khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:1 · narrative
Source
Τοῦ μακαρίου Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου ἐπιστολὴ γραφεῖσα πρὸς Ἰορδάνην ἀρχιμανδρίτην περὶ τοῦ τρισαγίου ὕμνου. Τῷ θεοτιμήτῳ καὶ ζήλῳ θείῳ κεκοσμημένῳ κυρῷ Ἰορδάνῃ ἀρχιμανδρίτῃ Ἰωάννης. Τοῦ πρός σέ μοι πόθου ἡ ἀκρότης, ὦ πατέρων ἄριστε, οὐκ ἐξ ἀστάτου προφάσεως τὰς ἀφορμὰς κέκτηται, ἀλλ' ἐκ θείας ἀγάπης, ἣ οὐδέποτε πίπτειν πέφυκεν. Ἴσμεν γάρ σου τῆς πίστεως τὸ ὀρθόδοξον καὶ τὸ ὀρθότομον τοῦ λόγου τῆς ἀληθείας, τὸ τοῦ ζήλου διάπυρον, τῆς πρὸς θεὸν ἀγάπης τὸ ἀκραιφνές, ἐξ ἧς καὶ δι' ἣν πρὸς τὸν πέλας πέφυκας δέσμιος· ἡ μὲν γάρ ἐστιν ὥσπερ πηγὴ πρώτη τυγχάνουσα, ἡ δὲ δευτέρα καὶ τῆς πρώτης σύμβολον. Χαρακτηρίζειν γὰρ οἶδεν ἡ πρὸς τὸν πλησίον ἀγάπη τὸν πρὸς θεὸν ἔρωτα. Ἴσμεν σου τῶν τοῦ θεοῦ λόγων τὴν ἐπιπόθησίν τε καὶ κατατρύφησιν, ἥ σοι μέλιτος γλυκυτέρα λογίζεται· ἐφαντάσθης γὰρ τὸ θεῖον κάλλος καὶ πρὸς αὐτὸ ὑπόπτερος ἀνεφοίτησας καὶ γέγονας θεοῦ καὶ τῶν θείων ἐμφάσεων ἀκηλίδωτον ἔσοπτρον, κάλλος ἔχων τὴν ἀρετὴν καὶ ταῖς αὐτῆς ἀκριβεστάταις γραμμαῖς ἀψευδὲς τοῦ θείου κάλλους ὡς ἀρχετύπου παντὸς ἀγαθοῦ ἐκμαγεῖον γενόμενος. Διὸ σὲ ποθοῦντες ἀρετὴν ποθοῦμεν καὶ θεόν, ἐξ οὗ σοι τὰ τῆς ἀρετῆς προτερήματα. Ἀλλ', οἴμοι, ὦ πάτερ, οἴμοι. Πῶς ὁ τῆς ἐκκλησίας ἐχθρὸς ταύτην ἀεὶ κυκᾶν κατεπείγεται, καὶ τὸ δὴ χαλεπόν, εἴγε διὰ τῶν τῆς εὐσεβείας τροφίμων.
English
A letter of the blessed John, monk and priest, written to Jordan the archimandrite concerning the Trisagion hymn. To the God-honored lord Jordan, the archimandrite, adorned with divine zeal, John. The intensity of my longing for you, O best of fathers, has not acquired its occasions from any unstable pretext, but from divine love, which is by nature never able to fall. For we know the orthodoxy of your faith and the uprightness of the word of truth, the fervor of your zeal, the purity of your love toward God, from which and for which you are by nature bound to your neighbor; for the one is, as it were, the first spring, and the other is second and a symbol of the first. For love toward one's neighbor knows how to characterize the love toward God. We know your longing for and delight in the words of God, which is reckoned sweeter to you than honey; for you have envisioned the divine beauty and, winged, have ascended toward it, and have become a spotless mirror of God and of divine impressions, having virtue as your beauty and, by its most exact lines, becoming a truthful imprint of the divine beauty, as of every good archetype. Therefore, longing for you, we long for virtue and for God, from whom come to you the excellences of virtue. But, alas, O father, alas. How is the enemy of the church always eager to stir this up, and what is worse, through the nurslings of piety.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:2 · narrative
Source
Γράμμασι γὰρ ἡμῖν κατεμήνυσεν ὁ θεοσεβέστατος ἡμῶν ἀδελφὸς ὁ ἀββᾶς Σέργιος ὁ ἀστὸς καὶ συνήθης καὶ φίλος, διὰ τοῦ γνησίου αὐτοῦ ἀδελφοῦ τοῦ ὁσιωτάτου ἀββᾶ Ἰώβ, ὡς ὁ ἱερώτατος ἡμῶν πατὴρ ὁ κύρις ἀββᾶς Ἀναστάσιος, ὁ κλεινὸς τῆς Εὐθυμίου τοῦ μάκαρος καθηγεμών, χρήσεις τινὰς τῶν ἁγίων πατέρων προκεκόμικε δῆθεν εἰς τὸν υἱὸν μόνον ἀναφερούσας τὸν τρισάγιον ὕμνον. Οὗ δοθέντος οὐδὲν κωλύσει τὴν ἐκ τοῦ κναφέως κακῶς ἐπεισφρήσασαν λύμην πάντας ἄρδην καταλυμήνασθαι. Τεθαύμακα δέ, λίαν τεθαύμακα, εἴγε ταῦτα οὕτως ἔχει. Καὶ πάλιν τεθαύμακα, εἴγε μὴ ταῦτα οὕτως ἔχει· τὸ μὲν γὰρ τοῦ σεβασμίου ἀνδρὸς ὀρθόδοξον ἐπιστάμεθα καὶ τὸ εὐπρεπὲς τῆς αὐτοῦ ἐν λόγῳ καὶ ἀρετῇ τῇ κατὰ πρᾶξιν οὐκ ἀγνοοῦμεν, τοῦ κυροῦ ἀββᾶ Ἀναστασίου φημί. Οὐ μὴν ἀλλὰ καὶ τὸ ἀψευδὲς τοῦ κατηγόρου σαφῶς γινώσκομεν. Θεὸν γὰρ ποθῶν καὶ αὐτῷ ζῶν οὐκ ἄν, οἶμαι, ὡς ψεύσαιτο, καὶ συκοφάντης ἔσται ἀθῴου ἀνδρὸς κἂν τοῖς τῆς ἀρετῆς προτερήμασι διαπρέποντος. Ὃ δὴ οὐ μετρίως ἡμῶν τὸν λογισμὸν ἐβασάνισε. Κατέκρινε δὲ ὅτι πλεῖστα διὰ τοῦ εὐλαβεστάτου ἀββᾶ Ἰώβ, τοῦ γνησίου αὐτοῦ ἀδελφοῦ, καὶ κατήπειξε πάσης ἀναβολῆς ἄτερ καὶ ὑπερθέσεως τὴν ἡμετέραν περὶ τούτου ἐπισημήνασθαι γνώμην. Γέγραφε δὲ καὶ τοῦτο αὐτὸν βεβαιώσασθαι, ὅτιπερ καὶ ἡμεῖς τῇ γνώμῃ ταύτῃ καθυπεκύψαμεν, σύναινοι καὶ σύμψηφοι αὐτῷ περὶ τούτου γενό μενοι, ὃ καὶ μᾶλλον καὶ μᾶλλον τεθαύμακα–προκεκόμικε γὰρ ἡμῖν τὰς χρήσεις, οὐ ψεύσομαι, καὶ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων εἶναι ταύτας ἀπεφηνάμεθα·
English
For our most God-fearing brother, the abba Sergius, a citizen and acquaintance and friend, has reported to us in writing, through his own brother, the most holy abba Job, that our most sacred father, the lord abba Anastasius, the renowned head of the monastery of the blessed Euthymius, has brought forward certain testimonies of the holy fathers that ostensibly refer the Trisagion hymn to the Son alone. If this is granted, nothing will prevent the mischief that has wickedly crept in from the fuller from utterly destroying everyone. And I have marveled, greatly marveled, if indeed these things are so. And again I have marveled, if indeed these things are not so; for we know the orthodoxy of the venerable man, and we are not ignorant of the propriety of his speech and of his virtue in action—I mean the lord abba Anastasius. Nevertheless, we also clearly know the truthfulness of the accuser. For longing for God and living for him, he would not, I think, lie, nor will he be a slanderer of an innocent man, even one distinguished by the excellences of virtue. This indeed tormented our reasoning not a little. And he judged that through the most pious abba Job, his own brother, we should be informed in very many matters, and he urged that without any delay or postponement we make known our opinion concerning this. And he also wrote that he himself should be assured that we too have submitted to this opinion, having become of one mind and one vote with him concerning this—which I have marveled at more and more; for he has brought forward the testimonies to us, I will not lie, and we have declared that these are also from the holy and chosen fathers.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:3 · narrative
Source
οὐ μὴν εἰς τὸν υἱὸν μόνον δηλοῦν ἀναφέρεσθαι τὸν τρισάγιον ὕμνον τὰς χρήσεις συνῃνέσαμεν–καὶ τὸν τρισμακάριστον δὲ πατριάρχην τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως Ἰωάννην, τὸν θειότατον καὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τῆς αὐτῆς αὐτῷ γεγενῆσθαι ἐννοίας· τούτου γε ἕνεκεν γέγραφεν αὐτὸν ἀποφήνασθαι. Δεῖν οὖν ᾠήθημεν τὰ περὶ τούτων ἀρίδηλα καταστῆσαι τῇ
θεοτιμήτῳ ὑμῶν ἁγιότητι καί, ὅπως γνώμης ἔχομεν, ἵνα μηδὲν αὐτὴν ἀγνοεῖν τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν φίλον καὶ σύνηθες.
2 Φαμὲν τοίνυν, ὡς οἱ ὅροι καὶ αἱ κληρώσεις οἱ λόγῳ γινόμενοι πρέποντι βεβαιότατοι τυγχάνουσι. Φησὶ γὰρ ἡ θεία γραφή, ὅτι «ἤγαγεν ὁ θεὸς πάντα τὰ ζῷα πρὸς τὸν Ἀδὰμ τοῦ ἰδεῖν, τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτῷ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ». Ὁρῶμεν οὖν ὀνόματα χωρίζοντα εἶδος ἐξ εἴδους καὶ ὀνόματα ἐπιτιθέμενα χωρίζοντα ὑπόστασιν ἐξ ὑποστάσεως, καὶ ὅρους δὲ καὶ νόμους τεθέντας καὶ μέχρι νῦν κεκρατηκότας. Οὕτω φημὶ ὁριστικῶς ἀποκεκαλύφθαι τῷ Ἡσαΐᾳ ἐκ θεοῦ διὰ τῶν σεραφὶμ καὶ διὰ τοῦ τρισαγίου ὕμνου τὴν μίαν τρισυπόστατον θεότητά τε καὶ κυριότητα ὡς διά τινος ἀριθμητικῆς ἐκφαντορίας.
English
We did not, however, agree that the uses of the Trisagion hymn are shown to refer to the Son alone—and that the thrice-blessed patriarch of the holy city of Christ our God, John, the most divine and the man of God, was of the same mind as he; for this reason he wrote that he had declared it. We therefore thought it necessary to make these matters clear to your God-honored holiness and to make known how we stand, so that it may be ignorant of nothing of ours. For this is dear and customary to us.
2 We say, then, that definitions and appellations made by fitting reason are most firm. For the divine Scripture says, "God brought all the living creatures to Adam to see what he would call them. And whatever Adam called each living soul, that was its name." We see, then, names separating species from species and names imposed separating hypostasis from hypostasis, and definitions and laws established and prevailing until now. Thus I say that it was revealed definitively by God to Isaiah through the seraphim and through the Trisagion hymn—the one tri-hypostatic Godhead and lordship, as through a kind of numerical manifestation.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:4 · narrative
Source
Διὰ τί γὰρ οὐ δὶς ἢ τετράκις ἢ μυριάκις τὸ «ἅγιος» ὕμνησαν, καὶ διὰ τί μὴ δὶς ἢ τρὶς ἢ τετράκις ἢ μυριάκις τὸ «κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ», τὰ σεραφὶμ ἐξεφώνησεν, ἀλλὰ τὸ μὲν «ἅγιος» τρὶς «ἅγιος, ἅγιος, ἅγιος», τὸ δὲ «κύριος» μοναδικῶς, ἢ δεικνύντα τρεῖς μὲν τὰς ἁγίας ὑποστάσεις, μίαν δὲ κυριότητα τῶν τριῶν καὶ μίαν ἀρχὴν καὶ δόξαν οὐσίαν τε καὶ θεότητα καὶ ἕνα τὰς τρεῖς ὑποστάσεις εἶναι θεὸν ἅγιον, ἅγιον μὲν τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕνα ἅγιον, οὐ τρεῖς ἁγίους, ἕνα κύριον, οὐ τρεῖς κυρίους; Αἱ μὲν γὰρ τρεῖς ὑποστάσεις θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοί· ἅγιος, ἅγιος, ἅγιος, ἀλλ' εἷς ἅγιος καὶ οὐ τρεῖς ἅγιοι· κύριος καὶ κύριος καὶ κύριος, ἀλλ' εἷς κύριος καὶ οὐ τρεῖς κύριοι. Διὸ καὶ ἐπήγαγε· «Πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ», καὶ οὐκ αὐτῶν. Ἡ μὲν οὖν θεότης ἤτοι οὐσία τριαδικῶς ἐξαπλοῦται ἀδιαιρέτως ἐν τρισὶ γνωριζομένη ὑποστάσεσι, καὶ αἱ τρεῖς ὑποστάσεις εἰς μίαν οὐσίαν ἤτοι θεότητα ἑνοῦνταί τε καὶ συνάπτονται. Καὶ ἡ μὲν θεότης τριαδικῶς ἁγιάζεται καὶ δοξάζεται «ἅγιος, ἅγιος, ἅγιος», καὶ αἱ τρεῖς ὑποστάσεις μοναδικῶς δοξολογοῦνται «κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ». Εἷς γὰρ θεὸς ἐν τρισὶν ὑποστάσεσι, καὶ τὰ τρία ἓν ἤτοι μία φύσις, οὐχ ὑπόστασις μία, οὐχ ἑκάστη δὲ τῶν ὑποστάσεων τρισσῶς δοξολογεῖται καὶ ἁγιάζεται. Ἡ μὲν γὰρ θεότης τριὰς ὑποστάσεων οὖσα οἰκείως καὶ προσηνῶς τριαδικῶς ἁγιάζεται·
English
For why did they not hymn “holy” twice or four times or ten thousand times, and why did the seraphim cry out not twice or three times or four times or ten thousand times “Lord of hosts, heaven and earth are full of his glory,” but “holy” three times—“Holy, holy, holy”—and “Lord” only once, either indicating three holy hypostases but one lordship of the three and one principle and glory, substance and divinity, and that the three hypostases are one holy God—holy the Father, holy the Son, holy the Holy Spirit—but one holy, not three holies, one Lord, not three lords? For the three hypostases are God and God and God, but one God and not three gods; holy, holy, holy, but one holy and not three holies; Lord and Lord and Lord, but one Lord and not three lords. Therefore he also added: “Heaven and earth are full of his glory,” and not of theirs. The divinity, that is the substance, is therefore extended triadically and indivisibly, being known in three hypostases, and the three hypostases are united and joined into one substance, that is divinity. And the divinity is sanctified and glorified triadically—“Holy, holy, holy”—and the three hypostases are glorified singly—“Lord of hosts, heaven and earth are full of his glory.” For there is one God in three hypostases, and the three are one, that is one nature, not one hypostasis, nor is each of the hypostases glorified and sanctified threefoldly. For the divinity, being a Trinity of hypostases, is fittingly and properly sanctified triadically.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:5 · narrative
Source
ἅγιος ὁ πατήρ, ἅγιος ὁ υἱός, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, κύριος σαβαώθ. Εἷς γὰρ τὰ τρία θεός τε καὶ κύριος. Ἑκάστη δὲ τῶν ὑποστάσεων μία οὖσα ὑπόστασις καὶ οὐ τρεῖς τίνος ἕνεκεν τρὶς ἁγιασθήσεται καὶ οὐχ ἅπαξ ἢ δὶς ἢ τετράκις ἢ μυριάκις; Οὐ γὰρ ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων τριάς· οὕτω γὰρ ἂν ἐννὰς ἔσται ἡ θεότης καὶ οὐ τριάς. Διὰ τί γὰρ μὴ δισάγιον ἢ τετράγιον ἢ μυριάγιον ὕμνον ὕμνησαν, ἀλλὰ τρισάγιον, κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμόν; Ὥσπερ γὰρ τὸν πατέρα ὑπόστασίν φαμεν καὶ τὸν υἱὸν ὑπόστασιν καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπόστασιν καὶ τὴν θεότητα ἤτοι οὐσίαν τρισυπόστατον ὡς τὰς τρεῖς περιέχουσαν ὑποστάσεις καὶ οὔτε τὸν πατέρα τρισυπόστατον οὔτε τὸν υἱὸν τρισυπόστατον οὔτε τὸ πνεῦμα τὸ ἅγιον τρισυπόστατον εἰπεῖν θεμιτόν, οὕτως οὐδὲ τρισάγιον μίαν τῶν ὑποστάσεων, ἀλλ' ἅγιον τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, τρισάγιον δὲ τὴν τρισυπόστατον θεότητα. Εἰ οὖν μὴ τῶν τριῶν ὑποστάσεών ἐστιν σημαντικὸς ὁ τρισάγιος ὕμνος, ὑμνήσωμεν δὶς τὸ «ἅγιος» καὶ ἐπαγάγωμεν τὸ «κύριος σαβαώθ.» Ἀλλ' οὐ θέμις, οὐδ' οὕτω τὰ σεραφὶμ ὕμνησαν. Μὴ σοφισώμεθα περιττὰ μηδὲ τῶν σεραφὶμ σοφώτεροι εἶναι δόξωμεν.
English
Holy is the Father, holy is the Son, holy is the Holy Spirit, Lord of hosts. For the three are one God and Lord. But each of the hypostases, being one hypostasis and not three, for what reason will it be sanctified three times and not once or twice or four times or ten thousand times? For each of the hypostases of the Godhead is not a triad; for in that way the Godhead would be a nine and not a triad. For why did they not hymn a twice-holy or a four-holy or a ten-thousand-holy hymn, but a thrice-holy one, according to the number of the hypostases? For just as we say the Father is a hypostasis and the Son is a hypostasis and the Holy Spirit is a hypostasis, and the Godhead, that is the essence, is three-hypostatic as containing the three hypostases, and it is not lawful to say that the Father is three-hypostatic, nor the Son three-hypostatic, nor the Holy Spirit three-hypostatic, so neither is one of the hypostases thrice-holy, but holy is the Father, holy is the Son, holy is the Holy Spirit, and the three-hypostatic Godhead is thrice-holy. If, then, the thrice-holy hymn is not significative of the three hypostases, let us hymn "holy" twice and add "Lord of hosts." But it is not lawful, nor did the seraphim so hymn. Let us not be wise with superfluous things, nor let us seem to be wiser than the seraphim.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:6 · narrative
Source
3 Εἰ δὲ λέγοιεν οἱ θεοφόροι πατέρες, ὧν νόμος ὁ λόγος, ὅτι τὸν υἱὸν ὑμνοῦντά φασιν «ἅγιος, ἅγιος, ἅγιος», εἰ μὲν ἔφησαν, ὅτι τὸν υἱὸν μόνον ὑμνοῦντα, εἶχεν ἂν ὑποψίαν καὶ εἰς τὸν υἱὸν μόνον εἰρῆσθαι τὸν τρισάγιον ὕμνον. Εἰ δὲ ἀχώριστος ὁ υἱὸς τοῦ πατρὸς καὶ τοῦ πνεύματος, ἀχώριστος καὶ ὁ ὕμνος· συμπροσκυνεῖται γὰρ τῷ πατρὶ
καὶ τῷ πνεύματι ὁ υἱὸς καὶ συνυμνεῖται καὶ συνδοξάζεται. Τότε εἰς τὸν υἱὸν μόνον φαμὲν ὕμνον λέγεσθαι, ὅτε τὰ ἐνδεικτικὰ τῆς ὑποστάσεως αὐτοῦ λέγομεν, οἷον «ὁ υἱὸς τοῦ θεοῦ», «ὁ λόγος», ἡ σοφία τοῦ θεοῦ καὶ δύναμις, ὁ ἐκ πατρὸς γεννηθείς, ὁ σαρκωθείς, ὁ σταυρωθεὶς σαρκί, ὁ ἀναστάς, ὁ ἀνελθὼν εἰς οὐρανούς, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, καὶ τὰ τοιαῦτα. Ὥσπερ οὖν ταῦτα ἐνδεικτικὰ τῆς μιᾶς ὑποστάσεως καὶ οὐδαμῶς ἐφ' ἑτέρας ὑποστάσεως ἢ ἐπὶ τοῦ κοινοῦ τῆς θεότητος χώραν ἔχει, οὕτω καὶ ὁ τρισάγιος ὕμνος ἐνδεικτικὸς ὢν τῶν τριῶν ὑποστάσεων ἐπὶ μιᾶς τῶν ὑποστάσεων χώραν οὐκ ἔχει. Ὥσπερ γὰρ ἑκάστην ὑπόστασιν τῆς ἀνθρωπότητος ἄνθρωπον λέγομεν, φαμὲν δὲ τὴν πολλοὺς ἀνθρώπους περιέχουσαν πόλιν πολυάνθρωπον, οὐ δυνάμεθα δὲ εἰπεῖν ἕκαστον ἄνθρωπον πολυάνθρωπον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου ἑκάστην τῶν ὑποστάσεων ἅγιον λέγομεν, τρισάγιον δὲ τὴν τρισυπόστατον θεότητα, μίαν δὲ τῶν ὑποστάσεων τρισάγιον εἰπεῖν οὐ δυνάμεθα· καὶ ὥσπερ ἀριθμοῦντες ἕνα καὶ ἕνα καὶ ἕνα λέγομεν καὶ οὐ δυνάμεθα ἐφ' ἑκάστου λέγειν τρισάριθμον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου·
English
But if the God-bearing fathers, whose law is reason, should say that they speak of the Son as hymning "Holy, holy, holy," if they had said that the Son alone hymns, there would have been a suspicion that the Trisagion hymn was spoken of the Son alone. But if the Son is inseparable from the Father and the Spirit, the hymn is also inseparable; for the Son is worshipped together with the Father and the Spirit, and is hymned together and glorified together. We say that a hymn is spoken of the Son alone when we speak the indicative marks of his hypostasis, such as "the Son of God," "the Word," the wisdom and power of God, he who was begotten of the Father, he who was made flesh, he who was crucified in the flesh, he who rose, he who ascended into the heavens, he who sits at the right hand of the Father, and the like. Just as these are indicative of the one hypostasis and have no place at all for another hypostasis or for the common nature of the Godhead, so also the Trisagion hymn, being indicative of the three hypostases, has no place for one of the hypostases. For just as we call each hypostasis of humanity a man, and we call a city that contains many men populous, but we cannot call each man populous, so also in the case of the Trisagion we call each of the hypostases holy, and the three-hypostatic Godhead Trisagion, but we cannot call one of the hypostases Trisagion; and just as when counting we say one and one and one, and cannot say three-numbered of each, so also in the case of the Trisagion.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:7 · narrative
Source
καὶ ὥσπερ φέγγος καὶ φέγγος καὶ φέγγος λέγομεν καὶ συνάψαντες τριφεγγὲς σέλας φαμέν, οὐ λέγομεν δὲ ἕκαστον τριφεγγές, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου. Πάντα μὲν ἑνιαίως καὶ ἁπλῶς καὶ ἀπολύτως τὰ ἐφ' ὅλης τῆς θεότητος λεγόμενα καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων λέγονται, ὁ δὲ τρὶς ἀριθμὸς ἐπὶ τῆς ἁγίας τριάδος τῶν τριῶν ὑποστάσεών ἐστιν δηλωτικός. Καλῶς γὰρ ἔφη καὶ λίαν καιρίως ὁ θεοφόρος Ἐπιφάνιος, ὅτι «διὰ τί μὴ δὶς ἢ τετράκις τὸ ἅγιος"3 λέγει τὰ σεραφίμ, ἀλλὰ τρίς, εἰ μὴ ὅτι τὸν τῶν ὑποστάσεων ἀριθμὸν καταμηνύουσιν εἰς μίαν κυριότητά τε καὶ θεότητα ἑνούμενον;» «Ἅγιος ὁ θεὸς» καὶ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ἡ ἐνυπόστατος τοῦ θεοῦ δύναμις, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιόν, καθώς φησιν ὁ ἀπόστολος· «Ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς.» Οὐχ ὅτι οὐκ ἔστι θεὸς ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἰσχυρὸς ὁ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἀθάνατος ὁ πατὴρ ἢ ὁ υἱός, ἀλλά, καθὼς ὁ ἀπόστολος τὰς ὑποστάσεις δεῖξαι βουλόμενός φησιν· «Ἡμῖν δὲ εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα», οὕτω κἀνταῦθα. Τοῦτο δὲ καὶ Δαυὶδ προανεφώνησεν εἰπών· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ θεός.» Ἰδοὺ κοινῶς τὴν θεότητα εἰπὼν ἐπήγαγε καὶ τὰς ὑποστάσεις σημᾶναι βουλόμενος· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τουτέστιν τὸν ἀθάνατον, τὸν ἀεὶ ζῶντα· ὁ γὰρ ἀεὶ ζῶν ἀθάνατος.
English
And just as we say "light and light and light," and joining them together call it a thrice-radiant brightness, yet we do not say that each one is thrice-radiant, so too with the Trisagion. All things said of the whole Godhead are also said of each of the hypostases, singly and simply and absolutely, but the number three in the Holy Trinity is indicative of the three hypostases. For the God-bearing Epiphanius spoke well and very aptly: "Why do the seraphim say 'Holy' not twice or four times, but three times, unless it is that they declare the number of the hypostases united into one lordship and Godhead?" "Holy is God" and Father, from whom is God the Son and God the Holy Spirit; "Holy, mighty" is the Son, the enhypostatic power of God; "Holy, immortal" is the Holy Spirit, the life-giving, as the apostle says: "The law of the Spirit of life." Not that the Son or the Holy Spirit is not God, nor that the Father or the Holy Spirit is not mighty, nor that the Father or the Son is not immortal, but just as the apostle, wishing to show the hypostases, says: "For us there is one God and Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things, and one Holy Spirit, in whom are all things," so also here. And David also proclaimed this beforehand, saying: "As the deer longs for the springs of waters, so my soul longs for you, O God." Behold, having spoken of the Godhead in common, he added, wishing to indicate the hypostases as well: "My soul thirsted for God, the mighty, the living," that is, the immortal, the ever-living; for the ever-living is immortal.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:8 · narrative
Source
Εἰπών· «Ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ θεός», ἐσήμανεν τὴν μίαν θεότητα. Εἶτα εἰπών· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τὸ τριαδικὸν τῶν ὑποστάσεων ἔδειξε. Καὶ πάλιν ἐπανῆλθεν εἰς τὸ ἑνιαῖον τῆς φύσεως· «Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;»
4 Εἰ δέ τις εἴποι, ὅτι πολλάκις καὶ ἐπὶ μιᾶς ὑποστάσεως λέγεται τὸ τρισόλβιος καὶ τριπόθητος καὶ τρισμακάριστος, γινωσκέτω, ὅτι τὸ τρεῖς, ὅτε μὲν διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, τὸν τριαδικὸν ἀριθμὸν σημαίνει, ὅτε δὲ διὰ ψιλοῦ τοῦ ἰῶτα, ἀντὶ τοῦ πολλάκις τάττεται, ὥς φαμεν τρεῖς ἄνθρωποι καὶ «τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ τὸ πνεῦμα», καὶ τρὶς διὰ τοῦ ἰῶτα ἐπιρρηματικῶς ἀντὶ τοῦ πολλάκις, ὥς φησιν ὁ ἀπόστολος· «Περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσα,» ἀντὶ τοῦ πολλάκις. Ἰστέον δέ, ὅτι ἐπὶ τοῦ τριαδικοῦ ἀριθμοῦ, ὅταν ἐπιρρηματικῶς λέγηται, διὰ ψιλοῦ τοῦ ἰῶτα γράφεται, οἷον ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ τετράκις. Καὶ ἐν τῇ συνθέσει δέ, εἴτε τὸν τριαδικόν, εἴτε τὸν πολὺ ἀριθμὸν σημαίνει, διὰ τοῦ ἰῶτα γράφεται· τριώνυμος ὁ τρία
English
Having said, "My soul longs for you, O God," he indicated the one divinity. Then, having said, "My soul thirsts for the strong, living God," he showed the triadic character of the hypostases. And again he returned to the singularity of the nature: "When shall I come and appear before the face of God?"
But if anyone should say that "thrice-blessed" and "thrice-desired" and "thrice-most-blessed" are often said even of a single hypostasis, let him know that "three," when it is written with the diphthong ει, signifies the triadic number, but when it is written with the bare iota, it is used in place of "many times," as we say "three men" and "there are three who bear witness, the water and the blood and the spirit," and "thrice" with the iota adverbially in place of "many times," as the apostle says: "Concerning this I besought the Lord thrice," in place of "many times." But one must know that in the case of the triadic number, when it is spoken adverbially, it is written with the bare iota, for example "once and twice and thrice and four times." And in composition too, whether it signifies the triadic or the multiple number, it is written with the iota: "trionymous," the three—
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:9 · narrative
Source
ὀνόματα ἔχων, τριπόθητος ὁ πολυπόθητος, τρισμακάριστος ὁ πολλάκις μακαριστός, τρισόλβιος ὁ πολλάκις ὄλβιος. Καὶ ταῦτα μὲν καὶ ἐφ' ἑνὸς προσώπου πολυποθήτου καὶ πολυολβίου καὶ πολυμάκαρος χώραν ἔχει. Τὸ δὲ σημαντικὸν τοῦ τριαδικοῦ ἀριθμοῦ οὐ δυνατὸν εἰ μὴ ἐπ' αὐτοῦ κυρίως τοῦ ἀριθμοῦ λεχθῆναι, οἷον ἀδύνατον μὴ δύο ὀνόματα ἔχοντα διώνυμον εἰπεῖν καὶ τὸν τρεῖς χρόας μὴ ἔχοντα τρίχροον. Ὅταν οὖν λέγωμεν τριώνυμον, δηλοῦμεν τρία μόνον ἔχειν ὀνόματα τὸν τριώνυμον προσαγορευόμενον. Ἐὰν εἴπωμεν τρισάγιον, ἐπὶ μὲν τῆς ἁγίας τριάδος χώραν ἔχει· τρεῖς γὰρ μόνας ὑποστάσεις ἔχουσα ἑκάστης ἁγίας οὔσης καὶ ὑμνουμένης, οἰκείως ἂν λεχθείη τρισάγιος. Εἰ δὲ ἐπὶ μιᾶς ὑποστάσεως ῥηθείη, ὑποτοπάσει τις ἢ ὡς τρεῖς ἁγίας οὐσίας ἢ τρεῖς ἁγίας ὑποστάσεις κέκτηται· ὧν ἑκάτερον ἀθέμιτόν τε καὶ ἀσεβὲς ἐπὶ μιᾶς τῶν τῆς θεότητος εἰπεῖν ὑποστάσεων. Καὶ τοῦτο δὲ φαίημεν, ὡς τὸν τρισάγιον ὕμνον ἐκφαντορικὸν ὄντα τῶν τριῶν τῆς θεότητος ὑποστάσεων ἄτοπον μιᾷ τῶν αὐτῶν ὑποστάσεων ἀνατιθέναι. Εἰ μὲν γὰρ τοῦ κοινοῦ τῆς οὐσίας εἴη σημαντικός, ἐλέγετο ἂν ἐφ' ἑκάστης τῶν ὑποστάσεων· σημαντικὸν δὲ ὄντα τοῦ ἀριθμοῦ τῶν τριῶν ὑποστάσεων οὐκ εὔκαιρον ἐπὶ μιᾶς αὐτὸν λέγειν, ἵνα μὴ ἐννάγιον τὴν ἁγίαν τριάδα ἀποφηνώμεθα. Ὁ γὰρ τρεῖς ἀριθμὸς ἐφ' ἑαυτὸν πολυπλασιαζόμενος τὸν ἐννέα ἀπογεννᾶν ἀριθμὸν πέφυκεν. Εἴπομεν, ὡς ὁ δύο κεκτημένος ὀνόματα διώνυμος λέγεται, καὶ τριώνυμός ἐστιν ὁ τρία ἔχων ὀνόματα καὶ οὔτε πλείονα οὔτε ἐλάττω.
English
having names, thrice-desired is the much-desired one, thrice-blessed is the one often blessed, thrice-happy is the one often happy. And these things indeed have their place even in the case of a single person who is much-desired and much-happy and much-blessed. But the signification of the triadic number cannot be spoken properly except of the number itself; for example, it is impossible to call one who does not have two names "two-named," and one who does not have three colors "three-colored." When, then, we say "three-named," we indicate that the one addressed as three-named has only three names. If we say "thrice-holy," it has its place in the case of the holy Trinity; for since it has only three hypostases, each being holy and hymned, it would fittingly be called thrice-holy. But if it were spoken of a single hypostasis, one would suspect that it either has three holy essences or three holy hypostases; each of which is unlawful and impious to say of one of the hypostases of the divinity. And this too we would say, that the thrice-holy hymn, being declarative of the three hypostases of the divinity, it is absurd to assign it to one of those hypostases. For if it were significative of the common essence, it would be spoken of each of the hypostases; but since it is significative of the number of the three hypostases, it is not fitting to speak it of one, lest we declare the holy Trinity to be ninefold. For the number three, multiplied by itself, is naturally disposed to beget the number nine. We said that one who possesses two names is called two-named, and three-named is one who has three names and neither more nor fewer.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:10 · narrative
Source
Τί οὖν τρίτον μόνον ἅγιος ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον ἢ τρισυπόστατος ὁ πατὴρ μόνος ἢ ὁ υἱὸς μόνος ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον, ἵν' ἕκαστος λεχθείη τρισάγιος; Μὴ γένοιτο. Ἀλλὰ καὶ ἀπειράκις ἀπείρως. Ἡ δὲ ἁγία θεότης ὡς τρεῖς μόνας ὑποστάσεις ἔχουσα ἁγίας εἰκότως ἂν ῥηθείη τρισάγιος. Ὥστε οὐκ ἐπὶ μιᾶς τῶν ὑποστάσεων χρὴ λέγειν τὸν τρισάγιον ὕμνον ἐνδεικτικὸν ὑπάρχοντα τῶν τριῶν τῆς θεότητος ὑποστάσεων· ὡρισμένον γὰρ ἀριθμὸν οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς ἀορίστου θεότητος εἰ μὴ μονάδα μὲν οὐσίας, τριάδα δὲ ὑποστάσεων. Εἴ τις ἡμᾶς ἔροιτο, ἀνθ' ὅτου βαπτίζοντες τρίτον ποιούμεθα τὴν κατάδυσιν, τί ἂν ἄλλο φαίημεν, ἢ ὅτι καθ' ἑκάστην τῶν τῆς θεότητος ὑποστάσεων μίαν κατάδυσιν καὶ τρεῖς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων καὶ οὐ τρεῖς καταδύσεις καθ' ἑκάστην τῶν ὑποστάσεων ἢ οὕτω γε ἐννέα τὰς καταδύσεις ποιησόμεθα, ὅπερ ἀθέμιτον; Διὸ καθ' ἑκάστην τῶν καταδύσεων τὸ ὄνομα μιᾶς τῶν τριῶν ὑποστάσεων ἐπιλέγομεν. Οὕτω καί, ἐὰν ἐρωτώμεθα, τίνος χάριν τρίτον τὸ «ἅγιος» λέγεται καὶ οὐ δὶς ἢ τετράκις, διὰ τὴν τρισυπόστατον θεότητα ἀληθεύοντες φαίημεν. Πῶς οὖν τὸν τρισάγιον ὕμνον ἐπὶ μιᾶς τῶν ὑποστάσεων εἴποιμεν; Ψεύστας γὰρ ἑαυτοὺς καὶ παραβάτας τῶν ἡμετέρων συνιστάνομεν λόγων· «ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων», ὥς φησιν ὁ θεῖος Βασίλειος, «μοναδικῶς ἐξαγγέλλεται.» Εἷς πατὴρ ὁ πατὴρ καὶ εἷς ἅγιος, ὅτι μία ὑπόστασις· μία τρισάγιος φύσις ἡ θεότης, ὅτι τρεῖς ὑποστάσεις. Οὐ τρισάγιος ὁ πατήρ, ὅτι μία ὑπόστασις· οὐ τρισάγιος ὁ υἱός, ὅτι μία ὑπόστασις·
English
Why then is the Father alone thrice-holy, or the Son, or the Holy Spirit, or is the Father alone thrice-hypostatic, or the Son alone, or the Holy Spirit alone, so that each might be called thrice-holy? May it not be. But also infinitely and without limit. But the holy Godhead, as having three holy hypostases, would reasonably be called thrice-holy. So it is not proper to say the thrice-holy hymn over one of the hypostases, since it is indicative of the three hypostases of the Godhead; for a definite number cannot be spoken of in the case of the indefinite Godhead, except a monad of essence and a triad of hypostases. If anyone should ask us why, when baptizing, we make the immersion a third time, what else should we say than that for each of the hypostases of the Godhead we make one immersion and three because of the threefoldness of the hypostases, and not three immersions for each of the hypostases, or else we would make nine immersions, which is unlawful? Therefore at each of the immersions we pronounce the name of one of the three hypostases. So too, if we are asked why "holy" is said a third time and not twice or four times, we would truthfully say it is because of the thrice-hypostatic Godhead. How then should we say the thrice-holy hymn over one of the hypostases? For we would establish ourselves as liars and transgressors of our own words: "each of the hypostases of the Godhead," as the divine Basil says, "is proclaimed in a singular manner." One Father is the Father and one holy, because one hypostasis; one thrice-holy nature is the Godhead, because three hypostases. The Father is not thrice-holy, because one hypostasis; the Son is not thrice-holy, because one hypostasis;
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:11 · narrative
Source
οὐ τρισάγιον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι μία ὑπόστασις. Τὸ πνεῦμα τὸ ἅγιον καὶ πανάγιον σύμπας ὁ τῶν θεοφόρων καὶ θεοπνεύστων πατέρων χορὸς ἀεὶ σὺν ἀναπνοῇ πάσῃ ἐξεφώνει. Τρισάγιον δὲ τοῦτο οὔπω καὶ νῦν ἔν τινι λόγῳ τῶν ἱερῶν πατέρων εὑρήκαμεν. Τοῦ κναφέως τοῦτο τὸ λήρημα ἐξ ἀπονοίας ὅτι πλείστης τολμήσαντος γυμνῇ τὸ δὴ λεγόμενον κεφαλῇ, ὃ τῶν ἀκολάστων γυναίων μηνύει τὸ ἀναιδές, ὡς σοφωτέρου δῆθεν τῶν σεραφὶμ καὶ ὑψηλοτέρου τὴν μύησιν, οἷόν τι ἀφιλοκάλητον ὕφασμα κναφεῦσαι τὸν τρισάγιον ὕμνον. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον τὸν τρισάγιον φήσομεν ὕμνον, λέλυται τὸ ἀμφίβολον ἀνενδοιάστως, καὶ ἡμεῖς μαρωνήσωμεν, προσθῶμεν τῷ τρισαγίῳ τὴν σταύρωσιν. Ἀλλὰ μή μοι γένοιτο διὰ χειλέων τοῦτο ἀγαγεῖν, ἱλέῳ τυχόντι θεῷ, θάνατος αἱρετώτερος. Ἆρον ἀπ' ἐμοῦ τὸν
θάνατον τοῦτον. «Θάνατος ἐν τούτῳ τῷ λέβητι.» 6 Εἰ δέ τις ἐρεῖ· Ὃ πολλῶν λεγόντων ἀκήκοα, ὅτι τίνος ἕνεκα «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγοντες ἐπιλέγομεν πολλάκις «τῷ σταυρωθέντι βουλήσει καὶ ἐκ νεκρῶν ἀναστάντι» ἤ τι τοιουτότροπον ἕτερον, τὸ δὲ τρισάγιον λέγοντες μὴ ἐπενέγκωμεν τὸ «ὁ σταυρωθεὶς δι' ἡμᾶς», φήσομεν πρὸς αὐτόν, ὅτι τὰ ἔθη καὶ αἱ παραδόσεις τῆς ἐκκλησίας κρατείτωσαν. «Μὴ μέταιρε» γάρ, φησίν, «ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Καὶ «πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον,» ὁ μέγας Βασίλειος ἀπεφήνατο. Τῇ οὖν ἐκκλησίᾳ ἔθος ἐστὶν ἄνωθεν παραδεδομένον εἰς ῥητοῦ τάξιν λέγεσθαι τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι».
English
The Holy Spirit is not thrice-holy, because he is one hypostasis. The Holy and all-holy Spirit the whole chorus of the God-bearing and God-inspired fathers always with every breath proclaimed. But this "thrice-holy" we have not yet found even now in any word of the holy fathers. This is the babbling of the fuller, who from the greatest folly dared with bare head, as the saying goes, which betrays the shamelessness of licentious women, as if he were wiser than the seraphim and higher in initiation, to full the thrice-holy hymn like some inelegant woven garment. For if we say the thrice-holy hymn refers to the Son alone, the ambiguity is dissolved without doubt, and we too will side with the Marcionites, adding the crucifixion to the thrice-holy. But may it not be mine to bring this through my lips; with God propitious, death is preferable. Take away from me this death. "Death is in this cauldron." But if someone says: I have heard many saying, for what reason, when we say "Glory to the Father and to the Son and to the Holy Spirit," do we often add "to the one crucified by will and risen from the dead" or some other such thing, but when saying the thrice-holy we do not append "the one crucified for us"? We will say to him that the customs and traditions of the church must prevail. For "do not move," he says, "the eternal boundaries, which your fathers set." And "everything that excels in antiquity is venerable," the great Basil declared. The church, then, has a custom handed down from above to say "Glory to the Father and to the Son and to the Holy Spirit" in the order of a stated text.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:12 · narrative
Source
Ὥσπερ οὖν ῥητὸν λέγοντες ψαλμοῦ τυχὸν ἢ ᾠδῆς ἐπιλέγομεν πολλάκις τροπάριν μελῴδημα μὴ τῆς τοῦ ῥητοῦ διανοίας ἐχόμενον, οὕτως, ὅταν ἐν ῥητοῦ τάξει εἰς τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγωμεν, ἐπιλέγομεν τροπάριν ἁρμόζον τῷ υἱῷ μόνῳ μὴ ἐχόμενον τῆς διανοίας ἢ τῆς συντάξεως τοῦ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Καὶ γὰρ τὸ μὲν «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» πρὸς δοτικὴν εἴρηται, τὸ δὲ μελῴδημα πολλάκις πρὸς γενικὴν ἢ αἰτιατικὴν ἢ εὐθεῖαν ἢ κλητικήν. Κἀντεῦθεν δῆλον, ὡς οὐ τῆς ἐννοίας ἔχεται τὸ μελῴδημα τοῦ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Ὅτε δὲ μόνον τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» οὐχ ὡς ἐν ῥητοῦ τάξει φαμέν, οὐδαμῶς τὸν σταυρὸν ἤ τι τῶν ἀφοριστικῶν τῆς τοῦ πατρὸς μόνης ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος ὑποστάσεως ἐπιλέγομεν. «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς σαρκὶ καὶ ἀναστάς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον. Τὰς ὑποστάσεις εἰπὼν καὶ ἕνα θεὸν εἶναι τὰς τρεῖς ὑποστάσεις δεῖξαι βουλόμενος συνάπτω καὶ λέγω· «Ἐλέησον ἡμᾶς», ὥς φησιν ὁ θεὸς νομοθετῶν τῷ Μωσῇ· «Κύριος, ὁ θεός, κύριος εἷς ἐστι», καὶ τὰ σεραφὶμ «ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ». Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' εἷς θεός, ἔφησαν οἱ θεηγόροι πατέρες, καὶ ἅγιος ὁ πατὴρ καὶ ἅγιος ὁ υἱὸς καὶ ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' εἷς τὰ τρία ἅγιος, καὶ κύριος καὶ κύριος καὶ κύριος, ἀλλ' εἷς κύριος.
English
Just as, then, when we say a spoken verse—a psalm, perhaps, or an ode—we often add a troparion melody that does not follow the thought of the spoken verse, so too, when in the order of a spoken verse we say "Glory to the Father and to the Son and to the Holy Spirit," we add a troparion suited to the Son alone that does not follow the thought or the construction of "Glory to the Father and to the Son and to the Holy Spirit." For "Glory to the Father and to the Son and to the Holy Spirit" is spoken in the dative, but the melody is often in the genitive or the accusative or the nominative or the vocative. And from this it is clear that the melody does not adhere to the meaning of "Glory to the Father and to the Son and to the Holy Spirit." But when we say only "Glory to the Father and to the Son and to the Holy Spirit," not as in the order of a spoken verse, we in no way add the cross or any of the separative phrases of the hypostasis of the Father alone or of the Son or of the Holy Spirit. "Holy is God" — the Father; "Holy, mighty" — the Son, who was incarnate and crucified in the flesh and rose again; "Holy, immortal" — the Holy Spirit. Having named the hypostases and wishing to show that the three hypostases are one God, I join and say: "Have mercy on us," as God says when legislating to Moses: "The Lord, God, the Lord is one," and the seraphim: "Holy, holy, holy, Lord Sabaoth." God the Father, God the Son, God the Holy Spirit, but one God, said the God-proclaiming fathers; and holy the Father and holy the Son and holy the Holy Spirit, but the three are one holy, and Lord and Lord and Lord, but one Lord.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:13 · narrative
Source
Θεὸς δὲ καὶ θεὸς καὶ θεὸς ὁ πατὴρ ἢ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ υἱὸς ἢ θεὸς καὶ θεὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον ἢ ἅγιος, ἅγιος, ἅγιος ἢ κύριος, κύριος, κύριος, ἐπὶ μιᾶς τῶν ὑποστάσεων οὐδείς πω τῶν ἐγκρίτων πατέρων ἡμῶν διηγόρευσεν. Ὥσπερ γὰρ τὴν τριάδα ἀδύνατον λέγειν μίαν ὑπόστασιν, οὕτως οὐδεμίαν τῶν ὑποστάσεων τριάδα λέγειν ὅσιον. Οὕτω καὶ ἐπὶ Πρόκλου τοῦ τρισμάκαρος ἐξ ἀποκαλύψεως θείας τὸν τρισάγιον ὕμνησαν ὕμνον «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», ὅτε τὸ παιδίον ἐκ μέσης τῆς πληθύος τῶν λιτανευόντων ἡρπάχθαι φασὶ καὶ μεμυῆσθαι τὸν ὕμνον ἐν ἀέρι γενόμενον ἔκ τινος ἀγγελικῆς δυνάμεως καὶ μαρτυρίαν τῆς τοῦ ὕμνου θειότητος γεγενῆσθαι τῆς ἐπαγωγῆς τὴν λώφησιν. Οὕτω δὲ καὶ ὁ θείῳ βεβακχευμένος πνεύματι τῶν ἑξακοσίων τριάκοντα θειότατος θίασος ὕμνησε. Καὶ τίς ἡ καινὴ καὶ κενὴ διδαχὴ αὕτη ἡ νῦν κυκῶσα τὸν τοῦ θεοῦ λεὼν καὶ ἀτάκτως διαταράττουσα;
7 Ἀλλ' ἐρεῖ τις αὖθις τυχόν· Διὰ τί ὑπόστασιν καὶ ὑπόστασιν καὶ ὑπόστασιν λέγοντες τρεῖς ὑποστάσεις φαμέν, θεὸν δὲ καὶ θεὸν καὶ θεὸν λέγοντες οὐ τρεῖς θεοὺς λέγομεν; Πρὸς ὅπερ ἀποκρινούμεθα, ὅτι τὰ μερικὰ οὐ κοινοποιοῦνται, τὰ δὲ κοινά, εἰ καὶ ὑφ' ἑκάστου τῶν μερικῶν μετέχεται, ἀλλ' ἑνιαίως καὶ κοινῶς, καὶ ἑκάστη μὲν ὑπόστασις ἰδιαζόντως θεωρεῖται, οὐκ ἔστιν δὲ αὐτῶν κοινὴ μία ὑπόστασις. Ἡ δὲ θεότης καὶ ὁ ἁγιασμὸς καὶ ἡ κυριότης, εἰ καὶ ὑφ' ἑκάστης τῶν ὑποστάσεων μετέχεται, ἀλλὰ κοινὴ τῶν τριῶν ἐστιν ὑποστάσεων μία τυγχάνουσα.
English
But "God and God and God, the Father," or "God and God and God, the Son," or "God and God and God, the Holy Spirit," or "Holy, Holy, Holy," or "Lord, Lord, Lord," applied to one of the persons—none of our esteemed fathers ever declared. For just as it is impossible to call the Trinity one person, so it is not lawful to call any one of the persons a Trinity. Thus also in the case of Proclus the thrice-blessed, they sang the Thrice-Holy hymn by divine revelation—"Holy God, Holy Mighty, Holy Immortal, have mercy on us"—when, as they say, the child was snatched from the midst of the crowd of those processing and was initiated into the hymn, being in the air, by some angelic power, and the cessation of the calamity became a testimony to the divinity of the hymn. Thus also the most divine company of the six hundred and thirty, inspired by the divine Spirit, sang. And what is this new and empty teaching that now confounds the people of God and disorderly throws them into confusion?
But someone may perhaps say again: Why is it that when we say "person and person and person" we speak of three persons, but when we say "God and God and God" we do not speak of three gods? To this we will answer that particulars are not made common, but common things, even if they are participated in by each of the particulars, are nevertheless participated in in a unified and common way; and each person is contemplated distinctly, yet there is not one common person of them. But the Godhead and the sanctification and the lordship, even if they are participated in by each of the persons, are nevertheless one common possession of the three persons.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:14 · narrative
Source
Οὐ γὰρ ἄλλη θεότης πατρὸς καὶ ἄλλη υἱοῦ καὶ ἄλλη ἁγίου πνεύματος οὐδὲ ἁγιασμὸς ἢ κυριότης, ἀλλὰ μία καὶ ἡ αὐτὴ
ὁλικῶς καὶ ἀδιαιρέτως ἐν ἑκάστῃ τῶν ὑποστάσεων οὖσα, πᾶσα πατρός, πᾶσα υἱοῦ, πᾶσα ἁγίου πνεύματος, μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Αἱ δὲ ὑποστάσεις οὐχ οὕτως, ἀλλ' ἑτέρα πατρός, ἑτέρα υἱοῦ, ἑτέρα ἁγίου πνεύματος. Ἑκάστη μὲν οὖν ὑπόστασις καθ' αὑτὴν θεὸς καὶ ἅγιος καὶ κύριος λέγεται καὶ εἴ τι τοιοῦτον· ὅτε δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοὶ ἢ ἅγιοι ἢ κύριοι, ἀλλ' εἷς θεὸς τὰ τρία, εἷς κύριος, εἷς ἅγιος, ὅτι θεὸς καὶ αἱ αὐτοῦ δυνάμεις, λόγος καὶ πνεῦμα, εἷς θεός, εἷς ἅγιος, εἷς κύριος, καὶ οὐ τρεῖς. Ἀλλὰ θεὸς μὲν καὶ θεὸς καὶ θεὸς διὰ τὸ τέλειον τῆς ἑκάστου ὑποστάσεως καὶ ἅγιος καὶ ἅγιος καὶ ἅγιος καὶ κύριος καὶ κύριος καὶ κύριος, οὐ τρεῖς δὲ θεοὶ ἢ ἅγιοι ἢ κύριοι. Διότι ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, δυνάμεις δὲ ἐνυπόστατοι ἀχώριστοι τοῦ πατρός, τοῦ ἐξ οὗ καὶ ἐν ᾧ εἰσι καὶ πρὸς ὃν ὡς αἴτιον ἀναφέρονται· οὔτε γὰρ τόπῳ ἢ βουλήσει ἢ ἐνεργείᾳ ἢ ἰσχύϊ ἢ ἐξουσίᾳ χωρίζονται ἤ τινι τῶν ὅσα ἐπὶ θεοῦ λέγεται, εἰ μὴ μόνον ταῖς ὑποστάσεσι καὶ τοῖς χαρακτηριστικοῖς ἑκάστης ὑποστάσεως ἰδιώμασιν. Ἡμεῖς γὰρ γεννώμενοι τεμνόμεθα διαμπὰξ τῶν πατέρων καὶ χωριζόμεθα, καὶ τοῦτο δηλῶν ἔφη ὁ θεολόγος Γρηγόριος·
English
For there is not one divinity of the Father and another of the Son and another of the Holy Spirit, nor one sanctification or lordship, but one and the same, wholly and indivisibly existing in each of the hypostases, all of the Father, all of the Son, all of the Holy Spirit, one of the Father and of the Son and of the Holy Spirit. But the hypostases are not so, but one is of the Father, another of the Son, another of the Holy Spirit. Each hypostasis, then, is called God and holy and Lord in itself, and whatever of that sort; but when they are counted together, there are not three Gods or holy ones or Lords, but one God, the three, one Lord, one Holy, because God and his powers, Word and Spirit, are one God, one Holy, one Lord, and not three. But God and God and God because of the perfection of each hypostasis, and Holy and Holy and Holy, and Lord and Lord and Lord, yet not three Gods or holy ones or Lords. For the Word and the Spirit are powers of the Father, and hypostatic powers inseparable from the Father, from whom and in whom they are and to whom as cause they are referred; for they are not separated by place or will or activity or strength or authority or by any of the things that are said of God, except only by the hypostases and the characteristic properties of each hypostasis. For we, being begotten, are cut through and separated from our fathers, and indicating this the Theologian Gregory said:
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:15 · narrative
Source
«Ἀφιέντες καὶ ἀφιέμενοι.» Οὐ γὰρ δύναμις τοῦ πατρὸς ὁ υἱὸς ἐφ' ἡμῶν καθέστηκεν οὐδὲ λόγος ἢ σοφία, ἐπὶ δὲ θεοῦ τὰ δύο συντρέχουσι, τὸ καὶ δυνάμεις εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς λόγον νοῦ καὶ πνεῦμα, καὶ ὑποστάσεις τελείας, ὅπερ πρέπον μόνῳ τῷ ὑπερουσίῳ θεῷ. Ἡμεῖς δὲ καὶ γνώμῃ τεμνόμεθα καὶ δυνάμει καὶ τόπῳ. Διὸ καὶ ἄνθρωποι, οὐκ ἄνθρωπος ὁ δεῖνα καὶ ὁ δεῖνα λεγόμεθα· ἐπὶ δὲ θεοῦ οὐχ οὕτως, καθὼς προειρήκαμεν. Ἀλλά γε δὴ καί, ἃς προφέρουσι χρήσεις, ἐπισκεψώμεθα καὶ τὴν ἀκριβῆ τούτων ἐξέτασιν ποιησώμεθα. Πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀντεροῦμεν. Ἀλλὰ χρὴ συμφώνους καὶ μὴ ἀλλήλοις, οὐδὲν δὲ ἔλαττον ἑαυτοῖς ἀντιλόγους καὶ μαχομένους ἀποδεικνύειν τοὺς ἁγίους πατέρας καὶ διδασκάλους, ὧν τὸ περὶ πίστεως φρόνημα ἑνιαῖον καὶ ἀπαράλλακτον ἔδειξεν ἡ μία τοῦ πνεύματος δύναμίς τε καὶ ἔλλαμψις. Ὁ μὲν οὖν ἐν μακαρίᾳ τῇ λήξει Ἀθανάσιος ὁ θεσπέσιος ἐν τῷ περὶ σαρκώσεως καὶ τριάδος λόγῳ τάδε φησί· Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς καὶ γενόμενος ἄνθρωπος, καὶ ἡμεῖς φαμεν, ὅτι θεός ἐστιν ὁ δι' ἡμᾶς γενόμενος ἄνθρωπος. Ἀλλ' οὐ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἅγιος, ἀλλ' οὐχ ἅγιος καὶ ἅγιος καὶ ἅγιος, οὐδὲ τρὶς μόνον ἅγιος, ἀλλ' ἀορίστως καὶ ἀπειράκις ἅγιος καὶ ὑπεράγιος. Καὶ πάλιν ἀλλαχοῦ λέγει· «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.» Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ μορφῇ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε τὰ χερουβὶμ ἐδοξολόγουν αὐτὸν λέγοντα·
English
Forgiving and being forgiven.” For the Son is not established among us as a power of the Father, nor as word or wisdom, but in God the two concur—that the Son and the Spirit are powers of the Father, as word of mind and spirit, and perfect hypostases, which befits only the supersubstantial God. But we are divided by judgment and by power and by place. Therefore we are also called men, not “this man and that man” as a single man; but in God it is not so, as we have said before. But indeed, let us also examine the citations they bring forward and make an exact scrutiny of them. For these are patristic, and we will by no means contradict them. But it is necessary to show that the holy fathers and teachers are in agreement and not opposed to one another, and none the less self-consistent and not contradictory and conflicting, whose understanding concerning the faith the one power and illumination of the Spirit has shown to be single and invariable. The wondrous Athanasius, then, in his blessed end, in the discourse On the Incarnation and the Trinity, says these things: God, therefore, is the one who was begotten and became man, and we say that God is the one who for our sake became man. But not “god and god and god” is the one of the Trinity, the Son of God and holy God, but not “holy and holy and holy,” nor only thrice holy, but indefinitely and infinitely holy and beyond-holy. And again elsewhere he says: “We saw him, and he had no form or beauty.” For he had previously beheld him in the divine and glorious form sitting upon a throne high and lifted up, when the cherubim were glorifying him, saying:
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:16 · narrative
Source
«Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν «μορφὴν δούλου λαβόντα» καὶ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον». Ταῦτα προφέρουσιν, ἃ καὶ ἡμεῖς ἀσπαζόμεθα. Ἀλλ' εἰπάτωσαν· Μόνον εἶδε τὸν υἱὸν καθήμενον ἐπὶ θρόνου ἢ τῷ πατρὶ συνεδρεύοντα; Μόνον δοξολογούμενον ἢ σὺν πατρὶ καὶ τῷ πνεύματι; Εἰ μὲν οὖν μόνον, νειμάτωσαν τῷ υἱῷ μόνῳ καὶ τὸν τρισάγιον ὕμνον. Εἰ δὲ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι, ἐπιγνώτωσαν τῆς τριάδος εἶναι ἀχώριστον τὸν ἐμφαντικὸν τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς οὐσίας καὶ κυριότητος αἶνον. «Ἅγιος γάρ, ἅγιος, ἅγιος,» ὕμνουν τὰ σεραφὶμ καὶ τῇ τριάδι τὸν ὕμνον προσάγοντα ὑμνοῦσιν τὸν υἱόν· εἷς γὰρ τῆς τριάδος ὁ υἱός. Οἱ δὲ τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ἀνατιθέντες ὕμνον ἀμέτοχον τοῦ ὕμνου τὸν πατέρα καὶ τὸ πνεῦμα τιθέασι. Τὰ μὲν γὰρ κοινὰ συμπεριλαμβάνει τὰ μερικά, τὰ δὲ μερικὰ τὰ καθόλου οὐκέτι. Ὁ μὲν γὰρ ἄνθρωπον εἰπὼν πάντας τοὺς ἀνθρώπους τοὺς κατὰ μέρος ἐσήμανεν, ὁ δὲ Πέτρον εἰπὼν αὐτὸν μόνον ὑπέφηνεν, ἀφεὶς τὰς λοιπὰς ὑποστάσεις τῆς ἀνθρωπότητος. Πάλιν προβάλλονται τοῦ ἁγίου Ἐπιφανίου ἐκ τοῦ εἰς τὴν ἁγίαν θεοτόκον
English
Holy, holy, holy, Lord Sabaoth," and after this he sees him "taking the form of a servant" and "becoming in the likeness of men." These things they bring forward, which we also embrace. But let them say: Did he see the Son only sitting on a throne, or seated together with the Father? Only being glorified, or together with the Father and the Spirit? If then only, let them allot the thrice-holy hymn to the Son alone. But if together with the Father and the Spirit, let them recognize that the hymn which expresses the three persons and the one essence and lordship belongs inseparably to the Trinity. For "Holy, holy, holy," the seraphim were singing, and bringing the hymn to the Trinity they hymn the Son; for the Son is one of the Trinity. But those who assign the thrice-holy hymn to the Son alone place the Father and the Spirit as without a share in the hymn. For common terms include the particular, but particular terms no longer include the universal. For he who says "man" signified all men individually, but he who says "Peter" indicated him alone, leaving aside the remaining persons of humanity. Again they bring forward from Saint Epiphanius, from the [homily] on the holy Theotokos
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:17 · narrative
Source
λόγου· Ἡ μακαρία ἐν γυναιξὶν ἡ τὸν λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, λόγον τὸν τοῦ πατρὸς υἱόν, λόγον τὸν προαιώνιον θεόν, λόγον τὸν ἄναρχον καὶ ἀΐδιον, λόγον τὸν ὁμοούσιον τῆς ἀχωρίστου τριάδος, λόγον τὸν σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι προσκυνούμενον, λόγον τὸν σύνθρονον τοῦ πατρός, λόγον τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον, λόγον, ὃν τὰ τετράμορφα ζῷα δοξολογοῦσι λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» Εἰ μὲν ἑτέρα ἡ δόξα αὐτοῦ παρὰ τὴν τοῦ πατρός, αὐτοῦ μόνου καὶ τὸν ὕμνον φήσομεν. Εἰ δὲ μία ἡ δοξολογία καὶ κοινὴ τῆς ἁγίας τριάδος, εἷς καὶ κοινὸς καὶ ὁ ὕμνος. «Ἅγιος γάρ, ἅγιος, ἅγιος» λέγοντα δοξολογοῦσι τὸν υἱόν, ἀλλ' οὐ τὸν υἱὸν μόνον, ἀλλ' ὡς ἕνα τῆς ἁγίας τριάδος, μέσον πατρός τε καὶ πνεύματος.
10 Εἶτα τοῦ Χρυσοστόμου εἰς τὸν εὐλογημένον, οὗ ἡ ἀρχή· Ἐκ θαυμάτων εἰς θαύματα· Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται καὶ κοινωνοὺς τῆς ἐπουρανίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστι κύριος ἀμφοτέρων ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνούμενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ Δαυίδ.» Καὶ τίς εἴποι εὐφρονῶν τὸ υἱὸν Δαυὶδ κεχωρίσθαι τῆς τρισαγίου ὑμνολογίας; Εἷς γὰρ τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι, ἀλλ' οὐ τὸ τρισάγιον εἰς αὐτὸν μόνον ἀναφέρεται.
English
...the Word. Blessed among women is she who bore the Word made flesh from you, the Word who is the Son of the Father, the Word who is God before all ages, the Word without beginning and eternal, the Word consubstantial with the inseparable Trinity, the Word worshiped together with the Father and the Holy Spirit, the Word enthroned with the Father, the Word seated upon the cherubim, the Word whom the four-formed living creatures glorify, saying: "Holy, holy, holy, Lord Sabaoth; heaven and earth are full of his glory." If his glory is other than the Father's, we shall say the hymn is his alone. But if the glorification is one and common to the Holy Trinity, then the hymn also is one and common. For saying "Holy, holy, holy," they glorify the Son—but not the Son alone, rather as one of the Holy Trinity, between the Father and the Spirit.
Then from Chrysostom's homily on the blessed one, whose opening is "From wonders to wonders": Today the King of glory is glorified on earth prophetically, and he shows forth those born of earth as partakers of the heavenly banquet, to show that he is himself Lord of both, being hymned in harmony from both sides. Therefore those above, proclaiming salvation on earth, sang: "Holy, holy, holy, Lord Sabaoth, all the earth is full of his glory," while those below, celebrating together in heavenly gladness, cried out: "Hosanna in the highest," "Hosanna to the son of David." And who, being of sound mind, would say that the son of David is separated from the thrice-holy hymnody? For as one of the Holy Trinity he is glorified together with the Father and the Spirit, but the Trisagion is not referred to him alone.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:18 · narrative
Source
Οὐ γὰρ «ἅγιος, ἅγιος, ἅγιος» λέγοντα τὰ σεραφὶμ μόνον τὸν πατέρα ἢ μόνον τὸν υἱὸν ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐσήμανεν, ἀλλὰ τὴν τρισυπόστατον θεότητα ὡς μίαν τρισάγιον κυριότητα. Ὁ αὐτὸς τοίνυν ἄνω μετὰ πατρὸς καὶ πνεύματος ἐδοξολογεῖτο τῶν σεραφὶμ αὐτὸν οὐ μόνον, ἀλλὰ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ὑμνούντων καὶ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος.» Αὐτὸς καὶ ἐπὶ τῆς γῆς ἀνυμνείτω· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ Δαυίδ», μονονουχὶ διὰ τοῦ ὕμνου μία τῶν τῆς θεότητος ὑψίστων, εἰ καὶ υἱὸς Δαυὶδ ἐχρημάτισεν, ἀποδεικνύμενος ὑποστάσεων. Εἰ δὲ καὶ λέγοι ὁ θεοφόρος πατήρ, ὅτι «οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον», λίαν ἄριστα καὶ ἐνθεαστικώτατά φησιν. Ἴσμεν γάρ, ὡς ἀεὶ μὲν τῆς θείας δόξης πεπλήρωτο ὁ οὐρανός τε καὶ ἡ γῆ. Πάντα γὰρ τὰ ἔργα κυρίου εὐλογεῖ τὸν κύριον καὶ διηγεῖται τὴν δόξαν αὐτοῦ. Ἀλλ' ἐπεὶ ἐν οὐρανοῖς μὲν οἱ ἄγγελοι τὴν τοῦ ὄντος θεοῦ ἐπεγίνωσκον δόξαν, ἐξώκειλε δὲ ἡ ἀνθρωπίνη φύσις ἡ τῆς γῆς εἰληχυῖα τὴν οἴκησιν, καὶ ἠλλάξατο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων, πεπληρῶσθαί φησιν ὁ θεοφόρος ἀνὴρ τὴν γῆν κατ' ἐπίγνωσιν τῶν τὴν γῆν κατοικούντων θείας δόξης, ὅπερ– καὶ οὐκ ἄλλο–τοῖς ἐπὶ γῆς σωτηρία γεγένηται. Ἡ δὲ θεία δόξα δῆλον, ὡς πατρός ἐστιν καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὕτω γὰρ καὶ ὁ ἀψευδὴς ἔφησε κύριος πρὸς τὸν πατέρα· «Πάτερ, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐπλήρωσα· ἐφανέρωσά σου τὸ ὄνομα,» καὶ πάλιν·
English
For the seraphim, in saying "Holy, holy, holy," did not signify the Father alone, or the Son alone, or the Holy Spirit alone, but the three-hypostatic Godhead as one thrice-holy lordship. The same one, therefore, was glorified above with the Father and the Spirit, while the seraphim hymned him not alone, but with the Father and the Spirit, crying out: "Holy, holy, holy." Let him also be hymned upon the earth: "Hosanna in the highest," "Hosanna to the son of David," the hymn all but demonstrating one of the highest hypostases of the Godhead, even if he was called the son of David. And if the God-bearing Father also says that "those above, announcing salvation upon the earth, sang," he speaks most excellently and most divinely-inspiredly. For we know that heaven and earth have always been filled with the divine glory. For all the works of the Lord bless the Lord and declare his glory. But since in the heavens the angels recognized the glory of the God who is, while human nature, which received the earth as its dwelling, had fallen away and exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man and of birds and four-footed beasts, the God-bearing man says that the earth has been filled with the knowledge of the divine glory by those who dwell upon the earth, which—and nothing else—has become salvation for those upon the earth. And the divine glory is clearly the Father's and the Son's and the Holy Spirit's. For thus also the truthful Lord said to the Father: "Father, I have completed the work which you gave me; I have manifested your name," and again:
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:19 · narrative
Source
«Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν.» Οὕτως, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἡ δόξα κοινὴ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων.
12 Ἔτι τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἕκτου λόγου τοῦ περὶ τῆς ἁγίας τριάδος, οὗ ἡ ἀρχή· Ἰσότητος μὲν οὖν· Ἡσαΐας μὲν οὖν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν υἱόν. «Εἶδον» γάρ, ἔφη, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ
κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον», τὸν ἐν τριττῇ μὲν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἰδοὺ τρανῶς ἔφη, ὅτι «τὸν κύριον σαβαὼθ» ὑμνοῦντα, ὅς ἐστιν εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν δοξαζόμενος, ἔλεγον τὸν ὕμνον, «τὸν ἐν τριττῇ μὲν ἀρχῇ», τουτέστι τὸν ἐν ἀρχῇ μὲν τριττὸν ὕμνον τῶν τριῶν ὑποστάσεων, «καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν», τουτέστιν, ὅτι ἑνὰς οὐσίας καὶ μία κυριότης τῷ τρισσῷ ἁγιασμῷ δηλουμένη ἡ τριττὺς τῶν ὑποστάσεών ἐστιν. Ὥστε τὸ «ἅγιος, ἅγιος, ἅγιος» τῶν τριῶν ὑποστάσεών ἐστιν ἐνδεικτικόν, οὐ μιᾶς, τὸ δὲ «κύριος σαβαὼθ» τῆς μιᾶς θεότητος καὶ κυριότητος ἐμφαντικόν.
English
This is eternal life, that they may know you, the only true God, and Jesus whom you have sent." Thus, just as the nature, so also the glory is common to the three hypostases of the Godhead.
12 Again, from Saint Cyril of Alexandria, from the sixth discourse on the Holy Trinity, whose beginning is "Of equality, then": Isaiah, then, the inspired, says that he beheld the Son in no lesser glory. For "I saw," he said, "the Lord Sabaoth seated upon a throne high and lifted up, and the house was full of his glory. And seraphim stood round about him; six wings to the one and six wings to the one, and with two
they covered the face and with two they covered the feet and with two they flew, and they cried one to another," the holiness that is in a threefold beginning, ending in a unity and in one lordship. Behold, he said clearly that they were singing the hymn to "the Lord Sabaoth," who is one God glorified in three hypostases, "the one in a threefold beginning," that is, the threefold hymn of the three hypostases at the beginning, "ending in a unity and in one lordship, a holiness," that is, that the Trinity of the hypostases is a unity of essence and one lordship made manifest by the threefold sanctification. So that "Holy, holy, holy" is indicative of the three hypostases, not of one, while "Lord Sabaoth" is declarative of the one Godhead and lordship.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:20 · narrative
Source
13 Ἔτι τοῦ αὐτοῦ Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἐνάτου λόγου περὶ τῆς ἐν πνεύματι προσκυνήσεως· Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἐντενές τε καὶ ἀκόρεστον εἰς θεοπτίαν ὑποφαίνειν ἔοικεν τὸ βλέπειν ἀεὶ τὰ χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον ἐν τῷ τοιῷδε σχήματι. Γράφει δὲ καὶ ὁ προφήτης Ἡσαΐας λέγων· «Εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι φησί, καλύπτειν δὲ αὐτὰς ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πετᾶσθαι δὲ ταῖς ἑτέραις. Καὶ μετὰ βραχέα· Τὸ ἱλαστήριον ἄρα Χριστός, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς οὐδὲν ἧττόν ἐστι θεὸς καὶ κύριος φύσει τε καὶ ἀληθείᾳ, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς, καὶ αὐτὸς ἔχων τὰς ἀνωτάτω δυνάμεις. Εἴ γε μὴ πεπήρωταί τις τὰς τοῦ νοῦ αἰσθήσεις, εἰδέναι ἔχοι τὸ «καὶ αὐτὸς» ἐνδεικτικὸν ὑπάρχειν τοῦ μὴ μόνον αὐτὸν ἔχειν κύκλῳ τὰς δυνάμεις ᾀδούσας μηδὲ μόνῳ ἀναπέμπεσθαι τὸν τρισάγιον ὕμνον. Τὸ γὰρ λέγειν «καὶ αὐτὸς» διὰ τοῦ «καὶ» συνδέσμου δηλοῖ, ὡς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· τὸ γὰρ «καὶ» προσθήκην δηλοῖ συναπτικὸς ὂν σύνδεσμος. Ὁμολογουμένως οὖν τοῦ πατρὸς ἔχοντος κύκλῳ τὰς δυνάμεις ᾀδούσας ἔφη, ὡς καὶ αὐτὸς ὁ Χριστὸς σὺν πατρὶ ἔχει τὰς αὐτὰς δυνάμεις κύκλῳ ᾀδούσας. Εἰ δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κύκλῳ ἔχει τὰς δυνάμεις ᾀδούσας «ἅγιος, ἅγιος, ἅγιος», οὐ προσακτέον τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ὕμνον ἐμφαντικώτατον ὄντα τῶν τριῶν ὑποστάσεων.
English
13 Again, from the ninth discourse of the same Cyril of Alexandria, On Worship in Spirit: The unceasing and insatiable intensity, so to speak, of the highest powers toward the vision of God seems to be indicated by the cherubim always looking toward the mercy seat in this manner. The prophet Isaiah also writes, saying: "I saw the Lord Sabaoth seated on a high and lifted up throne, and the seraphim stood round about him," and he says that each had six wings, covering their feet with two and their faces with two, and flying with the others. And shortly after: The mercy seat, then, is Christ, who, having appeared in the flesh, is none the less God and Lord by nature and in truth, with the powers standing round about him in servile fashion, and he himself having the highest powers. If indeed no one has been blinded in the senses of his mind, he would be able to know that "and he himself" indicates that it is not only he who has the powers singing round about him, nor is the thrice-holy hymn sent up to him alone. For to say "and he himself" through the conjunction "and" makes clear that the Father and the Spirit also do so; for "and" indicates addition, being a connective conjunction. Since it is agreed, then, that the Father has the powers singing round about him, he said that Christ himself also, together with the Father, has the same powers singing round about him. But if the Father and the Son and the Holy Spirit have the powers singing round about them, "Holy, holy, holy," then the thrice-holy hymn, which is most expressive of the three hypostases, must not be ascribed to the Son alone.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:21 · narrative
Source
Εἰ μὲν γὰρ ἅπαξ ἢ δὶς ἢ τετράκις ὕμνησαν τὸ «ἅγιος» τριῶν οὐσῶν τῶν ὑποστάσεων, καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων μόνης ἐλέγομεν ἀναφέρεσθαι τὸν ὕμνον· τὰ γὰρ κοινὰ καθ' ἑκάστου τῶν μερικῶν φέρεται. Ἀλλ' ἐπειδὴ κατάλληλος ὁ τρισάγιος ὕμνος καὶ ἐνδεικτικὸς τῶν τριῶν ὑποστάσεων, ἀπρεπὲς τὸ τῶν τριῶν ἐνδεικτικὸν ἐφ' ἑνὸς λέγεσθαι. Εἰ γὰρ ἐφ' ἑνὸς λέγοιτο, οὐ τριῶν ὑποστάσεων ἐνδεικτικόν· εἰ δὲ τριῶν πάντως ἐνδεικτικόν, οὐκ ἐφ' ἑνὸς λεχθήσεται.
14 Ἔτι τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν τετάρτου λόγου, οὗ ἡ ἀρχή· Τὸν δὴ θεὸν ἐκ θεοῦ· Κἂν γοῦν ἐν ἰσότητι τεθέντος τοῖς ἀγγέλοις, ἀνθ' ὅτου δὴ οὖν ὁ μὲν πατρικοῖς ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ πατρί, οἱ δὲ οἷον παρεστᾶσιν ἐν κύκλῳ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες τὸ μέτρον, καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται κύριος σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγεραίρουσιν εὐφημίαις πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρα οὐ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας τῆς ἀνωτάτω, οὐ ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός. Καὶ τίς ἀντερεῖ, μὴ παρεστάναι τῷ υἱῷ τὰ σεραφὶμ ἢ μὴ συνευφημεῖσθαι τοῦτον τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ σὺν πατρὶ καὶ πνεύματι τὸν ὕμνον δέχεσθαι καὶ ἅγιον εἶναι καὶ κύριον σαβαὼθ καὶ πλήρη εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἀλλ' οὐχ ὁ ταῦτα λέγων μόνῳ τῷ υἱῷ τὸν τρισάγιον
English
For if they had hymned “Holy” once or twice or four times, when the hypostases are three, and we said that the hymn was being referred to each one of the hypostases alone—for things that are common are applied to each of the particulars. But since the thrice-holy hymn is fitting and indicative of the three hypostases, it is improper that what is indicative of the three be spoken of one. For if it were spoken of one, it would not be indicative of three hypostases; but if it is altogether indicative of three, it will not be spoken of one.
14 Again, from the fourth discourse of Saint Cyril, To Hermeias, whose beginning is: “He who is God from God”: Even if, then, he is placed in equality with the angels, why is it that he on the one hand shines forth on the Father’s thrones and sits in council with the Father, while they stand as it were in a circle, not dishonoring the measure of the servitude under him? And he on the one hand is and is called Lord Sabaoth, while they with the praises that honor lordship say that heaven and earth are full of his glory. Is it not, then, the mark of a cold and stagnant mind to say that the one thus marveled at, even by those who have obtained a portion of the highest glory, was made? And who will deny that the seraphim stand by the Son, or that he is praised together with the Father and the Spirit, and that with the Father and the Spirit he receives the hymn and is holy and Lord Sabaoth and that heaven and earth are full of his glory? But he who says these things does not refer the thrice-holy hymn to the Son alone
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:22 · narrative
Source
ἀνατίθησιν ὕμνον· ὥσπερ εἴ τις ὑμνήσοι τὴν δωδεκάδα τῶν θείων ἀποστόλων λέγων αὐτὴν δωδεκάχορδον λύραν τοῦ πνεύματος οὐδένα μὲν τῶν ἀποστόλων ἀφῆκεν ἀγέραστον–ἕκαστος γὰρ μία χορδὴ τοῦ πνεύματος εἴρηται–, οὐκ εἰς ἕκαστον δὲ μόνον ὁ ὕμνος ἀναφέρεται–οὐ γὰρ ὁ Πέτρος μόνος δωδεκάχορδος λύρα τοῦ πνεύματος οὐδὲ μὴν Ἀνδρέας, ἀλλ' ἡ δωδεκὰς ἅπασα, κἄν τις ὑμνῶν τὸν Πέτρον τυχὸν ἐρεῖ μὲν τὸν ὕμνον, ἀλλ' οὐκ αὐτὸν μόνον ὁ ὕμνος αἰνίξοιτο, ἀλλὰ συνυμνήσοι σὺν αὐτῷ ἅπαντα τὸν τῶν ἀποστόλων χορόν· εἰ δέ γε εἴποι· Ἡ τῶν ἀποστόλων δωδεκάχορδος λύρα ὁ ἐκ Βηθσαϊδὰ Ἰωνᾶ υἱὸς ὁ ἐν Ῥώμῃ μαρτυρήσας ἐπὶ Νέρωνος, ψεύστην ἑαυτὸν ἀποδείξειεν–, οὕτως, εἴ τις εἴποι· Ἅγιος, ἅγιος, ἅγιος, ὁ σταυρωθεὶς δι' ἡμᾶς, βλάσφημος ἀποφανθήσεται, ὁμοίως καὶ ὁ φάσκων· Τρισάγιος ὁ σταυρωθεὶς δι' ἡμᾶς. Ἔτι τοῦ αὐτοῦ Κυρίλλου ἀπὸ τοῦ πέμπτου λόγου τοῦ πρὸς Ἑρμείαν, οὗ ἡ ἀρχή· Εἶεν ἐκ παντὸς ἡμῖν· Καὶ μὴν ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ σεραφὶμ ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι καὶ κύριον τῶν δυνάμεων ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ πατρὶ καὶ οὐ μεῖον εὐκλεής· ἔμπλεα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ. Καὶ ταῦτα τῆς προτέρας ἐννοίας ἔχεσθαί φαμεν ἀληθῆ λέγοντες.
English
assigns a hymn. Just as if someone were to hymn the twelve of the divine apostles, calling it a twelve-stringed lyre of the Spirit—he has left no apostle without honor, for each one is called a string of the Spirit—yet the hymn is not referred to each one alone; for Peter alone is not the twelve-stringed lyre of the Spirit, nor indeed Andrew, but the whole twelve, and even if someone hymning Peter should perhaps recite the hymn, the hymn would not hint at him alone, but would hymn together with him the whole chorus of the apostles. But if he should say, “The twelve-stringed lyre of the apostles is the son of Jonah from Bethsaida who was martyred in Rome under Nero,” he would prove himself a liar. So too, if someone should say, “Holy, holy, holy is the one who was crucified for us,” he will be shown to be a blasphemer, and likewise the one who says, “Thrice-holy is the one who was crucified for us.” Again, from the same Cyril, from the fifth discourse against Hermeias, whose beginning is: “Well then, from every [consideration] for us”; and indeed, around the transcendent and exalted throne stand the seraphim glorifying him, and naming him both holy and Lord of hosts, and saying that heaven and earth are full of his glory. But he who leads over all equally, equal in hand and equal in strength to the Father and no less in glory—for all things are full of his glory. And these things, we say, follow from the previous thought, speaking truly.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:23 · narrative
Source
16 Ἔτι τοῦ αὐτοῦ ἀπὸ τοῦ προγεγραμμένου λόγου· Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθιζάνοντα τὸν υἱὸν κύκλῳ περιεστᾶσιν ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἴσμεν ταῦτα καὶ ἡμεῖς καὶ σύμφαμεν, ἀλλ' οὐ ταῦτα τὸν υἱὸν τρισάγιον νομοθετεῖ.
17 Τοῦ μακαρίου Πρόκλου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον· Ἐπὶ σταυροῦ ἐπήγνυτο καὶ ὁ θρόνος αὐτοῦ ἐν οὐρανοῖς οὐκ ἐγυμνοῦτο, ἐν τάφῳ κατεκλείετο καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡσεὶ δέρριν, ἐν νεκροῖς ἐλογίζετο καὶ τὸν ᾅδην ἐσκύλευσε, κάτω πλάνος ἐσυκοφαντεῖτο καὶ ἄνω «ἅγιος, ἅγιος, ἅγιος» ἐδοξολογεῖτο. Ἐγὼ μὲν οὖν καὶ ἐν μιᾷ καὶ ἐν δυσὶ καὶ πλείοσι παλαιαῖς βίβλοις ἅπαξ τὸ ἅγιος ἀνέγνων τὸν ἱερώτατον Πρόκλον λέγοντα. Εἰ δὲ καὶ τρὶς αὐτὸν φάναι τὸ ἅγιος δώσομεν, τῆς αὐτῆς ἐννοίας ἔχεται τοῖς προγεγραμμένοις, ὅτιπερ ὡς εἷς τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι τῶν σεραφὶμ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ.»
English
Again from the same, from the aforementioned discourse: But if he were without glory and far from being worshiped, what did the seraphim learn, that they stand around in a circle the Son seated on the throne of the Godhead, honoring him with hymns and doxologies, and naming him Lord Sabaoth, and saying that heaven and earth are full of his glory? We know these things and agree, but these things do not legislate that the Son is thrice-holy.
From the blessed Proclus of Constantinople, from the discourse on the holy Theotokos: He was nailed to the cross and his throne in the heavens was not stripped bare; he was shut in a tomb and he stretched out heaven like a hide; he was reckoned among the dead and he despoiled Hades; below he was slandered as a deceiver and above he was glorified with "Holy, Holy, Holy." Now I have read the most sacred Proclus saying "Holy" once in one and in two and in more ancient books. But if we also grant that he said "Holy" three times, it holds the same meaning as the aforementioned, namely that as one of the Holy Trinity he is glorified together with the Father and the Spirit by the seraphim crying out: "Holy, Holy, Holy, Lord Sabaoth.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:24 · narrative
Source
18 Τοῦ αὐτοῦ ἁγίου Πρόκλου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον, οὗ ἡ ἀρχή· Πᾶσαι μὲν αἱ μαρτυρίαι καὶ πανηγύρεις· Οὐδὲν τοίνυν ἐν βίῳ οἷον ἡ θεοτόκος Μαρία. Περίελθε, ὦ ἄνθρωπε, πᾶσαν τὴν κτίσιν τῷ λογισμῷ καὶ βλέπε, εἰ ἔστιν ἴσον ἢ μεῖζον τῆς ἁγίας θεοτόκου. Περινόστησον τὴν γῆν, περίβλεψαι τὴν θάλασσαν, πολυπραγμόνησον τὸν ἀέρα, τοὺς οὐρανοὺς τῇ διανοίᾳ ἐρεύνησον, τὰς ἀοράτους πάσας δυνάμεις ἐνθυμήθητι καὶ βλέπε, εἰ ἔστιν τοιοῦτον θαῦμα ἐν πάσῃ τῇ κτίσει. Οὐρανοὶ μὲν γὰρ δόξαν διηγοῦνται θεοῦ, ἄγγελοι λειτουργοῦσι μετὰ φόβου, ἀρχάγγελοι προσκυνοῦσι μετὰ τρόμου, τὰ χερουβὶμ μὴ φέροντα φρίττει, τὰ σεραφὶμ οὐ πλησιάζουσι περιιπτάμενα καὶ κεκραγότα τρόμῳ· «Ἅγιος, ἅγιος, ἅγιος· πλήρης ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ.» Καὶ τοῦτο δῆλον, ὡς τῆς τῶν προτέρων ἐννοίας ἤρτηται, ἀλλ' ἀκουέτωσαν οἱ ταῦτα προφέροντες καὶ ἐπιγινωσκέτωσαν. Πέπεισμαι δέ, ὡς ἐπιγνώσονται καὶ τὴν περὶ τούτων φωτισθήσονται πληροφορίαν, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς. Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως καὶ τριάδος λόγου, οὗ ἡ ἀρχή·
English
From the same holy Proclus, from the encomium on the holy Theotokos, whose beginning is: "All the testimonies and festivals." Nothing, then, in life is like the Theotokos Mary. Go around, O man, all creation with your reason and see whether there is anything equal or greater than the holy Theotokos. Travel through the earth, look around the sea, investigate the air, search the heavens with your mind, consider all the invisible powers, and see whether there is such a wonder in all creation. For the heavens declare the glory of God, angels minister with fear, archangels worship with trembling, the cherubim tremble, not bearing it, the seraphim do not approach, flying around and crying out with trembling: "Holy, holy, holy; the earth is full of his praise." And this is clear, that it depends on the understanding of those before, but let those who utter these things hear and recognize it. And I am persuaded that they will recognize it and will be enlightened with full assurance concerning these things, if indeed the Spirit of God dwells in them. From Saint Athanasius, from the discourse on the incarnation and the Trinity, whose beginning is:
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:25 · narrative
Source
Οἱ κακοτέχνως· Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ λέγοντα τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δοξολογοῦσι. Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος· Πῶς εἴποι τὰ σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος», μὴ διδαχθέντα παρὰ τοῦ πνεύματος, ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν; Ἀπήλλαξεν ἡμᾶς ὁ πατὴρ λογολεσχίας ἀριδήλως εἰπών, «ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν». Οὐ γὰρ εὐσεβὲς δὶς ἢ τετράκις, ἀλλὰ τρὶς καὶ ἅπαξ· τρὶς μὲν τὸ «ἅγιος» διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων, ἅπαξ δὲ τὸ «κύριος» διὰ τὸ μοναδικὸν τῆς οὐσίας καὶ τὴν μοναρχίαν. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον, διὰ τί μὴ ἅπαξ τὸ «ἅγιος» καὶ ἅπαξ τὸ «κύριος», διὰ τί μὴ δὶς ἢ τετράκις; Οὐ γὰρ ὁ τρὶς ἀριθμὸς τῇ μιᾷ ἀφιέρωται ὑποστάσει ἢ πλέον τῶν ἄλλων ἀριθμῶν ᾠκείωται.
21 Τοῦ αὐτοῦ ἁγίου Βασιλείου ἐκ τοῦ τετάρτου λόγου τοῦ κατ' Εὐνομίου, οὗ ἡ ἀρχή· Εἰ φύσει θεὸς ὁ υἱός· Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία κεχωρισμένως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡσαΐας ὁ προφήτης· «Εἶδον», ἔφη, «κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί.» Καὶ μετ' ὀλίγα φησίν· «Καὶ εἶπε κύριος πρός με· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ τὰ ἑξῆς.
English
Those who act wickedly: And when the Seraphim give glory, saying for the third time "Holy, holy, holy, Lord Sabaoth," they give glory to Father and Son and Holy Spirit. From Saint Basil, from the work to Amphilochius concerning the Holy Spirit: How could the Seraphim say "Holy, holy, holy, Lord," unless they had been taught by the Spirit how many times it is pious to offer this doxology? The father has freed us from idle chatter by saying plainly, "how many times it is pious to offer this doxology." For it is not pious to do so twice or four times, but three times and once: three times "holy" because of the triad of the hypostases, and once "Lord" because of the singularity of the essence and the monarchy. For if it referred to the Son alone, why not once "holy" and once "Lord," why not twice or four times? For the number three is not consecrated to the one hypostasis, nor is it more proper to it than the other numbers.
From the same Saint Basil, from the fourth discourse against Eunomius, whose beginning is: "If the Son is God by nature": That neither vision nor oracle is separate from Father and Son and Holy Spirit. The prophet Isaiah: "I saw," he said, "the Lord Sabaoth seated on a throne high and lifted up. And the Seraphim stood round about him, six wings to the one and six wings to the one." And after a little he says: "And the Lord said to me: Go and say to this people: Hearing you shall hear and in no way understand, and seeing you shall see and in no way perceive. For the heart of this people has grown fat," and so on.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:26 · narrative
Source
Ὅσον μὲν οὖν κατὰ ταύτην τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶν πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ προφήτῃ. Ὁ μέντοι τῆς βροντῆς υἱὸς ἐξαίσια φθεγξάμενος καὶ βροντῆς εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ «οὐκ ἦν», ἀλλὰ τὸ «ἦν ὁ λόγος», τὸν υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· «Διὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ καὶ πεπώρωται ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ συνῶσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Ὁ δὲ Παῦλος τοῦ πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν καὶ τὴν χρησμῳδίαν εἶναι λέγων· «Καλῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Ὁ προφήτης τοῦ πατρὸς εἰσηγεῖται τὸ πρόσωπον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου, ὁ εὐαγγελιστὴς τοῦ υἱοῦ, ὁ Παῦλος τοῦ πνεύματος, ἕνα κύριον σαβαὼθ τὸν ὀφθέντα κοινῶς ὀνομάζοντες. Διῄρηται αὐτοῖς ὁ περὶ τῆς ὑποστάσεως λόγος ἀδιαιρέτου μένοντος ἐν αὐτοῖς τοῦ περὶ ἑνὸς θεοῦ φρονήματος. Διῄρηται γὰρ ἀδιαιρέτως ὁ περὶ τῆς ὑποστάσεως τρόπος καὶ λόγος. Διὸ «ἅγιος, ἅγιος, ἅγιος» τριαδικῶς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, «κύριος» δὲ ἅπαξ διὰ τὸ μοναδικὸν τῆς θεότητος.
English
As far, then, as concerns this position and the sequence of the prophetic writing, the one who is over all is the Father who appeared and gave oracles to the prophet. However, the son of thunder, who uttered extraordinary things and spoke things more fearful than thunder, whose own phrase is not "he was not" but "the Word was," said that it was the Son who appeared and gave oracles to the prophet. For he says in his own writing: "For this reason the Jews could not believe in Jesus, because Isaiah said concerning them: Their eyes have been blinded and their heart has been hardened, lest they see with their eyes and understand with their heart and turn, and I heal them. These things Isaiah said when he saw his glory." But Paul declared that the vision and the oracle were of the Spirit, saying: "Well did the Holy Spirit say through the prophet Isaiah to your fathers: You will hear with hearing and surely not understand, and seeing you will see and surely not perceive; for the heart of this people has grown dull." The prophet sets forth the person of the Father, the evangelist that of the Son, Paul that of the Spirit, all naming together the one Lord Sabaoth who appeared. Their account concerning the hypostasis is divided, while the mind concerning the one God remains undivided among them. For the manner and account concerning the hypostasis is divided indivisibly. Therefore "Holy, holy, holy" is said triadically because of the threefoldness of the hypostases, but "Lord" once because of the singularity of the Godhead.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:27 · narrative
Source
22 Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ λόγου τοῦ εἰς τὰ γενέθλια· Θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν ἢ διὰ τὴν μοναρχίαν ἰουδαΐζοντες ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες· τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα, ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται, κάλλιστά τε καὶ ὑψηλότατα. Καὶ ὁ ἅγιος δὲ Κύριλλος Ἀλεξανδρείας ἐν τῷ περὶ τοῦ πνεύματος λόγῳ πρὸς
Ἑρμείαν, οὗ ἡ ἀρχή· Πόνων ἀγαθῶν· Τί δέ, οὐχὶ καὶ αὐτοὺς τοὺς τοῦ θεοῦ λόγους πνεύματος εἶναί φησιν ἡ γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος τὴν ἐξαίσιον ἡμᾶς καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγούμενος· «Εἶδον», φησίν, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών· «Ἤκουσα», φησίν, «κυρίου σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.» Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ μονογενοῦς φησιν· «Ταῦτα εἶπεν Ἡσαΐας, ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ». Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν·
English
From Saint Gregory the Theologian, from the oration On the Nativity: But when I say God, I mean Father and Son and Holy Spirit; for the Godhead is neither poured out beyond these, lest we introduce a multitude of gods, nor confined within these, lest we be condemned for a poverty of Godhead, either judaizing because of the monarchy or hellenizing because of the abundance; for the evil in both is alike, even though it is found in opposites. Thus, then, the holy of holies, which is both veiled and glorified by the seraphim with three sanctifications, converges into one lordship and Godhead, which has also been philosophized by some other of those before us, most excellently and most sublimely. And Saint Cyril of Alexandria also, in the discourse On the Spirit, to Hermeias, whose beginning is "Of good labors": But what—does not the Scripture say that the very words of God are of the Spirit? For the inspired Isaiah, recounting that extraordinary and most awe-inspiring vision of God, says: "I saw the Lord Sabaoth seated on a high and lifted-up throne," and having added what comes in between, he says: "I heard the Lord Sabaoth saying: Whom shall I send, and who will go to this people? And I said: Behold, here am I, send me. And he said: Go and say to this people: Hearing you shall hear and not understand, and seeing you shall see and not perceive." But the inspired John says concerning the Only-begotten: "These things Isaiah said when he saw his glory and spoke concerning him." And Stephen, the wisest, said, addressing the Jews:
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:28 · narrative
Source
«Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν.» Ἆρα οὐκ ἐναργὲς ἤδη πως, ὡς ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν, τί μέν ἐστιν πατήρ, τί δὲ καὶ υἱός, τί δὲ δὴ καὶ τὸ πνεῦμα, εὖ μάλα διαγινώσκεται, συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικὴν πάντα δὴ πάντων παρουσία τε καὶ λόγοι καὶ μέθεξις ἐνέργειά τε καὶ δόξα καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν; Τί δέ, οὐχὶ ἄρα γε καὶ ὁ μικρὸν γοῦν δογματικῆς γεγευμένος εἴσεται σαφῶς, ὡς ὁ τρισάγιος ὕμνος «ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν», ὡς καὶ ὁ θεοφόρος ἔφη πατήρ, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον δείκνυσι, «συμβάσει δὲ τῇ πρὸς ἑνότητα φυσικὴν» καὶ μοναρχίαν τὸ «κύριος». Ὁ γὰρ τρὶς ἀριθμὸς τριῶν ἐστι σημαντικός, ἑνὸς δὲ ἡ μονάς. Οὐκοῦν «ἅγιος, ἅγιος, ἅγιος» καὶ τρισάγιος, ὅτι τρεῖς ὑποστάσεις· «κύριος», ὅτι εἷς αἱ τρεῖς ὑποστάσεις θεός. Εἷς δὲ τὰ τρία θεός, ὅτι μία θεότης καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει οὐκ ἐξισταμένων οὔτε μὴν συντιθεμένων ἢ συναλειφομένων τῶν ὑποστάσεων. Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσσης ἐκ τοῦ κατ' Εὐνομίου πρώτου λόγου· Ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἡσαΐᾳ σεραφίμ, παρ' ὧν ἐναργῶς τὸ τῆς τριάδος ἐκηρύχθη μυστήριον, ὅτε τὴν «ἅγιος» φωνὴν τὸ ἐν ἑκάστῳ τῶν ἐν τῇ τριάδι κάλλος καταπλησσόμενα θαυμαστικῶς ἐξεβόησεν.
English
You stiff-necked and uncircumcised in heart, you always resist the Holy Spirit as your fathers did." Is it not already in some way clear that by the distinctness according to individual hypostasis, what the Father is, what the Son is, and what indeed the Spirit is, is very well discerned, while by their convergence toward natural unity, all things of all are present—both words and participation, activity and glory, and all that adorns the divine nature? And what—will not even one who has tasted but a little of doctrine know clearly that the thrice-holy hymn "by distinctness according to individual hypostasis," as the God-bearing Father also said, shows the Father and the Son and the Holy Spirit, and "by convergence toward natural unity" and monarchy, the word "Lord"? For the number three signifies three, and the unit signifies one. Therefore "Holy, Holy, Holy" and thrice-holy, because there are three hypostases; "Lord," because the three hypostases are one God. And the three are one God, because there is one Godhead, and the things that come from it have their reference toward one, the hypostases neither being estranged nor yet compounded or conflated. From Saint Gregory of Nyssa, from the first book Against Eunomius: Likewise also the seraphim in Isaiah, by whom the mystery of the Trinity was clearly proclaimed, when, struck with wonder at the beauty of "Holy" in each one of the Trinity, they cried it out in amazement.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:29 · narrative
Source
Ἰδοὺ δὴ σαφῶς ἔφη ὁ θεηγόρος πατήρ, διὰ τοῦ τρισαγίου ὕμνου «ἐναργῶς τὸ τῆς τριάδος κεκηρύχθαι μυστήριον» διὰ μὲν τοῦ τρὶς βεβοῆσθαι τὸ «ἅγιος» τὴν τῶν προσώπων τριάδα, διὰ δὲ τοῦ ἅπαξ κεκράχθαι τὸ «κύριος» τὸ ἑνιαῖον τῆς φύσεώς τε καὶ κυριότητος. Καὶ ὁ ἅγιος δὲ καὶ θαυμαστὸς Ἐπιφάνιος ὧδέ πή φησιν ἐν τῷ ἐπιγεγραμμένῳ Ἀγκυρωτῷ λόγῳ· Διὰ δὲ τῆς τριττῆς μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι φανερῶν τῶν φωνῶν τῶν σεραφὶμ καὶ χερουβὶμ κραζόντων τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος»· οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται. Οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα καὶ πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικὰς τὸ «ἅγιος, ἅγιος, ἅγιος» καὶ οὐ λέγουσιν ἅγιοι, ἅγιοι, ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸ τρισάριθμον ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιστείαν, μονοειδῶς δὲ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν. Ἀπήλλαξεν ἡμᾶς ὁ θεοφάντωρ οὗτος πατὴρ περὶ τῶν πραγμάτων ἀριδήλως ἀποφηνάμενος, ὡς οὐ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ μιᾶς ἢ τετάρτης φωνῆς, ἀλλὰ τριῶν καὶ αὐτῶν ἑνικῶν. Τίνος ἕνεκα; Ὅτι οὐ μιᾶς ὑποστάσεως ἐνδεικτικὸς ὁ ὕμνος, ἀλλὰ τῶν τριῶν. Ὥσπερ οὖν οὐ διὰ δύο φωνῶν ἢ τεττάρων ὁ ὕμνος ἐκτελεῖται, ἀλλὰ διὰ τριῶν διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, οὕτω τῶν τριῶν ὑποστάσεων ἐνδεικτικὸς ὢν ὁ τρισάγιος ὕμνος ἐπὶ μιᾶς τῶν ὑποστάσεων λέγεσθαι χώραν οὐκ ἔχει.
English
Behold, indeed, the God-inspired father has clearly said that through the thrice-holy hymn "the mystery of the Trinity has been manifestly proclaimed"—through the crying out of "Holy" three times, the Trinity of persons, and through the shouting of "Lord" once, the oneness of nature and lordship. And the holy and wondrous Epiphanius speaks somewhere thus in the discourse entitled Ancoratus: But through the threefold testimony let them receive the Holy Spirit and be filled with the manifest voices of the seraphim and cherubim crying out "Holy, holy, holy" a third time; for not through two voices is the glorification in heaven accomplished. Nor do the same holy and invisible and spiritual living creatures cry out a fourth time, nor do they render a fourth voice, nor a single one only, but three voices in the singular, "Holy, holy, holy," and they do not say "holy, holy, holy" in the plural, lest they make the singular many-named nor hide the threefold number of the three, but they give the sanctification three times, yet they utter the word in a single form and in the singular, lest they name a multiplicity of gods. This father, taught of God, has set us free, having declared the matters most clearly, that not through two voices is the glorification in heaven accomplished, nor through one or a fourth voice, but through three, and those singular. For what reason? Because the hymn is not indicative of one hypostasis, but of the three. Just as, therefore, the hymn is not accomplished through two voices or four, but through three, because of the threefold nature of the hypostases, so the thrice-holy hymn, being indicative of the three hypostases, has no place to be said of one of the hypostases.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:30 · narrative
Source
Ἀδύνατον οὖν, ὡς ἔφην ἀνωτέρω, ὡρισμένον ἀριθμὸν ἐπὶ θεοῦ λέγειν εἰ μὴ τὸν ἑνικὸν καὶ τὸν τριαδικὸν
διὰ τὸ ἑνικὸν τῆς φύσεως καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων. Καὶ ὁ μὲν ἑνικὸς ἀριθμὸς κατὰ τῶν τριῶν ὑποστάσεων φέρεται, θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ πολυθεΐα νομισθῇ ἡ μοναρχία καὶ διαιρεθῇ ὁ εἷς καὶ ἀδιαίρετος θεὸς τῶν ἑαυτοῦ ἐνυποστάτων δυνάμεων. Θεὸς γὰρ καὶ ὁ τούτου λόγος καὶ τὸ πνεῦμα εἷς θεός, εἰ καὶ ἕκαστον τελεία ὑπόστασις διὰ τὸ ὑπερφυὲς τῆς θεότητος. Ὁ δὲ τριαδικὸς ἀριθμὸς κατὰ μιᾶς ὑποστάσεως οὐκ ἔστιν. Οὐ γὰρ τρισυπόστατος ἑκάστη ὑπόστασις, ἵνα διὰ τοῦ τρισσοῦ ἀριθμοῦ τὸ τρισυπόστατον δειχθῇ ἑκάστης ὑποστάσεως. Ἄπαγε, ἄπαγε. Οὐκ εὐσεβοῦς λογισμοῦ ταῦτα, ἀλλ' ἔξω νοῦ τοῦ καθήκοντος.
26 Ταῦτα, ὦ πάτερ θειότατε, στύλε καὶ ἑδραίωμα τῆς ἀληθείας, πᾶσι τοῖς πατράσι καὶ ἀδελφοῖς καὶ παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι ἀναγνωσθῆναι ἐκλιπαροῦμεν, καὶ λόγῳ ἐπιεικείας παρακληθῆναι τὸν πατέρα ἡμῶν τὸν κῦριν ἀββᾶν Ἀναστάσιον, τὸν κλεινὸν καθηγεμόνα τῆς εὐαγοῦς μονῆς τοῦ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου, παύσασθαι μὲν τῆς τοιαύτης ἐνστάσεως, σὺν ἡμῖν δὲ τοῖς θεολήπτοις πατράσι κατ' ἴχνος ἀκολουθοῦντα·
English
It is impossible, then, as I said above, to speak of a definite number in God except the singular and the triad, because of the singularity of the nature and the triad of the hypostases. And the singular number is applied to the three hypostases—God and God and God, but one God and not three Gods, the Father and the Son and the Holy Spirit—so that the monarchy not be thought polytheism and the one and indivisible God not be divided from his own enhypostatic powers. For God and his Word and the Spirit are one God, even if each is a perfect hypostasis because of the transcendence of the divinity. But the triad number is not applied to one hypostasis. For each hypostasis is not three-hypostatic, so that by the triple number the three-hypostatic character of each hypostasis be shown. Away, away. These things are not of a pious reasoning, but outside the fitting mind.
These things, O most divine father, pillar and foundation of the truth, we entreat to be read to all the fathers and brothers and to the whole fullness of the church, and that by a word of gentleness our father the lord Abba Anastasius, the renowned leader of the venerable monastery of our God-bearing father Euthymius, be exhorted to cease from such insistence, and, following in the footsteps with us who are God-inspired fathers,
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:31 · narrative
Source
«Ἅγιος», λέγειν, «ὁ θεὸς» καὶ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς τοῦ θεοῦ ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς σαρκὶ δι' ἡμᾶς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον, ὁ εἷς κύριος σαβαώθ, «ἐλέησον ἡμᾶς», καὶ μήτε ἡμῶν κατηγορεῖν μήτε τοῦ τρισμάκαρος Ἰωάννου τοῦ πατριάρχου ὡς πεπεισμένων ἐπὶ μιᾶς τῶν θεαρχικῶν ὑποστάσεων λέγειν τὸν τρισάγιον ὕμνον. Πᾶς γάρ, ὅστις οὕτω φρονεῖ ἢ λέγει, κοινωνός ἐστι τῆς τοῦ κναφέως τοῦ βαναύσου σκαιότητος. Τίς γὰρ οἶδε τοῦ μακαριωτάτου Ἰωάννου τοῦ πατριάρχου νόημα ἐμοῦ πλέον; Οὐδείς. Ὅς, ἵνα τἀληθὲς εἴπω, οὐκ ἀνέπνευσε πνοὴν δογματικὴν πώποτε, ἣν ἐμοὶ ὡς μαθητῇ οὐκ ἀνέθετο. Τί μὴ ζῶντος καὶ φθεγγομένου τοῦ ἱεροῦ ἀνδρὸς ταῦτα περὶ αὐτοῦ λέλεκτο; Οὐκ ἔστι ταῦτα ἀλλ' ἢ σκήψεις τινὲς πλεῖστον ὅτι τὸ βέβαιον οὐκ ἔχουσαι. Μὴ δυσφημείτωσαν τὸν ζηλωτὴν καὶ πῦρ ὀρθοδοξίας πνεύσαντα, μόσχον φημὶ τὸν ἀοίδιμον, τὸν πάσης κενοφωνίας ἐξοριστὴν καὶ ἀναιρέτην, ὡς τῆς θεολογίας τοῖς ἱεροῖς κεκοινωνηκότα πατράσιν, ἀλλὰ τοῦτον τοῦ ζήλου ἀποδεχέσθωσαν καὶ ὡς ἱερὸν καὶ ἀοίδιμον εὐφημείτωσαν. Ὁ θεὸς ὁ τῆς εἰρήνης, πατὴρ Χριστοῦ τοῦ θεοῦ ἡμῶν– αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν–, ἐμπλήσει τὰς καρδίας ἡμῶν πνεύματος ἁγίου εἰς τὸ δοκιμάζειν τὰ διαφέροντα καὶ ἀπελάσει πᾶσαν πονηρὰν ἔνστασιν ἀφ' ἡμῶν εἰρηνοποιῶν τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν, ἣν ἐκτήσατο αὐτῷ ὁ ἀγαπητὸς αὐτοῦ υἱὸς Ἰησοῦς ὁ ὑπέρθεος τῷ τιμίῳ αὑτοῦ αἵματι. Εὔχου ὑπὲρ ἡμῶν, θεοτίμητε, ὡς θεοτίμητος.
English
Holy," it says, "is God" and Father; "holy, mighty" is the Son of God, who was incarnate and crucified in the flesh for our sake; "holy, immortal" is the Holy Spirit, the one Lord of Sabaoth, "have mercy on us"; and neither to accuse us nor the thrice-blessed John the patriarch, as though they were persuaded to speak the Trisagion hymn of one of the divine-ruling hypostases. For everyone who thinks or speaks thus is a partaker of the perversity of the vulgar fuller. For who knows the mind of the most blessed John the patriarch more than I? No one. He, to speak the truth, never breathed a doctrinal breath that he did not entrust to me as his disciple. Why were these things not said about him while the sacred man was alive and speaking? These are nothing but certain pretexts that for the most part have no firmness. Let them not slander the zealous one who breathed fire of orthodoxy—I mean the ever-memorable calf, the expeller and destroyer of all empty speaking—as though he had shared in the sacred things of theology with the fathers; but let them accept this man's zeal and praise him as sacred and ever-memorable. The God of peace, the Father of Christ our God—for he himself is our peace—will fill our hearts with the Holy Spirit for the discerning of what differs and will drive away every evil assault from us, making peace for his holy church, which his beloved Son Jesus, who is above God, acquired for himself with his precious blood. Pray for us, O God-honored one, as one who is God-honored.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:32 · narrative
Source
27 Προσθετέον δὲ τῷ λόγῳ καὶ τάδε· Ἐν τῇ ἱερᾷ προσκομιδῇ τῆς τελετῆς τῶν θείων μυστηρίων μετὰ τὸ εἰπεῖν τὸν λαὸν τὸν τρισάγιον ὕμνον ὁ ἱερεὺς ὥσπερ ἑρμηνεύων τὸν ὕμνον φησίν· «Ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, καὶ πάσης ἁγιωσύνης κύριος καὶ δοτήρ· ἅγιος καὶ ὁ μονογενής σου υἱός, δι' οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη σου τοῦ θεοῦ.» Διὰ τί μὴ λέγει ἅγιος, ἅγιος, ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, ἅγιος, ἅγιος, ἅγιος», ὁ μονογενής σου υἱός, ἀλλὰ κοινῶς μὲν τῇ τριάδι «ἅγιος, ἅγιος, ἅγιος», καθ' ἑκάστην δὲ τῶν ὑποστάσεων ἅπαξ τὸ ἅγιος; Καὶ ἐν τῇ ὑψώσει δὲ τοῦ ἄρτου τῆς εὐχαριστίας οὐ λέγομεν· Τρὶς ἅγιος ἢ τρὶς κύριος, ἀλλ'· «Εἷς ἅγιος, εἷς κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρὸς σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα.»
28 Ἐπειδὴ δὲ τὸν τρισάγιον ὕμνον ἐν ταῖς συνήθεσιν εὐχαῖς τρίτον φαμέν, ἄξιον καὶ περὶ τούτου διαλαβεῖν, ὅτιπερ οὐχ ἅπαξ τῷ πατρὶ καὶ οὐχ ἅπαξ τῷ υἱῷ καὶ οὐχ ἅπαξ τῷ ἁγίῳ πνεύματι τὸν τρισάγιον ὕμνον προσάγομεν, ἀλλὰ κοινῶς τῇ ἁγίᾳ τριάδι τρὶς
English
To this account we must also add the following. In the sacred offering of the celebration of the divine mysteries, after the people have said the Trisagion hymn, the priest, as it were interpreting the hymn, says: "Holy are you, King of the ages, and Lord and giver of all holiness; holy also is your only-begotten Son, through whom you made all things; and holy is your all-holy Spirit, which searches all things, even your depths, O God." Why does he not say, "Holy, holy, holy are you, King of the ages; holy, holy, holy is your only-begotten Son," but rather says "Holy, holy, holy" commonly of the Trinity, and for each of the hypostases once "Holy"? And at the elevation of the bread of the Eucharist we do not say "Thrice holy" or "Thrice Lord," but "One is holy, one is Lord, Jesus Christ, to the glory of God the Father, with the Holy Spirit, to whom be the glory."
Since we say the Trisagion hymn three times in the customary prayers, it is worth discussing this too: that it is not once to the Father and once to the Son and once to the Holy Spirit that we offer the Trisagion hymn, but commonly to the Holy Trinity three times
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:33 · narrative
Source
τὸν τρισάγιον ὕμνον προσφέρομεν. Τὰ μὲν γὰρ σεραφὶμ ἀεὶ τῷ θεῷ παριστάμενα ἀκαταπαύστως τὴν τρισάγιον προσάγει δοξολογίαν, ἡμεῖς δέ, ἐπειδὴ ἐν ὡρισμέναις ὥραις τεταγμένον τὸν ὕμνον τῷ θεῷ ἀναπέμπομεν, οἰκείως καὶ προσφόρως τὸ τρισάγιον ἐκ τρίτου κοινῶς τῇ τριάδι προσνέμομεν. Καὶ ἐν πᾶσι δὲ τούτου χάριν τὸν τρισάριθμον τῶν λοιπῶν προτιμῶμεν, ὡς τῆς ἁγίας τριάδος ὄντα δηλωτικὸν καὶ ὡς ἐξ αὐτῆς τὴν πληρότητα καὶ τελειότητα κεκτημένον. Μονὰς γὰρ ἄποσος, δυὰς δὲ ἀρχὴ ἀριθμοῦ, τριὰς δὲ ἀριθμὸς τέλειος. Ἀλλ' οὐ διὰ τὸν ἀριθμὸν ἡ θεότης ἐν τριάδι, ἀλλὰ διὰ τὸ εἶναι τὴν θεότητα ἐν τριάδι ὁ τρεῖς ἀριθμὸς τέλειος. Μονὰς γὰρ ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη· ἀρχὴ γὰρ τῶν ὄντων καὶ αἰτία ὁ θεός. Ἐκ τῆς ἀρχῆς οὖν καὶ τῆς τῶν ὄντων αἰτίας ἔλαβεν ὁ ἀριθμὸς ταύτην τὴν δύναμιν, ὅτι, ὥσπερ ὁ πατὴρ γεννήτωρ υἱοῦ καὶ προβολεὺς πνεύματος, οὕτως καὶ ὁ ἀριθμὸς εἰς δυάδα ἐρχόμενος καὶ καταντῶν μέχρι τριάδος ἵσταται. Διὸ καὶ ὁ ἑνικὸς ἀριθμὸς ὁ ἕνα σημαίνων, καὶ δυϊκὸς ὁ δύο σημαίνων, καὶ πληθυντικὸς ὁ τρεῖς σημαίνων, καὶ οὐκέτι ἕτερος χαρακτήρ. «Ὁ γὰρ ἄνθρωπος» λέγομεν ἐπὶ ἑνὸς ἀνθρώπου καὶ «τὼ ἀνθρώπω» ἐπὶ δύο καὶ «οἱ ἄνθρωποι» ἐπὶ τριῶν, καὶ ἐπὶ θεοῦ «μία ὑπόστασις» πατρός, «δύο ὑποστάσεις» πατρὸς καὶ υἱοῦ, «τρεῖς ὑποστάσεις» πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ ὑποστάσει διαφέρει ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁμοίως καὶ τρεῖς ὑποστατικαὶ ἰδιότητες.
English
We offer the Trisagion hymn. For while the seraphim, who stand ever before God, unceasingly bring the thrice-holy doxology, we, since at appointed hours we send up the ordained hymn to God, fittingly and suitably assign the Trisagion, said three times in common, to the Trinity. And in all things, for this reason, we prefer the number three to the others, as being declarative of the Holy Trinity and as having received from it fullness and perfection. For the monad is without quantity, the dyad is the beginning of number, and the triad is a perfect number. But the Godhead is not in a triad because of the number; rather, because the Godhead is in a triad, the number three is perfect. For the monad, having moved from the beginning to the dyad, stood fast at the triad; for God is the beginning and cause of existing things. From the beginning, then, and from the cause of existing things, number received this power, because just as the Father is begetter of the Son and producer of the Spirit, so too number, coming to the dyad and reaching as far as the triad, stands still. Therefore also the singular number, which signifies one, and the dual, which signifies two, and the plural, which signifies three, and no other form besides. For we say "the man" of one man, and "the two men" of two, and "the men" of three, and of God "one hypostasis" of the Father, "two hypostases" of the Father and the Son, "three hypostases" of the Father and the Son and the Holy Spirit, since the Father and the Son and the Holy Spirit differ in hypostasis, and likewise there are three hypostatic properties.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:34 · narrative
Source
Ἐν οἷς δὲ οὐ διαφέρει ὑπόστασις ὑποστάσεως, τουτέστιν ἐν τοῖς φυσικοῖς, οὐκ ἔστιν ἐπὶ θεοῦ πληθυντικῶς ἀριθμῆσαι, ἀλλ' ἐφ' ἑκάστης ὑποστάσεως μοναδικῶς τὰ φυσικὰ εἰπεῖν, καὶ συνάπτοντας δὲ μοναδικῶς πάλιν εἰπεῖν κοινῶς ἐπὶ τῶν τριῶν ὑποστάσεων τὰ φυσικά, καὶ θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοί, διότι ὁ θεὸς καὶ αἱ αὐτοῦ ἐνυπόστατοι δυνάμεις εἷς θεός· διὰ μὲν τὸ ἰδίαν ἔχειν ἕκαστον ὑπόστασιν ἕκαστον τέλειον θεὸν καθ' αὑτὸ λεγόμενον, ὅτι δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοί, ἀλλ' εἷς θεός, διὰ τὸ δυνάμεις εἶναι τοῦ πατρὸς τὸν λόγον καὶ τὸ πνεῦμα. Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ καὶ οὐ πατήρ, ἵνα εἷς ᾖ ὁ πατήρ. Πνεῦμα ἅγιον τὸ πνεῦμα τὸ ἅγιον· ἐκ τοῦ πατρὸς γὰρ διὰ τοῦ υἱοῦ καὶ λόγου προϊόν, οὐχ υἱϊκῶς δέ. Εἰ γὰρ πατρὸς υἱὸς ὁ υἱὸς καὶ υἱὸς τὸ πνεῦμα, ἕξει καὶ ἄλλους υἱοὺς καὶ τοῦτο ἐπ' ἄπειρον. Εἰ δὲ υἱὸς τοῦ υἱοῦ τὸ πνεῦμα, ἕξει καὶ τοῦτο υἱὸν κἀκεῖνο ἕτερον καὶ τοῦτο ἐπ' ἄπειρον, καὶ ἔσονται θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ καὶ δῆμος θεῶν καὶ οὐχ εἷς θεός· ἡμῖν δὲ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ. Λόγος δὲ ἐνυπόστατον γέννημα, διὸ καὶ υἱός· καὶ πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα ἐκ πατρὸς μέν, υἱοῦ δὲ καὶ οὐκ ἐξ υἱοῦ, ὡς πνεῦμα στόματος θεοῦ λόγου ἐξαγγελτικόν. Πάντως δὲ καὶ τὸ στόμα οὐ μέλος σωματικὸν καὶ τὸ πνεῦμα οὐ πνοὴ λυομένη καὶ διαχεομένη. Ἀλλὰ ταῦτα ἄλλης πραγματείας χρῄζει. Τὸ δὲ νῦν ἔχον διευκρινήσαντες ὅση δύναμις καταπαύσωμεν τὸν λόγον.
English
In those things in which one hypostasis does not differ from another hypostasis, that is, in the natural attributes, it is not possible to count plurality in the case of God, but one must speak of the natural attributes of each hypostasis in the singular, and then, joining them together, again speak in the singular and in common of the natural attributes of the three hypostases: God and God and God, but one God and not three Gods, because God and his enhypostatic powers are one God. For by the fact that each has its own hypostasis, each is called a perfect God in itself; but by the fact that they are numbered together, they are not three Gods but one God, because the Word and the Spirit are powers of the Father. The Father is the Father and not the Son, for he is not from anything. The Son is the Son; for he is from the Father and not the Father, so that the Father may be one. The Holy Spirit is the Holy Spirit; for he proceeds from the Father through the Son and Word, but not in a sonship manner. For if the Son is a son of the Father and the Spirit is a son, he will have other sons as well, and this to infinity. And if the Spirit is a son of the Son, this one too will have a son, and that one another, and this to infinity, and there will be many Gods and many Lords and a people of Gods and not one God. But for us there is one God: the Father and his Word and his Spirit. The Word is an enhypostatic offspring, and therefore also Son; and the Spirit is an enhypostatic procession and projection, from the Father indeed, but of the Son and not from the Son, as the Spirit of the mouth of God the Word, declarative. And certainly the mouth is not a bodily member, and the spirit is not a breath that is dissolved and diffused. But these things require another treatise. For the present, having clarified as far as we are able, let us bring our discourse to a close.
khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:35 · narrative
Source
Οἶδα δέ, ὡς καὶ αὐτοὶ θείου πεπληρωμένοι πνεύματος τὰ λείποντα νόμῳ φιλίας ἀναπληρώσετε ἀδιαλείπτως ἡμῶν ὑπερευχόμενοι.
English
But I know that you too, filled with the divine Spirit, will supply what is lacking, in the manner of friendship, praying unceasingly on our behalf.
Citation. Tergwame, “Epistula de hymno trisagio”, khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-of-damascus-epistula-de-hymno-trisagio#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0040 ·
generated 2026-11-15.