1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς τὸ μὴ λέγε ὅτι νεώτερός εἰμι· ὁποῖος Ῥοβοὰμ «ἐγ καταλιπὼν τὴν βουλὴν τῶν πρεσβυτέρων» καὶ ταῖς τῶν νεωτέρων ἀκολουθήσας, διὸ καὶ τὴν βασιλείαν οὐ τετήρηκεν οἵαν παρέλαβεν. Ὁ ὑποκαιόμενος λέβης ἀπὸ προσώπου τοῦ βορρᾶ ὑπο καίεται· ἐχθρὸς γὰρ οὗτος ἅμα καὶ ἐκδικητής ἐστιν. διόπερ ὁ ἁμαρ τήσας εἴτ' ἐν βλασφημίᾳ «παραδίδοται τῷ σατανᾷ, ἵνα παιδευθῇ μὴ βλασφημεῖν», εἴτ' ἐν πορνείᾳ παραδίδοται «τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου». τίνας δὲ ὑποκαίει; τοὺς κατοικοῦντας, ἀλλ' οὐ τοὺς παροικοῦντας τὴν γῆν. «βέλη» γὰρ ἀπολύει «πεπυρωμένα» ἐπὶ τοὺς μὴ πάσῃ φυλακῇ τηροῦντας τὰς ἑαυτῶν καρδίας, ὡς ὑφ' οἱασδηποτοῦν ἁμαρτίας πυροῦσθαι. Περὶ τῶν παισόντων αὐτοὺς λέγει λέοντα καὶ λύκον καὶ πάρδαλιν. δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν τροπικῶς λεγομένων λεόντων γίνεσθαι, ἡ δὲ κατὰ τὴν γνῶσιν ὑπὸ τῶν βλάψαι τὸ διορατικὸν τῆς ψυχῆς βουλομένων· ἡ γὰρ πάρδαλις ἐπιπηδᾶν μάλιστα λέγεται τοῖς ὀφθαλμοῖς, ὁ δὲ λέων ὡς ἱστορεῖται γηράσας περὶ τὰς πόλεις νέμεται θηρεύειν θέλων ἀνθρώπους. λέγεται δὲ ὅτι καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ κοπτομένων ἢ πτισσομένων πῦρ ἐξέρχεται. καὶ ἴσως λέων ἂν εἴη καὶ πάρδαλις ὁ Ναβουχοδονόσορ, τὴν πόλιν ἑλὼν καὶ ὡς πάρδαλις τοὺς ὀφθαλμοὺς αὐτῆς ἐξαιρῶν, τὸν βασιλέα σὺν τοῖς πρώτοις, ὕστερον δὲ καὶ Σεδεκίου τοὺς ὀφθαλμοὺς ἐκκόψας· ὀστᾶ δὲ αὐτοῦ νοηθείη Ναβουζαρδάν, τὴν πόλιν ἐμπρήσας.
For the righteous man is not in youth, since "being made perfect in a little time he fulfilled long years." As though to one not in blameworthy ways, therefore, do not say, "I am younger"—such as Rehoboam, who "having forsaken the counsel of the elders" and followed that of the younger men, and therefore did not keep the kingdom such as he received it. The cauldron being kindled is kindled from the face of the north; for this one is at once enemy and avenger. Wherefore he who has sinned, whether in blasphemy, "is delivered to Satan, that he may be taught not to blaspheme," or in fornication is delivered "to Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord." But whom does he kindle? Those who dwell in the land, not those who sojourn in it. For he shoots "burning arrows" at those who do not keep their hearts with all diligence, so as to be set on fire by any sin whatsoever. Concerning those who shall fall upon them he speaks of lion and wolf and leopard. And the plot against their actions seems to come from those figuratively called lions, while that against their knowledge comes from those wishing to harm the perceptive faculty of the soul; for the leopard is said especially to leap upon the eyes, and the lion, as it is recorded, when it has grown old roams about the cities wishing to hunt men. It is said also that from its bones, when cut or crushed, fire comes forth. And perhaps the lion and the leopard would be Nebuchadnezzar, who took the city and, like a leopard, put out its eyes—the king together with the foremost men—and later also cut out the eyes of Zedekiah; and his bones would be understood as Nabuzaradan, who burned the city.
Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λόγια δίδωσι λέγοντα· «θυσία τῷ θεῷ πνεῦμα συντε τριμμένον», καὶ «θύσατε θυσίαν δικαιοσύνης». τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· «εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους». ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων». Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκροαταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος. Ἀκύλας καὶ Θεοδοτίων ἐξέδωκαν· ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ, εἴληφε δὲ καὶ τὰ ἔθνη κληρονομίαν κατὰ τὸ «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», ἔσται καὶ τὰ ἔθνη Ἰσραήλ. Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐ τοῦ· οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται, ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ' ἐξέχεσθαι δεῖ θεοῦ, διὰ τὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ' αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος. Οὐκ εἶπεν· οὐκ εἰσακούσομαί σου, ἀλλ' αὐτῶν, δεικνὺς ὅτι καὶ τότε μετανοούντων ἐὰν αἰτήσῃς ὑπὲρ αὐτῶν, εἰσακούσομαι. Τὴν ἐγκατάλειψιν ἐνέργειαν εἶπε·
He clearly teaches us to examine what the place concerning sacrifices is, and the oracles give starting points, saying: "A sacrifice to God is a broken spirit," and "Offer a sacrifice of righteousness." But those who were not so disposed, but were excited about bodily sacrifices, the Savior turned back, saying: "But if you had known what this is: I desire mercy and not sacrifice, you would not have condemned the innocent." And that such legislation is about mystical things, Paul taught, saying: "Who serve a copy and shadow of the heavenly things." The turtle-dove and the swallow of the field, the sparrows—the intelligent hearers and those able to speak the better things—kept their own entrances in due season, so that what is said reaches the hearers, the entrance of the swallow running together with the entrance of the turtle-dove. Aquila and Theodotion rendered: that he who formed all things is himself, and Israel is the rod of his inheritance. And if Israel is the rod of his inheritance, but the nations also have received an inheritance according to "Ask of me, and I will give you the nations for your inheritance," then the nations too will be Israel. God justly does not hear those who did not hear him; but the demons will not be able to preserve justice for those who burned incense to them, when the time of evils comes upon them. When, then, God does not hear, it is a dreadful thing to seek help from demons. But one must wait for God, who has turned away because of sins, but does not overlook the great and persistent refuge in him. He did not say, "I will not hear you," but "them," showing that even then, if you ask on behalf of those who repent, I will hear. He called the abandonment an activity—
θεὸς γὰρ ἑαυτοῦ τὴν σκηνὴν ἐπαίρων λέγεται διαφθείρειν. ἄλλως τε διαφθορὰ χει ρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ «ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν», τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων. τοιοῦτον καὶ τὸ διασπερῶ αὐτούς». ἐπεὶ γὰρ συμφώνως ἠσέβησαν εἰς ἐμέ, τὴν κακίστην αὐτῶν διασκεδάσω σύνοδόν τε καὶ συμφωνίαν, ὥσπερ οὖν καὶ τῶν πυργοποιούντων διεῖλε τὰς γλώσσας, κωλύσας αὐξομένην συμφωνοῦσαν ἀσέβειαν. τὸ δὲ ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου κατηγορίαν τῶν ἀρχόντων ἔχει καὶ τῶν ἱερέων· οὗτοι γὰρ ἐν τάξει πατέρων ὑπάρχοντες τοῖς
λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γεννημάτων τῶν κατ' ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγα θὸς ἀπόλλυσιν ἕτερον.
10 Εἶεν δ' ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χρι στὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μη τέρες, οἱ «γεννήσαντες αὐτοὺς ἐν Χριστῷ» καὶ «ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς» καὶ μετὰ τὸ γάλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς «τὰ ἄστρα τοῦ οὐρανοῦ», ἀλλ' ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγχανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν. Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· «ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ», ὡς ἂν γενώμεθα βασι λεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ Χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν·
For God is said to destroy his own tabernacle when he lifts it up. And in another sense, the destruction worthy of God's hand is the transformation from vice to virtue, according to "I will bring upon my hands, and I will burn you into purity," when the defilements that were formerly in us from sin have been destroyed. Such is also "I will scatter them." For since they acted impiously toward me in concert, I will disperse their most wicked assembly and concord, just as he also divided the tongues of those building the tower, preventing impiety that was growing through concord. And "they were made childless"—"they destroyed my people"—contains an accusation against the rulers and the priests; for these, standing in the rank of fathers to the peoples, became bereft of children, substituting impiety in place of pious teaching. And perhaps it is not even possible to destroy a people unless one has first made one's own soul childless of the offspring that are according to virtue; for no one who is good destroys another.
And the souls of the impious would be widows, having lost Christ their bridegroom. When these are perishing, mothers also are in distress—those who "begot them in Christ" and "travailed until Christ be formed in them" and, after the milk, nourished them with solid food unto young men. And the multitude of the widows is not as "the stars of heaven," but as the sand of the sea. And according to the letter, when very many fell in war, the women happened to be widows, and the mothers were in distress. He commands not to take up the burden of sins nor to say, "As a heavy burden they were weighed down upon me," so that we may become kings and rulers sitting firmly upon the throne of David, the church of Christ, so that it may be said concerning us:
«ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου». τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ' ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολι τείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ τῆς δεξιᾶς (δεξιὰ δὲ πάντα τὰ κατ' ἀρετὴν ἐργαζόμενα), καὶ ἐκ τῆς πεδινῆς, τῆς μηδὲν ἐχούσης «ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον», καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν «ἁγίαν εὐάρεστον τῷ θεῷ», τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν «ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή». οἳ καὶ προσ φέρουσι λίβανον, ὅπερ ἑρμηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ «τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη»· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, «μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων» προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ' ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν. Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδήλωσεν εἰπὼν ὁ ἀπόστολος· «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε».
You have placed a crown of precious stone upon their head." And such people have also mounted chariots and horses, bridling the body and restraining irrational impulses, so that the city may be inhabited forever, and from every side, because of the virtue of its leaders and the excellent citizenship of its inhabitants, they will come bringing gifts—both from the cities of Judah, of those who give thanks to God, and from those who encircle Jerusalem, the vision of peace, and from the land of Benjamin, the son of the right hand (and everything done according to virtue is on the right), and from the lowland, which has no "height raised up against the knowledge of God," and from the mountain, the gospel word, and from the region toward the south, which is opposed to the one blowing from the north. For these will also bring a sacrifice "holy and acceptable to God," the consecration of the soul, and rational burnt offerings, burning up all matter that is liable to the eternal fire through the Spirit. Their "prayer is like incense and the lifting up of their hands an evening sacrifice." They also offer frankincense, which is interpreted as Whitening, casting off every dark disposition, so that there fits them the words "Who is this that comes up made white?" For thus they will also be able to bring praise into the house of the Lord, "not having spot or wrinkle or any of such things" clinging to the church of Christ. But if no such thing is found in us, we will undergo the things of the threat that is brought upon us. The apostle made clear the house that is built with righteousness when he said: "You are God's field, God's building.
λέγει δὲ καὶ ὅτι «θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ» καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, «χρυσὸν» τῆς ἀληθείας τὰ δόγματα, «ἀργύριον» λόγον σωτήριον, «λίθους τιμίους» οἰκοδομίαν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω «ξύλα, χόρτον, καλάμην», πῶς οὐκ ἀσεβεῖ; ἐφ' ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκον τας ἢ ἀλήθειαν ἢ «ψευδώνυμον γνῶσιν». οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμό θεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι. Εἴποις δ' ἂν καὶ περὶ τῶν ψευδοδιδασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· «ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου». οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ «πονηρευομένων», πρὸς οὓς λέγεται μετ' εἰρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥι πιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ
He also says, "No one can lay any foundation other than the one that is laid, which is Christ Jesus. And if anyone builds upon it," and so on. Therefore, through the one who taught, the believer has Christ Jesus as a foundation. And someone builds upon it—if well, with "gold" of the truth, the doctrines; with "silver," a saving word; with "precious stones," a building made of virtues. But if badly, building evil things upon Jesus—I mean "wood, hay, stubble"—how is he not impious? Upon whom comes the woe, the one who builds his house not with righteousness. The one who makes a lofty building, but not according to the word of God and the truth, does not make upper rooms in judgment. Understand in a corresponding way also those who teach either truth or "falsely named knowledge." For example, Paul builds the church as a house with righteousness, but Timothy and Luke and such people as upper rooms in judgment. One might also say about the false teachers what has been said above in accordance with what precedes. For as Solomon says: "The one who stores up treasures with a false tongue pursues vain things, and will come into the snare of death." For such people build for themselves houses under the name of a church, which is a church "of those who do evil," to whom it is said with irony: You have built for yourself a house of fitting proportions, upper rooms that do not fall; in which they thought they had built a place of rest. And through the windows you think you have illuminated your buildings with the light of knowledge, and that you have used incorruptible woods for the building of the house, and you anoint with red paint, imitating the
αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμενον, ὁ διάβολος ἢ ὁ λόγων μοχθηρῶν ἄρχων. οἱ δὲ τοιαῦτα οἰκοδο μήσαντες λιμῷ ἀπολοῦνται· οὐ γὰρ φάγονται οὐδὲ πίονται, ἀλλ' οὐδὲ δικαιοσύνην ἔγνωσαν μὴ ἐγνωκότες Χριστόν· τὸ τὰ δίκαια δὲ πράττειν ἴδιον, φησί, τῶν γινωσκόντων τὸν θεόν. τῶν δὲ μὴ τοιούτων οὔτε οἱ ὀφθαλμοὶ καλοὶ μὴ βλέποντες τὴν ἀλήθειαν, οὔτε ἡ καρδία ψευδῶν πεπληρωμένη δογμάτων, δι' ὧν σφάλλοντες ἑτέρους φονεύουσιν αὐτῶν τὰς ψυχάς, αἷμα ἀθῶον ἐκχέοντες γλώττῃ ψευδεῖ καὶ δολίᾳ. τοῦτο δὲ τῆς διὰ ξίφους χεῖρον σφαγῆς. Τὸν Ἰωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ Βαβυλώνιος πρὸ τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγει καὶ Ἰώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιο λογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφραγὶς δὲ ἤτοι σφενδόνη ἐν τῇ δεξιᾷ τοῦ θεοῦ γίνεται πᾶς ὁ τὸ κατ' εἰ κόνα διὰ μετανοίας ἀναλαμβάνων· ἔργα γὰρ ἀγαθὰ νοεῖται τὰ δεξιὰ τοῦ θεοῦ, τοῦ τὰ πρόβατα ἱστῶντος «ἐκ δεξιῶν». ἣν δὴ σφραγῖδα τῷ ἀσώτῳ υἱῷ δέδωκεν ὁ πατὴρ ἐπιστρέψαντι. ὅπερ εἰ γέγονεν Ἰεχονίας, τύπος τοῖς ὑπηκόοις εὐσεβείας ἐγένετο· ἀλλ' οὐ γέγονε. πλὴν ἔδοξε τῷ προφήτῃ πείθεσθαι φήσαντι· «ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσε ται»· ἐξῆλθε γὰρ ἐπαγόμενος καὶ τὴν μητέρα καὶ τοὺς δυνατούς, αὐτομολήσας πρὸς τοὺς Βαβυλωνίους.
the blood of Christ. But you shall not reign, even if you were provoked in the cedar of your father. The cedar of the sinner's father is a certain tall tree, proud, hostile—the devil, or the ruler of wicked words. But those who have built such things will perish by famine; for they will not eat nor drink, but neither have they known righteousness, not having known Christ. For he says that doing just deeds is proper to those who know God. But of those who are not such, neither are their eyes good, since they do not see the truth, nor is their heart filled with false doctrines, through which, deceiving others, they murder their souls, shedding innocent blood with a false and deceitful tongue. And this is worse than slaughter by the sword. Jeremiah calls this Jehoiakim Jeconiah, but his father, who was addressed as Eliakim, Pharaoh Necho called Jehoiakim, whom the Babylonian, having killed, cast out before the gate, as the present prophet says and Josephus in the tenth book of the Antiquities. But the seal they gave out—the rest. And the seal, that is, the signet ring, becomes on the right hand of God for everyone who recovers the image through repentance; for good works are understood as the right hand of God, of him who sets the sheep "on the right." This seal the father gave to the prodigal son when he returned. If this happened to Jeconiah, it became a type of piety for his subjects; but it did not happen. Nevertheless, he seemed to obey the prophet when he said: "The one who goes out to join the Chaldeans who have shut you in shall live"; for he went out, bringing along also his mother and the mighty men, having deserted to the Babylonians.
εἰ δὲ καὶ τελείαν, φησίν, ἐπεδείξατο τὴν μετάνοιαν ὥστε καὶ «σφραγῖδα γενέσθαι τῆς ἐν περιτομῇ δικαιοσύνης» κατὰ τὸν θεῖον ἀπόστολον, ὡς κατὰ τοῦτο δοκεῖν ἐν δεξιᾷ τοῦ θεοῦ, πάντως ἂν παρεδόθη δίκην ὑφέξων τῶν πρώην ἡμαρτημένων, εἰ καὶ μετριωτέραν. ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον. Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ' ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· «προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ». Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ ἁπλῶς ἀλλ' ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ. ὃ δὲ μὴ πεποίηκε «λόγος κυρίου», θυμὸς κυρίου ποιεῖ. τί δὲ θυ μὸς κυρίου ποιεῖ, λέγει Δαβὶδ ἐν τῷ «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με». οὐκοῦν ἐλέγχων οὐ παύεται, ἕως οὗ ποιήσῃ δι' ὃ ἐλέγχει, ὡς οὐδὲ ἡ ὀργὴ μέχρι τελείως παιδεύσῃ. οὐ μόνον δὲ ποιήσει, ἀλλὰ καὶ στήσει καὶ βεβαιώσει.
But if, he says, he had also shown perfect repentance, so as even to become "a seal of the righteousness that is in circumcision" according to the divine apostle, so that in this respect he might seem to be at the right hand of God, he would certainly have been handed over to pay the penalty for his former sins, even if a more moderate one. For having been disciplined in Babylon in prison and in chains, he was again transferred to Euilad Marodach for relief, having become a companion of the king and thus having ended his life in a foreign land. He forbids listening to a prophet simply, but to the words of prophets brought forward in imitation. For the one who listens to a prophet like Moses does not listen to him but to the Lord speaking through him. But the false prophets make things vain; for by not turning back they make the hearer vain, speaking a vision of the heart. For a mind that applies itself to things without God's help does not speak a vision of the heart from the mouth of the one who supplies the speaking and gives illumination. But there are times when the vision of the heart and the word of the Lord from the mouth run together; hence he does not simply blame the vision of the heart, but when the other is not present. And it runs together in the one who says: "I pray with the mouth, and I pray also with the mind." He prophesies about the shaking and the wrath of the Lord going forth against the ungodly. The anger has not turned back, not simply but until he has done it, as one who turns back when he has done it. But what the "word of the Lord" has not done, the wrath of the Lord does. And what the wrath of the Lord does, David says in the passage "O Lord, do not rebuke me in your wrath." Therefore he does not cease rebuking until he has done that for which he rebukes, just as neither does the anger cease until it has fully disciplined. And he will not only do it, but will also establish and confirm it.
τὸ δὲ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ αἴνιγμα ὂν ἐπ' ἐσχάτου, φησί, νοη θήσεται, δηλαδὴ περὶ τῶν εἰρημένων περί τε θυμοῦ καὶ ὀργῆς. χάρις οὖν τῷ ἡμῖν ἀποκαλύψαντι τὰ μέχρι τοῦ παρόντος κε κρυμμένα. Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτός. «πνεῦμα» γὰρ «κυρίου πεπλήρωκε τὴν οἰκου μένην»· καὶ «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶ σιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο». αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· «ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ
ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ' ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐ ρανῷ τε καὶ γῇ. «τοῦ» γὰρ «κυρίου» οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ' «ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς», ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος·
But the dark saying that comes from the undertaking of his heart, being at the very end, he says, will be understood—clearly concerning the things that have been said about wrath and anger. Grace, then, to the one who has revealed to us the things that until now have been hidden. Therefore they did not escape me, those who pushed my people into wickedness. For he who gives even to a prophet to know things everywhere, much more knows them himself. For "the Spirit of the Lord has filled the world"; and "in him we live and move and have our being," as Paul said to the Athenians. Such also is the saying, "Do I not fill heaven and earth, says the Lord?" For by his power he is near to all things. And so prayers are not made as to a God who is far off. And it is said also concerning the Son: "He was in the world, and the world came into being through him." For he is the very one who also says: "I am a God who is near"; for he also said: "Where two and three are gathered in my name, I am there in the midst of them," he who also says: "Behold, I am with you all the days until the consummation of the age." For just as no part of our body is deserted by the soul, but wherever there is sensation, there also is the soul, and it reaches to the whole body, so also nothing is empty of God. And yet, while filling all things, he does not fill the sinner, for he is filled with unclean spirits; and it is impossible for such a one to be filled by God, unless he has been released from the other things that fill him. For he fills those who are worthy, in heaven and on earth. For "the Lord's" is not "the earth and all things in it," but "the earth and its fullness," since there are some in it who are not the fullness of the earth. For the fullness of the earth are those who have been filled by the one who said:
οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος. Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ «τάδε λέγει κύριος», τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ' οἱονεὶ σῖτος καὶ λογικῶν τροφή. Τί δὲ τὸ ἄχυρον πρὸς τὸν σῖτον εἶπεν, ἀλλ' οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγχόμενος καίηται ὥστε λέγειν· «οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί», πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ' ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν κατὰ Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ «συντριβήσονται πέτραι ἐνώπιον κυρίου». Ὥσπερ ὁ πριάμενος ἱμάτιον, εἰ τύχοι, παρ' οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ' οὐ δικαίως, οὕτω τῶν διδα σκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκηλιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ' ἄν·
Do I not fill heaven and earth? says the Lord. Since even the false prophets made full use of "Thus says the Lord," impersonating the true prophets, there needed to be signs distinguishing the two groups. Now there was, according to the apostle, a gift of discernment of spirits, and the one who had this discerned spirits, both those that are divine and those that are evil, just as a money-changer distinguishes coin that is genuine and counterfeit. But apart from universal knowledge, what has now been said is also sufficient for discernment. For my word, he says, is not empty and the food of irrational creatures, but as it were wheat and the nourishment of rational beings. And why did he say, What is the chaff to the wheat, and not to the barley? For the Lord set out loaves, the barley loaves for the more irrational, and the wheat loaves for the rational. Therefore even now he did not say, What is the chaff to the barley, but to the wheat, precisely setting forth the rational nourishment. And there is also another sign, that the words of the Lord are like a hammer striking rock. Whenever the hearer, being convicted, is set ablaze so as to say, "Was not my heart burning within me?" the word is fire and wheat; but if he takes pleasure in listening to things according to pleasure, it is chaff. But the word of God is also a hammer, able to split not only wood but also rock—not the rock understood according to Christ, but the opposite one, which must be cut, according to "rocks shall be crushed before the Lord." Just as the one who has bought a garment, if it happens, from the one from whom he ought, possesses it lawfully, but the one who has stolen it possesses it, but not justly, so among those who teach from Scripture, those who bring forth the words with a bastard and defiled soul steal; concerning whom it might be said—
«πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσαν αὐτῶν τὰ πρό βατα». τοιοῦτος ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ' αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώ μενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· «ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις». Ὅπερ ὁ κόσμος ὅλος, τοῦτο κατά τινα ἀναλογίαν ἐστὶ μόνος ὁ ἄνθρωπος. εὑρήσεις γὰρ τινὰ μὲν οὐρανὸν λεγόμενον, ὅταν φορῇ «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ἄλλον δὲ γῆν, ἐὰν ἔχῃ «τὴν εἰκόνα τοῦ χοϊκοῦ» (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· «γῆ εἶ»), ἄλλον ἔχοντα ποτα μοὺς ἐν αὐτῷ «ἁλλομένους εἰς ζωὴν αἰώνιον», ἐὰν ἔχῃ λόγους ποτιμωτάτους, ἄλλον ἔχοντα θάλατταν ἁλμυράν, κυμάτων πλήρη, ἔχουσαν «δράκοντα ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ». καὶ κατὰ μέρος εὑ ρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ «οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν». Καὶ μετ' ὀλίγα· Νῦν δέ φησιν αὐτὸν ἡ παραβολὴ σῦκον εἶναι πονηρὸν λίαν· γλυκάζει μὲν γὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθεμένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ' ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυστηρίων καὶ τοῦ ναοῦ τοῦ θεοῦ, ὥσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τὴν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σῦκα χρηστὰ λίαν (οἷα ποιεῖν οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω.
All who came before me are thieves and robbers, and the sheep did not hear them." Such a person is one who makes use of the gospel word but is not disposed toward it in faith nor has lived according to it, but employs another's purpose in the proclamation of the word; for he is a thief, and it will be said to him: "You who preach not to steal, do you steal?" What the whole world is, that, by a certain analogy, the human being alone is. For you will find one called heaven, when he bears "the image of the heavenly," another earth, if he has "the image of the earthly" (for to the one who has sinned it was said: "You are earth"), another having rivers in himself "leaping up to eternal life," if he has most drinkable words, another having a salt sea, full of waves, having "the dragon which God formed to mock him." And in part you will find one called sun, another moon and stars, since "so is the resurrection of the dead." And after a little: Now the parable says that it is a fig exceedingly evil; for virtue sweetens it through ripening, so that the whole soul and spirit and body is sweet from the quality of virtues implanted in it, but wickedness renders it evil and uneatable. But if one seeks figs not very good, he seeks them outside the mysteries of religion and the temple of God, just as also those not very evil. For if he comes to the discipleship itself, before the face of the temple of the Lord there are figs very good (such as Christ knows how to make) or evil; for not even the evil fig outside cast the words of God backwards.
περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κάλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλε γόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου
ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνίου πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ μετ' ὀλίγα· Ἀλλὰ πότε τοὺς καλάθους ὁ προφήτης ἑώρακεν; μετὰ τὴν αἰχμαλωσίαν, φησίν. ἐὰν γὰρ ἴδῃς τὴν ἐπιδημίαν τοῦ σωτῆρος καὶ τοῦ λαοῦ τὴν αἰχμαλωσίαν καὶ ἡμᾶς τοὺς ἀλλοτρίους φύσει καὶ ἔξω τῆς Ἱερουσαλὴμ νῦν διὰ τὴν πίστιν τὴν εἰς θεὸν καὶ γλυκύτητα τῆς ἀληθείας γινομένους σῦκα χρηστά, ὄψει τὸν κάλαθον τῶν χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρκεῖ δὲ χρηστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος. Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀρχιτέκτων, περὶ οὗ ἐν προφή ταις λέλεκται· «οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμα λωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει». φησὶν οὖν ὁ κύριος· καὶ οἰκο δομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεῖ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐ τοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγκεντρίζων οὓς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων·
Beside the temple of God, therefore, and the divine doctrines, two baskets lie. And the one who is chosen knows how he assigns each one, not enduring to mix the quality of the evil fig with the exceedingly good things ("a little leaven leavens the whole lump"), nor again the opposite. And perhaps the basket of the evil figs is the Gehenna of eternal fire, and the one of the good figs is the kingdom of heaven. And after a little: But when did the prophet see the baskets? After the captivity, he says. For if you see the coming of the Savior and the captivity of the people, and us who are by nature strangers and now outside Jerusalem through faith in God and the sweetness of the truth becoming good figs, you will see the basket of good figs; but if you behold those of the circumcision after this captivity, you will see the basket of evil and inedible figs. And it is not enough for the figs to be exceedingly good, but they must also be likened to the early figs; for there is no late fig to which the one who is saved is compared. Christ is a builder and master-builder, about whom it has been said in the prophets: "This one will build my city, and will bring back the captivity of my people." The Lord says, then: And I will build them up and I will certainly not tear them down. For God, being good, tears down certain buildings; for the building of unclean spirits within us must be destroyed, and thus a temple must be built for God from virtues and right doctrines, so that his glory may also be seen in it. And he is also a farmer, planting and grafting in those who are worthy. For the Savior says, as a root supporting all the branches:
«ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεωργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον καὶ ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον· δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει». οὐκ ἐν ἐθνικοῖς, ἀλλ' ἐν τοῖς πιστοῖς ἐστι τὸ «ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν»· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ' ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν. Ταύτην, ὡς ἐλέγομεν, οἱ μὲν Ἑβδομήκοντα τῶν κατὰ τῶν ἐθνῶν ὁράσεων προὔταξαν· οἱ δὲ Λοιποὶ τοὐναντίον. Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ. Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· «οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με». ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ' αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ἢ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλ ληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλονται δὲ οὓς κατὰ τὸν ἀπόστολον «παρέδωκεν ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, εἰς πάθη ἀτιμίας».
I am the true vine, you are the branches, and my Father is the vinedresser. Every branch that remains in me and bears good fruit, my Father prunes so that it may bear more fruit; but every branch that remains in me and does not bear fruit, my Father cuts off and casts it into the fire." The phrase "remaining in him and not bearing fruit" applies not among the Gentiles but among the faithful—such a one is he who says he is faithful and yet sins with impunity, and he is rightly cut off; but the one bearing fruit he prunes, so that if he overlooks anything as a man, he may correct it. This, as we were saying, the Seventy placed before the visions against the nations; but the others the opposite. Elam is an Arabian nation lying by the Red Sea. For they trusted in the bow, not having learned to sing psalms: "For I will not trust in my bow, and my sword will not save me." He threatens to stir up nations from every side against him, and hence he calls the winds from the directions whence they set out. Each of us, in proportion to his condition, is by name an Elamite or an Idumean or a Moabite or an Egyptian or an Israelite. And it is possible to change from one nation to another, for better or for worse; for the nations of the soul know how to shift into one another. Moreover, each of us, in proportion to what he has stored up, will drink the cup of the Lord's wrath, whether unmixed or mixed; for all of us have sinned more or less. And as Israel became a namesake by what he did, prevailing with God in the wrestling, so there are certain ones who are Parabeblēmenoi, Psektoi, Elamites; for thus they are interpreted. And those are "compared" whom, according to the apostle, "God handed over to a debased mind, to dishonorable passions.
δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· «ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης». περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας. ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσοντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἡδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παρα δίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· «ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ». Καὶ μετ' ὀλίγα· Ἀλλ' ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικει μέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις,
He makes clear who the winds are that are spoken of, as Paul also said: "so that we may no longer be tossed to and fro and carried about by every wind of teaching, in the craftiness of men, toward the method of deceit." For the one who is cast down is carried about by every wind, whether of teaching or of anger or of desire. There are four generic winds that trouble the human soul: desire, fear, pleasure, and grief, to which the Elamite, having been abandoned by God, is handed over. But what is the bow of Elam, in which is the beginning of his dominion? David himself said, singing: "Behold, sinners have bent the bow, they have prepared their arrows in the quiver, to shoot in the darkness at those upright in heart." And shortly after: But the Savior, having come, brought the four winds upon the Elamites who surround us, in order that he might scatter them. For opposing powers are handed over to other opposing powers for punishment, as Pharaoh was to Nebuchadnezzar; and if you shut up venomous snakes,
ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ' ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευ ταῖον ὁ «ἔσχατος ἐχθρὸς Χριστοῦ θάνατος», βασιλίσκος περὶ οὗ φησιν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ». ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων». Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν «μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος», πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρ μα περὶ οὗ λέλεκται· «μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα» καὶ «μα κάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ»). οὐ μόνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἂν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὃ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ «βοῦς καὶ ὄνος πατεῖ», βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκάθαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν. Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς γῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας·
By the stronger, the weak are devoured by famine, until the strongest of all, filled by the serpents he has devoured, becomes what is called a basilisk, having poison from its mere sight that dries up a fruit-bearing tree. Thus the evil powers are punished by one another, until finally there is left "the last enemy of Christ, death," the basilisk about whom he says: "You shall tread upon the asp and the basilisk." For Christ, being stronger than the basilisk, has trodden upon it and has given us "authority to tread upon serpents and scorpions." There is a certain Babylonian man and a Babylonian infant, and one must struggle against these, that is, either against great passions or against those now beginning. Except "blessed is he who, having seized them, dashes the infants of Babylon against the rock (Christ)," before they advance to become men. And it is still more blessed to destroy the Babylonian seed, clearly meaning a confusive reasoning (and opposed to this is the seed about which it is said: "Blessed is he who has seed in Zion," and "Blessed are those who sow upon every water, where the ox and the donkey tread"). Not only a certain man nor a child, but even if only a seed; for it can bear fruit when cultivated. And what is the water upon which one must sow the good seed? The washing of regeneration. There "the ox and the donkey tread," the ox being the clean and Israelite one, the donkey the one of unclean and Gentile stock. And these animals are symbols of the word proclaimed to the Israelites and of the word preached to the Gentiles. And the Babylonian holds a sickle, not to save, but to cut off from the holy land and to reap from the church.
ὃν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· «ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν», ὁ λέγων· «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες». εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι. Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· «ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». καὶ ἐν τῇ παραβολῇ δὲ ἓν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὃς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῶν ἐνενήκοντα καὶ ἐννέα. «οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν» καὶ ἓν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ κεφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν «ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δι' ἀγάπης καὶ ἀληθείας καὶ προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, «οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος». πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἢ τῷ μὴ ζητεῖν ἢ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδὼς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώ μενος ὑπὸ λεόντων ἐξωθεῖται. «ὁ» γὰρ «ἀντίδικος ἡμῶν διά βολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ».
Before he suffers this, let us destroy him, having wiped out the words of the heretics. Such was Paul when he said, "having in readiness to avenge all disobedience," he who said, "casting down every high thing that exalts itself against the knowledge of God." Then he bears witness that the Greek word has power, so that all the nations yield to it, since it seems in some way to be demonstrative. He says, "a sheep, as of one that has gone astray." And in the Gospel he says, "the Son of man came to seek and to save that which was lost." And in the parable, only one of the hundred was lost, which the shepherd who came to dwell among us came to find, and he, taking it up on his shoulders, restored it to the number of the ninety-nine. "For we all are one body" and one sheep: one is a foot, another the head, another something else, and the shepherd came and gathered "bone to bone and joint to joint" and, having united them, brought them back to his own country. And unity comes through love and truth and a good purpose. By his own word, then, he united all. But if some appeared disobedient, they acquired an incurable affliction. One, then, is the whole Israelite according to the true kinship, "for we all are one body and one bread and we partake of the one Spirit." The sheep that goes astray is the one who does not attain the catch of what is fitting, both in word and in deed, either by not seeking or by not finding. But he who knows and does the things of full knowledge does not go astray; but the one who goes astray is driven out by lions. For "our adversary the devil walks about as a roaring lion seeking whom he may devour.
ἤδη δὲ καὶ «σκύμνοι λέοντος ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς» ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ὀρῶν τῆς εἰρήνης. ἀλλ' ὡς Δαβὶδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Χρι στόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τὴν ἱστορίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπῴκισε τοὺς υἱοὺς Ἰσραὴλ «εἰς Ἀσσυρίους ἕως τῆς σήμερον», ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα «εἰς Βαβυλῶνα». πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντι κείμενος διάβολος, αὐτὸς ὁ «ἀνθρωποκτόνος»· τελευταῖος δὲ ἐπὶ συν τελείᾳ τοῦ αἰῶνος «ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ
ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τὸν διά βολον ἢ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρε θήτω «συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει». ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ μήλῳ καὶ τῇ Βασὰν καὶ ἐν ὄρει Ἐφραῒμ καὶ ἐν Γαλαάδ. το σούτων τόπων ὄντων τῆς Ἰουδαίας καὶ τῆς γῆς τῆς κληρονομου μένης, ταῦτα μόνον ὠνόμασεν. Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν.
And now also "the whelps of a lion roaring to seize and to seek from God food for themselves" plot against the righteous, wishing to drive us out from the mountains of peace. But just as David, seizing the lion by its beard, strangled it, so let us entreat the spiritual David, the Christ, who has taken the lion, to destroy also the whole council of beasts. And now he takes two lions in the generic sense, both the Assyrian and the Babylonian. According to the history in the fourth book of Kings there are two: for the Assyrian deported the sons of Israel "to the Assyrians until this day," and the Babylonian deported the sons of Judah "to Babylon." Nevertheless he did not now say "first and second," but "first and last." For the first lion is the opposing devil, himself the "man-slayer"; and the last, at the consummation of the age, is "the man of sin, the son of perdition, who exalts himself against every so-called god or object of worship." Israel cannot be restored to its pasture unless the two kings suffer what they must suffer for the avenging of those who have suffered evil. But do not understand the saying entirely of the devil or of the antichrist; for in me let "Satan be crushed under my feet quickly." And when he has destroyed these two and those between them, he will restore Israel to its pasture; when it shall also pasture in Carmel and in Bashan and in the mountain of Ephraim and in Gilead. Although these were places of Judea and of the land of inheritance, he named only these. He calls Babylon a hammer, which by its own greed has crushed those upon the earth.
ὅτε δὲ τὸν θεῖον νεὼν ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαίνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι «σφύρα καὶ πέλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ». οἶκος δὲ ἡ ἐκ κλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. «ἰδοὺ» γάρ φησιν «ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας»· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἂν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὑποκείμενος ᾖ δράκων «ὥσπερ ἄκμων ἀνήλατος», οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδαμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἂν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράκοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετὴν ἐπι δείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λίθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τού των φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, «σάλπιγξ ἐλατὴ» ἡ κατὰ τὸν νόμον οὐκ ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἢ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν «σφυροκόπος, ὁ χαλκεὺς χαλκοῦ καὶ σιδήρου». τοιοῦτος ὁ ἐπὶ τοῦ σωτῆρος Ἰούδας καὶ οἱ «σταύρου, σταύρου αὐτόν» κεκραγότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.
But when Solomon was building the divine temple, the third book of Kingdoms says in praise: "Hammer and axe were not heard in the house of God." And the house is the church of God, in which a hammer ought not to be heard. The hammer of the whole earth is the devil, and there is one who does not care about it, as it were some material being struck by it and not suffering. For "behold," it says, "a man standing upon a wall of adamant, and in his hand an adamant"; which adamant is crushed by no hammer. Even if the devil, the hammer, stands over him, and the dragon lies beneath "like an unhammered anvil," the adamant in the hand of the Lord and under his protection will suffer nothing. For the saint is an adamantine wall, and remaining in the hands of the Lord he is impassible, even if he is caught between the hammer and the dragon. And to the extent that he is struck, he displays his virtue more brightly; for the devil, as one ignorant of the nature of stones, tests the so-called adamant through many blows, while God alone knows well the nature of these things. If there were no hammer, there would be no "trumpet of alarm" according to the law, rousing to the feasts of God or stirring up those who hear to war. The hammer made Paul such through various trials, suffering nothing from it, but with a great voice against the one rousing the war of wickedness. The hammer, then, works the trial, and the "hammer-smith, the smith of bronze and iron" from Cain serves the hammer. Such was Judas in the case of the Savior, and those who cried "Crucify, crucify him," serving the hammer through such things.
Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε «κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους». πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου εἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐ τοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· «ἐξῆλθον ἀφ' ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν». τὰ δὲ ἔξω τοῦ θησαυ ροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ' ἐλάττονα· «δοῦλοι» γάρ εἰσι «μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό». σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα. Ἥξουσι, φησί, τῶν αἰχμαλώτων τινὲς τῆς Ἰουδαίας, εὐαγγελιζόμενοι τὴν κατὰ Βαβυλῶνος ἐκδίκησιν. λέγοι δ' ἂν καὶ περὶ τῶν ἐξ εἰδωλολατρείας ἐπιστρεφόντων, ἣν καλεῖ Βαβυλῶνα· οἵ τινες ἐλθόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν. Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· «οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη».
The apostle also knows "vessels of wrath fitted for destruction, so that he might make known the riches of his glory upon vessels of mercy." For he divided all men into these two vessels, some of wrath, some of mercy: some like Pharaoh and the Egyptians, others like Paul and those who believed. But what is the Lord's treasury, in which are the vessels of wrath? Perhaps the church, in which such men often lie hidden. And there will be a time when he opens the church. For now it is closed, and the vessels of wrath are mingled with the vessels of mercy, and the chaff is together with the wheat, and in one net are both the rejected and the chosen fish. But the Lord opens his treasury at the time of judgment, when, as the vessels of wrath are cast out, he who is a vessel of mercy might reasonably say: "They went out from us, for they were not of us." But the vessels that sin outside the treasury are not yet vessels of wrath, but lesser: for they are "servants who do not know the will of their lord and do not do it." Vessels, then, are simply kept for other purposes. Some of the captives of Judea, he says, will come, proclaiming the vengeance against Babylon. And he might also be speaking about those turning back from idolatry, which he calls Babylon; who, having come to Zion, the Watchtower, the church, proclaim the vengeance from the Lord our God. Those in Babylon are many, but those in Jerusalem are very few. For it is said: "Not because of this did the Lord your God love you, because you are many; for you are the fewest of all the nations.
«ὀλίγοι» γὰρ ὄντως «οἱ σῳζόμενοι καὶ διὰ τῆς στενῆς εἰσερχόμενοι θύρας». παραγγέλλεται δὲ πᾶς ἐπὶ τὴν «πλατεῖαν καὶ εὐρύχωρον» Βαβυλῶνα τόξον ἐντείνων, μηδένα ταύτης περι
ποιήσασθαι. Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν τῇ πόλει γίνεται τοῦ θεοῦ τοῦ ἐκδικοῦντος τῆς Βαβυλῶνος τὴν ὕβριν· ᾤετο γὰρ οἰκείᾳ δυνάμει κεκρατηκέναι καὶ κατηλαζονεύετο τοῦ θεοῦ. ἐμπρησθέντος γὰρ τοῦ ναοῦ, τὰ σκεύη τὰ ἱερὰ ταῖς παλλακαῖς εἰς χρῆσιν ἐδόθη. διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε. ταύτῃ τοί φησιν· ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος τῶν δυ νάμεων. Προφητεύει τὴν συντέλειαν ἀθρόως γενηθησομένην· «ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ» καὶ «ἐν ταῖς ἡμέραις τοῦ Λὼτ» τὰ βιωτικὰ πάντες ἐποίουν, «ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ τὸ πῦρ καὶ ἦρεν ἅπαντας», οὕτως ἔσται τὸ τῆς συντελείας αἰφνίδιον. οὗ δὴ σύμβολον ἦν ἡ ἀθρόως πεσοῦσα φωνῇ καὶ μόνῃ σαλπίγγων Ἱεριχώ. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ σωτηρίου πάθους ἄφνω ἔπεσε Βαβυ λών, Χριστοῦ τὰ περὶ τῶν ἐθνικῶν εἰδώλων καταργήσαντος δόγ ματα καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ῥυσαμένου πιστεύσαντας. Χρυσοῦν ἐστι τοῦ Ναβουχοδονόσορ τὸ ποτήριον εἰς ἀπάτην ἀνθρώπων, ἵνα δεξάμενοι πίωσιν, ὁρῶντες τὸν χρυσὸν «ὅτι καλὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι», τὸ δὲ κρίμα τὸ ἐν τούτῳ μὴ λογιζόμενοι. τὰ μοχθηρὰ γὰρ αὐτοῦ δόγματα καλλιλεξίᾳ κεκόσμηται, τῷ τῆς φράσεως δελεάζοντα κάλλει καὶ τῇ μεθόδῳ τῇ τεχνικῇ.
For truly "few are those who are saved and who enter through the narrow door." But everyone is commanded, bending the bow against the broad and spacious Babylon, to make no claim upon it. Whatever thoughts a person has that are hostile to piety, these are many Babylonians—sinners of the earth who must be slain. From among them the one who has purified himself becomes in the city of God, who avenges the insolence of Babylon; for she thought she had prevailed by her own power and boasted against God. For when the temple was burned, the sacred vessels were given for the use of concubines. Therefore with fire he consumed the fruitless nation as if it were some thicket. In this way then he says: Behold, I am against you, the insolent one, says the Lord of hosts. He prophesies the consummation that will come suddenly; for "as in the days of the flood" and "in the days of Lot" all were doing the things of daily life, "until the flood came and the fire and took them all away," so the suddenness of the consummation will be. Of this indeed Jericho was a symbol, which fell suddenly at the sound and mere blast of trumpets. And at the time of the saving passion Babylon also fell suddenly, when Christ abolished the doctrines concerning the idols of the Gentiles and rescued those from the Gentiles who believed. The golden cup of Nebuchadnezzar is for the deception of men, so that receiving it they might drink, seeing the gold "that it is beautiful to the eyes to behold and lovely to contemplate," but not reckoning the judgment that lies in it. For his wicked doctrines have been adorned with elegance of speech, enticing by the beauty of expression and by the technical method.
καὶ πᾶς δὲ ποιητὴς ἄκρος εἶναι δοκῶν ποτήριον χρυσοῦν κατεσκεύασε, δηλητήριον ἐμβαλὼν εἰδωλολατρείας, αἰσχρο λογίας, καὶ τῶν ψυχικῶν ἁπάντων κακῶν. ὁ δὲ Ἰησοῦς οὐ χρυσοῦ ποτηρίου προενοήσατο, μήποτε καὶ δόξῃ ἐκείνῳ ὅμοιον εἶναι (διόπερ «ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν»), ἀλλὰ τῆς ἐν αὐτῷ σωτηρίας. τὸ δὲ χρυσοῦν ποτήριον, ἡ Βαβυλών, ὅταν ἐπὶ τὴν ἐκδίκησιν ἔλθῃ, ἐν χειρὶ κυρίου γίνεται, τῇ ἁψαμένῃ ποτὲ τοῦ Ἰώβ, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ ὀργῆς, ἀπὸ λύπης, ἐρώτων, κενοδοξίας (ὅσα γὰρ ἁμαρτήματα, τοσαῦται καὶ μέθαι), καθάπερ ἐξ οἴνου πάντων σαλευομένων καὶ βέβαιον ἐχόντων οὐδέν. ὁ δὲ δίκαιος οὐκ ἔστι γῆ· ὢν γὰρ ἐπὶ γῆς, ἔχει «ἐν οὐρανοῖς τὸ πολίτευμα» καὶ οὐκ ἂν ἀκούσειε· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ἀλλ' ἐκ τῶν εἰκότων· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ, φορεῖς γὰρ «τὴν εἰκόνα τοῦ ἐπουρανίου», καὶ πάγιος ἕστηκας. Εἰ δὲ Βαβυλὼν οὐκ ἀπέγνωσται (οὐ γὰρ ἂν ἔλεγεν· εἴ πως ἰαθήσεται), ποίαν ψυχὴν ἑτέραν ἀπογνωσόμεθα; εἰ δὲ μὴ σέσωσται, τοῦτο γέγονε παρ' αὐτήν, ὡς τοὺς ἀρίστους ἰατροὺς ἀπολο γεῖσθαι καὶ λέγειν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλείπωμεν αὐτήν. οὐ παρ' αὐτοὺς γάρ, οὐδὲ παρὰ τὴν ἰατρικὴν οὐδὲ παρὰ τὴν ῥητίνην τὸ μὴ ταύτην θεραπεύεσθαι. ἰατροὶ δὲ ἄγγελοι, ὑπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θεραπεῦσαι τοὺς πειθομένους ἐθέλοντες. εἰ δὲ μή, ἐροῦσιν·
And every craftsman who seems to be preeminent prepared a golden cup, injecting the poison of idolatry, of shameful speech, and of all the evils of the soul. But Jesus did not provide for himself a cup of gold, lest he too should seem to be like that one (and for this reason "we have this treasure in earthen vessels"), but rather the salvation that is in him. But the golden cup, Babylon, when it comes for vengeance, comes into the hand of the Lord, the hand that once touched Job, intoxicating all the earth with wrath, with grief, with desires, with vainglory (for as many sins as there are, so many are the drunkennesses too), as when all things are shaken as if by wine and hold nothing firm. But the righteous man is not earth; for though he is on the earth, he has "his citizenship in the heavens," and he would not hear: "You are earth and to earth you shall go," but rather, by what is fitting: You are heaven and to heaven you shall go, for you bear "the image of the heavenly one," and you stand firm. But if Babylon has not been given up as hopeless (for otherwise he would not have said, "if perhaps she may be healed"), what other soul shall we give up as hopeless? And if she has not been saved, this has come about through her own fault, so that the best physicians give up and say: We treated Babylon, and she was not healed; let us abandon her. For it is not through themselves, nor through the medical art, nor through the resin, that she is not healed. And the physicians are angels, who are under the great physician, God, and who wish to heal those who obey. But if not, they will say:
ἐγκαταλίπωμεν αὐτήν, ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ καὶ τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρίμα αὐτῆς, καταδικάσαντες αὐτὴν ὡς ἀνίατον καὶ πεισομένην τὰ τῆς ἀπογνώσεως. καὶ οἱ τῶν σωμάτων γὰρ ἰατροὶ τοὺς ἀνιάτους ἐγκαταλείπουσι, μήπως ἐν ταῖς αὐτῶν χερσὶ τελευτήσωσιν· ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι. ὅσῳ δὲ ἁμαρτάνομεν, τὸ κρίμα ἡμῶν αὔξει, καὶ ἐξαίρει ἕως τῶν ἄστρων, τῶν ἁγίων δηλαδή.
καὶ τότε ὁ θεὸς ἐκφέρει τὸ κρίμα αὐτοῦ εἰς ταπείνωσιν τοῦ ὑψωθέντος κρίματος ἀπὸ τῆς ἁμαρτίας, ταπεινῶν τὴν ἁμαρτίαν καὶ τὰ πρὸς ἀξίαν ἀποδιδούς. Καὶ Ἡσαΐας ἐθέσπισεν· «ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· παρακαλεῖτε τῇ χειρί». ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι' οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον. καὶ τὰ ὅπλα ἔχειν ἐν ἑτοίμῳ παρακελεύεται· τὰ τόξα τοῖς Μή δοις φησίν. Συμφώνως δὲ τῷ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως ὁ Παῦλός φησιν· «οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» καιρὸς δὲ
Let us abandon her, let each of us depart to his own land and his own place and his own occupation, because her judgment has drawn near to heaven, condemning her as incurable and destined to suffer the things of despair. For even physicians of bodies abandon the incurable, lest they die in their hands; which is precisely what the angels do. And to whatever extent we sin, our judgment grows and rises up to the stars—namely, of the saints.
And then God brings forth his judgment for the humbling of the judgment that was exalted by sin, humbling sin and rendering to each according to worth. And Isaiah proclaimed: "On a level mountain lift up a sign, exalt your voice to them; encourage with the hand." The prophets were urging these things upon the Persians and Medes, that they would now prevail over Babylon, that on her walls, as of one about to be captured, they should raise the signal of war, by which they make the assault known to the soldiers. And he urges them to have their weapons ready; the bows, he says, for the Medes. In agreement with "every man was made foolish from knowledge," Paul says: "Has not God made foolish the wisdom of this world?" And the time is
ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ' ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ. Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου «ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», οὗτοι δὲ ζευγνύντες ἐν ἡμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμενα, κατασκευάζουσιν ἅρματα. καὶ ὁ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ὁ δὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ «πεπαλαιωμένος κακῶν ἡμερῶν»· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· «πεινάσουσι νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται»· καὶ τοὐ ναντίον· «οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν». τοὺς ἐκλεκ τοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ «καὶ τὰ βρώματα αὐ τοῦ ἐκλεκτά»· κατ' ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσχε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ δι δασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς «τὰ ζιζάνια» σπείροντας, καὶ γεωργοῦντας «ἀκάνθας τε καὶ τριβόλους», τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἡγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα «πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας». τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων·
The destruction of idolatry, especially, is a visitation that comes from the presence of Christ. And the weapons of war, which the Babylonian scattered, are the men of Israel and Judah experienced in wars, in return for whom he threatens to spare no one. Riders of horses are the demons who sit upon fleshly pleasures; for long ago, of Egypt, "he cast horse and rider into the sea," but these, yoking various passions in us, which are opposed to the four virtues, construct chariots. And the irascible man, strengthened toward evil, is a man; the one dissolved toward pleasures is a woman; and an old man is he who is "worn out with evil days"; and young men are those about whom Isaiah says: "The younger shall hunger, and the young men shall labor, and the chosen shall be without strength"; and the opposite: "But those who wait upon God shall change their strength, they shall grow wings like eagles, they shall run and not labor." And he calls the chosen those now in evil, such as the saying "and his foods are choice"; and those who are chosen according to virtue are swallowed up by Nebuchadnezzar. He had also virgins, some Hestian, some Pythian, and others. And a soul that has not received the divine seed is a virgin to him. He has also shepherds who teach those who follow with evil teaching; but also farmers who sow "the tares," and who farm "thorns and thistles," the worldly cares among men. He has also leaders in evil and rulers, and especially "against whom our struggle is, against the principalities, against the powers." To all these, then, God renders recompense before those who have recently spoken:
«δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ». Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείας καὶ τῶν ἀδίκων ἔργων, δι' ὧν διέφθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ' ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακει μένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶναι τὰ τείχη τῆς πόλεως ὑψηλό τατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινῶν καθαιροῦσαν ἀσφαλείας τε καὶ φρουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνί στασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὁ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· «τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;» καὶ περὶ τοῦ ἔχοντος «κωφὸν καὶ ἄλαλον» δαιμόνιον ἔλεγεν ὁ σωτήρ· «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται». ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ δια φθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα. Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητικὴ καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· «σὺ δὲ οὐκ ἔγνως με». τινὰ δὲ τῶν κατὰ Βαβυλῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ. Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ' αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις;
Come, and let us declare in Zion the great works of God." He calls Babylon a mountain because of the height of its kingdom, which had been corrupted by idolatry and unjust deeds, through which it destroyed others. The city was also on a height because of the river lying beside it, from which certain steps led up to the city, and it was divided in two and lay on either bank beside the river, in addition to the walls of the city being very high. And "hand" means the punitive power, which casts her down from her own securities and guard, as it were from certain rocks, and destroys her stones for nothing by fire, so that stone is not joined to stone for a stronger building. And in the way of anagogical interpretation, the devil too has been called a mountain, as in Zechariah: "Who are you, the great mountain before the face of Zerubbabel?" And concerning the one who had a "deaf and mute" demon, the Savior said: "If you have faith as a grain of mustard seed, you will say to this mountain: Move, and it will move." So the devil is a mountain, corrupted by his own wickedness and corrupting all who think on earthly things. "Sanctify the nations" is instead of "set apart"; for sanctification is the service of God, even if it is punitive, and the one set apart for it is profane—such a one was Cyrus, to whom he says through Isaiah: "But you did not know me." And he called certain of those who campaigned against Babylon "nations," among which he calls Ararat the Armenians. And the earth was shaken, when the men upon it in former times were firmly established and had assurance in the dominions and kingdoms in which they were.
τὰ δὲ νῦν μεταβολὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυλωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγχυσιν προσπαθείας σειομένη ἀποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν. Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· «ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω». καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ' ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ
μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνίσταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἤγουν ἀπὸ τῶν ἐν αὐτοῖς συνισταμένων τὰ φρούρια.
But now they receive a wicked and painful change, namely desolation. And every mind that has possessed the land of Babylon, being shaken by its attachment to such impiety and confusion, casts off such a disposition in order to take up a spiritual and heavenly condition. For it was God who did this, who also said through Isaiah to Cyrus: "I will go before you and level mountains; I will break in pieces bronze doors and shatter iron bars." For it is recorded among external writers that Babylon had such gates, and that it was captured from the descents into the river that runs through the middle, each part being joined by bridges at the approaches leading up to the city, the city being divided toward each side. And the history says that when those at the farthest edges of the city were being captured, the others, holding a festival because of the size of the city, did not perceive it, when, as is likely, some were running to bring news and others were returning from this, so that the city was full of tumult. Now it seems to call the houses "compounds," for by their continuity they stood together with one another. Therefore it adds: "the houses of the king of Babylon" and the rest; that is, the strongholds from those gathered together in them.
45 Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη αὐ τοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσεται. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι' ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον πο τηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρω ποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· «ἡ δὲ» ἐπὶ θεὸν «ἐλπὶς οὐ καταισχύνει». ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴ ζεται. «οὐ» γὰρ «σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν». ἡμέρα δὲ Μωὰβ τῆς κολάσεως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπην, «ὑπερη φάνοις γὰρ ὁ θεὸς ἀντιτάσσεται». Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός. Ἐπικροτήσει ταῖς χερσίν, αἷς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπεκρότει. οἱ δὲ «τοῖς ὀχυρώμασι πε ποιθότες» τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾤκουν παρα κειμέναις ταῖς φάραγξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ' ὅτε τόποις, ἐξ ὧν οἱ βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς.
Symmachus said, "They shall bend him and thin out his vessels," and "They shall sift him and empty out his vessels." For he persisted in the turning of the wine, indicating that he will be emptied of good things. So prosperity is not good for the boastful, just as it was not for the rich man in Hades, on account of which he was punished. But the "mixed cups" spoken of as of wine, Aquila rendered as "horns," which was an ancient form of a drinking vessel (for they used to drink from horns), whence also the phrase "to mix" has persisted. So the cities are the vessels, and the things within are people and wealth; so they led some away captive, and burned others. But the calamity puts to shame the hopes placed in demons; "but hope" in God "does not put to shame." And in Bethel Jeroboam set up the calves in Samaria. But the one who says he is strong is not saved. For "a king is not saved by much strength." And the day of Moab is the time of punishment, and the evils are the painful things that will overtake him. And he deems all those around worthy to trample upon him; for this is the "stir up," evidently for shame and grief, "for God opposes the proud." "Handiwork" presents either the scepter or those under rule or the hired servants; for the wage is handiwork. He will clap with his hands, with which, rejoicing over Israel and being bold against God, he used to clap. But those "who trusted in the strongholds" of the cities, leaving these, dwelt in the rocks lying near the ravines, imitating doves in licentiousness and in folly. For they sometimes nest in places from which those who wish easily take away the nestlings.
ἀσελγὴς δὲ καὶ ὁ τελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. «εἶπε» γὰρ «ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός», ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος. Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ' ἧς τις ἁμαρτάνων ἐκβάλλεται παραδιδόμενος Ναβουχοδονόσορ, τῷ σατανᾷ. λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος· «παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· «οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν». ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκλησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτά νων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν «τῶν ἐτῶν τῶν ἑβδομήκοντα» σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω εἶναι τῆς Ἱερουσαλήμ. τί δέ ἐστι τὸ λαβεῖν γυναῖκας, ἐδήλωσεν ὁ περὶ τῆς σοφίας εἰπών· «ταύτην ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς». δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· «ἐρά σθητι αὐτῆς, καὶ τηρήσει σε», καὶ «περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε».
And the one initiated into Belphegor is licentious, and the one devoted to useless and vain idols is foolish—such a one was Moab. For "the fool said in his heart, 'There is no God,'" either being wholly atheist or reckoning that the God who truly is does not exist at all. Jerusalem, as has often been said, is taken to mean the church, which is the city of God built from living stones, from which anyone who sins is cast out, being delivered over to Nebuchadnezzar, that is, to Satan. For Paul says concerning the one who has committed fornication: "to deliver such a one to Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord"; and in the first letter to Timothy concerning the blasphemers: "whom I delivered to Satan, that they might be taught not to blaspheme." But let the one cast out of Jerusalem know that, unless he spend a sufficient time outside the church doing what he ought, he will not return to Jerusalem. And one who sins is cast out, even if he is not cast out by men. But having come outside, he must not neglect to build a house and plant gardens. For if he does not do these things and does not fulfill the symbolic number "of the seventy years," which are of sabbath and rest, he will not return to share in the church, but remains condemned to be outside Jerusalem. And what it means to take wives, the one who spoke about wisdom made clear: "I sought to take her as a bride for myself, and I became a lover of her beauty." And one must love her, as Solomon suggested in Proverbs, saying: "Desire her, and she will keep you," and "Enclose her about, and she will exalt you.
καὶ ἄλλας δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπὰς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ἂν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοποιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα νοήματα καὶ τὰ δόγματα,
θυγατέρας δὲ τὰς πράξεις. Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι. ἀλλ' οἱ μὲν ψευδοπροφῆται ἐξ ἁγίου πνεύματος προλέγειν διϊσχυρίζοντο· τῶν δὲ ἄλλων οἱ μὲν μαντείας, οἱ δὲ πάλιν ἐνύπνια προὔφερον. διὰ τοῦτο δεῖ καθόλου πάσης ἀσεβοῦς προγνώσεως μὴ ἀνέχεσθαι· εἰ γὰρ ἀστέρες τυχὸν ἐνεργοῦσι, μάτην εὐχόμεθα. διό φησιν· «εἴπωσιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, τί βουλεύεται κύριος περὶ σοῦ», καὶ «οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ». γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως. ἐπάγει γὰρ μετὰ τὸ «οὐκ ἔσται μαντεία ἐν Ἰσραήλ»· «κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός». Τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐ χαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυτερίῳ συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ «οὐκ ἐκά θισα μετὰ συνεδρίου ματαιότητος» καὶ τὰ ἐπὶ τούτοις;
And understand the other women besides wisdom to be the remaining virtues. For in this way it will be possible to take many wives, from whom one must beget children: from wisdom, a word of wisdom, so that you may also build up others; from self-control, works of self-control, so that you may make others self-controlled in life and word; from righteousness, works of righteousness in fellowship and dealings. But also by teaching the righteous you will beget children from righteousness, and having made sons from the sons and daughters, sons being the divine thoughts and doctrines, and daughters the actions. For when Jerusalem was in turmoil as the Babylonian pressed upon it, as is likely, they fled in foreknowledge, wishing to know the future. But the false prophets claimed to foretell from the Holy Spirit; while of the others, some brought forward divinations, and others again dreams. For this reason one must in general not tolerate any impious foreknowledge; for if perhaps the stars have influence, we pray in vain. Therefore it says: "Let the astrologers of heaven say what the Lord plans concerning you," and "There shall be no augury in Jacob, nor divination in Israel." Become worthy, then, of divine foreknowledge. For it adds after "There shall be no divination in Israel": "In due season it shall be told to Jacob and to Israel what God will accomplish." Such things will every elder who does such things suffer at the hands of the king of Babylon. For if one who partakes unworthily of the Eucharist will receive judgment, how much more the one who sits in the presbytery with a defiled conscience and pollutes the council of Christ? For who of those sitting with him, being devout, will dare to say, "I did not sit with the council of vanity," and the words that follow these?
Εἴποις δ' ἂν ὅτι καὶ τὴν ἰδίαν ἐπιδείκνυσιν ἀγαθότητα, δι' ἣν καὶ τὴν ἀποτομίαν ἐπάγει τοῖς αὐτῆς ἐν χρείᾳ τυγχάνουσιν. διὸ μετὰ τὸ εἰς ἀλγεινὸν θεραπευθῆναι, οἰκοδομηθήσεταί φησιν ἡ πόλις ἐπὶ τὸ ὕψος αὐτῆς. ποῖον ὕψος; «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη»· ὁποία ἐστὶν ἡ μηδὲν φρονοῦσα ταπεινὸν ἢ ἀνθρώπινον, ἡδονάς φησι καὶ πλοῦτον ἐν γῇ καὶ δοξά ρια. «συνηγέρθη γὰρ τῷ Χριστῷ καὶ τὰ ἄνω ζητεῖ». ταῦτά σου ποιοῦντος «οἰκοδομηθήσεται ἡ πόλις σου ἐπὶ τὸ ὕψος αὐτῆς». Ὡς ἐπὶ σπανίου φησίν.
Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ «τοῦ πλού του τῆς χρηστότητος» τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυ τοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς». διό φησιν· «ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός». θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέ σθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ' αὐτὸν ἡ ὀργή. μὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ. Οὐ γὰρ δι' ἐρήμου, καθάπερ πρόσθεν, ἀλλὰ διὰ τῆς νομί μου καὶ οἰκουμένης. καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι «μα κάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυ μάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθεῖν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· «ἀφῄρηται» γὰρ «ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν», καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο.
You might say that he also displays his own goodness, through which he even brings severity upon those who have need of it. Therefore, after being healed to the point of pain, he says the city will be built up to its height. What height? "A city cannot be hidden when it is situated on a mountain"—such a city is one that thinks nothing lowly or merely human—pleasures, he says, and wealth on earth and petty glories. "For it has been raised with Christ and seeks the things above." As you do these things, "your city will be built up to its height." He speaks as of something rare.
It is a custom of Scripture to speak kindly things after bitter ones for consolation, and again more bitter things after good ones, so that they may not despise "the wealth of the goodness" of God and store up for themselves "wrath on the day of wrath." Therefore he says: "If wrath comes, it will not depart unless God does what he wills." And God wills, and wrath comes to pass, so that what God wills may come to pass. For if anyone does not wish to be within the will of the word of God, wrath is released upon him. Let us not, then, pray for the wrath or fury that disciplines. For not through a desert, as before, but through the lawful and inhabited land. And figuratively in consolation, because "blessed are those who mourn, for they shall be comforted." Islands far off are those tossed by the waves of life, which are far from the truth before they come to salvation. But God redeemed Jacob; for "the yoke that lay upon them has been taken away, and the rod upon their neck," as Isaiah says. And he shows also that he himself delivered us from the devil's power.
τί γὰρ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ «τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν»; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· «ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον»; Τοῖς ἀξίοις μακαρισμοῦ κλαίουσι λεγέσθω τὸ διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, τοῖς λέγουσιν ἐν ἁγίῳ πνεύματι· «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών». Γέγραπται καὶ ἐν τῷ Βαρούχ· «τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνεμιάνθης τοῖς νεκροῖς». ὅταν μὲν γὰρ δίκαιοι ἐπιβαίνωσι, γῆ ἁγίων ἐστίν· ὅταν δὲ πολλοὶ ἁμαρτωλοὶ ὦσι, γῆ τῶν ἐχθρῶν. οὕτω δέ, φησίν, ἐπιστρέψουσιν ὡς εἶναι μόνιμον τοῖς σοῖς τέκνοις τὸ ἐπιστρέψαι ἀπὸ γῆς ἐχθρῶν, τοῖς ὑπὸ σοῦ ὠφεληθεῖσι καὶ σοῖς καρποῖς. καὶ ἐν Ἐξόδῳ δὲ γέγραπται ὅτι «εἰσήκουσεν ὁ θεὸς τοῦ λαοῦ, τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ τῶν ἔργων»· ὅμοιον τῷ ἐνταῦθα κειμένῳ, ἀλλ' οὐ περὶ πάντων, ἀλλὰ περὶ Ἐφραῒμ ὀδυρομένου. Ἐφραῒμ δὲ ἑρμηνεύεται Καρποφορία. Φωνῆς κλαυθμοῦ μετανοούντων ἀκούει ὁ θεός. διὰ τί δὲ τὸν Ἐφραῒμ ὀδυρόμενον ἐφ' ἁμαρτήμασιν εἶπεν; τῶν Βασιλειῶν τοίνυν ἡ τρίτη δηλοῖ, ὡς πικρῶς αὐτῶν ἄρχοντος τοῦ Ῥοβοάμ, δέον αὐτοὺς καρτεροῦντας μὴ ἀποστῆναι, «οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ» ἀνεβόησαν, ὅτε Ἱεροβοὰμ τῶν ἀποστάντων ἡγήσατο, τῆς φυλῆς ὑπάρ χων Ἐφραΐμ,
For how could we prevail against the one who said, among other things, "I will take the whole inhabited world in my hand like a nest"? Against him, through Christ, we say: "Where, death, is your victory? Where, Hades, is your sting?" To those who weep and are worthy of blessing, let it be said: "Let your voice cease from weeping"—to those who say in the Holy Spirit: "By the rivers of Babylon, there we sat down and wept when we remembered Zion." It is also written in Baruch: "Why is it that you are in the land of enemies? You have become defiled among the dead." For when the righteous set foot on it, it is a land of holy ones; but when there are many sinners, it is a land of enemies. And in this way, he says, they will return, so that for your children the return from the land of enemies may be lasting—for those who have been helped by you and by your fruits. And in Exodus it is written that "God heard the people, their groaning because of their works"—similar to what is set down here, but not concerning all, rather concerning Ephraim lamenting. And Ephraim is interpreted as Fruitfulness. God hears the voice of the weeping of those who repent. But why did he say that Ephraim lamented over sins? The third of Kings therefore makes clear that, when Rehoboam ruled them harshly, though they ought to have endured and not revolted, they cried out, "We have no portion in David," when Jeroboam led those who had revolted, being of the tribe of Ephraim.
ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπαίδευσάς με, κύριε, καὶ ἐπαιδεύθην. οἷα γάρ τις μόσχος ἀποσκιρτήσας τοῦ βουκολίου, τῆς σῆς ἀπέστην νομῆς, καὶ δέομαι τῆς σῆς βοηθείας. σοῦ γὰρ μὴ δυναμοῦντος, ἀτονῶ πρὸς ἐπιστροφήν· δέον δέ με μετανοεῖν πρὶν ἁλῶ καὶ πειθαρχεῖν σου τοῖς προφήταις, μετὰ τὴν ἅλωσιν μετε νόησα. γνοὺς δὲ στενάζει· πῶς γὰρ ἄν τις ἀγνοῶν ὡς ἁμαρ τάνει στενάξειεν, ἄξια πράξας αἰσχύνης ἐν ἁμαρτήμασιν καὶ μάλιστα ταῖς ἀσελγείαις; τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε. μεγάλη τοῦ Ἐφραῒμ ἡ μετάνοια, ὥστε τὸν θεὸν ἀναλαβεῖν ἐκ στόματος αὐτοῦ τοὺς λόγους τῆς ἐξομολογήσεως, αὐτὸν δὲ ἀκοῦσαι φωνῆς τῆς λεγούσης· ἐκ νεότητός μου υἱὸς ἀγαπητὸς εἶ, Ἐφραΐμ. Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ' οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· «κηρύξαι αἰχμαλώτοις ἄφεσιν»· οὐ γὰρ καθ' ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἂν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ «καὶ ὑμεῖς ἐν ἐμοί», οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὃ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολογούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· «λέγε» γὰρ «σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς». εἰσὶ γάρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ καὶ γεώργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε».
He who made the heifers caused the ten tribes to stand away from the service of God. For these things they repented as was fitting and lamented, and being disciplined by their capture they cried out: You disciplined me, Lord, and I was disciplined. For like some calf that has leapt away from the herd, I stood away from your pasture, and I beg for your help. For unless you strengthen me, I am without strength for turning back; though I ought to have repented before I was captured and to have obeyed your prophets, I repented after the capture. And knowing this he groans: for how would anyone who is ignorant that he is sinning groan, having done things worthy of shame in sins and especially in licentiousness? But I repented so greatly as to point you out to others. Great was the repentance of Ephraim, so that God took up from his mouth the words of confession, and heard a voice saying: From my youth you are a beloved son, Ephraim. Some Assyrian, Nebuchadnezzar, held all men, from whom Christ redeemed us. Therefore Matthew says from Isaiah: "to proclaim release to captives"; for he did not proclaim it to captives in the historical sense. He himself is also the righteous and holy mountain; for how could it suit a soulless thing? But if we are in him according to "and you are in me," let us build on the righteous mountain. And one does this by being in Judea, which is interpreted Confessing, confessing his sins to God and giving thanks; for "speak," he says, "your lawless deeds first, that you may be justified." For there are certain cities of God and buildings and farmlands of his; for Paul also says: "you are God's farm, God's building.
ἐν ᾧ γὰρ οἰκοδομεῖται τὰ περὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις. Δοκεῖ τὸ οὐκ ἀποδοκιμῶ τὸν Ἰσραὴλ ἐναντίον εἶναι τῷ πρὸς αὐτοὺς λέγοντι· καὶ τὸ γένος Ἰσραὴλ παύσεται. μή ποτε τοίνυν τὸ μὲν περὶ τοῦ σαρκικοῦ λέλεκται, τὸ δὲ περὶ τοῦ πνευματικοῦ Ἰσραήλ. πλὴν ἡ οὐκ ἀπόφασις προσκειμένη τῷ ἀπο δοκιμῶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐκ ἔστιν, ἀλλὰ παρὰ τοῖς Ἑβδομήκοντα. νοήσεις δὲ καὶ οὕτως, ὅτι νῦν μὲν ἀποδοκιμῶ, ἐὰν δὲ ὑψωθῇ οὐκ ἀποδοκιμῶ. Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ' οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ τοῦ Ἱερεμίου πατὴρ καὶ Ἀναμεήλ, ἄμφω παῖδες ὄντες Σαλώμ. ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς θεοῦ· Χελκίας γὰρ ἑρμηνεύεται Μερὶς θεοῦ, Σαλὼμ δὲ Εἰρήνη. καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρ πὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδιον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ. Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοή σεις, αἱ μνῆμαι, τὰ δόγματα, δι' ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προ ειδέναι περὶ δικαιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρε τῶν. φροντίζει δὲ θεὸς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα.
For in that place where the mysteries concerning God and the unutterable doctrines are built up, in that place is the temple of God and the holy of holies, and this is the metropolis of all Judea. The saying "I will not reject Israel" seems to be opposed to the one who says to them, "and the race of Israel shall cease." Perhaps, then, the one has been said concerning the fleshly Israel, and the other concerning the spiritual Israel. Moreover, the "not" of "I will not reject" is not found in the other translators, but only in the Seventy. But you will also understand it in this way: that now I reject, but if it is exalted, I do not reject. We are all in prison, and especially when we are being tested. Then a man acquires a field, but not after he has come out of the prison; and the acquisition is by the will of God for those who strive well. And Helkiah, the father of Jeremiah, and Anameel were brothers, both being sons of Salom. For peace and a portion of God are the business of brothers; for Helkiah is interpreted as "Portion of God," and Salom as "Peace." And the fruit of the portion of God is "Exaltation of God"; for thus Jeremiah is interpreted. And the fruit of peace is "Grace of God"; for this is what Anameel signifies. Therefore the grace of God, being the offspring of peace, offers to the prophet in prison his own field according to the command of God. He makes a book of acquisition, which is perhaps the thoughts, the memories, the doctrines, through which we have acquired the field, that is, the labors of the conduct of life. For the one who is going to practice righteousness must first know about righteousness, and the same should be said concerning the other virtues. And God takes care that the book be thrown into a vessel for greater preservation.
«ἔχομεν» γὰρ «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», ἢ τοῖς ἡμετέροις ἀγγείοις, ἢ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ «ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου», καταφρονή σας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κε καλλωπισμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡ μέρας διέμεινεν. «ὁ λόγος» γὰρ «καὶ τὸ κήρυγμά μου», φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, «οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριστεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι' ἔργων προφητεία τὸ ἀκουστὸν καθί στησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον. Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ «δέκα καὶ ἑπτὰ σίκλων» ἐωνημένῳ χωρίῳ, τὸν «ἐκ μή τρας ἁγιασθέντα» καὶ
θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ «τὸν ἀγρόν», τὸν πλήρη καρπῶν πρεπόντων ἁγίοις. τοιοῦτος ἦν ὁ ἀγρὸς Ἰακώβ, οὗπερ ὀσφρανθεὶς Ἰσαάκ· «ἰδοὺ» φησὶν «ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησεν ὁ κύριος». ὁποῖός ἐστιν ὁ «καρποὺς ἔχων τοῦ πνεύματος», ἵνα «σπείρῃ τὰ τοῦ πνεύμα τος καὶ θερίσῃ ζωὴν αἰώνιον»·
For "we have this treasure in earthen vessels," either our own vessels, or the cheapness of the scriptural diction. Hence "the ruler of this world has been deceived," having despised the word of piety, since it was not in golden vessels adorned with diction and persuasiveness of phrase; and for this reason he remained for more days. For "my word and my preaching," says he who has the book of the possession, "were not in persuasive words of wisdom, but in demonstration of spirit and power." And Jeremiah, having done what was commanded, gives thanks to God. But observe the prophet's obedience before the apparent benefit, which he adds, foretelling the recovery of the land. For prophecy through deeds makes what is heard visible and the future as it were present, showing the whole in the part. It is not credible that the prophet offers such great thanksgiving for the field bought "for ten and seven shekels," he who was "sanctified from the womb" and was full of the divine Spirit. But observe the sabbatic number, the symbol of rest, and the ten, which is perfect and proper to God (for tithes are offered in the tenth of the atonements, and the first legislation is the Decalogue), and you will know "the field," the one full of fruits befitting the saints. Such was the field of Jacob, which Isaac smelled: "Behold," he says, "the smell of my son is as the smell of a full field which the Lord has blessed." Such is he who "has the fruits of the Spirit," so that he may "sow the things of the Spirit and reap eternal life.
ἔπνει γὰρ Ἰακὼβ οὐκ ἀμπέλων ὀσμὴν ἢ σύκων, ἀλλ' «ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος, ἀγαθωσύνης, πίστεως, ἐγκρατείας». ἐπὶ τοιούτῳ τοίνυν ἀγρῷ Ἱερε μίας εὐχαριστεῖ λέγων· ὁ ὢν κύριε. σκοπεῖ γὰρ τὸν ὄντως ὄντα, «μὴ σκοπῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα». Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ δι δάσκων ὑπομονῆς παραδείγματα, τῶν ψευδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· «ἐν φυλακαῖς πολλάκις». τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς κρατοῦσι προστασία, δι' ἧς πολλάκις εὐεργετεῖ ὁ θεός. Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι' ἁμαρτίας Ἱερουσαλὴμ παραδίδοται, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ' Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ». Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρός σε φήσαντες εἰρηνικῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ σοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως·
For Jacob breathed not the scent of vines or figs, but of "love, joy, peace, patience, kindness, goodness, faith, self-control." On such a field, then, Jeremiah gives thanks, saying: "O Lord, you who are." For he looks upon the truly existing One, "not looking at the things that are seen but at the things that are not seen." Jeremiah recorded not only prophecy but also his own sufferings, teaching on the one hand the mysteries of the kingdom of heaven, and on the other hand providing examples of endurance, since the false prophets suffered nothing of the kind because of their flattery. Let us prepare ourselves, then, in the time of persecution to be ranked with Jeremiah and with the apostle who said, "in prisons often." And the fact that the king was not able to do so has made known his purpose as more humane than theirs. And the upright king must not be led along by the wicked men around him; and often the protection afforded by rulers is useful, through which God often bestows benefits. "I fear," he says, "lest I become a laughingstock to the deserters; for I make this my concern and care." And just as Jerusalem is handed over because of sin, so also is the church. And if one rules over her after the manner of Hezekiah, she is saved; but if after the manner of Zedekiah, when he is set apart he saves, but when he remains he destroys her. If, then, anyone who defiles the church should depart, he both saves her and his own soul; but if he is about to depart after the manner of Zedekiah, "a little leaven leavens the whole lump." Jeremiah says to him, as the women being led into captivity will say: "Those who spoke to you peaceably, saying that they would not hand you over to the Babylonian, have deceived you. But they will stand with you, as having become the cause of your fall.
πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ. Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ζῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείναντας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας καὶ τὰς τούτων ταῖς προφητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα Δανιὴλ καὶ οἱ τρεῖς παῖδες. Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονη ρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ. Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνή σθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα.
For you will certainly be taken. Perhaps he also blames the false prophets, who promised peace in word. But the prophet, in a humane way, concealed the truth from the rulers, caring for the king. For he was doing no harm by now keeping silent about it, since he had already read those very words publicly. The prophet, having taken a choice of where he wished to live, disregarded Babylon and chose Judea, fleeing the honor that came from the king and because of the poor who remained for farming, so that he might also care for the land on account of the needy and cultivate their souls by his prophecies. For the prophets divided the regions: this one took Judea, while Daniel and the three youths took Babylon. The good man suspects no one to be so wicked as to kill even those who have done no wrong. But why God allowed Gedaliah to be put to death would belong to another account and to the unsearchable judgments of God. Arrange the "not" of the incense in relation to "the Lord remembered." It is clear, then, that he speaks of those burning incense to idols; for when they had admitted this, the things set before us are brought in.
πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γε νέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμφωνον ἔχων τὴν ἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μετα ποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ «ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας»
ἀλλὰ τοὐναντίον. ὀσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶε ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἵματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς «συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν», εἰς νοῦν εἰληφότες τὸ «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα
ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνει τὸ «ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν», ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι' ἁμαρτίας λεγόντων· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου», γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· «ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν». τίνα δὲ τρόπον εὐκτέον, ἐδίδαξεν ὁ ἀπόστολος λέγων· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωςεὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύοντος τοῦ ῥητοῦ·
Nevertheless, let us examine whether one who burns incense to God as one ought not is also the cause of the land becoming impassable. And so, if you bring the perceptible incense after the manner of the Jews, you bring it well when you have virtue, having the inner fragrance in agreement; but if you offer it with wickedness, as it were dyeing even the outward fragrance, you turn it into a stench; then the words "the Lord smelled a sweet savour" would not be said,
but the opposite. And the sweet savour with God is not of the clean animals offered by Noah, as has been said, but of his righteousness and perfection, which he himself had in his generation. For God takes no pleasure in blood and fat, as the demons do. Nevertheless, as "having been raised with Christ let us seek the things above," having taken into our mind the words "let my prayer be set forth as incense
before you"; for as John says in the Apocalypse: "the incense are the prayers of the saints." But if we defile this prayer with evil thoughts, the words come to pass, "let their prayer become sin," or to the opposite, if we pray from righteousness; since for those who say through sin, "my wounds stink and are corrupt because of my foolishness," the incense becomes foul-smelling. Therefore Isaiah said: "if you bring fine flour, it is vain; incense is an abomination to me." And in what manner one ought to pray, the apostle taught, saying: "I desire that the men pray in every place, lifting up holy hands without wrath and disputing." When such hands were lifted up by Moses, Israel prevailed, but when they were let down, Amalek prevailed. He who prays in this way does not fail, since the saying is true:
«ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι». τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ' οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μὴ μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμενος. διό φησιν ἐν προφήταις· «ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;» 69 Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίον ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται. Τῷ λαῷ συμπάσχων Βαροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν. διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ «ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν» καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομὰς ὡς ἀρχιτέκτων «τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν αὐτὸς καὶ οὐκ ἄνθρωπος», περὶ ἧς φησιν ὁ Παῦλος· «θεοῦ οἰκοδομή ἐστε». καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν («πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται»), καταφυτεύει «ἄμπελον καρποφόρον», οὐ κατὰ τὴν «εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν», ἣν ἐκκόπτει ἵνα πάλιν αὐτὴν «ἀληθινὴν» ἀπεργάσηται καὶ «θεοῦ γεώργιον». οὕτω «τῆς ἐξ Αἰγύπτου» «καθεῖλε τὸν φραγμὸν» κατὰ τὸν Δαβίδ, ὑπὲρ ἧς εὔχεται· «ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην». καὶ οὗτοι τοίνυν ἐπ' ὠφελείᾳ παιδεύονται·
While you are still speaking, he will say: Behold, I am present." The incense of the wicked, then, he says, the Lord could no longer bear, just as we, even if we endure some stench for a time, flee from one that is greater. And God, then, having a measure of forbearance, comes after those who do not repent—which he did in the case of Noah, when he could no longer bear the stench of those who were then sinning. Therefore he says in the prophets: "I have been silent; shall I be silent forever?" For just as, when bodies have rotted, the air lying near them, taking up the corruption and being itself corrupted, produces a plague for those who encounter it, and the place becomes impassable, so the sins of souls bring about a plague of souls. Baruch, suffering with the people, lamented and besought God concerning them. Therefore he receives a promise of help in evils, God speaking thus: those whom I pull down, I will build up again. For first "he causes pain, and again he restores," and the things that follow upon these; for good things are not acceptable unless evils have first been removed. For he also destroys the worthless buildings of the unbelievers, as the master builder of "the true tabernacle which he pitched, and not man," concerning which Paul says: "You are God's building." And as a farmer, having plucked out what bears no fruit ("every plant which my heavenly Father did not plant will be uprooted"), he plants in its place "a fruitful vine," not the one "turned to bitterness and become alien," which he cuts down in order that he may again make it "true" and "God's husbandry." Thus "he brought down the hedge" "of the vine from Egypt," according to David, on whose behalf he prays: "Look down from heaven, and visit this vine." And these, then, are disciplined for their benefit.
«ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει». «τίς» γάρ «ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται». διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα. Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· «ψυχαὶ» γὰρ «δικαίων ἐν χειρὶ θεοῦ», αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.
For whom the Lord loves, he disciplines." For "who is it that gladdens me except the one who grieves me?" "For grief according to God works repentance unto salvation, not to be regretted." For this reason I bring evils upon all flesh, upon those who set their minds on earthly things. For God finds the souls of the righteous; for "the souls of the righteous are in the hand of God," but those of sinners are reckoned as not even existing.