeremiah prophesied; and Pashhur the son of Immer, the priest, heard the words of the prophecy." And although, in all likelihood, so many had heard Jeremiah—at least by the mere sequence of the prophecy—no other hearer has been recorded quickly except Pashhur. But the scripture took care to say also whose son he was, that he was Immer, and that he served as a priest, and what rank he held among the people, that he had been appointed governor of the house of the Lord at the time when Jeremiah was prophesying these words. And it is recorded that Pashhur, having heard the words of this prophecy, struck Jeremiah, and was not satisfied with having struck him, but also threw him into a certain dungeon. The scripture took care to say also where this dungeon was—at the gate of Benjamin—and that the dungeon was in a place where there was an upper room, and the upper room belonged to none other than the house of the Lord. These things it recorded to show that the Holy Spirit came to Jeremiah for the prophecy, and that these things happened at the hands of Pashhur. Then it says: On the next day Pashhur brought Jeremiah out of the dungeon.
καὶ εἶπεν ἐξαχθεὶς ὁ Ἱερεμίας τῷ Πασχώρ, ὅτι οὐ κύριος τοῦτο τὸ ὄνομα ἐκάλεσέ σε τὸ Πασχώρ· ἄλλο ὄνομά σοι τέθειται· ὡς τῷ Ἰακὼβ Ἰσραήλ, ὡς τῷ Ἄβραμ Ἀβραάμ, ὡς τῇ Σαρᾷ Σάρρα, οὕτως σοι ὄνομα τέθεικε Μέτοικον. καὶ διὰ τοῦτο ἐκάλεσέ σε Μέτοικον, ἐπειδήπερ λέγει ὁ κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι· τίσιν; οὐχὶ γυναικί σου καὶ υἱοῖς σου καὶ θυγατράσι σου, ἀλλὰ σὺν τοῖς φίλοις σου. καὶ ἐπὰν δοθῇς εἰς μετοικίαν, πεσοῦνται οἱ φίλοι σου μαχαίρᾳ. εἶτα ὡς διαφορᾶς οὔσης τοῖς πίπτουσιν ἀπὸ μαχαίρας, ἐὰν πέσωσιν ἀπὸ μαχαίρας ἐχθρῶν ἢ ἀπὸ μαχαίρας ἄλλων, φησὶ πεσεῖσθαι τοὺς φίλους τοῦ βαλόντος τὸν Ἱερεμίαν εἰς τὸν καταρράκτην εἰς μάχαιραν ἐχθρῶν αὐτῶν. καὶ οἱ ὀφθαλμοί σου, φησίν, ὄψονται ταῦτα τὰ προφητευόμενα. σὲ δὲ καὶ πάντα τὸν Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, μετὰ τὸ παθεῖν ταῦτα τοὺς φίλους σου, καὶ μετοικιοῦσιν αὐτοὺς εἰς Βαβυλῶνα καὶ κατακόψουσιν αὐτούς· τὸν γὰρ βασιλέα Ἰούδα καὶ τοὺς ἀπὸ Ἰούδα κατακόψουσιν ἐν μαχαίρᾳ, καὶ οὐκέτι πρόσκειται τὸ ἐχθρῶν αὐτῶν, ὡς ἐπὶ τῶν προτέρων οἳ εἴρηνται φίλοι εἶναι τοῦ Πασχώρ. εἶτά φησι· καὶ δώσω πᾶσαν τὴν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα καὶ πάντας τοὺς πόνους τῆς πόλεως ταύτης εἰς χεῖρας ἐχθρῶν αὐτῶν, ἵνα οἱ ἐχθροὶ διαρπάσωσι τοὺς θησαυροὺς καὶ λάβωσι τὰ προειρημένα καὶ ἀγάγωσι τὸν Ἰούδαν καὶ τὸν βασιλέα αὐτῆς εἰς Βαβυλῶνα.
And Jeremiah, having been brought out, said to Pashhur, that it was not "Pashhur" that the Lord called you by this name; another name has been given to you; as Israel to Jacob, as Abraham to Abram, as Sarah to Sarai, so has he given you the name Metoikos. And for this reason he called you Metoikos, since the Lord says: Behold, I give you over to removal, along with all—with whom? Was it not with your wife and your sons and your daughters? No, but with your friends. And when you are given over to removal, your friends will fall by the sword. Then, as though there were a distinction among those who fall by the sword—whether they fall by the sword of enemies or by the sword of others—he says that the friends of the one who cast Jeremiah into the cataract will fall by the sword of their enemies. And your eyes, he says, will see these things that are prophesied. But you and all Judah I will give into the hands of the king of Babylon, after your friends have suffered these things, and they will remove them to Babylon and cut them down; for the king of Judah and those from Judah they will cut down with the sword, and no longer is "their enemies" added, as in the case of the former ones who were said to be friends of Pashhur. Then he says: And I will give all the strength of this city and all the treasures of the king of Judah and all the labors of this city into the hands of their enemies, so that the enemies may plunder the treasures and take the things previously mentioned and lead Judah and its king to Babylon.
σὺ δέ, ὦ Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, καὶ ἐκεῖ ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς προεφήτευσας αὐτοῖς ψευδῆ». ἔδει ἐπι τέμνεσθαι τὴν περικοπὴν ὅλην καὶ σαφηνίσαι, οὐδέπω τὸ νόημα αὐτῆς τὸ βαθὺ (εἴγε χωροῦμεν αὐτό), ἀλλ' ἢ τὴν λέξιν καὶ τὸ ῥητὸν αὐτό, ὃ καὶ ὁ τυχὼν ἐπιστήσας ἐπιμελῶς τοῖς γράμμασι καὶ μὴ ἐκ παρέργου δύναται κἂν οὕτως νοῆσαι. τί οὖν βούλεται ταῦτα; ἐνθάδε ὁ ἀγών ἐστι παραστῆσαι τὸ βούλημα τούτων τῶν γραμμάτων. καὶ δὴ ὁμολογῶ κατ' ἐμαυτὸν μὴ δύνασθαι αὐτὰ διηγήσασθαι, ἀλλὰ δεῖσθαι, ὡς προεῖπον, ἐπιφανείας τῆς δυνάμεως Ἰησοῦ, καθ' ὃ σοφία ἐστί, καθ' ὃ λόγος, καθ' ὃ ἀλήθεια, ἵνα ἡ ἐπιφάνεια αὐτοῦ ποιήσῃ φῶς ἐπὶ τοῦ προσώπου τῆς ψυχῆς μου................................................... Εἶχον καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ῥάβδους, τὰς βουλομένας τὴν Μωσέως διαβαλεῖν καὶ τὴν Ἀαρὼν ὡς οὐκ οὔσας ἀπὸ θεοῦ. ἀλλὰ ἀνατρέπουσι τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν αἱ ἀπὸ θεοῦ· «κατέπιεν αὐτὰς ἡ τοῦ Ἀαρών»· ἤρκει γὰρ πρὸς τοῦτο αὐτὴ καὶ χωρὶς τῆς Μωσέως ῥάβδου. «ἐπάταξε» τοίνυν «Ἱερεμίαν τὸν προφήτην» ὁ Πασχώρ, καὶ μετὰ ἤθους· «καὶ ἐπάταξεν Ἱερεμίαν τὸν προφήτην». πρόσκειται καὶ τὸ «τὸν προφήτην». ἐνθάδε μὲν οὖν ὁ πατάξας τὸν Ἱερεμίαν τὸν προφήτην ἐπάταξεν. ἀναγέγραπται δὲ ἐν ταῖς Πράξεσιν ὅτι ἐπάταξέ τις τὸν Παῦλον ὑπὸ Ἀνανίου τοῦ ἀρχιερέως κελευσθείς. διὸ εἴρηκεν ὁ Παῦλος· «τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε».
But you, O Pashhur, and all who dwell in your house, you shall go into captivity to Babylon, and there you shall die, and there you shall be buried, you and all your friends to whom you have prophesied falsely. It was necessary to cut up the whole passage and clarify it—not yet its deep meaning (if indeed we can contain it), but at least the wording and the literal statement itself, which even an ordinary person, attending carefully to the letters and not doing so as a side matter, can understand even in this way. What then does this mean? Here the struggle is to set forth the intent of these letters. And indeed I confess that by myself I am unable to expound them, but I need, as I said before, the manifestation of the power of Jesus, insofar as he is wisdom, insofar as he is word, insofar as he is truth, so that his manifestation may make light upon the face of my soul. The Egyptian sorcerers also had staffs, which wished to discredit that of Moses and that of Aaron as not being from God. But the staffs that are from God overthrow those of the sophists and sorcerers: the staff of Aaron swallowed them up; for it was sufficient for this by itself, even without the staff of Moses. Pashhur, then, struck Jeremiah the prophet, and with character: and he struck Jeremiah the prophet. The phrase the prophet is added as well. Here, then, the one who struck Jeremiah the prophet struck him. But it is recorded in the Acts that someone struck Paul at the command of Ananias the high priest. Therefore Paul said: God is about to strike you, you whitewashed wall.
καὶ μέχρι νῦν ὑπὸ παρανόμου ἀρχιερέως λόγου προστασσόμενοι Ἐβιωναῖοι τύπτουσι τὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ λόγοις δυσφήμοις. καὶ Παῦλός φησι πρὸς τὸν τοιοῦτον λόγον ἀρχιερέα τὸ «τύπτειν σε
μέλλει ὁ θεός». καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, «ἔσωθεν γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». Τί δὲ λέγω περὶ Παύλου καὶ Ἱερεμίου; αὐτός μου ὁ κύριος Ἰησοῦς Χριστός φησι· «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». ταῦτα οἱ ἀκέραιοι ἴσασιν ἐπὶ τὸν τότε μόνον καιρόν, ὅτε ἐμαστίγωσεν αὐτὸν ὁ Πιλᾶτος, ὅτε ἐβουλεύσαντο κατ' αὐτοῦ Ἰουδαῖοι. ἐγὼ δὲ βλέπω τὸν Ἰησοῦν καθ' ἡμέραν «διδόντα τὸν νῶτον αὐτοῦ εἰς μάστιγας». εἴσελθε εἰς τὰς τῶν Ἰουδαίων συναγωγάς, καὶ ἴδε τὸν Ἰησοῦν ὑπ' αὐτῶν τῇ γλώσσῃ τῆς βλασφημίας μαστιγούμενον. ἴδε τοὺς ἀπὸ τῶν ἐθνῶν συναγομένους, βουλευομένους κατὰ Χριστια νῶν, τίνα τρόπον λαμβάνουσι τὸν Ἰησοῦν, κἀκεῖνος «τὸν ἑαυτοῦ νῶτον δίδωσιν εἰς μάστιγας». κατανόει ὑβριζόμενον τὸν τοῦ θεοῦ λόγον, κακολογούμενον, μισούμενον ὑπὸ τῶν ἀπίστων. ὅρα ὅτι «τὰς σιαγόνας ἔδωκεν εἰς ῥαπίσματα», καὶ διδάξας ὅτι ἐὰν τύπτῃ τίς «σε εἰς τὴν σιαγόνα στρέψον καὶ τὴν ἄλλην», αὐτὸς αὐτὸ ποιεῖ. τοσοῦτοι αὐτὸν ῥαπίζουσιν καὶ μαστιγοῦσι, καὶ σιωπᾷ καὶ οὐ λαλεῖ. ἀναγέγραπται γὰρ μὴ λαλῶν ἐν τῷ μαστιγοῦσθαι. καὶ «τὸ πρόσωπον μέχρι τοῦ δεῦρο Ἰησοῦς οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων».
And even until now, being commanded by the lawless high priest—the word—the Ebionites strike the apostle of Jesus Christ with blasphemous words. And Paul says to such a high priest—the word—"God is about to strike you." And such a high priest is outwardly beautiful and a whitewashed wall, "inwardly full of dead men's bones and all uncleanness." But why do I speak of Paul and Jeremiah? My own Lord Jesus Christ says: "I gave my back to scourges, and my cheeks to slaps, and I did not turn my face away from the shame of spittings." The simple-minded know these things only of that time when Pilate scourged him, when the Jews plotted against him. But I see Jesus daily "giving his back to scourges." Enter into the synagogues of the Jews, and see Jesus being scourged by them with the tongue of blasphemy. See those gathered from the Gentiles, plotting against Christians, in what manner they seize Jesus, and he "gives his own back to scourges." Observe the word of God being insulted, being spoken evil of, being hated by the unbelievers. See that "he gave his cheeks to slaps," and having taught that if anyone strikes "you on the cheek, turn the other also," he himself does it. So many slap and scourge him, and he is silent and does not speak. For it is recorded that he did not speak while being scourged. And "Jesus has not turned his face, even until now, from the shame of spittings.
τίς τῶν ἐξευτελιζόντων τὴν διδασκαλίαν οὐχὶ οἱονεὶ ἐμπτύει μέχρι τοῦ δεῦρο τῷ Ἰησοῦ ἀνεχομένῳ; Ἠκολούθει τῷ πεπατάχθαι τὸν προφήτην διηγήσασθαι τοὺς παταχθέντας, ὡς φέρ' εἰπεῖν τὸν ἀπόστολον καὶ εἴ τις ἄλλος πεπάτακται, παραστῆσαι καὶ τὰ περὶ αὐτὸν τὸν Ἰησοῦν. «ἐπά ταξεν» οὖν «Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἦν ἐν τῇ πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου». τοῦ Βενιαμὶν ὁ καταρράκτης ἦν τοῦ ὑπερῴου. τοῦ Βενιαμὶν κληροδοσία ἐστὶν Ἱερουσαλήμ, ἐν ᾗ ὁ ναὸς τοῦ θεοῦ, ὡς ὁ ἀκοῦσαι δυνάμενος τῶν θείων ἀναγνωσμάτων εὑρήσει ἐκ τῆς ἀναγεγραμμένης κληροδοσίας ἐν τῇ τοῦ Ναυῆ. ἐπεὶ οὖν ὁ ναὸς ἦν ἐν τῇ κληροδοσίᾳ τοῦ Βενιαμίν, ὃς ἑρμηνεύεται Υἱὸς δεξιᾶς (οὐδὲν γάρ ἐστιν ἀριστερὸν περὶ τὸν ναὸν τοῦ θεοῦ), διὰ τοῦτο οὗτος βάλλει «εἰς τὸν καταρράκτην ὃς ἦν ἐν πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου οἴκου κυρίου». παρόντος «ὑπερῴου ἐν οἴκῳ κυρίου» «ἔβαλε» τὸν προφήτην «εἰς τὸν καταρράκτην». καὶ ἡμεῖς παρακαλῶμεν, ἵνα λαβόντες νῦν τὸν Ἱερεμίαν εἰς τὸ ὑπερῷον ἀναβιβάσωμεν «ἐν οἴκῳ κυρίου». ὑπερῷον δὲ τὸν νοῦν τὸν ὑψηλὸν καὶ ἐπηρμένον δείξω ἐκ τῆς γραφῆς, ὅτε μαρτυρεῖ τοῖς ἁγίοις ὅτι εἰς τὰ ὑπερῷα τοὺς προφήτας ὑπεδέξαντο. ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται χήρα ὑποδεξαμένη τὸν Ἠλίαν τὸν προφήτην ἐν Σαρέφθοις τῆς Σιδωνίας, ἥτις «εἰς τὸ ὑπερῷον» αὐτῆς ἐξένισε τὸν προφήτην. καὶ ἐν τῇ τετάρτῃ ἡ τὸν Ἐλισσαῖον ὑποδεξαμένη εὐτρέπισεν αὐτῷ οἶκον εἰς τὸ ὑπερῷον. ὁ δὲ ἁμαρτωλὸς Ὀχοζίας ἔπεσεν ἀπὸ τοῦ ὑπερῴου. καὶ σοὶ δὲ Ἰησοῦς ἐντέλλεται μὴ καταβαίνειν ἐκ τοῦ δώματος.
Who among those who despise the teaching does not, as it were, spit even until now at Jesus, who endures it? It followed upon the prophet's having been struck that he should recount those who were struck—to say, for instance, the apostle, and if anyone else has been struck—and also set forth the things concerning Jesus himself. "Pashhur" then "struck Jeremiah the prophet, and cast him into the cataract which was in the gate of Benjamin of the upper room." The cataract of the upper room belonged to Benjamin. Jerusalem is the inheritance of Benjamin, in which is the temple of God, as one able to hear the divine readings will find from the inheritance recorded in the book of Joshua. Since, then, the temple was in the inheritance of Benjamin, which is interpreted Son of the right hand (for there is nothing left-handed about the temple of God), for this reason this man casts him "into the cataract which was in the gate of Benjamin of the upper room of the house of the Lord." Since there was "an upper room in the house of the Lord," he "cast" the prophet "into the cataract." And let us also entreat, that having now received Jeremiah we may bring him up into the upper room "in the house of the Lord." And I will show from the scripture that the upper room is the mind, lofty and exalted, when it testifies to the saints that they received the prophets into the upper rooms. In the third book of Kingdoms it is recorded that a widow received Elijah the prophet in Zarephath of Sidon, who entertained the prophet "in her upper room." And in the fourth, she who received Elisha prepared for him a house in the upper room. But the sinner Ahaziah fell from the upper room. And Jesus also commands you not to come down from the housetop.
«ὅταν», γάρ φησι, τάδε καὶ τάδε γένηται, «τότε» «ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ». ὁ ἐν τοῖς διωγμοῖς φεύγων οὐχὶ μὴ εἰς δῶμα μὴ ἀναβαινέτω, ἀλλ' ἐκ τοῦ δώ ματος «μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ». Καλὸν οὖν ἐν ὑπερῴοις εἶναι, καλὸν ἐν δώμασιν εἶναι καὶ ἄνω που τυγχάνειν. καὶ οἱ θαυμάσιοι δὲ ἀπόστολοι, ὡς ἐν ταῖς Πράξεσιν ἀναγέγραπται αὐτῶν, ἡνίκα ἐπὶ τὸ αὐτὸ ὄντων αὐτῶν ἐσχόλαζον ταῖς εὐχαῖς καὶ τῷ λόγῳ τοῦ θεοῦ, ἐν ὑπερῴῳ ἦσαν. καὶ ἐπεὶ ἦσαν ἐν ὑπερῴῳ, οὐκ ἦσαν κάτω. διὰ τοῦτο «ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός». ἀλλὰ καὶ Πέτρος, ἡνίκα ἀνέπεμπε τὴν εὐχὴν τῷ θεῷ, «ἀνέβη εἰς τὸ δῶμα»· καὶ εἰ μὴ ἀνεβεβήκει εἰς τὸ δῶμα, οὐκ ἂν εἶδεν «ἐξ οὐρανοῦ καταβαῖνον σκεῦος ὡς ὀθόνην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐκ τοῦ οὐρανοῦ». ἀλλὰ καὶ ἡ τὰς ἐλεημοσύνας ποιήσασα «Ταβιθά, ἥτις ἑρμηνευομένη λέγεται Δορκάς», κάτω οὐκ ἦν, ἀλλ' «ἐν τῷ ὑπερῴῳ», ὅπου ἀναβὰς Πέτρος ἀνέστησεν αὐτὴν ἀπὸ τῶν νεκρῶν. ἀλλὰ καὶ Ἰησοῦς ταύτην τὴν ἑορτὴν ἧς τὸ σύμβολον ποιοῦμεν τὸ πάσχα μέλλων ἑορτάζειν μετὰ τῶν
For he says, "When these things and these things come to pass, then let the one on the housetop not go down to take the things out of his house." The one who flees in persecutions—is it not that he should not go up onto a housetop, but that he should not go down from the housetop "to take the things out of his house"? It is good, then, to be in upper rooms, good to be on housetops and to be somewhere above. And the wonderful apostles too, as their record is written in the Acts, when they were together in one place and devoted themselves to prayers and to the word of God, were in an upper room. And since they were in an upper room, they were not below. For this reason "there appeared to them tongues divided as if of fire." But Peter also, when he sent up prayer to God, "went up onto the housetop"; and if he had not gone up onto the housetop, he would not have seen "a vessel coming down from heaven like a linen cloth let down by four corners from heaven." But Tabitha also, who practiced acts of mercy, "who, being translated, is called Dorcas," was not below, but "in the upper room," where Peter went up and raised her from the dead. But Jesus also, when he was about to celebrate this feast whose symbol we make, the Passover, with the
μαθητῶν, πυνθανο μένων αὐτῶν· «ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα», εἶπε· «πο ρευομένων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολουθήσατε. ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον, σεσαρωμένον, ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε τὸ πάσχα». οὐδεὶς οὖν πάσχα ποιῶν ὡς Ἰησοῦς βούλεται, κάτω ἐστὶ τοῦ ἀναγαίου. ἀλλὰ εἴ τις ἑορτάζει μετὰ τοῦ Ἰησοῦ, ἄνω ἐστὶν ἐν ἀναγαίῳ μεγάλῳ, ἐν ἀναγαίῳ σεσαρωμένῳ, ἐν ἀναγαίῳ κεκοσμημένῳ καὶ ἑτοίμῳ. ἐὰν δὲ ἀναβῇς μετ' αὐτοῦ, ἵνα ἑορτάσῃς τὸ πάσχα, δίδωσί σοι τὸ ποτήριον τῆς δια θήκης τῆς καινῆς, δίδωσί σοι καὶ τὸν ἄρτον τῆς εὐλογίας, τὸ σῶμα ἑαυτοῦ καὶ τὸ αἷμα ἑαυτοῦ χαρίζεται. διὰ τοῦτο παρακαλοῦμεν ὑμᾶς· «ἀναβαίνετε εἰς ὕψος, αἴρετε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν». κἀμοὶ δέ, ἐὰν διδάσκω τὸν θεῖον λόγον, φησὶν ὁ λόγος· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε». ταῦτα διὰ τὸν Πασχώρ, ὅτι παρακειμένου «ὑπερῴου ἐν τῷ οἴκῳ κυρίου ἐν πύλῃ Βενιαμίν», οὐκ εἰς τὸ ὑπερῷον ἀνεβίβασε τὸν προφήτην, ἀλλὰ «ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην» κάτω. «Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερε μίαν ἐκ τοῦ καταρράκτου». ὦ κύριε Ἰησοῦ, πάλιν ἧκε, σαφήνιζέ μοι καὶ ταῦτα καὶ τοῖς ἐληλυθόσιν ἐπὶ τὴν πνευματικὴν τροφήν. πῶς «τῇ ἐπαύριον» ἐξάγει αὐτὸς «τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου»; ὅσον μὲν γὰρ ἐνέστηκεν ἡ σήμερον ἡμέρα (σήμερον δέ ἐστι πᾶς οὗτος ὁ αἰών), [ἐὰν] εἰς τὸν καταρράκτην κάτω βάλλει τὸν προφήτην ὁ ἁμαρτωλός·
of the disciples, when they were asking him, "Where do you want us to prepare the Passover for you?" he said, "As you go, a man carrying a jar of water will meet you; follow him. He will show you a large upper room, furnished, swept, ready; there prepare the Passover." No one, therefore, who celebrates the Passover as Jesus wills is below the upper room. But if anyone celebrates the festival with Jesus, he is above in the large upper room, in the swept upper room, in the adorned and ready upper room. And if you go up with him, in order to celebrate the Passover, he gives you the cup of the new covenant, he gives you also the bread of blessing, he bestows on you his own body and his own blood. For this reason we exhort you: "Go up to the height, lift up your eyes to the height." And to me also, if I teach the divine word, the word says: "Go up on a high mountain, you who bring good news to Zion; lift up your voice with strength, you who bring good news to Jerusalem; lift it up, do not fear." These things are because of Pashhur, since although an "upper room in the house of the Lord at the gate of Benjamin" was available, he did not bring the prophet up into the upper room, but "threw him into the dungeon" below. "And it happened on the next day, and Pashhur brought Jeremiah out of the dungeon." O Lord Jesus, come again, make clear to me both these things and to those who have come for spiritual food. How "on the next day" does he himself bring "Jeremiah out of the dungeon"? For as long as the present day stands (and this whole age is the present day), the sinner throws the prophet down into the dungeon.
ἐὰν δὲ παύσηται ἡ ἐνεστῶσα ἡμέρα καὶ ἡ αὔριον ἔλθῃ, τότε αὐτὸν ἐξάγει μετανοήσας ἀπὸ τοῦ καταρράκτου. εἶτα λέγει αὐτῷ ὁ Ἱερεμίας, ἃ πείσεται ὁ Πασχώρ. τί λέγει αὐτῷ; «οὐ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου ἀλλ' ἢ Μέτοικον. διότι τάδε λέγει κύριος». μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ. παραδίδοται γὰρ τῷ Ναβουχοδονόσορ καὶ εἰς τὴν Σύγχυσιν ἄπεισι καὶ κολάζεται ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ, ἐπεὶ «ἔβαλε τὸν προφήτην εἰς τὸν καταρράκτην». τίνες οὖν οἱ φίλοι τοῦ Πασχὼρ τοῦ ἐπωνύμου τῆς Μελανίας τοῦ στόματος; πάντες οἱ τοὺς λόγους αὐτοῦ παραδεξάμενοι, οἱ συμμελανωθέντες τῷ στόματι αὐτοῦ τῷ μεμελανωμένῳ, οἱ δόγματα μελανότητος παραδεξάμενοι. «καὶ πεσοῦνται μαχαίρᾳ ἐχθρῶν αὐτῶν». οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι, οὗτοί εἰσιν οἱ τὰς μαχαίρας ἔχοντες καὶ ποιοῦντες πίπτειν αὐτούς· περὶ ὧν ὁ λόγος προφητεύει καί φησι· «καὶ οἱ ὀφθαλμοί σου ὄψονται». ταῦτα, φησί, τὰ προφητευόμενα «ὄψονταί σου οἱ ὀφθαλμοί». «Καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος». ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλὸς ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ. καὶ ὁ βασιλεὺς Βαβυλῶνος παραλαμβάνει τοὺς ἁμαρτάνοντας. βασιλεὺς δὲ Βαβυλῶνος κατὰ μὲν τὴν ἱστορίαν Ναβουχοδονόσορ, κατὰ δὲ τὴν ἀναγωγὴν ὁ πονηρός. τούτῳ δὲ παραδίδοται ὁ ἁμαρτωλός, ἐπεί ἐστιν ἀμφότερα καὶ ἐχθρὸς καὶ ἐκδικητής. ὅτι δὲ αὐτῷ παραδίδοται ὁ ἁμαρτωλός, Παῦλός σε διδαξάτω, ὅπου μὲν λέγων περὶ Φυγέλου καὶ Ἑρμογένου·
But if the present day comes to an end and tomorrow arrives, then, having repented, he leads him out from the cataract. Then Jeremiah tells him what Paschur will suffer. What does he say to him? "Paschur, the Lord did not call your name, but rather Metoikos. For thus says the Lord." This Paschur is about to be deported according to the worth of his sins to Babylon, not alone, but also with his friends. For he is handed over to Nebuchadnezzar and goes away into the Confusion and is punished for his sins, since "he threw the prophet into the cataract." Who then are the friends of Paschur, who is named after the blackness of the mouth? All those who accepted his words, who were blackened together with his blackened mouth, who accepted doctrines of blackness. "And they shall fall by the sword of their enemies." Those appointed over the punishments are the ones who hold the swords and cause them to fall; concerning whom the word prophesies and says: "And your eyes shall see." These things, he says, that are prophesied, "your eyes shall see." "And I will give both you and all Judah into the hands of the king of Babylon." Whoever of Judah is caught in sin so as to be worthy of the king of Babylon, of the Confusion, will be handed over to him. And the king of Babylon takes those who sin. The king of Babylon, according to the historical account, is Nebuchadnezzar, but according to the spiritual interpretation, is the evil one. To him the sinner is handed over, since he is both an enemy and an avenger. And that the sinner is handed over to him, let Paul teach you, where he says concerning Phygelus and Hermogenes:
«οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασ φημεῖν», ὅπου δὲ περὶ τοῦ πεπορνευκότος· «συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ, κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ». οὐκοῦν παραδίδοται ὁ Πασχὼρ οὗτος, ἡ τοῦ στόματος Μελανία, εἰς χεῖρας τοῦ βασιλέως τῆς Βαβυλῶνος καὶ μετοικίζουσιν αὐτὸν εἰς Βαβυλῶνα. «Καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίρᾳ. καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης». εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται περὶ τῆς Ἱερουσαλὴμ ταῦτα· παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται ταῦτα περὶ «τῆς πόλεως ταύτης», ἐν τοῖς κατὰ τὸν σωτῆρα χρόνοις παραδοθείσης τοῖς πολεμίοις. καὶ εἰς αἰχμαλωσίαν
ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἱερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι κἀκείνη ἡ Ἱερουσαλήμ, οἱ ἄνθρωποι, παρεδόθησαν «εἰς χεῖρας βασιλέως Βαβυλῶνος» διὰ τὴν ἐπὶ τῷ Χριστῷ ἀσέβειαν καὶ ἁμαρτίαν. καὶ σὺ Ἱερουσαλὴμ εἶ νῦν. ἐὰν οὖν ἀπειλῇ τῇ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλὸς καὶ παραδίδοσαι, ἵνα μηκέτι ᾖς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως. «Καὶ πάντας τοὺς πόνους» Ἱερουσαλὴμ παραδίδωσι. πῶς «πάντας τοὺς πόνους» παραδίδωσιν;
whom I delivered to Satan, that they might be taught not to blaspheme," and where he speaks concerning the one who committed fornication: "when you are gathered together and my spirit with the power of the Lord Jesus, I have judged to deliver such a one to Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord Jesus Christ." Therefore this Paschur, the Melania of the mouth, is delivered into the hands of the king of Babylon, and they carry him away captive to Babylon. "And they shall cut them down with the sword. And I will give all the strength of this city." It is easy to say that these things are prophesied concerning Jerusalem; for all its strength is delivered over, and the things that were then brought upon it, to the king of the Babylonians. It is easy to say that these things are prophesied concerning "this city," which in the times of the Savior was delivered over to its enemies. And into captivity the sons of Jerusalem have gone, and the city was razed to the ground. But if you examine the matters and see a city not as stones but as people, you will see that that Jerusalem too, the people, was delivered "into the hands of the king of Babylon" because of their impiety and sin against Christ. And you are Jerusalem now. If, therefore, the word now threatens Jerusalem, fear lest you, if you sin, are a sinful Jerusalem and are delivered over, so that you are no longer Jerusalem but become Babylon and Confusion, Nabuchodonosor the king of the Babylonians having taken you over. "And all the labors" of Jerusalem he delivers over. How does he deliver over "all the labors"?
ἐὰν μετὰ τὸ ἀθλῆσαι καὶ ἀγωνίσασθαι παραπέσῃς καὶ ἁμάρτῃς, πάντες οἱ πόνοι σου ἐληλύθασιν εἰς τὰς χεῖρας Ναβουχοδονόσορ. πῶς πάντες οἱ πόνοι σου; λεχθήσεταί σοι, ἐὰν πέσῃς μετὰ τὸ πολλὰ καμεῖν ὑπὲρ ἀληθείας· «τοσαῦτα ἐπάθετε εἰκῇ». μάλιστα οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς, ὀφείλουσι φοβεῖσθαι, μήποτε τοὺς πόνους αὐτῶν [ἢ] γενομένων Ἱερουσαλὴμ παραλάβῃ ἁμαρτίας τινὸς γενομένης Ναβουχοδονόσορ ὁ τῆς Βαβυλῶνος βασιλεύς. ἵνα δὲ σαφέστερον ἴδῃς πῶς τοὺς πόνους Ἱερουσαλὴμ ἁμαρτούσης παραλαμβάνει Ναβουχοδονόσορ, συγχρήσομαι τοῖς ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένοις οὕτως ἔχουσιν· «ὁ δίκαιος ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα, οὐ μὴ μνησθήσομαι τῶν δικαιοσυνῶν αὐτοῦ ὧν ἐποίησε». διὰ τί; τὰς γὰρ δικαιοσύνας τὰς μετὰ πόνου γενομένας παραλαμβάνει Ναβουχοδονόσορ καὶ ἀφανίζει Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος. «Καὶ πᾶσαν τιμὴν» τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ «ἐν τιμῇ ὤν» «οὐ συνῆκε» καὶ ἥμαρτεν. ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμ βάνει ὁ Βαβυλώνιος βασιλεύς. «καὶ πάντας τοὺς θησαυροὺς βασιλέως Ἰούδα». πλουτεῖ ἡ Ἱερουσαλήμ, ἀλλ' ἐὰν ἁμάρτῃ, τοὺς θησαυροὺς αὐτῆς λαμβάνει ὁ Βαβυλώνιος. «καὶ διαρπῶνται αὐτοὺς καὶ λήψονται αὐτοὺς καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. καὶ σύ, Πασχώρ, καὶ πάν τες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, κἀκεῖ ἀποθανῇ, κἀκεῖ ταφήσῃ».
If after the contest and the struggle you fall away and sin, all your labors have come into the hands of Nebuchadnezzar. How all your labors? It will be said to you, if you fall after having toiled much for the truth: "You suffered so many things in vain." Especially those who are conscious that they have endured many labors for the sake of virtue ought to fear, lest Nebuchadnezzar, the king of Babylon, take over their labors, when they had become Jerusalem, after some sin had occurred. But so that you may see more clearly how Nebuchadnezzar takes over the labors of Jerusalem when it sins, I will make use of what is written in Ezekiel, which reads as follows: "If the righteous turns away from his righteous deeds and commits a transgression, I will surely not remember his righteous deeds which he did." Why? For Nebuchadnezzar takes over the righteous deeds that were done with toil, and Nebuchadnezzar, the king of Babylon, makes them disappear. "And every honor" of Jerusalem he takes over, when a man, having come to be in honor from God and "being in honor," "did not understand" and sinned. If, therefore, you know that you are in honor and, having been called to that honor, you again insult yourself through sins, the Babylonian king takes over the honor of Jerusalem. "And all the treasures of the king of Judah." Jerusalem is rich, but if it sins, the Babylonian takes its treasures. "And they shall plunder them and take them and bring them to Babylon. And you, Pashhur, and all who dwell in your house, shall go into captivity to Babylon, and there you shall die, and there you shall be buried.
ὁ ἐν Συγχύσει καταλαμ βανόμενος ἐν Βαβυλῶνι ἀποθνῄσκει· καὶ ὁ ἐναντίως διακείμενος τῷ συνθάπτεσθαι τῷ Χριστῷ, οὗτος ἐν Βαβυλῶνι θάπτεται. ἔστι γὰρ καὶ ταφῆναι μετὰ Χριστοῦ καλῶς διὰ τοῦ βαπτίσματος κατὰ τὸ «συνετάφημεν τῷ Χριστῷ, καὶ συνανέστημεν αὐτῷ». ὡς μυστήριόν ἐστι τὸ συνταφῆναι τῷ Χριστῷ, οὕτω μυστήριόν ἐστι κατὰ ἀνομίαν γενόμενον [ἐπὶ] τὸ ἁμαρτωλὸν ὄντα ταφῆναι εἰς Βαβυλῶνα. «καὶ πάντες» φησὶν «οἱ φίλοι σου ἐκεῖ ἀπελεύσεσθε οἷς ἐπροφήτευσας αὐ τοῖς ψευδῆ». ὁ διηγούμενος κακῶς τὰ λόγια τοῦ θεοῦ καὶ τοὺς προφητικοὺς λόγους βάλλων εἰς καταρράκτην, προφητεύει μὲν οὗτος, προφητεύει δὲ ψευδῆ· διηγούμενος γάρ τις τοὺς προφητικοὺς λόγους, ἐὰν μὲν ἀληθεύῃ, καὶ αὐτὸς προφητεύει καὶ προφητεύει ἀληθῆ, εἰ δὲ ψεύδεται, ψευδοπροφήτης ἐστὶ καταψευδόμενος τῶν λόγων τῶν προ φητικῶν. Καὶ δὴ τετέλεσται ἡ μία περικοπή, ἤδη δὲ καὶ τῆς δευ τέρας ἀρξώμεθα· καὶ γὰρ ἔχει πράγματα εὐθέως ἀπὸ τῆς πρώτης λέξεως οὐ τὰ τυχόντα. καὶ προσέχοντες τῇ λέξει πάλιν αἰτήσωμεν ἥκειν τὸν Ἰησοῦν, καὶ ἐπιφανέστερόν γε καὶ λαμπρότερον ἥκειν αὐ τὸν παρακαλῶμεν, ἵνα ἐλθὼν διδάξῃ πάντας ἡμᾶς, πότερον ἀληθεύων ἔλεγεν ὁ προφήτης, ὡς πρέπει νοεῖν περὶ προφήτου, τὰ ἑξῆς ἢ ψευδό μενος, ὃ οὐ θεμιτὸν λέγειν περὶ προφήτου ἁγίου. λέγει δὲ πρὸς τὸν θεόν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος· ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι· ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν.
The one who is overtaken in Confusion dies in Babylon; and the one who is disposed contrary to being buried together with Christ, this one is buried in Babylon. For it is also possible to be buried well with Christ through baptism, according to the saying, "We were buried together with Christ, and we rose together with him." As it is a mystery to be buried together with Christ, so it is a mystery, when one has come to be in lawlessness, being sinful, to be buried in Babylon. "And all," he says, "your friends shall go there, to whom you prophesied false things." The one who expounds the oracles of God badly and casts the prophetic words into a cataract—this one prophesies, but he prophesies false things; for when someone expounds the prophetic words, if he speaks truth, he himself also prophesies and prophesies true things, but if he lies, he is a false prophet, lying against the prophetic words. And indeed the one passage has been completed, and now let us begin the second; for it has matters immediately from the first phrase that are not ordinary. And paying attention to the phrase, let us again ask that Jesus come, and let us entreat him to come more manifestly and more brightly, so that having come he may teach us all whether the prophet was speaking truthfully, as it is fitting to think concerning a prophet, in what follows, or falsely, which it is not lawful to say concerning a holy prophet. And he says to God: "You deceived me, Lord, and I was deceived; you prevailed and you were strong; I became a laughingstock, I spent every day being mocked; for with a bitter word I shall be laughed at, I shall call upon faithlessness and misery; for the word of the Lord became for me a reproach and a derision every day.
καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον
καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι· «ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». ἀλλὰ ταῦτα ἐκείνων λεγόντων φησὶν ὁ προφήτης· «καὶ κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐ τῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται». αὕτη ἡ περικοπὴ ἡ δευτέρα τοῦ ἀναγνώσματος. Πῶς οὖν λέγει ὁ προφήτης· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην»; θεὸς ἀπατᾷ; πῶς οἰκονομήσω τὸν λόγον, ἀπορῶ. ἐὰν γὰρ διὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ βλέπω τι εἰς αὐτόν, οἰκονομίας δεῖται γενναίας τὰ λεχθησόμενα. παυσάμενος τοῦ ἀπατᾶσθαι λέγει ὁ προ φήτης· «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην», ὡς τῆς στοιχειώσεως καὶ εἰσαγωγῆς γεγενημένης αὐτῷ ἐν ἀπάτῃ καὶ μὴ δυναμένῳ αὐτῷ στοιχειωθῆναι καὶ εἰσαχθῆναι εἰς θεοσέβειαν, ἐὰν μὴ πρότερον ἀπατηθῇ, ἵνα ἥκῃ ὕστερον ἐπὶ τὸ συναισθηθῆναι τῆς ἀπάτης. ἀρκεῖ δὲ μόνον παράδειγμά τι εἰπεῖν χρήσιμον εἰς τὰ προκείμενα.
And I said: I will surely not name the name of the Lord, and I will surely not speak any longer in his name. And it became in my heart as a burning fire
blazing in my bones, and I am weakened from every side and I am not able to bear it, because I heard the reproach of many gathering round about, and of those saying, clearly: Rise up, and let us rise up against him, men who are his friends; watch his design, whether he will be deceived, and we shall prevail against him and take our vengeance from him. But while they were saying these things, the prophet says: And the Lord is with me as a mighty warrior; therefore they pursued and were not able to understand; they were greatly ashamed, because they did not perceive their dishonors, which through the age will not be forgotten. This is the second section of the reading. How then does the prophet say: You deceived me, Lord, and I was deceived? Does God deceive? How I shall manage the account, I am at a loss. For if on account of God and his word I see something pertaining to him, what will be said requires a noble economy. Having ceased from being deceived, the prophet says: You deceived me, Lord, and I was deceived, as though his elementary instruction and introduction had come about for him in deception, and he could not be given elementary instruction and be introduced into the fear of God unless he were first deceived, so that he might come afterward to a perception of the deception. But it suffices to give only one example useful for what lies before us.
παιδίοις λαλοῦμεν ἄγοντες τὰ παιδία, καὶ οὐχ ὡς τελείοις λαλοῦμεν, ἀλλ' ὡς παιδίοις δεομένοις [διὰ] τῆς παιδεύσεως λαλοῦμεν αὐτοῖς, καὶ ἀπατῶμεν τὰ παιδία φοβοῦντες [τὰ παιδία], ἵνα παύσηται τῆς ἐν παισὶν ἀπαιδευσίας, καὶ φοβοῦμεν τὰ παιδία ἀπάτης λόγους λέγοντες διὰ τὸ ὑποκεί μενον τῇ νηπιότητι αὐτῶν, ἵνα διὰ τῆς ἀπάτης ποιήσωμεν αὐτὰ φοβηθῆναι καὶ διδασκάλοις φοιτῆσαι καὶ ἀπαγγεῖλαι καὶ ποιῆσαι τὰ ἐπιβάλλοντα προκοπῇ παιδίων. πάντες ἐσμὲν παιδία τῷ θεῷ καὶ δεόμεθα ἀγωγῆς παιδίων. διὰ τοῦτο ὁ θεὸς φειδόμενος ἡμῶν ἀπατᾷ ἡμᾶς (καὶ εἰ μὴ αἰσθανόμεθα τῆς ἀπάτης πρὸ καιροῦ), ἵνα μὴ ὡς ὑπερβεβηκότες τὸ νήπιον, μηκέτι δι' ἀπάτης παιδευώμεθα, ἀλλὰ διὰ τῶν πραγμάτων. ἄλλως τὸ παιδίον εἰς φόβον ἄγεται, ἄλλως τὸ προκόψαν τῇ ἡλικίᾳ καὶ διαβεβηκὸς τὴν παιδικὴν ἡλικίαν. εἰ γὰρ δύναμαι δι' ἀπάτης αὐτὸ παιδαγωγῶν †, ἵνα εἴπῃ ὁ ἀπατῶν θεός· «παι δεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν». Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων. ὁ λέγων· «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» ἀληθεύων ἔλεγεν, ἢ οὐκ ἀληθεύων καὶ ἀπα τῶν ἀπάτην ἐπιστρέφουσαν; ἥτις ἐπιστροφὴ εἰ μὴ γεγόνει, οὐκέτι ἀπάτη ἦν ἀλλ' ἤδη ἀλήθεια τὸ λεγόμενον, καὶ ἦν ἂν ἀκολουθήσασα καταστροφὴ τῇ Νινευῇ. ἦν ἐπὶ τοῖς ἀκούουσιν, ἤτοι ἀπατηθεῖσι καὶ πιστεύσασι τοῖς λεγομένοις ὡς ἀληθέσιν εὐεργετηθῆναι καὶ μὴ καταστραφῆναι.
We speak to children, leading children, and we do not speak as to the mature, but as to children who need instruction we speak to them, and we deceive children by frightening them, so that they may cease from the lack of instruction in children, and we frighten children by speaking words of deception because of what underlies their infancy, so that through the deception we may make them fear and attend to teachers and report and do what is fitting for the progress of children. We are all children to God and we need the leading of children. For this reason God, sparing us, deceives us (and if we do not perceive the deception before the time), so that we may not, as having passed beyond infancy, be educated no longer through deception but through realities. A child is led to fear in one way, and one who has advanced in age and passed beyond childhood in another. For if I am able, educating it through deception, so that the God who deceives may say: "I will instruct them in the hearing of their affliction." I will set forth histories, how God for salvation deceives and says certain things, so that the sinner may cease from doing what he would have done if he had not heard these certain words. He who says: "Yet three days and Nineveh will be destroyed"—was he speaking truthfully, or not truthfully and deceiving with a deception that brings conversion? If that conversion had not occurred, what was said would no longer have been a deception but already truth, and destruction would have followed for Nineveh. It was in the power of the hearers, either having been deceived and having believed the things said as true, to be benefited and not destroyed.
ἢ μὴ γινομένου ἀληθοῦς τοῦ εἰρημένου καὶ μὴ ἀπατηθεῖσιν, ἀλλὰ καταλαβοῦσιν ὅτι τὰ εἰρημένα οὐκ ἔσται, καταφρονῆσαι τῶν εἰρημένων ὡς ἀπάτης καὶ παθεῖν οὐχὶ τὸ «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται», ἀλλὰ τολμῶ καὶ λέγω πολλῷ χαλεπώ τερα τοῦ «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται». τῇ γὰρ ὑποθέσει ἡμαρτηκότες [εἰ μὴ μετανοήκεισαν] Νινευῖται εἰ μὴ μετα νενοήκεισαν, τάχα μὲν «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» ἐγίνετο· ἀλλ' ἔστω ὅτι οὐκ ἐγίνετο τόδε, τούτου χεῖρον ἐγίνετο, πυρὶ αἰωνίῳ παρεδίδοντο. Διὰ τοῦτο ἄλλη κόλασις κατὰ τὸν νόμον εἴρηται τοῖς ὡς παιδίοις παιδαγωγουμένοις· οἷς «δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου [οὗ]», ἄλλαι κολάσεις ἀναγεγραμμέναι εἰσίν. σύγκρινε τὰς κατὰ τὸν νόμον κολά σεις ἁμαρτωλῶν ταῖς κατὰ τὸ εὐαγγέλιον κολάσεσιν ἁμαρτωλῶν, καὶ ὄψει ὅτι ἐκεῖνοι μὲν ὡς νήπιοι ἤκουσαν κολάσεων ἐκείνοις νηπίοις ἁρμοζουσῶν, ἡμεῖς δὲ ὡς τέλειοι τὴν ἡλικίαν ἀκούομεν κολάσεων χαλεπωτέρων. μοιχὸς εἰ τότε γεγένηται ἢ μοιχαλίς, ἡ ἀπειλὴ οὐ γέεννα, οὐ πῦρ αἰώνιον, ἀλλά· λίθοις λιθοβοληθήσεται· «λιθοβολεί τω αὐτὸν πᾶσα ἡ συναγωγή». ἐρεῖ ἀπελθὼν ὁ ἐν τούτοις εὑρεθεὶς μοιχός, ἡ ἐν τούτοις εὑρεθεῖσα μοιχαλίς· εἴθε καὶ ἐπ' ἐμοῦ ὁ λόγος ἐρεῖ, ὁ λαὸς λίθοις με ἔβαλλε καὶ μὴ τετηρημένος ἤμην εἰς τὸ αἰώνιον πῦρ.
Or if what was said did not come true and they were not deceived, but understood that what was said would not happen, they would despise what was said as a deception and suffer not "yet three days and Nineveh will be destroyed," but I dare even to say something much more severe than "yet three days and Nineveh will be destroyed." For by supposition the Ninevites had sinned—if they had not repented—if they had not repented, perhaps "yet three days and Nineveh will be destroyed" would have come to pass; but suppose that this did not happen, something worse than this happened: they were handed over to eternal fire. Therefore another punishment is prescribed in the law for those who are disciplined as children; but for those "to whom the fullness of time came," other punishments are recorded. Compare the punishments of sinners under the law with the punishments of sinners under the gospel, and you will see that those heard punishments as infants, punishments suited to infants, but we, as mature in age, hear more severe punishments. If an adulterer or adulteress existed then, the threat was not Gehenna, not eternal fire, but: she shall be stoned with stones; "let all the congregation stone him." The adulterer found in these circumstances, the adulteress found in these circumstances, will say as he departs: Would that the word had also said concerning me, the people stoned me with stones and I had not been reserved for the eternal fire.
«ἔνοχος» γὰρ «εἰς τὴν γέενναν τοῦ πυρὸς» οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ». εἰ δὲ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», «ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός», ὁ μοιχὸς τίνι ἔνοχος ἔσται; μεῖζόν τι ζητῶ κολαστήριον τῆς γεέννης τοῦ πυρός. καὶ τάχα εἴποιμι ἂν ὅτι ἡ γέεννα τῶν ἀκουσίων, τῶν δυναμένων καθαρθῆναί ἐστιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀγαθῶν, τῶν δικαίων, «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», οὕτως ἃ ἡτοίμασε τοῖς ἁμαρτωλοῖς τῷ πορνεύειν, τῷ μοιχεύειν, «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». εἰ γὰρ ἀνέβη ἐπὶ τὴν καρδίαν ᾧ ἔνοχος γίνεται ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ· «μωρέ», δῆλον ὅτι μεῖζόν ἐστι τοῦ ἀναβαίνοντος ἐπὶ καρδίαν τὸ ἡτοιμασμένον τοῖς τὰ χείρονα ἡμαρτηκόσιν. οὐ δύναμαι δὲ νοῆσαι μεῖζόν τι γεέννης, ἀλλὰ μόνον πιστεύω ὅτι μεῖζόν τι ἔστι γεέννης, τὸ ἡτοιμασμένον τοῖς μοιχεύουσιν. Οὕτως ἔρχομαι καὶ ἐπὶ τὰς λοιπὰς τὰς κατὰ τὸν νόμον κολάσεις, καὶ λαμβάνω λέξιν ἀποστολικὴν συνᾴδουσαν τούτοις καὶ σιωπήσασάν μου τὴν κόλασιν ἐὰν ἁμάρτω, ἐπειδὴ οὐ θέλω τὸ «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην» παραδεξάμενος ἀπατηθῆναι καλῶς. τί δὲ λέγει ὁ ἀπόστολος; «ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας»; ὀνόμασον, ὦ Παῦλε, τὴν τιμωρίαν· εἶπον αὐτήν. ἀλλ' οὐ λέγω αὐτήν, φησί· μεῖζόν ἐστι τῶν λεγομένων τὸ τῆς κολάσεως τῶν ἐν εὐαγγελίῳ ἁμαρτανόντων, μεῖζον τῶν ἀκουομένων, μεῖζον τῶν νοουμένων.
For "guilty of the Gehenna of fire" is not only the adulterer, but also the one who says to his brother, "Fool." But if the one who says to his brother, "Fool," "will be guilty of the Gehenna of fire," of what will the adulterer be guilty? I seek some greater place of punishment than the Gehenna of fire. And perhaps I would say that the Gehenna is for involuntary sins, for those who are able to be purified. And just as in the case of the good, the righteous, "what God has prepared for those who love him has not entered into the heart of man," so too what he has prepared for sinners who commit fornication, who commit adultery, "has not entered into the heart of man." For if it had entered into the heart of the one who becomes guilty by saying to his brother, "Fool," it is clear that what has been prepared for those who have sinned more grievously is greater than what enters into the heart. But I cannot conceive of anything greater than Gehenna, yet I only believe that there is something greater than Gehenna, what has been prepared for those who commit adultery. Thus I come also to the remaining punishments according to the law, and I take up an apostolic text that agrees with these things and that would have kept silent about my punishment if I sin, since I do not wish, having accepted "You deceived me, Lord, and I was deceived," to be deceived in a good way. But what does the apostle say? "Anyone who has rejected the law of Moses dies without mercy on the testimony of two or three witnesses; how much worse punishment do you think he will be deemed worthy of who has trampled underfoot the Son of God?" Name the punishment, O Paul; tell it. But I do not tell it, he says; the punishment of those who sin under the gospel is greater than what is spoken, greater than what is heard, greater than what is thought.
διὰ τοῦτο εἰσήχθη ὡς παιδίον ὁ προφήτης, ἀκούσας καὶ φοβηθεὶς καὶ παιδευθεὶς καὶ μετὰ τοῦτο τελειωθεὶς λέγων· «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην». καὶ σὺ ὅσον εἶ παιδίον, φοβήθητι τὰς ἀπειλάς, ἵνα μὴ πάθῃς τὰ ὑπὲρ τὰς ἀπειλάς, τὰς κολάσεις τὰς αἰωνίους, τὸ ἄσβεστον πῦρ, ἢ τάχα τι τούτου μεῖζον τὸ ἀποκείμενον τοῖς παρὰ τὸν ὀρθὸν λόγον ἐπὶ πλεῖον βεβιωκόσιν. ὧν πάντων μηδαμῶς πειραθείημεν, ἀλλὰ ἐν Χριστῷ Ἰησοῦ τελειούμενοι δικαιωθείημεν ἀξίως τῶν ἑορτῶν τῶν ἐπουρανίων καὶ τοῦ πάσχα τοῦ ἐκεῖ ἐπὶ τὴν ἀναγωγὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 20. Εἰς τὸ «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην» πάλιν ἄλλως μέχρι τοῦ «συνίων νεφροὺς καὶ καρδίας». Ὁμιλία κʹ. Πάντα τὰ ἀναγεγραμμένα περὶ τοῦ θεοῦ κἂν ἀπεμφαίνοντα αὐτόθεν ᾖ, χρὴ ἄξια νοῆσαι εἶναι θεοῦ ἀγαθοῦ. τίς γὰρ οὐκ ἐρεῖ ἀπεμφαίνοντα εἶναι ἀναφερόμενα ἐπὶ θεὸν τὸ ἔχειν αὐτὸν ὀργήν, τὸ χρῆσθαι αὐτὸν θυμῷ, τὸ μεταμελεῖσθαι αὐτόν, ἤδη δὲ καὶ τὸ ὑπνοῦν αὐτόν; ἀλλ' ἕκαστον τούτων παρὰ τῷ εἰδότι «ἀκούειν σκοτεινῶν λόγων» εὑρεθήσεται ἄξιον θεοῦ. ἡ γὰρ ὀργὴ μὲν αὐτοῦ οὐκ ἄκαρπός ἐστιν, ἀλλ' ὡς ὁ λόγος αὐτοῦ παιδεύει, οὕτως καὶ ἡ ὀργὴ αὐτοῦ παι δεύει· τοὺς γὰρ μὴ παιδευθέντας λόγῳ παιδεύει ὀργῇ. καὶ ἀναγκαῖόν ἐστι τὸν θεὸν χρῆσθαι τῇ καλουμένῃ ὀργῇ, ὡς χρῆται τῷ ὀνομαζομένῳ λόγῳ· οὐδὲ γὰρ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν, ὁποῖος ὁ πάντων λόγος. οὐδενὸς γὰρ ὁ λόγος «ζῶον», οὐδενὸς ὁ λόγος «θεός», οὐδενὸς [γὰρ] ὁ λόγος «ἐν ἀρχῇ» πρὸς ἐκεῖνον ἦν, οὗ ὁ λόγος ἦν, κἂν εἰ μόνος, † ἀπό τινος ᾖ ἀρχῆς.
For this reason the prophet was brought in as a little child, having heard and feared and been instructed and after this perfected, saying: "You deceived me, Lord, and I was deceived." And you, insofar as you are a little child, fear the threats, so that you may not suffer what is beyond the threats—eternal punishments, the unquenchable fire, or perhaps something greater than this stored up for those who have lived beyond the right reason to a greater extent. May we never experience any of these things, but being perfected in Christ Jesus may we be justified worthily of the heavenly feasts and of the Passover there unto the ascent in Christ Jesus, to whom is the glory and the power unto the ages of ages. Amen. 20. On "You deceived me, Lord, and I was deceived" again in another way, up to "understanding the kidneys and hearts." Homily 20. All things recorded about God, even if they appear absurd on the face of it, one must understand to be worthy of a good God. For who would not say that things attributed to God are absurd—that he has wrath, that he employs anger, that he repents, and indeed even that he sleeps? But each of these will be found, in the one who knows how "to hear dark words," to be worthy of God. For his wrath is not without fruit, but just as his word instructs, so also his wrath instructs; for those not instructed by word he instructs by wrath. And it is necessary for God to employ what is called wrath, as he employs what is named word; for neither is his word such as the word of all things is. For the word of no one is a "living being," the word of no one is "God," the word of no one "was in the beginning" with that one whose word it was, even if it alone is from some beginning.
οὕτω δὲ καὶ ἡ ὀργὴ τοῦ θεοῦ ὀργὴ λέγεται οὐχὶ ὡς ἡ οὑτινοσοῦν [τινος] ὀργή. καὶ ὥσπερ ξένον τι ἔχει ὁ λόγος τοῦ θεοῦ παρὰ πάντα τὸν οὑτινοσοῦν λόγον, καὶ ἔχει ξένον τὸ εἶναι θεὸς καὶ τὸ εἶναι λόγος [ὢν] ζῶον, τὸ ὑφεστηκέναι καθ' ἑαυτό, τὸ ὑπηρετεῖν τῷ πατρί, οὕτως ἐπεὶ ἅπαξ ὠνομάσθη θεοῦ ἡ καλουμένη αὐτοῦ ὀργή, ξένον τι ἔχει καὶ ἀλλότριον πάσης τῆς τοῦ ὀργιζομένου ὀργῆς. οὕτως καὶ ὁ θυμὸς αὐτοῦ ἴδιόν τι ἔχει· ἔστι γὰρ ὁ θυμὸς τῆς προθέσεως τῆς τοῦ θυμῷ ἐλέγχοντος, βουλομένης τὸν ἐλεγχόμενον διὰ τοῦ ἐλέγχου ἐπιστρέφειν. ἐλέγχει καὶ λόγος, ὡς παιδεύει λόγος· ἀλλ' οὐχ οὕτως ἐλέγχει λόγος, ὡς ἐλέγχει θυμός. οἱ γὰρ τῷ ἀπὸ τοῦ λόγου ἐλέγχῳ μὴ ὠφεληθέντες δεήσονται ἐλέγχου τοῦ ἀπὸ τοῦ θυμοῦ. Ἐλέγομέν τινα εἶναι καὶ μεταμέλειαν θεοῦ αὐτόθεν ἀπεμφαίνουσαν, ἐπεὶ γέγραπται· «μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα». ἀξίως δὲ ζητήσεις καὶ τὴν μεταμέλειαν, καὶ μὴ
νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μεταμελουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν τι ἡ ὀργὴ αὐτοῦ, ὑπερέχον τι ὁ θυμὸς αὐτοῦ, καὶ οὐδὲν τούτοις συγγενὲς ἦν τοῖς ὁμωνύμοις, τὸν αὐτὸν τρόπον καὶ ἡ μεταμέλεια αὐτοῦ ὁμώνυμόν ἐστι τῇ ἡμετέρᾳ μεταμελείᾳ· ὁμώνυμα δέ ἐστιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος ἕτερος. μόνον οὖν ὄνομα κοινὸν θυμοῦ θεοῦ καὶ θυμοῦ οὑτινοσοῦν, καὶ μόνον ὄνομα κοινὸν ὀργῆς οὑτινοσοῦν καὶ ὀργῆς θεοῦ. οὕτως καὶ ἐπὶ μεταμελείας νοητέον. καὶ ζητήσει ὁ δυνάμενος, τί μεταμέλεια ἐργάζεται θεοῦ, τί εἰργάσατο.
Thus also the wrath of God is called wrath, not as the wrath of just anyone. And just as the word of God has something strange beyond every word of just anyone, and has something strange in being God and in being a living word, in subsisting by itself, in serving the Father, so too, since the so-called wrath of God has once been named, it has something strange and alien to all the wrath of one who is angry. Thus also his fury has something peculiar; for the fury is of the purpose of the one who reproves with fury, wishing the one reproved to turn through the reproof. The word also reproves, as the word instructs; but the word does not reprove as fury reproves. For those not benefited by the reproof that comes from the word will need the reproof that comes from fury. We were saying that there is also a certain repentance of God that is immediately absurd, since it is written: "I have repented that I anointed Saul as king." You would worthily inquire also into the repentance, and do not suppose that his repentance has any kinship with the repentance of those who repent. For as his word had something exceptional, his wrath something exceptional, his fury something surpassing, and nothing in these was akin to the homonyms, in the same way his repentance is also homonymous with our repentance; and homonyms are things whose name alone is common, but the account of the essence according to the name is different. Only the name, then, is common to the fury of God and the fury of just anyone, and only the name is common to the wrath of just anyone and the wrath of God. Thus also in the case of repentance it must be understood. And the one who is able will inquire what the repentance of God effects, what it has effected.
τὸν Σαοὺλ καθεῖλε βασιλεύοντα παρανόμως, ἀνέστησε βασιλέα τῷ λαῷ τὸν κατὰ τὴν καρδίαν τοῦ θεοῦ· εἶπε γὰρ διὰ τὴν ἀγαθὴν ἐκείνην μεταμέλειαν· «εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ υἱὸν Ἰεσσαί». ἀλλὰ ταῦτά μοι προοίμια πάντα ἐστὶ διὰ τὸ τὴν ἀρχὴν τῆς ἀπὸ τοῦ Ἱερεμίου ἀναγνώσεως οὕτως ἔχειν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». ζητοῦμεν γάρ, μήποτε ὡς ὁ πάντων θυμὸς κακὸς ὁ δὲ τοῦ θεοῦ ἐλεγκτικός, καὶ πάντων μὲν ἡ ὀργὴ χαλεπὴ ἡ δὲ καλουμένη τοῦ θεοῦ παιδευτική, καὶ πάντων μὲν ἡμῶν ἡ μεταμέλεια κατηγορεῖ ἀσθενείας τοῦ λογισμοῦ. τοῦ πρὸ τῆς μεταμελείας, ἐπὶ δὲ τοῦ θεοῦ οὐ τοῦ θεοῦ κατηγορεῖ ἡ μεταμέλεια αὐτοῦ, ἀλλὰ τῶν ἔξω πραγμάτων ἐφ' οἷς ἡ μεταμέλεια λαμβάνεται, οὕτω δεῖ νοῆσαι καὶ τὴν ἀπάτην τοῦ θεοῦ ἑτερογενῆ τυγχάνουσαν παρὰ τὴν ἡμετέραν ἀπάτην, ἣν ἀπατῶμεν. τίς οὖν ἡ παρὰ ταύτην τοῦ θεοῦ ἀπάτη, ἥντινα νοήσας ὁ προφήτης, ὅτε ἐπαύσατο ἀπατώμενος, φησὶ γνοὺς τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ ἠπατῆσθαι τὸ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην»; Καὶ πρῶτον χρήσομαι παραδόσει Ἑβραϊκῇ, ἐληλυθυίᾳ εἰς ἡμᾶς διά τινος φυγόντος διὰ τὴν Χριστοῦ πίστιν καὶ διὰ τὸ ἐπαναβεβηκέναι ἀπὸ τοῦ νόμου καὶ ἐληλυθότος ἔνθα διατρίβομεν. ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». ἔλεγε δή τινα τοιαῦτα· ὁ θεὸς οὐ τυραννεῖ, ἀλλὰ βασιλεύει, καὶ βασιλεύων οὐ βιάζεται, ἀλλὰ πείθει, καὶ βούλεται ἑκουσίως παρέχειν ἑαυτοὺς τοὺς ὑπ' αὐτῷ τῇ οἰκονομίᾳ αὐτοῦ, ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν τινος ᾖ, ἀλλὰ κατὰ τὸ ἑκούσιον αὐτοῦ.
He deposed Saul, who reigned lawlessly, and raised up for the people a king after the heart of God; for he said, because of that good repentance, "I have found a man after my heart, David the son of Jesse." But all these things are for me a prelude, because the beginning of the reading from Jeremiah runs thus: "You deceived me, Lord, and I was deceived." For we inquire whether, just as the wrath of all men is evil but the wrath of God is convicting, and the anger of all men is harsh but what is called the anger of God is corrective, and the repentance of all of us accuses the weakness of our reasoning—the reasoning that existed before the repentance—while in the case of God his repentance does not accuse God, but the external circumstances on account of which the repentance is taken up, so too one must understand the deception of God as being of a different kind from our deception, with which we deceive. What then is this deception of God, distinct from that one, which the prophet, having understood it when he ceased being deceived, speaks, recognizing the benefit that comes from having been deceived: "You deceived me, Lord, and I was deceived"? And first I will use a Hebrew tradition that has come down to us through one who fled because of faith in Christ and because he had gone up from the law and had come to where we spend our time. He used to tell a certain story, either appearing as a myth or as an account able to bring its hearers to "You deceived me, Lord, and I was deceived." He used to say something like this: God does not tyrannize but reigns, and in reigning he does not use force but persuades, and he wishes those under him to present themselves willingly to his economy, so that the good of anyone may not be by necessity but by his own free will.
ὅπερ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔλεγεν ἐν τῇ πρὸς Φιλήμονα ἐπιστολῇ τῷ Φιλήμονι περὶ τοῦ Ὀνησίμου· «ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον». ἠδύνατο τοίνυν ὁ τῶν ὅλων θεὸς ποιῆσαι νομιζόμενον ἀγαθὸν ἐν ἡμῖν, ἵνα ἐξ ἀνάγκης ἐλεημοσύνας διδῶμεν καὶ ἐξ ἀνάγκης σωφρονῶμεν, ἀλλ' οὐ βεβούληται. διὸ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης προστάσσει ἡμῖν ποιεῖν ἃ ποιοῦμεν, ἵνα ἑκούσιον ᾖ τὸ γινόμενον. ὁδὸν οὖν, ἵν' οὕτως εἴπω, ζητεῖ πῶς ἂν ἑκουσίως τις ποιήσαι, ἃ ὁ θεὸς βούλεται. ἔλεγεν οὖν μοι ἡ παράδοσις καὶ τοιοῦτόν τι· ἐβούλετο τὸν Ἱερεμίαν πέμψαι προφητεύσοντα πᾶσι τοῖς ἔθνεσι καὶ πρὸ πάντων τῶν ἐθνῶν τῷ λαῷ. ἐπεὶ δὲ αἱ προφητεῖαι σκυθρωπότερόν τι εἶχον (ἀπήγγελλον γὰρ κολάσεις, ἃς ἕκαστος κατὰ τὴν ἀξίαν κολασθήσεται), καὶ ᾔδει τὴν προαίρεσιν τοῦ προφήτου μὴ βουλομένου τὰ χείρονα προφητεῦσαι τῷ λαῷ Ἰσραήλ, διὰ τοῦτο ᾠκονόμησεν εἰ πεῖν· «λάβε τὸ ποτήριον τοῦτο, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς». προσέταξεν οὖν ὁ θεὸς τῷ Ἱερεμίᾳ λαβεῖν ποτήριον, προτρεπόμενος δὲ αὐτὸν ἐπὶ τὸ «λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου», φησί· «καὶ ἐξαποστελῶ σε πρὸς πάντα τὰ ἔθνη ἔχοντα τοῦτο τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου». ἀκούσας δὲ ὁ Ἱερεμίας ὅτι ἀποστέλλεται πρὸς πάντα τὰ ἔθνη, ὅτι διακονήσων αὐτοῖς ποτήριον ὀργῆς, ποτήριον κολάσεων, μὴ ὑπονοήσας ὅτι καὶ Ἰσραὴλ μέλλει πίνειν ἀπὸ τοῦ τῆς κολάσεως ποτηρίου, ἀπατηθεὶς ἔλαβε τὸ ποτήριον τοῦ ποτίσαι πάντα τὰ ἔθνη. λαβὼν τὸ ποτήριον ἤκουσε· «καὶ ποτιεῖς πρῶτον τὴν Ἱερουσαλήμ».
Paul also knew this and said in the letter to Philemon concerning Onesimus: "so that your good deed might not be by necessity but by free will." The God of all things could therefore have made what is thought to be good in us, so that we give alms by necessity and are self-controlled by necessity, but he has not willed it. Therefore he does not command us to do what we do out of grief or necessity, so that what is done may be voluntary. He seeks, so to speak, a way by which someone might voluntarily do what God wills. The tradition also told me something like this: he wished to send Jeremiah to prophesy to all the nations and, before all the nations, to the people. But since the prophecies had something rather grim about them (for they announced the punishments with which each would be punished according to his worth), and he knew the prophet's disposition, that he did not wish to prophesy the worse things to the people of Israel, for this reason he arranged for him to say: "Take this cup, and you shall give all the nations to drink, to which I shall send you to them." God therefore commanded Jeremiah to take the cup, and urging him to "take the cup of unmixed wine," he says: "And I shall send you to all the nations with this cup of unmixed wine." But when Jeremiah heard that he was being sent to all the nations, that he was to serve them a cup of wrath, a cup of punishments, not suspecting that Israel too was going to drink from the cup of punishment, he was deceived and took the cup to give all the nations to drink. Having taken the cup, he heard: "And you shall first give Jerusalem to drink.
ἐπεὶ οὖν ἄλλο μὲν προσεδόκησεν, ἄλλο δὲ αὐτῷ ἀπήντησεν, ἐπὶ τούτῳ δή φησιν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». Παραπλήσιον ταύτῃ τῇ διηγήσει ἀπεδίδου καὶ ἐν τῷ Ἡσαΐᾳ· κἀκεῖνος γὰρ οὐκ εἰδὼς τί μέλλει προστάσσεσθαι λέγειν
τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὁ δέ, φησίν, ἀπεκρίνατο· «ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με». ἀκούει· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου» καὶ τὰ ἑξῆς. ἐπεὶ οὖν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπειλεῖν τῷ λαῷ τοιάδε εἶπεν· «ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με», διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς «φωνὴ λέγοντος· βόησον», ὁ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ' εἶπε· «τί βοήσω;» εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε.» «τί» οὖν «βοήσω;» «πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου» καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τούτοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ' ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». Ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μηδὲ «κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν» μηδὲ «τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ», ἀλλὰ πλεονασμὸν ποιῆσαι τῶν μαθημάτων ὧν λαμβάνω ἀπὸ τοῦ παραδιδόντος καὶ δυναμένου παραδοῦναι χρήσιμα.
Since, then, he expected one thing but another met him, on this account he says: "You deceived me, Lord, and I was deceived." He gave a similar explanation also in Isaiah; for that one too, not knowing what he was about to be commanded to say to the people, hears God saying according to what is written: "Whom shall I send, and who will go to this people?" And he, it says, answered: "Behold, I am here; send me." He hears: "Go and say to this people: You will hear with hearing and not understand, and seeing you will see and not perceive. For the heart of this people has grown dull," and so on. Since, then, not knowing what he was about to prophesy and that he was about to threaten the people with such things, he said: "Behold, I am here; send me," for this reason, it says, in what follows: "A voice saying: Cry out," but he did not answer as one eager to do what was commanded, but said: "What shall I cry?" For he was cautious lest he hear again as in the former prophecy: "Go and say to this people: You will hear with hearing and not understand." "What," then, "shall I cry?" "All flesh is grass, and all its glory as the flower of grass," and so on. He heard nothing in these words against Israel. That one said these things to us, handing down the saying "You deceived me, Lord, and I was deceived." But I pray that the things I receive from those who give I may not merely keep nor "bury in the ground the talent of those who speak to me" nor "bind up in a handkerchief the mina of those who teach something useful," but that I may make an increase of the lessons I receive from the one who hands them down and is able to hand down useful things.
εὔχομαι τὴν μνᾶν εἴτε εὐαγγελίου εἴτε ἀποστόλου εἴτε προφήτου εἴτε νόμου ποιῆσαι πολλαπλασίονα. ταῦτ' οὖν ἀκούσας ἐσκόπουν κατ' ἐμαυτὸν περὶ τοῦ «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». καὶ σκοπῶν εὔχομαι εὑρίσκειν τι εἰς τὸν τόπον ἀληθές. μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτινήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὐκ ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος. λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ, ἄλλα χαλεπώτερα παθεῖν σε δεῖ· οὐκ ἂν παράσχοι ἑαυτὸν ἐκεῖνος. ἀλλ' ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν' οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ' ἰάσασθαι τὸν θεραπευόμενον. τοιούτων φαρμάκων πεπλήρωται ὅλη ἡ θεία γραφή. καὶ τινὰ μέν ἐστι χρηστὰ κρυπτόμενα, τινὰ δέ ἐστι πικρὰ κρυπτόμενα. ἐὰν ἴδῃς πατέρα ἀπειλοῦντα ὡς μισοῦντα τὸν υἱὸν καὶ λέγοντα τῷ υἱῷ φοβερὰ καὶ μὴ ἐπιδεικνύμενον τὴν φιλοστοργίαν, ἀλλὰ κρύπτοντα τὴν ἀγάπην τὴν πρὸς τὸν υἱόν, ὄψει ὅτι ἀπατᾶν βούλεται τὸ νήπιον· οὐ γὰρ συμφέρει τῷ υἱῷ τὸ ἐπίστασθαι τὴν ἀγάπην τοῦ πατρός, τὴν προαίρεσιν τὴν φιλικήν· ἐκλυθήσεται γὰρ καὶ οὐ παιδευθήσεται. διὰ τοῦτο κρύπτει μὲν τὸ γλυκὺ τῆς φιλοστοργίας, δείκνυσι δὲ τὸ πικρὸν τῆς ἀπειλῆς. Τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός.
I pray to make the mina—whether of the gospel or of an apostle or of a prophet or of the law—many times greater. Having heard these things, then, I was considering within myself the passage "You deceived me, Lord, and I was deceived." And while considering, I pray to find something true regarding the passage. Perhaps, then, just as a father wishes to deceive a son who is still an infant, for his benefit, since the child cannot be benefited in any other way unless he is deceived, and as a physician endeavors to deceive the patient, who cannot be cured unless he accepts the words of deception, so also the God of all things, since he has set before himself to benefit the human race. Let the physician say to the patient: "You must be cut, you must be cauterized, you must suffer other more grievous things"—that man would not submit himself. But sometimes he says something else, and he has hidden under the sponge that cutting, dividing iron, and again he hides, so to speak, under the honey the bitter nature and the unpleasant drug, wishing not to harm but to heal the one being treated. The whole of divine Scripture is full of such drugs. And some things are good things hidden, and some things are bitter things hidden. If you see a father threatening as though hating his son and saying fearful things to his son and not displaying his affection, but hiding the love he has for his son, you will see that he wishes to deceive the infant; for it is not beneficial to the son to know the father's love, the friendly purpose; for he will be relaxed and will not be disciplined. For this reason he hides the sweetness of affection, but shows the bitterness of the threat. Something of this sort God does, in a manner analogous to a father and a physician.
ἔστι πικρά τινα, ἃ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον... πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. «μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται». «εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε ἀρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων νοῆσαι τὸ πικρὸν φάρμακον ὑπὸ τὸ μέλι, ἐκκακήσει τις. τίς γὰρ ἡμῶν οὐ σύνοιδεν ἑαυτῷ πιόντι οὐ μετὰ βουλῆς καὶ μεθυσθέντι; τίς ἡμῶν καθαρεύει ἀπὸ κλοπῆς καὶ ἀπὸ τοῦ μὴ πεπορικέναι τὰ ἐπιτήδεια δεόντως; ἀλλ' ὅρα τί λέγει ὁ λόγος· «μὴ πλανᾶσθε, ὅτι οὗτοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». τὸ κατὰ τὸν τόπον μυστήριον κεκρύφθαι δεῖ, ἵνα μὴ ἐκκακήσῃ ὁ πολύς, ἵνα μὴ μαθὼν τὰ πράγματα προσδοκήσῃ τὴν ἔξοδον οὐχ ὡς ἀνάπαυσιν, ἀλλ' ὡς κόλασιν. ἢ τίς εὑρεθήσεται Παῦλος ὁ δυνάμενος λέγειν· «κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»; ἐγὼ δὲ οὐ δύναμαι τοῦτο λέγειν. οἶδα γὰρ ὅτι ἐὰν ἐξέλθω, τὰ ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ.
There are certain bitter things that heal even the most righteous and the wisest... for everyone who has sinned must be punished for his sins. "Do not be deceived; God is not mocked." "Whether fornicator or adulterer or effeminate or sodomite or thief or drunkard or reviler or swindler, they shall not inherit the kingdom of God." If this is understood and examined closely by those who are unable to see the surgeon's knife beneath the sponge, by those unable to perceive the bitter medicine beneath the honey, a person will lose heart. For who among us is not conscious of having drunk without counsel and become drunk? Who among us is pure from theft and from not having acquired the necessities of life as one ought? But see what the word says: "Do not be deceived, that these shall not inherit the kingdom of God." The mystery pertaining to this passage must be kept hidden, so that the many may not lose heart, so that having learned the facts they may not expect the departure not as rest but as punishment. Or who will be found to be a Paul, able to say: "For it is better to depart and be with Christ"? But I cannot say this. For I know that if I depart, my wood must be burned in me.
ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πολλοὺς τῶν πεπιστευκότων, καὶ καλῶς λανθάνει· καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται. οὐ βλέπομεν ὅτι «τοὺς πάντας ἡμᾶς παρασταθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον». οὐ βλέπομεν τὸν εἰρηκότα· «πλὴν ὑμᾶς ἔγνων ἐκ πάντων, τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς ἐπὶ πάντα τὰ ἐπιτηδεύματα ὑμῶν», οὐχὶ τινὰ μὲν τινὰ δὲ οὔ. Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιροῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν· τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ προφήτης μυστικῶς καὶ λέγει ἰδὼν ἃ ἠπάτηται ὑπὸ τοῦ θεοῦ ἐπὶ καλῷ [καὶ λέγει]· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην χάριν, ἐπὶ τὸ εὔξασθαι καὶ εἰπεῖν τῷ θεῷ· ἀπάτησόν με, εἰ τοῦτο συμφέρει. ἄλλη γὰρ ἡ ἀπάτη ἡ ἀπὸ τοῦ θεοῦ, ἄλλη ἡ ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως. ὅρα τί λέγει ἡ γυνὴ τῷ θεῷ· «ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον». καὶ ἡ μὲν ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως ἐξεῖλε τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ παραδείσου τοῦ θεοῦ·
I have wood: my revilings, I have wood: my drunken revels, wood: my thefts, and countless other woods I have built onto my building. Do you see that all these things escape the notice of most of those who have believed, and rightly escape it? And each of us thinks that, because he has not worshiped idols, because he has not committed fornication (would that we were even pure in such matters!), he will be saved when he departs from this life. We do not see that "we must all appear before the judgment seat of Christ, so that each may receive what was done through the body, whether good or evil." We do not see the one who said: "You only have I known from all the tribes of the earth; therefore I will punish you for all your practices," not some and not others. Since, then, the physician sometimes hides the surgical knife under the soft and delicate sponge, and the father also hides his affection through the emphasis of his threat, and the deceptions—some remove the tumors and the varicose veins and whatever else harms the constitution of the body, while the other removes ignorance and slackness—the prophet has understood mystically that God does something of this kind, and says, seeing the things by which he has been deceived by God for a good purpose, "You deceived me, Lord, and I was deceived." He led him to such great grace, to pray and say to God: Deceive me, if this is beneficial. For one deception is from God, another is from the serpent. See what the woman says to God: "The serpent deceived me, and I ate." And the deception from the serpent removed Adam and his wife from the paradise of God.
ἡ δὲ ἀπάτη ἡ γενομένη τῷ προφήτῃ τῷ εἰπόντι· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην» ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην τῆς προφητείας χάριν, ἐπὶ τὸ αὐξῆσαι ἐν αὐτῷ τὴν δύναμιν, ἐπὶ τὸ τελειωθῆναι αὐτὸν καὶ δυνηθῆναι ὑπηρετήσασθαι μετὰ τοῦ μὴ φοβεῖσθαι ἄνθρωπον τῷ βουλήματι τοῦ λόγου τοῦ θεοῦ. ταῦτα μὲν οὖν καὶ ἡμεῖς νοοῦντες καὶ ἐπὶ τοῦ παρόντος καὶ εἰς τὸ μέλλον εὐξώμεθα ἀπατᾶσθαι ὑπὸ τοῦ θεοῦ. μόνον μὴ ὁ ὄφις ἀπατησάτω ἡμᾶς. καὶ ἀλλαχοῦ τούτῳ συγγενὲς γέγραπται, ὅτι εἴρηται ἐν τῷ Ἡσαΐᾳ· «κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως». ἐπιστήσεις κἀκεῖ τί ποιεῖ τὸ πνεῦμα τῆς πλανήσεως κιρνάμενον ἀπὸ τοῦ θεοῦ. καλῶς δέ, ὅτι οὐκ ἄκρατον δέδωκεν ὁ θεὸς τὸ πνεῦμα τῆς πλανήσεως, ἀλλ', ὡς ὠνόμασεν ὁ προφήτης, ἐκέρασεν αὐτό. Παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσί τινες οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ' ἑαυτούς, τί λυσιτελεῖ τῇ μονογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα·
But the deception that came upon the prophet who said, "You deceived me, Lord, and I was deceived," led him to so great a grace of prophecy, to the increase of the power in him, to his being perfected and enabled to serve without fearing man, according to the will of the word of God. These things, then, we too understanding, both for the present and for the future let us pray to be deceived by God. Only let not the serpent deceive us. And elsewhere something akin to this is written, for it is said in Isaiah: "For the Lord has mixed for them a spirit of wandering." You will observe there too what the spirit of wandering accomplishes when mixed by God. And rightly, because God has not given the spirit of wandering unmixed, but, as the prophet named it, he mixed it. I wish to take the risk and give an example of those who have been helped by being deceived. There are some who for this reason practice chastity and purity, and others who for this reason practice monogamy, since they expected that the one who had sexual union in marriage would perish, that the one who married a second time would perish. Let us compare among ourselves: what is more advantageous for the monogamous woman—to be deceived and to think that the twice-married woman is punished and delivered over to eternal punishment, so that she may remain monogamous and pure, or to know the truth and marry a second time? I think, with anyone at all seeing the consequence, it is possible to say that it was more blessed to be pure and not marry a second time without being deceived and to see that the twice-married woman also partakes of some salvation, though not of as much blessedness as she would have had by remaining pure while it was possible to marry a second time.
εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς ἀπολλυμένων διγάμων καὶ διὰ τὴν ἀπάτην καθαρεύειν, ἢ τὸ ἀληθὲς ἐγνωκέναι καὶ ἐν ἐλάττονι γεγονέναι τῷ τῶν διγάμων τάγματι. τοιοῦτόν τι εὑρήσεις καὶ ἐπί τινων ἀσκούντων τὴν ἁγνείαν καὶ τὴν καθαρότητα τὴν παντελῆ. πολλὰ δ' ἂν καὶ ἄλλα εὑρεθείη κατὰ ἀπάτην ὑφ' ἡμῶν γινόμενα καὶ ὠφελοῦντα ἡμᾶς. πόσοι δὲ νομιζόμενοι σοφοί, εὑρόντες τὸ περὶ κολάσεως ἀληθὲς καὶ διελθόντες δῆθεν τὰ τῆς ἀπάτης, ἐν χείρονι γεγόνασι βίῳ; ἐλυσιτέλει αὐτοὺς φρονεῖν, ὡς ἐφρόνουν πρότερον περὶ τοῦ «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει» καὶ ὅτι «τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται» καὶ ὅτι «ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί» καὶ ὅτι «τὸ ἄχυρον κατακαυθήσεται πυρὶ ἀσβέστῳ». ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν «μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας
καταφρονεῖν», ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ», οὐκ ἂν θησαυρίσαντες εἰ ἠπατήθησαν. ταῦτα διὰ τὴν ἀπὸ θεοῦ ἀπάτην, ἐπεὶ εἶπεν ὁ προφήτης· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». Παρέλθωμεν δὲ ἰδίᾳ καὶ εἰς τὸ «ἠπατήθην». διὰ τί οὐκ εἶπε μόνον τὸ «ἠπάτησάς με, κύριε», ἀλλὰ προσέθηκε καὶ τὸ «ἠπατήθην»; ἔστιν ἐνίοτε ἐπινοῆσαι [τι] ἐνεργοῦντά τινα τὴν ἀπάτην, ἄλλον δὲ φυλασσόμενον ἀπατηθῆναι καὶ οὐκ ἀπατώμενον. ὅταν δὲ ὁ μὲν ἐνεργήσῃ τὸ ἀπατᾶν, ὁ δὲ μὴ φυλάξηται τὸ ἀπατηθῆναι ἀλλ' ἐμπέσῃ εἰς τὴν ἀπάτην, εἴποι ἄν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην».
But if this is not possible, it is better to have been deceived as though one were among the perishing twice-married, and through the deception to be pure, than to have known the truth and to have become of lesser rank in the order of the twice-married. You will find something of this sort also in the case of certain people practicing chastity and complete purity. And many other things could be found that are done by us through deception and benefit us. How many who are thought to be wise, having discovered the truth about punishment and having supposedly passed beyond the things of deception, have come to be in a worse life? It would have been better for them to think as they thought before concerning "their worm will not die" and that "their fire will not be quenched" and that "they will be a sight for all flesh" and that "the chaff will be burned up with unquenchable fire." But if, having imagined something else contrary to their first understanding, they "are about to despise the wealth of the goodness of God and the forbearance and the longsuffering," see whether it is not truly for this reason, since they did not seem to have been deceived, that they stored up for themselves "wrath in the day of wrath and of the revelation and of the righteous judgment of God," which they would not have stored up if they had been deceived. These things happen through the deception that comes from God, since the prophet said: "You deceived me, Lord, and I was deceived." But let us also examine separately the phrase "I was deceived." Why did he not say only "You deceived me, Lord," but also added "I was deceived"? It is sometimes possible to conceive of one person effecting the deception, and another guarding against being deceived and not being deceived. But when the one effects the deceiving, and the other does not guard against being deceived but falls into the deception, he might say: "You deceived me, Lord, and I was deceived.
ἐγὼ δὲ γενόμενος κατὰ τὸν τόπον καὶ τοιαῦτά τινα εἴποιμι ἄν· ὃ ἐὰν λέγῃ μοι ὁ ὄφις, κἂν ἀληθῆ μοι λέγῃ κἂν ἀπατᾶν με θέλῃ, ὑφορῶμαι αὐτοῦ τοὺς λόγους πειθόμενος ὅτι, εἴτε ἀπατᾷ με εἴτε ἀληθεύει, βλάπτει με. καὶ ἡ ἀλήθεια γὰρ αὐτοῦ βλάπτει· οὐδὲν ὠφέλιμον ἀπὸ τοῦ ὄφεως γίνεται, ἐπεὶ «μὴ δύναται δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς ἐνεγκεῖν». ὃ ἐὰν δὲ λέγῃ μοι ὁ θεὸς καὶ πείθωμαι ὅτι θεός ἐστιν ὁ λέγων, ἕτοιμός εἰμι παρέχειν ἐμαυτόν. ἀληθεύει, δέχομαι· ἀπατᾶν με βούλεται, ἑκὼν ἀπατῶμαι, θεός με μόνος ἀπατάτω. καὶ ἐπεὶ παρέχω ἐμαυτόν, πειθόμενος θεὸν εἶναι τὸν λέγοντα, καὶ ἀπατᾶσθαι, καὶ οὐ περιεργάζομαι, θέλων ἀπατώμενος μὴ ὑπ' ἄλλου, ἀλλ' ὑπὸ τοῦ θεοῦ ἀπατηθῆναι, διὰ τοῦτο λέγω ὅτι οὐ μόνον σὺ ἐνήργησας τὸ ἀπατᾶν, ἀλλ' ὅτι κἀγὼ πέπονθα τὸ ὑπὸ σοῦ ἀπατᾶσθαι, καὶ κατὰ τοῦτο λέγω ὅτι «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». τί δὲ ἀκολουθεῖ τῷ τὸν θεὸν εἶναι ἀπατῶντα καὶ ἄνθρωπον εἶναι τὸν ἀπατώμενον; «ἐκράτησας καὶ ἠδυνάσθης». τότε με κρατεῖ, ἐάν με κατ' ἀρχὰς ἔτι νήπιον ἐν Χριστῷ ἀπατήσῃ, καὶ κρατήσας δύναται. ἐὰν δὲ μὴ κρατήσῃ, τότε μοι χρεία πόνων. «ἐκράτησας καὶ ἠδυνάσθης». Ἑξῆς τούτοις λέγει· «ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος». καὶ εἰς τοῦτον τὸν τόπον ταῦτα ἤκουον, ὅτι Ἱερεμίας γέγονε κατὰ χρόνους ἁμαρτωλοτάτων (ἐπ' αὐτοῦ γοῦν γέγονεν ἡ αἰχμαλωσία), καὶ οὕτως ἦσαν ἁμαρτωλοὶ ὥστε μυκτηρίζειν καὶ γελᾶν καὶ χλευάζειν, εἴ ποτε ὁ προφήτης τὸ προοίμιον ἔλεγε τὸ προφητικόν, τὸ «τάδε λέγει κύριος». ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμενα.
But when I have come to the passage, I would say something like this: Whatever the serpent says to me, even if he tells me the truth, even if he wishes to deceive me, I view his words with suspicion, persuaded that whether he deceives me or speaks the truth, he harms me. For even his truth harms; nothing beneficial comes from the serpent, since "a corrupt tree cannot bring forth good fruits." But whatever God says to me, and I am persuaded that it is God who speaks, I am ready to give myself over. If he speaks truth, I receive it; if he wishes to deceive me, I am deceived willingly—let God alone deceive me. And since I give myself over, persuaded that the one speaking is God, even to be deceived, and I do not pry into it, wishing to be deceived not by another but by God, therefore I say that not only have you brought about the deceiving, but that I also have experienced being deceived by you, and in this sense I say, "You deceived me, Lord, and I was deceived." But what follows from God being the deceiver and man being the deceived? "You prevailed and you were strong." Then he prevails over me, if he deceives me while I am still an infant in Christ at the beginning, and having prevailed he is strong. But if he does not prevail, then I have need of labors. "You prevailed and you were strong." Next after these things he says: "I became a laughingstock, every day I continued being mocked." And regarding this passage I used to hear that Jeremiah lived in times of the most sinful men (for the captivity occurred in his day), and they were so sinful as to mock and laugh and jeer whenever the prophet uttered the prophetic preface, "Thus says the Lord." Those who heard laughed and mocked what was said.
ἐφυλάξατο εἰπεῖν τὸ «τάδε λέγει κύριος» ὁ ἀπατηθεὶς καὶ ὠφεληθεὶς ἐκ τοῦ ἀπατᾶσθαι. διὸ καὶ αὐτὸς βουλόμενος ἀπατᾶν ἐπὶ τῷ ὠφελεῖσθαι ἐκ τοῦ ἀπατᾶν ἔλεγεν· ὅτι ἐμοὺς ὑμῖν λαλῶ, ἐπεὶ οὐκ ἀκούετε τοὺς τοῦ κυρίου λόγους. εἶτα ἐκεῖνοι παρεῖχον τὰς ἀκοὰς ὡς λόγοις Ἱερεμίου καὶ ἤκουον λόγων θεοῦ. ταῦτα δέ μοι ἔλεγεν ὁ παραδιδούς μοι τὸν τόπον, ἐξετάζων τὰ προοίμια καὶ τὰς ἀρχὰς τῶν προφητειῶν. ἔστι τοίνυν καὶ ἀρχὴ τῆς προφητείας Ἱερεμίου παρὰ μὲν ἡμῖν, ὡς οἱ Ἑβδομήκοντα παραδεδώκασιν οὐκ οἶδ' ὅ, τι σκοπήσαντες· «τὸ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων», ἐν δὲ τῷ Ἑβραϊκῷ καὶ ταῖς λοιπαῖς ἐκδόσεσι· «λόγοι Ἱερεμίου υἱοῦ Χελκίου», καὶ πάντες συνεφώνησαν τῷ εἰπεῖν· «λόγοι Ἱερεμίου υἱοῦ Χελκίου». διὰ τί οὖν «λόγοι Ἱερεμίου»; ἐπειδήπερ τὸ προοίμιον αὐτῷ ἐν τῷ λέγειν πρὸς τοὺς μὴ βουλομένους ἀκοῦσαι ἦν· ἀκούσατέ μου τοὺς λόγους. Καὶ ἡμεῖς ἔσθ' ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν. ἐνίοτε λόγους τοῖς ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον. ἀλλ' ὅταν ὁ λόγος ἐκεῖνος κατασκευασθῇ κατὰ δύναμιν ὑφ' ἡμῶν, καὶ δοκῶμεν αἱρεῖν τὸν ἀκροατὴν οὐχ ὡς ἔτυχε τοῦ λεγομένου ἀκούσαντα, τότε ὁμολογοῦμεν ὅτι οὗτος ὁ ἐπαινετὸς λόγος Χριστιανῶν λόγος ἦν. καὶ ποιοῦμέν τι παραπλήσιον τῷ εἰπόντι οὐκέτι «τάδε λέγει κύριος» ἀλλά·
The one who was deceived and benefited from being deceived was careful not to say, "Thus says the Lord." Therefore he too, wishing to deceive for the benefit to be gained from the deception, said: "I speak my own words to you, since you do not hear the words of the Lord." Then those men gave their ears as though to the words of Jeremiah and heard the words of God. These things the one who handed down the passage to me was saying, examining the prefaces and the beginnings of the prophecies. There is, then, also a beginning of the prophecy of Jeremiah, in our copies, as the Seventy handed it down—I do not know what they had in view: "The word of God which came to Jeremiah son of Hilkiah, one of the priests," but in the Hebrew and the other editions: "The words of Jeremiah son of Hilkiah," and all agreed in saying: "The words of Jeremiah son of Hilkiah." Why then "the words of Jeremiah"? Because the preface for him lay in speaking to those who did not wish to hear: "Hear my words." And we too sometimes do such things, whenever it appears advantageous to us. Sometimes we bring words to those from the nations, wishing to bring them to the faith, and if we see that they are prejudiced against Christianity and loathe the name and hate to hear that this word is one of the Christians, we do not pretend to be speaking a beneficial word of the Christians. But when that word has been constructed by us as best we can, and we seem to win over the hearer who has not heard what is said in just any chance way, then we acknowledge that this praiseworthy word was a word of the Christians. And we do something similar to the one who no longer said, "Thus says the Lord," but:
ἀκούσατε λόγους ἐμοῦ τοῦ Ἱερεμίου. ταῦτα διὰ τὸ «ἐγενόμην εἰς γέλωτα». Καὶ ἡμεῖς ἀγανακτοῦμεν, ἐάν ποτε λαλοῦντες γελασθῶμεν, ὅπου Ἱερεμίας ὁ τοιοῦτός φησιν· «ἐγενόμην εἰς
γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· «ἤκουον» γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν». ἀλλ' «ὁ κύριος ἐκμυκτηρίζει» πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. «ἐγενόμην εἰς γέλωτα». ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι· καὶ πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ «δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες», κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. «πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος». κατηγορία τῶν κατὰ τὴν γενεὰν ἐκείνην, ὅτι οὐδὲ ἡμέρας ὀλίγας τινὰς ἐποίησεν ὁ προφήτης μυκτηριζόμενος, ἀλλὰ «πᾶσαν ἡμέραν διετέλεσε μυκτηριζόμενος». «Ὅτι πικρῷ λόγῳ μου γελάσομαι». ἔστι τις ἐπαγγελία γέλως, ἧς ἐπαγγελίας ἐπώνυμός ἐστιν ὁ πατριάρχης Ἰσαάκ· ἑρμηνεύεται γὰρ Γέλως. ὅτι δὲ ἐπαγγελία γέλως, δῆλον [ὅτι] ἐκ τοῦ «μακάριοι οἱ κλαίοντες νῦν»· ἡ δὲ ἐπαγγελία «ὅτι γελάσονται». ὥσπερ ἐπαγγελία «υἱοὶ θεοῦ κληθήσονται», καὶ «τὸν θεὸν ὄψονται», καὶ «κληρονομήσουσι τὴν γῆν», καὶ «αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», οὕτως ἐστὶν ἐπαγγελία γέλως· ᾗ ἐπαγγελίᾳ τὸ ἐναντίον ὁ μακαριζόμενός ἐστι κλαυθμός.
Hear the words of me, Jeremiah. These things are because of "I became a laughingstock." And are we indignant if ever, when we speak, we are laughed at, when Jeremiah, such a man as he was, says: "I became a laughingstock; all day long I was continually mocked"? Why do I speak of Jeremiah? Even my Jesus was mocked; for he says, "The Pharisees, who were lovers of money, heard all these things, and they mocked him." But "the Lord mocks" all those who mock the words of God. "I became a laughingstock." See what sort of lives the prophets lived—in one respect laughed to scorn, in another in danger, cast down, stoned by the people, put to death, hated, driven out; and they endured and submitted to all things, so that according to the will of God, "seeking the glory that comes from the only one," while proclaiming the word, they might obtain the end that comes from God. "All day long I was continually mocked." This is an accusation against that generation, that the prophet did not spend just a few days being mocked, but "all day long he was continually mocked." "For with a bitter word of mine I shall laugh." There is a certain promise that is laughter, and the patriarch Isaac is named after this promise; for his name is translated "Laughter." And that laughter is a promise is clear from "Blessed are those who weep now," and the promise is "that they shall laugh." Just as there is a promise "they shall be called sons of God," and "they shall see God," and "they shall inherit the earth," and "theirs is the kingdom of heaven," so also there is a promise of laughter; and the opposite of this promise is the weeping of the one who is called blessed.
ζητήσεις δέ, εἰ τούτῳ τῷ ἀγαθῷ γέλωτι καθ' ἑτέραν καὶ ἑτέραν ἐπίνοιαν συνᾴδει μὲν ὁ μακαριζόμενος κλαυθμός, ἐναντιοῦται δὲ ὁ τοῖς ἐναντίοις ταλανιζόμενος ἀποκείμενος κλαυθμὸς ἕτερος. «οὐαὶ» γὰρ «οἱ γελῶντες νῦν, ὅτι πενθήσουσι καὶ κλαύσονται»· ἄλλος γὰρ κλαυθμὸς ὁ μακαριζόμενος, ἄλλος ὁ ἀποκείμενος τοῖς κακῶς βεβιωκόσιν. εἰ δέ τι κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδα. τί λέγω; [εἰ δέ τι κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδα] ἄκουε Παύλου. ὅτε ἐδίδασκεν, ἐπραγματεύετο λέγων λυπῆσαι τοὺς ἀκούοντας. καὶ ὁμολογεῖ ὅτι τότε μάλιστα εὐφραίνετο, ὅτε ἐλυπεῖτό τις ἐξ αὐτοῦ· φησὶ γάρ· «καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» καὶ εἴ τίς γε ἱκανός ἐστι κινῆσαι ψυχὴν ἀκροατοῦ μάλιστα ἡμαρτηκότος, τοιούτους εὔχεται λόγους λέγειν, οἵτινες ἀπὸ δυνάμεως καὶ παρατάξεως καὶ θειότητος καὶ νοημάτων ἀπαγγελλόμενοι ἱερῶν σείσουσι τὴν ψυχὴν τοῦ ἀκούοντος καὶ κινήσουσιν ἐπὶ πένθος καὶ ἐπὶ κλαυθμὸν καὶ ἐπὶ δάκρυα, ὡς χαίρειν τὸν λέγοντα, † ὅτε ἴδῃ τὸ ἀκροατήριον τερπόμενον καὶ γέμον ἐπὶ τοῖς λεγομένοις. ὅπου μὲν γὰρ εἰς ἐπαγγελίας ἄγει, ὡς «διὰ στενῆς καὶ τεθλιμμένης τῆς ἐν τῷ λυπεῖσθαι ὁδοῦ ἐπὶ τὴν ζωήν», καὶ διὰ τοῦ κλαυθμοῦ ἄγει ἐπὶ τὸν μακαριζόμενον γέλωτα. ὅτε δὲ οὐ τοῦτο ἀνύει, [οὐ] φοβοῦμαι μὴ τοιαῦτα λέγῃ· «οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε».
But you will inquire whether the blessed mourning is in accord with this good laughter according to one and another conception, while the mourning that is laid up for those who are weighed down by the opposite things is opposed to it. For "Woe to those who laugh now, for they shall mourn and weep." For one is the mourning that is blessed, another is the mourning laid up for those who have lived badly. But whether that one too has a beneficial end, I do not know. What am I saying? [But whether that one too has a beneficial end, I do not know.] Hear Paul. When he taught, he made it his business to grieve his hearers. And he confesses that he rejoiced most of all when someone was grieved by him; for he says: "And who is it that makes me glad except the one who is grieved by me?" And if anyone is capable of stirring the soul of a hearer who has especially sinned, he prays to speak such words as, uttered from power and array and divinity and sacred thoughts, will shake the soul of the hearer and move it to mourning and to weeping and to tears, so that the speaker rejoices when he sees the audience delighted and full at what is said. For where he leads to promises, as "through the narrow and constricted way that is in grieving to life," he also leads through weeping to the blessed laughter. But when he does not accomplish this, I fear lest he speak such things as: "Woe to those who laugh now, for you shall mourn and weep.
Πρὸς τί δέ μοι τοῦτο εἴρηται, ἢ βουλομένῳ ὑπαινίξασθαι ὅτι λέγει, «πικρῷ λόγῳ μου γελάσομαι», καὶ παραστῆσαι γέλωτα κλαυθμοῦ, καὶ κλαυθμὸν ἐκεῖνον ὃν κλαύσονται οἱ ἐνταῦθα γελῶντες, τάχα τοῦ θεοῦ πραγματευομένου ἐγγεννῆσαι αὐτοῖς κλαυθμόν; «ἐκεῖ» γὰρ «ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». καὶ τοῦτο πραγματεύεται ὁ θεὸς ὁρῶν ὅτι ὁ κλαίων· ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ὁ θρηνῶν ἐπὶ τοῖς ἰδίοις παρανομήμασιν ἤδη εἰς συναίσθησιν ἐλήλυθε τῶν ἰδίων κακῶν. ὡς εἴθε ἕκαστος ἡμῶν καθ' ἕκαστον ἁμάρτημα ἔλεγε· «λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω». ὡς εἴθε ἕκαστος ἡμῶν ἔλεγεν ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι κλαίων· «ἐγενήθη μοι τὰ δάκρυα ἄρτος ἡμέρας καὶ νυκτός». ἐάν μου ὁ λόγος πικρότερος ἐνταῦθα ᾖ, πικρότερος δὲ διὰ τὸ θλίβεσθαί με δι' αὐτὸν, ἀηδίζονται οἱ ἀκούοντες. οἱ ἐλεγχόμενοι, ὅταν βαρῶνται τὸν λέγοντα, οἶδα ὅτι ἐπὶ τῷ πικρῷ λόγῳ μου τὸ τέλος ἐστὶ γελᾶν, γελᾶν δὲ τὸν τῶν μακαριζομένων γέλωτα. καὶ τοῦτο τάχα εἰδὼς ὁ προφήτης ἔλεγεν· «ὅτι πικρῷ λόγῳ μου γελάσομαι»· ἤδη «πικρῷ λόγῳ», ἀλλ' οὐκ ἤδη γελῶ, ἀλλὰ «πικρῷ λόγῳ μου γελάσομαι». «Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι». θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ
But why has this been said to me, unless I wish to hint that he says, "With my bitter word I shall laugh," and to set forth a laughter of weeping, and that weeping which those who laugh here shall weep, perhaps God working to engender weeping in them? For "there shall be the weeping and the gnashing of teeth." And God works this, seeing that the one who weeps over his own sins, the one who laments over his own transgressions, has already come to a consciousness of his own evils. Would that each of us, for each sin, said: "I will wash my bed every night; with my tears I will drench my couch." Would that each of us, weeping over his own sins, said: "My tears have become my bread day and night." If my word here is more bitter, and more bitter because I am afflicted on account of it, those who hear are displeased. Those who are reproved, when they are weighed down by the speaker, I know that in the end, on account of my bitter word, there is laughing—laughing the laughter of those who are called blessed. And perhaps the prophet, knowing this, said: "For with my bitter word I shall laugh"; already "with a bitter word," but I do not yet laugh, but "with my bitter word I shall laugh." "Apostasy and misery I shall call upon." The righteous man calls upon God, he calls upon Wisdom, and
ὁ ἄδικος· «ἔσται γὰρ» φησὶν «ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν». ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴν σοφίαν· «καὶ πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται». ἐνθάδε δὲ ὁ προφήτης φησίν· «ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι», ὡς τὸν θεὸν οὕτω τὴν ἀθεσίαν, ὡς τὸν κύριον οὕτω τὴν ταλαιπωρίαν. ἆρα καλὸν πρᾶγμα ἐπικαλῇ, Ἱερεμία, ὅτι ἐπαγγέλλῃ λέγων· «ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι»; ἀλλὰ δεῖ κατανοῆσαι συνθήκας ἃς τιθέμεθα καὶ τὰς ἀθεσίας αὐτῶν, ὅτι ἔστι ποτὲ συνθήκας θέσθαι κακῶς· καὶ μετὰ τὸ θέσθαι συνθήκας κακῶς εἴθε ἐπικαλοῖμεν τὴν ἀθεσίαν. οὕτω δὲ καὶ ἐὰν κατανοήσω «τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν» καὶ ὅτι ὁδεύων ἐν αὐτῇ οὐ ταλαιπωρῶ, μεταβαίνω «ἀπὸ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ» καὶ ἔρχομαι «ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην» καὶ ταλαιπωρῶν λέγω· «ταλαιπωρίαν ἐπικαλέσομαι». ἀθετεῖν μέλλω τὰς συνθήκας τὰς πρὸς τὸν κόσμον καὶ τὰ κοσμικὰ πράγματα, ἵνα ἀναλάβω οὐρανίους συνθήκας. «ἀθεσίαν ἐπικαλέσομαι». οὕτω δὲ καταλιπὼν τὸν βίον τὸν «τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ» καὶ ἐρχόμενος «ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην», ἵνα γένωμαι ταλαίπωρος ὡς Παῦλος, λέγω· «ταλαιπωρίαν ἐπικαλέσομαι». οὐ γὰρ πᾶς ἄνθρωπος ἐρεῖ τὸ «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» ἀλλ' ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὁ ῥυσθῆναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου ἐρεῖ τὸ «ταλαίπωρος ἐγὼ ἄνθρωπος». ὁ δὲ φιλοσωματῶν, ὁ πολύς, ὁ ἀπιστῶν τῷ μέλλοντι αἰῶνι οὐ λέγει·
The unjust: "For it shall be," he says, "when you call upon me, I will not hear you." There, the unjust; and the righteous also, clearly, at some time call upon wisdom: "And everyone who calls upon the name of the Lord shall be saved." But here the prophet says, "I shall call upon transgression and misery," as if God were transgression, as if the Lord were misery. Is it a good thing you call upon, Jeremiah, when you promise, saying, "I shall call upon transgression and misery"? But one must understand the covenants we make and their transgressions, that it is sometimes possible to make covenants badly; and after making covenants badly, would that we might call upon transgression. And so also, if I understand "the broad and spacious way that leads to destruction" and that while walking in it I am not in misery, I cross over "from the broad and spacious way" and come "to the narrow and constricted one," and being in misery I say, "I shall call upon misery." I am about to set aside the covenants made with the world and worldly things, so that I may take up heavenly covenants. "I shall call upon transgression." And so, having left the life of "the broad and spacious way" and coming "to the narrow and constricted one," so that I may become miserable as Paul, I say, "I shall call upon misery." For not every person will say, "Wretched man that I am! Who will rescue me from this body of death?" But the one who has understood the body of death, the one who wishes to be rescued from this body of death, will say, "Wretched man that I am." But the one who loves the body, the many, the one who does not believe in the age to come, does not say:
«ταλαίπωρος ἐγὼ ἄνθρωπος», ἀλλὰ μακαρίζει ἑαυτόν, ὅτι ἐστὶν ἄνθρωπος, καὶ ἐπὶ τῷ εἶναι ἐν τῷ τοῦ θανάτου σώματι. ἐὰν οὖν δυνηθῶ νοήσας πῶς Παῦλος εἶπε· «ταλαίπωρος ἐγὼ ἄνθρωπος», μηδέπω ἐπικαλεσάμενος τὴν ταλαιπωρίαν, ἐπικαλέσομαι αὐτὴν ἐκ τοῦ ἀθετῆσαι τὰς πρὸς τὴν κακίαν συνθήκας καὶ λέγω ὡς ὁ Ἱερεμίας· «ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι». οὐ γὰρ εἶπεν· ἀθεσίαν θεοῦ ἐπικαλέσομαι. Θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς γραφῆς δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ἵνα παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίαν ἐπεκαλέσατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν Ὁλοφέρνην ὥστε τοσῶνδε ἡμερῶν ἐξερχομένη εὔχεσθαι τῷ θεῷ καὶ μετὰ τοσάσδε ἡμέρας ἑαυτὴν παρέξειν τῇ κοίτῃ τοῦ Ὁλοφέρνου. ταύτας τὰς συνθήκας Ὁλοφέρνης προσεδέξατο. ἀπέλυσε τὴν Ἰουδὴθ ἐπὶ τὰς εὐχὰς ἔξω τῆς παρεμβολῆς. τί ἐχρῆν ποιῆσαι τὴν Ἰουδήθ; τηρῆσαι τὰς συνθήκας ἢ ἀθετῆσαι αὐτάς; ὡμολόγηται ὅτι ἀθετῆσαι· τὰς γὰρ πρὸς Ὁλοφέρνην ἀθετῆσαι μακάριον ἦν ἐπὶ θεοῦ. ἔμελλεν ἀθετεῖν τὰς πρὸς τὸν Ὁλοφέρνην συνθήκας ἡ Ἰουδήθ, ἔμελλεν εἰπεῖν· «ἀθεσίαν ἐπικαλέσομαι»· καὶ ἐπεκαλέσατό γε τὴν ἀθεσίαν. ὄφελον κἀγὼ τοιοῦτος γένωμαι ἵν' εἴπω· «ἀθεσίαν ἐπικαλέσομαι», καὶ ἐπικαλέσομαι τὴν ἀθεσίαν τὴν πρὸς τὸν ὄφιν, τὴν πρὸς τὸν διάβολον. συνθήκας ποτὲ ὁ ὄφις πρὸς τὴν Εὔαν ἐποιήσατο, καὶ ἦν αὐτῷ φίλη καὶ ὁ ὄφις τῇ γυναικί. ἀλλ' ὁ θεὸς ἐπραγματεύσατο ὡς ἀγαθὸς τὰς συνθήκας ταύτας λυθῆναι καὶ τὴν φιλίαν ταύτην τὴν κακὴν διασκεδάσαι καὶ ὡς ἀγαθὸς θεὸς λέγει·
Wretched man that I am," but he counts himself blessed, because he is a man, and because he is in the body of death. If, then, I am able to understand how Paul said, "Wretched man that I am," not yet having called upon wretchedness, I shall call it upon myself by renouncing the covenants made with evil, and I say as Jeremiah: "I will call upon transgression and wretchedness." For he did not say: I will call upon transgression against God. I wish to give an example from Scripture of a righteous man who renounces covenants, so that I may show how that man in deed called upon transgression. Judith made covenants with Holofernes, that after so many days she would go out and pray to God, and after so many days she would give herself to the bed of Holofernes. These covenants Holofernes accepted. He released Judith for prayers outside the camp. What ought Judith to have done? Keep the covenants or renounce them? It is agreed that she should renounce them; for to renounce the covenants with Holofernes was blessed in the sight of God. Judith was going to renounce the covenants with Holofernes, she was going to say: "I will call upon transgression"; and she did call upon transgression. Would that I too might become such a one as to say: "I will call upon transgression," and I will call upon the transgression against the serpent, against the devil. The serpent once made covenants with Eve, and the serpent was dear to her and to the woman. But God, being good, brought it about that these covenants be dissolved and this wicked friendship be scattered, and as a good God he says:
«ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματος σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». εὐγνωμόνως οὖν ἀκούοιμεν, πῶς ὁ θεὸς ἔχθραν ποιεῖ τὴν πρὸς τόνδε, ἵνα φιλίαν ποιήσῃ τὴν πρὸς τὸν Χριστόν· ἀδύνατον γὰρ ἅμα εἶναι φίλον τῶν ἐναντίων. καὶ ὥσπερ «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν», οὕτως οὐδεὶς δύναται εἶναι φίλος καὶ «θεῷ καὶ μαμωνᾷ», φίλος καὶ Χριστῷ καὶ ὄφει. ἀλλὰ ἀνάγκη καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Χριστὸν ἔχθραν ποιῆσαι πρὸς τὸν ὄφιν, καὶ τὴν φιλίαν τὴν πρὸς τὸν ὄφιν ἔχθραν γεννῆσαι τὴν πρὸς τὸν Χριστόν. «Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι». ἵνα δὲ μᾶλλον νοήσῃς τὸ «ταλαιπωρίαν ἐπικαλέσομαι», διαγράψω τι γινόμενον τοῖς ἀσκηταῖς. πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, «ὑπωΕρευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
I will put enmity between you and between the woman, and between your seed and between her seed." So let us listen with good will, how God makes enmity toward this one, in order that he may make friendship toward Christ; for it is impossible at the same time to be a friend of opposites. And just as "no one can serve two masters," so no one can be a friend both "of God and of mammon," a friend both of Christ and of the serpent. But of necessity the friendship toward Christ must make enmity toward the serpent, and the friendship toward the serpent must beget enmity toward Christ. "I will call upon transgression and misery." But so that you may better understand the phrase "I will call upon misery," I will describe something that happens to ascetics. For often, when marriage lies open before one and he has no occupation, and the flesh rises up against the spirit, a man chooses not to make full use of the right to marry, but to suffer misery and toil, "sub-
πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν». ἆρ' οὖν ὁ τοιοῦτος οὐ τὴν ταλαιπωρίαν ἐπεκαλέσατο, παρὸν ἐπιδοῦναι ἑαυτὸν τρυφῇ καὶ ἡδονῇ καὶ μὴ ἐπικαλεῖσθαι τὴν ταλαιπωρίαν; εἴ τις οὖν δύναται μιμεῖσθαι τὸν προφήτην, καὶ ἀθεσίαν, ὡς διηγησάμεθα, ἐπικαλείσθω, καὶ ταλαιπωρίαν δὲ ἐν ταῖς ἀσκήσεσιν ἐπικαλείσθω. ἔτυχε δὲ ἡ ἱστορία εἶναι ἀληθὴς καὶ [ἡ] περὶ τοῦ Ἱερεμίου, ὅτι καὶ ἐν ἁγνείᾳ ἔζησεν· εἶπε γὰρ αὐτῷ ὁ κύριος· «οὐ μὴ λάβῃς γυναῖκα, οὐδ' οὐ μὴ ποιήσῃς τέκνα». καὶ ἐν ἁγνείᾳ ἔζησεν· ἀθεσίαν γὰρ καὶ ταλαιπωρίαν ἐπεκαλέσατο. «Ὅτι ἐγενήθη λόγος κυρίου ἐμοὶ εἰς ὀνειδισμόν». μακάριος Ἱερεμίας μὴ ἔχων ἄλλον ὀνειδισμὸν ἢ τὸν λόγον τοῦ κυρίου. ἡμεῖς δὲ οἱ τάλανες ἔχομεν ὀνειδισμοὺς οὐ διὰ τὸν λόγον τοῦ κυρίου, ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, καὶ ὀνειδιζόμεθα ἐφ' οἷς πταίομεν καὶ ἐπταίσαμεν, καὶ λοιδορούμεθα ἐπὶ ταῖς κακίαις ἡμῶν. ὁ δὲ σωτὴρ οὐ τοιούτους ἡμᾶς ὀνειδισμοὺς θέλει ὀνειδίζεσθαι λέγων· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ». «χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε». «ὁ λόγος» οὖν φησι «τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν». Εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ' ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι.
to seize the body with fasts and to enslave it, "by abstaining from such and such foods," and in every way "to put to death the deeds of the body by the spirit." Was not such a man, then, calling upon hardship, when he could have given himself over to luxury and pleasure and not have called upon hardship? If anyone, therefore, is able to imitate the prophet, let him also call upon faithlessness, as we have explained, and let him call upon hardship in his ascetic practices. And it happened that the history concerning Jeremiah was also true, that he lived in chastity; for the Lord said to him: "You shall not take a wife, nor shall you beget children." And he lived in chastity; for he called upon faithlessness and hardship. "Because the word of the Lord became for me a reproach." Blessed is Jeremiah, having no other reproach than the word of the Lord. But we wretched ones have reproaches not because of the word of the Lord, but because of our own sins, and we are reproached for the things in which we stumble and have stumbled, and we are reviled for our wickednesses. But the Savior does not wish us to be reproached with such reproaches, saying: "Blessed are you when they reproach you and persecute you and say every evil word against you for my sake." "Rejoice in that day and leap for joy." "The word," then, he says, "of the Lord became for me a reproach and a mockery all the day long." Then consider how the prophets are fair-minded men, and do not hide their own sins as we do, and they speak not only concerning those of that time, but concerning all generations, if they have sinned.
κἀγὼ μὲν ὀκνῶ ἐξομολογήσασθαί μου τὰ ἁμαρτήματα ἐπὶ τῶν ὀλίγων ἐνταῦθα, ἐπεὶ μέλλουσί μου καταγινώσκειν οἱ ἀκούοντες. ὁ δὲ Ἱερεμίας τι παθὼν ἁμαρτητικὸν οὐκ ᾐδέσθη, ἀλλὰ ἀνέγραψεν αὑτοῦ τὴν ἁμαρτίαν· ἁμαρτία γὰρ ἦν τὸ ἐπιφερόμενον ἐν τῷ «καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ». ἐδιδάχθης «πάντα ἐν ὀνόματι ποιεῖν κυρίου», ἐν ὀνόματι θεοῦ πράττειν· σὺ δὲ λέγεις· «μὴ ὀνομάσω τὸ ὄνομα κυρίου»; ἀλλὰ ποῖον ὄνομα μέλλεις ὀνομάζειν; «ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν», καὶ λέγεις· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ»; λέγει οὖν πεπονθώς τι ἀνθρώπινον, ὃ καὶ ἡμεῖς κινδυνεύομεν πολλάκις πεπονθέναι. καὶ μάλιστα εἴ τις σύνοιδεν ἑαυτῷ διὰ τὴν διδασκαλίαν ποτὲ καὶ τὸν λόγον ταλαιπωρήσαντι καὶ παθόντι καὶ μισηθέντι, πολλάκις λέγει· ἀναχωρῶ, τί μοι καὶ πράγμασιν; εἰ ἐκ τούτου καὶ ἐν πράγμασίν εἰμι, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ προΐεσθαι τὸν λόγον, διὰ τί οὐχὶ μᾶλλον ἀναχωρῶ ἐπὶ τὴν ἐρημίαν καὶ ἡσυχίαν; τοιοῦτόν τι πέπονθε καὶ ὁ προφήτης λέγων· «καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ». Ἀλλ' ἐπὶ τούτῳ ἀγαθὸς κύριος ὁ κωλύων τὰς τοιαύτας ἁμαρτίας τῶν τηλικούτων. οὐκ ἀφῆκε τὸν προφήτην ἀληθεῦσαι εἰπόντα τὰ προκείμενα, ἀλλὰ καὶ ἐν τούτῳ ἀθεσίαν ἐπικαλέσασθαι καὶ ἀθετῆσαι τὸ εἰρημένον πεποίηκεν Ἱερεμίαν. εἶπε μὲν γάρ· «οὐ μὴ ὀνομάσω [ἔτι ἐπὶ τῶι ὀνόματι] τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ».
And I hesitate to confess my sins before the few here, since those who hear are going to condemn me. But Jeremiah, having suffered something sinful, was not ashamed, but recorded his own sin; for the sin was what follows in the words "and I said: I will surely not name the name of the Lord, and I will surely not speak any longer in his name." You were taught "to do all things in the name of the Lord," to act in the name of God; but you say, "I will not name the name of the Lord"? But what name are you going to name? "You shall not remember the name of other gods in your hearts," and you say, "I will surely not name the name of the Lord, and I will surely not speak any longer in his name"? He speaks, then, having suffered something human, which we too often run the risk of having suffered. And especially if someone is conscious within himself that at some time because of teaching and the word he has endured hardship and suffered and been hated, he often says: I withdraw; what have I to do with affairs? If it is from this that I am also involved in affairs—from teaching, from putting forth the word—why do I not rather withdraw to the desert and quiet? Something of this sort the prophet also suffered when he said: "and I said: I will surely not name the name of the Lord, and I will surely not speak any longer in his name." But in this the Lord is good, who prevents such sins of men so great. He did not allow the prophet to be true when he spoke the words set before us, but even in this he caused Jeremiah to invoke faithlessness and to set aside what was said. For he said: "I will surely not name the name of the Lord, and I will surely not speak any longer in his name.
«ἐγένετο» δέ φησιν «ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ὁ λόγος ὁ τοῦ κυρίου γέγονε καίων αὐτοῦ τὴν καρδίαν. «καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον, καιόμενον ἐν τοῖς ὀστέοις μου». ἀπέβαλε τὴν ἁμαρτίαν ἣν πεποίηκεν εἰπών· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔτι», καὶ ἀπέβαλε τὴν ἁμαρτίαν Ἱερεμίας ἅμα τῷ εἰπεῖν. εἴθε κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθανόμην ὅτι «γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ δύνασθαι φέρειν». Μέλλει τι ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ τοιούτωι· εἴρηκέ τι εἶναι εἶδος πυρός, πυρὸς οὐκ αἰσθητοῦ, κολάζοντος τὸν κολαζόμενον τῷ πόνῳ εἰς τὸ μὴ φέρειν αὐτόν. εἶπε γάρ· «ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον» καὶ «καιόμενον» οὐκ ἐν τῇ καρδίᾳ μου μόνον ἀλλὰ καὶ «ἐν τοῖς
ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱερεμίου. οὐ πεπόνθαμεν δὲ αὐτό. εἰ ἐπεπόνθειμεν τοῦτο, καὶ προέκειτο τὰ δύο πυρά, τοῦτο τὸ πῦρ καὶ τὸ ἔξωθεν πῦρ ὃ βλέπομεν ἐπὶ τῶν καιομένων ὑπὸ τῶν ἡγουμένων τῶν ἐθνῶν, εἱλόμεθα ἂν ἐκεῖνο μᾶλλον τὸ πῦρ ἢ τοῦτο.
And he says, "It became in my heart as a burning fire, flaming in my bones, and I am weakened from every side and I cannot bear it." The word of the Lord became burning in his heart. "And it became in my heart as a flaming fire, burning in my bones." He cast off the sin that he had committed by saying, "I will surely not name the name of the Lord, and I will surely not speak in his name any more," and Jeremiah cast off the sin as soon as he spoke. Would that I too, as soon as I sin and speak a sinful word, perceived that "a fire has become in my heart, burning and flaming, so that I cannot bear it." The word is about to dare something, and I do not know whether it is beneficial for such an audience and such a one. It has said that there is a certain kind of fire, a fire not perceptible to the senses, punishing the one being punished with pain so that he cannot bear it. For it said, "It became in my heart as a flaming fire" and "burning" not only in my heart but also "in my bones, and I am weakened from every side and I cannot bear it." I fear lest such is what is stored up for us, becoming a fire, as it became in the heart of Jeremiah. But we have not suffered it. If we had suffered this, and the two fires lay before us, this fire and the fire outside which we see in the case of those burned by the leaders of the nations, we would have chosen that fire rather than this.
ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς καρδίας διϊκνεῖται ἐπὶ πάντα τὰ ὀστᾶ, καὶ διϊκνούμενον ἐπὶ τὰ ὀστᾶ ἔρχεται ἐπὶ ὅλον τὸν καιόμενον, καὶ οὕτως ἔρχεται ὡς μὴ δύνασθαι τὸν καιόμενον φέρειν. τίς ἐπὶ τούτῳ τῷ πυρὶ δύναται λέγειν· «καὶ οὐ δύναμαι φέρειν»; οἶδα καὶ λῃστὰς τοῦτο τὸ πῦρ δυνηθέντας ὑπομεῖναι, τὸν πόνον τὸν ἀπὸ τούτου τοῦ πυρός. ἄλλος ἐστὶν ὁ πόνος ὁ ἀπὸ τοῦ πυρός, ὃν διέγραψεν Ἱερεμίας λέγων· «καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτὴρ ὁ εἰπών· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν». καὶ ἐπεὶ ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτήρ, διὰ τοῦτο τοῖς ἀρχομένοις ἀκούειν αὐτοῦ ἄρχεται ἀπὸ τοῦ πυρὸς καὶ πρῶτον πῦρ βάλλει αὐτῶν ἐπὶ τὴν καρδίαν· ὅπερ ὁμολογοῦσι Σίμων καὶ Κλεόπας λέγοντες ἐπὶ τοῖς λόγοις αὐτοῦ τὸ «οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς»; ἐνθάδε ἡ καρδία καίεται πυρὶ καὶ Σίμωνος καὶ Κλεόπα. ἄκουε λεγόντων· «οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν»; Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ; θέλω διαγράψαι τίς ἐστιν ὁ ἔχων τοῦτο τὸ πῦρ ἐν τῇ καρδίᾳ.
For that fire burns the surface, but this one burns the heart, and having begun from the heart it penetrates to all the bones, and penetrating to the bones it comes upon the whole person being burned, and it comes in such a way that the one being burned cannot bear it. Who, in the case of this fire, can say, "and I cannot bear it"? I know that even robbers were able to endure this fire, the pain that comes from this fire. There is another pain that comes from the fire, which Jeremiah described when he said, "And it became in my heart as a burning fire, flaming in my bones, and I am weakened from every side and I cannot bear it." That fire the Savior kindles, who said, "I came to cast fire upon the earth." And since the Savior kindles that fire, for this reason, for those who are beginning to hear him, he begins with fire and first casts fire upon their heart; which Simon and Cleopas acknowledge, saying of his words, "Was not our heart burning within us on the road, as he opened the Scriptures to us?" Here the heart of both Simon and Cleopas is burned with fire. Do you hear them saying, "Was not our heart burning?" Who is already worthy to receive that fire in the heart, so that he may not receive it there? I wish to describe who it is that has this fire in the heart.
διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίαν, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μηδὲ ὀδυνώμενον μηδὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, «ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον». ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας. διάγραψόν μοι τὸν τοιοῦτον «ὅλην τὴν ἡμέραν σκυθρωπάζοντα καὶ καταπονούμενον καὶ πορευόμενον, ὠρυόμενον ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ, βλέποντα αὐτοῦ τὴν ἁμαρτίαν ἐνώπιον αὐτοῦ» διὰ παντὸς ἔμπροσθεν ἐλέγχουσαν. καὶ ἴδε τὸν τοιοῦτον οὐκ ἐπὶ μίαν ἡμέραν οὐδὲ ἐπὶ μίαν νύκτα, ἀλλ' ἐπὶ χρόνον πολὺν κολαζόμενον. τίνα τῶν δύο προκρίνεις; τίνα λέγεις ἐλπίδας ἔχειν παρὰ θεῷ; ἆρ' ἐκεῖνον τὸν πορνεύσαντα καὶ μὴ φροντί σαντα, ἀλλ' «ἀπαλγοῦντα ὡς καὶ παραδόντα αὑτὸν τῇ ἀσελγείᾳ», ἢ τοῦτον τὸν μετὰ τὴν μίαν ἁμαρτίαν πενθοῦντα, θρηνοῦντα; οὗτος † ἐλπίδων ἐστίν. ὅσον πλείω καίεται ὑπὸ τοῦ τῆς λύπης πυρός, τοσοῦτον μᾶλλον ἐλεεῖται, καὶ ἔστιν αὐτῷ χρόνος αὐτάρκης τῆς κολάσεως τοσοῦτος, ὅσος ἐκείνῳ δίδοται χρόνος κολάσεως τῷ πορνεύσαντι καὶ λυπηθέντι. καὶ ἐπεὶ χρόνος ἐστὶ τούτῳ τῆς ἐνταῦθα κολάσεως λυσιτελής, διὰ τοῦτο ἐπραγματεύσατο κολάσαι τὸν πεπορνευκότα, καὶ ἡνίκα ἐκόλασεν αὐτὸν λύπῃ καὶ εἶδε τὴν λύπην αὐτάρκη, φησί·
Describe to me two people who have sinned the same sin by kind, the foul, the unclean fornication, and in these two who have fornicated, the one not grieving nor in pain nor being gnawed at, but suffering what is said in Proverbs about the prostitute woman, "who, whenever she has done it, having washed herself, says she has done nothing out of place." See for me the other, after the fall, unable to contain it, but being punished in conscience, tormented in heart, unable to eat and drink, fasting not by judgment but by the pain of repentance. Describe to me such a person "all the day being sullen and worn down and going about, roaring from the groaning of his heart, seeing his sin before him" always accusing him in his presence. And see such a person punished not for one day nor for one night, but for a long time. Which of the two do you prefer? Which do you say has hopes before God? Is it that one who fornicated and did not care, but "was indifferent, as one who even handed himself over to debauchery," or this one who after the one sin mourns and wails? This one is of hopes. As much as he is burned more by the fire of grief, so much the more is he shown mercy, and there is for him a time of punishment sufficient, as much as the time of punishment given to that one who fornicated and grieved. And since the time of punishment here is profitable for this one, for this reason he arranged to punish the one who had fornicated, and when he punished him with grief and saw the grief sufficient, he says:
«μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, κυρώσατε εἰς αὐτὸν ἀγάπην». ἕκαστος ἡμῶν ἐξετασάτω τὴν συνείδησιν ἑαυτοῦ, καὶ ἰδέτω τί ἥμαρτεν· ὅτι δεῖ αὐτὸν κολασθῆναι. εὐχέσθω τῷ θεῷ τοῦτο τὸ πῦρ τὸ ἐν τῷ Ἱερεμίᾳ ἥκειν ἐπ' αὐτόν, εἶτα τὸ ἐπὶ Σίμωνα καὶ Κλεόπαν ἐληλυθός, ἵνα μὴ τηρηθῇ τῷ ἄλλῳ πυρί· εἰ γὰρ μὴ ἔλαβεν ἐνθάδε τὸ πῦρ ἀλλὰ καὶ ἥμαρτε καὶ οὐ πεφρόντικε, τηρηθήσεται ἐκείνῳ τῷ πυρί. «Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν». ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ' ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτήματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν. ἀλλ' ὁ ὑπὸ τῶν πολλῶν ψόγος αὐτῷ ἐγκώμιον παρὰ θεῷ ἦν. ἔλεγον γὰρ οἱ ψέγοντες· «ἐπισύστητε, καὶ
ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται». ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τῇ ἀπάτῃ περὶ ἧς εἶπεν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην». λέγουσι δὲ οὗτοι οἱ ἐπισυνιστάμενοι αὐτῷ· «καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». οἴονται ἠδικῆσθαι οἱ ἐλεγχθέντες ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις καὶ διὰ τοῦτο οἰηθέντες ἠδικῆσθαι λέγουσι· «ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». τοιοῦτόν τι πεποιήκασιν καὶ οἱ τὸν Ἡσαΐαν πρίσαντες· ὡς ἀδικηθέντες γάρ (ἐπειδήπερ αἱ προφητεῖαι ἐπέστρεφον αὐτοὺς καὶ ἐκόλαζον αὐτούς, ἤλεγχον, ἐπετίμων) ἔπρισαν αὐτὸν καὶ κατεδίκασαν αὐτοῦ ψῆφον θανατικήν.
Lest such a one be swallowed up by excessive grief, confirm your love toward him." Let each of us examine his own conscience, and see what he has sinned; for he must be punished. Let him pray to God that this fire which is in Jeremiah may come upon him, and then that which came upon Simon and Cleopas, so that he may not be reserved for the other fire; for if he did not receive the fire here but both sinned and took no heed, he will be reserved for that fire. "And it became in my heart as a burning fire, flaming in my bones, and I am faint everywhere and I cannot bear it, because I heard the reproach of many gathering round about." The blameless one, the blessed Jeremiah (I speak by way of exception of this small sin and whatever else slight he may have done) was reproached by many. But the reproach of the many was for him a commendation before God. For those who reproached said: "Rise up, and
let us all rise up together against him, all men who are his friends; watch his purpose, and he will be deceived." They wished to deceive him with another deadly deceit, contrary to the deceit of which he said: "You deceived me, Lord, and I was deceived." And these who rise up together against him say: "And we shall prevail against him, and we shall take our vengeance from him." Those who have been convicted of their own sins think they have been wronged, and because they think they have been wronged they say: "We shall take our vengeance from him." Those who sawed Isaiah did something of this sort; for as though they had been wronged (since the prophecies turned them back and punished them, reproved them, rebuked them) they sawed him and condemned him with a sentence of death.
Ἀλλά φησιν ὁ Ἱερεμίας ἐπὶ τούτοις τοῖς ἐπισυστᾶσι· «καὶ κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων». ἐὰν γενώμεθα ὁποίους ἡμᾶς εἶναι χρή, καὶ τὸ πῦρ ἐκεῖνο παραδεξώμεθα ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐρχόμενον ὡς τῷ Ἱερεμίᾳ καὶ τοῖς ὁμοίοις, κύριος γίνεται μετὰ ταῦτα μεθ' ἡμῶν «καθὼς μαχητὴς ἰσχύων». καὶ «διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο» [οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· «ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν», ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας], ὅτι ὁ κύριος ἦν μετὰ τοῦ διωκομένου, καὶ οὐ δύναται ὑποχείριος αὐτοῖς γενέσθαι διωκόμενος. μήποτε οὖν, ὡς πολλὰ τοῦ Ἱερεμίου ἀναφέρεται ἐπὶ τὸν σωτῆρα, καὶ τοῦτο δύναται τοιοῦτον εἶναι; «ἐπισύστητε» γὰρ «καὶ ἐπισυστῶμεν αὐτῷ» εἴρηται καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ «κύριος» ἦν μετ' αὐτοῦ «καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο», οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· «ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν», ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας, «αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται», ἀλλ' οἴονται ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐπιλησθήσονται αὐτῶν αἱ ἀνομίαι. ἡμεῖς δὲ ὁρῶμεν ὅτι δι' αἰῶνος αὐτῶν αἱ ἀνομίαι οὐκ ἐπιλησθήσονται, καὶ ὁρῶντες μεμνήμεθα τοῦ «μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ μᾶλλον» τῶν παρὰ φύσιν «οὐ φείσεται;» «Κύριος» οὖν «τῶν δυνάμεων» μεθ' ἡμῶν, «δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας».
But Jeremiah says concerning those who rose up against him: "And the Lord is with me as a mighty warrior." If we become such as we ought to be, and receive that fire which comes upon our sins as it came upon Jeremiah and those like him, the Lord thereafter becomes with us "as a mighty warrior." And "therefore they persecuted and could not understand" — the Jews who persecuted him: "they were greatly ashamed and did not understand their dishonor," being dishonored for so long a time and not confessing their own sins — because the Lord was with the one who was persecuted, and being persecuted he cannot be brought under their power. Perhaps, then, just as many things in Jeremiah are referred to the Savior, this too can be of such a kind? For "rise up" and "let us rise up against him" has been said also of the Savior. And "the Lord" was with him "as a mighty warrior; therefore they persecuted and could not understand," the Jews who persecuted him: "they were greatly ashamed and did not understand their dishonor," being dishonored for so long a time and not confessing their own sins, "which shall not be forgotten forever," but they think that in this age their lawless deeds will be forgotten. But we see that their lawless deeds shall not be forgotten forever, and seeing this we remember: "Do not be high-minded, but fear; for if God did not spare the natural branches, how much more" will he not spare "those contrary to nature?" "The Lord" therefore "of hosts" is with us, "who tests the righteous, who knows the kidneys and hearts.
ὁ κύριος δοκιμάζει μὲν δίκαια, ἀποδοκιμάζει δὲ ἄδικα, καὶ ἔστιν, ἵν' οὕτως ὀνομάσω, τραπεζίτης δικαίων καὶ ἀδίκων· οὗτος δὲ ὁ κύριος καὶ «συνίων» ἐστὶ «νεφροὺς καὶ καρδίας». ἐνθάδε μὲν οὖν γέγραπται ὅτι «συνίων» ἐστὶ «νεφροὺς καὶ καρδίας». ζητῶ τί διαφέρει τὸ «συνιέναι νεφροὺς καὶ καρδίας»· καὶ μήποτε ἄλλο ἐστὶ τὸ «συνιέναι νεφροὺς καὶ καρδίας», ἄλλο τὸ «ἐτάζειν καρδίας καὶ νεφρούς». οὐ πάντων ἐτάζει καρδίας καὶ νεφρούς, ἀλλὰ τῶν ἡμαρτηκότων· ἐφίστημι γὰρ τῷ σημαινομένῳ τοῦ ἐτάζειν, ὅπερ λέγεται ἐν τῷ βίῳ τούτῳ ἐπὶ τῶν βασανιζομένων. ἐπὶ τοῖς δικαστηρίοις οἱ μὲν ἐτάζουσιν, οἱ δὲ ἐτάζονται, οἱ δέ εἰσι καὶ ἐν πόνοις βαρυτάτοις. οἱ μὲν οὖν κολασταὶ ἐτάζουσι πλευράς, ἐτάζουσι σώματα· κύριος δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς. λῃσταὶ ἐνταῦθα ἐτάζονται κατὰ πρόσταξιν ἡγουμένου τὰ πλευρά, ἐκεῖ δὲ οὐκ ἐκ προστάξεως θεοῦ, ἀλλ' ὑπ' αὐτοῦ τοῦ κυρίου ἐτάζεταί τις νεφροὺς καὶ καρδίας, εἰ μὴ ἄρα ἐνταῦθα λέγω τὸν μὲν προστασσόμενον εἶναι τὸν υἱόν, τὸν δὲ προστάσσοντα εἶναι τὸν πατέρα, καὶ τὸν λόγον εἶναι τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. καὶ πασῶν γε νομίζω βασάνων, πάντων τῶν πόνων βαρύτερα τὰ ἀπὸ τοῦ λόγου, ὅταν ἐτάζῃ καὶ καρδίας καὶ νεφρούς. διὸ πάντα πράττωμεν, ἵνα μὴ παραδοθῶμεν ἐκείνῳ τῷ ἐτασμῷ. οὗ ἐτασμοῦ οἴομαι ἔλαττον πάσχειν τοὺς παραδιδομένους τοῖς λεγομένοις ἐν τῷ εὐαγγελίῳ βασανισταῖς·
The Lord tests what is just and rejects what is unjust, and he is, if I may so name him, a money-changer of just and unjust things; and this Lord is also "one who understands kidneys and hearts." Here, then, it is written that he is "one who understands kidneys and hearts." I ask what difference there is between "understanding kidneys and hearts" and "examining hearts and kidneys." He does not examine the hearts and kidneys of all, but of those who have sinned; for I attend to the meaning of "examining," which is spoken in this life of those who are being tortured. In courts of law, some examine and some are examined, and some are even in the most severe pains. The torturers, then, examine sides, they examine bodies; but the Lord alone has a new manner of examination, for he examines hearts, and to the Lord alone belongs the examining of hearts and kidneys. Here robbers are examined in their sides at the command of a governor, but there it is not by God's command, but by the Lord himself that one is examined in kidneys and hearts—unless perhaps I say that here the one commanded is the Son, and the one commanding is the Father, and the Word is the one who examines hearts and kidneys. And I think that of all tortures, of all pains, the heaviest are those that come from the Word, when he examines both hearts and kidneys. Therefore let us do all things so that we may not be handed over to that examination. I think that those handed over to the torturers spoken of in the Gospel suffer less than that examination.
πολλοῖς γὰρ παραδίδονται, τάχα πλείοσι βασανισταῖς κατὰ τὴν ἀρχήν, οὐδέπω ἄξιοι γινόμενοι παραδίδοσθαι ἑνὶ λόγῳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. ὁ πλούσιος ἐκεῖνος οὐδέπω ἄξιος ἦν παραδοθῆναι τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· διὰ τοῦτο ὑπὸ πλειόνων ἐβασανίζετο. ὕστερον δὲ εἰ καὶ ἐκεῖνος τοῦτο πάσχει ἢ μή, ὁ δυνάμενος
ἐξεταζέτω. πλὴν τὰ περιμένοντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν· ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγῶμεν, ἐν τούτοις ἐσόμεθα. διὸ ἀναστάντες τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν αἰτήσωμεν, ἵνα ἐν Χριστῷ Ἰησοῦ μακαρισθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
For they are handed over to many, perhaps at the beginning to more tormentors, not yet being worthy to be handed over to the one word that tests hearts and kidneys. That rich man was not yet worthy to be handed over to the one who tests hearts and kidneys; for this reason he was tormented by more. But later, whether he also suffered this or not, let the one who is able examine it. However, what awaits us are tormentors and the one who tests hearts and kidneys for our sins; and if we do not quickly rid ourselves of these sins, we will be in them. Therefore, having risen, let us ask for the help that comes from God, so that we may be blessed in Christ Jesus, to whom be the glory forever. Amen.