ΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦ ΙΣΤΟΡΙΑ ΨΥΧΩΦΕΛΗΣ ΕΚ ΤΗΣ ΕΝΔΟΤΕΡΑΣ ΤΩΝ ΑΙΘΙΟΠΩΝ ΧΩΡΑΣ, ΤΗΣ ΙΝΔΩΝ ΛΕΓΟΜΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΑΓΙΑΝ ΠΟΛΙΝ ΜΕΤΕΝΕΧΘΕΙΣΑ ΔΙΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ, ΑΝΔΡΟΣ ΤΙΜΙΟΥ ΚΑΙ ΕΝΑΡΕΤΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΑ· ΕΝ ΗΙ Ο ΒΙΟΣ ΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦ ΤΩΝ ΑΟΙΔΙΜΩΝ ΚΑΙ ΜΑΚΑΡΙΩΝ.
ΠΡΟΟΙΜΙΟΝ Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ' αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα, τῶν τε δι' αἵματος τελειωθέντων καὶ τῶν δι' ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. ἡ γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ' ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις.
THE STORY OF BARLAAM AND JOASAPH, SOUL-PROFITABLE, BROUGHT FROM THE INNER COUNTRY OF THE ETHIOPIANS, CALLED THAT OF THE INDIANS, TO THE HOLY CITY BY JOHN THE MONK, A MAN HONORABLE AND VIRTUOUS OF THE MONASTERY OF SAINT SABA; IN WHICH IS THE LIFE OF BARLAAM AND JOASAPH, THE PRAISEWORTHY AND BLESSED.
PROLOGUE. As many as are led by the Spirit of God, these are sons of God, says the divine Apostle; and to be deemed worthy of the Holy Spirit and to become sons of God is the final end of things desired, and for those who have attained it, the rest of all contemplation, as it is written. This transcendent and highest blessedness of things longed for the saints from all ages were deemed worthy to obtain through the working of the virtues—some having contended in martyrdom and resisted sin even to blood, others having struggled in asceticism and walked the narrow way and become martyrs by their choice. Their valiant deeds and achievements—both of those perfected through blood and of those who through asceticism imitated the angelic way of life—to hand down in writing and to pass on as an example of virtue to the generations that follow, the Church of Christ has received from the God-inspired Apostles and blessed Fathers, who legislated this for the salvation of our race. For the road that leads to virtue is rough and steep, especially for those who have not yet wholly transferred themselves to the Lord, but are still warred against by the tyranny of the passions.
διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον, ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι· ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν ὁ λόγος καλεῖν, ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως. ι Ἡ τῶν Ἰνδῶν λεγομένη χώρα πόρρω μὲν διάκειται τῆς Αἰγύπτου, μεγάλη οὖσα καὶ πολυάνθρωπος· περικλύζεται δὲ θαλάσσαις καὶ ναυσιπόροις πελάγεσι τῷ κατ' Αἴγυπτον μέρει· ἐκ δὲ τῆς ἠπείρου προσεγγίζει τοῖς ὁρίοις Περσίδος, ἥτις πάλαι μὲν τῷ τῆς εἰδωλομανίας ἐμελαίνετο ζόφῳ, εἰς ἄκρον ἐκβεβαρβαρωμένη καὶ ταῖς ἀθέσμοις ἐκδεδιῃτημένη τῶν πράξεων.
For this reason we need many things that urge us toward it—both exhortations and, further, the histories of lives of those who have advanced along that way—which more painlessly draws us toward it and prepares us not to despair at the difficulty of the journey. For when someone exhorts and encourages a person about to walk a hard and rough road, he persuades him less; but by pointing out that many have already traversed it and then also come to rest well at its end, he would persuade him more, and he himself would take up the journey. Following this rule, then, and also keeping in view the danger hanging over the servant who, having received the talent from his master, buried it in the ground and hid what had been given for trading unworked, I will by no means keep silent about the soul-profitable account that has come down to my time, which men of piety from the inner country of the Ethiopians—whom the account knows to call Indians—told me, having translated it from truthful records. It is as follows. The land said to be of the Indians lies far from Egypt, being large and populous; it is washed by seas and navigable waters on the side toward Egypt, and from the mainland it approaches the borders of Persia, which of old was blackened by the darkness of idolatry, having been thoroughly barbarized to the extreme and having lived out its days in lawless deeds.
ὅτε δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, τὸ ἑαυτοῦ πλάσμα μὴ φέρων ὁρᾶν ἁμαρτίᾳ δουλούμενον, τοῖς οἰκείοις περὶ τοῦτο σπλάγχνοις ἐπικαμφθείς, ὤφθη καθ' ἡμᾶς ἁμαρτίας χωρίς, καί, τὸν τοῦ Πατρὸς θρόνον μὴ ἀπολιπών, Παρθένον ᾤκησε δι' ἡμᾶς, ἵν' ἡμεῖς κατοικήσωμεν τοὺς οὐρανούς, τοῦ τε παλαιοῦ πτώματος ἀνακληθῶμεν, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῶμεν,
τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες, καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ὁ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον κήρυγμα.
But when the only-begotten Son of God, who is in the bosom of the Father, could not bear to see his own handiwork enslaved to sin, and was moved with compassion for it in his own heart, he appeared among us without sin, and, not leaving the throne of the Father, he dwelt in a Virgin for our sake, so that we might dwell in the heavens, and be recalled from the ancient fall, and be set free from sin, receiving back the former adoption as sons; and having accomplished the whole dispensation in the flesh for our sake, and having accepted the cross and death, and wondrously united earthly things with heavenly, and having risen from the dead and been taken up into the heavens with glory and seated at the right hand of the majesty of the Father, he sent forth the Paraclete Spirit upon his eyewitnesses and initiates, according to the promise, in the form of fiery tongues, and sent them to all the nations to enlighten those who sit in the darkness of ignorance, and to baptize them in the name of the Father and of the Son and of the Holy Spirit, so that from there some of them, having received the eastern regions as their lot, and others the western, should go about, and run through the northern and southern climes, fulfilling the proclamation commanded to them. At that time the most sacred Thomas also, being one of the twelve-numbered company of the disciples of Christ, was sent forth to the Indians, proclaiming to them the saving message.
τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων. οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος.
But with the Lord working alongside and confirming the word through the signs that followed, the darkness of superstition was driven away, and, freed from the idolatrous libations and abominations, they were joined to the unerring faith, and, thus reshaped by the apostolic hands, they were made Christ's own through baptism, and, growing by additions in each particular, they advanced in the blameless faith, and they built churches throughout all the lands. And when monasteries also began to be established in Egypt and the multitudes of monks to be gathered, and the fame of their virtue and angel-imitating conduct spread to the ends of the inhabited world, it came even to the Indians and stirred them to a like zeal, so that many of them, leaving everything behind, reached the deserts and, in a mortal body, took up the way of life of the incorporeal ones. Such being the state of affairs so well, and with many, as the saying goes, flying up to heaven on golden wings, there arose a certain king in that same land, Abenner by name, who became great in wealth and power and in victory over his adversaries, noble in wars, and priding himself on the size of his body together with the beauty of his face, and exulting in all the worldly advantages that wither so quickly; but in his soul he was oppressed by the utmost poverty and choked by many evils, being of the Greek portion and greatly excited about the superstitious error of idols.
πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν ὁ βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παρ' οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος. ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν ὅ τι μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς
Living as he did in great luxury and in the enjoyment of the pleasant and delightful things of life, and being deprived in none of his wishes and desires, he had one thing that hindered his gladness and cast his soul into cares: the evil of childlessness. For being destitute of children, he took great thought how, being loosed from such a bond, he might be called a father of children—a thing most desired by the many. Such was the king, and such was his disposition. But the most glorious race of the Christians and the multitudes of the monks, setting the king's majesty at nothing and not fearing his threat at all, advanced by the grace of Christ, giving themselves over to a multitude beyond reckoning, and making little account of the king's word, but cleaving exceedingly to the things that lead to the service of God. And for this reason many of those who had taken up the monastic order spat out equally all the delights here below, and had a longing love for this one thing only, piety, and thirsted for death for Christ's sake, and reached out for the blessedness that is yonder. They proclaimed, then, not with any fear or shrinking back, but with very great boldness, the saving name of God, and nothing was on their lips except Christ, and they plainly showed to all the fleeting and easily-dissolved nature of things present and the firm and incorruptible nature of the life to come, and, as it were, occasions
παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι Θεῷ καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῷ θυμῷ ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν κατ' αὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῷ χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα. ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον. ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν ἠπειλημένων βασάνων, ἀλλ' οἰκονομίᾳ τινὶ θειοτέρᾳ.
They also provided seeds for becoming God's own and for being deemed worthy of the life hidden in Christ. From this, many, enjoying that sweetest teaching, withdrew from the bitter darkness of deceit and attached themselves to the sweet light of truth; so that even some of the illustrious and of the senate council laid aside all the burdens of life and thereafter became monks. But the king, when he heard these things, filled with the greatest anger and boiling over in fury, immediately issued a decree that every Christian be compelled to renounce the faith. Hence he devised and practiced new kinds of tortures against them, and threatened new modes of death. And letters were sent throughout all the land subject to him to rulers and governors, pronouncing punishments against the pious and unjust slaughters. Especially against the elite of the monastic order, waging war in his fury, he raised an implacable and unheralded war against them. For this reason many of the faithful were shaken in their minds, and others, unable to endure the tortures, yielded to his lawless command. But the leaders and chiefs of the monastic order, some, rebuking his lawlessness, endured death by martyrdom and attained unceasing blessedness; others hid themselves in deserts and mountains, not from fear of the threatened tortures, but by some more divine providence.
ιι Τῆς τοιαύτης οὖν σκοτομήνης τὴν τῶν Ἰνδῶν καταλαβούσης, καὶ τῶν μὲν πιστῶν πάντοθεν ἐλαυνομένων, τῶν δὲ τῆς ἀσεβείας ὑπασπιστῶν κρατυνομένων, αἵμασί τε καὶ κνίσαις τῶν θυσιῶν καὶ αὐτοῦ δὴ τοῦ ἀέρος μολυνομένου, εἷς τῶν τοῦ βασιλέως, ἀρχισατράπης τὴν ἀξίαν, ψυχῆς παραστήματι, μεγέθει τε καὶ κάλλει, καὶ πᾶσιν ἄλλοις, οἷς ὥρα σώματος καὶ γενναιότης ψυχῆς ἀνδρείας χαρακτηρίζεσθαι πέφυκε, τῶν ἄλλων ἐτύγχανε διαφέρων. τὸ ἀσεβὲς οὖν ἐκεῖνο πρόσταγμα ἀκούσας οὗτος, χαίρειν εἰπὼν τῇ ματαίᾳ ταύτῃ καὶ κάτω συρομένῃ δόξῃ τε καὶ τρυφῇ, ταῖς τῶν μοναχῶν λογάσιν ἑαυτὸν ἐγκατέμιξεν, ὑπερόριος γενόμενος ἐν ἐρήμοις τόποις, νηστείαις τε καὶ ἀγρυπνίαις καὶ τῇ τῶν θείων λογίων ἐπιμελεῖ μελέτῃ τὰς αἰσθήσεις ἄριστα ἐκκαθάρας, καὶ τὴν ψυχήν, πάσης ἀπαλλάξας ἐμπαθοῦς σχέσεως, τῷ τῆς ἀπαθείας φωτὶ κατελάμπρυνεν. ὁ δὲ βασιλεύς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατὰ τῶν μοναζόντων ὀργῇ. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ᾔσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι.
When such darkness of night had overtaken the land of the Indians, and the faithful were being driven out on every side, while the supporters of impiety were growing strong, and the air itself was being polluted with the blood and the fat of sacrifices, one of the king's men, an archisatrap by rank, stood out above the others by the presence of his soul, by stature and beauty, and by all the other qualities by which bodily comeliness and the nobility of a courageous soul are naturally marked. So when he heard that impious decree, he bade farewell to this vain and earthward-dragged glory and luxury, and joined himself to the chosen company of the monks, going beyond the borders into desert places; and by fasts and vigils and the diligent study of the divine oracles he most excellently purified his senses, and, freeing his soul from every passionate attachment, he made it radiant with the light of dispassion. But the king, who loved him greatly and held him in honor, when he heard these things, grieved in his soul at the loss of his friend, and was kindled the more in anger against the monks. And indeed, sending everywhere in search of him and, as the saying goes, moving every stone so as to find him, after a considerable time those sent to seek him, when they learned that he had his dwelling in desert places, searched him out, seized him, and brought him before the king's judgment seat.
ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν· Ὦ ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; ὁ πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος, τὴν τοσαύτην ἀδοξίαν τῆς περιβλέπτου προέκρινας
δόξης, ἵνα τί σοι γένηται; καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο· Εἰ λόγον πρός με συνᾶραι θέλεις, ὦ βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσῃς μαθεῖν· ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, ποίει ὃ θέλεις· ἐμοὶ γὰρ ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, φησὶν ὁ θεῖος καὶ ἐμὸς διδάσκαλος.
When he saw him in such beggarly and exceedingly rough clothing—him who had once been clothed in splendid garments, and him who had lived in great luxury, now dried up by the harsh discipline of asceticism, and clearly bearing upon himself the marks of the desert life—he was filled with both grief and anger, and, blending his words from both, he said to him: "O foolish and deranged man, for what reason have you exchanged honor for shame, and glorious renown for this unseemly appearance? You, the president of my kingdom and commander-in-chief of my dominion, having made yourself a plaything for boys, not only having consigned our friendship and free speech to deep forgetfulness, but having even risen up against nature itself, and having taken no pity on your own children, counting wealth and all the splendor of life as nothing, you have preferred this great dishonor to that enviable glory—what is to become of you? And what will you gain from this, that you have preferred above all gods and men this so-called Jesus, and this harsh and ill-clad discipline above the pleasant and delightful things of the sweetest life?" Hearing these things, that man of God answered with grace and gentleness: "If you wish, O king, to join issue with me in argument, put your enemies out of the courtroom, and then I will answer you concerning whatever you may seek to learn; for while they are present with you, I have no word to say to you. But apart from argument, punish, slaughter, do what you will; for the world has been crucified to me, and I to the world, says my divine teacher.
τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν ὁ θεῖος ἀνήρ· Ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα· ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. ἡ γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν, ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν. ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα ὁ βασιλεὺς ἔφη· Ἰδού, εἴξας σου τῇ ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ἡ τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ ὁ ἐρημίτης εἶπεν· Εἰ τὴν ἀρχὴν ζητεῖς, ὦ βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῇ νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ' ἄκρας ἡ τούτου δύναμις εἷλε, καί, ὥσπερ τις θεῖος σπόρος, ἡ τούτου μνήμη, τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί.
And the king said, "And who are these enemies whom you command me to put away from my midst?" The divine man said: "Anger and desire. For these were brought forth from the beginning by the Creator as co-workers of nature, and now they are likewise disposed toward those who live not according to the flesh but according to the spirit. But among you, who are wholly flesh, having nothing of the spirit, they have become adversaries, and they carry out the deeds of enemies and foes. For desire in you, when it is active, stirs up pleasure; when it is suppressed, it stirs up anger. Let these therefore be put away from you today, and let prudence and righteousness take the seat of hearing what is said and of judgment. For if you put anger and desire out of your midst, and bring in prudence and righteousness in their place, I will tell you all things truthfully." To this the king said: "Behold, yielding to your worthiness, I will cast desire and anger out of my council, and I will make prudence and righteousness to sit in their midst. Tell me then without fear whence such great error came to you, and why you prefer things in empty hopes to things seen in your hands." And the hermit answered and said: "If you seek the beginning, O king, of how it came to me to despise things temporary and to give myself wholly to eternal hopes, hear me. In ancient days, while I was still quite young, I heard a certain good and saving word, and its power took hold of me utterly, and, like some divine seed, the remembrance of it, planted in my heart, was preserved inseparable forever, so as both to take root and to sprout, and to bring forth in me the fruit which you see.
ἡ δὲ τοῦ ῥήματος δύναμις τοιαύτη τις ἦν· Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι· ὁ μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν ὁ λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν· οἷς, ὦ βασιλεῦ, κακῶς φεῦ, ἡ σὴ προσήλωται καρδία. κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ' ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη συγγράμμασι· τότε περιῃρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν
The force of the saying was something like this: It seemed, he says, to the foolish to despise things that exist as though they did not exist, and to cling to and embrace things that do not exist as though they did. So the one who has not tasted the sweetness of things that exist will not be able to learn the nature of things that do not exist; and not having learned it, how will he look down on them? The saying called "things that exist" the eternal and unshaken, and "things that do not exist" this present life and luxury and the falsely named prosperity; to these, O king, alas, your heart is fastened. And I too once clung to these; but the force of the saying, pricking my soul unceasingly, roused the governing mind to choose the better; but the law of sin, warring against the law of my mind, and binding me as with iron fetters, held me captive through my attachment to things present. But when the kindness and goodness of our Savior God was pleased to rescue me from that harsh captivity, it strengthened my mind to overcome the law of sin, and opened my eyes to distinguish the base from the better. Then, then I understood and saw, and behold, all things present are vanity and a choosing of spirit, as Solomon the wisest also said somewhere in his writings; then the veil of sin was removed from my heart, and the dimness that lay upon my soul from bodily grossness was scattered, and I knew what I have become and that I must ascend to the Creator through the
ἐργασίας. ὅθεν, πάντα καταλιπών, αὐτῷ ἠκολούθησα καὶ εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ἐρύσατό με τοῦ πηλοῦ καὶ τῆς πλινθείας, καὶ τοῦ ἀπηνοῦς καὶ ὀλεθρίου ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ ἔδειξέ μοι ὁδὸν σύντομον καὶ ῥᾳδίαν, δι' ἧς δυνήσομαι ἐν τῷ ὀστρακίνῳ τούτῳ σώματι τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, ἥνπερ φθάσαι ζητῶν, τὴν στενὴν καὶ τεθλιμμένην εἱλόμην βαδίζειν ὁδόν, πάνυ καταγνοὺς τῆς τῶν παρόντων ματαιότητος καὶ τῆς ἀστάτου φορᾶς τούτων καὶ περιφορᾶς, καὶ μὴ πειθόμενος ἄλλο τι καλὸν ὀνομάζειν πρὸ τοῦ ὄντος καλοῦ, οὗπερ σὺ ἐλεεινῶς, ὦ βασιλεῦ, διερράγης τε καὶ διέστης. ὅθεν καὶ ἡμεῖς διέστημέν σου καὶ διῃρέθημεν, διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν. ἕως μὲν γὰρ περὶ μόνην τὴν κοσμικὴν στρατείαν ἐξηταζόμεθα, οὐδὲν τῶν δεόντων ἡμεῖς ἐνελίπομεν· μαρτυρήσεις μοι καὶ αὐτὸς ὅτιπερ οὐδὲ ῥᾳθυμίαν τινὰ οὐδὲ ἀμέλειάν ποτε ἐνεκλήθημεν. Ἐπεὶ δὲ καὶ αὐτὸ τῶν καλῶν τὸ κεφάλαιον ἀφελέσθαι ἐφιλονείκησας ἡμᾶς, τὴν εὐσέβειαν, καὶ τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν, τιμῶν τε διὰ τοῦτο καὶ φιλοτιμίας ἀναμιμνήσκεις, πῶς οὐκ ἀμαθῶς ἔχειν σε τοῦ καλοῦ δικαίως ἂν εἴποιμι, ὅτι καὶ παραβάλλεις ὅλως αὐτὰ πρὸς ἄλληλα, εὐσέβειάν φημι πρὸς τὸν Θεὸν καὶ φιλίαν ἀνθρωπίνην καὶ δόξαν τὴν ἴσα παραρρέουσαν ὕδατι; πῶς δέ σοι καὶ κοινωνοὶ ἐσόμεθα ἐπὶ τούτῳ, καὶ οὐχί, τοὐναντίον, καὶ φιλίαν, καὶ τιμήν, καὶ στοργὴν τέκνων καὶ εἴ τι ἄλλο μεῖζον ἦν, ἀρνησόμεθα;
Therefore, leaving everything behind, I followed him and I thank God through Jesus Christ our Lord, because he rescued me from the clay and the brickmaking, and from the cruel and destructive ruler of the darkness of this age, and showed me a short and easy way, through which I shall be able, in this earthen body, to embrace the angelic way of life, which I desired to attain, and chose to walk the narrow and afflicted road, wholly condemning the vanity of present things and their unstable motion and revolution, and not being persuaded to call anything else good before the truly existing good, from which you, O king, have been piteously broken off and separated. Therefore we also have separated from you and been divided, because you fall into manifest and acknowledged destruction and force us to be brought down into equal danger. For as long as we were examined only in the worldly service, we left nothing of what was required undone; you yourself will bear witness to me that we were never accused of any laziness or negligence. But since you have striven to take away from us the very chief of goods, piety, and to damage God with this last damage, and on this account you remind us of honors and distinctions, how could I not justly say that you are ignorant of the good, since you compare these things altogether with one another—I mean piety toward God and human friendship and glory that flows away equally with water? And how shall we be partners with you in this, and not, on the contrary, deny both friendship and honor and the affection of children and whatever else was greater?
ὁρῶντές σε μᾶλλον, ὦ βασιλεῦ, ἀγνωμονοῦντα πρὸς τὸν Θεόν, τὸν καὶ αὐτό σοι τὸ εἶναι καὶ τὸ ἀναπνεῖν παρεχόμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὁ Κύριος τῶν ἁπάντων, ὃς συνάναρχος ὢν καὶ συναΐδιος τῷ Πατρὶ καὶ τοὺς οὐρανοὺς τῷ λόγῳ καὶ τὴν γῆν ὑποστήσας, τὸν ἄνθρωπόν τε χερσὶν οἰκείαις ἐδημιούργησε καὶ ἀθανασίᾳ τοῦτον ἐτίμησε, καὶ βασιλέα τῶν ἐπὶ γῆς κατεστήσατο, καθάπερ τινὰ βασίλεια τὸ κάλλιστον ἁπάντων ἀποτάξας αὐτῷ, τὸν παράδεισον. ὁ δέ, φθόνῳ κλαπεὶς καὶ ἡδονῇ (φεῦ μοι) δελεασθείς, ἀθλίως τούτων ἐξέπεσε πάντων· καὶ ὁ πρὶν ζηλωτὸς ἐλεεινὸς ὡρᾶτο καὶ δακρύων διὰ τὴν συμφορὰν ἄξιος. ὁ πλάσας τοίνυν ἡμᾶς καὶ δημιουργήσας φιλανθρώποις πάλιν ἰδὼν ὀφθαλμοῖς τὸ τῶν οἰκείων χειρῶν ἔργον, τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ' ἀρχῆς, ἐγένετο δι' ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς, καὶ σταυρὸν ἑκουσίως καὶ θάνατον ὑπομείνας, τὸν ἄνωθεν τῷ ἡμετέρῳ γένει βασκαίνοντα κατέβαλε πολέμιον, καί, ἡμᾶς τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀνασωσάμενος, τὴν προτέραν ἀπέδωκε φιλαγάθως ἐλευθερίαν, καί, ὅθεν διὰ τὴν παρακοὴν ἐκπεπτώκαμεν, ἐκεῖ πᾶλιν διὰ φιλανθρωπίαν ἡμᾶς ἐπανήγαγε, μείζονος ἡμᾶς ἢ πρότερον τιμῆς ἀξιώσας. Τὸν δὴ τοιαῦτα δι' ἡμᾶς παθόντα καὶ τοιούτων ἡμᾶς πάλιν καταξιώσαντα, τοῦτον αὐτὸς ἀθετεῖς καὶ εἰς τὸν ἐκείνου σταυρὸν ἀποσκώπτεις; ὅλος δὲ τῇ τρυφῇ τοῦ σώματος καὶ τοῖς ὀλεθρίοις προσηλωμένος πάθεσι, θεοὺς ἀναγορεύεις τὰ τῆς ἀτιμίας καὶ αἰσχύνης εἴδωλα;
Seeing you, O king, rather to be acting ungratefully toward God, who himself grants you both to exist and to breathe, who is Christ Jesus, the Lord of all, who being co-eternal and consubstantial with the Father, and having established the heavens by his word and the earth, also fashioned man with his own hands and honored him with immortality, and appointed him king over those on earth, having set apart for him as a kind of royal dwelling the most beautiful of all things, paradise. But he, stolen by envy and ensnared by pleasure (alas for me), wretchedly fell away from all these things; and he who was formerly enviable was seen to be pitiable and worthy of tears because of his misfortune. Therefore the one who molded and created us, looking again with humane eyes upon the work of his own hands, not changing from being God, which he was from the beginning, became for our sake, without sin, what we are, and having willingly endured the cross and death, he cast down the enemy who from above envied our race, and, having rescued us from that bitter captivity, he graciously restored our former freedom, and, to the place from which we had fallen out through disobedience, there he led us back again through his love for humanity, deeming us worthy of greater honor than before. Do you yourself reject this one who suffered such things for our sake and again deemed us worthy of such things, and do you mock his cross? And wholly nailed to the luxury of the body and to destructive passions, do you proclaim as gods the images of dishonor and shame?
οὐ μόνον σεαυτὸν τῆς τῶν οὐρανίων ἀγαθῶν συναφείας ἀλλότριον κατεσκεύασας, ἀλλὰ καὶ πάντας τοὺς πειθομένους τοῖς σοῖς προστάγμασι ταύτης ἤδη ἀπέρρηξας, καὶ ψυχικῷ κινδύνῳ παρέδωκας. ἴσθι τοίνυν ὡς ἔγωγε οὐ πεισθήσομαί σοι, οὔτε μὴν κοινωνήσω σοι τῆς τοιαύτης εἰς τὸν Θεὸν ἀχαριστίας, οὐδὲ τὸν ἐμὸν εὐεργέτην καὶ Σωτῆρα ἀρνήσομαι, εἰ καὶ θηρίοις ἀναλώσεις, εἰ ξίφει καὶ πυρὶ παραδώσεις με, ἃ τῆς σῆς ἐξουσίας ἐστίν. οὔτε γὰρ θάνατον δέδοικα, οὔτε ποθῶ τὰ παρόντα, πολλὴν αὐτῶν καταγνοὺς τὴν ἀσθένειαν καὶ ματαιότητα. τί γὰρ αὐτῶν χρήσιμον, ἢ μόνιμον, ἢ διαρκές; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ εἶναι πολλὴ συνυπάρχει αὐτοῖς ἡ ταλαιπωρία, πολλὴ ἡ λύπη, πολλὴ καὶ ἀδιάσπαστος ἡ μέριμνα. τῇ γὰρ εὐφροσύνῃ αὐτῶν καὶ ἀπολαύσει πᾶσα συνέζευκται κατήφεια καὶ ὀδύνη· ὁ πλοῦτος
αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δι' ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ὁ ἐμὸς θεολόγος. φησὶ γάρ· Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται· καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου· καί, ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι Θεόν·
You have not only made yourself a stranger to the fellowship of heavenly goods, but you have already torn all who obey your commands away from it and handed them over to danger of soul. Know, then, that I for my part will not be persuaded by you, nor will I share with you in such ingratitude toward God, nor will I deny my Benefactor and Savior, even if you consume me with wild beasts, even if you hand me over to sword and fire, which are within your power. For I neither fear death nor desire the things present, having condemned in them their great weakness and vanity. For what of them is useful, or lasting, or enduring? And not only this, but even in their very existence great misery coexists with them, great grief, and great and unbroken anxiety. For with their gladness and enjoyment is yoked all dejection and pain; their wealth is poverty, and their height is the lowest humiliation. And who will number their evils? These things my theologian showed me in a few words. For he says: The whole world lies in the evil one; and, Do not love the world, nor the things in the world, because all that is in the world is the desire of the flesh and the desire of the eyes and the vainglory of life; and, The world passes away and its desire, but the one who does the will of God remains forever. Seeking this good will of God, I have left all things and have cleaved to those who possess the same longing and seek the same God.
ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.
Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ' ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω. Καὶ ἐξελθὼν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, μαρτυρῶν δὲ καθ' ἡμέραν τῇ συνειδήσει καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν ὁ μακάριος Παῦλος.
In these things there is no strife or envy, no griefs or cares, but all run the same course, that they may attain the eternal mansions which the Father of lights has prepared for those who love him. These I have acquired as my parents, these as my brothers, these as my friends and kindred; but from those who were once my friends and brothers I have withdrawn, driving them away, and I have lodged in the desert, awaiting God, who saves me from faint-heartedness and from the storm.
When these things had thus been opportunely and sweetly dictated by the man of God, the king was stirred by anger and wished bitterly to torture the saint, but again he hesitated and delayed, reverencing his venerable and illustrious bearing. And taking up the word, he said to him: "Wretched man, having everywhere studied out your own destruction, and, as it seems, driven to this by fortune, you have sharpened both your mind and your tongue; whence you have gone through some obscure and vain babbling. And if I had not promised you at the beginning of your speech to set aside my anger in the midst of the council, I would now have delivered your flesh to fire. But since by such words beforehand you have fortified yourself against me, I endure your boldness for the sake of my former friendship toward you. Rise up, therefore, and from now on flee from my eyes, lest I see you any more and destroy you miserably." And the man of God went out and withdrew into the desert, grieving that he had not borne witness as a martyr, yet bearing witness daily by his conscience and wrestling against the principalities and powers, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness, as the blessed Paul says.
ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον ὁ βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾷ τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ θεραπευτάς τε καὶ νεωκόρους. Ἐν τοιαύτῃ δὲ ὄντος τοῦ βασιλέως πλάνῃ δεινῇ καὶ ἀπάτῃ, γεννᾶται αὐτῷ παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῷ ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῇ γῇ ἐκείνῃ τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῇ γεννήσει τοῦ παιδὸς ὁ βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπῄει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς ὁ τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια· καὶ ἦν ἰδεῖν πάντας συρρέοντας τῷ φόβῳ τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστῳ ἡ χεὶρ εὐπόρει καὶ ἡ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός, ταύρους καταθῦσαι φέρων ὅτι πλείστους καὶ εὐμεγέθεις, καὶ οὕτω πάνδημον ἑορτὴν τελέσας, πάντας ἐφιλοτιμεῖτο δώροις ὅσοι τε τῆς βουλῆς ἦσαν καὶ τῶν ἐν τέλει, καὶ ὅσοι περὶ τὸ στρατιωτικόν, ὅσοι τε τῶν εὐτελῶν καὶ ἀσήμων.
When he had departed, the king, filled with greater anger, devised a fiercer persecution against the monastic order, and he deemed the servants and temple-keepers of the idols worthy of greater honor. While the king was in such dreadful error and deceit, a child was born to him, exceedingly beautiful, and from the very bloom of beauty that shone upon him foretelling what was to come. For it was said that nowhere in that land had such a graceful and exceedingly fair child ever appeared. The king, filled with the greatest joy at the birth of the child, called him Joasaph, while he himself foolishly went to the idolatrous temples to sacrifice to their still more foolish gods and to render up hymns of thanksgiving, not knowing who is truly the cause of all good things, to whom one ought to offer the spiritual sacrifice. He, then, attributing the cause of the child's birth to lifeless and deaf idols, sent everywhere to gather the multitudes to the child's birthday; and one could see all streaming together out of fear of the king, bringing with them what had been prepared for the sacrifice, as each man's hand had the means and his goodwill toward the king allowed. But the king himself especially stirred them to emulation, bringing very many great bulls to be sacrificed; and having thus celebrated a public festival, he honored with gifts all who were of the senate and of the magistracy, and all who were in the military, and all who were of the lowly and undistinguished.
ιιι Ἐν αὐτῇ δὲ τῇ τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῇ συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος ὁ βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῷ παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτῳ καὶ δυναστείᾳ, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν ὁ τῶν ἀστέρων δρόμοι, ὦ βασιλεῦ, ἡ προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῇ σῇ ἔσται βασιλείᾳ, ἀλλ' ἐν ἑτέρᾳ κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσῃ. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι. ταῦτα μὲν εἶπεν ὁ ἀστρολόγος, ὥσπερ ὁ πάλαι Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι.
On that very day of the festival of the child's birth, there gathered before the king about fifty-five chosen men, who had devoted themselves to the star-gazing wisdom of the Chaldeans. And the king, placing them very near to himself, inquired of each one to declare what the child born to him was going to be. And they, after much consideration, said that he would be great in wealth and power, and would surpass all those who had reigned before him. But one of the astrologers, the most distinguished of all those with him, said: "From what the courses of the stars teach me, O king, the advancement of this child now born to you will not be in your kingdom, but in another, better and incomparably surpassing one. And I think that he will also lay hold of the religion of the Christians, which is persecuted by you, and I for my part do not believe that he will be disappointed of that aim and hope." This the astrologer said, like the ancient Balaam—not because astrology tells the truth, but because God through opposing means displays the things of truth, so that every pretext might be taken away from the impious.
Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ' αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει. Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ' αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι.
But the king, when he heard these things, received the report with distress, and grief cut short his gladness. Nevertheless, having built a very beautiful palace in a private city and having crafted splendid houses with skill, he placed the child there to live, after the completion of his first age, and he ordered that he be kept from going out, appointing for him tutors and attendants, young in age and most beautiful in appearance, enjoining them to make known to him nothing of the painful things of life—neither death, nor old age, nor sickness, nor poverty, nor anything else grievous that could interrupt his gladness—but to set before him all things pleasant and enjoyable, so that his mind, delighting and luxuriating in these, might have no strength at all to reason about what was to come, nor even hear as much as a bare word about Christ and his doctrines. For this above all he intended to hide from him, suspecting the astrologer's prediction. And if it happened that any of those who served him fell sick, he ordered that he be cast out from there at once, and he gave another in his place, vigorous and in good health, so that the child's eyes might behold nothing at all irregular. So the king both intended and did these things; for seeing, he did not see, and hearing, he did not understand. But learning that some of the monks were still surviving, of whom it seemed not even a trace remained, he was filled with rage and was stirred most sharply against them, and he ordered heralds to run throughout the whole city and country, crying out that after three days no one at all of the order of monks should be found anywhere.
εἰ δέ τινες εὑρεθεῖεν μετὰ τὰς διωρισμένας ἡμέρας, τῷ διὰ πυρὸς καὶ ξίφους ὀλέθρῳ παραδοθήτωσαν· Οὗτοι γὰρ (φησίν) ἀναπείθουσι τὸν λαὸν ὡς Θεῷ προσέχειν τῷ ἐσταυρωμένῳ. ἐν δὲ τῷ μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ' ᾧ ἐπὶ πλέον χαλεπαίνων ἦν ὁ βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος. ιῃ Ἀνὴρ γάρ τις, τῶν ἐν τέλει τὰ πρῶτα φέρων, ἐν τοῖς βασιλείοις ἐτύγχανε, τὸν μὲν βίον ἐπιεικής, εὐσεβὴς δὲ τὴν πίστιν· καί, τὴν ἑαυτοῦ σωτηρίαν, ὡς οἷόν τε, ἐμπορευόμενος, λανθάνων ἦν διὰ τὸν φόβον τοῦ βασιλέως. ὅθεν τινές, τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες, διαβάλλειν αὐτὸν ἐμελέτων, καὶ τοῦτο αὐτοῖς διὰ φροντίδος ἦν. καὶ δή ποτε πρὸς θήραν ἐξελθόντι τῷ βασιλεῖ μετὰ τῆς συνήθους αὐτῷ δορυφορίας, εἷς ἦν τῶν συνθηρευτῶν καὶ ὁ ἀγαθὸς ἐκεῖνος ἀνήρ. περιπατοῦντι δὲ αὐτῷ κατὰ μόνας, ἐκ θείας τοῦτο συμβάν, ὡς οἶμαι, οἰκονομίας, εὑρίσκει ἄνθρωπον ἐν
λόχμῃ τινὶ κατὰ γῆς ἐρριμμένον, καὶ δεινῶς τὸν πόδα ὑπὸ θηρίου συντετριμμένον, ὅς, ἰδὼν αὐτὸν παριόντα, ἐδυσώπει μὴ παραδραμεῖν, ἀλλ' οἰκτεῖραι αὐτὸν τῆς συμφορᾶς, καὶ εἰς τὸν ἴδιον ἀπαγαγεῖν οἶκον, ἅμα καὶ τοῦτο προστιθείς, ὡς Οὐκ ἀνόνητός σοι καὶ παντελῶς ἀνενέργητος, φησίν, εὑρεθείην ἐγώ. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνὴρ λέγει αὐτῷ· Ἐγὼ μὲν δι' αὐτοῦ τοῦ καλοῦ τὴν φύσιν προσλήψομαί σε καὶ θεραπείας, ὅση δύναμις, ἀξιώσω· ἀλλὰ τίς ἡ ὄνησις, ἣν παρὰ σοῦ μοι ἔσεσθαι ἔφησας; ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενής, Ἐγώ, φησίν, ἄνθρωπός εἰμι θεραπευτὴς ῥημάτων·
But if any be found after the appointed days, let them be given over to destruction by fire and sword; for these, he says, persuade the people to give heed to the crucified God. In the meantime, something of this sort also happened, on account of which the king was yet more embittered and angered against the monks. For a certain man, foremost among those in authority, happened to be in the palace, of decent life but pious in faith; and, trading, as far as possible, in his own salvation, he remained hidden because of fear of the king. Whence some, envying him his boldness toward the king, took thought to slander him, and this was their concern. And indeed, once when the king went out to hunt with his customary guard, this good man was one of his fellow hunters. And as he walked alone, this happening by divine providence, as I think, he finds a man in a certain thicket cast upon the ground, with his foot terribly crushed by a beast, who, seeing him passing by, implored him not to run past, but to have pity on him in his misfortune and lead him away to his own house, adding at the same time this also: Let me not be found, he says, unprofitable and altogether useless to you. And that illustrious man says to him: I, for the sake of the good itself, will take you in and deem you worthy of such care as I am able; but what is the profit which you said would come to me from you? And that poor and weak man says: I am a healer of words.
εἰ γάρ ποτε ἐν ῥήμασιν ἢ ὁμιλίαις πληγή τις ἢ κάκωσις εὑρεθείη, καταλλήλοις φαρμάκοις ταῦτα θεραπεύσω, τοῦ μὴ περαιτέρω τὸ κακὸν χωρῆσαι· ὁ μὲν οὖν εὐσεβὴς ἀνὴρ ἐκεῖνος τὸ λεχθὲν ἀντ' οὐδενὸς ἡγήσατο, ἐκεῖνον δὲ διὰ τὴν ἐντολὴν ἀπαγαγεῖν οἴκαδε παρεκελεύσατο, καὶ τῆς προσηκούσης ἐπιμελείας οὐκ ἀπεστέρησεν. οἱ δὲ προμνημονευθέντες φθονεροὶ ἐκεῖνοι καὶ βάσκανοι, ἣν πάλαι ὤδινον κακίαν εἰς φῶς προενεγκόντες, διαβάλλουσι τὸν ἄνδρα πρὸς τὸν βασιλέα, ὡς, οὐ μόνον τῆς αὐτοῦ φιλίας ἐπιλαθόμενος, ἠλόγησε τῆς πρὸς τοὺς θεοὺς θεραπείας καὶ πρὸς Χριστιανισμὸν ἀπέκλινεν, ἀλλὰ καὶ δεινὰ κατὰ τῆς αὐτοῦ μελετᾷ βασιλείας, τὸν ὄχλον διαστρέφων καὶ ἑαυτῷ πάντας οἰκειούμενος. Ἀλλ', εἰ βούλει, φασί, βεβαιωθῆναι μηδὲν ἡμᾶς πεπλασμένον λέγειν, καλέσας αὐτὸν ἰδίως, εἰπὲ πειράζων βούλεσθαί σε, καταλιπόντα τὴν πάτριον θρησκείαν καὶ τὴν δόξαν τῆς βασιλείας, Χριστιανὸν γενέσθαι, καὶ τὸ μοναχικὸν περιβαλέσθαι σχῆμα, ὃ πάλαι ἐδίωξας, ὡς οὐ καλῶς δῆθεν τούτου γεγενημένου. οἱ γὰρ ταῦτα δεινῶς κατὰ τοῦ ἀνδρὸς σκηπτόμενοι ᾔδεισαν τῆς αὐτοῦ γνώμης τὴν εὐκατάνυκτον προαίρεσιν, ὡς, εἰ τοιαῦτα παρὰ τοῦ βασιλέως ἀκούσειεν, ἐκείνῳ μὲν τὰ κρείττονα βουλευσαμένῳ γνώμην δώσειε μὴ ἀναβαλέσθαι πρὸς τὰ καλῶς βεβουλευμένα, καὶ ἐκ τούτου ἀληθῆ λέγοντες ἐκεῖνοι εὑρεθεῖεν.
For if ever in words or conversations some hurt or injury should be found, I will heal these with fitting remedies, so that the evil may not proceed further. That pious man, then, regarded what was said as nothing, but at his command he urged him to be led home, and did not deprive him of the care that was due. But those envious and malicious men mentioned before, bringing to light the wickedness they had long been in labor with, slander the man to the king, saying that, not only had he forgotten his friendship and disregarded the worship of the gods and inclined toward Christianity, but he also plots terrible things against his kingdom, perverting the multitude and making all men his own. But, they say, if you wish to be assured that we say nothing fabricated, call him privately, and say to him, testing him, that you wish him, having abandoned the ancestral religion and the glory of the kingdom, to become a Christian and to put on the monastic habit, which you once persecuted, as though this had been done improperly. For those who fiercely hurled these charges against the man knew the easily swayed disposition of his judgment, that, if he should hear such things from the king, he would give him his opinion that he should not delay in carrying out what had been well decided, and from this those men would be found to be speaking the truth.
Ὁ δὲ βασιλεύς, τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν εὔνοιαν ὁπόση μὴ ἀγνοῶν, ἀπίθανά τε ἡγεῖτο καὶ ψευδῆ τὰ λεγόμενα, καὶ ὅτι μὴ ἀβασανίστως ταῦτα προσδέχεσθαι δεῖ, δοκιμάσαι τὸ πρᾶγμα καὶ τὴν διαβολὴν διεσκέψατο. καί, προσκαλεσάμενος αὐτὸν κατ' ἰδίαν, ἔφη πειράζων· Οἶδας, ὦ φίλε, ὅσα ἐνεδειξάμην τοῖς τε λεγομένοις μονάζουσι καὶ πᾶσι τοῖς Χριστιανοῖς. νυνὶ δέ, μετάμελος ἐπὶ τούτῳ γενόμενος καὶ καταγνοὺς τῶν παρόντων, ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα, ἀθανάτου τινὸς βασιλείας εἰς ἄλλην βιοτὴν μελλούσης ἔσεσθαι· ἡ γὰρ παροῦσα θανάτῳ πάντως διακόπτεται. οὐκ ἂν ἄλλως δὲ τοῦτο κατορθωθῆναί μοι δοκῶ καὶ μὴ διαμαρτεῖν τοῦ σκοποῦ, εἰ μὴ Χριστιανός τε γένωμαι, καὶ χαίρειν εἰπὼν τῇ δόξῃ τῆς ἐμῆς βασιλείας καὶ τοῖς λοιποῖς ἡδέσι καὶ τερπνοῖς τοῦ βίου, τοὺς ἀσκητὰς ἐκείνους καὶ μονάζοντας ζητήσας ὅπου ποτ' ἂν εἶεν, οὓς ἀδίκως ἀπήλασα, ἐκείνοις ἑαυτὸν ἐγκαταμίξω. πρὸς ταῦτα τί φὴς αὐτός, καὶ ὁποίαν δίδως βουλήν; εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας. οἶδα γὰρ ἀληθῆ καὶ εὐγνώμονα εἶναί σε ὑπὲρ πάντας. ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐκεῖνος, ὡς ταῦτα ἤκουσε, μηδόλως τὸν ἐγκεκρυμμένον ἐπιγνοὺς δόλον, κατενύγη τὴν ψυχήν, καὶ δάκρυσι συγκεχυμένος ἁπλοϊκῶς ἀπεκρίνατο· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· βουλὴν γὰρ ἀγαθὴν καὶ σωτήριον ἐβουλεύσω, ὅτι, κἂν δυσεύρετος ἡ τῶν οὐρανῶν βασιλεία, ἀλλ' ὅμως δεῖ ταύτην πάσῃ δυνάμει ζητεῖν· Ὁ ζητῶν γάρ, φησίν, εὑρήσει αὐτήν. ἡ δὲ τῶν παρόντων ἀπόλαυσις, κἂν τῷ φαινομένῳ τέρπῃ καὶ ἡδύνῃ, ἀλλὰ καλὸν αὐτὴν ἀπώσασθαι·
But the king, not unaware of how great was the man's goodwill toward him, considered what was said to be both incredible and false, and since such things ought not to be accepted without examination, he resolved to test the matter and scrutinized the accusation. And summoning him privately, he said, testing him: You know, my friend, how much I have shown to those called monks and to all the Christians. But now, having repented of this and having condemned the present state of affairs, I wish to attain those hopes of which I have heard from their own lips—a certain immortal kingdom that is to be in another life; for the present one is altogether cut off by death. And I do not think this could be accomplished by me, nor that I should fail of the goal, in any other way than if I become a Christian, and, bidding farewell to the glory of my kingdom and the rest of the pleasant and delightful things of life, seek out those ascetics and monks wherever they may be, whom I unjustly drove away, and join myself to them. What do you say to this, and what counsel do you give? Speak, by truth itself; for I know that you are true and fair-minded beyond all others. But that good man, when he heard these things, in no way perceiving the hidden deceit, was pierced in his soul, and dissolved in tears, answered simply: O king, live forever; for you have counseled a good and saving counsel, since, even if the kingdom of heaven is hard to find, nevertheless one must seek it with all one's power; for, as it is said, the one who seeks will find it. And the enjoyment of present things, even if it seems to delight and please, yet it is good to thrust it away;
ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι, καὶ οὓς εὐφραίνει ἑπταπλασίως αὖθις λυπεῖ. τά τε γὰρ ἀγαθὰ αὐτῆς τά τε λυπηρὰ σκιᾶς ἐστιν ἀσθενέστερα, καί, ὡς ἴχνη νηὸς ποντοπορούσης ἢ ὀρνέου τὸν ἀέρα διερχομένου, θᾶττον ἀφανίζονται. ἡ δὲ τῶν μελλόντων ἐλπίς, ἣν κηρύττουσιν οἱ Χριστιανοί, βεβαία ἐστὶ καὶ ἀσφαλεστάτη· θλῖψιν
δὲ ἔχει ἐν τῷ κόσμῳ. ἀλλὰ τὰ μὲν ἡμέτερα νῦν ἡδέα ὀλιγοχρόνια, ἐκεῖ δὲ ὅλως οὐδὲν ἢ κόλασιν μόνον προξενοῦντα καὶ τιμωρίαν εἰς αἰῶνας μὴ λυομένην· τὸ γὰρ ἡδὺ τούτων πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκές· τῶν δὲ Χριστιανῶν τὸ μὲν ἐπίπονον πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον ἀθάνατον. κατευθυνθείη οὖν ἡ ἀγαθὴ τοῦ βασιλέως βουλή· καλὸν γάρ, σφόδρα καλὸν τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι. Ἤκουσε ταῦτα ὁ βασιλεὺς καὶ λίαν ἐδυσχέραινε, κατέσχε δὲ ὅμως τὴν ὀργήν, καὶ οὐδὲν τέως τῷ ἀνδρὶ λελάληκεν. ὁ δέ, συνετὸς ὢν καὶ ἀγχίνους, ἐπέγνω βαρέως δέξασθαι τὸν βασιλέα τὰ ῥήματα αὐτοῦ καὶ ὅτι δόλῳ ἦν αὐτὸν ἐκπειράζων. ὑποστρέψας δὲ οἴκαδε ἠνιᾶτο καὶ ἐδυσφόρει, ἀπορῶν τίνι τρόπῳ θεραπεύσει τὸν βασιλέα καὶ ἐκφύγῃ τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον. ἀΰπνῳ δὲ ὅλην τὴν νύκτα διατελοῦντι ἐπὶ μνήμης ἦλθεν αὐτῷ ὁ τὸν πόδα συντετριμμένος, καί, τοῦτον πρὸς ἑαυτὸν ἀγαγών, ἔφη· Μέμνημαί σου εἰρηκότος θεραπευτὴν ῥημάτων κεκακωμένων ὑπάρχειν σε. ὁ δέ, Ναί, φησί· καί, εἰ χρῄζεις, ἐπιδείξομαι τὰ τῆς ἐπιστήμης.
For it does not exist in that very being, and those whom it delights it again grieves sevenfold. For both its goods and its sorrows are weaker than a shadow, and, like the tracks of a ship crossing the sea or of a bird passing through the air, they vanish more quickly. But the hope of things to come, which the Christians proclaim, is firm and most secure; yet it has tribulation in the world. But our present pleasures are short-lived, while there nothing but punishment and vengeance unending for all ages; for the pleasure of these things is temporary, but the pain is perpetual; whereas for the Christians the toilsome part is temporary, but the pleasant and profitable part is immortal. Therefore may the king's good purpose be directed aright; for it is good, exceedingly good, to exchange things corruptible for things eternal. The king heard these things and was greatly displeased, yet he restrained his anger, and for the time being said nothing to the man. But he, being intelligent and quick-witted, recognized that the king had received his words with displeasure and that he was craftily testing him. And returning home he was grieved and distressed, at a loss as to in what way he might appease the king and escape the danger hanging over him. And as he spent the whole night without sleep, there came to his mind the man whose foot had been crushed, and bringing him to himself he said: I remember that you said you are a healer of injured words. And he said: Yes; and, if you need it, I will demonstrate the things of my skill.
ὑπολαβὼν δὲ ὁ συγκλητικὸς ἀφηγήσατο αὐτῷ τήν τε ἐξ ἀρχῆς πρὸς τὸν βασιλέα εὔνοιαν αὑτοῦ, καὶ ἣν ἐκέκτητο παρρησίαν, καὶ τὴν ἔναγχος προτε θεῖσαν αὐτῷ δολερὰν ὁμιλίαν, καὶ ὅπως αὐτὸς μὲν ἀγαθὰ ἀπεκρίνατο, ἐκεῖνος δὲ δυσχερῶς δεξάμενος τὸν λόγον, τῇ τοῦ προσώπου ἀλλοιώσει τὴν ἐνδομυχοῦσαν αὐτῷ ὀργὴν ἐνεδείξατο. Ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενὴς διασκεψάμενος ἔφη· Γνωστὸν ἔστω σοι, ἐνδοξότατε, πονηρὰν ἔχειν πρὸς σὲ ὑπόληψιν τὸν βασιλέα, ὡς ὅτι κατασχεῖν αὐτοῦ τὴν βασιλείαν ζητεῖς, καὶ πειράζων σε εἶπεν ἅπερ εἶπεν. ἀναστὰς οὖν, καὶ κείρας σου τὴν κόμην, καὶ ἐκβαλὼν τὰ λαμπρὰ ἱμάτια ταῦτα, τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται; ἀποκρίθητι· Περὶ ὧν μοι χθὲς ὡμίλησας, ὦ βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι· εἰ γὰρ καὶ ποθεινή ἐστιν ἡ τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι· ἡ δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή· ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν· ὃν ἰδὼν ὁ βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ' αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν·
The senator, taking up the account, related to him his goodwill toward the king from the beginning, and the freedom of speech he had possessed, and the deceitful conversation that had recently been put before him, and how he himself had answered with good things, but the other, having received the word with difficulty, showed by the change of his countenance the anger hidden within him. But that poor and weak man, having considered the matter, said: "Let it be known to you, most glorious one, that the king holds an evil suspicion against you, namely that you seek to seize his kingdom, and it was testing you that he said what he said. Therefore arise, and having shaved off your hair, and having cast off these bright garments and put on garments of hair, come to the king at dawn. And when he asks, 'What does this appearance of yours mean?' answer: 'Concerning what you spoke to me yesterday, O king, behold, I am present, ready to follow you on the road you desired to travel. For even if luxury is desirable and most pleasant, may it not be mine to take it up after you; but the road of virtue, which you are about to walk, even if it is difficult and rough, yet for me, being with you, it is easy and smooth and desirable. For just as you had me as a partner in the good things here, so you will also have me in the sorrowful things, so that I may share with you also in the things to come.'" And that illustrious man, having accepted the words of the weak man, did just as he had spoken to him. When the king saw him and heard him, he was pleased at this, greatly admiring his goodwill toward him, and having learned that the things spoken against him were false, he made him enjoy greater honor and freedom of speech toward him.
κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώ πους τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ὁρᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας, ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου, πνεύσας, ἔφη· Οὐκ ἠκούσατε, ὦ πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει ἢ χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, ἢ πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί· Ἰδοὺ (φασὶ) καθὰ δὴ καὶ προσέταξας, ἐξερχομεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν· μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. ὁ δὲ βασιλεὺς ἔφη· Ὁ θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί· Καλῶς εἶπας, ὦ βασιλεῦ· οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ' ἢ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν
Again he was filled with anger against the monks, saying that these were their teachings—that men should abstain from the pleasures of life and dream of uncertain hopes. Going out again to hunt, he saw two monks passing through the desert; ordering them to be seized and brought to his chariot, and looking at them angrily and, as the saying goes, breathing fire, he said: "Did you not hear, you deceivers and charlatans, the heralds crying out plainly that if any one of your wretched kind is found after three days in a city or country under my authority, he shall certainly be burned with fire?" And the monks said: "Behold, just as you commanded, we are leaving your cities and your countries; but since a long journey lies before us to go to our brethren, being in need of food, we were providing it for ourselves, so as to have provisions and not become a waste of famine." And the king said: "He who fears the threat of death does not busy himself with procuring food." The monks said: "You have spoken well, O king; those who fear death take thought how they may escape it. But who are these, if not those who are devoted to things that flow away and are frantic over them, who, having no good
ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ' ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς ἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον ἢ φοβερός ἐστιν οὗτος.
Ἐφ' οἷς ἐξ ἀγχινοίας δῆθεν ὁ βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη· Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον. πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί· Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ' ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν· ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον, οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα ὁ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι· καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα.
hoping to find there, are loath to be torn away from what is present, and for this reason they fear death? But we, who long ago hated the world and the things in the world, and who walk the narrow and afflicted way for Christ's sake, neither fear death nor long for the things present, but desire only the things to come. Since, therefore, the death you bring upon us becomes a passage to the eternal and better life, it is for us more desirable than fearful.
At this the king, wishing, as he thought, to catch the monks by their own cleverness, said: "What then? Did you not say a little while ago that you were withdrawing, just as indeed I commanded? And if you do not fear death, how is it that you resorted to flight? Behold, in this too you have been proved false, boasting vainly." The monks answered: "It is not because we fear the death you threaten that we flee, but because we pity you, lest we become the cause of greater condemnation for you, that we were minded to withdraw; since, as far as concerns us, we never at all dread your threats. At these words the king was angered and ordered them to be burned alive; and the servants of Christ were perfected through fire, obtaining the crowns of martyrdom. And he issued a decree that if anywhere any monk should be found, he should be slain without examination. And none of that order was left in that land, except those who had hidden themselves in mountains and caves and the holes of the earth. Such then were these events.
ῃ Ὁ δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπ' ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῷ κατασκευασθέντι αὐτῷ παλατίῳ ἀπρόϊτος ὤν, τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῇ τοῦ παιδὸς ἀγχινοίᾳ καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῷ, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῷ γνώριμον θεῖναι, μηδ' ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν. πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνῃ φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῷ παιδὶ διέλαθε. πάσῃ γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ' ἑαυτὸν τίνι λόγῳ αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῷ βουλομένῳ τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ' ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσῃ, οὐκ ἂν αὐτῷ τὰ τῆς ἀληθείας γνωριεῖ. ὅθεν παρ' ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω.
But the king's son, about whom the account from the beginning set out to speak, being confined in the palace built for him and never going out, reached the age of youth, having pursued the whole education of the Ethiopians and Persians, being no less gifted in soul than in body and comely, prudent and wise and shining forth in all good advantages, and posing natural questions to those who taught him, so that they too marveled at the boy's quickness of mind and understanding, and the king as well was struck with wonder at the graciousness of his face and the disposition of his soul. And he gave orders to those who were with him to make known to him nothing at all of the painful things of life, nor that death at all succeeds to present delights. But he was supported by empty hopes, and, as the saying goes, attempting to shoot at heaven. For how could death escape human nature? Yet it did not escape the boy either. For with all understanding he kept his reasoning well-ordered, and he considered within himself for what reason his father had condemned him to be one who never goes out and did not allow entrance to him to anyone who wished. For he knew within himself that this was not without his father's command. Nevertheless he was ashamed to ask him, saying on the one hand that it was implausible that his father did not have his interests in mind, and on the other considering that, if the matter was according to his father's will, even if he asked, he would not make the truth known to him. Therefore he decided to learn these things from others and not from his father.
ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ' αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος
αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν.
Ἵν' οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνῃς τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ' εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολὰς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι. Ταῦτα ὡς ἤκουσεν ὁ νεανίας οὐδὲν ἕτερον προσέθετο λαλῆσαι· ἥψατο δὲ τῆς καρδίας αὐτοῦ λόγος σωτήριος, καὶ ἡ τοῦ Παρακλήτου χάρις τοὺς νοητοὺς αὐτοῦ ὀφθαλμοὺς διανοίγειν ἐπεχείρησε, πρὸς τὸν ἀψευδῆ χειραγωγοῦσα Θεόν, ὡς προϊὼν ὁ λόγος δηλώσειε. Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου (ἀγάπῃ γὰρ ὑπερβαλλούσῃ ἐφίλει αὐτόν), ἐν μιᾷ λέγει αὐτῷ ὁ υἱός· Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, ὦ δέσποτα καὶ βασιλεῦ, ἐφ' ᾧ λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν.
Having one of his tutors, the most beloved and most intimate of the rest, he made him more closely his own and welcomed him with generous gifts, and he inquired of him what the king might intend by his confinement in that walled enclosure, and said, "If you will teach me this clearly, you will be preferred above all to me, and I will make a covenant of everlasting friendship with you." And the tutor, being himself prudent and knowing the boy's understanding and perfect wisdom, and that he would not become a cause of danger to him, recounted everything to him in detail: the persecution set against the Christians by the king, and especially against the ascetics, how they were driven out and expelled from that region, and what the astrologers had foretold at his birth.
"So that," he said, "you might not, having heard their teaching, prefer it to our religion, the king contrived that not many should associate with you, but a few in number, giving us commands to make known to you nothing of the sorrows of life." When the young man heard this, he added nothing else to say; but a saving word touched his heart, and the grace of the Comforter undertook to open the eyes of his understanding, leading him by the hand to the true God, as the account will show as it proceeds. And when his father the king came frequently to see the child (for he loved him with exceeding love), on one occasion his son said to him: "I have desired to learn something from you, O master and king, over which unceasing grief and ceaseless care devour my soul.
ὁ δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη· Λέγε μοι, τέκνον ποθεινότατον, τίς ἡ συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν ὁ παῖς· Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με, ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί με καταστήσας; καὶ ὁ πατὴρ ἔφη· Οὐ βούλομαι, ὦ τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῇ γὰρ διηνεκεῖ καὶ χαρᾷ πάσῃ καὶ θυμηδίᾳ ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ' εὖ ἴσθι, ὦ δέσποτα, φησὶν ὁ υἱὸς τῷ πατρί, τῷ τρόπῳ τούτῳ οὐκ ἐν χαρᾷ καὶ θυμηδίᾳ ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίᾳ πολλῇ, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνῃ μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῇ θέᾳ τῶν γενομένων τέως ἀθεάτων μοι. Ἐλυπήθη ὁ βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ διεσκόπει ὡς, εἰ κωλύσει τῆς αἰτήσεως, πλείονος αὐτῷ ἀνίας καὶ μερίμνης πρόξενος ἔσται. καὶ Ἐγώ σου, τέκνον, εἰπών, τὰ καταθύμια ποιήσω. ἵππους αὐτίκα ἐκλεκτοὺς καὶ δορυφορίαν τὴν βασιλεῖ πρέπουσαν εὐτρεπισθῆναι κελεύσας, προέρχεσθαι αὐτὸν ὅτε βούλοιτο διωρίσατο, ἐπισκήψας τοῖς συνοῦσιν αὐτῷ μηδὲν ἀηδὲς εἰς συνάντησιν αὐτῷ ἄγειν, ἀλλὰ πᾶν ὅ τι καλὸν καὶ τέρψιν ἐμποιοῦν, τοῦτο ὑποδεικνύειν τῷ παιδί, χορούς τε συγκροτεῖν ἐν ταῖς ὁδοῖς παναρμονίους κροτούντων ᾠδὰς καὶ ποικίλα θέατρα συνιστώντων, ὥστε τούτοις τὸν νοῦν αὐτοῦ ἀπασχολεῖσθαι καὶ ἐνηδύνεσθαι.
But the father, grieved in his heart by these very words, said: Tell me, most beloved child, what is the sorrow that holds you, and I will hasten to turn it into joy. And the boy said: What is the reason for my confinement here, that you have shut me up within walls and gates, making me altogether unable to go out and unseen by all? And the father said: I do not wish, my child, for you to see anything that displeases your heart and hinders your gladness. For I intend for you to live your whole life in continual luxury and all joy and delight. But know well, my lord, the son says to the father, that in this manner I do not live in joy and delight, but rather in affliction and great distress, so that even my food and drink appear to me unpleasant and bitter. For I long to see all that is outside these gates. If, then, you wish me not to live in pain, command that I go forth as I desire, and delight my soul with the sight of things hitherto unseen by me. The king was grieved when he heard this, and he considered that if he prevented his request, he would be the cause of greater grief and care for him. And saying, My child, I will do what is in your heart, he at once commanded choice horses and a guard befitting a king to be made ready, and he ordained that he should go forth whenever he wished, charging those who were with him to bring nothing unpleasant to meet him, but to show the boy whatever was good and produced delight, and to form harmonious dances in the streets with singers striking up songs and setting up varied spectacles, so that his mind might be occupied by these things and sweetened.
Ἀμέλει οὑτωσὶ συχνάζων ἐν ταῖς προόδοις ὁ τοῦ βασιλέως υἱὸς εἶδεν ἐν μιᾷ τῶν ἡμερῶν, κατὰ λήθην τῶν ὑπηρετῶν, ἄνδρας δύο, ὧν ὁ μὲν λελωβημένος, τυφλὸς δὲ ὁ ἕτερος ἦν· οὓς ἰδών, καὶ ἀηδισθεὶς τὴν ψυχήν, λέγει τοῖς μετ' αὐτοῦ· Τίνες οὗτοι, καὶ ποταπὴ ἡ δυσχερὴς αὐτῶν θέα; οἱ δέ, μὴ δυνάμενοι τὸ εἰς ὅρασιν αὐτοῦ ἐλθὸν ἀποκρύψαι, ἔφησαν· Πάθη ταῦτά εἰσιν ἀνθρώπινα, ἅτινα ἐξ ὕλης διεφθαρμένης καὶ σώματος κακοχύμου τοῖς βροτοῖς συμβαίνειν εἴωθε. καί φησιν ὁ παῖς· Πᾶσι τοῖς ἀνθρώποις ταῦτα εἴθισται συμβαίνειν; λέγουσιν ἐκεῖνοι· Οὐ πᾶσιν, ἀλλ' οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινὸν ἐκ τῆς τῶν χυμῶν μοχθηρίας. αὖθις οὖν ἐπυνθάνετο ὁ παῖς Εἰ οὐ πᾶσι, φησί, τοῦτο τοῖς ἀνθρώποις συμβαίνειν εἴωθεν, ἀλλά τισιν, ἆρα γνωστοὶ καθεστήκασιν, οὓς μέλλει ταῦτα καταλήψεσθαι τὰ δεινά; ἢ ἀδιορίστως καὶ ἀπροόπτως ὑφίσταται; λέγουσιν ἐκεῖνοι· Καὶ τίς τῶν ἀνθρώπων τὰ μέλλοντα συνιδεῖν δύναται καὶ ἀκριβῶς ἐπιγνῶναι; κρεῖττον γὰρ ἀνθρωπίνης φύσεως τοῦτο, καὶ μόνοις ἀποκληρωθὲν τοῖς ἀθανάτοις θεοῖς. καὶ ἐπαύσατο μὲν ὁ τοῦ βασιλέως υἱὸς ἐπερωτῶν, ὠδυνήθη δὲ τὴν καρδίαν ἐπὶ τῷ ὁραθέντι, καὶ ἠλλοιώθη ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ τῷ ἀσυνήθει τοῦ πράγματος. Μετ' οὐ πολλὰς δὲ ἡμέρας αὖθις διερχόμενος ἐντυγχάνει γέροντι πεπαλαιωμένῳ ἐν ἡμέραις
Indeed, as the king's son was often going out in this way, he saw one day, through the forgetfulness of his attendants, two men, one of whom was maimed and the other blind. Seeing them and being disgusted in his soul, he said to those with him: Who are these, and what is this grievous sight? And they, unable to conceal what had come before his sight, said: These are human sufferings, which are accustomed to befall mortals from corrupted matter and a body of bad humors. And the boy said: Is it customary for all men to suffer these things? They said: Not for all, but for those in whom health is perverted by the wickedness of the humors. Again the boy inquired: If, he said, this is not accustomed to befall all men, but some, are those whom these terrible things are about to overtake known, or does it come upon them without distinction and without forewarning? They said: And who among men is able to foresee the future and know it accurately? For this is beyond human nature, and has been allotted only to the immortal gods. And the king's son ceased asking, but he was pained in his heart at what he had seen, and the form of his face was changed by the strangeness of the matter. And after not many days, as he was passing through again, he encountered an old man advanced in days
πολλαῖς, ἐρρικνωμένῳ μὲν τὸ πρόσωπον, παρειμένῳ δὲ τὰς κνήμας, συγκεκυφότι, καὶ ὅλως πεπολιωμένῳ, ἐστερημένῳ τοὺς ὀδόντας, καὶ ἐγκεκομμένα λαλοῦντι. ἔκπληξις οὖν αὐτὸν λαμβάνει· καὶ δὴ πλησίον τοῦτον ἀγαγὼν ἐπηρώτα μαθεῖν τὸ τῆς θέας παράδοξον. οἱ δὲ συμπαρόντες εἶπον· Οὗτος χρόνων ἤδη πλείστων ὑπάρχει, καὶ κατὰ μικρὸν μειουμένης αὐτῷ τῆς ἰσχύος, ἐξασθενούντων δὲ τῶν μελῶν, εἰς ἣν ὁρᾷς ἔφθασε ταλαιπωρίαν. Καὶ τί, φησί, τούτου τὸ τέλος; οἱ δὲ εἶπον αὐτῷ· Οὐδὲν ἄλλο ἢ θάνατος αὐτὸν διαδέξεται.
Ἀλλὰ καὶ πᾶσιν, ἔφη, τοῖς ἀνθρώποις τοῦτο πρόκειται; ἢ καὶ τοῦτο ἐνίοις αὐτῶν συμβαίνει; ἀπεκρίθησαν ἐκεῖνοι· Εἰ μὴ προλαβὼν ὁ θάνατος μεταστήσει τινὰ τῶν ἐντεῦθεν, ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως. καί φησιν ὁ παῖς· ἐν πόσοις οὖν ἔτεσι τοῦτο ἐπέρχεταί τινι; καὶ εἰ πάντως πρόκειται ὁ θάνατος, καὶ οὐκ ἔστι μέθοδος τοῦτον παραδραμεῖν, καὶ μηδὲ εἰς ταύτην ἐλθεῖν τὴν ταλαιπωρίαν; λέγουσιν αὐτῷ· Ἐν ὀγδοήκοντα μὲν ἢ καὶ ἑκατὸν ἔτεσιν εἰς τοῦτο τὸ γῆρας καταντῶσιν οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν ὁ θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος ἡ τούτου ἐπέλευσις. Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη· Πικρὸς ὁ βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῇ προσδοκίᾳ τοῦ ἀδήλου θανάτου, οὗ ἡ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει;
with many wrinkles, his face shriveled, his legs slack, bent over, and altogether grown gray, deprived of his teeth, and speaking in a broken manner. Astonishment therefore seized him; and bringing him near, he asked to learn the strange sight. And those present said: This man has already existed for a great many years, and as his strength gradually diminished and his limbs grew weak, he has reached the misery which you see. And what, he said, is his end? And they said to him: Nothing other than death will succeed him.
But, he said, is this also set before all men? Or does this also happen to some of them? Those men answered: Unless death comes first and removes someone from here, it is impossible, as the years advance, not to come to the experience of this order. And the boy says: In how many years, then, does this come upon someone? And if death is altogether set before us, and there is no method to outrun it and not come into this misery? They say to him: In eighty or even a hundred years men arrive at this old age, and then they die, since it cannot be otherwise. For death is a natural debt, imposed on men from the beginning, and its arrival is inexorable. When that intelligent and prudent young man saw and heard all these things, he groaned from the depth of his heart and said: Bitter is this life and full of all pain and unpleasantness, if these things are so. And how will one be free from care in the expectation of unknown death, whose arrival is not only inexorable but also unknown, as you have said?
καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῷ, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἆρά ποτέ με ὁ θάνατος καταλήψεται; καὶ τίς ἔσται ὁ μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἢ ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ' ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῷ πατρὶ τὰ αὐτῷ μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτῳ τινὶ πόθῳ καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῷ δυναμένῳ τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι. Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῷ συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν αὐτοῦ βεβαιῶσαι, δεινῶς ἰλιγγιῶντα ἐν τοῖς λογισμοῖς, καὶ μὴ δυνάμενον ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα. ὁ δέ, τῶν προειρημένων πάλιν ἐπιμνησθείς, ἔλεγεν· Εἶπόν σοι καὶ πρότερον ὅπως ὁ πατήρ σου τοὺς σοφοὺς ἐκείνους καὶ ἀσκητὰς ἀεὶ περὶ τῶν τοιούτων φιλοσοφοῦντας, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ μετ' ὀργῆς ἐδίωξε, καὶ οὐ γινώσκω νυνί τινα τοιοῦτον ἐν τῇ περιχώρῳ ταύτῃ. πολλοῦ δὲ ἐπὶ τούτοις ἄχθους ἐκεῖνος πληρωθείς, καὶ τὴν ψυχὴν δεινῶς κατατρωθείς, ἐῴκει ἀνδρὶ θησαυρὸν ἀπολέσαντι μέγαν καὶ εἰς τὴν αὐτοῦ ζήτησιν ὅλον αὐτοῦ τὸν νοῦν ἀσχολουμένῳ.
And he went away turning these things over in himself, and reasoning ceaselessly, and making frequent remembrances concerning death, living together with toils and despondencies from this, and having grief unceasing. For he said within himself: Will death ever overtake me? And who will be the one making mention of me after death, since time delivers all things to forgetfulness? And if, having died, shall I be dissolved into non-being? Or is there some other life and another world? Reasoning ceaselessly on these things and things like them, he grew pale and wasted away, but in his father's sight, whenever it happened that he came, he pretended cheerfulness and freedom from grief, not wishing that the things pondered by him should come to his father's knowledge. But he longed with a certain unrestrainable longing and yearned to meet someone able to fully satisfy his heart, and to sound a good word in his ears. And he questioned again the tutor mentioned before, whether he knew anywhere anyone able to contribute to him toward what he longed for, and to confirm his mind, which was terribly dizzy in its reasonings, and unable to cast off the care concerning these things. And he, recalling again the things previously said, said: I told you even before how your father, those wise men and ascetics who always philosophized about such things, some he killed, and some he pursued with anger, and I do not now know anyone such as this in this surrounding region. And he, filled with great heaviness at these things, and terribly wounded in his soul, was like a man who has lost a great treasure and occupies his whole mind in the search for it.
ἐντεῦθεν ἀγῶνι διηνεκεῖ καὶ μερίμνῃ συνέζη, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ τοῦ κόσμου ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἄγος τι καὶ βδέλυγμα. οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός, καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῷ φιλανθρωπίαν καὶ ἐπὶ τούτῳ δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπῳ τοιῷδε· ῃι Ἐγένετο γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν μοναχός τις, σοφὸς τὰ θεῖα, βίῳ τε
καὶ λόγῳ κοσμούμενος, καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν· ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ ἔχω λέγειν, ἐν πανερήμῳ δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῇ χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτῳ τῷ γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῷ γενομένῃ γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ ὁ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ' αὐτὸν καὶ τίνες οἱ τούτῳ πλησιάζοντες. μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῷ μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῷ κατ' ἰδίαν, ἔφη· Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, ᾧ παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα·
From then on he lived together with unceasing struggle and care, and all the sweet and pleasant things of the world were in his eyes as something accursed and abominable. So then, while the young man was in this state and yearning in his soul to find the good, the eye that sees all things saw him, and he who wills that all be saved and come to the knowledge of the truth did not overlook him, but, showing toward him his customary love of mankind, he made known the way he ought to walk in this manner. For it came about at that time that a certain monk, wise in divine things, adorned in life and in word, and having pursued every monastic manner of life to the utmost—from where he came and of what stock I cannot say—made his dwelling in a certain utterly desolate place of the land of Senaar, and had been perfected by the grace of the priesthood. Barlaam was the name of this elder. He, then, having learned the things concerning the king's son by a certain revelation that came to him from God, went out from the desert and came down to the inhabited world. And having changed his own appearance, and having put on worldly garments, and having boarded a ship, he arrived at the kingdoms of the Indians, and, assuming the guise of a merchant, he reached the city where the king's son had his palace. And having spent many days there, he inquired carefully into the things concerning him and who were those closest to him. Having learned, then, that the tutor mentioned above was more intimate with him than all others, he came to him privately and said: I want you to know, my lord, that I am a merchant who have come from a distant land, and I have a precious stone, the like of which was never found. And until now I have revealed it to no one.
σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα, ὡς ἂν εἰσαγάγῃς με πρὸς τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐπιδώσω τοῦτον αὐτῷ. πάντων γὰρ τῶν καλῶν ἀσυγκρίτως ὑπερέχει· δύναται καὶ τυφλοῖς τῇ καρδίᾳ φῶς δωρεῖσθαι σοφίας, κωφῶν δὲ ὦτα ἀνοίγειν, ἀλάλοις τε φωνὴν διδόναι, καὶ ῥῶσιν τοῖς νοσοῦσι παρέχειν· τοὺς ἄφρονας σοφίζει, δαίμονας διώκει, καὶ πᾶν ὅ τι καλὸν καὶ ἐράσμιον ἀφθόνως χορηγεῖ τῷ κεκτημένῳ αὐτόν. λέγει πρὸς αὐτὸν ὁ παιδαγωγός· Ὁρῶ σε ἄνθρωπον σταθεροῦ καὶ βεβηκότος φρονήματος· τὰ δὲ ῥήματά σου ἄμετρά σε καυχᾶσθαι ἐμφαίνουσι. λίθους γὰρ καὶ μαργαρίτας πολυτελεῖς καὶ πολυτίμους πῶς ἄν σοι διηγησαίμην ὅσους ἑώρακα; ἔχοντας δὲ τοιαύτας ἃς εἴρηκας δυνάμεις οὔτε εἶδον, οὔτε ἤκουσα. ὅμως ὑπόδειξόν μοι αὐτόν, καί, εἴ ἐστι κατὰ τὸ ῥῆμά σου, θᾶττον εἰσάγω τοῦτον πρὸς τὸν τοῦ βασιλέως υἱόν, καὶ τιμὰς ὅτι μεγίστας καὶ δωρεὰς λήψῃ παρ' αὐτοῦ. πρινὴ δὲ βεβαιωθῆναί με τῇ ἀψευδεῖ τῶν ὀφθαλμῶν ὁράσει, ἀδύνατόν μοι τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ περὶ πράγματος ἀφανοῦς ταῦτα δὴ τὰ ὑπέρογκα ἀπαγγεῖλαι. ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας μήτε ἑωρακέναι πώποτε μήτε ἀκηκοέναι τοιαύτας δυνάμεις καὶ ἐνεργείας· ὁ γὰρ πρὸς σέ μου λόγος οὐ περί του τυχόντος ἐστὶ πράγματος, ἀλλὰ θαυμαστοῦ τινὸς καὶ μεγάλου. ὅτι δὲ ἐζήτησας τοῦτον θεάσασθαι, ἄκουσον τῶν ἐμῶν ῥημάτων.
I make this clear to you now, seeing that you are a man of understanding and good sense, that you may bring me in to the king's son, and I will deliver him to him. For he surpasses all good things incomparably; he can grant to the blind in heart the light of wisdom, open the ears of the deaf, give voice to the mute, and provide healing to the sick; he makes the foolish wise, drives out demons, and abundantly supplies every good and lovely thing to the one who possesses him. The tutor said to him: I see you are a man of steady and settled mind, but your words show that you boast beyond measure. For stones and costly and precious pearls—how could I describe to you how many I have seen? But things possessing the powers you have spoken of I have neither seen nor heard. Nevertheless, show him to me, and if he is as your word says, I will bring him to the king's son at once, and you will receive the greatest honors and gifts from him. But before I am confirmed by the unerring sight of my eyes, it is impossible for me to report these extravagant things to my master and king concerning a matter I have not seen. Barlaam said: You have spoken well, that you have never seen nor heard such powers and workings; for my word to you is not about an ordinary matter, but about something wonderful and great. And since you have sought to see him, hear my words.
Ὁ λίθος οὗτος ὁ πολύτιμος μετὰ τῶν προειρημένων ἐνεργειῶν καὶ δυνάμεων, ἔτι καὶ ταύτην κέκτηται τὴν ἰσχύν· οὐ δύναται θεάσασθαι αὐτὸν ἐκ τοῦ προχείρου ὁ μὴ ἔχων ἐρρωμένην μὲν τὴν ὅρασιν καὶ ὑγιαίνουσαν, ἁγνὸν δὲ τὸ σῶμα καὶ πάντη ἀμόλυντον. εἰ γάρ τις, μὴ τὰ δύο ταῦτα καλὰ ἔχων, προπετῶς ἐμβλέψειε τῷ τιμίῳ λίθῳ τούτῳ, καὶ αὐτὴν δήπου ἣν ἔχει ὀπτικὴν δύναμιν καὶ τὰς φρένας προσαπολέσειεν. ἐγὼ δὲ, οὐκ ἀμύητος τῆς ἰατρικῆς ἐπιστήμης ὑπάρχων, καθορῶ σου τοὺς ὀφθαλμοὺς μὴ ὑγιῶς ἔχοντας, καὶ δέδοικα μὴ καὶ ἧς ἔχεις ὁράσεως στέρησιν προξενήσω. ἀλλὰ τὸν υἱὸν τοῦ βασιλέως ἀκήκοα βίον μὲν ἔχειν σώφρονα, τοὺς ὀφθαλμοὺς δὲ ὡραίους καὶ ὑγιῶς ὁρῶντας· τούτου χάριν ἐκείνῳ ὑποδεῖξαι τὸν θησαυρὸν τοῦτον τεθάρρηκα. σὺ οὖν μὴ ἀμελῶς περὶ τούτου διατεθῇς, μηδὲ πράγματος τοιούτου τὸν κύριόν σου ἀποστερήσῃς. ὁ δὲ πρὸς αὐτόν, Καὶ εἰ ταῦτα, φησίν, οὕτως ἔχει, μή μοι τὸν λίθον ὑποδείξῃς· ἐν ἁμαρτίαις γὰρ πολλαῖς ὁ βίος μου ἐρρύπωται· οὐχ ὑγιῶς δὲ καὶ τὴν ὅρασιν, καθὼς εἶπας, κέκτημαι. ἀλλ' ἐγώ, τοῖς σοῖς πεισθεὶς ῥήμασι, γνωρίσαι ταῦτα τῷ κυρίῳ μου καὶ βασιλεῖ οὐκ ὀκνήσω. εἶπε ταῦτα, καὶ εἰσελθὼν κατὰ μέρος πάντα τῷ υἱῷ τοῦ βασιλέως ἀπήγγειλεν. ἐκεῖνος δέ, ὡς ἤκουσε τὰ τοῦ παιδαγωγοῦ ῥήματα, χαρᾶς τινὸς καὶ θυμηδίας πνευματικῆς ᾔσθετο, τῇ αὐτοῦ ἐμπνευσάσης καρδίᾳ, καί, ἔνθους ὥσπερ
This precious stone, in addition to the operations and powers already mentioned, possesses this further strength: no one who lacks strong and healthy sight, and a body pure and altogether undefiled, can look upon it readily. For if anyone, not possessing these two good things, should rashly gaze upon this precious stone, he would surely lose even the very power of sight he has, and his wits besides. But I, being no stranger to the science of medicine, observe that your eyes are not in a healthy state, and I fear lest I cause you the loss even of the sight you have. But I have heard that the king's son has a temperate life, and eyes that are beautiful and see healthily; for this reason I have taken courage to show this treasure to him. Do not, then, be careless in this matter, nor deprive your lord of such a thing. And he said to him, If this is so, do not show me the stone; for my life is defiled with many sins, and I do not possess healthy sight, as you have said. But I, persuaded by your words, will not hesitate to make these things known to my lord and king. He said this, and going in, he reported everything in order to the king's son. And he, when he heard the words of the tutor, felt a certain joy and spiritual gladness, which breathed into his heart, and, as if inspired,
γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα. Ὡς οὖν εἰσῆλθεν ὁ Βαρλαάμ, καὶ δέδωκεν αὐτῷ τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει ὁ Ἰωάσαφ τῷ γέροντι· Ὑπόδειξον μοι τὸν πολύτιμον λίθον, περὶ οὗ μεγάλα τινὰ καὶ θαυμαστὰ λέγειν σε ὁ ἐμὸς παιδαγωγὸς διηγήσατο. ὁ δὲ Βαρλαὰμ οὕτως ἀπήρξατο τῆς πρὸς αὐτὸν διαλέξεως· Οὐ δίκαιον ἐστιν, ὦ βασιλεῦ, ψευδῶς τι καὶ ἀπερισκέπτως πρὸς τὸ ὑπερέχον τῆς σῆς δόξης λέγειν με· πάντα γὰρ τὰ δηλωθέντα σοι παρ' ἐμοῦ ἀληθῆ εἰσι καὶ ἀναμφίλεκτα. ἀλλ', εἰ μὴ πρότερον δοκιμὴν τῆς σῆς λάβω φρονήσεως, οὐ θέμις τὸ μυστήριον φανερῶσαί σοι. φησὶ γὰρ ὁ ἐμὸς Δεσπότης· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσε παρὰ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐβλάστησε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καί, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἑκατοστεύοντα. εἰ μὲν οὖν γῆν εὕρω ἐν τῇ καρδίᾳ σου καρποφόρον καὶ ἀγαθήν, οὐκ ὀκνήσω τὸν θεῖον σπόρον ἐμφυτεῦσαί σοι καὶ φανερῶσαι τὸ μέγα μυστήριον·
Having become such in soul, he ordered the man to be brought in quickly. So when Barlaam entered and had given him the peace that was fitting, he allowed him to sit down, and, when the tutor had withdrawn, Joasaph says to the old man: Show me the precious stone, about which my tutor related that you say certain great and wonderful things. And Barlaam began his conversation with him thus: It is not right, O king, for me to say anything falsely and rashly before the excellence of your glory; for all the things declared to you by me are true and beyond dispute. But unless I first receive a test of your understanding, it is not lawful to reveal the mystery to you. For my Master says: The sower went out to sow his seed; and as he sowed, some fell by the wayside, and the birds came and devoured them; and others fell on rocky ground, where it had not much soil, and immediately it sprang up, because it had no depth of soil; but when the sun rose it was scorched, and because it had no root it withered away; and others fell among the thorns, and the thorns grew up and choked them; and others fell on the good soil, and it yielded fruit a hundredfold. If, then, I find in your heart soil fruitful and good, I will not hesitate to plant the divine seed in you and to reveal the great mystery.
εἰ δὲ πετρώδης αὕτη καὶ ἀκανθώδης ἐστί, καὶ ὁδὸς πατουμένη τῷ βουλομένῳ παντί, κρεῖττον μηδόλως τοῦτον δὴ τὸν σωτήριον καταβαλεῖν σπόρον καὶ εἰς διαρπαγὴν αὐτὸν θεῖναι τοῖς πετεινοῖς καὶ θηρίοις, ὧν ἔμπροσθεν ὅλως μὴ βαλεῖν τοὺς μαργαρίτας ἐντέταλμαι. ἀλλὰ πέπεισμαι περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῇ αἴγλῃ τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσῃ γενέσθαι, καὶ καρπὸν ἐνέγκῃς ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι ἃ οὐκ ἀκήκοας.
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθῳ τινὶ καὶ ἔρωτι ἀκατα σχετῷ ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῇ καρδίᾳ μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψῃς ἀπ' ἐμοῦ, ἀλλ' ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη·
But if it is rocky and thorny, and a road trodden by anyone who wishes, it is better not to cast this saving seed at all and to expose it to be plundered by the birds and beasts, before which I have been commanded not to cast the pearls at all. But I am persuaded of better things concerning you, and things that pertain to salvation, that you will both see the precious stone and be deemed worthy yourself to become light by the radiance of his light, and will bear fruit a hundredfold. For it is for your sake that I have undertaken this work and traveled a long road, to show you what you have never seen and to teach you what you have never heard.
And Joasaph said to him: I, honored elder, with a certain longing and an irresistible love, seek to hear some new and good word, and a fire has been kindled within, in my heart, burning me terribly and urging me on to learn certain necessary inquiries; but until now I have not met a man able to fully assure me concerning these things. But if I meet some wise and knowledgeable man, and hear a word of salvation, I will not, as I think, hand it over to birds, nor to beasts, nor indeed will I prove to be rocky, as you said, nor thorny, but I will receive it with good will and keep it with understanding. But you, if you know any such thing, do not hide it from me, but announce it to me. For when I heard that you had come from a distant land, my soul rejoiced, and I became hopeful that through you I might obtain what I long for. For this reason I also brought you in to me more quickly and received you kindly, as one of those familiar to me and of my own age, if indeed I am not deceived in my hope. And Barlaam said:
Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας, ὅτι μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος. Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ' ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον
αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ.
You have done well in this, and in a manner worthy of your royal magnificence, because you did not pay attention to the apparent cheapness, but became partaker of the hidden hope. For there was a certain great and glorious king, and it happened that, as he was passing by on a chariot adorned with gold and with the guard befitting a king, two men met him, clad in torn and filthy garments, with faces wasted away and very pale. The king knew them by the marks upon their bodies and the sweat of their ascetic toil, that they had worn out their flesh. When therefore he saw them, he leaped down at once from the chariot and fell upon the ground and did reverence, and rising he embraced them, kissing them most affectionately. But his magnates and rulers were displeased at this, thinking that he had done what was unworthy of royal glory. But not daring to reprove him to his face, they told his own brother to speak to the king, that he should not thus insult the height of the diadem. And when he had said these things to his brother and had censured his untimely pettiness, the king gave him an answer which his brother did not understand.
Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν. ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ' αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένῳ τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ Δεσπότου ὑπάντησιν, ᾧ πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτῳ δὴ τῷ τρόπῳ ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ' ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν. Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίῳ, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο·
For it was the custom of that king, whenever he issued a sentence of death against anyone, to send a herald to his door with a trumpet appointed for this purpose; and at the sound of that trumpet all understood that that man was liable to death. So when evening fell, the king sent the trumpet of death to be sounded at the door of his brother's house. When that man heard the trumpet of death, he despaired of his own safety and set his affairs in order throughout the whole night; and at daybreak, having clothed himself in black and mourning garments, with his wife and children he went to the door of the palace, weeping and wailing. And the king brought him in, and seeing him thus lamenting, said: O foolish and senseless man, if you were so terrified at the herald of your brother of equal honor, against whom you know you have in no way sinned at all, how did you bring a charge against me, who in humility embraced the heralds of my God, who announce to me more clearly than a trumpet death and the fearful meeting with the Master, against whom I know that I have sinned many and great things? Behold, therefore, in order to convict your folly, I have used this very method, just as I will also convict more quickly those who suggested to you your charge against me, of being foolish. And having thus healed his brother and benefited him, he sent him home. And he ordered four bags to be made of wood. And two of them he covered all over with gold, and having put stinking bones of the dead inside them, he secured them with golden clasps;
τὰ δὲ ἄλλα πίσσῃ καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας. σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα. Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα, ὕβριν ἡγήσασθε τὴν ἐμὴν κατὰ πρόσωπον αὐτῶν ἐπὶ γῆς προσκύνησιν·
But the others, having smeared them over with pitch and asphalt, he filled with precious stones and costly pearls and every kind of fragrant perfume. And having bound these round with ropes of hair, he summoned the magnates who had found fault with him over his encounter with those men, and set the four bags before them, that they might assess how much these were worth and how much those. And they declared that the two gilded ones were of the greatest value; for, said they, it is possible that royal diadems and girdles are stored within them; but those smeared with pitch and asphalt were of some cheap and pitiable value. And the king said to them: I too know that you say such things; for with your perceptible eyes you perceive the perceptible appearance; and yet one ought not to do so. But with the inner eyes one must see the honor or dishonor that lies within. And he commanded the gilded bags to be opened. And when they were opened, a dreadful stench blew forth and a most unpleasant sight was seen. The king says therefore: This is the figure of those who are clad in things bright and glorious, who pride themselves on great glory and power, and within stink of dead and evil works. Then, having ordered the pitched and asphalted ones also to be uncovered, he gladdened all those present with the brightness and fragrance of the things stored within them. And he said to them: Do you know what these are like? Those humble men who wear cheap garments, whose outward form you saw and deemed my humiliation, when they were worshipped on the earth before their faces—
ἐγὼ δέ, τοῖς νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῇ τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ πάσης βασιλικῆς ἁλουργίδος τιμιωτέρους αὐτοὺς ἡγησάμην. οὕτως οὖν αὐτοὺς ᾔσχυνε, καὶ ἐδίδαξε μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις προσέχειν. κατ' ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῇ ἀγαθῇ ἐλπίδι προσδεξάμενός
με, ἧς οὐ ψευσθήσῃ, ὡς ἔγωγε οἶμαι. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωασάφ. Ταῦτα μὲν δὴ πάντα καλῶς εἶπας καὶ εὐαρμόστως· ἀλλ' ἐκεῖνο θέλω μαθεῖν, τίς ἐστιν ὁ σὸς Δεσπότης, ὃν κατ' ἀρχὰς τοῦ λόγου περὶ τοῦ σπορέως ἐκείνου εἰρηκέναι ἔλεγες.
78 ῃιι Αὖθις οὖν ἀναλαβὼν τὸν λόγον ὁ Βαρλαάμ, εἶπεν· Εἰ τὸν ἐμὸν βούλει Δεσπότην μαθεῖν, ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος. οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα· ἀλλ' ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ, ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ.
But I, perceiving with the eyes of the mind their honor and the surpassing beauty of their souls, was glorified by touching them, and I deemed them more precious than any crown and any royal purple. Thus then he put them to shame, and taught them not to be deceived by things that appear, but to attend to things that are understood. In accordance with that pious and wise king, then, you too have acted, receiving me with good hope, of which you shall not be disappointed, as I at least think. And Joasaph said to him: All these things you have spoken well and fittingly; but that I wish to learn—who is your Master, whom you said at the beginning of your discourse you had spoken of concerning that sower.
Then Barlaam, taking up the discourse again, said: If you wish to learn who my Master is, it is the Lord Jesus Christ, the only-begotten Son of God, the blessed and only Potentate, the King of kings and Lord of lords, the only one having immortality, dwelling in unapproachable light, who is glorified with the Father and the Holy Spirit. For I am not among those who proclaim these many and disorderly gods, and who worship these lifeless and dumb idols; but I know and confess one God, glorified in three hypostases—in the Father, I say, and the Son, and the Holy Spirit—in one nature and substance, in one glory and kingdom not divided.
οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός, ἄναρχός τε καὶ ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτός τε καὶ ἀσώματος, ἀόρατος, ἀπερίγραπτος, ἀπερινόητος, ἀγαθὸς καὶ δίκαιος μόνος, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους, ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα, λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος· ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον, οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν, ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν, οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις, τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει. ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος, τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς, ἥτις κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται· κατ' εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον, καθ' ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας, βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν· ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ' αὐτόν.
This one God, then, in three persons, without beginning and without end, eternal and everlasting, uncreated, immutable and incorporeal, invisible, uncircumscribed, incomprehensible, alone good and just, who brought all things into being out of nothing, both things visible and things invisible—first creates the heavenly and invisible powers, certain countless multitudes, immaterial and incorporeal, ministering spirits of the majesty of God; then this visible world, heaven and earth and the sea, which he also adorned, making it bright with light—heaven with the sun and moon and stars, the earth with all kinds of plants and diverse living creatures, and the sea again with the vast multitude of the swimming kind. All these things, he spoke, and they came to be; he commanded, and they were created. Then he creates man with his own hands, taking dust from the earth for the fashioning of the body, and giving him a rational and intelligent soul through his own inbreathing, which is written to have been created in the image and likeness of God—in the image, because of its intelligence and free will; in the likeness, because of the likeness of virtue, as far as is possible. This man he honored with free will and immortality, and established as king over the things on earth; and from him he made the female, a helper like him.
Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον, ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε, πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν, ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι, ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών. ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων, μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ' ἐπ' ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ Δεσπότῃ καὶ Θεῷ. διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται. ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης· συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ' αὐτὸν τάγματος τῶν ἀγγέλων, οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν, καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν, ὡς πλάνοι καὶ ἀπατεῶνες.
And having planted a paradise in Eden toward the east, filled with all gladness and delight, he placed in it the man whom he had formed, commanding him to partake without hindrance of all the divine plants there, but laying down a command to taste absolutely nothing of one alone, which tree is called the tree of the knowledge of good and evil, speaking thus: On the day you eat of it, you shall surely die. But one of the said angelic powers, a leader of one host, having received in himself no trace of natural evil from the Creator at all, but having come into being for good, was turned by free choice from good to evil, and was lifted up in folly, wishing to rise up against the Master and God. Therefore he was cast out of his order and dignity, and, instead of that blessed glory and angelic name, he was called devil and was surnamed Satan. For God cast him down as unworthy of the glory above; and there was dragged down with him and cast out with him also a great multitude of the order of angels under him, who, having become evil in their choice, and having followed in apostasy the evil of their leader instead of the good, were named demons, as deceivers and impostors.
Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος, καὶ πονηρὰν προσλαβόμενος φύσιν, φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον, ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης
ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι' αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί, πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι' αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος. καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ Δημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον (φεῦ μοι) βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες.
Having wholly rejected the good, then, and taken to himself a wicked nature, the devil conceived envy toward man, seeing himself cast down from so great a glory, but that man was being raised to such honor; and he contrived to cast him out of that blessed manner of life. Taking the serpent, then, as the workshop of his own deceit, through it he conversed with the woman, and having persuaded her to eat from that forbidden tree in the hope of deification, through her he deceived Adam as well—for thus the first-formed man was called. And when the first man ate of the plant of disobedience, he became an exile from the paradise of delight by the Creator, and instead of that blessed life and undying manner of life, he fell into this wretched and miserable life (alas for me), and was finally condemned to death. From this the devil gained strength and, boasting in his victory, as the race of men multiplied, he suggested to them every way of wickedness. So then, wishing to cut off the great flood of sin, God brought a deluge upon the earth, destroying every living soul; but finding only one righteous man in that generation, he preserved him with his wife and children in a certain ark, and established him alone upon the earth. But when the race of men began again to advance into a multitude, they forgot God and progressed to a worse impiety, enslaved to various sins, corrupted by dreadful enormities, and divided into a many-branched deceit.
Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα· οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες·
For some supposed that the universe is borne along of its own accord, and held the doctrine that it is without providence, as though no Master stood over it; others introduced fate, entrusting all things to birth; others reverenced many gods, evil and subject to many passions, so that they might have them as advocates of their own passions and dreadful deeds; and having fashioned images of these, they set them up as dumb carved statues and senseless idols, and shutting them up in temples they worshipped them, serving the creation rather than the Creator—some the sun and the moon and the stars, which God appointed to give light to this world around the earth, though they are soulless and senseless, illuminated and sustained by the providence of the Maker, yet able to do nothing of themselves; others fire and waters and the remaining elements of the earth, which are soulless and senseless; and those who are ensouled and rational were not ashamed to reverence such things; others assigned reverence to beasts and reptiles and four-footed cattle, showing themselves more brutish than the things they reverenced.
οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ. καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, καὶ οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν. Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων, ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν Δημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν· ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν, οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο· ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι Δημιουργὸν τοῦ παντὸς καὶ συνοχέα
But others fashioned images of certain base and worthless men, and called them gods, naming some of them male and some female, whom those very men themselves declared to be adulterers and murderers, irascible and jealous and wrathful, patricides and fratricides, thieves and robbers, lame and maimed, sorcerers and madmen, some of whom had died, some been struck by lightning, and were cut down and lamented and had been slaves to men, and had become fugitives, and were transformed into beasts for evil and shameful unions; whence men, taking occasion from their own gods, defiled themselves without fear with every uncleanness. And a terrible darkness held our race in those times, and there was none who understood, none who sought after God. But a certain Abraham was found alone in that generation, having the senses of his soul strong, who by the contemplation of created things came to know the Creator. For having considered heaven and earth and sea, sun and moon and the rest, he marveled at this harmonious order; and seeing the world and all things in it, he did not suppose that they had come to be and were preserved of their own accord, nor did he ascribe the cause of such order to the elements of the earth or to lifeless idols; but through these he came to know the true God, and that he is the Creator and Sustainer of all things
συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως, ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως (Θεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον), ἀλλ' οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδο ξασε, καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν. διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ Δεσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών, ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων· δι' ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας (οὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὁ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητο) διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων· τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ' ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν. εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι·
He understood. And God, approving his gratitude and right judgment, revealed himself to him, not as he is by nature (for it is impossible for a created nature to see God), but through certain providential theophanies, as he himself knows, and instilling a more perfect knowledge into his soul, he glorified him and made him his own servant; and he, passing on piety by succession to those descended from him, taught them to know the true God. Therefore the Master was pleased that his seed should come to an innumerable multitude, and he named them a people for his own possession, and when they had been enslaved to the Egyptian nation and to a certain Pharaoh, a tyrant, he led them out from there by signs and dreadful and extraordinary wonders through Moses and Aaron, holy men glorified by the grace of prophecy; through whom he also punished the Egyptians worthily of their wickedness, and led the Israelites (for so that people, the descendant of Abraham, was called) through the dry land of the Red Sea, when the waters were divided and became a wall on the right and a wall on the left; but when Pharaoh and the Egyptians entered in their tracks, the waters turned back and destroyed them utterly. Then, after leading the people in the wilderness for forty years with the greatest wonders and theophanies and feeding them with heavenly bread, he gave a law written by God on tablets of stone, which he handed to Moses on the mountain, being a type and shadow of things to come, turning them away from idols and all wicked deeds, and teaching them only to worship the God who truly is, and to hold fast to good works.
τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι. καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δι' ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν. ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν, καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων. Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον, ἀλλ' εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν, καὶ Θεὸς ὤν, συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον.
By such wonders, then, he led them into a good land, which long ago he had promised to that patriarch Abraham to give to his seed. And it would take a long time to recount how many great and marvelous things he showed to them, glorious and extraordinary, which are beyond number—through all of which this was the object of his zeal: to draw the human race away from every lawless worship and practice, and to lead it back to its original state. But even so, our nature was still enslaved by the autonomy of error, and death reigned over men, by the tyranny of the devil, sending all away under the condemnation of Hades. Seeing us come into such calamity and misery, he who formed us and brought us from non-being into being did not overlook us, nor did he abandon the work of his hands to be destroyed in the end; but by the good pleasure of God the Father and the cooperation of the Holy Spirit, the only-begotten Son and Word of God, who is in the bosom of the Father, who is consubstantial with the Father and the Holy Spirit, who is before the ages, who is without beginning, who was in the beginning, and was with God the Father, and was God, condescends to his own servants with an inexpressible and incomprehensible condescension; and, being perfect God, he becomes perfect man from the Holy Spirit and Mary the holy Virgin and Theotokos, not from the seed of a man, or will, or union, being conceived in the undefiled womb of the Virgin, but from the Holy Spirit, just as even before the conception one of the archangels was sent to announce to the Virgin that strange conception and inexpressible birth.
ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου, καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει, δύο δὲ ταῖς φύσεσι, τέλειος Θεός, καὶ τέλειος ἄνθρωπος, ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν. ἐπεὶ γὰρ δι' ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον, ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον. Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ
Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου, ἀνδρὸς ἁγίου καὶ πάντων τῶν προφητῶν ὑπερκειμένου. βαπτισθέντος δὲ αὐτοῦ, φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ' αὐτόν. καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον. ὅθεν καὶ μαθητὰς ἐξελέξατο δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε· καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι.
For the Son of God was conceived without seed from the Holy Spirit, and having formed for himself in the womb of the Virgin flesh animated by a rational and intelligent soul, he came forth in one hypostasis but two natures, perfect God and perfect man, preserving the virginity of her who gave birth incorrupt even after the birth, and having become in all things of like passion with us apart from sin, he took up our infirmities and bore our diseases. For since death entered the world through sin, it was necessary that he who was to redeem be without sin and not subject to death through sin. And having lived among men for thirty years, he was baptized in the
river Jordan by John, a holy man and one surpassing all the prophets. And when he was baptized, a voice was brought from heaven from God the Father, saying: This is my beloved Son in whom I am well pleased. And the Holy Spirit descended upon him in the form of a dove. And from that time he began to perform great and marvelous signs, raising the dead, giving sight to the blind, casting out demons, healing the deaf and the maimed, cleansing lepers, and from every side renewing our nature that had grown old, instructing and teaching by deed and word the way of virtue, leading away from corruption and guiding toward eternal life. Therefore he also chose twelve disciples, whom he also called apostles; and he permitted them to proclaim the heavenly citizenship, which he came to show forth upon the earth, and by his dispensation to make us, the lowly and earthly, heavenly.
Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων, ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο, μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν, ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες· καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσία βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δι' ἡμᾶς πάντα παθεῖν, ἵν' ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ· διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἀλλὰ δι' ἡμᾶς ἀπέθανε σαρκὶ ἵν' ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ' αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε. τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ' αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι' αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων.
But through envy of his wondrous and God-befitting manner of life and of his countless miracles, the chief priests and leaders of the Jews, in the very place where he was also making his stay, were driven mad, and forgetting all the wondrous signs and wonders he had performed, as was foretold, they condemned him to death, having seized one of his disciples for betrayal; and having taken hold of him, they made the life of all men a thing delivered over to the nations, though he himself accepted these things by his own willing counsel. For he came to suffer all things for our sake, that he might free us from the passions. And after showing many things against him, they finally condemned him to the cross. And he endured all things in the nature of the flesh which he had taken from us, while his divine nature remained impassible. For being of two natures, the divine and that which he had taken from us, the human nature suffered, but the divinity remained impassible and immortal. Therefore our Lord Jesus Christ was crucified in the flesh, being without sin. For he committed no sin, nor was guile found in his mouth, and he was not subject to death; for through sin, as I also said before, death entered into the world; but for our sake he died in the flesh, that he might redeem us from the tyranny of death. He descended into Hades, and having crushed it, he set free the souls that had been shut up there from the beginning of the world. Having been placed in a tomb, on the third day he rose again, having conquered death and granted us the victory over it, and having made the flesh incorruptible, he who is the giver of incorruption appeared to his disciples, granting them peace and through them to the whole race of mankind.
Μεθ' ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν, κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ' ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι, ἀλλ' ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε, καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει. ἰδού σοι τὸν ἐμὸν Δεσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι' ὀλίγων ἐγνώρισα ῥημάτων· τελεώτερον δὲ γνωρίσεις, εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.
After forty days he ascended into the heavens, and thus he sits at the right hand of the Father, and he is going to come again to judge the living and the dead, and to render to each one according to his works. And after his glorious ascension into the heavens, he sent the all-holy Spirit upon his holy disciples in the form of fire, and they began to speak in strange tongues, as the Spirit gave them utterance. From there, then, by his grace they were scattered to all the nations, and they proclaimed the orthodox faith, baptizing them in the name of the Father, and of the Son, and of the holy Spirit, teaching them to keep all the commandments of the Savior. They enlightened, then, the nations that had gone astray, and they abolished the superstitious error of idols. And even though the enemy, not bearing the defeat, even now raises wars against us the faithful, persuading the foolish and senseless still to cling to idolatry, yet his power has become weak, and his swords have utterly failed through the power of Christ. Behold, I have made known to you my Master and God and Savior in a few words; but you will know him more perfectly, if you receive his grace in your soul and are deemed worthy to become his servant.
ῃιιι Τούτων ὡς ἤκουσε τῶν ῥημάτων ὁ τοῦ βασιλέως υἱός, φῶς αὐτοῦ περιήστραψε τὴν ψυχήν· καὶ ἐξαναστὰς τοῦ θρόνου ἐκ περιχαρείας, καὶ περιπλακεὶς τῷ Βαρλαάμ, ἔφη· Τάχα οὗτός ἐστιν, ὡς ἐγὼ εἰκάζω, τιμιώτατε τῶν ἀνθρώπων, ὁ λίθος ἐκεῖνος ὁ ἀτίμητος, ὃν ἐν μυστηρίῳ εἰκότως κατέχεις, μὴ παντὶ τῷ βουλομένῳ τοῦτον δεικνύων, ἀλλ' οἷς ἔρρωνται τὰ τῆς ψυχῆς αἰσθητήρια. ἰδοὺ γάρ, ὡς ταῦτα τὰ ῥήματα ἐδεξάμην ταῖς ἀκοαῖς, φῶς γλυκύτατον εἰσέδυ μου τῇ καρδίᾳ, καὶ τὸ βαρὺ ἐκεῖνο τῆς λύπης κάλυμμα, τὸ πολὺν ἤδη χρόνον περικείμενον τῇ καρδίᾳ μου, θᾶττον περιηρέθη. εἰ οὖν καλῶς εἰκάζω, ἀνάγγειλόν μοι· εἰ δὲ καὶ κρεῖττόν τι τῶν εἰρημένων γινώσκεις, μὴ ἀναβάλλου ἐξ αὐτῆς φανερῶσαί μοι. Αὖθις οὖν ὁ Βαρλαὰμ ἀπεκρίνατο· Ναὶ μήν, κύριέ μου καὶ βασιλεῦ, τοῦτό ἐστι τὸ μέγα μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν τῷ γένει τῶν ἀνθρώπων, οὗ τὴν φανέρωσιν πάλαι τῇ τοῦ θείου Πνεύματος χάριτι προήγγειλαν πολλοὶ προφῆται καὶ δίκαιοι, πολυμερῶς καὶ πολυτρόπως μυηθέντες· καὶ μεγαλοφώνως καταγγείλαντες, καὶ πάντες τὴν ἐσομένην σωτηρίαν προορῶντες, ἐπόθουν θεάσασθαι ταύτην, καὶ οὐκ ἐθεάσαντο· ἀλλ' ἐσχάτη γενεὰ αὕτη ἠξιώθη τὸ σωτήριον δέξασθαι. ὁ πιστεύσας οὖν καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
When the king's son heard these words, a light shone around his soul; and rising from his throne out of great joy, and embracing Barlaam, he said: "Perhaps this is, as I surmise, most honored of men, that priceless stone which you rightly keep in mystery, not showing it to everyone who wishes, but to those whose soul's senses are sound. For behold, as I received these words with my ears, a most sweet light entered my heart, and that heavy veil of grief, which for a long time now has been wrapped around my heart, was quickly taken away. If then I surmise rightly, tell me; but if you know something better than what has been said, do not delay to make it clear to me at once." Then Barlaam answered again: "Yes indeed, my lord and king, this is the great mystery which was hidden from the ages and from the generations, but in the last times was revealed to the race of men, whose revelation long ago many prophets and righteous men foretold by the grace of the divine Spirit, being initiated in many parts and in many ways; and proclaiming it with a great voice, and all foreseeing the salvation that was to come, they longed to see it, and did not see it; but this last generation was deemed worthy to receive the salvation. He therefore who believes and is baptized will be saved, but he who does not believe will be condemned.
Ὁ δὲ Ἰωάσαφ ἔφη· Πάντα τὰ εἰρημένα σοι ἀνενδοιάστως πιστεύω, καὶ ὃν καταγγέλλεις δοξάζω Θεόν. μόνον ἀπλανῶς μοι ταῦτα σαφήνισον, καὶ τί με δεῖ ποιεῖν ἀκριβῶς δίδαξον· ἀλλὰ καὶ τὸ βάπτισμα τί ἐστιν, ὃ τοὺς πιστεύοντας δέξασθαι ἔφης, κατ' ἀκολουθίαν αὐτῷ πάντα μοι γνώρισον. Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τῆς ἁγίας ταύτης καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ῥίζα ὥσπερ καὶ ἀσφαλὴς ὑποβάθρα ἡ τοῦ θείου βαπτίσματος ὑπάρχει χάρις, πάντων τῶν ἀπὸ γενέσεως ἁμαρτημάτων κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων μολυσμάτων. οὕτω γὰρ ὁ Σωτὴρ ἐνετείλατο δι' ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, καὶ εἰς τὸ ἀρχαῖον ἐπανάγεσθαι ἀξίωμα, δι' ἐντεύξεως δηλαδὴ καὶ τῆς σωτηρίου ἐπικλήσεως, ἐπιφοιτῶντος τῷ ὕδατι τοῦ ἁγίου Πνεύματος. βαπτιζόμεθα τοίνυν, κατὰ τὸν λόγον τοῦ Κυρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ οὕτως ἐνοικεῖ τοῦ ἁγίου Πνεύματος ἡ χάρις τῇ τοῦ βαπτισθέντος ψυχῇ, λαμπρύνουσα αὐτὴν καὶ θεοειδῆ ἀπεργαζομένη, καὶ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτῇ ἀνακαινίζουσα· καὶ λοιπὸν πάντα τὰ παλαιὰ τῆς κακίας ἔργα ἀπορρίψαντες, συνθήκην πρὸς Θεὸν δευτέρου βίου καὶ ἀρχὴν καθαρωτέρας πολιτείας ποιούμεθα, ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων καὶ τῆς αἰωνίου σωτηρίας ἐπιλαβομένων. χωρὶς δὲ βαπτίσματος οὐκ ἔστι τῆς ἀγαθῆς ἐλπίδος ἐκείνης ἐπιτυχεῖν, κἂν πάντων τῶν εὐσεβῶν εὐσεβέστερός τις γένηται. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος εἶπεν·
And Joasaph said: "I believe without hesitation all that you have said to me, and I glorify the God whom you proclaim. Only make these things clear to me without error, and teach me precisely what I must do; and also tell me what that baptism is which you said believers must receive, and explain everything to me in order accordingly." And he answered him: "The grace of divine baptism is, as it were, the root and sure foundation of this holy and blameless faith of the Christians, having the cleansing of all sins committed since birth, and the complete washing away of the defilements that have entered in from wickedness. For thus the Savior commanded, that we be born again through water and the Spirit, and be brought back to the ancient dignity—that is, through invocation and the saving calling, the Holy Spirit coming upon the water. We are baptized, therefore, according to the word of the Lord, into the name of the Father, and of the Son, and of the Holy Spirit; and thus the grace of the Holy Spirit dwells in the soul of the one baptized, illuminating it and making it God-like, and renewing in it the according to image and according to likeness; and thereafter, casting off all the old works of wickedness, we make a covenant with God for a second life and a beginning of a purer way of life, so that we may also become fellow heirs with those who have been reborn unto incorruption and have laid hold of eternal salvation. But without baptism it is not possible to attain that good hope, even if one should become more pious than all the pious. For thus spoke the God the Word, who became man for the salvation of our race:
Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι' ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρὸ πάντων ἀξιῶ σε τῇ μὲν ψυχῇ δέξασθαι τὴν πίστιν, προσελθεῖν δὲ εὐθὺς καὶ τῷ βαπτίσματι πόθῳ θερμοτάτῳ καὶ μηδόλως πρὸς τοῦτο ἀναβάλλεσθαι· ἐπικίνδυνον γὰρ ἡ ἀναβολή, διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν εἶπε· Καὶ τίς ἡ ἀγαθὴ ἐλπὶς ἐκείνη, ἧς ἔφης χωρὶς βαπτίσματος μὴ ἐπιτυγχάνειν; τίς δέ ἐστιν ἥνπερ βασιλείαν τῶν οὐρανῶν ἀποκαλεῖς; πόθεν δὲ τὰ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ῥήματα σὺ ἀκήκοας; τίς δὲ ἡ τοῦ θανάτου ἄδηλος προθεσμία, περὶ ἧς μέριμνα πολλή, τῇ καρδίᾳ μου ἐνσκήψασα, ἐν λύπαις καὶ
ὀδύναις δαπανᾷ μου τὰς σάρκας, καὶ αὐτῶν δὴ τῶν ὀστέων καθάπτεται; καὶ εἰ τεθνηξόμενοι εἰς τὸ μὴ ὂν διαλυθῶμεν οἱ ἄνθρωποι, ἢ ἔστιν ἄλλη τις βιοτὴ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν; ταῦτα καὶ τούτοις ἑπόμενα μαθεῖν ἐπεθύμουν. Ὁ δὲ Βαρλαὰμ τοιαύτας τούτοις ἐδίδου τὰς ἀποκρίσεις· Ἡ μὲν ἀγαθὴ ἐλπίς, ἣν εἴρηκα, τῆς βασιλείας ἐστὶ τῶν οὐρανῶν· αὕτη δὲ γλώσσῃ βροτείᾳ τὸ παράπαν ὑπάρχει ἀνέκφραστος· φησὶ γὰρ ἡ Γραφή· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὅταν δὲ ἀξιωθῶμεν, τὸ παχὺ τοῦτο ἀποθέμενοι σαρκίον, τῆς μακαριότητος ἐκείνης ἐπιτυχεῖν, τότε αὐτός, ὁ καταξιώσας ἡμᾶς μὴ διαμαρτεῖν τῆς ἐλπίδος, διδάξει καὶ γνωριεῖ τῶν ἀγαθῶν ἐκείνων τὴν πάντα νοῦν ὑπερέχουσαν δόξαν, τὸ ἄφραστον φῶς, τὴν μὴ διακοπτομένην ζωήν, τὴν μετὰ ἀγγέλων διαγωγήν.
Truly I say to you, unless you are born again of water and the Spirit, you shall not enter the kingdom of the heavens. Therefore, before all things, I urge you to receive the faith in your soul, and to come at once to baptism with the most fervent longing, and not to delay this at all; for delay is dangerous, because the appointed time of death is unknown." And Joasaph said to him: "And what is that good hope, without baptism, as you said, one cannot attain? And what is this kingdom of the heavens that you name? And from where have you heard the words of God who became man? And what is the unknown appointed time of death, the great care for which, falling upon my heart, consumes my flesh with griefs and pains, and lays hold even of my very bones? And whether, when we die, we humans are dissolved into non-being, or is there some other life after the departure from here? These things and what follows them I longed to learn." And Barlaam gave these answers to these things: "The good hope of which I have spoken is the kingdom of the heavens; and this is altogether inexpressible by mortal tongue; for the Scripture says: 'What eye has not seen, and ear has not heard, and has not ascended upon the heart of man, God has prepared for those who love him.' But when we are deemed worthy, having put off this thick flesh, to attain that blessedness, then he himself, who deemed us worthy not to miss the hope, will teach and make known the glory of those good things which surpasses all understanding, the ineffable light, the life that is not interrupted, the dwelling with angels.
εἰ γὰρ ἀξιωθῶμεν Θεῷ συγγενέσθαι καθ' ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, πάντα εἰσόμεθα παρ' αὐτοῦ ἃ νῦν οὐκ ἴσμεν. τοῦτο γὰρ ἐγώ, ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν μεμυημένος διδαχῆς, πάντων μάλιστα βασιλείαν οὐρανῶν τίθεμαι, τὸ πλησίον γενέσθαι τῇ θεωρίᾳ τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, καὶ τῷ ἀπροσίτῳ φωτὶ αὐτῆς ἐλλαμφθῆναι, τρανότερόν τε καὶ καθαρώτερον καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἄρρητον αὐτῆς δόξαν κατοπτρίζεσθαι. εἰ δὲ μὴ δυνατὸν τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς καὶ τὰ ἀπόρρητα ἀγαθὰ παραστῆσαι λόγῳ, θαυμαστὸν οὐδέν· οὐκ ἂν γὰρ ἦσαν μεγάλα καὶ ἐξαίρετα, εἴ γε ἡμῖν, τοῖς ἐπιγείοις καὶ φθαρτοῖς καὶ τὸ βαρὺ τοῦτο καὶ ἐμπαθὲς σαρκίον περικειμένοις, τῷ λογισμῷ τε κατελαμβάνοντο καὶ τῷ λόγῳ παριστῶντο. οὕτω μὲν οὖν δὴ περὶ τούτων εἰδὼς τῇ πίστει μόνῃ, δέχου ἀνενδοιάστως μηδὲν πεπλασμένον ἔχειν, καὶ δι' ἔργων ἀγαθῶν ἐπείχθητι τῆς ἀθανάτου βασιλείας ἐκείνης ἐπιλαβέσθαι, ἧσπερ ὅταν ἐπιτύχης, μαθήσῃ τὸ τέλειον. Περὶ ὧν δὲ ἠρώτησας, πῶς ἡμεῖς τοὺς λόγους τοῦ σαρκωθέντος Θεοῦ ἀκηκόαμεν, διὰ τῶν ἱερῶν Εὐαγγελίων ἴσθι πάντα τὰ τῆς θεανδρικῆς οἰκονομίας ἡμᾶς μεμαθηκέναι. οὕτω γὰρ ἡ ἁγία δέλτος ἐκείνη κέκληται, ὡς ἅτε ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν αἰώνιον καὶ ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείαν οὐρανῶν τοῖς θνητοῖς ἡμῖν καὶ φθαρτοῖς καὶ ἐπιγείοις εὐαγγελιζομένη ἥνπερ γεγράφασιν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο·
For if we are deemed worthy to be united with God, as far as human nature can attain, we shall learn from him all things that we do not now know. For I, having been initiated into this from the teaching of the God-inspired Scriptures, regard the kingdom of heaven as the greatest of all things—namely, to draw near to the contemplation of the holy and life-giving Trinity, and to be illumined by its unapproachable light, and with unveiled face to mirror its ineffable glory more clearly and more purely. And if it is impossible to set forth that glory and light and the ineffable good things in words, it is no wonder; for they would not be great and excellent if, for us who are earthly and corruptible and clothed in this heavy and passionate flesh, they could be comprehended by reason and set forth in speech. Knowing these things, then, by faith alone, receive them without hesitation, holding nothing to be fabricated, and hasten through good works to lay hold of that immortal kingdom, which, when you attain it, you shall learn perfectly. But concerning what you asked—how we have heard the words of the incarnate God—know that through the holy Gospels we have learned all things pertaining to the divine-human economy. For that holy book is so called, inasmuch as it proclaims to us who are mortal and corruptible and earthly immortality and incorruption and eternal life and forgiveness of sins and the kingdom of heaven; which things those who were eyewitnesses and servants of the Word have written, whom I mentioned above, that our Savior Christ chose as disciples and apostles.
καὶ παρέδωκαν ἡμῖν ἐγγράφως, μετὰ τὴν ἔνδοξον τοῦ Δεσπότου εἰς οὐρανοὺς ἄνοδον, τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας τάς τε διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα, κατὰ τὸ ἐγχωροῦν γραφῇ παραδοῦναι. οὕτω γὰρ πρὸς τῷ τέλει τοῦ λόγου ὁ ἐξαίρετος τῶν θείων ἐκείνων εὐαγγελιστῶν εἴρηκεν· Ἔστι, φησί, καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἐν τούτῳ οὖν τῷ θειοτάτῳ Εὐαγγελίῳ ἐμφέρεται τῆς τε σαρκώσεως, τῆς τε ἀναδείξεως, τῶν τε θαυμάτων, τῶν τε πραγμάτων αὐτοῦ ἡ ἱστορία Πνεύματι Θεοῦ γεγραμμένη, ἔπειτα καὶ περὶ τοῦ ἀχράντου πάθους οὗπερ ὑπέμεινε δι' ἡμᾶς ὁ Κύριος, τῆς τε ἁγίας καὶ τριημέρου ἐγέρσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, πρὸς δὲ καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ δευτέρας παρουσίας. μέλλει γὰρ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, μετὰ δόξης ἀρρήτου καὶ πλήθους τῆς οὐρανίου στρατιᾶς, κρῖναι τὸ γένος ἡμῶν καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τὸν γὰρ ἄνθρωπον ἐξ ἀρχῆς ὁ Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν, ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη,
And they handed down to us in writing, after the glorious ascent of the Master into the heavens, his teachings and his miracles from his life on earth, committing them to writing as far as was possible. For thus, near the end of his account, that preeminent one of those divine evangelists has said: "There are," he says, "also many other things which Jesus did, which if they were written one by one, I suppose that not even the world itself could contain the books that would be written." In this most divine Gospel, therefore, is contained the history of his incarnation, his manifestation, his miracles, and his deeds, written by the Spirit of God; and then also concerning the immaculate passion which the Lord endured for our sake, and his holy resurrection on the third day, and his ascent into the heavens, and moreover his glorious and fearful second coming. For the Son of God is about to come again upon the earth, with ineffable glory and a multitude of the heavenly host, to judge our race and to render to each according to his works. For God, having formed man from the earth in the beginning, as indeed I have already told you beforehand, breathed into him a breath, which is called a soul rational and intelligent; but since we were condemned to death, we all die, and it is not possible for this cup to pass by any of men; and death is the separation of the soul from the body. That body, then, which was formed from the earth, when separated from the soul, returns to the earth, from which it was also taken,
καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι. εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον· πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας· οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις;
and, being corrupted, it is dissolved; but the soul, being immortal, journeys where the Creator commands, or rather where it itself prepared a dwelling for itself while still with the flesh. For as one has conducted oneself here, so will one receive from there. Then after many ages Christ our God will come to judge the world in fearful and indescribable glory, at whose fear the powers of the heavens will be shaken, and all the armies of the angels stand trembling before him. Then at the voice of an archangel and at the trumpet of God the dead will rise and stand before his fearful throne. And the resurrection is the joining again of soul and body. Therefore the very body, the one being corrupted and dissolved, the very same will rise incorruptible. And let no thought of unbelief about this ever come upon you; for he who from the beginning formed it from the earth is not unable, when it has turned back to the earth from which it was taken, according to the decree of the Creator, to raise it up again. For if you consider how many things God made out of nothing, this will be sufficient proof for you. For taking earth he made man, earth that did not exist before; how then has earth become man? How was this brought forth when it was not? What foundation does it have? How from it were brought forth the countless kinds of irrational creatures, of seeds, of plants? But also now consider our own generation: is not a little seed implanted into the womb that receives it? From where, then, is so great a formation of the living being?
Τῷ οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ· Ἐργασίας γάρ, φησίν, ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῷ παρόντι βίῳ κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνῃρέθησαν· ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῇ καὶ εὐημερίᾳ τὴν παροῦσαν ζωὴν ἀνήλωσαν· ὁ δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται· Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαῖος τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν· ἀλλ' ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα.
To him, then, who created all these things out of nothing and still creates, it is not impossible to raise up from the earth bodies that have died and been corrupted, so that each may receive according to his works. For, he says, the present time is for labor, but the time to come for recompense. For where would the justice of God be, if there were no resurrection? For many, being righteous, having suffered many hardships in the present life and been punished, were violently put to death; and some, being impious and lawless, spent the present life in luxury and prosperity. But God, since he is good and just, has appointed a day of resurrection and examination, so that each soul, receiving back its own body, the wicked one, having received good things here, may be punished there for the sins he committed, and the good one, having been punished here for the sins he committed, may there become an heir of good things. For, says the Lord, those in the tombs will hear the voice of the Son of God, and those who have done good will come forth to a resurrection of life, but those who have practiced evil to a resurrection of judgment, when also thrones will be set, and the Ancient of Days and Creator of all will preside, and books will be opened, having inscribed in them the deeds, the words, and the thoughts of us all, and a river of fire is drawn along, and all hidden things are uncovered. There no advocate, nor persuasiveness of words, nor false defense, nor the power of wealth, nor the bulk of dignities, nor abundant giving of gifts can steal the right judgment; but that impartial and true judge will discern all things by the scales of righteousness, both deed and word and thought.
καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇ ἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ
ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ' ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι' ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς.
And those who have done good will go into eternal life, into the light that cannot be expressed, rejoicing with the angels, enjoying the ineffable good things, and standing pure before the Holy Trinity; but those who have done evil, and all the impious and sinners, will go into eternal punishment, which is called Gehenna and outer darkness, and the worm that never sleeps, and the gnashing of teeth, and countless other torments—or rather, the most grievous of all, to be alienated from God and cast away from his most sweet face, and to be deprived of that glory which cannot be described, and to be made an example before all creation, and to be put to shame with a shame that has no end. For after that dreadful sentence has been given, all things will remain unchangeable and
immutable, neither the bright way of life of the righteous having an end, nor the misery and punishment of sinners receiving a limit; for there is no judge higher than that one, nor defense through second works, nor a term for change, nor any other method for those being punished, since the punishment endures with them forever. Since these things are so, what sort of people ought we to be in holy conduct and pious citizenship, so that we may be deemed worthy to escape the coming threat and to stand at the right hand of the Son of God? For this is the station of the righteous; but to sinners has been allotted the utterly wretched portion on the left.
ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους ἀποκαλῶν ὁ Δεσπότης εἰς τὴν ἀτελεύτητον βασιλείαν εἰσάγει, τοὺς δὲ ἁμαρτωλούς, μετ' ὀργῆς καὶ ἀρᾶς ἐκβαλὼν τοῦ προσώπου αὐτοῦ τοῦ ἡμέρου καὶ γαληνοῦ, τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον, εἰς κόλασιν ἐκπέμπει αἰώνιον. ιχ Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν ἔφη. Μεγάλα τινὰ καὶ θαυμαστὰ πράγματα λέγεις μοι, ἄνθρωπε, φόβου πολλοῦ καὶ τρόμου ἄξια, εἰ ταῦτά γε οὕτως ἔχει, καὶ ἔστι πάλιν, μετὰ τὸ ἀποθανεῖν καὶ εἰς τέφραν καὶ κόνιν διαλυθῆναι, ἀνάστασις καὶ παλιγγενεσία, ἀμοιβαί τε καὶ εὔθυναι τῶν βεβιωμένων. ἀλλὰ τίς ἡ τούτων ἀπόδειξις; καὶ πῶς, τὸ τέως μὴ θεαθὲν μαθόντες, οὕτως ἀραρότως καὶ ἀναμφιλέκτως ἐπιστεύσατε; τὰ μὲν γὰρ ἤδη πραχθέντα καὶ ἔργοις φανερωθέντα, κἂν αὐτοὶ οὐκ εἴδετε, ἀλλὰ τῶν ἱστορησάντων ἠκούσατε· πῶς δέ, καὶ περὶ τῶν μελλόντων τοιαῦτα μεγάλα καὶ ὑπέρογκα κηρύττοντες, ἀσφαλῆ τὴν περὶ αὐτῶν κέκτησθε πληροφορίαν; Καί φησιν ὁ Βαρλαάμ· Ἐκ τῶν ἤδη πραχθέντων ἐκτησάμην καὶ τῶν μελλόντων τὴν πληροφορίαν· οἱ γὰρ ταῦτα κηρύξαντες ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες, ἀλλὰ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι τὰ λεχθέντα ἐμπεδωσάμενοι, αὐτοὶ καὶ περὶ τῶν μελλόντων εἰσηγήσαντο. ὥσπερ οὖν ἐνταῦθα οὐδὲν σκαιὸν καὶ πεπλασμένον ἐδίδαξαν, ἀλλὰ πάντα φαιδρότερον ἡλίου ἔλαμψαν ὅσα τε εἶπον καὶ ἐποίησαν, οὕτω κἀκεῖ ἀληθινὰ ἐδογμάτισαν· ἅτινα καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ δεσπότης Ἰησοῦς Χριστὸς λόγῳ τε καὶ ἔργῳ ἐπιστώσατο.
From there the Master, calling the righteous blessed, leads them into the endless kingdom; but sinners, casting them out with wrath and a curse from his gentle and calm face—the bitterest and harshest thing of all—he sends away into eternal punishment. And Joasaph said to him: You tell me of great and wondrous things, man, worthy of much fear and trembling, if these things are so, and if there is again, after death and dissolution into ashes and dust, a resurrection and regeneration, and recompenses and reckonings for the things that have been lived. But what is the proof of these things? And how, having learned what has not yet been seen, did you believe so firmly and without dispute? For the things already done and made manifest in deeds, even if you did not see them yourselves, yet you heard from those who recorded them; but how is it that, proclaiming such great and exceeding things about the future as well, you possess assured conviction concerning them? And Barlaam says: From the things already done I acquired the conviction also of the things to come; for those who proclaimed these things, having erred in nothing concerning the truth, but having confirmed what was said by signs and wonders and various powers, themselves also set forth the things to come. Just as here they taught nothing crooked or fabricated, but all things they said and did shone brighter than the sun, so also there they taught true doctrines; which our Lord and Master Jesus Christ himself confirmed both by word and by deed.
Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· καὶ αὖθις· Ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· καὶ πάλιν περὶ τῆς ἀναστάσεώς φησι τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσι πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ταῦτα εἰπών, προσέθετο· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Τοιούτοις μὲν λόγοις καὶ ἑτέροις πλείοσι τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ὁ Κύριος ἐφανέρωσεν· ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος.
For, he says, Amen I say to you that the hour is coming in which all who are in the tombs will hear the voice of the Son of God, and those who hear will live; and again: The hour is coming when the dead will hear his voice, and will come forth, those who have done good to a resurrection of life, but those who have practiced evil to a resurrection of judgment; and again concerning the resurrection of the dead he says: Have you not read what was spoken to you by God saying, I am the God of Abraham and the God of Isaac and the God of Jacob? He is not the God of the dead, but of the living; For just as the weeds are gathered and burned with fire, so will it be at the consummation of this age: the Son of God will send his angels and they will gather all the stumbling blocks and those who do lawlessness, and they will cast them into the furnace of fire; there will be the weeping and the gnashing of teeth; then the righteous will shine like the sun in the kingdom of their Father. Having said these things, he added: He who has ears to hear, let him hear. By such words and many others the Lord made manifest the resurrection of our bodies; and by deed he confirmed his words, having raised many dead, and at the end of his sojourn on earth, having called from the tomb a certain Lazarus, his friend, already four days dead and decayed and stinking, and having presented the lifeless one alive. And in addition to these things, the Lord himself became the firstfruits of the perfect resurrection that no longer falls under death, having tasted death in the flesh, and having risen on the third day and become the firstborn of the dead.
ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ' αὖθις
ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι· μόνος δὲ αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν. ταῦτα καὶ οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ ὁ μακάριος Παῦλος, οὗ ἡ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ' οὐρανόθεν γέγονε·
Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ὅτι ἀνάστασις οὐκ ἔστιν; εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἀνομίαις ὑμῶν· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. καὶ μετ' ὀλίγα· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;
For others also were raised from the dead, but they died again and did not succeed in presenting an image of the true resurrection to come; but he alone became the author of that resurrection, being the first raised to the immortal resurrection. These things also those who from the beginning were eyewitnesses and servants of the word proclaimed. For the blessed Paul says, whose calling was not from men but from heaven: I make known to you, brothers, the Gospel which I preached to you; for I delivered to you in the first place what I also received, that Christ died for our sins, according to the Scriptures. But if Christ is proclaimed as raised from the dead, how do some say that there is no resurrection? For if the dead are not raised, neither has Christ been raised; and if Christ has not been raised, our faith is vain, you are still in your sins; if in this life we have hoped in Christ only, we are more pitiable than all men. But now Christ has been raised from the dead, having become the firstfruits of those who have fallen asleep; for since through a man came death, through a man also comes the resurrection of the dead; for just as in Adam all die, so also in Christ all will be made alive. And after a little: For this corruptible must put on incorruption, and this mortal must put on immortality; but when this corruptible puts on incorruption and this mortal puts on immortality, then the word that is written will be fulfilled: Death has been swallowed up in victory; where, O death, is your sting? where, O Hades, is your victory?
καταργεῖται γὰρ τέλεον ἡ τοῦ θανάτου δύναμις τότε καὶ ἀφανίζεται, μηκέτι ὅλως ἐνεργοῦσα, ἀλλ' ἀθανασία λοιπὸν καὶ ἀφθαρσία δίδοται τοῖς ἀνθρώποις αἰώνιος. Ἔσται οὖν, ἔσται ἀναμφιλέκτως ἡ τῶν νεκρῶν ἀνάστασις, καὶ τοῦτο ἀνενδοιάστως πιστεύομεν· ἀλλὰ καὶ ἀμοιβὰς καὶ εὐθύνας τῶν βεβιωμένων γινώσκομεν κατὰ τὴν φοβερὰν ἡμέραν τῆς τοῦ Χριστοῦ παρουσίας, Δι' ἧς οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, ὥς φησί τις τῶν θεηγόρων, Καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν. ὅτι γὰρ ἀμοιβαὶ καὶ εὔθυναι εἰσὶ τῶν ἔργων ἐκεῖ, καὶ οὐδὲν ὅλως τῶν ἀγαθῶν ἢ τῶν πονηρῶν παροφθήσεται, ἀλλὰ καὶ ἔργων καὶ ῥημάτων καὶ ἐνθυμήσεων ἀνταποδόσεις ἀπόκεινται, δῆλον· φησὶ γὰρ ὁ Κύριος· Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦν μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. καὶ πάλιν λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τί τοῦτο λέγων;
For the power of death is then completely abolished and vanishes away, no longer working at all, but immortality and incorruption are henceforth given to men eternally. Therefore there will be, there will be beyond dispute the resurrection of the dead, and this we believe without hesitation; but we also know that there are recompenses and accountings for the things we have lived, on the fearful day of the coming of Christ, through which the heavens being on fire shall be dissolved and the elements burning shall melt, as one of the divinely inspired says, and we look for new heavens and a new earth according to his promise. For that there are recompenses and accountings for works there, and that nothing at all of good or evil things shall be overlooked, but that repayments are laid up for works and words and thoughts, is clear; for the Lord says: Whoever shall give one of these little ones only a cup of cold water in the name of a disciple, he shall by no means lose his reward. And again he says: When the Son of man shall come in his glory, and all the holy angels with him, then shall all the nations be gathered before him, and he shall separate them from one another, as the shepherd separates the sheep from the goats, and he shall set the sheep on his right hand, but the goats on the left; then shall the king say to those on his right hand: Come, you who are blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world; for I was hungry and you gave me to eat, I was thirsty and you gave me to drink, I was a stranger and you took me in, naked and you clothed me, I was sick and you visited me, I was in prison and you came to me. What is he saying by this?
τὰς γινομένας παρ' ἡμῶν εἰς τοὺς δεομένους εὐποιΐας ἑαυτῷ οἰκειούμενος. καὶ ἐν ἑτέρῳ λέγει· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἰδοὺ διὰ πάντων τούτων καὶ ἄλλων πλειόνων ἐδήλωσε βεβαίας εἶναι καὶ ἀσφαλεῖς τὰς ἀμοιβὰς τῶν ἀγαθῶν ἔργων· ἀλλὰ καὶ τῶν ἐναντίων εὐθύνας ἀποκεῖσθαι προκατήγγειλε διὰ παραβολῶν θαυμασίων καὶ ἐξαισίων, ἃς ἡ πηγὴ τῆς σοφίας πανσόφως διηγήσατο· ποτὲ μὲν πλούσιόν τινα παρεισάγων πορφύραν καὶ βύσσον ἐνδεδυμένον, καὶ καθ' ἡμέραν λαμπρῶς εὐφραινόμενον, ἀμετάδοτον δὲ καὶ ἀνηλεῆ πρὸς τοὺς δεομένους ὑπάρχοντα, ὡς καὶ
πτωχόν τινα Λάζαρον ὀνόματι πρὸς τὸν πυλῶνα αὐτοῦ βεβλημένον παραβλέπειν, καὶ οὐδὲ αὐτῶν τῶν τῆς τραπέζης αὐτοῦ ψιχίων ἐπιδιδόναι αὐτῷ· ἀποθανόντων οὖν ἀμφοτέρων, ὁ μὲν πένης ἐκεῖνος καὶ ἡλκωμένος ἀπηνέχθη, φησίν, εἰς τὸν κόλπον Ἀβραάμ, τὴν τῶν δικαίων συναυλίαν οὕτω δηλώσας· ὁ δὲ πλούσιος παρεδόθη φλογὶ πικρᾶς βασάνου ἐν τῷ ᾅδῃ· πρὸς ὃν Ἀβραὰμ ἔλεγεν· Ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἑτέρωθι δὲ παρεικάζων τὴν τῶν οὐρανῶν βασιλείαν, λέγει· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, τὴν μέλλουσαν εὐφροσύνην καὶ λαμπρότητα οὕτω δηλῶν. πρὸς ἀνθρώπους γὰρ ταπεινοὺς καὶ τὰ ἐπίγεια φρονοῦντας τὸν λόγον ποιούμενος ἐκ τῶν συνήθων αὐτοῖς καὶ γνωρίμων ἐδίδου τὰς παραβολάς. οὐ μέντοι δὲ γάμους καὶ τραπέζας ἐν ἐκείνῳ παρεδήλου τῷ αἰῶνι εἶναι·
He appropriates to himself the good deeds done by us to those in need. And in another place he says: Everyone who confesses in me before men, I also will confess in him before my Father who is in heaven. Behold, through all these things and many others he has shown that the rewards of good works are firm and sure; but he also foretold beforehand, through wonderful and extraordinary parables, that the reckonings for the opposite deeds are laid up in store—parables which the fount of wisdom recounted with all wisdom: at one time introducing a certain rich man clothed in purple and fine linen, and feasting splendidly every day, but ungenerous and merciless toward those in need, so that he even overlooked a certain poor man named Lazarus cast at his gate, and did not give him even the crumbs from his table. When both had died, then, that poor man, covered with sores, was carried, he says, into the bosom of Abraham—thus indicating the assembly of the righteous; but the rich man was delivered to the flame of bitter torment in Hades. To him Abraham said: You received your good things in your life, and Lazarus likewise the evil things; but now he is comforted, and you are in agony. Elsewhere, likening the kingdom of heaven, he says: The kingdom of heaven is like a certain king who made a wedding for his son—thus indicating the future gladness and splendor. For since he was addressing men who are lowly and mind earthly things, he gave the parables drawn from things familiar and known to them. He did not, however, thereby indicate that there are weddings and banquets in that age;
ἀλλὰ τῇ αὐτῶν συγκαταβαίνων παχύτητι, τοιούτοις ὀνόμασι κέχρηται, γνωρίσαι αὐτοῖς τὰ μέλλοντα βουλόμενος. πάντας μὲν οὖν, φησί, συνεκάλεσεν ὁ βασιλεὺς ὑψηλῷ κηρύγματι συνελθεῖν εἰς τοὺς γάμους καὶ ἐμφορηθῆναι τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων· πολλοὶ δὲ τῶν κεκλημένων ἀμελήσαντες οὐκ ἀπῆλθον, ἀλλ', ἀπασχολήσαντες ἑαυτούς, οἱ μὲν εἰς ἀγρούς, οἱ δὲ εἰς ἐμπορίας, οἱ δὲ εἰς νεονύμφους γυναῖκας, ἀπεστέρησαν ἑαυτοὺς τῆς λαμπρότητος τοῦ νυμφῶνος. ἐκείνων δὲ ἐθελοντὶ ἀλλοτριωθέντων τῆς τερπνῆς εὐφροσύνης, ἄλλοι προσεκλήθησαν· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. οἱ μὲν οὖν παραιτησάμενοι καὶ μηδόλως τῆς κλήσεως ὑπακούσαντες εἰσὶν οἱ μὴ προσδραμόντες τῇ τοῦ Χριστοῦ πίστει, ἀλλ' εἴτε τῇ εἰδωλολατρείᾳ, εἴτε αἱρέσει τινὶ ἐμμείναντες· ὁ δὲ μὴ ἔχων τὸ τοῦ γάμου ἔνδυμα ἐστὶν ὁ πιστεύσας μέν, πράξεσι δὲ ῥυπαραῖς τὸ νοητὸν ἔνδυμα κηλιδώσας, ὃς καὶ δικαίως ἐξεβλήθη τῆς χαρᾶς τοῦ νυμφῶνος. Καὶ ἄλλην δὲ παραβολὴν ταύτῃ συνᾴδουσαν παρέθηκε, δέκα τινὰς παρθένους τυπώσας, Ὧν αἱ μὲν πέντε ἦσαν φρόνιμοι, αἱ δὲ πέντε μωραί. αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον·
But condescending to their coarseness, he used such names, wishing to make known to them the things to come. All, then, he says, the king summoned with a lofty proclamation to come to the wedding and to be filled with those ineffable good things. But many of those called, paying no heed, did not go, but occupied themselves, some with fields, some with commerce, some with newly wedded wives, and deprived themselves of the splendor of the bridal chamber. And when those had willingly alienated themselves from that delightful festivity, others were called in; and the wedding was filled with those reclining at table. And when the king came in to see those reclining at table, he saw there a man not clothed in a wedding garment, and he says to him: Friend, how did you enter here not having a wedding garment? But he was silenced. Then the king said to the servants: Bind his hands and feet, take him up, and cast him into the outer darkness; there will be weeping and gnashing of teeth. Those, then, who refused and in no way obeyed the call are those who did not run to the faith of Christ, but remained either in idolatry or in some heresy; and he who does not have the wedding garment is the one who has believed indeed, but has stained the intelligible garment with filthy deeds, and who was justly cast out from the joy of the bridal chamber. And he set forth another parable in harmony with this, prefiguring certain ten virgins, of whom five were wise and five foolish. These foolish ones, having taken their lamps, did not take oil with them; but the wise took oil.
διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ· διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι· Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν· ὁ δέ, φησίν, ἀποκριθεὶς εἶπεν· Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. εἶπεν γὰρ ὁ Σωτήρ· Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις· Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί· διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας. συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος διδάσκει Παῦλος· Ζῶν γάρ, φησίν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε
By the oil he signifies the acquisition of good works. "But at midnight," he says, "a cry arose: Behold, the bridegroom comes; go out to meet him"—by the midnight he sets forth the uncertainty of that day. Then all those virgins arose. Those who were ready went out to meet the bridegroom, and entered with him into the wedding, and the door was shut; but those who were not ready, whom he rightly called foolish, seeing their lamps going out, went away to buy oil. And when they came, the door already being shut, they cried out, saying: "Lord, lord, open to us"; but he, he says, answered and said: "Amen, I say to you, I do not know you." By all these things, then, it is clear that there is a recompense not only for contrary deeds, but also for words and for the very thoughts themselves. For the Savior said: "I say to you that every idle word that men shall speak, they shall give an account of it in the day of judgment." And again: "But of you," he says, "even the hairs of your head are numbered"—by the hairs signifying the most minute of reasonings and thoughts. And in harmony with these things the blessed Paul also teaches: "For," he says, "the word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the division of soul and
καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Ταῦτα καὶ οἱ προφῆται πρὸ χρόνων πολλῶν τῇ τοῦ Πνεύματος λαμπόμενοι χάριτι ἀριδηλότατα κατήγγειλαν. φησὶ γὰρ ὁ Ἠσαΐας· Ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς ἐπίσταμαι καὶ ἀνταποδώσω αὐτοῖς· ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου. καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μὲν ἐνώπιόν μου· καὶ ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, λέγει Κύριος, καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. καὶ αὖθις περὶ τῆς ἡμέρας ἐκείνης λέγει· Καὶ εἰληθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλα ἐξ ἀμπέλου· ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται, ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ πάλιν λέγει· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·
and of spirit, of joints and marrow, and discerning the thoughts and intents of the heart; and there is no creature hidden from his sight, but all things are naked and laid bare to his eyes, to whom our account is due.
These things also the prophets, illuminated long ages before by the grace of the Spirit, proclaimed most clearly. For Isaiah says: I know their works and their thoughts, and I will repay them; behold, I come to gather all nations and tongues, and they shall come and see my glory. And there shall be a new heaven and a new earth, which I make before me; and all flesh shall come to worship before me, says the Lord, and they shall go out and see the limbs of the men who have transgressed against me; for their worm shall not die, and their fire shall not be quenched, and they shall be a sight to all flesh. And again concerning that day he says: And the heaven shall be rolled up as a book, and all the stars shall fall as leaves from a vine; for behold, the day of the Lord comes, incurable in fury and wrath, to make the whole inhabited world desolate and to destroy the sinners from it; for the stars of heaven and Orion and all the host of heaven shall not give their light, and the sun shall be darkened at its rising, and the moon shall not give her light; and I will destroy the insolence of the lawless and the insolence of the proud I will bring low. And again he says: Woe to those who draw their sins after them as with a long rope and their iniquities as with the strap of a yoke;
οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες, οἱ ἐκκλίνοντες κρίσιν πτωχῶν καὶ ἁρπάζοντες κρῖμα πενήτων, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καὶ πρὸς τίνα καταφεύξονται τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψουσι τὴν δόξαν αὐτῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτῳ συνᾴδων καὶ ἕτερος προφήτης φησίν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχινὴ σφόδρα· φωνὴ ἡ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς· καὶ ἐκθλίψω τοὺς πονηρούς, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου· ἐν πυρὶ γὰρ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. πρὸς τούτοις καὶ Δαυῖδ ὁ βασιλεὺς καὶ προφήτης βοᾷ·
Woe to those who call evil good and good evil, who put darkness for light and light for darkness, who put bitter for sweet and sweet for bitter. Woe to you who are mighty, you rulers, who mix strong drink, who justify the wicked for the sake of gifts and take away the justice of the righteous, who turn aside the judgment of the poor and snatch away the cause of the needy, so that for them the widow becomes a prey and the orphan a spoil. And what will they do in the day of visitation? And to whom will they flee for help? And where will they leave their glory, that they not fall into captivity? As stubble is burned by a coal of fire and consumed by a blazing flame, their root shall be as dust, and their flower shall rise up as chaff; for they did not will the law of the Lord of Hosts, but provoked the oracle of the Holy One of Israel. In harmony with this another prophet also says: Near is the great day of the Lord, near and very swift; the voice of the day of the Lord is bitter and hard, appointed; that day is a day of wrath, a day of tribulation and distress, a day of misery and destruction, a day of darkness and gloom, a day of cloud and mist, a day of trumpet and cry; and I will afflict the wicked, and they shall walk as blind men, because they have sinned against the Lord; and their silver and their gold shall not be able to deliver them in the day of the wrath of the Lord; for by the fire of his zeal all the earth shall be consumed, because he will make an end upon all who dwell upon the earth. In addition to these, David the king and prophet cries out:
Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. καὶ αὖθις· Ἀνάστα, φησίν, Θεός, κρῖνον τὴν γῆν, ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι· καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ὅ τε ψαλμῳδὸς καὶ πάντες οἱ προφῆται τῷ θείῳ πνεύματι μυηθέντες περὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως ἐκήρυξαν· ὧν τοὺς λόγους καὶ ὁ Σωτὴρ ἀσφαλέστατα βεβαιώσας, ἐδίδαξεν ἡμᾶς πιστεύειν ἀνάστασιν νεκρῶν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων ζωήν τε ἀτελεύτητον τοῦ μέλλοντος αἰῶνος.
χ Ὁ δὲ Ἰωάσαφ, κατανύξεως πολλῆς ἐπὶ τούτοις πληρωθείς, σύνδακρυς ὅλος ἦν. καὶ φησὶ πρὸς τὸν γέροντα· Πάντα μοι σαφῶς ἐγνώρισας, καὶ ἀσφαλῶς διεξῆλθες τὴν φρικτὴν ταύτην καὶ θαυμαστὴν διήγησιν. τούτων οὖν προκειμένων ἡμῖν, τί χρὴ ποιεῖν, τοῦ ἐκφυγεῖν τὰς ἡτοιμασμένας τοῖς ἁμαρτωλοῖς κολάσεις, καὶ ἀξιωθῆναι τῆς χαρᾶς τῶν δικαίων; Καὶ ὁ Βαρλαὰμ ἀπεκρίνατο· Γέγραπται ὅτι διδάσκοντός ποτε τοῦ Πέτρου τὸν λαόν, ὃς καὶ κορυφαῖος ἐκλήθη τῶν ἀποστόλων, κατενύγησαν τῇ καρδίᾳ, καθάπερ καὶ σὺ σήμερον, καί, εἰπόντων αὐτῶν· Τί ποιήσομεν; ὁ Πέτρος ἔφη πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
God will appear openly, our God, and he will not keep silence. Fire will burn before him, and round about him a violent tempest; he will call the heaven above and the earth, to judge his people. And again: Arise, he says, O God, judge the earth, for the thought of man will confess to you; and you will render to each according to his works. And many other such things both the psalmist and all the prophets, initiated by the divine Spirit, proclaimed concerning the coming judgment and recompense; whose words the Savior also most securely confirmed, and taught us to believe in the resurrection of the dead and the recompense of the life that has been lived, and the unending life of the age to come.
But Joasaph, filled with great compunction at these things, was all in tears. And he says to the elder: You have made all things clear to me, and you have safely gone through this fearful and wondrous account. Since these things then lie before us, what must one do, to escape the punishments prepared for sinners, and to be deemed worthy of the joy of the righteous? And Barlaam answered: It is written that when Peter, who was also called the chief of the apostles, was teaching the people, they were cut to the heart, just as you also are today, and, when they said: What shall we do? Peter said to them: Repent, and let each of you be baptized for the forgiveness of sins, and you will receive the gift of the Holy Spirit. For the promise is for you and for your children and for all who are far off, as many as the Lord our God may call.
ἰδοὺ οὖν καὶ ἐπὶ σὲ ἐξέχεε τὸ πλούσιον ἔλεος αὐτοῦ, καὶ προσεκαλέσατό σε, τὸν μακρὰν αὐτοῦ τῇ γνώμῃ ὑπάρχοντα καὶ ἀλλοτρίοις λατρεύοντα οὐ θεοῖς, ἀλλὰ δαίμοσιν ὀλεθρίοις καὶ ξοάνοις κωφοῖς καὶ ἀναισθήτοις. διὸ καὶ πρὸ πάντων πρόσελθε τῷ κεκληκότι, παρ' οὗ λήψῃ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῆ τὴν γνῶσιν. εἰ δὲ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ Θεοῦ κρίσει ἀπόκληρος ἔσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς· οὕτω γὰρ καὶ ὁ αὐτὸς ἀπόστολος Πέτρος πρός τινα τῶν μαθητῶν λελάληκεν. ἐγὼ δὲ πιστεύω ὅτι καὶ ὑπήκουσας τῆς κλήσεως, καὶ ἔτι τρανότερον ὑπακούσας ἀρεῖς τὸν σταυρὸν καὶ ἀκολουθήσεις τῷ καλοῦντί σε Θεῷ καὶ Δεσπότῃ, ὃς προσκαλεῖταί σε ἀπὸ θανάτου εἰς ζωὴν καὶ ἀπὸ σκότους εἰς φῶς. τῷ ὄντι γὰρ ἡ τοῦ Θεοῦ ἄγνοια σκότος ἐστὶ καὶ θάνατος ψυχῆς, καὶ τὸ δουλεύειν εἰδώλοις ἐπ' ὀλέθρῳ τῆς φύσεως πάσης μοι δοκεῖ εἶναι ἀναισθησίας καὶ ἀφροσύνης ἐπέκεινα. Οὓς τίνι ὁμοιώσω, καὶ ποταπήν σοι εἰκόνα τῆς τούτων ἀβελτηρίας παραστήσω; ἀλλά σοι παραθήσω ὑπόδειγμα παρά τινος ἀνδρὸς σοφωτάτου λεχθὲν πρός με.
Behold, then, he has poured out his abundant mercy even upon you, and has called you, who by your own judgment were far from him and were serving not gods but destructive demons and deaf and senseless idols. Therefore, before all things, draw near to the one who has called you, from whom you will receive unerring knowledge of things visible and invisible. But if, after being called, you do not wish it or you delay, by the just judgment of God you will be excluded, not being willed because you did not will it; for thus the same apostle Peter also spoke to one of the disciples. But I believe that you have already obeyed the call, and that, having obeyed still more clearly, you will take up the cross and follow the God and Master who calls you, who calls you from death to life and from darkness to light. For truly the ignorance of God is darkness and the death of the soul, and to serve idols to the destruction of all nature seems to me to be beyond insensibility and folly. To what shall I liken them, and what sort of image of their stupidity shall I set before you? But I will set before you an example spoken to me by a certain very wise man.
Ἔλεγε γὰρ ὅτι Ὅμοιοί εἰσιν οἱ τῶν εἰδώλων προσκυνηταὶ ἀνθρώπῳ ἰξευτῇ, ὃς κατέσχεν ἓν τῶν σμικροτάτων στρουθίων· ἀηδόνα τοῦτο καλοῦσι. λαβὼν δὲ μάχαιραν τοῦ σφάξαι αὐτὸ καὶ φαγεῖν, ἐδόθη τῇ ἀηδόνι φωνὴ ἔναρθρος. καί φησι πρὸς τὸν ἰξευτήν· Τί σοι ὄφελος, ἄνθρωπε, τῆς ἐμῆς σφαγῆς; οὐ δυνήσῃ γὰρ δι' ἐμοῦ τὴν σὴν ἐμπλῆσαι γαστέρα. ἀλλ' εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, δώσω σοι ἐντολὰς τρεῖς, ἃς φυλάττων μεγάλα παρ' ὅλην σου τὴν ζωὴν ὠφεληθήσῃ. ὁ δέ, θαμβηθεὶς τῇ ταύτης λαλιᾷ, ἐπηγγείλατο, εἰ καινόν τι παρ' αὐτῆς ἀκούσειε, θᾶττον ἐλευθερῶσαι τῆς κατοχῆς. ἐπιστραφεῖσα δὲ ἡ ἀηδὼν λέγει τῷ ἀνθρώπῳ· Μηδέποτέ τινος τῶν ἀνεφίκτων ἐπιχειρήσῃς ἐφικέσθαι, καὶ μὴ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι, καὶ ἄπιστον ῥῆμα πώποτε μὴ πιστεύσῃς. ταύτας δὴ τὰς τρεῖς ἐντολὰς φύλαττε, καὶ εὖ σοι γένηται. ἀγάμενος δὲ ὁ ἀνὴρ τὸ εὐσύνοπτον καὶ συνετὸν τῶν ῥημάτων, λύσας αὐτὴν τῶν δεσμῶν κατὰ τοῦ ἀέρος ἐξαπέστειλεν. ἡ οὖν ἀηδὼν θέλουσα μαθεῖν εἰ ἐπέγνω ὁ ἀνὴρ τῶν λεχθέντων αὐτῷ ῥημάτων τὴν δύναμιν καὶ εἰ ἐκαρπώσατό τινα ὠφέλειαν, λέγει πρὸς αὐτὸν ἱπταμένη ἐν τῷ ἀέρι· Φεῦ σου τῆς ἀβουλίας, ἄνθρωπε, ὁποῖον θησαυρὸν σήμερον ἀπώλεσας· ὑπάρχει γὰρ ἐν τοῖς ἐγκάτοις μου μαργαρίτης, ὑπερέχων τῷ μεγέθει στρουθοκαμήλου ὠόν. ὡς οὖν ἤκουσε ταῦτα ὁ ἰξευτής, συνεχύθη τῇ λύπῃ μεταμελόμενος ὅτι ἐξέφυγεν ἡ ἀηδὼν ἐκείνη τὰς χεῖρας αὐτοῦ· καί, πειρώμενος αὖθις κατασχεῖν αὐτήν, εἶπε· Δεῦρο ἐν τῷ οἴκῳ μου, καί, φιλοφρονησάμενός σε καλῶς, ἐντίμως ἐξαποστελῶ. ἡ δὲ ἀηδὼν ἔφη αὐτῷ· Νῦν ἔγνων ἰσχυρῶς ἀνοηταίνειν σε·
For he used to say that the worshippers of idols are like a fowler who caught one of the smallest sparrows—this they call a nightingale. And taking a knife to slaughter it and eat it, a articulate voice was given to the nightingale. And it says to the fowler: What profit is my slaughter to you, man? For you will not be able through me to fill your belly. But if you release me from my bonds, I will give you three commandments, which if you keep you will be greatly benefited throughout your whole life. And he, astonished at its speech, promised, if he should hear something new from it, to release it from its captivity more quickly. And the nightingale, turning, says to the man: Never attempt to attain any of the unattainable things, and do not regret a matter that has passed, and never believe an incredible word. Keep these three commandments, and it will go well with you. And the man, admiring the conciseness and wisdom of the words, released it from its bonds and sent it off into the air. So the nightingale, wishing to learn whether the man understood the power of the words spoken to him and whether he reaped any benefit, says to him as it flies in the air: Alas for your folly, man, what a treasure you have lost today; for there is in my entrails a pearl exceeding in size an ostrich's egg. When therefore the fowler heard these things, he was confounded with grief, regretting that that nightingale had escaped his hands; and, trying again to catch it, he said: Come to my house, and, having treated you kindly, I will send you off with honor. And the nightingale said to him: Now I have known that you are exceedingly foolish.
δεξάμενος γὰρ τὰ λεχθέντα σοι προθύμως καὶ ἡδέως ἀκούσας, οὐδεμίαν ἐξ αὐτῶν ὠφέλειαν ἐπεκτήσω. εἶπόν σοι μὴ μεταμελεῖσθαι ἐπὶ πράγματι παρελ θόντι· καὶ ἰδοὺ
συνεχύθης τῇ λύπῃ ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾷ κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην· ἀλλ' ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου, καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῷ μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί;
Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις· εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν αὐτῶν, καὶ προσκυνοῦσιν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες· Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ' αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείᾳ, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας· καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο φύλακες καὶ σωτῆρες; τί γάρ, φησίν, ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κατακενοῦσι χρήματα, στήλας τοῖς δαίμοσι καὶ ἀγάλματα ἐγεῖραι, καὶ φληναφοῦσιν ἀγαθῶν παρόχους αὐτοὺς ὑπάρχειν, αἰτοῦντες παρ' αὐτῶν λαβεῖν ἅπερ οὔτε πώποτε ἐκτήσαντο, οὔτε μὴν ἔτι κτήσονται. διὸ γέγραπται·
For though you received what was said to you eagerly and heard it with pleasure, you gained no benefit from it. I told you not to regret a thing that is past; and behold, you were confounded with grief because they escaped your hands, regretting a thing that is past. I enjoined you not to attempt to reach the unreachable, and you try to seize me, though you are unable to attain to my course. Besides this, I charged you not to believe an incredible word; but behold, you believed that there exists within my inward parts a pearl exceeding the measure of my age, and you did not think to understand that I in my entirety am not equal to the size of an ostrich's eggs—so how did I contain such a pearl within me?
In this way, then, those who trust in idols are also foolish; for they made them with their own hands, and they worship what their fingers fashioned, saying, "These are our fashioners." How, then, do they regard as fashioners those who were made and molded by them? But even while keeping them safe, so that they not be plundered by thieves, they are called guardians of their own salvation—and yet how great is this folly, and that they do not know that, being unable to guard and help themselves, how could they become guardians and saviors of others? For why, it says, do they seek the dead on behalf of the living? They squander money to raise steles and statues to the demons, and they babble that these are providers of good things, asking to receive from them what they never at any time possessed, nor indeed will they ever possess. Therefore it is written:
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς· οἵτινες, φησί, μισθωσάμενοι χρυσοχόον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτοῖς. αἴρουσιν αὐτὰ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτὰ ἐπὶ τοῦ τόπου, μενεῖ ἐν αὐτῷ, οὐ μὴ κινηθῇ. καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτά, οὐ μὴ εἰσακούσῃ αὐτοῦ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Διὸ αἰσχύνθητε αἰσχύνην αἰώνιον, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστὲ θεοὶ ἡμῶν. Ἔθυσαν γάρ, φησί, δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστὶ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ἐκ ταύτης οὖν τῆς πονηρᾶς γενεᾶς καὶ ἀπίστου προσκαλεῖταί σε Κύριος, λέγων σοι· Ἔξελθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητι, καὶ ἀκαθάρτου μὴ ἅψῃ, ἀλλὰ σώθητι ἐκ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης· ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἡ γὰρ πολυαρχία τῶν παρ' ὑμῖν θεῶν καὶ ἄτακτον καὶ στασιῶδες καὶ παντελῶς ἀνύπαρκτον. ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ' εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε·
May those who make them and all who trust in them become like them; who, he says, hired a goldsmith and made handmade things, and bowing down worshiped them. They lift them up on their shoulders and carry them; but if they set them in a place, it will remain there and will not move at all. And whoever cries out to them, they will not hear him at all, nor will they save him from evils. Therefore be ashamed with an everlasting shame, you who trust in carved images, who say to molten images, You are our gods. For, he says, they sacrificed to demons and not to God, to gods whom their fathers did not know; new and recent ones have come, for it is a perverted generation and there is no faith in them. From this evil and faithless generation, then, the Lord calls you, saying to you: Come out from among them and be separate, and do not touch what is unclean, but be saved from this crooked generation; rise up and go, for this is not your rest; for the multiplicity of rule among your gods is both disorderly and seditious and altogether nonexistent. But it is not so with us, nor are there many gods and lords; but one God the Father, from whom are all things and we for him; and one Lord Jesus Christ, through whom are all things and we through him, who is the image of the invisible God, the firstborn of all creation and of all the ages, because in him all things were created, things in the heavens and things on the earth, things visible and things invisible, whether Thrones, or Dominions, or Principalities, or Authorities; all things came to be through him, and without him nothing came to be that has come to be.
καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ' ἑαυτὸ θεωρούμενον· ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ᾧ καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἡ ἐκπόρευσις. οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν ἐν φωτὶ τῷ Ἁγίῳ Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι· καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ὁ ἐν Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Τούτου τῇ χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε ἃ
μεμάθηκα καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῇς, σωθήσῃ· εἰ δὲ ἀπιστήσεις, κατακριθήσῃ. ταῦτα γὰρ ἃ σήμερον ὁρᾷς καὶ οἷς σεμνύνῃ, ἥ τε δόξα καὶ τρυφὴ καὶ ὁ πλοῦτος καὶ πᾶσα ἡ τοῦ βίου ἀπάτη, ὅσον οὔπω παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν. καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτῳ μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας· οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται·
and one Holy Spirit, in whom are all things, the Lord and giver of life, God and making divine, a good Spirit, a right Spirit, a Spirit of comfort, a Spirit of adoption. Each of these is God when contemplated by himself: as the Father and the Son, as the Son and the Holy Spirit; but one God in three, one nature, one kingdom, one power, one glory, one substance, divided only in their persons. For there is one Father, whose own property is unbegottenness; one only-begotten Son, whose own property is generation; one Holy Spirit, whose own property is procession. For thus we, illumined as light from the light of the Father, the Son in the Holy Spirit, glorify one Godhead in three persons; and he is the true and only God, who is known in the Trinity, because from him and through him and to him are all things. By his grace, having learned the things concerning you, I too was sent to teach you what I have learned and kept from the beginning until this gray hair. If therefore you believe and are baptized, you will be saved; but if you disbelieve, you will be condemned. For these things which you see today and in which you take pride—glory and luxury and wealth and all the deceit of life—are passing away before long, and they will cast you out from here even against your will. And the body will be shut up in a tiny tomb, left utterly alone, stripped of all company of friends and kinsmen; and the delights of the world will depart, and great loathsomeness and foul corruption, instead of the beauty and sweet fragrance now, will be poured over it.
τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῇ καταδίκῃ τοῦ ᾅδου, ἕως τῆς τελευταίας ἀναστάσεως, ἡνίκα πάλιν ἀπολαβοῦσα ἡ ψυχὴ τὸ ἑαυτῆς σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ. Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον· Ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας· ἀλλὰ πορεύσῃ πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
They will cast your soul into the nethermost parts of the earth, into the condemnation of Hades, until the final resurrection, when the soul, receiving back its own body, will be cast out from the face of the Lord and delivered to the fire of Gehenna, flaming endlessly. These things will befall you, and far worse than these, if you persist in unbelief. But if you readily obey him who calls you to salvation, and run to him with longing and joy, you will be marked with his light and follow him without turning back, having renounced all things and cleaving to him alone. Hear what manner of safety and gladness you will obtain: If you sit, you will be without fear; and if you sleep, you will slumber sweetly, and you will not fear sudden terror, nor the assaults of the impious demons coming upon you; but you will walk in confidence like a lion, and you will live with gladness and eternal exultation; for upon your head will be gladness and praise, and joy will overtake you, where pain, sorrow, and groaning have fled away. Then your light will break forth early, and your healings will quickly spring up, and your righteousness will go before you, and the glory of God will encompass you. Then you will cry out, and God will hear you; while you are still speaking, he will say: Behold, I am present; for I am he who blots out your iniquities, and I will not remember them. But you, remember, and let us reason together; speak your iniquities, that you may be justified. And if your sins be as scarlet, I will make them white as snow; and if they be as crimson, I will make them white as wool. For the mouth of the Lord has spoken these things.
146 χι Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας· καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή· νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων. Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι. ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι. τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν, τὸ πιστεῦσαι καὶ βαπτισθῆναι, ἢ καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν ὁ Βαρλαάμ· Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα· πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως δίχα. φησὶ γὰρ ὁ Ἀπόστολος· Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις·
Joasaph says to him: All your words are good and wonderful, and I have believed and do believe, having hated all idolatry from my heart; and even before you came to me, my soul was somehow inclined obliquely and wavering toward it; but now I have hated it with a perfect hatred, having learned from you the vanity of these things and the folly of those who worship them. But I long to become a servant of the true God, if indeed he will not reject me, unworthy as I am, because of my transgressions, but will forgive me all things, being a lover of humanity and compassionate, as you teach, and will deem me worthy to become his servant. Now, therefore, I am ready also to receive baptism, and to keep all that you tell me. But what must I do after baptism? And is this alone sufficient for salvation—to believe and be baptized—or must certain other things also be added? And Barlaam says to him: Hear what one must do after baptism: to abstain from every sin and every passion, and to build upon the foundation of the orthodox faith the practice of the virtues, since faith without works is dead, just as works are dead without faith. For the Apostle says: Walk in the Spirit, and you will certainly not fulfill the desire of the flesh; and the works of the flesh are manifest, which are these: adulteries, fornications, uncleannesses, licentiousness, idolatries, sorceries, enmities, strife, jealousies, angers, rivalries, dissensions, heresies, envies, murders, love of money, revilings, love of pleasure, drunkennesses, revelries, pride, and things like these.
ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ὁ δὲ καρπὸς τοῦ πνεύματός
ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ' ἀλλήλων συγκροτούμεναι, εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ' ἐναντίων ἀπέχεσθαι. Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου (τῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματος), διέρχεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ' ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ· καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
These things I foretell to you, just as I also said before, that those who practice such things will not inherit the kingdom of God. But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faith, gentleness, self-control, sanctification of soul and body, humility and contrition of heart, almsgiving, forgetfulness of wrongs, love of humanity, vigilance, exact repentance of all former errors, a tear of compunction, mourning both for one's own sins and for those of one's neighbor, and things like these, which, like certain steps and ladders, clinging to one another and supported by one another, carry the soul up to heaven. Behold, we have been commanded, after baptism, to hold fast to these things and to abstain from the opposite. But if, after receiving the knowledge of the truth, we again take up the former dead works and, like a dog, turn back to its own vomit, what was spoken by the Lord will happen to us. For when, he says, the unclean spirit has gone out of the man (that is, by the grace of baptism), it passes through waterless places, seeking rest, and finds none; and, unable to endure wandering for long without a house and without a hearth, it says: I will return to my house from which I came out. And having come, it finds it swept and adorned, but empty and idle, not having received the working of grace, nor filled itself with the wealth of the virtues. Then it goes and takes with itself seven other spirits more evil than itself; and entering in, they dwell there; and the last state of that man becomes worse than the first.
τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι, καὶ εἰς τὸ ἑξῆς τεῖχος ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν· οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν. ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα· καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς, ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη· ἀλλὰ προσέθετο, Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ. εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς, καθαροὺς τῇ καρδίᾳ, ἀπεχομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν.
For baptism consigns to complete obliteration the handwritten record of all previously committed sins, burying it in the water, and for what follows it is for us a secure wall and a bulwark and a mighty weapon against the array of the enemy. Yet it does not destroy free will, nor does it have forgiveness for sins committed after baptism, nor a second immersion in a second font. For we confess one baptism; and we must guard ourselves with all vigilance, lest we fall into second defilements, but rather lay hold of the commandments of the Lord. For when he said to the Apostles, "Go, make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit," he did not stop there, but added, "Teaching them to observe all that I commanded you." And he commanded them to be poor in spirit, whom he blesses and calls worthy of the kingdom of heaven. Then he instructs them to mourn in the present life, so that we may be deemed worthy of the consolation to come, and to be gentle and always hungering and thirsting for righteousness, and to be merciful and generous in giving, compassionate and sympathetic, pure in heart, abstaining from every defilement of flesh and spirit, peacemakers both toward their neighbors and toward their own soul—evidently by subjecting the worse to the better and, by right judgment, making peace in the ceaseless war between them—and to endure every persecution and every affliction and reproach brought upon us for righteousness' sake and for his name, so that we may be deemed worthy of eternal joy in the radiant distribution of his gifts.
ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ μὲν γὰρ τοῦ Μωσέως νόμος, ὁ πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· ὁ δὲ Χριστός φησιν, ὅτι Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ ὅτι Πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη
ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· τὸν μολυσμὸν τῆς ψυχῆς καὶ τὴν τοῦ πάθους συγκατάθεσιν μοιχείαν καλέσας. ἀλλὰ καὶ τοῦ νόμου τὴν ἐπιορκίαν κωλύοντος, ὁ Χριστὸς οὐδὲ ὅλως ὀμνύειν, πλὴν τοῦ Ναὶ καὶ τοῦ Οὔ, ἐνετείλατο. ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκεῖ· ἐνταῦθα δέ· Ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ, φησί, καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο· τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς·
But also in the world he thus enjoins that our light shine before men, so that they may see, he says, your good works, and glorify your Father who is in the heavens. For the law of Moses, given long ago to the Israelites, says, You shall not murder, you shall not commit adultery, you shall not steal, you shall not bear false witness; but Christ says that everyone who is angry with his brother without cause will be liable to judgment; and whoever says, Fool, will be liable to the Gehenna of fire; and that, If you bring your gift to the altar, and there remember that your brother has something against you, leave your gift there at the altar, and go away and first be reconciled to your brother; and that everyone who looks at a woman to desire her has already committed adultery with her in his heart—calling the defilement of the soul and the consent of the passion adultery. But also, while the law forbids perjury, Christ commanded not to swear at all, except for Yes and No. An eye for an eye and a tooth for a tooth is there; but here: Whoever strikes you on the right cheek, he says, turn to him the other also; and to the one who wishes to go to law with you and take your tunic, leave him your cloak also; and whoever compels you to go one mile, go with him two; give to the one who asks you, and do not turn away from the one who wishes to borrow from you.
ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων· ὃς οὖν τὴν ψυχὴν δοὺς καὶ τὸ σῶμα, δώσει πάντως καὶ τροφὴν καὶ ἔνδυμα, ὁ τὰ πετεινὰ τοῦ οὐρανοῦ τρέφων καὶ τὰ κρίνα τοῦ ἀγροῦ τοιαύτῃ κοσμῶν ὡραιότητι. ζητεῖτε δέ, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. μὴ μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον τὰ ἑαυτῆς μεριμνήσει πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who despitefully use you and persecute you, so that you may become sons of your Father who is in the heavens, for he makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust. Do not judge, so that you may not be judged; forgive, and it will be forgiven you. Do not lay up for yourselves treasures on earth, where moth and decay destroy and where thieves break in and steal; but lay up for yourselves treasures in heaven, where neither moth nor decay destroys and where thieves do not break in or steal; for where your treasure is, there your heart will be also. Do not be anxious for your soul, what you will eat and what you will drink, nor for your body, what you will wear; for your heavenly Father knows that you need all these things. He, then, who gave the soul and the body will certainly give both food and clothing, he who feeds the birds of the heaven and adorns the lilies of the field with such beauty. But seek, he says, first the kingdom of God and his righteousness, and all these things will be added to you. Do not be anxious about tomorrow, for tomorrow will be anxious for its own concerns. Whatever you wish that men should do to you, so also do to them. Enter through the narrow gate, for wide is the gate and broad is the way that leads to destruction, and many are those who enter through it; narrow and constricted is the way that leads to life, and few are those who find it.
οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ἰδοὺ ταῦτα καὶ τὰ τούτοις ὅμοια ἐνετείλατο ὁ Σωτὴρ τοῖς ἀποστόλοις διδάσκειν τοὺς πιστούς· καὶ ταῦτα πάντα ὀφείλομεν φυλάττειν, εἴπερ ποθοῦμεν τῆς τελειότητος ἐπιτυχεῖν καὶ τῶν ἀφθάρτων στεφάνων ἀξιωθῆναι τῆς δικαιοσύνης, οὓς ἀποδώσει Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτὴς πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Λέγει ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Ταύτης οὖν τῆς ἀκριβείας τῶν δογμάτων χρῃζούσης καὶ τὴν ἀκραιφνῆ ταύτην πολιτείαν, ἐὰν μετὰ τὸ βάπτισμα συμβῇ με ἑνὸς ἢ δύο τῶν ἐντολῶν τούτων διαμαρτεῖν, ἆρα διαμαρτάνων ἔσομαι ὅλου τοῦ σκοποῦ, καὶ ματαία ἔσται πᾶσα ἡ ἐλπίς; Ὁ δὲ Βαρλαὰμ ἔφη· Μὴ οὕτως ὑπολάμβανε ταῦτα. ὁ γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος, εἰδὼς τὴν πολλὴν ἀσθένειαν καὶ ταλαιπωρίαν τῆς φύσεως ἡμῶν, οὐδὲ ἐν τούτῳ τῷ μέρει ἀφῆκεν ἡμᾶς ἀνιάτρευτα νοσεῖν· ἀλλ' ὡς πάνσοφος ἰατρὸς τῇ ὀλισθηρᾷ ἡμῶν καὶ φιλαμαρτήμονι γνώμῃ συνέμιξε τὸ φάρμακον τῆς μετανοίας, κηρύξας ταύτην εἰς ἄφεσιν ἁμαρτιῶν.
Not everyone who says to me, Lord, Lord, will enter the kingdom of heaven, but the one who does the will of my Father who is in heaven. Whoever loves father or mother more than me is not worthy of me, and whoever loves son or daughter more than me is not worthy of me; and whoever does not take up his cross and follow after me is not worthy of me. Behold, these things and things like them the Savior commanded the apostles to teach the faithful; and we ought to keep all these things, if indeed we long to attain perfection and to be deemed worthy of the incorruptible crowns of righteousness, which the Lord, the righteous judge, will give in that day to all who have loved his appearing. Joasaph says to the elder: Since this exactness of the doctrines is required, and this undefiled way of life, if after baptism it should happen that I fail in one or two of these commandments, shall I then, by failing, fall short of the whole goal, and will all my hope be in vain? And Barlaam said: Do not suppose this to be so. For the God the Word, who became man for the salvation of our race, knowing the great weakness and wretchedness of our nature, did not in this respect either leave us to be incurably sick; but as an all-wise physician he mixed the medicine of repentance into our slippery and sin-loving disposition, proclaiming it for the forgiveness of sins.
μετὰ γὰρ τὸ λαβεῖν ἡμᾶς τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἁγιασθῆναι δι' ὕδατος καὶ πνεύματος, πάσης τε ἁμαρτίας καὶ παντὸς ῥύπου ἀμογητὶ καθαρθῆναι, ἐὰν συμβῇ ἔν τισι παραπτώμασιν ἡμᾶς ἁμαρτημάτων ἐμπεσεῖν, οὐκ ἔστι μὲν διὰ βαπτίσματος δευτέρα ἀναγέννησις ἐν ὕδατι τῆς κολυμβήθρας διὰ τοῦ πνεύματος ἐγγινομένη καὶ τελείως ἡμᾶς
ἀναχωνεύουσα. τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται· ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον· καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων· καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν ὁ θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν· οὐκ ἔστι γὰρ ἐν τῷ ᾅδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια· ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου πίστεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως ἢ τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι. πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον· ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει. τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται.
For after we have received the knowledge of the truth, and been sanctified through water and the Spirit, and cleansed without toil from every sin and every stain, if it should happen that we fall into certain transgressions of sins, there is no second regeneration through baptism in the water of the font, brought about through the Spirit and completely recasting us. For this gift is given once for all; but through strenuous repentance and fervent tears, toils and sweats, there comes a cleansing and forgiveness of offenses through the tender mercies of our God. For the fountain of tears has also been called a baptism, by the grace of the Master, but one that requires toil and time; and it has saved many from many offenses; since there is no sin that conquers the love of God for mankind, if only we hasten to repent and to wash away the shame of our offenses with tears, and death does not come first and cast us out from here while we are still defiled; for in Hades there is no confession, nor repentance; but as long as we are among the living, with the foundation of the orthodox faith remaining unbroken, even if some part of the building or of the inner structure is loosened, it is possible to renew again by repentance what has been rotted by offenses. For the multitude of God's compassions it is impossible to number, and the greatness of his mercy to measure; but sins and offenses, whatever they may be, are subject to measure and happen to be countable. Our offenses, then, which are subject to measure and number, cannot conquer the unmeasured mercy and the innumerable compassions of God.
Διὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ' ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἡ ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα. πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο ὁ Ἰησοῦς διδάσκειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης· ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας. πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα, εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε·
Therefore we were not commanded to despair over our sins, but to acknowledge the goodness of God, and to condemn the sins for which forgiveness is set before us through the love of humanity of Christ, who shed his own blood for our sins. And from many places of the Scripture we are taught the power of repentance, and especially from the commandments and parables of our Lord Jesus Christ. For from that time, it says, Jesus began to teach and say: Repent, for the kingdom of heaven is at hand. But also in a parable he introduces a certain son, who took his father's substance and departed into a far country, and there squandered everything in prodigality; then, when a famine arose in that country, he went and attached himself to one of the wicked citizens of that very sinful country; who also sent him, it says, into his fields to feed swine—calling the most savage and abominable sin by this name. Having suffered much, therefore, and having been driven to the utmost misery, so as not even to be able to fill his own belly with the foul food of the swine, coming at last, late, to a sense of such shame, he lamented himself and said: How many hired servants of my father abound in bread, but I am perishing with hunger. I will arise and go to my father, and I will say to him: Father, I have sinned against heaven and before you, and I am no longer worthy to be called your son; make me as one of your hired servants. And he arose and came to his father. But he, seeing him from afar, was moved with compassion, and running to him embraced him and affectionately kissed him.
καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει.
Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ' αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν
And having deemed him worthy of his former honor, he made a joyful feast over his recovery, sacrificing the fatted calf. Behold, this parable he expounded to us concerning those who return from sins and fall down in repentance. But he also again makes known a certain good shepherd who had a hundred sheep, and when one was lost, leaving the ninety-nine, he went out in search of the stray, until, having found it and taken it up on his shoulders, he brought it back together with the unerring ones, and calling together his friends and neighbors for a feast over its finding.
Thus, says the Savior, there will be joy in heaven over one sinner who repents, rather than over ninety-nine righteous who have no need of repentance. Indeed, also Peter, the foremost of the disciples, the rock of faith, at the very time of the saving Passion, having been forsaken for a little while by a certain providential abandonment, so that he might know the worthlessness and wretchedness of human weakness, fell into denial
ἐγκλήματι· εἶτ' εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο. ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ' ἀπέγνω ἑαυτόν· ἀλλ' ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τούτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλέους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστεύομεν·
by accusation; then, immediately recalling the words of the Lord, he went out and wept bitterly; and by those fervent tears recovering from his defeat, he wrought a victory that turned the scales. For being experienced in war, even if he had fallen, he was not undone, nor did he despair of himself; but leaping up he brought most bitter tears from a distressed heart; and straightway the enemy, beholding them, as if his eyes were scorched by a most vehement flame, sprang away fleeing far off and wailing terribly. And he who was the chief was chief again, even as he had been appointed teacher of the world, so also he became an example of repentance. And after the divine restoration, Christ, addressing him a third time, said, Peter, do you love me? and thus corrected the threefold denial, the apostle answering, Yes, Lord, you know that I love you. From all these things, then, and from many other examples beyond number, we learn the power of tears and of repentance; only let the manner of this be worthy, let it come from a disposition that loathes sin, hating and condemning it, and making use of tears, as the prophet David says: I labored in my groaning; I will wash my bed every night; I will water my couch with my tears. And for the rest, the cleansing of sins will come through the blood of Christ, in the greatness of his mercy, and in the abundance of the compassions of God, who said: Though your sins be as scarlet, I will make them white as snow, and the rest. These things, then, are so, and so we believe.
χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα· καὶ ὁσάκις ἂν τοῦτο συμβῇ, κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως ἕως τῆς τελευτῆς. Ἐπιστράφητε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός. χιι Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ' ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ· ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ' αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν. Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ' ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι.
After receiving the knowledge of the truth and being deemed worthy of regeneration and adoption and tasting the divine mysteries, one must with all one's power secure oneself against falling. For falling is not fitting for the athlete, since many who fell were unable to rise again: some, having opened the door to the passions and clung to them in a way hard to tear away from, were no longer able to turn back to repentance; others, snatched away beforehand by death and not having had time to wash themselves from the filth of sin through repentance, were condemned. And for this reason falling into any passion whatsoever is dangerous; but if it should happen that one falls, one must leap up at once and stand again for the good contest; and as often as this happens, let that recovery and standing also be immediate, until the end. For return to me, and I will return to you, says the Lord God. To this Joasaph said: How then shall one keep oneself after baptism pure from every sin? For even if, as you say, there is repentance for those who stumble, yet it is with toil and labor, weeping and mourning, which I think are not easily achieved by the many; but rather I would wish to find a way of carefully keeping the commandments of God and not swerving from them, nor, after the forgiveness of former evils, again provoking to anger the most sweet Master and God. And Barlaam said: You have spoken well in this, my lord king; this is also my own heart's desire; but it is laborious and altogether impossible for one who lives among fire not to be smoked.
δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον,
μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα· ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι, τὸ δι' αἵματός φημι καὶ διὰ μαρτυρίου· βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον· δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς· ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν.
It is therefore difficult to set right, and a very steep climb, for one who is bound to the affairs of life and occupied with its cares and tumults, and who lives together with wealth and luxury, to walk without swerving on the road of the Lord's commandments, and to preserve oneself pure from these things. For the Lord says: No one can serve two masters; for either he will hate the one and love the other, or he will hold to the one and despise the other; you cannot serve God and mammon. And his beloved disciple, John the Evangelist and Theologian, also writes in his own epistle thus: Do not love the world,
nor the things in the world; if anyone loves the world, the love of the Father is not in him, because everything in the world—the desire of the flesh and the desire of the eyes and the vainglory of life—is not from the Father, but is from the world. And the world is passing away, and its desire; but the one who does the will of God remains forever. Our divine and God-bearing Fathers, then, having understood these things, and having heard the Apostle say that through many afflictions we must enter the kingdom of heaven, hastened after holy baptism to keep the garment of incorruption blameless and unstained. Hence some of them also undertook to receive another baptism—I mean the one through blood and through martyrdom; for this too has been called a baptism, and indeed a most precious and most venerable one; for it is not defiled by the later stains of sin—which our Lord also, having deigned to undergo for our sake, rightly called a baptism.
ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι.
From this, becoming imitators and zealous followers of him—first his eyewitnesses and disciples and apostles, and then also the whole choir of the holy martyrs—they gave themselves over for the name of Christ to the kings and tyrants who served idols, and endured every kind of punishment, consorting with wild beasts and fire and swords; and having confessed the good confession, having finished the course and kept the faith, they obtained the prizes of righteousness, becoming fellow inhabitants with the angels and co-heirs with Christ. Their virtue shone so greatly that their voice went out into all the earth, and the brightness of their achievements flashed to the ends of the inhabited world. Of these, not only the words and deeds, but also their very blood and bones are full of all holiness, driving out demons with might and granting healings of incurable diseases to those who touch them in faith; and their garments, and whatever else has come near their precious bodies, are forever reverenced by all creation. Concerning these, the account is long to narrate their exploits in detail.
Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν, διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἀρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες· δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι·
Since those savage and beast-like tyrants perished miserably and the persecution ceased, and faithful kings reigned throughout the whole inhabited world, succeeding one another and imitating the zeal and divine longing of those—I mean the martyrs—and wounded in their souls by the same love, they took the greatest care to present their soul and body undefiled to the Lord, cutting off all the activities of the passions and cleansing themselves from every defilement of flesh and spirit. And since they knew that this is accomplished not otherwise but through the keeping of the commandments of Christ, and they perceived that the keeping of the commandments and the practice of the virtues comes with difficulty amid the tumults of the world, they pursued for themselves another kind of life, strange and changed, and, according to the divine voice, leaving all things behind—parents, children, friends, relatives, wealth and luxury—and hating all things in the world, they went off to the deserts like certain fugitives, being destitute, afflicted, tormented, wandering in deserts and mountains and caves and the holes of the earth, removing themselves far from all the pleasant and enjoyable things on earth, and having extreme need even of bread and covering; having labored for these two things: that, not seeing the materials of the passions, they might pull out their desires from the soul root and branch, and, wiping out their memories, might implant in themselves love and longing for things divine and heavenly.
πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι' αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ' αὐτοῖς,
γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται. οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυβέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον· οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ' ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις.
In addition to this, so that by their hardship they might wear out the flesh and become martyrs in their resolve, they might not fail to obtain the glory of those who were perfected through blood, but might themselves also become imitators of the sufferings of Christ, as far as lay in their power, and so be partakers of the unending kingdom. Having thus considered matters most excellently, they took up the solitary and quiet life—some enduring in the open air, afflicted by the scorching heat and bitter cold, by rains and the turmoil of winds; others, having pitched huts for themselves, or having hidden away in caves and dens, lived there. Pursuing virtue in this way, they renounced to the end every fleshly comfort and rest, contenting themselves with a diet of raw vegetables and herbs, or fruits, or dry and exceedingly hard bread—renouncing not only the quality of pleasant things, but by the abundance of their self-control extending their zeal even to the quantity. For they partook even of these cheap and most necessary foods only as much as was enough to keep alive. Some of them, indeed, passing entire weeks of days without food, partook of food on the Lord's day; others remembered this twice a week; others ate every other day, or even each evening, only so much as to taste food. By prayers and vigils they nearly rivaled the life of the angels, having bidden farewell to the possession of gold and silver altogether, and having forgotten that buying and selling exist at all among men.
Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο· οὐδ' αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα. ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργά ζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει, διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος. οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι· κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ' οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι' ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται·
Envy and pride, which are especially accustomed to follow good works, had no place among them. For the lesser one in the labors of asceticism did not at all admit into himself a thought of envy against the one who shone forth more brightly; nor, in turn, did vainglory lift up the one who accomplished great things against the weaker, so as to make him think highly of himself, or to despise his neighbor, or to boast in his asceticism and be proud over his achievements, having deceived him. For the one who had the greater share in virtue, ascribing the whole not to his own labors but to the power of God, with a humble-minded disposition persuaded himself that he had accomplished nothing at all, but was even a debtor of more, as the Lord says: When you have done all the things commanded you, say, "We are unprofitable servants, because we have done what we ought to have done." And again, they did not even persuade themselves that they had ever done the things commanded, but that what was lacking was more than what had already been accomplished. And the one who was lesser in asceticism, perhaps because of bodily weakness, despised himself and counted himself wretched, reckoning his deficiency to be from slackness of will, not from weakness of nature. Thus, then, each was more moderate than the other, and all were more moderate than all; but where among them was the passion of vainglory or of people-pleasing? They who, having fled the inhabited world, for this reason dwell in the desert, wishing to show their achievements not to men but to God, from whom they also hope for the rewards of their achievements, knowing well that ascetic labors performed for vainglory are without reward, for they are done for the praise of men and not for God.
ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες. οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν.
Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίᾳ τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ' ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῷ πλησιάσαντες· οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο· καί, ἑστιῶντες ἀλλήλους γυμνασίᾳ τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον, οἴκαδε
πάλιν ἕκαστος ἐπανέρχονται, τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον. Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον· οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ' ἑνὶ ταξιάρχῃ καὶ προεστῶτι, τῷ πάντων διαφορωτάτῳ, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίρᾳ τῆς ὑπακοῆς ἀποσφάξαντες· καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν, ἀλλ' ᾧ διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν·
Hence such people are doubly wronged, wasting the body and receiving no reward. But those who reach for the glory above and press eagerly toward it have despised all earthly and human things.
Some have their dwellings in complete withdrawal and solitude, completing their struggle, removing themselves from the company of men for their whole lifetime and drawing near to God; others, having pitched their dwellings far from one another, come together on the Lord's Days to one church and partake of the divine mysteries—I mean the bloodless sacrifice, the immaculate body and the precious blood of Christ, which the Lord has given to the faithful for the forgiveness of sins and for the illumination and sanctification of soul and body; and, feasting one another with the exercise of divine words and with moral exhortations, and making public the hidden wars of the adversaries, so that no one may be captured by them through ignorance of the method of the contest, each returns home again, eagerly storing up the honey of virtue in the hives of their hearts, and cultivating fruit most sweet and worthy of the heavenly table. Others pursue the cenobitic life; these, gathering great multitudes of people into the same place, have placed themselves under one commander and superior, the most distinguished of all, slaying every wish of their own with the sword of obedience; and reckoning themselves as purchased slaves willingly, they no longer live for themselves, but for him to whom they have subjected themselves for the longing of Christ;
οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῇ δὲ ἐν αὐτοῖς ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα ἀπαρνησάμενοι. τοῦτο γάρ ἐστιν ἀναχώρησις, κόσμου ἑκούσιον μῖσος, καὶ ἄρνησις φύσεως πόθῳ τῶν ὑπὲρ φύσιν. οὗτοι τοίνυν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς πολιτεύονται, ψαλμοὺς καὶ ὕμνους ὁμοθυμαδὸν τῷ Κυρίῳ ᾄδοντες, καὶ ὁμολογηταὶ τοῖς ἄθλοις τῆς ὑπακοῆς χρηματίζοντες· ἐφ' οἷς καὶ τὸ δεσποτικὸν πληροῦται λόγιον. φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν, οὐκ εἰς τοῦτο τὸ μέτρον τὴν ἐπὶ τῷ ὀνόματι αὐτοῦ συναγωγὴν περικλείσας, ἀλλὰ διὰ τῶν δύο ἢ τριῶν ἀδιόριστον τὸν ἀριθμὸν δηλώσας. εἴτε γὰρ ὀλίγοι, εἴτε πολλοὶ διὰ τὸ ἅγιον αὐτοῦ συναχθῶσιν ὄνομα, αὐτῷ διαπύρῳ λατρεύοντες πόθῳ, ἐκεῖ παρεῖναι τοῦτον πιστεύομεν ἐν μέσῳ τῶν αὐτοῦ δούλων. Τούτοις τοῖς τύποις καὶ ταῖς τοιαύταις ἀγωγαῖς οἱ γήϊνοι καὶ χοϊκοὶ τὸν βίον ἐζήλωσαν τῶν οὐρανίων, ἐν νηστείαις καὶ εὐχαῖς καὶ ἀγρυπνίαις, ἐν δάκρυσι θερμοῖς καὶ ἀμετεωρίστῳ πένθει, ἐν ξενιτείᾳ καὶ μνήμῃ θανάτου, ἐν πραότητι καὶ ἀοργησίᾳ, ἐν σιωπῇ χειλέων, ἐν ἀκτημοσύνῃ καὶ πτωχείᾳ, ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ, ἐν ταπεινόφρονι γνώμῃ καὶ ἡσυχίᾳ, ἐν ἀγάπῃ τελείᾳ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, τὸν παρόντα ἐκτελέσαντες βίον καὶ ἄγγελοι τοῖς τρόποις γενόμενοι. ὅθεν Θεὸς θαύμασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσιν αὐτοὺς κατεκόσμησε, καὶ τὸν φθόγγον τῆς θαυμαστῆς αὐτῶν πολιτείας εἰς τὰ πέρατα διηχεῖσθαι τῆς οἰκουμένης πεποίηκε.
Or rather, to speak more accurately, they live no longer for themselves, but Christ lives in them, whom they followed after renouncing all things. For this is withdrawal: a voluntary hatred of the world, and a denial of nature out of longing for what is above nature. These, then, conduct themselves on earth as angels, singing psalms and hymns with one accord to the Lord, and proving themselves confessors in the contests of obedience; in them the Lord's saying is also fulfilled. For he says: Where two or three are gathered together in my name, there am I in the midst of them, not confining the gathering in his name to this measure, but by the two or three indicating an unlimited number. For whether few or many are gathered in his holy name, serving him with fervent longing, we believe that he is present in the midst of his servants. These patterns and such ways of life the earthly and dust-born have emulated, the life of the heavenly ones, in fastings and prayers and vigils, in warm tears and unwavering mourning, in estrangement and remembrance of death, in meekness and freedom from anger, in silence of the lips, in dispossession and poverty, in chastity and temperance, in humble-mindedness and stillness, in perfect love toward God and neighbor, having completed the present life and become angels in their ways. Therefore God adorned them with wonders and signs and various powers, and caused the report of their marvelous conduct to resound to the ends of the inhabited world.
καὶ εἴπερ σοι τὸν βίον ἑνὸς αὐτῶν ἐπὶ στόματος φέρων κατὰ μέρος διηγήσομαι, ὃς καὶ ἀρχηγὸς γεγενῆσθαι τῆς κατὰ μοναχοὺς πολιτείας λέγεται (Ἀντώνιος δὲ ὄνομα αὐτῷ), γνώσῃ πάντως ἐκ τοῦ ἑνὸς δένδρου τῶν ὁμογενῶν καὶ ὁμοειδῶν καρπῶν τὴν γλυκύτητα, καὶ οἵαν ἐκεῖνος ἔθετο τῆς ἀσκήσεως ὑποβάθραν, οἵαν δὲ τὴν ὀροφὴν ἐπήξατο, καὶ ὁποίων ἠξιώθη παρὰ τοῦ Σωτῆρος τυχεῖν χαρισμάτων. πολλοὶ δὲ καὶ ἄλλοι μετ' ἐκεῖνον τὸν ἴσον ἀγωνισάμενοι ἀγῶνα τῶν ὁμοίων ἔτυχον στεφάνων τε καὶ γερῶν. Μακάριοι οὗτοι καὶ τρισμακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονήσαντες πάντων. ἐδάκρυσαν γὰρ πενθοῦντες ἡμέρας καὶ νυκτός, ἵνα τῆς ἀλήκτου τύχωσι παρακλήσεως· ἐταπείνωσαν ἑαυτοὺς ἑκουσίως, ἵν' ἐκεῖ ὑψωθῶσι· κατέτηξαν τὰς ἑαυτῶν σάρκας πείνῃ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ ἵν' ἐκεῖ διαδέξηται αὐτοὺς ἡ τρυφὴ καὶ ἀγαλλίασις τοῦ παραδείσου· σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν' ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας· καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ' ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο.
And if I set before you the life of one of them, recounting it in detail—he who is said to have been the founder of the monastic way of life (his name was Antony)—you will assuredly know from the one tree the sweetness of the fruits of those of the same race and kind, and what foundation of asceticism he laid, what roof he raised up, and what graces he was deemed worthy to receive from the Savior. And many others after him, having struggled the same struggle, obtained the same crowns and honors. Blessed are these, and thrice-blessed, who loved God and for love of him despised all things. For they wept, mourning day and night, that they might obtain unceasing consolation; they humbled themselves willingly, that they might be exalted there; they wasted their own flesh with hunger and thirst and vigil, that there the delight and exultation of paradise might receive them; they became a dwelling-place of the Holy Spirit through purity of heart, as it is written: I will dwell in them and walk among them; they crucified themselves to the world, that they might stand at the right hand of the Crucified; they girded their loins in truth, and kept their lamps always ready, awaiting the coming of the immortal bridegroom. For having acquired spiritual eyes, they continually foresaw that dreadful hour, and they kept the contemplation of the good things to come and of eternal punishment inseparable from their own hearts; and they strove to labor, that they might not fail of the eternal glory. They became passionless like angels; and now they dance in chorus with those whose life they imitated.
μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην
ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν, οὐκ ἐφικνούμεθα δὲ τῷ ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως, τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν, πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος, πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος·
Blessed are these and thrice-blessed, because with the unerring eyes of the mind they perceived the vanity of things present, and the instability and unevenness of human prosperity, and, having renounced it, they treasured up for themselves eternal goods, and laid hold of the life that never fails nor is cut off by death. These wonderful and holy men, then, we also, the lowly and unworthy, strive to imitate, but we do not attain to the height of their heavenly citizenship of conduct; but, according to what is possible of our weak and wretched power, we trace the outline of their life and have put on their habit, even if we fall short of their deeds; for we know that this divine profession is a cause of sinlessness and a fellow-worker of the incorruption given to us from the divine baptism. And, following the words of those blessed men, we utterly condemn these corruptible and ephemeral things of life, in which it is possible to find nothing firm, nor even, nor standing on the same footing; but all things are vanity and a choice of spirit, bearing many changes in an instant; for they are weaker than dreams and a shadow, and a breeze blowing through the air; the grace is small and for a little while, and not even grace; but a certain error and deceit of the world's wickedness, which we have been taught not to love at all, but rather to hate from the heart. And truly this is hateful and to be shunned:
ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ' ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει· οὓς δ' αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δεινῶς τοὺς ἐπερειδομένους ἐπ' αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ' αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς, αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῇ γῇ καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ' ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. σήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται.
For whatever he grants to his friends, he snatches away again in anger, and sends them stripped of every good thing and clothed in shame, bearing heavy burdens, into eternal affliction. And those whom he again exalts, he swiftly humbles with the utmost misery, making them a footstool and a laughingstock for all their enemies. Such, then, are his favors; such are his gifts. For he is an enemy to his own friends, and a plotter against all who do his will, and he dashes down terribly those who lean upon him, and enervates those who trust in him. He makes covenants with the foolish and false promises, only to draw them to himself; but when they prove unreasonable, he himself is shown to be unreasonable and false, fulfilling nothing of what he agreed. For today, having crushed their throat with sweet foods, tomorrow he makes them all a prey for their enemies. Today he shows a man as a king, and tomorrow delivers him to some wicked slavery; today one abounding in countless good things, tomorrow a beggar and a slave of household slaves. Today he places a crown of glory upon his head; tomorrow he dashes his face to the ground. Today he adorns his neck with the bright honors of dignities; tomorrow he humbles him, bound with iron collars. For a little while he makes him desired by all, but shortly after, strongly hated and abhorred. Today he gladdens him, and tomorrow he melts him away with lamentations and wailings. And hear what end he sets upon these things: he miserably makes those who have loved him inhabitants of Gehenna.
τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων. Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ἀπηνεῖ καὶ πονηρῷ δεσπότῃ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν, καὶ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπειγομένους, τὰς δὲ ψυχὰς ἐῶντας λιμῷ κατατήκεσθαι καὶ μυρίοις ταλαιπωρεῖσθαι κακοῖς, ὁμοίους εἶναι δοκῶ ἀνδρὶ φεύγοντι ἀπὸ προσώπου μαινομένου μονοκέρωτος, ὅς, μὴ φέρων τὸν ἦχον τῆς αὐτοῦ βοῆς καὶ τὸν φοβερὸν αὐτοῦ μυκηθμόν, ἀλλ' ἰσχυρῶς ἀποδιδράσκων τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα, ἐν τῷ τρέχειν αὐτὸν ὀξέως μεγάλῳ τινὶ περιπέπτωκε βόθρῳ· ἐν δὲ τῷ ἐμπίπτειν αὐτῷ, τὰς χεῖρας ἐκτείνας,
Such is his purpose always, such is his disposition, plainly. He neither laments those who have passed, nor pities those who are left behind. For having terribly deceived the former and shut them up in his snares, he tries again to transfer the arts of his knowledge to these, not wishing any to escape his cruel traps. Those, then, who serve such a harsh and wicked master, who in their folly have removed themselves far from the good and philanthropic one, and who gape at present things and are melted in devotion to them, taking no thought at all of things to come, and who rush unceasingly to bodily pleasures while allowing their souls to waste away with hunger and to be worn out by countless evils—these, I think, are like a man fleeing from the face of a raging unicorn, who, unable to bear the sound of its bellowing and its terrible roaring, but fleeing mightily so as not to become its prey, in his swift running has fallen into some great pit; and as he falls into it, stretching out his hands,
καὶ φυτοῦ τινος δραξάμενος, κραταιῶς τοῦτο κατέσχε, καὶ ἐπὶ βάσεώς τινος τοὺς πόδας στηρίξας, ἔδοξεν ἐν εἰρήνῃ λοιπὸν εἶναι καὶ ἀσφαλείᾳ. βλέψας δὲ ὁρᾷ δύο μῦας, λευκὸν μὲν τὸν ἕνα, μέλανα δὲ τὸν ἕτερον, διεσθίοντας ἀπαύστως τὴν ῥίζαν τοῦ φυτοῦ, οὗ ἦν ἐξηρτημένος, καὶ ὅσον οὔπω ἐγγίζοντας ταύτην ἐκτεμεῖν. κατανοήσας δὲ τὸν πυθμένα τοῦ βόθρου, δράκοντα εἶδε φοβερὸν τῇ θέᾳ, πῦρ πνέοντα καὶ δριμύτατα βλοσυροῦντα, τὸ στόμα τε δεινῶς περιχάσκοντα καὶ καταπιεῖν αὐτὸν ἐπειγόμενον. ἀτενίσας δὲ αὖθις τῇ βάσει ἐκείνῃ, ἐφ' ᾗ τοὺς πόδας εἶχεν ἐρηρεισμένους, τέσσαρας εἶδε κεφαλὰς ἀσπίδων τοῦ τοίχου προβεβληκυίας, ἐφ' οὗ ἐπεστήρικτο. ἀναβλέψας δὲ τοὺς ὀφθαλμούς, ὁρᾷ ἐκ τῶν κλάδων τοῦ φυτοῦ ἐκείνου μικρὸν ἀποστάζον μέλι. ἐάσας οὖν διασκέψασθαι περὶ τῶν περιεχουσῶν αὐτῷ συμφορῶν, ὅπως ἔξωθεν μὲν ὁ μονόκερως δεινῶς ἐκμανεὶς ζητεῖ τοῦτον καταφαγεῖν, κάτωθεν δὲ ὁ πικρὸς δράκων κέχηνε καταπιεῖν, τὸ δὲ φυτὸν ὃ περιεδέδρακτο ὅσον οὔπω ἐκκόπτεσθαι ἔμελλε, τούς τε πόδας ἐπ' ὀλισθηρᾷ καὶ ἀπίστῳ βάσει ἐπεστήρικτο· τῶν τοσούτων οὖν καὶ τοιούτων φρικτῶν θεαμάτων ἀλογίστως ἐπιλαθόμενος, ὅλῳ νοῒ μέλιτος ἐκείνου τοῦ μικροῦ γέγονε τῆς ἡδύτητος ἐκκρεμής. Αὕτη ἡ ὁμοίωσις τῶν τῇ ἀπάτῃ τοῦ παρόντος προστετηκότων βίου, ἧσπερ τὴν σαφήνειαν αὐτίκα λέξω σοι. ὁ μὲν μονόκερως τύπος ἂν εἴη τοῦ θανάτου, τοῦ διώκοντος ἀεὶ καὶ καταλαβεῖν ἐπειγομένου τὸ Ἀδαμιαῖον γένος· ὁ δὲ βόθρος ὁ κόσμος ἐστὶ πλήρης ὑπάρχων παντοίων κακῶν καὶ θανατηφόρων παγίδων·
And having grasped a certain plant, he held it fast, and planting his feet on some foundation, he thought that he was henceforth in peace and safety. But looking, he sees two mice, one white and the other black, ceaselessly gnawing at the root of the plant to which he was clinging, and on the point of cutting it through. And having considered the bottom of the pit, he saw a fearsome dragon to behold, breathing fire and glaring most fiercely, and terribly gaping with its mouth and eager to swallow him. And having looked intently again at that foundation on which he had planted his feet, he saw four heads of asps thrust forth from the wall on which he had steadied himself. And lifting up his eyes, he sees from the branches of that plant a little honey dripping. Having therefore let go of considering the calamities that surrounded him—how from outside the unicorn, fiercely enraged, sought to devour him, and from below the bitter dragon gaped to swallow him, and the plant which he had embraced was about to be cut down at any moment, and his feet were planted on a slippery and treacherous foundation—forgetting all these so many and such dreadful sights irrationally, with his whole mind he became dependent on the sweetness of that little honey. This is the likeness of those who are wholly devoted to the deception of the present life, the clarity of which I will presently tell you. The unicorn is a type of death, which always pursues and hastens to overtake the race of Adam; the pit is the world, being full of all kinds of evils and deadly snares.
τὸ φυτὸν δὲ τὸ ὑπὸ τῶν δύο μυῶν ἀπαύστως συγκοπτόμενον, ὃ περιεδέδρακτο, ὁ δίαυλος ὑπάρχει τῆς ἑκάστου ζωῆς, ὁ δαπανώμενος καὶ ἀναλισκόμενος διὰ τῶν ὡρῶν τοῦ ἡμερονυκτίου καὶ τῇ ἐκτομῇ κατὰ μικρὸν προσεγγίζων· αἱ δὲ τέσσαρες ἀσπίδες τὴν ἐπὶ τεσσάρων σφαλερῶν καὶ ἀστάτων στοιχείων σύστασιν τοῦ ἀνθρωπείου σώματος αἰνίττονται, ὧν ἀτακτούντων καὶ ταραττομένων ἡ τοῦ σώματος καταλύεται σύστασις· πρὸς τούτοις καὶ ὁ πυρώδης ἐκεῖνος καὶ ἀπηνὴς δράκων τὴν φοβερὰν εἰκονίζει τοῦ ᾅδου γαστέρα, τὴν μαιμάσσουσαν ὑποδέξασθαι τοὺς τὰ παρόντα τερπνὰ τῶν μελλόντων ἀγαθῶν προκρίνοντας. ὁ δὲ τοῦ μέλιτος σταλαγμὸς τὴν γλυκύτητα ἐμφαίνει τῶν τοῦ κόσμου ἡδέων, δι' ἧς ἐκεῖνος ἀπατῶν τοὺς ἑαυτοῦ φίλους οὐκ ἐᾷ τῆς σφῶν προνοήσασθαι σωτηρίας.
χιιι Ταύτην ὁ Ἰωάσαφ λίαν ἀποδεξάμενος τὴν παραβολήν, ἔφη· Ὡς ἀληθὴς ὁ λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει ὁ καθ' ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. Ὁ δὲ γέρων εἶπεν· Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὧν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρούμενος·
But the plant, ceaselessly cut down by the two mice, which he had embraced, is the course of each man's life, consumed and spent through the hours of the day and night and drawing near little by little to its cutting off. And the four asps signify the constitution of the human body from the four treacherous and unstable elements, and when these are disordered and disturbed, the constitution of the body is dissolved. Moreover, that fiery and savage dragon images the fearsome belly of Hades, eager to receive those who prefer the present pleasures to the good things to come. And the drop of honey shows the sweetness of the world's delights, through which he deceives his own friends and does not allow them to take thought for their salvation.
XIII. Joasaph, having greatly approved this parable, said: How true this word is and altogether most fitting. Do not hesitate, then, always to show me such figures, so that I may know precisely what our life is, and what it becomes for its own friends. And the old man said: Those who have fallen in love with the pleasures of life and been sweetened by its sweetness, preferring the flowing and weak things to the things to come and immovable, are again like a certain man who had three friends, two of whom he honored passionately and clung vehemently to their love, striving even unto death on their behalf and choosing to face danger first;
πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ' ἢ μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῷ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον φίλον, λέγει. Οἶδας, ὦ φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ· νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης.
πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν; καὶ τίς ἡ παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη· Οὐκ εἰμί σου φίλος, ἄνθρωπε· οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ' ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα ἐν τῇ ὁδῷ ᾗ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν ἄλλην παρ' ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι· Μέμνησαι, ὦ ἑταῖρε, ὅσης ἀπήλαυσας παρ' ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης· σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. ὁ δέ φησιν· Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι·
But toward the third he was carried by great contempt, never deeming him worthy of any honor or of the love that was his due, but pretending only some small and worthless friendship toward him. Then in one moment certain fearful and extraordinary soldiers overtake him, hastening with great speed to bring this man before the king, to give an account for a debt of ten thousand talents. And being pressed hard, that man sought a helper able to assist him in the dread reckoning of the king. So running to his first and most genuine friend of all, he says: You know, O friend, that I always set my life on behalf of you; but now I need help on this day of the necessity that grips me.
How much then do you promise to contribute to help me now? And what is the hope that comes to me from you, most dear friend? Answering, then, that one said: I am not your friend, man; I do not know who you are. For I have other dear ones, with whom I must rejoice today, and make them friends for the time to come. But look, I give you two rags, so that you may have these on the road you travel, which will help you not at all. And expect no other hope from me. Hearing these things and despairing of the help he had hoped for from him, he goes to the other friend and says: Do you remember, O companion, how much honor and kindness you enjoyed from me? But today, having fallen into affliction and the greatest misfortune, I need a fellow worker. How much then are you able to labor together with me? Make it known to me from the outset. And he says: I have no leisure today to contend alongside you;
μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ' ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε· καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ὁ ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ, ὃν οὐδέποτε ἐθεράπευσεν, οὐδὲ κοινωνὸν τῆς ἑαυτοῦ εὐφροσύνης προσεκαλέσατο· καί φησι πρὸς αὐτὸν κατῃσχυμμένῳ τε καὶ κατηφιῶντι τῷ προσώπῳ· Οὐκ ἔχω στόμα διᾶραι πρὸς σέ, γινώσκων ἀκριβῶς ὅτι οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε, ἢ προσφιλῶς διατεθέντος σοι. ἀλλ' ἐπεὶ συμφορά με κατέλαβε χαλεπωτάτη, οὐδαμόθεν δὲ τῶν λοιπῶν μου φίλων εὗρον σωτηρίας ἐλπίδα, παρεγενόμην πρὸς σέ, δυσωπῶν, εἰ ἔστι σοι ἰσχύς, μικράν τινα βοήθειαν παρασχεῖν μοι. μὴ οὖν ἀπαγορεύσῃς, μηνίσας μου τῆς ἀγνωμοσύνης. ὁ δέ φησιν ἱλαρῷ καὶ χαρίεντι προσώπῳ· Ναὶ δὴ φίλον ἐμὸν γνησιώτατον ὁμολογῶ σε ὑπάρχειν· καί, τῆς μικρᾶς ἐκείνης μεμνημένος σου εὐποιίας, σὺν τόκῳ σήμερον ἀποδώσω σοι. μὴ φοβοῦ τοίνυν, μηδὲ δέδιθι· ἐγώ σου γὰρ προπορεύσομαι, ἐγὼ δυσωπήσω ὑπὲρ σοῦ τὸν βασιλέα, καὶ οὐ μὴ παραδῶ σε εἰς χεῖρας ἐχθρῶν σου. θάρσει οὖν, προσφιλέστατε, καὶ μὴ λυποῦ. τότε κατανυγεὶς ἐκεῖνος ἔλεγε μετὰ δακρύων· Οἴμοι τί πρῶτον θρηνήσω, καὶ τί κλαύσομαι πρῶτον; τῆς ματαίας μου καταγνώσομαι προσπαθείας εἰς τοὺς ἀμνήμονας καὶ ἀχαρίστους καὶ ψευδεῖς φίλους ἐκείνους;
For I too have fallen into cares and circumstances and am in affliction. Nevertheless I will accompany you a little, even if I shall profit you nothing; and, having returned home quickly, I shall be occupied with my own cares. So the man, having returned from there with empty hands and being at a loss from every side, bewailed himself for the vain hope of his ungrateful friends, and for the useless hardships which he had endured for love of them. He goes then to his third friend, whom he had never served, nor invited as a partner of his gladness; and he says to him with a face ashamed and downcast: I have not the mouth to open to you, knowing precisely that you do not remember me ever having done you a kindness, or having been affectionately disposed toward you. But since a most grievous misfortune has overtaken me, and from nowhere among my remaining friends have I found a hope of safety, I have come to you, entreating, if you have the strength, to provide me some small help. Do not therefore refuse, being angry at my ingratitude. And he says with a cheerful and gracious face: Yes indeed, I acknowledge you to be my most genuine friend; and, remembering that small good deed of yours, today I shall repay you with interest. Do not fear, then, nor be afraid; for I will go before you, I will entreat the king on your behalf, and I will certainly not deliver you into the hands of your enemies. Take courage, then, most beloved, and do not grieve. Then that man, stricken in conscience, said with tears: Woe to me! What shall I lament first, and what shall I weep for first? Shall I condemn my vain attachment to those forgetful and thankless and false friends?
ἢ τὴν φρενοβλαβῆ ταλανίσω ἀγνωμοσύνην, ἥνπερ τῷ ἀληθεῖ τούτῳ καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; Ὁ δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν ὁ Βαρλαάμ· Ὁ πρῶτος φίλος ἂν εἴη ἡ τοῦ πλούτου περιουσία καὶ ὁ τῆς φιλοχρηματίας ἔρως, ἐφ' ᾧ μυρίοις ὁ ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας· ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης· οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου· ἀλλ' ἢ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ', εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, ἢ τὸ σῶμα τοῦ ποτε προσφιλοῦς καλύψαντες τάφῳ. ὁ δ' αὖ τρίτος φίλος ὁ παρεωραμένος καὶ φορτικός, ὁ μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, ὁ τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ ὁ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, ὁ δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς
Or shall I bewail the senseless folly of my ingratitude, which I showed to this true and genuine friend? And Joasaph, receiving this word with wonder, sought its clarification. And Barlaam says: The first friend would be the abundance of wealth and the love of money, on account of which man falls into countless dangers and endures many hardships; but when the final appointed time of death comes, he receives nothing from all those things except the useless rags for his burial. And the second friend is called wife and children and the rest of relatives and household, to whom, clinging in affection, we are hard to tear away, disregarding even our own soul and body for the sake of love of them; but no one has enjoyed any benefit from them in the hour of death; rather, they accompany him only as far as the tomb, following along, and then, immediately turning back, they occupy themselves with their own cares and circumstances, covering the memory of the once-beloved with forgetfulness no less than they cover his body with the grave. And the third friend, the one disregarded and burdensome, the one not approachable but to be shunned and, as it were, to be turned away from—this is the chorus of the best works, such as faith, hope, love, almsgiving, philanthropy, and the remaining company of the virtues, which is able to go before us as we depart from the body, and to entreat the Lord on our behalf, and to rescue us from our enemies