ΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ. Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ εὖ πράττειν.
Ἡ μὲν σὴ ἐπιστολὴ, δι' ἧς ἐμάνθανον ἃ ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἔχουσα, ὧν ἕκαστον ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν περιγραφήν. Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδ' ὀλίγαι τῆς ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς τὸ κἀν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξῄτησας καὶ ἀπῄτησάς με, ἐπιστεῖλαί σοι. Διόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ στενοχωρία, ἔντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας, συνεισφέρων εἴ τι ὑφ' ἡμῶν παραλέλειπται. Καὶ πρῶτόν γε ἔφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ, καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὄντος. Καὶ ἔλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὡς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν·
Origen's Letter to Africanus. Origen to Africanus, his beloved brother in God the Father through Jesus Christ his holy child, greetings.
Your letter, through which I learned what you indicated concerning Susanna as she is read in the Churches in Daniel, seems to be brief; but in a few words it contains many problems, each of which required no ordinary treatment, but such as to exceed the character of a letter and to have the outline of a treatise. But I, considering the moderate measure of my own understanding, as far as I am able, so as not to be insensible of myself, see that I fall short of the accuracy required for the reply to your letter; so that not even a few days of my stay in Nicomedia sufficed for me to write to you, even in the present wording, concerning the things you asked and demanded of me. Therefore, granting pardon both to my own modesty and to the constraint of the time, read the letter with all goodwill, contributing if anything has been omitted by us. And first you said that when I was conversing with our companion Bassus, and was using the Scripture of Daniel, who prophesied in his younger years concerning the events involving Susanna, I did this as though I was unaware that the part of the book was counterfeit. And you said that you praised this passage somewhat as something elegant; but you said you blamed it as being a newer and fabricated composition; and that not even Philistion the mime used it, having fashioned the little composition by the proximity of names, of prinos to prisis, and of schinos to schisis;
Ἅπερ κατὰ μὲν τὴν Ἑλλήνων φωνὴν τοιαῦτα εἶναι δοκεῖ, κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα, τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον, ἐν μὲν τῷ καθ' Ἕλληνας Ἑλληνικῷ φερομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμμένων, οὐδ' αὐτῶν ἐν τῷ Δανιὴλ τῶν Ἑβραίων γεγραμμένων· ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἂ κατὰ τὴν μετριότητα ἡμῶν τοῖς Ἑβραϊκοῖς συγκρίναντες ἀντιγράφοις τὰ ἡμέτερα, πολλαχοῦ εὕρομεν. Ἐν μὲν γὰρ αὐτῷ τῷ Δανιὴλ περὶ τῆς καμίνου τῆς καιομένης, τὸ «πεπεδημένοι» εὕρομεν· ἐν δὲ τοῖς ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς Ἑβραϊκοῖς ἔπη οὐκ ὀλίγα, ὧν ἀρχὴ κατὰ μέν τινα τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως· «Προσηύξαντο Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ ὕμνησαν τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει αὐτοὺς ζῶντας.» Κατὰ δὲ ἕτερα· «Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραϊκοῖς τό· «Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ, ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι·» τό τε·
These things appear to be so in the Greek tongue, but in no way in the Hebrew. Know then, in regard to these matters, what we ought to do—not only concerning the things about Susanna, which are circulated in the Greek text according to the Greeks in every church of Christ, but are not found among the Hebrews; nor concerning the other two passages, as you said, which are recorded at the end of the book, about Bel and the dragon, which are not written in the Hebrew Daniel either; but also concerning countless other things which, in our modesty, we have compared with the Hebrew copies and have found our own to differ in many places. For in the very book of Daniel, concerning the burning furnace, we found "bound"; but in our copies there are not a few verses that are superfluous beyond those in the Hebrew, whose beginning, according to one of the copies circulated in the churches, was as follows: "Ananias, and Azarias, and Misael prayed, and sang a hymn to the Lord," up to: "Bless all you who worship the Lord, the God of gods. Sing hymns and give thanks, for his mercy is forever, and forever and ever. And it came to pass when the king heard them singing, that he beheld them alive." But according to other copies: "And they walked in the midst of the flame, singing hymns to God and blessing the Lord," up to: "Bless all you who worship the Lord, the God of gods. Sing hymns and give thanks, for his mercy is unto all ages." And there was joined in the Hebrew copies the passage: "And those three men, Sedrach, Misach, and Abdenago, fell into the midst of the fire bound," and the passage:
«Ὁ βασιλεὺς ὁ Ναβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ.» Οὕτω γὰρ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος παρὰ Ἰουδαίοις ἡρμηνευκέναι τὴν Γραφήν· ᾧ μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ. Τὰ δὲ παρ' ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ μὲν ἦν κατὰ τοὺς Οʹ· τὸ δὲ ἕτερον κατὰ Θεοδοτίωνα· καὶ ὥσπερ παρ' ἀμφοτέροις ἔκειτο τὸ περὶ τὴν Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν τῷ Δανιὴλ περικοπαί·
οὕτω καὶ ταῦτα ἐν ἔπεσιν, ὡς στοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός. γ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἁγίοις βιβλίοις εὕρομεν, πὴ μὲν πλείονα παρ' ἡμῖν κείμενα ἢ παρ' Ἑβραίοις, πὴ δὲ λείποντα. Παραδείγματος δὲ ἕνεκεν, ἐπεὶ μὴ πάντα οἷόν τέ ἐστι περιλαβεῖν, ὀλίγα ἐκθησόμεθα. Οἷον ἐκ τῆς Ἐσθὴρ οὔτε ἡ τοῦ Μαρδοχαίου εὐχὴ, οὔτε ἡ τῆς Ἐσθὴρ, οἰκοδομῆσαι δυνάμεναι τὸν ἐντυγχάνοντα, παρ' Ἑβραίοις φέρονται· ἀλλ' οὐδὲ αἱ ἐπιστολαί· ἀλλ' οὐδὲ ἡ τῷ Ἀμμὰν ἐπὶ καθαιρέσει τοῦ τῶν Ἰουδαίων ἔθνους γεγραμμένη, οὐδὲ ἡ τοῦ Μαρδοχαίου ἐξ ὀνόματος Ἀρταξέρξου ἀπολύουσα τοῦ θανάτου τὸ ἔθνος. Ἀλλὰ καὶ ἀπὸ τοῦ Ἰὼβ, τὰ ἀπὸ τοῦ· «Γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν,» ἄχρι τέλους, οὐ κεῖται παρὰ τοῖς Ἑβραίοις· διόπερ οὐδὲ παρὰ τῷ Ἀκύλᾳ· παρὰ δὲ τοῖς Οʹ, καὶ Θεοδοτίωνι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις.
King Nebuchadnezzar was amazed, and rose up in haste, and answered, and said to his great men.” For thus Aquila, attending to the Hebrew wording, rendered it, saying—he who is more ambitiously trusted among the Jews to have interpreted the Scripture, and whom especially those who do not know the Hebrew tongue are accustomed to use, as though he had succeeded better than all others. But the copies among us, whose very words I have set out, were, the one according to the Seventy, the other according to Theodotion; and just as in both of them there lay the matter concerning Susanna, which you say is a fiction, and the final sections in Daniel—
so also these things, being in verses, to speak by conjecture, two hundred and more. And in many other holy books we have found, now more things lying with us than with the Hebrews, now things lacking. For the sake of example, since it is not possible to include all, we shall set out a few. For instance, from Esther, neither the prayer of Mordecai nor that of Esther, which are able to edify the reader, are found among the Hebrews; nor indeed the letters; nor indeed the one written against Haman for the destruction of the nation of the Jews, nor the one of Mordecai in the name of Artaxerxes releasing the nation from death. But also from Job, the passages from “But it is written that he shall rise again, with those whom the Lord raises,” until the end, are not found among the Hebrews; wherefore neither in Aquila; but in the Seventy and Theodotion the things equivalent to one another.
Καὶ ἄλλα δὲ μυρία εὕρομεν ἐν τῷ Ἰὼβ, καὶ κατ' ὀλίγον, καὶ ἐπὶ πλέον ἐν τοῖς ἡμετέροις ἀντιγράφοις, ἢ ἐν τοῖς παρὰ Ἰουδαίοις, κατ' ὀλίγον μὲν, ὅτε «ἀνιστάμενος τὸ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν,» τό· «μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν.» Καὶ ὅτε «ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Θεοῦ, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν,» τό· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας ἐν αὐτῇ.» Ἔτι δὲ οὐκ ἦν παρ' Ἑβραίοις μετὰ τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· «Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.» Πλείονα δὲ ἐν τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραϊκὰ, ὅτε εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· «Μέχρι τίνος καρτερήσεις; λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου,» ἕως τοῦ· «ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσι·» μόνον γὰρ τὰ ῥητὰ τῆς γυναικὸς ἀναγέγραπται· τό· «Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.» Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Ἰὼβ παρ' Ἑβραίοις μὲν κεῖται, παρ' ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη τέσσαρα ἢ τρία, ἔσθ' ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν τῆς λέξεως τῶν προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· «Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν,» ἐπὶ τῷ γενέσθαι στερέωμα, παρ' Ἑβραίοις οὐχ εὑρίσκεται·
And countless other instances too we have found in Job, both of small extent and of greater extent, in our copies as compared with those among the Jews—of small extent, when "rising early in the morning he offered sacrifices for them, according to their number," namely: "one calf for a sin offering for their souls." And when "the angels of God came to stand before God, and the devil came with them," namely: "Having gone around the earth and walked about in it." Moreover, it was not among the Hebrews after "The Lord gave, the Lord took away": "As it seemed good to the Lord, so it also came to be." But there are more things in our copies than in the Hebrew, when his wife said to Job, from "How long will you endure? saying: Behold, I will wait a little time yet, awaiting the hope of my salvation," up to "that I may rest from my labors and the pains which now hold me." For only the words of the woman have been recorded: "But say some word to the Lord, and die." And again, very many things indeed throughout the whole of Job are found among the Hebrews but not among us; and often four or three verses, and sometimes also fourteen and nineteen and sixteen. And why need I enumerate what I have collected with much labor, so that the difference between the copies among the Jews and among us may not escape us? Many such things also we have observed in Jeremiah, in which we have found both much transposition and alteration of the wording of the prophecies. And in Genesis, the phrase "God saw that it was good," in reference to the making of the firmament, is not found among the Hebrews.
καὶ πρόβλημα δέ ἐστι παρ' αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ ἄλλα δὲ ἔστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε θήκαμεν τοὺς καλουμένους παρ' Ἕλλησιν ὀβελοὺς, ἵν' ἡμῖν γνώριμον ᾖ τὸ τοιοῦτον· ὡς πάλιν ἀστερίσκους, τοῖς κειμένοις μὲν ἐν τῷ Ἑβραϊκῷ, παρ' ἡμῖν δὲ μὴ εὑρισκομένοις. Τί δέ με δεῖ λέγειν περὶ τῆς Ἐξόδου, ἔνθα τὰ περὶ τὴν σκηνὴν καὶ τὴν αὐλὴν αὐτῆς, καὶ τὴν κιβωτὸν, καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καὶ τῶν ἱερέων, ἐπὶ πολὺ παρήλλακται, ὡς μηδὲ τὴν διάνοιαν παραπλησίαν εἶναι δοκεῖν; Ὥρα τοίνυν, εἰ μὴ λανθάνει ἡμᾶς τὰ τοιαῦτα, ἀθετεῖν τὰ ἐν ταῖς Ἐκκλησίαις φερόμενα ἀντίγραφα, καὶ νομοθετῆσαι τῇ ἀδελφότητι, ἀποθέσθαι μὲν τὰς παρ' αὐτοῖς ἐπιφερομένας ἱερὰς βίβλους, κολακεύειν δὲ Ἰουδαίους, καὶ πείθειν, ἵνα μεταδῶσιν ἡμῖν τῶν καθαρῶν, καὶ μηδὲν πλάσμα ἐχόντων. Ἆρα δὲ καὶ ἡ Πρόνοια, ἐν ἁγίαις Γραφαῖς δεδωκυῖα πάσαις ταῖς Χριστοῦ Ἐκκλησίαις οἰκοδομὴν, οὐκ ἐφρόντισε «τῶν τιμῆς ἀγορασθέντων, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν·» οὗ Υἱοῦ ὄντος «οὐκ ἐφείσατο ὁ Θεὸς,» ἡ ἀγάπη, «ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι τοῦ· «Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρότεροί σου;» Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὄκνῳ τοῦ ἐρευνᾷν καὶ τὰς κατὰ Ἰουδαίους Γραφὰς, καὶ πάσας τὰς ἡμετέρας ταῖς ἐκείνων συγκρίνειν, καὶ ὁρᾷν τὰς ἐν αὐταῖς διαφοράς. Εἰ μὴ φορτικὸν γοῦν εἰπεῖν, ἐπὶ πολὺ τοῦτο, ὅση δύναμις, πεποιήκαμεν, γυμνάζοντες αὑτῶν τὸν νοῦν ἐν πάσαις ταῖς ἐκδόσεσι καὶ
And this is no ordinary problem among them. And one can find other things too in Genesis, for which we have placed signs—the marks called "obelisks" among the Greeks—so that such a thing may be clear to us; and again "asterisks," for things that are present in the Hebrew but are not found in our copies. But why need I speak about Exodus, where the matters concerning the tabernacle and its court, and the ark, and the garments of the high priest and of the priests, differ greatly, so that not even the meaning seems to be similar? It is time, then, if such things do not escape us, to reject the copies that are circulated in the churches, and to legislate for the brotherhood, to set aside the sacred books that are brought forward among them, and to flatter the Jews, and to persuade them to share with us the pure ones, which have no fabrication in them. But has Providence, which has given edification in all the Holy Scriptures to all the churches of Christ, not taken thought for "those who were bought with a price, for whom Christ died"? Of whom, being his Son, "God did not spare," his love, "but delivered him up for us all, that with him he might freely give us all things"? In view of these things, consider whether it is not good to remember: "You shall not remove the eternal boundaries, which your predecessors set." And I say these things not from reluctance to search also the Scriptures according to the Jews, and to compare all our copies with theirs, and to see the differences in them. Unless it is burdensome to say so, we have done this to a great extent, as far as we were able, exercising our mind in all the editions and
ταῖς διαφοραῖς αὐτῶν, μετὰ τοῦ ποσῶς μᾶλλον ἀσκεῖν τὴν ἑρμηνείαν τῶν Οʹ· ἵνα μή τι παραχαράττειν δοκοίημεν ταῖς ὑπὸ τὸν οὐρανὸν Ἐκκλησίαις, καὶ προφάσεις διδῶμεν τοῖς ζητοῦσιν ἀφορμὰς, ἐθέλουσι τοὺς ἐν μέσῳ συκοφαντεῖν, καὶ τῶν διαφαινομένων ἐν τῷ κοινῷ κατηγορεῖν. Ἀσκοῦμεν δὲ μὴ ἀγνοεῖν καὶ τὰς παρ' ἐκείνοις, ἵνα, πρὸς Ἰουδαίους διαλεγόμενοι, μὴ προφέρωμεν αὐτοῖς τὰ μὴ κείμενα ἐν τοῖς ἀντιγράφοις αὐτῶν, καὶ ἵνα συγχρησώμεθα τοῖς φερομένοις παρ' ἐκείνοις· εἰ καὶ ἐν τοῖς ἡμετέροις οὐ κεῖται βιβλίοις· τοιαύτης γὰρ οὔσης ἡμῶν τῆς πρὸς αὐτοὺς ἐν ταῖς ζητήσεσι παρασκευῆς, οὐ καταφρονήσουσιν, οὐδ' ὡς ἔθος αὐτοῖς, γελάσονται τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας, ὡς τ' ἀληθῆ καὶ παρ' αὐτοῖς ἀναγεγραμμένα ἀγνοοῦντας. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ μὴ φέρεσθαι παρ' Ἑβραίοις τὰ περὶ Σωσάννης. Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα. Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστορίαν· ὅπερ ἐστὶ τὸ περὶ τὴν παρωνυμίαν πρίνου μὲν πρὸς πρίσιν, σχίνου δὲ πρὸς σχίσιν· περὶ οὗ σὺ μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν· ἐγὼ δὲ ἔτι ἀμφιβάλλω· ἐπείπερ φροντίσας τῶν κατὰ τὸν τόπον, τῷ καὶ αὐτὸς ἠπορηκέναι ἐν αὐτοῖς, οὐκ ὀλίγοις Ἑβραίοις ἀνεθέμην πυνθανόμενος, πῶς παρ' αὐτοῖς ὀνομάζεται πρῖνος, καὶ πῶς λέγουσι τὸ πρίζειν· ἔτι δὲ εἰς τί μεταλαμβάνουσι τὴν σχῖνον τὸ φυτὸν, καὶ πῶς τὸ σχίζειν ὀνομάζουσιν. Οἱ δὲ τὴν Ἑλληνικὴν ἔφασκον ἀγνοεῖν φωνὴν τὴν πρίνου καὶ τὴν σχίνου·
by their differences, while at the same time practicing to a greater degree the interpretation of the Seventy—lest we seem to adulterate anything for the churches under heaven, and give pretexts to those seeking occasions, who wish to slander what lies in the middle and to accuse what is manifest in common. And we practice not being ignorant of the copies among them either, so that, when conversing with Jews, we may not bring before them things that are not found in their copies, and so that we may make use of what is found among them, even if it is not in our books. For since our preparation against them in inquiries is of this kind, they will not despise us, nor, as is their custom, will they laugh at those who believe from the Gentiles, as if they were ignorant of the true things also recorded among them. Let this then be said regarding the fact that the things about Susanna are not found among the Hebrews. But let us see also the accusations you bring against the account. And let us begin first from the point that could have deterred one from accepting the story: namely, the matter of the paronomasia of prinos with prisis, and of schinos with schisis. About this you have declared that, having grasped in what way such things happen to be homophonous in Greek sounds, in Hebrew they differ entirely; but I still doubt. For having given thought to the matters in that place, and having myself been at a loss in them, I put the question to not a few Hebrews, inquiring how prinos is named among them, and how they say "to saw"; and further, into what they translate schinos, the plant, and how they name "to split." And they said they did not know the Greek word for prinos and for schinos.
ἀπῄτουν δὲ αὑτοῖς δειχθῆναι τὰ δένδρα, ἵν' εἴδειεν ποίας ἐπὶ τούτων αὐτοὶ τάσσουσι φωνάς. Καὶ (φίλη γὰρ ἡ ἀλήθεια), οὐκ ἠπόρησα αὐτοῖς ὄψει παραστῆσαι τὰ ξύλα. Ἄλλος δὲ ἔφασκε τὰ μὴ ὀνομασθέντα τῶν Γραφῶν ποὺ οὐκ ἔχειν διαβεβαιώσασθαι, ὅπως Ἑβραϊστὶ λέγεται· προπετὲς δὲ εἶναι, τὸν ἀπορήσαντα φωνῇ τῇ Συριακῇ χρήσασθαι ἀντὶ τῆς Ἑβραΐδος· καὶ ἔλεγε, καὶ παρὰ τοῖς πάνυ σοφοῖς ἐνίοτε λέξεις τινὰς ζητεῖσθαι. Εἰ μὲν οὖν, φησὶ, ἔχεις τι παραστῆσαι τὴν σχῖνον ὅπως ποτὲ ὀνομασθεῖσαν ἔν τινι Γραφῇ, ἢ τὴν πρῖνον, ἐκεῖθεν ἂν εὕροιμεν τὸ ζητούμενον, καὶ τὴν παρ' αὐτὰ παρωνυμίαν· εἰ δὲ μηδαμοῦ ὠνομάσθη, καὶ ἡμᾶς διαλανθάνει τὸ τοιοῦτον. Τούτων οὖν ὅσον ἐπὶ μὴ ἱστορίᾳ ὑπὸ Ἑβραίων, οἷς συνέμιξα, εἰρημένων, ἐγὼ μὲν εὐλαβῶς ἔχω ἀποφήνασθαι, πότερον καὶ παρ' Ἑβραίοις ἡ ἰσοδυναμία τῶν κατὰ ταῦτα παρωνυμιῶν σώζεται, ἢ οὔ· σὺ δὲ ὅπως διεβεβαιώσω, αὐτὸς οἶδας ἴσως. Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίζοντι παρ' αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι ἐπὶ τὸ διαδέξασθαι τὸν πατέρα, συμμίξας περὶ πλειόνων· ἀφ' οὗ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα, ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα τὸν τρόπον· «Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ.» Πῶς ὁ μὲν ὑπ' ἀγγέλου πρίζεται, ὁ δὲ σχίζεται; λεκτέον, οὐ κατὰ τὸν ἐνεστῶτα αἰῶνα ταῦτα αὐτοῖς προφητεύεσθαι, ἀλλ' εἰς τὴν ὑπὸ Θεοῦ μετὰ τὴν ἐντεῦθεν ἔξοδον κρίσιν. Ὡς γὰρ τὸν πονηρὸν οἰκονόμον λέγοντα·
And they demanded that the trees be shown to them, so that they might know what names they themselves assign to these. And (for truth is dear), I did not lack the means to set the wood before them to see. But another said that it was not possible to confirm how those things not named in the Scriptures are called in Hebrew; and that it was rash for one who is at a loss to use the Syriac language instead of Hebrew; and he said that even among the very wise, certain words are sometimes sought after. If, then, he says, you have something to show—how the shinon was ever named in any Scripture, or the prinon—from there we would find what is sought, and the paronymy derived from them; but if it was named nowhere, such a thing escapes us too. Since, then, as far as concerns what has not been reported by the Hebrews with whom I associated, I am cautious about declaring whether the equivalence of the paronymies in these matters is preserved among the Hebrews as well or not; but how you confirmed it, you yourself perhaps know. I remember, at any rate, that I met a certain Hebrew, fond of learning and bearing the title of a wise man's son among them, brought up to succeed his father, and conversed with him about many things; from whom, since the story about Susanna is not rejected, I learned also the names of the elders, as they are set down in Jeremiah in this manner: "May the Lord make you as Zedekiah and as Ahab, whom the king of Babylon fried in fire because of the lawlessness they committed in Israel." How is one sawn asunder by an angel, and the other split? It must be said that these things were not prophesied to them with respect to the present age, but with respect to the judgment by God after the departure from here. For as the wicked steward says:
«Χρονίζει ὁ κύριός μου ἔρχεσθαι·» καὶ διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πίνοντα μετὰ τῶν μεθυόντων, καὶ τύπτοντα τοὺς συνδούλους, ὁ κύριος ἐλθὼν «διχοτομήσει, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει·» οὕτω καὶ τούτους πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκονομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖσθαι τὸν μοχθηρὸν οἰκονόμον, ἄγγελοι ἐπὶ τῶν κολάσεων τεταγμένοι τινὲς ταῦτα διαθήσουσι· καὶ ὁ μὲν σχίσει «πεπαλαιωμένον ἡμερῶν κακῶν, κρίναντα κρίσεις ἀδίκους, καὶ τοὺς μὲν ἀθώους κατακρίναντα, ἀπολύοντα δὲ τοὺς αἰτίους·» ὁ δὲ πρίσει ὡς «σπέρμα λαναὰν ὑπάρχοντα, καὶ οὐκ Ἰούδα, τὸν ὑπὸ τοῦ κάλλους ἐξηπατημένον, καὶ ὑπὸ τῆς
ἐπιθυμίας διαστραφέντα τὴν καρδίαν.» Καὶ ἕτερον δὲ οἶδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέρων τούτων τοιαύτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐλευθερωθήσεσθαι ἀπὸ τῆς ὑπὸ τοῖς ἐχθροῖς δουλείας προσεποιοῦντο οἱ πρεσβύτεροι οὗτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν· καὶ ἑκάτερος αὐτῶν ἀνὰ μέρος ᾗ περιετύγχανε γυναικὶ, καὶ ἣν διαφθεῖραι ἐβούλετο, ἐν ἀποῤῥήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ ἀπὸ Θεοῦ σπεῖραι τὸν Χριστόν· εἶτ' ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ, ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι· καὶ οὕτως ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. Διὸ καλῶς ὑπὸ τοῦ Δανιὴλ ὁ μὲν εἴρηται «πεπαλαιωμένος ἡμερῶν κακῶν·» ὁ δὲ ἤκουσε τό· «Οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραὴλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν·
My lord delays to come"; and for this reason those who devote themselves to drunkenness, and eat and drink with the drunken, and strike their fellow servants—when the lord comes, "he will cut them in two, and place their portion with the unbelievers." Thus also these men, who bore the title of elders but administered their stewardship badly, in proportion to the wicked steward being there cut in two, certain angels appointed over punishments will arrange these things. And one will split asunder "the one grown old in evil days, who judged unjust judgments, condemning the innocent and acquitting the guilty"; and another will saw asunder the one who is "a seed of Canaan and not of Judah," who was deceived by beauty and whose heart was perverted by desire. And I know another Hebrew who brings such traditions concerning these elders: that to those who in the captivity hoped to be freed from slavery under their enemies through the coming of Christ, these elders pretended that they knew how to make clear the things concerning Christ; and each of them, as he happened to meet a woman, and whom he wished to corrupt, would say to her in secret, as it were, that it had been given to him by God to sow the Christ. Then the woman, deceived by the hope of bearing the Christ, would give herself over to the deceiver; and thus the elders Ahab and Zedekiah committed adultery with the wives of the citizens. Therefore Daniel rightly said of the one, "grown old in evil days," and the other heard the words: "Thus you did to the daughters of Israel, and they, fearing, conversed with you.
ἀλλ' οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.» Τάχα γὰρ ἀπάτη καὶ φόβος δυνάμενα ἐν ταῖς γυναιξὶν, ἐποίει αὐτὰς παρέχειν ἑαυτῶν τὰ σώματα τοῖς λεγομένοις τούτοις πρεσβυτέροις. Ἀλλ' εἰκὸς πρὸς ταῦτά σε ζητήσειν τί δήποτε οὐ φέρεται παρ' αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι. Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρχόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις. Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα, καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα· περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν· «Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Πευσόμεθα γὰρ ἐπὶ τίνα ἀναφέρηται τὸ, «ἐπρίσθησαν,» κατά τι ἔθος ἀρχαῖον οὐ μόνον Ἑβραϊκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός. Σαφὲς δ' ὅτι αἱ παραδόσεις λέγουσι πεπρίσθαι Ἡσαΐαν τὸν προφήτην· καὶ ἔν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τάχα ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵν' ἡ ὅλη ἀπιστηθῇ· ἀλλ' εἰκός τινα, θλιβόμενον ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ βουλήματι τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὐ Παύλῳ γεγραμμένην· πρὸς ὃν ἄλλων λόγων κατ' ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἶναι Παύλου τὴν ἐπιστολήν.
But the daughter of Judah did not endure your lawlessness. For perhaps deceit and fear, being able to work in the women, made them offer their own bodies to those so-called elders. But it is likely that in response to these things you will ask why it is that the story is not found among them in Daniel, if, as you say, their wise men hand down such things about her. To these things it must be said that whatever things were able to bring accusation against the elders and rulers and judges, they removed from the knowledge of the people, some of which are preserved in secret writings. And as an example of this we will give the things recorded about Isaiah, and testified by the Epistle to the Hebrews, though written in none of the manifest books; for going through the prophets and what they suffered, the one who wrote the Epistle to the Hebrews says: "They were stoned, they were sawn in two, they died by the slaughter of the sword." For we will ask to whom it refers, "they were sawn in two," according to some ancient custom, not only Hebrew but also Greek, spoken in the plural about one person. And it is clear that the traditions say that Isaiah the prophet was sawn in two; and this is found in a certain secret writing; which perhaps was deliberately tampered with by the Jews, who inserted certain words that were not fitting into the scripture, so that the whole might be disbelieved. But it is likely that someone, being pressed by the demonstration of these things, might make use of the intention of those who reject the Epistle, as not written by Paul; concerning which we need other arguments in private for the demonstration that the epistle is Paul's.
Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπ' αὐτοῦ προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπ' αὐτοῦ μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φερομένην, ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἔχει δὲ οὕτως ἡ ὑπὸ τοῦ Σωτῆρος εἰρημένη λέξις. «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς. Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.» Καὶ τὸ ἑξῆς δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἔχον· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία
For the present, then, I shall set alongside from the Gospel the things testified by Jesus Christ concerning the prophets, and a history spoken of by him but not found in the ancient Scriptures, since it too contains an accusation against the lawless judges in Israel. And the saying spoken by the Savior is as follows: "Woe to you, scribes and Pharisees, hypocrites, because you build the tombs of the prophets and adorn the monuments of the righteous, and you say, 'If we had been in the days of our fathers, we would not have been partakers with them in the blood of the prophets.' So you testify against yourselves that you are sons of those who murdered the prophets. And you, fill up the measure of your fathers. Serpents, offspring of vipers, how will you escape from the judgment of Gehenna? Therefore behold, I send to you prophets, and wise men, and scribes. Some of them you will kill, and crucify, and some of them you will scourge in your synagogues, and persecute from city to city, so that upon you may come all the righteous blood shed on the earth, from the blood of Abel the righteous to the blood of Zechariah son of Barachiah, whom you murdered between the temple and the altar. Amen I say to you, that all these things will come upon this generation." And what follows this is not discordant with what has been set before us, being as follows: Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her; how often I wished to gather your children, as a bird gathers its nestlings
ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ ἴδωμέν γε εἰ μὴ λεκτέον, ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκεσθαι δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆρος ἱστορούμενα· οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δικαίων, καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς τοὺς δικαίους καὶ εἰς τοὺς προφήτας τετολμημένων, φασίν· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.» Λεγέτω τις οὖν ἡμῖν, ποίων προφητῶν τῷ αἵματι; Ποῦ γὰρ ἀναγέγραπταί τι τῶν τοιούτων περὶ Ἡσαΐου, ἢ Ἱερεμίου, ἢ τινὸς τῶν ιβʹ, ἢ τοῦ Δανιήλ; Ἀλλὰ καὶ περὶ τοῦ Ζαχαρίου υἱοῦ Βαραχίου φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ μὲν Ἰησοῦ μεμαθήκαμεν, ἀπ' οὐδεμιᾶς δὲ ἄλλης Γραφῆς ἔγνωμεν. Διὸ οὐδὲν οἶμαι ἄλλο οἰκονομεῖσθαι, ἢ τοὺς νομιζομένους σοφοὺς, καὶ ἄρχοντας, καὶ πρεσβυτέρους τοῦ λαοῦ ὑπεξελεῖν τὰ τοιαῦτα, ὅσα περιεῖχεν αὐτῶν κατηγορίαν παρὰ τῷ λαῷ. Οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ ἀληθῆ τυγχάνουσαν τὴν περὶ Σωσάνναν ἐπιβουλευθεῖσαν ὑπὸ ἀκολάστων πρεσβυτέρων ἱστορίαν οἱ μὴ μακρὰν τυγχάνοντες τῆς προαιρέσεως τῶν πρεσβυτέρων ἐκείνων ἐξέκλεψαν, καὶ ὑφεῖλον ἀπὸ τῶν Γραφῶν. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων ὁ Στέφανος μαρτυρῶν ἐπὶ πολλοῖς, καὶ ταῦτα λέγει·
under her wings, and you were not willing. Behold, your house is left to you desolate." And let us consider whether it must not be said in these passages that the Savior speaks truth, but that the Scriptures are not found which set forth the things narrated by the Savior. For those who build the tombs of the prophets and adorn the monuments of the righteous, having condemned what the elders dared to do against the righteous and against the prophets, say: "If we had been in the days of our fathers, we would not have been partakers with them in the blood of the prophets." Let someone, then, tell us: of which prophets in their blood? For where has anything of this sort been recorded concerning Isaiah, or Jeremiah, or any of the twelve, or Daniel? But also concerning Zechariah the son of Barachiah, who was slain between the temple and the altar, we have learned from Jesus, but from no other Scripture have we known it. Therefore I think nothing else is being managed than that those reputed to be wise, and rulers, and elders of the people removed such things as contained an accusation against them among the people. It is nothing surprising, then, if those who were not far from the disposition of those elders stole away and removed from the Scriptures the story concerning Susanna, which is true, of her being plotted against by licentious elders. And in the Acts of the apostles Stephen, bearing witness among many things, also says this:
«Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε;» Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς Διαθήκης, πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν, οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς Καινῆς Διαθήκης· καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰουδαίων μαρτυρῶν φησίν· «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι.» Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύματος, ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἴποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων. Πρὸς τούτοις ἔφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι, ἡ δὲ φερομένη ὁμολογουμένως ὑπ' αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ·
Which of the prophets did your fathers not persecute, and kill those who foretold the coming of the Righteous One, of whom you have now become betrayers and murderers?" For that Stephen speaks the truth, anyone at all who accepts the Acts of the Apostles will acknowledge; but to demonstrate also from the Old Testament how he reasonably reproaches the fathers of those who disbelieve in Jesus, as having persecuted the prophets and killed them, is not possible from the books that are circulated of the New Testament; and Paul also, in the first letter to the Thessalonians, testifying these things concerning the Jews, says: "For you became imitators of the churches of God that are in Judea in Christ Jesus, because you also suffered the same things from your own countrymen, just as they also did from the Jews, who both killed the Lord and the prophets, and drove us out, and do not please God, and are contrary to all men, hindering us from speaking to the Gentiles, that they might be saved." And I think I have demonstrated in what has been set forth above, that it is nothing absurd, that the history did happen, and that the cruelty with great licentiousness was dared by the elders of that time against Susanna, and that it was written by the providence of the Spirit, but is set aside, as the Spirit might say, by the rulers of Sodom. In addition to these things you said that Daniel is said by this Scripture, having been seized by the Spirit, to have cried out, that the sentence was unjust, but the Scripture that is acknowledged to be by him contains him prophesying in another manner, that is, by visions, and dreams, and the appearance of an angel.
οὐδαμοῦ δὲ ἐπιπνοίᾳ προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι τὸ, «Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἕνα. Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ γεγραμμένοις· ὃς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· «Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ
πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου.» Περὶ δὲ ἐπιφανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἴρηται· «Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν·
Nowhere by prophetic inspiration. But you seem to me not to have carefully observed the saying, "In many ways and in many forms of old God spoke to the fathers in the prophets," not only in all of them but also in each one individually. And if you observe carefully, you will find that the same holy men received divine dreams and angelic appearances and inspirations. For the present it suffices to use as testimonies the things written concerning Jacob, who recounts such things about divine dreams: "And it came to pass, when the flocks were mating, that I saw them with my eyes in a dream, and behold, the he-goats and the rams that were mounting the sheep and the goats were white-spotted, and speckled, and ash-colored spotted. And the angel of God said to me in a dream: Jacob. And I said: What is it? And he said: Lift up your eyes and see the he-goats and the rams mounting the sheep and the goats, white-spotted, and speckled, and ash-colored spotted; for I have seen all that Laban does to you. I am the God who appeared to you in the place of God, where you anointed a pillar to me, and where you vowed a vow to me. Now therefore arise and go out from this land, and depart to the land of your birth." And concerning the appearance of a better kind, awake, these things are said about him: "And Jacob was left alone; and a man wrestled with him until morning. And he saw that he could not prevail against him, and he touched the breadth of his thigh, and the breadth of Jacob's thigh was numbed, as he wrestled with him, and he said to him: Let me go; for the dawn has risen. But he said:
Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· «Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης.» Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἴρηνται. Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι τὸν κατὰ τῶν πρεσβυτέρων ἔλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἄλλοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν. Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας· οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως·
You shall not let me go unless you bless me. And he said to him, "What is your name?" And he said, "Jacob." And he said to him, "Your name shall no longer be called Jacob, but Israel shall be your name, because you have prevailed with God, and you are mighty with men." And Jacob asked and said, "Tell me your name." And he said, "Why do you ask this, my name?" And he blessed him there. And Jacob called the name of that place The Form of God, for he said, "I have seen God face to face, and my soul was saved." And the sun rose when the form of God had passed by. That he also prophesies by inspiration is clear from these words: "And Jacob called his sons and said, 'Gather together, that I may tell you what shall befall you in the last days. Assemble and hear, sons of Jacob; hear Israel your father. Reuben, my firstborn, you are my strength and the beginning of my children, hard to bear and hard and self-willed; you have acted insolently like water—do not boil over; for you went up to your father's bed; then you defiled the couch where you went up.'" Likewise also the blessings to the rest, being prophecies, were spoken by inspiration. Nothing, then, is wonderful if Daniel sometimes spoke the rebuke against the elders by inspiration, and sometimes by dreams, as you also say, or by a vision, and at another time there was an appearance of an angel to him. As for your other objections, they seemed to me to have been spoken rather unseemly, and not to be consistent with the reverence that befits you; but it is not worse to set down what was written by you in these very words, as follows:
«Ἔπειτα μετὰ τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος· οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλ' ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην. Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἔφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἄγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ.» Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις· «Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν ἐμοὶ, κύριέ μου. Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ γυνὴ αὕτη. Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ' αὐτόν. Καὶ ἀνέστη μέσης τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς. Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον. Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ' ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν. Ἡ δὲ ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλ' ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
Then, after he had uttered his remarkable pronouncement in this astonishing way, he also refutes them in a most paradoxical manner, such as not even Philistion the mime-writer did; for the rebuke through the Spirit was not sufficient, but having set each of them apart privately, he asks where he had seen her committing adultery. And when one said, "Under a mastich-tree," he answers that the angel will saw him; and to the other, who had said, "Under a sycamore," he threatens in like manner that he shall be split. For it is time to compare another saying similar to this, spoken in the third book of Kings, which you yourself will agree has been soundly recorded, with the mime of Philistion. The passage from Kings reads as follows: "Then two women who were prostitutes appeared before the king, and stood before him. And the one woman said, 'In me, my lord. I and this woman dwell in one house, and we gave birth in the house. And it came to pass on the third day after I gave birth, that this woman also gave birth. And we were together. There is no one else in our house besides the two of us in the house. And the son of this woman died in the night, because she lay upon him. And she arose in the middle of the night, and took my son from my arms, and your servant was asleep. And she laid him in her bosom, and her dead son she laid in my bosom. And I rose in the morning to nurse my son, and he was dead. And behold, I considered him in the morning, and behold, he was not my son whom I bore.' And the other woman said, 'No; but your son is the dead one, and my son is the living one.' And the other also said, 'No, but my son is the living one, and your son is the dead one.'
Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· Σὺ λέγεις· Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. Καὶ σὺ λέγεις· Οὐχὶ, ἀλλ' ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι
μάχαιραν. Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ, Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε αὐτῇ ἔστω· διέλετε. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε· Δότε τὸ παιδίον τῇ εἰπούσῃ· Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ αὐτοῦ. Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὃ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.» Εἴπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν. Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· «Δότε τῇδε τὸ ζῶν παιδίον· αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ·» οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου· εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων περὶ τοῦ τί δένδρον ἦν.
And they spoke before the king, and the king said to them, "You say, 'This is my son, the living one, and her son is the dead one.' And you say, 'No, but my son is the living one, and your son is the dead one.'" And the king said, "Bring me a sword." And they brought the sword before the king. And the king said, "Divide the living child in two, and give half of it to this woman, and half of it to that woman." And the woman whose son was the living one answered and said to the king, because her womb was troubled over her son, "In me, Lord—give her the living child, and do not put it to death." And this woman said, "Let it be neither mine nor hers; divide it." And the king answered and said, "Give the child to the one who said, 'Give it to her, and do not put it to death'; for she is its mother." And all Israel heard the judgment which the king judged, and they feared before the king, because they saw that the wisdom of God was in him to do justice. For if indeed one must pronounce mockingly about the things that are read in the churches, one ought rather to compare the story of the two prostitutes to the mime of Philistion than the story of the venerable Susanna. And just as it was not sufficient for the persuasion of the people that Solomon said, "Give the living child to this woman, for she is its mother," so the rebuke of Daniel to the elders was not sufficient, unless the refutation from their own mouth was also brought in—when they said that they had seen her sleeping with the young man under a certain tree, but did not agree about what kind of tree it was.
Καὶ ἐπείπερ ὡς καταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας τὸν Δανιὴλ κεκρικέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες· καὶ ταῦτα παραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος· περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα. Τοῦτο ἂν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήλ· ὅτι φρονήσεως οὔσης ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα, ἐκρίθη τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων. Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον–πρίσειν καὶ σχῖνον– σχίσειν· ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες οἱονεὶ ἐτυμολογίαι αἵτινες παρὰ μὲν Ἑβραίοις οἰκείως ἔχουσι, παρὰ δὲ ἡμῖν οὐχ ὁμοίως. Οὐδὲν οὖν θαυμαστὸν, ᾠκονομηκέναι τοὺς ἑρμηνεύσαντας τὰ περὶ τὴν Σωσάνναν ἀνευρεῖν ἤτοι σύμφωνον τῷ Ἑβραϊκῷ, οὐ γὰρ πείθομαι, ἢ ἀνάλογον τῷ συμφωνοῦντι τῷ Ἑβραϊκῷ ὄνομά τι παρώνυμον. Πῶς δὲ ἐν τῇ ἡμετέρᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον, παραστήσομεν. Φησὶν ὁ Ἀδὰμ ἐπὶ τῇ γυναικὶ οἰκοδομηθείσῃ ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός· «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Φασὶ δὲ οἱ Ἑβραῖοι «ἐσσὰ» μὲν καλεῖσθαι τὴν γυναῖκα· δηλοῦσθαι δὲ ἀπὸ τῆς λέξεως τὸ «ἔλαβον,» ὡς δῆλον ἐκ τοῦ· «Χῶς ἰσουὼθ ἐσσά,» ὅπερ ἑρμηνεύεται· «Ποτήριον σωτηρίου λήψομαι·» «ἴς» δὲ τὸν ἄνδρα, ὡς φανερὸν ἐκ τοῦ· «Ἐσρὴ ἀΐς,» ὅπερ ἐστί· «Μακάριος ἀνήρ.» Κατὰ μὲν οὖν Ἑβραίους ἲς καὶ ἐσσὰ ἀνδρὸς, ὅτι ἀπὸ ἲς ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη.
And since you claimed, as one who had grasped it, that Daniel had decided the matters concerning the elders by inspiration—perhaps judging them in this way, perhaps in another—attend to this: these things too seem to me to be similar, the matters concerning Daniel, to the judgment of Solomon; about whom the Scripture testifies that the people saw that the wisdom of God was in him to do justice. This could be said also about Daniel: that, since wisdom was in him to do justice, the things recorded concerning the elders were judged. And this too almost escaped me, which must be set beside the point about prīnon–prisein and schinon–schisein: that in our Scriptures too there are certain so to speak etymologies which are appropriate among the Hebrews but not similarly among us. It is nothing surprising, then, that those who translated the things concerning Susanna managed to find either something in agreement with the Hebrew—for I am not persuaded of this—or, by analogy with what agrees with the Hebrew, a name derived from it. How such a thing stands in our Scripture, we shall set forth. Adam says of the woman built by God from the man's side: "This one shall be called woman, because she was taken from her man." And the Hebrews say that the woman is called "essā," and that "I took" is indicated by the word, as is clear from "Chōs isouōth essā," which is translated "I will take the cup of salvation"; and the man is "īs," as is evident from "Esrē aïs," which is "Blessed is the man." According to the Hebrews, then, īs and essā are of man, because she was taken from the īs of her man.
Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ' αὐτοῖς κείμενον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεστέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι. Καὶ γὰρ ἐπ' ἄλλων πολλῶν ἔστιν εὑρεῖν οἰκονομικῶς τινα ὑπὸ τῶν ἑρμηνευσάντων ἐκδεδομένα· ἅπερ ἡμεῖς τετηρήκαμεν συνεξετάζοντες πάσας τὰς ἐκδόσεις ἀλλήλαις. Πρὸς τούτοις ἐπαπορεῖς αὐταῖς λέξεσι· «Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι, καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος, ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό·
So it is nothing surprising that certain persons, having translated the Hebrew account concerning Susanna—which, as is likely, had long lain hidden among them in secret and was preserved by those more fond of learning and more fond of truth—either delivered the meaning of the wording literally, or discovered what corresponds to the similar-sounding names in the Hebrew, so that we Greeks might be able to follow them. For in many other cases too one can find certain things delivered by the translators in a way suited to the divine plan of economy; these we have observed by comparing all the editions with one another. In addition to these things you ask, in these very words: "How, when they were captives in Babylon, cast about like dice, and thrown out unburied in the streets, as is recorded in the former captivity of Israel, with their sons torn away from them for emasculation and their daughters for concubines, as had been foretold—how did these men judge concerning death, and that too in the case of the wife of their king Joachim, whom the Babylonian king had made his fellow-throne? But if it was not this man, but another Joachim of the people—how did such a dissolution come to a captive, and was there a spreading paradise? And how, taking it up, did you say this:
Ἠστραγαλωμένοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον ἐπ' ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις ἑβραϊστί· ὡς ἀπ' αὐτῶν μαθόντες ἐγνώκαμεν. Ἀλλ' ἐπεὶ χρῶνται τῷ Τωβίᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τωβίας φησί· «Καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπιφέρει ὡς πλούσιος τό· «Ἐν ταῖς ἡμέραις Νεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς· καὶ εἴ τινα ἐκ τοῦ γένους ἑώρων τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σεναχηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ.» Καὶ κατανόει εἴ γε μὴ πολὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μάλιστα, ὅτι ἐπιφέρει λέγων τό· «Ἐπιγνοὺς, ὅτι ζη τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου.» Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος Δαχιάχαρος ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν·
They were stoned and cast out in the streets unburied; or, as far as my knowledge goes, [this is] from Tobit? Concerning which we ought to have known that the Hebrews do not use Tobit, nor Judith; for they do not have them even among the hidden books in Hebrew, as we have learned from them. But since the Churches use Tobit, it should be known that even in the captivity some of the captives were wealthy and prospered. Tobit himself says: "Inasmuch as I remembered God with my whole soul, the Most High gave me favor and comeliness before Nemesarius, and I was his purchaser; and I journeyed into Media, and deposited with Gabael the brother of Gabrias in Rages of Media ten talents of silver." And he adds, as befits a rich man: "In the days of Nemesarius I did many almsdeeds for my brethren. I gave my bread to the hungry and garments to the naked; and if I saw any of my race dead and cast out behind the wall of Nineveh, I buried him; and if any were slain by Sennacherib the king, when he came fleeing from Judea, I buried them secretly; for he slew many in his wrath." And observe whether the great catalogue of Tobit's good deeds does not indicate great wealth and great abundance; and especially since he adds, saying: "When I learned that I was sought to be put to death, I fled in fear, and all my possessions were plundered." But also another captive, Achiacharus the son of Ananiel, the brother of Tobit, was appointed over all the accounting of the kingdom of King Acherodon, and over all the administration.
καὶ λέγεται, «ὅτι ἦν ὁ Δαχιάχαρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής.» Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤῥησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ, Ἑβραῖος τῷ γένει, ᾐτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον. Ἀλλὰ φῄς· «Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες;» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ βασιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωνυμίαν τοῦ Ἰωακεὶμ, τὴν Σωσάνναν. Λεκτέον δ', ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίων τὸ δίδραχμον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος ὁ ἐθνάρχης παρ' αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν βασιλεύοντος τοῦ ἔθνους, ἴσμεν οἱ πεπειραμένοι. Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ· οὔτε μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὔτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν·
And it is said, "that Dachiarchus was cupbearer, and over the ring, and steward, and accountant." And Mordecai also spent time about the court of the king, and had such boldness toward him that he was even enrolled among the benefactors of Artaxerxes. Moreover also in Ezra: Nehemiah, cupbearer of the king and his eunuch, a Hebrew by race, asked for the things concerning the building of the temple, and obtained them, so that he was permitted to depart with more men to restore the temple. What then is wonderful in the fact that a garden, and a house, and a property belonged to a certain Joachim, whether it was costly or even moderate? For such a thing is not clearly shown from the Scripture. But you say, "How did they judge concerning death while they were in captivity?" I do not know from where you doubt that Susanna was the wife of the king, because of the similarity of name with Joachim. But it must be said that nothing is strange in the fact that, when great nations had become subject, the captives were permitted by the king to use their own laws and courts. And now, at any rate, while the Romans reign, and the Jews pay the two-drachma tax to them, we who have experience know how much the ethnarch among them is able to do with Caesar's permission, so that it differs in nothing from the nation being ruled by a king. And judgments also take place secretly according to the law, and some are condemned to death—neither with complete boldness for this, nor with the one who reigns being unaware; and this we have learned and been fully assured of, having spent much time in the country of the nation. And yet under the Romans only two tribes are recorded to exist, both Judah and Benjamin.
ἔστω δὲ καὶ Λευϊτική. Ὁ δὲ, παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκεσθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἔχειν, ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια. Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό· «Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἑξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει σε λέγοντος τοῦ Κυρίου· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·» καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἔχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ Ἡσαΐᾳ τό· «Ἔσται ἐν ταῖς
ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Τὸ δὲ παραπλήσιον τούτοις ὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ γεγραμμένον·
Let it also be Levitical. But the one beside the people of Judah—Israel—there were ten tribes; and it is likely that the Assyrians, being satisfied with having them in subjection, entrusted to them their own courts of judgment. I found also in your letter this very thing in these very words: "But besides all these, though so many prophets had gone before, none of those who came after employed the same express thought as another; for their true word was not impoverished; but this man, threatening one of those, reminds you, when the Lord says: 'You shall not kill the innocent and the righteous';" and I marveled how, having many occupations in the examinations and studies of Scripture, you have not observed that prophets use the words of prophets in almost the very same expressions. For who does not know, even among the many faithful, the passage that lies in Isaiah: "It shall be in the
last days that the mountain of the Lord shall be manifest, and the house of God on the tops of the mountains, and it shall be exalted above the hills, and all the nations shall come to it; and many nations shall go and say: Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and he will announce to us his way, and we will walk in it; for out of Zion shall go forth the law, and the word of the Lord in Jerusalem. And he shall judge between the nations, and shall judge a great people; and they shall beat their swords into plowshares, and their spears into pruning hooks; and nation shall not take up sword against nation; and they shall no longer learn to make war." And the similar passage to all these, and in the same wording, is written thus in Micah:
«Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ ἔθνη ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.» Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς, τοῦ αἰνεῖν τὸ Κύριον, οὗ ἡ ἀρχή· «Ἐξομολογεῖσθε καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,» ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ τῷ ρδʹ ψαλμῷ, ἕως τοῦ· «Καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·» μετὰ δὲ τοῦτο τῷ εʹ ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· «Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·» ἕως τοῦ· «Ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ. Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις παρά τε Μωϋσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ.
And it shall come to pass in the last days that the mountain of the Lord shall be manifest, prepared upon the tops of the mountains, and it shall be exalted above the hills; and peoples shall hasten to it, and many nations shall go and say: Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob, and he will show us his way; and we shall walk in his paths; for out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem. And he shall judge among many peoples, and shall reprove strong nations even afar off, and they shall beat their swords into plowshares, and their spears into sickles; and nation shall no longer lift up sword against nation, and they shall no longer learn to wage war.” Moreover, in the first [book] of Chronicles, the psalm appointed in the hand of Asaph and of his brethren, for praising the Lord, whose beginning is “Give thanks and call upon him in his name,” in most respects at its beginning is equivalent to the 104th psalm, up to “And do not be wicked among my prophets”; but after this it is somehow close to the fifth from its beginning, which has “Sing to the Lord, all the earth,” up to “For he comes to judge the earth.” But since it would be lengthy to set down the very words, we have said these things briefly in relation to the matter at hand. You will find also concerning not lifting a burden on the day of the Sabbaths written not only in Moses but also in Jeremiah. And concerning the Passover and the priestly laws you will find both in Moses and in the last parts of Ezekiel.
Καὶ αὐτὰς δ' ἂν παρεθέμην τὰς λέξεις, καὶ ἄλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸν χρόνον τῆς πρὸς σὲ γραφῆς. Πρὸς τούτοις ἔφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δ' ἂν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἴθε καὶ παιδεύειν δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος. Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ Ἀνίκητος. Σὺ τὸν καλὸν ἡμῶν πάπαν Ἀπολλινάριον ἄσπασαι, καὶ τοὺς ἀγαπῶντας ἡμᾶς.
I would have set down those very expressions, and many others besides, if I did not see that the time for writing to you is cut off by the fewness of our days in Nicomedia. In addition to these things, you also said that the character of the style differs; which did not appear so to me at all. And on these points I have made my defense. But it would have been fitting, after the accusations, to speak first a commendation of the Scripture concerning Susanna, going through each word and showing the excellence of the things understood; which one of those who have studied the divine things with love of learning and competence could compose separately. These things I have answered to the objections, as you say, and I write back; would that I were also able to teach! But as it is, I do not grant myself such great things. The one who assisted in the dictation of the letter greets you, and who was present throughout it all, having corrected it in whatever ways he wished, my lord and holy brother Ambrose. And his most faithful wife Marcella greets you together with the children, and Anicetus. Do you greet our good papa Apollinarius, and those who love us.