ΤΙΤΛ. Θʹ. –Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου. Αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖ· βολίσιν αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τραχήλου αὐτῶν ἐπιβήσῃ. Ἔσωσεν ὁ Θεὸς τὸν Δαβὶδ ἐν πᾶσιν οἷς ἐπορεύθη, καὶ ἦν Δαβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην. Εἶπε Δαβίδ· Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· Εἴ πως εἴδοι Κύριος ἐπὶ τὴν ταπείνωσίν μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης. Καὶ Σεμεεὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναντίον τοῦ βασιλέως, καὶ εἶπε πρὸς τὸν βασιλέα· Μὴ λογιζέσθω ὁ κύριος ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου ὁ βασιλεὺς ἐξ Ἱερουσαλὴμ, ὅτι ἔγνων ὁ δοῦλός σου, ὅτι ἥμαρτον. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς· Οὐ μὴ ἀποθάνῃς. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ τὰ λοιπά. Ἡμέραν ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσῃ, καὶ τὰ λοιπά. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν, καὶ τὰ λοιπά. Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία τοῦ βασιλέως ἐν χειρὶ Θεοῦ. Βδέλυγμα βασιλεῖ, ὁ ποιῶν κακά. Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. Δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. Μαντεῖον ἐν χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυναστῶν. Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν.
TITLE 9. – Concerning a good king and one who hates evil. His kingdom shall be increased; he shall devour the nations of his enemies, and their fatness he shall marrow, and with his darts he shall gore the nations among them. The horns of a unicorn are his horns; with them he shall gore the nations. Your enemies shall lie to you, and you shall tread upon their neck. God saved David in all that he went, and David was doing judgment and righteousness. David said: Let him curse, because God has said to him: If perhaps the Lord may look upon my humiliation, and may return to me good things instead of this curse. And Shimei fell upon his face before the king, and said to the king: Let not my lord reckon iniquity, and do not remember all that your servant did wrong on the day when my lord the king went out from Jerusalem, for I know, your servant, that I have sinned. And the king swore to him: You shall surely not die. O Lord, in your power the king shall be glad, and the rest. Day upon day you shall add to the king, and the rest. O God, give your judgment to the king, and the, and the rest. The honor of a king loves judgment. Like the rush of water, so is the heart of the king in the hand of God. An abomination to a king is the one who does evil. For with righteousness a throne of rule is prepared. Acceptable to a king are righteous lips, and upright words he loves. A divination is in the lips of a king, and in judgment his mouth shall surely not go astray. In a great nation is the glory of a king, and in the failing of a people is the crushing of rulers. When a righteous king sits upon a throne, nothing evil is set against him in his eyes.
Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Κτεῖνε ἀσεβεῖς ἀπὸ προσώπου βασιλέως, καὶ κατορθώσῃ ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. – Δόξα βασιλέως τιμᾷν πρόσταγμα. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν. Μάχαιρα, γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη. Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλέως λεγέσθω. Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. Θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσει αὐτόν. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος. Ὡς γὰρ δρόσος ἐπὶ χόρτον, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. Στόμα βασιλέως φύλαξον. Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἐνδείας σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ, καὶ σωθήσεται λαὸς, καὶ κατασκηνώσει πεποιθώς. Βασιλεὺς φρόνιμος εὐστάθεια δήμου. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα. Παρὰ βασιλεῖ μὴ σοφίζου. Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα. Νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος.
Almsgiving and truth are a guard for a king, and they shall surround his throne in righteousness. Slay the ungodly from the face of the king, and he shall establish his throne in righteousness. – The glory of a king is to honor a command. A righteous king raises up a land. The tongue of a king is a sword, and not of flesh. Let no lie be spoken from the tongue of a king. When a king judges the poor in truth, his throne shall be established as a testimony. The wrath of a king is a messenger of death, but a wise man will appease him. The threat of a king is like the gnashing of a lion. For as dew upon grass, so is his cheerfulness. Guard the mouth of a king. Behold, a righteous king shall reign, and rulers shall rule with judgment. The poor people shall bless you, and the cities of wronged men shall bless you. You became a helper to every humble city, and a shelter to those disheartened by want; deliver them from wicked men; a shelter of the thirsty, and the spirit of wronged men shall bless you. Behold, the days are coming, says the Lord, and I will raise up for David a righteous branch; and a king shall reign, and shall understand, and shall execute judgment and righteousness upon the earth. In his days a people shall be saved, and shall dwell in confidence. A prudent king is the stability of a people. He shall take his zeal as armor, he shall clothe himself with a breastplate of righteousness, and he shall put on a helmet of unfeigned judgment; he shall take as a shield invincible holiness. Do not be wise before a king. A wise judge shall instruct his people, and the leadership of a prudent man shall be ordered. Kings, revere the purple robe. For the Word shall legislate, and for legislators.
Γινώσκετε τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνον Θεοῦ, τὰ δὲ κάτω, καὶ ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ' ὑμᾶς, ἵνα εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πεπίστευται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῶν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Τὸ δραστικὸν δείκνυε, μὴ τὸ δρᾷν κακῶς, Τὸ δὲ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός· Τὸ δέ ἐστιν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος.
Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον. Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. ΤΙΤΛ. Ιʹ. –Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά.
Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας συκοφάντης. Βασιλέως ὑπακούοντες λόγον ἄδικον, πάντες ὑπ' αὐτὸν παράνομοι. Οὐαί σοι, πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωῒ ἐσθίουσιν. Κακοπραγία περιστρέφει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν. Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Ὑψίστου ἐπορεύθητε.
Know what has been entrusted to you, and what is the great mystery concerning you. The whole world is under your hand, held by a small diadem and a brief rag. The things above belong to God alone, but the things below belong also to you. Become gods to those under you, that I may say something even bolder. The heart of the king is in the hand of God—it has been said, and it has been believed. Let your power be here, but not in gold and in phalanxes. You who are concerned with palaces and thrones, do not be greatly exalted by your authorities, nor think immortal thoughts about things that are not immortal. Show what is effective, not what acts wickedly; but to do good—if you wish to be a god—this is the mark of a man who knows what is akin to him. For a turtle-dove and a scorpion also kill most easily.
You who are in power, fear the one who is more powerful. The kingdom of things on earth smooths out their roughnesses. Every righteous king has a priestly rank. TITLE 10. – Concerning a king who is not greatly admired. A reckless king shall fall into evils.
A king who is in need of revenues is a great informer. Those who obey a king's unjust word—all under him are lawless. Woe to you, O city whose king is your younger, and whose rulers eat in the morning. Wickedness overturns the thrones of the powerful. Hear therefore, you kings, and understand; give ear, you who rule over a multitude, and who boast in the crowds of nations, that dominion was given to you by the Lord. Because, being servants of his kingdom, you did not judge rightly, nor keep the law, nor walk according to the counsel of the Most High.
Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, καὶ τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα· δυνατοὶ δυνατῶς ἐτασθήσονται. Πολλοὺς ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίαν βασιλέως ἐξέκλινεν. Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ. Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος ἀνάψηται· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής. ΤΙΤΛ. ΙΑʹ. –Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἀσεβὴς, ὁ λέγων βασιλεῖ· Παρανομεῖς. Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσεις. Ἰδόντες ἀστέρα οἱ μάγοι, ἐχάρησαν, καὶ δῶρα προσήγαγον. Παρακαλῶ ὑμᾶς, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις ὑπὲρ πάντων ἀνθρώπων· ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.
Destruction will come upon you suddenly and swiftly, because a harsh judgment falls upon those in high places, and a strong scrutiny awaits the mighty; the powerful will be examined powerfully. Gold has destroyed many, and has turned aside the heart of a king. An uneducated king will destroy his people. No one of the foolish is a king, even if he should assume dominion over all the earth and sea; but only the refined and God-loving man. TITLE 11. — Concerning a king: that one must pray for him. You shall not speak evil of gods, and you shall not speak ill of a ruler of your people. The impious man is he who says to a king: You act lawlessly. Do not curse a king in your knowledge, because a bird of the heaven will carry your voice. Fear God, my son, and the king, and do not disobey either of them. The magi, having seen the star, rejoiced and brought gifts. I urge you, first of all to make supplications, prayers, and intercessions for all people: for kings, and for all who are in authority. For this is good before our Savior God.
ΤΙΤΛ. ΙΒʹ. –Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πράττειν πάντα. Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη, ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τὰ πάντα πράττει. Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ἐν πολλῇ βουλῇ. Μετὰ κυβερνήσεως γίνεται πόλεμος· βοήθεια δὲ, μετὰ καρδίας βουλευομένης. Μετὰ βουλῆς πάντα ποίει. Μετὰ βουλῆς οἰνοπότει. Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε. Συνάχθητε, καὶ καταβουλεύσασθε ἅμα, οἱ σωζόμενοι. Ἄνευ βουλῆς μηδὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμέλου. Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν, ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήμασι βουλῆς, ἐν καιρῷ οὐ δειλιάσει. Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουσθήσῃ· σύνδησον παιδείαν, καὶ οὕτως ἀποκριθήσῃ. Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδας, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμήσει. Μετὰ σοφοῦ συμβουλεύου. Βουλὴ σοφοῦ πηγὴ ζωῆς. Κρείσσων λελογισμένη βραδύτης, τάχους ἀπερισκέπτου. Μακαριότης ἐστὶ, βουλῆς κακῆς ἐκπεσεῖν. Τὰ μὴ σὺν λόγῳ, πάντα αἰσχρὰ, ὥσπερ τὰ σὺν λόγω κόσμια. Χωρὶς θεωρίας ἐπιστημονικῆς, οὐδὲν τῶν πραττομένων καλόν. Μὴ ἀγνοήσῃς, ὅτι καὶ ὑπὲρ δοῦναι γνώμην τοῦ μὴ καθήκοντος, καὶ συμβουλίαν οὐκ εὐαγῆ, ἀποκλειόμεθα τῆς θείας βασιλείας. Διόπερ ἐσκεμμένως λίαν τὰς γνώμας τοῖς αἰτοῦσιν ἡμᾶς ὀρέγειν ὀφείλομεν.
TITLE 12. – Concerning counsel: that it is necessary to do everything with counsel and deliberation. Like a city whose walls have been thrown down, unwalled, so is a man who does not do everything with counsel. Those who have no governance fall like leaves; but safety is in much counsel. War is waged with governance; but help comes with a heart that takes counsel. Do everything with counsel. Drink wine with counsel. Good counsel will guard you, and a holy understanding will preserve you. Gather together, and take counsel together, you who are being saved. Do nothing without counsel, and when you have done it, do not regret it. A wooden binding tied into a building will not be dissolved in an earthquake; so a heart established upon thoughts of counsel will not be cowardly in time of need. Prepare your speech, and so you will be heard; bind together instruction, and so you will answer. Gold and silver will set feet steady, but above both, counsel will be held in good repute. Take counsel with a wise man. The counsel of a wise man is a fountain of life. A reasoned slowness is better than unreasoning speed. It is a blessing to fall away from bad counsel. All things that are not with reason are shameful, just as things that are with reason are orderly. Without scientific contemplation, nothing among things done is good. Do not be ignorant that for giving an opinion beyond what is fitting, and for counsel that is not pure, we are shut out from the divine kingdom. Therefore we ought to offer our opinions to those who ask us with very great deliberation.
ΤΙΤΛ. ΙΓʹ. –Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων.
Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα, πλὴν κρέα ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ἀρχὴ ζωῆς ἀνθρώπων, ἄρτος, καὶ ὕδωρ, καὶ ἱμάτιον, καὶ πῦρ, καὶ σίδηρος, καὶ ἅλας, σεμίδαλις πυροῦ, ἔλαιον, γάλα, μέλι, ταῦτα τοῖς εὐσεβέσιν εἰς ἀγαθά. Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιθεῖναι ὑμῖν βάρος, πλὴν τῶν ἐπ' ἀνάγκης· τούτων ἀπέχεσθαι, εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Οἶδα, καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν παρ' αὐτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖ95.1296 νον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὁ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται. Πάντα καθαρὰ τοῖς καθαροῖς, τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις.
TITLE 13. – Concerning foods, and the things necessary for life.
As I have given you all things like vegetables of the field, except you shall not eat flesh with the blood of life. From the fruit of your works the earth shall be filled. The beginning of human life is bread, and water, and clothing, and fire, and iron, and salt, fine wheat flour, oil, milk, honey—these things are for good to the pious. It seemed good to the Holy Spirit and to us to lay upon you no greater burden than these necessary things: to abstain from things sacrificed to idols, and from blood, and from things strangled, and from fornication; by keeping yourselves from these, you will do well. I know, and am persuaded in the Lord Jesus, that nothing is common of itself, except to him who considers something to be common. But if your brother is grieved because of food, you are no longer walking according to love. Do not destroy with your food that one for whom Christ died. He who doubts, if he eats, is condemned. All things are pure to the pure, but to those who are defiled and unbelieving nothing is pure; but their mind and their conscience are defiled.
ΣΤΟΙΧΕΙΟΝ Γ.
ΤΙΤΛ. Αʹ. –Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς.
Χείλη δικαίων ἐπίσταται ὑψηλά. Ὁ πνευματικὸς ἄνθρωπος ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Λέγω ὑμῖν· πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται. Ὁ καρπὸς τοῦ πνεύματός ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Ὧ μὴ πάρεστι γνῶσις, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι ἁμαρτημάτων. Ἡ γνῶσις φυσιοῖ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, ἢ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. Εὐγένεια, ἡ τῆς εἰκόνος τήρησις, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ μᾶλλον μορφῶν τὰ κατὰ Θεὸν τοὺς γνησίους τῶν ἄνω μύστας· καὶ τὸ γινώσκειν, ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναμεν. –Κρείττων ἡ πνευματικὴ συγγένεια τῆς σωματικῆς. Ὡς δὲ σώματος ἀγαθὸν ὑγεία, οὕτως ψυχῆς ἀγαθὸν, γνῶσις Θεοῦ, ὑγεία τις οὖσα ψυχῆς, καθ' ἣν πρὸς Θεὸν ὁμοίωσις γίνεται. Τὸν πνευματικὸν ἀπόνηρον εἶναι χρὴ, καὶ ἁπλοῦν, καὶ ἄδολον. Ὁ μὲν γνωστικὸς, πάντως καὶ ἔργα ἐπιτελεῖ καθήκοντα· ὁ δὲ τὰ ἔργα μὴ ἐπιτελῶν, οὐ πάντως καὶ γνωστικός ἐστι. Τριῶν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος·
ELEMENT 3.
TITLE 1. – Concerning spiritual and knowledgeable men, and the good things that follow them.
The lips of the righteous know lofty things. The spiritual man judges all things, yet he himself is judged by no one. I say to you: walk in the Spirit, and do not fulfill the desire of the flesh. For the flesh desires against the Spirit, and the Spirit against the flesh; and these are opposed to one another. The fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faith, gentleness, self-control; against such things there is no law. Whoever does not have knowledge is blind, dim-sighted, having forgotten the cleansing of his former sins. Knowledge puffs up. What is born of the flesh is flesh; and what is born of the Spirit is spirit. The Spirit blows where it wills, and you hear its voice; but you do not know where it comes from or where it goes. So it is with everyone who is born of the Spirit. Nobility is the keeping of the image and the likeness to the archetype, which word and virtue and pure desire accomplish, ever more and more forming the genuine mystics of things above according to God; and the knowing whence, and who, and for what we have come to be. – Spiritual kinship is better than bodily kinship. As health is a good of the body, so the knowledge of God is a good of the soul, being a kind of health of the soul, by which likeness to God comes about. The spiritual man must be guileless, and simple, and without deceit. For the knowledgeable man certainly also performs the works that are fitting; but he who does not perform the works is certainly not knowledgeable either. Our own philosopher holds fast to these three things:
πρῶτον μὲν τῆς θεωρίας, ἔπειτα δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον, ἀνδρῶν ἀγαθῶν κατασκευῆς· ἃ δὴ συνελθόντα, τὸν γνωστικὸν ἀποτελεῖ. Ὅ τι δ' ἂν ἐνδέῃ τούτων, χωλεύει τὰ τῆς γνώσεως. Ὁ γνωστικὸς ἀφέξεται τῶν κατὰ λόγον, καὶ τῶν κατὰ διάνοιαν, καὶ τῶν κατ' αἴσθησιν καὶ ἐνέργειαν ἁμαρτημάτων. – Θεοῦ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τῶν παθῶν ἀπαγομένοις ἀδύνατον. Πνευματικὸν καὶ γνωστικὸν, τὸν αὐτὸν οἶδεν ὁ Ἀπόστολος, τὸν τοῦ ἁγίου Πνεύματος μαθητήν. – Ὁ γνωστικὸς θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν, ὀνίνησιν, τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων. Καί μοι καταφαίνεται τρία εἶναι τῆς γνωστικῆς δυνάμεως ἀποτελέσματα· τὸ γινώσκειν τὰ πράγματα· δεύτερον, τὸ ἐπιτελεῖν· τρίτον, τὸ παραδιδόναι δύνασθαι θεοπρεπῶς τὰ παρὰ τῇ ἀληθείᾳ κεκρυμμένα. – Ωσπερ πᾶν ὃ βούλεται, δύναται ὁ Θεὸς, οὕτω πᾶν ὃ ἂν αἰτήσῃ ὁ γνωστικὸς, λαμβάνει. –Ἕπεται τῇ γνώσει τὰ ἔργα, ὡς τῷ σώματι ἡ σκιά. –Οὐ
First comes contemplation, then the fulfillment of the commandments, and third, the formation that comes from good men; these things, when they come together, produce the knowledgeable man. Whatever of these is lacking, the things of knowledge are lame. The knowledgeable man will abstain from sins in word, in thought, and in perception and action. – It is impossible for those who are still led away by the passions to receive knowledge of God. The Apostle knows the spiritual and knowledgeable man as the same person, the disciple of the Holy Spirit. – The knowledgeable man, having received from God the power to benefit others, is of service, forming some by his example, encouraging others by his likeness to them, and instructing and teaching others by his command. And it seems clear to me that there are three results of the knowledgeable power: to know things; second, to accomplish them; third, to be able to hand on in a manner befitting God the things hidden in the truth. – Just as God is able to do whatever he wills, so the knowledgeable man receives whatever he asks. – Works follow knowledge as the shadow follows the body. – Not
μνησικακήσει ὁ γνωστικός ποτε· οὐ χαλεπανεῖ οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ' οἷς διαπράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνικὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. –Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, οὐδὲ τῶν χρημάτων ἀπορεῖν, εἰς ταπείνωσιν ἄγει, τῆς ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπεράνω αὐτῶν ἵστασθαι παρασκευαζούσης, ὡς διὰ μεγαλοψυχίαν ἐναδιαφορεῖν τοῖς ἡδέσι καὶ ἀηδέσι. ΤΙΤΛ. Βʹ. –Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι, Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ ἕκαστον τὰ οἰκεῖα περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι. Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου. Οἱ ἑαυτῶν ἐπιγνώμονες, σοφοί. Συντήρησον, καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. Ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ βίους, ἀλλ' ἐπαίνους. Καὶ εἴ σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε. Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες, ἔκβαλε τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σκόπει, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστιν. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς δὲ ὁ Θεὸς στῆσαι αὐτόν. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου;
The knowledgeable man will never bear a grudge; he will not be harsh with anyone, even if they happen to deserve hatred for what they do. For he reveres the Creator, and he loves the fellow sharer of life, pitying him and praying exceedingly for him because of his ignorance. –Wealth never makes the knowledgeable man rejoice, nor does lack of money lead him to humiliation, since virtue and wisdom exalt him far above and prepare him to stand above them, so that through greatness of soul he is indifferent to pleasant and unpleasant things. TITLE 2. –Concerning "Know yourself," that is, "Attend to yourself"; and that each person must examine his own affairs and not busy himself with those of others. Attend to yourself, and guard your soul exceedingly, lest you forget all the words that your eyes have seen; and let them not depart from your heart. Those who know themselves are wise. Keep watch, and attend diligently, because you walk with your fall. Do not recount lives to friend or enemy, but praises. And if there is sin in you, do not reveal it. Why do you see the speck in your brother's eye, but do not notice the beam in your own eye? Or how will you say to your brother, "Let me remove the speck from your eye," and behold, the beam is in your eye? Hypocrite, first remove the beam from your eye, and then you will see clearly to remove the speck from your brother's eye. Do not judge, so that you may not be judged. Consider whether the light in you is darkness. Who are you to judge another's servant? He stands or falls to his own master. And he will stand, for God is able to make him stand. But why do you judge your brother?
Πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Σεαυτὸν ἁγνὸν τήρει. Ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ κρίνων, κατα λαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου. Γνῶθι σεαυτὸν πρὸ πάντων. Οὐδὲν γὰρ δυσχερέστερον. Ὅταν δὲ σαυτὸν γνῷς, τότε δυνήσῃ καὶ Θεὸν ἐπιγνῶναι, καὶ λογισμῷ ἐπελθεῖν τὰ πράγματα, ὡς καθήκει. Ἔπαθες, ἄνθρωπε, ὃ ἐγκαλεῖς; καὶ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς ἐπιβλέπεις, τὸ δὲ αὑτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Ῥᾴδιον ἑκάστῳ ἡμῶν πολυπραγμονεῖν τὰ ἀλλότρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι. Ἵνα οὖν μὴ τοῦτο πάσχωμεν, παῦσαι, φησὶ, τὰ τοῦ δεῖνος κακὰ περιερευνώμενος. Μὴ δίδου σχολὴν τοῖς λογισμοῖς τὸ ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα, ἀλλὰ σαυτῷ πρόσεχε· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε τὸ ὄμμα σου τῆς ψυχῆς, καὶ μὴ παύσῃ διερευνώμενος σεαυτόν. Μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Μεμνήσῃ δὲ ἑαυτοῦ, ἐὰν προσέχῃς σεαυτῷ. Πρόσεχε οὖν σεαυτῷ· τουτέστι πανταχόθεν σεαυτὸν περισκόπει. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τῆς ψυχῆς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις· κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πολλαχόθεν καταπεπήγασιν. Πάντα οὖν περισκόπει, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν, μήποτε ταῖς παγίσιν ἁλοὺς, θήραμα γένῃ τοῦ διαβόλου, ἐζωγρημένος ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτῷ, τουτέστι μήτε τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μᾶλλον πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο περὶ ἡμᾶς.
We shall all stand before the judgment seat of Christ. Keep yourself pure. Whoever speaks evil of his brother, or judges him, speaks evil of the law and judges the law. But if you judge the law, you are not a doer of the law. Know yourself before all things. For nothing is more difficult. But when you have known yourself, then you will be able also to know God, and to consider matters with reason, as is fitting. Have you suffered, O man, the very thing you accuse? You diligently observe another's evil, but your own shameful deed you set nowhere? It is easy for each of us to busy ourselves with the affairs of others rather than to examine our own. So that we may not suffer this, he says, cease prying into the evils of this or that man. Do not give your thoughts leisure to examine another's sickness, but attend to yourself—that is, turn the eye of your soul to the investigation of your own self, and do not cease searching yourself out. Remembering your nature, you will never be puffed up. And you will remember yourself if you attend to yourself. Attend to yourself, then—that is, look around yourself from every side. Keep the eye of your soul sleepless for your own guarding. You walk in the midst of snares; hidden traps have been fixed by the enemy on every side. Therefore look around at everything, that you may be saved like a gazelle from the snares, and like a bird from the trap. See, then, that you do not appear worse than the irrational beasts in guarding yourself, lest at some time, caught in the snares, you become the prey of the devil, taken captive by him to do his will. Attend to yourself, then—that is, not to your own things, nor to the things around you, but attend rather to yourself. For we ourselves are one thing, our possessions another, and the things around us another.
Ἡμεῖς μὲν οὖν ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ' ὃν κατ' εἰκόνα τοῦ Κτίσαντος γεγενήμεθα. Ἡμέτερον δὲ τὸ σῶμα, καὶ αἱ διὰ τούτου αἰσθήσεις, περὶ ἡμᾶς δὲ χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή· τί οὖν φησιν ὁ λόγος; Μὴ τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε, ὑγείαν, καὶ κάλλος, καὶ ἡδονῶν ἀπολαύσεις, καὶ μακροβίωσιν, μηδὲ χρήματα, καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε, μηδ' ὅσα σοι τῆς προσκαίρου ζωῆς τὴν ὑπηρεσίαν πληροῖ. Ἀλλὰ πρόσεχε σεαυτῷ, τουτέστι τῇ ψυχῇ σου. Ταύτην κατακόσμησον, καὶ ταύτης ἐπιμελοῦ· ὥστε πάντα μὲν τὸν ἐκ πονηρίας ἐπιγινόμενον αὐτῇ ῥύπον ἀποικονομεῖσθαι διὰ τῆς προσοχῆς, πᾶν δὲ τὸ ἀπὸ κακίας αἶσχος
ἀποκαθαίρεσθαι, παντὶ δὲ τῷ ἐξ ἀρετῆς κάλλει κατακοσμεῖν αὐτὴν καὶ φαιδρύνειν. Ἐξέτασον σεαυτὸν, τίς εἶ· γνῶθι σεαυτοῦ τὴν φύσιν, ὅτι θνητὸν μέν σου τὸ σῶμα, ἀθάνατος δὲ ἡ ψυχὴ, καὶ ὅτι διπλῆ τις ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκὶ ταχὺ παρερχομένη, ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δεχομένη περιγραφήν. Πρόσεχε οὖν σεαυτῷ, μηδὲ τοῖς θνητοῖς ὡς ἀϊδίοις ἐναπομένῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός· παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σεαυτῷ, ἵνα εἰδῇς ἑκατέρῳ διανέμειν τὸ πρόσφορον· σαρκὶ μὲν δια τροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ δόγμα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθωσιν· μὴ ὑπερπιαίνειν τὸ σῶμα, μηδὲ περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι.
We, then, are the soul and the mind, according to which we have been made in the image of the Creator. Ours is the body, and the senses that work through it; and around us are money, arts, and the rest of life's equipment. What then does the word say? Do not attend to the flesh, nor pursue its good in every way—health, and beauty, and the enjoyments of pleasures, and long life—nor marvel at money, and glory, and power, nor at all that fills up the service of your temporary life. But attend to yourself, that is, to your soul. Adorn this, and take care of this, so that you may sweep away through your attention all the filth that comes upon it from wickedness, and wash off every shame that comes from vice, and adorn and brighten it with every beauty that comes from virtue. Examine yourself, who you are; know your own nature, that your body is mortal, but your soul is immortal, and that our life is twofold: the one proper to the flesh quickly passes away, but the one akin to the soul does not admit of limitation. Attend therefore to yourself, and do not remain among mortal things as though they were eternal, nor despise eternal things as though they were passing away. Look beyond the flesh, for it passes away. Take care of the soul, an immortal thing. Stand by yourself with all exactness, so that you may know how to distribute what is fitting to each: to the flesh, food and covering; to the soul, the doctrine of piety, a refined conduct, the practice of virtue, the correction of passions; do not fatten the body excessively, nor be zealous about the crowd of the flesh.
Ἐπειδὴ γὰρ ἐπιθυμεῖ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται, ὅρα μήποτε προθέμενος τῇ σαρκὶ, πολλὴν παράσχῃς τὴν δυναστείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις, οὕτως καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Πρόσεχε οὖν σεαυτῷ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς τινός ἐστι πράξεως ὑπηρέτης τῶν κατὰ τὸ Εὐαγγέλιον διατεταγμένων ἡμῖν. Ἐν γὰρ τῇ μεγάλῃ οἰκείᾳ τῇ Ἐκκλησίᾳ ταύτῃ, οὐ μόνον ἐστὶ σκεύη παντοδαπὰ χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ ξύλινα, καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παντοῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, θηρευτὰς, ὁδοιπόρους, ἀρχιτέκτονας, οἰκοδόμους, γεωργοὺς, ποιμένας, ἀθλητὰς, στρατιώτας· πᾶσι τούτοις ἐφαρμόζει τὸ βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ τοῦ ἔργου σπουδὴν καὶ τῆς προαιρέσεως ἐμποιοῦν. Θηρευτὴς εἶ, ἀπεσταλμένος παρὰ τοῦ Κυρίου εἰπόντος· Ἰδοὺ ἐγὼ ἀποστέλλω θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους. Πρόσεχε ἐπιμελῶς, μή πού σοι διαφύγῃ τὸ θήραμα, ἵνα συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας τοὺς ὑπὸ τῆς κακίας ἀγριωθέντας προσ[αγ]άγῃς τῷ σώζοντι. Ὁδοιπόρος εἶ, ὅμοιος τῷ εὐχομένῳ· Τὰ διαβήματά μου κατεύθυνον. Πρόσεχε δὲ σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων, ἀσφαλῶς τὸν θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστι Χριστὸς Ἰησοῦς.
For since the flesh desires against the spirit, and the spirit against the flesh, and these are opposed to one another, see that you never, by setting your purpose on the flesh, give great dominion to the worse part. For just as in the beams of a balance, if you weigh down one pan, you will certainly make the opposite one lighter, so too in the case of body and soul, the increase of the one necessarily brings about the decrease of the other. Take heed, then, to yourself. For each of us who are disciples of the Word is a servant of some one action among those appointed for us in the Gospel. For in this great household, the Church, there are not only vessels of every kind, of gold and silver, of wood and of clay, but also arts of every kind. For the house of God, which is the Church of the living God, has hunters, travelers, architects, builders, farmers, shepherds, athletes, soldiers; to all these this brief saying applies, implanting in each one zeal for the work and for the purpose. You are a hunter, sent by the Lord who said: Behold, I send hunters, and they shall hunt them upon every mountain. Take careful heed, lest the prey escape you, so that, catching by the word of truth those made savage by wickedness, you may bring them to the one who saves. You are a traveler, like the one who prays: Direct my steps. And take heed to yourself, lest you turn aside from the way, lest you swerve to the right or to the left; walk in the royal road. Let the architect lay the foundation of the faith securely, which is Christ Jesus.
Ὁ οἰκοδόμος, βλεπέτω πῶς ἐποικοδομεῖ, μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύριον, λίθους τιμίους. Ὁ ποιμὴν, πρόσεχε μή τίς σε παρέλθῃ τῶν ἐπιβαλλόντων τῇ ποιμαντικῇ. Ταῦτα δέ ἐστι ποῖα; τὸ πεπλανημένον ἐπίστρεφε· τὸ συντετριμμένον ἐπίδησον· τὸ νοσοῦν ἴασαι. Ὁ γεωργὸς, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης, συγκακοπάθησον τῷ Εὐαγγελίῳ, στρατεύων τὴν καλὴν στρατείαν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, κατὰ τῶν παθῶν τῆς σαρκός· ἀνάλαβε πᾶσαν τὴν πανοπλίαν τοῦ πνεύματος. Μὴ ἐμπλέκου ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ὁ ἀθλητὴς, πρόσεχε σεαυτῷ, μήπως τινὰ παραβῇς τῶν ἀθλητικῶν νόμων· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Μιμοῦ τὸν Παῦλον, καὶ τρέχοντα, καὶ παλαίοντα, καὶ πυκτεύοντα· καὶ αὐτὸς ὡς ἀγαθὸς πύκτης ἀμετεώριστον ἔχε τὸ τῆς ψυχῆς βλέμμα. Σκέπε τὰ καίρια τῇ προβολῇ τῶν χειρῶν· ἀτενὲς τὸ ὄμμα πρὸς τὸν ἀντίπαλον ἔστω, δρόμοις τοῖς ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνων, οὕτω τρέχε, ἵνα καταλάβῃς. Ἐν τῇ πάλῃ τοῖς ἀοράτοις ἀνταγωνίζου. Τοιοῦτόν σε διὰ βίου ὁ λόγος βούλε ται, μὴ ἀναπεπτωκότα, μηδὲ καθεύδοντα, ἀλλὰ νηφόντως καὶ ἐγρηγορότως σεαυτοῦ προεστῶτα. Πρόσεχε οὖν σεαυτῷ· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα τῆς ψυχῆς. Πολλοὶ γὰρ κατὰ τὸν λόγον τοῦ Κυρίου, τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσιν.
The builder, let him see how he builds upon it, not wood, not hay, not stubble, but gold, silver, precious stones. The shepherd, take heed lest any of those things that fall to the pastoral care pass you by. And what are these? Turn back the one who has gone astray; bind up the one who is broken; heal the one who is sick. The farmer, dig around the barren fig tree, and apply what contributes to fruitfulness. The soldier, suffer hardship together with the Gospel, waging the good warfare against the spirits of wickedness, against the passions of the flesh; take up the whole armor of the Spirit. Do not entangle yourself in the affairs of life, so that you may please the one who enlisted you. The athlete, take heed to yourself, lest you transgress any of the athletic laws; for no one is crowned unless he competes lawfully. Imitate Paul, both running and wrestling and boxing; and you too, as a good boxer, keep the gaze of your soul undistracted. Guard the vital parts with the forward thrust of your hands; let your eye be fixed intently on the opponent, stretching out in the races toward the things that are ahead, run thus, that you may attain. In the wrestling match, strive against the unseen adversaries. The Word wills you to be such throughout your life, not reclining nor sleeping, but soberly and watchfully presiding over yourself. Take heed therefore to yourself; that is, turn the eye of your soul to the examination of your own self. For many, according to the word of the Lord, notice the speck that is in the brother's eye, but do not look at the beam that is in their own eye.
Μὴ παύσῃ τοίνυν διερευνώμενος σεαυτὸν, μηδὲ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθῇς κατὰ τὸν Φαρισαῖον τὸν βαρὺν ἐκεῖνον καὶ
ἀλαζόνα, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων· ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλίπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε, τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἐάσῃς ἐξανδραποδισθέντα τὸν νοῦν δοῦλον γενέσθαι τῶν παθημάτων. Τῷ ὄντι ἔοικε πάντων εἶναι χαλεπώτατον, ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ' ἑαυτοῦ οὐ χρήσεται τῷ ὁρᾷν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Μὴ κρίνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σε καθαιρόντων. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Ποῦ ποτε ἡμῖν οἱ τῶν μὲν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν; ποῦ ποτε ἡμῖν, οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προσκόμματα διασύροντες, οἱ τῷ βορβόρῳ κυλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως; Μὴ ἄλλους ἰατρεύειν ἐπιχειρήσωμεν, αὐτοὶ βρύοντες ἕλκεσιν. Ἐρεύνα σαυτὸν πλέον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων.
Do not cease, then, to search yourself out, nor look around at things outside, in case you might be able to find some fault in someone, like that heavy and boastful Pharisee, who stood justifying himself and despising the tax collector; but do not stop examining yourself, whether you have sinned in your thoughts, whether your tongue has slipped, running ahead of your mind, whether any involuntary thing has been done in the works of your hands. Take heed to yourself, then, lest you ever allow your mind, once enslaved, to become a slave of the passions. In truth it seems to be the hardest thing of all to know oneself. For not only does the eye that sees things outside not use its sight upon itself, but our very mind, which keenly looks down upon another's sin, is slow to recognize its own shortcomings. Do not judge the judges, you who need healing; nor be fond of judging for me the worth of those who cleanse you. One man is better than another, or more humble; but everyone is higher than you. Where ever are those among us who are gentle judges of their own faults, but exact examiners of others'?—so that even here they lie against the truth. Where ever are those among us who have wounds and reproach others' welts? who mock at stumbling blocks, who roll in the mire and rejoice in our stains? who are blind with beams and bring forward the specks, which neither grieve much when lodged within, nor are hard to remove and blow away from the sight? Let us not attempt to heal others while we ourselves gush with sores. Search yourself more than the things of your neighbors; for in the one you will gain for yourself, in the other for your neighbors. Reasoning is better than deeds, or than money.
Τὰ μὲν γάρ ἐστι τῆς φθορᾶς, τὸ δ' ἵσταται. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν. Κρεῖσσον γὰρ εἶναι, τοῦ δοκεῖν. Εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μηδὲ τὴν νέαν. Τί γὰρ πίθηκι κέρδος ἂν δοκῇ λέων; Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν· οὐδὲ ἵνα θεραπεύ σωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίων τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς, οὐχ ὁ τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σήμερον ἐπαινοῦμεν, αὔριον ἐκακίσαμεν. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν· θώμεθα ταῖς ἀκοαῖς θύρας καλῶς ἀνοιγομένας, καὶ κλειομένας, καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν, καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Ὁ ἄρα γινώσκων ἑαυτὸν, τόπος ἐστὶ καὶ θρόνος τοῦ Κυρίου. Βούλει γνῶναι Θεόν; προλαβὼν γνῶθι σεαυτόν. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης. Οὐδαμόθεν γὰρ ἠμέληται τὰ ἡμέτερα, ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ περιεργάζεσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον τοὺς ἀλλοτρίους πολυπραγμονοῦντα βίους, τῆς οἰκείας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς αὐτῷ πάσης εἰς τὴν τῶν ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος, τὰ μὲν κατορθώματα τοῦ πλησίον, καὶ πολλὰ ὄντα, καὶ μεγάλα παρορᾷν·
Some things are of corruption, but the other stands. Pursue glory, neither all of it nor excessively. For it is better to be than to seem. But if you are immoderate, do not hunt the empty and the new. For what profit is it to a monkey if it seems a lion? We watch over one another's sins, not so that we may lament them, but so that we may reproach them; nor so that we may heal them, but so that we may strike at them, and may have an excuse for our own evils in the wounds of our neighbors. But character marks out the bad and the good, not their position and friendship; and the things we praise today, we have reviled tomorrow. Let us bring our anger under control like a wild beast, and our tongue like a sharp sword, and let us quench pleasure like fire; let us set doors on our ears that open well and close well, and let us discipline the eye, and the taste that tears at us, lest death come up through our windows, and let us laugh to scorn immoderate laughter. Therefore the one who knows himself is a place and throne of the Lord. Do you wish to know God? First know yourself. To busy oneself with another's life is the height of illiberality. For our own affairs are neglected from no other source than from meddling and busying oneself with the affairs of others. For it is not possible for a man who meddles in the lives of others ever to take care of his own life. For since all his zeal is spent on meddling in the affairs of others, his own affairs must necessarily lie neglected and uncared for. And besides, it is man's nature to overlook the successes of his neighbor, even when they are many and great.
εἰ δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν διὰ πολλοὺς συμβεβηκὸς, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως, καὶ μέμνηται διὰ παντός. Καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τῶν πολλῶν καὶ μεγάλων πολλάκις ἠλάττωσε δόξαν.
ΤΙΤΛ. Γʹ. –Περὶ γογγυσμῶν.
Ἦν ὁ λαὸς γογγύζων· καὶ ἐθυμώθη Κύριος, καὶ ἐξεκαύθη πῦρ, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι πνεῦμα λαθραῖον κενὸν οὐ πορεύσεται. Ἀνὴρ ἐπιστήμων οὐ γογγύζει. Μὴ γογγύζετε, καθώς τινες ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Πάντα ποιεῖτε ἄνευ γογγυσμῶν, ἵνα γένησθε ἄμεμπτοι. Ἀπρόσδεκτος ἡ ἀπὸ τῶν γογγυστῶν ἐργασία, ὡς θυσία ἐπίμωμος. –Χρὴ οὖν τὸ τοῦ ὀκνηροῦ καὶ ἀντιλογικοῦ ἔργον ἀλλοτριῶσαι τῆς ἀδελφότητος.
ΤΙΤΛ. Δʹ. –Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς. Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου. Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ μακρῷ χρόνῳ ἐπιστήμη. Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δὲ πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς ἀναγγεῖλαι ὑμῖν τὴν ἐμαυτοῦ ἐπιστήμην. Στέφανος καυχήσεως, γῆρας· ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Δόξα πρεσβυτέρων πολιά. Γῆρας τίμιον, οὐ τὸ πολύχρονον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά ἐστι φρόνησις ἀνδρὶ, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ εἴ τίς ἐστι σοφὸς, προσκολλήθητι αὐτῷ. Μὴ ἀστόχει διηγημάτων γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν.
But if some defect appears, even if it is chance, even if it has come about through many, it both perceives quickly and seizes readily and remembers continually. And this small and worthless thing has often diminished the glory of many great things.
TITLE 3. — On Grumblings.
The people were grumbling; and the Lord was angered, and fire was kindled and devoured a part of the camp. Guard against useless grumbling, and refrain your tongue from slander, for a secret empty spirit shall not pass by. A knowledgeable man does not grumble. Do not grumble, as some grumbled and perished by the destroyer. Do everything without grumblings, so that you may become blameless. The work of grumblers is unacceptable, like a blemished sacrifice. — It is necessary, then, to alienate the work of the lazy and contentious man from the brotherhood.
TITLE 4. — On elders and old men; and that they must be honored. You shall rise up before a gray head, and you shall honor the face of an elder. Ask your father, and he will announce to you; your elders, and they will tell you. In much time is wisdom, and in long time is knowledge. I am younger in time, but you are elders; therefore I kept silent, fearing to announce to you my own knowledge. A crown of boasting is old age; and it is found in the ways of righteousness. The glory of elders is gray hair. Honorable old age is not the long-lasting, nor is it measured by the number of years. Gray hair is prudence for a man, and the age of old age is a life without stain. Stand in the assembly of elders; and if anyone is wise, cleave to him. Do not miss the tales of elders; for they themselves learned from their fathers.
– Μὴ ἀτιμάσῃς ἄνδρα ἐν γήρᾳ αὐτοῦ. Στέφανος γερόντων πολυπειρία· καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου. Λάλησον, πρεσβύτερε· πρέπει γάρ σοι. Ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. Πᾶν τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον. Πλεῖον τῷ ὄντι τῆς ἐν θριξὶ λευκότητος εἰς πρεσβυτέρου σύστασιν, τὸ ἐν φρονήσει πρεσβυτερικόν. Ἐπὶ παντὸς ὡς ἐπιπολὺ πράγματος, ἐπισφαλὴς σύμβουλος ἡ νεότης· καὶ οὐκ ἄν τις εὕρῃ ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξιῶν, ᾧ μὴ καὶ πολιὰ συμπαρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος. Κρείσσων πολιὰ μετὰ φρονήσεως, ἀπαιδεύτου νεότητος. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ αὐτῶν, γνῶσις ἀληθής. Ἀνθεῖται πρὸς ἐπιστήμην ψυχὴ, ὁπότε τοῦ σώματος ἀκμαὶ μήκει μαραίνονται. Ὁ ἀληθείᾳ πρεσβύτερος, οὐκ ἐν μήκει χρόνων, ἀλλ' ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ θεωρεῖται. Τοὺς μὲν οὖν αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματος ζωῇ, δίχα καλοκαγαθίας, πολυχρονίους παῖδας λεκτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε παιδευθέντας. –Ἀκύμαντος λιμὴν πολιά. –Σώματος παρακμὴ, καταστολὴ παθῶν. ΤΙΤΛ. Εʹ. –Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι. Ἐξέβαλε Κύριος τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀναμέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, τέθεικε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Ἐπιμελοῦ τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν·
Do not dishonor a man in his old age. The crown of the aged is long experience, and their boast is the fear of the Lord. Speak, elder, for it is fitting for you. How beautiful are judgments among gray hairs, and for elders to know counsel. Everything that excels in antiquity is worthy of reverence. More than the whiteness in the hair, the elderliness in prudence is truly a recommendation of an elder. In almost every matter, youth is a dangerous counselor; and one would not easily find any of the things worth earnest effort brought to success, unless gray hairs were also taken along into partnership of the consideration. Better is gray hair with prudence than uneducated youth. The gentleness of elders is gray hair; and their life is true knowledge. The soul flourishes toward knowledge when the body's prime is withered by length of time. The elder in truth is seen not in length of years, but in a praiseworthy and perfect life. Those, then, who have worn away a long age in the life with the body, apart from nobility of character, must be called long-lived children, never having been educated in lessons worthy of gray hair. —Gray hair is a harbor unruffled by waves. —The decline of the body is the subduing of the passions. TITLE 5. —Concerning farming and farmers; and that it is good to work. The Lord cast Adam out of the paradise of delight, to work the ground from which he was taken. Noah began to be a man, a farmer of the ground, and he planted a vineyard, and he drank of the wine, and he became drunk. Issachar desired the good, resting between the lots; and seeing the rest, that it was good, and the land, that it was rich, he set his shoulder to toil, and he became a farming man. Take care of the green things in the field, and you will cut grass.
σύναγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Τίμα δὲ πεδίον, ἵνα ὦσί σοι ἄρνες. Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε εἰς ἀκάνθας. Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην. Ὁ ἐργαζόμενος τὴν γῆν, ἀνύψωσε θημωνίαν αὐτοῦ. Χάριν καὶ κάλλος ἐπιθυμεῖ ὀφθαλμὸς, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου, καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτοῦ, καὶ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; Καρδίαν δώσει βαθὺ εἰς τεμεῖν αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεως. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Γεηπόνος τὸν ὕπνον ἀποσεισάμενος, πρὸ τὴν τῆς γῆς ἐργασίαν ἐπείγεται, καὶ τοῦ μὲν οἰκίσκου καὶ τῆς ἐπαύλεως τὸ ἔρημον ὑπερασπίζεται, καὶ ἀναγκάζεται ὅμως, καὶ φλογμῷ καὶ χειμῶνι ἀπὸ ταλαιπώρου σαρκὸς διαμάχεσθαι. Πανταχοῦ γὰρ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. –Φέρει γεηπόνοις ἡδονὴν τὸ ἐξ ὑπτίων τε καὶ βαθυγείων χωρίων πολύν τινα δρέπεσθαι τὸν καρπόν. Εἰ δέ ποτε καὶ ἐκ πετρώδους γῆς, καὶ λεπτῆς, καὶ ὑποψάμμου δυνηθείη μετὰ πολλὴν ἐπιμέλειαν χρηστοῦ τινος ἀπολαῦσαι καρποῦ, μείζων ἐντεῦθεν ἡ ἡδονὴ τῷ γεηπόνῳ, διότι πρὸς τὴν τῆς φύσιν ἀγωνισάμενος, καὶ τοὺς οἰκείους πόνους ἀντεισάξας τῇ στειρώσει τῆς γῆς, νίκης τινὰ μαρτυρίαν ἀποφέρεται παρὰ τῶν τὸ γεώργιον θαυμαζόντων.
Gather mountain grass, so that you may have sheep for clothing. Honor the plain, so that you may have lambs. Work your land; for ships no longer come from Carthage. Break up new ground for yourselves, and do not sow among thorns. Do not hate laborious work, nor farming, which was created by the Most High. The one who works the land raises up his heap of grain. The eye desires grace and beauty, and above both, the green shoot of seed. How shall the one who holds the plow be made wise, and who boasts in the goad's spear, driving oxen and turning about in his works, and whose tale is among the sons of bulls? He will give his heart deeply to cut furrows, and his wakefulness to fodder for the heifer. The laboring farmer must first partake of the fruits. The tiller of the soil, having shaken off sleep, hastens before the working of the land, and though he guards the loneliness of the cottage and the farmstead, he is nevertheless compelled to fight against heat and winter with his wretched flesh. For everywhere, by difficulty and toil, useful things naturally come to men. —Toiling farmers take pleasure in plucking a great quantity of fruit from level and deep-soiled fields. But if ever from rocky and thin and sandy ground, after much care, one should be able to enjoy some good fruit, the pleasure of the farmer is greater from this, because, having struggled against nature and set his own toils against the barrenness of the land, he carries away a kind of testimony of victory from those who admire the farm.
ΤΙΤΛ. ϛʹ. –Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως. Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου. Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης. Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. – Μιμησώμεθα τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους, οἵ γε ἐν χειρονομίαις, καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδείας ἀπολαύουσι κέρδους. Ἀρετὴ ἀμελέτητος ἐν τοῖς ἔργοις, ταχέως ὑπὸ τῶν περιστάσεων ἀφανίζεται. Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἡ ἀγριότης τῶν παθῶν ἀσθενεῖ. Ἡ συνεχὴς ἄσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· καὶ πάλιν αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή. –Μελέτη τροφὸς ἐπιστήμης.
ΤΙΤΛ. Ζʹ. –Περὶ γνωσιμαχούντων.
TITLE 6. — On training, and study, and exercise. From care and thought peace will appear to you. Child, test your soul in your life. Train yourself toward godliness. For bodily training is profitable for a little; but godliness is profitable for all things, having the promise of life, of the present and of the future. Toils studied out of long habit fall upon those who have been trained with less pain. — Let us imitate those who make their studies in the tactical arts, who, having acquired experience in hand-to-hand combat and in dancing, in the contests enjoy the profit that comes from their training. Virtue untrained in works is quickly destroyed by circumstances. From much study and exercise the violence and savagery of the passions grows weak. Continuous exercise produces firm knowledge, as neglect produces ignorance; and again, familiarity with it increases experience. — Study is the nurse of knowledge.
TITLE 7. — On those who fight against knowledge.
Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν, καὶ ἐν καιρῷ ἐπισκοπῆς εὑρήσεις ἱλασμόν. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου. ΤΙΤΛ. Ηʹ. –Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι, καὶ μηδὲν ποιεῖν χωρὶς αὐτῶν.
Εἶπεν ὁ Θεὸς τῇ γυναικί· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐὰν γενομένη γένηται γυνὴ ἀνδρὶ, καὶ εὐχαὶ αὐτῆς ἐπ' αὐτῇ, κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, ὅσας ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται. Ἐὰν δὲ ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ἀνὴρ ἀνένευσε· καὶ Κύριος καθαρίσει αὐτήν. Γυνὴ ἴδιον ἄνδρα τιμῶσα, σοφὴ πᾶσι φανήσεται. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ἀνὴρ κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστι κεφαλὴ τοῦ σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν πᾶσιν. Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ὡς ἑαυτὸν ἀγαπάτω· ἡ δὲ γυνὴ, ἵνα φοβηθῇ τὸν ἄνδρα. Αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται·
I acknowledged my lawlessness, and I did not cover my sin. I will declare my lawlessness, and I will be anxious for my sin. A righteous man is his own accuser in the first word. Before judgment examine yourself, and in the time of visitation you will find propitiation. Do not be ashamed to confess your sins. TITLE 8. — On women: that they ought to be subject to their own husbands, and to do nothing without them.
God said to the woman: Your turning shall be toward your husband, and he shall rule over you. If a woman who is married becomes bound to a husband, and her vows are upon her, according to the distinction of her lips, as many as she has defined against her soul, and her husband hears and keeps silent to her on the day he hears, then all her vows shall stand, and her definitions which she defined against her soul shall stand. But if her husband refuses on the day he hears, all her vows and her definitions which she defined against her soul shall not remain, because her husband has refused; and the Lord shall cleanse her. A woman honoring her own husband will appear wise to all. Let women be subject to their own husbands as to the Lord; for the husband is the head of the wife, as also Christ is the head of the Church; and he is the head of the body. But as the Church is subject to Christ, so also let women be subject to their husbands in all things. Let each man love his own wife as himself; and let the wife fear her husband. Women being subject to their own husbands, so that if any are disobedient to the word, they may be won without a word through the conduct of the women.
ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἐν πλοκαῖς τριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅς ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελής. Οὕτως γάρ ποτε αἱ γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραὰμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι, καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
ΤΙΤΛ. Θʹ. –Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτὰς, ἢ λαλεῖν, ἢ διδάσκειν ἐν ἐκκλησίᾳ Θεοῦ. Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτίμια
αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου αὐτῇ διδόται. Οὐκ ἔστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός. Αἱ γυναῖκες τὰς φλυαρίας ἐκ τῶν στομάτων αὐτῶν παυσάτωσαν, καὶ τοὺς ψιθυρισμοὺς, μνημονεύουσαι πῶς τῇ Εὔᾳ ψιθυρίσας ὁ πονηρὸς, ἐξέβαλε τοῦ παραδείσου.
having observed your conduct in fear. Whose adornment let it not be the outward plaiting of hair and wearing of gold, or putting on of garments, but the hidden man of the heart, in the incorruptible spirit of a gentle and quiet disposition, which is precious before God. For thus formerly the women who hoped in God adorned themselves, being submissive to their own husbands, as Sarah obeyed Abraham, calling him lord, whose children you have become, doing good and not fearing any terror.
TITLE 9. — Concerning women: that they ought not to pray uncovered, or to speak, or to teach in the church of God. Judge among yourselves: is it fitting for a woman to pray to God uncovered? Does not nature itself teach you that if a man wears long hair, it is a dishonor to him; but if a woman wears long hair, it is a glory to her? Because her hair is given to her for a covering. God is not a God of confusion, but of peace, as in all the churches of the saints. Let the women keep silence in the churches; for it is not permitted to them to speak, but to be submissive, as the law also says. And if they wish to learn anything, let them ask their own husbands at home. For it is shameful for a woman to speak in church. Let a woman learn in silence with all submission. But I do not permit a woman to teach, nor to have authority over a man. Let the women cease from their idle talk from their mouths, and from whisperings, remembering how the evil one, having whispered to Eve, cast her out of paradise.
ΤΙΤΛ. Ιʹ. –Περὶ γυναικῶν κυϊσκουσῶν· ἐὰν μὲν ἄρσεν τέκῃ. ἐπὶ μʹ ἡμέρας οὐκ εἰσελεύσεται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοήκοντα. Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων· Γυνὴ εἴ τις ἂν σπερματισθῇ, καὶ τέκῃ ἄῤῥεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς. Καὶ τῇ ἡμέρας τῇ ὀγδόῃ περιτεμεῖς τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς καθεσθήσεται· παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως οὗ πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Εἰ δὲ θῆλυ τέκῃ, ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ ζωογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν. Γίνεται γὰρ ἑπτάμηνα ἀγώγιμα, τῶν ὀκταμήνων ἐπίπαν ζωογονεῖσθαι μὴ δυναμένων. ΤΙΤΛ. ΙΑʹ. –Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος. Ἀνεχώρησε τοῖς ποσὶν εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὴρ τοῦ Κιναίου. Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ· Ἔκκλινον, κύριέ μου, ἔκκλινον πρός με· μὴ φοβοῦ. Καὶ ἐξέκλινε πρὸς αὐτὴν ἐν τῇ σκηνῇ, καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. Καὶ εἶπε Σισάρα πρὸς αὐτήν· Πότισον δή με μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. Καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτῷ ἐπιβόλαιον. Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· Στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, εἰ ἔστιν ὧδε ἀνὴρ, ἐρεῖς· Οὐκ ἔστι.
TITLE 10. — Concerning women who give birth: if she bears a male child, she shall not enter the house of the Lord for forty days; but if a female, for eighty. The Lord spoke to Moses, saying: Speak to the sons of Israel, and you shall say to them: If a woman has conceived seed and bears a male, she shall be unclean seven days, according to the days of the separation of her flow. And on the eighth day you shall circumcise the flesh of his foreskin; and she shall sit thirty-three days in her unclean blood; she shall touch no holy thing, and she shall not enter the sanctuary until the days of her purification are fulfilled. But if she bears a female, she shall be unclean twice seven days, according to her flow; and she shall sit sixty-six days in her unclean blood. Infants in the womb are by nature brought to life in seven months, as something most paradoxical occurs. For seven-month children are viable, while eight-month children are altogether unable to be brought to life. TITLE 11. — Concerning a valiant and prudent woman. He withdrew on foot to the tent of Jael, the wife of Heber the Kenite. And Jael came out to meet Sisera, and said to him: Turn aside, my lord, turn aside to me; do not fear. And he turned aside to her into the tent, and she covered him with a covering. And Sisera said to her: Give me, I pray, a little water to drink, for I am thirsty. And she opened the skin of milk, and gave him drink, and covered him with a covering. And Sisera said to her: Stand, I pray, at the door of the tent, and it shall be that if anyone comes to you and asks you, saying, Is there a man here? you shall say: There is not.
Καὶ ἔλαβεν Ἰαὴλ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ. Καὶ αὐτὸς ἀπεσκάρησεν ἀναμέσον τῶν γονάτων αὐτῆς, καὶ ἀπέψυξε, καὶ ἀπέθανε. Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Δεῦρο, καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς. Εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς, καὶ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ. Εὐλογηθείη ἐν γυναιξὶ Ἰαὴλ, γυνὴ Χάβερ τοῦ Κιναίου ἀπὸ γυναικῶν, ἐν σκηναῖς εὐλογηθείη. Ὕδωρ ᾔτησε, καὶ γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων. Ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς πύλης τοῦ πύργου ἐμπρῆσαι αὐτὴν ἐν πυρί· καὶ ἔῤῥιψε γυνὴ μία κλάσμα ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ, καὶ συνέκλασε τὸ κρανίον αὐτοῦ. Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, καὶ εἶπεν αὐτῷ Σπᾶσον τὴν ῥομφαίαν σου, καὶ θανάτωσόν με, μήποτε εἴπωσιν ὅτι γυνὴ ἀπέκτεινεν αὐτόν. Καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν. Ἀπήγγειλε Δαβὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν αὐτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαβὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε, καὶ ἔφυγε, καὶ σώζεται. Εἶπεν Ἀβιγαία πρὸς Δαβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου. Μὴ θέσθω ὁ κύριός μου τὴν καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, καὶ ἀφροσύνη μετ' αὐτοῦ.
And Jael took the tent peg, and put the hammer in her hand, and went in to him secretly, and drove the peg into his jaw, and it went through into the ground. And he was pierced through between her knees, and he fainted, and died. And behold, Barak was pursuing Sisera, and Jael came out to meet him, and said to him: Come, and I will show you the man whom you seek. He went in to her, and behold, Sisera was cast down dead, and the peg was in his jaw. Blessed among women be Jael, the wife of Heber the Kenite; among women in tents let her be blessed. She asked for water, and she gave him milk in a bowl of the mighty. Abimelech drew near to the gate of the tower to set it on fire; and one woman threw a piece of a millstone upon the head of Abimelech, and shattered his skull. And he cried out quickly to the young man who carried his armor, and said to him: Draw your sword, and kill me, lest they say that a woman killed him. And his young man ran him through, and he died. David's wife Michal reported to him, saying: If you do not save his life tonight, tomorrow you shall be put to death. And Michal let David down through the window, and he departed, and fled, and was saved. Abigail said to David: Upon me, my lord, be the iniquity. Let your servant girl speak in your ears. Let not my lord set his heart upon this pestilent man, for folly is with him.
Καὶ εἶπε Δαβὶδ τῇ Ἀβιγαίᾳ· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον εἰς ἀπάντησιν, καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ εἶ, ἀποκωλύουσά με σήμερον μὴ εἰσελθεῖν εἰς αἵματα. Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας· ἔλαβε δὲ παρὰ Κυρίου ἱλαρότητα. Ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν. Μὴ ἀστόχει ἀπὸ γυναικὸς σοφῆς καὶ ἀγαθῆς. Ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ χρυσίον. Γυνή σοί ἐστι κατὰ τὴν ψυχήν; μὴ ἐκβάλῃς αὐτήν. Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθὴ, καὶ ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ· γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιαίνει ἐπιστήμη αὐτῆς. Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. Εἰ ἔστιν ἐπὶ στόματος ἔλεος καὶ πραότης, οὐκ ἔστιν ἀνὴρ αὐτῆς καθ' υἱοὺς ἀνθρώπων. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ἣν γράφουσι χεῖρες, καὶ λύει χρόνος. Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχει. Ἀνύποπτον εἰς διαβολὴν δείκνυσι γυναῖκα, τὸ μὴ καλλωπίζεσθαι, μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς·
And David said to Abigail: Blessed is the Lord God of Israel, who sent you today to meet me, and blessed is your manner, and blessed are you, who kept me today from coming into bloodshed. Who gave to women the wisdom of weaving, and the knowledge of embroidery? A valiant woman is a crown to her husband. He who finds a good woman finds favors; and he has received gladness from the Lord. He who casts out a good woman casts out good things from his house. Wise women built houses; but the foolish one overturned them with her hands. A valiant woman who shall find? She is more precious than costly stones. Do not miss the mark of a wise and good woman. For her grace is above gold. Is a woman to you according to your soul? Do not cast her out. A good woman is a good portion, and she shall be given in the portion of those who fear the Lord. Blessed is the husband of a good woman; a valiant woman gladdens her husband, and she shall fill his years in peace. The grace of a woman shall delight her husband, and his bones shall grow fat by her knowledge. The beauty of a woman brightens her face, and it surpasses every desire of man. If mercy and gentleness are on her mouth, her husband is not among the sons of men. Consider beauty to be the good order of the mind, not that which hands write and time dissolves. The female race is always somewhat fond of tears, and has a mind easily broken down to mercy. She shows a woman to be above suspicion for slander: not to adorn herself, nor indeed to deck herself out beyond what is fitting, but to attend earnestly to prayers and supplications.
τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλὰς, ἀποκλείουσαν ὡς οἷόν τε ἑαυτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, ὡς ἂν προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ΤΙΤΛ. ΙΒʹ. – Περὶ γυναικῶν πονηρῶν καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. Ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπήγγειλε Σαμψὼν τῇ Δαλιδᾷ τὸ πρόβλημα, ὅτι ἐνώχλησεν αὐτόν. Καὶ ἀνήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. Καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ δῦναι τὸν ἥλιον· Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; Καὶ εἶπεν αὐτοῖς Σαμψών· Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. Εἶπε δὲ Σαμψὼν Δαλιδᾷ· Πῶς λέγεις, ὅτι Ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ' ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. Καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν ἐν τοῖς λόγοις αὐτῆς πάσας τὰς ἡμέρας, καὶ ἐστενοχώρησεν αὐτὸν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν, ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ εἶπεν αὐτῇ· Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι Ναζιραῖος Θεοῦ εἰμι ἀπὸ κοιλίας μητρός μου. Ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ' ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω, καὶ ἔσομαι ὡς πάντες ἄνθρωποι. Καὶ εἶδε Δαλιδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε, καὶ ἐκάλεσε τοὺς σατράπας πάντας τῶν ἀλλοφύλων λέγουσα· Ἀνάβητε τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ. Καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν χειρὶ αὐτῶν.
guarding herself for the most part from going out of the house, shutting herself off as far as possible from the sight of those who are not kin, so as to value keeping at home more highly than untimely chatter. TITLE 12. — Concerning wicked and adulterous women, and those who commit fornication, and are filled with every evil. And it came to pass on the seventh day that Samson told his riddle to Delilah, because she had pressed him. And she told it to the sons of her people. And the men of the city said to him on the seventh day before the sun went down: What is sweeter than honey, and what is stronger than a lion? And Samson said to them: If you had not plowed with my heifer, you would not have known my riddle. And Samson said to Delilah: How can you say, I love you, when your heart is not with me? This is the third time you have deceived me, and you have not told me wherein your great strength lies. And it came to pass, when she pressed him with her words all the days, and constrained him, and his spirit was shortened to the point of death, that he told her all his heart, and said to her: No iron has come upon my head, for I am a Nazirite of God from my mother's womb. If therefore I am shaved, my strength will depart from me, and I shall become weak, and shall be like all men. And Delilah saw that he had told her all his heart, and she sent and called all the satraps of the Philistines, saying: Come up this once, for he has told me all his heart. And the rulers of the Philistines came up to her, and brought the money in their hand.
Καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσε τὸν κουρέα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ' αὐτοῦ. Καὶ εἶπε Δαλιδά· Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψὼν, καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι Κύριος ἀπέστη ἀπ' αὐτοῦ. Καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν Καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς Ἐγενήθη ἐν τῷ καιρῷ γήρους Σολομὼν, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελείως μετὰ Κυρίου, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμῶς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ τῶν υἱῶν Ἄμμων, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε
πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις· καὶ ἐθυμίων, καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἢ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Γυνὴ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει, –Θρόνος ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Υἱὲ, φύλασσε ἐμὰς ἐντολὰς, καὶ βιώσεις, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς.
And Dalila put Samson to sleep on her knees, and she called the barber, and she shaved the seven locks of his head, and his strength departed from him. And Dalila said, The Philistines are upon you, Samson. And he awoke from his sleep and said, I will go out as once and again, and I will shake myself free; but he did not know that the Lord had departed from him. And the Philistines seized him, and gouged out his eyes, and brought him down to Gaza, and bound him in bronze fetters, and he was grinding in the house of the prison. Solomon came to be in the time of his old age, and his heart was not wholly with the Lord, as was the heart of David his father. And the foreign women turned his heart after their gods. Then Solomon built a high place to Chemosh the idol of Moab, and to the king of the sons of Ammon, and to Astarte the abomination of the Sidonians; and so he did to all his foreign wives; and they burned incense and sacrificed to their idols. Do not pay heed to a wicked woman. For honey drips from the lips of a harlot, or for a time she makes your throat sleek; afterward, however, you will find her more bitter than gall, and sharper than a double-edged sword. A woman hunts precious souls of men—a throne of dishonor, a woman hating righteous things. Son, keep my commandments, and you shall live, that she may preserve you from a foreign and wicked woman.
Ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν γωνίᾳ, ἐν διόδοις οἴκων αὐτῆς, καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης· ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. Ἀνεπτερωμένη ἐστὶν ἀσώτως· ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς. Χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνῳ δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου. Ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ πρόσωπόν σου εὕρηκά σε· κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· διέῤῥαγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ. Ἐλθὲ, καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου. Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται ὁδῷ μακρᾷ, ἔνδεσμον ἀργυρίου λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Ὁ δὲ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ ὡς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Πολλοὺς τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, κατάγουσαι εἰς ταμεῖα θανάτου. Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.
For from the window of her house, peering out into the streets, she looks for any young man among the foolish children, lacking in understanding, passing by the corner, in the pathways of her house, and speaking in the evening darkness, when there is a quiet, gloomy night; and the woman meets him, having a harlot's appearance, or she makes the hearts of the young fly out. She is wantonly excited; her feet do not rest in her house. For some time she wanders outside, and for a time she lies in wait in the streets at every corner. Then she took hold of him and kissed him, and with a shameless face she said to him: I have a peace offering; today I pay my vows. For this reason I came out to meet you, longing for your face, and I have found you; I have spread my bed with coverings, I have strewn it with tapestries from Egypt; I have sprinkled my couch with saffron, and my house with cinnamon. Come, and let us enjoy friendship until dawn. Come, and let us roll in love. For my husband is not at home; he has gone on a long journey, taking a bundle of silver in his hand, and after many days he will return to his house. She led him astray with much conversation, and with the snares of her lips she drove him off course. And he followed, being stupefied, and like an ox led to the slaughter, and like a dog to a bond, or like a deer struck in the liver, and he hastens like a bird into a snare, not knowing that he runs for his life. She has wounded many and cast them down, and countless are those whom she has killed. Her house is the ways of Hades, leading down to the chambers of death. Like an earring in a pig's snout, so is beauty to a woman of evil mind.
Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, ἐνδεὴς δὲ φρονήσεως, παρακελεύομαι, λέγουσα· Ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίεσθε. Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὀλοῦνται, καὶ εἰς πέταυρον ᾅδου συναντᾷ. Ὥσπερ σκώληξ ἐν ξύλῳ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου. Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου ἄνδρα ἐκβάλλει. Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι ποιεῖν. Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, μὴ ὑπάντα ἑταιριζομένῃ. Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. Παρθένον μὴ καταμάνθανε. Μὴ δῷς πόρνῃ τὴν ψυχήν σου. Ἀπόστρεψον τὸν ὀφθαλμόν σου ἀπὸ γυναικὸς εὐμόρφου. Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον. Ἐν κάλλει γὰρ γυναικὸς πολλοὶ ἐπλανήθησαν. Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς. Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται. Γυνὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίων, πρῶτον ἐν νόμῳ Ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν. Αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται·
A foolish and bold woman becomes destitute of a morsel, she who does not know shame. She sat at the doors of her own house, on a seat openly in the streets, calling to those passing by and directing their ways. Whoever among you is most foolish, let him turn aside to me; and he who is lacking in understanding, I exhort, saying: Touch hidden breads pleasantly, and drink stolen sweet water. But he does not know that the earthborn perish with her, and he meets with the rim of Hades. As a worm in wood, so a wicked woman destroys a man. He who keeps company with an adulteress is foolish and impious. Better to dwell in a desert than with a quarrelsome and talkative and angry woman. Drops cast a man out of his house on a wintry day; likewise a abusive woman casts a man out of his own house. From your bedfellow guard yourself, lest you entrust to her to do something. Do not give your soul to a woman, lest you meet with a harlot. Do not persist with a woman who sings. Do not scrutinize a virgin. Do not give your soul to a prostitute. Turn your eye away from a beautiful woman. Do not sit at all with a woman who has a husband. For by the beauty of a woman many have been led astray. Wine and women will turn away the prudent. A bold woman shames father and husband, and she will be dishonored by both. A woman who has left her husband, and who presents an heir from strangers, first disobeyed the law of the Most High, and second she transgressed against her own husband, and third she committed adultery in fornication, and from a stranger she presented children. She will be brought out to the assembly;
οὐ διαδώσουσι τὰ τέκνα αὐτῆς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν· καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς. Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἄνεσιν. Εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. Συνοικῆσαι λέοντι, καὶ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. Μικρὰ πᾶσα κακία
πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπεσεῖ ἐπ' αὐτήν. Ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτω γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτῆς ἀποθνήσκομεν πάντες. Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν. Ὀργὴ μεγάλη γυνὴ μέθυσος. Πορνεία γυναικὸς ἐν μετεώροις ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. Κρείσσων πονηρία ἀνδρὸς, ἢ ἀγαθοποιὸς γυνή. Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς. Ἁμαρτήματα γυναικῶν, ἀνδρῶν ἀπαιδευσία. Γυνὴ φιλόπλουτος, συνοικοῦσα ἀνδρὶ ὁμόφρονι, διπλάσιος νόσος. Τάς τε γὰρ τρυφὰς ἀναφλέγει καὶ τὰς φιληδονίας αὔξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, τινὰς ἐπινοοῦσα μαργαρίτας, καὶ σμαράγδους, καὶ ὑακίνθους, καὶ χρυσόν· τὸν μὲν χαλκεύουσα, τὸν δὲ ὑφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες, καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι· καὶ μυρίοι τινὲς κόλακες ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς· οὐδένα καιρὸν ἀναπνεῖν τῷ ἀνδρὶ δίδωσιν ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων.
Her children will not spread out a root, and her branches will not bear fruit; she will leave her memory for a curse. Do not give water a passage, nor give ease to a wicked woman. If she does not go according to your hand, cut her off from your flesh. You have been pleased to dwell with a lion and a dragon, rather than to dwell with a wicked woman. Every wickedness is small
compared to the wickedness of a woman; the lot of a sinner will fall upon her. A sandy ascent under the feet of an old man, so is a talkative woman to a quiet man. From a woman is the beginning of sin, and through her we all die. Do not give boldness to a wicked woman. A drunken woman is a great anger. The fornication of a woman is in the lifting up of her eyes, and it will be known in her eyelids. The wickedness of a man is better than a woman who does good. Upon a wicked woman, a seal is good. The sins of women are the unlearnedness of men. A woman who loves wealth, dwelling with a like-minded husband, is a double disease. For she inflames luxuries and increases pleasures, and plants goads in her meddlesome desires, devising certain pearls and emeralds and sapphires and gold—hammering one, weaving another, and increasing the disease through every lack of taste. For the zeal for these things is not a side matter, but nights and days have their cares about these things; and countless flatterers, running beneath their desires, gather the dyers, the goldsmiths, the perfumers, the weavers, the embroiderers; she gives her husband no time to breathe because of her continual commands.
Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ. Σπουδάζεται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μῦρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάσσης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μὲν αὐταῖς προμετώπιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος, καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ, καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πλοίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν.
No wealth is sufficient to serve women's desires, not even if it flowed in from rivers. Among them barbarian perfume is eagerly sought, as is oil from the marketplace, and the flowers of the sea—the murex, the pinna—more than wool from sheep. And gold, clasping the costly stones, becomes for them an ornament for the forehead, another for the neck, another in belts, and another binds the hands and the feet. For the gold-loving women rejoice to be bound with bracelets, so long as it is gold that binds them. When, then, will the man who serves women's desires take care of his soul? For just as squalls and storms do to leaky ships, so do the wicked dispositions of women sink the weak souls of those who live with them.
Γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθέζεσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς ἀσχημοσύνης καλύμματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ὄψεως ἄῤῥενος, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν, πᾶσαν νέων ἀκολάσιαν ἐφ' ἑαυτὰς προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας ἀσχημοσύνης, αὐτῶν τοὺς ἡγιασμένους τόπους πεποίηνται· ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσιν κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμεναι, σοβάδες ὄντως, καὶ παραφόρου παντελῶς μανίας οὐδεμίαν ὑπερβολὴν καταλείπουσαι. Ταῦτα μὲν πῶς σιωπήσω; πῶς δὲ κατ' ἀξίαν ὀδύρωμαι;
Unchaste women, forgetful of the fear of God, despising eternal fire, on a day such as this—when, by the remembrance of the resurrection, they ought to have sat in their houses and taken thought of that day on which the heavens will be opened, and the Judge will appear to us from the heavens, and the trumpets of God, and the resurrection of the dead, and just judgment, and the repayment to each according to his work—instead of keeping these things in their thoughts and cleansing their own hearts from evil imaginations, and blotting out with tears their former sins, and preparing for the meeting with Christ on the great day of his appearing, having shaken off the yoke of slavery to Christ, having thrown from their heads the veils of indecency, having despised God, having despised his angels, having shamelessly disregarded every male face, tossing their hair, trailing their garments, and at the same time playing with their feet, with lascivious eye, with laughter poured out for dancing, inviting to themselves every licentiousness of young men—in the martyrs' shrines before the city they have formed choirs, a workshop of their own indecency, and have made the consecrated places themselves their own; they have defiled the air with their harlot songs, and they have defiled the earth with their unclean feet, which they have stamped in their dances, having set around themselves a crowd of young men as a theater for themselves—truly wanton, and leaving no excess of utter frenzy untried. How shall I keep silent about these things? How shall I lament them as they deserve?
Οἶνος ἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν, ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Οὐδὲν τοίνυν ἐφάμιλλον γυναικὸς πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετράποσιν; οὐδέν. Τί δὲ ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; ἀλλ' οὐδέν· πλὴν γυναικὸς πονηρᾶς. Καὶ λέων, καὶ δράκων ἐλάττω τυγχάνουσι. Μαρτυρεῖ μοι τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν λέγων· Συνοικῆσαι
λέοντι ἢ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην εἰρωνείαν εἰρηκέναι, ἐξ αὐτῶν τῶν πραγμάτων κατάμαθε ἀκριβῶς· τὸν Δανιὴλ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον Ναβουθὴν Ἰεζάβελ ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξεν, Δαλιδὰ δὲ τὸν Σαμψὼν ξυρήσασα τοῖς ἀλλοφύλοις παρέδωκεν. Δράκοντες, καὶ ἀσπίδες, καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμαξαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν. Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, Ἰεζάβελ δὲ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον παρέδωκεν. Τί γὰρ ἔλεγεν; Εἰ σὺ εἶ Ἠλίας, κἀγὼ Ἰεζάβελ· τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ ὡς ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ἠλίας, καὶ ἐπορεύθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμέρας, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν, καὶ εἶπεν· Κύριε ὁ Θεὸς, ἱκανούσθω, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με, ἢ ζῇν, ὅτι κρείσσων ἐγὼ οὐκ εἰμὶ ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι!
Wine has brought about the ruin of these souls for us; wine, the gift given by God as a comfort for weakness to those who are self-controlled, but now become a weapon of licentiousness for the dissolute. Nothing, then, is comparable to a wicked woman. What is more terrible than a lion among four-footed beasts? Nothing. And what is more savage than a dragon among reptiles? But nothing—except a wicked woman. Both lion and dragon are less than her. The most wise Solomon bears witness to my account, saying: You have chosen to dwell with a lion or a dragon, or to dwell with a wicked and talkative woman. And so that you may not think the prophet has spoken ironically, learn precisely from the facts themselves: the lions reverenced Daniel, but Jezebel murdered the righteous Naboth. The sea-monster kept Jonah in its belly, but Delilah shaved Samson and handed him over to the Philistines. Dragons and asps and horned serpents trembled before John in the wilderness, but Herodias cut him down at a banquet. The ravens fed Elijah on the mountain, but Jezebel, after the benefit of the rain, handed him over to slaughter. For what did she say? If you are Elijah, I am Jezebel: may the gods do thus to me and add thus more, if I do not make your soul as one of the dead by this hour tomorrow. And Elijah feared, and arose, and went, and came into the wilderness a day's journey, and asked that he might die, and said: Lord God, it is enough; take my soul from me, for it is better for me to die than to live, for I am no better than my fathers. Woe is me!
ὅτι ὁ προφήτης Ἠλίας ἐφοβήθη γυναῖκα, ὁ τῆς οἰκουμένης ὅλης τὸν ὑετὸν ἐν τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐρανόθεν ῥήματι κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς ἀνεγείρας, ἐφοβήθη γυναῖκα; ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ συγκρίνεται κακία γυναικὶ πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ ἡ Σοφία λέγουσα· Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ ὀξύτατον ὅπλον· διὰ γυναικὸς ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ κατέτρωσε τὸν Ἀδάμ. Διὰ γυναικὸς τὸν Δαβὶδ πρὸς τὴν κατὰ τοῦ Οὐρίου δολοφονίαν ἐξέμανεν. Διὰ γυναικὸς τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρεψεν· διὰ γυναικὸς τὸν ἀνδρειότατον Σαμψὼν ξυρήσας ἐτύφλωσεν. Διὰ γυναικὸς τοὺς υἱοὺς Ἡλὶ τοῦ ἱερέως ἐδάφισεν· διὰ γυναικὸς τὸν οὐρανοδρόμον Ἠλίαν ἐδίωκε· διὰ γυναικὸς τὸν εὐγενέστατον Ἰωσὴφ φυλακῇ κατέκλεισε. Διὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον Ἰωάννην ἐπέτεμε· διὰ γυναικὸς πάντας κατασφάζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς φείδεται. Οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην ἐναιδεῖται. Ὢ κακοῦ κακὸν κάκιστον, γυνὴ πονηρὰ, κἂν ᾖ πενιχρά. Ἐὰν δὲ καὶ πλοῦτον ἕλῃ τῇ πονηρίᾳ αὐτῆς συνεργοῦντα, δισσὸν τὸ κακόν· ἀφόρητον τὸ ζῶον, ἀθεράπευτον τὸ θηρίον. Ἐγὼ οἶδα καὶ ἀσπί δας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας, καὶ τίγρεις, καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη μαίνεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ τε καὶ μεθ' ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν Ἡρώδην.
Because the prophet Elijah feared a woman—he who carried the rain of the whole world on his tongue, who by a word brought fire down from heaven, and who by prayer raised the dead—did he fear a woman? Yes, he feared her. For no evil is comparable to a wicked woman. Wisdom bears witness to my statement, saying: There is no head above the head of a serpent, and there is no evil above the evil of a woman. O the devil's evil and most sharp weapon! Through a woman from the beginning in paradise he wounded Adam. Through a woman he drove David mad toward the treacherous murder of Uriah. Through a woman he brought down the wisest Solomon to transgression; through a woman he shaved and blinded the most courageous Samson. Through a woman he brought down the sons of Eli the priest; through a woman he pursued Elijah, the heaven-runner; through a woman he shut up the most noble Joseph in prison. Through a woman he cut down John, the lamp of the whole world; through a woman he slays all. For a shameless woman spares no one. She does not honor a Levite, she does not respect a priest, she is not ashamed before a prophet. O evil of evil, most evil—a wicked woman, even if she be poor. But if she also takes wealth as a partner in her wickedness, the evil is double: the creature is unbearable, the beast incurable. I know that even asps are tamed when flattered, and that lions, tigers, and leopards are gentled and calmed when domesticated; but a wicked woman, when insulted, rages, and when flattered, is puffed up. And if she has a husband who is a ruler, by night and by day, prying at him with her words, she sharpens him toward treacherous murder, as Herodias did Herod.
Κἂν πένητα ἔχῃ τὸν ἄνδρα πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα τυγχάνῃ, αὕτη δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Θεοῦ οὐ χαλινοῦται τὴν γλῶσσαν· οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει· οὐ φιλίας οἶδεν θεσμόν. Οὐδέν ἐστι γυναικὶ πονηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέλει γοῦν τὸν δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον παρεδίδου, λέγουσα· Εἶπόν τι ῥῆμα βλάσφημον πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως μοχθηρᾶς! ὢ προαιρέσεως ἀνοσίας! οὐκ ἠλέησεν ἰδοῦσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκτίδων, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας αὐτοῦ τοῖς σκώληξι συνειλημμένας. Οὐ κατεκάμφθη πρὸς οἶκτον, ἰδοῦσα αὐτὸν, ὅλον δι' ὅλου ἑλισσόμενον καὶ κάμνοντα, καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα ἐκ λαγόνων μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς εὐσπλαγχνίαν, ὁρῶσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι, τότε ἐπὶ κοπρίας κείμενον, γεγυμνωμένον τῷ σώματι. Καὶ οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας, καὶ οὐδὲ ὅσα δι' αὐτὸν ἐπίδοξα καλὰ ἤνθησεν. Ἀλλὰ τί; Εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἆρά σοί ποτε ἀῤῥωστούσῃ τοιοῦτον ἐφθέγξατο; Καὶ οὐχὶ εὐχαῖς τὴν νόσον ἀπέσμηξεν; Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρὸς καιρὸν πενία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προξενεῖς διὰ τῆς βλασφημίας τὴν κόλασιν; Ἢ οὐκ οἶδας, ὅτι πᾶσα ἁμαρτία
Even if she has a poor husband, she stirs him up to anger and fights; and even if she happens to be a widow, she herself dishonors everyone. For she is not bridled in her tongue by the fear of God; she does not look toward the future judgment; she does not know the law of friendship. There is nothing like a wicked woman for handing her own husband over to death. Indeed, at any rate, Job the righteous man was being handed over to death by his own wife, saying: Speak some blasphemous word against the Lord, and die. O depraved nature! O unholy disposition! She did not take pity when she saw her own husband's inward parts burning from the seething blisters, as if by spark-scattering coals, and all his flesh seized by worms. She was not bent toward compassion when she saw him, all through and through, writhing and suffering and in anguish, and drawing continuous gasps from his flanks with pain, with open mouth. She was not softened to tenderheartedness when she saw him who once was in royal purple, then lying on a dung heap, stripped in body. And she did not remember her former intimacy with him, nor even how many glorious good things had blossomed because of him. But what? Speak some word against the Lord, and die. Did she ever utter such a thing to you when you were sick? And did she not wipe away the disease by prayers? For his poverty for a time was not enough for him, but you even procure for him eternal punishment through blasphemy? Or do you not know that every sin
ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας ταύτης ὁμόζυγον; ἴδε μοι καὶ τὴν Δαλιδάν. Καὶ γὰρ ἐκείνη τὸν Σαμψὼν τὸν ἀνδρειότατον ἄνδρα ξυρήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα, τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπεκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὃν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; καὶ τίς αὐτοῦ ὡραιότερος κατ' ἐκεῖνο καιροῦ; ὥστε ἑπτὰ βοστρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων. Μὴ οὐκ ἦν ἀνδρεῖος; ὥστε τὸν λέοντα φοβερὸν ὄντα ἐν τῇ ὁδῷ μόνος ἀπέπνιξεν, καὶ μιᾷ σιαγόνι ὄνου μυρίους ἀλλοφύλους κατέστρωσεν. Ἀλλὰ καὶ ἅγιος ἦν. Τοσοῦτον γὰρ ἦν ἅγιος, ὡς διψήσαντα αὐτὸν ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδατος πηγὰς ἐξενέγκαι, κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον, ἡ ἰδία γυνὴ ὡς πολέμιον τοῖς ἀλλοφύλοις παρέδωκεν. Διὰ τοῦτο παραγγέλλει σοι ὁ προφήτης· Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι. Εἰπέ μοι, ποῖον θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἂν ἐμελέτησε πώποτε; Ποία δὲ δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπο λέσθαι θέλει; Ποία δὲ λέαινα τὸν ἴδιον ἄνδρα πρὸς σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία τὸ, Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός.
Will be forgiven to men, but the blasphemy against the Spirit will not be forgiven, neither in this age nor in the one to come? Do you wish to see another yoked partner of this wickedness? Look for me also at Delilah. For she too, having shaved Samson, the most courageous man, handed him over to the Philistines—her own husband, her own consort, whom she warmed, whom she pampered, whom she flattered, whom she pretended to love more than herself; whom yesterday she loved, today she deceived; whom yesterday she warmed with love, today she buried with deceit. And indeed, was he not handsome? And who was more handsome than he in that time? So that he bore seven locks on his head, carrying the image of the sevenfold grace. Was he not courageous? So that he alone strangled the lion that was fearsome on the road, and with one donkey's jawbone he laid low ten thousand Philistines. But he was also holy. For he was so holy that, when he thirsted in a scarcity of water, he prayed and brought forth springs of water from the dead jawbone held in his hand, and from there drew the healing of his thirst. And him who was so handsome, so courageous, his own wife handed over to the Philistines as an enemy. Therefore the prophet commands you: From your bedfellow guard yourself, as to entrust anything to her. Tell me, what beast against its own male would ever have devised such things? What female dragon wishes to destroy her own yoked partner? What lioness hands over her own husband to slaughter? You see that Wisdom has aptly said, There is no head above the head of a serpent, and there is no evil above the evil of a woman.
Καὶ ἅπαξ ἁπλῶς, ὁ ἔχων γυναῖκα πονηρὰν, γινωσκέτω, ὅτι ἤδη τοὺς μισθοὺς τῶν ἀνομιῶν αὐτοῦ ἐκομίσατο· Γυνὴ πονηρὰ ἀνόμῳ μερὶς δοθήσεται, ἀντὶ τῶν ἔργων αὐτοῦ. Ἀφόρητός ἐστι γυνὴ κολακευομένη, τὴν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, ποικίλως φύει τὰς παρειὰς ἐρυθραίνουσα· ἀμύλῳ τε, οἰνανθίῳ, φαβατίῳ, καὶ ψιμμυθίῳ τὸ πρόσωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα· χρυσοῖς δὲ κόσμοις τὸν τράχηλον αὐτῆς, τὰς χεῖρας, καὶ τὰς τρίχας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα. Ἔστι δὲ παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων ἀπάγουσα τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς μαλακίαις μαγεύουσα. Γυνὴ τὸ ὑποζύγιον τὸ κακὸν, ὁ σκώληξ ὁ συρόμενος, ὁ ἔνοικος τοῦ Ἀδὰμ, τοῦ ψεύδους ἡ θυγάτηρ, ἡ φυλακὴ τοῦ παραδείσου, τοῦ Ἀδὰμ ἡ ἐκβλητρία, ὁ πολέμιος ὄλεθρος, ἡ ἔχθρα τῆς εἰρήνης. Οὐ τῷ ξύλῳ ὁ Θεὸς ἐχαρίσατο τὴν γνῶσιν καλοῦ καὶ πονηροῦ, οὔτε κατεκρέμασε τὸ λογικὸν τοῦ ἀλόγου. Τὸ γὰρ φυτὸν ἄλογον, ὁ δὲ ἄνθρωπος λογικός. Οὐκ ἦν τὸ ξύλον καλοῦ καὶ πονηροῦ ἔχον γνῶσιν. Εἰ δὲ τὸ ξύλον εἶχε γνῶσιν πάντως, καὶ λογικὸν ὑπῆρχεν, ἔδει, τῆς Εὔας ἀπιούσης λαβεῖν τοῦ καρποῦ, εἰπεῖν τὸ δένδρον πρὸς τὴν γυναῖκα· Τί ποιεῖς, γυνή; θέλεις ἐκ τοῦ καρποῦ μου γεύσασθαι; μὴ φάγῃς, ἵνα μὴ ἀποθάνῃς. Κατὰ σεαυτῆς βούλει με τρυγῆσαι. Τέρπῃ μου τῷ καρπῷ, ἀλλὰ θάνατος ἔγκειται. Μὴ γὰρ οὐκ ἔχεις ἐξ ὧν φάγῃς; Τί οὖν οὐκ ἀπολαύεις ἀκινδύνως, ἀλλ' ἐπιθυμεῖς ὀλεθρίως; θέλεις, καλέσω τὸν ἄνδρα σου, καὶ εἴπω τὴν πρᾶξίν σου, ἵνα μισήσῃ τὴν γνώμην σου;
And once for all, simply: let the man who has a wicked wife know that he has already received the wages of his lawless deeds. A wicked woman will be given as a portion to the lawless man, in return for his deeds. Unbearable is a woman who is flattered, who adorns her face like a meadow, who reddens her cheeks with varied colors, whitening her face with starch, with wine-flower, with bean-meal, and with white lead, and outlining her eyes with black; and who beautifies her neck, her hands, and her hair with golden ornaments, and perfumes her soft garment with various ointments. She is a deadly snare, leading the young man away through all the senses—the sight by the beauty that appears, the hearing she bewitches with soft words. A woman is the evil beast of burden, the worm that drags itself along, the dweller in Adam, the daughter of falsehood, the guard of paradise, the one who cast Adam out, the hostile destruction, the enmity of peace. God did not grant the knowledge of good and evil to the tree, nor did he hang the rational upon the irrational. For the plant is irrational, but man is rational. The tree did not have knowledge of good and evil. But if the tree had knowledge, it would certainly also have been rational, and it would have been necessary, when Eve was going away to take the fruit, for the tree to say to the woman: What are you doing, woman? Do you wish to taste of my fruit? Do not eat, lest you die. You wish to pluck me against yourself. You delight in my fruit, but death lies within. Do you not have things to eat? Why then do you not enjoy them without danger, but desire them destructively? Do you wish that I call your husband, and tell him your deed, so that he may hate your intention?
Ἵνα σὺ τερφθῇς, ἐκεῖνος ἀφανίζεται· ἵνα σὺ φάγῃς, ἐκεῖνος ἀποθνήσκει· ἵνα σὺ τῷ ὄφει προσομιλήσῃς, ἐκεῖνος τοῦ Θεοῦ ἀλλοτριοῦται. Ἀλλ' οὐδὲν τούτων εἶπε τὸ δένδρον. Διὰ τί; ὅτι οὐ μετεῖχε λόγου, ἀλλὰ νόμον ἐβάσταζεν. Ὥσπερ γὰρ βιβλίον ὁλόγραφον οὐ φθέγγεται δι' αὑτοῦ, λαλεῖ δὲ διὰ τῶν ἐν αὐτῷ, οὕτω καὶ τὸ δένδρον ἀντὶ γραμμάτων τὸν νόμον προεβάλλετο. Ποῖον νόμον; Ἀπὸ παντὸς ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Τί οὖν ὁ Μωϋσῆς; λεγέτω τὰ ἀκόλουθα. Καὶ εἶπεν ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Βοηθὸν, οὐκ ἀνδροκτόνον· βοηθὸν, οὐ πλάνον· βοηθὸν, οὐκ ἐπίβουλον· βοηθὸν, οὐκ ἀντίδικον· βοηθὸν, οὐχ ὑπὲρ αὐτόν· κατ' αὐτὸν, οὐ κατ' αὐτοῦ. Καὶ ἔλαβεν ὁ Θεὸς τὸν ἄνθρωπον, φησὶν, ὃν ἔπλα σε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς.
Τίνος οὖν ἕνεκεν, τὸν μὲν Ἀδὰμ ἔξω τοῦ παραδείσου ἔπλασε, καὶ ἔξω πλάσας εἰς τὸν παράδεισον ἔθετο, ἐν δὲ τῷ παραδείσῳ ἐκ τῆς πλευρᾶς αὐτοῦ τὴν Εὔαν ἐδημιούργησε; Διὰ τί οὖν μὴ καὶ τὴν γυναῖκα ἔπλασεν ἔξω τοῦ παραδείσου, καὶ εἶθ' οὕτως αὐτὴν εἰς τὸν παράδεισον μετῴκισεν; ἵνα μὴ μάθῃ ἔξω τοῦ ἑαυτῆς οἴκου ῥέμβεσθαι, καὶ τοῦ ἰδίου οἴκου ἀντέχεσθαι. Εἰ γὰρ καὶ ἐν τῷ παραδείσῳ διεπλάσθη, καὶ οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ ἑαυτὴν ἐξέωσε, καὶ τὸν Ἀδὰμ ἠλλοτρίωσε, τί ἔμελλε πράττειν, εἰ ἔξω τοῦ παραδείσου διεπλάσθη; Ἐκ ταύτης ἔμαθον αἱ φαῦλαι γυναῖκες οἰκίαν ἐξ οἰκίας περιέρχεσθαι. Ἃς ὀνειδίζων ὁ μακάριος Παῦλος ἔλεγεν·
So that you might enjoy pleasure, that man is destroyed; so that you might eat, that man dies; so that you might converse with the serpent, that man is estranged from God. But the tree said none of these things. Why? Because it did not partake of reason, but bore the law. For just as a fully written book does not speak by itself, but speaks through what is in it, so too the tree set forth the law in place of letters. What law? From every tree of the knowledge of good and evil you shall not eat of it. And on the day you eat, you shall surely die. What then does Moses say? Let him tell what follows. And God said, it is not good for the man to be alone; let us make him a helper corresponding to him. A helper, not a man-slayer; a helper, not a deceiver; a helper, not a plotter; a helper, not an adversary; a helper, not one above him; corresponding to him, not against him. And God took the man, he says, whom he formed, and placed him in the paradise of delight.
For what reason, then, did he form Adam outside the paradise, and having formed him outside, place him into the paradise, but in the paradise fashioned Eve from his side? Why then did he not also form the woman outside the paradise, and then in this way transfer her into the paradise? So that she might not learn to wander outside her own house, and to cling to her own house. For if she was fashioned even in the paradise, and did not persevere, but both drove herself out and estranged Adam, what was she going to do, if she had been fashioned outside the paradise? From this, worthless women learned to go about from house to house. Rebuking whom, the blessed Paul said:
Ἅμα δὲ καὶ ὀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας. Ταῦτα ἐμαθήτευσεν ἡ γυνὴ τοῦ Ἰώβ· ἔλεγε γὰρ πρὸς τὸν ἴδιον ἄνδρα· Ἐγὼ πλανῆτις καὶ λάτρις τυγχάνουσα, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας. Καλῶς εἶπε πλανῆτις· τὸν γὰρ πλάνον εἶχεν ἐν ἑαυτῇ. Ἀλλὰ μηδεὶς, παρακαλῶ, τοῦ λοιποῦ λοιδορείτω τὴν Εὔαν. Ἡ γὰρ ἁγία Θεοτόκος Παρθένος τὴν ὕβριν αὐτῆς ἀπεγράψατο. Εἰ γὰρ καὶ ἀτακτήσασα συνόμιλος τῷ ὄφει γέγονεν· ἀλλ' ὅμως διὰ τῆς τεκνογονίας τὸ ἄλγος τῆς ἀνομίας ἀπέθετο, καθὼς καὶ ὁ Ἀπόστολος ἐμνημόνευσε λέγων· Ἡ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν, σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ποιάς; ἐκ μὲν αὐτοῦ τοῦ Ἀδὰμ οἱ γεννηθέντες παῖδες, ἀπ' αὐτῶν δὲ οἱ μετ' ἐκείνους, εἶτα οἱ πατριάρχαι, οἱ προφῆται, Δαβὶδ, καὶ τὸ κατὰ σάρκα ὁ Δεσπότης Χριστὸς, ὁ καὶ τὴν λύπην φυγαδεύσας, καὶ τὴν χάριν βραβεύσας. Τί ἐστιν εὔμορφος γυνή; τάφος κεκονιαμένος, ἐὰν μὴ σωφρονῇ. Τὸ γὰρ κάλλος, καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται. Αἱ γυναῖκες αἱ πόρναι, προλαμβάνουσαι καὶ τὰς ἐλευθέρας καλοῦσι πόρνας, ἵνα μὴ ἔχωσιν ἐκεῖναί τι ἀνθυβρίσαι. ΤΙΤΛ. Γʹ. –Περὶ γαστριμαργίας καὶ κόρου· ὅτι ἡ γαστριμαργία θάνατον προξενεῖ.
At the same time, they also learn anger, going about from house to house. The wife of Job taught these things; for she said to her own husband: "I, being a wanderer and a servant, go about from place to place, and from house to house." She spoke well in saying "wanderer," for she had the deceiver within herself. But let no one, I beg, henceforth revile Eve. For the holy Mother of God, the Virgin, has canceled her reproach. For even if, having gone astray, she became a companion of the serpent, nevertheless through childbearing she put away the pain of lawlessness, just as the Apostle also mentioned, saying: "The woman, having been deceived, has come into transgression, but she will be saved through childbearing." Of what sort? From Adam himself were the children born, and from them those after them, then the patriarchs, the prophets, David, and according to the flesh the Lord Christ, who both put grief to flight and awarded grace. What is a beautiful woman? A whitewashed tomb, unless she is chaste. For beauty is both withered by disease and cut off by death. Prostitutes, anticipating others, call even free women prostitutes, so that those women may have nothing with which to insult them in return. TITLE 3. — On gluttony and satiety; that gluttony brings about death.
Ἀπέδοτο Ἡσαῦ τὰ πρωτοτοκία τῷ Ἰακὼβ,Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο, καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια. Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησε παίζειν. Καὶ ἐλάλησεν ὁ Κύριος πρὸς Μωσῆν λέγων· Βάδιζε, καὶ κατάβηθι τὸ τάχος ἐντεῦθεν. Ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγον ἐξ Αἰγύπτου, καὶ ἐποίησαν μόσχον χωνευτόν. Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφάλου γαστρός. Μὴ ἀπληστεύου ἐπὶ τραπέζης, μήποτε προσκόψῃς. Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ, καὶ τὰ μικρὰ γλυκέα φαίνεται. Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται. Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, Ἰακώβ. Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ! Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Πάντες οἱ τὸν οἶνον πίνοντες, αἰσχυνθήσονται. Ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης· ἐξέστησαν διὰ τὸν οἶνον. Στενάζουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. Ἐκάλεσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, ξύρησιν καὶ ζῶσιν σάκκων· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, ἐπισφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Οἱ ἐσθίοντες τὰς τρυφὰς, ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις· οἱ τιθηνούμενοι ἐπὶ κόκκον, περιεβάλλοντο κοπρίαν. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσεις ἐπίχαρμα ἐχθρῶν σου. Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. Στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. Κοιλίας ὄρεξις, καὶ συνουσιασμὸς, μή με καταλαβέτωσαν.
Esau sold the birthright to Jacob, and Jacob gave Esau bread and a dish of lentils; and he ate and drank, and rose up and went away, and Esau despised the birthright. The people sat down to eat and drink, and rose up to play. And the Lord spoke to Moses, saying: Go, and descend quickly from here. For your people, whom I brought out of Egypt, have acted lawlessly, and have made for themselves a molten calf. The power of Satan is upon the navel of the belly. Do not be insatiable at the table, lest you stumble. A soul that is in fullness mocks honeycombs; but to a needy soul, even small things seem sweet. Whoever lives riotously from childhood will be a servant. In the belly he tripped up his brother, Jacob. Woe to those who rise early and pursue strong drink, who stay until late! For wine will burn them up together. All who drink wine will be put to shame. Priest and prophet were led astray by strong drink; they were beside themselves because of wine. All who gladden their soul groan. The Lord called on that day for weeping and wailing, for shaving and for girding with sackcloth; but they made merry, slaughtering calves and sacrificing sheep, saying, Let us eat and drink, for tomorrow we die. Those who eat delicacies have perished in the streets; those who are nursed on purple have embraced dung. Do not walk after your desires, and restrain yourself from your appetites. If you grant your soul the good pleasure of desire, you will make yourself a joy to your enemies. Do not rejoice in great luxury. A rope with a greedy man. May the appetite of the belly, and sexual intercourse, not overtake me.
Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ. Ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος. Ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε. Προσέχετε ἑαυτοῖς, μήποτε ὑμῶν βαρυνθῶσιν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως
ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς ἐλεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοὺς ἐχθροὺς τοῦ σταυροῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Εὐεκτοῦντος καὶ ὑπερζέοντός σου τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρκία γίνεται. Μὴ κολάκευέ σου τὸ σῶμα ὕπνοις, καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασι, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον καταφθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν, καὶ περισαρκοῖς; ἢ [οὐκ] ἀγνοεῖς, ὅτι ὅσον παχυτέραν τὴν σάρκα ἑαυτοῦ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις δεσμωτήριον; Πῶς γὰρ ὁ χοϊκὸς ἄνθρωπος καὶ σάρκινος ἐξομολογήσεται τῷ Θεῷ, καὶ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, ὁ μήτε μαθήμασι δοὺς καιρὸν, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν συγκεχυμένον ἔχων; Ἦν ποτε Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει.
Do not be insatiable in every luxury, for in many foods there will be sickness. A man who looks to another's table—his life is not in the reckoning of life. Woe to you who are filled, for you will hunger. Woe to you who laugh, for you will mourn and weep. Take heed to yourselves, lest your hearts be weighed down with carousing and drunkenness, with the cares of life, and that day come upon you suddenly. For it will come as a snare upon all those who sit upon the face of the whole earth. You have fed your hearts, as in a day of slaughter. The enemies of the cross, whose end is destruction, whose God is their belly, and whose glory is in their shame. Let no one be a fornicator, or profane like Esau, who for a single meal sold his birthright. When your blood is in good condition and boiling over, the abundance of flesh becomes an occasion for sin. Do not pamper your body with sleep, and baths, and soft couches, always repeating this saying: What profit is there in my blood, when I go down to corruption? Why do you cherish the little that will shortly be destroyed? Why do you fatten yourself and multiply your flesh? Or do you not know that the thicker you make your flesh, the heavier a prison you prepare for the soul? For how shall the man of dust and flesh confess to God and declare His truth, who has given no time to learning and has his mind confounded under so great a weight of the flesh? Adam was once above—not in place, but in choice.
Ταχὺ δὲ πάσης ἀπολαύσεως ἐμπλησθεὶς, ἐξύβρισε τῷ κόρῳ, τὸ φανὲν τερπνὸν τοῖς σαρκίνοις ὀφθαλμοῖς τοῦ νοητοῦ προτιμήσας κάλλους, καὶ τὴν πλησμονὴν τῆς σαρκὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν θέμενος. Ἔξω μὲν εὐθὺς τοῦ παραδείσου, ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ' ἐξ ἀβουλίας γενόμενος. Βαρυνομένη γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία. Διότι καταθλιβομένη τῷ πλήθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, ταμεῖον ἀφύλακτον· πολλῶν ἀποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παραδοθέντα οὐ διασώζουσα. Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενος. Τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρούμενα, εὐκόλως ὑποβρύχια γίνεται· εὐσταλεῖ δὲ καὶ κουφῇ κεχρημένα, καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν, ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγεν, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὸς σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος Μωϋσέως, ἄχρηστον ἐποίησεν οἰνοφλυγία μία. Ἃς γὰρ νηστεία ἔλαβε πλάκας, δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, ἀνάξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ Θεοῦ.
But having quickly been filled with every pleasure, he became insolent through satiety, preferring the pleasant thing that appeared to the eyes of the flesh over the intelligible beauty, and setting the fullness of the flesh as more honorable than spiritual pleasures. He was immediately outside Paradise, and outside that blessed way of life, having become evil not from necessity but from lack of counsel. A heavy stomach is unfit not only for running but not even for sleep. For being weighed down by its abundance, it is not even permitted to rest, but is compelled to make many turnings to either side. The stomach is a most faithless broker, an unguarded treasury: when many things have been deposited, it retains the harm, but does not preserve what was entrusted. Do not imitate the disobedience of Eve; do not again receive the serpent as counselor, suggesting food out of sparing of the flesh. Human bodies, when weighed down by continuous satiety, easily become submerged; but when they have used a well-ordered and light diet, they have both escaped the evil expected from sickness, as if from a storm's uprising, and have driven off the present annoyance as if from the attack of some rock. When the servant Moses fasted and prayed for forty days, one drunkenness made it useless. For the tablets which fasting received, written by the finger of God, drunkenness shattered, since the prophet judged it unworthy for a drunken people to be given law by God.
Ἐν μιᾷ καιροῦ ῥοπῇ, διὰ γαστριμαργίαν ὁ λαὸς ἐκεῖνος, ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεράτων δεδιδαγμένος εἰς τὴν Αἰγυπτίαν εἰδωλομανίαν ἐξεκυλίσθη, παράλληλα θεὶς ἀμφότερα, πῶς ἡ νηστεία Θεῷ προσάγει, καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι. Λίχνη γαστὴρ ἀεὶ ἀπαιτοῦσα, καὶ μηδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη, ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ, ὅταν δὲ διεπνεύσθη, ἐπιλανθάνεται τῶν δογμάτων. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκεν τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Τὸ περὶ τὴν πέψιν πλημμελὲς, τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ. Τοῦτο γὰρ καὶ τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἀπεργάζεται. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν, διακόπτουσι. Κόρος ὕβρεως ἀρχή. Οἱ τραπεζοποιούς τινας ἐπινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, καὶ οἷόν τινι χαλεπῷ δεσπότῃ, τῇ γαστρὶ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας εἰσί· καὶ τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετριμμένον ἀντλοῦντες πίθον, οὐδὲ πέρας τῶν πόνων ἔχοντες Σώματος εὐπαθοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν. Ψυχῆς δὲ
In a single moment of time, that people, who had been taught God through the greatest wonders, was rolled down into Egyptian idolatry because of gluttony, setting both side by side: how fasting brings one near to God, and how luxury betrays salvation. The greedy belly, always demanding and never ceasing, receiving today and forgetting tomorrow, when it is filled, philosophizes about self-control, but when it has breathed freely, it forgets the doctrines. Fear the example of the rich man. His lifelong luxury delivered him to the fire. For he was not accused of injustice, but of a luxurious way of life, and was fried in the flame of the furnace. The fault concerning digestion necessarily follows those who live luxuriously. For this also produces violent diseases in bodies. For from heavy food, as it were sooty exhalations sent up, like a thick cloud, they cut off the illuminations that come upon the mind from the Holy Spirit. Satiety is the beginning of insolence. Those who devise certain table-makers, and search out all land and sea, and as if to some harsh master, the belly, pay tribute, are pitiable in their busyness; and suffering nothing more tolerable than those punished in Hades, literally raking into fire, and carrying water in a sieve, and drawing into a worn-out jar, and having no end of their labors. When the body is in good condition and weighed down with much flesh, the mind must necessarily be sluggish and without tension for its own activities. But of the soul
εὐεκτούσης καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων. Ἀκρασία ἐμοὶ πᾶν τὸ περισσὸν, καὶ ὑπὲρ τὴν χρείαν, καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος. Οὐδὲν οὕτως ἐπίμαχόν τε καὶ φιλόνεικον ὡς γαστήρ. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς σαρκὸς, καὶ δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης; τῇ νόσῳ βοήθησον. Εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν· καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν· καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Μὴ γῆ καὶ θάλασσα τὴν ἡμῖν κόπρον δωροφορείτωσαν. Οὕτω γὰρ τιμᾷν οἶδα τρυφήν. Μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει, ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος ἡ τῶν ἐμβαλλομένων διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν ἀλλοιούσης. Ὁ σπόρος τοῦ οἰκοδεσπότου ἐστίν· ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα τῶν περὶ τὸν βίον πλημμελημάτων ἐστὶν ἡ περὶ τὸν λαιμὸν ἀσχολία; Φαγὼν, καὶ πιὼν, καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος τῆς τρυφῆς. Σύνδρομον ἀεί πώς ἐστι ταῖς τρυφαῖς τὸ φιλήδονον, καθὰ καὶ αὐτός φησιν ὁ Ἰσοκράτης. Πλοῦτος κακίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπηρέτης.
When it is in good condition and is raised through the study of good things toward its own proper good, it follows that the condition of the body withers away. We do not praise any of the things that are held in equal honor with the throat—or rather, in dishonor—and likewise rejected. For me, all excess is incontinence, even beyond need, especially when others are hungry and in want, being of the same clay and mixture. Nothing is so contentious and quarrelsome as the belly. You who are devoted to luxury, take something away from the flesh and give it to the spirit. Is the poor man near? Help him in his sickness. Pour out to him something of your surplus. Why do you too labor in indigestion, while he is hungry; and you in drunkenness, while he is dropsical; and you weigh down satiety with satiety, while he is overturned by disease? Do not overlook your Lazarus here, lest he make you the rich man there. Do not let land and sea bring us our dung as gifts. For thus I know how to honor luxury. The sensation of sweet things has its limit up to the palate, but from the palate onward the difference of what is put in is indiscriminate, nature alike turning all things to stench. The seed belongs to the householder, and from the wheat bread is made. But luxury is the tares, which were sown alongside the wheat by the enemy. For who does not know that the root of transgressions in life is occupation with the throat? Having eaten and drunk and been filled, pay attention to yourself. For the place of luxury is steep. Pleasure-loving is always, in a way, a companion to luxuries, as Isocrates himself also says. Wealth is a servant of vice rather than of virtue.
Ἀφεκτέον βρωμάτων, οὐ δι' αὐτὰ, ἀλλὰ διὰ τὰς ὑπ' αὐτῶν βλάβας. Ὁ τῆς γαστριμαργίας λογισμὸς τέλος ἔχει τὸ τῆς πορνείας· τὸ δὲ τῆς πορνείας, τέλος ἔχει τὸ τῆς λύπης. Φάγε τὴν χρείαν· οὐ γὰρ κεκώλυται ἡ μετὰ συμμετρίας μετάληψις. Φάγε οὖν εὐχαρίστως, ἀλλὰ μὴ καταφάγῃς. Οἱ γὰρ καταφαγάδες μεμίσηνται. Πᾶς ἄνθρωπος ἄπληστος καὶ ἀκόρεστος, ἀτιμίαν καὶ πάθη ἐπίσταται διὰ γαστριμαργίας. Οὐκ ἀγαθὸν ἀνθρώπῳ γνωστικῷ τε καὶ σώφρονι ἑλομένῳ ὑπὲρ τὸ δέον σιτεύεσθαι. Πᾶν τὸ ὑπὲρ τὴν χρείαν, ἀχρεῖον καθίσταται. Οὐκ οἶσθα, ὅτι ὑπὲρ τὸ δέον βεβρωκὼς Ἰσραὴλ, ἀπελάκτισε καθάπερ ἡμίονος, καὶ ἀπέστη τοῦ τρέφοντος; –Μὴ βαρυνέσθω τὸ σῶμα τοῖς ἀμέτροις βρώμασίν τε καὶ πώμασιν, ἵνα μὴ ἐκ πλησμονῆς νοσήματι βλαβῇς, καὶ τὴν ψυχὴν σκοτασμοῖς περιβάλλῃ, καὶ ταῖς τῶν ἡδονῶν φάλαγξιν ἐκπορευθῇς. –Σαυτὸν ὑπὲρ τὸ δέον σιτεύων, λέληθας τὸν ἐχθρόν σου σιτεύων. Οὐκ ἂν δύναιο τῷ κλύδωνι τῶν παθῶν ἀντιστῆναι, πεφορτωμένος τῇ δαψιλείᾳ τῶν τρυφημάτων. –Παραιτεῖσθε δὲ τὸ τρυφᾷν. Ἕλκει γὰρ εἰς πράξεις, ἀφ' ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται. – Εμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρου ἐπιθυμία. – ̓Αναγκαῖον λεπτῦναί σε τὸ παχυνθὲν σαρκίον, διότι παχεῖα γαστὴρ λεπτὸν νοῦν οὐ τίκτει, καὶ μάλιστα ὅτι σχολαστικὸς πολλῆς νήψεως δεῖται. –Φιλήδονος καὶ φιλενδείκτης ὑπάρχων, οὐ μακρὰν ἀφέστηκας τῆς ταρταρείας Χαρύβδεως. –Μὴ ἀγνοήσῃς, ὅτι τῆς εὐφραινομένης εὐδαιμονίας οὐδὲν ὑπάρχει κακοδαιμονέστερον. – Ἔργον ἐστὶ τῆς ἀναιδοῦς γαστρὸς κρατῆσαι. Θεός ἐστι τῶν ἡττωμένων αὐτῆς, καὶ οὐκ ἔστιν ἀθωωθῆναι τὸν ἀνεχόμενον ταύτης. ΤΙΤΛ. ΙΔʹ.
One must abstain from foods, not because of them, but because of the harms that come from them. The thought of gluttony has as its end that of fornication; and the end of fornication is that of grief. Eat what is needful; for partaking with moderation has not been forbidden. Eat, then, with thanksgiving, but do not devour. For devourers are hated. Every insatiable and greedy man, through gluttony, knows dishonor and passions. It is not good for a man who is knowledgeable and temperate to choose to feed himself beyond what is due. Everything beyond need becomes useless. Do you not know that Israel, having eaten beyond what was due, kicked like a mule and turned away from the one who fed it? —Let not the body be weighed down with immoderate foods and drinks, lest from surfeit you be harmed by disease, and wrap your soul in darkness, and go forth among the phalanxes of pleasures. —In feeding yourself beyond what is due, you have unwittingly fed your enemy. You would not be able to withstand the surge of the passions, loaded down with the abundance of luxuries. —Refuse luxury. For it draws you into actions from which groans come after sobriety. —The desire for the other is innate to satiety. —It is necessary for you to make thin the flesh that has grown fat, because a fat belly does not give birth to a thin mind, and especially because the scholar needs much sobriety. —Being a lover of pleasure and a lover of display, you are not far from the Tartarean Charybdis. —Do not fail to recognize that nothing is more wretched than the happiness that rejoices. —It is the work of the shameless belly to master it. God is of those defeated by it, and there is no acquittal for the one who indulges it. TITLE 14.
–Περὶ τῶν τὴν ἑαυτῶν γλῶσσαν φυλαττόντων. Οὐ λαλήσει τὰ χείλη μου τὰ ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Φειδόμενος χειλέων, νοήμων ἔσῃ. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἀντιλογίαν πραΰνει σιγηρός. Ἀγαπῶν ζωὴν αὑτοῦ, φείδεται στόματος αὑτοῦ. Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη ἄπωσαι ἀπὸ σοῦ. Ἄργυρος πεπυρωμένος, γλῶσσα δικαίου. Μετὰ δικαιοσύνην πάντα τὰ ῥήματα τοῦ στόματός σου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται αὐτῶν. Ἴασις γλώσσης δένδρον ζωῆς· ὁ δὲ συντηρῶν πλησθήσεται πνεύματος. Κηρία μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις
ψυχῆς. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα καὶ τὴν γλῶσσαν, τηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Γλῶσσα μαλακὴ συντρίβει ὀστᾶ. Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτὴν ἔδονται τοὺς καρποὺς αὐτῆς. Μακάριος ἀνὴρ, ὃς οὐκ ὀλισθήσεται ἐν στόματι αὐτοῦ. Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτῶν. Τίς δώσει ἐπὶ τοῦ στόματός μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα, ἵνα μὴ ἐκπέσῃ ἀπ' αὐτῆς, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με; Ὁ μισῶν λαλιὰν, ἐλαττοῦται κακίαν. Ἀγαθὰ ἐκκεχυμένα, ἐπὶ στόματι κεκλεισμένῳ. Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειός ἐστι, δυνάμενος χαλιναγωγῆσαι τὸ σῶμα. Τὸ περὶ τὴν φωνὴν ἀσκεῖν σωφρονεῖν, λαγνείας ἐστὶ καρτερία.
Concerning those who guard their own tongue. My lips will not speak lawless things, nor will my soul meditate on unjust things. By sparing your lips, you will be understanding. Whoever guards his own mouth keeps his own soul. A silent man calms opposition. Whoever loves his own life spares his own mouth. Remove from yourself a crooked mouth, and thrust unjust lips away from you. Silver is tried by fire; the tongue of the righteous is likewise. After righteousness, let all the words of your mouth be so. Nothing in them is crooked, nor twisted. From the fruits of the mouth a man's soul will be filled with them. The healing of the tongue is a tree of life; and he who keeps it will be filled with the Spirit. Good words are honeycombs, and their sweetness is the healing of the soul. Whoever guards his own mouth and tongue keeps his soul from affliction. A soft tongue crushes bones. Death and life are in the hand of the tongue, and those who hold it fast will eat its fruits. Blessed is the man who will not slip with his mouth. A sweet throat multiplies its friends. Who will set a guard over my mouth, and a seal upon my lips, so that it may not fall from it, and my tongue may not destroy me? He who hates talk diminishes evil. Good things poured out are upon a closed mouth. I said, I will guard my ways, so that I may not sin with my tongue. Set, O Lord, a guard over my mouth, and a door of restraint around my lips. Let every man be quick to hear, slow to speak. If anyone does not stumble in word, this one is perfect, able to bridle the body. To practice self-control concerning the voice is endurance against lust.
Οὐκ ἴστε ἡλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπή· φθέγγου δὲ, εἴ τι κρεῖττον σιωπῆς ἔχεις. Ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν. Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντιθέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. Σοφὸς ἀνὴρ καὶ σιγῶν, τὸν Θεὸν τιμᾷ, εἰδὼς καὶ διὰ τί σιγᾷ. Φείδου μοι, παρακαλῶ, τοῦ αὐτοῦ ἀκαταστάτου γλώσσης. Χαλεπώτερος γὰρ ὁ τῆς γλώσσης ὄλισθος τοῦ τῶν ποδῶν ὀλίσθου. ΤΙΤΛ. ΙΕʹ. –Περὶ τῶν τὴν γλῶσσαν μὴ φυλαττόντων. Ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀπόστηθι. Ἀπὸ μάστιγος γλώσσης κρύψει σε. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσα σου περιέπλεκε δολιότητα. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. Παγὶς ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη· ἁλίσκεται δὲ ῥήμασιν ἰδίου στόματος. Ὁ ἄστεγος χείλεσιν ὑποσκολιάζων ὑποσκελισθήσεται. Λόγος λυπηρὸς ἐγείρει ὀργάς. Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ. Στόμα ἀφρόνων ἀναγγελεῖ κακά. Σκολιὸς ἐν τῷ ἑαυτοῦ στόματι φέρει τὴν ἀπώλειαν. Ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. Βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. Ἐν πολλοῖς ξύλοις θαλεῖ πῦρ· στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
Do you not know how great a gift from God silence is? But speak, if you have anything better than silence. Love stillness, where silence is better than speech. Chatter and contradictions of words are not pleasant to the faithful. For even one opponent is enough. A wise man, even when silent, honors God, knowing also why he is silent. Spare me, I beg you, that same unruly tongue. For the slip of the tongue is more grievous than the slip of the feet. TITLE 15. — Concerning those who do not guard their tongue. Stand away from every unjust word. From the scourge of the tongue it will hide you. Their throat is an open grave. The Lord will destroy all deceitful lips, a tongue that speaks great things. They sharpened their tongue like a serpent. A garrulous man will not be set straight upon the earth. Your mouth has abounded in evil, and your tongue has woven deceit. Lord, deliver my soul from unjust lips, and from a deceitful tongue. A man's own lips are a strong snare for him; and he is caught by the words of his own mouth. He who is without a roof, who speaks crookedly with his lips, will be tripped up. A grievous word stirs up anger. A double-tongued man reveals counsels in the council. The mouth of fools will proclaim evils. A crooked man brings destruction upon himself by his own mouth. A man fickle in tongue will fall into evils. The lips of a fool lead him into evils, and his bold mouth calls upon death. The mouth of a fool crushes him, and his lips are a snare to his soul. A deep pit is the mouth of the lawless man; but he who is hated by the Lord will fall into it. Among many sticks fire will blaze; but an unroofed mouth makes disorders.
Δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδα ὁ ἁμαρτωλός. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. –Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. –Οἱ ἀπαίδευτοι, ἀκρατεῖς γλώσσῃ. Ἐὰν ἐξελκύσῃς λόγον, ἐξελεύσεται κρίσις, καὶ μάχη. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκούσῃ, ἀφροσύνη καὶ ὄνειδος αὐτῷ ἐστι. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ Θεοῦ. Ἄφρων πληθύνει λόγους. –Μὴ στῇς ἐν λόγῳ πονηρῷ. Ἐνέτειναν γλῶσσαν αὐτῶν ὡς τόξον. Ὁ πλεονάζων λόγον, βδελυχθήσεται. Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος ἐν κοιλία μωροῦ. –Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους. Μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. –Φοβερὸς ἐν πόλει ἀνὴρ γλωσσώδης. Ὀλίσθημα ἀπὸ ἐδάφους, ἢ ἀπὸ γλώσσης. Πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. –Τὸ ἀργύριόν σου, καὶ τὸ χρυσίον σου κατάδησον, καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν· πρόσεχε μή πως ὀλισθήσῃς ἐν αὐτῷ, – Πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν· ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος
By the sin of the lips the sinner falls into a snare. By much speaking you will not escape sin. Remove from yourself a crooked mouth, and thrust unjust, long lips far from you. The uneducated are unrestrained in tongue. If you draw out a word, judgment will come out, and battle. Whoever answers a word before he hears, folly and reproach are his. Do not hasten with your mouth, and do not let your heart be quick to bring forth a word before the face of God. A fool multiplies words. Do not stand in an evil word. They stretched out their tongue like a bow. He who multiplies words will be abominated. A fixed arrow in the flesh of the thigh, so is a word in the belly of a fool. Merciless is he who does not keep words. Do not fight with a garrulous man, and do not heap wood upon his fire. A garrulous man is a terror in a city. A slip from the ground, or from the tongue. The blow of a whip makes a welt, but the blow of the tongue will crush bones. Bind up your silver and your gold, and make for your words a yoke and a weight, and make for your mouth a door and a bolt; take heed lest perhaps you slip in it. Many have fallen by the mouth of the sword, and not as those who have fallen by the tongue. If anyone does not stumble in word, this is a perfect man, able to bridle also the whole body. But if we put bits into the mouths of horses so that they obey us, and we guide their whole body; behold, also the ships, being so great and driven by hard winds, are guided by a very small rudder, wherever the impulse of the one steering
βούλεται· οὕτως καὶ ἡ γλῶσσα σμικρὸν μέλος ἐστὶ, καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγονότας. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ, ἀδελφοί μου. Μή τι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ, καὶ τὸ πικρόν; Κόρος λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώματι. Ὄλισθος ἀνθρώποις γλῶσσα, μὴ λόγῳ κυβερνωμένη. Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα ἅπαξ ἀνακτῆσαι πάλιν οὐκ ἔνι. Μὴ χελιδῶνας εἰς οἰκίας δέχεσθε, τουτέστι λάλους ἀνθρώπους, καὶ τοὺς περὶ γλῶσσαν ἀνακρατεῖς ὁμοροφίους μὴ ποιεῖσθε. Γλῶσσα κακὴ ἀνθρώπου, πτῶσις αὐτῷ. Καὶ πάλιν· Ἡ γλῶσσά σου, ἀεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Καὶ πάλιν· Τί δοθείη, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ πάλιν· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Καὶ πάλιν· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.
So also the tongue is a small member, and it boasts great things. Behold, how small a fire kindles how great a forest! And the tongue is a fire, the world of iniquity. The tongue is set among our members, staining the whole body, and setting on fire the wheel of our birth, and being set on fire by Gehenna. For every nature of beasts and birds, of reptiles and of sea creatures, is tamed and has been tamed by the nature of man, but the tongue no one of men is able to tame; an unrestrainable evil, full of deadly poison. With it we bless God and the Father, and with it we curse men who have been made in the likeness of God. Out of the same mouth comes blessing and cursing. It ought not to be so, my brothers. Does the spring from the same opening pour forth the sweet and the bitter? Satiety of speech is hostile to the ears, as excessive food is to the body. The tongue is a slippery place for men when it is not steered by reason. A word simply brought forth has overturned whole households, and destroyed and sunk souls. And the loss of money can be set right again, but a word that has once leapt out cannot be recovered again. Do not receive swallows into your houses, that is, talkative men, and do not make those who are unrestrained in tongue your housemates. An evil tongue of a man is his fall. And again: Your tongue, you have always wrought deceit like a sharpened razor. And again: What should be given to you, and what should be added to you, against a deceitful tongue? And again: O God, do not pass over my praise in silence, for the mouth of a sinner and the mouth of a deceitful man has been opened against me. And again: They sharpened their tongue like a serpent's; the poison of asps is under their lips.
Τὸν ὄφιν λέγεται δεινὸν ἔχειν τὸ κέντρον τῆς γλώσσης αὐτοῦ, ἀλλ' οὐκ ἔστι δεινότερον γλώσσης ἀνθρώπου κακῆς. Λέγεται καὶ σαῦρα χλωρὰ, ἀλλ' οὐκ ἔστι χλωροτέρα τοῦ φλυάρου. Σκορπίου δῆγμα θεραπεύεται, λόγος δὲ κακὸς ἐξερχόμενος ἐκ στόματος φλυάρου πλήσσει τὸν πλησίον αὐτοῦ. Φλόγα πυρὸς κατασβεννύει ὕδωρ, γλῶσσαν δὲ κακὴν οὐδεὶς καταπραΰνει. Ἵππον σκληροτράχηλον δαμάζει χαλινὸς, γλῶσσαν δὲ κακὴν οὐδεὶς δύναται δαμάσαι. Θηρίον ἄγριον εὐχερῶς ἡμεροῦται, γλῶσσα δὲ κακὴ οὐ πραΰνεται. Οὐκ ἔστιν ἐν τῷ κόσμῳ χεῖρον γλώσσης κακῆς. Συγκρούει πόσιν πρὸς πόσιν, οἰκίαν πρὸς οἰκίαν, τέκνα κατὰ γονέων, ἀδελφοὺς κατὰ ἀδελφῶν. Πάντα τὰ κακὰ διὰ γλώσσης.
ΣΤΟΙΧΕΙΟΝ Δ.
ΤΙΤΛ. Αʹ. –Περὶ δυνάμεως Θεοῦ. Κύριος ὁ Θεός σου ἐν σοὶ, Θεὸς μέγας καὶ κραταιός.
Κύριον τὸν πάντων Δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; Οἶδα ὅτι πάντα δύναται· ἀδυνατεῖ δέ σοι οὐδέν. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν· ὁ στρέφων αὐτὰ ὀργῇ· ὁ σείων τὴν ὑπ' οὐρανὸν, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Ὁ λέγων ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν χειρῶν σου ἐξαιρούμενος. Ἐὰν καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας; Παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. –Παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
It is said that the serpent has a terrible sting in its tongue, but there is nothing more terrible than an evil human tongue. A green lizard is also spoken of, but nothing is greener than the babbler. The bite of a scorpion is healed, but an evil word going out from the mouth of a babbler strikes his neighbor. Water quenches a flame of fire, but no one soothes an evil tongue. A bridle tames a stiff-necked horse, but no one is able to tame an evil tongue. A wild beast is easily tamed, but an evil tongue is not softened. There is nothing in the world worse than an evil tongue. It dashes foot against foot, house against house, children against parents, brothers against brothers. All evils come through the tongue.
ELEMENT IV.
TITLE 1. — On the Power of God. The Lord your God is in your midst, a great and mighty God.
I will call upon the Lord, the Master of all things, who does great and unsearchable things, glorious and marvelous, of which there is no number. If he casts down, who will build up? If he shuts a man in, who will open? I know that he can do all things, and nothing is impossible for you. He who makes the lowly rise to heights, and raises up the lost. He who makes the mountains grow old, and they do not know it; he who overturns them in anger; he who shakes what is under heaven, and its pillars are shaken. He who says to the sun not to rise, and it does not rise, and seals up the stars. He who alone stretches out the heaven, and walks upon it, delivering by his hands. If he overturns all things, who will say to him, What have you done? With him are wisdom and power; his are counsel and understanding. — With him are dominion and strength; his are knowledge and understanding.
Διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιζάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέδησεν ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς ἐξέστησεν. Ἐκχέων ἀτιμίας ἐπ' ἄρχοντας, ἀνακαλύπτων βαθέα ἐκ σκότους. Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεσώσαντο δύναμιν. Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, καὶ τὰ λοιπά. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; καὶ τὰ
λοιπά. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα, καὶ τὰ λοιπά. Τίς Θεὸς μέγας, ὡς Θεὸς ἡμῶν; σὺ εἰ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, καὶ τὰ λοιπά. –Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; –Τίς λαλήσει τὰς δυναστείας Κυρίου; ἀκουστὰς, καὶ τὰ λοιπά. –Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας, καὶ τὰ λοιπά. Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν. Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει Κύριος. Ὁ λυτρωσάμενος αὐτοὺς ἰσχυρὸς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ. Πάντες οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐθὲν ἐλογίσθησαν, καὶ οὐκ ἔστιν ὃς ἐπιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ, Τί ἐποίησας;
Leading away captive counselors, he drove judges of the earth from their place. He sets kings upon thrones and binds a belt around their loins. He sends priests away captive and drives the mighty of the earth from their place. He pours dishonor upon rulers, uncovering deep things out of darkness. The bow of the mighty has weakened, and those who were weak have been clothed with strength. The Lord makes poor and makes rich, he brings low and he lifts up, and the rest. You are fearful, and who will stand against you? and the rest. All those around him shall bring gifts, and the rest. Who is a great God, as our God? You are the God who works wonders. You are mighty, Lord, and your truth is around you, and the rest. —Who knows the power of your wrath? —Who will speak of the mighty acts of the Lord, things heard, and the rest. —He who raises the poor from the earth, and from the dung heap, and the rest. He threatens the sea and dries it up, and lays waste all the rivers. Who measured the water with his hand, and the heaven, and all the earth with a span? Who set the mountains by weight, and the valleys by a balance? All the nations were reckoned as a drop from a bucket, and as a turning of the balance. He who holds the circle of the earth, and its inhabitants as grasshoppers. Thus says the Lord: Heaven is my throne, and the earth the footstool of my feet. What house will you build for me, or what place of my rest? For my hand made all these things, and all these things are mine, says the Lord. He who redeemed them is strong, the Lord Almighty is his name. All the inhabitants of the earth were reckoned as nothing, and there is no one who will set his hand against his hand and say, What have you done?
Τὸ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; Ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου. Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι. Ἡ ἰσχύς σου δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαί σε ποιεῖ. Τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. –Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατον. Τίς ἐρεῖ σοι, Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; Φοβερὸς Κύριος, καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. Ὁ φέρων τὰ πάντα ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ μὴ σωματικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος, ἀλλὰ βουλήματι ἀβιάστῳ ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινομένων. –Ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, καὶ ἠδυνήθη Φύσεως κρείττων ὁ Θεὸς, καὶ παρ' αὐτοῦ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι, καὶ τὸ δύνασθαι, ὅτι δυνατὸς, καὶ τὸ ἐπιτελέσαι ὅτι εὔπορος. –Λέγω ὑμῖν, ὅτι ἐκ τῶν λίθων τούτων, τουτέστι τῶν λατρευόντων τοῖς λίθοις, δύναται ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ΤΙΤΛ. Βʹ. Περὶ δημιουργίας Θεοῦ· καὶ ὅτι οὐδὲν εἰκῆ γέγονε παρ' αὐτοῦ. Εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατήρτισας φαῦσιν καὶ ἥλιον· σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς. Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. –Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος. Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς.
To be greatly strong is always present with you, and who will withstand the might of your arm? The whole world is as a turn of the scales before you. But you have mercy on all, because you can do all things. Your strength is the beginning of righteousness, and to be master of all makes you spare all. Upon the mighty comes a strong scrutiny. —It is impossible to escape your hand. Who will say to you, What have you done? or who will withstand your judgment? Fearful is the Lord, and exceedingly great, and marvelous is his dominion. He who bears all things by the word of his power, and does not work bodily, nor needs handiwork for creation, but by an unforced will has the nature of things that come to be following. —Where God wills, the order of nature is overcome. For God, being mightier than nature, willed and was able, and from himself is the willing, because he is good, and the being able, because he is powerful, and the accomplishing, because he is resourceful. —I say to you, that from these stones, that is, from those who serve stones, God is able to raise up children to Abraham. TITLE 2. Concerning God's creation; and that nothing has come to be by him in vain. God saw all things, as many as he made, and behold, they were very good. Yours is the day, and yours is the night; you have prepared the light and the sun; you have made all the boundaries of the earth. The heavens are yours, and yours is the earth; the inhabited world, and its fullness, you have founded. —The sea is his, and he made it. How great have your works been made, O Lord! In wisdom you have made all things. I am the Lord God, who prepared light and made darkness. I made the earth and man upon it.
Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Κύριος ὁ ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε νεφέλας ἀπ' ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς αὐτοῦ. Ὁ κατασκευάσας γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον· Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Ἔκτισε γὰρ εἰς τὸν αἰῶνα τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾅδου βασίλειον ἐπὶ τῆς γῆς. Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ὁ ζῶν εἰς τὸν αἰῶνα, ἔκτισε τὰ πάντα κοινῆ, Κύριος μόνος. Οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά· καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
I have strengthened the heaven with my hand. Spirit shall go forth from me, and I have made every breath. The Lord who makes the earth in his strength, preparing the inhabited world in his wisdom, and in his understanding stretched out the heaven, and brought up clouds from the end of the earth; he made lightnings for rain, and brought forth his light. He who fashioned the earth for an age of time filled it with four-footed beasts. He who sends the light, and it goes; he called it, and it obeyed him with trembling. And the stars shone in their watches, and they rejoiced; he called them, and they said: We are present; they shone with gladness for the one who made them. God did not make death, nor does he take pleasure in the destruction of the living. For he created all things for an age, and the generations of the world are saving, and there is no drug of destruction in them, nor is there a kingdom of Hades upon the earth. You love all things that exist, and you abhor nothing that you have made. But how would anything have remained, if you had not willed it? From the greatness and beauty of created things the maker of them is seen by analogy. He who lives for an age created all things in common, the Lord alone. He made nothing that was lacking; he established the good things of the one by the one; and who will be filled when he sees his glory?
Τὰ ἔργα Κυρίου, πάντα ἀγαθὰ, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῶν χορηγήσει. Καὶ οὐκ ἔστιν εἰπεῖν· Τοῦτο τούτου πονηρότερον. Πάντα γὰρ ἐν καιρῷ δοκιμασθήσεται. Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. Καὶ ἡ εἰρήνη ἡ παρ' αὐτῶν, ἐστὶν ἐπὶ προσώπου τῆς γῆς. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια· μετὰ τοῦ σίτου τὸ κώνειον, μετὰ τῶν λοιπῶν τροφίμων ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκονος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ Δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ λογιζόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται, ἀλλ' ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι, καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν, οὐκ εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός. Τί οὖν φαμεν; ὅτι τὸ κακὸν, ἐστὶν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, καὶ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐδὲν εἰκῆ τῶν παρὰ Θεοῦ γενομένων. Οὐχὶ φύσις αὐτὴ τῶν κινήσεων καθ' ἑαυτὴν πονηρὰ, ἀλλ' ἡ τῶν φυσικῶν κινημάτων παρατροπὴ τῆς ψυχῆς τὰς ὁρμὰς ὡς πάθη διέβαλεν.
The works of the Lord are all good, and he will supply every need in its time. And it cannot be said, "This is worse than that." For all things will be tested in their season. The Lord created medicines from the earth, and a prudent man will not be offended by them. And the peace that comes from them is upon the face of the earth. Let the earth bring forth the herb of grass; and the poisonous things were brought forth together with the nourishing things: hemlock with the wheat, hellebore with the other nourishing things, and aconite, and mandrake, and the juice of the poppy. What then? Shall we, abandoning the acknowledgment of grace for the useful things, accuse the Creator for the things that destroy our life? But let us consider this, that not all things have been created for the sake of our belly, but the foods appointed for us are at hand and known to all; and each of the things that have come to be fulfills its own particular reason in creation. That evil has its origin from God is not pious to say, because none of the opposites comes to be from its opposite. For neither does life beget death, nor is darkness the beginning of light, nor is disease the maker of health. What then do we say? That evil is not a living and ensouled substance, but a disposition in the soul that is set in opposition to virtue, arising in the slothful through the falling away from the good. Do not, then, look for evil from outside, and let each one recognize himself as the author of the wickedness within himself. Nothing that has come to be from God is in vain. The nature of the movements is not itself evil, but the perversion of the natural impulses of the soul has slandered its drives as passions.
Ὁ γὰρ δημιουργὸς τὴν λύραν καλὴν καὶ εὔφθογγον ἡρμώσατο, οἱ δὲ κρούοντες διαφόρως ἅπτονται τῶν χορδῶν· καὶ ἀπὸ τῆς αὐτῆς κιθάρας, ὁ μὲν ὕμνον, ὁ δὲ ἀπηχεῖ βλασφημίαν, οὐχ ὡς τῆς τῶν χορδῶν φύσεως τὸ διεστραμμένον ἐχούσης, ἀλλ' ὡς τῆς τῶν ψηλαφώντων ἀμαθίας παραφθειρούσης τὸ ὄργανον. Ταῖς τῶν κακῶν ἐπισποραῖς αἰτία τῶν ἀνθρώπων ἡ ῥᾳθυμία. Ἐν τῷ γὰρ καθεύδειν, φησὶ, τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου. Πάντα ὅσα πεποίηκεν ὁ Θεὸς, καλὰ πεποίηκεν, ἐπιστήμων αὐτὸς ὢν πάντων. Οὔτε γὰρ ὁ δίκαιος ποιήσειέν τι ἄδικον, οὔτε ὁ ἀγαθὸς φαῦλον, ὥσπερ οὐδὲ ἐπιστήμων ἀνεπιστημόνως. Δίκαιος δὲ, καὶ ἀγαθὸς, καὶ ἐπιστήμων ὁ Θεός ἐστιν· οὐδὲν ἄρα ἄδικον, οὐδὲ φαῦλον ὁ Θεὸς ἐποίησεν. Ἑνὶ νεύματι βουλήσεως ἃ θέλει συνίστησιν ἐκ μὴ ὄντων, μόνος ὢν ἀΐδιος, μόνος ὢν ἄναρχος, μόνος ἀπλοῦς οὐσίᾳ καὶ βουλήσει. ΤΙΤΛ. Γʹ. –Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεὸν, καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός. Εἶπε Κύριος πρὸς Μωσῆν· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτὸν, καὶ τὰ λοιπά. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.
For the craftsman fitted the lyre well and with beautiful sound, but those who strike it touch the strings in different ways; and from the same lyre, one sounds a hymn, another a blasphemy, not because the nature of the strings has anything distorted, but because the ignorance of those who pluck corrupts the instrument. The sowing of evils is caused by the negligence of men. For while men were sleeping, he says, the enemy came and sowed weeds among the wheat. All things that God has made, he has made good, being himself knowledgeable of all things. For neither would the just man do anything unjust, nor the good man anything base, just as neither would the knowledgeable man act ignorantly. But God is just, and good, and knowledgeable; therefore God has made nothing unjust or base. By a single nod of his will he establishes what he wishes from non-being, being alone eternal, alone without beginning, alone simple in essence and will. TITLE 3. — Concerning the glorification of God; and that it is necessary to glorify and sanctify God, and that God glorifies those who glorify him. The Lord said to Moses: Because you did not believe to sanctify me, therefore you shall not bring this congregation into the land which I gave them. Those who glorify me I will glorify, and he who despises me shall be dishonored. I will give thanks to you, O Lord, with my whole heart. Praising, I will call upon the Lord, and I shall be saved from my enemies. You who fear the Lord, praise him, and the rest. I will bless the Lord at all times, his praise continually in my mouth. Sing to our God, sing; sing to our king, sing.
Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀποδὸς τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε τῷ ὀνόματι αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός· ἐξομολογησάσθωσάν σοι. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον, ἐκ πηγῶν Ἰσραήλ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ἠδολέσχησα. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεάν. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου. Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατρίαι τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ
τιμήν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα, κ. τ. ε. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν. Ὅτι τὸν Ἰακὼβ, κ. τ. ε.
Sacrifice to God a sacrifice of praise, and pay your vows to the Most High. A sacrifice of praise will glorify me, and there is the way. Shout to God, all the earth; sing to his name. Let the peoples give thanks to you, O God; let them give thanks to you. In the congregations bless the Lord God, from the springs of Israel. The kingdoms of the earth, sing to God, sing to the Lord. I remembered God, and I was glad; I meditated. Your mercies, O Lord, I will sing forever; to generation and generation. It is good to give thanks to the Lord, and to sing to your name. Come, let us rejoice in the Lord, let us shout to God. Sing to the Lord a new song. Sing to the Lord, all the earth. Bring to the Lord, you families of the nations, bring to the Lord glory and honor. Exalt the Lord our God, and worship. Shout to God, all the earth; serve the Lord with gladness. Bless the Lord, O my soul, and all that is within me. Bless the Lord, all his works, in every place of his dominion. May my meditation be sweet to him. Give thanks to the Lord, and call upon his name. Who will speak of the mighty acts of the Lord? He will make them heard. His praise endures forever and ever. Praise, you servants, the Lord, praise the name of the Lord. May the name, etc. The dead will not praise you, O Lord, nor all those who go down into Hades. To you I will sacrifice a sacrifice of praise, and in the name of the Lord. Praise the Lord, all you nations; commend him. Behold now, bless the Lord, all you servants of the Lord. Sing to his name, for it is good. For Jacob, etc.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν. Τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. Ὑμνήσατε τῷ Θεῷ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ δοξάζεται ἀπὸ ἄκρου τῆς γῆς. Ἀνθ' ὧν οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν καρδίαν σου, κἀγώ σε ἰδὼν παρορῶ. Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Δότε τῷ Θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά. Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ αἴνεσις αὐτοῦ ἐστι. Δεῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίας Θεοῦ, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν αὐτῷ. Ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον. Εὐλόγησον τὸν Κύριον, τὸν ποιήσαντά σε, καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. Εὐλογήσατε τὸν Κύριον ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις. Κύριον τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ἡμῶν. Τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Τὸ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Δόξαζε τὸν Ποιητὴν, ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις ἀκατονόμαστοι.
Praise the Lord, for a psalm is good to our God. Honor the Lord, and you will be strong; but besides him, fear no other. Sanctify him as Lord, and he himself will be your fear. And if you are trusting in him, he will be to you a sanctuary. Sing to God a new hymn; his beginning is glorified from the end of the earth. Because you did not remember me, nor take me into your heart, I too, seeing you, overlook you. Sing hymns to the Lord, cry out his name. Give glory to our God before it grows dark, and before your feet stumble on the dark mountains. May the name of God be blessed from now and forever, for wisdom and his praise are his. It is necessary to anticipate the sun with thanksgivings to God, and to meet him toward the rising of the light. Let the living and healthy praise the Lord. Bless the Lord, who made you, and who makes you drunk from his good things. Bless the Lord in all his works; give greatness to his name, and confess in his praise, in songs of the lips and with harps. Sanctify the Lord Christ in our hearts. This is God's indwelling: to have God established within oneself through remembrance. The cheerful and painless state of the soul is granted by the consolations of hymns. Glorify the Maker, in whom all things were created, whether visible or invisible, whether principalities or authorities, or whatever other rational natures there are that cannot be named.
Τὸν Θεὸν γνωρίσωμεν, τὸν Κτίσαντα προσκυνήσωμεν, τῷ Δεσπότῃ δουλεύσωμεν, τὸν Πατέρα δοξάσωμεν, τὸν τροφέα ἡμῶν ἀγαπήσωμεν, τὸν εὐεργέτην αἰδεσθησώμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης, καὶ τῆς μελλούσης, καὶ προσκυνοῦντες μὴ λήξωμεν. Τὴν τῆς αἰνέσεως θυσίαν ἱερουργήσωμέν σοι τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ· ὃς οὐκ ἀπαιτεῖ σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καρδίας καθαρὰν ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Εὐσεβείας σημεῖον, τὸ συνεχῆ ποιεῖσθαι τῶν θεωτέρων τὴν ἐπιμέλειαν, καὶ τὸ πυκναῖς ἐντεύξεσιν ἐξιλεοῦσθαι. Τὸν Θεὸν ἔργοις σεμνοῖς σέβου, λόγοις δὲ ὕμνει, ἔννοιᾳ τίμα. Ἀξίως οὐδεὶς τὸν Θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον, ὁπότε οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται. Ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους.
ΤΙΤΛ. Δʹ. –Περὶ δικαιολογίας· καὶ τίνες ἐδικαιολογήθησαν πρὸς τὸν Θεόν. Οὐκ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Ἀπόστα ἀπ' ἐμοῦ· κενὸς γάρ μου ὁ βίος. Τίς γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν; ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσεις ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; Διὰ τί ἔθου με κατεντεύκτην σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνο μίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; Νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι.
Let us know God, let us worship the Creator, let us serve the Master, let us glorify the Father, let us love him who nourishes us, let us reverence him who benefits us, him who is the author of our life, both the present and the future, and let us not cease from worshiping. Let us offer to you, the God who needs nothing and is perfect, the sacrifice of praise; he does not demand bodily sacrifices, in which the wealthier have the advantage, but the pure confession that comes from the disposition of the heart, of which all who are willing partake equally. God must be remembered rather than breathed. A sign of piety is to make continual care for divine things and to propitiate him with frequent entreaties. Honor God with reverent deeds, hymn him with words, honor him with thought. No one honors God worthily, but only justly, since it is not even possible to repay equal thanks to one's parents. For it is not possible to beget them in return.
TITLE 4. — Concerning justification; and who were justified before God. I shall not live forever, that I may be patient. Depart from me, for my life is empty. For who is man, that you have magnified him, or that you set your mind upon him? Or will you make visitation of him until the morning, and judge him unto rest? How long will you not permit me, nor let me go, until I swallow my spittle in pain? If I have sinned, what shall I be able to do, I who know the mind of men? Why have you set me as an accuser against you, and I am a burden upon you? And why have you not made forgetfulness of my lawlessness, and a cleansing of my sin? But now I shall go away to the earth.
Ἐπειδή εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον; Ἐάν τε ἀπολούσωμαι χίονι,
καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας. Ἐβδελύξατό με ἡ στολή μου. Οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμὲ, ᾧ ἀνταποκρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ διελέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων. Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατ' ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Πόσαι εἰσὶν αἱ ἀνομίαι μου, καὶ αἱ ἁμαρτίαι μου, δίδαξόν με. Διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ; Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Τί μοι ἔδειξας κόπους ἐπιβλέπειν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον. Ἀπεκρίθη ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος. Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν δὲ πάντες οἱ ἀθετοῦντες; ΤΙΤΛ. Εʹ. –Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους τιμᾷν, καὶ τὰ πρὸς τὴν χρείαν νέμειν.
Since I am ungodly, why did I not die? Even if I wash myself with snow and cleanse myself with pure hands, you have plunged me sufficiently in filth. My garment has loathed me. For you are not a man like me, that I should answer you, so that we might come together in judgment. Would that there were a mediator between us, both reproving and hearing between us both. Why do the ungodly live, and are they grown old and in wealth? Their seed is according to the desire of the soul, and their children are before their eyes. Their houses prosper, and fear is nowhere; and the scourge from the Lord is not upon them. They remain like eternal sheep, and their children play, taking up the psaltery and the cithara. They have completed their life in good things. How many are my iniquities and my sins? Teach me. Why do you hide from me? How long, Lord, shall I cry out, and you will not hear? I shall cry to you being wronged, and you will not save? Why have you shown me labors to look upon? Judgment has become contrary to me, and the judge takes. Therefore the law has been scattered, because the ungodly oppresses the righteous. For this reason the judgment shall come out perverted. The angel of the Lord answered and said: Lord almighty, how long will you not have mercy on Jerusalem and the cities of Judah, which you have overlooked? This is the seventieth year. You are righteous, Lord, that I should plead with you; nevertheless I will speak judgments with you: why is it that the way of the ungodly prospers? And all who transgress have prospered? TITLE 5. —Concerning those who serve God; and that it is necessary to honor them, and to distribute to them what is needed.
Εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ· Τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν. Καὶ εἶπε τὸ παιδάριον· Ἰδοὺ ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ. Εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· Ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλυρίδας τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ μέλι. Ἔλαβεν Ἀβδιοὺ ἕκατον ἄνδρας προφήτας, καὶ ἔκρυψεν αὐτοὺς ἀνὰ πεντήκοντα ἐν σπηλαίοις, καὶ ἔτρεφεν αὐτούς. Εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· Ἰδοὺ διαπορεύεται ἐφ' ἡμᾶς ἄνθρωπος τοῦ Θεοῦ· ποιήσωμεν αὐτῷ ὑπερῷον, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ λυχνίαν. Ἀντιλαμβανόμενος δικαίου, οὗτος ἀνατελεῖ. Ὡς εἴ τις πηγὴν φράσσοι, καὶ ὕδατος διέξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. Ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλὸν, οὐδὲ ὅσιον. Εὐποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδωμα, καὶ εἰ μὴ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου. Οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες, μερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσίν. Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου. Ἀλλὰ χάριν λαμβάνει ὁ καταξιούμενος διακονεῖν αὐτῷ.
Saul said to his young servant, "What shall we bring to the man of God? For the loaves have run out from our vessels." And the young servant said, "Behold, in my hand is a quarter of a shekel of silver, and you shall give it to the man of God." Jeroboam said to his wife, "Arise, and take in your hand for the man of God loaves and cakes for his children, and a cluster of grapes, and honey." Obadiah took a hundred men who were prophets, and hid them fifty at a time in caves, and fed them. The woman said to her husband, "Behold, a man of God is passing by us; let us make him an upper room, and place there for him a bed, and a table, and a lampstand." He who takes hold of a righteous man, this one shall rise. As if someone should stop up a spring and spoil the outflow of water, so an unseemly righteous man has fallen before the impious. He who is not ashamed of the persons of the righteous is not good. To wrong a righteous man is not good, nor holy. Do good to the pious, and you will find a recompense, and if not from him, yet from the Most High. Those who praise the good are sharers in the crowns laid up for them. It is not a great thing to care for a righteous man. But he who is deemed worthy to minister to him receives grace.
ΤΙΤΛ. ϛʹ. –Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ μὴ ἀπὸ τῶν λόγων χρὴ δοκιμάζειν ἕκαστον.
Στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵ τινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἕκαστον δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα. Ἐνδέχεται μὲν, ὦ παιδίον, λέγειν μὲν εὖ, φαῦλον δὲ ὑπάρχειν, πράσσοντα δὲ εὖ, φαῦλον εἶναι ἀδύνατον.
ΤΙΤΛ. Ζʹ. –Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομένης· καὶ ὅτι φυλάττει αὐτοὺς ἐκ πειρασμῶν.
Προσεύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας, καὶ ἔτικτον. Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ καθιεῖται αὐτοὺς εἰς νίκος, καὶ ὑψωθήσονται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ τὰ λοιπά. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν. –Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δεήσεις αὐτῶν. Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. Γινώσκει Κύριος τὰς, κ. τ. ε. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Συνθέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως. Εὐχὴ κατευθυνόντων δεκτὴ παρὰ Θεῷ. Διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα. Ἐπαύλεις δικαίων εὐλογοῦνται. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου. Φῶς δικαίοις διὰ παντός. Οἶκος δικαίων ἰσχὺς πολλή.
TITLE 6. – On the discernment of good and evil; and that one must judge each person from works, and not from words.
A man's attire, and the step of his foot, and the laughter of his teeth will declare the things concerning him. For the tree is known by its fruit. Beware of the false prophets, who come to you in sheep's clothing, but inwardly are ravenous wolves. By their fruits you shall know them. Each tree is known by its own fruit. Beloved, do not believe every spirit, but test the spirits. It is possible, child, to speak well and yet be base, but to act well and be base is impossible.
TITLE 7. – On the righteous, and the prayer made by them; and that he guards them from temptations.
Abraham prayed to God, and Abimelech was healed, and his wife and his maidservants, and they bore children. He will not withdraw his eyes from the righteous, and he will set them in victory, and they shall be exalted. Behold, the eyes of the Lord are upon those who fear him, and the rest. Many are the afflictions of the righteous, and out of all of them. – The eyes of the Lord are upon the righteous, and his ears unto their supplications. And the Lord supports the righteous. The Lord knows the ways, etc. The Lord guards all their bones; not one of them shall be broken. He will fulfill the desire of those who fear him, and of their supplication. The prayer of those who direct their way is acceptable to God. Through the help of the righteous great glory comes about. The dwellings of the righteous are blessed. The blessing of the Lord is upon the head of the righteous. Light is for the righteous continually. The house of the righteous is great strength.
Δίκαιος ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. Δίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ' αὐτοῦ παραδίδοται ἀσεβής. Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι. Καὶ δίκαιοι πολλοὶ περιστατικοῖς περιπίπτουσιν, ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσί. ΤΙΤΛ. Ηʹ. –Περὶ δικαίων, ὅτι περιφρονοῦνται καὶ διασύρονται. Δίκαιοι καταγελῶνται. Παραδίδονται γὰρ εἰς χεῖρας ἀσεβῶν. Δίκαιος ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα. Ὅσιος ἀκάθαρτος παρὰ κακουργοῖς. Ἄνδρες αἱμάτων μέτοχοι μισοῦσι δίκαιον. Ὄψονται τὸν δίκαιον, καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται. Καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον, καὶ εἰς ὕβριν ἐν νεκροῖς δι' αἰῶνος. Στήσεται ὁ δίκαιος ἐν παῤῥησίᾳ πολλῇ κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. Ἰδόντες δὲ ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας. Ἐροῦσι γὰρ ἐν αὐτοῖς μετανοοῦντες· Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα, καὶ εἰς παραβολὴν ὀνειδισμοῦ. Οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν αὐτοῦ τελευτὴν ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν. Ἀνομίας ἐπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
The righteous man shall be in joy and gladness. The righteous man escapes from the hunt; the ungodly man is delivered up in his stead. Fear not, for I have redeemed you; I have called you by your name; you are mine. And if you pass through water, I am with you, and rivers shall not overwhelm you; and if you pass through fire, you shall not be burned. The supplication of a righteous man, when it is active, avails much. The Lord knows how to deliver the godly out of temptation. And many righteous men fall into adverse circumstances, but these are not scourges. TITLE 8. – On the righteous, that they are despised and mocked. The righteous are laughed to scorn. For they are delivered into the hands of the ungodly. A righteous and blameless man was born to be a laughingstock. The holy man is unclean in the eyes of evildoers. Men who are partakers of blood hate the righteous man. They shall see the righteous man and despise him, but the Lord shall laugh them to scorn. And after this they shall become an dishonorable fall, and a reproach among the dead for ever. The righteous man shall stand with great boldness in the face of those who afflicted him, and of those who rejected his labors. And seeing, they shall be troubled with dreadful fear, and they shall be astonished at the paradox of his salvation. For they shall say among themselves, repenting: This was he whom we once had for a laughingstock, and for a byword of reproach. We fools accounted his life madness, and his end dishonorable. How was he reckoned among the sons of God, and his lot among the saints? Surely we went astray from the way of truth, and the light of righteousness did not shine upon us. We were filled with the paths of lawlessness and destruction, and we walked in impassable paths, but the way of the Lord we did not know.
Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας ἀσεβῶν· οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵνα αὐτοὶ δοκιμασθῶσιν. Οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς Οὐκ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς.
ΤΙΤΛ. Θʹ. –Περὶ δανειζόντων καὶ δανειζομένων. Ἐὰν ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτῷ κατεπείγων· οὐκ ἐπιθήσεις αὐτῷ τόκον. Ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Τὸ γὰρ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ. Οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ τὰ βρώματά σου. Δανεῖον δανειεῖς τῷ πλησίον σου ὅσον ἐπιδέηται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σου αὐτῷ· καὶ εὐλογήσει σε Κύριος. Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀδελφῷ σου. Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον. Ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗτος, οὗ τὸ δανεῖόν σού
All who desire to live piously in Christ Jesus will be persecuted. But evil men and impostors will advance toward the worse, deceiving and being deceived. Often even the righteous are delivered into the hands of the ungodly—not so that those may be honored, but so that these may be tested. It is not possible for those who live in virtue to be spoken well of by all. It is not possible for the one who cultivates virtue not to have many enemies.
TITLE 9. — Concerning Those Who Lend and Those Who Borrow. If you lend silver to your brother, you shall not be pressing upon him; you shall not impose interest upon him. Your brother shall live with you. For you shall not give your silver to him at interest and for increase. You shall not give your food to him at interest. You shall lend to your neighbor as much as he needs, and your heart shall not be grieved when you give to him; and the Lord will bless you. You shall not exact interest from your brother—interest of food, or interest of any matter whatsoever that you may lend to your brother. If there is any debt at all with your neighbor, you shall not enter into his house to seize the pledge. You shall stand outside, and that man, whose loan is yours
ἐστιν, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. Ἐὰν δὲ ὁ ἄνθρωπος πείνηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ. Ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ, καὶ εὐλογήσει σε, καὶ σοὶ ἔσται ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Δανείζει ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσι. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Δίκαιος οἰκτείρει καὶ κιχρᾷ. Ὁ πληθύνων πλοῦτον αὐτοῦ μετὰ τόκου καὶ πλεονασμοῦ, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν. Δανειστοῦ καὶ χρειωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς ὡς ἀπωλεκὼς γενοῦ. Δάνεισον τῷ πλησίον σου ἐν καιρῷ χρείας αὐτοῦ. Πολλοὶ ὡς εὕρημα ἐνόμισαν δάνος, καὶ παρέσχον κόπους τοῖς βοηθήσασιν αὐτοῖς. Βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς. Ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. Τῷ ὄντι ὑπερβολὴν ἀπανθρωπίας ἔχει, τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα, ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ' ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ, καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς.
it is, you shall bring out his pledge to him outside. But if the man is poor, you shall not sleep with his pledge. You shall restore his pledge about sunset, and he shall sleep in his garment, and he shall bless you, and it shall be almsgiving for you before the Lord your God. The sinner borrows and does not repay; but the righteous one has compassion and gives. A good man is one who has compassion and lends. The righteous one has compassion and lends. He who multiplies his wealth with interest and increase gathers it for him who has mercy on the poor. When a lender and a debtor come together, the Lord makes visitation of both. Let not your hand be stretched out to receive, and drawn back in giving. Do not lend to a man stronger than you; and if you lend, become as one who has lost. Lend to your neighbor in the time of his need. Many have regarded a loan as a windfall, and have caused trouble to those who helped them. These things are heavy for a man who has understanding: the reproach of a household, and the reviling of a lender. Give to the one who asks you, and do not turn away the one who wishes to borrow from you. If you lend to those from whom you hope to receive, what grace is that to you? For even sinners lend to sinners, that they may receive the same. It is truly an excess of inhumanity, that the one who is in want of necessities should seek a loan for the consolation of life, while the other is not satisfied with the principal, but devises for himself revenues from the misfortunes of the poor man, and gathers wealth. The Lord, then, clearly commanded us, saying: And do not turn away the one who wishes to borrow from you.
Ὁ δὲ φιλάργυρος ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, τί οὐ φθεγγόμενον, οὐκ ἐλεεῖ παρ' ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ' ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὔτε δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐπομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἢ μὴν ἀπορεῖν παντελῶς, καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕρῃ τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον. Καὶ ὀψόμεθα, φησὶ, εἴ πού τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν· ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν, ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπελάττωσιν τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποφαίνων, δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ, ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου, καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πόλεμον εὗρεν, ἀλεξιφάρμακα ἐπιζητῶν, δηλητηρίοις ἐνέτυχεν·
But the money-lover, seeing a man bent down by necessity, begging before his knees, doing nothing servile, saying nothing, does not pity him when he acts beyond his deserving, does not consider nature, does not yield to his supplications, but stands inflexible and implacable, neither giving way to entreaties nor bent by tears, persisting in his refusal, swearing and cursing himself that he is utterly without means and is himself looking around to see if he might find any of those who lend, and making his falsehood credible through oaths, acquiring perjury as a base merchandise of his inhumanity. But whenever the one seeking the loan mentions interest and names pledges, then he lowers his brow and smiles, and perhaps even recalls his father's friendship, and calls him an acquaintance and a friend. And we shall see, he says, whether there is any silver laid up with us somewhere. There is a deposit of a friend who placed it with us for business; but he set heavy interest on it, yet we shall surely return something and give a reduction in the interest. Shaping himself thus and hinting at such things, baiting the wretched man, having first bound him with written contracts, and in addition to the poverty that wears him down, also taking away the man's freedom, he went off. For he who has made himself liable to interest, the payment of which he cannot sustain, has accepted voluntary slavery for life. Tell me, do you seek money and revenues from the poor man, and if he were able to make you richer, why would he seek at your doors? Coming for alliance, he found war; seeking remedies, he encountered poisons.
δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχίαν, σὺ δὲ πολυπλασιάζεις, τὴν ἔνδειαν ἐκκαρποῦσθαι ζητῶν τὸν ἔρημον; Ψεύδους ἀρχὴ τὸ δανείσασθαι, ἀχαριστίας ἀφορμὴ, ἐπιορκίας τε καὶ ἀγνωμοσύνης. Οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖται ἡμέρας προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων, πατέρας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον. Κἂν γρηγορεῖ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Δανειστοῦ, φησὶ, καὶ χρειωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν· ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέρων οἱ ψῆφοι ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος τῇ αὐξήσει τῶν
τόκων, τοῦ δὲ στενάζοντος τῇ προσθήκῃ τῶν συμφορῶν. Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει. Μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων συνάγαγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Μὴ βάδιζε ἐπ' ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι τὸ ἀλλότριόν, ἐστιν. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις πόθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; Εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακῷ κακὸν θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν· μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δανείσασθαι.
When you ought to comfort the man's poverty, do you instead multiply it, seeking to profit from his want, and plunder the desolate? The beginning of falsehood is borrowing, the occasion of ingratitude, of perjury and of folly. Nights bring him no rest, nor is the sun pleasant to him, but he is vexed at life, he hates the days as they hasten the appointed term, he fears the months as the parents of interest. And if he sleeps, he sees the lender in a dream, an evil dream standing by his head. And if he is awake, interest is his thought and his care. When a lender, it says, and a debtor meet one another, the Lord takes oversight of both. The one runs upon the prey like a dog; the other cowers at the encounter like a ready catch; for poverty takes away his boldness. The counters of both are on their fingers: of the one rejoicing at the increase of interest, of the other groaning at the addition of calamities. Drink waters from your own vessels, that is, look to your own resources. Do not walk to foreign springs, but from your own streams gather for yourself the comforts of life. Do not walk to foreign doors. For what belongs to another is in truth a well. Better to relieve your need by little devices, than, lifted up suddenly by what belongs to others, afterward to be stripped naked of all your possessions together. If then you have means from which to repay, why do you not dissolve your present want from these resources? But if you are at a loss for repayment, you are healing evil with evil. Do not receive a lender besieging you; do not endure to be sought out and tracked down like some other prey. The beginning of falsehood is borrowing.
Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, οὐχὶ δὲ ἄκοντός μου ὑπέβαλες τῇ χειρὶ τὰ χρήματα· ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρακεκομμένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκστήσῃ. Πένης εἶ νῦν; ἀλλ' ἐλεύθερος. Δανεισάμενος δὲ, οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος· καὶ δοῦλος μισθοφόρος, ὁ ἀπαραίτητον ἔχων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται, ὁ δὲ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἐνδὸν, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν, καὶ κατασύρει. Ἐὰν δὲ ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ αὐλαίᾳ, καὶ θυρακρουστεῖ· ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγόραις ἄγχει· κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη. Τί ὄφελός σοι τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μακρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Τόκος οἶμαι διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὥσπερ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται.
The words of the borrower are one thing, and the words of the creditor another. Would that I had not met you then, and that you had not put the money into my hand against my will! Your gold is counterfeit, and the coin is clipped. So then, if the lender is a friend, do not suffer loss of his friendship; if an enemy, do not become subject to the ill-disposed. Having prided yourself a little on what belongs to others, you will later be deprived even of your ancestral possessions. You are poor now? But you are free. Yet by borrowing you will not even become rich, and you will be deprived of your freedom. The borrower is a slave of the lender; and a hired slave is he who has a service that cannot be refused. Dogs, when they receive food, are tamed; but the lender, when he receives, is provoked all the more. For he does not cease barking, but seeks even more. If you swear an oath, he disbelieves; he searches what is within, he meddles in your contracts. If you go out of the house, he drags you to himself and pulls you along. If you hide yourself inside, he stands at the courtyard and knocks at the door; before your wife he shames you, before your friends he insults you, in the marketplaces he chokes you; a wretched encounter at a festival, he makes your life unlivable. But the need is great, he says. What benefit is it to you to put it off today? For poverty will come upon you again like a good runner, and the same necessity will be present with an addition. For the loan provides not a complete release, but a long postponement of helplessness. Interest, I think, is so named because of the fruitfulness of the evil. For from where else? Or perhaps it is called interest because of the birth-pangs and griefs which it naturally produces in the souls of borrowers. As the birth-pang stands by the woman giving birth, so the due date stands by the debtor.
Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Ταῦτα δὲ λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι, καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Δὸς τὸ οἴκοι κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἥξει καλῶς. Σοὶ μὲν ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλῶς, τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ. Τὰ ἐντεῦθεν κέρδη, φιλάνθρωπα ὀνομάζεις; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Ἑκατοστολόγοι καὶ δεκατοστολόγοι τινὲς, φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες, κατὰ τὰς περιόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς, πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι, τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς ψυχὴν φέρουσαν τὴν ζημίαν. Ὁ γεωργὸς τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων· ἄνευ γῆς φυτεύεις, ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐν τοῖς τόκοις πρόδηλος, ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας, ἀμφίβολος.
Interest upon interest, the evil offspring of evil parents. Let these be called the brood of vipers, the spawn of interest. They say that vipers are born by gnawing through their mother's belly, and interest, having devoured the houses of those who owe, is brought forth. Give the silver that lies at home, not weighing it down with additions, and it will go well for both. For you there will be the safety that comes from keeping it, and for the one who receives it the profit that comes from its use. But if you also seek an addition, be content with what comes from the Lord. He himself will repay the increase on behalf of the poor. From the truly humane one, await humane dealings. For the things you take leave no excess of misanthropy behind. You profit from misfortunes, you coin money from tears, you strangle the naked, you strike the starving; mercy is nowhere. Do you call the profits from these things humane? Woe to those who call the bitter sweet, and who address misanthropy as philanthropy. Certain hundred-percenters and ten-percenters—dreadful names even to hear—monthly exactors, like those who cause epileptic seizures, attacking the poor at the cycles of the moon, an evil gift for both, both for the giver and for the receiver: for the one, the loss brings money, for the other, the soul. The farmer, having taken the ear of grain, does not search again for the seed beneath the root; but you both have the fruits and do not desist from the principal; you plant without land, you reap without sowing. It is unclear for whom you gather. The one who weeps over his interest is evident, but the one who is going to enjoy the wealth from these things is uncertain.
Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χαρὰν
ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης διδαχθεὶς, μετὰ ἀγαθῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος. Ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας οἱ ἄνθρωποι, ὥσπερ θήραμα καὶ ἄγραν εὑρόντες, οὕτως γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀποίσωσι. Κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον τῶν ἀθλίων σῶμα ἐκχέουσιν, αἰκιζόμενοι, καὶ τύπτοντες, καὶ μυρία αὐτοῖς διατιθέντες κακά. Διάῤῥηξον, ἄνθρωπε, γραμμάτειον ἄδικον, ἵνα οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ· χαλκοῦ γὰρ καὶ χρυσίου καὶ τῶν ἀγόνων παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στεῖρα, καὶ πρὸς τιμωρίαν τῶν ἐνοικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει. Πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ' ἀδυνάτως ἔχεις; Προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ' αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότερον μὲν τὸν δανεισάμενον ἀποστερεῖν. Ὁ μύρμηξ δύναται μήτε προσαιτῶν, μήτε δανειζόμενος διατρέφεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρα, οὔτε τέχνας ἡ φύσις ἔδωκε· σὺ δὲ τὸ εὐμήχανον ζῶον, ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Ὦ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά!
For it is unclear whether you will not leave the joy in wealth to others, having treasured up for yourself the evil from injustice. So do not turn away the one who wishes to borrow, and do not give your silver at interest, so that, taught from the Old and New Testament, you may depart to the Lord with good hope, receiving there the interest of good works. When people find those who owe, as if having found prey and game, they rejoice in this way, and they do everything so as to carry off everything. And if they are unable because of the poverty of the debtors, they pour out their anger over money upon the wretched body of the miserable, torturing and beating them and inflicting countless evils upon them. Tear up, O man, the unjust bond, so that sin may thus be loosed. Erase the acknowledgment of the heaviest interest, so that the earth may bear its accustomed fruits; for because of bronze and gold and things that give birth contrary to nature, the one that bears according to nature becomes barren, and has been condemned to fruitlessness for the punishment of its inhabitants. How then, he says, shall I be fed? You have hands, you have a craft; work for hire, serve. Many are the devices of life, many the resources. But you are unable? Beg from those who possess. But is begging shameful? It is more shameful to defraud the one who has lent. The ant is able to be fed neither by begging nor by borrowing; and the bee gives the leftovers of its own food to kings; to which nature has given neither hand nor crafts; but you, the resourceful creature, man, will you not find one of all the devices for the conduct of life? O how many has the property of others destroyed!
Πόσοι ὄναρ πλουτήσαντες ὑπεραπέλαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶν, καὶ ἐκ δανεισμάτων ἐπλούτησαν. Πλείους, δὲ οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὸ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισίν; Μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ. Ὄφλημα πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλείπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐγγόνους.
ΤΙΤΛ. Ιʹ. –Περὶ δεσποτῶν καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς εἶναι, ἀλλ' ἠπίους τοῖς συνοῦσι.
Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους. Μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου, καὶ φαντασιοσκοπῶν ἐν τοῖς οἰκέταις σου. Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ· ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. Ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδράσῃ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι Κύριος καὶ αὐτῶν καὶ ὑμῶν ἐστιν ἐν οὐρανῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς Κύριον ἔχετε ἐν οὐρανῷ. Ἐνδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον. Δὸς αὐτῷ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Τίς δεσπότης, ἢ δοῦλος; ἡ φαύλη τομή. Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία.
How many, having grown rich in a dream, have paid the penalty beyond measure! But many, he says, have also grown rich from lending. More, I think, have also laid hands on the noose. You see those who have grown rich, but you do not count those who have hanged themselves, who, unable to bear the shame of their demands for repayment, preferred death by hanging to living in disgrace. I have seen a pitiable sight: freeborn children dragged to the auction block by their father's debts. Have you nothing to leave your children? Do not take away their noble birth as well. No one was ever reproached for a father's poverty. A father's debt leads to prison. Do not leave behind a bond, like a father's curse descending upon children and grandchildren.
TITLE 10. — Concerning masters and heads of households; and that they ought not to be burdensome, but gentle to those who live with them.
He who does not deal considerately with his own household will inherit the winds. Do not be like a lion in your house, or a visionary schemer among your servants. If you have a servant, let him be as yourself, because you acquired him in blood. If you mistreat him, and he departs and runs away, on what road will you seek him? Masters, do the same things toward them, relaxing the threat, knowing that the Lord both of them and of you is in heaven. Masters, provide what is just and equal to your servants, knowing that you also have a Lord in heaven. A father who justly enslaved him left you a servant. Give him his freedom, and you will make his trial lighter, and you will prepare true freedom for yourself. Who is a master, or a servant? A corrupt distinction. One Creator for all, one law, one judgment.
Ὑπηρετουμένους ὡς σύνδουλος βλέπε. Ὅταν λυθῇς, φάνηθι τιμιώτερος. Οἱ λεγόμενοι δεσπόται, δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν ὀνομάζονται. Κύριος γεννητὸς πρὸς ἀλήθειαν οὐδεὶς, κἂν ἀπὸ περάτων εἰς πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται. Μόνος δὲ ὁ ἀγέννητος ἀψευδῶς ἡγεμών. Κἂν, ὡς λέγεις αὐτὸς, οὐδένα θλίβεις, οὐ τύπτεις, οὐκ ἐκπιέζεις, οὐκ ἀδικεῖς, ἀλλ' ὑπὲρ τῶν συνδιατριβόντων σοι ὑποίσεις φοβερὸν λογοθέσιον. Μή τις σφοδρῷ λιμῷ κάταγχε τοὺς σεαυτοῦ δούλους, ἄνθρωπε, ἀλλ' ὅσον εἰς ἀλλοτρίους εὐψυχεῖς, καὶ χαρίζῃ τοῖς ἔξωθεν αἰτιοῦσι διὰ κενοδοξίαν, τοσοῦτον διὰ Θεὸν χορήγησον τοῖς ἰδίοις οἰκέταις, ἵνα μηδὲν περαιτέρω σημάνω.
ΤΙΤΛ. ΙΑʹ. –Περὶ διδασκάλων.
Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Τάδε λέγει Κύριος, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ, καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Ἀξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς μαθητευομένους παρασκευάζει. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις καὶ τοῦ τρέφοντος. Τότε μάλιστα οἱ μαθηταὶ εἰς τὸν τῶν ἀγαθῶν ἀνάγονται ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Διδάσκων τις μανθάνει πλέον, καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ὑπακούουσιν αὐτοῦ. Παιδείας σύμβολον ἡ ῥάβδος.
Watch a fellow servant as one who is served. When you are released, show yourself more honorable. Those called masters are named by opinion only, not in truth. No one born is truly a lord, even if he extends his rule from one end to the other. Only the unbegotten is truly a ruler. Even if, as you yourself say, you oppress no one, strike no one, squeeze no one, wrong no one, yet for those who live with you, you will undergo a fearful reckoning. Do not, O man, crush your own slaves with severe famine, but to the same extent that you are generous to strangers and, for the sake of vainglory, give to those outside who ask, so much the more for God's sake provide for your own household servants, so that I may say nothing further.
TITLE 11. — On Teachers.
Behold, I and the children whom God has given me. Thus says the Lord: If you bring forth what is precious from what is worthless, you shall be as my mouth, and they shall turn to you, and you shall not turn to them. A disciple is not above his teacher, nor a slave above his master. It is enough for the disciple that he become like his teacher, and the slave like his master. Do not be carried away by various and strange teachings. The credibility of the teacher makes the word readily acceptable and renders the disciples more attentive. For teaching is also the food of the one who feeds. Then especially are disciples led to zeal for good things, when they have examples from their teachers. One who teaches learns more, and one who speaks often listens along with those who obey him. The rod is a symbol of instruction.
Ἄνευ γὰρ τοῦ δυσωπηθῆναι, καὶ περὶ ἐνίων ἐπιπληχθῆναι, νουθεσίαν ἐνδείξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος, οὕτω καὶ μανθάνειν ὁ γνώριμος. Ἐπειδὴ ὁ μὴν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου δυνάμεως. Ἐπίστησον, ὁ διδάσκων, καὶ ἐξέτασον ἀκριβῶς ἀκοὴν τοῦ μανθάνοντος. Εὐήθης γὰρ ὁ κωφῷ διαλεγόμενος, καὶ μάταιος ὁ λίθον νουθετῶν. Καὶ σὺ ἔνοχος ἁμαρτίας σεαυτῷ ἔσῃ, ὁ μὴ ἐπισκεψάμενος, ὅπως, καὶ πηνίκα, καὶ πότε δεῖ λόγον προέσθαι σοφίας. Ὁ λαβὼν χάριν, ὀφείλει ἀφθόνως παραδιδόναι τοῖς θέλουσι μανθάνειν, καθὼς καὶ ὁ Κύριος εἶπε, Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Τῷ γὰρ λαβόντι, καὶ μὴ μεταδιδόντι, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ οὐ μόνον δικαίοις δίδωσι τὴν χάριν, ἀλλὰ καὶ ἁμαρτωλοῖς. Ἐπειδὴ ἄφθονός ἐστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ οὐ παρορᾷ τὸν ἁμαρτάνοντα, ἀλλὰ δίδωσι κἀκείνῳ μικρὰν χάριν. Ἕκαστος οὖν ἀφθόνως ὀφείλει διδάσκειν.
For without being moved to shame and rebuked concerning certain things, admonition and correction are impossible. The disciple cannot learn in the same way the teacher is able to teach, since the one is perfect and the other imperfect. Therefore one must aim at the capacity of the one being instructed. Consider, O teacher, and examine carefully the hearing of the learner. For he is foolish who speaks to the deaf, and vain who admonishes a stone. And you will be liable to sin against yourself, if you do not consider how, and when, and at what time you ought to let out a word of wisdom. He who has received grace ought to pass it on without envy to those who wish to learn, just as the Lord also said, Freely you have received, freely give. For from the one who has received and does not share, even what he has will be taken away from him. And he gives grace not only to the righteous but also to sinners, since God is generous and shows no partiality, and he makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust; and he does not overlook the sinner, but gives even him a small grace. Therefore each one ought to teach without envy.
ΤΙΤΛ. ΙΒ. –Περὶ διαβολῆς· ὅτι οὐ χρὴ ἀκρίτως δέχεσθαι διαβολήν. Οὐ παραδέξῃ ἀκοὴν ματαίαν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὁ διαβάλλων τὸν πλησίον, ἀδελφικὰ κρέα ἔφαγεν, ὑπόληψιν τρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος διὰ τοῦ λόγου κακά. Οὐ τοῖς κακῶς μόνον ἀγορεύουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λέγοντας ἑτέρους, παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν Προφήτην μιμήσασθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Εἰ ἔχεις τινὰ ἐπαινέσαι καὶ ἐγκωμιάσαι, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μῦρα· ἂν δὲ κακῶς ἐθέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασι. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχά της. Τὸ δὲ πάντων καταγελαστότερον, οἱ τοῦτον ἔχοντες τὸν βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλῶσι τὸν ἀκούσαντα καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλῇς, πόσῳ μᾶλλόν σε πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν, καὶ διαβάλλειν τινὰ, οὐδὲ κατέχοντα ἐν ἀσφαλείᾳ τὸν λόγον προδοῦναι, καὶ τότε τῆς σωτηρίας αὐτοῦ φροντίζειν; Ἀλλὰ ἡδὺ τὸ διαβάλλειν, ἡδὺ μὲν ἂν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ κακῶς εἰπὼν, ἐναγώνιος λοιπόν ἐστιν· ὑποπτεύει καὶ δέδοικε, μετανοεῖ καὶ κατεσθίει τὴν γλῶσσαν ἑαυτοῦ, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς ἑτέρους ἐξενεχθῇ τὸ ῥῆμα, καὶ μέγαν ἐπαγάγῃ τὸν κίνδυνον.
TITLE 12. — On slander; that one must not accept slander without judgment. You shall not receive a vain report. Him who secretly slanders his neighbor, this one I drove out. He who slanders his neighbor has eaten brotherly flesh, wounding his reputation, and having wrought countless other evils through his speech. I exhort not only those who speak evil, but also those who listen to others speaking evil, to block their ears and to imitate the Prophet who says: Him who secretly slanders his neighbor, this one I drove out. Say to your neighbor: If you have someone to praise and extol, I open my ears, that I may receive the myrrh; but if you wish to speak evil, I block the entrance to your words. To busy oneself with another's life is the mark of the utmost illiberality. But the most ridiculous thing of all is that those who lead this sort of life, and neglect their own affairs, when they have spoken some secret, beg and adjure the hearer to tell no one else thereafter, thereby showing plainly that they have done a thing deserving of accusation. For if you adjure that man to tell no one else, how much more ought you not to have said these things to him in the first place, nor slandered anyone, nor betrayed a word while not keeping it in safety, and only then to take thought for his salvation? But slander is sweet—sweet, at least, if one does not speak evil. For he who has spoken evil is henceforth on his guard; he suspects and fears, he repents and devours his own tongue, fearing and trembling lest the word be carried to others and bring great danger.
Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω καὶ τὸ κακῶς λέγειν, καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Διάβολοι, καὶ θείας ἀπόπεμπτοι χάριτος, οἱ τὴν αὐτὴν ἐκείνῳ διαβολικὴν νοσοῦντες κακοτεχνίαν,
θεοστυγεῖς τε καὶ θεομισεῖς πάντη, καὶ πάσης εὐδαιμονίας ἀλλότριοι. Τί ἂν γένοιτο διαβολῆς χεῖρον; κηλεῖ γὰρ τὰ ὦτα, καὶ ἐκπλήττει τὴν διάνοιαν τῶν ἀκροατῶν, ἐκθηριοῖ δὲ αὐτοὺς οἷόν τι θήραμα τοῖς κακοῖς ἀεὶ ἐφεδρεύοντας. Οἱ δὲ τῷ σώφρονι λογισμῷ μάλα ἑρματισμένοι καὶ ἀναχαιτιζόμενοι, τῷ διαβάλλοντι ἀπεχθαίνουσι μάλιστα, ἢ τῷ διαβεβλημένῳ, ἐπιτιμήσαντες καὶ ἐπιστομίσαντες ταῖς πρὸς μέμψιν ὁρμαῖς, ἄχρις ἂν ἐναργὴς μαρτυρίῳ ἡ ἀπόδειξις γένηται. ΤΙΤΛ. ΙΓʹ. –Περὶ διηγήσεως ὑπὸ συνετῶν ἀνθρώπων γινομένης· καὶ ὅτι χρὴ σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοιαύτας ἀκροάσεις, ἀποδιδράσκειν δὲ ἀνοήτων ἀνδρῶν.
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. Λόγοις σοφῶν παράβαλέ σου τὸν νοῦν. –Λαλεῖτε, ἄνθρωποι, δικαίοις· Μὴ ἀστόχει διηγήματος γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. Διήγησις μωροῦ προσόχθισμα. Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου. Διήγησις μώρου, ὡς ἐν ὁδῷ φορτίον· ἐπὶ δὲ χείλεσι συνετοῦ εὑρεθήσεται χάρις. Κήρῳ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα. Τοῖς δ' αὖ καλοῖς τε κἀγαθοῖς καὶ ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δράσαι, μικρὸν μέσον.
Just as speaking well and giving praise is the beginning of friendship, so too speaking ill and slandering has become the beginning and occasion of enmity, hatred, and countless evils. Slanderers are cast out from the divine grace, since they are sick with the same slanderous wickedness as that one,
hated by God and utterly detested by God, and strangers to all happiness. What could be worse than slander? For it charms the ears and strikes the mind of the hearers with amazement, and it turns them into wild beasts, ever lying in wait for evils like some prey. But those who are well fortified by sober reasoning and are held back, feel the greatest loathing for the slanderer rather than for the slandered person, rebuking him and bridling him with impulses toward censure, until the proof becomes evident by clear testimony. TITLE 13. — On narrative given by prudent men; and that we ought to be earnest concerning such hearings, and to flee from foolish men.
Lawless men have recounted to me idle tales, but not as your law, O Lord. Compare your mind with the words of the wise. — Speak, O men, to the righteous; do not miss the mark in the narrative of elders; for they too learned from their fathers. The narrative of a fool is an offense. Do not overlook the narrative of the wise, and converse in their proverbs. The narrative of a fool is like a burden on the road; but grace will be found on the lips of the prudent. Stop your ears with wax against base words, and against the tuneless twistings of pleasant songs. But to the noble and good, give always. To speak, to hear, and to act—the middle is small.
ΤΙΤΛ. ΙΔʹ. –Περὶ δικαιοσύνης καὶ ἀρετῆς.
Δικαιοσύνη ῥύεται ἐκ θανάτου. Ἐν ὁδοῖς δικαιοσύνης ζωή. Δικαιοσύνη ὑψοῖ ἔθνος. Ὁ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν. Δικαιοσύνη φυλάττει ἀκάκους. Διώκοντας δικαιοσύνην ἀγαπᾷ ὁ Θεός. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή. Ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης. Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς. Ἀρχὴ ὁδοῦ ἀγαθῆς, ποιεῖν δίκαια. Μῆκος βίου ὁδὸς δικαιοσύνης. Ποιεῖν δίκαια, καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. Ἔσται τὰ ἔργα δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς πέπαυται γὰρ ὁ ἀσεβής. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ ἀλήθειαν. Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιεῖτε δικαιοσύνην θείαν. Μακάριος ὁ ποιῶν ταῦτα καὶ ἀντεχόμενος αὐτῶν. Δικαιοσύνη ἀθάνατός ἐστιν. Ἐὰν δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι αὐτοῦ εἰσιν ἀρεταί. Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψει, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην, ἐκ τοῦ Θεοῦ ἐστι. Δικαιοσύνη ἐστὶν ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν Δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρόνησιν ἐλλειπὲς οὐχ εὑρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἶσον, τῶν δὲ διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον. –Ἡ ἀρετὴ λόγον ὑγείας ἐπέχει. –Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος.
TITLE 14. — On Righteousness and Virtue.
Righteousness delivers from death. In the paths of righteousness there is life. Righteousness exalts a nation. He who sows righteousness will receive a faithful reward. Righteousness guards the innocent. God loves those who pursue righteousness. In abundant righteousness there is great strength. The path of righteousness and mercy will find life and glory. From the fruit of righteousness a tree of life grows. The beginning of righteousness gives authority to words. Righteousness makes straight the blameless paths. The beginning of a good path is to do what is just. Length of life is the path of righteousness. To do what is just and to speak the truth is more pleasing to God than the blood of sacrifices. The works of righteousness shall be peace, and righteousness shall hold sway in rest. Learn righteousness, you who dwell upon the earth, for the ungodly one has ceased. Open the gates, let a people enter who keep righteousness and truth. Thus says the Lord: Keep judgment, do divine righteousness. Blessed is he who does these things and holds fast to them. Righteousness is immortal. If one loves righteousness, his labors are virtues. If you pursue what is just, you will attain it, and you will put it on as a garment of glory reaching to the feet. Blessed are those who hunger and thirst for righteousness, for they shall be filled. Everyone who does righteousness is of God. Righteousness is a disposition that distributes according to worth. But this is hard to attain, since some, through a deficiency in prudence, fail to find how to distribute equally to each, while others, being preoccupied by human passions, make away with what is just. — Virtue holds the place of health. — Virtue is more honorable than wealth.
– Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Δύσληπτον τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ. Ἐλευθέραν εἶναι προσήκει παντὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον. Ἀδέσποτον ἡ ἀρετὴ, καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον. Τοιαύτη τῆς ἀρετῆς ἡ διαίρεσις, ὥστε καὶ εἰς πάντας τοὺς ἀντιποιουμένους αὐτῆς διαμερίζεσθαι, καὶ πᾶσαν ἑκάστῳ παρεῖναι μὴ ἐλαττουμένην ἐπὶ τοῖς συμμετέχουσιν. Χρὴ τὴν ἀρετὴν μὴ χωλὴν εἶναι καθ' ἑτέρων, ἀλλ' ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρισμένην κατ' ἀμφότερα εἶναι. Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν λογισμῶν ἀμβλυώττουσα. Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. –Ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν
ἐργάσασθαι, ἀλλὰ πάσας ἐπίεναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν. Ὡς ἔοικεν, ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία, ἐν λόγῳ καὶ ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιΐᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῆ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. Κακίας ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον, ἀποστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον κακὸν ἐπεισέρχεται. –Εἴ τις πάσας τὰς ἀρετὰς διὰ σπουδῆς καὶ νήψεως ἐγκεκόλπισται, οὗτος βασιλεὺς χρηματίζει, κἂν ἰδιώτης τυγχάνοι. ΤΙΤΛ. ΙΕʹ.
The practice of virtue is a precious possession to the one who has it, and a most delightful sight to those who encounter it. Good is hard for human nature to grasp, just as fire is hard for wet kindling. Virtue ought to be free from every fear and without a master. Virtue is without a master, and voluntary, and free from all compulsion. Such is the division of virtue that it is distributed even to all who lay claim to it, and is present whole to each one, not diminished among those who share in it. Virtue must not be lame toward others, but must be upright in deed and word and firmly fixed in both. Human nature cannot clearly behold justice itself in the soul, being dim-sighted in most of its reasonings. It is not the place that makes virtue honorable, but virtue is by nature such as to make the place honorable. Just as on the lyre it is not enough to produce the melody from a single string, but one must go through all of them with the proper rhythm, so too with virtue of the soul it is not enough for us to have one law for salvation, but one must keep them all with exactness. As it seems, righteousness is foursquare, equal and alike on every side, in word and deed, in abstaining from evils, in doing good, in gnostic perfection, never lame in any respect, so that it may not appear unjust and unequal. Strength always follows righteousness, just as weakness follows unrighteousness. The departure of vice brings about the entrance of virtue, and conversely, when good has departed, the evil that lies in wait enters in. If anyone has embraced all the virtues through zeal and sobriety, this man is reckoned a king, even if he happens to be a private person. TITLE 15.
–Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως τῶν ἀνθρώπων. Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ὅμοιαι. Οὐ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. Οὐ τὰ αὐτὰ πᾶσι ἁρμόζειν οἴεσθε· οὔτε μία πᾶσιν ὁμοίως ἐπιτηδεία ὑπάρχει τροφὴ, οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. –Ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονταί τινες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας ὦσι καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον. Οἱ δὲ καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος· τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ὁ ψόγος. Ἀμφότερα μετὰ τοῦ καιροῦ, ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις τοὺς μὲν ἐκ κοινῷ διελέγχομεν, τοὺς δὲ κρύβδην. ΤΙΤΛ. Ιϛʹ. –Περὶ δικαίων, καὶ καλῶν, καὶ ἀγαθῶν ἀνδρῶν. Ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς ἁγίους προσελάβετο πρὸς αὐτόν. Ὁ ἠγαπημένος ὑπὸ Κυρίου, κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας. Εἶπε Κύριος πρὸς Σαμουήλ· Ἀνάστα, χρίσον τὸν Δαβὶδ, ὅτι ἀγαθός ἐστιν. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Δίκαιοι κληρονομήσουσι τὴν γῆν. Σωτηρία τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπεραπιστὴς αὐτῶν ἐστιν.
Concerning the difference and dissimilar condition of men. Just as faces are not alike to faces, so neither are the hearts of men alike. Not all things are profitable for all, and not every soul is pleased in everything. Do not think that the same things suit all; neither is one food equally suitable for all, nor is one manner of life fitting for all Christians. Just as in bodies some are given one medicine and food and others another, according as they are in health or in sickness, so also souls must be treated with different reasoning and guidance. And the passions are witnesses of the treatment. Some are led by reason, others are regulated by example; some need goads, others a bridle. For some are sluggish and slow to move toward the good, whom one must arouse by the stroke of reason. Others, like noble colts running far off the course, whom reason would make better by pressing near and checking them; some have been helped by praise, others by blame. Both, with due season, or the opposite, have harmed outside of season and reason. Some are set right by encouragement, others by rebuke; and again some we reprove openly, others secretly. TITLE 16. Concerning righteous and noble and good men. God knew those who are his, and he took the saints to himself. The beloved of the Lord shall dwell in confidence, and God overshadows him all the days. The Lord said to Samuel: Arise, anoint David, for he is good. I was younger, and indeed I have grown old, and I have not seen a righteous man forsaken. The righteous shall inherit the earth. The salvation of the righteous is from the Lord, and he is their protector.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ. Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Γενεὰ εὐθέων εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος. Ἐξανέτειλε φῶς ἐν σκότει τοῖς εὐθέσιν, ἐλεήμων. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας, ἐν σκηναῖς δικαίων. Κύριος ἀγαπᾷ δικαίους. Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου. Θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν. Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι προπορεύονται δὲ, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα. Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Ἐν ἀγαθοῖς δικαίων κατωρθώθησαν πόλεις, στόμασι δὲ ἀσεβῶν κατεσκάφησαν. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ἐπαύλεις δικαίου εὐλογοῦνται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Οἶκοι δικαίων εὐλογοῦνται. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας καταλείψει. Τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν, καὶ γνῶσιν, καὶ εὐφροσύνην. Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παι
The righteous shall flourish like a palm tree, and like a cedar in Lebanon. Light has risen for the righteous, and gladness for the upright in heart. The generation of the upright shall be blessed. Glory and wealth. Light has risen in darkness for the upright; he is merciful. The righteous shall be held in everlasting remembrance, from hearing. A voice of exultation and salvation in the tents of the righteous. The Lord loves the righteous. The Lord will not let the soul of the righteous go hungry. A fountain of life is in the hand of the righteous. The wealth of the ungodly is stored up for the righteous. The ways of the righteous shine like light; they go before and give light until the day is established. Seven times the righteous shall fall, and shall rise again. By the good things of the righteous cities were set right, but by the mouths of the ungodly they were overthrown. The good shall be inhabitants of the earth, and the blameless shall be left in it. The dwellings of the righteous are blessed. The lips of righteous men drip with graces. The roots of the righteous shall not be plucked up. The houses of the righteous are blessed. He who looks on smooth things shall obtain mercy. He who walks uprightly fears the Lord. He who conducts himself blamelessly in righteousness shall leave his children blessed. To the good man, before his face, he gave wisdom, and knowledge, and gladness. The souls of the righteous are in the hand of God, and torment shall not touch them. They seemed in the eyes of the foolish to have died, and their departure was reckoned a calamity, and our journeying away from them a crushing; but they are in peace. For even if they be punished in the sight of men, their hope is full of immortality. And a few chil
δευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τῆς καλλονῆς ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. Θυσία ἀνδρὸς δικαίου δεκτή. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά. Ῥάβδος δικαίου κρείσσων ἢ τιμὴ κακοῦ Ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν Θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν τὸ κρατεῖν ἑαυτοῦ, καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν· ἀχθόμενον μὲν τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς, σπεύδοντα δὲ καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες πρὸς λιμένα καταντῆσαι τῆς ἀναστάσεως. Ὥσπερ τὰ εὐώδη τῶν ἀρωμάτων τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ· οὕτως ἀνδρὸς ἀγαθοῦ παρουσία τοὺς πέλας ὀνίνησιν. ΤΙΤΛ. ΙΖʹ. –Περὶ διγλώσσου. Κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. Πᾶς ἁμαρτωλὸς φθονερὸς καὶ δίγλωσσος ἀτιμίαν ἕξει. Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσε.
Having been tested, they will be greatly benefited; for God tested them and found them worthy of himself. As gold in the furnace he tried them, and as a whole burnt offering he accepted them, and in the time of their visitation they will shine forth. The righteous live forever, and their reward is with the Lord, and their care is with the Most High. Therefore they will receive the kingdom of beauty and the diadem of loveliness from the hand of the Lord; for with his right hand he will cover them, and with his arm he will shield them. If a righteous man comes to his end, he will be at rest. Grace and mercy are with his elect, and visitation is with his holy ones. The sacrifice of a righteous man is acceptable. The good man out of the good treasure of his heart brings forth good things. The rod of the righteous is better than the honor of the wicked. One should consider as wealth the possession of virtue, as one nobility intimacy with God, as one worth and dominion to rule oneself and to be unenslaved to human passions; being weighed down by the prolongation of the life of the material world, but hastening, like those who suffer hardship through the sea, to reach the harbor of the resurrection. Just as fragrant spices fill the surrounding air with their own sweet scent, so the presence of a good man benefits those nearby. TITLE 17. On the double-tongued. Condemnation is evil upon the double-tongued. Every sinner who is envious and double-tongued will have dishonor. Curse the whisperer and the double-tongued; for they have destroyed many who were at peace.
Γλῶσσα διττὴ πολλοὺς ἐσάλευσε, καὶ διέστειλεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ πόλεις ὀχυρᾶς καθεῖλεν, καὶ οἰκίας μεγιστάνων κατέστρεψε. Γλῶσσα διττὴ γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν. Ὁ προσέχων αὐτῇ, οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας. ΤΙΤΛ. ΙΗʹ. –Περὶ δικαστῶν ἀδεκάστων, καὶ καθαρὰς ἐχόντων τὰς χεῖρας. καὶ κρῖμα καὶ δικαιοσύνην ποιούντων. Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, καὶ οὐκ ἀθωώσεις τὸν ἀσεβῆ. Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Οὐ προσθήσεις μετὰ πλήθους ἐκκλῖναι κρίσιν. Δῶρα οὐ λήψῃ. Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια. Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. Οὐ διαστρέψεις κρῖμα πένητος ἐν κρίσει αὐτοῦ. Οὐ ποιήσετε ἄδικον ἐν κρίσει. Οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδ' οὐ μὴ θαυμάσῃς πρόσωπον δυνάστου. Ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου. Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ. Οὐ λήψεσθε λύτρα περὶ τῆς ψυχῆς παρὰ τοῦ φονεύσαντος, τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανάτῳ θανατώσετε αὐτόν. Δικαίως τὸ δίκαιον διώξεις. Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν, καὶ κατὰ τὸν μέγαν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν. Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ χήρας, καὶ οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας. Ἐπικατάρατος, ὃς ἐὰν λάβῃ δῶρα, καὶ πατάξῃ ψυχὴν αἵματος ἀθώου· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο. Ἐπικατάρατος πᾶς ὃς ἐὰν ἐκκλίνῃ κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ χήρας· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο.
A double tongue has shaken many and driven them apart from nation to nation, and has thrown down strong cities and overturned the houses of the great. A double tongue has cast out brave women and deprived them of their labors. He who pays heed to it will never find rest, nor will he dwell in quietness. TITLE 18. — Concerning judges who are without partiality and have clean hands, and who execute judgment and righteousness. You shall not kill the innocent and righteous, and you shall not acquit the wicked. You shall not mistreat any widow or orphan. You shall not follow a multitude to turn aside judgment. You shall not take gifts. For gifts blind the eyes of those who see and corrupt just words. You shall not show pity to a poor man in judgment. You shall not pervert the judgment of a poor man in his cause. You shall do no injustice in judgment. You shall not take the face of the poor, nor shall you marvel at the face of the mighty. In righteousness you shall judge your neighbor. There shall be one justification for the stranger and for the native. You shall not take ransom for the life of a murderer, who is guilty of death; you shall surely put him to death. You shall rightly pursue what is right. You shall not recognize a face in judgment; you shall judge the small and the great alike; you shall not shrink from the face of a man, because the judgment is God's. You shall not turn aside the judgment of the stranger, the orphan, and the widow, and you shall not take a widow's garment as a pledge. Cursed is he who takes gifts and strikes the life of innocent blood; and all the people shall say, So be it. Cursed is everyone who turns aside the judgment of the stranger, the orphan, and the widow; and all the people shall say, So be it.
Καθίσατε, καὶ μὴ εἴη ἄδικον, καὶ τῷ δικαίῳ συνέρχεσθε. Καθαρὸς χερσὶν ἀναλάβοι θάρσος· ἀδίκων καὶ ἀνόμων καταγελάσει. Ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. Οὐδὲ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε πάντα δικαίως. Ὁ μισῶν δώρων λήψεις, σώζεται. Κτῆμα τίμιον ἀνὴρ καθαρός. Αἰδεῖσθαι πρόσωπον ἐν κρίσει, οὐ καλόν. Ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραήλ· Ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου· μόσχον τίνος εἴληφα, ἢ ὄνον, ἢ καταδυναστεύσας ὑμᾶς. Ἀποκρίθητε κατ' ἐμοῦ. Καὶ εἶπαν πρὸς Σαμουήλ· Οὐκ ἠδίκησας ἡμᾶς, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Εἶπε Κύριος πρὸς Σολομών·
Sit down, and let there be no injustice, and come together with the righteous. Let the pure in hands take up courage; he will laugh at the unjust and the lawless. I will not be ashamed of a man, nor indeed will I reverence a mortal. For I do not know how to admire a face. If otherwise, the moths will eat me too. He has not taken gifts against the innocent. He who does these things shall not be shaken forever. Blessed are those who keep judgment, and do righteousness at all times. Open your mouth, and judge all justly. He who hates the taking of gifts is saved. A pure man is a precious possession. To be ashamed of a face in judgment is not good. In this let the one who boasts boast, in understanding and knowing the Lord, and in doing judgment and righteousness in the midst of the earth. Samuel said to all Israel: Answer against me before the Lord: whose calf have I taken, or donkey, or whom have I oppressed? Answer against me. And they said to Samuel: You have not wronged us, nor have you taken anything from our hand. The Lord said to Solomon:
Ἀνθ' ὧν ᾐτήσω παρ' ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω ἑαυτῷ ἡμέρας πολλὰς, οὐδὲ πλοῦτον, οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ' ᾐτήσω ἑαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρῖμα· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν. Ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἔσται. Εἶπε ταῖς γυναιξὶν ὁ βασιλεὺς Σολομών· Σὺ λέγεις ὅτι ὁ υἱός σου ὁ ζῶν, καὶ ταύτης ὁ υἱὸς ὁ τεθνηκώς; Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι μάχαιραν. Καὶ προσήνεγκαν ἐνώπιον τοῦ βασιλέως μάχαιραν. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ αὐτοῦ ἐκείνῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς· Μηδαμῶς, κύριε, δὸς αὐτῇ τὸ παιδίον, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμὸν, μήτε αὐτῆς ἔστω· διέλετε αὐτό. Καὶ ἀπεκρίθη ὁ βασιλεύς· Δότε τὸ παιδίον τῇ μητρὶ τῇ εἰπούσῃ, Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτὸ, ὅτι αὕτη ἡ μήτηρ αὐτοῦ. Κρῖμα δίκαιον κρίνετε. Χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε. Τάδε λέγει Κύριος· Φυλάξασθε κρίσιν, ποιεῖτε καὶ δικαιοσύνην. Μακάριος ὁ ποιῶν ταῦτα, καὶ ἀντεχόμενος αὐτῶν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης· ἐκεῖ σοφία καὶ εὐσέβεια πρὸς Θεόν· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε.
Because you asked this thing of me, and did not ask for yourself many days, nor wealth, nor the lives of your enemies, but asked for yourself understanding to hear judgment—behold, I have given you a wise and discerning heart. As you have not been before you, and after you shall not be. King Solomon said to the women: You say that your son is the living one, and hers is the dead son? And the king said: Bring me a sword. And they brought a sword before the king. And the king said: Divide the living child in two, and give half of it to this one, and half of it to that one. And the woman whose son was the living one answered and said to the king, because her womb was troubled: By no means, lord, give her the child, and do not put it to death. And this one said: Let it be neither mine nor hers; divide it. And the king answered: Give the child to the mother who said, Give this to her, and do not put it to death, for she is its mother. Judge a just judgment. Do not oppress the widow, and the orphan, and the stranger, and the poor. Thus says the Lord: Keep judgment, do and do righteousness. Blessed is the one who does these things, and holds fast to them and keeps his hands from doing unjust things. Seek judgment, rescue the wronged, judge the orphan, and do justice to the widow, and come, and let us reason together, says the Lord. Zion was filled with judgment and righteousness; there are wisdom and piety toward God; these are the treasures of righteousness. The poor people will bless you, and the cities of wronged men will bless you.
Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς. Σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, εὐλογήσουσί σε. Τάδε λέγει Κύριος· Κρίνατε πρωΐ, καὶ εὐθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν· ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σώζων. Προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέετε. Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρῖμα καὶ δικαιοσύνην ποιεῖτε· ἐξέλετε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος. Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ προσωποληψία. Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα. Μὴ λάβης πρόσωπον δυνάστου. Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. Ἐν ἀθώοις μὴ δὸς μῶμον. Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου. Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ. Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. Πρὶν ἢ ἐξετάσῃς, μὴ μέμψῃ. Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. Ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Θέλεις μὴ φοβεῖσθαι ἐξουσίαν; Ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς καὶ ἐκεῖνος δίκαιός ἐστι. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ.
For you became a helper to every humble city, and a shelter to those who were disheartened through want; rescue them from wicked men. A shelter for the thirsty and a spirit for men who are wronged—they will bless you. Thus says the Lord: Judge in the morning, and make straight, and deliver the plundered from the hand of the one who wrongs him; lest my wrath be kindled like fire, and it be burned, and there be no one to save. Do not oppress the stranger, the orphan, and the widow, and do not act impiously, and do not shed innocent blood. Remove injustice and misery, do judgment and righteousness; deliver from oppression my people, says the Lord. You shall not kill the innocent and the just. There is no partiality with the truth. Love righteousness, you who judge the earth. He will take zeal as his panoply; he will clothe himself with righteousness as a breastplate, and put on judgment without hypocrisy as a helmet. He will take holiness as an invincible shield. Do not accept the person of a powerful man. Struggle for the truth even unto death, and the Lord God will fight for you. Do not give blame among the innocent. Do not accept a person against your own soul. Do not rise up from the face of an insolent man. Deliver the wronged from the hand of the one who wrongs, and do not be faint-hearted when you judge. Before you examine, do not blame. Understand first, and then rebuke. Do nothing without judgment. Have they set you as a leader? Do not exalt yourself. Be among them as one of them. Do you wish not to fear authority? Do good, and you will have praise from it. The one who does righteousness is righteous, just as that one is righteous. Everyone who does not do righteousness is not of God.
Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγμασι γίνεσθαι, ἔσο δίκαιος, σώφρων, φρόνιμος, ἀνδρεῖος, ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν. Οὕτω γὰρ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἔλεγχος τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. –Τὸ νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας, καὶ φρενὸς τελειοτάτης δεῖται. Ἀμήχανον γὰρ μὴ προπαιδευθέντα περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρίνειν. Ὁ γὰρ εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονεῖμαι ἑκάστῳ, οὗτος δύναται κατευθῦναι κρῖμα. Ὥσπερ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἐπευθύνει τὸ βέλος, οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων, οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο
κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ ἔλαττον ἔχοντος ἕστηκεν ὁ κριτὴς, ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται· ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς. Παρεστήκασί μοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος· ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα, μηδὲ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν.
If you desire glory and wish to appear superior to the many, and to become esteemed in worldly affairs, be just, temperate, prudent, courageous, patient in the struggles for piety. For in this way you will save yourself, and for greater good deeds you will have greater distinction. The proof of a just disposition is correctness in judging. — To understand true justice truly requires a great mind and a most perfect understanding. For it is impossible for one not previously educated about justice to be able to discern disputes correctly. For he who knows true justice, and through it has been taught to assign to each what is his own, this man is able to direct judgment. Just as the archer aims his arrow at the target, so the judge aims at justice, showing no partiality of persons, nor acting by favoritism, but bringing forth judgments straight and unbiased. And when two are being judged before him, the one who takes advantage and the one who has less, the judge stands equalizing them with one another, and taking away from the one who has more as much as he finds the wronged party diminished. He who sees smooth things will be shown mercy; if I see the nature of the earth to be uneven (for as it was created, so it is seen), am I condemned for these things? But understand me in a lofty sense. The differences of brothers are present before me: one poor, one rich; one a stranger, one a kinsman; whether they are being judged before you, or whether those in need are sharing with you. If you sit judging, do not look at uneven things, nor the rich man as lofty, and the poor man as lowly.
Ἐὰν παρασταθῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς, μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης, ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος, Ἀνώ μαλα βλέπων οὐκ ἐλεηθήσῃ. Λεῖα βλέπε· φύσις μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. Δὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ, μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν χρείαν αὐτοῦ ἐπανορθούμενος. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάντες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔγγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν εἴπῃς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήϊνα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν ἔλαβε παρὰ τοῦ Δεσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος καὶ τιμῆς ἄξιος, ἐκεῖνος πένης, καὶ φαυλίζων τὸν πένητα, μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ' εἰς τὸ κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον; ἀρετὴ ἢ πλοῦτος; τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις τὰ κρύφια διερευνώμενος; Ὁρᾷς ὅτι ὁ Βὴλ, ἔξωθεν μὲν ἔχει χαλκὸν, ἔνδοθεν δὲ πηλὸν, τῷ περιαστράπτοντι χαλκῷ ὑποκρυπτόμενον;
If the one seeking to have his need remedied stands at your door, do not even so look with uneven eyes, and do not say: This one is a friend, this one a relative, this one a benefactor, that one a stranger, an alien, unknown—looking unevenly, you will not be shown mercy. Look with level eyes: nature is one, the poverty in both is the same. Give to the brother and to the stranger; do not turn away from the brother, and make the stranger a kindred brother. Do not prefer the friend over the alien when you remedy his need. He wants you to be a comforter of those in need, not a respecter of persons, not one who gives to the relative and thrusts away the stranger. All are relatives, all are brothers, all are offspring of one father. If you name the spiritual father, it is the heavenly one; if you seek earthly things, the mother is the earth, and from the same clay we have all been formed. So that nature according to the flesh is a sister, and birth according to the spirit is a sister. The same blood from the first man flows in you; the same grace from the Master has it received. Look, then, with level eyes, that you may be shown mercy. Do not say: This one is rich and worthy of honor, that one is poor—and so despise the poor; nor distribute honors unevenly by these distinctions. For the rich man is a liar, the rich man a robber, the rich man a fornicator, the poor man righteous. Do not, then, attend to the outward appearance, but entering into the hidden, distribute there the distinctions. Honor the one who possesses honorable things. What is more honorable—virtue or wealth? Why do you judge the hidden things from the outward, searching them out? Do you see that Bel, outwardly, has bronze, but inwardly clay, hidden beneath the gleaming bronze?
Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφανεῖς, γίνωσκε ὅτι ὁ χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσιν. Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος σωφρονεῖ, κἀκεῖνος πορνεύει. Τίς πλουσιώτερος; ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; τοῦτο τὸ μνημόσυνον ἀναφαίρετον, ἐκεῖνος ὁ πλοῦτος πρόσκαιρος. Τοῦτον κλέπτης οὐ διορύσσει, ἐκεῖνος σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἐλεημένος. Οὕτω δοκίμαζε τὸν ἀδελφὸν, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. –Ποιήσατε δικαιοσύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν. –Ἴσθι κρινόμενος ὁ κριτὴς, καὶ ἧττον ἁμαρτήσεις. –Ἔναντι πάντων εἰσένεγκε τὴν φιλανθρωπίαν, ᾗ χαίρει Θεὸς μᾶλλον ἢ πᾶσι τοῖς ἄλλοις. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν, κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀνταπόδοσιν· ὅταν βιάζεσθαι παρὸν, συγχωρήσαντες δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Τὸ δραστικὸν δείκνυε, μὴ τῷ δρᾷν κακῶς. Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι Θεός. Τὸ δ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος. Μὴ πλήξωμεν ἀθρόως· οὐ γὰρ ἀσφαλές· ἀλλὰ τῷ φόβῳ σωφρονίσαντες τῇ φιλανθρωπίᾳ νικήσωμεν. Ὅταν αὐτός τις ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ' αὐτὸν ταττομένους ἅπαντας. Ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει.
If you see those who are prominent in life, know that the bronze shines on them outwardly, but within they are clay. Many have gold within, but a potsherd wrapped around them outside. This one is chaste, and that one fornicates. Who is richer? The one who has chastity, or the one whose money has been gathered from injustice? This memorial is irremovable, that wealth is temporary. A thief does not break through to this, that one blooms today and withers tomorrow. So look with smooth eyes, equally and in the same way; do not, however, obliterate the distinction of what is honorable, so that you may be one who has received mercy. Thus test your brother, as you yourself are judged by the same measures. –Make the discipline of righteousness a weapon, not of death. –Know that the judge is being judged, and you will sin less. –Bring love of humanity before all, in which God rejoices more than in all other things. Mix gentleness with fear, blend hope with threat. I know that many things also set upright by kindness, which persuades toward the repayment that is owed; when it is possible to use force, let us by forbearance persuade with goodwill the one who is shown mercy. Show your effectiveness, not by doing evil. But by doing good to someone, if you wish to be God. And this is the mark of a man who knows what is akin. For both the turtle-dove and the scorpion kill most easily. Let us not strike all at once; for it is not safe; but having disciplined by fear, let us conquer by love of humanity. When someone himself becomes blameless in all things, then he will be able, with as much authority as he wishes, both to punish and to release all those placed under him. The one who judges necessarily rules over the one who is judged.
Δεῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ ὑπηρετεῖ, καὶ οὐ κύριός ἐστιν, ὡς βούλεται ἀγαγεῖν τὸ κρῖμα, ὥστε καὶ χαρίζεσθαι τοῖς κρινομένοις τὰ πράγματα. Διοικήσω τὴν ἀρχὴν, ὥσπερ ἀγαθὸς προστάτης, οὐχ
ὡς τύραννος. Ἀρκεῖσθαι γὰρ τῇ τιμῇ τῆς προσηγορίας, τὴν δὲ ἐν ἑκάστῳ τῶν πραγμάτων βουλὴν πᾶσι δώσω.
ΤΙΤΛ. ΙΘʹ. –Περὶ δικαστῶν δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων. Πῦρ καύσει οἴκους δωροδεκτῶν. Θυμὸς ἐπ' ἀσεβεῖς ἔσται, δι' ἀσέβειαν δώρων ὧν ἐδέχοντο. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ δικαίου ἀνομίαν ἐν ὑπερηφανείᾳ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδικίας, οὐ κατευοδοῦνται αἱ ὁδοὶ αὐτοῦ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ διδοὺς δῶρα· τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος, καὶ βδελυκτὸς παρὰ Κυρίῳ. Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται, καὶ μισητὸς εἰς ἔθνη. Ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων. Τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδυλίαζον εἰς κεφαλὰς ἐθνῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν. Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῶν ἐτρυγήσατε; Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ δι' ἀπαιδευσίαν γλώσσης αὐτῶν. Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν. Πάντες εἰς αἵματα δικάζουσιν.
The judge must know that he serves the judgment of God, and is not a lord, to conduct the trial as he wishes, so as even to grant the matters at issue to those being judged. I will administer the office as a good patron, not as a tyrant. For it is enough to be content with the honor of the title, but the counsel in each of the matters I will give to all.
TITLE 19. — Concerning judges who take bribes, and who condemn lawlessly. Fire shall burn the houses of those who receive bribes. Wrath shall be upon the ungodly, because of the ungodliness of the gifts which they received. Let the deceitful lips be struck dumb, which speak lawlessness against the righteous man in pride. If truly then you speak righteousness, judge uprightly. How long will you judge iniquity, and accept the persons of sinners? Judge for the orphan. The taker of bribes destroys himself. When one takes gifts in the bosom of unrighteousness, his ways are not prospered. He who gives gifts procures victory and honor; yet he takes away the soul of those who possess them. Silver given with deceit must be regarded as a potsherd. He who judges the unjust man just, and the just man unjust, is unclean, and abominable before the Lord. He who says that the ungodly man is just shall be cursed by the peoples, and hated among the nations. They sold the righteous man for silver, and the poor man for the sake of sandals. Of those who trample on the dust of the earth, and smote the heads of the nations with the fist, and turned aside the way of the humble. Why did you keep silent about ungodliness, and glean their iniquities? Their rulers shall fall by the sword because of the undisciplined speech of their tongue. Woe to me, O my soul, for the devout man has perished from the earth, and there is none who does right among men. All judge for blood.
Ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ. Ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ· ἠσθενήσατε πολλούς. Κἀγὼ δέδωκα ὑμᾶς ἐξουθενουμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ἐλαμβάνετε δῶρα ἐν νόμῳ. Γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίσις, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας. Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χόρτος ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κτήματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς;
Each one oppresses his neighbor. They make ready their hands for evil. The ruler demands, and the judge has spoken peaceful words, the desire of his soul. You have turned aside from the way; you have made many weak. And I have given you to be despised among all the nations, in return for your taking gifts in the law. Judgment has come, and the judge takes. Therefore the law is scattered, and judgment is not carried through to the end, because the ungodly man oppresses the righteous. Her rulers within her are like roaring lions, her judges like the wolves of Arabia. Your rulers are disobedient, companions of thieves, loving gifts, pursuing repayment, not judging for orphans, and not attending to the judgment of widows. I will set young men as their rulers, and mockers shall lord it over them. When you stretch out your hands, I will turn my face away from you. For your hands are full of blood. Woe to those who justify the ungodly man for the sake of gifts, and take away the justice of the righteous man from him. Therefore, just as stubble is burned by a coal of fire, and is burned together by a kindled flame, their root shall be as grass, and their flower shall go up as dust. For they did not wish to do the law of the Lord Sabaoth, but they provoked the oracle of the Holy One of Israel. Woe to those who write wickedness. For writing wickedness, they write, turning aside the judgment of the poor, snatching the possessions of the needy of my people, so that for them a widow is for plunder, and an orphan for spoil. And what will they do on the day of visitation?
Ἡ γὰρ θλίψις ἡμῶν πόῤῥωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶ Κύριος. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων. Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Οἱ ὀφθαλμοὶ αὐτῶν οὐ καλοὶ, καὶ ἡ καρδία αὐτῶν εὐθεῖα, ἀλλ' ἐπὶ τὴν πλεονεξίαν, καὶ ἐπὶ τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέειν αὐτὸ, καὶ ἐπὶ τὴν συκοφαντίαν, καὶ εἰς ἀδίκημα, καὶ εἰς φόνον τοῦ ποιεῖν. Ἐταπείνωσας τὸν ὑψηλὸν, καὶ ὕψωσας τὸν ταπεινόν. Ἀδικίαν θήσομαι αὐτὴν, λέγει Κύριος. Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρπαγες, ἁρπάζοντες ἅρπαγμα τοῦ ἐκχέαι
αἷμα, ὅπως πλεονεξία πλεονεκτῶσι. Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς. Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διεσκέδαζον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον. Αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο, καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιεῖσθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι. Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται· τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. Ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν. Ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων. Ἐν ᾧ γὰρ κρινεῖς τὸν ἕτερον, σεαυτὸν κατακρίνεις.
For our affliction will come from afar, and to whom will you flee for help? Why do you wrong my people, and shame the face of the poor? says the Lord. Woe to those who call evil good, and good evil; who put light for darkness, and darkness for light; who put bitter for sweet, and sweet for bitter. In your hands were found the blood of innocent souls. They did not judge the cause of the orphan, and they did not judge the cause of the widow. Shall I not visit for these things, says the Lord? or shall my soul not take vengeance on such a nation? Their eyes are not good, and their heart is upright, but for covetousness, and for innocent blood to shed it, and for false accusation, and for wrongdoing, and for murder to do it. You have brought low the exalted, and exalted the lowly. I will set it as injustice, says the Lord. Her rulers in the midst of her are as ravening wolves, ravening the prey to shed blood, that they may covet covetousness. And her prophets anointing them. Between the holy and the profane they did not distinguish, and between the unclean and the clean they did not separate. The souls of my people were perverted, and they gained souls for themselves, and they profaned me before my people for a handful of barley, and for fragments of bread, to kill souls which ought not to die, and to gain for themselves souls which ought not to live. A sharp judgment comes upon those in authority; a strong scrutiny stands before the mighty. Gifts and presents blind the eyes of the wise. You are without excuse, O man, who judge. For in that you judge another, you condemn yourself.
Τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ. Ὁ τὴν δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ' ἢ χρήμασι διεφθαρμένος, ἢ φιλίᾳ χαριζόμενος, ἢ ἐχθρὸν ἀμυνόμενος, ἢ δυναστείαν δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται. Πρὸς ὃν ἐρεῖ ὁ ψαλμός· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Τοῦτο πολλοὺς ὁρῶμεν τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον τοῖς ὑψηλοῖς τὰ μεγάλα συγχωρήσειαν, ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Ἔστι γὰρ ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ' ἐν τοῖς ἑτέρων σαθροῖς. Τοσοῦτον δύνανται ἄρχοντες πρὸ τῆς ἀληθείας δόξαν τιμῶντες, ὅσον καὶ λῃσταὶ ἐν ἐρημίᾳ. Γεγόνασι φιλήδονοι μᾶλλον ἢ φιλάρετοι, νωθροί τε καὶ κατημελημένοι, καὶ οὐ τετηρήκασιν ἀδιάβλητον τὸ τῆς ἀρχῆς ἀξίωμα. Αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τοῖς ἀδικοῦσι τὰς συνηγορίας εὑρίσκουσαι. Ἐξετασθήσονται, καὶ ἄρχοντες, καὶ δικασταὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ γνωσθήσονται, εἰ μὴ διέφθειραν τὸ δίκαιον· εἰ μὴ πρὸς χάριν, μηδὲ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις· εἰ μὴ κολακευθέντες ἐνέδωκαν πρὸς τὸ δέον· εἰ μὴ μνησικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν. Ἄδικος δικαστὴς, μεμολυσμένη συνείδησις.
For you do the same things, you who judge. And we know that the judgment of God is according to truth upon those who do such things. But do you reckon this, O man, who judges those who do such things and does them yourself, that you will escape the judgment of God? He who does not have righteousness laid up beforehand in his soul, but is either corrupted by money, or granting favor out of friendship, or avenging an enemy, or swayed by power, cannot direct judgment aright. To whom the psalm will say: If truly then you speak righteousness, judge uprightly, you sons of men. This we see many of the judges of today suffering, who would more easily forgive great offenses to the high than the smallest to the lowly. For it is the height of wretchedness not to have safety in one's own strengths, but in the rottenness of others. Rulers who honor reputation before truth are able to do as much as robbers in a desert. They have become lovers of pleasure rather than lovers of virtue, sluggish and negligent, and they have not kept the dignity of their office blameless. The pursuits about the courts of justice serve manifold sins, finding countless advocacies for those who do wrong. Both rulers and judges will be examined with great strictness, and it will be known whether they have not corrupted justice; whether they have not voted for those on trial out of favor nor out of enmity; whether, flattered, they have not yielded to what was needful; whether, bearing grudges, they have not oppressed those who had done no wrong. An unjust judge is a defiled conscience.
ΤΙΤΛ. Κʹ. –Περὶ δούλων χρηστῶν.
Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Οἰκέτου σοφοῦ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσονται αἱ ὁδοὶ αὐτοῦ. Οἰκέται σοφοὶ ἰδίοις δεσπόταις δανείσουσιν. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται. Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ. Οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχὴ, καὶ μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. Οἰκέτῃ συνετῷ ἐλεύθεροι ὑπουργήσουσι. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις ὑμῶν, μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς Χριστῷ, μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ· εἰδότες ὅτι ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείᾳ, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Κύριον. Ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ. εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, καὶ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις ὑμῶν, οὐ μόνον ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις παρὰ τῷ Θεῷ, εἰ διὰ
TITLE 20. — On good servants.
An intelligent servant will rule over foolish masters. The actions of a wise servant will prosper, and his ways will be made straight. Wise servants will lend to their own masters. Sweet is the sleep of the servant, whether he eats little or much. Do not mistreat a servant who works in truth. Let your soul love an understanding servant, and do not deprive him of freedom. Free men will serve an intelligent servant. Servants, obey your masters according to the flesh, with fear and trembling, in the simplicity of your hearts, as to Christ, not with eye-service, as men-pleasers, but as servants of Christ, doing the will of God from the soul, serving with goodwill as to the Lord and not to man, knowing that whatever good each one does, this he will receive from the Lord, whether servant or free. Servants, obey your masters according to the flesh, not with eye-service, as men-pleasers, but in simplicity of heart, fearing the Lord. Whatever you do, work from the soul, as to the Lord and not to man, knowing that from the Lord you will receive the recompense. As many servants as are under the yoke, let them consider their own masters worthy of all honor, so that the name of God and the teaching may not be blasphemed. But let those who have believing masters not despise them because they are brothers; rather let them serve all the more, because those who benefit from the good service are faithful and beloved. Servants, being subject with all fear to your masters, not only to the good and gentle, but also to the crooked. For this is grace with God, if for
συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Οἱ οἰκέται μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. ΤΙΤΛ. ΚΑʹ. –Περὶ δούλων πονηρῶν.
Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός. Ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ ὑπακούεται. Χορτάσματα καὶ ῥάβδος ὄνῳ, ἄρτος δὲ, καὶ παιδεία, καὶ ἔργον οἰκέτῃ. Ἔργασαι ἐν παιδείᾳ, καὶ εὑρήσεις ἀνάπαυσιν. Ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. Ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσι, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. Ἔμβαλλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ. Πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Οἰκέτου πονηροῦ μὴ αἰσχυνθῇς πλευρὰν αἱμάξαι. Δούλων ὑπάρχει κακῶν ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ἑαυτοῖς ποιεῖν τὸν ἐλεύθερον. Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν, ἐναντιοῦσθαι δεσπότῃ.
ΤΙΤΛ. ΚΒʹ. –Περὶ δυσαρεστουμένων.
Ὦ οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ. Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης· Ὅμοιοί εἰσι παιδίοις ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλους, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.
A person endures griefs with a conscience toward God, suffering unjustly. Servants must not fail to be well-disposed toward their masters. Character writes the free man and the slave. TITLE 21. — On wicked servants.
A stubborn servant will not be instructed by words. For even if he understands, he does not obey. Fodder and a rod for a donkey, but bread, and discipline, and work for a servant. Labor in discipline, and you will find rest. Slacken your hands from him, and he will seek freedom. A yoke and a strap bend the neck, and for a wicked servant, racks and tortures. Put him to work, so that he is not idle. For idleness has taught much wickedness. Do not be ashamed to bloody the side of a wicked servant. It belongs to bad servants to reject their master's authority, and to rise up against their owner, and to make the free man a fellow-servant with themselves. No one has been so mad as, being a servant, to oppose his master.
TITLE 22. — On the discontented.
O you who rejoice at no reason. To what shall I compare the people of this generation? They are like children sitting in the marketplace, and calling to one another, and saying: We piped for you, and you did not dance; we lamented for you, and you did not weep. For John the Baptist has come, neither eating nor drinking, and they say: He has a demon. The Son of Man has come eating and drinking, and they say: Behold, a man who is a glutton and a drunkard, a friend of tax collectors and sinners.
ΤΙΤΛ. ΚΓʹ. –Περὶ διψύχων, καὶ παλιμβούλων, καὶ ἀστατούντων τὴν γνώμην, καὶ μεταβατῶν.
Αἴγυπτον ἐπεκαλοῦντο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. Οὐαὶ καρδίᾳ δισσῇ, καὶ ἁμαρτωλῷ ἐπιβεβηκότι ἐπὶ δύο τρίβους. Μὴ προσέλθῃς καρδίᾳ δισσῇ. Ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Καρδία ἐπιβαίνουσα δυσὶν ὁδοῖς, οὐκ εὐοδωθήσεται. Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ παροικήσει, οὐκ ἀνοίξει στόμα. Τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Οἷς εὔκολος πρὸς μεταβολὴν ἡ διανοία, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τετάγμενον. Ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν ἀνέμων μεταβολὰς, ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. Κούφους καὶ ἀνοήτους, τούτους ὑπολαμβάνομεν, τοὺς ῥᾳδίως ἐπ' ἀμφότερα φερομένους, καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς, ἢ παλιῤῥοίας εὐρίπων, ἢ θαλάσσης ἀστάτου κύματα. Πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς ἑστάναι πράγματος. Καὶ ἔστιν αὐτῷ πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσις ἀκράδαντον οὐκ ἔχουσα. Φυτὸν μεταφερόμενον συνεχῆς, οὐ ποιήσει καρπόν. ΤΙΤΛ. ΚΔʹ. –Περὶ δόξης, καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ δόξαν ἑτέρῳ παρασχεῖν. Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Ὡς ἔτι ζῇς, καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί. Κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου· καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν σου.
TITLE 23. — On the double-minded, and the fickle, and those unstable in their judgment, and the changeable.
They called upon Egypt, and went to the Assyrians. Woe to the double heart, and to the sinner who sets foot upon two paths. Do not approach a double heart. The fool changes like the moon. A heart that walks two roads will not prosper. A wicked life goes from house to house; and where it sojourns, it will not open its mouth. For the one going out and the one coming in there was no peace from affliction. A double-minded man is unstable in all his ways. You were running well; who hindered you from obeying the truth? Those whose mind is easily turned to change—it is nothing strange that their life also should be unordered. Men are like the clouds, carried now to one part of the air and now to another, according to the changes of the winds. We reckon those to be light and foolish who are easily borne in both directions and drift about, like shifting breezes, or changes, or the backwash of straits, or the waves of the restless sea. The fool is by nature fixed on no single thing. And his whole life hangs suspended, having no firm foundation. A plant continually transplanted will not bear fruit. TITLE 24. — On glory and honor; and that one must not give glory to another. Do not give your glory to another, nor your advantages to a foreign nation. I will not give my glory to another. While you still live, and breath is in you, do not exchange yourself for any flesh. For it is better that your children beg of you, than that you look to the hands of your sons; and at the time of death, distribute your inheritance.
Υἱῷ καὶ γυναικὶ, καὶ φίλῳ, καὶ ἀδελφῷ, μὴ δὸς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου. Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
ΤΙΤΛ. ΚΕʹ. –Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων. Ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, ἐλάμβανε Δαβὶδ τὴν κινύραν, καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀφίστατο ἀπ' αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν. Ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ. Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν αὐτοῦ ὡς κυπαρίσσου, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται ὥσπερ σχοινίον. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, ἡ δὲ καρδία αὐτοῦ πέπηγεν ὥσπερ σίδηρος. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς εἰσέλθοι; Πύλας στόματος πρὸ προσώπου αὐτοῦ τίς ἀνοίξει; Κύκλῳ ὀδόντων αὐτοῦ φόβος, τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός. Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακας φλέξει, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. Ἔμπροσθεν αὐτοῦ προτρέχει ἀπώλεια. Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. Ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἰστήκει ἐκ δεξιῶν αὐτοῦ. Καὶ εἶπεν ὁ ἄγγελος πρὸς τὸν διάβολον· Ἐπιτιμήσει Κύριος ἐν σοὶ, διάβολε, καὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων, συνετρίβη εἰς τὴν γῆν, ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;
Do not give authority over yourself in your life to a son or a wife, or a friend, or a brother. Do not give your glory to another, lest you repent and have need concerning them.
TITLE 25. — On the devil, that is, Satan, and demons. When the evil spirit came upon Saul, David would take the lyre and play with his hand, and Saul would be refreshed, and the evil spirit would depart from him. The devil stood up in Israel, and incited David to number Israel. The power of Satan is upon the navel of the belly. He set up his tail like a cypress, and his sinews are intertwined like a rope. His soul is coals, and his heart is fixed hard like iron. Who will reveal the face of his clothing, and who will enter into the folding of his breastplate? Who will open the gates of his mouth before his face? Round about his teeth is fear, his inward parts are shields of bronze. Out of his mouth go burning lamps, and firebrands are scattered. Out of his nostrils proceeds smoke of a furnace burning with fire of coals. His soul shall kindle coals, and a flame proceeds out of his mouth. Destruction runs before him. His bed is sharp stakes, and all the gold of the sea beneath him is like untold clay. The Lord showed me Jesus the priest standing before the face of the angel of the Lord, and the devil was standing at his right hand. And the angel said to the devil: The Lord rebuke you, devil, and the one who chose Jerusalem. How has the morning star fallen from heaven, the one rising early, he has been crushed to the earth, the one sending to all the nations?
Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Καθίσω ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βοῤῥᾶν ἀναβήσομαι, ἐπάνω τῶν νεφελῶν· ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νῦν δὲ εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς δὲ ἐν ἀπαγωγῇ οὐκ ἔλυσεν. Πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδου. Ὃν τρόπον γὰρ ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὐδὲ ἔσῃ καθαρός· διόπερ τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, λέγει Κύριος. Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπ' ἀπωλείᾳ πολλῶν στήσεται. Φθόνῳ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Τότε Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ μʹ νύκτας, ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται· Οὐκ ἐν ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ·
But you said in your heart: I will ascend into heaven; above the stars of heaven I will set my throne. I will sit on a high mountain, I will ascend upon the high mountains toward the north, above the clouds; I will be like the Most High. But now you shall go down into Hades, and to the foundations of the earth. Those who see you will marvel at you, and will say: This is the man who provoked the earth, who shook kings, who made the whole inhabited world a desert, and cast down the cities, and did not release those in captivity. All the kings of the earth slept in honor, a man in his own house. But you shall be cast out in the mountains like a dead man abhorred, with many dead who are pierced with the sword, going down into Hades. For just as a garment stained with blood will not be clean, neither shall you be clean; therefore you destroyed my land, and killed my people, says the Lord. Deceit is in his hand, and in his heart he shall be magnified, and with deceit he shall destroy many, and he shall stand for the destruction of many. By the envy of the devil death entered into the world. Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil; and having fasted forty days and forty nights, afterward he was hungry. And the tempter came to him and said: If you are the Son of God, command that these stones become bread. But he answered and said: It is written: Man shall not live by bread alone, but by every word that proceeds through the mouth of God. Then the devil takes him into the holy city, and sets him on the pinnacle of the temple, and says to him:
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει αὐτῷ· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Εἶπε δὲ τοῖς ἑβδομήκοντα ὁ Κύριος· Ἐθεώρουν τὸν Σατανᾶ ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν. Νήψατε, γρηγορήσατε, ὅτι ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ ἐν πίστει. Τὰς πονηρὰς τοῦ διαβόλου συμβουλίας ἀποκωλύων ἡμᾶς ὁ Κύριος δέξασθαι, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς
If you are the Son of God, throw yourself down. But Jesus said to him: It is written: You shall not tempt the Lord your God. Again the devil takes him to a very high mountain, and shows him all the kingdoms of the world and their glory, and says to him: All these I will give you, if falling down you worship me. Then Jesus says to him: Go behind me, Satan. For it is written: You shall worship the Lord your God, and him only shall you serve. But the Lord said to the seventy: I was watching Satan falling from heaven like lightning. Behold, I give you authority to tread upon serpents and scorpions, and upon all the power of the enemy. Resist the devil, and he will flee from you. Be sober, be watchful, because your adversary the devil walks about like a roaring lion, seeking whom he may devour; resist him, steadfast in the faith. The Lord, preventing us from receiving the evil counsels of the devil, says: Today, if you hear his voice
μου ἀκούσητε. Ἐκεῖνος λέγει, Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ. Ὁ Κύριος ἀντιβοᾷ· Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι τοῦ Θεοῦ. Οἶδεν ὅτι βαρὺ τοῦτο ἀκοῦσαι Χριστιανοῖς· ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. Σοφός ἐστι τοῦ κακοποιῆσαι· σήμερον κλέπτει ἡμᾶς διὰ τῆς μεθοδείας, καὶ τὴν αὔριον ἡμῖν τὰς ἐπαγγελίας περιαφίησιν. Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται κακῶς συμμεριστὴς, ἡμῶν ἀξιῶν τὴν σήμερον αὐτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ἀφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δημιουργός· καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Ἐν τῷ τῆς βασκανίας ὅπλῳ ἀπὸ καταβολῆς κόσμου, μέχρι συντελείας αἰῶνος, πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, καὶ ὁ χαίρων τῇ ἀπωλείᾳ. Ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου ὅπλου καταβάλλων. Πόθεν πονηρὸς ὁ διάβολος; ἐκ τῆς οἰκείας προαιρέσεως. Αὐθαίρετον γὰρ ἔχων τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ, Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς, ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως. Κἀκεῖνον μὲν ἡ προαίρεσις διεφύλαξε τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἠδύνατο γὰρ κἀκεῖνος ἀποστῆναι, καὶ οὗτος μὴ ἐκπεσεῖν·
if you hear my voice. He says, "Today is mine, and tomorrow is God's." The Lord replies: Today, if you hear my voice. Consider the enemy: he does not dare to advise us to abandon God altogether. He knows that this is hard for Christians to hear; but by deceitful arts he manages the attempt. He is wise to do evil: today he steals us by his scheming, and for tomorrow he fastens his promises upon us. Then, when tomorrow comes, he comes again as a wicked sharer, claiming today for himself and tomorrow for the Lord; and so always, taking away the present through pleasure, and attaching the future to our hopes, he escapes our notice, leading us away from life. The devil is evil, and a craftsman of every kind of wickedness; and just as abundance follows the good, so envy follows the devil. In the weapon of envy from the foundation of the world until the consummation of the age, the destroyer of our life, the devil, who rejoices in destruction, wounds and casts down all. He who fell through envy casts us down for himself by the same weapon. From where is the devil evil? From his own free choice. For having life self-chosen and the power lying with him either to remain with God or to be estranged from the good, Gabriel is an angel and stands before God continually; Satan is an angel and fell from his own rank. And the free choice preserved the former in the things above, and the self-determination of the will cast the latter down. For the former could have departed, and the latter could have not fallen.
ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον, τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι δοχεῖον ὂν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκε τὴν ἄλυπον ἡμῶν ζωὴν τὴν ἐν τῷ παραδείσῳ, δόλοις δὲ καὶ μηχανήμασιν ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἣν ἔσχεν πρὸς τὸ ὁμοιωθῆναι Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων ῥιφθέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον εἰς τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς ἡμῶν, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ἣν τῷ ὑπηρετησαμένῳ αὐτῷ διελέγετο πρὸς αὐτὸν τὴν ἀπειλὴν, ὅτι Ἔχθραν θήσω ἀναμέσον σου, καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Ἐπειδὴ γέγονεν ἀποστάτης ὁ διάβολος, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ τῶν ἀνθρώπων, τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων, διὰ τοῦτό ἐστι μισάνθρωπος· διότι καὶ θεομάχος, καὶ μισεῖ ἡμᾶς ὡς κτίσματα τοῦ Δεσπότου, καὶ ὡς ὁμοίωμα Θεοῦ· καὶ συνεχρήσατο αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τὸν τῆς ἐχίδνης ἰὸν εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Σατᾶν μὲν οὖν λέγεται, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ.
But the insatiable nature of his love for God preserved the one, while his departure from God showed the other to be rejected. From where, then, does his war against us come? Because, being a vessel of every evil, he also received the disease of envy, and he envied us our honor. For he could not bear our painless life in paradise, but by deceit and devices he deceived man, and using his desire, which he had to become like God, for this very purpose of deception, he pointed to the tree and promised that by eating of it he would make him like God. For if you eat, he says, you will be as gods, knowing good and evil. He was not, then, made an enemy to us, but out of jealousy he set himself against us in enmity. For seeing himself cast out from among the angels, he could not bear to see the earthly one raised up by progress to the dignity of the angels. Since, then, he has become our enemy, God preserved for us our opposition to him, through which he spoke to him the threat concerning the one who served him, that I will put enmity between you and between her seed. Since the devil has become an apostate, an enemy of God and an enemy of men, who were made in the image of God, for this reason he is a hater of mankind; because he is also a fighter against God, and he hates us as creatures of the Master and as the likeness of God; and he who wisely and providentially orders human affairs used his wickedness as a training ground for our souls, just as a physician uses the venom of the viper for the preparation of healing medicines. He is called Satan, then, because he opposes the good.
Τῶν ἀγγέλων ὁ στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι, κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθείς.
ΤΙΤΛ. Κϛʹ. Περὶ δυσπιστίας· καὶ ὅτι ὁ ἐπ' εὐ λόγῳ αἰτίᾳ δυσπιστήσας, Θεῷ συγγινώσκεται.
Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐξ αὐτοῦ ἔσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· Εἰ τῷ
ἑκατονταετεῖ, καὶ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήσεται ἐναντίον σου. Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Εἶπεν Ἑλισαιέ· Δίμετρον κριθῆς σίκλου, καὶ μέτρον σεμιδάλεως σίκλου ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν πύλῃ Σαμαρείας. Καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν· Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο. Καὶ εἶπεν Ἑλισαιέ· Ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου,καὶ ἐκεῖθεν οὐ μὴ φάγῃς. Εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῷ·
The one among the angels who dared to rebel and to be lifted up beyond his worth, who stiffened his neck against the Lord Almighty and devised for himself a seat above the clouds, as the account says, paid the penalty worthy of his madness, being condemned to be darkness instead of light.
TITLE 26. On disbelief; and that he who disbelieves on a reasonable ground is forgiven by God.
God said to Abraham: Sarah your wife shall not be called by her name Sarah, but Sarah shall be her name. And I will bless her, and I will give you a child from her, and I will bless him, and he shall become a nation, and kings shall come from him. And Abraham fell upon his face and said in his mind, saying: Shall a child be born to a man who is a hundred years old, and shall Sarah, being ninety years old, give birth? And Abraham said to God: O that Ishmael might live before you. And God said to Abraham: Behold, Sarah your wife shall bear you a son, and you shall call his name Isaac. And I will establish my covenant with him as an everlasting covenant, to be God to him and to his seed after him. Elisha said: A double measure of barley for a shekel, and a measure of fine flour for a shekel, shall be at this time tomorrow in the gate of Samaria. And the officer answered Elisha and said: Behold, the Lord makes windows in heaven; shall this thing be? And Elisha said: Behold, you shall see it with your eyes, but you shall not eat of it. Zechariah said to the angel: By what shall I know this? For I am an old man, and my wife is advanced in her days. And the angel answered and said to him:
Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Εἶπε Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ, πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου· καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. ΤΙΤΛ. ΚΖʹ. –Περὶ δείπνου, καὶ συνεστιάσεως. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν ἐδεσμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει.
I am Gabriel, who stands in the presence of God, and I was sent to speak to you and to bring you this good news. And behold, you will be silent and unable to speak until the day these things come to pass, because you did not believe my words, which will be fulfilled in their time. Mary said to the angel, How will this be, since I do not know a man? And the angel answered and said to her, The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you. Therefore also the holy one who is born will be called the Son of God. But Thomas, one of the twelve, who is called the Twin, was not with them when Jesus came. So the other disciples said to him, We have seen the Lord. But he said to them, Unless I see the mark of the nails in his hands, and put my finger into the mark of the nails, and put my hand into his side, I will not believe. And after eight days, his disciples were again inside, and Thomas with them. Jesus comes with the doors shut, and stood in the midst, and said, Peace to you. Then he says to Thomas, Bring your finger here, and see my hands, and bring your hand and put it into my side, and do not be unbelieving, but believing. And Thomas answered and said to him, My Lord and my God. Jesus says to him, Because you have seen me, you have believed. Blessed are those who have not seen and have believed. TITLE 27. — On a dinner and a banquet. Do not dine with an envious man, nor desire his foods. For just as if someone were to swallow a hair, so he eats and drinks.
Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι. Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, εἰ μὴ ὃς φάγεται καὶ πίεται, καὶ ὡς δείξῃ ἀγαθὸν τῇ ψυχῇ αὐτοῦ. Καί γε τοῦτο ἐκ χειρὸς Θεοῦ ἐστιν. Δεῦρο, φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου. Ἑτοιμάσατε τράπεζαν· φάγετε, πίετε· ἀνάστητε, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. Ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου. Φάγε ὡς ἄνθρωπος, ἐὰν ἐπὶ τραπέζης μεγάλης ἐκάθισας. Μὴ ἀνοίξῃς ἐπ' αὐτὴν φάρυγγά σου, καὶ μὴ εἴπῃς· Πολλά γε ἐπ' αὐτῆς. Οὗ ἐὰν ἐπιβλέψῃς, μὴ ἐκτείνῃς τὴν χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασσῶ, μὴ μισηθῇς. Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μή[πο]τε προσκόψῃς. Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. Ἔλεγεν ὁ Κύριος τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ τοὺς ἀδελφούς σου, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ὡς δὲ ἁρμόδιον πρὸ τῆς τροφῆς εὐλογεῖν τὸν Θεὸν τῶν ἁπάντων· οὕτω καὶ παρὰ πότον καθήκει ψάλλειν. Τράπεζα μὴ ἔχουσα μνήμην Θεοῦ, φάτνης ἀλόγων οὐδὲν διενήνοχεν.
If you sit down to dine at a ruler's table, understand in your mind what is set before you. There is nothing good for a man, except that he eat and drink, and show good to his soul. And indeed this is from the hand of God. Come, eat your bread with gladness. Prepare the table; eat, drink; arise, you rulers, prepare your shields. Let righteous men be your fellow diners. Eat as a man should, if you have sat at a great table. Do not open your throat upon it, and do not say, "There is plenty upon it." Whatever you look at, do not stretch out your hand, and do not press against him in the dish. Eat as a man should what is set before you, and do not chew greedily, lest you be hated. Be the first to stop for the sake of good manners, and do not be insatiable, lest you stumble. And if you have sat down among many, do not be the first of them to stretch out your hand. The Lord said to the one who had invited him: When you make a breakfast or a dinner, do not call your friends, nor rich neighbors, nor your relatives, nor your brothers, lest they also invite you in return, and it become a repayment to you. But when you make a feast, call the poor, the maimed, the lame, the blind; and you will be blessed, because they have nothing to repay you. For it will be repaid to you at the resurrection of the righteous. And as it is fitting to bless the God of all things before food, so also it is proper to sing psalms over drink. A table that has no remembrance of God differs in nothing from a manger of dumb animals.