khazarzar-origenes-commentarii-in-genesim:1 · narrative
Source
ΤΟΜΟΥ Αʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.
Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνα σθαί πω πατέρες εἶναι. Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοῦ τοιούτου Υἱοῦ, τί ἀναβάλλεται, καὶ ἑαυτὸν τοῦ καλοῦ στερίσκει, καὶ, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ; Τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύματος λεκτέον. ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ οἰκοδόμος χωρὶς λίθων· ζητητέον πρὸς αὐτοῦ περὶ δυνάμεως Θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ Θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης, οὐδὲ ἀτονούσης, δύναται ὑποστῆσαι ὃ βούλεται. Ὧ γὰρ λόγῳ τὰς ποιότητας, κατὰ πάντας τοὺς Πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ, οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὑτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν, ὅσης χρῄζει, ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ Θεοῦ.
English
BOOK 1 OF THE COMMENTARY ON GENESIS.
For God did not begin to be a Father, being hindered, as men who become fathers are, by not yet being able to be fathers. For if God is always perfect, and the power of being a Father is present in him, and it is good for him to be the Father of such a Son, why does he delay, and deprive himself of the good, and, so to speak, from the time when he is able to be the Father of a Son? The same, however, must be said also concerning the Holy Spirit. FROM ORIGEN'S COMMENTARY ON GENESIS. But if anyone is offended, because of human craftsmen, at being unable to accept that God constructs existing things without unbegotten matter lying beneath, since neither can a sculptor make his own work without bronze, nor a carpenter without wood, nor a builder without stones—let him be asked about the power of God, whether God, having willed to bring into being whatever he wishes, since his will is not at a loss nor without strength, is able to bring into being what he wishes. For by the same principle by which he establishes the qualities, according to all who introduce Providence by their own principle, not existing as he wishes for the ordering of the whole, by his ineffable power and wisdom—by this same principle his will is also sufficient to make whatever substance he needs come to be. For we shall raise a difficulty against those who do not wish these things to be so: does it not follow for them that God has been fortunate in finding unbegotten substance, which, if the unbegotten had not been placed beneath him, he would have been able to do no work at all, but would have remained neither creator, nor father, nor benefactor, nor good, nor anything else of the things reasonably said about God.
khazarzar-origenes-commentarii-in-genesim:2 · narrative
Source
Πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα Θεοῦ, ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ Θεῷ, προνοουμένη τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι, οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλικοῦτο κόσμου κάλλος. Πόθεν δὲ καὶ δεκτικὴ γεγένη ται πάσης ἧς βούλεται ὁ Θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ Θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαντος, ὁποίαν ἔχειν ἐβούλετο; Καθ' ὑπόθεσιν γοῦν ἀποδε ξάμενοι τὸ ἀγέννητον εἶναι τὴν ὕλην, ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους, ὅτι εἰ Προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ Θεῷ, τοιαύτη γεγένηται, εἰ Πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτὸς μὴ οὔσης ὕλης ἐβούλετο κατασκευάσαι αὐτὴν, τί ἂν πλέον ἡ σοφία, καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος; Εἰ γὰρ εὑρίσκεται ταυτὸν γενόμενον ἂν ὑπὸ τῆς Προ νοίας, ὅπερ καὶ χωρὶς Προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; Ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰ πεῖν οὕτω τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου σοφοῦ τὸν αὐτοτοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν ὕλην τοσαύτην καὶ τοιαύτην καὶ οὕτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ Θεοῦ, ὑφεστηκέναι ἀγεννήτως, ἐπί σης ἐστὶν ἄλογον. Πρὸς μέντοιγε τοὺς παραβάλλοντας, ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον, ὅτι ἀνομοίως παραβάλλουσι. Πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην, ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης, ἢ θείας ἐρχομένην.
English
And from where comes also the measuring of the underlying substance to such an extent, as to suffice for the subsistence of so great a world? For, as it were, a certain providence older than God will have necessarily subjected matter to God, providing that the art existing in him not be in vain, when there is no substance with which, being able to converse, he adorned the beauty of so great a world. And from where has it become receptive of every quality that God wills, if God himself did not make for himself so great and such a substance as he wished to have? At any rate, having accepted by hypothesis that matter is unbegotten, we shall say these things to those who wish this: that if Providence did not subject the substance to God, it has become such as it is; if Providence was subsisting, what more would it have done than the spontaneous? And if he himself, when matter did not exist, wished to construct it, what more would his wisdom and his divinity have done than what subsisted from the unbegotten? For if it is found that the same thing would have come to be by Providence as what also subsisted without Providence, why shall we not also in the case of the world set aside the creator and the craftsman? For just as it is absurd in the case of the world, so artistically constructed, to say that what is of such a sort came to be without a wise craftsman, so also is it irrational to say that matter, so great and such and so fit for the craftsman by the word of God, has subsisted unbegotten. However, against those who compare, saying that no craftsman makes without matter, it must be said that they make an unlike comparison. For Providence supplies matter to every craftsman, coming from a prior art, either human or divine.
khazarzar-origenes-commentarii-in-genesim:3 · narrative
Source
Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,» οἰομέ νους ἀγέννητον εἶναι τὴν σωματικὴν φύσιν. ΤΟΜΟΥ Γʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ δια λαβεῖν, οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων, σφαλλομένων εἰς τὸν περὶ τῆς εἱ
μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων, μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ ἀμήχανον ἄλλως γενέσθαι, ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. Ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον, καὶ ψό γον καὶ πράξεις ἀποδεκτὰς, πάλιν τε αὖ ψεκτάς· ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ Θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας, ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐ δὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόμενον. Καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἤ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ Θεοῦ διὰ Χριστοῦ Ἐκκλησίας·
English
These things, then, will for the present suffice against those who, because it is said, "But the earth was invisible and unformed," suppose the bodily nature to be unbegotten. Book 3 of the Commentaries on Genesis. Concerning the luminaries having been made for signs—not other than the sun and moon, and the stars that happen to be—it is most necessary to discuss, not only because many of the nations alien to the faith of Christ are led astray on the topic of fate, by the conjunction of the wandering stars with those in the zodiac, believing that all things on earth happen to them from these, and the affairs of each human being, and perhaps even of irrational animals; but indeed also because many of those who are supposed to have believed are being distracted, wondering whether human affairs are not compelled, and impossible to turn out otherwise than as the stars, in their various configurations, rise. And it follows for those who dogmatize these things to abolish entirely what is in our power; whence also praise and blame, and actions acceptable and again blameworthy—which if this is so, the judgments of God that have been proclaimed are gone, and the threats against those who have sinned, that they will be punished, and the honors again for those who have given themselves over to better things, and the blessings; for none of these will any longer reasonably come to be. And if one looks to what follows from his own doctrines, both faith will be vain, and the advent of Christ accomplishing nothing, and the whole economy through the law and the prophets, and the labors of the apostles for the establishing of the Churches of God through Christ.
khazarzar-origenes-commentarii-in-genesim:4 · narrative
Source
εἰ μὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολμῶντας, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένε σιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ' ἂν αὐτῶν τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες, τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν εἰλη φότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐ τοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρα τείαις. Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλή ματος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν; Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδὲ ὡς βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κατ' αὐτοὺς Πατὴρ, εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν, ἐξεταστέον·
English
Unless, indeed, according to those who dare such things, even Christ, having been born under the necessity of the motion of the stars by having been taken up into generation, would have done and suffered all things—not because God and the Father of all granted him his wondrous powers, but because the stars did. These godless and impious words are followed also by the claim that those who believe are said to believe in God while being led by the stars. But we would ask them: with what intention did God make such a world, so that some men in it suffer the things of women, having in no way been the cause of their own licentiousness, while others, having received the condition of wild beasts, because the motion of the whole has made them such—since God so ordered the universe—give themselves over to the most savage and utterly inhuman deeds, to murders and piracies? And why need we speak of the things that happen among men, and of the countless sins they commit—men whom the champions of these noble doctrines, absolving of every charge, ascribe to God the cause of all things done wickedly and blameworthily? But if some of them, as if making a defense on behalf of God, say that the good one is different, having the origin of none of these things, but attribute such things to the creator of all, first, they will not be able even to demonstrate, as they wish, that he is just; for how could the father of so many things, according to them, reasonably be called just? Second, it must be examined what they will say about themselves.
khazarzar-origenes-commentarii-in-genesim:5 · narrative
Source
πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου Θεοῦ, ὅπερ οὐ βούλονται· εἰ δὲ ἀποκρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ δη μιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν περιστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέ σθαι, Θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; Αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. Πόθεν δὲ, ἐξετάζοντες τό· «Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες,» ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι
English
Are they subject to the motion of the stars, or have they been set free, and while they are in this life, do they have nothing wrought upon them from there? For if they say they are subject to the stars, it is clear that the stars bestowed on them this act of understanding, and the Creator will have been the one who, through the motion of the universe, subordinated the account concerning the God fashioned above—which they do not wish. But if they will answer that they are outside the laws of the Creator of the things that pertain to the stars, so that what is said by them may not be an unproven assertion, let them attempt to bring us a more compelling argument, establishing a difference between a mind that is subject to generation and fate and another that is free from these; for it is clear to those who know such matters that, when asked to give an account, they will in no way be able. And in addition to what has been said, prayers are brought in to no purpose; for if these things have been compelled to happen, and the stars bring them about, and nothing can happen contrary to their interweaving with one another, we are irrationally deeming God worthy to grant us these things. And why must one prolong the argument further, when it demonstrates the impiety of the thoroughly trodden, unexamined commonplace about fate among the many? For what has been said is sufficient for an outline. But let us remind ourselves from where, examining the text "Let the luminaries be for signs," we have come to these matters. Those who learn true things about certain matters, either
khazarzar-origenes-commentarii-in-genesim:6 · narrative
Source
αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημέ νοις ἀκούσαντες, τάδε τινὰ γινώσκουσιν. Ὑπεξ ηρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν, ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχότα. Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων, τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι, μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσο μένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχά νειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει· οἰήσεται δὲ δηλονότι ἐσφαλμένως· ὡς εἴ τις, ἐντυχὼν προφητικῇ βίβλῳ, προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην, νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστε ρον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπο λάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα, φέρε εἰπεῖν τὸν Θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν Θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν·
English
Having become eyewitnesses of the events, they declare certain things soundly, either having observed the experience and activity of those who suffered or acted, or having heard from those who in no way were causes of what happened, they know certain things. But let it now be set aside from the argument that those who acted or suffered, by narrating what they did or suffered, can lead one who was not present to knowledge of what was done. If, then, the one being taught by someone who is in no way a cause of what happens does not distinguish that the teacher is not altogether, concerning something as having happened or as going to happen, the cause of the matter being of such a kind, he will suppose that the one who presented the matter about certain things having happened, or certain things going to be, has made or will make the things about which he teaches; and he will suppose this, clearly, in error—as if someone, coming upon a prophetic book that foretells the things concerning Judas the betrayer, should suppose, having learned what was going to be and seeing it fulfilled, that the book is the cause of this thing having happened later, since from the book he learned the things that were going to be done later by Judas; or again, he might suppose that the cause is not the book, but the one who first wrote it, or the one who worked through it—say, God. But just as in the case of the things prophesied about Judas, the very words, when examined, show that God was not the maker of Judas's betrayal, but only declared, having foreknown, the things that were going to be done from his wickedness apart from his own causation—
khazarzar-origenes-commentarii-in-genesim:7 · narrative
Source
οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν Θεὸν, καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν, ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ Θεὸς γενησόμενον καὶ χωρὶς μὲν Γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, δῆλον τῷ συνιέντι ἀξίωμα δυνάμεως νοῦ Θεοῦ. Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν Γραφῶν τοῦτο παραστῆ σαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παρα δειγμάτων· καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ Θεοῦ γινώσκοντος τὰ πάντα, πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν· «Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.» Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος, καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα, οὕτως· «Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ, ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν.» Εἶτα μετ' ὀλίγα· «Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου ἐν Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυ σιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε· Θυσιαστήριον, τάδε λέγει Κύριος·
English
Thus, if anyone were to delve into the account of God's foreknowledge of all things, and to consider the principles of His foreknowledge which He has, as it were, imprinted upon those in whom they reside, he would understand that neither is the one who foreknows altogether the cause of the things foreknown, nor are those things which have received the impressions of the principles of the foreknowledge of the one who foreknows. That God knows each of the things that will be long before it comes to be is clear, both without Scripture, from the very conception of God, to one who understands the dignity of the power of the mind of God. But if it is necessary to establish this also from the Scriptures, the prophecies are full of such examples; and the events concerning Susanna, since God knows all things before their generation, are spoken of thus: "O eternal God, who knows the hidden things, who knows all things before their generation, you know that these men have borne false witness against me." And most clearly in the third book of Kingdoms both the name of the one who would reign and his deeds were recorded, prophesied many years before they came to be, as follows: "And Jeroboam made a feast in the eighth month, on the fifteenth day of the month, according to the feast in the land of Judah. And he went up to the altar in Bethel, which he had made, to sacrifice to the calves which he had made." Then after a little: "And behold, a man of God came from Judah by the word of the Lord to Bethel, and Jeroboam was standing at the altar to offer sacrifice. And he called out against the altar by the word of the Lord, and said: Altar, thus says the Lord:
khazarzar-origenes-commentarii-in-genesim:8 · narrative
Source
Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυῒδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, ὃ ἐλάλησε Κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστή ριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐ τῷ.» Καὶ μετ' ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστή ριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστη ρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ Κυρίου. Καὶ ἐν τῷ Ἡσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ' ἣν αἰχμαλω σίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς, συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· «Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐ τοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βα σιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πύλαι οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπρο σθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς,
English
Behold, a son is born to the house of David, Josiah by name, and he shall sacrifice upon you the priests of the high places who sacrifice upon you, and he shall burn human bones upon you. And he gave on that day a sign, which the Lord spoke, saying: Behold, the altar is split, and the fatness upon it shall be poured out. And after a little it is made clear that the altar was indeed split, and the fatness was poured out from the altar according to the sign which the man gave in the word of the Lord. And in Isaiah, who lived long before the captivity into Babylon—after which captivity Cyrus, the king of the Persians, later arose, having assisted in the building of the temple, which took place in the times of Ezra—these things are prophesied by name concerning Cyrus: Thus says the Lord God to my anointed Cyrus, whose right hand I have grasped, that nations may hearken before him, and I will break the strength of kings; I will open doors before him, and gates shall not be shut; I will go before you, and I will level mountains; I will shatter bronze doors, and break in pieces iron bars. And I will give you dark treasures,
khazarzar-origenes-commentarii-in-genesim:9 · narrative
Source
ἀποκρύφους, ἀορά τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε·» σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ Θεὸς μὴ γινώ σκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρή σατο ἐθνῶν πλειόνων ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ τῶν Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ' αὐτόν· δείκνυνται δὲ διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βα βυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον, καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικα λούμενον Λαγὼν οὕτω προφητεύεται· «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλ μῶν. Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν· καὶ οὐκ ἦν ὁ ἐξαι ρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
English
I will open to you hidden, invisible things, so that you may know that I am the Lord God, who calls your name, the God of Israel. For the sake of my servant Jacob and Israel my chosen one, I will call you by your name, and I will receive you. For clearly from these things too it has been shown that because of the people whom Cyrus benefited, God granted to him—though he did not know the religion according to the Hebrews—to rule over more nations; and these things can be learned also from the Greeks who wrote down the accounts concerning the prophesied Cyrus. Moreover, also in Daniel, when the Babylonians were reigning at that time, the kingdoms that were to come after Nebuchadnezzar are shown; and they are shown through the image: the rule of the Babylonians being named gold, that of the Persians silver, that of the Macedonians bronze, and that of the Romans iron. And again in the same prophet the things concerning Darius, and Alexander, and the four successors of Alexander the king of the Macedonians, and Ptolemy who ruled Egypt, the one surnamed Lagus, are thus prophesied: "And behold, a he-goat of goats was coming from the west upon the face of all the earth, and the he-goat had a horn between its eyes. And it came as far as the ram that had the horns, which I saw standing before Ubal, and it ran toward him before his strength. And I saw it reaching as far as the ram, and it was enraged against him, and it struck the ram, and it shattered both its horns, and there was no strength in the ram to stand before it, and it cast it to the ground, and trampled it; and there was no one to rescue the ram from its hand.
khazarzar-origenes-commentarii-in-genesim:10 · narrative
Source
Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.» Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὲτ, καὶ εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; Πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ Θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ, «Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.» Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν Θεὸν, οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνοντα· εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν κα λουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα, σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμ βάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων·) ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώ σκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν.
English
And the he-goat of the goats was magnified exceedingly; and when he had grown strong, his great horn was broken; and four other horns came up beneath it toward the four winds of heaven. And from the one, one strong horn came forth, and it was magnified exceedingly toward the south and the west. But what need is there to speak of the prophecies concerning Christ, such as the place of his birth, Bethlehem, and the place of his upbringing, Nazareth, and his withdrawal into Egypt, and the wonders which he performed, and in what manner he was betrayed by Judas, who was called to apostleship? For all these things are signs of God's foreknowledge. But also the Savior himself says, "When you see Jerusalem surrounded by armies, then you will know that her desolation has drawn near." For he foretold the end of the destruction of Jerusalem, which came to pass afterward. Since, therefore, it has been demonstrated to us that God is a foreknower, it is not out of place—in order that we may explain how the stars come to be for signs—to understand that the stars have been appointed to move in this way, with the so-called planets moving in opposition to the fixed stars, so that, taking signs from the configuration of all the stars that come about in relation to each one and in general, they may know—not humans (for it is far greater than man's capacity to grasp truly from the motion of the stars the things concerning each one, whatever they are doing or suffering)—but the powers, which it is necessary to know for many reasons, as we shall show to the best of our ability in what follows.
khazarzar-origenes-commentarii-in-genesim:11 · narrative
Source
Συν έντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παρα βεβηκότων, ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδα ξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ' ὧν τὰ σημεῖα οἴονται λαμβάνειν, αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησὶ, περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. Προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα, πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ Θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ' ἡμῖν σώζεται· καὶ τίνα τρόπον οἱ ἀστέρες οὔκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔγκειται. Τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν Θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν
Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ νοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν· καί φασιν· Εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιήσειν ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄδικος, ποιήσων τάδε τὰ ἀδικήματα, ὁ τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν.
English
But people, having learned from certain observations, or even from the teaching of angels who had transgressed their own order and who taught certain things about these matters for the ruin of our race, supposed that the beings from whom they think they receive the signs are the causes of these things which the account says are signified—about which matters themselves we shall immediately discuss more carefully, as far as we are able, in summary. These problems, then, will be set before us: how, when God has foreknown from eternity the things that are thought to be done by each person, the "in our power" is preserved; and in what way the stars are not productive of the things that happen among humans, but only significative; and that humans cannot have exact knowledge about these things, but the signs are implanted in powers superior to humans. For what is the reason that God made the signs for the knowledge of the powers? This will be examined fourth. And so let us look at the first point, which many of the Greeks, having been cautious about—supposing that affairs are necessitated and that the "in our power" is in no way preserved if God foreknows future things—dared to accept an impious doctrine rather than admit what those men call glorious concerning God but which destroys the "in our power," and on account of this praise and blame, and the acceptance of virtues and the censure of vices. And they say: If God has known from eternity that this certain person will do injustice and will commit these acts of injustice, and the knowledge of God is unerring, then he will certainly be unjust, doing these acts of injustice—the one who has been foreseen to be such—and it is impossible for him not to do injustice.
khazarzar-origenes-commentarii-in-genesim:12 · narrative
Source
Εἰ δὲ ἀμήχανον μὴ ἀδική σειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα· εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι. Πρὸς οὓς λεκτέον, ὅτι, ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομέ νου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται· ἐὰν δὲ γέ νηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος, τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμα θίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται· οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐ τὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε· καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ Θεὸς, ὅταν ἁμαρτάνῃ·) ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνω σται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται.
English
But if it is impossible for him not to do wrong, he is compelled to do wrong, and it is impossible for him to do anything other than what God has known. But if it is impossible for him to do anything else, and no one who does what is impossible is blameworthy, we accuse the unjust to no purpose. From the unjust man and his unjust deeds they go on also to other sins; then, conversely, also to the things thought to be right actions; and they say that it follows from God's foreknowledge of future things that the things within our power cannot be preserved. To these it must be said that God, applying himself to the beginning of the creation of the world—since nothing happens without a cause—runs through in his mind each of the things that will be, seeing that, since this has happened, this follows; and if this consequent thing happens, this follows, and once this has come about, this will be; and so, running through to the end of things, he knows what will be, not in every case being the cause of each of the things known coming to pass. For just as if someone, seeing a man reckless through ignorance, and through his recklessness irrationally setting out on a slippery road, and grasping that he will fall after slipping, does not become the cause of that man's slip; so God must be understood to have foreseen what sort of person each will be, and to perceive the causes of his being such a person, and that he will sin in these ways or do right in these ways; and, if one must say it, the foreknowledge is not the cause of the things that happen (for God does not lay hold of the one foreknown when he sins), but—stranger though it is, yet we shall speak the truth—the thing that will be is the cause of the foreknowledge about it being of such a kind. For it is not because it has been known that it happens, but because it was going to happen that it has been known.
khazarzar-origenes-commentarii-in-genesim:13 · narrative
Source
Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ, πάντως ἔσται. οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦ μεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέ σθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψό γος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀπο στόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται, δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· «Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρ δίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.» Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγ χωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γε νέσθαι, καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρο νῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται.
English
But it requires a distinction. For if someone interprets the phrase "it will certainly be" in such a way that what has been foreknown must necessarily come to be, we do not grant this to him. For we will not say that, because it has been foreknown that Judas would become a traitor, it was therefore by every necessity that Judas became a traitor. At any rate, in the prophecies concerning Judas, reproaches and accusations against Judas have been recorded, presenting to everyone his blameworthy character. But reproach would not have been attached to him if he had been a traitor by compulsion, and it had not been possible for him to become like the rest of the apostles. And observe whether these things are not made clear by the words we shall set down, which read as follows: "Let him not be merciful to his orphans, because he did not remember to show mercy, and he persecuted a poor and needy man, and one pricked in heart, to put him to death. And he loved a curse, and it will come upon him, and he did not desire a blessing, and it will be far from him." But if someone will interpret the phrase "it will certainly be" according to its meaning, saying that these particular things will indeed happen, but that it was also possible for them to happen otherwise, we concede this as true. For it is not possible for God to lie; but concerning things that are possible to happen and not to happen, it is possible for him to think both that they will happen and that they will not happen. But we will state this more clearly as follows: If it was possible for Judas to be an apostle like Peter, it was possible for God to conceive concerning Judas that he would remain an apostle like Peter. If it was possible for Judas to become a traitor, it was possible for God to think concerning him that he would be a traitor.
khazarzar-origenes-commentarii-in-genesim:14 · narrative
Source
Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προει ρημένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ
ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς, ἐρεῖ, ὅτι Οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. Δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι, καὶ τοῦ ἀκολαστῆσαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουλημένος κατ' αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρε θεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προτρεπτικοῦ. Πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγω νιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. Ὅτι μέντοιγε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαν τες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμ μενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται·
English
But if Judas will be a traitor, God, by his foreknowledge of the two things previously mentioned—since it is possible for one of them to happen—knowing the truth in advance, will foreknow that Judas will become a traitor; but that about which the knowledge is, can also happen otherwise. And God's knowledge could say: "It is possible for this man to do this, but also the opposite; and since both are possible, I know that he will do this." For just as God would not say, "It is not possible for this particular man to fly," so too, when giving an oracle, say, about someone, he will not say, "It is not possible for this man to become temperate." For there is absolutely no power in man to fly, but there is power to become temperate and to become licentious. Since both powers exist, the one who does not attend to converting and educative words gives himself over to the worse; but the better course is taken by the one who seeks the truth and wishes to live according to it. This man does not seek the truth because he inclines toward pleasure; but that man examines matters concerning them, having been chosen by common notions and by a persuasive argument. And again, in turn, this man chooses pleasure, not because he is unable to look it in the face, but because he does not strive; while that man despises it, seeing the shame that often resides in it. That, however, God's foreknowledge does not impose necessity on those things which it has comprehended, will be said in addition to what has been stated before: that in many places of the Scriptures God commands the prophets to proclaim repentance, not having pretended to know whether those who hear will turn, or will remain in their sins; as it is said in Jeremiah:
khazarzar-origenes-commentarii-in-genesim:15 · narrative
Source
«Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.» Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς πότερον ἀκούσουσιν, ἢ οὒ, φησὶν, «ἴσως ἀκούσονται, καὶ μετανοήσουσιν·» ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν, δυναμένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσο μένου τοῦ προειρημένου. Καὶ οὕτω γὰρ οἷον ἐμ πόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ Θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν, εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν· ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ' ἂν δό ξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς γὰρ ἔχομεν, καὶ σφοδρότητος καὶ τάσεως πλείο νος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προ καταληφθεῖσα δὲ ἡ γνῶσις, τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύειν τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ, οὔτε εἰ πονη ροὶ ἐσόμεθα.
English
Perhaps they will hear and repent." For God, not being ignorant of whether they will hear or not, says, "Perhaps they will hear and repent," but as it were showing from what is said that the balance of powers is equal, so that his foreknowledge, announced beforehand, might not cause those who hear to fall, presenting the appearance of necessity, as though the turning back were not in their power, and so that it might not itself become as it were a cause of sins; or again, for those who from ignorance of the good foreknown could, in struggling, live in virtue and resist evil, foreknowledge might become a cause of slackening, since they no longer stand vigorously against sin, as though what was foretold would certainly come to pass. For in this way foreknowledge of the good that will be could become as it were a stumbling block. In any case, God, managing all things in the world usefully, reasonably blinded us also to future things; for knowledge of them would have released us from struggling against evil, and, seeming to have been grasped, would have permitted us, without wrestling against sin, to become subject to it more quickly. At the same time, it would also conflict with a person's becoming good and noble that foreknowledge should have come to this or that person, that he will certainly be good. For in addition to what we have, there is need of greater intensity and effort to become good and noble; but knowledge grasped beforehand, that one will certainly be good and noble, undermines the practice. Therefore, for our advantage, we do not know whether we will be good or wicked.
khazarzar-origenes-commentarii-in-genesim:16 · narrative
Source
Ἐπεὶ δὲ εἰρήκαμεν, ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ Θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτω σαφηνίσαι· «Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός;» ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοιγε πολλῶν τῶν ἐφ' ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις, οὐκ ἐφ' ἡμῖν. ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις, καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζη τεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱ ρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν, καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι έχοντος. Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀπο δεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέ ρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὲ, ὅτι, εἰ ὅδε τις ὁ σχηματισμὸς
English
Since we have said that God has blinded us to things to come, consider whether we can clarify a certain passage cited from Exodus in this way: "Who made the hard-of-hearing and the deaf, the seeing and the blind? Was it not I, the Lord God?" — so that the same one has made both the blind and the seeing: seeing with respect to things present, but blind with respect to things to come. For the account concerning the hard-of-hearing and the deaf does not belong to the present occasion. That, however, many things among those that are in our power have very many causes among things that are not in our power, we too will acknowledge; and if these had not occurred — I mean the things not in our power — certain of these things that are in our power would not have been done; but certain of these things that are in our power are done as consequences of these preceding things that are not in our power, since it is possible, given the same preceding circumstances, to do other things besides what we do. But if anyone seeks that what is in our power be released from the whole, so that we do not choose these things because of certain circumstances that have befallen us, he has forgotten that he is a part of the world, and is encompassed by the fellowship of human beings and of the surrounding environment. Moderately, then, as in a summary, I think it has been demonstrated that the foreknowledge of God is not coercive of the things foreknown in every respect. But come, let us also contend concerning the stars, that they are in no way productive of what happens among human beings, but only significative. And it is clear that, if some such configuration
khazarzar-origenes-commentarii-in-genesim:17 · narrative
Source
τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυ θότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται τὰ περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀν θρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανω μένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζωδιακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζον τος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ νος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων· τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν, ὅτι οὐχ οὕτως ἔχει·
English
Would one think that the stars are productive of certain things that happen concerning man—for let the argument now be examined on this point—then the configuration that comes to be today, say, around this person could not be understood to have made the things that have already passed concerning another or even concerning others. For everything that makes is older than what is made. But according to the mathematics of those who profess such things, the matters concerning men are thought to be foretold as older than the configuration. For they profess, taking the hour of this man in some such way, to grasp how each of the wandering stars was situated at the zenith, or at this or that degree of the zodiac, or of the minute divisions within it, and what star of the zodiac was at the eastern horizon, and what at the western, and what at the meridian, and what at the anti-meridian. And when they set down the stars, which they think have configured themselves in this way at the time of the birth of this or that person, at the time of the delivery of the one they are examining, they inquire not only into things to come but also into things past, and into the matters before the birth and the sowing of the one about whom the account is made—concerning the father, what sort of man he happens to be, rich or poor, sound in body or maimed, better or worse in character, without possessions or possessing much, having this or that occupation; and the same things also concerning the mother, and concerning older brothers, if they happen to exist. But for the present let us concede that they grasp the truth in the matter, about which we will later show that it is not so.
khazarzar-origenes-commentarii-in-genesim:18 · narrative
Source
πευσώμεθα τοίνυν τῶν ὑπολαμ βανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχη ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύ τερα. Εἰ γὰρ τοῦτο ἀμήχανον καθ' ὃ δὴ ὅτι εὑ ρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου μὴ ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι· τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον· τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον· μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν, εὐγνωμόνως συγκαταθήσονται, μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ', ὡς προειρήκαμεν, εἰ ἄρα σημαίνεσθαι, ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ Θεοῦ, διά τινος λόγου προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν, ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡμῖν λόγον τὸ τὸν Θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ Θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν·
English
Let us therefore inquire of those who suppose that human affairs are compelled by the stars, in what manner the configuration that exists today, being such as it is, could have produced the things that are older. For if this is impossible—since it is found that what concerns older times is not true—it is clear that the stars, moving as they do in heaven, did not produce the things that have passed and come to be before they were in this state. But if this is so, perhaps one who accepts that they speak truth, having attended to what is said about future things, will say that they speak truth not by producing, but only by signifying. But if someone should claim that the stars do not produce past things, but that other configurations were the causes of the knowledge of those things, and that the present configuration has only signified, while future things are made clear from the present configuration of the nativity of this or that person, let him set forth the difference, so as to show from the stars that these things are understood as true as from things that produce, and those as from things that only signify. But since they cannot give the difference, they will reasonably agree that nothing of human affairs comes to be from the stars, but, as we have said before, if anything is signified, it is as if someone were to receive past and future things not from the stars but from the mind of God, through some prophetic word. For just as we demonstrated earlier that the knowledge by God of what will be done by each person does not harm the argument concerning what is in our power, so neither do the signs that God appointed for signifying hinder what is in our power.
khazarzar-origenes-commentarii-in-genesim:19 · narrative
Source
ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν Θεοῦ, περιέχειν τὰ μέλλοντα. Διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.» Τάχα δὲ καὶ τὸ, «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον,» τοὺς λόγους τοὺς περιεχομένους, σημαντικοὺς τῶν ἐσομένων, δηλοῖ ἀπαρτισθησομένους, καὶ ἵν' οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκ βεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν· «Ἔστωσαν εἰς σημεῖα.» Ὁ δὲ Ἱερεμίας, ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν·
«Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντικοί. Ἀπὸ τῶν πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου· τοῦτο δὲ καθ' ὑπόθε σιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀνα λαμβάνεσθαι ὑπ' ἀνθρώπων δύνασθαι. Φέρε γὰρ εἰ πεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε, καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα, φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν.
English
But in a similar way to a book containing future events prophetically, the whole heaven can, as it were being a book of God, contain future events. Therefore, in the Prayer of Joseph, what is said by Jacob can be understood in this way: "For I read in the tablets of heaven all that will happen to you and to your sons." And perhaps also the saying, "The heaven will be rolled up like a book," indicates that the words contained in it, which are significant of future events, will be brought to completion and, so to speak, fulfilled, just as the prophecies are said to have been fulfilled by having come to pass. And in this way the stars will have become for signs, according to the voice that says: "Let them be for signs." But Jeremiah, turning us back to ourselves and removing the fear that arises from things thought to be signified, and perhaps also from things supposed to come from there, says:
"From the signs of heaven do not be afraid." Let us also consider a second argument, how the stars cannot be productive, but at most significant. For from as many nativities as possible one can derive the matters concerning a single man; and we say this by way of hypothesis, conceding that the knowledge of them can be acquired by men. For suppose, to take an example, concerning this man's suffering this, and dying after falling in with robbers and being killed, they say it can be derived both from his own nativity, and if he happens to have several brothers, from the nativity of each of them.
khazarzar-origenes-commentarii-in-genesim:20 · narrative
Source
Περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς, καὶ τὴν τῆς γαμετῆς, καὶ τῶν υἱῶν αὐτοῦ, καὶ τῶν οἰκετῶν, καὶ τῶν φιλ τάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. Πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων, τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; Ἀπίθανον γὰρ καὶ τὸ φάσκειν, τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιη κέναι, ἀλλὰ σεσημαγκέναι μόνον· ἠλίθιον γὰρ τὸ εἰ πεῖν, ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ' ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέ σεσιν, καθ' ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. Οὐκ οἶδα δ' ὅπως δυνή σονται σῶσαι τὸ, τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους, καὶ φλεγμονῇ περιπεσομένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν, καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι, τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. Πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; Οἶμαι, ὅτι, εἰ ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆ σαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν.
English
For they think that each person's nativity contains his brother, who will die by robbers, and likewise his father's and his mother's, and his wife's, and his sons', and his household slaves', and his dearest friends', and perhaps even those of the very men who do the killing. How then is it possible for one who is encompassed by so many nativities—if this is to be granted them—to be brought into being by the configuration of the stars, [determined] by this nativity rather than by those? For it is also implausible to say that the configuration in this man's own nativity has caused these things, while the configuration in those men's nativities has not caused them but has only signified them. For it is foolish to say that the nativity of all contained, in each individual case, the effective cause of this man's being killed, so that in, say, fifty nativities by hypothesis, this man's being killed is contained. But I do not know how they will be able to maintain that, of those in Judea, nearly all have such a configuration at their nativity that they receive circumcision on the eighth day, being mutilated and wounded, and falling into inflammation and sores, and needing physicians at the very moment of their entry into life; while those among the Ishmaelites in Arabia have such a one that all are circumcised at thirteen years—for this has been recorded concerning them—and again certain of those among the Ethiopians have such a one that their knee-shells are removed, and of the Amazons one of their breasts. For how do the stars produce these things for these nations? I think that, if we were to pay attention, we would not be able even to begin to say anything true about them.
khazarzar-origenes-commentarii-in-genesim:21 · narrative
Source
Το σούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ' ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπι κὴν, οὐκ ἔτι δὲ τὴν γενεθλιαλογικήν. Εἰ γὰρ ἐπι γινώσκεται, ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι, γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα; καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν, ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων, ἢ ἀπὸ τῶν διαττόντων ἀστέρων; Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων. Ὅπερ δὲ συγκεχωρήκαμεν, οὐ γὰρ ἐλύπει τὸν λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα, καὶ ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ, τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογικὴν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ, ἀλλὰ καὶ κατὰ ποίας μοί ρας τοῦ δωδεκατημορίου, καὶ κατὰ ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ. Καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν πλανωμένων ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς. Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζον τος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν, καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν.
English
Since such predictive paths are reported, I do not know how people ran aground on the view that augury and sacrifice do not contain the efficient cause but only signify, and likewise astrology, but no longer the casting of nativities. For if a thing is known, so that we may also concede that it is known, and it comes to be from that source from which the knowledge is taken, why will things that come to be be from the stars rather than from the birds? And rather from the birds than from the entrails of the sacrificed victims, or from shooting stars? So much, then, will suffice for the present for refuting the idea that the stars are productive causes of human affairs. But what we have conceded—for it did not trouble the argument—namely that people are able to grasp the celestial configurations and the signs, and the things of which they are signs, let us now examine whether this is true. Those skilled in these matters say, then, that the one who is going to grasp nativity matters truly must know not only in which twelfth-part the so-called star is, but also in which degrees of the twelfth-part, and in which sixtieth; and the more precise ones even in which sixtieth of the sixtieth. And they say one must do this for each of the wandering stars, examining its relation to the fixed stars. Again, in the case of the eastern horizon, they say it will be necessary to see not only what twelfth-part was on it, but also the degree, and the sixtieth of the degree, whether the first or the second sixtieth.
khazarzar-origenes-commentarii-in-genesim:22 · narrative
Source
Πῶς τοίνυν, τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης, δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι, ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τε τάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ
ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖ νοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν, ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τριακοστόν. Ἀλλ' ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. Φέρεται δὴ θεώρημα ἀπο δεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλ λάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου· ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος ἀλλ' ἐκ τοῦ νοητοῦ ζω δίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον τὸ καταλαμ βάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀλη θές·
English
How then, since the hour, broadly speaking, comprises half a twelfth-part, can anyone grasp the sixtieth part, not having the proportion of the division of the hours, so as to know, say, that a certain person was born in the fourth hour, and in half an hour, and in the third, eighth, and sixteenth, and the two-thirtieth? For they say that the significations differ very greatly through ignorance not of the whole hour but even of its
fraction. At any rate, in those born under the Twins, the interval is often also a mere instant of an hour, and many variations of the things that happen and are done in their case occur, as those men say, because of the cause of the relation of the stars and the part of the twelfth-part at the horizon, which is not apprehended by those who are thought to have observed the hour accurately. For no one can say that the interval between this man's birth and that man's is a thirtieth of an hour. But let this be conceded to them, at least as regards grasping the hour. Now a theorem is advanced demonstrating that the zodiacal circle is carried, like the wandering stars, from west to east, one degree in a hundred years, and that this by the long passage of time changes the position of the twelfth-parts—the intelligible twelfth-part being one thing, and the so-to-speak figure being another, but from the intelligible sign, which is not at all easy to apprehend. But let this too be conceded, that the intelligible twelfth-part is apprehended, or that the true one can be grasped from the perceptible twelfth-part.
khazarzar-origenes-commentarii-in-genesim:23 · narrative
Source
ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων, καὶ αὐτοὶ ὁμολογήσουσιν, οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε, ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χεί ρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι χειρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι, ἐπιστήσαντά τινα τοῖς τόποις, ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ' εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων, τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγ γελλομένων· «Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ· ἀναγγειλάτωσάν σοι τί μέλ λει ἐπὶ σὲ ἔρχεσθαι·» διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προ δηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπα γαγεῖν. Νῦν γὰρ ὡς πρὸς τὴν λέξιν τὸ προφητικὸν ἐξειλήφαμεν· εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν, ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς Γραφῆς· ἐλέ γομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν ση μείων·
English
But the so-called "mixture" among them of the things that fall within these configurations, even they themselves will admit, they are unable to preserve in every respect, since the indicated thing is obscured—say, for instance, the worse one by this one, because he is looked upon by this better one, and is obscured to such and such an extent, or to such and such an extent; and often again the obscuring of the worse one is hindered by the looking of the better one, from the fact that another has been configured in such a way as to be significant of worse things. And I think that anyone who has applied himself to these places would despair of the comprehension of these things, which is in no way set out for humans, but if anything reaches only as far as being indicated. But if anyone has had experience of the matters, he will know better the fallibility in conjecturing of those who speak, and indeed of those who have written, than the success that is supposed. And Isaiah, at any rate, as though these things cannot be found out by humans, says to the daughter of the Chaldeans, who above all others especially promise these things: "Let the astrologers of the heaven stand and save you; let them announce to you what is about to come upon you." For through these words we are taught that those who are very devoted to learning about these things cannot foretell what the Lord has wished to bring upon each nation. For now we have expounded the prophetic text according to the letter; but if Jacob says that he read in the tablets of heaven the things that would befall his sons, and as far as this is concerned someone might contradict us, saying that the opposite of what we have said is made clear through the Scripture—for we were saying that man is unable to comprehend the signs—
khazarzar-origenes-commentarii-in-genesim:24 · narrative
Source
ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα, ὅτι οἱ καθ' ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως, θείως δὲ διδάσκονται τὰ ἀπόῤῥητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄῤ ῥητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·» ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυ τῶν κύκλους, καὶ ἀστέρων θέσεις, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀπο καλύπτοντος αὐτοῖς, καὶ καθαρῶς, ὡς θέλει ὁ Θεὸς, τὰ θεῖα ἀπαγγέλλοντος. Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μείζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐ τοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ, ἀφ' ἧς παρεθέμεθα τό· «Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρα νοῦ,» εἶναι ἀρχιχιλίαρχος δυνάμεως Κυρίου, καὶ ὄνο μα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λει τουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν, ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ· σανθήσῃ δὲ ὑπὸ τῶν περιεργότερον φερομένων εἰς τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ ση μεῖα τὸν Θεὸν πεποιηκέναι ἐν τῷ οὐρανῷ. Καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν, ὅτι πιστεύομεν τὰ τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος,
English
But Jacob says that he has read in the tablets of heaven. We will reply that the wise men among us, having used a spirit greater than human nature, are taught the hidden things not in a human way but divinely—just as Paul, saying: "I heard unspeakable words, which it is not lawful for a man to speak." For they know the changes of modes and the alterations of seasons, the cycles of years, and the positions of the stars, not from men, nor through men, but with the Spirit revealing to them and purely, as God wills, declaring the divine things. And in another way Jacob was greater than a man, supplanting his brother, and confessing in this very book, from which we have cited the words "I have read in the tablets of heaven," that he is a chief commander of the power of the Lord, and having long ago acquired the name Israel—which, while serving in the body, he recognizes, as the archangel Uriel reminds him. After these things it remains to examine and to show to those who believe that the luminaries of heaven are appointed for signs; but you will be examined by those who are carried more curiously to these places, as to what is the reason that God has made these signs in heaven. And it is possible to say first, that we believe that the things of the greatness of the mind of God, which has encompassed all knowledge concerning each of existing things,
khazarzar-origenes-commentarii-in-genesim:25 · narrative
Source
ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναρ γῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην, ὡς ἁρμόζου σαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχά νοντι. Ἵν' οὖν τῇ πείρᾳ τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον, καὶ τῶν ἁγίων ψυ χῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ὡσπερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρα νίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ Θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινώσκειν τὰ ση μεῖα τοῦ Θεοῦ. Οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινα τὸν Θεὸν, τῆς Γραφῆς λεγούσης τῷ Φαραώ· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως Θεοῦ, καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως Θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πάντων τῶν ἀπ' αἰῶνος ἕως συντε λείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ Θεοῦ τῷ οὐ ρανῷ. Δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐγκεῖσθαι τὰ σημεῖα, ἵνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρ' ἡμῖν βίβλοις ἃ μὲν γέγραπται ἵνα γινώσκωμεν, οἷον τὰ περὶ κοσμοποιίας καὶ ἄλλα μυστήρια· ἃ δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ Θεοῦ.
English
So that not even the most casual and seemingly least significant thing escapes his divinity, it contains the opinion that he has, as it were, encompassed within himself things infinite in number, though the demonstration is not manifest but held by faith, as befits the unbegotten Mind, which is beyond all nature. In order, then, that this might be grasped by experience by those greater than man, and by holy souls released from the present bondage, God made, as it were, letters and characters in heaven through the circuit of the heavenly bodies, for those who have been taught and will be taught to read the signs of God. And it is no wonder that God does something even for the sake of displaying his power toward the blessed, since the Scripture says to Pharaoh: "For this very purpose I raised you up, that I might show my power in you, and that my name might be proclaimed in all the earth." For if Pharaoh was preserved for the display of God's power and the proclamation of his name in all the earth, consider how great a display of God's power the heavenly signs contain, since all things from the beginning of the age to its consummation have been imprinted in the worthy book of God, which is heaven. Second, I conjecture that the signs are present in the powers that administer human affairs, so that they know some things only, while they bring others to pass—just as in our own books some things are written that we may know them, such as the accounts of the creation of the world and other mysteries, and others that, knowing them, we may do them, such as the matters concerning the commandments and ordinances of God.
khazarzar-origenes-commentarii-in-genesim:26 · narrative
Source
Ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουρ γῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες· τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν Θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἂ ἐνεργοῦσιν· ἀλλ' ὥσπερ ἄν θρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν Θεὸν τὸ τόνδε τινὰ ἀδικήσεσθαι ὑπ' αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὕτως αἱ ἀντικεί μεναι δυνάμεις τοῦ Θεοῦ, τὴν κακίαν τῶν τὰ μοχθη ρὰ βουλομένων ἀνθρώπων προεγνωκότες, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. Οἱ μέντοι ἱεροὶ ἄγ γελοι, τὰ λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόμου Θεοῦ γε γραμμένα τὰ προστάγματα λαμβάνοντες, τεταγμέ νως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκληρωτικῶς καὶ οὐχ ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ, φέρ' εἰπεῖν, χρηματίσαι τι τῷ Ἀβραὰμ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. Ἵνα οὖν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ Θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα.
English
It is possible that the heavenly writings, which angels and divine powers are well able to read, contain some things that will be read by the angels and ministers of God, so that they may rejoice in knowing them, and some things that they, as it were receiving commands, may carry out. And we shall not err in saying, by analogy with what is in the law, that heaven and the stars have such things; but if worse and other activities than man's do something of the things foreknown and signified in heaven, there is no necessity that these too, being reminded by God's writings, do what they do; but just as men who do injustice, not learning that God foreknew that this or that person would be wronged by them, perform the injustice from their own wickedness, so the powers opposed to God, having foreknown the wickedness of men who wish evil things, accomplish it by their own most shameful choice. The holy angels, however, the ministering spirits sent for service, it is likely, receive the commands as written from God's law, and in order, and when it is necessary, and as it is necessary, and as much as is necessary, do the better things; for it is absurd that they, being divine, should come at random and not in a determined way to, say, give an oracle to Abraham, and to do something for Isaac, and to rescue Jacob from danger, or to stand by the spirit of this or that prophet. In order, then, that they may not do this at random nor by chance, they read the book of God; and thus they do what falls to them.
khazarzar-origenes-commentarii-in-genesim:27 · narrative
Source
Ὡς προείπομεν δὲ, ἡμεῖς ἂ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι, ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν, πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων, οὐδὲ θείων γραμμάτων, οὐδὲ ὑπηρετῶν ἁγίων, ὅτε Θεῷ εὐάρεστα πράττομεν. Καὶ Κλήμης δὲ ὁ Ῥωμαῖος, Πέτρου ἀποστόλου μαθητὴς, συνῳδὰ τούτοις ἐν τῷ παρόντι προ βλήματι πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖς Περιόδοις, ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν τοιούτων λόγων φησὶ περὶ τῶν τῆς γενέσεως δοκούντων ἐκβεβηκέναι λόγῳ τεσσαρεσκαιδεκάτῳ· «Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, ὦ τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό μοι συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με, ὥσπερ πυρετοῦ ἔλλειμμα, πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, ὦ πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγὼ συμβουλεύω. Μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ, ὅτι, Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι
English
As we said before, we do what we do, or the opposing powers accomplish in us what they do, by our own free choice—disorderly when we sin, but disciplined, not without angels, nor without divine writings, nor without holy ministers, when we do what is pleasing to God. And Clement the Roman, a disciple of the apostle Peter, speaking in agreement with these things on the present question to the father in Laodicea in the Periodoi, says at the end of such discourses something most necessary concerning those things which seem to have come to pass by the reckoning of birth, in the fourteenth discourse: "And the father said: Forgive me, my child; for your words of yesterday, being true, reasoned with me to agree with you; but my conscience, small as it is, like the deficiency of a fever, torments me a little toward unbelief; for I am conscious within myself that all the things of birth have been accomplished for me. And I answered: Consider with me, father, what nature the teaching has, from the things which I advise. When you meet a mathematician, first say to him: These things have turned out badly for me at this time; from what cause, then, for me—
khazarzar-origenes-commentarii-in-genesim:28 · narrative
Source
τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώ ρησεν ἐκ τετραγώνου, ἢ διαμέτρου, ἢ συνὼν, ἢ κεκεντρωμένος, ἢ παρὰ αἵρεσιν. Ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει· πρὸς τούτοις δὲ, ἢ ἀγαθοποιὸς κακῷ ἀσύνθετος ἦν, ἢ ἀνεπιθεώρητος, ἢ ἐν σχήματι, ἢ παρὰ αἵρεσιν, ἢ ἐν ἐκλείψει, ἢ ἀνεπισύναφος, ἢ ἐν ἀμαυροῖς ἄστροις. Καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν, πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. Μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν, τὰ ἐναντία εἰπέ· ὅτι, Τόδε μοι τὸ ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. Καὶ ὅμως, ὡς προεῖπον, ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα, καὶ δεύτερον, καὶ τρίτον, καὶ πλείονα, ὡς αὐτὸ ἐνεργῆ σαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι· ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων, μὴ ἐν πάσῃ ὥρᾳ, τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς· κύκλος γάρ ἐστιν ἰσομερὴς, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει· ὃν γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπί λυσιν· οὕτως καὶ τὸ μάθημα, πρὸ τοῦ τι ἀποτελεσθῆναι, οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται· μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται· πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται, λέγοντες ὅτι, Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν.
English
of the stars, I wished to learn. And he will say that the times were received by the maleficent Mars or Cronus, or that one of these was in a restoring position, or that someone observed this year from a square, or a diameter, or in conjunction, or centered, or contrary to sect. Yet he has countless other things to say as well; besides these, either the beneficent was not in composition with the maleficent, or was unobserved, or in aspect, or contrary to sect, or in eclipse, or not in conjunction, or among dim stars. And yet, though there are many pretexts, he has proofs to offer for what he heard. After this astrologer, then, going to another, he said the opposite: that this good happened to me at this time; but you, tell of the same time; and demand from what origin of the nativity this came to be. And yet, as I said before, when you have lied, he himself can find from many configurations one configuration, and a second, and a third, and more, by which it was active, whence he will say the goods came to be; for it is impossible in every nativity of men that not in every hour some of the stars are well placed and others badly; for it is an equal-part circle, varied, having countless pretexts, to which each one can say what he wishes. For in the manner of oblique dreams, sometimes we understand nothing, but when they have turned out we bring the most fitting interpretation; so also the science, before anything is accomplished, can reveal nothing clear to us; but after the history of what has happened, then the cause of the outcome appears evident. Often, then, those who foretell stumble, and after the outcome they blame themselves, saying: This was what did it, and we did not see it.
khazarzar-origenes-commentarii-in-genesim:29 · narrative
Source
Τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. Ἥδε δὲ ἡ αἰτία ἡμῖν, τοῖς μυστήριον μεμαθηκόσι, σαφής ἐστιν, ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν, ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι, νενικήκαμεν. Οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τὴν προαίρεσιν, ὡς χθὲς ἀπεδείξαμεν. Σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. Καὶ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπεν.» ΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.» Ζητητέον δὴ εἰ ταὐτόν ἐστι τὸ, εἰς ἀρχὰς τῆς ἡμέρας, τῷ, καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τὸ, εἰς ἀρχὰς τῆς νυκτὸς, τῷ, καὶ ἄρχειν τῆς νυκτός. Καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ, εἰς ἀρχὰς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ, ἄρχειν, ἐξουσιάζειν. Φασὶ δὲ οἷς ἐμέλησε τῆς τῶν σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν προσηγοριῶν καὶ κατηγορημάτων, προϋφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι τὰ κατηγορήματα παρὰ τὰς προσηγορίας·
English
So then, even the very learned go wrong because they do not know, as I said yesterday, which things are altogether causes of generation, and which are not altogether, and which things we altogether desire to do but do not altogether do. And this cause is clear to us who have learned the mystery: that, having a free reasoning faculty, sometimes when we have resolved to hold this in check, we have conquered. But the astrologers, not knowing this very mystery, having pronounced from the beginning about every choice, when they went wrong devised the climacterics, making choice a matter of uncertainty, as we demonstrated yesterday. But for the rest, if you have anything to say to these things, speak. And having sworn, he answered that nothing is truer than these things which he said. FROM THE THIRD VOLUME OF THE COMMENTARIES ON GENESIS. "And God made the two great lights, the great light for the beginnings of the day, and the lesser light for the beginnings of the night, and the stars. And God set them in the firmament of heaven, so as to shine upon the earth, and to rule the day and the night." One must inquire whether "for the beginnings of the day" is the same as "and to rule the day," and "for the beginnings of the night" the same as "and to rule the night." For Aquila also preserved the analogy, writing "for authority" instead of "for beginnings," and "to have authority" instead of "to rule." Now those who have cared for the examination of meanings say that in passages which have a pairing of appellations and predicates, the things that fall under the appellations pre-exist, and the predicates follow upon the appellations;
khazarzar-origenes-commentarii-in-genesim:30 · narrative
Source
καὶ προσηγορίαν μὲν ἔχουσαν κατηγόρημά φασιν, οἷον τὴν φρόνησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρημα τὸ σωφρονεῖν· καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ' ἐπιγίνεσθαι κατηγόρημα, ἀπὸ φρονήσεως τὸ φρονεῖν. Ταῦτα δὲ εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς Γραφῆς, τετηρήκαμεν· ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας Θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλὰ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται, οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοΕρευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φυσιολογούμενον, ἢ θεολογούμενον χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι. Τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις; ἔστι γὰρ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτομεν μὴ καθαίροντες τὰς ὁμωνυμίας, καὶ ἀμφιβολίας, καὶ καταχρήσεις, καὶ κυριολεξίας, καὶ διαστολάς·
English
And they say that a noun has a predicate, for example prudence, and that to be prudent is a predicate; likewise that prudence is a noun, and to be temperate is a predicate; and they say that prudence pre-exists, then the predicate supervenes, prudence being the source of being prudent. But these things, even if we seem to some to be doing them contrary to the intent of the Scripture, we have observed; since God, who makes the luminaries, makes the greater one for the beginnings of the day, and the lesser one for the beginnings of the night; and he sets them in the firmament of heaven, no longer for the beginnings of the day and of the night, but to rule the day and the night. For the fact that the nouns are set forth in order and in accordance with what is treated technically in the passage, and then the predicates are brought in after them, has moved us to consider whether perhaps the matter has been understood by the servant [of God] also in this way, especially since Aquila, who is most honored for interpreting accurately, has done nothing other than [render] the noun and the predicate. But let the one who finds these things hard to accept consider whether an ethical problem, or a physical one, or a theological one, can be [settled] without precision in meanings and in the things clarified according to the logical topic, in the way it must be set out. For what is absurd about listening to the things used in their proper sense in the dialects, and attending carefully to the meanings? For there are times when, through ignorance of logical matters, we fall into great error by not purifying homonyms, ambiguities, catachreses, proper senses, and distinctions.
khazarzar-origenes-commentarii-in-genesim:31 · narrative
Source
οἷον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὁμώνυμον τῆς κόσμου προσηγορίας φωνὴν ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ Δημιουργοῦ οἱ μὴ καθάραντες, ἐπὶ τίνων κεῖται τὸ, «Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται,» ὅτι ἀντὶ τῶν περιγείων καὶ ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. Οἰηθέντες γὰρ κόσμον κατ' αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ Θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. Εἶτα ἐὰν προσάγωμεν αὐτοῖς ἐκ τοῦ, «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις, εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας· πάλιν τε αὖ ἐὰν λέγηται, «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ,» οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατ' αὐτοῦ γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. Καὶ περὶ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν, καὶ ἄλλων δὲ μυρίων παραδείγματά ἐστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν.
English
For example, because they did not understand the homonymous word, the name of the world, those who have not been purified have fallen into thinking the most impious things about the Creator. They fail to consider in which cases it is said, "The world lies in the evil one," and that this was said there by John in place of earthly and human things. For having supposed that "world" in the literal sense of the word means the system composed of heaven and earth and the things in them, they declare the most reckless and unholy things about God, though they are in no way able to show in fact how the sun and moon and stars, which are moved in such good order, lie in the evil one. Then, if we bring against them the passage, "This is the lamb of God who takes away the sin of the world," showing that "world" here in these words means where sin abounds, that is, in the earthly places, those who are fair-minded will accept what is said, but those who are contentious, behaving foolishly, will persist in the wicked judgments they once made because of their ignorance of the homonymy. And again, if it is said, "God was in Christ reconciling the world to himself," they will no longer be able to demonstrate what they have assumed about the whole world, that is, about the things in the whole world, especially according to their own suppositions; for the word must also be examined in this case as homonymous. And there are countless other examples of wicked interpretations arising from ambiguity and from the distinction of punctuations, so that one who is ambitious to do so may take no few of them.
khazarzar-origenes-commentarii-in-genesim:32 · narrative
Source
Ταῦτα δὲ παρεξέβημεν, ἵνα δείξωμεν, ὅτι καὶ καθ' ἡμᾶς τοὺς θέλοντας μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας Γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων γεγονέναι «εἰς ἀρχὰς τῆς νυκτὸς,» καὶ «εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.» ΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΞΗΓΗΤΙΚΩΝ. Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ' ἅπασαν διασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν· Ἰωάννης τὴν Ἀσίαν· πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ· Πέτρος δ' ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὃς, καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος;
English
We have made this digression in order to show that even for us who wish not to err concerning the truth in understanding the divine Scriptures, it is most necessary to know the logical matters that fall into use; and these we needed even now in order to discover the difference between the things said to have been made "for beginnings of the night" and "for ruling the day and the night." From the third volume of Origen's Explanations of Genesis. But when the holy apostles and disciples of our Savior had been scattered over the whole inhabited world, Thomas, as tradition holds, received Parthia as his lot, and Andrew Scythia; John Asia, where after dwelling among them he died in Ephesus; Peter seems to have preached in Pontus and Galatia and Bithynia, Cappadocia and Asia to the Jews of the dispersion; and he, having come at the end to Rome, was crucified head downward, having himself asked to suffer in this way. Why need one speak of Paul, who filled up the Gospel of Christ from Jerusalem as far as Illyricum, and later bore witness in Rome under Nero?
Citation. Tergwame, “Commentarii in Genesim”, khazarzar-origenes-commentarii-in-genesim:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-origenes-commentarii-in-genesim#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0038 ·
generated 2026-11-15.