1 Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἢ οὕτως. οἱ μὲν γὰρ παρ' ἡμῖν δημιουργοί, ἄνθρωποι ὄντες, τέχνην ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢν ἢ σοφίας καὶ τέχνης δημιουργός, εἰκότως «λόγος» ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγον δι' αὐτοῦ ποιεῖ τὰ ὄντα, ἀλλ' αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ' ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ' οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γε γένηται, «Σὰρξ» ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι, ἀφ' οὗ ἐκ τῆς παρ θένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν «Ἐγένετο» ἐπὶ τῆς σαρκὸς, τῷ δὲ «Ἦν» ἐπὶ τῆς θεότητος [αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ «Ἔστιν» εἰπεῖν· ἀλλ' ἐπεὶ πρὸς διαφορὰν τῆς ἐναν θρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ «Ἔστιν» τῷ «Ἦν» ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀϊδίων· ὅτε μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, ὡς τὸ Ἦν τὸ μηκέτ' ὄν, ἀλλά ποτε ὕπαρξιν ση μαίνει· ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι〛.
By applying to him the name of Logos while positing him as the maker of all things, he declares him. For since, as a general rule, every act of making depends on a logos, he could not have shown him to be the maker of all things in any other way than this. For the makers among us, being human, possess a craft (and this is a productive state accompanied by unerring logos), but the Son of God, being nothing other than the maker of wisdom and craft, is reasonably called "Logos." For he does not make existing things through him while being some other substance besides the Logos, but he himself is the one who makes, being God Logos. Then, since this Logos, being God in substance and being this very thing, the Son of God, became human for the sake of the salvation of humanity, the Logos was named "Flesh." And since some who have fallen from right faith think that he exists only from the time when he came forth as a human from the virgin, the theologian writes most correctly against such people, "In the beginning was the Logos," and having used the words appropriately—"became" for the flesh, and "was" for his divinity. And it would have been more proper to say "is" of the God Logos; but since, in contrast to the incarnation that occurred at a certain time, he was indicating the existence of the Logos, the evangelist used "was" instead of "is." One must not take the proper meanings of the words in the case of eternal things; for when the things signified by these words have an existence measured by time, as "was" signifies what no longer is, but existed at some time; likewise "is" indicates what exists now, as "will be" indicates what will exist in the future.
ἀλλ' ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, τυγχάνων θεός, τὰ ῥήματα ἐπ' αὐτοῦ οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, τοῦ σημαινομένου ὑπ' αὐτῶν οὐχ ὑπὸ χρόνον ὄντος. ἔστι δὲ ἀπ' αὐτῶν τῶν τοῦ θεολόγου φωνῶν θηρεῦσαι τὴν διά νοιαν. εὐθὺς γὰρ ἀρχόμενος τῆς κατ' αὐτὸν συντάξεως γράφει· «Ἐν «ἀρχῇ ἦν ὁ λόγος». καὶ Μωϋσῆς μὲν τὴν κοσμοποιίαν ἐξηγούμενος «Ἐν ἀρχῇ», εἶπεν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ὁ δὲ Ἰωάννης οὐκ Ἐν ἀρχῇ γέγονεν εἶπεν, ἢ πεποίηται ὁ λόγος ἀλλ' «Ἐν ἀρχῇ ἦν ὁ λόγος». ἦν γὰρ ἐν ἀρχῇ ποιῶν τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰ γὰρ «Πάντα δι' αὐτοῦ ἐγένετο», τῶν πάντων δὲ ὁ οὐρανὸς καὶ ἡ γῆ ὑπῆρχεν, ἐν τῇ τούτων οὐσιώσει αὐτὸς ἦν κτίστης αὐτῶν. εἶτ' ἐπεὶ μὴ εἶπεν ἐν τῇ τινὸς ἀρχῇ ὁ λόγος ἦν, καθόλου ληπτέον αὐτό, ἵν' ᾖ τὸ δηλούμενον τοιοῦτον· ἐν ἀρχῇ τῶν ἀγγέλων, καὶ ἐν ἀρχῇ τῶν ἀρχαγγέλων ἦν ὁ λόγος· καὶ συνελόντι εἰπεῖν, ἐν ἀρχῇ τῶν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχή τε καὶ ποιητής. ἐν Χριστῷ γὰρ «ἐκτίσθη τὰ πάντα», τά τε «ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, «εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι εἴτε θρόνοι εἴτε κυριότητες· πάντα δι' «αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ «πάντα ἐν αὐτῷ συνέστηκεν, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν «νεκρῶν». εἰ γὰρ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ πρὸ αὐτῶν ἐστιν, ἀρχὴ αὐτῶν κατὰ τὸ εἶναι αἴτιος ὑπάρχων, ἀκολούθως ῥη τέον εἶναι αὐτὸν ἐν τῇ πάντων οὐσιώσει. πῶς γὰρ οὐκ ἔδει αὐτὸν εἶναι πρὸ αὐτῶν καὶ ἐν ἀρχῇ τῆς ὑπάρξεως αὐτῶν κτίστην ὄντα;
But since the Logos of God is eternal, being God, the words spoken of him must not be understood as implying time, since what is signified by them is not under time. And it is possible to hunt out the meaning from the very utterances of the theologian. For immediately at the beginning of his composition he writes: "In the beginning was the Logos." And Moses, when expounding the creation of the world, said, "In the beginning God made the heaven and the earth." But John did not say, "In the beginning the Logos came to be," or "was made," but "In the beginning was the Logos." For he was in the beginning, making the heaven and the earth. For if "all things came to be through him," and heaven and earth were among all things, he himself was their creator in their substantiation. Then, since he did not say "in the beginning of something" the Logos was, we must take it universally, so that what is indicated is this: in the beginning of the angels, and in the beginning of the archangels, was the Logos; and to speak concisely, in the beginning of things visible and invisible, of created things, was the Logos, being himself the beginning and maker of them all. For in Christ "all things were created," both "in the heavens and on the earth, both visible and invisible, whether principalities or authorities or thrones or dominions; all things have been created through him and unto him; and he is before all things, and all things hold together in him, who is the beginning, firstborn from the dead." For if all things hold together in him, and he is before them, being their beginning as their cause in respect of existence, it follows that he must be said to be in the substantiation of all things. For how should he not be before them and in the beginning of their existence, being their creator?
εἶτ' ἐπεὶ ἐν ἀρχῇ αὐτὸν εἶπεν εἶναι, ἔδει δηλῶσαι καὶ πῶς καὶ πρὸς τίνα ὄντα ποιεῖν αὐτὸν ἐχρῆν. διὸ ἐπήγαγεν τῷ «Ἐν τῇ ἀρχῇ ἦν «ὁ λόγος» καὶ τὸ «Ἧν ὁ λόγος πρὸς τὸν θεόν»· πρὸς ἡμᾶς μὲν γὰρ ἐλθών, ὅτε ἐκ παρθένου ἐτέχθη, ἀπέσταλτο ὑπὸ τοῦ πατρός· διὸ καὶ «Ἐσκήνωσεν ἐν ἡμῖν» καὶ ὄνομα ἔσχεν αὐτὸ δὴ τοῦτο «Μεθ' «ἡμῶν ὁ θεός». ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀπο σταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουσα, οὐδεμίαν σχέσιν πρὸς ἕτερόν τινα εἶχεν,
ἀλλ' εὐδοκία θεοῦ γενόμενος τὰ κτίσματα ὑπάρ ξαι ἠβουλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουρ γικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ' ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν οὖν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ' οὐσίαν ἀλλ' ἐπινοίᾳ καὶ σχέσει, ἵν' ᾖ ἡ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ' οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν' οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δημιουργικὸς λόγος. οὐκ ἐνταῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ῥητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· «Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν». καὶ τὸ «Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». καὶ ὁ Λουκᾶς φησιν·
Then, since he said that he was in the beginning, it was necessary to make clear both how and in relation to whom he was to act. Therefore he added to "In the beginning was the Logos" also "And the Logos was with God." For when he came to us, when he was born of a virgin, he had been sent by the Father; therefore also "He dwelt among us" and he received this very name, "God with us." But when he created, since it was not as a man sent by the Father that he brought all things into being, he was also with God and was God. And the Son of God is also called Wisdom, "the beginning of the ways of God, created," according to the writing of Proverbs, because the Wisdom of God, being with him whose Wisdom it is, had no relation to anything else, but having come to be by the good pleasure of God, it willed that the created things should exist. This Wisdom therefore willed to take up a creative relation toward things that were to be, and this is what is indicated by its having been created "the beginning of the ways of God," along which ways it travels, ordering substances, providing for them, benefiting them, granting favors in this Wisdom that was created. They say, then, that the Logos is a beginning, not being different from it in essence but in conception and relation, so that the same existence which the Scriptures now call according to essence may be, in that it is united to God, Wisdom, and in that it has inclined, so to speak, toward created things, the creative Logos. And it is not only here that the Son of God is called Logos; one may also cite sayings not only from the New but also from the Old: "For by the Logos of the Lord the heavens were established." And "He sent his Logos and healed them." And Luke says:
«Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ «ὑπηρέται γενόμενοι τοῦ λόγου». Ὃ γέγονεν ἐν αὐτῷ, δηλονότι τῷ λόγῳ, ζωὴ ἦν· ἵν' ὥσπερ θεὸς εἰς ὕπαρξιν ἤγαγεν τὰ πάντα, οὕτω καὶ ζωοποιηθῇ τὰ πεφυκότα ζῆν μετουσίᾳ αὐτοῦ. διὸ καὶ ἁρμοδίως εἴρηται τὸ «Καὶ ἡ «ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». οὐ γὰρ προσεκτέον τοῖς ἐκ τῆς λέξεως ταύτης γενητὸν εἶναι τὸν λόγον νομίσασι. τὸ γὰρ γενό μενον οὐκ αὐτό ἐστι ζωή· ὃ οὐκ ἔξωθεν αὐτῷ ἐπῆλθεν, ἐν αὐτῷ γὰρ γέγονεν ἡ ζωή. οὐ γὰρ οἷοί τε ἦσαν οἱ γενητοὶ οὕτως αὐτὸν ἔχειν τυγχάνοντα κατ' οὐσίαν ζωὴν ὡς ἔστι παρὰ τῷ πατρί. εἴρηται γὰρ πρὸς τὸν θεόν· «Παρὰ σοὶ πηγὴ ζωῆς». καὶ ἔστιν ἡ ζωὴ αὕτη παρὰ τῷ πατρὶ οὐ ζωοποιοῦσα αὐτόν· οὐ γὰρ μετουσίᾳ ζωῆς ὁ πατὴρ ζῇ, ἀλλὰ ζωὴ θεὸς ὢν γεννᾷ ζωήν, ὡς καὶ σοφὸς σοφίαν καὶ δυνατὸς δύναμιν. αὕτη ἡ ζωὴ τὰ λογικὰ ὠφελῆσαι βουλομένη σχέσιν τὴν πρὸς αὐτὰ ἀνεδέξατο, ἐπὶ τὸ ζὴν αὐτὰ προσλαβόντα αὐτὴν μετουσίας τρόπῳ· καὶ οὐ περὶ μόνου γε τοῦ κοινοῦ ζῆν αὐτῶν τοῦτο λεκτέον· ἀλλὰ γὰρ καὶ τοῦ κατ' ἀρετὴν καθ' ὃ συμβαίνει εὖ ζῆν. τοῦτο γοῦν παρίσταται καὶ ἐξ αὐτῆς τῆς λέξεως· φησὶ γάρ· «Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». ὅτι δὲ ἐνταῦθ' οὕτως ἔχει καὶ ἐξ ἑτέρου ἔστι πιστώσασθαι. ὁ τοῦ θεοῦ υἱὸς καὶ λόγος, θεὸς ὢν λόγος, ἐστὶ πρὸς τὸν θεόν, ὡς ἀρτίως εἴρηται, γινόμενος καὶ πρὸς τοὺς ἀνθρώπους, ὡς οἷοί τε εἰσὶν χωρεῖν αὐτοῦ τὴν παρ ουσίαν. εἴρηται γάρ· «Λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ», καὶ «Ἐγένετο λόγος κυρίου πρὸς Ἱερεμίαν», καὶ καθόλου· «Ἐκείνους»θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο».
Just as those who from the beginning were eyewitnesses and became servants of the Logos handed down to us. What has come into being in him, clearly in the Logos, was life; so that just as God brought all things into existence, so also the things naturally capable of living might be given life by participation in him. Therefore it was also fittingly said, "And the life was the light of men." For one must not attend to those who from this phrase think the Logos is a creature. For what has come into being is not itself life; that which did not come to him from outside—for the life came into being in him. For created things were not able to have him, who is life by essence, in such a way as he is with the Father. For it has been said to God: "With you is the fountain of life." And this life is with the Father, not giving life to him; for the Father does not live by participation in life, but being God who is life, he begets life, just as the wise begets wisdom and the powerful begets power. This life, wishing to benefit rational beings, took up a relation toward them, so that they might live by receiving it in the manner of participation; and this must be said not only concerning their common living, but also concerning the life according to virtue, by which it happens that they live well. This at any rate is established from the phrase itself; for it says: "And the life was the light of men." That it is so here can also be confirmed from another passage. The Son and Logos of God, being God the Logos, is with God, as has just been said, and also becomes present to men, as they are capable of receiving his presence. For it has been said: "The Logos of the Lord came to Hosea," and "The Logos of the Lord came to Jeremiah," and generally: "He called them gods to whom the Logos of God came.
ὡς οὖν λόγος μὲν πρὸς τὸν θεόν ἐστι, γίνεται δὲ πρὸς τοὺς γενητούς, οὕτως ζωὴ τυγχάνων ἐστὶ παρὰ τῷ πατρί, ζωοποιῶν πρὸς οὓς ἐπιφοιτᾷ, γινο μένης ἐν αὐτῷ ζωοποιητικῆς σχέσεως ἁρμονίως ἐχούσης πρὸς τὰ ζωοποιούμενα. ἀλλ' ἐπεὶ πρὸς τῷ ζωοποιῆσαι καὶ γνῶσιν ἀληθείας ἐμποιεῖ, φωτίζουσα τὸν νοῦν τῶν παραδεχομένων αὐτήν, καὶ φῶς ἀνθρώπων ὀνομάζεται. ἀνθρώπων δὲ φῶς οὖσα δῆλον ὅτι καὶ τὰ ὑπερβεβηκότα λογικὰ φωτίζει. εἰ γὰρ τῶν ἐλαττόνων λογικῶν φῶς ἐστι, πολλῷ μᾶλλον τῶν ὑπεραναβεβηκότων. Τὸ θεολογούμενον φῶς λυτικόν ἐστι πάσης σκοτίας καὶ ἀγνοίας καὶ κακίας ὑφισταμένης. διὸ ἐν τῇ τοιαύτῃ σκοτίᾳ φαῖνον οὐ κατα λαμβάνεται ὑπ' αὐτῆς. ὂν γὰρ τοῦτο τὸ φῶς σοφία καὶ δικαιοσύνη θεοῦ, ᾗ μὲν σοφία ἐστὶ λύει τὴν τοῦ νοῦ ἄγνοιαν, ᾗ δὲ δικαιοσύνη τὰ διαβήματα τῆς ψυχῆς κατευθύνει, καὶ τοῦτό ἐστι τὸ ἐν τῇ σκοτίᾳ φαίνειν αὐτὸ οὐ κωλυόμενον ἐκπέμπειν τὰς οἰκείας αὐγὰς τῷ φωτι ζομένῳ ἀνθρώπῳ· διὸ οὐ καταλαμβάνεται ὑπὸ τῆς σκοτίας, λυομένης καὶ ἀφανιζομένης τῇ παρουσίᾳ αὐτοῦ. οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα. οἷον ὁ Παῦλος ὅτε ἠγνόει τὸν χριστὸν ἐδίωκεν αὐτόν, παρορμώμενος πρὸς τοῦτο ἐκ τῆς προσούσης ἀγνοίας, ἣν εἴπομεν εἶναι σκοτίαν· ἀλλὰ τοῦ διωκομένου φωτὸς ὑπ' αὐτῆς ἐκλάμψαντος τὰς οἰκείας αὐγὰς λέλυται ἡ σκοτία, καὶ ταύτῃ καταλαβεῖν αὖ δεδύνηται τὸ διωκόμενον ὑπ' αὐτῆς φῶς. ὡσαύτως καὶ ὁ μετανοήσας ἐπὶ τῷ σταυρῷ λῃστής, πεπηρωμένος τῇ προειρημένῃ σκοτίᾳ ἐδίωκε τὸ φῶς· ἀλλ' ἡ ἐν τῷ λῃστῇ σκοτία λέλυται, καὶ οὕτως
Just as therefore the Logos is with God, but comes to be with things that have come into being, so too, being life, he is beside the Father, giving life to those whom he visits, since a life-giving relation comes to be in him, being harmoniously disposed toward the things that are given life. But since, in addition to giving life, he also produces knowledge of the truth, enlightening the mind of those who receive him, he is also called the light of men. And being the light of men, it is clear that he also enlightens the rational beings that have surpassed men. For if he is the light of lesser rational beings, much more is he of those who have risen above them. The light that is theologically spoken of is destructive of all darkness and ignorance and evil that subsists. Therefore, shining in such darkness, it is not comprehended by it. For since this light is the wisdom and righteousness of God, insofar as it is wisdom it dissolves the ignorance of the mind, and insofar as it is righteousness it directs the steps of the soul, and this is what it means that it shines in the darkness, not being hindered from sending forth its own rays to the man who is being enlightened; therefore it is not comprehended by the darkness, since the darkness is dissolved and made to disappear by its presence. For it is not as subsisting and active that it fails to comprehend it, but as being dissolved and no longer existing. For example, Paul, when he did not know the Christ, persecuted him, being incited to this by the ignorance that was present, which we said is darkness; but when the light that was being persecuted by it flashed forth its own rays, the darkness was dissolved, and in this way it was then able to comprehend the light that had been persecuted by it. Likewise also the robber who repented on the cross, having been blinded by the aforementioned darkness, persecuted the light; but the darkness in the robber was dissolved, and thus
αὖ καταλαμβάνει τὸ φῶς. καὶ ἵνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκῃ τὸ φῶς, τότε λύεται καὶ ἀφανίζεται πλησίασαν τῷ διωκομένῳ. τῆς γὰρ ἀληθείας φανείσης τὸ ψεῦδος καὶ ἡ ἀπάτη λύεται. καὶ τὸ παράδοξον ἐρῶ, μακρὰν οὖσα ἡ σκοτία διώκει τὸ φῶς, ἐγγί σασα δὲ ἐπὶ τὸ καταλαβεῖν αὐτὸ ἀφανίζεται. καὶ γὰρ τὸ ψεῦδος, ὅσον ἀφέστηκεν τῆς ἀληθείας, κρατεῖ καὶ ἐνεργεῖ ἐν τῷ ἀνθρώπῳ, ὡς διώκειν τὴν ἀλήθειαν ἀπὸ τοῦ νοῦ· ὅταν δὲ ἐγγίσῃ αὐτῇ, δείκνυ ται μηδ' ὅλως ὄν. ὅθεν ἀναγκαίως ἀφῆκεν ὁ θεὸς εἶναι κακίαν, δυνάμενος κωλῦσαι, ἵνα τὸ μέγεθος τῆς ἀρετῆς δειχθῇ. Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ' εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν. σημειωτέον δὲ ὡς οὐκ ἀεὶ τὸ «Ἐγένετο» τὴν εἰς ὕπαρξιν ἄγουσαν γέννησιν δηλοῖ, ἀλλ' ἐνταῦθα τὸ «Ἐγένετο» ἀναφορὰν ἔχει πρὸς τὸ «Ἀπεσταλ»μένος παρὰ θεοῦ»· ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτο· «Ἐγένετο ἀπεσταλ «μένος παρὰ θεοῦ εἰς μαρτυρίαν». εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγό μενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου. [ Ἵνα πάντες πιστεύσωσιν. Ὅσον ἐφ' ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γάρ, εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμόν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ' ᾧ τε πάντας φωτίζεσθαι. ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.] 6 Οὐκ ἦν ἐκεῖνος τὸ φῶς. Τουτέστι τὸ θεολογούμενον·
Again it grasps the light. And to put the point more clearly, the truth is light; but when falsehood and all deceit, that is, darkness, pursue the light, then it is dissolved and disappears when it draws near to what it pursues. For when the truth appears, falsehood and deceit are dissolved. And I will state the paradox: darkness, being far off, pursues the light, but when it comes near to grasp it, it disappears. For falsehood, insofar as it stands away from the truth, holds sway and is active in a person, so as to pursue the truth away from the mind; but when it comes near to it, it is shown to be not at all existent. Whence God necessarily allowed evil to exist, though able to prevent it, so that the greatness of virtue might be shown. Not so much because of the common account concerning a human being as because he is by nature according to the image and toward the likeness of God. And it must be noted that "He came to be" does not always indicate the generation that brings into existence, but here "He came to be" has reference to "sent from God," so that what is said is of this sort: "He came to be sent from God for a testimony." But if these things said about John are correct, how much more the things written or said about the Son of God, as being said or written and coming to be. [That all might believe. Insofar as it depends on him, clearly, even if not all believed; for not even if not all received the illumination from the sun would one already say that the sun does not rise for this purpose, namely that all be illuminated. For the intention of the one who sent him was that all believe.] 6 He was not the light. That is, the one being theologized.
ὑπεί ληπτο γάρ τισι διὰ τὸ προσόντα αὐτῷ πλεονεκτήματα ὡς αὐτὸς εἴη ὁ χριστός. διὰ τοῦτο τοῦτό φησιν ἵνα ὁλόριζον τὴν τοιαύτην ἀνέλῃ πλάνην. κἂν γὰρ φῶς Ἰωάννης ᾖ, ἀλλ' οὐκ ἐκεῖνο τὸ φῶς περὶ οὗ οἱ ἅγιοι πρὸς τὸν θεόν φασιν· «Ἐν τῷ φωτί σου ὀψόμεθα «φῶς»· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς μαθη ταῖς· «Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου»· ἀλλ' οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἴρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτὲ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντι διαστέλλεται. δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἥλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω «θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων». τὸ θεολογούμενον γὰρ φῶς ἦν «τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον «ἐρχόμενον εἰς τὸν κόσμον». ἀλλ' ἐπεὶ τὸ «Ἐρχόμενον εἰς τὸν «κόσμον» ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἑρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον.
For it was supposed by some, because of the advantages present in him, that he himself was the Christ. For this reason he says this, in order to abolish wholly such an error. For even if John is a light, yet he is not that light about which the saints say to God: "In your light we shall see light." So that even if John was a light, according to what was said to the disciples, "You are the light of the world," yet he is not that true light. But "true light" is spoken not in contrast to falsehood but to distinguish it from what is by way of image. For truth and the true are sometimes contrasted with falsehood and deceit, and sometimes with an image and a copy. And it is possible to take the perceptible light, and especially the sun, as an image-light, but the intelligible light as the true light—or rather, that which gives light to intelligible things, namely the holy powers. This I think has been spoken by Scripture: "Every good gift and every perfect gift is from above, coming down from the Father of lights." For the light that is theologically understood was "the true light which enlightens every man coming into the world." But since "coming into the world" is spoken ambiguously, being able to signify sometimes the light and sometimes the man, it must be interpreted in both ways. And first, one must take it as the light which enlightens every man coming at the time of his visitation, the man being in the world, as it is said, the light coming into the world to enlighten the man. Then, the true light enlightens every man who comes into the world.
Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτόν (πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτόν, καὶ μάλιστα οἱ ἀπόστολοι), ἐπιφέρει ὁ εὐαγγελι στής· «Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔσχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». οἱ γὰρ πρὸς τὴν πίστιν εἰσαγόμενοι, τάχα δὲ καὶ προκόψαντες, ἐξουσίαν ἔχουσι τέκνα θεοῦ γενέσθαι, τότε γενησόμενοι τοῦτο, οὗ τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅταν τελειωθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει καὶ γνώσει. τίς δὲ ἡ αἰτία, δι' ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι. ἐπειδὴ γὰρ οὐ ταὐτὸν τῷ πιστεῦσαι εἰς τὸ ὄνομα τοῦ φωτὸς τὸ πιστεῦσαι εἰς τὸ φῶς, ἐξουσία δίδοται, τουτέστιν ἐπιτηδειότης πρὸς τὸ γενέσθαι τέκνα, τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. εἰ δὲ μετέλθοιεν διὰ προκοπῆς εἰς τὸ πιστεύειν αὐτῷ ἐκ τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ, οὐκέτι δυνάμει ἀλλ' ἐνεργείᾳ εἶεν ἂν θεοῦ τέκνα. οἱ μὲν γὰρ ἁπλουστέρᾳ καὶ μὴ πάνυ ἠκριβωμένῃ διανοίᾳ συγκατατιθέμενοι τῷ φωτὶ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἱ
Since not all turned away from him (for many of them received him, and especially the apostles), the evangelist adds: "But as many as received him, they had authority to become children of God." For those being introduced to the faith, and perhaps also those making progress, have authority to become children of God, and will then become this, whose authority they have for the present received, when they are perfected in virtue and faith and knowledge. And what the reason is, on account of which they had the authority, he makes clear by writing that it was given to those who believe in his name, that is, clearly, of the light. For since believing in the name of the light is not the same as believing in the light, authority is given—that is, fitness for becoming children—to those who believe in his name. But if they should advance through progress to believing in him from believing in his name, they would no longer be children of God in potentiality but in actuality. For those who assent to the light with a simpler and not very precise understanding believe in his name, while those
δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσεληλυθότες αὐτῷ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ «πιστεύετε «εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε» ἀντὶ τοῦ Καιρὸν ἔχετε μετα βῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν' ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· «Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ «πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν»; Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· «Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ «σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». καὶ ἐπίστησον εἰ δύναται κατ' ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θυσίας. οὗτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται. καὶ ἀνέγκλητον μὲν ἦν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰησοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι.
But those who have come to him with scientific demonstration and articulated understanding believe in him and call upon him. Therefore Jesus, after the great progress of the disciples, says: since "you believe in God, believe also in me," instead of: You have time to advance from believing in my name, so that you may believe in me and the Father. Indeed, at any rate, having expounded to them about the greatest theology, he added as if to all: "Do you not believe that I am in the Father and the Father is in me?" For those who have been born of God, by having believed that Jesus is the Christ and by doing righteousness, have been born of God. But they are not subject to birth from bloods, that is, they do not have their origin from material things. Indeed, at any rate, to Peter, who believed that the Christ is the Son of the living God, it is said by the Savior: "Blessed are you, Simon Bar-Jonah, because flesh and blood did not reveal it to you, but my Father who is in the heavens." And consider whether, according to another conception, a son of bloods can be the one who thinks himself pious and a son of God through offering the perceptible sacrifices according to the law. For these think they please God through slaughters and shedding of blood. And this was blameless to do formerly, but for us no longer, because the blood of Jesus given for us sufficiently serves for justification. But those who do everything to appear righteous to men are also subject to the will of the flesh and to the generation of a man.
θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὗτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ ἐν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ ἐν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρω πίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑπὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστεῦσαι εἰς τὸ ὄνομα αὐτοῦ αὐτῷ πεπιστευκέναι. Τὸ « Ὡς μονογενοῦς παρὰ πατρὸς » νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας· τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ' ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται, οὐκ ἄλλος ὢν τούτων ὧν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονο γενὴς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια». ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ' αὐτῆς, ἀλλ' οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ' ἐνέργειαν οὖσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ' αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονο γενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέ γραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· «Πλήρης «εἰμί». εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησόμενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα.
For by the will of the flesh these men choose to please, circumcising the flesh and wishing to Judaize openly, while neglecting the heart and the hidden Judaism. And those who, under the pretext of human philosophy, abstain from vice but take up virtue, have their birth from the will of a man. And even above these is the one who has been born of God, by his having believed in him after believing in his name. The phrase "as of an only-begotten from a father" suggests to the mind that the Son is from the substance of the Father. For none of created things is from the Father, but they have their being from God through the Word. For if other things also had their existence from the Father, the word "only-begotten" would stand in vain, since there would be many things having their being from the Father. But this one is said to be an only-begotten from the Father, full of grace and truth, not being other than those things of which he is said to be full. For the only-begotten himself says concerning himself: "I am the truth." For that which is filled by truth will be receptive of truth, but the truth is not receptive of truth, since it is in actuality that which it is said to be. And the same things might be said also concerning grace. And it is not paradoxical to say such things concerning the only-begotten, since such things have been recorded also concerning the Father. At any rate, he himself says concerning himself in the prophet: "I am full." And it is likely that this expression was spoken also because of what was to be observed before the coming of the Savior. The law through Moses punished those who sinned, granting pardon to no one for the transgressions of it that were committed.
ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι' εἰκό νων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ' αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ' ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκό νων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραψεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῷ. πλήρης ἄρα ἀληθείας καὶ χάρι τός ἐστιν. Κέκραγεν. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοή σεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει.
Moreover, this law handed down the rites of mysteries through images and shadow-sketches, leading by the hand and preparing for the teaching of Christ those who were guided by them; whence the law is also called a pedagogue unto Christ. Since, therefore, the Savior has come not to punish those who have sinned but to grant forgiveness for what has been done in this way, and to put an end to the teaching, and to give knowledge of the truth in place of images, himself revealing it—or rather, himself being the truth—fittingly he appeared full of grace and truth to those who beheld him. For if he were granting grace to some but not to others, he would not be full of grace; just as if he were putting an end to one part of the shadow but not another part of it, he would not be full of truth. But in fact he circumscribed every shadow and image, and grants forgiveness of all sins to those who flee to him through repentance. He is therefore full of truth and grace. He cried out. Not in the way of utterance but in the intensity of the thought. For he who announces great doctrines ought to utter them with a great voice in accordance with the thought.
ἀκουστέον δὲ τοῦ «Πρῶτος» ἀντὶ τοῦ «Πρότερος». ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ' ἐμὲ ἦλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλλη φθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἰησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ' ἂν καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων ἕπε σθαι τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερ έχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· «Ἔμπροσθέν μου γέ «γονεν», ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ' ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται «Ὁ ὀπίσω μου ὤν», ἀλλ' «Ὁ ἐρχόμενος». εἰ γὰρ ὀπίσω ἦν, οὐκ ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ' οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ' ἂν καὶ ἑτέρως. «Ὅτι, φησίν, ἐκ τοῦ «πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος»· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες «ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος». πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν;
But one must understand "First" in place of "earlier." Nevertheless, what he says is of this sort: Jesus, existing before me and earlier than I, came behind me and after me, not to remain behind me but to become before me. And one must understand his coming behind John according to the time of birth. For John was conceived six months before Jesus was conceived. In this way Jesus, having come behind him, became before him, being shown forth as God and his Creator. But it might also be said thus: everyone who learns seems to follow the teacher, and in this way is said to walk behind him. Since, therefore, the Savior also came to John while he was baptizing, to be baptized, in respect of being baptized by John he is said to come behind the one baptizing, but in respect of having been sanctified and testified to by the Father, he became before the one baptizing, shown forth as more honored and surpassing him. And well did he say: "He has become before me," as though his existence were prior to his becoming. And consider this too, with how much precision it was said. It is not written, "He who is behind me," but "He who comes." For if he were behind, he could not be before him. But it is not impossible that the one who is first should come behind. But it might also be said in another way. "For," he says, "from his fullness we all received, and grace for grace." For again, giving the reason why he became before him though he was first, he added: "For from his fullness we all received, and grace for grace." For how is he not before in respect of preeminence, and first among those being filled, he who fills?
εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ' ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκρι βείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται «Τὸ πλήρωμα αὐτοῦ», ἀλλ' «Ἐκ «τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ' οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ' ἂν αὐτὸ μετὰ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· «Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται». τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· «Καὶ οὔπω ἐφανε «ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ «ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι» τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμ βάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, εἰ μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ πάσης ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰληφέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι «Ἔμπροσθέν μου γέγονεν» οὗ ἔσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ' ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμ βάνοντες τοῦ παρασχόντος αὐτοῖς.
For if he himself perfects and fills with virtue and wisdom those who come to holiness, how is he not first and preeminent among them? But pay attention to the precision of what is written. It does not say "His fullness," but "From his fullness we all received." For those in this life who partake of holiness and of the knowledge of the truth have the knowing in part and the prophesying in part from his fullness, but not his fullness. Yet they might possess it after this present life in the ages to come, according to the apostle: "When," he says, "the perfect comes, the in part will be done away." In harmony with this is what is in the catholic epistle of John: "And it has not yet been revealed what we shall be; but we know that if it is revealed, we shall be like him, because we shall see him as he is" — that is, as it is possible for created beings to know God; for it is not possible to receive "as God himself is." For we shall have something more than the present state, if no longer in part but stripped of all ignorance we approach the purest truth, seeing him as far as is possible. Therefore, because John had received from the fullness of Jesus, he says concerning himself that "He has become before me," of that which I had from his fullness. And the fact that not one but all the saints receive from the fullness of Jesus reveals the preeminence of the one who fills and perfects. For if all the saints were filled not from the whole fullness but from some portion of it, those who receive from the fullness will appear far inferior to the one who provided it to them.
Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ' ἑαυτῶν, ὃ προαιρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ' ἡμῖν γενέσθαι. λεί πεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῷ· «Πρόσθες ἡμῖν πίστιν». ἡ γὰρ λέξις ἡ «Πρόσθες» ση μαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾗ εἶχον προαιρετικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· «Κατ' ἀναλογίαν πί «στεως» τῆς ἐνούσης ἐκ τοῦ ἐφ' ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· «Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι». εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ' ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως εἴρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, ὅταν ἡμῖν
προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος. Διὰ Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ' οὐχ ὑπ' αὐτοῦ, ἀλλ' ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· «Ὁ νόμος Κυ «ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς». πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ «ἐγένετο», τῆς χάριτος δι' ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις.
Of the virtues, some we have from ourselves and from our own resources, which we acquire by choice, and some from God, since we believed in the Savior and his Father as far as it was possible from what lay within our power. It remains for us also to ask what comes from God, just as the disciples of Jesus also say to him: "Increase our faith." For the word "Increase" signifies that they are asking for a God-given faith in addition to the one they had by choice. Indeed Paul also, writing, says: "According to the proportion of faith" that is present from what lies within our power, the gifts of the Spirit are given: "To another is given faith," he says, "in the same Spirit." But if faith is given to someone according to the proportion of the faith he has, it is clear that the God-sent faith comes to the faith that has been perfected by what lies within our power. And what has been said about faith must also be said about the remaining virtues. Since, therefore, virtue is a grace that makes the one who has it gracious, whenever it has been perfected in us by choice, then what comes from God arrives, and this is what it means for grace to be given by God in place of grace. Through Moses the law was given, but not by him, but by God. For the law is God's, according to what is written: "The law of the Lord is blameless, converting souls." Yet even if the law is given through Moses, nevertheless "grace and truth came through Jesus Christ," grace preventing, through the forgiveness of sins, the punishment that comes from the law against sinners, and truth surpassing the shadows and the types. But pay attention also to what will be said.
ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ' ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ «Ὁ ὀπίσω «μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προ φητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ' εἰ καὶ ὀπίσω ἐλήλυθεν, ἀλλ' οὖν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου. Διττοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντιληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔξω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ' οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ.
Since both the law and the prophets extended until John, so that he became the end of the old scripture, after which came the advent of the Savior, it was said very consistently: "He who comes after me has become before me." For since the descent of the Savior was proclaimed beforehand by the law and the prophets, when he came he is said to have come after. But even if he came after, nevertheless by fulfilling the law and the prophets through having revealed their divine character, he has become before, and was shown to be the cause of all that God-inspired scripture, which extended until John the Baptist. Since contemplation is twofold, both sensory and intelligible, the one is apprehensive of bodies and the other of incorporeal things. Therefore we say that both the things that underlie the mind and the things contemplated by it are invisible, not because they are not seen but because they are not naturally capable of being seen. For none of bodies is invisible, even if at some time being outside one's sight it is not seen. For "not being seen" does not signify "invisible," but "not being naturally capable of this." Therefore "not being seen" and "invisible" do not convert with one another. For "not being seen" follows the invisible; for many bodies, although being visible, are not seen, either being covered or because they are not where they happen to be. This distinction being correct, one must understand what was said as concerning the invisible. For not even the highest powers see God, not because of their own weakness but because of God's incorporeality. But neither is he visible to the mind simply, but to the mind that has been freed from all ignorance and evil and matter.
«Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, «ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ' ἀρετὴν προσβάλλει θεῷ καθ' ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς δεῖ. διὸ οὐ καθάπαξ εἴρηκεν· «Θεὸν οὐδεὶς ἑώρακεν», ἀλλὰ μετὰ προσθήκης τῆς «Πώποτε», σημαινούσης χρονικόν τι, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ «Πώποτε» δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ζωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὧν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἷόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ' οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μόνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα. Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀν θρωπίνων, εἰκότως ἀφ' ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα οἰκειότητα γέγραφεν ὁ εὐαγγελιστής· «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ «πατρός». ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει· οὕτω καὶ ὁ θεοῦ υἱὸς ὢν ἐν κόλποις τοῦ γεννήσαντος λέγεται.
For blessed," he says, "are the pure in heart, for they shall see God." And he calls the mind the heart. Whoever has become pure in the manner stated and has been perfected in virtue approaches God insofar as it is attainable. This being so, the mind that is still subject to generation, and for this reason also to time, does not see God as one ought. Therefore he did not say absolutely, "No one has seen God," but with the addition of "at any time," which signifies something temporal, so that what is said is as follows: as long as "at any time" can be said, as signifying something subject to it, the mind is enmeshed in material life. Therefore it cannot see God by an act of thought. And we, from the concepts we form about him and from what we have, think of him dimly as far as possible; but God himself does not have thought about himself through any such means, but by his own intimacy with himself, being himself both the thought and the object of thought. Therefore only the Son knows him, being thought by the Father and thinking the Father. And in a manner corresponding to his being only-begotten God and Son of the Father, "bosom" was used. For since all things concerning the divinity are shown to us, who are human beings, to be unnameable, through human words, the evangelist reasonably wrote, from things we know, to signify the intimacy with the Father: "He who is in the bosom of the Father." For just as it is written of all who are saved and receive the promises of God that they will come into the bosoms of Abraham, meaning nothing other than that he is called father of the faithful, so too the Son of God is said to be in the bosoms of the one who begot him.
καὶ ὥσπερ ἄνθρωποι πιστοὶ ἐν κόλποις πιστοῦ τοῦ Ἀβραὰμ γίνονται, οὕτως καὶ ὁ υἱὸς ὢν ἐν κόλποις. κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ. εἰ δὲ περὶ τῶν προ φητῶν ἢ πατριαρχῶν ἢ ἀγγέλων λέγεται ὡς θεὸν ἑωρακότων, οὐκ ἀντικείμενα ἑαυτῇ φησιν ἡ θεία γραφή. θεὸν γὰρ οὐδεὶς
ὁρᾷ προσ βαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ' ἐπιβολὴν ὄψεως ὁρᾶν λεγό μεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθῆναι ἀπο καλύπτων ἑαυτόν. εἰ γὰρ ἑώρα τις τὸν θεόν, οὕτως ἐθεώρει αὐτόν, ἵν' οὕτως εἴπω, οἷος καὶ ὅσος ἐστίν. ἐπεὶ δὲ μὴ αὐτὸς ὁρᾷ ἀλλὰ θεὸς ἑαυτὸν δείκνυσιν, ὡς οἷόν τέ ἐστιν τοῖς γενητοῖς παρέχει ἑαυτὸν εἰς κατανόησιν· καθὼς καὶ ὁ σωτήρ φησι· «Καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». οὐ γὰρ εἶπεν· ἐκεῖνός με ἴδῃ, ἀλλ' ἐγὼ ἐμαυτὸν ἐκείνῳ ἐμφανίσω· καὶ αὕτη ἐστίν *** 17 Ὁ πρόδρομος κατὰ διαφόρους ἐπινοίας τοῦ σωτῆρος ὑπάρχων· ὡς θεοῦ προφήτης· ὡς φωτὸς λύχνος, προφωτίζων τοὺς ἐν νυκτὶ τῆς ἀγνοίας ὄντας καὶ προεθίζων τῆς ψυχῆς τὸ ὄμμα πρὸς τὸ δυνηθῆναι καὶ τῷ μεγάλῳ φωτὶ προσδραμεῖν· 〚ὡς ἑωσφόρος ἡλίου προάγγελος τῆς μελλούσης ἐφ' ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν〛 ὡς λόγου φωνή· ἀνάγκη γὰρ πρὸ λόγου φωνὴν γίνεσθαι. διό φησιν· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», βοῶντα λέγων τὸν λόγον, ἔρημον δὲ τὴν πρὸς τὴν θείαν διδασκαλίαν ἄγνωστον ψυχήν. πῶς γὰρ οὐκ ἔρημος, στερουμένη θεοῦ λόγου καὶ τῆς δηλούσης αὐτὸν φωνῆς; ἔργον δὲ τῆς φωνῆς σαφηνίζειν τὸ σημαινόμενον, ὅπως ἀσυγχύτως ἐπιβάλλειν δυνηθῶσιν τῷ δηλουμένῳ λόγῳ. τί δὲ προστάττει ἡ τοῦ βοῶντος φωνὴ τῇ ἐρήμῳ;
And just as faithful men come to be in the bosom of faithful Abraham, so also the Son is in the bosom. And "bosom of the Father" must be understood in the same way as the other things said about God in human terms. But if it is said of the prophets or patriarchs or angels that they have seen God, the divine Scripture does not contradict itself. For no one
sees God by applying his own thought, just as we are said to see visible things by an application of sight. But God is also seen by those to whom he judges it right to be seen, uncovering himself. For if anyone saw God, he beheld him thus, so to speak, as and as great as he is. But since it is not he himself who sees, but God shows himself, he offers himself for comprehension to created beings as far as is possible for them; just as the Savior also says: "And I will manifest myself to him." For he did not say, "He shall see me," but "I will manifest myself to him." And this is *** 17 The Forerunner, being in accordance with various conceptions of the Savior: as prophet of God; as a lamp of the light, giving light beforehand to those who are in the night of ignorance and accustoming the eye of the soul beforehand so as to be able also to run to the great light; as the morning star, herald of the sun, signaling the arrival of the day that is about to dawn upon us; as the voice of the Word; for it is necessary that a voice come before the Word. Therefore he says: "I am the voice of one crying in the wilderness," calling the Word the one crying, and the wilderness the soul that is ignorant with respect to divine teaching. For how is it not a wilderness, being deprived of the Word of God and of the voice that makes him known? And the work of the voice is to make clear what is signified, so that they may be able to apply themselves without confusion to the Word that is made clear. But what does the voice of the one crying command the wilderness?
«Εὐθύνατε, φησί, τὴν «ὁδὸν κυρίου». δηλοῖ δὲ ἡ ἔρημος πάντας τοὺς ἀγνοοῦντας τὸν μετὰ τὴν φωνὴν ἐρχόμενον. ὡς γὰρ ὁ βασιλέως προοδεύσας προσ τάττει τοῖς πρὸς οὓς ὁ βασιλεὺς ἔρχεται εὐθεῖαν ποιῆσαι τὴν ὁδὸν τῶν ἐρχομένων πρὸς τὴν τοῦ λόγου διδασκαλίαν, 〚οὕτως ὁ Ἰωάννης τοῦ λόγου. ὡς γὰρ φωνὴ λόγου προτρέχει, οὕτω καὶ τοῦ χριστοῦ, λόγου ὄντος, ὡς φωνὴ ὁ Ἰωάννης.〛 18 Τί δὲ βούλεται τὸ ὑπὸ Ἰωάννου λεχθέν· «Μέσος ὑμῶν ἕστηκεν «ὃν ὑμεῖς οὐκ οἴδατε», οὔπω τότε τοῦ Ἰησοῦ ὄντος ἐκεῖ; ἐν γὰρ τοῖς ἑξῆς λέγεται· «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς «αὐτὸν» ὡς οὐκ ὄντα ἐκεῖ δηλονότι ὅτε ἔφασκε· «Μέσος ὑμῶν «ἕστηκε» μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτός. ᾔδει γὰρ ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. καὶ ἐπεὶ ὑπονοεῖταί τισιν ἐν τῷ μεσαιτάτῳ ἡμῶν εἶναι τὸ διανοητικόν, ὅ τινες ἡγεμονι κὸν καλοῦσιν, ἐκεῖ δέ ἐστιν ὁ λόγος καθ' ὅν ἐσμεν λογικοί, ὁ αὐτὸς ὢν τῇ εἰκόνι τοῦ θεοῦ καθ' ἣν γέγονεν ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ, δεικνὺς ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστὶν ὁ μέλλων ἔρχεσθαι βαπτισθῆναι ὑπ' αὐτοῦ, φησί· «Μέσος ὑμῶν ἕστηκεν» ἀγνοούμενος ὑφ' ὑμῶν· διὰ τοῦτο δὲ ὑμῖν ἀγνοεῖται, ἐπεὶ δέον ἔχοντας αὐτὸν μέσον ἐνεργεῖν τὰ ἐπιβάλλοντα ἠρεμοῦντα αὐτὸν καί, ἵν' οὕτως εἴπω, ἀνενέργητον ἔχετε παρ' ἑαυτοῖς, οὐδὲν πράττοντες ἢ νοοῦντες λογικῶς. ταῦτα περὶ τῆς οὐσίας τοῦ λόγου εἰπὼν συνάπτει ἑξῆς καὶ τὰ περὶ τῆς ἐπιδημίας αὐτοῦ, λέγων· «Ὁ ὀπίσω μου ἐρχόμενος» μετὰ τὸν νόμον καὶ τοὺς προφήτας· ἐγὼ γάρ εἰμι σύμβολον καὶ τέλος ἐκείνων.
Make straight," he says, "the way of the Lord." And the wilderness signifies all those who are ignorant of the one who comes after the voice. For just as a king's advance herald commands those to whom the king is coming to make straight the way of those who are coming to the teaching of the Word, so too John is the voice of the Word. For just as a voice runs ahead of a word, so also John is as a voice of Christ, who is the Word. But what does what was said by John mean: "In your midst stands one whom you do not know," when Jesus was not yet there at that time? For in what follows it is said: "On the next day he sees Jesus coming to him," evidently as not being there when John was saying, "In your midst he stands," bearing witness about the light. For he knew that he was also God the Word; and this one is present to every rational being. And since it is supposed by some that the faculty of thought, which some call the governing principle, is in the very center of us, and the Word is there, according to which we are rational, being the same as the image of God according to which man was made in the image of God, showing that the Word of God is the one who was going to come to be baptized by him, he says: "In your midst he stands," being unknown by you. And for this reason he is unknown to you, because, when you ought to have him in your midst active in what is fitting, you keep him at rest and, so to speak, inactive among yourselves, doing or thinking nothing rationally. Having said these things about the essence of the Word, he next connects also the things about his coming, saying: "The one coming after me" — after the law and the prophets; for I am a symbol and end of those.
ἔρχεται δὲ ὀπίσω μου πληρῶν πάντα τὰ προφητευ θέντα περὶ αὐτοῦ. ὀπίσω γὰρ καὶ μετὰ τὰ προαναφωνηθέντα ὁ προφητευόμενος ἔρχεται· «μέσος δὲ ὑμῶν ἕστηκεν», ὡς ἤδη ἀπο δεδώκαμεν, «οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος». «ἱμάντα δὲ ὑποδήματος» νοήσεις οὕτως. ὁ τοῦ θεοῦ λόγος ἃ εἰς ἀνθρώπους οἰκονομεῖ οὐ γυμνῇ τῇ θεότητι ἐνεργεῖ, ἀλλὰ μορφὴν δούλου λαβών, ὡς τὴν πορείαν αὐτοῦ τὴν κατὰ τὴν ἐνέργειαν τῆς οἰκονομίας κεκαλυμμένην εἶναι. τοῦτο γοῦν καὶ ἐν Ψαλμοῖς περὶ αὐτοῦ λέγεται· «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ «τοὺς πόδας αὐτοῦ». 〚σκοτεινόν τι περὶ τὴν πορείαν αὐτοῦ διὰ τὸ ἀσαφὲς ὑπάρχειν.〛 ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λόγος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόδημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων
καὶ κρύπτων αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν. ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ περισσότερον προφήτου ἔχων, οὗ μηδεὶς μείζων ἐν γεννη τοῖς γυναικῶν, ὁμολογεῖ μὴ ἱκανὸς εἶναι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Εὖ δὲ καὶ τὰ φάναι· «Ὁ αἴρων τὴν ἁμαρτίαν» οὐχ «ὁ ἄρας» ἢ «μέλλων αἴρειν». ἀεὶ γὰρ ἐνεργεῖ τὸ αἴρεσθαι τὴν ἁμαρτίαν τῶν προσφευγόντων αὐτῷ. παρίσταμεν οὖν ἐκ τούτου ὅτι καὶ ᾖρεν καὶ αἴρει καὶ ἀρεῖ, καθ' ἕκαστον καιρὸν ἐφαρμοττομένου τοῦ αἴρειν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν.
But he comes after me, fulfilling all that was prophesied concerning him. For after and following the things foretold, the one who was prophesied comes. "And he stands in the midst of you," as we have already set forth, "whose sandal strap I am not worthy to loose." You will understand "the strap of the sandal" in this way. The Word of God does not work with bare divinity in the things he administers for men, but having taken the form of a servant, so that his course in the activity of his economy is veiled. This, then, is also said concerning him in the Psalms: "And he bowed the heavens and came down, and darkness was under his feet." Something dark attends his course because it is unclear. The strap of his sandal, then—that is, of the darkness about his feet—is the principle of his being hard to comprehend, binding and holding together the sandal about his feet, so that the loosing of the strap is the clarifying and setting forth by reason in what way God took up a body, covering and hiding his power that advances toward the economy. Since, therefore, it is possible for no man to show the manner of the union by demonstration, fittingly the one who has more than a prophet, than whom no one is greater among those born of women, confesses that he is not able to loose the strap of his sandal. And well did he say: "The one who takes away the sin," not "the one who took away" or "the one who will take away." For the taking away of the sin of those who flee to him is always at work. From this, then, we establish that he both took away and takes away and will take away, the taking away being applied to each particular time. And I did not know him.
Ὁ διδάσκων, φησίν, ἐγὼ οὐ κατὰ φύσιν οὐδὲ κατὰ κοινὴν ἀνθρώπων ἔννοιαν ταῦτα περὶ Χριστοῦ εἶπον· οὐ γὰρ ᾔδειν αὐτόν, ἀλλὰ τοῦ πνεύματος τοῦ ἁγίου καὶ τοῦ πατρὸς φανερώσαντός μοι τὰς περὶ αὐτοῦ μαρτυρίας εἶπον. ἀπεστάλην γὰρ μαρτυρῆσαι περὶ τοῦ φωτός, τότε ἀρχὴν τῆς γνώσεως τοῦ μαρτυρουμένου λαβὼν ὅτε ἀπεστάλην. ἐπιχειρητέον δὲ καὶ ἄλλως λῦσαι τὸ ζητούμενον. ἔστιν αὐτὸν κατά τι μὲν ἐπίστασθαι κατά τι δὲ μὴ εἰδέναι. κἂν λέγῃ οὖν περὶ τοῦ σωτῆρος· «Κἀγὼ «οὐκ ᾔδειν αὐτὸν» οὐκ ἀντικείμενα τοῖς ὑπ' αὐτοῦ μαρτυρηθεῖσι λέγει, δηλοῦται δὲ διὰ τῆς λέξεως τὸ πρότερον μὲν ἀγνοεῖν, νῦν δὲ εἰδέναι αὐτὸν τοῦτον, τοῦ θεοῦ φανερώσαντος αὐτῷ. τοῦτο δὲ παρίσταται ἐκ τῶν εὐθέως λεχθησομένων. πάλιν γὰρ αὐτὸς ὁ Ἰωάννης τεθεᾶσθαι λέγει τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατελθὸν ἐπὶ τὸν κύριον. «Κἀγὼ οὐκ ᾔδειν αὐτόν, φησίν, ἀλλ' ὁ πέμψας με «βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα «καταβαῖνον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ υἱός μου. κἀγὼ ἑώρακα καὶ «μεμαρτύρηκα». εἰ τοίνυν καὶ πρὸ τῆς καθόδου τοῦ πνεύματος ἀμνὸν καὶ ἄνδρα καὶ τὸν προφήτην καὶ τὸν χριστὸν καὶ τὸ φῶς τὸ ἀληθινὸν αὐτὸν ᾔδει, ἀλλ' οὖν ἔλειπεν αὐτῷ ἡ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις, καὶ ὅτι αὐτὸς ἐστὶν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ, ἥντινα ἔσχεν ὀφθέντος τοῦ δοθέντος σημείου. τούτων οὖν οὕτως ἐχόντων ζητητέον πῶς λέγει τεθεᾶσθαι τὸ πνεῦμα ὁ Ἰωάννης· οὐ γὰρ θεμιτὸν νομίζειν αἰσθητῶς ὁρᾶσθαι τὸ πνεῦμα νοητὴν ὕπαρξιν ἔχον.
The one who teaches, he says, I did not speak these things about Christ according to nature nor according to the common conception of men; for I did not know him, but it was the Holy Spirit and the Father who revealed to me the testimonies concerning him that I spoke. For I was sent to bear witness concerning the light, receiving then the beginning of the knowledge of the one testified to, when I was sent. But one must attempt also in another way to resolve the question at hand. It is possible to know him in one respect and not to know him in another. So even if he says concerning the Savior, "And I did not know him," he does not say things contrary to what was testified by him, but through the wording it is made clear that previously he was ignorant, but now he knows this very one, God having revealed him to him. And this is established from what will be said immediately next. For again John himself says that he beheld the Spirit descending in the form of a dove upon the Lord. "And I did not know him," he says, "but the one who sent me to baptize in water, that one said to me: On whomever you see the Spirit descending upon him, this is my Son. And I have seen and have borne witness." If, then, even before the descent of the Spirit he knew him as the lamb and the man and the prophet and the Christ and the true light, nevertheless there was still lacking to him the knowledge concerning the Son of God, and that he himself is the one who baptizes in the Holy Spirit, which knowledge he obtained when the given sign appeared. Since these things are so, then, one must inquire how John says that he beheld the Spirit; for it is not permissible to think that the Spirit, which has a intelligible existence, is seen by the senses.
τῷ προκειμένῳ οὖν συνεξετασθήσεται, καθόλου τοῦ προβλήματος γινομένου, τὰ ἐν ταῖς προφητείαις ὁμοιοτρόπως λεχθέντα. πολλοὶ γὰρ τῶν προφητῶν καὶ ἁπαξαπλῶς τῶν ἁγίων ἀνδρῶν ὀπτασίας καὶ ὁράσεις ἑωρακότες ἀνεγράφησαν τεθεωρηκέναι. ἐπειδὴ γὰρ καὶ ἐν ἄλλοις τὸ ἰδεῖν καὶ ὁρᾶν διχῶς ἐτμήθη, εἴς τε τὴν αἴσθησιν καὶ τὴν νόησιν, τὸ μὲν αἰσθητῶς ἑωρακέναι θεὸν τοὺς ἁγίους ἄνδρας ἀδύνατόν ἐστι καὶ συνόλως τὴν τριάδα ἢ τὰ ὑπὸ ταύτην νοητὴν ὕπαρ ξιν ἔχοντα· λείπεται δὲ κατὰ τὴν νόησιν τεθεωρηκέναι αὐτοὺς τὰς ὀπτασίας οὐχ ὡς ἔχουσιν ὑποστάσεως, ἀλλ' ὡς ὁρᾶν δύνανται δι' ἀναλόγου τινός. ἀμέλει γοῦν τοῦ ἁγίου πνεύματος σχῆμα ἢ μορφὴν ἢ συνόλως εἶδος οὐκ ἔχοντος, ὡς περιστερᾶς νόησιν δέχεται, καὶ τοῦ ἁγίου πνεύματος, μεταβατικῶς οὐ κινουμένου, κάθοδον βλέπει γινομένην ἐπὶ τὸν βαπτιζόμενον Ἰησοῦν ἐκ τοῦ οὐρανοῦ. καὶ ὅτι οὐδενὸς τούτων αἰσθητικὴ ἡ ἀντίληψις τὸ ἐπιφερόμενον δηλοῖ· «Ἐφ' ὃν γὰρ ἂν ἴδῃς, φησί, καταβαῖνον καὶ μένον ἐπ' αὐτόν». κατάβασιν μὲν γάρ τινος καὶ αἰσθητικῶς ἔστιν ἰδεῖν, ὅτε σῶμα τυγχάνει. † οὐ μὴν καὶ δι' ὄψεως ἀλλὰ καὶ διὰ νοήσεως ὁρᾶται τὸ κατεληλυθὸς μὲν ἐφ' ὃν κατελήλυθεν· οὐχὶ δὲ καὶ μενόντων ἀντιληπτικὴ ἡ αἴσθησις πρὸς τὸ βεβαιῶσαι τὴν θεωρίαν ταύτην. καὶ δι' ἑτέρας δὲ ἀποδείξεως ῥητέον ὡς οἱ ἕτεροι εὐαγγελισταὶ τὴν κατάβασιν τοῦ πνεύματος ἐπὶ τὸν υἱὸν ἑωρᾶσθαι τῷ Ἰωάννῃ λέ γουσιν, ἰδόντι καὶ ἀνοιχθέντας ἢ σχισθέντας τοὺς οὐρανούς.
Therefore, this will be examined together with what is set before us, since the problem is general, namely the things spoken in a similar manner in the prophecies. For many of the prophets, and simply of the holy men, who saw apparitions and visions, have been recorded as having beheld them. For since in other places seeing and beholding are divided in two ways, into perception and intellection, it is impossible for the holy men to have seen God perceptibly, and altogether the Trinity or the things that have their existence intelligible under it; but it remains that according to intellection they beheld the apparitions, not as they possess subsistence, but as they are able to see through some analogy. At any rate, since the Holy Spirit has no shape or form or altogether appearance, it receives the notion of a dove, and the Holy Spirit, though not moving transitionally, he sees a descent taking place from heaven upon Jesus who is being baptized. And that the apprehension of none of these things is perceptible, what follows makes clear: "Upon whomsoever you see," it says, "the Spirit descending and remaining upon him." For it is possible to see someone's descent perceptibly, when it happens to be a body. † Not only through sight but also through intellection is that which has descended seen upon whom it has descended; but perception is not capable of apprehending things that remain, so as to confirm this vision. And by another proof it must be said that the other evangelists say that the descent of the Spirit upon the Son was seen by John, who also saw the heavens opened or split.
ἄνοιξιν δὲ ἢ σχίσιν οὐρανῶν αἰσθητικῶς οὐκ ἔστιν ἰδεῖν, ὁπότε οὐδὲ τῶν παχυτέρων σωμάτων, ὕδατος καὶ ἀέρος λέγω, ἔστω δὲ καὶ αἰθέρος, εἴ γε ἄλλο παρὰ τοὺς οὐρανούς ἐστι. τὰ γὰρ διερχόμενα διὰ τῶν συνεχῶν σωμάτων, ὅτε μὴ σκληρά ἐστι, διαβαίνει διὰ τούτων, οὐκ ἄλλοθεν αὐτοῖς τῆς ἀνοίξεως καὶ διόδου γινομένης. αὐτὰ γὰρ τὰ διαβαίνοντα ἀνοίγουσιν αὐτὰ ἑνούμενα μετὰ τὴν δίοδον τῶν διαβεβηκότων. διαιρέσεις γοῦν ὕδατος οὐκ ἔστιν ἰδεῖν ἄνευ τοῦ παρεμβεβλῆσθαι
στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι ἂν ὄψει οὐ ρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβηκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τῷ βαπτιστῇ τεθεώρηται. ἐπιστατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ' ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι. ἀποδεικτέον δὲ καὶ τοῦτο οὕτως· τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία. «Ἅγιον γὰρ πνεῦμα «παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων». καὶ ὁ Δαυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων· «Τὸ «πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ». ἐπεὶ οὖν Ἰησοῦς μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἔσχεν ἐν τῷ στόματι αὐτοῦ (περὶ μόνου γὰρ αὐτοῦ εἴρηται· «Τὸν μὴ γνόντα ἁμαρτίαν»), εἰκότως κατελθὸν ἐπ' αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν. ταῦτα δὲ πάντα, τὸ κατελθεῖν λέγω ἐξ οὐρανοῦ τὸ πνεῦμα ἐπὶ τὸν Ἰησοῦν καὶ μεῖναι ἐπ' αὐτόν, οἰκονομίας ἕνεκεν γέγραπται, οὐχ ἱστορικὴν διήγησιν ἔχοντα, ἀλλὰ θεωρίαν νοητήν, ὡς ἤδη εἴρηται.
But an opening or cleavage of the heavens cannot be seen by the senses, since not even of the denser bodies—I mean water and air, and let it be granted also aether, if indeed it is something other than the heavens—can this be seen. For things that pass through continuous bodies, when they are not hard, pass through them, no opening or passage coming to them from elsewhere. For the very things that pass through open them, being united after the passage of those that have passed through. At any rate, divisions of water cannot be seen without a more solid body having been interposed. But if this is so, the opening of the heavens would not fall under sight, for neither is the Holy Spirit that descended from there a body. Therefore these things too were seen by the Baptist in a spiritual manner. And one must attend also to the fact that the Holy Spirit remained upon Jesus alone; for if it had also come down and remained upon another, it would not have been a sign pointing out the one who baptizes in the Holy Spirit. And this too must be demonstrated as follows: the Holy Spirit takes up residence in undefiled and pure souls, not enduring to be where sin is. For the Holy Spirit of discipline will flee deceit and will depart from senseless reasonings. And David, having fallen into some sin, beseeches God, saying: Do not take your Holy Spirit away from me. Since, therefore, Jesus alone did not commit sin, nor was there deceit in his mouth (for it has been said of him alone: The one who did not know sin), fittingly the Holy Spirit, having descended upon him, remained. But all these things—I mean the Spirit's descending from heaven upon Jesus and remaining upon him—have been written for the sake of the economy, not having a historical narrative, but a spiritual contemplation, as has already been said.
ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα· οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ' αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ. καθόλου γὰρ τὰ περὶ τῆς θεότητος νοητῶς ἐκλαμβάνειν προσῆκεν, κἂν ἀνθρωπίνως λέγηται, οἷον τὸ ἵστασθαι καὶ τὸ καθῆσθαι καὶ τὸ ἀναβαίνειν 〚καὶ ὅσα ὅμοια τού τοις γέγραπται περὶ τῆς θεότητος〛. Ἄξιον ζητῆσαι πῶς νῦν μὲν Ἀνδρέας τῇ δευτέρᾳ ἡμέρᾳ ἀπὸ τοῦ βαπτίσματος Ἰησοῦ εὐθὺς εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον Πέτρον, ἀλλαχοῦ δὲ ὁ Ἰησοῦς μετὰ πολλὰς ἡμέρας τοῦ βαπτίσματος εὑρίσκει Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὸν Ματθαῖον. εἰκὸς οὖν πρῶτον τὸν Ἀνδρέαν ἀναγαγόντα τὸν Πέτρον πρὸς τὸν Ἰησοῦν ὠφελεῖσθαι μικρὸν παρὰ τοῦ διδασκάλου, εἶτα μετὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ ἀνακεχωρηκέναι πρὸς τὸ τοῖς ἰδίοις σχολάζειν, τὸν δὲ Ἰησοῦν μετὰ τὴν προτέραν κλῆσιν κεκληκέναι αὐτοὺς ἐπὶ τῷ ἕπε σθαι αὐτῷ διηνεκῶς, ἔχοντας ἐξουσίαν ἀνθρώπους ἁλιεύειν δι' ἧς παρέσχεν αὐτοῖς διδασκαλίας. «Ἔρχεσθε, φησί, καὶ ἴδετε»· τάχα διὰ τοῦ «Ἔρχεσθε» ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ «Ἴδετε» τὴν ἀκολουθοῦσαν τῆς κατορθώσεως τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων γινομένην ἐν τῇ τούτων διαμονῇ. Πέτρον δὲ αὐτὸν κληθήσεσθαι εἶπεν, παρονομασθέντα ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ χριστός· ἵν' ὥσπερ ἐκ σοφίας σοφὸς καὶ ἅγιος ἐξ ἁγιότητος, οὕτως καὶ ἐκ τῆς πέτρας Πέτρος **. ἀποδείκνυται δὲ τοῦτο ἐξ ὧν εἶπεν ὁ σωτὴρ πρὸς τὸν οὕτως ὠνομασμένον·
For the Holy Spirit is inseparable from the Son; for neither is the Son in a place, nor again the Father, so that the Holy Spirit, being moved transitionally from the Father to the Son, should pass over. For in general it is fitting to understand the things concerning the Godhead in a spiritual sense, even if they are spoken in a human way, such as standing and sitting and ascending and whatever similar things have been written concerning the Godhead. It is worth inquiring how now Andrew on the second day after Jesus' baptism immediately finds his own brother Peter, but elsewhere Jesus, after many days from the baptism, finds Peter and Andrew his brother according to Matthew. It is likely, then, that Andrew first brought Peter up to Jesus and was benefited a little by the teacher, then after the benefit to his brother he withdrew to attend to his own affairs, and Jesus after the earlier call called them to follow him continually, having authority to fish for men through the teaching which he provided them. "Come," he says, "and see"; perhaps through "Come" he exhorts them to the practical life, and through "See" he outlines that the contemplation following the right conduct of actions will certainly come to be for those who wish it, occurring in their perseverance. He said that he would be called Peter, named from the rock, which is the Christ; so that just as from wisdom one is wise and from holiness holy, so also from the rock Peter. And this is demonstrated from what the Savior said to the one thus named.
«Σὺ εἶ, «φησίν, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκ «κλησίαν». Τὸ «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν» ἀμφιβόλως εἰρημένον δηλοῖ ὁτὲ μὲν τὸν Ἀνδρέαν εἶναι τὸν ἐξεληλυθότα, ὁτὲ δὲ τὸν Ἰησοῦν. δοκεῖ δὲ μᾶλλον περὶ τοῦ Ἀνδρέα εἶναι τὸ λεγόμενον, ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ Ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· «Ἀκο»λούθει μοι». ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, σοφίᾳ, δικαιοσύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμ βάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ «Οἶκος θηρευτῶν», οἷς [ὁ] Ἰησοῦς εἶπεν· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν «θρώπων». περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· «Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ «θηρεύσουσιν ὑμᾶς». Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρέτ, ἀλλ' ἀντὶ τοῦ «Τὸν Ἰωσὴφ υἱὸν» «τὸν ἀπὸ Ναζαρὲτ» τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον. Τὸ «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» ἤτοι ἀμφιβάλλων, ἆρα ἐκ τῆς Ναζαρὲτ τηλικοῦτον ἀγαθὸν δύναται; ἢ
You are," he says, "Peter, and on this rock I will build my church." The phrase "On the next day he wished to go out into Galilee" is spoken ambiguously and shows that sometimes it is Andrew who has gone out, and sometimes Jesus. But what is said seems rather to concern Andrew, who had gone out into Galilee and found Philip. To this Philip, found by Andrew, Jesus says, "Follow me." And to follow Jesus is to follow the Word, Wisdom, Righteousness, acting and thinking rightly. And Bethsaida is translated into the Greek tongue as "House of hunters," to whom Jesus said, "Come after me and I will make you fishers of men." Concerning such hunters as sent from God, a prophecy in Jeremiah is cited as from the person of God, worded thus: "And behold, I send to you many hunters who will hunt you." But he does not mean to say this, that the prophets wrote in this way, that Jesus would be the son of Joseph from Nazareth, but instead of "the son of Joseph," "the one from Nazareth" — this we have found to be that one about whom Moses in the law and the prophets spoke. The phrase "Can anything good come out of Nazareth?" is either doubting whether such a great good can come out of Nazareth, or
τεθαρρηκότως λέγει, ἐκ τῆς Ναζαρέτ ἐστιν ὄντως ὁ εὑρεθεὶς καὶ ἀληθῶς ἀγαθόν ἐστιν. πρὸς ὃν Φίλιππος· «Ἔρχου καὶ ἴδε» τὸν εὑρεθέντα Ἰησοῦν, τῇ ὄψει αὐτὸν μᾶλλον πληροφορῆσαι ἢ ἀκοῇ περὶ τοῦ εὑρεθέντος βουλόμενος. Καὶ τὸ ὑπὸ Ναθαναὴλ δὲ εἰρημένον πρὸς τὸν Ἰησοῦν οὕτως ἀπέδωκεν «Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· σὺ τοῦ Ἰσραήλ, τοῦ διορατικοῦ γένους, βασιλεὺς ὑπάρχεις». τὸ γὰρ καρδίαν βλέπειν καὶ γινώσκειν τίς δόλον ἔχει ἐν ἑαυτῷ καὶ τίς οὔ, υἱοῦ θεοῦ τυγχάνει καὶ οὐχ ἑνός γε τῶν πολλῶν υἱῶν, ἀλλὰ τοῦ μονογενοῦς, βασιλέως ὄντος τοῦ ἐκλεκτοῦ γένους. τοῦτο δὲ ὁ Ἰησοῦς ἐστί, διὸ καὶ υἱὸς θεοῦ ἦν. Εἶδές με τότε ὅτε ὑπὸ τὴν συκὴν ἐτύγχανον, πρὶν ὑπὸ Φιλίππου κληθῶ. Ἰησοῦς ταῦτα ἀκούσας φησίν· Ἐπειδὴ «εἶπόν σοι ὅτι εἶδόν «σε ὑπὸ τὴν συκὴν πιστεύεις;» μείζονα τούτων ὄψει. μετὰ δὲ τὴν ὡς πρὸς τὸ ῥητὸν σαφήνειαν τὰ πρὸς ἀλληγορίαν ῥητέον. Φίλιππος ἐκ τοῦ ἀκολουθεῖν Ἰησοῦ, ὄντι θεοῦ λόγῳ καὶ θεοῦ σοφίᾳ, θηρευ τικὸς γέγονε τῶν διδομένων ὑπὸ θεοῦ ψυχῶν τοῖς δυναμένοις αὐτὰς ὠφελεῖν. «δόμα γὰρ κυρίου» ἑρμηνεύεται Ναθαναήλ. τούτῳ τῷ δο θέντι αὐτῷ μαθητῇ οὐκ εὐθὺς τὰ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ ἀνακοινοῦται, ἀλλὰ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ λέγων, Ὃν ἀναγινώσκομεν κοινῇ πάντες οἱ Ἑβραῖοι ἐλευσόμενον ἐν τοῖς γράμμασιν Μωσέως καὶ τῶν προφητῶν εὑρήκαμεν, Ἰησοῦν τὸν γεννηθέντα ἐκ τῆς παρθένου ἄνευ καταβολῆς σπέρματος ἀνδρός, ὅστις υἱὸς τοῦ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Μαρίαν χρηματίζει, ἔχων τὴν γένεσιν ἐκ Ναζαρὲτ τοπικῶς. πόλις γὰρ ἡ Ναζαρὲτ τῆς παρ θένου.
He says confidently that the one who was found is truly from Nazareth and is truly good. To him Philip says, "Come and see" Jesus who was found, wishing to convince him by sight rather than by hearing about the one who was found. And what was said by Nathanael to Jesus he rendered thus: "You are the Son of God; you are king of Israel, of the discerning race." For to see the heart and to know who has guile in himself and who does not belongs to the Son of God, and not to one of the many sons, but to the only-begotten, who is king of the chosen race. This is Jesus, and therefore he was also the Son of God. You saw me then when I was under the fig tree, before I was called by Philip. Jesus, hearing these things, says: Since "I told you that I saw you under the fig tree, do you believe?" you will see greater things than these. But after the clarification with respect to the literal sense, we must speak of the things pertaining to allegory. Philip, from following Jesus, who is the Word of God and the Wisdom of God, has become a hunter of souls given by God to those able to benefit them. For Nathanael is interpreted as "gift of the Lord." To this disciple given to him he does not immediately communicate the things concerning the divinity of the Son of God, but speaks of the things concerning his incarnation, whom we all the Hebrews read in common as the one who was to come, and we have found in the writings of Moses and the prophets, Jesus who was born of the virgin without the sowing of a man's seed, who is called the son of Joseph, who was betrothed to Mary, having his origin from Nazareth in a local sense. For Nazareth is the city of the virgin.
ταῦτα παραλαβὼν ὁ μαθητὴς Ναθαναὴλ παρὰ Φιλίππου. ἤδη διδασκάλου αὐτοῦ γεγενημένου, λέγει πρὸς τὸν διδάξαντα· Εἰ ἐκ τῆς Ναζαρέτ ἐστι τὸ εὑρεθέν, ἀγαθόν ἐστι; πρὸς ὃν εὐθέως ὁ Φίλιππος εἰς αὐτὴν τὴν αὐτοψίαν τοῦ πράγματος καλῶν· «Ἔρχου «καὶ ἴδε», οὐ βουλόμενος ἀεὶ τὸν μαθητὴν φωνῶν ἀκροατὴν ὑπάρ χειν ἀλλὰ θεωρὸν τῆς ἀληθείας εἶναι, μετὰ τὴν τῶν λόγων ἀκρόασιν ἐπὶ θεωρίαν σπεύδοντα. τὸν Ναθαναὴλ ἰδὼν ὁ Ἰησοῦς οὐ μόνον κατὰ τὸ βαδίζειν ἀλλὰ καὶ κατὰ προκοπὴν ἐρχόμενον πρὸς τὴν θεωρίαν, μαρτυρεῖ περὶ αὐτοῦ οὕτως προθυμουμένου [ἡ γραφὴ] πρὸς τὴν τῆς ἀληθείας νόησιν· καί φησι τοῖς συνοῦσι· Τοῦτον τὸν ἐρχόμενον ὁρᾶτε; οὐ μόνον αἰσθητῶς καὶ κατὰ σάρκα Ἰσραηλίτης ἐστίν, ἀλλὰ καὶ κατὰ πνεῦμα καὶ νόησιν. νοῦν γὰρ ἔχει θεωροῦντα θεόν· ἐστὶ γὰρ Ἰσραηλίτης ἀληθῶς καὶ οὐ ψευδωνύμως, ἐπεὶ παντὸς δόλου καθαρεύων ἀληθείας φίλος ὑπάρχει. [Τρίτης ἤδη ἡμέρας ἐνεστηκυίας ἀφ' οὗ ὁ Ἰησοῦς ἐβαπτίσθη, γάμου ἐν Κανᾷ τῆς Γαλιλαίας γενομένου, καὶ οὔσης τῆς μητρὸς Ἰησοῦ ἐκεῖ καὶ αὐτὸς ὁ Ἰησοῦς ἐκλήθη ἅμα τῶν μαθητῶν. Καὶ γὰρ ποιητὴς ὢν ὁ Ἰησοῦς τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὐ παραιτεῖται κληθῆναι ἐν γάμῳ, αὐτὸς ὢν ὁ μετὰ τὸ πλάσαι τὴν Εὔαν ἀγαγὼν αὐτὴν πρὸς τὸν Ἀδάμ. διὸ καὶ ἐν εὐαγγελίῳ περὶ τῆς συνόδου λέγει· «Ἃ ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω». ἐντρεπέσθωσαν τοίνυν οἱ τὸν γάμον ἀθετοῦντες αἱρετικοί, Ἰησοῦ εἰς γάμον καλου μένου καὶ τῆς μητρὸς αὐτοῦ οὔσης ἐκεῖ.
Having received these things, the disciple Nathanael from Philip, who had already become his teacher, says to the one who taught him: "If the one found is from Nazareth, is he good?" To him Philip immediately calls him to the very sight of the matter: "Come and see," not wishing the disciple to be always a hearer of words but a beholder of the truth, hastening after the hearing of words to contemplation. Jesus, seeing Nathanael coming not only in walking but also in progress toward contemplation, bears witness concerning him as he eagerly desires [the Scripture] for the understanding of truth; and he says to those present: "Do you see this one who is coming? He is an Israelite not only perceptibly and according to the flesh, but also according to the spirit and understanding. For he has a mind that beholds God; for he is truly an Israelite and not falsely named, since, being pure from all guile, he is a friend of truth." [Now the third day having arrived since Jesus was baptized, a marriage took place in Cana of Galilee, and the mother of Jesus was there and Jesus himself was invited along with his disciples. For Jesus, being the maker of the man and the woman, does not decline to be invited to a marriage, he himself being the one who after forming Eve brought her to Adam. Therefore also in the gospel he says concerning the union: "What God has joined together, let no man separate." Let the heretics who reject marriage therefore be ashamed, since Jesus is invited to a marriage and his mother is there.]
ἐλεγκτέον δὲ καὶ Μανιχαίους λέγοντας μὴ εἶναι τὴν Μαρίαν Ἰησοῦ μητέρα, τοῦ εὐαγγελιστοῦ μαρτυροῦντος ὅτι Ἰησοῦς μητέρα εἶχεν.] 29 Ἔνεστι τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ καὶ ἐκ τοῦ διηγήματος τούτου θεωρῆσαι. ἐπειδὴ γὰρ ᾔδει τοὺς ἐθελοκάκους ἐν Ἰουδαίοις πανούργους ἑτοίμως ἔχοντας πρὸς τὸ κακολογεῖν τὰς Ἰησοῦ δυνά μεις, εἰσάγει τὸν Ἰησοῦν μὴ τοῖς ἑαυτοῦ μαθηταῖς ἀλλὰ τοῖς τοῦ συμποσίου διακόνοις προστάττοντα περὶ τῆς τοῦ ὕδατος ἀντλήσεως· 〚εἰπόντων ἂν τῶν διαβόλων, εἰ οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἀντλήσαντες ἦσαν τὸ ὕδωρ, Οἴνου ἐπλήρωσαν τὰς ὑδρίας ὑποκρινόμενοι αὐτὰς ὕδατος πεπληρωκέναι. ταύτῃ τῇ ἀκολουθίᾳ κεῖται καὶ τὸ «Ἐγέ «μισαν τὰς ὑδρίας ἕως ἄνω»〛· καὶ ὑπὲρ τοῦ μὴ καταλείπειν σοφι στείας πρόφασιν, 〚οὐ πληρωθεισῶν τῶν ὑδριῶν ὕδατος, οἶνος
ἐπι βληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι〛. Τὸ «Ἐπίστευσαν» ἀντὶ τοῦ «Ἐβεβαιώθησαν» εἴρηται. τὴν γὰρ πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἐπὶ τῆς βεβαιώσεως λέγει. τούτοις οὖν καὶ τὴν δόξαν αὐτοῦ μᾶλλον ἐφανέρωσεν. κτιστοῦ γὰρ καὶ οὐ κτίσματος τὸ οὐσίαν μεταβαλεῖν. οὐ γὰρ ποιότητος ἁπλῶς ἀλλ' οὐ σίας μεταβολὴ τὸ ἐξ ὕδατος οἶνον γενέσθαι. Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ. 〚Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τού τους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.〛 ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ' αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων.
But the Manichaeans too must be refuted, who say that Mary was not the mother of Jesus, since the evangelist testifies that Jesus had a mother. It is possible to observe the evangelist's exactness also from this narrative. For since he knew that the malicious among the Jews, being scoundrels, were ready to slander Jesus' miracles, he brings in Jesus giving orders about the drawing of the water not to his own disciples but to the servants of the banquet; whereas the slanderers would have said, if Jesus' disciples had drawn the water, "They filled the water-jars with wine, pretending that they had filled them with water." In this sequence is also placed the phrase "They filled the water-jars up to the top"; and so as not to leave an occasion for sophistry, if the water-jars had not been filled with water, the wine that was added would have seemed to be thought to have come entirely from water. "They believed" is said instead of "They were confirmed." For he uses "faith" for the most part rather in reference to confirmation. To these, then, he also revealed his glory more clearly. For it belongs to the created and not to the uncreated to change substance. For the change from water into wine is not a change of quality merely but of substance. And after this he went down to Capernaum, he and his mother and his brothers and his disciples. It is inquired by many concerning Jesus' brothers how he had these, since Mary remained a virgin until her death. He did not have brothers by nature, neither did the virgin bear another, nor was he himself from Joseph.
νόμῳ τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελ φοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ καθ' ὁμολογίαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν. 〚τοῦτο γὰρ ὁ Μωϋσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπι βαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ' ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον, ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει〛, ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει. [Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἦν ἡ καλουμένη Πάσχα, ὑπερ κειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑορταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἦγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὁ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἀλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς Ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς πωλεῖσθαι ἐκεῖ ὥσπερ ἐν ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής.
By the law, then, they were called his brothers, being sons of Joseph from a wife who had died previously; and since by common consent Mary was reckoned his wife. For this the law of Moses teaches, bringing the penalty of adultery upon the one who approaches a betrothed virgin; for it is added, "Because they humbled their neighbor's wife, they shall die." If, then, the law calls the virgin betrothed to him the wife of Joseph, consequently, according to such an ordinance, those from Joseph are called brothers of Jesus, even if he himself is not from him. Of the three public festivals handed down to the Hebrews by the great hierophant Moses, one was the so-called Passover, surpassing the other two in that it signifies the salvation from Egypt and the passage to the holy land. At this festival, then, the whole nation of the Jews hastened to Jerusalem from all the cities and villages. For in this city alone it was handed down by the law that the Passover be sacrificed. And the three festivals were called after the God who legislated them. But since the Jews no longer conducted the festivals according to the ordinance but according to their own desires and pleasures, the evangelist says it is not the Passover of God but of the Jews. For no longer for the sake of worship but for the sake of luxury did they come to Jerusalem. For everything for feasting was brought into it from all the surrounding places and was sold in the house of God. For the evangelist said that oxen and sheep and doves were sold there as in some marketplace.
ἀλλ' ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπι κομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανείζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοι γαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέ θαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ' αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» Δυνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] 33 Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ. οὗτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὧν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ τοῦ βάθους τῆς διανοίας πάντα.
But since it happened that they did not bring with them enough money when they came to the festival, certain money-changers devised to set up tables there and to exchange coin, that is, to lend, taking gold pieces from those who needed silver, since they had come to get drunk and live luxuriously rather than to keep festival. So then, while the whole nation of the Jews was there and devoting itself to drunken revels, Jesus entered the house of God and drove them all out from there, having only a whip made of cords. And this would not have been accomplished if he were any ordinary man and one who undertook to do this; for he cast out not only the rest of the crowd from the house but also those very ones who were selling the things for the feast. Let no one suppose that this is less than the other wonders. For it was not possible without divine power for one man to cast out so great a crowd, and especially men who were savage and murderous against him. At any rate, the Jews themselves, astounded at the daring deed, say in what follows to him: "What sign do you show us that you do these things?" Meaning, by power, how great you are and what manner of piety you are able to accomplish, that you do such things, daring alone to drive out a whole populous nation? 33 But they believed not in him, but in his name. These have neither a firm nor a perfect knowledge, concerning whom it has also been said in what precedes, but one that can very easily fall away. Therefore he did not entrust himself to them either, because he knew all things not superficially but from the depth of their mind.
τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ' Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα οἶδεν, τὸ κρυπτὸν καταλαμβάνων τοῦ νοῦ. 〚περὶ μόνου γὰρ θεοῦ λέγεται τὸ «Ὁ τῶν κρυπτῶν γνώστης καὶ εἰδὼς πάντα πρὶν γενέ «σεως αὐτῶν».〛 καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ' ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. οὐ γὰρ εἴρηται γινώσκειν τὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἐγίνωσκεν μὴ ἐμ μένοντας αὐτοὺς ἐν ᾗ εἶχον εἰς τὸ ὄνομα αὐτοῦ πίστιν, οὐκ ἐπί στευσεν ἑαυτὸν αὐτοῖς. ἐκ σημείων γάρ, ἀλλ' οὐκ ἐκ νοήσεως τῆς περὶ θεοῦ ἐπεπιστεύκεισαν. διὸ καὶ ταχέως μεταπίπτειν ἠδύναντο ἀπατηθησόμενοι παρ' ἑαυτῶν ἢ παρ' ἑτέρων σοφιζομένων αὐτοὺς μὴ ἄρα τὰ σημεῖα οὐκ ἀληθῶς ἢ οὐκ ὀρθῶς γέγονεν. ἀλλ' οὐκ εὐεξαπάτητος ὁ πιστεύων εἰς αὐτὸν παρὰ θεοῦ διάληψιν ἔχων. Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ' ἑαυτοῦ, ἀλλ' οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι «Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος», καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· «Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, «ἐὰν μὴ ᾖ ὁ θεὸς μετ' αὐτοῦ».
For to know certain people from their deeds and words is possible even for a mere human being. But Jesus, not being a mere human being, but God become man, knows all things, grasping the hidden things of the mind. For it is said of God alone: "He who knows hidden things and knows all things before their coming into being." And since Jesus, being God, knows the hidden things of the heart, he has no need to receive testimony from man, knowing what is in man. For it is not said simply that he knows man, but what is in man. And since he knew that they were not remaining in the faith which they had in his name, he did not entrust himself to them. For they had believed on the basis of signs, and not on the basis of understanding concerning God. Therefore they could also quickly fall away, being deceived by themselves or by others who made them clever, lest perhaps the signs had not truly or not rightly occurred. But the one who believes in him, having a conception of him from God, is not easily deceived. Among the many who had believed in the name of Jesus, Nicodemus must also be reckoned, being one of the Pharisees and a ruler of the Jews. At any rate, he considered Jesus to be a teacher having God with him, but not that he was God, as his own words indicate, when he said, "You have come from God as a teacher," and as if bringing forward the truth of his knowledge concerning the teacher, he next says: "For no one can do these signs which you do unless God is with him.
ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾧ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ', ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ' Ἑβραίοις «Ὁ διῃρημένος». ἐπεὶ οὖν καὶ οὗτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ παντὸς ἔθνους τῶν Ἰουδαίων, ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν. Τὸ «Ἄνωθεν» ὁτὲ μὲν «ἐκ τῶν ἄνω» καὶ «ὕψωθεν», ὡς τὸ «Ὁ «ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν», ὁτὲ δὲ τὸ «αὖθις», ὡς ἐν τῷ «Οἷς ἄνωθεν δουλεύειν θέλετε», τουτέστιν «αὖθις». γίνεται δὲ ἡ ἄνωθεν γέννησις, περὶ ἧς ὁ σωτὴρ διδάσκει, ἐξ ἀναλήψεως ἀρετῆς καὶ τηρήσεως τῶν ἐντολῶν αὐτοῦ. φησὶ γὰρ πρὸς τοὺς μαθητάς· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων «ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». πλὴν εἰ καὶ ἐσφαλμένως ὁ Νικόδημος ἀπήντησε τοῖς εἰρημένοις, ἀλλ' οὖν ἔχει τι ἀληθὲς τὰ ὑπ' αὐτοῦ λεχθέντα, εἰ καὶ μὴ αὐτὸς ἐνενόει αὐτά.
Therefore the evangelist accordingly recorded his approach as having taken place by night, since he came at such a time when he was likely to escape the notice of the many Pharisees, of whom he was one. Or rather—which is indisputable—for this reason he came by night, because, having ignorance concerning God, to whom he was approaching, he had not yet been enlightened. For the sun of righteousness had not risen upon him, the maker of the intelligible day, whose love Abraham also had received and was prepared to see it, and having seen it, rejoiced. Now Pharisees are men who pursue the preeminent rank and sect in Judaism, professing a rigorous life and exactness in the law and the prophets. Therefore they are for the most part bold and arrogant. Hence they also received this name. For Phares among the Hebrews means "the one who is divided." Since, then, these also divide themselves from every nation of the Jews, as surpassing in understanding and life, they wish to be called after Phares. "From above" sometimes means "from the things above" and "from on high," as in "He who comes from above is above all"; and sometimes it means "again," as in "To whom you wish to be enslaved again," that is, "again." Now the birth from above, about which the Savior teaches, comes from the taking up of virtue and the keeping of his commandments. For he says to the disciples: "Love your enemies and pray for those who persecute you, so that you may become sons of your Father who is in the heavens." But even if Nicodemus responded mistakenly to what was said, nevertheless what he said has something true, even if he himself did not understand it.
ἀληθῶς γὰρ οὐδεὶς καταμένων ἐν τῷ ἄνθρωπος εἶναι ὡς γηρᾶν ἐν τῇ ἀνθρωπίνῃ καταστάσει τὴν κατὰ πνεῦμα καὶ ἄνωθεν γέννησιν δέξασθαι δύναται. ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν. ὅθεν ὁ τῆς ἀληθείας διδάσκαλος γράφει τοῖς προθυμουμένοις ἐπὶ τὴν θείαν γέννησιν ἐλθεῖν ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἵνα τούτου ἀποβληθέντος ἐνδύσωνται τὸν νέον «ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν «δικαιοσύνῃ», ᾧ ἕψεται, ὡς ἄνωθεν γεννηθέντι, ἐν καινότητι ζωῆς περιπατῆσαι. ἐπὶ ταύτην τὴν γέννησιν παρορμῶν ὁ Ἰησοῦς τοῖς γνωρίμοις ἔλεγεν· «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ «μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». πρόσχες καὶ τούτου τὴν ἀκρίβειαν. τὰ μὲν παιδία οὐκ ἀμύνεται τοὺς ἠδικηκότας, οὐ
λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βεβαιότητος τοῖς οὖσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει τὰ παιδία ἐξ ἡλικίας. ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες. κἂν τοίνυν ὁ Νικόδημος σὺν ἀμαθίᾳ τὰ προκείμενα εἶπεν, ἀλλ' οὖν ἐν τοῖς λόγοις αὐτοῦ κείμενόν τι ἀληθὲς ἠγνοεῖτο αὐτῷ. Τὸν τρόπον τοῦ πῶς ἔστι «γεννηθῆναι ἄνωθεν» ἑρμηνεύων ὁ σωτὴρ λέγει·
For truly no one who remains in being a man, so as to grow old in the human condition, can receive the birth according to the Spirit and from above. For just as no one who remains unjust and unbelieving can be born according to righteousness and faith, so no one who remains in human things and grows old in them is able to receive the birth that renews. Therefore the teacher of truth writes to those who are eager to come to the divine birth, to put off the old man with his deeds, so that when this has been cast off they may put on the new man, who was created according to God in righteousness, whom it follows, as one born from above, to walk in newness of life. Urging them on to this birth, Jesus said to his acquaintances: Unless you turn and become like the children, you will certainly not enter the kingdom of heaven. Note also the precision of this. Children do not retaliate against those who have wronged them, they are not grieved at the loss of pleasant things, they do not cling with firmness to things that are agreeable. He wishes us, then, to be such by disposition as children are by age. For those are such not by reason, but those who become like them at Jesus' command strive by reason and a most excellent habit to be found so disposed. And so, even if Nicodemus spoke the things set before him in ignorance, nevertheless something true that lay in his words was unknown to him. Interpreting the manner of how it is possible to be born from above, the Savior says:
Ἐπεὶ πρόκειται εἰσιέναι εἰς τὴν τοῦ θεοῦ βασιλείαν, τυχεῖν δὲ τούτου ἀδύνατον μὴ γεγεννημένον ἐξ ὕδατος καὶ πνεύματος, ἀκολουθεῖ τὸ γεννηθῆναι ἄνωθεν τῷ ἐξ ὕδατος καὶ πνεύματος γεν νηθῆναι. γεννᾶται δὲ ἐκ πνεύματος ὁ κατ' αὐτὸ ποιηθείς, ἅγιος καὶ πνευματικὸς ἐξ αὐτοῦ γινόμενος. εἶτ' ἐπεὶ μὴ ἐκ μόνου τοῦ πνεύματος ἀλλὰ καὶ ἐξ ὕδατος γεννᾶται ὁ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσερχόμενος, ἀκόλουθόν ἐστι καὶ περὶ τοῦ ὕδατος ἐκ τῆς γραφῆς τι θηρεῦσαι. καὶ ὅρα μὴ ἄρα ἐπινοίας μόνης ἀλλ' οὐχ ὑποστάσεως δια φορὰν ἔχει πρὸς τὸ πνεῦμα. φησὶ γὰρ μεθ' ἕτερα ὁ σωτήρ· «Ὁ «πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας «αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος «οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ζῶν ποταμῶν δίκην ἐκπορευόμενον ἐκ τοῦ πιστεύοντος, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος σοφὸς ἐκ σοφίας, οὕτω καὶ ἐκ τοῦ πνεύματος ἅγιος καὶ πνευματικός· καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος καὶ πρὸς καρποφορίαν ποτιζόμενός τις γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. ἄλλος δέ τις ἐρεῖ ὕδωρ ἐνταῦθα εἰρῆσθαι τὴν καθαρεύουσαν διδασκαλίαν τὴν ψυχήν, ἥτις καὶ αὐτὴ συντελεῖ πρὸς τὸ γεννηθῆναι ἄνωθεν. περὶ τούτου τοῦ καθαρισμοῦ, γινομένου ἐκ θεϊκῆς παιδεύ σεως, ὁ ὑμνῳδὸς ἔλεγε πρὸς τὸν θεόν· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα «λευκανθήσομαι». 〚καὶ πρὸς τὴν τοῦ Ἰσραὴλ πληθὺν ὁ Ἱερεμίας φησίν· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα «σωθῇς·
Since the kingdom of God is set before us as our destination, and it is impossible to attain this without being born of water and spirit, it follows that being born from above is consequent upon being born of water and spirit. And he who is made according to the Spirit is born of the Spirit, becoming holy and spiritual from it. Then, since the one who enters the kingdom of God is born not from the Spirit alone but also from water, it follows that we should also hunt out something from Scripture concerning the water. And see whether it differs from the Spirit merely in conception and not in substance. For the Savior says elsewhere: "He who believes in me, as the Scripture said, rivers of living water will flow from his belly. This he said concerning the Spirit whom those who believed in him were about to receive." For if it is said concerning the Spirit that it goes forth like living water in the manner of rivers from the one who believes, the water will differ from the Spirit only in conception. Therefore, just as one is born from the Savior as wise from wisdom, so too from the Spirit one is born holy and spiritual; and from the water one is born as one being cleansed and watered for fruit-bearing, born of water and Spirit. But someone else will say that water here means the teaching that purifies the soul, which itself also contributes to being born from above. Concerning this cleansing, which comes from divine instruction, the psalmist said to God: "You will wash me, and I will be made whiter than snow." And Jeremiah says to the multitude of Israel: "Wash your heart from wickedness, Jerusalem, so that you may be saved.
ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;» δια λογισμοὺς πόνων αὐτῆς λέγων τοὺς κατὰ κακίαν πεποιημένους, δι' οὓς κολάζεσθαι μέλλει, εἰ μὴ πλυνεῖ ἑαυτὴν τῇ παιδεύσει τῶν γραφῶν.〛 εἶτ' ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο ἁγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου ἐν τῇ θείᾳ διδασκαλίᾳ «Λου «τροῦ παλιγγενεσίας», ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ· ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει. καὶ ὅρα γε οἵου μεγέθους καὶ δυνάμεως ἐστὶν ἐπιστήσας τῇ γενομένῃ παρὰ τοῦ σω τῆρος τοῖς μαθηταῖς αὐτοῦ μυσταγωγίᾳ. φησὶ γάρ· «Πορευθέντες «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ «πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς «τηρεῖν» καὶ τὰ ἑξῆς. εἰ γὰρ μαθητευθῆναι δεῖ πρότερον παραλαβόντα τὰ δόγματα τῆς ἀληθείας, εἶτα τηρῆσαι ἃ ἐνετείλατο αὐτοῖς περὶ τῶν ἠθικῶν ἀρετῶν, καὶ οὕτω βαπτισθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πῶς ἔτι ψιλὸν εἶναι δύναται τὸ ἅμα τούτοις παραλαμβανόμενον ὕδωρ, μετεσχηκὸς ὡς οἷόν τε τῆς δυνάμεως τῆς ἁγίας τριάδος καὶ ἀρετῇ ἠθικῇ τε καὶ διανοητικῇ συνεζευγμένον; σκόπησον δὲ τὸ μέγεθος αὐτοῦ ἐπιστήσας τίνος ἕνεκεν παραλαμβάνε ται. εἰ γὰρ τοῦ εἰσελθεῖν χάριν εἰς τὴν τοῦ θεοῦ βασιλείαν, ὑπερ βάλλει δ' αὕτη τῇ ὑπεροχῇ, πῶς οὐ μέγα τὸ αἴτιον τοῦ εἰσιέναι εἰς αὐτὴν ὑπάρχει; βασιλείαν δὲ θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς νόμους αὐτοῦ τεταγμένως βιούντων.
How long will the reasonings of your toils be within you? He means by "reasonings of her toils" those committed through vice, on account of which she is going to be punished, unless she washes herself by the instruction of the Scriptures. Then, since it is not the soul alone that is called to salvation, but also the body itself, which it uses as an instrument for its own activities, it is fitting that this too be sanctified through what is called in the divine teaching the "washing of regeneration," which is also named divine baptism, no longer mere water; for it is sanctified by a certain mystical invocation. And observe of what greatness and power it is, having attended to the initiation into the mysteries given by the Savior to his disciples. For he says: "Go, make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit, teaching them to observe" and so on. For if one must first be made a disciple by receiving the doctrines of the truth, then observe what he commanded them concerning the moral virtues, and thus be baptized in the name of the Father and of the Son and of the Holy Spirit, how can the water that is received together with these things still be mere water, having partaken as far as possible of the power of the Holy Trinity and being joined with moral and intellectual virtue? Consider its greatness by attending to why it is received. For if it is for the sake of entering into the kingdom of God, and this kingdom surpasses in excellence, how is the cause of entering into it not great? And the kingdom of God must be said to be the state of those who live in an orderly manner according to his laws.
αὕτη δὲ καὶ ἐν οἰκείῳ χώρῳ (φημὶ δὲ τῷ ἐν τοῖς οὐρανοῖς) τὴν μονὴν ἕξει· ἀλλ' ἐπεὶ ἐν ταῦθα μὲν βασιλεία θεοῦ, παρὰ δὲ Ματθαίῳ βασιλεία οὐρανῶν προσηγόρευται, λεκτέον Ματθαῖον μὲν ἀπὸ τῶν βασιλευομένων, ἢ τῶν τόπων ἐν οἷς εἰσὶν οὗτοι, τὸν δὲ Ἰωάννην καὶ Λουκᾶν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ ὠνομακέναι· ὡς ὅταν καὶ ἡμεῖς βασιλείαν Ῥωμαίων
λέγοντες αὐτὴν διὰ τῶν βασιλευομένων σημαίνωμεν, δηλοῦντες αὐτὴν ἢ ἀπὸ τοῦ τόπου † ὅταν τῆς γῆς [αὐτοῦ] ἢ τῆς οἰκουμένης αὐτὴν ἀπαγγείλωμεν. Δηλοῦσιν αἱ λέξεις αὗται νόησιν τοιάνδε. τὸ ἅγιον πνεῦμα μόνοις σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον. οὐ τοπικῶς 〚δὲ τοῦ μακρὰν καὶ τοῦ ἐγγὺς ἀκούειν δεῖ〛, ἀλλ' ὡς ἐνδέχεται περὶ ἀσω μάτων αὐτὰ νοεῖν. 〚αἱ γὰρ τοιαῦται φωναί, καὶ περὶ θεοῦ πατρὸς πολλάκις ἀναγραφεῖσαι, οὐ τοπικὰς σημαίνουσι διαστάσεις〛. ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· «Τὸ πνεῦμα ὅπου θέλει πνεῖ». σημαίνει δὲ τοῦτο καὶ οὐσίαν εἶναι τὸ πνεῦμα. οὐ γάρ, ὥς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ' αὐτοὺς ὑπάρξεως ἰδιότητα. 〚καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα, ἐπήνεγκεν εὐθέως· «Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, «διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ' οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ «Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν» ἐν ταῖς Πράξεσιν εἰρη μένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι.
But this one will also have a dwelling in its own place—I mean the one in the heavens. But since here it is called "kingdom of God," while in Matthew it is called "kingdom of the heavens," it must be said that Matthew named it from those who are ruled, or from the places in which these are, while John and Luke named it from God who rules; just as when we too speak of the "kingdom of the Romans," we signify it through those who are ruled, making it clear either from the place—when we declare it to be of the earth or of the inhabited world. These words indicate a thought of this kind: the Holy Spirit visits only the earnest, being far from the wicked. But one must not understand "far" and "near" in a spatial sense, but as it is possible to think such things concerning incorporeal beings. For such expressions, which are often written even concerning God the Father, do not signify spatial distances. Since, therefore, the Spirit, being alienated from the wicked, fills those who have faith and virtue, it was reasonably said: "The Spirit breathes where it wills." And this signifies that the Spirit is also a substance. For it is not, as some think, an activity of God, not having, according to them, a distinct property of existence. And the apostle too, after enumerating the gifts of the Spirit, immediately added: "But one and the same Spirit works these things, distributing to each one individually just as it wills." But if it wills and works and distributes, then it is at any rate an active substance, and not an activity. Moreover, the statement in Acts, "It seemed good to the Holy Spirit and to us," is not far from willing and purposing.
πρὸς τούτοις καὶ λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· «Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ «γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν «τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· «Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ, φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὗ ἐστὶν ἡ ζώνη «αὕτη οὕτω δήσουσι» καὶ τὰ ἑξῆς.〛 πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευ κέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, οὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι' ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώ ποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ ἐπὶ τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει. Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἁγίου πνεύματος 〚καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας〛. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ' ἕκαστον οὐράνιον. ῥηθείη δ' ἂν πρὸς τοῦτο ὅτι οὐκ εἶπεν ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ «Τὰ ἐπίγεια»· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι.
In addition to these, his words are also recorded in the divine Scriptures, and especially in the Acts of the Apostles: "While they were fasting and ministering to the Lord, the Holy Spirit said: Set apart for me both Paul and Barnabas for the work to which I have called them." And further in the same book: "A certain prophet, Agabus by name, says: Thus says the Holy Spirit: The man whose belt this is, they will bind in this way," and so on. Nevertheless, even if the Spirit blows where it wishes, Nicodemus, not having it in himself—because he had not believed in Jesus as he ought—hearing only his voice, does not know where it goes and where it comes from. And only the voice of it does he hear who encounters the writings of the Spirit without understanding them; while everyone who pays attention to the reading and searches the Scriptures, by understanding them, knows where the way of the Spirit comes from and where it ends—the way it travels through the instruction of the divine oracles. For one who knows the reason for which the Spirit's teaching has been given to men knows where it comes from; but also, having contemplated the purpose and the end for which it has been given, he knows where it goes and rests. It is at least worth asking how the Savior said he had spoken of earthly things—concerning the kingdom of God and the birth from above, and concerning the Holy Spirit, and teaching about being born of him. For none of these is earthly, but each is heavenly. To this it might be said that Jesus did not say, "If I spoke to you of earthly things," but "the earthly things"—calling "earthly" those things that can exist for and be understood by men still dwelling on the earth.
οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ' ἐπουράνια ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται. 〚ὅτι δὲ τὰ τοῖς ἐπὶ γῆς ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον «παρὰ τοῦ πατρὸς τῶν φώτων». τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· «Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς «αἰτοῦσιν αὐτόν.»〛 εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειό τητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθή σεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· «Πῶς ἐὰν εἴπω «ὑμῖν τὰ ἐπουράνια πιστεύσετε»; ὅτι ὁ ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει. Προσετέτακτο δὲ τὸ τοῦ ὄφεως ὑπὸ τοῦ θεοῦ, ὅπως ἔχωσιν εἰδέ ναι οἱ ὑπὸ Μωϋσέως ἀγόμενοι ὅτι ὥσπερ ἀνῃροῦντο ὑπὸ τῶν ἰοβό λων
θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστά ξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ' ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτῳ τοὺς ἀνθρώπους ὑπέβαλον δι' ἁμαρτημάτων; τὸν ἰὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου (οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον ἔχωσι.
For they are not earthly by their own nature, but being heavenly they are given to men by the gift of God. And that the things given to men on earth are from above and are heavenly, James writes: "Every good gift and every perfect gift is from above, coming down from the Father of lights." But he said this having learned it from the Savior, who said: "The Father will give good things from heaven to those who ask him." Then, since of the things supplied by God, some are such as can be comprehended by those who know in part, while others are for those who have reached perfection in the age to come, when that which is in part will be done away with at the coming of the perfect, it was very fittingly said: "If I tell you heavenly things, will you believe?" For he who does not believe in part will not believe the perfect things either. And the serpent was set up by God by command, so that those led by Moses might know that just as they were being destroyed by the venomous beasts because they disbelieved God, who had promised them the land, so they would be saved by gazing intently at the serpent lifted up, on account of God who commanded this to be done. For it was not the nature of the object made, but the one who commanded them that this be done, that provided the cause of salvation for them. And the noetic serpents also subjected men to death through sins, injecting into them the venom of their own wickedness. And indeed, when great death had come upon souls (and this is the death that follows sin), God, being entreated, was pleased that his own Son be lifted up, so that all who through faith look upon him might be delivered from the harm of the noetic serpents and have eternal life.
ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ' ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη. Καὶ ἐκ τοῦ παρόντος ῥητοῦ ἐλέγξαι ἔστι τοὺς λέγοντας τὴν «υἱὸς» προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ τοῦ θεοῦ λόγου. 〚ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν κόσμον ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν ἀληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσά γουσι τῷ θεῷ οἱ λέγοντες· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή «θειάν σου», καὶ πάλιν γέγραπται· «Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον «αὐτοῦ καὶ ἰάσατο αὐτούς».〛 41 Ἐρεῖ δέ τις μὴ πάνυ συνετῶς ἐννοεῖσθαι τὸ ἑρμηνευθὲν ὡς μὴ ἐληλυθότος Ἰησοῦ κρῖναι νῦν τὸν κόσμον, παρατιθέμενος τὸ ἐπι φερόμενον ἑξῆς· «Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς «τὸν κόσμον». καὶ ἐν αὐτῷ τούτῳ τῷ εὐαγγελίῳ Ἰησοῦς λέγει· «Εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθα». λυτέον οὖν τὸ ἐπαπορηθέν. κἂν ἀμφότερα Ἰησοῦς ἐληλυθὼς ποιῇ, τό τε κρῖναι τὸν κόσμον καὶ τὸ σώζειν αὐτόν, ἀλλὰ θάτερον διὰ θάτερόν ἐστιν. εἰς κρίμα γὰρ ἐλήλυθεν εἰς τὸν κόσμον ἵνα σώσῃ αὐτόν (οὐ γὰρ σώζει ἵνα κρίνῃ), καὶ ὥσπερ ἰατρὸς πρὸς κάμνοντα ἔρχεται ἵνα ὑγιάσῃ αὐτόν. τοῦτο γὰρ τέλος τῆς τοῦ ἰατροῦ ἀφίξεως, κἂν ἄλλα τινὰ γίνηται, οἷον τομὴ ἢ καῦσις. οὐ γὰρ προηγουμένως ἐπὶ τῷ τεμεῖν ** ἡ καῦσις, ἀλλ' ἐπὶ τῷ ὑγιάσαι. ἑξῆς ἐπὶ τούτοις τὸ «Ὁ πιστεύων εἰς αὐτὸν «οὐ κρίνεται». ὁ γὰρ διὰ πίστεως ἐπὶ τὴν τελείαν σωτηρίαν φθάσας οὐχ ὑπόκειται κρίσει.
But eternal life is not the common life which also belongs to other living beings, but that which arises from faith and the rest of virtue. And from this present passage it is possible to refute those who say that the title "Son" applies only to the one born of Mary, and certainly not to the Word of God. For behold, the Son of God is the one who was sent into the world. But what was sent into the world was not what was taken from the virgin (for there he was constituted, born of her), but the Word of God, who is truly God and true light. For concerning this same one, those who say "Send forth your light and your truth" bring their petition to God, and again it is written: "God sent forth his word and healed them." But someone not very perceptive will say that what has been interpreted means that Jesus has not come to judge the world now, citing what follows next: "And this is the judgment, that the light has come into the world." And in this very gospel Jesus says: "For judgment I have come into the world." So the difficulty raised must be resolved. Even if Jesus, having come, does both—judging the world and saving it—nevertheless the one is for the sake of the other. For he came into the world for judgment in order to save it (for he does not save in order to judge), just as a physician comes to the sick person in order to heal him. For this is the goal of the physician's visit, even if certain other things occur, such as cutting or cauterizing. For the cutting or cauterizing is not for its own sake, but for the sake of healing. Next after these things comes: "The one who believes in him is not judged." For the one who through faith has reached perfect salvation is not subject to judgment.
ὁ μέντοι μὴ πιστεύσας αὐτοκατάκριτος ὢν ἤδη κέκριται. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Εἰ γὰρ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἶχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι οἱ μὴ πράξαντες αὐτά, 〚ὡς ἂν οἱ τὰς κακίας ἐνεργοῦντες τόπον ἀπολογίας εἶχον, φάσκοντες μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά〛. ἀλλ' ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλανημένης ἀπολογίας φυγαδευομένης κρίσις ἔσται ἐξεταστικὴ τῶν πράξεων καὶ τοῦ φρονήματος [ἐξ] ἑκάστου· ὡς ἀποδεχθῆναι καὶ βασιλείας θεοῦ τυχεῖν τοὺς τὸ φῶς ἀγαπήσαντας, ἐκ τῆς πρὸς αὐτὸ ἀγαπήσεως φῶς καὶ αὐτοὺς γεγενημένους δι' ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς ὡς μισῆσαι τὸ σκότος (τοῦτο δέ ἐστιν ἡ κακία καὶ ἡ ἀσέβεια), τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον θεὸν κολάσεων αἰωνίων πειρασθῆναι· ἐπείπερ σπουδά ζοντες ἔχειν ἔργα πονηρὰ ἐμίσησαν τὸ φῶς, διὰ φανερώσεως ἐλέγχον αὐτῶν τὰ φαῦλα ἔργα· «Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ «τὸ φῶς», οὐδ' ὅλως προσελθεῖν αὐτῷ βουλόμενος, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὄντα πονηρά, κρύπτειν αὐτὰ βουλόμενος ἵνα μὴ παρ' ἄλλους καταγνωσθῇ· ἀλλ' εἰ καὶ οὗτος μισεῖ τὸ φῶς, ἀλλ' οὖν ὁ τῆς ἀληθείας ἐραστὴς ἔρχεται πρὸς τὸ φῶς, φανερωθῆναι θέλων τὰ ἔργα ἃ ποιεῖ ὅτι ἐν θεῷ ἐστιν ἐπιτελούμενα. 〚καλῶς εἶπεν· «Ὁ «τὰ φαῦλα πράσσων» καὶ «Ὁ ποιῶν τὴν ἀλήθειαν», οὔτε «Ὁ πράξας» εἰπὼν οὔτε «Ὁ ποιήσας». ἐγχωρεῖ γὰρ καὶ τὸν
But the one who has not believed, being self-condemned, has already been judged. And this is the judgment, that the light has come into the world and men loved the darkness rather than the light. For if the light had not come into the world, those who did not do the good things would have had ignorance of the good to plead as an excuse, as though those who practice evils had a ground of defense, claiming that they did not know that these things were evil. But since the light has come into the world, with every mistaken defense driven away, there will be a judgment that examines the deeds and the mind of each one; so that those who loved the light are accepted and obtain the kingdom of God, having themselves become light from their love for it through good works and a true mind, so as to hate the darkness (and this is evil and impiety), while those who turned away from virtue and from God who provides it will experience eternal punishments; since, eagerly desiring to have wicked works, they hated the light, because by its manifestation it exposes their base works. For everyone who practices base things hates the light, not wishing to come to it at all, so that his works may not be exposed as being wicked, wishing to hide them so as not to be condemned before others. But even if this one hates the light, nevertheless the lover of truth comes to the light, wishing to make manifest the works which he does, that they are accomplished in God. He spoke well: The one who practices base things and the one who does the truth, saying neither the one who practiced nor the one who did. For it is possible that even the
ποιήσαντα τὸ κακὸν ἀποστῆναι μὲν τῆς κακίας † ἰδεῖν δὲ πρὸς τὸ καλόν· καὶ τὸν τῇ ἀλη θείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον. διὸ εἶπε τὸ «Πράσσων» καὶ τὸ «Ποιῶν». οὔτε γὰρ ἔνεστι περὶ τὴν κακίαν διακείμενον χαίρειν τῷ καλῷ, καὶ ὁ τῆς ἀληθείας ἐραστὴς πάντως ἐστὶ τῶν καλῶν ἐπιθυμητής.〛 τὸ δὲ ἔρχεσθαι καὶ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς οὐ τοπικῶς ἀλλ' ἐνεργητικῶς ἐκλαβεῖν δεῖ, ἐρχομένου πρὸς αὐτὸ παντὸς τοῦ κατ' ἀρετὴν πράττοντος. ὁ γὰρ φαῦλος, ἐνεργῶν τὴν κακίαν, παραιτεῖται φωτὶ συνεῖναι· ἀσυνύπαρκτα γὰρ τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ φῶς καὶ τὸ σκότος· 〚ταὐτὸν δὲ ἐν τούτοις τὸ φῶς καὶ τὸ ἀγαθόν, τὸ σκότος καὶ τὸ κακόν〛. ἀλλ' ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων οἴονται φύσει τινὰς εἶναι ἐν σκότει καὶ ἀγαπᾶν αὐτό, ἐπίστησον τοῖς εἰρημένοις ὅτι αὐτῶν ἕκαστος προαιρέσει ἐν σκότει ἐστὶ καὶ ἀγαπᾷ αὐτό· «Ἠγάπησαν, γάρ φησιν, οἱ ἄνθρωποι † τὸ «σκότος μᾶλλον ἢ τὸ φῶς», ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. οὐ γὰρ διὰ τὸ σκότος εἶναι πονηρὰ ἔχουσιν ἔργα· ἀλλ' ὅτι πονηρὰ ἔχουσιν ἔργα, τὸ σκότος ἀγαπῶσι. καὶ πάλιν οὐ τῷ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς φαῦλα πράττουσιν· ἀλλὰ τῷ φαῦλα πράττειν οὐκ ἔρχονται πρὸς τὸ φῶς. 〚ἐφ' ἡμῖν δὲ τὸ πράττειν τὰ φαῦλα ἢ τὸ φῶς ἀγα πᾶν καὶ ποιεῖν τὴν ἀλήθειαν.〛 43 〚Ἐπειδὴ γέγραπται· «Ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ σκότος «ἢ τὸ φῶς» ζητητέον εἰ ἀμφότερα ἀγαπήσαντες μᾶλλον τὸ σκότος ἠγάπησαν, ἧττον δὲ τὸ φῶς· ὃ καὶ δοκεῖ χώραν ἔχειν ἐπὶ τῶν μήτε ἄγαν φαύλων ἀνθρώπων μήτε κατὰ τὴν ἀρετὴν τελείων.
having done evil, to depart from evil and to look toward the good; and the one who professes to rejoice in the truth sometimes inclines toward the worse. Therefore he said "practicing" and "doing." For it is not possible for one who is disposed toward evil to rejoice in the good, and the lover of truth is altogether a desirer of good things. But "coming" and "not coming" to the light must be understood not spatially but actively, since everyone who acts according to virtue comes to it. For the worthless man, working evil, declines to be with the light; for good and evil, light and darkness, cannot coexist. In these, light and good are the same, darkness and evil are the same. But since those from the heresies think that some are by nature in darkness and love it, consider what has been said: that each of them is in darkness by choice and loves it. "For men loved," he says, "the darkness rather than the light," for their works were evil. For it is not because of the darkness that they have evil works; but because they have evil works, they love the darkness. And again, it is not by not coming to the light that they do worthless things; but by doing worthless things they do not come to the light. And it is in our power to do worthless things or to love the light and do the truth. Since it is written: "Men loved the darkness rather than the light," one must inquire whether, having loved both, they loved the darkness more and the light less; which indeed seems to have a place in the case of men who are neither excessively worthless nor perfect in virtue.
νομίζω δὲ μὴ τοῦτο δηλοῦσθαι, τὸ ἀμφότερα αὐτοὺς ἀγαπῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν, ἢ μᾶλλον τὸ φῶς ἀγαπᾶν, ἀλλὰ τοιαύτην εἶναι τὴν διάνοιαν· αὐτεξούσιοι ὄντες οἱ ἄνθρωποι, τῷ προαίρεσιν ἐλευθέραν ἔχειν, ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν ἀνάπαλιν πεποιήκασιν οἱ ἔχοντες ἔργα πονηρά, ὡς τὸ σκότος ἀγαπῆσαι, μηδαμῶς δὲ τὸ φῶς. συγκριτικῶς δὲ ἀκούειν οὐ χρὴ τοῦ πλεῖον ἠγαπη κέναι αὐτοὺς τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐδ' ὅλως γὰρ αὐτὸ ἠγάπη σαν, μισήσαντες αὐτό. καὶ ὅτι αὕτη ἡ νόησις ὀρθῶς ἔχει ἐξ αὐτοῦ τοῦ προκειμένου παρίσταται. διὰ τοῦτο γὰρ αὐτοὺς ἠγαπηκέναι τὸ σκότος λέγει ἢ τὸ φῶς, ἐπείπερ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς. εἰ δὲ μισοῦσιν αὐτό, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον ὑπὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων, ὡς εἶεν «φιλήδονοι μᾶλλον ἢ φιλόθεοι». καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει δηλοῦται ὅτι μόνην τὴν ἡδονὴν ἀλλ' οὐ θεὸν φιλοῦντες μᾶλλον φιλήδονοι ἢ φιλόθεοι εἴρηνται. καὶ ἐν Ψαλμοῖς δὲ περὶ φαύ λου τινὸς γέγραπται· «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην». οὐ γὰρ ἀμφότερα ἀγαπῶν μᾶλλον τὴν κακίαν ἠγάπησεν.〛 44 Εὐγνωμόνως δεῖ ἀκούειν τὸ «Πάντες ἔρχονται πρὸς αὐτόν» ἀντὶ τοῦ «Πολλοί», καὶ τὸ «Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμ «βάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδόμενον ἐκ τοῦ οὐρανοῦ»· τουτέστιν Οὐ δύναται ἄνθρωπος ἔχειν τι χάρισμα θεῖον, ἐὰν μὴ ᾖ δοθὲν αὐτῷ ἐκ τοῦ οὐρανοῦ. δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις.
But I think that this is not what is being shown—that they, loving both, love the darkness more, or love the light more—but that the meaning is of this sort: human beings, being possessed of free will, because they have free choice, though they ought to welcome the light and flee the darkness, have done the opposite—those who have evil works—so as to love the darkness, and in no way the light. But one must not understand this comparatively, that they loved the darkness more than the light; for they did not love it at all, but hated it. And that this understanding is correct is established from the passage itself. For this is why he says that they loved the darkness rather than the light, since, practicing base deeds, they hate the light. But if they hate it, they do not love the darkness comparatively. For this you will also take what is written by the apostle concerning evil men, that they are "lovers of pleasure rather than lovers of God." For in this expression too it is shown that, loving only pleasure and not God, they are called lovers of pleasure rather than lovers of God. And in the Psalms too it is written concerning some base man: "You loved wickedness above goodness." For he was not loving both and then loved wickedness more. One must understand with good sense the phrase "All come to him" instead of "Many," and the phrase "A person cannot receive anything unless it has been given from heaven"—that is, a person cannot have any divine gift unless it has been given to him from heaven. And the gifts from God are given to those who have been prepared by faith and virtue to receive them.
μάθετε τοίνυν ὡς κἂν ἐγὼ λαβὼν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχω τὸ βαπτίζειν δι' ὕδατος εἰς με τάνοιαν, πολὺ ἀπολείπομαι τοῦ δεδωκότος μοι αὐτό. καὶ ὅτι οὐ νῦν ἀλλὰ πρότερον ταῦτα λέγω, ὑμᾶς ἔχω μάρτυρας ὧν εἶπον τοῖς ἐρωτήσασιν εἰ ἐγώ εἰμι ὁ χριστός. παρῆτε γὰρ λέγοντός μου ὡς τοῦ χριστοῦ πρόδρομός εἰμι, καὶ οὐκ αὐτὸς ὁ χριστός. μὴ προσκοπτέτω δέ τις ὡς οὐκ ὀρθῶς εἰρημένῳ τῷ «Οὐ δύναται ἄνθρωπος λαμβάνειν «οὐδέν». Ἡ λογικὴ οὐσία, ἧς μέρος ἐστὶ καὶ ἡ ἀνθρώπου ψυχή, ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική, εἰ καὶ δεκτική ἐστι τούτων. αὕτη τοιγαροῦν γυναικὸς τρόπῳ ἐξ ἄλλου γεννᾶν πέφυκεν ἃς δύνα ται τίκτειν ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. διὸ νύμφην αὐτὴν ἐρῶ, οὐ τοῦ τυχόντος ἀλλὰ
μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ' ἐστὶ τοῦ Ἰησοῦ, οὗ εἰρήκατε βαπτίζειν, ὑπ' ἐμοῦ μεμαρτυρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν, πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ, ὄντες τῆς οὐσίας τῶν λογικῶν. πλὴν εἰ καὶ νυμφίος ἐκεῖνος, ἀλλ' ἐγὼ φίλος ὑπάρχων αὐτοῦ, ὑπηρέτης ὢν τοῦ βουλήματος αὐτοῦ, οὓς παιδεύω αὐτῷ παραστῆσαι σκοπὸν ἔχω. κἂν τοίνυν γεγόνατέ μου μα θηταί, οὐκ εἰμὶ ὁ νυμφίος, τουτέστιν οὐχ ὁ τέλειος διδάσκαλος. διὸ καὶ ὑμῖν παραινῶ ὥραν ἔχουσι συναρμοσθῆναι τῷ τελείῳ διδασκάλῳ πρὸς ἐκεῖνον γενέσθαι. ὡς καὶ ἐγὼ αὐτὸς ἀκροατὴς αὐτοῦ εὔχομαι εἶναι· χαίρω γὰρ ἀκούων τῆς φωνῆς αὐτοῦ. διὸ καὶ χαρά ἐστιν ἡμετέρα ὅταν οἱ παρ' ἐμοὶ φοιτήσαντες πρότερον τοσαύτην νοητικὴν ἕξιν ἀναλάβωσιν ὡς χωρεῖν τὴν παρ' ἐκείνου διδασκομένην τοῖς ἀξίοις σοφίαν.
Learn, then, that even if I, having received from the Son of God, have the baptism by water unto repentance, I fall far short of the one who gave it to me. And that I say these things not now but earlier, you are my witnesses of what I said to those who asked whether I am the Christ. For you were present when I said that I am the forerunner of the Christ, and not the Christ himself. Let no one take offense as though what was said were incorrect: "A human being cannot receive nothing." The rational essence, of which the human soul is also a part, is not of itself generative of any good things, even if it is receptive of them. This, then, in the manner of a woman, is naturally disposed to give birth from another to the virtues it can bring forth, both practical and intellectual. Therefore I will call it a bride—not of just anyone, but of the one alone who sows good things. And that one is no other than Jesus, whom you said baptizes, who has been testified to by me, to whom you say all come. If you wish, then, also to bring forth good things, go to him. For you are a part of the bride, being of the essence of rational beings. But even if that one is the bridegroom, I, being his friend and a servant of his will, have as my aim to present to him those whom I instruct. And so even if you have become my disciples, I am not the bridegroom—that is, not the perfect teacher. Therefore I also urge you, while you have time to be joined to the perfect teacher, to go to him. As I myself also pray to be his hearer; for I rejoice when I hear his voice. Therefore it is also our joy when those who previously attended my school take on such an intellectual capacity as to be able to receive the wisdom taught by him to those who are worthy.
ἴστε γὰρ ἐκεῖνον ἄνωθεν ἐρχόμενον ἐπάνω πάντων εἶναι βασιλέα τε καὶ παντοκράτορα τυγχάνοντα. εἰ δὲ πάντων ἐπάνω ἐστίν, δῆλον ὅτι καὶ αὐτοῦ ἐμοῦ· ὅθεν αὐξάνειν ἐκεῖνον προσήκει, ἐμὲ δὲ ἐλαττοῦσθαι. 〚εἰς ταύτην τὴν διάνοιαν ληπτέα καὶ τὰ Παύλῳ Κορινθίοις γραφέντα, σύνταξιν ἔχοντα τοιαύτην· «Ἡρμοσάμην ὑμᾶς «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ», νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογ μάτων καὶ ἠθῶν ὀρθότητα. καὶ ἑτέρᾳ δὲ ἐκκλησίᾳ γράφων ὁ αὐτὸς ἀπόστολος μνημονεύσας τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς ἐπιφέρει· «Τὸ «Μυστήριον τοῦτο μέγα ἐστιν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ τὴν ἐκ «κλησίαν», ἵνα ὡς ἐκεῖνοι γονεῖς ἐγένοντο πάντων ἀνθρώπων, οὕτως ὁ χριστὸς καὶ ἡ ἐκκλησία πάντων τῶν ἀγαθῶν ἔργων, νοημάτων τε καὶ λόγων, γεννήτορες ὦσιν.〛 τοῦ τοίνυν ἑρμηνευομένου νυμφίου φίλος ἐστὶν ὁ Ἰωάννης, ἑστηκὼς παρ' αὐτῷ βεβαίᾳ συγκαταθέσει τῷ παγίαν ἔχειν εἰς αὐτὸν τὴν πίστιν, καὶ οὕτως ἑστηκὼς χαρᾷ χαίρει διὰ τὴν τοῦ νυμφίου λαλιάν. ὅθεν ἑξῆς ἐπιφέρει τὸ «Αὕτη οὖν ἡ «ἐμὴ χαρὰ πεπλήρωται» πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων. ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι' ἐμοῦ· ὅθεν ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. καὶ τοῦτο δὲ φρονί μως ἐπιστῆσαι δεῖ, οὐ γὰρ προσλαμβάνων τι αὐξάνει ὁ σωτήρ, οὐδὲ ἀποβάλλων τι ὁ Ἰωάννης ἐλαττοῦται, μένει γὰρ ὁ αὐτὸς ἑκάτερος. νοεῖται δὲ τὸ λεγόμενον οὕτως· ὁ ἑωσφόρος πρὸ τοῦ ἡλίου ἀνατέλ λων ἐπὶ τῷ συνεθίσαι τὰς ὄψεις προσβάλλειν καὶ μείζονι φωτὶ μέγεθος ἔχει ὡρισμένον.
For you know that he who comes from above is above all, being both king and almighty. And if he is above all, it is clear that he is also above me myself; hence it is fitting that he increase, and that I decrease. The things written by Paul to the Corinthians must be understood in this sense, having this arrangement: "I betrothed you to one husband, to present you as a pure virgin to Christ," calling the whole church a bride, being a pure virgin through the correctness of its doctrines and morals. And writing to another church, the same apostle, having mentioned Adam and the woman, adds: "This mystery is great; but I speak concerning Christ and the church," so that just as those parents became the progenitors of all men, so Christ and the church may be the begetters of all good works, thoughts, and words. The friend of the bridegroom who is being interpreted is John, standing beside him with firm assent, by having firm faith in him, and thus standing he rejoices with joy because of the bridegroom's speech. Hence he next adds, "This therefore my joy is fulfilled," when all were going to Jesus. For I have come to bear witness to him, so that all might believe in him through me; hence it is necessary that he increase, and that I decrease. And this too one must wisely observe: the Savior does not increase by taking on anything, nor does John decrease by losing anything, for each remains the same. What is said is understood thus: the morning star, rising before the sun, in order to accustom the eyes to encounter even a greater light, has a defined magnitude.
οὗτος μείζων φαίνεται τοῦ ἡλίου πρώτῃ ὄψεως προσβολῇ· κατ' ὀλίγον δὲ τοῦ ἡλίου φανερουμένου ὁ ἑωσφόρος ἐλαττοῦται, οὐκ ἀποβάλλων τι τοῦ ἰδίου μεγέθους, ἀλλὰ συγκρινόμενος τῷ ἡλιακῷ φωτὶ φανερωθέντι. οὕτως καὶ Ἰωάννης μέγας τις ὑπάρ χει πληρότητι ἁγιότητος. ἦλθεν ὁ Ἰησοῦς ὀπίσω αὐτοῦ κατὰ τὰ προειρημένα, ἐβαπτίσθη, ἐμαρτυρήθη ὑπ' αὐτοῦ. μετὰ τὴν περὶ τού των οἰκονομίαν ἀναδειχθείσης τῆς Ἰησοῦ θεότητος, ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης ἀποδέδεικται. Εἰ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς ἔρχεται ὡς παντοκράτωρ, δῆλον ὅτι ἐπάνω πάντων ἐστίν. οἱ δὲ ὑλικὸν φρόνημα ἔχοντες τὴν εἰκόνα φοροῦσι τοῦ χοϊκοῦ, οἳ καὶ ἐκ τῆς γῆς λαλοῦσι. διὸ καὶ εἴ ποτε δι δασκαλίαν ἐπαγγέλλονται, σοφίαν ἔχουσιν ἣν Ἰάκωβος γράφει, ἐπί γειον, ψυχικήν, δαιμονιώδη. περὶ τῶν τοιούτων καὶ Ἡσαΐας γράφει, ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχο μένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρα κεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχό μενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἔσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ· «Τάδε λέγει Κύριος»· 〚καὶ «Ἐγένετο λόγος Κυρίου πρός με», λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν εἰπών· «Οἱ ἐμοὶ λόγοι «εἴρηνται ὑπὸ θεοῦ.» διὸ γέγραπται· «Πολυμερῶς καὶ πολυτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς
This one appears greater than the sun at the first onset of sight; but as the sun is gradually revealed, the morning star diminishes, not losing any of its own magnitude, but being compared with the sunlight that has been revealed. So also John is great in fullness of holiness. Jesus came after him, according to what was foretold, was baptized, was testified to by him. After the economy concerning these things, when the divinity of Jesus was displayed, the one has been shown to be a slave, the other a master. For if he comes from above and from the Father as almighty, it is clear that he is above all. But those who have a material mindset bear the image of the earthly, and they speak from the earth. Therefore also, whenever they profess to teach, they have a wisdom which James writes of, earthly, soulish, demonic. About such people Isaiah also writes, as being from the earth and speaking from it; while the Word of God who comes from above, being above all, speaks what he has seen and heard. But the prophets too, having the Word who comes from above to them, speak heavenly and divine things—what they saw with the mind and heard with the ears of the inner man. For each of them will say: "Thus says the Lord"; and "The word of the Lord came to me," saying. More clearly concerning this Solomon speaks, having said: "My words have been spoken by God." Therefore it is written: "In many portions and in many ways God, having spoken long ago to the fathers in the
προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν τυγχά «νουσιν, ἐν υἱῷ».〛 ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· καίτοι πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, 〚ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· «Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη «θής ἐστι».〛 πῶς δὲ οἷόν τε εἶναι ἀληθές, λαμβανόντων αὐτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ «Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει»; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ' οὖν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερ χομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ «Ὁ λαβὼν αὐτοῦ τὴν μαρ τυρίαν» τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, *** οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι ὁ παρ' αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ· ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται.
to the prophets, "in the last of these days he spoke to us, who exist at the time of his coming, in a Son." Indeed, at any rate, what he saw and heard, these things he spoke didactically to men. But these things apply to the economy; for concerning the divinity it is not consistent to understand these things. And no one receives his testimony; although many have received his testimony, as John himself again adds, saying: "He who received his testimony has set his seal that God is true." But how is it possible, while some receive his testimony, for "And no one receives his testimony" to be true? The difficulty must therefore be resolved as follows: Jesus, having come from above and speaking what he heard and saw, speaks a most lofty and very great testimony concerning the Father and himself; and no one receives this testimony as he himself speaks it, because the hearers, having only a beginning of receiving, fall far short of the greatness of the testimony. Nevertheless, even if no one is able to receive his testimony in that way, yet it is possible to receive it in the way that those who are just now approaching the faith are able to receive it. Therefore "He who received his testimony" does not conflict with no one having received it, since it is not received in the other way, *** who also, from having received Jesus' testimony, seal by a firm deposit that God is true, having learned that the one sent from God speaks the words of God; since he is not from the earth, nor does he speak from this.
〚οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.〛 48 Εἰ γὰρ καὶ ἄνδρες σοφοὶ θεὸν ἐσχηκότες ἐλάλησαν τὰ τοῦ θεοῦ ῥήματα, ἀλλ' οὖν ἐκ μέρους εἶχον τὸ πνεῦμα τοῦ θεοῦ λέγοντος. «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ' ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ «Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς «λαμβάνει». ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς Ἰουδαίων ἐλάμβανε τὴν [περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ «οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν» λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγειλάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέροις ἀντιγράφοις· «Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα» σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις προσέχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις. Ἐπειδὴ οἱ διὰ πάντων τὸν ἑαυτῶν νοῦν διαστρέφοντες αἱρετι κοί, διαιροῦντες τὴν θεότητα καὶ διὰ τοῦτο τὴν παλαιὰν γραφὴν ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ «Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ», περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ·
For God does not give the Spirit by measure. For even if wise men who possessed God spoke the words of God, nevertheless they had the Spirit of God who speaks only by measure. "I will pour out of my Spirit upon all flesh." But the Savior, sent to speak the words of God, does not give the Spirit by measure. For he does not himself receive it and then supply it to others, but having been sent from above and existing above all, he gives it, being its source. We shall interpret also in another way the phrase "No one receives his testimony." For since the one who searches the Scriptures finds that they testify concerning Christ, none of the Jews who read the Scriptures without examination received the testimony concerning him; only and every one who is able to say, "We have found Jesus, of whom Moses wrote in the law, and the prophets," receives the testimony concerning him and seals that God is true, having beforehand promised the gospel through the prophets. It is also found in other copies: "For he does not give the Spirit by measure," this passage also signifying that the one who was sent does not observe measures, so as to supply sparingly and by measure, and to some few in number, but abundantly and richly to all who are found worthy to receive. Since the heretics who pervert their own mind through all things, dividing the deity and for this reason saying that the old Scripture belongs to another God and positing the new covenant as belonging to another, claim that John spoke concerning himself and the other prophets the words "He who is of the earth speaks of the earth," but concerning Christ and his apostles:
«Ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτοῦ «λαλεῖ», ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογματίζοντας. 〚αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· «Ὁ πέμψας «με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ «πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, † ἐκεῖνός ἐστιν ὁ βαπτί «ζων ἐν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός «ἐστιν ὁ υἱὸς τοῦ θεοῦ». εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γρά φοντος περὶ αὐτοῦ· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, «ὄνομα αὐτῷ
Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ «περὶ τοῦ φωτός».〛 εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου προφῆται ἐκ τῆς γῆς ἐλάλουν, πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· «Αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ «ἐμοῦ». Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πᾶσαν κακίαν μισῶν θεός, περὶ οὗ γέγραπται· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα «ἐξ ἀδικίας»; μισεῖ δὲ ὁ θεὸς τὰ εἴδη τῆς κακίας, ἐφ' οἷς ὁ ἁμαρ τωλὸς χαίρει. ἀγαπᾷ τοίνυν τὸν υἱὸν ὡς τῆς ἀρετῆς παρεκτικόν, ἀφανιστικὸν δὲ τῆς κακίας καὶ φθαρτικόν· διὸ εἴρηται· «Ὁ πατὴρ «ἀγαπᾷ τὸν υἱόν», ἀγαπώμενος ὑπὸ τοῦ υἱοῦ, τοῦ ἀγαπᾶν πάλιν ἀνθρωπινώτερον ἀκουομένου, οὐ μὴν νοουμένου.
For the one whom God sent speaks the words of God. They must be refuted as speaking falsely, or rather impiously, in holding this doctrine. For the Baptist himself says concerning himself: "He who sent me to baptize in water, that one said to me: On whomever you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit. And I have seen and have testified that this is the Son of God." For if the one who sent him to baptize is the Father, speaking to him about the descent of the Spirit, and that the Christ is his Son, how does he who speaks what he heard from the Father of the Christ speak from the earth? At the same time also the evangelist writes concerning him: "There was a man sent from God, whose name was John. This one came for testimony, that he might testify concerning the light." For if even the prophets before John spoke from the earth, how do they testify concerning Christ? As the Savior said concerning their writings: "These are they which testify concerning me." For how would God, who hates all wickedness, not love, concerning whom it is written: "I am God, who loves righteousness and hates robberies from injustice"? And God hates the forms of wickedness, in which the sinner rejoices. He loves the Son, then, as the one who provides virtue and destroys and corrupts wickedness; therefore it has been said: "The Father loves the Son," being loved by the Son, the loving again being heard in a more human way, though not understood so.
εἰ γὰρ δικαιοσύνην ἀγαπῶν ὁ θεὸς οὐχ οὕτως αὐτὴν ἀγαπᾷ ὡς ὁ δίκαιος ἄνθρωπος, ἐπὶ τῷ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ πεποιῶσθαι κατ' αὐτήν, οὕτω τὸν υἱὸν λόγον ὄντα ἀλήθειάν τε καὶ σοφίαν καὶ ἁγιασμὸν ποθεῖ. δυνατὸν δὲ παραστατικὸν οἰκειότητος τοῦ πατρὸς πρὸς τὸν υἱὸν εἶναι τὸ ῥῆμα. νόμος γὰρ φυσικὸς τοῖς γεννῶσιν ἀγαπᾶν τὰ γεννώ μενα. καὶ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων φυσικὴ μὲν διάθεσις ἡ πρὸς τὰ τέκνα, ἄλλως δέ πως γινομένη πρὸς τὰ ἑτέρως ἀγαπώμενα, οὕτω καὶ ὁ θεὸς ἀγαπῶν μὲν τὸν κόσμον ᾗ ὁ θεός, τὸν δὲ υἱὸν ᾗ ὁ πατήρ. διὸ οὐκ εἴρηται «Ὁ θεός», ἀλλ' «Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, «καὶ τὰ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ». τοῦτο δὲ πιστῶς καὶ φρονίμως ἐκλαβεῖν δεῖ. εἰ γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο», ὑπὸ χεῖρα αὐτοῦ τὰ πάντα τυγχάνει κατὰ τὸν τῆς δημιουργίας καὶ προ νοίας λόγον· ἀλλ' ἀπεφοίτησε ταῦτα δι' ἁμαρτίας ἔξω τῆς σκε πούσης αὐτὰ χειρὸς γενέσθαι. ὑπὲρ οὖν τῆς αὐτῶν σωτηρίας δίδωσιν αὐτὰ ὁ πατὴρ ἐν τῇ χειρὶ τοῦ υἱοῦ, οὐ τῷ υἱῷ προσθήκην χαριζό μενος ἀλλ' αὐτοῖς βελτίωσιν. ὡς διδασκάλῳ γὰρ καὶ ἰατρῷ δίδωσιν, ἵν' ἀγνοίας καὶ νόσου, τουτέστι κακίας, ἐκτὸς αὐτὰ ποιήσας ἔχῃ αὐτὰ σκεπαζόμενα καὶ βασιλευόμενα ὑπ' αὐτοῦ, ἤδη αὐτὰ ἔχων ὑπὸ τὴν δραστήριον καὶ προνοητικὴν αὐτοῦ χεῖρα. δείκνυσι δὲ τὴν ἀλήθειαν τούτου τοῦ νοήματος τὸ ἐπιφερόμενον· «Ὁ πιστεύων † τῷ «υἱῷ ἔχει ζωὴν αἰώνιον». εἰ γὰρ ζωὴν αἰώνιον ἔχει ὁ πιστεύων τῷ υἱῷ, δοθεὶς ἐν τῇ χειρὶ αὐτοῦ, ὑπὲρ τῆς ἰδίας σωτηρίας καὶ βελτιώσεως δίδοται, ἀλλ' οὐκ ἐπὶ τῷ πλέον τι ἔχειν τὸν υἱόν.
For if God, loving righteousness, does not love it in the same way as the righteous man does—with a view to having it in himself and being fashioned according to it—in this way he longs for the Son, who is the Word and Truth and Wisdom and Sanctification. And the saying can be a demonstration of the Father's affinity with the Son. For it is a natural law for parents to love their offspring. And just as among men there is a natural disposition toward children, but it comes about in one way toward those loved in one manner and in another way toward those loved differently, so also God loves the world insofar as he is God, but the Son insofar as he is Father. Therefore it is not said "God," but "The Father loves the Son, and gives all things into his hand." And this must be understood faithfully and wisely. For if "all things came into being through him," all things are under his hand according to the principle of creation and providence; but through sin they departed so as to come outside the hand that shelters them. Therefore, for the sake of their salvation, the Father gives them into the hand of the Son, not granting an addition to the Son but an improvement to them. For he gives them as to a teacher and physician, so that, having made them free from ignorance and disease—that is, from wickedness—he may have them sheltered and ruled by him, already having them under his active and providential hand. And what follows demonstrates the truth of this thought: "He who believes in the Son has eternal life." For if he who believes in the Son has eternal life, having been given into his hand, he is given for the sake of his own salvation and improvement, and not for the Son to have something more.
πότε δὲ πληροῦται τὸ δεδόσθαι πάντα ἐν τῇ χειρὶ τοῦ υἱοῦ ἢ ὅτε αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; 51 〚Πολλαχοῦ τῶν γραφῶν〛 αἱ κατὰ τῶν φαύλων τιμωρίαι ὀργὴ λέγονται θεοῦ· ὡς τὸ λεχθὲν περὶ τῶν Αἰγυπτίων ὑπὸ Μωϋσέως· «Ἐξαπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸς ὡσεὶ καλάμην». 〚καὶ Παῦλος περὶ τῶν Ἰουδαίων γράφει· «Ἔφθασεν δὲ αὐτοὺς ἡ «ὀργὴ εἰς τέλος», ὀργὴν λέγων τὰς ἐπελθούσας ἐπ' αὐτοὺς θεηλάτους τιμωρίας. ἀλλὰ καὶ πρὸς τὸν καταφρονοῦντα τῆς χρηστότητος καὶ μακροθυμίας φησί· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα «νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς».〛 οὐ γὰρ νομιστέον πάθος εἶναι θεοῦ τὴν ὀνομαζομένην αὐτοῦ ὀργήν. πῶς γὰρ δυνατὸν πάθος εἶναι περὶ τὸν ἀπαθῆ; ἀλλ' ἐπεὶ μὴ πάσχει θεὸς ἀναλλοίωτος ὤν, ἑρμηνευτέον τὴν λεγομένην αὐτοῦ ὀργὴν καθ' ἃ εἴρηται. Ἐπεὶ σῶμα κατ' ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα, ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν· οὐ τρώσεσι μόνον καὶ τοῖς παραπλησίοις λέγω, ἀλλὰ καὶ τοῖς ἐπιγενομένοις ἐκ σφοδροτάτης 〚καὶ συνεχοῦς〛 κινήσεως καμάτοις. τῷ γὰρ μεσημβρινῷ καιρῷ, ἐν ᾧ ὁ ἥλιος καθά πτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος. ἕκτη γὰρ ὥρα τῆς ἡμέρας ἦν. τοῦτον τὸν κάματον διαναπαῦσαι θελήσας ἐπὶ τῇ οὔσῃ πηγῇ ἐν τῷ προειρημένῳ χωρίῳ τοῦ Ἰωσὴφ ἐκαθέσθη· ἅμα προνοούμενος ὠφελείας τῆς μελλούσης ἐπὶ τῷ ἀν τλῆσαι ὕδωρ ἐκ τῆς πηγῆς
But when is "all things have been given into the hand of the Son" fulfilled, if not when every knee shall bow to him, of things in heaven and on earth and under the earth? In many places of the Scriptures the punishments inflicted on the wicked are called the wrath of God, as what was said concerning the Egyptians by Moses: "You sent forth your wrath, and it devoured them like stubble." And Paul writes concerning the Jews: "But the wrath has come upon them to the end," calling "wrath" the divinely sent punishments that came upon them. But also to the one who despises the goodness and longsuffering he says: "But according to your hardness and impenitent heart you treasure up for yourself wrath on the day of wrath." For one must not suppose that what is called his wrath is a passion of God. For how is it possible for there to be passion in the impassible one? But since God does not suffer, being unchangeable, what is called his wrath must be interpreted in accordance with what has been said. Since he truly had a body composed of the same elements as all human bodies, his body was necessarily subject also to the common afflictions—I mean not only wounds and the like, but also the fatigues that arise from the most intense and continuous motion. For at midday, when the sun is at its height, having completed a longer journey he took on greater fatigue, the moisture of his body being consumed by the scorching heat. For it was the sixth hour of the day. Wishing to rest this fatigue, he sat down at the spring that was in the aforementioned place of Joseph, at the same time providing for the benefit that was to come from drawing water from the spring.
ἔρχεσθαι γυναικός. Ἴσως δ' ἂν ἐπιζητήσειέ τις τὴν αἰτίαν δι' ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα λειπομένων. τοῦ γὰρ νόμου εἰρηκότος· «Ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλογενῶν ἐτόλμων ἅψασθαι, νομίζοντες ἐκ τούτου μολύνεσθαι. ἴσως δέ τις φήσει, ἐνιστάμενος τῷ «Οἱ μαθη «ταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι», λέγων Εἰ ἐν ἐρήμῳ πεντακισχιλίους καὶ τετρακισχιλίους μετὰ καὶ πλήθους γυναικῶν καὶ πολλοῦ ἀριθμοῦ παιδίων ἔθρεψεν, ὁτὲ μὲν ἐκ πέντε, ὁτὲ δὲ ἐξ ἑπτὰ ἄρτων· τί μέγα ἦν τὸ εὐπορῆσαι τοὺς μαθητὰς τροφῆς ἄνευ τοῦ ἀπελθεῖν ἐν τῇ πόλει ἐπὶ ἀγορασίᾳ ταύτης, τοῦ Ἰησοῦ παρασχόντος αὐτὴν τῇ ἰδίᾳ δυνάμει; λεκτέον οὖν πρὸς τοῦτο ὅτι Ἰησοῦς, ἄνθρωπος γεγονώς, εἰ ὡς ἐν ἀληθείᾳ θεὸς πάντα ἐνήργει, ἠγνοήθη ἂν ἄνθρωπος γεγονώς, ὡς ἄν, εἰ πάντα ὡς ἄνθρωπος ἔπραττεν, ἐπεσκιάζετο ἡ θεότης. ὅθεν εἴ ποτε χρεία παραδοξοποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτάσαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν. ὅτε δὲ οὐ πάνυ κατήπειγεν ἐξ ἀπόρων τροφῆς εὐπορίαν παρασχεῖν, ἐπὶ τὸ πρίασθαι ἄρτους ἀπήρχοντο οἱ μαθηταί. εἰ γὰρ ταῦτα τοῦ Ἰησοῦ ποιοῦντος πρὸς ἔνδειξιν τῆς ἀνθρωπότητος καὶ φανέρωσιν τῆς θεότητος 〚πολλοὶ τῷ εὐαγγελίῳ προσέκοψαν τῶν μὲν δοκήσει αὐτὸν ἄνθρωπον ἀλλ' οὐκ ἀληθείᾳ αὐτὸν γεγονέναι ὁρισάντων, τῶν δὲ μόνον ἄνθρωπον ὑπειληφότων αὐτόν·
to come from a woman. Perhaps someone might inquire into the reason why Jews do not associate with Samaritans, which one can find in the third and fourth books of Kingdoms, but also in the second of Paralipomena. For since the law said, "Do not touch what is unclean," they did not even dare to touch the flesh of foreigners, thinking themselves defiled by this. Perhaps someone might object, opposing the statement "His disciples had gone away into the city to buy food," saying: If in the wilderness he fed five thousand and four thousand, along with a multitude of women and a great number of children, sometimes from five loaves and sometimes from seven, what great thing was it for the disciples to obtain food without going into the city to buy it, when Jesus could supply it by his own power? To this it must be said that Jesus, having become man, if he had acted in all things as God in truth, would have been unrecognized as having become man, just as, if he had done all things as a man, his divinity would have been overshadowed. Therefore, whenever there was need of a miracle, he fed many from a little, not so much for the sake of filling them as for revealing his divine power. But when there was no pressing need to provide an abundance of food out of scarcity, the disciples went off to buy loaves. For if Jesus did these things to demonstrate his humanity and reveal his divinity, many stumbled at the gospel—some asserting that he was a man only in appearance and not in truth, while others supposed him to be merely a man.
πόσῳ μᾶλλον, εἰ μηδὲν πρὸς ἀκρί βειαν πέπρακτο καὶ γέγραπτο περὶ φανερώσεως τῆς θεότητος καὶ ἀνθρωπότητος αὐτοῦ, ἔμελλον ἀπατᾶσθαι οἱ μὴ ἀκριβῶς καὶ φρονί μως ἐντυγχάνοντες τῇ περὶ τούτων ἱστορίᾳ;〛 54 Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν ἐθῶν τε καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα σπουδὴν κατεβάλλετο. διὸ καὶ τὸ «Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς «ἡμῶν Ἰακώβ;» ὕδωρ ζῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδὼς τὸ μὲν ἐξᾶραι τὰ Ἰουδαίων καὶ τὸ «Μείζων» εἰπεῖν, αὐτόθι πλῆξαι πρό χειρον ἐπιστάμενος καὶ τότε γυναικὸς διάνοιαν, οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησαυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἧττον τοῦτο κατασκευάζειν δυνα μένων, λεαίνειν δὲ τὴν ἀκοήν, ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπερ οχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων «διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ «ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα». καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι «Διψήσει πάλιν» εἶπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δὲ «Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» τῷ μεγέθει τῆς ἐπαγγελίας † εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν.
How much more, if nothing had been done or written with precision concerning the manifestation of his divinity and humanity, would those who do not read the account of these things accurately and wisely be deceived? The Samaritan woman was making every effort to exalt and set above the Jewish customs and doctrines the tenets of Samaritan belief. Therefore she also retorted, when the Savior promised to provide living water, "Are you greater than our father Jacob?" But the Savior, who knows how to order all things wisely, knowing that to exalt the Jewish side and to say "greater" would strike at once, right there, even the mind of a woman who as yet imagined nothing higher than sensible things—this he stores away in silence, but through other words that were no less capable of establishing this, yet smoothed the hearing, he renders her judgment more receptive. For he does not himself introduce the comparison and the difference in glory, but sends the woman away to infer the surpassing excellence from what would be said. For from this water, he says, the one who drinks "will thirst again; but whoever drinks of the water that I will give him will never thirst forever." And observe the wisdom of the words and their power. The statement "He will thirst again" needed no confirmation from elsewhere, for it had the woman as a self-invited witness; but "He will never thirst forever," by the greatness of the promise, he brought her forward, arousing her by the assurance.
δι' ἀμφοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων «Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώ ματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;» ὥσπερ γὰρ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν καθαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσμὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων. Φρέαρ τοῦ Ἰακὼβ εἶναι πρὸς ἀλληγορίαν τὴν Μωσέως γραφὴν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ τῶν θρεμμάτων 〚ἃ ἦν τοῦ Ἰακώβ· θρεμμάτων〛 πρὸς ἀλληγορίαν λαμβανομένων τῶν τὸ εὐσταθὲς καὶ πρᾶον ἄνευ λόγου ἐχόντων, ἃ καὶ κυρίως ἀγέλας καὶ πρόβατα τοῦ Ἰακὼβ εἶναι ῥητέον. Τοῦ νόμου τοίνυν τοῦ διὰ Μωϋσέως τοῦ ὕδατος ὄντος, πῶς εἶπεν Ἰησοῦς διψᾶν πάλιν τὸν πίνοντα ἀπ' αὐτοῦ; καὶ λεκτέον γε ὅτι ὁ νόμος τοῖς ἀνθρώποις δέδοται, οὐκ ἐπὶ τῷ ἀεὶ κατ' αὐτὸν βιοῦν, ἀλλὰ μέχρι καιροῦ τινός, ὡς τὴν πόσιν τοῦ ἑρμηνευομένου φρέατος διαρκεῖν μέχρι ἀναδείξεως μείζονος ὕδατος. τὰ γὰρ παραγγέλματα τοῦ νόμου μέχρι καιροῦ διορθώσεως ἔκειτο.
But through both, leading them to a higher conception of divine understanding, he all but says: "If you hold Jacob in greater honor and marvelous achievement, because he provided you water from which the one who drinks again returns to the same thirst, what must one think of you who is able to provide water that does not soothe bodily thirst for a short time, but can become for the one who drinks a spring of ever-flowing water, and provide streams of salvation, which irrigate those who draw from them and procure eternal life?" For just as water heals thirst and cleanses the external defilement of the body, so also the intellectual and heavenly streams of Jesus' teaching and the higher conception concerning him heal the thirst that comes from unbelief, and cleanse the soul from the stains that the defilement of sins and the dark reasoning of impious opinions have soiled. The well of Jacob must be said, in allegory, to be the writing of Moses, from which Jacob drank spiritually together with his sons, while the livestock also drank from it—which were Jacob's livestock—the livestock being taken allegorically as those who possess steadiness and gentleness without reason, which must be said to be, in the proper sense, the herds and sheep of Jacob. Since, therefore, the law given through Moses is the water, how did Jesus say that the one who drinks from it thirsts again? And it must be said that the law was given to men, not for the purpose of living according to it forever, but until a certain time, so that the drinking of the well being interpreted might suffice until the revelation of greater water. For the commandments of the law were laid down until a time of correction.
διὸ ὁ πίνων ἐκ τοῦ ὕδατος τοῦ νομικοῦ διψήσει πάλιν, ὄρεξιν ἔχων τοῦ εὐαγγελικοῦ πό ματος. 〚εἰς τοῦτο λήψει τὸ ἐν Ἡσαίᾳ λεχθέν· «Τοῦτο πρῶτον πίε, «ταχὺ ποίει». εἰ γὰρ μὴ ἦν καὶ μετ' ἐκεῖνο πιεῖν, οὐκ ἂν ἐλέγετο· «Τοῦτο πρῶτον πίε». καὶ ἐπεὶ διαδέχεται τὸν νόμον τὸ εὐαγγέλιον, ὁ πίνων τὴν νομικὴν διδασκαλίαν διψήσει πάλιν ἐπὶ τῷ καὶ τὴν εὐαγγελικὴν πιεῖν.〛 τὸ δὲ εὐαγγέλιον ἐπεὶ ἀδιάδοχόν ἐστιν, ὁ πίνων ἐξ αὐτοῦ οὐ διψήσει εἰς τὸν αἰῶνα. 〚»Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρ «ελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» εἶπεν ὁ Ἰησοῦς.〛 τὸν γὰρ πίνοντα τοῦτο τὸ ὕδωρ φησὶν ἐν ἑαυτῷ κτᾶσθαι πηγήν, οὐ τοῦ τυχόντος ὕδατος ἀλλὰ τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου. ὅπερ ἁλ λόμενον εἰς ζωὴν ὕδωρ μετεωρίζει καὶ πρὸς ζωὴν ἀναβιβάζει τὸν ἔχοντα αὐτό, οἷα πηγὴν ἐν ἑαυτῷ. Εἰπούσης τῆς γυναικὸς τὸ παρὰ Ἰησοῦ θέλειν λαβεῖν ὕδωρ, ἐπὶ τῷ στῆσαι τὸ δίψος, ἔχουσα αὐτὸ πηγὴν ἐν ἑαυτῇ, ἔδειξεν αὐτὸ θέ λειν. διὰ γὰρ ταύτης τῆς λέξεως ὡμολόγησε πολὺν κάματον εἶναι τῆς ἀντλείας τοῦ προτέρου ὕδατος, 〚ἀληθεύουσα κατ' αὐτό〛· καὶ γὰρ πολὺν ἔχει κάματον ἡ πρὸς τὸ γράμμα τήρησις τοῦ νόμου. ὁ δὲ σωτὴρ εἰκότως πρὸς αὐτήν· Ἐπεὶ ἀκμὴν περιέχει ᾧ ἀνέθηκας σεαυτὴν νόμῳ ὡς ἀνδρὶ αὐτῷ συνοῦσα, ἀπιοῦσα κάλεσον αὐτὸν ἐπὶ τὸ συμ βαλεῖν τὰ ἐν αὐτῷ γεγραμμένα τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πραττομένοις. οὕτω γὰρ εὑρεῖν δυνήσῃ ὡς ὁ πίνων ἐκ τοῦ προτέρου ὕδατος ἕτερον προσδοκήσει, ὅτι διψήσει πάλιν. τῆς δὲ ἀρνησαμένης μὴ ἔχειν ἄνδρα, ὁ σωτήρ, ἠρέμα τὴν Σαμαρειτικὴν αὐτῆς γνώμην ἐλέγχων, φησίν· «Καλῶς λέγεις ἄνδρα μὴ ἔχειν».
Therefore the one who drinks from the water of the law will thirst again, having a desire for the gospel drink. To this end you will receive what was said in Isaiah: "Drink this first, do it quickly." For if it were not also possible to drink after that, it would not have been said: "Drink this first." And since the gospel succeeds the law, the one who drinks the legal teaching will thirst again, in order also to drink the gospel teaching. But since the gospel has no successor, the one who drinks from it will not thirst forever. "For heaven and earth will pass away, but my words will not pass away," said Jesus. For he says that the one who drinks this water possesses in himself a spring, not of ordinary water but of that which leaps up to eternal life. This water that leaps up to eternal life lifts up and raises to life the one who has it, as a spring within himself. When the woman said she wished to receive the water from Jesus, in order to quench her thirst, having it as a spring in herself, she showed that she wished for it. For through this word she confessed that there is great toil in drawing the former water, speaking truly about it; for the observance of the law according to the letter involves great toil. And the Savior reasonably said to her: Since you are still held fast by the law to which you have devoted yourself, as if living with it as a husband, go, call him, so that he may compare what is written in him with what is said and done by me. For in this way you will be able to find that the one who drinks from the former water will expect another, because he will thirst again. But when she denied having a husband, the Savior, gently refuting her Samaritan understanding, says: "You say well, 'I have no husband.'
οὐ γὰρ ἐξ ὁλοκλήρου συγκατέθου πάσῃ τῇ παλαιᾷ διαθήκῃ, ἥτις ἐστὶν ὁ νόμος, περὶ οὗ γέγραπται· «Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην». τοῦτον δὲ τὸν ἄνδρα μὴ ἔχουσα πέντε ἔσχες, τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη τῆς γραφῆς. εἰ γὰρ πάσῃ τῇ παλαιᾷ συνεβίους, γνωρίζειν ἠδύνω τὸν προσδοκώμενον μετὰ νόμον καὶ προφήτας θεὸν λόγον. τὸ «Πέντε γὰρ «ἄνδρας ἔσχες» ἀνακτέον ἐπὶ τὰ πέντε Μωσέως βιβλία. μόνα γὰρ ταῦτα οἱ Σαμαρεῖται δέχονται. τίς δὲ καὶ ὃν ἔχει παρὰ τοὺς πέντε ἄνδρας ἕκτος, ὅστις οὐδὲ ἀνὴρ αὐτῆς τυγχάνει; λεκτέον τὸν περὶ τοῦ εἶναι προφήτην λόγον. ἤδη γὰρ συγκατετέθειτο τούτῳ, ἀναγκαζομένη ἐκ τῶν λεγομένων, ἀλλ' οὐ κατ' ἀληθῆ συγκατάθεσιν. διὸ ἁρμοδίως εἴρηται καὶ τὸ «Καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ»· οὐ γὰρ γνη σίως αὐτῷ προσελήλυθας. ἐπειδὴ δὲ καὶ τὰ αἰσθητὰ οἱ πέντε ἄν δρες αὐτῆς ἐλέγοντο εἶναι, μεθ' ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως, εὐθυβολώτατα εἴρηται· Καὶ ὃν νῦν δοκεῖς ἔχειν πνευματικὸν λόγον, οὐκ ἀνήρ σού ἐστιν. 58 〚Ὅταν ἀκούσῃς ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν, περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. αὐτὸς γὰρ ἦν ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γεννώμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.〛 59 Τὸ «Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν;» δηλοῖ ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι. ἐνεργείας δὲ μεγίστης τὸ τρέφειν Χριστόν, ἧς οὐκ ἐφθόνει τοῖς βου λομένοις· διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. νομομαθεῖς δὲ
For you did not wholly assent to the entire old covenant, which is the law, concerning which it is written: "The end of the law is Christ for righteousness." But not having this man, you had five, having assented only to the sensible things of the scripture. For if you had lived with the whole old covenant, you would have been able to recognize the God Logos who was expected after the law and the prophets. The phrase "For you had five men" must be referred to the five books of Moses. For the Samaritans accept only these. And who is the sixth whom she has besides the five men, who is not even her husband? One must speak of the account concerning his being a prophet. For she had already assented to this, compelled by what was said, but not with a true assent. Therefore it was fittingly said also: "And now the one you have is not your husband"; for you did not come to him genuinely. But since the five men were said to be her sensible husbands, after which she assented, not accurately, to some intelligible word from Jesus' teaching, it was most aptly said: And the one you now think you have as a spiritual word is not your husband. When you hear that salvation is from the Jews, hear what was said concerning the one who says these things. For he himself was the expectation of the Gentiles, the one born of the seed of David according to the flesh. The phrase "Has anyone brought him something to eat?" shows that he accepted the ministries of those who offered, although he was able to nourish and not be nourished. But to nourish Christ is a work of the greatest power, which he did not begrudge to those who wished it; therefore he also assigned the same to the disciples. But those learned in the law
καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπασαν μὴ ἄρα ὡς τῷ Δανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀμβακούμ, καὶ τῷ Ἠλίᾳ ἐν τῇ ὁδοιπορίᾳ τροφὴ ἐδίδοτο ὑπ' ἀγγέλου καὶ ὑπὸ κοράκων, οὕτω καὶ τῷ Ἰησοῦ τροφὴ ἠνέχθη. ὅμως εἰ καὶ περὶ αἰσθητῆς τροφῆς οἱ μαθηταὶ ὑπε νόησαν, αὐτὸς φανεροποιεῖ περὶ ποίας τροφῆς ἀπήγγελκεν αὐτοῖς. εἶπον δὲ τὸν καιρὸν αὐτοῦ τροφῆς εἶναι ἐκ τῶνδε· ἕκτης ὥρας τῆς ἡμέρας οὔσης ὁ Ἰησοῦς ἐν τῇ πηγῇ καθεσθεὶς διελέχθη τῇ Σαμαρεί τιδι, τῶν μαθητῶν ἐπὶ τῷ ἀγοράσαι τροφὰς ἀπεληλυθότων, ὡς λοιπὸν στοχαζόμενον εἰπεῖν ἑσπέραν τῆς ἡμέρας εἶναι. οὗτος δὲ τῆς τροφῆς ὁ καιρὸς τῶν μάλιστα μὴ προηγουμένως τροφὴν μεταδιώκουσιν ἀλλὰ τὴν τῶν προσερχομένων ὠφέλειαν. Πατρίδα αὐτοῦ τὴν Ἰουδαίαν καλεῖ, ἣν καὶ διὰ τοῦτο καταλέλοιπε. τὴν γὰρ αἰτίαν τῆς ἐπὶ τὴν Γαλιλαίαν ἀφίξεως ἀποδιδοὺς ὁ εὐαγγελιστὴς γράφει, ὅτι «Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει». 〚φέρεται ἡ μαρτυρία αὕτη καὶ ἐν τοῖς ἑτέροις εὐαγγελίοις. φησὶ γὰρ ὁ σωτήρ· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι «καὶ ἐν τοῖς συγγενέσι καὶ τῇ οἰκίᾳ αὐτοῦ». ἀμέλει γοῦν πάντες οἱ πρὸ τῆς ἐπιδημίας ἠτιμάσθησαν ἐν τῇ Ἱερουσαλὴμ καὶ Ἰουδαίᾳ. αὕτη γὰρ γῆ καὶ πατρὶς αὐτῶν· ὡς καθόλου τὸν σωτῆρα εἰπεῖν·〛 «Ἱερου «σαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβο «λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν». Ἔστι δέ, φησίν, ἐν τοῖς Ἱεροσολύμοις καὶ τὰ ἑξῆς.
And being fond of learning, they considered that it was now time for food, and they supposed that perhaps, as in the case of Daniel in Babylon, a meal had been brought to him by command of God through Habakkuk, and as food was given to Elijah on his journey by an angel and by ravens, so also food was brought to Jesus. Nevertheless, even if the disciples had a notion about perceptible food, he himself makes clear about what kind of food he had told them. And they said that it was his time for food from these considerations: since it was the sixth hour of the day, Jesus sat down at the well and conversed with the Samaritan woman, while the disciples had gone away to buy food, so that one might now conjecture that he was saying it was evening of the day. But this time of food belongs to those who do not pursue food as a primary concern but rather the benefit of those who come to them. He calls Judea his homeland, which he had also left for this reason. For the evangelist, giving the reason for his arrival in Galilee, writes: "A prophet has no honor in his own homeland." This testimony is also found in the other Gospels. For the Savior says: "A prophet is not without honor except in his own homeland and among his relatives and in his own house." At any rate, all those before his coming were dishonored in Jerusalem and Judea. For this is their land and homeland; so that the Savior said in general: "Jerusalem, Jerusalem, the one killing the prophets and stoning those sent to her." And there is, he says, in Jerusalem also the rest.
Τὸ μὲν περιιέναι καὶ τοὺς ὁποιδήποτε ὄντας τῶν ἀρρώστων θεραπεύειν οὐκ ἀναγκαῖον ἔκρινεν, ὥστε μὴ φιλαυτίας ἀπενέγκασθαι δόξαν, ἕνα δὲ θεραπεύσας δι' ἐκείνου καταφανῆ τοῖς πᾶσιν ἑαυτὸν καθίστησι. ταύ της ἕνεκα τῆς αἰτίας ἄπεισι μὲν ἐπὶ τὴν προβατικὴν κολυμβήθραν, ἔχουσαν πέντε στοάς· μετὰ γὰρ τὰς ἐν κύκλῳ τεσσάρας μέσην εἶχεν ἑτέραν. προβατικὴ δὲ κολυμβήθρα ἐλέγετο ἀπὸ τοῦ τὰ προσαγόμενα πρόβατα ταῖς ἑορταῖς ἐκεῖ συναθροίζεσθαι, καὶ ἀπὸ τοῦ θυομένων τῶν προβάτων ἐν ἐκείνῳ πλύνεσθαι τῷ ὕδατι τὰ ἔγκατα. ἐντεῦθεν γοῦν καὶ πολὺ πλῆθος τῶν διαφόροις ἀρρωστήμασι κατεχομένων ἐν τῷ τόπῳ συνείλεκτο ἐπὶ θεραπείας ἐλπίδι, ὡς ἂν τοῦ ὕδατος αὐτοῦ δυναμέ νου τι πάντως, ἐν ᾧπερ τῶν προσαγομένων τῷ θεῷ καὶ θυομένων ἐνεβάλλετο τὰ ἔγκατα. ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήλους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν, ἣν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύ οντες, οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο, πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων, τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος, ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα. μειζόνως δὲ νήφοντες καὶ μετὰ πολλῆς διαθέσεως τὴν τοῦ ὕδατος κίνησιν ἀναμένοντες, ἐντεῦθεν παιδεύονται τὸν προσήκοντα καὶ μετὰ τὴν θεραπείαν ἔχειν λογισμόν. πολλῶν τοίνυν ὄντων τῶν ἀρρώστων πάντας μὲν οὐκ ἐθεράπευσεν, δεικνὺς δὲ τὴν οἰκείαν δύναμιν ἕνα ἐπελέξατο τὸν βαρυτέρῳ μάλιστα κατεχόμενον πάθει καὶ τῷ μήκει τοῦ χρόνου τὴν σωτηρίαν ἀνέλπιστον ἔχοντα.
He judged that it was not necessary to go around and heal all the sick, whoever they might be, so as not to gain a reputation for self-love, but by healing one he makes himself manifest to all through that one. For this reason he goes to the pool of Bethesda, which had five porticoes; for besides the four around it, it had another in the middle. And it was called the pool of Bethesda from the fact that the sheep brought for the festivals were gathered there, and from the fact that when the sheep were sacrificed, the entrails were washed in that water. From this, then, a great multitude of those afflicted with various diseases had gathered in the place in hope of healing, since the water itself was thought to be able to accomplish something, inasmuch as the entrails of the sheep brought to God and sacrificed were thrown into it. And God also cooperated with their supposition, causing a movement of the water to occur at certain unknown times, which they believed was brought about as a kind of divine operation, and so by going down they received healing—many not being healed at the same time, but the first to go down enjoying the grace, so that the ease of the healing might not diminish the wonder. And being more sober-minded and waiting for the movement of the water with great disposition, they are thereby taught to have the proper reasoning even after the healing. Since, then, there were many sick, he did not heal them all, but demonstrating his own power he chose one, the one afflicted with the most severe suffering and who by the length of time had his salvation in despair.
παράλυτος γὰρ ἦν ἐν αὐτοῖς ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσι τῷ πάθει κατεχόμενος. πρὸς τοῦτον ἀπελθὼν οὐκ εὐθὺς εἶπεν· «Ἆρον τὸν κράββατόν σου καὶ πε «ριπάτει», ἀλλ' ἀπό τινος ἀκολουθίας τῶν πρὸς αὐτὸν ἄρχεται λό γων. ὅπερ δὴ καὶ ἐπὶ τῆς Σαμαρείτιδος πεποίηκε. ινξ. Ποῖον δὲ πνεῦμα οὔπω ἦν; εχπλ. ἐπ' οὐδενὸς ὤφθη τῶν προ φητῶν, ἐθαυματούργουν. Νομίζω τοῦτο λελέχθαι πρὸς παράστασιν τοῦ ποιότητα δυνάμεως ἰατρικῆς ἐσχηκέναι τὸν σίελον τοῦ χριστοῦ. εἰ καὶ μὴ αὐτὸς δὲ ὁ τυφλὸς περὶ τῆς ἀναβλέψεως παρεκάλεσεν, ὅμως εὑρεθήσεται ἐπαινετὸς ἐν τῷ παρέχειν ἑαυτὸν τῷ Ἰησοῦ ἐπιχρίοντι πηλῷ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τῷ ἀδιστάκτως ποιῆσαι τὸ προστεταγμένον, οὐδὲ εἰρηκότος αὐτὸν ἀναβλέψειν τοῦ Ἰησοῦ. μήποτε δὲ ὁ τοῦ κυρίου σίελος σύμβολον ἦν λόγου ὡς ἐν λόγοις ἐσχάτου, οὗ μείζονα χωρῆσαι
ἀνθρωπίνη οὐ δύναται φύσις. ἀλλ' ἐπεὶ ὁ τοιοῦτος λόγος οὐ γυμνὸς ὕλης καὶ σωματικῶν παραδειγμάτων εἰς ἀνθρώπους ἔρχεται, διὰ τοῦτο πτύει χαμαὶ ὁ Ἰησοῦς καὶ ποιεῖ πηλόν. ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοή ματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελίαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς. ὡς εἶναι τὸ πᾶν γράμμα τοῦ νόμου καὶ προφητῶν καὶ τῶν λοιπῶν γραφῶν ἀπὸ τοῦ τοιοῦδε πηλοῦ, ᾧ καὶ χρίσαι δεῖ τοὺς τῶν μὴ βλε πόντων ὀφθαλμούς, μετὰ δὲ τοῦτο ἀπελθεῖν εἰς τὸν Σιλωὰμ τοῦ ἀπεσταλμένου ὑπὸ τοῦ θεοῦ·
For among them was a paralytic who had been held by the disease for thirty-eight years. Going to him, he did not immediately say, "Take up your bed and walk," but begins his words to him from a certain sequence. This indeed he also did in the case of the Samaritan woman. What spirit was not yet? It was seen in none of the prophets, yet they worked wonders. I think this was said to establish that the saliva of Christ had a quality of healing power. And even if the blind man himself did not beg concerning the recovery of his sight, nevertheless he will be found praiseworthy in that he offered himself to Jesus anointing his eyes with clay, and in that he unhesitatingly did what was commanded, even though Jesus had not said that he would recover his sight. Perhaps the saliva of the Lord was a symbol of the Word as in last words, which human nature cannot contain anything greater than. But since such a Word does not come to men naked of matter and bodily examples, for this reason Jesus spits on the ground and makes clay. See, then, whether you can, explaining all the Scripture and the manner of its narration, say that it is composed of the saliva of Christ on account of the divine thoughts, and of the earth below on account of the narration as in histories and human affairs. So that the whole writing of the law and the prophets and the remaining Scriptures is from such clay, with which one must also anoint the eyes of those who do not see, and after this go away to Siloam of the one sent by God.
δι' οὗ δηλοῦται ἡ ἐν ταῖς ζητήσεσι καὶ τῆς ἀληθείας διαπορήσεσιν ὡσπερεὶ κολύμβησις, καὶ γὰρ Ἰώβ πού φησι· «Βροτὸς δὲ ἄλλως νήχεται λόγοις». ἀπονιψώμεθα τοι γαροῦν τῷ ὕδατι τῆς κολυμβήθρας «τοῦ ἀπεσταλμένου» τὸν ἐπι χρισθέντα τοῖς ὀφθαλμοῖς πηλόν, ἵνα μετὰ τοῦτο ἀναβλέψαι δυνη θῶμεν. νοήσεις δὲ πηλὸν τὴν ἀρχὴν τῶν στοιχείων τῶν λογίων τοῦ θεοῦ, καθ' ἣν ὡς νήπια γάλακτι τρεφόμεθα· ἐπειδὰν δὲ καταργηθῇ τὰ τοῦ νηπίου καὶ στερεᾶς τροφῆς μεταλάβωμεν, ἀπορριπτόμεθα τὸν πηλόν, ἵνα ἐπανέλθωμεν πρὸς τὸν Ἰησοῦν βλέποντες. πάντα δὲ ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ στρέφεται· κατὰ γὰρ διαφόρους ἐπινοίας αὐτός ἐστι καὶ ὁ ἀπεσταλμένος. καὶ τὰ μὲν ἀνθρώπινα ἐκδέχου πρὸ τοῦ Σιλωάμ, ἐπὶ δὲ τὰ θειότερα αὐτοῦ ἀνάφερε τὸ ἀπεσταλμένον ὕδωρ καὶ Σιλωάμ. καὶ παρὰ τῷ Ἡσαίᾳ νοήσεις τὸν θεῖον καὶ εὐσταθῆ λόγον διὰ τούτων σημαίνεσθαι, λόγους δὲ ἐθνῶν καὶ ἑτεροδόξων τὸν Ῥαασὼν καὶ τὸν υἱὸν Ῥομελίου. ἐπεὶ πῶς ἀντὶ τοῦ ὕδατος τοῦ Σιλωὰμ βασιλεῖς ἤθελεν ὁ λαός, πῶς δὲ καὶ ὕδωρ ποταμοῦ ἐστιν ἰσχυρὸν καὶ πολύ, τῶν Ἀσσυρίων βασιλεὺς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, ἐὰν μὴ καὶ αὐτὸς δύναμίς τις ἀντικειμένη τυγχάνῃ, κατακλύζουσα τῷ πλήθει τῶν ἑαυτῆς πιθανῶν τὴν μὴ θέλουσαν Ἰουδαίαν ὕδωρ τοῦ Σιλωὰμ καὶ ἐπικρατοῦσαν αὐτοῦ; τὸ δὲ μὴ παρ όντα θεραπεῦσαι, κελεῦσαι δὲ ἀπελθόντα νίψασθαι, καὶ νιψαμένῳ τὴν θεραπείαν παρασχεῖν, οἰκονομοῦντος ἦν τὸ μηδένα λα θεῖν τὸ γινόμενον θαῦμα.
By this is shown the sort of diving that occurs in investigations and in perplexities about the truth, for Job too somewhere says, "But a mortal swims along in words in another way." Let us therefore wash in the water of the pool of "the one who has been sent" the clay that was smeared on the eyes, so that after this we may be able to see again. You will understand the clay as the beginning of the elements of the oracles of God, by which we are fed as infants on milk; but when the things of the infant are done away and we partake of solid food, we throw off the clay, so that we may return to Jesus and see. All these things revolve around the Son of God; for according to different conceptions he is also the one who has been sent. And understand the human things as before Siloam, but refer the sent water and Siloam to his more divine aspects. And in Isaiah you will understand that the divine and steadfast Word is signified by these things, while the words of the nations and of the heterodox are Rezin and the son of Remaliah. For how could the people have wanted kings instead of the water of Siloam, and how is the water of the river strong and abundant, the king of the Assyrians and all his power, unless he too happens to be some opposing power, overwhelming by the multitude of his plausible arguments the Judea that does not want the water of Siloam and does not prevail over it? But that he healed the man not when he was present, but commanded him to go and wash, and granted the healing to the one who had washed, was the act of one managing things so that no one would observe the miracle that was happening.
ὥσπερ γὰρ τῷ παραλύτῳ τὸν κράββατον λαβεῖν ἐκέλευσεν ἐν ἡμέρᾳ καθ' ἣν οὐκ ἐξῆν τοῦτο ποιεῖν, ἵν' οὕτως ἕκαστος ἐγκαλῶν ἐπὶ τῇ παρανομίᾳ τοῦ γεγονότος θαύματος μανθάνῃ τὸ μέγεθος, οὕτω καὶ τούτῳ πόρρωθεν ὄντι τῆς κολυμβήθρας ἐκέλευσεν ἀπελθόντι νίψασθαι. Ὁ προσαίτης δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν τοῦ εὐσχημονέστερον αὐτὰ πορίζειν ἐπαιτεῖ. τοιούτους δ' ἂν εὕροις τοὺς ἀπὸ τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν Ἑλλήνων καὶ βαρβάρων οἱονεὶ αἰτοῦντας ὠφέλειαν, ἀπορίᾳ πρέποντος πορισμοῦ † τῷ λογικῷ τῆς ἀληθείας ἀπεριστάτως πλουσίων θεωρημάτων. ἀλλ' ἀπαγορεύων τὴν τοιαύτην διαζήτησιν ὁ λόγος φησί που· «Τέκνον, «ζωὴν ἐπαιτήσεως † μὴ βιώσῃ, ὡς κρεῖττον ἀποθανεῖν ἢ ἐπαιτεῖν». ἐπαιτεῖν δὲ αἰσχύνεται ὁ ἐν τοῖς εὐαγγελίοις οἰκονόμος τῆς ἀδικίας, καὶ διὰ τοῦτο τῷ μὲν ὀφείλοντι ἑκατὸν κόρους σίτου ἔλεγε· «Δέξαι «σου τὸ γράμμα καὶ γράφε ἑξήκοντα», τῷ δὲ ἑκατὸν βάτους ἐλαίου· «Δέξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα», προκρίνας τοῦ μετ' αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ, καὶ διὰ τοῦτο ἐπαινεθείς. οὐ μόνον τοίνυν ὁ Ἰησοῦς ἀπήλλαξε τὸν ἀπὸ γενετῆς τῆς τυφλότητος, ἀλλὰ καὶ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. ἐνταῦθα μὲν οὖν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης, ὧν ὁ ἀπαλλαγεὶς οὐ προσαιτήσει ἔτι.
For just as he commanded the paralytic to take up his bed on a day when it was not lawful to do this, so that each person who accused him of lawbreaking might learn the greatness of the miracle that had occurred, in the same way he also commanded this man, though he was far from the pool, to go and wash. The beggar begs because of a lack of necessities and an inability to procure them in a more respectable way. You would find such people among the Greeks and barbarians who profess the truth, as it were asking for benefit, in their lack of a fitting means of provision, from the rational wealth of true contemplations, without distraction. But the Word, forbidding such persistent begging, says somewhere: "Child, do not live a life of begging, since it is better to die than to beg." The steward of unrighteousness in the Gospels is ashamed to beg, and for this reason he said to the one who owed a hundred measures of wheat: "Take your bill and write sixty," and to the one who owed a hundred measures of oil: "Take your bill and make it eighty," preferring to receive from the one who owed his master rather than to beg with shame, and for this reason he was praised. Therefore Jesus not only freed the man blind from birth from his blindness, but also from begging. For along with seeing, he granted him the contemplation of how he would procure the things necessary for the salvation of his soul. Here, then, blindness is the cause of begging, but in the Acts it is lameness, and the one freed from these will no longer beg.
Εἴπερ δὲ ὡς ὑπελάμβανον οἱ Φαρισαῖοι, ὁ μὴ τηρῶν ὃ ἐκεῖνοι ἐνόμιζον εἶναι σάββατον οὐκ ἔστι παρὰ θεοῦ, οἱ δὲ ἐν τῷ ἱερῷ ἱερεῖς τὸ σάββατον βεβηλοῦντες παρὰ θεοῦ ἦσαν, οὕτω δὲ οὐκ ἐναργὲς ἦν τὸ μὴ εἶναι παρὰ θεοῦ τὸν τὸ σάββατον αὐτῶν μὴ τηροῦντα· ὡς μηδὲ ὑπὸ πάντων τῶν τότε Φαρισαίων τὸν λόγον εἰρῆσθαι, ἀλλ' ἐκ τῶν Φαρισαίων τινὲς τοῦτο ἔλεγον, ὥς φησιν ὁ εὐαγγελιστής. πρόσχες δὲ καὶ τῷ «Τοιαῦτα σημεῖα» μὴ μάτην κει μένῳ.
ἐπειδὴ γὰρ σημείων διαφοραί εἰσιν, ὥστε ποιεῖν, καθ' ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὃν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ «Τὰ «τοιαῦτα» εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς. εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» ** ἀναγινώσκων τὰς τοῦ Σαμψὼν πράξεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ' οἰκο νομίας δηλουμένας· οὐ γὰρ πρόσκειται τὸ «Ἐποίησε τὸ πονηρὸν «ἐνώπιον Κυρίου». Παρατηρητέον δὲ τὸ πρόσωπον τοῦ εὐαγγελιστοῦ ὅτι φησὶ καὶ ἀνεῷχθαι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ βεβλεφέναι αὐτόν· ἀνεῴχθαι μὲν διὰ τοῦ «Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν «ἐποίησε καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς»· βεβλεφέναι δὲ διὰ τοῦ «Καὶ ἐνίψατο καὶ ἦλθε βλέπων».
If indeed, as the Pharisees supposed, the one who does not keep what they considered to be the Sabbath is not from God, but the priests in the temple who profane the Sabbath were from God, then in this way it was not evident that the one not keeping their Sabbath was not from God—so that the statement was not even made by all the Pharisees of that time, but some of the Pharisees were saying this, as the evangelist reports. And pay attention also to the phrase "Such signs," that it is not placed there in vain.
For since there are differences of signs, so that, as the apostle says, both the one under the law and the lawless one—whom the Lord will destroy by the spirit of his mouth—perform them in every power, with false signs and wonders, and God also through the prophets, the phrase "such" has been spoken as indicating that the things done through Christ surpass them, both because they are true and because they are great upon the earth. But if someone, on the grounds that the statement "How can a man who is a sinner perform such signs?" is not soundly spoken, reading the deeds of Samson will say that not even the things done by Samson were sins, such as those concerning women, but rather economies being made clear—for it is not added that "he did evil before the Lord." But one must observe the person of the evangelist, that he says both that the blind man's eyes were opened and that he saw. They were opened, on the one hand, through the phrase "Now it was the Sabbath on the day when he made the clay and opened his eyes"; and he saw, on the other hand, through the phrase "And he washed and came seeing.
τῶν δὲ λεγομένων τὴν διαφορὰν παραθησόμεθα ἀπὸ τοῦ Τωβήθ, περὶ οὗ, ἐπείπερ λευκώματα ἐγεγόνει ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, οὐκ ἀναγέγραφεν ὅτι ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, ἀλλ' ὅτι ἐνέβλεψε. δι' ὅλου δὲ τοῦ περὶ τοῦ τυφλοῦ τόπου τηρήσεις ἀμφότερα, τῶν μὲν τοῦτο λεγόντων τῶν δὲ ἐκεῖνο, καὶ σχίσματος γενομένου. τηρήσεις δὲ καὶ ἐν τῷ Ἡσαίᾳ προφη τεύοντι περὶ Χριστοῦ ἐπιδημίας ὅτι ἔρχεται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι. ἑξῆς δὲ ἔστιν ἰδεῖν καὶ τὸν ἀποκρινάμενον πῶς μὲν τοῖς προτέροις πῶς δὲ τοῖς δευτέροις ἀποκρίνεται, τοῖς μὲν προτέροις ἀκριβέστερον, ὡς γείτοσι καὶ θεωροῦσιν αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, τοῖς δὲ Φαρισαίοις οὔτε τὰ περὶ τοῦ Σιλωὰμ διηγήσατο, οὔθ' ὅτι ὁ σωτὴρ τὸν πηλὸν ἐποίησεν, οὔθ' ὅτι προσέταξέ τι αὐτῷ. καὶ τάχα ὁρῶν ὁ θεραπευθεὶς τῶν μὲν προτέρων ἐχομένην τὴν πεῦσιν φιλομαθίας, τῶν δὲ δευτέρων κακοηθείας, οὕτως ἑκατέροις ἀποκρίνεται. Πρὸς τῷ διεψεῦσθαι καὶ ἄλλο ἥμαρτον εἰς προὖπτον κακὸν περιβάλλοντες ἑαυτῶν τὸν υἱόν. οἶμαι δὲ καὶ τοῦτο λόγον ἔχειν, ὅτι τυφλοῦ ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς οὐ παιδίου ἀνέῳξεν ἀλλ' ἡλικίαν ἔχοντος, ἵνα βλέπῃ ὡς ἀνήρ. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί. ἀληθὲς δὲ ὅτι καὶ ἡλικίαν ἔχων αὐτὸς περὶ ἑαυτοῦ λαλῆσαι δύναται, καὶ μάλιστα ὅτε Ἰησοῦς αὐτὸν ἀναβλέψαι ποιεῖ. οὐδὲ γὰρ δεῖται οὗτος ἑτέρου πρεσβεύοντος ὑπὲρ ἑαυτοῦ. Νῦν τὸ μὲν «Οὐκ ἠκούσατε» ἴσον ἐστὶ τῷ «Οὐ παρεδέξασθε, οὐκ ἠθελήσατε τὸ λεγόμενον».
But we shall set forth the difference of the things said from Tobith, concerning whom, since white spots had come upon his eyes, it is not recorded that his eyes were opened, but that he looked. And throughout the whole passage about the blind man you will observe both, some saying this and others that, and a division arising. You will observe also in Isaiah, prophesying about the coming of Christ, that he comes to open the eyes of the blind. Next it is possible to see also how the one who answered responds in one way to the former and in another way to the latter—to the former more precisely, as neighbors who had seen him before, that he was a beggar, but to the Pharisees he did not relate the things concerning Siloam, nor that the Savior made the clay, nor that he commanded anything to him. And perhaps the one healed, seeing that the former's question proceeded from a love of learning, but the latter's from malice, answers each accordingly. In addition to being deceived, they sinned in another way too, casting their son into obvious evil. I think this also has a reason: that Christ, when opening the eyes of a blind man, did not open those of a child but of one who had reached maturity, so that he might see as a man. And such were also the rest of the blind who received their sight. And it is true that one who has reached maturity is himself able to speak about himself, and especially when Jesus makes him receive his sight. For he does not need another to intercede on his behalf. Now the phrase "You did not hear" is equivalent to "You did not accept, you did not want what was said.
τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ «Τί δέ, ὦ οὗτοι, ἄρα νῦν ἀκούειν θέλετε;» μάτην γὰρ θέλετε ἀκούειν, εἰ μὴ πιστεύετέ μοι ἀληθεύοντι, προσκαλεσα μένῳ πάντα τὸν μανθάνοντα τὸ ἐμοὶ συμβεβηκὸς ἐπὶ τὸ μαθητευθῆναι αὐτῷ, ὡς θειότερον πάσης διδασκαλίας ἀνθρωπίνης διδάξαντι. Ἔχεταί τινος ἀξιολόγου ὑπονοίας τὸ «Ἐν τούτῳ θαυμαστόν «ἐστι». θαυμαστὸν γάρ ἐστιν εἰ Ἰησοῦς πόθεν ἐστὶν ὑπὸ τῶν τυχόντων γινώσκεται· οὐ γὰρ ὁρῶσιν αὐτοῦ τὴν ῥίζαν καὶ τὴν πη γήν, τὸν πατέρα. Οὐκ ἂν δὲ τηλικοῦτο δόγμα τι εἰ ἦν ἀληθές, τὸ μὴ ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ θεοῦ, ἀποσεσιώπητο, ἀλλ' εἴρητο ἂν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἢ τοῦ θεράποντος ἤ τινος τῶν προφητῶν. πῶς δέ, εἰ ἁμαρτωλὸν οὐκ ἤκουσεν ὁ θεός, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»; τίνων οὖν ἀκούει θεός; τῶν νευόντων εἰς μετάνοιαν, κἂν μήπω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ σωτὴρ ἡμῶν ἤσθιεν καὶ ἔπινεν. ἀλλὰ μὴ ἐπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, 〚οὐκ ἂν ἐθεράπευσεν αὐτούς.〛 διόπερ ὡς ἀνυούσης τῆς εὐχῆς τῶν ἡμαρτη κότων μὲν οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ «Ἐὰν ἀνομίας «παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;» ἴσως δὲ οὐ περὶ οὗ ἔτυχεν ἐν τῇ εὐχῇ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ περὶ τῶν τηλικούτων ἔργων φησίν, ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα. περὶ γὰρ τῶν τοιούτων
But what does "Why then do you wish to hear again?" amount to? It is equivalent to "Why then, you people, do you now wish to hear?" For you wish to hear in vain, unless you believe me when I speak the truth, who have called to myself everyone who learns what has happened to me, so as to become his disciple, since I have taught more divinely than any human teaching. What follows contains some noteworthy suggestion: "In this is something marvelous." For it is marvelous if Jesus—whence he is—is known by just anyone; for they do not see his root and his source, the Father. But if some such great doctrine—that the sinner is not heard by God—were true, it would not have been passed over in silence, but would have been spoken by someone worthy of belief, say either the servant or one of the prophets. And how, if God did not hear a sinner, were sinners taught to say: "Forgive us our trespasses, as we also forgive our debtors"? Whom, then, does God hear? Those who incline toward repentance, even if they have not yet ceased to be sinners. If God did not hear sinners, our Savior would not have eaten and drunk with tax collectors and sinners. But if those who needed physicians because they were in a bad way were not heard, he would not have healed them. Therefore, since the prayer of those who have sinned but have not altogether disbelieved still achieves its end, it is said: "If you should mark iniquities, Lord, Lord, who shall stand?" Perhaps, however, he is speaking in the sinner's prayer not about just any chance matter, but about works of such magnitude as were the works of Jesus. For concerning such things
ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώ που; Ἐπεὶ ἐξέβαλον αὐτὸν οἱ Ἰουδαῖοι ἔξω ἀπ' αὐτῶν διὰ τὴν ἐπὶ τῷ σωτῆρι παρρησίαν, διὰ τοῦτο εὗρεν αὐτὸν ὁ Ἰησοῦς. εἰ ἐπὶ τὸ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἐλήλυθεν ὁ σωτήρ, τέλος δὲ τῷ ζητοῦντί ἐστιν ἡ εὕρεσις τοῦ ζητουμένου, δῆλον ὅτι οὐχ ἁπλῶς γε ἀκουστέον τὸ «Εὑρὼν αὐτόν». καὶ γὰρ αὐτὸν τότε μάλιστα ἐχρῆν εὑρίσκεσθαι ὅτε ἐξεβλήθη ὑπὸ τῶν μὴ παραδεξαμένων τὴν περὶ Ἰησοῦ μαρτυρίαν. ἐκείνων γὰρ ἔξω γενόμενος ἐπιτήδειος πρὸς τὸ εὑρεθῆναι γεγένηται. συνετώτερον δὲ ἀκουστέον καὶ τὸ «Ἤκουσεν ὁ «Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω»· ἐπεὶ ἀκούσας τὸ τοιοῦτον τῆς ἀκοῆς αὐτοῦ ἄξιον εὑρίσκει τὸν περὶ οὗ ἤκουσεν. εὑρὼν δὲ αὐτὸν ἠρώτα τὸν εὑρεθέντα Σὺ πιστεύεις εἰς τὸν εὑρόντα υἱὸν τοῦ ἀνθρώπου; καὶ τάχα ὁ μὲν ἀρχόμενος πιστεύει εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ὁ δὲ διαβαίνων ἀναβαίνει καὶ ἐπὶ τὸ πιστεῦσαι εἰς τὸν υἱὸν τοῦ θεοῦ· ὥστ' ἂν εἰπεῖν αὐτόν· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἔγνωμεν, ἀλλὰ νῦν αὐτὸν οὐκέτι γινώσκομεν κατὰ σάρκα μόνον, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ. πῶς δὲ ἐρωτᾷ ὁ πάντα εἰδώς; καὶ ὅρα εἰ πρὸς τοῦτο φήσεις, παρατιθέμενος τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» καὶ τὸ «Οὐκ οἶδα ὑμᾶς»; οὐ γὰρ ἅμα τῷ εὑρεθῆναί τις ἄξιός ἐστι τοῦ γινώσκεσθαι κατὰ τὸ «Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες «ὑπ' αὐτοῦ». ἀλλὰ μετὰ τὴν εἰσαγωγὴν προκοπῆς δεῖ, ἵν' ὀφθῇ τις καὶ γνωσθῇ τῷ θεῷ. διὰ τοῦτο ἐρωτῶν αὐτὸν ὁ σωτήρ φησι·
God, when judged worthy by sinners on the basis of works, does not hear. Jesus heard that they had cast him out, and having found him, he said to him: Do you believe in the Son of Man? Since the Jews had cast him out from among them because of his boldness regarding the Savior, for this reason Jesus found him. If the Savior came to seek and to save what was lost, and the end for the one seeking is the finding of what is sought, it is clear that "having found him" must not be understood in a simple sense. For he especially needed to be found then, when he was cast out by those who did not accept the testimony concerning Jesus. For by getting outside of them, he became suitable for being found. And "Jesus heard that they had cast him out" must also be understood more intelligently; for having heard such a thing, he finds the one about whom he heard worthy of his hearing. And having found him, he asked the one who was found: Do you believe in the one who found you, the Son of Man? And perhaps the one who is beginning believes in the Son of Man, while the one who is advancing goes up also to believing in the Son of God; so that he might say: Even if we once knew Christ according to the flesh, yet now we no longer know him according to the flesh only, but also as Son of God. But how does the one who knows all things ask? And see whether you will say in response to this, setting alongside it "The Lord knows those who are his" and "I do not know you"? For not at the same time as someone is found is he worthy of being known, according to "But now, having known God, or rather having been known by him." But after the introduction, progress is needed, so that someone may be seen and known by God. For this reason the Savior, asking him, says:
«Σὺ «πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἐπεὶ δὲ οὐδέπω ἐδύνατο λέγειν ὅτι Πιστεύω, ἀλλ' ὡς ἀγνοῶν ἀποκριθεὶς εἶπε τὸ «Τίς ἐστι, «Κύριε, ἵνα πιστεύω εἰς αὐτόν;» ἐν μεθορίῳ τοίνυν ὑπῆρχεν, ἵν' οὕτως εἴπω, ἀπιστίας καὶ πίστεως. διὰ τοῦτό φησι πρὸς αὐτὸν ὁ σωτήρ· «Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετά σου ἐκεῖνός ἐστιν». Τοιαύτη γὰρ παράδοσις καὶ δόξα παρὰ Ἰουδαίοις ἐκράτει· ὅθεν καὶ οἱ μαθηταὶ ἠρώτων τὸν Ἰησοῦν· «Οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αὐτοῦ;» ἀλλ' ἀπεφήνατο λέγων ὁ κύριος ὅτι «Οὔτε οὗτος οὔτε οἱ «γονεῖς αὐτοῦ», περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται. Οὐ παρέργως ἀκουστέον τοῦ μὲν «Ἑώρακας» ἐπὶ τὸν παρελθόντα χρόνον ἀναφερομένου, τοῦ δὲ «Ὁ λαλῶν μετά σου» ἐπὶ τὸν ἐνεστη κότα, ὅτι ἐκεῖνος ὁ ἑωραμένος ὁ αὐτός ἐστι τῷ νῦν λαλοῦντι μετ' αὐτοῦ, παρατιθέμενον· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ «ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». πολλοὶ γὰρ ἑωρακότες αὐτὸν οὐκ ἔγνωσαν αὐτόν. ἑώρακεν οὖν κυρίως αὐτὸν ὁ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτιζόμενος. ἀπὸ ἀμφοτέρων τοίνυν ὠφεληθεὶς ὁ ποτὲ τυφλός, ἀπό τε τοῦ ὁρᾶν καὶ ἀπὸ τοῦ λόγου, οὐ μόνον εἶπε· «Πιστεύω, Κύριε», ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ. Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος Οὐ πάνυ τι, λέγων, εὕραμεν ζητήσαντες ἐν τοῖς πρὸ τούτου ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν. εἶτα μετ' ὀλίγα φησίν· Εἰ γὰρ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν. Εἰ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν.
Do you believe in the Son of Man? But since he could not yet say, I believe, but answered as one who did not know, saying, Who is he, Lord, that I may believe in him? He was therefore in a borderland, so to speak, between unbelief and faith. For this reason the Savior says to him: And you have seen him, and the one speaking with you is he. For such a tradition and opinion prevailed among the Jews; whence also the disciples asked Jesus: Did this man sin, or his parents? But the Lord declared, saying: Neither this man nor his parents, concerning whom it was said in what precedes. We must not hear casually that you have seen refers to past time, while the one speaking with you refers to the present, because that one who was seen is the same as the one now speaking with him, as it is set alongside: Have I been with you so long, and you have not known me, Philip? He who has seen me has seen the Father. For many who had seen him did not know him. He therefore has truly seen him who is enlightened in the eyes of his soul by God himself. So the once-blind man, benefited by both—by seeing and by the word—not only said, I believe, Lord, but also worshiped him. And no less, contemplating the drama of the stoning, since he also attempts to interpret this allegorically, he misrepresents the Gospel text: We did not altogether find, he says, when we searched in what precedes this, that the Jews took up stones to stone him. Then after a little he says: For if they took them up again, they took them up before. If they took them up again, they took them up before.
εἴπερ οὖν μὴ λανθάνει ἡμᾶς τοῦτο γεγραμμένον, ἀναγκαῖον ζητῆσαι τὴν αἰτίαν τῆς προσθή κης τοῦ «Πάλιν». οἶμαι δὲ ὅτι ὁ κακῶς λέγων τινὰ λίθον ἐπὶ τὸν κακολογούμενον βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον ἐν τοῖς ἀνωτέρω, ὅτε καὶ «σχίσμα ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους αὐτοῦ». πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ' αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ λιθάσαι αὐτὸν τῇ κακολογίᾳ. διὰ τοῦτό φησιν ἡ σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ «τὴν κεφαλὴν αὐτοῦ βάλλει». βάλλειν γὰρ λίθον εἰς ὕψος λέγεται ὁ ἀδικίαν εἰς ὕψος λαλῶν. εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσ ὰν ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ τῷ Ἰωάννῃ. τήρει γὰρ ἐν τῇ πρὸς τὴν Σαμαρεῖτιν διαλέξει πῶς τὸ μὲν «Ἐκαθέζετο «ἐπὶ πηγῆς ὁ Ἰησοῦς» ἀπαγγελία ἐστὶν ὡς περὶ σωματικῆς πηγῆς καὶ σώματος
αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ πο τοῦ ἀκούειν ὅτε «Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν «δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτη «σας αὐτὸν καὶ ἔδωκέ σοι ὕδωρ ζῶν». καὶ τὰ παραπλήσια· «Πολλὰ «ἔργα ἔδειξα ὑμῖν· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;» εἴ τις ἐπαν ελθὼν συναγάγοι ἀπὸ τῆς ἀρχῆς τοῦ εὐαγγελίου τὰ ἔργα Ἰησοῦ, ἀναγαγὼν αὐτὰ ἐπὶ τὰς πνευματικὰς ἐργασίας, οὗτος μάλιστα ὄψεται ποῖα πολλὰ ἔργα ἔδειξε τοῖς βαστάσασι λίθους, ἵνα λιθάσωσι τὸν Ἰησοῦν· οἷον ἓν τῶν καλῶν ἔργων ἦν τὸ ἐν Κανᾷ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ «Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλοῦ οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς.
If then this written text has not escaped us, it is necessary to seek the reason for the addition of "again." I think that one who speaks evil of a stone throws it upon the one being reviled. They were speaking evil of him in the earlier passages, when also "a division occurred among the Jews because of his words." Again, therefore, having borne the weight of the slanderous words like stones being hurled at him, they rushed to stone him with their evil speech. For this reason Wisdom says: "He who throws a stone into the height throws it upon his own head." For one who speaks injustice into the height is said to throw a stone into the height. You will find in the divine Scripture a mixture of what is, as it were, historical with what is instructive, and especially in John. Observe in the dialogue with the Samaritan woman how "Jesus was sitting at the well" is a report about a physical well and a perceptible body; but it is no longer possible to hear about the physical well when "Jesus answered and said to her: If you knew the gift of God and who it is who says to you, Give me a drink, you would have asked him and he would have given you living water." And the similar passages: "Many works I have shown you; for which of them do you stone me?" If someone, going back, were to gather from the beginning of the gospel the works of Jesus, leading them up to spiritual works, this person especially will see what many works he showed to those who took up stones to stone Jesus; for instance, one of the good works was the sign in Cana, when the earlier wine ran short because "the Law and the Prophets were until John," that we might have an abundance of the good wine, at which Jesus reclines with us.
καὶ αὕτη γε ἀρχὴ τῶν σημείων ἐστὶν αὐτοῦ ἐν τῇ κλήσει τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ· ἐπεὶ καὶ γέγραπται· «Ταύτην τὴν ἀρχὴν τῶν ση «μείων ἐποίησεν ὁ Ἰησοῦς». τὸ δὲ ἑξῆς τούτῳ τὸ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, οἶκον ἐμπορίου γενόμενον, ἀποκαταστῆσαι εἰς τὸ πάλιν γε νέσθαι οἶκον τοῦ πατρὸς αὐτοῦ. καὶ τί με δεῖ λέγειν ὅσα πεποίηκεν ἔργα καλὰ ἐκ τοῦ πατρὸς αὐτοῦ; Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ, συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος, καὶ τῆς ἀνθρωπίνης τάξεως παραχαράξει τὸν ῥυθμόν. πρόσχες δὲ εἰ δύναταί τινα λόγον ἔχειν τὸ μὴ ἁπλῶς γεγράφθαι τὸ «Ἀπῆλθεν εἰς τὸν Ἰορδάνην», ἀλλ' ἐπέκεινα καὶ «πέραν» αὐτοῦ. ὥσπερ καὶ οἱ διὰ Μωσέως κληροδοτούμενοι τὴν γῆν, ἥττους ὄντες τῶν διὰ τοῦ Ἰησοῦ κληροδοτουμένων, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐκληρώθησαν· ἔνθα βωμὸν μέν, σύμβο λον τοῦ ἐν τῇ ἁγίᾳ γῇ θυσιαστηρίου, κατεσκεύασαν, θυσίαν δὲ ἢ ὁλοκαυτώματα ἐπ' αὐτοῦ οὐκ ἀνέφερον. ἀλλ' ἤδη τροπικώτερον ἀκούομεν τοῦ· «Ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν «ὁ Ἰωάννης τὸ πρότερον βαπτίζων». καὶ ὁ τοῦ Ναυῆ μέντοιγε Ἰησοῦς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου μετὰ τεραστίων δυνάμεων διαβιβάζει τὸν λαόν. ἀλλὰ καὶ Ἡλίας μέλλων ἀναλαμβάνεσθαι ὡς εἰς τὸν οὐρανὸν ἅρματι πυρὸς καὶ ἵπποις πυρὸς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου τῇ μηλωτῇ διασχίσας τὸ ῥεῦμα τοῦ ποταμοῦ διέρχεται. Ἐζήτουν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χει ρὸς αὐτῶν. Κατὰ δὲ ἀναγωγὴν εἰσί τινες βουλόμενοι θηρεῦσαι τὸν κατὰ Χριστιανισμὸν λόγον ἐπὶ τὸ ἀνατρέψαι καὶ ἀνελεῖν αὐτόν·
And this is the beginning of his signs in the calling of the people from the Gentiles; since it is also written: "This beginning of signs Jesus did." And what follows this is that he restored the house of his Father, which had become a house of trade, to become again a house of his Father. And why need I speak of how many good works he did from his Father? So that he might not make his divinity too manifest, he associated further with those who were eager to seize him and was not seized, and would not falsify the rhythm of the human order. But consider whether it can have some reason that it was not written simply "He went to the Jordan," but beyond and "across" it. Just as those who received the land as an inheritance through Moses, being inferior to those who receive the inheritance through Jesus, were allotted their portion across the Jordan; where they built an altar, a symbol of the altar in the holy land, but they did not offer sacrifice or whole burnt offerings on it. But now we hear more figuratively the words: "He went across the Jordan to the place where John was baptizing at first." And indeed Joshua the son of Nun leads the people across from the other side of the Jordan with wondrous powers. But also Elijah, about to be taken up as into heaven by a chariot of fire and horses of fire, from the other side of the Jordan, having divided the stream of the river with his mantle, crosses over. They sought again to seize him; and he went out from their hand. And according to a higher interpretation, there are some who wish to hunt down the doctrine of Christianity in order to overthrow and destroy it.
οὗτοι νῦν λέγοιντ' ἂν ζητοῦντες πιάσαι τὸν Ἰησοῦν. ἀλλ' ἐπεὶ «Εἰς «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία» καὶ «Δοκιμαζομένη ἡ ἐν τῷ λόγῳ δύναμις ἐλέγχει τοὺς ἄφρονας», διὰ τοῦτο ἐξέρχεται, ὅτε δοκεῖ τοῖς κρατοῦσιν εἶναι ἐν τῇ χειρὶ αὐτῶν ὁ τῆς ἀληθείας λόγος, καὶ ἔξω γίνεται τῆς χειρὸς αὐτῶν, οὐ δυναμένων αὐτὸν κατασχεῖν. διόπερ ὅτε καὶ δοκοῦσιν ἀνατρέπειν οὐ τὸ ἀληθὲς ἀνατρέπουσιν, οὐ γὰρ συνίασιν αὐτοί. ἐξελθὼν δὲ ἐκ τῆς χειρὸς αὐτῶν ἔρχεται παρὰ τῷ ποταμῷ Ἰορδάνῃ, ὃς ἑρμηνεύεται «κατάβασις», ἔνθα οἱ οὐρανοὶ ἀνοιγόμενοι μαρτυροῦσι τῷ λόγῳ ὅτι «Οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, «εἰς ὃν εὐδόκησεν ὁ πατήρ». κἂν πέραν δέ τις τυγχάνῃ τοῦ ποταμοῦ, ἀλλ' ἐγγίσας αὐτῷ εὑρήσει τὸν Ἰησοῦν τὸ βέλτιον Ἰωάννου βαπτίζοντα. Ἰωάννης μὲν γὰρ τὸ αἰσθητὸν πρῶτον ἐβάπτισεν βάπτισμα, Ἰησοῦς δὲ τὸ νοητόν, εἴ γε ἐν πνεύματι ἁγίῳ ἐβάπτιζεν καὶ πυρί, μᾶλλον τοῦ ὀφθέντος ἐπὶ τῆς βάτου πυρὸς μὴ κατακαίοντι. πρόσχες δὲ ἐπιμελῶς τῷ «Ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων» ἀναμφιβόλως εἰρημένῳ καὶ ἀμφότερα ἰδὼν τὰ σημαινόμενα ἀπὸ τῆς λέξεως κρῖνον ὁπότερον χρὴ αὐτῶν παραδέξασθαι· πρῶτον ἐβάπτιζεν Ἰωάννης πέραν τοῦ Ἰορδάνου· δεύτερον δὲ ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. ἀπῆλθεν οὖν ὁ Ἰησοῦς πέραν τοῦ Ἰορδάνου ἔνθα πρότερον ἐβάπτισεν Ἰωάννης τοῦ βαπτίσματος οὗ ἐβάπτιζεν ἐν Αἰνών· ἢ καὶ οὕτως· τὸ μὲν πρῶτον βάπτισμα Ἰωάννης ἐβάπτισε πέραν τοῦ Ἰορδάνου, τὸ δὲ δεύτερον Ἰησοῦς ὁ χριστὸς ἐβάπτισεν ὅπου τὸ πρῶτον βάπτισμα δοὺς Ἰωάννης ἐβάπτισε. δοκεῖ δέ μοι τὸ δεύτερον ἔχειν λόγον μᾶλλον παρὰ τὸ πρότερον.
These men now might be said to be seeking to seize Jesus. But since "Into a soul that devises evil wisdom will not enter" and "The power that is in the word, when tested, convicts the foolish," for this reason he goes out, when the word of truth seems to those who rule to be in their hand, and it comes to be outside their hand, since they are unable to hold it fast. Therefore, when they seem to overturn, they do not overturn the truth, for they themselves do not understand. And having gone out from their hand, he comes to the river Jordan, which is interpreted "descent," where the heavens, being opened, bear witness to the word that "This is the Son of God, in whom the Father was well pleased." And even if someone happens to be beyond the river, yet having drawn near to it he will find Jesus baptizing with a better baptism than John. For John first baptized with the perceptible baptism, but Jesus with the intelligible, since he baptized with the Holy Spirit and fire, which does not burn more than the fire that appeared in the bush. And pay careful attention to the phrase "where John was first baptizing," which is spoken without ambiguity, and having seen both meanings of the expression, judge which of them one ought to accept: John first baptized beyond the Jordan; second, in Aenon, near Salem. Jesus therefore departed beyond the Jordan where John first baptized with the baptism that he baptized in Aenon; or also in this way: John baptized the first baptism beyond the Jordan, but the second baptism Jesus the Christ baptized where John, having given the first baptism, baptized. And it seems to me that the second has more reason than the first.
εἴποι δ' ἄν τις καὶ περὶ τῆς προτέρας τοιαῦτα· τὸ πρῶτον βάπτισμα πέραν τοῦ Ἰορδάνου δίδωσιν Ἰωάννης, ὃ ἑρμηνεύεται «κατάβασις», τὸ δὲ δεύτερον ἐν
Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. Αἰνὼν δὲ ἑρμηνεύεται «Ὀφθαλμὸς βασάνου» καὶ Σαλὴμ «Αὐτὸς ὁ ἀναβαίνων». ἤδη οὖν διορατικώτεροι εἰσὶν οἱ τὸ δεύτερον λαμβάνοντες λύτρον, καὶ ἀπὸ πολλῆς βασάνου καὶ πόνου κτησάμενοι τὸν τῆς ψυχῆς ὀφθαλμόν. καὶ ἔπρεπέ γε τὸ πρῶτον εἶναι βάπτισμα παρὰ καταβάσει, τὸ δὲ δεύτερον παρὰ ἀναβαίνοντι. Τὸ ὄνομα τοῦ Λαζάρου δὶς ἐν τοῖς εὐαγγελίοις εὕρομεν· πρό τερον μὲν ἐν τῷ κατὰ Λουκᾶν ἐν τῇ παραβολῇ τοῦ πλουσίου καὶ τοῦ καλουμένου Λαζάρου, ὅτε καὶ ἀπέθανε καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπῆλθεν· δεύτερον δὲ κατὰ τὴν ἐκκειμένην λέξιν. πότερον δὲ ὁμωνυμία ἐστὶ δύο ὄντων Λαζάρων, ἢ ἐκεῖνός ἐστιν οὗτος; φήσει γὰρ ὁ βουλόμενος περὶ ἑνὸς λέγειν ἀμφοτέρους τοὺς εὐαγγελιστὰς ὅτι ἐν ταῖς τρισὶ ταῖς μεταξύ (τεταρταῖος γὰρ ἀνέστη Λάζαρος), ἀπενεχθεὶς ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀνεπαύσατο. καὶ διὰ τὰ ὑπὸ τοῦ πλουσίου εἰρημένα ἐν τῷ «Ἐρωτῶ οὖν «σέ, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἵνα «μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου» ὑπὸ μὲν τοῦ Ἀβραὰμ οὐκ ἀπεστάλη, εἰπόντος· «Ἔχουσι Μωσέα καὶ τοὺς «προφήτας»· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἀνέστησεν αὐτόν, τάχα κατὰ τὸ σιωπώμενον ἀπαγγελοῦντα περὶ ὧν ἑώρακεν καὶ τὰ περὶ τὰς ψυχὰς οἰκονομούμενα. ἀλλὰ ταῦτα λῆρος·
But someone might also say such things about the former baptism: John gives the first baptism beyond the Jordan, which is interpreted as "descent," and the second in Aenon, near Salem. And Aenon is interpreted as "eye of torment," and Salem as "he who ascends." Already, then, those who receive the second baptism as a ransom are more clear-sighted, having acquired the eye of the soul through much torment and toil. And it was fitting that the first baptism be at the descent, and the second at the ascent. We have found the name of Lazarus twice in the Gospels: first in the Gospel according to Luke, in the parable of the rich man and the one called Lazarus, when he both died and went to the bosom of Abraham; second in the passage now before us. But is it an identity of name, there being two Lazaruses, or is that one this one? For anyone who wishes to say that both evangelists speak of one man will claim that in the three intervening days (for Lazarus rose on the fourth day), having been carried away by the angels to the bosom of Abraham, he rested. And because of what was said by the rich man in the passage "I ask you, then, father, that you send him to my father's house, so that they too may not come into this place of torment," he was not sent by Abraham, who said, "They have Moses and the prophets"; but our Savior and Lord raised him, perhaps so that, in what is not spoken of, he might report concerning what he had seen and the things administered concerning souls. But these things are nonsense.
ὁ μὲν γὰρ παρὰ τῷ πλουσίῳ ἀπερίστατος ἦν καὶ ἀπερριμμένος ἐν τῷ πυλῶνι, ὁ δὲ εἶχε Μαρίαν καὶ Μάρθαν ἀδελφὰς εὐπόρους καὶ περιβοήτους παρὰ τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ἰησοῦν ὑποδέχεσθαι. καὶ ἄκουσον τί φησιν αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης· «Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύ»ριον μύρῳ». ἡ ἔχουσα μύρον καὶ ἀγαπωμένη ὑπὸ τοῦ Ἰησοῦ οὐκ ἠλέησε τὸν ἀδελφόν, ἐπιθυμοῦντα κορεσθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλ' οὐκ ἂν ἔχοι λόγον. ἀπὸ Βηθανίας δὲ ἦν, ὅπερ ἑρμηνεύεται «Οἶκος ὑπακοῆς». τάχα πᾶς ὁ ἀπὸ Βηθανίας ᾠκειωμένος ὑπακοῇ φίλος ἐστὶ τοῦ Ἰησοῦ. ἐπεὶ δὲ τρεπτή ἐστιν ἡ ἀνθρωπίνη φύσις, κἂν ἀσθενήσαι ποτὲ τοῦ Ἰησοῦ φίλος· ἀσθενήσαι δ' ἂν ὅτε μὴ πάρεστιν αὐτῷ ὁ Ἰησοῦς, καὶ οὐ μόνον ἀσθενήσαι ἀλλὰ καὶ ἀποθάνοι. Ὅτι Μαρία ἡ αὐτή ἐστι καὶ παρὰ τῷ Λουκᾷ ἡ ἀλείψασα τὸν κύριον μύρῳ δῆλον. ἀλλ' ἐκεῖνος μὲν αὐτῆς ἀπεσιώπησεν τοὔνομα· Ἰωάννης δὲ καὶ τὸ ἐκείνῳ παραλειφθὲν ἀνεπλήρωσεν. τίς δ' ἂν μὴ παρατραπείη ἐκ τῆς τοιαύτης τοῦ Ἰησοῦ μαρτυρίας περὶ Μαρίας πρὸς τὸ μὴ ἀπογνοὺς ἑαυτὸν ἐπὶ τοῖς πρότερον ἥκειν καὶ παρα καθέζεσθαι τοῖς ποσὶ τοῦ Ἰησοῦ καὶ μαθητεύεσθαι αὐτῷ; καὶ γὰρ αὕτη, φησί, «γυνὴ ἦν ἐν τῇ πόλει ἁμαρτωλός», ἥτις «ἐπιγνοῦσα ὅτι «κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου «καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας κλαίουσα τοῖς δάκρυσιν ἤρξατο «βρέχειν τοὺς πόδας αὐτοῦ».
For the one at the rich man's house was unmolested and cast out at the gate, while the other had Mary and Martha as sisters, wealthy and renowned among the Jews, so as even to receive Jesus. And hear what John the evangelist himself says: "It was Mary who anointed the Lord with ointment." She who had ointment and was loved by Jesus did not have pity on her brother, who longed to be filled from the crumbs that fell from the rich man's table? But that would make no sense. She was from Bethany, which is interpreted as "House of obedience." Perhaps everyone from Bethany who has been made a friend through obedience is a friend of Jesus. But since human nature is changeable, even a friend of Jesus might at some time fall sick; and he would fall sick when Jesus is not present with him, and not only fall sick but even die. That Mary who anointed the Lord with ointment is the same woman also in Luke is clear. But he kept silent about her name, while John supplied what had been omitted by him. And who would not be turned away from despairing of himself over his former sins by such testimony of Jesus concerning Mary, so as to come and sit at Jesus' feet and be taught by him? For she, it says, "was a woman in the city who was a sinner," who, "when she learned that he was reclining at table in the Pharisee's house, brought an alabaster jar of ointment and stood behind at his feet, weeping, and began to wet his feet with her tears.
εἴποι δ' ἄν τις τὴν μὲν Μαρίαν σύμ βολον εἶναι τῶν ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸν δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ «εἰς τὸν ᾅδην»· καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φήσει εἰρῆσθαι τῇ Μάρθᾳ· «Μάρθα Μάρθα, περὶ πολλὰ «θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία»· εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ' ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων. Ὡς μὲν ἐν συμβόλῳ δηλούτω τὸν κατὰ τὴν ἱστορίαν θάνατον· ὡς δὲ πρὸς ἀναγωγὴν παριστάτω θάνατον ὃν ἔσθ' ὅτε ὑπνοῦσιν οἱ μὴ ὑπὸ θεοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεφωτισμένοι. οὐ πάντως δὲ οἱ μὴ πεφωτισμένοι κοιμῶνται εἰς θάνατον, ἀλλὰ τῶν ἐνδεχομένων ἐστί ** καὶ διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· «Φώτισον τοὺς «ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον». καὶ πρόσεχε ἐπι μελῶς τῷ «Μήποτε». εἶπε τοίνυν τοῖς μαθηταῖς παρρησίᾳ, τὸ πρῶτον γὰρ ἐν παροιμίαις εἴρηκεν· «Λάζαρος κεκοίμηται», «Καὶ χαίρω δι' «ὑμᾶς ὅτι οὐκ ἤμην ἐκεῖ»· εἰ γὰρ ἦν ἐκεῖ οὐκ ἂν τεθνήκει Λάζαρος· ἀδύνατον γὰρ ἀποθανεῖν τινα παρόντος Ἰησοῦ. ἵνα δὲ ἀναστῇ ἐκ νεκρῶν ὁ ἀποθανών, ἐλθεῖν δεῖ
But someone might say that Mary is a symbol of those from the Gentiles, and Martha of those from the circumcision, and their brother, who is raised from the dead, of those who have gone down to Hades because of certain sins, according to the words "Let the sinners be turned back to Hades." And not implausibly, on account of the conduct prescribed in the law of Moses, it will be said to Martha: "Martha, Martha, you are troubled and distracted about many things, but few things are needed" — for unto salvation there is no need of the many commandments according to the letter of the law, but of few, in which the whole law and the prophets hang, namely those legislated concerning love. Let him signify, then, in a symbolic sense, the death that belongs to the narrative; but by way of spiritual interpretation let him set forth the death into which those who have not had the eyes of their soul enlightened by God sometimes sleep. Yet those who have not been enlightened do not by all means sleep unto death, but it is among things possible ** and for this reason the psalmist says: "Enlighten my eyes, lest I sleep unto death." And pay close attention to the "lest." He spoke to his disciples, then, with plainness, for at first he had spoken in proverbs: "Lazarus has fallen asleep," and "I rejoice for your sake that I was not there" — for if he had been there, Lazarus would not have died; for it is impossible for anyone to die when Jesus is present. But in order that the dead man might rise from the dead, it is necessary to come
τὸν Ἰησοῦν πρὸς τὸν ἀποθανόντα. δι' ὑμᾶς μέν, φησί, χαίρω, πιστεύοντας ἐκ τοῦ μαθεῖν, ὅτι ἀπέθανεν ἐκεῖνος οὐκ ὄντος μου παρ' αὐτῷ, καὶ ἵνα βεβαιωθῆτε ἐν τῇ πίστει. αὐτὸς μὲν οὖν μόνος ἐξυπνίζει τὸν Λάζαρον, τῶν δὲ μαθητῶν ἔργον ἦν τεθνηκότα δεδεμένον τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις, καὶ τῆς ὄψεως αὐτοῦ σουδαρίῳ περιδεδεμένης, λῦσαι αὐτὸν δεσμοῖς νεκρῶν δεδεμένον καὶ ἀφιέναι αὐτὸν ὑπάγειν κατὰ τὴν τοῦ Ἰησοῦ κέλευσιν· φησὶ δὲ ὁ Θωμᾶς· «Ἄγωμεν ἵνα συναποθάνωμεν αὐτῷ». ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος προφητείας· εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ υἱῷ τοῦ θεοῦ τὴν περὶ ψυχῶν, ἣν ἔμελλε ποιεῖν καταβὰς εἰς τὸ χωρίον αὐτῶν ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτά, ἀπειθήσασί ποτε. ἀκούσας ὅτι «Πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν» ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάζαρον ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον. τὰ δὲ καὶ τοῦ σωτῆρος εἰπόντος· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' «ἐμοῦ» καὶ τὰ ὅμοια, εἶτα ὡς γνήσιος αὐτοῦ μαθητής, κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ' ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. μήποτε δὲ καὶ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἄλλως ἔσται συζῆσαι τῷ Ἰησοῦ μὴ συναποθανόντα αὐτῷ, καθὰ καὶ Παῦλος δοκεῖ. οἱ δὲ μὴ βουλόμενοι διὰ τοῦτο αὐτὸν λέγειν φήσουσιν ὅτι ὑποπτεύων τὸν ἐσόμενον φθόνον τῶν Ἰουδαίων ἐκ τοῦ ἀναστῆναι τὸν Λάζαρον καὶ τὸν ἑπόμενον κίνδυνον τοῦτο αὐτὸν εἰρηκέναι. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα.
Jesus to the dead man. For your sake, he says, I rejoice, that you may believe from learning that he died while I was not with him, and that you may be confirmed in the faith. He himself alone, then, awakens Lazarus, but it was the work of the disciples to loose him who was dead, bound as to his hands and feet with strips of cloth, and with his face bound about with a cloth, bound with the bonds of the dead, and to let him go on his way according to Jesus' command. And Thomas says: "Let us go, that we may die with him." Thomas, having read the prophecies concerning the Savior—and it is likely that he had also heard that there remained for the Son of God a dispensation concerning souls, which he was about to accomplish by descending into their place, in order that he might preach to the spirits in prison, having gone to those who were once disobedient. Having heard that "I am going to awaken him," he thought that Lazarus would not otherwise be awakened and raised from the dead unless Jesus descended into the place of souls. And since the Savior had also said: "No one takes my soul from me, but I lay it down of myself," and similar things, then, as a genuine disciple of his, having decided to follow him wherever he might go, he wished by Jesus' grace that the rest of the disciples also lay down the body with him. And perhaps he also knew this, that it would not be possible otherwise to live with Jesus unless one died with him, just as Paul also seems to think. But those who do not wish him to say this for that reason will say that, suspecting the envy of the Jews that would arise from Lazarus' resurrection and the danger that would follow, he said this. When Jesus therefore came, he found him having been four days.
ὁ τέταρτος ἀριθμὸς ὑλικός τις καὶ σωμα τικὸς ὢν κακωτικός ἐστιν, ἐπεὶ τὰ γενικὰ σώματα τέσσαρά ἐστιν· ὅθεν οἱ δουλούμενοι καὶ οἱ κακούμενοι τέσσαρσιν ἑκατοντάσιν ἐτῶν πάσχουσι κατὰ τὸ εἰρημένον· «Κακώσουσιν αὐτοὺς καὶ ταπεινώ «σουσιν αὐτοὺς ἔτη τετρακόσια». τάχα δὲ κατὰ τοῦτο εἰς καθαίρεσιν τῶν τῇ φύσει τοῦ σώματος ἀκολουθησάντων ἁμαρτημάτων τεσσαρά κοντα νηστεύει Μωσῆς ἡμέρας, ὁμοίας δὲ καὶ Ἡλίας, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων ὁ σωτήρ. καὶ νῦν οὖν ἐλθὼν ὁ Ἰησοῦς εὗρε τὸν Λάζαρον τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ, ὅπερ ἐστὶ νεκρῶν οἰκητήριον· ἁμαρτωλοῖς γὰρ οἱ τάφοι οἰκίαι εἰσίν, ὅθεν καὶ οἱ δαιμονιζόμενοι ὡς ἐπὶ οἰκεῖον τόπον εἰς τὰ μνημεῖα καταφεύγουσιν· οἵτινες ὅσον μὲν ἔνδον εἰσίν, οὐδεὶς ἰσχύει διὰ τῆς ὁδοῦ ἐκείνης ἀπελθεῖν, ὅταν δὲ ἐξέλθωσι τὴν γυμνότητα ἀποτιθέμενοι, ἱματισμῷ κοσμοῦνται καὶ σωφρονοῦσι, καὶ τοῖς ποσὶ τοῦ Ἰησοῦ παρακαθέζονται. ὁ δὲ Ἰησοῦς ἐν καινῷ τίθεται μνημείῳ καὶ καθαρᾷ εἰλίσσεται σινδόνι, καὶ οὐ φθάνει ἐπὶ τῶν τεσσάρων ἡμερῶν ὢν ἐν νεκροῖς. διὸ καὶ «ἐν νεκροῖς ἐλεύθερος» ἦν, καὶ ἐν ἐλευθέρῳ καὶ ἁγίῳ ἀριθμῷ τῷ τρία ἐγείρεται. ἐν ᾧ καὶ ἁγιάζει ἡμᾶς τῷ λουτρῷ τοῦ ὕδατος, εἰπὼν δεῖν βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ινξ. Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον.. εχπλ. ἦραν τὸν λίθον. Βηθανία ἑρμηνεύεται «Οἶκος ὑπακοῆς», Ἱερουσαλὴμ δὲ «Ὅρασις εἰρήνης». γειτνιᾷ τοίνυν ἐν μέσῳ σταδίων ιεʹ, ὅσοι καὶ τοῦ ναοῦ ἀναβαθμοί.
The fourth number, being material and bodily, is harmful, since the generic bodies are four; whence those who are enslaved and those who are harmed suffer for four hundred years, according to what is said: "They shall harm them and humble them four hundred years." Perhaps for this reason, for the purification of the sins that follow the nature of the body, Moses fasted forty days, and likewise Elijah, and for our sins the Savior. And now, therefore, Jesus came and found Lazarus already having four days in the tomb, which is the dwelling place of the dead; for to sinners tombs are houses, whence also those possessed by demons flee to the tombs as to their own place; and as long as they are inside, no one is able to go away by that road, but when they come out, laying aside their nakedness, they are adorned with clothing and are of sound mind, and sit at the feet of Jesus. But Jesus is placed in a new tomb and is wrapped in a clean linen cloth, and does not arrive at being among the dead for four days. Therefore he was also "free among the dead," and in the free and holy number three he rises. In which he also sanctifies us by the washing of water, having said that we must be baptized into the name of the Father and of the Son and of the Holy Spirit. The slowness of the removal of the stone that lay upon it. They took away the stone. Bethany is interpreted "House of obedience," and Jerusalem "Vision of peace." It is adjacent, then, in the midst of fifteen stades, as many as are also the steps of the temple.
διαιρεῖται δὲ ὁ ιεʹ ἀριθμὸς εἰς τὸν ζʹ τοῦ σαββάτου καὶ τὸν ηʹ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ· «Δὸς μερίδα, λέγων, τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσ άγειν αὐταῖς Ἰουδαῖοι. πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, ἀπογινώσκουσι δὲ τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῷ κλαυθμοῦ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος. δοκεῖ δὲ ἡ Μάρθα νῦν σπουδαιοτέρα εἶναι τῆς Μαρίας, εἴ γε Μάρθα μὲν ἔδραμε πρὸς τὸν Ἰησοῦν, Μαρία δὲ οἴκοι ἔμενε καθεζομένη. εἰσὶ δέ τινες, ὡς ἑκατόνταρχος, μὴ ὄντες ἱκανοὶ τὸν Ἰησοῦν ὑποδέξασθαι, ἕτεροι δὲ ἄξιοι, ὡς ὁ ἀρχισυνάγωγος· ὅθεν Μάρθα ὡς ὑποδεεστέρα ἔδραμε πρὸς τὸν Ἰησοῦν, ἡ δὲ Μαρία
ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· «Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε». καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ, καὶ πεσοῦσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης. Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομέ νοις ἢ μή, πυνθάνεται λέγων; «Πιστεύεις τοῦτο;» ἀλλ' ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν.
The number fifteen is divided into the seven of the Sabbath and the eight of circumcision, to which alone Ecclesiastes urges giving a portion: "Give a portion," he says, "to the seven and also to the eight." And if Mary is a symbol of the contemplative life, Martha of the practical life, and Lazarus of one who after faith has fallen into sins, then fittingly Mary and Martha mourn for Lazarus, and in mourning they seek consolation concerning their brother, which the Jews wish to bring to them—words before the fullness of time—but they despair of being able to stop the sister of the dead man from weeping over the dead. And Martha now seems more earnest than Mary, since Martha ran to Jesus, while Mary remained sitting at home. And there are some, like the centurion, who are not worthy to receive Jesus, and others who are worthy, like the ruler of the synagogue; hence Martha, as the lesser, ran to Jesus, while Mary waits at home to receive him, as one capable of containing his visitation. And she would not have left her own house if she had not heard her sister saying: "The Teacher is present and is calling you." And having risen, she did not simply rise but quickly, and falling at Jesus' feet she said what she said, while the other did not fall before him. The Savior, not being ignorant of whether Martha believes what is said or not, asks, saying: "Do you believe this?" but for the sake of our learning, or also of those present at the time, from her answer, her own disposition.
ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ' ἀποφαίνεται τὸ «Πιστεύεις τοῦτο;» εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· «Ναὶ κύριε»· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι πιστεύω, ἀλλὰ καὶ πεπίστευκα, καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπιδημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ. Ζητήσαι δ' ἄν τις διὰ τί λέγει· «Εἰ ἦς ὧδε» ἐξετάζων τὰ τῆς ἀναγωγῆς, εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα. Τὸ δὲ «Ποῦ τεθείκατε αὐτόν;» μὴ θαυμάσῃς εἰ ὥσπερ ὑπὸ ἀγνοοῦντος λέγεται. ἀγνοεῖν γὰρ οὐ μόνον τὸν σωτῆρα ἀλλὰ καὶ τὸν πατέρα φησὶν ἡ γραφὴ κατὰ σημαινόμενον κατὰ τὸ «Εἴ τις ἐν «ὑμῖν πνευματικὸς ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ θεοῦ ἐστίν· «εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται». ἐρωτᾷ· «Ποῦ τεθείκατε αὐτόν;» ὥς γε τοῖς μαθηταῖς ἐντέλλεται ἀφιέναι τοὺς νεκρούς. δακρύει δὲ ὁ Ἰησοῦς, ἐάν τις αὐτοῦ τῶν φίλων ἐν μνημείῳ γένηται. Μακρὰν μὲν τυγχάνων τοῦ μνημείου ἐνεβριμήσατο τῷ πνεύματι. ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν. διὸ λέγεται· «Ἐμβριμώμενος ἐν «ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον». πάλιν δὲ ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. «Ἦν δὲ σπή «λαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτοῦ».
But someone else will say that he does not even ask a question, but makes a declaration: "Do you believe this?" Then Martha, fulfilling the Savior's declaration, says, "Yes, Lord"; and as it were, not only do I believe this which you say, but that you are the Christ I not only now believe, but have also believed, and that you are the Son of God who is coming into the world, and who is present to all who believe in you. But one might inquire why she says, "If you had been here," examining the matters of the spiritual interpretation, whether there is a place where Jesus is not; just as where two or three are gathered in his name, there he is in their midst; but he stands in the midst of others who do not know him; thus he was present with Mary and Martha. For they had not advanced so far as to know him as present. But do not wonder if "Where have you laid him?" is spoken as by one who is ignorant. For the Scripture says that not only the Savior but also the Father is ignorant, in the sense meant by "If anyone among you is spiritual, let him recognize what I write to you, that it is of God; but if anyone is ignorant, he is ignored." He asks, "Where have you laid him?" as indeed he commands the disciples to let the dead bury their dead. And Jesus weeps, if any of his friends comes to be in a tomb. While still far from the tomb, he was deeply moved in spirit. But when he comes near to the dead man, he no longer is deeply moved in spirit, but holds the deep groaning within himself. Therefore it is said: "Being deeply moved within himself, he comes to the tomb." And again he rebukes the passion, so that we may learn that he became man without change, as we are. "Now it was a cave, and a stone lay upon it.
ἐτέθη γὰρ οὐκ ἐν οἰκοδο μητῷ τινι μνημείῳ ἀλλ' ἐν λαξευτῷ. καὶ τάχα διὰ τοῦτο οὐαὶ τοῖς οἰκοδομοῦσι τάφους ἢ μνημεῖα. οἰκοδομεῖσθαι γὰρ δεῖ οἰκίας, καὶ ναόν, καὶ εἴ τι τοῖς ζῶσίν ἐστι χρήσιμον. εἶτά φησιν· « Ἄρατε τὸν λίθον »· ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐχ ἥψατο αὐτὸς τοῦ λίθου, ἀλλ' ἑτέροις ἐπέτρεψεν ἆραι τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον. τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος ἐν τῇ Γενέσει καὶ ἐμποδίζοντος τὰ πρόβατα τοῦ πίνειν, ἀφ' ὧν ἔμελλε γενέσθαι τὰ ἐπί σημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει ἐπιλαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτόν. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ἰακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν. Οὐκ, εἴ τις προφητεύει, προφήτης· ἀλλ' εἴ τις προφήτης, οὗτος προφητεύει. Βαλαὰμ γὰρ μάντις ὢν προφητεύει. οὐ γάρ, εἴ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρός· ἢ καὶ οἰκοδομικόν τι ποιήσας ἤδη καὶ οἰκοδόμος. καί τινες μὲν βούλονται μὴ ἀπὸ τοῦ ἁγίου πνεύματος τὸν Καιάφαν εἰρηκέναι διὰ τὸ λέγειν τὸν Δαυεὶδ ἁμαρτήσαντα· «Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ», καὶ μὴ κατ οικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἁμαρτίᾳ, ἀλλ' ὑπὸ ἐνεργείας πονη ρῶν πνευμάτων. δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ «Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;» μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ' ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος.
For it was not placed in a built tomb but in one hewn from rock. And perhaps for this reason: woe to those who build graves or tombs. For houses and a temple ought to be built, and whatever is useful for the living. Then he says: "Take away the stone"; since the cave was a tomb, he did not touch the stone himself, but entrusted it to others, to those fit for the task, to take it away. But the stone that lay upon the mouth of the well in Genesis and hindered the sheep from drinking, from which were to come the marked ones and the portion of Jacob, Jacob himself had to take hold of, and coming to the stone, roll it away. And indeed, in the case of the well, Jacob himself had to come forward, but outside the cave Jesus stood. Not everyone who prophesies is a prophet; but if anyone is a prophet, he prophesies. For Balaam, being a diviner, prophesies. For it does not follow that if someone has done something medical, he is already a physician; or if he has done something architectural, he is already an architect. And some hold that Caiaphas did not speak from the Holy Spirit, because David, when he had sinned, said: "And do not take your Holy Spirit from me," and because it does not dwell in a body wholly given over to sin, but speaks under the influence of evil spirits. For they say that demons are sometimes able to foretell, as in the case of Paul the spirit of divination, and in the case of the Savior, "Ha! What have we to do with you, Son of God?" And we learn that people do not say all things of themselves, but some things also under the influence of either a superior power or a worse one.
πλὴν ὥσπερ τινὲς τῶν ἑτεροδόξων τὸν νοῦν τῆς γραφῆς παρεκδέχονται, οὕτως οἱ Φαρισαῖοι τὸ ὑπὸ Καιάφα ῥηθὲν πρὸς τὸν ἑαυτῶν ἐκλαμβάνουσι νοῦν. Καὶ βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ ἀλο γώτερον καὶ θερμότερον ἐπιπηδᾶν τοῖς κινδύνοις, μηδ' ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς
ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι 〚Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος θεοῦ, ἀλλ' ἀπῆλθεν ἀπ' αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται ὅτι〛 «πολλὰ τὰ «τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα»· ἐγγὺς Ἐφραίμ, ἥτις ἑρμηνεύεται «καρποφορία»· ἀδελφὸς ὢν Μανασσῆ πρεσβυτέρου τοῦ «ἀπὸ λήθης», μετὰ γὰρ τὸν «ἀπὸ λήθης» λαὸν γεγέννηται ἡ ἐξ ἐθνῶν «καρποφορία». κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν· πάρεστι γὰρ τῇ «καρποφορίᾳ». καὶ ἐπὶ τῇ γενέσει μὲν τοῦ Ἐφραὶμ εἴποι ἂν ὁ γεν νήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γε νόμενος ὑπήκοος μέχρι θανάτου· «Ηὔξησέ με ὁ θεὸς ἐν γῇ τῆς τα «πεινώσεώς μου». Ὁ ἑπόμενος αὐτῷ τῷ ἕπεσθαι αὐτῷ διακονεῖ αὐτῷ. ὁ δὲ διακο νῶν αὐτῷ διάκονος αὐτοῦ ἐστι· καὶ διὰ τοῦτο ὅπου ἔστιν ὁ λόγος, καὶ αὐτὸς ἔστιν. οὐ σωματικῶς δὲ καὶ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον.
Nevertheless, just as some of the heterodox misinterpret the meaning of the Scripture, so the Pharisees take what was said by Caiaphas according to their own meaning. And while the Word wishes to turn us back from leaping rashly and hot-headedly into dangers, even if they be for the sake of truth, and instead to stand firm when we are overtaken, and to draw back when about to engage, because the outcome is unclear. But for the sake of a higher interpretation it must be said that Jesus formerly walked among the Jews with boldness through the prophets, but now no longer. For the word of God is not among them, but has departed from them into the wilderness, concerning which it is said, "Many are the children of the wilderness rather than of her who has a husband"; near Ephraim, which is interpreted "fruitfulness"; being a brother of Manasseh the elder, who is "from forgetfulness." For after the people "from forgetfulness" was born the "fruitfulness" from the Gentiles. And there he remained with his disciples; for he is present with "fruitfulness." And at the birth of Ephraim, the one who begot him, our Lord, the measurer of grain, who humbled himself and became obedient unto death, would say, "God increased me in the land of my humiliation." He who follows him, by the very act of following him, serves him. And he who serves him is his servant; and for this reason, wherever the Word is, there he also is. But the promise must not be understood in a bodily and local sense.
εἰ δὲ ὡς ἐν σωματικοῖς τόποις ἔστι τις τόπος τοῦ αἰθέρος ἐν τοῖς καθαρωτάτοις καὶ λεπτότητι φωτὸς διαυγεστέροις, οὐκ ἂν ἁμάρτοι τις τῶν ἐν σώματι τοὺς διαφέροντας ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει σῶμα δόξης ὑπερεχούσης καὶ διαφερούσης ἐν ἐκείνοις γίνεσθαι τοῖς χωρίοις ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχο λὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. καὶ τῇ μὲν ἐπινοίᾳ ἕτερόν ἐστι τὸ ὅπου ἔστιν ὁ θεὸς λόγος ἐκεῖ εἶναι τὸν διάκονον αὐτοῦ, τῷ δὲ πράγματι ταὐτόν ἐστι τῷ τιμᾶσθαι αὐτὸν ὑπὸ τοῦ πατρός. τῇ γὰρ τιμῇ τῇ ἀπὸ τοῦ πατρὸς τὸ τιμώμενον γίνεται ὅπου ὁ θεὸς λόγος. Πᾶσαι αἱ τοῦ Σατανᾶ δυνάμεις ἅμα τοῦ αὐτῆς ἡγεμόνος κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους ἐπεστράτευσε τῷ σωτῆρι· ἃς ὁρῶσα ἡ τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δειλιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χριστὸς καὶ πάσχειν ἔσθ' ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, διὰ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ' ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἦν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ' αὐτοῦ δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ' ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.
But if, as in bodily places, there is a certain place of the aether among the purest and most translucent in the fineness of light, one would not err in saying that those in the body who receive differing portions according to their worth in the resurrection become in those regions a body of glory surpassing and excelling, as being most suited to the leisure of the contemplations of the Word of God. And in conception it is one thing that where the Word of God is, there his servant is; but in reality it is the same as being honored by the Father. For by the honor that comes from the Father, the one honored comes to be where the Word of God is. All the powers of Satan, together with their leader, marched against the Savior at the time of his saving passion; seeing them, the soul of the Savior was troubled in a human way, not dreading death, even if this too is human, but dreading not to be defeated. For Christ yielded to it also to suffer at times its own affections, and since it was going to become the cause of eternal salvation for those who obey him, for this reason his soul was grieved and troubled concerning these things, not as one might suppose, being overpowered by the trouble, but for an instant; for this is what the now signifies. For at the same moment it began, it also ceased, and so to speak it was a point of time. But see whether he himself also, against the evil powers that march against him, prays that the struggle may take place not in an extension of time but in the now, which was sufficient for the soul of Jesus to conquer all the power of the evil one.
Τὸ ἐν τῷ σταυρῷ πάθημα αὐτοῦ κρίσις ἦν τοῦ κόσμου τούτου παντός, ἐπείπερ «εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ «εἴτε τὰ ἐπὶ γῆς εἴτε τὰ ἐν οὐρανοῖς», μετὰ θριαμβεύσεως ἐν τῷ ξύλῳ, ἃς ἀπεξεδύσατο ἀρχὰς καὶ ἐξουσίας, ἐκάθισεν ἐν τοῖς ἐπουρα νίοις, ἀποκαθιστὰς πάντα ἐπὶ τὸ ἑκάστῳ ἁρμόζον καὶ πρέπον τέλος. ἐπεὶ οὖν τὸ συνέχον τὴν περὶ ἑκάστου τῶν ὄντων κρίσιν ἡ ἐν τῷ σταυρῷ οἰκονομία ἦν, διὰ τοῦτο, ἐγγίσαντος τοῦ κατὰ τὸ ἐν αὐτῷ πάθος καιροῦ, εἶπεν τὸ «Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου». Ἐπεὶ τὸ τοῦ σωτῆρος ἡμῶν πάθος ἐπὶ καθαρισμῷ τῶν προεγνωσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέ λεκται τὸ «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου», ὡσανεὶ ἔλεγεν· Ἐνέστη καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ «Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται» ἢ τάχα κατὰ τὸ ἐξώ τερον σκότος. Ἄγνοιαν δὲ αὐτῷ ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ὑποδεικνύουσιν. τὸ μὲν γὰρ εἰς τὸν αἰῶνα μένειν τὸν χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασι φω νῶν· τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν. Ἐπείπερ ὡς
His suffering on the cross was a judgment of this whole world, since "having made peace through the blood of his cross, whether things on earth or things in heaven," with a triumph on the tree, he put off the principalities and powers and sat down in the heavenly places, restoring all things to the end that is fitting and proper for each. Since, then, the economy on the cross was what contained the judgment concerning each of existing things, for this reason, when the time of his suffering drew near, he said, "Now is the judgment of this world." Since the suffering of our Savior was for the purification of those foreknown in whom the world was to be judged, for this reason it is said, "Now is the judgment of this world," as if he were saying: The time has come for the manifestation of those who will judge the world; or since at the time of the saving suffering the tyrant was about to be brought down, it is said, "Now the ruler of this world will be cast out," or perhaps into the outer darkness. But they convict him of ignorance concerning the prophets and show an inexact knowledge of what is written. For they received from such utterances that the Christ remains forever; but the mystery of his death, occurring in between, and the brief dissolution of the soul from the body, they did not understand nor examine closely. And they ought to have known the reason: that while two comings of Christ were prophesied, the multitude of the Jews hoped for the more glorious one, to take place at the consummation of the age, but the one before it they did not at all understand. Therefore their house is left to them. Since, as
παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ· εἴ τίς [τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐτὴν ἐν σουδαρίῳ, ἀκούσεται τὸ «Ἔτι μικρὸν τὸ φῶς ἐν ὑμῖν ἐστιν»· ὅσον γὰρ οὐδέπω λέξεται τὸ «Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν», ἐπείπερ «ὁ ἐν ὀλίγῳ ἄδικος καὶ «ἐν πολλῷ ἄδικός ἐστι». καὶ οὕτω δ' ἄν τις τὰ κατὰ τὸν τόπον διηγήσαιτο· ὥσπερ ἡ βασιλεία τοῦ θεοῦ παρὰ Ἰουδαίοις ἦν, οὕτω καὶ τὸ φῶς ἐν αὐτοῖς ἐτύγχανε· καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», οὕτως ἐπείπερ ὄντος τοῦ φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ' αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». Ὅτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ' ἑαυτοὺς ψεκτοὺς τοὺς ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρὰ τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν, 〚ἄκου σον τί φησιν ἐν τῷ Δευτερονομίῳ·
To everyone who has, it will be given and will abound; so too, from the one who does not have, even what he seems to have will be taken away from him. And if anyone, having received the mina, binds it up in a cloth, he will hear the words, "Yet a little while the light is among you"; for as long as the words "Take the mina from him" are not yet spoken, since "he who is unjust in a little is also unjust in much." And in this way one might expound the matters concerning the passage: just as the kingdom of God was among the Jews, so also the light happened to be among them; and just as, because they did not render the fruits that belong to the kingdom of God, they heard, "The kingdom of God will be taken away from you and given to a nation producing its fruits," so too, since while the light was among them they did not walk so as not to be overtaken by darkness, for this reason after a little time the light that was among them was taken away from them and given to the nation that produces the fruits of light, which became like the stars of heaven and is called the light of the world, and has received this from the one who said, "I am the light of the world." For that the divine Scripture knows us to be possessed of free will is shown by its blaming sinners as blameworthy by their own fault, and praising those who keep the divine commandment as praiseworthy by their own cause. Hear what it says in Deuteronomy:
«Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ «θεός σου αἰτεῖ παρά σου ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, «πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα «τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς «ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα «αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἵνα εὖ ᾖ σοί;» ἐν δὲ τῷ Μιχαίᾳ· «Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ «παρά σου ἀλλ' ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον «εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ θεοῦ σου;»〛 ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἕκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ «Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν «αὐτῶν τὰς καρδίας» ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν, 〚καθὰ προείρη ται, τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα μὴ νοήσωσι τῇ καρ δίᾳ, καὶ ἵνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,〛 οὕτω γέγραπται καὶ τὸ «Ἵνα μὴ στραφῶσι «καὶ ἰάσηται αὐτούς». ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος 〚καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστολος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν·
And now, Israel, what does the Lord your God require of you but to fear the Lord your God, to walk in all his ways and to love him and to serve the Lord your God with all your heart and with all your soul, to keep the commandments of the Lord and his statutes, which I command you today, that it may be well with you? And in Micah: He has told you, O man, what is good; or what does the Lord require of you but to do justice and to love mercy, and to be ready to walk with the Lord your God? So then, as far as these things are concerned, it is possible for each of us to become righteous or unrighteous. You will understand, therefore, that the saying He blinded their eyes and hardened their hearts is to be referred to the evil one, as has been said before, who has blinded the eyes of some and hardened their heart, so that they should not see with their eyes, and so that they should not understand with their heart, and so that they should turn and the Lord should heal them. For it is not written in the same way as he has said: He has blinded their eyes and hardened their heart, nor is it also written: Lest they should turn and he should heal them. One, then, is he who blinds the eyes and hardens the heart, and another who heals those who turn and those who are crushed in heart and the blind. And the apostle also says this in the second letter to the Corinthians:
«Εἰ δέ ἐστι «κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν «οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, «εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ «χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ».〛 καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλ λοντες ἑαυτοὺς δι' ὧν ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλ μοὺς ὑπ' αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ «Διὰ τοῦτο οὐκ ἠδύναντο «πιστεύειν» τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται 〚βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν〛 αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς 〚τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν〛, τοὺς τέως μὴ δυνη θέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ
δυναμένους πι στεύειν 〚διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πο νηροῦ〛 οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ 〚καὶ εἰ πόντας· «Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς» καὶ ἀξιώσαντας ἀναβλέψαι〛. περὶ δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ. Καὶ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον, ὅτι δύο πράγματα λέγεται περὶ τοῦ σωτῆρος.
But if our gospel is veiled, it is veiled among those in whom the god of this age has blinded the minds of the unbelievers, so that the illumination of the glory of the gospel of Christ, who is the image of God, should not shine forth. And it is no wonder if those who subject themselves through the sins they have committed to the evil one are blinded in their eyes by him and harden their own heart according to his will, since he does everything so that they may not see with their eyes and understand with their heart and turn. But also regarding the statement "For this reason they could not believe," such things must be said: just as in the case of the man blind from birth, whom our Savior later healed, if someone said, "He cannot see because he is blind," he would not be saying that it is impossible for him ever to see—for it was possible, since Jesus grants to the blind the opening of the eyes of the blind, that those who for a time could not see should later see—so too those who at one time could not believe because their eyes had been blinded by the evil one—it was not impossible for them to believe after coming to Jesus and saying, "Son of David, have mercy on us," and asking to receive their sight. But that the text found in the gospel is not spoken in these very words by the prophet is no wonder, since those who ministered the oracles of the new covenant did this in many places, as we have also observed elsewhere. Nevertheless, the sayings of Isaiah are equivalent in meaning to what is contained in the gospel. And this too must be understood in the present passage, that two things are said concerning the Savior.
πρότερον μὲν ὃ καὶ πρότερον γίνεται, πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ' ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ [τῷ τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν' οὕτως ἴδῃ τὸν Ἰησοῦν, καὶ ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φιλίππῳ· «Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν» εἶπεν ὁ Ἰησοῦς· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς «ἐμὲ ἑώρακε τὸν πατέρα». πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι' ἣν οὔτε ὁμοίως τῷ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς «τὸν πέμψαντά με» εἴρηται τὸ «Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» οὔτε παραπλησίως τῷ «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ «ψαντά με» λέλεκται τὸ «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ «ἀλλ' εἰς τὸν πέμψαντά με». πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ' εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ πατέρα.
First, that which also comes first: first is believing in him; second, that which also comes second by way of progression. For this is what is beyond believing, namely, beholding the Word, and in beholding the Word, beholding the Father. Believing extends even to the multitude of those who approach religion, but beholding the Word and contemplating the Father in him no longer extends to all who believe, but only to those who are pure in heart. Thus I also understand the saying, "He who has seen me has seen the Father." For it was not the one who applied the visual power in his bodily eyes to the body of Jesus who has seen the Father and his God. I think that he also needed time and practice in order thus to see Jesus, and seeing the Son, to behold the Father as well. Therefore, when Philip said, "Show us the Father, and it is enough for us," Jesus said, "Have I been with you so long a time, and you have not known me? He who has seen me has seen the Father." Consider whether you are able, by examining the difference between believing and beholding, to understand also the reason why neither in the same way as "He who believes in me does not believe in me but in the one who sent me" has it been said, "And he who beholds me beholds the one who sent me," nor in a manner similar to "He who beholds me beholds the one who sent me" has it been said, "He who believes in me does not believe in me but in the one who sent me." For one who believes in the Son does not believe in the Son but in the Father of all, God. But one who beholds the Word and the Wisdom and the Truth does not behold this alone but also the Father.
οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ «Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ» τὸ «Ἰησοῦς δὲ ἔκραξε καὶ «εἶπε»· μεγάλη γὰρ ἡ περὶ τούτων ἦν μυστικὴ φωνή. ὅτι δὲ δυνα τὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· «Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας «αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν «ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς». πρόσχες γὰρ ἐπι μελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλήθειαν ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ «Ἐὰν μείνητε ἐν τῷ λόγῳ «τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν». Ἔλαμψε μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσ μου σωτήρ· οἳ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδὲ τῇ σελασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. καὶ τοῦτο λέγοιτ' ἂν τετυφλῶσθαι καὶ πεπωρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπα τεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσε· τοὺς Ἰουδαίους, καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λύμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον.
But I think that, to demonstrate that the mystery signified is great, it was said first in relation to believing in the Son, and second in relation to beholding him, before the words "The one who believes in me and beholds me" there stands "But Jesus cried out and said"; for great was the mystical voice concerning these things. And that it is possible to believe with a view to the vision and yet not behold it, the evangelist will make clear, saying: "Jesus was saying to the Jews who had believed in him: If you remain in my word, you will know the truth, and the truth will set you free." For attend carefully that to those who had believed, as not yet having known the truth but only having believed it, he says, "If you remain in my word, you will know the truth." For the true light shone when the Savior of the world arrived; but they did not wish to gaze upon it nor to walk in the light-bearing radiance of his teachings. Therefore darkness consequently overtook them, exacting justice for the wickedness that had previously possessed them. And this might reasonably be called being blinded and being hardened. And just as for the one who wishes to walk in the light there follows also the knowing where he is going, so for the one who does not wish to walk in the light there follows being in darkness as he walks and wretchedly completing the path of the blind and the hardened. And it has been said beforehand also that the flash of the master's and saving teaching stigmatized as blind and hardened the Jews, and made the ruin and blindness that was previously present in the eyes of their souls more manifest and more clearly evident.
ὥσπερ γὰρ ὁ αἰσθητὸς ἥλιος λαμ πρὰς ἐναφιεὶς τὰς ἀκτῖνας ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς
ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπιδημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐναστράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν. Μετὰ ταῦτα ζητήσεις, διὰ τὸ ἐν συμπλοκῇ εἰρῆσθαι· «Τί εἴπω «καὶ τί λαλήσω;» πότερον διαφορὰν ἔχει τὸ εἰπεῖν καὶ τὸ λαλῆσαι ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ «Εἶπε», καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ «Ἐλάλησα». εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι' ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀνα γεγράφθαι δὲ περὶ αὐτοῦ τὸ «Εἶπε», καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· «Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ «σῆν λέγων». καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν δὲ τῷ «Ἐλάλησε» τὸ διδασκαλικόν. « Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι ». περὶ οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ' ὅτι αὐτή ἐστι καθ' ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέν τοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι' αὐτήν, αἱρετή ἐστιν ἡ ζωή. ινξ.
For just as the perceptible sun, darting its rays, convicts those who are diseased in their eyes, so also the intelligible sun, when the light that knows no setting and no evening had come to dwell in the world and had flashed forth the radiance of his divinity through wonders worthy of God and beyond reason, all the more exposed the darkness and blindness that had pre-occupied the eyes of the soul of the ungrateful Jews. After this you will inquire, because it was spoken in a combined form: "What shall I say, and what shall I speak?" — whether "to say" and "to speak" differ, or are the same, said in parallel. You will therefore set beside it the passages in which "he said" is recorded, and you will examine together with those the passages concerning which "I spoke" is said. But if it contributes anything to the examination of these matters that throughout the whole creation account God is not said to have spoken, but "he said" is recorded of him, you yourself will also attend to what is said continually in Leviticus: "And the Lord spoke to Moses, saying." And see whether you can maintain that in "to say" the commanding by authority is signified, while in "he spoke" the didactic. "And I know that his commandment is eternal life." Concerning this one might inquire why it is not said that the commandment of God procures eternal life, but that it is itself eternal life according to subsistence, as also the knowing of the only true God and of Jesus Christ whom he sent. Eternal life, then, is each of these. If, however, the commandment of God is eternal life, and the commandment of God is in the righteous man, who lives blessedly through it, then life is choiceworthy.
Ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας εχπλ.: αὐτὸς αὐτοὺς νίψῃ. ινξ. Οὐκ ἀπὸ Πέτρου δὲ ἤρξατο εχπλ. ἐμμένειν τῷ κακῶς κριθέντι. ινξ. Παραπέφρασται τὸ ῥητὸν τῆς προφητείας εχπλ. ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί. ινξ. Τοῦτο γὰρ τὸ ἐσόμενόν φησιν· εχπλ. καὶ διὰ τοῦτο τὴν περὶ ἐμοῦ γνῶσιν. ινξ. Σημείωσαι τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις εχπλ. μετὰ δόλου ψεκτόν ἐστιν. ινξ. Τὸ δοθὲν ψωμίον ὑπὸ τοῦ Ἰησοῦ εχπλιξ. εἰσῆλθεν εἰς αὐ τὸν ὁ σατανᾶς. ινξ. Οὐ μόνον δὲ κατὰ τὸ ἁπλούστερον ἐξῆλθε εχπλιξ. Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. ινξ. Γέγραπται· Οὐδεὶς ἔγνω τὸν υἱὸν εχπλιξ. ἐνοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται. ινξ. Ἐντεῦθεν ἔστιν ἰδεῖν καὶ τῶν παραπλήσιον φωνῶν εχπλ. ἀπὸ τοῦ τοιούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ. Ἐναντίον εἶναι δοκεῖ τῷ προειρημένῳ. ἄνω μὲν ὡς οὐκ οὔσης τοῦ ἑτοιμάσαι χρείας φησίν, ἐνταῦθα δὲ ὅτι Ἐὰν πορευθῶ, ἑτοι μάσω τόπον ὑμῖν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· ὅτι ὅσον πρὸς τὴν ἀφθο νίαν τῶν ἀγαθῶν ὧν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὖ καὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ἑτοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ' ἐμοῦ, ἀλλ' ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην. πλὴν ἀλλ' ἐγὼ τούτων ὑμῖν ἑτοιμαστὴς καὶ πρόξενος γίνομαι.
It is best that the first and before the consummation... he himself wash them. Not from Peter did he begin... to persist in what was wrongly judged. The saying of the prophecy has been paraphrased... that this is what the one who stretches out his heel against someone does. For he says this is what will be... and through this the knowledge concerning me. Note in what manner, in the matters examined... with guile it is blameworthy. The morsel given by Jesus... Satan entered into him. And not only in the simpler sense did he go out... But let us, being of the day, be sober. It is written: No one has known the Son... beholding as in a mirror the same image, they are transformed. From this it is possible to see, and of similar utterances... from such a teacher, the wisdom of God. It seems to be contrary to what was said before. Above, he says, as though there were no need of preparing, but here, that If I go, I will prepare a place for you. What he says, then, is of this sort: that as regards the abundance of good things which the Father prepared beforehand according to foreknowledge, so that those who live well and with all exactness might dwell continually in the good things prepared, there is no need for them to be made ready by me, but rather for you to display the fitting disposition. Nevertheless, I become the preparer and provider of these things for you.
τί γὰρ τὸ «Πάλιν «ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν;» ἐπειδὰν γάρ, φησί, τῆς εἰς οὐρανοὺς ἀνόδου παρασχῶ ὑμῖν καὶ τῆς τῶν ὁμοίων ἀπολαύσεως τὴν ἀφορμήν, ὥστε φανῆναι τὸν καταστάντα τούτων αἴτιον ὑμῖν, αὐτὸς ἐλεύσομαι πάλιν, (λέγει δὲ τὴν ἐξ οὐρανῶν δευτέραν αὐ τοῦ παρουσίαν,) καὶ λαβὼν ὑμᾶς ἀνελεύσομαι εἰς τοὺς οὐρανούς, ὅπου καὶ αὐτός εἰμι, ὥστε καὶ ὑμᾶς ἔχειν μεθ' ἑαυτοῦ τῶν αὐτῶν ἀπολαύοντας ἐμοί. «Εἰ γὰρ ὑπομένομεν, ὁ Παῦλος φησίν, καὶ συμβασι «λεύσομεν». Ἔοικέ τι ἀκριβὲς καὶ ἐξητασμένον ἔχειν ὁ Θωμᾶς, ὅπερ παρίστα ται καὶ ἐκ τῶν ὑπ' αὐτοῦ λεγομένων, ἅπερ οἶμαι αὐτὸν εἰρηκέναι μὴ ἀπιστοῦντα τοῖς λέγουσι τεθεωρηκέναι τὸν κύριον, ἀλλ' εὐλαβούμενον μήποτε φάντασμά ἐστι, καὶ μεμνημένον τοῦ «Πολλοὶ ἐλεύσονται ἐπὶ «τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι». τοῦτο δὲ οἶμαι πεπονθέναι καὶ τοὺς λοιποὺς ἀποστόλους, ἀλλὰ κατ' ἐξοχὴν τὸν Θωμᾶν. 〚ὅτι δὲ καὶ οἱ λοιποὶ ἀπόστολοι τοιοῦτόν τι ἐνενόησαν ἰδόντες τὸν Ἰησοῦν δῆλον ἐκ τοῦ γεγράφθαι ὅτι «Ἐδόκουν ὅτι φάντασμά ἐστι», καὶ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς «Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα ὀστᾶ καὶ σάρκα οὐκ «ἔχει, καθὼς ἐμὲ
For what is the meaning of "Again I come and will receive you to myself"? For when, he says, I provide you with the occasion of the ascent into the heavens and of the enjoyment of the same things, so that the one who has brought these things about for you may appear, I myself will come again (and he means his second coming from the heavens), and having taken you I will go up into the heavens, where I myself am, so that you also may have with him the enjoyment of the same things as I. "For if we endure," Paul says, "we shall also reign with him." Thomas seems to have something precise and carefully examined, which is also evident from what he says, which I think he said not because he disbelieved those who said they had seen the Lord, but because he was cautious lest it be a phantom, and because he remembered the saying "Many will come in my name saying, I am he." And I think the rest of the apostles also experienced this, but Thomas especially. That the rest of the apostles also had some such thought when they saw Jesus is clear from the fact that it is written that "They thought it was a phantom," and he answered and said to them, "Touch me and see, that a spirit does not have bones and flesh, as I
θεωρεῖτε ἔχοντα».〛 περὶ δὲ τοῦ πῶς λέγεται αὐτῷ «Μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς» καὶ εἰς τὸ ὄνομα δὲ τοῦ Θωμᾶ τοι αῦτα ἂν λεχθείη, ὅτι τῶν μὲν ἀξιωθησομένων ὑπὸ τοῦ σωτῆρος μείζονος θεωρίας περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως αὐτοῦ καὶ τῶν ὀφθέντων ἐν δόξῃ Μωσέως καὶ Ἠλίου τὰ ὀνόματα μετεποίησεν. τῶν δὲ λοιπῶν διὰ τοῦτο τὰ ὀνόματα οὐ μετεποίησεν, ἐπεὶ καὶ αὐτάρκη καὶ καθ' ἑαυτὰ ἦν παραστῆσαι τὸ ἑκάστου ἦθος. περὶ μὲν οὖν τῶν λοιπῶν ἀποστόλων οὐ νῦν πρόκειται λέγειν, περὶ δὲ τοῦ Θωμᾶ, ὃς ἑρμηνεύεται Δίδυμος, διὰ τοῦτο, ἐπεὶ δίδυμός τις τὸν λόγον ἦν ἀπο γραφόμενος τὰ θεῖα δισσῶς καὶ μιμητὴς Χριστοῦ τοῖς μὲν ἔξω ἐν παραβολαῖς λαλοῦντος, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς τὰ πάντα ἐπιλύοντος. καὶ οὐκ ἄτοπόν γε φάσκειν τοὺς γνησίους Χριστοῦ μα θητὰς κατορθοῦν διττὸν τοῦτο τὸ τῆς ἐν λόγῳ παρασκευῆς, ὅπερ ἤδη τάχα καὶ ἐξαιρέτως εἶχεν ἔκτοτε ὁ Θωμᾶς. εἴποι δ' ἄν τις καὶ διὰ τοῦτο τὴν ἑρμηνείαν μόνου τούτου ἀναγεγράφθαι, τῷ βεβουλῆσθαι τὸν εὐαγγελιστὴν Ἕλληνας ἐντυγχάνοντας τῷ εὐαγγελίῳ ἐπιστῆσαι τῇ ἰδιότητι τῆς ἑρμηνείας τοῦ ὀνόματος κατ' ἐξοχὴν μόνον ἑρμηνευ θέντος ἐπὶ τῷ εὑρεῖν τὴν αἰτίαν τοῦ καὶ Ἑλληνιστὶ ἐκκεῖσθαι τὸ ὄνομα αὐτοῦ. Κυριώτερον μὲν ἦν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου τὸ «Ἔστιν»· ἀλλ' ἐπειδὴ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ «Ἔστιν» τῷ «Ἦν» κέχρηται ἰστέον δὲ ὅτι τὰς κυρίως σημασίας τῶν ῥημάτων τοῦ χρόνου οὐ δεῖ ἐκλαμβάνειν ἐπὶ τῶν ἀιδίων, ἤγουν τὸ «Ἦν» καὶ ἔστιν καὶ ἔσται.
You see him who has." Concerning how it is said to him, "Do not be unbelieving but believing," and regarding the name of Thomas, such things might be said: that of those who were to be granted by the Savior a greater vision concerning his transfiguration on the mountain and of Moses and Elijah who appeared in glory, he changed the names. But of the rest he did not change the names for this reason, since they were also sufficient in themselves to present each one's character. Now concerning the rest of the apostles it is not now our task to speak, but concerning Thomas, which is interpreted Didymus, for this reason, since he was a certain twin in reason, recording divine things doubly and an imitator of Christ, who spoke to those outside in parables, but privately explained all things to his own disciples. And it is not out of place to say that genuine disciples of Christ achieve this twofold preparation in word, which perhaps Thomas already had from that time in an exceptional way. One might also say that for this reason the interpretation of this one alone has been recorded, because the evangelist wished that Greeks encountering the gospel might attend to the peculiarity of the interpretation of the name, which alone was interpreted par excellence, so that they might find the reason why his name is also set forth in Greek. It would have been more proper to say "He is" in the case of the divine Word; but since, in contrast to the incarnation that occurred at a certain time, he was indicating the existence of the Word, instead of "He is" he used "He was." But one must know that the proper meanings of verbs of time should not be understood in the case of eternal things, that is, "He was" and "He is" and "He will be.
ὁ γὰρ θεὸς λόγος καὶ υἱὸς ὢν τοῦ πατρὸς ἀίδιος τυγχάνων θεὸς τὰ ἐπ' αὐτοῦ ῥήματα οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, μὴ ὢν αὐτὸς ὑπὸ χρόνον· ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρό νον, ὡς Ἀριστοτέλης φησίν. Καταλλήλοις τοῖς ῥήμασιν ἐχρήσατο τῷ μὲν «Ἐγένετο» ἐπὶ τῆς σαρκός, τῷ δὲ «Ἦν» ἐπὶ τῆς θεότητος. τὸ δὲ δι' αὐτοῦ οὐ διακονίας ἕνεκα κεῖται, ἀλλὰ πρὸς τὸν πατέρα συνεργίας, καὶ ὅτι οὐδὲν ὑπεξαιρεῖται τῶν ὄντων τῆς δι' αὐτοῦ ποιήσεως. Ἡ γὰρ ἐν αὐτῷ ζωτικὴ δύναμις οὐ πρὸς τὸ ζωοποιεῖν μόνον ἱκανή ἐστιν, ἀλλὰ καὶ γνώσεως πληροῦν τὰς τῶν ἀνθρώπων ψυχάς, τήν τε ἄγνοιαν ἐλαύνειν, [ὅτι] οἷον ὁ Παῦλος ἠγνόει τὸν χριστὸν διώκων, ἀλλ' ὑπὸ τοῦ φωτὸς τῆς ζωῆς αὐγασθεὶς ἔγνω τὸν διωκό μενον· καὶ ὁ λῃστὴς ἐπὶ τοῦ σταυροῦ πάσχων καὶ φωτισθεὶς ἔγνω τὴν ζωήν. φησὶν γὰρ ὁ σωτήρ· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν». Ἡ μὲν γὰρ πρόθεσις τοῦ πέμψαντος ἦν πιστεῦσαι πάντας· εἰ δὲ μὴ πάντες ἐπίστευσαν, καὶ τὸν φωτισμὸν μὴ παρεδέξαντο τοῦ ἡλίου, οὐκ ἤδη δὲ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν. οἱ μὲν γὰρ πρὸ Ἰωάννου προφῆται μάρτυρες γεγόνασι τοῦ φωτὸς ἐπὶ τῷ τοὺς Ἑβραίους πιστεῦσαι δι' αὐτῶν. ὁ δὲ Ἰωάννης μετ' αὐτοὺς γενόμενος τοῦ σωτῆρος τὴν ἐπιδημίαν μαρτυρεῖ ἐπὶ τῷ οὐ τοὺς Ἑβραίους μόνους πιστεῦσαι ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν πάντας, καθώς φησιν ὁ προφήτης· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρ «κα»· καὶ ὁ Δαβίδ· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ». «Ἐξ αἱμάτων» τουτέστιν ἐξ ὑλικῶν ἔχουσι τὴν γέννησιν.
For God the Word, being also the Son of the Father, is eternal, being God; his words must not be understood as indicating time, since he himself is not under time. But a verb is what indicates time, as Aristotle says. He used fitting words: "became" for the flesh, and "was" for the divinity. And "through him" is not placed for the sake of ministry, but for cooperation with the Father, and because nothing of existing things is excluded from the creation that is through him. For the life-giving power in him is not only sufficient to give life, but also to fill the souls of men with knowledge and to drive out ignorance, since Paul, for instance, did not know Christ when he was persecuting him, but having been illumined by the light of life he knew the one he was persecuting; and the robber on the cross, suffering and being enlightened, knew the life. For the Savior says: "No one can come to me unless the Father draws him." For the purpose of the one who sent him was that all should believe; but if not all believed, and did not receive the illumination of the sun, one would not for that reason say that the sun does not rise for this purpose. For the prophets before John became witnesses of the light so that the Hebrews might believe through them. But John, who came after them, bears witness to the Savior's coming, so that not only the Hebrews might believe but also all the Gentiles, as the prophet says: "I will pour out of my Spirit upon all flesh"; and David: "All the nations shall serve him." "From bloods" — that is, they have their birth from material things.
τῷ γοῦν Πέτρῳ ὁ σωτήρ φησιν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' «ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». (Καὶ ἄλλως·) Υἱοὶ θεοῦ εἶναι λέγονται οἱ οὐκ ἐξ αἱμάτων τὰς κατὰ νόμους θυσίας προσάγοντες, ἤγουν διὰ σφαγῶν καὶ αἱμάτων ἐκχύσεως εὐαρεστοῦντες τῷ θεῷ, ἐκ θελήματος δὲ σαρκὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. «θελή «ματι γὰρ σαρκὸς» εὐαρεστεῖν οὗτοι προτέθεινται τὴν σάρκα περι τεμνόμενοι καὶ προφανῶς ἰουδαΐζειν θέλοντες, μὴ ἐπιμελεῖσθαι δὲ τῆς καρδίας καὶ τοῦ ἐν τῷ κρυπτῷ Ἰουδαϊσμοῦ ἐκ θελήματος ἀνδρὸς οἱ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπεχόμενοι μὲν κακίας, ἀρετὴν δὲ ἀναλαβόμενοι. Τὸ δὲ «Κέκραγε» λέγων ἀντὶ τοῦ Μετὰ παρρησίας καὶ ἐλευ θερίας καὶ χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν ἐκήρυξε. τὴν δὲ κραυγὴν οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως
ἐπιτεταμένον. ὁ γὰρ περὶ μεγάλων δογμάτων ἀπαγγέλλων· κατὰ τὴν νόησιν, ὡς δεῖ, μεγαλοφώνως προφέρει. Τὸ δὲ «Γέγονεν» ἀντὶ τοῦ «γενήσεται» ληπτέον. ἔθος γὰρ τοῦτο τῇ γραφῇ, καθὼς εἰρήκαμεν. καὶ τὸ «Οὐ κατέλαβεν» ἀντὶ τοῦ «οὐ «καταλήψεται». Ὡς γὰρ προφήτης καὶ λύχνος φωτὸς προγυμνάζων καὶ ἐθίζων τῆς ψυχῆς τὸ ὄμμα τοῦ θέλοντος φωτίζεσθαι, οὕτω καὶ φωνὴ βοῶν τος. «βοῶντα» λέγει τὸν λόγον· φωνὴν δὲ τὸν Ἰωάννην. ἀνάγκη δὲ πρὸ τοῦ λόγου φωνὴν γίνεσθαι. ἔργον δὲ φωνῆς σαφηνίζειν τὸ σημαινόμενον. ἔρημον δὲ λέγει τὴν ἀπεστερημένην ψυχὴν τῆς θείας διδασκαλίας. τί δὲ προστάσσει ἡ τοῦ βοῶντος φωνὴ ταῖς ἐρήμοις ψυχαῖς; «εὐθεῖαν ποιήσατε τὴν ὁδὸν τοῦ κυρίου» πρὸς ὑποδοχήν.
To Peter, then, the Savior says, "Flesh and blood has not revealed it to you, but my Father who is in the heavens." (And in another sense:) Those are said to be sons of God who do not bring the sacrifices according to the law from bloods, that is, who do not please God through slaughters and the shedding of blood, but from the will of the flesh are those who do everything to appear righteous to men. For "by the will of the flesh" these have set before themselves to please, circumcising the flesh and wishing to Judaize openly, and not to take care for the heart and the hidden Judaism; but from the will of a man are those who by pretext of human philosophy abstain from evil, but take up virtue. And the phrase "He cried out," he says, means: with boldness and freedom and without any reservation he proclaimed the coming. And the cry is not according to the utterance but according to the intensity of the thought. For he who announces great doctrines, according to the thought, as is fitting, brings it forth with a loud voice. And "has become" must be taken in place of "will become." For this is a custom of Scripture, just as we have said. And "did not comprehend" in place of "will not comprehend." For as a prophet and a lamp of light, training beforehand and accustoming the eye of the soul of the one who wishes to be enlightened, so also is a voice of one crying. He calls the Word "one crying," and John "a voice." And it is necessary that a voice come into being before the Word. And the work of a voice is to make clear what is signified. And he calls "desert" the soul deprived of divine teaching. And what does the voice of one crying command to the desert souls? "Make straight the way of the Lord" for his reception.
Μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτὸς ᾔδει, ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. τὸ δὲ διανοητικὸν [ἦν], ὃ καὶ ἡγεμονικὸν καλεῖται, μεσαίτατον ἡμῶν ἔστιν· ἐκεῖ γάρ ἐστιν ὁ ἐνδιάθετος λόγος, καθ' ὃν λογικοί ἐσμεν, ὃν καὶ ἐπισκοπεῖ ὡς θεὸς ὁ χριστὸς καὶ λόγος, ὁ μέλλων ἔρχεσθαι βαπτισθῆναι. οὗτος ὁ ἀγνοούμενος ὑφ' ὑμῶν μέσος ὑμῶν ἕστηκε τὰς καρδίας πάντων καὶ τοὺς νεφροὺς ἐμβατεύων. Εἶδον μὲν καὶ οἱ παρόντες ἅπαντες, οὐ μὴν δὲ πάντες ἐπίστευον. τινὲς δέ φασιν οὐδὲ πάντας τεθεᾶσθαι τὸ πνεῦμα, ἀλλὰ Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. εἰ γὰρ καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς εἶδον, ἀλλ' οὐ πάντως πᾶσι διὰ τοῦτο κατάδηλος ἦν. ἐπεὶ δὲ προφῆται καὶ Μωσῆς πολλὰ τεθέανται ἄλλα, καὶ ἐν τῇ μεταμορφώσει τοῦ ὄρους οὐ πάντες ἀπέλαυσαν οἱ μαθηταί, ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· πολλῷ γε μᾶλλον οἱ Ἰουδαῖοι ἐπὶ τοῦ βαπτισμοῦ. Οὐκ αἰσθητῶς ἔστιν ἰδεῖν δυνατόν, ἀλλὰ διανοίᾳ σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμενον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ «Γένοιτο». ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· τῷ «ἀληθῶς καὶ γένοιτο». πολλοὶ γὰρ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· «Γένοιτο, γένοιτο» ἐν τῷ Ἑβραϊκῷ ἈμὴνἈμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γέ νοιτο τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν «τὸν οὐρανὸν ἀνεῳγμένον» καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τῷ «ἀληθῶς», ὡς ἐν τῷ κατὰ Ματθαῖον Ἰησοῦς λέγει·
John, when bearing witness about the light, knew that he was also God the Word; and this Word is present to every rational being. The faculty of thought, which is also called the governing faculty, is the very center of our being; for there is the internal word, according to which we are rational, which Christ as God and Word oversees, he who was about to come to be baptized. This one, unknown by you, stands in your midst, entering into the hearts and kidneys of all. Indeed, all those present saw, yet not all believed. But some say that not even all beheld the Spirit, but only John and those more favorably disposed. For even if they saw with perceptible eyes, it was not for that reason altogether clear to all. Since both the prophets and Moses beheld many other things, and at the transfiguration on the mountain not all the disciples partook, nor did all share in the sight at the resurrection—how much more so the Jews at the baptism. It is not possible to see perceptibly, but with the mind observing the angels who approach to minister to Jesus, ascending and descending. The word Amen is found sometimes simple, sometimes doubled. The expression is Hebrew, signifying "May it be." For Amen is the same as "truly and may it be." For many Psalms having at the end "May it be, may it be" have in the Hebrew "Amen, Amen." It is likely, then, that the Savior, in praying, says "May it be, may it be" that you be found faithful, so as to see "the heaven opened" and the rest of the promise. And Amen is also equivalent to "truly," as in the Gospel according to Matthew Jesus says:
«Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες «τῶν ὧδε ἑστηκότων»· ἐν δὲ τῷ Λουκᾷ· «Ἀληθῶς λέγω ὑμῖν, εἰσί «τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου». ἠγοῦν ἴσον ἐστὶν τὸ «Ἀμὴν» καὶ τῷ «Ἀληθῶς» καὶ τῷ «Γένοιτο», ὡς ἐν τῷ «Ἀληθῶς λέγω ὑμῖν» τοῦτο γενέσθαι. Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι' ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· «Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ «χεῖρες αὐτῶν συμπλέκουσιν»· καὶ ἐν ταῖς Παροιμίαις· «Σειραῖς τῶν «ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται», τουτέστιν κολάζεται. ἐφραγελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυ τῶν πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἦν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ' ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν. Ῥητέον ὅτι ἐπινοίᾳ μόνῃ καὶ οὐχ ὑποστάσει τὴν διαφορὰν ἔχει τὸ ὕδωρ πρὸς τὸ πνεῦμα, καθώς φησι ὁ σωτήρ· «Ὁ πιστεύων εἰς «ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ποταμῶν δίκην ἐκπορευόμενον, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος, σοφὸς ἐκ σοφίας, καὶ ἀληθὴς ἐξ ἀληθείας, καὶ ζωὴ ἐκ ζωῆς, ἐκ τῆς πάντων ἀρχῆς καὶ γεννήσεως μιᾶς οὔσης, οὕτως καὶ ἐκ τοῦ ἁγίου πνεύματος ἅγιος καὶ πνευματικός, καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος.
Truly I say to you, there are some of those standing here; but in Luke: Truly I say to you, there are some of those standing by him, who will certainly not taste death. So then, Amen is equivalent to Truly and to So be it, as in Truly I say to you this should come to pass. The whip of cords made by Jesus were the sins of the lawbreakers, by which, being tormented by Jesus, they were driven out. For Scripture has named sins a cord in many ways: The cords of sinners entangled me, and their hands weave iniquity; and in Proverbs: Each person is bound by the cords of his own sins, that is, is punished. And they were scourged by Jesus and driven out of the temple with the cord woven from their own sins. For it was not possible for the righteous judge to weave from elsewhere and bring punishment against the ungodly, except from the very things in which they had sinned and transgressed. It must be said that water differs from spirit only in conception and not in substance, just as the Savior says: Whoever believes in me, rivers of living water will flow from his belly. But this he said concerning the Spirit, whom those who believed in him were about to receive. For if it was said concerning the Spirit that it proceeds like rivers of water, water will differ from the Spirit only in conception. Therefore, just as one is begotten from the Savior—wise from wisdom, and true from truth, and life from life, from the one principle and generation of all things—so also from the Holy Spirit one becomes holy and spiritual, and from water one is cleansed.
καὶ πρὸς καρποφορίαν ποτιζόμενος γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. Ὁ μὲν Ματθαῖος περὶ τοῦ βασιλευομένου τόπου ἔφη, ἐν ᾧ οὗτοι κληροῦνται, ὁ δὲ Ἰωάννης καὶ Λουκᾶς ἀπὸ
τοῦ βασιλεύοντος θεοῦ ὠνόμασε. καὶ γὰρ καὶ παρ' ἡμῖν ἐν τῇ συνηθείᾳ ὁτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος, ὁτὲ δὲ ἀπὸ τοῦ τόπου ἡ αὐτοῦ βασιλεία σημαί νεται. ὥς φαμεν· ἡ τῶν Ῥωμαίων βασιλεία καὶ Αἰγύπτου βασιλεύς. Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκεί νοις ἐπιφοιτᾷ· τῶν δὲ φαύλων ἀπαλλοτριουμένων μακρὰν ὑπάρχει. οὐ τοπικῶς δὲ τὸ «μακρὰν» καὶ «ἐγγὺς» ἀκούειν δεῖ, ἀλλὰ πρὸς τὰ δοχεῖα † τούτου ἐλλάμψεων κεκαθαρμένων· εἴτε καὶ μή· τὸ δὲ «Ὅπου «θέλει πνεῖ» δείκνυσι οὐσίαν εἶναι τὸ πνεῦμα. τινὲς γὰρ οἴονται ἐνέργειαν εἶναι θεοῦ, μὴ ἔχον ἰδίαν ὑπόστασιν. διὸ καὶ ὁ ἀπόστολος ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· «Ταῦτα «δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται». ἀλλὰ καὶ τὸ «Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν» ἐν ταῖς Πράξε σιν εἰρημένον· καὶ πάλιν «Νηστευόντων, γάρ φησιν, καὶ λειτουργούν «των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον «καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». ὁ δὲ προ φήτης Ἄγαβός φησι «Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, «οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι» καὶ τὰ ἑξῆς. Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ' ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐ τοὺς ἔστιν ἰδεῖν, ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν.
And being watered for fruit-bearing, he is born of water and the Spirit. Matthew spoke of the place that is ruled, in which these receive their lot, but John and Luke named it from the God who rules. For indeed also among us in common usage, sometimes the kingdom is signified from the one who rules, and sometimes from the place. As we say: the kingdom of the Romans, and the king of Egypt. For he visits only those who are earnest and have faith and virtue; but when the wicked are alienated, he is far away. But "far" and "near" must not be understood spatially, but in relation to the vessels of his illuminations, whether they have been purified or not. And the phrase "Where it wills, it blows" shows that the Spirit is a substance. For some think it is an activity of God, not having its own subsistence. Therefore also the apostle, after enumerating the gifts of the Spirit, added: "But one and the same Spirit works all these things, distributing to each as it wills." But also the saying in Acts, "It seemed good to the Holy Spirit and to us"; and again, "While they were fasting, he says, and ministering to the Lord, the Holy Spirit said: Set apart for me Paul and Barnabas for the work to which I have called them." And the prophet Agabus says: "Thus says the Holy Spirit: The man whose belt this is, they will bind," and so on. For this seems to apply to those who are neither exceedingly wicked nor perfect in virtue, that in both respects they are more deceived, and it is possible to see that they love the darkness, from the fact that they do its works.
αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι καὶ ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν, τοὐναντίον ποιοῦσι· τὸ μὲν σκότος ἀποδέχονται, φεύγουσι δὲ τὸ φῶς. οὐ συγκριτικῶς δὲ ἀκούειν δεῖ τὸ πλεῖον ἠγαπηκέναι, αὐτοὺς τὸ σκότος πρὸς τὸ φῶς· οὐδ' ὅλως γὰρ ἠγάπησαν τὸ φῶς τοῦτο μισήσαντες, ὅτι ἡ νόησις αὐτῶν ὀρθῶς ἔχει. οἱ γὰρ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς, εἰ δὲ μισοῦσι τὸ φῶς, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. ὅμοιόν ἐστιν καὶ τὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων ὡς «φιλήδονοι μᾶλλον εἶεν ἢ φιλόθεοι». καὶ ἐν Ψαλμοῖς· «Ὁ φαῦλος ἠγάπησε κακίαν μᾶλλον ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ «τοῦ λαλῆσαι δικαιοσύνην». Νύμφη ἐστὶν ἡ ἀνθρώπου ψυχή, ἥτις ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική· εἰ δὲ δεκτικὴ πέφυκεν αὕτη γυναικὸς τρόπῳ ἐξ ἄλλου, γεννᾷ ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. νυμφίος δὲ ὁ ταύτης σπορεὺς τῶν ἀγαθῶν οὐκ ἄλλος ἢ ὁ χριστὸς Ἰησοῦς ὁ ὑπ' ἐμοῦ μαρτυρούμενος καὶ βαπτιζόμενος· φίλος δὲ ἐκεῖνος ἐστὶν ὁ ἑστη κὼς παρ' αὐτῷ τῇ βεβαίᾳ συγκαταθέσει καὶ παγίαν ἔχων τὴν εἰς αὐτὸν πίστιν. οὐδεὶς γὰρ τῶν παρ' αὐτῷ τῷ Ἰησοῦ τυγχανόντων κλονεῖται. οὕτω καὶ Μωσῆς κατ' ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος· «Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ»· οὐ γὰρ ὁ θεὸς μεθ' ἡμῶν ἵσταται, ἀλλ' ἡμεῖς μετ' αὐτοῦ, ὀρέγοντος ἡμῖν τὴν παρ' αὐτοῦ ἀμετακίνητον στάσιν. Ὁ μὴ ἐπουράνιον ἔχων τὸ φρόνημα ἀλλ' ἐπίγειος ὢν λέγεται χοϊκὸς καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορεῖν. διὸ καὶ εἴ ποτε σοφίαν ἐπαγγέλλεται ἔχειν, ἐπίγειός ἐστιν ψυχικὴ δαιμονιώδης, καθώς φησι Ἰάκωβος ὁ ἀπόστολος.
For humans, being possessed of free will and obligated to receive the light and flee the darkness, do the opposite: they receive the darkness, and flee the light. But one must not understand in a comparative sense that they loved the darkness more than the light; for they did not love the light at all, since they hated it, because their understanding is correct. For those who practice wicked deeds hate the light, but if they hate the light, they do not love the darkness in a comparative sense. Similar is the apostle's statement about wicked people, that they are "lovers of pleasure rather than lovers of God." And in the Psalms: "The wicked man loved wickedness more than goodness, and injustice more than to speak righteousness." The bride is the human soul, which of itself is not generative of any good things; but if it is naturally receptive in the manner of a woman from another, it gives birth to virtues both practical and intellectual. And the bridegroom, the sower of good things into her, is none other than Christ Jesus, who is testified to and baptized by me; and the friend is that one who stands by him with firm assent and holds unwavering faith in him. For none of those who are with Jesus is shaken. Thus also Moses, having lived according to virtue, heard God saying: "But you yourself stand with me"; for God does not stand with us, but we with him, as he extends to us the immovable standing that comes from him. The one who does not have a heavenly mindset but is earthly is called choic and is said to bear the image of the choic. Therefore also, if ever he professes to have wisdom, it is earthly, soulish, demonic, as James the apostle says.
Τὸ ἀγαπᾶν ἀνθρωπινώτερον πάλιν ἀκούομεν. νόμος δέ ἐστι φυσικός· ἄλλος μὲν πρὸς τὰ γεννώμενα, ἄλλος δέ πως πρὸς τὰ ἑτέρως ἀγαπώμενα. εἰ γὰρ δικαιοσύνην ἀγαπᾷ ὁ θεός, ἀγαπᾷ ὡς θεός, ὥς φησιν αὐτός· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας». οὐ γὰρ ὡς ἄνθρωπος ἀγαπᾷ ταύτην ἐπὶ τὸ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ ποιεῖν τι κατ' αὐτήν. ἀγαπᾷ δὲ τὸν υἱὸν ὁ πατὴρ καὶ ὡς ἀλήθειαν σοφίαν καὶ ἁγιασμόν, ὥς φησιν Δαβίδ· «Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας». καὶ ἀγαπᾷ μὲν τὸν υἱὸν καθ' ὃ πατήρ, οὐ καθ' ὃ θεός, ἀγαπᾷ δὲ τὸν κόσμον καθ' ὃ θεὸς καὶ τούτου δημιουργός, οὐ καθ' ὃ δὲ πατήρ. Ἔστιν δὲ καὶ ἀλληγορικῶς εἰπεῖν· φρέαρ μὲν Ἰακὼβ τὴν τοῦ Μωσέως διὰ νόμου διδασκαλίαν. ἔπινον δὲ ἀπ' αὐτοῦ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ οἱ δώδεκα πατριάρχαι καὶ οἱ ἐξ αὐτῶν λαοὶ γεγεννημένοι. ταύτης δὲ τῆς πηγῆς πίνοντα πάλιν ταύτης διψᾶν. ἤγουν καιροῦ τινος προϊόντος διψᾶν αὐτὰ καὶ ἔρχεσθαι ἐπὶ τὴν εὐαγγελικὴν καὶ σωτήριον καὶ ἀδιάδοχον διδασκαλίαν. «καὶ ὁ οὐρανὸς «γὰρ καὶ ἡ γῆ παρελεύσεται, ὥς φησι ὁ σωτήρ, οἱ δὲ λόγοι μου οὐ μὴ «παρέλθωσιν». [Οἶδε γὰρ
We hear "to love" again in a more human sense. But it is a natural law: one kind of love is directed toward offspring, another in some way toward those loved otherwise. For if God loves righteousness, he loves as God, as he himself says: "I am God who loves righteousness and hates robbery from injustice." For he does not love it as a human does, in order to have it in himself and to do something according to it. And the Father loves the Son both as truth and wisdom and sanctification, as David says: "For behold, you have loved truth." And he loves the Son insofar as he is Father, not insofar as he is God; but he loves the world insofar as he is God and its creator, not insofar as he is Father. It is also possible to speak allegorically: Jacob's well is the teaching of Moses through the law. And his sons drank from it, and his flocks—the twelve patriarchs and the peoples born from them. But those who drink from this spring thirst for it again—that is, as time advances, they thirst for these things and come to the evangelical and saving and uninterrupted teaching. "For heaven and earth will pass away," as the Savior says, "but my words will certainly not pass away." [For he knows
καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα.] 130 [Διὰ τοῦτο ἂν ἔμιξεν ἡμῖν καὶ τοῖς δαίμοσι γινόμενοι.] 131 Προσαίτης ἦν δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν. † τοιού τους δ' ἂν εὕροις τοὺς ἀπὸ Ἑλλήνων καὶ βαρβάρων τῶν ὠφέλειαν καὶ τὸ πορισμὸν τῆς Χριστοῦ ἀληθείας καὶ τῶν πλουσίων θεωρημά των αὐτοῦ τὴν γνῶσιν προσαιτοῦντας. οὐ μόνον δὲ ὁ Ἰησοῦς ἀπήλ λαξεν αὐτὸν ἀπὸ τῆς τυφλότητος ἀλλὰ καὶ ἀπὸ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τοῦ βλέπειν καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. καὶ ἐνταῦθα μὲν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης. Εἰ ὁ μὴ τηρῶν τὸ σάββατον οὔκ ἐστιν ἀπὸ θεοῦ, οὐδὲ ἱερεῖς ὑμῶν οἱ τὸ σάββατον διὰ τῆς περιτομῆς βεβηλοῦντες εἰσὶν ἀπὸ τοῦ θεοῦ. Ἀξιόπιστον αὐτὸν ποιήσαντες οὕτω παρεστήσαντο πρὸς τὸ διεψεῦσθαι. ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· οὐ μικροῦ παιδίου ἠνέῳξεν ἀλλὰ τελείαν ἡλικίαν ἔχοντος, ἵνα καὶ βλέπῃ καὶ ὡς ἀνὴρ ἀπολογήσηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί. Τὸ «Οὐκ ἠκούσατε» ἀντὶ τοῦ Οὐκ ἠθελήσατε παραδέξασθαι τὸ λεγόμενον. τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ Εἰ μὴ παραδέχεσθε τὰ εἰρημένα. τί πάλιν αὐτὰ ἀπαγγέλλεσθαι μάτην ὑμῖν θέλετε; Εἰ ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, πῶς ἐδίδασκεν ὁ χριστὸς λέγων τοὺς ἁμαρτωλοὺς προσεύχεσθαι· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὠφειλέταις ἡμῶν».
And the mere sight of one who is envied implants no small spark in those who bear malice. Therefore he would have mingled with us and with the demons, becoming such. He was a beggar through lack of necessities and through inability. You would find such men among Greeks and barbarians, begging for the benefit and the gain of the truth of Christ and for the knowledge of his rich speculations. And not only did Jesus remove him from blindness but also from begging. For he granted him at once both sight and the things necessary for the salvation of the soul. And here blindness is the cause of begging, but in the Acts, lameness. If the one who does not keep the Sabbath is not from God, neither are your priests who profane the Sabbath through circumcision from God. Having made him credible, they thus presented him to be refuted. Christ, opening the eyes of the blind man, opened them not of a small child but of one having full maturity, so that he might both see and defend himself as a man. And such were also the rest of the blind who received their sight. The phrase "You did not hear" is instead of "You were not willing to accept what was said." And "Why then do you wish to hear again?" is equivalent to "If you do not accept what has been said, why do you wish them to be recounted again to you in vain?" If God does not hear sinners, how did Christ teach, saying that sinners should pray: "Forgive us our trespasses, as we also forgive our debtors.
τούτων ἀκούει ὁ θεὸς τῶν ἐπὶ μετάνοιαν νευόντων, εἰ καὶ μήπω ἐπαύσαντο ἁμαρτάνοντες, καὶ εἰ μὴ ἤκουσεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ πορνῶν ἤσθιεν καὶ ἔπινεν· ἢ ὅτι ὁ περὶ τοιούτων ἔργων εὐχόμενος ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα ἵν' ἐκτελέσῃ τοιαῦτα ὁ θεός, αὐτοῦ οὐκ ἀκούει. Εἰ πρότερον ἐβάστασαν, καὶ πάλιν ἐβάστασαν. οἶμαι δὲ ὅτι καὶ ὁ κακολογῶν τινα λίθους ἐπ' αὐτὸν βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον καὶ σχίσμα δι' αὐτὸν ἐν τοῖς Ἰουδαίοις ἐγίνετο. πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων λόγων οὗτοι βαστάσαντες ὡς λίθους ἐπ' αὐτὸν ἔβαλλον. διὰ τοῦτό φησιν ἡ Σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ βάλλει»· ὁ δὲ ψαλμῳδός· «Ἡ ἀδικία αὐτοῦ ἐπὶ τὴν κεφαλὴν «αὐτοῦ καταβήσεται», ὁ δὲ ἄδικος εἰς ὕψος λαλῶν εἰς ὕψος βάλλει. Ὥσπερ εἰς δώδεκα ὥρας διαιρεῖται ἡ ἡμέρα, κατὰ τοῦτο καὶ οἱ δώδεκα πατριάρχαι καὶ ὁ χορὸς τῶν ἀποστόλων ἰσάριθμοι τῶν ὡρῶν τῆς ἡμέρας, ἔχοντες ἥλιον τὸν χριστὸν καὶ θεὸν ἡμῶν, ὅστις καὶ νοητή ἐστιν ἡμέρα, ἐξ οὗ οἱ λόγοι καὶ ὁ τῆς γνώσεως τούτων φωτισμός. Καὶ πάλιν ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς πολλάκις εἴρηται. νῦν δὲ ἐκύρωσαν τὴν γνώμην καὶ † ὡς ἔργον τῷ πράγματι κέχρηνται. πάλιν δὲ ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς ταῦτα ποιεῖ. τὴν δὲ αἰτίαν εἶπεν, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ, καὶ νῦν ἐπὶ τῆς ἐρήμου διατρίβει ἐν πόλει λεγομένῃ Ἐφραίμ. καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος ἀπωλείας. Ὁ ἑπόμενος αὐτῷ διακονεῖ αὐτῷ, οὕτως δὲ διάκονος αὐτοῦ ἐστι. καὶ διὰ τοῦτο ὅπου ἐστὶν ὁ λόγος, κἀκεῖ καὶ αὐτός ἐστιν.
God hears those who are inclined to repentance, even if they have not yet ceased from sinning; and if God did not hear sinners, he would not have eaten and drunk with tax collectors and prostitutes. Or else, because one who prays concerning such works as were the works of Jesus, that God might accomplish such things, God does not hear him. If they bore it before, they bore it again. And I think that even one who speaks evil of someone casts stones at him. They spoke evil of him, and a schism arose among the Jews on his account. So again, having borne the weight of their slanderous words like stones, they were casting them at him. Therefore Wisdom says: "He who throws a stone upward throws it upon his own head"; and the psalmist: "His injustice will come down upon his own head"; and the unjust man, speaking to the heights, throws to the heights. Just as the day is divided into twelve hours, so too the twelve patriarchs and the chorus of the apostles are equal in number to the hours of the day, having as their sun the Christ and our God, who is also the intelligible day, from whom come the words and the illumination of the knowledge of these things. And again they were seeking to kill him, as has been said many times. But now they ratified their opinion and used the deed as a fact. And again he saves himself in a human way, and he does this continually. And he stated the reason, that his hour had not yet come, and now he stays in the wilderness in a city called Ephraim. And he remained with his disciples, awaiting the suitable time and sparing them from destruction. The one who follows him serves him, and thus is his servant. And for this reason, wherever the Word is, there he also is.
οὐ σωματικῶς δὲ οὐδὲ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον. εἰ δὲ καὶ τόπον σωματικῶς τις ὑπολάβοι, καὶ οὗτος οὐκ ἂν ἁμάρτοι. ἐν γὰρ τοῖς καθαρωτάτοις τοῦ αἰθέρος καὶ λεπτότητι φωτὸς διαυγεστέροις τοὺς διαφέροντας τῇ λαμπρότητι ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει χωρίοις γίνεσθαι ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχολὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. [Ὅτι] Τὸ «Ἓν» πολλαχῶς λέγεται καὶ καθ' ὁμοιότητα καὶ καθ' ἕτερα πολλά· καὶ κατὰ μὲν συμφωνίαν, ὅταν εἴπῃ ὅτι «Τὸ πλῆθος «τῶν πιστευσάντων ἦν ἡ καρδία μία καὶ ἡ ψυχὴ μία», καθ' ὁμοιότητα δέ, ὡς ὅταν λέγῃ· «Καὶ γὰρ ἡμεῖς πάντες ἐν ἑνὶ πνεύματι εἰς ἓν «σῶμα ἐβαπτίσθημεν» καθ' ὁμοιότητα τῆς φύσεως· καὶ ὡς τὸν Ἀδὰμ ἀρχὴν καὶ κεφαλὴν ἔχοντες κατὰ φύσιν ἡμῶν γεννήσεως ἓν σῶμα λεγόμεθα οἱ πάντες ἔχειν, οὕτως καὶ τὸν χριστὸν κεφαλὴν ἐπιγραφόμεθα διὰ τῆς θείας ἀναγεννήσεως ἥτις γέγονε τύπος ἡμῖν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ὃς πρωτότοκος ἐκ
νεκρῶν ἀναστάς. ἐπιγραφόμεθα αὐτὸν κεφαλὴν κατὰ προτύπωσιν τῆς αὐτοῦ ἀναστάσεως «οὗτινος ἐσμὲν μέλη ἐκ μέρους καὶ σῶμα διὰ τοῦ πνεύματος «εἰς ἀφθαρσίαν ἀναγεννώμενοι».
But the promise must not be understood in a bodily or local sense. Yet if someone should suppose a place in a bodily sense, even he would not be mistaken. For in the purest regions of the aether and in those most translucent with the fineness of light, those who excel in brightness receive places in the resurrection according to their worth, as being most suited for the leisure of the contemplations of the Word of God. "One" is spoken of in many ways, both by likeness and in many other ways; and by concord, when it says that "the multitude of those who believed was one heart and one soul," but by likeness, as when it says: "For we were all baptized in one Spirit into one body," by likeness of nature; and as having Adam as our beginning and head according to the nature of our birth, we are all said to have one body, so also we inscribe Christ as our head through the divine regeneration, which has become for us a type of his death and resurrection, he who rose as firstborn from the dead. We inscribe him as head according to the prefiguration of his resurrection, "of whom we are members in part and a body through the Spirit, being regenerated unto incorruption.