Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄζοντας, καὶ μὴ καταφρονεῖν τῶν ἀνθρώπων, ἀνθρώπους ὄντας. Ὅταν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν. Διὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Πολλοὶ βασιλεῖς ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι
λελυπηκότας λαβόντες, ἄξιον αὐτῶν εἶναι ἐνόμισαν δίκην μὴ ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ τῆς ἐξουσίας ἡ περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν. Οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν· οὐδὲν σφαλερώτερον τοῦ βούλεσθαι διεκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας τὸν ἐχθρὸν, καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος. Ὁ δὲ φεισάμενος, μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς καὶ ἀμείνους κτησάμενος ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκᾷ. Καὶ εἴ ποτε παραπέσῃ τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Περιφανὴς καὶ ἀξιοζήλωτος ἀγαθότης ἐστὶν, δηλαδὴ τὸ ὀρέγειν ἔλεον τοῖς μισοῦσιν ἡμᾶς αἱρουμένοις, καὶ τὴν χεῖρα φέρειν ἐπίκουρον·
It is necessary to be kind to those who have fallen beforehand, and to acquire mercy by mercy. In the misfortunes of others, one must set one's own affairs well, and lend mercy to God, we who need mercy, and not despise men, being men ourselves. When you see your enemy fallen into your hands, do not think that this is a time of punishment, but of salvation. For this reason, one must especially spare enemies when we become their masters. Many kings, having come to power and taken those who had previously grieved them, thought it was worthy of themselves not to exact punishment for their offenses, and the abundance of their authority became an occasion for reconciliation. Nothing is safer than sparing enemies; nothing is more dangerous than wishing to avenge oneself and to defend oneself. Sparing is much greater and more profitable than destroying. For he who destroys his enemy will often condemn himself, and will have an evil conscience, being pursued by that sin every day and hour. But he who spares, having endured a short time, rejoices afterward and lives in luxury, having acquired good and better hopes, and expects the rewards of forbearance from God. And if ever he falls into some terrible circumstance, with great boldness he will demand from God the recompense. Conspicuous and enviable is the goodness, namely, to extend mercy to those who hate us and choose to bring the hand as a helper;
βούλεσθαι δὲ καὶ σώζειν αὐτοὺς, οὐκ ἐμβαίνοντας μᾶλλον, καὶ οἷον κειμένοις ἐποχουμένους, καὶ τῆς ἐνούσης αὐτοῖς ἀθλιότητος καταμειδιῶντας ἀφιλοικτιρμόνως, δρῶντας δὲ μᾶλλον ἐκεῖνα, τὰ δι' ὧν ἔξω γένοιντο παγίδος, ποιουμένους δὲ καὶ λιτὰς ὑπὲρ αὐτῶν πρὸς τὸν τῶν ὅλων ἐξουσιάζοντα. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν προσῆκεν. Οὐ χρὴ ἐπὶ παντὶ πτώματι καὶ πάσῃ ἁμαρτίᾳ ἀνθρώπου ἐπαίρεσθαι, οὐδὲ ἐπιχαίρειν ποτὲ τῷ ὑποσχετλιασθέντι, κἀνεὶ δοκῇ ὁ τοιοῦτος ἐχθρὸς φόνιος εἶναι· μᾶλλον δὲ συμπάσχειν καὶ συναλγεῖν, καὶ εὐχὴν ὑπὲρ αὐτοῦ πρὸς τὸν Θεὸν ποιεῖσθαι, δεδιότα, καὶ πεφρικότα, καὶ διαλογιζόμενον, μήποτε ὁ μὲν ὑποσκελισθεὶς, τροπαιοφόρος ἀναδειχθῇ, ὁ δὲ νομίσας ἵστασθαι, ἐξαίσιον ὕστερον πτῶμα καταῤῥαγῇ παρὰ τὴν προσδοκίαν, καὶ ἐναποθάνῃ τῷ πτώματι. Διὰ τοῦτο τότε μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Κἄν πού τινα σπανίως συμβῇ ἀποκλῖναι τῆς ἀρετῆς, καὶ τῷ διαβόλῳ παραπεσεῖν, μὴ θέλε τοῦτον δικάζειν, καὶ κατακρίνειν. Φοβοῦ δὲ μᾶλλον, μὴ καὶ συμπτωματισθῇς. Χαίρειν ἐπὶ ταῖς τῶν ἐχθρῶν ἀτυχίαις, εἰ καὶ δίκαιόν ποτε, ἀλλ' οὐκ ἀνθρώπινον.
But one should also wish to save them, not rather by trampling on them, and, as it were, riding over those who lie fallen, and smiling without compassion at the wretchedness that is in them, but rather by doing those things through which they might come out of the snare, and by making supplications on their behalf to the One who has authority over all things. It is fitting to pity misfortunes, not to hate them. One must not be exalted at every fall and every sin of a human being, nor ever rejoice over one who has been brought low, even if such a person seems to be a murderous enemy; but rather to suffer with him and grieve with him, and to make prayer on his behalf to God, fearing and shuddering and reasoning lest the one who has been tripped up be shown forth as a trophy-bearer, while the one who thought he stood be dashed by an unexpected fall afterward beyond expectation, and die in the fall. For this reason, then, one must above all spare one's enemies when we have become their masters. And if ever it happens that someone rarely turns aside from virtue and falls to the devil, do not wish to judge and condemn this person. Rather, fear lest you too be struck down. To rejoice at the misfortunes of enemies, even if it is ever just, is nevertheless not human.
ΤΙΤΛ. ΙΕʹ. –Περὶ εὐεργεσίας, ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης. Εἶπεν Δαβὶδ τῷ Ὀρνᾶ· Δός μοι τόπον τῆς ἄλω, καὶ οἰκοδομήσω ἐν αὐτῇ θυσιαστήριον τῷ Κυρίῳ· ἀργυρίου δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς Δαβίδ· Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐχί· ἀλλ' ἢ ἀγοράσω ἀργυρίου ἀξίου, ὅτι οὐ μὴ λάβω τὰ σὰ τῷ Κυρίῳ ἀνενεγκεῖν ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ τῷ Θεῷ. Καὶ ἔδωκε Δαβὶδ τῷ Ὀρνᾶ περὶ τόπου αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. Θυσιάζων ἐξ ἀδίκων θυσία μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν· τίς ὠφέλεια πλέων ἢ κόπος; εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ Δεσπότης; Ὁ τὰ ἑτέρου λαμβάνων, καὶ ἑτέρῳ διδοὺς οὐκ ἠλέησεν, ἀλλὰ καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Εἰ μὲν γὰρ ἐλεεῖς ἐξ ὧν ἀδικεῖς, ἐλέησον οὓς ἀδικεῖς. Εὐσεβὴς γὰρ ἐκεῖνος, οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδὲν ἀδικῶν. Ἔτι [φ. εἴ τι] δὲ καὶ πάλιν ἐλεεῖν βούλῃ, ἐλέησον ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ σπείρεις πτωχοῖς, τὰ σεαυτοῦ σπεῖρον. Τὰ γὰρ ἀλλότρια ζιζανίων πικρότερα· γεωργεῖς γὰρ ἀγρὸν, ὃν θερίσαι οὐ δύνασαι. ΤΙΤΛ. Ιϛʹ. –Περὶ ἐργολαβῶν, καὶ ἐντολέων, εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων.
TITLE 15. — On beneficence, or on offerings made from unjust means. David said to Ornan: Give me the place of the threshing floor, and I will build on it an altar to the Lord; give it to me for silver, and the plague will cease from the people. And Ornan said to David: Take it for yourself, and let my lord the king do what is good in his sight. And the king said: No; but I will buy it for silver of worthy price, for I will not take your things to bring up a burnt offering to the Lord God for nothing. And David gave to Ornan for his place six hundred shekels of gold by weight. He who sacrifices from unjust means offers a mocked sacrifice, and the gifts of the lawless are not for good pleasure. He who sacrifices a son before his father, so is he who brings a sacrifice from the money of the poor. One builds, and another tears down: what profit is there beyond toil? One prays, and another curses: whose voice will the Master hear? He who takes what belongs to another and gives to another has not shown mercy, but has also committed the ultimate injustice. For if you show mercy from what you unjustly take, show mercy to those whom you wrong. For that man is pious, not the one who shows mercy to many, but the one who wrongs no one. And further, if you wish again to show mercy, show mercy from your own fruits of righteousness. If you sow for the poor, sow your own things. For the things of others are more bitter than weeds; for you are cultivating a field which you cannot reap. TITLE 16. — On contractors and agents who thrust themselves into others' lawsuits.
Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. Βουλὴ τῶν πονηρῶν ἄνομα βούλεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ
διασκεδάσαι λόγους πενήτων ἐν κρίσει. Ὁ διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσιν. Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἐρέθιζε. ΤΙΤΛ. ΙΖʹ. –Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. Πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσελεύσεται προσφέρειν. Ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ἀπότμητος, ἢ ᾧ ἂν ᾖ σύντριμμα χειρὸς ἢ ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος τοὺς ὀφθαλμοὺς, ἢ πτιλλὸς, ἢ ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις, οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν θυσίας Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Ἀπὸ τῶν δώρων τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριόν μου οὐκ ἐγγίζει. Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, ὅτι ἅγιοι εἰσίν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου, καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις. Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκοῦσαι ἐκ τοῦ στόματός μου λόγον, καὶ διαστεῖλαι αὐτοῖς παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῇν αὐτόν· ἐὰν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθάνηται, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
Just as one who grasps a dog's tail, so is one who presides over another's judgment. The counsel of the wicked devises lawlessness, to destroy the humble with unjust words, and to scatter the words of the poor in judgment. He who pursues gain shall fall into judgment. Do not provoke a matter of which you have no need. TITLE 17. — On good bishops, and those who keep the commandments of God. Every man in whom there is a blemish shall not come near to offer. A man blind, or lame, or with a maimed nose, or mutilated, or in whom there is a fracture of hand or foot, or hunchbacked, or with a blemish in his eyes, or with a squint, or in whom there is a wild scab, or a lichen, or one with a single testicle, shall not come near to offer sacrifices to the Lord, because there is a blemish in him. From the holy gifts he shall eat, but he shall not come near to the veil, and he shall not approach my altar. They shall not take a woman who is a harlot and defiled, because they are holy. Your priests shall be clothed with righteousness, and your holy ones shall greatly rejoice. You shall surely know the souls of your flock, and you shall set your heart upon your herds. Shepherd the sheep of slaughter, which those who possessed them slaughtered, and did not repent, and those who sold them said: Blessed is the Lord, and we have become rich, and their shepherds suffered nothing for them. Son of man, I have given you as a watchman to the house of Israel, to hear a word from my mouth, and to distinguish for them from me. When I say to the lawless man, to turn back from his ways that he may live—if that lawless man dies in his injustice, I will require his blood at your hand.
Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον, καὶ ποιήσει παράπτωμα, ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἐὰν δὲ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτάνειν, σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ. Οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν εἰς τὴν αὐλὴν ἐσωτέραν. Ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται. Οἱ φυλάξαντες ὁσίως τὰ ὅσια, ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ, εὑρήσουσιν ἀπολογίαν. Μὴ ζήτει παρὰ κυρίου κηδεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε, Ἐν ὅλῃ δυνάμει σου δόξαζε τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι. Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Φρόντισον αὐτῶν, καὶ οὕτως κάθισον, καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσον, ἵνα εὐφρανθῇς δι' αὐτοὺς, καὶ εὐδοκίας χάριν λάβῃς τὸν στέφανον. Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, καὶ τὰ λοιπά. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Ἐγένετο φιλονείκεια ἐν τοῖς μαθηταῖς, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως·
And you, if you warn the lawless man and he does not turn from his lawlessness, he shall die in his iniquity, but you shall deliver your own soul. And when a righteous man turns and commits a transgression, he shall die in his sins, because his righteous deeds shall not be remembered, and I will require his blood at your hand. But if you warn the righteous man not to sin, you shall deliver your own soul. No priest shall drink wine when he enters the inner court. From all your first-fruits it shall be for the priests. Those who have kept the holy things holily shall be made holy, and those who have been taught them shall find a defense. Seek not guardianship from the Lord, nor a seat of glory from a king. With your whole soul fear the Lord, and marvel at his priests. With all your strength glorify the one who made you, and do not forsake his ministers. Fear the Lord, and glorify the priest, and give them their portion, as he commanded you. Have they appointed you a leader? Do not exalt yourself. Be among them as one of them. Care for them, and so sit down, and having done all your business, recline, that you may be gladdened on their account, and for the sake of good pleasure receive the crown. Jesus came into the parts of Caesarea Philippi, and the rest. The Lord said to Peter: Simon son of Jonah, do you love me? There arose a rivalry among the disciples, as to which of them seemed to be greater. And Jesus said to them: The kings of the nations lord it over them, and those who exercise authority over them are called benefactors. But you are not so.
ἀλλὰ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Εἶπε δὲ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος, αὐτὸν εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Διαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν
But let the greater among you become as the younger, and the one who leads as the one who serves. For who is greater, the one reclining at table, or the one serving? Is it not the one reclining at table? But I am among you as the one who serves. Blessed are those servants whom the lord, when he comes, will find watching. Truly I say to you that he will gird himself, and make them recline, and coming by he will serve them. And the Lord said: Who then is the faithful and prudent steward, whom the lord will set over his household, to give the measure of grain at the proper time? Blessed is that servant whom the lord, when he comes, will find doing so. Truly I say to you that he will set him over all his possessions. I testify to you on this present day that I am clean from the blood of all of you. For I did not shrink back from declaring to you the whole counsel of God. Take heed therefore to yourselves, and to all the flock, in which the Holy Spirit has placed you as overseers, to shepherd the Church of God, which
περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Καὶ τανῦν παρατίθημι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις. Οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ' ἐγενήθημεν ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ' ἐπιεικῆ μᾶλλον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ πολλῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Οὐ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν αὐτὸν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Ἑαυτὸν ἁγνὸν τήρει. Δεῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ ἀπόστολον καὶ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ. Μηδείς σου περιφρονείτω τῆς νεότητος.
he obtained through his own blood. And now I commend you, brothers, to God and to the word of his grace, which is able also to give you an inheritance among those who have been sanctified. Thus we speak, not as pleasing men, but God, who tests our hearts. For neither at any time were we made with a word of flattery, as you know, nor with a pretext of greed—God is witness—nor seeking glory from men, neither from you nor from others, though we were able to be a burden, as apostles of Christ; but we became in the midst of you as a nurse would warm her own children. If anyone aspires to the office of overseer, he desires a good work. It is necessary, then, that the overseer be blameless, the husband of one wife, sober-minded, orderly, hospitable, able to teach, not given to wine, not a striker, but rather gentle, not a lover of money, managing his own household well, having children in subjection with all dignity. But if anyone does not know how to manage his own household, how will he care for the Church of God? Not a new convert, lest, being puffed up, he fall into the judgment of the devil. And it is necessary that he also have a good testimony from those outside, lest he fall into reproach and the snare of the devil. Lay hands quickly on no one, nor share in the sins of others. Keep yourself pure. It is necessary that the overseer be blameless, as an apostle and steward of Christ: not self-willed, not prone to anger, not given to wine, not a striker, not greedy for shameful gain, but hospitable, a lover of good, self-controlled, just, holy, temperate. Let no one despise your youth.
Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι. Ἐπισκοποῦντες, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως κατὰ Θεόν· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύπος γινόμενοι τοῦ ποιμνίου. Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ αὐτὸς τυφλωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Ἀλλ' ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς μὲν ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως καὶ ἀγωνίας· καὶ πολὺ πλέον οὗτος ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον ἔχων δοῦναι, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται ὁ σκοπὸς τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος. Ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου τῶν ἐμπεπιστευμένων, οὕτω διακείσθω. Μανθάνειν ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν, ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν Πατέρα τοῦ Λόγου. Ἀνθρώπῳ, χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει μᾶλλον χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων·
Remind them to be submissive to rulers and authorities, to obey, to be ready for every good work. Overseeing, not under compulsion but willingly, not for shameful gain but eagerly according to God; not lording it over those allotted to your charge, but becoming examples to the flock. Let not the office exalt the one who presides, lest he fall away from the blessing of humility, or lest he himself, blinded, fall into the judgment of the devil. But let him be persuaded of this, that the care of the many is the service of the many. As therefore one who serves many who are wounded, and cleanses the discharge of each wound, and applies remedies according to the particular nature of the affliction at hand, does not take his service as an occasion for exaltation, but rather for humility and struggle—so much more does this one who has been entrusted to heal the infirmities of the brotherhood, as the servant of all and as one who must give an account for all, ought to think and struggle. For in this way the purpose of the Lord will be achieved, who said: If anyone wishes to be first among you, let him be last of all and servant of all. Let the one entrusted with the common care, as one who must give an account concerning each of those entrusted to him, be so disposed. To learn without shame, and to teach without envy, and if anything has been taught by another, not to conceal it, like worthless women who substitute supposititious children; but to proclaim with good will the Father of the Word. For a man, since it is difficult to know how to be ruled, it is likely to be even more difficult to know how to rule men.
καὶ μάλιστα ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Αὕτη μοι φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι. Οἱ μὲν δέονται κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ πνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ
τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίων νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπάθειαν. Τῶν μὲν παρατηρεῖν ἐπιμελῶς ἀναγκαῖον, μέχρι καὶ τῶν σμικροτάτων, ὅσον τὸ οἴεσθαι λανθάνειν· τῶν δὲ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν· μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι.
And especially this rule of ours, the one under divine law and leading to God, whose danger is as great as its height and dignity. This seems to me to be truly a art of arts and a science of sciences—to lead man, the most versatile and most varied of living creatures. For just as not all bodies are given the same remedy and nourishment, but different ones for different people, whether they are in good health or ill, so too souls must be treated with different reasoning and guidance. And the witnesses of the treatment are those whose passions they are. Some are led by reason, others are regulated by example. Some need a goad, others a bridle. For some are sluggish and slow to move toward the good, who must be aroused by the stroke of reason; others are hotter than moderate in spirit and hard to restrain in their impulses, like noble colts running outside the course. Some are benefited by praise, others by blame—both with due occasion and reason. Some are set right by encouragement, others by rebuke; and again, some by being reproved in public, others privately. For some are wont to despise their own admonitions, being brought to sobriety by the condemnation of the crowd; others are wont to grow shameless toward freedom of reproof, being disciplined by the mystery of rebuke, and repaying sympathy with good feeling. Of some it is necessary to observe carefully, even down to the smallest things, as much as they think they escape notice; of others there are things better to overlook, so that seeing they do not see and hearing they do not hear; neither softening by kindness nor making harsh by severity.
Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον. Παίδων φείδεσθαι πατρικὸς νόμος. Τροφὴ καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Ἐπιτιμῆσαι γαληνῶς, ἐπαινέσαι παιδευτικῶς, καὶ μηδέτερον τῇ ἀμετρίᾳ λυμαίνεσθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στύφον τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα. Ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην. Μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομικῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ' ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· φοβηθῶμεν μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρίμα καὶ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε. Ἀρκεῖ γὰρ ὑμῖν ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετῆτε τοῖς νομοθέταις. Οὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης καὶ τάξεως. Καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Ὅσον κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Τοσοῦτον ἀνώτερον βασιλείας ἕστηκεν ἱερωσύνη, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον.
This is the boundary of all spiritual oversight: everywhere to overlook one's own interest for the benefit of others. It is a fatherly law to spare one's children. Instruction is also the food of the one who feeds. To reprove calmly, to praise instructively, and to corrupt neither by excess, but to make both the reproof fatherly and the praise authoritative; neither the gentle relaxed, nor the austere harsh; but the one mildness, the other prudence, and both philosophy. As great as the height and the dignity, so great also is the danger. Priests, clothe yourselves in righteousness. Let us not scatter the sheep of the Law and destroy them, for whom the good Shepherd laid down his soul, who knows his own and is known by his own, and calls them by name, and leads them in and leads them out, from unbelief to faith, and from this life to the rest yonder. Let us fear lest the judgment and the threat begin with us; let us not receive from the hand of the Lord double for our sins, both not entering ourselves and hindering those who are able to enter. Sheep, do not shepherd the shepherds, nor exalt yourselves beyond your own bounds. For it is enough for you if you are well shepherded. Do not judge the judges, nor legislate for the legislators. For God is not of disorder and confusion, but of peace and order. And the eye of the teacher is a silent teaching. By as much as the soul is better than the body, by so much is he who heals souls more honored than those who tend bodies. The priesthood stands higher than kingship by as much as spirit is above flesh.
Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ σμικρότατα ταχέως κατάδηλα γίνεται. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.
For the faults of priests cannot be hidden, but even the smallest things quickly become evident. One must not judge understanding by age, nor test an elder by his gray hair, nor altogether exclude the young man from such ministry, but rather the newly planted. And great is the difference between the two.