Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ, τὸ, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·" καὶ περὶ τοῦ ἐν θαλάσσῃ περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς πρωτοπλάστους κατὰ τῆς παραβάσεως.
αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολ λῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυματουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ' ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυμα τουργῶν οὐκ ἐπαύετο· οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι.
On the saying of the ninety-second psalm, "The rivers have raised their voices," and concerning the Savior walking on the sea, on the five loaves and the two fish, and on the first-formed humans against the transgression.
1. Taking our starting points from what has just been read to us from the Gospel according to Matthew—from the storm on the sea, the Lord's miracle, and the apostles' faint-heartedness—it is timely for us to speak the words of the prophet: "The rivers have raised, O Lord, the rivers have raised their voices, from the voices of many waters; wondrous are the swellings of the sea." What are the swellings of the sea? The Lord's miracle, that by a mere nod he caused the raging sea to become calm. And who are the rivers that have raised their voices in the sea, if not the disciples of the Lord? For the apostles are rivers, as having flowed from the ever-flowing spring of Christ, according to the saying: "He who believes in me, rivers will flow from his belly of living water." And the Lord did not cease working miracles; the apostles did not abandon righteousness, being tossed about on the sea.
Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι. Ποῖον φάντασμα; Ἡ δούλη τὸν Δεσπότην ἐγνώρισε, καὶ οἱ μαθηταὶ τὸν Δεσπότην οὐκ ἐγνώρισαν; Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοή σαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα. Οὐχὶ αὐτὸς ἦν ὁ διὰ τῆς Μωϋσαϊκῆς βακτηρίας τὸν βύθιον κόλπον γυμνώσας, καὶ τοὺς υἱοὺς Ἰσραὴλ κεκονιαμένῳ ποδὶ παροδεῦσαι κατασκευάσας; Ἔδοξαν φάντασμα εἶναι, καὶ ἐφοβήθησαν. Οὕτως Ἐφοβήθησαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ἐφοβήθησαν γὰρ, τὸν λιμένα τῆς ζωῆς κατανοήσαντες πλησιάσαντα. Πάντων δὲ φοβηθέντων, ὁ Πέτρος πλησιάσας ἔφη πρὸς τὸν Κύριον· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐλθέ. Εἶτα πρὸς τοὺς μαθητὰς, Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Οὐ φαντάζω, ἀλλ' ἀληθεύω. Ἐγὼ γὰρ ἡ ἀλήθεια ἐνηνθρώπησα, ἵνα τὸν φαντάζοντα καταργήσω. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τί δοκεῖσθε τῇ τῶν ἀνέμων ἐμπνεύσει; Οὐ περὶ ἐμοῦ ἔλεγε τὸ φάσκον ῥητόν· Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν; Καὶ νῦν τοὺς ἀνέμους ἐξέβαλον, οὐχ ἵνα ταράξω ὑμᾶς, ἀλλ' ἵνα στηρίξω. Ταῦτα τοῦ Κυρίου λέγοντος, πάλιν ὁ Πέτρος προπηδήσας, ὡς θερμὸς τῇ πίστει, ἀπεκρίνατο λέγων· Κύριε, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ τοῖς ῥήμασι γνωριζόμενος, καὶ τοῖς πράγμασιν ἀμφι βαλλόμενος· οὐδαμοῦ γάρ σε κατενοήσαμεν τὴν θάλασσαν πεζεύοντα· εἰ σὺ εἶ ὁ Χριστὸς, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐλθὲ, ἐὰν ἔχῃς πίστιν βαστάζουσάν σε. Οὐδὲν εἰρωνείᾳ χαρίζομαι.
For they, observing the Lord traversing the surface of the sea during the fourth watch of the night, thought it was a phantom. What phantom? Did the slave woman recognize the Master, and the disciples not recognize the Master? Having such proofs of his miracles from him, they doubted, observing him walking on the surface of the sea. Was it not he who, through the staff of Moses, laid bare the deep gulf and made the sons of Israel pass over with dry foot? They thought it was a phantom, and they were afraid. Thus they feared a fear where there was no fear. For they were afraid, observing the haven of life drawing near. But when all were afraid, Peter approached and said to the Lord: "Lord, if it is you, bid me come to you upon the waters." And the Lord said to him: "Come." Then to the disciples: "Take courage, it is I, do not fear. I do not appear as a phantom, but I speak truth. For I, the truth, became incarnate to abolish the one who appears as a phantom. It is I, do not fear. Why are you troubled by the inspiration of the winds? Did not the saying that declares, 'He who brings forth winds from their treasuries,' speak concerning me? And now I have brought forth the winds, not to disturb you, but to strengthen you." While the Lord was saying these things, Peter again leaped forward, being fervent in faith, and answered, saying: "Lord, if you are the Christ made known by words, but doubted by deeds—for we have never observed you walking on the sea—if you are the Christ, bid me come to you upon the waters." And the Lord said to him: "Come, if you have faith that supports you. I grant nothing to irony.
Εἰ μὴ πιστεύεις, οὐ βαδίζεις. Τοῦ δὲ Πέτρου καταπη δήσαντος πρὸς τὴν τοῦ Κυρίου ἐπαγγελίαν, ἤρξατο χω ροβατεῖν τὴν θάλασσαν, ἔχων τὴν πίστιν ἀκλυδώνιστον. Ὡς δὲ προέβη μικρὸν, ἐπειδὴ ἀνθρώπινος ἦν ἕξει, τρο πῇ δουλεύων, ὡς ἄνθρωπος κλονούμενος, ἐδίστασεν, ἐνεχαυνώθη, καὶ πρὸς ἑαυτὸν ἤρξατο λέγειν· Ἄπιστον τὸ φαινόμενον· τὴν θάλασσαν πεζεύω, ἡ ὑγρὰ κόνιν ἐκ βάλλει.
Ἐν τούτῳ τοῦ Πέτρου διστάζοντος ἡ σύνδουλος θάλασσα, ὡς ἐπὶ ἀπίστου δούλου, ἤρξατο κυματοῦσθαι, καὶ παιδεύειν τὸν σύνδουλον, καὶ καταποντίζειν τὸν ἄπι στον. Ὅθεν ὁ Πέτρος κατανοήσας, ὅτι ἡ μὲν πίστις τὴν βάσιν παρεῖχεν, ἡ δὲ
ἀπιστία κλυδώνιον ἔφερεν, ἔκραξε λέγων· Ἐπιστάτα, σῶσον, ἀπόλλυμαι. Τί λέγεις, ὦ Πέτρε; Ὅτε κινδυνεύεις, τότε γνωρίζεις τὸν Δεσπότην; Τί οὖν ὁ Χριστός; Οὐ καταλιμπάνω σε τῷ βυθῷ, ἐκτενῶ τὴν χεῖρα· τὰ γὰρ πάντα ἐν τῇ χειρὶ βαστάζω. Ἐκτείνας δὲ τὴν χεῖρα, φησὶν, ὁ Κύριος ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Πολλὴ τῶν ἀποστόλων ἡ διχόνοια. Πρὸ τῆς ἀναστάσεως ἐκλο νοῦντο· μετὰ τὴν ἀνάστασιν τὸ βέβαιον καρπωσάμενοι, ἀπαρασάλευτοι τῇ πίστει γεγόνασιν. Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρη μός ἐστιν ὁ τόπος, ὅπως ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὅρα μοι καὶ ἐνταῦθα, πῶς ἄπιστον τὸ διανόημα. Τῷ Σωτῆρι προσ ῆλθον λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος· ὁ δὲ Κύριος πρὸς αὐτούς· Ἀπολύσω τὸν ὄχλον;
If you do not believe, you do not walk. And when Peter leaped down in response to the Lord’s promise, he began to walk on the sea, having his faith unshaken by the waves. But when he had advanced a little, since he was human in disposition, yielding to perturbation, being agitated as a man, he hesitated, became slack, and began to say to himself: The phenomenon is incredible; I am treading the sea; the liquid dust casts me forth.
While Peter was hesitating, the sea, his fellow servant, as if against an unbelieving servant, began to swell and to discipline its fellow servant and to drown the unbeliever. Hence Peter, perceiving that faith provided the footing, while unbelief brought the surge, cried out, saying: Master, save me, I am perishing. What are you saying, O Peter? When you are in danger, then you recognize the Master? What then did Christ do? I do not abandon you to the deep; I shall stretch out my hand; for I bear all things in my hand. And stretching out his hand, the Lord, it says, took hold of him and says to him: O you of little faith, why did you hesitate? Great was the discord of the apostles. Before the resurrection they were shaken; after the resurrection, having reaped certainty, they became unshaken in faith. And that before the resurrection they were shaken by many doubts, you heard just now how when evening came the apostles approached the Lord saying: Dismiss the crowd, because the place is deserted, so that they might go off to the surrounding villages and buy provisions for themselves. Observe here too how unbelieving the thought is. They approached the Savior saying: Dismiss the crowd, because the place is deserted; and the Lord said to them: Shall I dismiss the crowd?
τί μοι ἀδοξίαν προσάγετε; τί καταψηφίζεσθε τοῦ διδασκάλου; ἀπολύσω τοὺς ὄχλους, ἵνα ἀγοράσωσι βρώ ματα; καὶ τί ἐροῦσιν οἱ πιπράσκοντες αὐτοῖς τοὺς ἄρ τους; ὅτι ἐμοῦ παρόντος οὗτοι ἄρτους ἀγοράσουσιν;
Εἰ μὴ ἡμῖν ἄρτος, καλῶς τὸ ἀπολύειν ἐπετρέπετε· νῦν δὲ ἄρτος ὑπάρχων, πῶς ἀπολύσω πεινῶντας τοὺς προσμέ νοντάς μοι; Οἱ ὄχλοι προσμένουσι, κἀγὼ τοὺς προσμέ νοντας ἀπελάσω; ποῖος ποιμὴν προβάτων ποιεῖ τοῦτο; Ἐγὼ τῷ Δανιὴλ ἐν τῷ λεοντίῳ λάκκῳ τὸν Ἀμβακοὺμ φακοφόρον παρέπεμψα· ἐγὼ τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ ἔτη τεσσαράκοντα οὐρανόθεν τὸ μάννα ἐχορήγουν τοῖς ἀχαρίστοις, καὶ τοὺς εὐχαρίστους λιμαγχονήσω; Οὐ μὴν, οὐδαμῶς. Δότε ὑμεῖς αὐτοῖς φαγεῖν. Οἱ δὲ ἀπόστολοί φασι· Δῶμεν αὐτοῖς φαγεῖν; πόθεν δῶμεν τοῖς ἐπιτα γεῖσι μηδὲν αἴρειν εἰς ὁδόν; Πλὴν πέντε ἄρτων καὶ δύο ἰχθύων οὐκ ἔχομέν τι πλέον· καὶ τί εἰσι ταῦτα εἰς πεντακισχιλίους ἄνδρας ἄνευ γυναικῶν καὶ παιδίων; Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς· Πόθεν δῶτε; Ἔχετε τὸ γαζοφυλάκιον τῆς πίστεως. Οὐκ εἶπον ὑμῖν, ὅτι Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται; Ὄρη μεθίστανται, καὶ ἄρτοι οὐ πληθύνονται; Δῶτε αὐτοῖς ὑμεῖς φαγεῖν. Τῶν δὲ παραιτουμένων, καὶ πρὸς τὴν δόσιν ἰλιγγιώντων, ὁ Κύριος πρὸς αὐτούς· Ἀνακλίνατε τοὺς ὄχλους. Ἐγὼ τῇ διανοίᾳ [λ. ἐπὶ τῇ διακονίᾳ] στέλλομαι· οὐ παραιτοῦμαι τοῖς δούλοις ὑπηρε τῶν. Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ παραιτοῦμαι.
Why do you bring dishonor upon me? Why do you condemn the teacher? Shall I dismiss the crowds so that they may buy food? And what will those who sell them the loaves say? That in my presence these people will buy loaves?
If there were no bread for us, you would rightly permit dismissal. But now that bread exists, how can I dismiss those who are hungry and waiting for me? The crowds are waiting, and shall I drive away those who wait? What shepherd of sheep does this? I sent Habakkuk the lentil-bearer to Daniel in the lion’s den; I supplied manna from heaven to the sons of Israel for forty years, to the ungrateful, and shall I starve the grateful? No, not at all. You give them food. But the apostles say: Shall we give them food? From where shall we give, when we have been commanded to take nothing for the road? Yet we have no more than five loaves and two fish; and what are these for five thousand men, apart from women and children? And the Lord says to them: From where will you give? You have the treasury of faith. Did I not tell you that if you have faith, as a mustard seed, you will say to this mountain, “Be lifted and cast into the sea,” and it will happen? Mountains are moved, and shall loaves not be multiplied? You give them food. And when they decline, and are dizzy at the giving, the Lord says to them: Make the crowds recline. I am sent for the service; I do not refuse to serve my servants. For this is my ancient practice: I served Adam in paradise; what I did there, I do not refuse here.
βʹ. Ἔστι δὲ πάντως εἰπεῖν, τίνα καὶ πότε ὁ Θεὸς τὸν [φ. τοῦ] Ἀδὰμ διακονίαν μετῆλθεν. Ἄκουε συνετῶς. Καλὸν γὰρ ἀποτίσαι τῆς ἕκτης ἡμέρας τῆς τελευταίας τοῦ Θεοῦ δημιουργίας, ἐν ᾗ τὴν ἐπαγγελίαν ἐποιησάμεθα. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά νων τῶν ἑαυτοῦ κτισμάτων. Ἴστε πάντες σαφῶς, πῶς ἐν τῷ παραδείσῳ ὁ δημιουργὸς καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψη λοῦ τόπου, προσήγαγεν αὐτῷ ἕκαστον τῶν ζώων. Ὁ Δεσπότης ἐξ ἀρχῆς οὐ παρῃτήσατο δούλῳ ὑπηρετῶν, τῷ ἰδίῳ κτίσματι· ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγ γελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς ἐπὶ χόρτου, καὶ λαβὼν τοὺς ἄρτους ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν. Ἐξ ὧν καὶ ἐν τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων· ὅπερ ἡ Γραφὴ παρέστησε λέ γουσα· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ,
2. It is certainly possible to ask what service God performed for Adam, and when. Listen attentively. For it is good to pay off the debt of the sixth day, the last of God’s creation, concerning which we made a promise. For this reason the Creator served Adam alone, taking him as both a co-creator and a partner in his own creations. You all know clearly how in Paradise the Creator, having seated Adam on a high place, brought each of the animals before him. The Master from the beginning did not refuse to serve a slave, his own creation; just as in the Gospel passage just read he did not refuse to serve his slaves: he made them recline on grass, and taking the loaves he broke them and gave them to the disciples to offer, nourishing, multiplying, working wonders, providing what was necessary. Just as in Paradise, in the ancient creation, bearing his goodness, the Creator, having seated Adam on a high place, brought each of the animals before him one by one, so that if Adam wished anything, he might call it by name, taking him as a partner in his own creations. This is what Scripture set forth when it says: “And God further formed from the earth all the wild beasts of the field and all the cattle, and brought them to Adam.
ἰδεῖν τί καλέσαι αὐτά. Μάθω σιν, ὅτι διὰ σὲ παρήχθησαν. Τὴν ἐμὴν δέχου οἰκονομίαν.
Μή τι τοσοῦτον ἐπὶ ἀγγέλου, ἢ ἐπὶ ἄλλης κτίσεως, οἷον ἐπὶ τοῦ ἀνθρώπου; Ἐπειδὴ αὐτὸν μόνον ἰδίαις χερσὶν ἔπλασεν, αὐτῷ μόνῳ ὑπηρέτησεν ὁ δημιουργὸς, τοῦτο μὲν, τῇ τῶν ζώων παραγωγῇ, τοῦτο δὲ, ἐν τῇ τῶν ἐνδυ μάτων καλλονῇ. Ἐξ ὧν καὶ ἐν τῇ ἐνανθρωπήσει μηνύων τοῖς ἑαυτοῦ μαθηταῖς, ἤρξατο νίπτειν αὐτῶν τοὺς πόδας, τῆς ἀρχαίας δημιουργίας τὴν ἔμφασιν παριστῶν. Τοῦ δὲ Πέτρου ἀπὸ εὐλαβείας παραιτουμένου τὴν τῶν ποδῶν νίψιν, ὁ Κύριος πρὸς αὐτόν· Ἐὰν μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ἐγώ εἰμι ὁ τῷ Ἀδὰμ ὑπηρετήσας, τοῦτο μὲν, τὰ ζῶα παραγαγὼν, τοῦτο δὲ, τὴν πλευρὰν αὐτοῦ οἰκοδομῶν εἰς γυναῖκα, ἐξ αὐτοῦ τὸ αὐτοῦ, καὶ πρὸ αὐτοῦ τὸ ἐμὸν δι' ἑαυτοῦ αὐτῷ προσάγων. Ἐξ ὧν δείκνυσι, φίλε, ὅτι μόνος ὁ ἄνθρωπος ἐν κτίσμασιν ἀσύγκριτον καὶ ἐξαίρετον ἔργον τοῦ Θεοῦ. Ἐξ ὧν καὶ περὶ αὐτοῦ μόνου γέγραπται· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Πολλὴ σχέσις Θεοῦ περὶ τὸν ἄνθρωπον· καὶ ὁ μὲν δημιουργὸς τοσαύτης δόξης τὸν Ἀδὰμ ἠξίωσεν, οἵας ἄλλη κτίσις καθάπαξ οὐ μετέσχεν·
to see what to call them. Learn that they were brought forth for your sake. Accept my arrangement.
Is there anything so great in the case of an angel, or of any other creation, as in the case of man? For He alone was fashioned by His own hands, the Creator served him alone—both in the production of the animals and in the beauty of the garments. From these things, even in the Incarnation, indicating to His disciples, He began to wash their feet, presenting the impression of the ancient creation. And when Peter, out of reverence, declined the washing of the feet, the Lord said to him: "If I do not wash your feet, you have no part with me. I am the one who served Adam—both by bringing forth the animals and by building his rib into a woman, bringing from him what is his, and before him what is mine, through myself to him." From these things, friend, it is shown that man alone among creatures is an incomparable and exceptional work of God. From these things, it is also written about him alone: "Let us make man according to our image and likeness." Great is God's affection for man; and the Creator deemed Adam worthy of such glory as no other creation ever shared.
ὁ δὲ Ἀδὰμ ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας πτωχείαν ἐπισπασάμενος, ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιεσμένον, μηδὲ ῥάβδου εὐποροῦντα, τὸν φιλικῇ συντυχίᾳ καθ' ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον, τὸν δεξάμενον τὸν παράδεισον ἐνδιαίτημα, ἐξόριστον τοῦ παραδείσου γενόμενον, καὶ κατ' ἀντικρὺ τοῦ παραδείσου παροικιζόμενον, ἵνα βλέπων τὴν ζημίαν τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος τὴν ματαίαν συμβουλίαν. Τί γὰρ ἕτερον ἔπραττεν ὁ Ἀδὰμ, ἔξω τοῦ παραδείσου τὴν κατοίκησιν ἔχων, σκάπτων, κάμνων, μεταλλεύων, βωλοστροφῶν, ἱδρῶτι πανταχόθεν κατακλυζόμενος, ἢ ὀνειδίζει μεγάλῳ στόματι τὴν γαμετὴν, φάσκων οὕτως· Ἴδε σου τῆς συμβουλίας τὰ κέρδη· ἵνα σὺ τῷ ὄφει προσπαίζῃς, ἐγὼ τῆς τοῦ Θεοῦ δωρεᾶς ἠλλοτρίωμαι; Οὐχ ὑπέσχου μοι λέγουσα, γύναι, ἐὰν γεύσῃ τοῦ ἀπηγορευμένου καρποῦ, γενήσῃ μακάριος; Οὐ θεόν με ποιεῖν ἐπηγγείλω μετὰ τὴν βρῶσιν τοῦ ἀπηγορευμένου καρποῦ; Πῶς οὖν ὁ θεὸς σκαφεὺς ἀνεδείχθην; ὁ μακάριος τρισάθλιος εὑρέθην; Σὺ ἐσφάλης, κἀγὼ μαστίζομαι· τὴν πλευρὰν ἀπολώλεκα, καὶ βοηθὸν οὐχ εὗρον. Οἴμοι, γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παραδείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων ἐπιτήδειον ὄργανον. Ἄπιθι, γύναι· τί μου τὴν ἀθανασίαν ἐθέρισας; τί μου τὴν βασιλικὴν στολὴν ἔσχισας; ἣν οὐχ ὕφανας, διέῤῥηξας. Τί με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας; τί μοι καρπὸν παγιδευτικὸν προσήγαγες, γύναι γοητόστομε, λέγουσα·
But Adam, having become negligent, slipped into the depths of Hades, drawing upon himself poverty instead of a kingdom, so that the master became a slave, the ruler a beggar, the one clothed in comeliness lacking even a staff, the one who daily consorted with God in friendly converse hiding like a thief under a tree, the one who received paradise as a dwelling becoming an exile from paradise, and being settled opposite paradise, so that, seeing the loss of paradise, he might never cease reproaching the vain counsel. For what else did Adam do, having his dwelling outside paradise, digging, laboring, mining, turning clods, drenched in sweat from all sides, but reproach his wife with a loud voice, speaking thus: "Behold the gains of your counsel! So that you might play with the serpent, am I alienated from the gift of God? Did you not promise me, woman, saying, 'If you taste the forbidden fruit, you will become blessed'? Did you not promise to make me a god after eating the forbidden fruit? How then have I been shown to be a god who digs? How have I, the blessed one, been found thrice-wretched? You erred, and I am scourged; I have lost my rib, and found no helper. Alas, woman Eve, mother of death, begetter of disobedience, expeller from paradise, lover of serpentine hissings, suitable instrument of diabolical machinations. Go away, woman! Why have you reaped my immortality? Why have you torn my royal robe, which you did not weave, you have rent? Why have you taught me to sew fig leaves? Why have you brought me a fruit that ensnares, woman of bewitching tongue, saying?
Δέξαι, φάγε τοῦ φθονηθέντος σοι καρποῦ; Ἧ δ' ἂν γὰρ ἡμέρᾳ φάγῃ, διανοιχθήσονταί σου οἱ ὀφθαλμοὶ, καὶ ἔσῃ ὡς Θεὸς γινώσκων καλὸν καὶ πονηρόν. Τί ἔπραξας, γύναι; Ἐτυφλώθην, οὐ βλέπω. Τὸ κακὸν ἐποίησα, τὸ καλὸν ἀπεπήδησεν. Ὥσπερ ἡ ἀκτὶς μοχθῶ, οὐχ ὡς Θεὸς αὐθεντῶ. Ἄπιθι, γύναι, οὐκ οἶδα τίς εἶ. Πρὸ τοῦ συναφθῆναι τὴν λύσιν ζητῶ· οὐ φέρω τὸν κόπον. Σὺ ἀμέριμνος μὲν οὖσα, οὐκ αἰσθάνῃ τῆς ὀδύνης. Ὅτε τόκῳ πλησιάσεις, τότε τῆς ἀποφάσεως ὑπομνησθήσῃ. Ἄπιθι, ἀφορήτων μοι κακῶν ἐγένου πρόξενος, γύναι· τὴν γῆν προσετάχθην ἐργάσασθαι, ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν· ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν μοι προσετάχθη. Ταύτην θεόθεν τὴν ἀπόφασιν ἔλαβον. Τί ποιήσω; πότε δίκελλαν χαλκεύσω; πότε ἄροτρον κατασκευάσω; πότε ταῦρον ζυγῷ πείθεσθαι διδάξω; πότε πλάκας ἐγερῶ; πότε σπέρμα ῥίψω; πότε στάχυν περιμενῶ; πότε δρέπανον ὀξυνῶ; πότε δρᾶγμα θερίσω; πότε ἅμαξαν γεμίσω; πότε ἅλωνα καθαρίσω; πότε τυκάνην χαράξω; πότε πτύον συμπήξω; πότε ζύμην ἐγκρύψω; πότε ἄρτον σχηματίσω; πότε ὀπτῆρας ἐκκαύσω;
Take, eat of the fruit that was begrudged you; for on whatever day you eat, your eyes will be opened, and you will be like God, knowing good and evil." What have you done, woman? I was blinded, I do not see. I did evil, good fled from me. Like a ray I toil, not like God I rule. Go away, woman, I do not know who you are. Before the union, I seek the dissolution; I cannot bear the labor. You, being carefree, do not feel the pain. When you approach childbirth, then you will be reminded of the sentence. Go away, you have become the cause of unbearable evils for me, woman. I was commanded to work the earth, to eat bread with the sweat of my face; the earth was commanded to bring forth thorns and thistles for me. This sentence I received from God. What shall I do? When shall I forge a mattock? When shall I construct a plow? When shall I teach an ox to obey the yoke? When shall I raise clods? When shall I cast seed? When shall I await the ear of grain? When shall I sharpen a sickle? When shall I reap a sheaf? When shall I load a wagon? When shall I clean a threshing floor? When shall I carve a winnowing fork? When shall I assemble a winnowing shovel? When shall I hide leaven? When shall I shape bread? When shall I kindle ovens?
Οὐ φέρω τὴν ὀδύνην. Μετὰ πόσων μόχθων καὶ ἱδρώτων ἐσθίω τὸν ἄρτον; Ἴδε πόσων κακῶν γέγονας μοι πρόξενος, γύναι, ζωὴ προσαγορευθεῖσα, καὶ θάνατος εὑρεθεῖσα. Ὄντως θανάτου πρόξενος ἡ γυνὴ, ἔκτοτε καὶ νῦν. Καὶ μή μου τοῦτο λέγοντος περὶ γυναικὸς καταστασιαζέτω τὸ τῶν γυναικῶν σύστημα· ἀποδοῦναί με τὸ ἔγκλημα, εἰ θέλωσιν ὑποδέξασθαι. Μὴ ἐμοὶ ὀργιζέσθωσαν, ἀλλὰ τῷ χριστοφόρῳ Παύλῳ. Εἰ τολμῶσιν ὑβρίζειν, ἐκεῖνον ὑβριζέτωσαν. Ἡμεῖς ὡς ἐκείνου μαθηταὶ τὰ ἐκείνου παρεγγυῶμεν ῥήματα, οὐχ ἡμέτερα καινουργοῦμεν. Ἀκουσάτωσαν Παύλου δι' ἡμῶν βοῶντος· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὴ μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, καὶ ὑμᾶς ἀπατήσῃ. Ὁρᾶς ὅτι οὐχ ὁ ἀνὴρ ἐσκελίσθη, ἀλλ' ἡ γυνὴ ἠπατήθη; Τίς ἡ ἀπατηθεῖσα; τίς ἡ τῷ ὄφει προσπαίξασα; Ἡ ὀφιόστομος καὶ ἰοβόλος γυνή. Τίς προσέπαιξε τῷ ὄφει; Ἡ διεμπαίγματα μελετῶσα. Οὐδεὶς ἦν ἐν τῷ παραδείσῳ, πλὴν αὐτῆς καὶ τοῦ ἀνδρὸς αὐτῆς· καὶ μήτε τὴν μόνωσιν, μήτε ἄλλο τι φοβηθεῖσα περιήρχετο πλαζομένη, ῥεμβομένη, ποῦ παράκοιτον εὕροι, πρὸ τῆς συναφῆς τοῦ γάμου τὴν μοιχοσπορίαν μελετῶσα. Εἰ προσῆν τῷ ἀνδρὶ, οὐκ ἂν ἐπλησίαζεν ὁ ὄφις τῷ ὄφει. Ἔξω τοῦ ἀνδρὸς αὐτὴν εὗρε, καὶ ἐδελέασε. Γυνὴ γὰρ νομίμῳ ἀνδρὶ ἀεὶ συνοῦσα, διαπαντὸς φθορὰν οὐχ ὑπομένει, ἧτταν οὐ δέχεται, μοιχείαν οὐκ εἰσπράττεται· χωρισθέντος δὲ τοῦ ἀνδρὸς, κἂν μετ' ἀγγέλων ᾖ συνδιατρίβουσα, εὐεπηρέαστος γίνεται.
I cannot bear the pain. With how many toils and sweats do I eat my bread? See of how many evils you have become the cause for me, woman, who were called life and were found to be death. Truly the woman is a cause of death, from that time and now. And let not the company of women raise a faction against me for saying this about a woman; let them bring the charge against me, if they wish to receive it. Let them not be angry with me, but with Paul, the Christ-bearer. If they dare to insult, let them insult him. We, as disciples of that man, hand on his words, not inventing our own. Let them hear Paul crying out through us: For I espoused you to one husband, to present you as a chaste virgin to Christ. But I fear lest, as the serpent deceived Eve, so he may deceive you also. Do you see that it was not the man who was tripped up, but the woman who was deceived? Who is the one deceived? Who is the one who toyed with the serpent? The serpent-mouthed and venom-darting woman. Who toyed with the serpent? She who practiced mockeries. There was no one in the garden except her and her husband; and fearing neither solitude nor anything else, she went about wandering, roaming, to find where she might find a bedfellow, practicing adultery before the union of marriage. If she had been with her husband, the serpent would not have approached the serpent. He found her apart from her husband, and ensnared her. For a woman always in the company of a lawful husband never endures corruption, never accepts defeat, never is charged with adultery; but when the husband is separated from her, even if she were spending her time with angels, she becomes easy to assail.
Ποῦ ἀλλαχοῦ τὰς μυσαρὰς πράξεις ἐπιτηδεύουσιν αἱ τῶν νομίμων ἀνδρῶν χωριζόμεναι γυναῖκες, εἰ μὴ ἐν τοῖς μαρτυρίοις, προφάσει τῆς ἱκεσίας, τοῖς γαμολύταις συντασσόμεναι, καὶ αὐτῶν τῶν μαρτύρων καταφρονοῦσαι; Πολλάκις γὰρ καὶ κατὰ τῶν μαρτύρων ὀμνύουσι μὴ ἀθετῆσαι τὰς ἀθεμίτους πράξεις. Ὢ πόσων κακῶν Εὔα διδάκτρια, τῶν ἀγαθῶν ἀφανίστρια. Καὶ πᾶσαι μὲν γυναῖκες αἱ σωφροσύνην ἐρῶσαι προσαγορεύονται ἀνδρεῖαι. Πολλὴ γὰρ διαφορὰ καὶ ἐν γυναιξὶν, ὡς καὶ ἐν ἀνδράσιν, ὡς καὶ ἐν ἀγγέλοις· καὶ ὅσαι γυναῖκες σωφροσύνην ἐρῶσι, τῇ παρθένῳ ἀκολουθοῦσι, τὴν Σωσάννην ποθοῦσι, τὴν Σάῤῥαν ἀσπάζονται, τὴν Ῥεβέκκαν περιπτύσσονται· ὅσαι δὲ σωφροσύνης ἐκτός εἰσιν, ὡς ἡ Εὔα πλανῶνται, ὡς ἡ Αἰγυπτία συκοφαντοῦσιν, ὡς ἡ Δαλιδὰ ξυρῶσιν, ὡς Ἰεζάβελ τοὺς ἐνθέους φονεύουσι. Καθολικὸς ὁ λόγος, οὐ μερικὸν τὸ αἴνιγμα. Μὴ πάλιν τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς δάκνεσθαι, εἰς διανοίας (λ. διχονοίας) ἡμᾶς εὐτρεπίζοντες. Ἡμῖν τούτων λόγος οὐδείς. Ἀποστολικὸς ὁ λόγος. Διὰ τὴν Εὔαν τὸ αἴνιγμα. Ἐξ ὧν καὶ τῇ ἐνιαυσιαίῳ περιόδῳ τὰ αὐτὰ ἀνακεφαλαιούμεθα, μάρτυρα τῶν λεγομένων τὸν θεσπέσιον Παῦλον παραγαγόντες τὸν εἰρηκότα, Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, γυναῖκα Ἀδὰμ, τοῦ σφάλματος τὴν αἰτίαν. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος, Ἀδὰμ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ τούτου γυνὴ Εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, οὐ μετὰ ἀκολασίας.
Where else do women separated from their lawful husbands pursue their abominable deeds, if not in the martyria, under the pretext of supplication, consorting with paramours and despising even the martyrs themselves? For often they even swear by the martyrs not to violate their unlawful acts. O, of how many evils is Eve the instructress, the destroyer of good things! And all women who love chastity are called manly. For there is great difference even among women, as also among men, as also among angels; and as many women as love chastity follow the Virgin, long for Susanna, embrace Sarah, clasp Rebecca; but as many as are outside chastity wander like Eve, slander like the Egyptian, shave like Delilah, murder the inspired like Jezebel. The discourse is general, the riddle not particular. Lest again some of the godless, having recently received the words, begin to gnash their ears, preparing us for discord in thought. We have no concern with these. The discourse is apostolic. The riddle is on account of Eve. From these we also recapitulate the same things in the annual cycle, having brought forward as witness of what is said the divine Paul, who said, "For I have betrothed you to one man, to present you as a pure virgin to Christ." Lest as the serpent deceived Eve, the wife of Adam, the cause of the transgression. And again the same Apostle says, "Adam was not deceived, but his wife Eve, having been deceived, became in transgression; but she will be saved through childbearing, if they remain in faith and love and sanctification with chastity, not with licentiousness.
Εἶπε, Σωθήσεται διὰ τῆς τεκνοποιίας, οὐχ ὡς ἡ Εὔα τὸν Κάϊν ἔτεκεν, ἀλλ' ὡς ἡ παρθένος τὸν Χριστὸν ἐκυοφόρησεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
He said, "She will be saved through childbearing," not as Eve bore Cain, but as the Virgin bore Christ in her womb; to whom belongs glory and power, together with the Father and the Holy Spirit, now and always, and unto the ages of ages. Amen.