khazarzar-john-chrysostom-in-psalmum-118:1 · narrative
Source
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ.
αʹ. Μέγα θησαύρισμα καὶ πλοῦτον πνευματικὸν καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός τε τὴν τοῦ Θεοῦ αἴνεσιν καὶ δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν. Στοιχείωσις γάρ ἐστι καὶ ὁδή γησις τοῦ κατὰ Θεὸν βίου. Οὕτω γὰρ καὶ τὴν ἐπιγραφὴν ἔχει, ἐπειδὴ τοὺς προσέχοντας καὶ ἐρευνῶντας ἀκριβῶς τὴν τούτου σαφήνειαν ῥυθμίζει πρὸς τελειότητα βίου, καὶ κατὰ τὴν αὐτοῦ ὀνομασίαν ἀμώμους ἀποτελεῖ. Ἄμω μος δέ ἐστιν ὁ παντὸς ἄγους καὶ μύσους καὶ ῥύπου ἀπηλλαγμένος, καὶ κηλῖδος ἁπάσης ἐκτὸς καὶ ἀνομίας καὶ ἁμαρτίας· ὁ αὐτὸς δὲ καὶ μακάριος, ὅτι μετὰ τὴν ἐντεῦθεν τοῦ βίου ἐκδημίαν τῆς ἀληθινῆς μακαριότητος ἀξιωθήσεται, καὶ τῷ φωτὶ καταγλαϊσθήσεται τῆς θείας γνώσεως, καὶ εἰς ἀνάπαυσιν καὶ τρυφὴν αἰωνίαν αὐλισθήσεται, ἥτις ἐστὶν οὐρανῶν βασιλεία. Ὅθεν καὶ ὁ ὑμνογράφος Δαυῒδ τοῖς προφητικοῖς ὄμμασι κατανοήσας τὴν τοῦ ἁγίου βαπτίσματος χάριν ἐβόα· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. Τοὺς δὲ τηρήσαντας ταύτην τὴν χάριν, καὶ κατὰ τὴν συνταγὴν ποιήσαντας, καὶ τῷ Θεῷ προσαγομένους καὶ τῷ ἁγίῳ βαπτίσματι, τούτους ὡς κατορθοῦντας τὴν πρακτικὴν ἀρετὴν ἐν τούτῳ τῷ ψαλμῷ μακαρίζει. Ἔχει δὲ καὶ ἑτέραν τινὰ ὑψηλοτάτην ἔννοιαν ἡ τοῦ ψαλμοῦ τοῦδε ὑπόθεσις.
English
TO THE 118TH PSALM, that is, the blameless. Station 1.
1. A great treasury and spiritual wealth and the most delightful profit for souls, both for the praise and glorification of God and for the security of our life and the pattern of good works, on the first day of the weekly cycle (which is also called by us the Lord's day, because of the Lord who rose on it), our renowned leaders and teachers, our holy fathers, handed down to us to sing and chant the one hundred and eighteenth psalm. For it is an elementary instruction and a guiding of the life according to God. For this is also why it has its title, since it trains those who pay attention and search out its clarity precisely toward perfection of life, and according to its name makes them blameless. And blameless is the one who is freed from every pollution and defilement and filth, and is outside every stain and lawlessness and sin; the same man is also blessed, because after his departure from this life he will be deemed worthy of true blessedness, and will be made radiant with the light of divine knowledge, and will be lodged in rest and eternal delight, which is the kingdom of heaven. Hence also the hymn-writer David, perceiving with prophetic eyes the grace of holy baptism, cried out: Blessed are they whose lawless deeds are forgiven. And those who have kept this grace, and have acted according to the ordinance, and are brought near to God and to holy baptism—these, as those who accomplish practical virtue, he calls blessed in this psalm. But the subject of this psalm has also another, very lofty meaning.
khazarzar-john-chrysostom-in-psalmum-118:2 · narrative
Source
Αὐτὸς γὰρ οὗτος ὁ θεῖος Δαυῒδ πολλὰς καὶ διαφόρους πραγμάτων ἔσχε μεταβο λάς. Καὶ γὰρ ἔφυγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωήν· καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ προσέπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε, καὶ δι δάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι τὴν πρακτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας, ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησιν, ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν καὶ τοὺς τῆς τελείας ἀρετῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆσαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμίσαι τοὺς ῥᾳθυμοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐνθεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθή μασι. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ὡς ἵνα εἴπωμεν, μακάριοι οἱ ἐν τῷδε τῷ προσκαίρῳ βίῳ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ὁδὸς γὰρ παρὰ τῷ προφήτῃ ὁ παρὼν βίος εἴρηται, διὰ τὸ μη δὲν στάσιμον ἢ βέβαιον ἔχειν. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν, καὶ καπνοῦ δίκην συντόμως παρέρχεται. Οὕτω γὰρ ἔφη ὁ ἀπόστολος Ἰάκωβος· Ποία γάρ ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ἀφανιζομένη. Τοιοῦτον δέ τι καὶ ὁ θεολόγος Γρηγόριος ἐφιλοσόφησε·
English
For this same divine David experienced many and varied changes of circumstances. For he fled from enemies, and he pursued enemies, and he fell into despondency, and again he had a more cheerful life; and he ran the divine road, and he stumbled as he journeyed, and again he followed the divine laws. All these things, then, he gathered together in this psalm, and having fitted together the prayers offered by him to God at each particular time, he set before men one profitable teaching, and he teaches by what he says how it is possible to achieve practical virtue. Nor does he neglect the precision of doctrines, but to the ethical precepts he also adds the teaching concerning these things, so that this psalm is sufficient both to perfect those who aspire to perfect virtue in it, and to stir up to earnestness those who live in ease, and to cheer the despondent, and to bring into order the careless, and, simply put, to implant every kind of healing for the manifold passions of men. Blessed are the blameless in the way, who walk in the law of the Lord. So to speak, blessed are those who in this present life walk in the law of the Lord. For the present life is called a "way" by the prophet, because it has nothing stable or firm. For our life is a shadow, and like smoke it quickly passes away. For thus said the apostle James: For what is our life? For it is a vapor that appears for a little while, then vanishes away. And Gregory the theologian philosophized something of this sort:
khazarzar-john-chrysostom-in-psalmum-118:3 · narrative
Source
κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλως ἐπὶ μιᾶς ἡμέρας, ἔστι δὲ ὅτε καὶ ὥρας, φέρων μεταβολάς. Οὐδὲν οὖν, ἀδελφοὶ, εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, κα θὼς ὁ θεῖος ἀπόστολος λέγει, οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα. Περὶ τῶν μελλόντων φροντίσωμεν·
ταῦτα γὰρ καὶ μένουσι. Μακαρίζει τοίνυν τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύσαντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι, διδάσκει· Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου, Οἱ γὰρ κατὰ τούτους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ, ὡς προέφην, τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τάφου διοδεύομεν ἅπαντες. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Καὶ τὸν ὀκτωκαιδέκατον ψαλμὸν ἑρμηνεύοντες εἰρήκαμεν, τίνι διαφέρει νόμος, καὶ μαρ τύρια, καὶ δικαιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νόμον καλεῖ τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωϋσέως δεδομένον· ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα· δι καιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον· κρίμα τα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντι δόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων· μαρτύρια δὲ, ὡς διαμαρτυρόμενον καὶ δεικνύντα, οἵαις ὑποστήσονται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευνῶν τας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας. Οὐ παντὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν κατειληφότος αὐ τῆς τῆς ἀρετῆς.
English
A kind of cycle of our affairs runs round about, bringing changes now in one way, now in another, within a single day, and sometimes even within an hour. Therefore, brothers, we brought nothing into this world, as the divine apostle says, nor shall we be able to carry anything out. Let us take thought for the things to come; for these things also remain. He therefore pronounces blessed those who have walked the royal road without swerving, and who have turned aside neither to the right nor to the left, according to the precepts of the law. And who these are, he teaches: Those who walk in the law of the Lord; for those who conduct their lives according to these things possess what is blameless. For he calls life a road, as I said before. For we all pass through this from birth-pangs to the grave. Blessed are those who search out his testimonies; they will seek him with their whole heart. And when we were interpreting the eighteenth psalm, we said in what way law differs from testimonies, and statutes, and judgments, and commandments; nevertheless, we shall recall in summary what was said. He calls law that which was given by the God of all things through the wondrous Moses; and commandments and ordinances again the same, as having been commanded and ordained in a royal manner; statutes, as being able to justify the one who acts rightly; judgments, as indicating the divine verdicts and the worthy recompenses of those who live lawfully and unlawfully; testimonies, as testifying and showing with what punishments those who transgress will be visited. He therefore pronounces blessed here also those who continually search out the testimonies of God, and who seek God with their whole heart. But this is not for everyone, but for the one who has attained the very summit of virtue.
khazarzar-john-chrysostom-in-psalmum-118:4 · narrative
Source
Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα τίθησι τῷ Θεῷ. Καὶ γὰρ διὰ τῆς ἀναγνώσεως καὶ διὰ τῆς ἀκροάσεως τῶν θείων Γραφῶν κατορθοῦται ὁ βίος ἡμῶν. Ὁ οὖν προφήτης μακαρίζει τοὺς ἐξερευνῶντας τὰ μαρτύρια αὐτοῦ. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἔφη· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Ὁ δὲ προκόπτων ἐν τῷδε τῷ βίῳ τῇ ἐρεύνῃ τῶν θείων Γραφῶν, καὶ μὴ μερίζων τὸν βίον αὐτοῦ εἰς ἡδονὰς καὶ πάθη ἁμαρτημάτων, ἀλλὰ καὶ Πνεύματι ζῶν, καὶ Πνεύματι στοιχῶν, ἐρευνῶν τὰς Γραφὰς, τότε τέλειος ἐν ὅλῃ καρδίᾳ ἐκζητεῖ τὸν Θεόν, Καὶ ἐπειδὴ ὁ ψαλμὸς οὗτος νόμον καὶ ἐντολὰς καὶ δι καιώματα καὶ κρίματα καὶ μαρτύρια πεπυκνωμένος διαγορεύει, χρήσιμόν ἐστι περὶ τούτων διαλαβεῖν ἄνω θεν. Νόμος οὖν ἐδόθη παρὰ τοῦ Θεοῦ, ὅτι αὐτός ἐστι βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων. Ἔστι δὲ νόμος κοινὸν παράγγελμα ἐπὶ πᾶσιν ἀν θρώποις· ἄρχουσιν, ἀρχομένοις· δούλοις, δεσπόταις· πλουσίοις, πένησιν. Εἴρηται δὲ παρὰ τὸ νέμειν. Ἐπὶ πᾶσι γὰρ ἀνθρώποις νενομοθέτηται, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου, τίμα τὸν πατέρα σου καὶ μητέρα σου. Τὸ αὐτὸ δὲ καὶ ἐντολὴ εἴρηται, ὅτι ἐντέλλεται ὑμῖν ὁ Θεὸς τὸ ἀγαθὸν ποιεῖν, καὶ τοῦ φαύλου ἀπέχεσθαι. Δικαιώματα δὲ καὶ κρίματα, καθ' ὃ καὶ οἱ δίκαιοι φυλάττοντες τὰς ἐντολὰς δικαιοῦνται παρὰ τῷ Θεῷ, οἱ δὲ παραβαίνοντες ἁμαρ τωλοὶ κατακρίνονται.
English
For such a person does not divide his mind between God and worldly cares, but dedicates his whole self to God. For through reading and through hearing the divine Scriptures our life is set right. The prophet, then, blesses those who search out his testimonies. For the Lord also said this: Search the Scriptures, because you think that in them you have eternal life. But the one who advances in this life by the searching of the divine Scriptures, and does not divide his life among pleasures and the passions of sins, but lives by the Spirit and walks by the Spirit, searching the Scriptures—then, perfect, he seeks God with his whole heart. And since this psalm densely declares law and commandments and statutes and judgments and testimonies, it is useful to discuss these matters from the beginning. The law, then, was given by God, because he himself is King of kings and Lord of lords. And the law is a common commandment for all men: rulers, subjects; slaves, masters; rich, poor. It is called law from the verb "to distribute" (nemein). For it has been legislated for all men: You shall not commit adultery, you shall not murder, you shall not steal, you shall not bear false witness, you shall not covet your neighbor's field, honor your father and your mother. The same is also called a commandment, because God commands you to do the good and to abstain from evil. And statutes and judgments, in that the righteous who keep the commandments are justified before God, while those who transgress are condemned as sinners.
khazarzar-john-chrysostom-in-psalmum-118:5 · narrative
Source
Μαρτύρια δὲ εἴρηται, ἐπειδὴ δια μαρτύρεται ὁ Θεὸς διὰ τῶν θείων αὐτοῦ Γραφῶν, φυλάτ τειν πάσας τὰς ἐντολὰς αὐτοῦ. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Τὴν διαίρεσιν ταύτην πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτὸς, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρ πὸν ἐπήγαγεν· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως. Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώμους, διδάσκει ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσκεύασαν, καὶ τὴν ὑπὸ Θεοῦ παγεῖσαν κατέλιπον. Μακα ρίσας οὖν ὁ προφήτης τοὺς ἐκζητοῦντας τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ, ἐπιφέρει λέγων· Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.
βʹ. Τοῦτο καὶ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ
Δεσπότης παρακελεύεται, καὶ μεστὴ πᾶσα ἡ θεία Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυλάττειν, ἀλλὰ Σφόδρα φυλάττειν παρεγ γυᾷ, τουτέστι, σὺν ἀκριβείᾳ πάσῃ· καὶ οὐχὶ τὴν μὲν φυλάττειν, τὴν δὲ ἀθετεῖν, ἀλλὰ πάσας τὰς ἐντολὰς φυ λάττειν Σφόδρα εἴρηκε. Διὸ καὶ ἕτερος προφήτης ἔλεγεν· Ἀπὸ τῶν ἐντολῶν σου οὐ μὴ παρέλθω, ἵνα μὴ ἀπο θάνω. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Διὰ τοῦτο, φησὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθυνθῆναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Εὐχῆς δέ ἐστι πρόσρημα τὸ Ὄφελον, ἀντὶ τοῦ εἰπεῖν, γένοιτό μοι κατευθυνθῆναι φυλάττειν πάσας τὰς ἐντολάς σου.
English
Testimonies is the word used, since God testifies through his divine Scriptures that one should keep all his commandments. For those who work lawlessness did not walk in his ways. He made this distinction also in the first psalm. For there too, having blessed the one who meditates on the law of the Lord day and night, and having shown the fruit of that meditation, he added: Not so the ungodly, not so. And here, then, having blessed the blameless, he teaches that the workers of lawlessness prepared another road for themselves and abandoned the one fixed by God. Having blessed, then, those who seek God with their whole heart, the prophet adds, saying: For those who work lawlessness did not walk in his ways. You commanded your commandments to be kept exceedingly.
2. The Master enjoins this both through the law and the prophets and through the holy Gospels, and all divine Scripture is full of such legislation. For he does not recommend simply keeping, but keeping exceedingly, that is, with all exactness; and not keeping some while rejecting others, but he has said to keep all the commandments exceedingly. Therefore another prophet also said: From your commandments I will not depart, that I may not die. Oh that my ways were directed to keep your statutes. For this reason, he says, I entreat that my way be directed by your law, as by a kind of rule, so that I might preserve your statutes. The word Oh that is the address of a prayer, instead of saying, May it come to pass for me to be directed to keep all your commandments.
khazarzar-john-chrysostom-in-psalmum-118:6 · narrative
Source
Ἐπειδὴ πᾶς ἄνθρωπος πόθον ἔχων φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, εἰ μὴ συνεργὸν ἔχῃ τῆς ἀγαθουργίας αὐτὸν, οὐκ ἂν εἰς πέρας πρὸς τὸ ποθούμενον φθάσοι· γέγραπται γὰρ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Οὐκοῦν ἐξ ἡμῶν μέν ἐστιν ἡ ἀρχὴ τοῦ ἀγαθοῦ, τὸ δὲ εἰς πέρας ἐλθεῖν τῆς τοῦ Θεοῦ δέεται βοηθείας· Ἐγγίσατε γὰρ, φησὶ, τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέ πειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Παρανομίας γὰρ αἰσχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. Τότε δὲ, πότε; Ὅταν, κατὰ τὸν προφήτην Δανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον. Παρακαλεῖ οὖν ὁ προφήτης μὴ αἰσχυνθῆναι τότε. Καὶ πῶς γίνεται τοῦτο; Ἐν τῷ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς· οὐχὶ τὴν μὲν ποιεῖν, τὴν δὲ ἀφιέναι. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, Μὴ πορνεύσῃς, εἶπε καὶ, Μὴ ἀδικήσῃς. Καὶ Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος, κατὰ τὸν ἀπόστολον Ἰάκωβον. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐξομολόγησιν, τὴν εὐχαριστίαν καλεῖ. Τότε δυνήσομαι ὕμνον καθαρόν σοι προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατὰ ταῦτα βιώσω.
English
Since every person who has the desire to keep the commandments of God, unless he has him as a co-worker in doing good, would not reach the desired end; for it is written, It is not of him who wills, nor of him who runs, but of God who shows mercy. Therefore the beginning of good is from us, but to come to the end needs the help of God; for he says, Draw near to God, and he will draw near to you. Then I shall not be put to shame when I look upon all your commandments. For shame is the fruit of lawlessness. So too the divine apostle said: What fruit then did you have in those things of which you are now ashamed? But those who fulfill all the commandments of God have boldness from their conscience. And then, when? When, according to the prophet Daniel, the righteous shall rise to eternal life, but sinners to eternal shame. The prophet therefore exhorts us not to be put to shame then. And how does this happen? By looking upon all the commandments—not doing one and abandoning another. For he who said, Do not commit adultery, also said, Do not commit fornication; and he who said, Do not commit fornication, also said, Do not do injustice. And Whoever shall fulfill the whole law but stumble in one point has become guilty of all, according to the apostle James. I will confess to you in uprightness of heart, when I have learned the judgments of your righteousness. He calls confession thanksgiving. Then I shall be able to offer you a pure hymn, when I have thoroughly learned all your judgments and live according to them.
khazarzar-john-chrysostom-in-psalmum-118:7 · narrative
Source
Ὁ γὰρ ἀγαθὰς πράξεις ἔχων, ἐκεῖνος ἐξομολο γεῖται Ἐν εὐθύτητι καρδίας, ἐξ ὅλης καρδίας μετα νοῶν, ὡς ὁ Δαυῒδ ἐπὶ τῇ μοιχείᾳ, καὶ ὡς ὁ τελώνης βοῶν τὸ, Ἥμαρτον, καὶ τὸ, Ἱλάσθητι. Ἐξωμολογήσατο καὶ Ἰούδας, εἰπών· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον· ἀλλ' οὐκ Ἐν εὐθύτητι καρδίας· τῇ γὰρ φιλαργυρίᾳ συνείχετο. Ἐξωμολόγητο καὶ ὁ Φαρισαῖος· ἀλλὰ τὴν καρδίαν ὑψηλὴν ἔχων καὶ οὐκ εὐθεῖαν, κατέβη μὴ δικαιωθεὶς, λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης. Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μηχανωμένη. Οὕτως ὁ μέγας Ἠλίας ἐγκαταλειφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάρι τος. Οὕτως ὁ θεῖος Πέτρος ὠλίσθησεν ἀρνηθεὶς, ἀλλ' εὐθὺς αὐτὸν ὁ Δεσπότης ὑπήρεισε. Γυμνὸς δὲ παντελῶς Ἰούδας τῆς θείας γενόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ διαβόλου. Ἐγκατελείφθη καὶ ὁ μακάριος Δαυῒδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς, ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ταύτης ἔρημος γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ Πνεύματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰκότως τοίνυν ὁ προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἕως σφόδρα· τουτέστι, μὴ παντάπασι τῆς προμηθουμένης χάριτος γυμνωθῆναι. Καὶ πάλιν τοίνυν τῇ αὐτῇ ἐννοίᾳ χρησόμεθα, διὰ τοῦ εἰπεῖν τὸν προφήτην, Μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
English
For the one who has good deeds, that one confesses in uprightness of heart, repenting with his whole heart, as David did over his adultery, and as the tax collector crying out, I have sinned, and, Be merciful. Judas also confessed, saying, I have sinned in betraying innocent blood; but not in uprightness of heart, for he was held fast by love of money. The Pharisee also made confession; but having a heart lofty and not upright, he went down not justified, saying, I am not like this tax collector. I will keep your statutes; do not forsake me utterly. Sometimes divine grace leaves certain people for a short while, contriving benefit for them from this. Thus the great Elijah, when left, fell into the passion of cowardice, and learned the weakness of human nature; but at once again he enjoyed divine grace. Thus the divine Peter slipped by denying, but at once the Master restored him. But Judas, having become completely stripped of divine providence, became ready prey for the devil. The blessed David also was forsaken after that sin, and fell into those harsh calamities, but again he received boldness toward God, and enjoyed the care that comes from there. But Saul, having become destitute of this completely, was stripped of the grace of the Spirit, and was yoked to an evil spirit. Reasonably, then, the prophet entreats not to be forsaken utterly; that is, not to be completely stripped of providential grace. And again, then, we will use the same thought, because the prophet said, Do not forsake me utterly.
khazarzar-john-chrysostom-in-psalmum-118:8 · narrative
Source
Γίνεται τοίνυν πολλαχῶς ἐγκατάλειψις τοῦ Θεοῦ διά τινας οἰκονομίας καὶ εὐεργε σίας· ὡς ὅταν κατελείφθη ὁ Ἰὼβ πρὸς τὸ γενέσθαι αὐτὸν μᾶλλον τέλειον.
Κατελείφθη καὶ Ἠλίας, ὡς φθάσαντες εἰρήκαμεν, πρὸς βραχὺ ὑποχωρήσας ἀπὸ προσώπου τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ· ἀλλ' ἕτερόν τι ᾠκονομεῖτο πρὸς τὸ ἐλθεῖν αὐτὸν εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ φιλο φρονηθῆναι ὑπὸ γυναικὸς χήρας, καὶ ταύτῃ παρέξαι τροφήν. Οὐ μὴ γὰρ ἐκλείψει, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύρου, οὐδὲ τὸ ἔλαιον τοῦ καμψάκου· καὶ ἵνα διὰ τὴν κα κίαν τῶν Ἰουδαίων στήσῃ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἓξ μὴ βρέξαι. Φησὶ γάρ· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Τὸ ἕως σφόδρα καταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, τοῦτο δεινὸν, ὥσπερ κατελείφθη ὁ Σαοὺλ καὶ ὁ Ἀβεσσαλὼμ μηκέτι πρὸς σωτηρίαν ἀναστρέψαντες· ἐγυμνώθησαν γὰρ τῆς τοῦ Θεοῦ προμηθείας. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ὀξύῤῥοπον πρὸς ἁμαρτίαν ἡ νεότης, εἰς ἡδονὰς καὶ πάθη ἀτιμίας ἀπαγομένη· ἐὰν δὲ τῇ φυλακῇ τῶν ἐντολῶν τοῦ Θεοῦ κρατῆται, μένει ἀβλαβής· ὅπερ γάρ ἐστιν ἀγελαίῳ πώλῳ χαλινὸς καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις γίνεται ὁ θεῖος λόγος. Ἐπειδὴ καὶ Δανιὴλ νέος ἦν· ἀλλ' ἐφύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ προφητικῆς χάριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων μυστηρίων εἰσηγητὴς γέγονεν. Ὡσαύτως καὶ οἱ τρεῖς παῖδες νέοι ὄντες τὸ πῦρ τῇ πίστει καὶ τοῖς ἔργοις αὐτῶν εἰς ἐναντίαν φύσιν μετήγαγον· ἀνεψύχοντο γὰρ ἐν μέσῳ τούτου, καὶ ἐδροσί ζοντο τῇ παῤῥησίᾳ τῆς πίστεως καὶ τῇ αὔρᾳ τοῦ Πνεύματος. Οὕτως οὖν καὶ ἡμῖν πρόσεστιν.
English
There is, then, abandonment by God in many ways, for certain purposes of providence and beneficence; as when Job was abandoned, so that he might become more perfect.
Elijah too was abandoned, as we have said before, having withdrawn for a short time from the presence of Ahab and Jezebel; but something else was being arranged, so that he might come to Sarepta of Sidon, and be shown kindness by a widow woman, and through her provide food. For the handful of meal shall not fail, he says, nor the oil in the cruse; and so that because of the wickedness of the Jews he might shut up the heaven for three years and six months, that it not rain. For he says: As the Lord lives, there shall be no rain upon the earth, except by the word of my mouth. To be abandoned by God until the very end—this is terrible, as Saul was abandoned, and Absalom, no longer turning back toward salvation; for they were stripped of God's providence. In what way shall a younger man keep his path straight? By guarding your words. Youth is swift to sin, being led away into pleasures and shameful passions; but if it is held in check by the guarding of God's commandments, it remains unharmed; for what a bridle and a horse-tamer are to a herd horse, that the divine word becomes for the young. Since Daniel too was young; but he guarded the commandments of God, and was deemed worthy of prophetic grace, and became an expounder of secret mysteries. Likewise also the three children, being young, by their faith and their works turned fire into the opposite nature; for they were refreshed in the midst of it, and were cooled by the boldness of faith and the breeze of the Spirit. So then this is also present in us.
khazarzar-john-chrysostom-in-psalmum-118:9 · narrative
Source
Οἵτινες νέοι ὑπάρχουσι, διὰ τῆς συντηρήσεως τῶν ἐν τολῶν τοῦ Θεοῦ κοσμήσωσιν ἑαυτοὺς, καὶ μὴ γένωνται ἥλικες ἀργοὶ, ὡς Ἀβεσσαλὼμ, ὁ τῇ κακίᾳ συζῶν· ὅστις καὶ συνεπομένην ταύτῃ εἶχε κομῶσαν τὴν κεφαλὴν, ὁ ἀναίσθητος ἐν ταῖς φρεσίν. Ἡ γὰρ θρὶξ νεκρότητος σύμ βολον. Καὶ ἐκείνῳ μὲν αἰτίαι τῆς ἀπωλείας αἱ τρίχες γε γόνασι, κρεμασθέντι ἐξ αὐτῶν ἐν τῇ δρυῒ, ὡς ἡ τῶν βασιλέων ἱστορία διηγεῖται. Ἀλλ' ἔστι χαλεπὸν, ὅτι καὶ νῦν τινες τοῦτον ζηλοῦντες, ἀπαιωροῦσι πολυμήκεις βοστρύχους καὶ πλοκαμῖδας, τὰ τῆς γυναικωνίτιδος ἔργα τῇ ψοιᾷ καθαπλοῦντες τῇ βλακείᾳ, εἰκῇ φυσιούμενοι ἐν τῷ ἰδίῳ νοΐ· καὶ οὐκ οἴδασιν, ὅτι μᾶλλον ἀτιμίαν ἑαυτοῖς ἐπάγουσι, τοῦ Ἀποστόλου λέγοντος· Ἀνὴρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Ἕλληνες δὲ παρ' Ὁμήρῳ ἱστόρηνται τοῦτο ποιοῦντες· φησὶ γὰρ, Καρηκομόωντες Ἀχαιοί. Ἐπεὶ καὶ οἱ τῶν ἰατρῶν σοφοί φασι. Πρὸς οὖν εὐπρέ πειαν τῆς κεφαλῆς μεμετρημένας τὰς τρίχας ἔχοντες κατὰ τὴν τῶν ἀρχαίων ἀνδρῶν κόσμησιν ἀρκεσθησώμεθα, καὶ μὴ ὑπερκεῖσθαι ταύτας τῇ ψοιᾷ θελήσωμεν, μηδὲ τοῖς μεταφρένοις· ἀτιμία γάρ ἐστι τῷ τοιοῦτο ποιοῦντι, ὡς ἠκούσαμεν τοῦ Ἀποστόλου παραινοῦντος, Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐν τολῶν σου.
English
Those who are young should adorn themselves through the keeping of the commandments of God, and not become idle in their prime, like Absalom, who lived with wickedness; he even had a head of hair that grew long in company with it, the senseless man in his wits. For hair is a symbol of deadness. And for him the hairs became causes of destruction, when he was hanged from them on the oak, as the history of the kings recounts. But it is grievous that even now some, emulating him, hang down long locks and braids, spreading out the works of the women's quarters in their vanity, puffed up idly in their own mind; and they do not know that they bring more dishonor upon themselves, since the Apostle says: If a man has long hair, it is a dishonor to him. And the Greeks in Homer are recorded as doing this; for he says, The long-haired Achaeans. Since even the wise among the physicians say so. Let us, then, for the comeliness of the head, having our hair measured, be content with the adornment of the ancient men, and not wish these to lie over the brow, nor over the back; for it is a dishonor to the one who does such a thing, as we have heard the Apostle advising, With my whole heart I have sought you; do not cast me away from your commandments.
khazarzar-john-chrysostom-in-psalmum-118:10 · narrative
Source
γʹ. Ζητοῦσι μὲν γὰρ πολλοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπολαύει προνοίας, μὴ καταπί πτων ἀπὸ τῶν αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ διά νοιαν αὐτῷ ἀνατιθέμενος. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὁ χρυσὸν κεκτημένος ἢ ἄργυρον ἢ λίθους τιμίους οὐκ ἔξω ταῦτα προ τίθησιν, ἀλλ' ἔνδον ἐν τοῖς ταμείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας· οὕτω ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς, κρύπτει τοῦ τον ἐν τῇ ψυχῇ, ὡς ἂν μὴ διὰ δόξης κενῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Καὶ ἄλλως· οὐ κατέκρυψα, φησὶ, χρυσὸν ἣ ἄργυρον ἢ ἐσθῆτα μαλακήν τε καὶ περιῤῥέουσαν, ὅπου σὴς καὶ σκώληξ ἀφανίζει, καὶ κλέ πται διορύσσουσι καὶ
English
3. For many seek God, but not with their whole heart; for they divide it not only among cares for worldly affairs, but also among shameful desires and envies and deceits and plots against their neighbors. But the lover of divine things dedicates his whole mind to God, and enjoys the providence that comes from there, not sinking down from his commandments into the pit of destruction, but following the living God, and assigning his whole mind to him. I hid your words in my heart, so that I might not sin against you. The one who possesses gold or silver or precious stones does not set these out openly, but hides them within, in his treasuries and inner chambers, so as to escape the hands of burglars; thus the one who has the wealth of virtue hides it in his soul, so that the robbers of souls may not plunder it through empty glory. And in another sense: I did not hide, he says, gold or silver or soft and flowing clothing, where moth and worm destroy, and thieves break in and
khazarzar-john-chrysostom-in-psalmum-118:11 · narrative
Source
κλέπτουσιν· ἀλλ' ἐν τοῖς ταμείοις τῆς καρδίας ἔκρυψα τὰ λόγιά σου, φησὶν ὁ προφήτης, ἵνα μὴ καταπέσω εἰς ἁμαρτίαν. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ταῦτα δὲ εἰ καὶ παρ' αὐτῷ εἴρηται, ἀλλ' οὖν ἡμεῖς οἱ ψάλλον τες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας ἡμῶν τὴν ὁμολογίαν. Ἔχει δὲ καὶ ἕτερον νοῦν ὁ λόγος. Οὐχὶ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τὰ ἀγαθὰ πράττω, ἐπεὶ ἀπέχω τὸν μισθόν μου· ἀλλ' ἐμαυτῷ ποιῶ τὸ καλὸν, ἵνα ὁ βλέπων Θεὸς ἐν τῷ κρυπτῷ ἀποδώσῃ μοι ἐν τῷ φανερῷ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου· ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι· οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. Ἢ οὕτως· εὐλογημένος εἶ καὶ δεδοξασμένος παρὰ πάντας, ὅτι φιλάνθρωπος εἶ, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος· ἱκε τεύω, δίδαξόν με τὰ δικαιώματά σου. Οὐ πλούτου ἐφίε μαι, οὐ χρυσὸν ζητῶ, οὐκ ἄργυρον, οὐκ ἀξίαν, οὔτε τι τῶν τερπνῶν τοῦ κόσμου τούτου· ἀλλὰ τὰ δικαιώματά σου μαθεῖν ζητῶ, ὅτι ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ζήτησις. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στό ματός σου. Οὐ γὰρ γινώσκοντι τὰ κρίματα τοῦ Θεοῦ πρέπον ἐστι σιωπᾷν ἐν ἑαυτῷ, ἀλλ' ἐξαγγέλλειν, καὶ ἑτέρους ἐπανορθοῦν· Θεοῦ γὰρ ἀναγγέλλειν ἔργα ἔνδοξον. Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνοοῦντας.
English
They steal; but the prophet says, I have hidden your words in the treasuries of my heart, so that I might not fall into sin. But the word also teaches something else; for it does not enjoin us to offer the divine words to all: Give not, it says, what is holy to the dogs, nor cast your pearls before the swine. But even if these things were said by him, nevertheless we who sing are obliged to preserve the confession of our hymnody. But the word has also another meaning. I do not do good things in order to be seen by men, since then I have my reward in full; but I do the good for myself, so that God, who sees in secret, may repay me openly. Blessed are you, Lord; teach me your statutes; instead of: You are gentle and loving toward humanity, and worthy to be hymned by all; for which reason I entreat you to learn from you the things that are able to make me righteous. Or thus: You are blessed and glorified beyond all, because you are loving toward humanity, compassionate and merciful, long-suffering and greatly merciful; I beseech you, teach me your statutes. I do not desire wealth, I do not seek gold, nor silver, nor honor, nor any of the pleasant things of this world; but I seek to learn your statutes, because in keeping them there is great reward. For this is the pursuit of a Christian. With my lips I declared all the judgments of your mouth. For it is not fitting for one who knows the judgments of God to be silent within himself, but to declare them and to set others right; for to proclaim the works of God is glorious. For whatever I may learn from your goodness, these things I will teach to those who do not know.
khazarzar-john-chrysostom-in-psalmum-118:12 · narrative
Source
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. Διά τοι τοῦτο καὶ Δεσπότης ἔφη Χριστός· Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυ ρίων ἡ κτῆσις. Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ. Πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται πλούσιος· ὁ δὲ ἄργυρον· ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφησεν ἀξιέραστα αὐτῷ εἶναι τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη· καὶ ὥσπερ ὁ ταῦτα πλουτῶν εὐφραίνεται, οὕτω καὶ μάλα εἰκότως ἐπὶ τοῖς δικαιώμασι τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ, ἀγάλλεται. Ἐν ταῖς ἐν τολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Σχολάζειν καὶ μελετᾷν ἐπαγγέλλεται ὁ προφήτης ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ οὐχὶ παρέργως ταύτας ἔχειν. Τούτου γὰρ χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην σχήσω, καὶ ἐν ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. Διὰ γὰρ τοῦτο κατενόησε καὶ τὰς ὁδοὺς αὐ τοῦ· διὸ καὶ ἐπιφέρει· Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου· τουτέστιν, ἄληστον τῶν σῶν λογίων ἐν ἐμαυτῷ φυλάξω τὴν μνήμην. Ἀνταπόδος τῷ δούλῳ σου. Οὐ πάντες τοῦτο παρακα λοῦμεν· τῶν γὰρ δικαίων ἐστὶν ἡ παράκλησις.
English
In the way of your testimonies I delighted, as in all wealth. The path of virtue is laborious, but to the perfect it is greatly desired. For this reason the Master Christ also said: Take my yoke upon you, for my yoke is good, and my burden is light. The prophetic word also said this: that the possession of your testimonies is more desirable to me than all wealth. But the phrase "in all wealth" is not added without purpose; rather it intimates wealth of every kind. For the forms of wealth are many. One who has gold is called rich; another who has silver; another who has the most land, some planted and some sown; another who has herds. But the prophet, having encompassed all these things and compared them to the divine testimonies, said that the divine testimonies are lovable to him as all the forms of wealth are to lovers of wealth; and just as the one who is rich in these things rejoices, so also he very reasonably exults in the statutes of God, as in all wealth. I will meditate on your commandments, and I will consider your ways. The prophet promises to devote himself and to meditate on the commandments of God, and not to hold them as a side matter. For this reason, he says, I will hold the meditation of your words continually, and I will make my journey in your ways. For this reason he also considered his ways; therefore he adds: I will meditate on your statutes; I will not forget your words—that is, I will keep in myself the unforgotten memory of your oracles. Give recompense to your servant. We do not all ask this; for this entreaty belongs to the righteous.
khazarzar-john-chrysostom-in-psalmum-118:13 · narrative
Source
Οἱ σω φρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζῶντες, αὐτοὶ τεθαῤῥηκότως λέγουσιν· Ἀνταπόδος τῷ δούλῳ σου· οἱ δὲ ἐν ἁμαρτίαις καὶ ἡδοναῖς καὶ πάθεσιν ἀτιμίας, οὐ δύνανται λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. Ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. Ταύτην τὴν ζωὴν αἰτῶ, ἵνα ἐν φυλακῇ τῶν λόγων σου πορεύωμαι· τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχά νοντες λογίοις, τὰ
τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης· οὗ δὴ χάριν καὶ ὁ μα κάριος ἔφη Παῦλος· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Αὐτὸς μέντοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰκότως ἐβόα· Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ οπτριζόμενοι, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἡμᾶς δὲ προσήκει τὸν Δεσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλ μῶν, ὑποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζόμεθα καὶ νοοῦμεν· ὡς ὅτι ὁ ἀμνὸς ὁ πάλαι σφαζόμενος παρὰ τῶν Ἰσραηλιτῶν, τύπος ἦν τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ σφαγιασθέντος ὑπὲρ ἡμῶν·
English
Those who live soberly and piously and righteously themselves say with confidence: Repay your servant; but those who live in sins and pleasures and dishonorable passions cannot say: Repay your servant. For no one who carries about a wicked conscience stirs up the judge for repayment; but he who employs pure thoughts uses this utterance with boldness. I shall live, and I shall keep your words. I ask for this life, that I may walk in keeping of your words; for enjoying your assistance, I shall escape the death of sin, and I shall harvest the life that comes from your words. Uncover my eyes, and I shall understand the wonders out of your law. Not all who encounter the divine oracles understand the wonders of these things, but those who enjoy the radiance from above; for which reason indeed the blessed Paul also said: Whenever one turns to the Lord, the veil is removed; and the Lord is the Spirit. He himself, however, being illumined by the divine light, rightly cried out: But we all, with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image, from glory to glory, just as from the Lord, the Spirit. But it is fitting for us to entreat the Master, that having removed the veil from the eyes of our mind, he may show us the power of the divine oracles. For we behold and understand the divine Scriptures by way of ascent and contemplation; namely, that the lamb slain of old by the Israelites was a type of the true lamb, Christ our God, who was slain for us.
khazarzar-john-chrysostom-in-psalmum-118:14 · narrative
Source
καὶ ὥσπερ ἐκεῖ ἡ χρῖσις τοῦ αἵματος τῶν φλιῶν ἔσωσε τοὺς χρίσαντας, οὕτω τὸ αἷμα τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς κατάρας τοῦ ἐχθροῦ καὶ τῆς τοῦ θανάτου διαμονῆς. Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν τῶν Χριστια νῶν γέγονεν· ὅτι ἡμεῖς δι' ὕδατος τοῦ ἁγίου βαπτίσμα τος εἰς τὴν ἐπηγγελμένην γῆν, τὴν βασιλείαν τῶν οὐρα νῶν, εἰσαγόμεθα. Ἑβραῖοι δὲ οὐδὲν τοιοῦτον κατανοοῦσιν, ὅτι Κάλυμμα ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν κεῖται, καθὼς λέγει ὁ θεῖος ἀπόστολος Παῦλος. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
δʹ. Δικαίου φωνὴ, καὶ κατὰ Θεὸν βιοῦντος, καὶ μὴ λογι ζομένου τὰ τοῦ κόσμου πράγματα. Διὸ καὶ πάροικον ἑαυτὸν λέγει· καθὼς καὶ Ἀβραὰμ καὶ πάντες οἱ ἅγιοι πάροικοί εἰσιν ἐν τῷδε τῷ βίῳ, ἔχοντες τὴν κατοικίαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Τὴν γὰρ γῆν ταύτην πάντες ἡμεῖς οὐ κατοικοῦμεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύ νονται· ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. Διὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. Ἐπεπό θησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς τῶν οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεὶ, ἀλλὰ νῦν μὲν τοῖς θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασι·
English
And just as there the smearing of the blood on the doorposts saved those who smeared it, so the blood of the true Lamb, Christ our God, redeemed us from the curse of the enemy and from the dominion of death. Again, the people of Israel also, having crossed the Jordan and entered the land of promise, became a type of us Christians; for we, through the water of holy baptism, are brought into the promised land, the kingdom of heaven. But the Hebrews understand nothing of this, because a veil lies over their eyes, as the divine apostle Paul says. I am a sojourner in the land; do not hide your commandments from me.
4. The voice of a righteous man, one who lives according to God and does not reckon the affairs of the world. Therefore he also calls himself a sojourner; just as Abraham and all the saints are sojourners in this life, having their dwelling in the kingdom of heaven. For this earth we all do not inhabit as residents but dwell in as sojourners; for after living a brief time, we pass over to another life. But not all are willing to know this; rather, they pride themselves on present goods as though they were permanent and lasting. But the one instructed in divine things knows the transitory nature of life. Therefore he also names himself a sojourner, and entreats that he may in no way be ignorant of the divine commandments. My soul has longed to desire your judgments at all times. Many desire the divine judgments and aspire to the kingdom of heaven, but not always; rather, at one time they are pleased with divine things, at another they follow the passions of the body.
khazarzar-john-chrysostom-in-psalmum-118:15 · narrative
Source
ὁ δὲ προφήτης ἱμείρεται τοῦτον τὸν πόθον ἔχειν διηνεκῶς. Ἐν παντὶ οὖν καιρῷ λέγει, οὐχ ὡς ποτὲ μὲν ἐπιποθεῖν, ποτὲ δὲ οὔ. Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασι λείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. Οἱ τοιοῦτοι οὖν ἐν παντὶ καιρῷ τὸν Θεὸν οὐκ ἐπιποθοῦσιν· οἱ δὲ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην τοῦτο ποιοῦντες, οὐδὲ ὅλως ἀφίστανται τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπετίμησας ὑπερηφάνοις. Οἱ τῶν θείων νόμων καταφρονοῦντες, τῇ τῆς ὑπερηφανίας περιπίπτουσι νόσῳ, καὶ τὴν παρὰ τοῦ δι καίου κριτοῦ δέχονται τιμωρίαν Ἐπήρθησαν οὖν τινες κατὰ τοῦ Θεοῦ, ἀλλ' ἐπετιμήθησαν παρ' αὐτοῦ, ὡς ὁ Φαραὼ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ ἀπώλετο ὑπερηφανευθεὶς, καὶ ὁ Σενναχερεὶμ εἰς ὕψος ἐπαρθεὶς ὑπὸ τῶν ἰδίων υἱῶν ὤλετο. Ὡσαύτως καὶ Ναβουχοδονόσορ ὑψωθεὶς τὴν καρ δίαν, ἴσα κτηνῶν ἐβόσκετο. Τοιοῦτοι γὰρ τῶν ἀλαζόνων οἱ μισθοί· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, καθὼς ἐν Παροιμίαις γέγραπται. Ἐπικατάρατοι οἱ ἐκ κλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Τῇ τοῦ θείου Πνεύματος ἐμπνεύσει προφῆται ἐλάλησαν, καθὼς καὶ ἐν τῷ συμβόλῳ τῆς πίστεως ἡμῶν ὁμολογοῦμεν, Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Αὐτὸ οὖν τὸ Πνεῦμα τὸ
English
But the prophet longs to have this desire continually. "At all times," he says, not desiring at one time and not at another. For some know that compunction comes to them, at one time desiring the commandments of God because of the fear of eternal punishment and because of longing for the kingdom of heaven, and at another time being carried away by fleshly desires. Such people, then, do not long for God at all times; but those who do this because of the love of God do not depart at all from the judgments of God. "You rebuked the proud." Those who despise the divine laws fall into the disease of pride and receive punishment from the righteous judge. Some, then, were lifted up against God, but they were rebuked by him, as Pharaoh perished in the Red Sea after being lifted up in pride, and Sennacherib, exalted to a height, was destroyed by his own sons. Likewise Nebuchadnezzar also, having lifted up his heart, grazed like the beasts. For such are the wages of the arrogant; for "the Lord opposes the proud," as it is written in Proverbs. "Cursed are those who turn aside from your commandments." The prophets spoke by the inspiration of the divine Spirit, just as we also confess in the symbol of our faith: "who spoke through the prophets." That same Spirit, therefore, which
khazarzar-john-chrysostom-in-psalmum-118:16 · narrative
Source
ἅγιον βοᾷ. Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, μὴ ἔλθοι ἐφ' ἡμᾶς ἡ κατάρα τοῦ ἁγίου Πνεύματος. Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις προσφέρει. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Καὶ ἡμεῖς δὲ ψάλλοντες τῷ ἁγίῳ Πνεύματι σύμφωνοι γινόμεθα, τῇ ἀρᾷ παρα πέμποντες τοὺς ἐκκλίνοντας ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ, Προσέχωμεν οὖν, μήποτε ἄλλους ἐπικαταράτους λέγον τες, αὐτοὶ ἡμεῖς ἐσόμεθα τῇ παρεκτροπῇ τῶν ἐντολῶν τοῦ Θεοῦ. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ὠνείδισε τὸν προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν καὶ οἱ Γεθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια. Οὐχ ἁρμόζει τοίνυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ καὶ τῶν ἄλλων πρὸ τῆς ἁμαρτίας. Ἐν ἑτέρῳ οὖν ψαλμῷ λέγει ὁ αὐτὸς προφήτης· Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις· καὶ, Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου· καὶ πάλιν ἕτερος προφήτης λέγει· Ἵνα τί ἁμαρτωλοὶ εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Εὔχεται οὖν ὁ προφήτης ἐξ αὐτῶν (φ. αὐτοῦ) περιαιρεθῆναι τοῦτο τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσιν. Τὰ γὰρ τοῦ κόσμου τούτου πράγματα, πλοῦτος καὶ δόξα· αὐτὰ λέγει ὄνειδος καὶ ἐξουδένωσιν, τοῦτο κλέος καὶ τιμὴν ἡγούμενος, τὸ ζητεῖν τὰ μαρτύρια τοῦ Θεοῦ.
English
he cries "holy." Cursed are those who turn aside from your commandments. Let us fear, then, brothers, lest the curse of the Holy Spirit come upon us. The law also brings this curse upon transgressors. For cursed, it says, is everyone who does not abide by what is written in the book of the law, to do them. And we too, when we sing to the Holy Spirit, become of one voice with him, sending the curse upon those who turn aside from the commandments of God. Let us take heed, then, lest while we call others cursed, we ourselves become so by turning aside from the commandments of God. Remove from me reproach and contempt, for I have sought your testimonies. Nabal reproached the prophet, calling him a runaway slave; the Gethites also reproached him. Grieved, then, at these things, he begs to wipe away the reproaches, inasmuch as he has sought the divine testimonies. These present words, then, do not fit the reproaches from Shimei. For those came after the sin; but those of Nabal and the others came before the sin. In another psalm, then, the same prophet says: Reproach to those who prosper, and contempt to the proud; and, These sinners and those who prosper forever have possessed wealth; and again another prophet says: Why do sinners prosper, and are grown old even in wealth? The prophet prays, then, that this reproach and contempt be taken away from them. For the things of this world—wealth and glory—these he calls reproach and contempt, considering it glory and honor to seek the testimonies of God.
khazarzar-john-chrysostom-in-psalmum-118:17 · narrative
Source
Καὶ γὰρ ἐκάθισαν ἄρ χοντες καὶ κατ' ἐμοῦ κατελάλουν. Κατὰ μὲν τὸ γράμμα ὁ Σαοὺλ καὶ ὁ Ἀβενὴρ καὶ ὁ Ἀχιτόφελ ἐλοιδόρουν τὸν Δαυΐδ· κατὰ δὲ διάνοιαν εἰς τὸν Χριστὸν ἀνα φέρεται ὁ στίχος. Καὶ γὰρ Ἡρώδης καὶ Πόντιος Πιλᾶτος καὶ Ἄννας καὶ Καϊάφας συνεβουλεύοντο αὐτὸν ἀποκτεῖ ναι· αὐτὸς δὲ ἦν μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κήπῳ διαλεγόμενος τὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἶπε γὰρ πρὸς αὐτούς· Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα ἀνήγγειλα ὑμῖν. Ὡς δὲ γενόμενος τέλειος ἄνθρωπος, καὶ μορφὴν δούλου λαβὼν, ὠνόμασται καὶ δοῦλος. Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶχον τὰ σὰ δι καιώματα. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ, καὶ οὐδὲν ἕτερον λαλῶ, οὔτε ἐν μελέτῃ εἰμὶ ἄλλων πραγμάτων, εἰ μὴ περὶ τῶν μαρτυ ρίων σου καὶ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ τελείου ἀνδρός. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Τὴν ὑπερ βολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ ἔφη ψαλμῷ· Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Τουτέστιν, οὐχ ὑψώθην, οὐχ ὑπερήφανος ἐγενόμην, ἀλλὰ ταπεινόφρων. Τοῦτο γάρ ἐστι τὸ, Ἐκολ λήθη τῷ ἐδάφει ἡ ψυχή μου. Διὸ αἰτοῦμαι· Ζῆσόν με κατὰ τὸν λόγον σου. Τουτέστι, κατὰ τὸν νόμον σου τὴν ζωήν μου διεύθυνον.
English
For they sat as rulers and spoke against me. According to the letter, Saul and Abner and Ahithophel reviled David; but according to the meaning, the verse is referred to Christ. For Herod and Pontius Pilate and Annas and Caiaphas took counsel to kill him; but he was with his disciples in the garden, speaking of the things of God the Father. For he said to them: What I have heard from my Father, these things I have declared to you. And since he became a perfect man and took the form of a servant, he is also called a servant. But your servant meditated on your statutes. And I, confessing your lordship, made your statutes my meditation. For your testimonies are my meditation, and my counsels are your statutes. For having rejected every human suggestion, I follow your precepts, and I speak nothing else, nor am I occupied in meditation with other matters, except concerning your testimonies and your statutes. For this is the mark of a perfect man. My soul cleaved to the ground. Through these words he showed the excess of his humiliation. For so also in the forty-third psalm he said: For our soul was humbled to the dust; our belly cleaved to the earth. That is, I was not exalted, I did not become proud, but I was humble-minded. For this is what "My soul cleaved to the ground" means. Therefore I entreat: Give me life according to your word. That is, direct my life according to your law.
khazarzar-john-chrysostom-in-psalmum-118:18 · narrative
Source
Δηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν αὐτοῦ, ἣν ἐφ' οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι' αὐτῆς διὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦν τος. Ζῆσόν με κατὰ τὸν λόγον σου. Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δι καιώματά σου. εʹ. Πάσας σοι, Δέσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις, καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἠνεσχόμην. Διά τοι τοῦτο ταῖς ἱκετείαις ἐπινεύσαις. Ἀντιβολῶ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. Λέγει δὲ ὁ αὐτὸς προφήτης καὶ ἐν ἑτέρῳ ψαλμῷ· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ ἐν ἄλλῳ προφήτῃ εἴρηται· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα
δικαιωθῇς. Ἁμαρτά νοντας οὖν ἡμᾶς ἐξαγγέλλειν ἐνώπιον τοῦ Θεοῦ τὰς ἁμαρτίας χρὴ, καὶ ταύτας ἐκκόπτειν· ἐκκοπὴ γὰρ ἁμαρτίας καὶ ἐξαγόρευσις, ταύτης ἄφεσιν ἐργάζεται· καὶ μάλιστα διδασκάλῳ τινὶ ἐξαγγέλλειν, καὶ λαμβάνειν παρ' αὐτοῦ διδαχὴν, τί ὀφείλομεν ποιεῖν ἐπὶ ταῖς ἁμαρ τίαις ἡμῶν. Χωρὶς δὲ κόπου μετάνοια ἀργεῖ. Ἔφη γὰρ ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς προφήτης· Ἴδε τὴν ταπείνω σίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἐπὶ τῇ ἁμαρτίᾳ αὐτοῦ ἐθρήνει λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
English
It reveals first the fellowship with her body, since the dust is from the ground, and then also his willing humiliation, which he displayed in the things he had sinned, hoping to live through it because of the word of God, since the one who humbles himself is exalted by the one who exalts. Give me life according to your word. He does not ask for life indefinitely, but for the life according to the law. I declared my ways, and you heard me; teach me your statutes. 5. I have made all my deeds known to you, Master, and I did not endure that any of my affairs escape you. For this reason you assent to my supplications. I beseech you to learn your statutes exactly. And the same prophet says also in another psalm: I said, I will confess my lawlessness against myself to the Lord; and you forgave the ungodliness of my heart. And in another prophet it is said: Speak your sins first, that you may be justified. Therefore, when we sin, we must declare our sins before God and cut them off; for the cutting off of sin and confession works its forgiveness; and especially to declare them to a teacher and to receive instruction from him as to what we ought to do about our sins. But without effort repentance is idle. For the same prophet said in another psalm: Behold my humiliation and my effort, and forgive all my sins. And over his sin he lamented, saying: I will wash my bed every night; with my tears I will drench my couch. Give me understanding in the way of your statutes, and I will meditate on your wonders.
khazarzar-john-chrysostom-in-psalmum-118:19 · narrative
Source
Οἱ ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πο ρευόμενοι καὶ συνετιζόμενοι παρ' αὐτοῦ ἐνδελεχῶς, πάντοτε (τοῦτο γάρ ἐστι τὸ Ἀδολεσχήσω) ἐν τοῖς θαυμασίοις τοῦ Θεοῦ μελετῶσιν, ἐννοούμενοι ὅτι αὐτός ἐστιν οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς τροφεὺς ἡμῶν, αὐτὸς χορηγὸς τῶν ἀγαθῶν, αὐτὸς πέμπει ὑετὸν, αὐτὸς φέρει ἔαρ καὶ θέρος, πάντα ποιῶν πρὸς ἀνατροφὴν ἡμῶν, αὐτὸς ἁρμονίᾳ καὶ τάξει, ὡς ποιητὴς, τὰ πάντα συντηρεῖ. Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλαν θρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλα χεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρα σκευάζει τὸν ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐρ γάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. Διόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ προφήτης ἀντιβολεῖ. Τὸ δὲ καταπίπτειν εἰς ἁμαρτίαν, καὶ ῥᾳθυμίᾳ καὶ ὀλιγωρίᾳ καὶ ἀκηδίᾳ κρατεῖσθαι, καὶ μὴ πρόθυμον εἶναι πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, νυσταγμός ἐστι. Καὶ ἐν ἑτέρῳ ψαλμῷ ταύτην τὴν ἔννοιαν εὔχεται ὁ προφήτης λέγων· Φώτισον ὀφθαλ μούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, θάνατον τὴν ἁμαρτίαν καλῶν. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με.
English
Those who walk in the ways of God and are continually given understanding by him—for this is what "I will meditate" means—always meditate on the wondrous works of God, considering that he is the maker of heaven and earth, that he is our nourisher, he the provider of good things, he sends the rain, he brings spring and summer, doing all things for our sustenance; he, as creator, preserves all things by harmony and order. For we need divine understanding, so as to pursue virtue according to the divine law, and to see that the one who practices philanthropy does not do it for vainglory, and that the ascetic does not hunt for human praise, and that the temperate person's temperance is not because of the shame of licentiousness but because of the longing for virtue. Reasonably, then, the prophet entreats to partake of divine understanding, so as to discern the way of righteousness. My soul has slumbered from listlessness; strengthen me in your words. The continual assault of sin often dissolves the tension of our thoughts, and prepares the athlete to give up, and produces what is called listlessness; and the soul, grown slack, admits sleep, and sleep brings on death. Therefore the prophet entreats to be strengthened and established. And to fall into sin, and to be mastered by laziness and negligence and listlessness, and not to be eager for the commandments of God—this is slumber. And in another psalm the prophet prays this same thought, saying: Enlighten my eyes, lest I sleep unto death, calling sin death. Remove the way of injustice from me, and by your law have mercy on me.
khazarzar-john-chrysostom-in-psalmum-118:20 · narrative
Source
Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. Πᾶσαν δὲ πρᾶξιν πονηρὰν ἐξ αὐτοῦ εὔχεται ὁ προφήτης ἀφαιρεθῆναι (τοῦτο γάρ ἐστιν ἡ ἀδικία), καὶ τῷ νόμῳ αὐτοῦ καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἐλεηθῆναι. Λέγει γὰρ, Ὁδὸν ἀληθείας ᾑρετισάμην· τουτέστιν, ἠγάπησα, ἐξελεξάμην· καὶ τούτου ἕνεκεν οὐδὲ τὰ κρίματά σου ἐπελαθόμην, καὶ οὐδὲ τῆς μνήμης τῶν μαρτυρίων σου λήσμων γέγονα. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Οὐχ ἁπλῶς, εἶπεν, ἠκολούθησα τοῖς μαρτυρίοις σου, οὐδὲ παρέργως, ἀλλ' Ἐκολλήθην· τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμὸν, ἀλλὰ διὰ παντὸς ἐν αὐτοῖς ἀνετρεφόμην μὴ ἀποσπώμενος ἐξ αὐτῶν. Διὸ δὴ μηδὲ καταισχύνῃς με, ὅταν ἑκάστῳ ἀποδιδῷς κατὰ τὰ ἔργα αὐτοῦ. Ζητῶ δὲ τρυ γῆσαι τῆς τοιαύτης διαθέσεως καρπὸν, τὸ μηδεμιᾶς πεῖραν αἰσχύνης λαβεῖν. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμη θείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρ' αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκάλεσε· καὶ ἀλ
English
I chose the way of truth; I did not forget your judgments. This petition also is necessary. For it is fitting that we ask from the God of all help, so as to turn aside from the way of unrighteousness and to choose the path of truth, and to carry about the memory of the testimonies of God unforgotten. And the prophet prays that every evil deed be taken away from him (for this is unrighteousness), and that he be shown mercy by his law and his commandments. For he says, I chose the way of truth—that is, I loved it, I selected it; and for this reason I did not forget your judgments, nor did I become forgetful of the memory of your testimonies. I clung to your testimonies, O Lord; do not put me to shame. He did not say simply, I followed your testimonies, nor carelessly, but I clung—that is, I did not separate my own thought from them even for a moment, but was continually nourished in them, not being torn away from them. Therefore do not put me to shame, when you render to each according to his works. And I seek to reap the fruit of such a disposition, namely to experience no shame. I ran the way of your commandments, when you enlarged my heart. Both are needed, both our own zeal and God's providence. For neither is divine grace given to those who do not have good zeal, nor can human nature accomplish virtue apart from help from above. This the prophet also teaches, that I was running the way of your commandments without hindrance, receiving the ease of the course from him. For he called ease "breadth"; and...
khazarzar-john-chrysostom-in-psalmum-118:21 · narrative
Source
λαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς μοι· καὶ πάλιν· Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου, ὅταν εὔκολα καὶ εὐχερῆ ἐποίη σας τὰ κατ' ἐμὲ, καὶ ἀπεδίωξας ἀπ' ἐμοῦ πᾶσαν στραγ γαλιώδη καὶ σκολιὰν προσβολὴν τοῦ ἐχθροῦ. Τοῦτο γάρ ἐστιν, Ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, ὁδὸν ἐν τολῶν σου ἔδραμον. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, Ὡσαύτως καὶ πάντες οἱ ἅγιοι. Νομοθέτησόν μοι, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκ ζητήσω αὐτὴν διαπαντός. Τὸ Νομοθέτησον ὁ Σύμμαχος, Ὑπόδειξον εἶν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, Φώτισον Διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας. ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκολούθως ὁδεύειν. Πᾶσα οὖν δό σις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων. Καὶ ἡμεῖς προαιρούμενοι ἀγαθόν τι ποιεῖν, εἰ μὴ αὐτόθεν ἔχομεν τὴν συνεργίαν. ἀτελής ἐστιν ἡ ἔφεσις ἡμῶν. Εὔχεται οὖν ὁ προφήτης, καὶ ἡμεῖς οἱ ψάλλοντες (ὅσα οὖν προε γράφη, διὰ τὴν ἡμετέραν σωτηρίαν προεγράφη), τὸν Θεὸν συνεργὸν ἔχειν. Διὸ καὶ ἐπιφέρει· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐ τὸν ἐν ὅλῃ καρδίᾳ μου. Τῆς αὐτῆς θεωρίας ἔχεται καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμη νείαν. Καὶ γὰρ ὁ Κύριος προσέταξεν ἐρευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον.
English
he says: "In affliction you made room for me"; and again: "You widened my steps beneath me, and my footprints did not weaken," when you made my circumstances easy and manageable, and drove away from me every troublesome and crooked assault of the enemy. For this is what it means: "When you widened my heart, I ran the way of your commandments." Such was Paul when he said: "Thus I run, not as uncertainly; thus I box, not as beating the air; but I discipline my body and bring it into subjection." Likewise also all the saints. "Prescribe for me, Lord, the way of your statutes, and I will seek it continually." Symmachus renders "Prescribe" as "Point out"; Aquila and Theodotion as "Enlighten." Continually, he says, I need your illumination and your legislation, so as both to know the way of your statutes and to walk in it accordingly. Every good gift, then, and every perfect gift is from above, coming down from the Father of lights. And when we choose to do some good, if we do not have his cooperation from the outset, our desire is incomplete. The prophet therefore prays, and we who sing (for whatever was written beforehand was written beforehand for our salvation) pray to have God as our cooperator. Therefore he adds: "Give me understanding, and I will search out your law, and I will keep it with my whole heart." This verse also belongs to the same contemplation, and does not need another idea for its interpretation. For the Lord also commanded us to search the Scriptures; but those who search need the radiance from above, so that they may both find what is sought and keep what is hunted out.
khazarzar-john-chrysostom-in-psalmum-118:22 · narrative
Source
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐ τὴν ἠθέλησα. Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις, κἄν τινος ἐπιλάβηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ· οὕτω τοῦ διαβόλου τὴν ἐπὶ τὴν ἁμαρ τίαν ὁδὸν διανοίξαντος, τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ θάτερον φορᾶς τὴν πεῖραν διαφυγεῖν. Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς γέγραπται. Εὐχό μεθα οὖν διδασκόμενοι ὑπὸ τοῦ προφήτου κλιθῆναι τὰς καρδίας ἡμῶν εἰς τὰ μαρτύρια αὐτοῦ, καὶ μὴ εἰς πλεον εξίαν, εἰς ἁρπαγὰς καὶ ἀδικίας, καὶ εἰς περισπασμοὺς τοῦ κόσμου τούτου. Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ. Ἐκ τούτων γὰρ καὶ συνάγεται πλοῦτος, ὅστις καὶ μαμωνᾶς καλεῖται. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν μα ταιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με. ςʹ. Παρακαλεῖ ὁ προφήτης μὴ μετεωρίζεσθαι τοῖς ὀφθαλμοῖς διά τινων θεάτρων, ἵππων τε καὶ ἡλίκων δρομαῖς, καὶ ὀρχηστικῶν λυγισμάτων, ἅτινά ἐστι ματαιότητος, καὶ ἀκερδῆ καὶ ἀνόνητα· ἐπεὶ καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συν τείνουσαι πρὸς πάθη σαρκικὰ, ματαιότητές εἰσι. Διὸ καὶ ἐν τῷ Ἐκκλησιαστῇ εἴρηται· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης, τὰ γήϊνα δηλονότι· ἐπάγει γάρ·
English
Guide me in the path of your commandments, for I desired it. He does not simply ask the God of all things to become his guide, but shows the longing of his journey. Incline my heart to your testimonies, and not to covetousness. The nature of water is inclined to flow down a slope, and if it takes hold of some outlet, it all rushes there; so when the devil opened the road to sin, the nature of men rushed toward the worse. Very fittingly, then, the prophet entreats that his heart be inclined to the divine testimonies and that he escape the experience of the drift toward the other side. For the mind of man is earnestly set on evil from his youth, as it is written. Let us pray, then, taught by the prophet, that our hearts be inclined to his testimonies, and not to covetousness, to robberies and injustices, and to the distractions of this world. For the whole life of the impious is in anxiety, according to much-suffering Job. For from these things wealth also is gathered, which is also called mammon. Turn away my eyes, that I may not see vanity; in your way give me life. 6. The prophet entreats that he not be lifted up by his eyes through certain spectacles, the races of horses and mules, and dancing bendings, which are things of vanity, and unprofitable and useless; since indeed all the affairs and the many anxieties of this world that lead to fleshly passions are vanities. Therefore it is also said in Ecclesiastes: Vanity of vanities, and all is vanity—clearly the earthly things; for he adds:
khazarzar-john-chrysostom-in-psalmum-118:23 · narrative
Source
Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται· καὶ αὖθις· Ὠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδεί σους, κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν. Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίων καὶ ποιμνίων πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου, οἰνοχόους καὶ οἰνοχοούσας· καὶ οὐκ ἀπεκώλυσα τὴν
καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης. Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος. Μάταιον δέ ἐστι τὸ ἀκερδὲς καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερπνά. Ἱκετεύει τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι. Τὸ δὲ, Ἐν τῇ ὁδῷ σου ζῆ σόν με, κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπερί τρεπτον φυλάττων τῷ φόβῳ σου, ἀντὶ τοῦ, ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου, εἰς τὸ περιελεῖν ἀπ' ἐμοῦ πᾶσαν κακίαν καὶ ἁμαρτίαν. Οὕτω τοίνυν δέομαι γενέσθαι ἐν ἐμοὶ τῷ δούλῳ σου. Φόβος γὰρ Θεοῦ, γέγραπται, εἰς ζωὴν ἀνδρί· καὶ, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦ αὐτοῦ ψαλμοῦ ὁ προφήτης λέγει· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.
English
What is the abundance of a man in all his toil, in which he toils under the sun? A generation goes, and a generation comes; and again: I built myself houses, I planted myself vineyards, I made myself gardens and parks, pools of water to water from them. I acquired male and female slaves, and they became homeborn to me, and indeed a great possession of herds and flocks became mine beyond all who were before me in Jerusalem. I gathered for myself also silver and gold, and the wealth of kings and of the lands. I made for myself male and female singers, and the delights of the sons of man, male and female cupbearers; and I did not withhold my heart from any gladness. And behold, all things are vanity, and a choice of spirit. For vain is that which is without gain and unprofitable; and such are the seeming pleasures of life. The prophet therefore entreats that the eyes of his mind be turned to another contemplation, and that he not be charmed by the vanity of things present. And, In your way give me life, means: grant me to live according to your laws. Establish your oracle to your servant in your fear. Make me firm in your words, keeping me unchangeable by your fear—that is, let your fear lie upon me, restraining me and not allowing me to be turned aside from your oracles, so as to remove from me all wickedness and sin. Thus, then, I pray that it may come to be in me, your servant. For the fear of God, it is written, is for a man unto life; and, By the fear of the Lord everyone turns aside from evil; and in what follows of the same psalm the prophet says: Nail my flesh with your fear.
khazarzar-john-chrysostom-in-psalmum-118:24 · narrative
Source
Ἐπικείσθω μοι οὖν ὁ φόβος σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός. Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον Παῦλον τὸν ἀπόστολον. Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος, Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα, ἀλλ', Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν ἁμαρτήσαντα· καὶ ὄνει δός μοι τοῦτό ἐστιν, ὅτι κατ' εἰκόνα σου κτισθεὶς εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ' ἐμοῦ, ὅτι οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς μετανοοῦσι πλέον σωτηρίαν. Χρηστὰ γὰρ κρί ματά σου, κατ' ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζούσης γὰρ τῆς ἀγαθότητος ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντο λάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία τὸ ἐν ταῖς ἐντολαῖς σου πορεύεσθαι· γλιχομένῳ δέ μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. Τοῦτο γὰρ ποιῶν, τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν κέκτημαι. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου. Κύριε. Πάν τες γὰρ ἐνδεεῖς ἐσμεν τῆς θείας φιλανθρωπίας· καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς· ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ.
English
Let your fear therefore be upon me, not allowing me to do the will of the flesh. For the will of the flesh is enmity toward God, according to the divine apostle Paul. Remove my reproach, which I suspected, because your judgments are good. But Aquila, instead of "I suspected," has said "I shrank back," and so also Theodotion; but Symmachus, "which I reverence." And here he calls "reproach" that which comes from sin. For this he both shrank from and feared, and he lived a life of suspicion. For this reason he did not add, as was his custom, "because I sought your judgments," or "I kept them," but, "because your judgments are good." And he calls "judgments" the righteous verdicts of God. And "I suspected" means this: I recognized myself as having sinned; and my reproach is this, that having been created in your image I slipped down into sin. Remove this therefore from me, because not only do you bring punishment upon those who sin, but you also bring greater salvation to those who repent. For your judgments are good, being good in the superlative degree; for when goodness abounds, goodness becomes kindness, as those who are wise in these matters say. Behold, I have desired your commandments; in your righteousness give me life. My desire is perfect—to walk in your commandments; and to me as I strive, grant the life that is in righteousness. For doing this, I have acquired the sum of all the virtues. And may your mercy come upon me, Lord. For we are all in need of the divine love of humanity; and even the one who has attained the very summit of virtue needs it continually, since both we who sin and those who have set their life aright need the mercy of God.
khazarzar-john-chrysostom-in-psalmum-118:25 · narrative
Source
Ἐνδεεῖς γὰρ πάντες τῆς θείας φιλανθρωπίας, καὶ Πάντες ὑστεροῦμεν τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργίας καὶ ὁ ἁμαρτάνων ἐπιστρέφει ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ὁ ἀγαθὸς ἀγαθύνεται καὶ συντη ρεῖται τῇ ἀγαθωσύνῃ. Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.
ζʹ. Ἣν ὑπέσχου. Δέσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις, παράσχου, ἵνα τοῖς τωθάζουσί μοι σὺν παῤῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν, φέρει τὰ ὀνείδη σι γῶν· ὁ δὲ τὸν θυμήρη βιοτεύων βίον, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με· ἀλλ' οὖν ἀποκριθήσομαι αὐτοῖς λόγον· ὅτι ἔστησεν ἡμέραν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἑκάστῳ ἀποδοῦναι Κατὰ τὰ ἔργα αὐ τοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ στενοχω ρία, καὶ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργα ζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλλη-νος. Διὸ καὶ ὁ πλούσιος ἤκουσεν· Ἀπέλαβες ἐν τῇ ζωῇ σου τὰ
English
For all are in need of the divine love for mankind, and All have sinned and fall short of the glory of God, being justified freely by his grace. For with God's cooperation, even the one who sins turns back from his evil way, and the good man grows in goodness and is preserved in his goodness. Your salvation according to your word. And I shall answer a word to those who reproach me.
7. Grant, Master, the salvation which you promised in your holy words, so that I may speak with boldness to those who mock me. For the one who is in misfortunes bears reproaches in silence; but the one who lives a life pleasing to you refutes those who reproach him wrongly. For perhaps some unbelievers, seeing me in this life in afflictions and misfortunes, reproach me; but I shall answer them a word: that Christ our God has appointed a day on which he will judge the world, and render to each according to his works: to those who by patience in good works seek glory and honor and incorruption, eternal life; but to those who are factious, disobedient to the truth but obedient to unrighteousness, wrath and anger and distress, and upon every soul of man who works evil, of the Jew first and also of the Greek. Therefore the rich man also heard: You received in your lifetime the
khazarzar-john-chrysostom-in-psalmum-118:26 · narrative
Source
ἀγαθά σου, ὁμοίως καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο ἐκεῖνος μὲν ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Τὸ δὲ, Ἤλπισα ἐπὶ τοὺς λόγους σου, τί ἐστι; Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Τίμιον ἡ ἀλήθεια, ὥστε καὶ αὐτὸς ὁ Χριστὸς ἔφη· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἕτερος προφήτης διδάσκει· Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε. Τὸ δὲ ἐναντίον τῆς ἀληθείας τὸ ψεῦδος, ὃ καὶ ἐκ τοῦ πονηροῦ ἐστιν. Αὐτὸς γὰρ πρῶτος ψευσάμενος ἐψιθύρισε τῇ Εὔᾳ. Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προ θυμίᾳ πολλῇ. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐντεῦ θεν μὲν ἐν τῇ ζωῇ ταύτῃ φυλάξω τὸν νόμον σου καὶ τὰς ἐντολάς σου διατηρήσω· ἀπόκειται δέ μοι τὰ ἀγαθὰ τοῦτο ποιοῦντι· οὕτω γὰρ καὶ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. Διὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ δίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ Ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.
English
your good things, and Lazarus likewise his evil things; therefore that one is comforted here, but you are in torment. But what is this, I hoped in your words? For I hang upon your promise, and I walk in this hope. And do not take away from my mouth a word of truth utterly, for I have hoped in your judgments. Truth is precious, so that Christ himself said: I am the truth and the life. And another prophet teaches: These are the words which you shall do: speak truth each one to his neighbor, and do not love a false oath. But the opposite of truth is falsehood, which is also from the evil one. For he, having first lied, whispered to Eve. The prophet therefore teaches us to love the truth, and to ask it from the God of all with great eagerness. And I will keep your law continually, forever and ever. From this, then, in this life I will keep your law and preserve your commandments; but good things are laid up for me as I do this; for in this way I will also become more eager in the keeping of your laws. However, through the words, Forever and ever, he has indicated the life to come, in which the keeping of the divine laws will be given to all pure and undefiled, and the good things which eye has not seen, and ear has not heard, and have not come up upon the heart of man. For God has prepared these for those who love him. And I walked in a broad place, for I sought your commandments. And I spoke of your testimonies before kings, and I was not ashamed.
khazarzar-john-chrysostom-in-psalmum-118:27 · narrative
Source
Μετὰ πολλῆς, φησὶν, εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυνα στείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός· καὶ τούτου μάρτυς ὁ μέγας Δαυΐδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥη σίας· μετὰ δὲ τὴν ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύπτων εἰς γῆν καὶ τὴν κεφαλὴν καλύπτων ἐβάδιζε. Πλατυσμὸν δὲ ἐνταῦθα τὴν εὐχέρειαν καὶ τὴν εὐκολίαν λέγει, ἣν οἱ ἀγαθῶς βιοῦντες πορεύονται, καὶ οὐκ ἐκκλίνουσι δεξιᾷ οὔτε ἀριστερᾷ, εἰ μὴ πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ ἔχουσι τὸν νοῦν αὐτῶν. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἐπαποστέλλει Κύριος. Καὶ ἐπειδὴ ἐν πλατυσμῷ τῶν ἐντολῶν σου ἐπορευόμην, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Τοιοῦτος ἦν Ἠλίας ὁ πάνυ, τῇ δικαιοσύνῃ θαῤῥῶν, ἐλέγχων τὴν παρανομίαν τοῦ Ἀχαάβ. Τοιοῦτος ἦν ὁ θεσπέσιος Δανιὴλ, λέγων τῷ Ναβουχοδονόσορ· Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Τοιοῦτος ἦν Ἰωάν νης, ἐλέγχων τὴν μοιχείαν τοῦ Ἡρώδου, λέγων αὐτῷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Οὕτως ὁ θεῖος Παῦλος πρὸς τὸν Ἀγρίππαν καὶ τὸν Φῆστον καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν βασι λέων. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγά πησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐν τολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
English
With great ease, he says, and living according to your commandments, I did not fear even royal power, but with great boldness I conducted my conversation with them. For the lawful life is the creator of boldness; and the great David is a witness of this. For before his sin he converses with Saul with great boldness; but after his sin, fleeing from his parricidal son, he walked bowing to the ground and covering his head. By "breadth" here he means the freedom and ease in which those who live well walk, and they do not turn aside to the right nor to the left, unless they have their mind directed toward the way of God. For against the crooked the Lord sends crooked ways. And because I walked in the breadth of your commandments, I spoke of your testimonies before kings, and I was not ashamed. Such was Elijah the great, trusting in righteousness, reproving the lawlessness of Ahab. Such was the inspired Daniel, saying to Nebuchadnezzar: And now, O king, let my counsel please you, and redeem your lawless deeds by almsgiving, and your injustices by mercies to the poor. Such was John, reproving the adultery of Herod, saying to him: It is not lawful for you to have the wife of Philip your brother. Thus the divine Paul conversed with Agrippa and Festus and Felix. Thus the victorious martyrs despised the impious kings. And I meditated on your commandments, which I loved exceedingly. And I lifted up my hands to your commandments, which I loved, and I talked idly of your statutes.
khazarzar-john-chrysostom-in-psalmum-118:28 · narrative
Source
Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ, Ὁ ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Διά τοι τοῦτο καὶ ὁ θεῖος προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προστέθεικεν. Εἰρηκὼς γὰρ, Ἐμελέτων ἐν ταῖς ἐντο λαῖς σου, ἃς ἠγάπησα σφόδρα, καὶ τὸν θερμὸν ἐπι δείξας πόθον, ἐπήγαγε· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Ἡ γὰρ μελέτη τῶν θείων λόγων καὶ ἡ ἀκρόασις τῆς ἀναγνώσεως πρὸς ἔργα ἀγαθὰ καταντᾷ. Τοῦτο γάρ ἐστι τὸ, Ἦρα τὰς χεῖ ράς μου πρὸς τὰς ἐντολάς σου. Αἱ χεῖρες γὰρ πράξεών εἰσι δηλωτικαί· ἔφη γὰρ ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου
δικαιωθήσονται· καὶ, Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βρο χὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥιψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὅστις δὲ ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
English
For the kingdom of God is not in word, but in power; and, He who does and teaches, this one will be called great in the kingdom of heaven. For this very reason the divine prophet also added action to meditation. For having said, I meditated on your commandments, which I loved exceedingly, and having shown his fervent longing, he added: And I lifted up my hands to your commandments, which I loved, and I occupied myself with your statutes. For the things I was taught through the divine words, these I pursued through deeds. For the meditation of the divine words and the hearing of the reading leads to good works. For this is what, I lifted up my hands to your commandments, means. For the hands are indicative of actions; for the Apostle said: For not the hearers of the law are righteous before God, but the doers of the law will be justified; and, Faith without works is dead, and works without faith. Therefore the Lord also said: Everyone who hears these words of mine and does not do them will be likened to a foolish man, who built his house upon the sand; and the rain came down, and the rivers came, and the winds blew, and they beat against that house, and it fell, and great was its fall. But whoever hears these words of mine and does them, I will liken him to a wise man, who built his house upon the rock; and the rain came down, and the rivers came, and the winds blew, and they fell upon that house, and it did not fall; for it had been founded upon the rock.
khazarzar-john-chrysostom-in-psalmum-118:29 · narrative
Source
Τὸ δὲ, Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου, ἐνδελεχῶς, φησὶ, τὴν τούτων ἐποιούμην με λέτην. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. ηʹ. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑπο σχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με. Μνήσθητι οὖν, Δέσποτα, τῶν ὑποσχέσεων, ὧν ἐπηγγείλω ἡμῖν. Ἔφης γὰρ τοῖς μαθηταῖς σου· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συν τελείας τοῦ αἰῶνος. Καὶ οὐ μόνον αὐτοῖς τοῦτο ἐπηγ γείλω, ἀλλὰ καὶ ἡμῖν πᾶσι τοῖς πιστεύουσι δι' αὐτῶν εἰς τὸ ὄνομά σου. Μνήσθητι οὖν ἡμῶν, καὶ μεθ' ἡμῶν γενοῦ, καὶ μὴ ἀποστῇς ἀφ' ἡμῶν, ἵνα μὴ ἀπολώμεθα. Αὐτή με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς θλίψεσιν. Αὐτὴ ἡ ὑπόσχεσις παράκλησίς μοι γέγονε καὶ ἀναψυχὴ, καὶ ἐπὶ ταύτης ὀχούμενος ὑπερέπλευσα τῶν κυμάτων. Διὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου ποιεῖσθαι. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου οὐκ ἐξέκλινα. Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀποσταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλ' ἐκεῖνοι μὲν παράνομον ἠσπάσαντο βίον, ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλλίνικοι μάρτυρες, ὑπὸ τῶν ἀπηνῶν καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες.
English
But "I meditated in your statutes" means, he says, that I made my supplication of them continually. "Remember your words to your servant, in which you made me hope." God, when giving the law, both promised his own favor to those who keep the law and punishment to transgressors. Therefore he beseeches God to remember his own promises. For "you taught me," he says, "to hope in those." Remember, then, Master, the promises which you promised to us. For you said to your disciples: "Behold, I am with you all the days until the consummation of the age." And you promised this not only to them, but also to us all who believe through them in your name. Remember us, then, and be with us, and do not depart from us, lest we perish. "This comforted me in my humiliation, for your word gave me life." For I had this consolation in calamities and in afflictions. That very promise became my comfort and refreshment, and carried upon it I sailed over the waves. Therefore I ask that you make my life in your words. "The proud transgressed exceedingly, but I did not turn aside from your law." He calls Saul proud, Absalom, the king of the Ammonites, the one who did those lawless things to those sent by him. But they embraced a lawless life, whereas I followed your laws. And the victorious martyrs too could say these things, having suffered those terrible and harsh things from savage and impious tyrants.
khazarzar-john-chrysostom-in-psalmum-118:30 · narrative
Source
Ὑπερηφανεύοντο δὲ σφόδρα καὶ οἱ Φαρισαῖοι μὴ προαιρούμενοι ἀκοῦσαι τῆς διδασκαλίας τοῦ Χριστοῦ. Διὸ καὶ ἔλεγεν αὐτοῖς· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐ ρανῶν. Οὐ μόνον γὰρ ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέ λοντας εἰσελθεῖν κωλύετε. Ἔτι ὑπερηφανεύοντο οἱ ἄρ χοντες καὶ οἱ ἱερεῖς τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων, λέγοντες αὐτοῖς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν τὸν λόγον τοῦτον; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οἱ δὲ ἀπεκρίναντο αὐτοῖς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν, ἢ τοῦ Θεοῦ, κρίνατε. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶ νος, Κύριε, καὶ παρεκλήθην. Διωκόμενος οὖν ὁ χο ρὸς τῶν ἀποστόλων καὶ μαρτύρων πάντων ἐμιμνή σκοντο τῶν κριμάτων τοῦ Θεοῦ τῶν ἀπ' αἰῶνος· οἷα πέπονθεν ὁ Ἄβελ ὑπὸ τοῦ ἀδελφοκτόνου Κάϊν· οἷα ὁ Ἀβραὰμ, οἷα ὁ Μωϋσῆς· τὰ κατὰ τὸν Ἰσαὰκ τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰώβ· καὶταῦτα ἐγίνετο αὐτοῖς παράκλησις καὶ παραμυθία· καὶ ὅπως ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς ὕστερον καὶ περίβλεπτοι ἐγένοντο. Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐκαρπωσάμην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐγὼ μὲν πάσχων κακῶς, τῇ μνήμῃ τῶν σῶν ἐψυχαγω γούμην κριμάτων· ἠνιώμην δὲ ὅλως καὶ διετέλουν ἀσχάλλων πολλοὺς ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νό μους. Ταῦτα καὶ ὁ
English
The Pharisees too were exceedingly arrogant, refusing to listen to the teaching of Christ. Therefore he also said to them: "Woe to you, scribes and Pharisees, hypocrites, because you shut the kingdom of heaven. For you not only do not enter yourselves, but you hinder those who wish to enter." Again, the rulers and priests of the Jews were arrogant against the apostles, saying to them: "Did we not strictly command you not to speak this word to anyone? And behold, you have filled Jerusalem with your teaching." But they answered them: "Judge for yourselves whether it is right in the sight of God to listen to you rather than to God." "I remembered your judgments from of old, O Lord, and I was comforted." So when the company of the apostles and all the martyrs was being persecuted, they remembered the judgments of God from of old: what Abel suffered at the hands of his brother-murdering Cain; what Abraham suffered, what Moses suffered; the things concerning Isaac, the things concerning Jacob, the things concerning Joseph, the things concerning Job; and these became for them comfort and consolation; and how they were permitted to fall into various temptations, and afterward became illustrious and admired. Taking these things, then, into my mind, I too reaped from them sufficient encouragement for my soul. "Faintness seized me because of sinners who abandon your law." I, while suffering evil, was encouraged by the remembrance of your judgments; but I was wholly grieved and continued to be distressed, seeing many heedlessly transgressing the laws. These things also the
khazarzar-john-chrysostom-in-psalmum-118:31 · narrative
Source
ἀπόστολος Παῦλος ἔλεγε· τῶν γὰρ τελείων ἐστὶν ὁ λόγος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ἐν Ἀθήναις ὢν, Παρωξύνετο τὸ πνεῦμα αὐτοῦ· ἐθεώρει γὰρ κατείδωλον τὴν πόλιν οὖσαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, ὁρῶντές τινας καταλιμπάνοντας τὸν νόμον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐν ἀθυμίᾳ γινώμεθα, ἐπειδὴ γέγραπται· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυ τόν· καὶ κατόπιν ἐν τούτῳ τῷ ψαλμῷ εἴρηται· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Παρῴκησε μὲν ὁ μακά ριος Δαυῒδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, παρὰ τοῖς Ἀλλοφύλοις· παροικίαν δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλ' ὡς παροικῶν, αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμή νευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· Ἄσματα ἦν μοι τὰ προστάγματά σου ἐν τόπῳ τῆς παροικίας μου. Πάν τες οὖν οἱ ἅγιοι καὶ οἱ κατὰ Θεὸν ζῶντες, ὡς παροικίαν ἔσχον ταύτην τὴν ζωὴν, κατοικίαν ἔχοντες τὴν μέλλου σαν. Ψαλτὰ οὖν αὐτοῖς εἰσι τὰ δικαιώματα τοῦ Θεοῦ ἐν τῷδε τῷ βίῳ. Εἰς τοῦτο γὰρ καὶ ἔκτισται ἄνθρωπος, ἵνα αἰνῇ καὶ δοξάζῃ τὸν Θεόν. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου, Οὐ μόνον γὰρ διημερεύων τοῦτο πεποίηκα, ἀλλὰ καὶ ἐν νυκτὶ, ὅτε ἡ ἀνάπαυσίς ἐστι τοῦ σώματος, καὶ πρὸς φαντασίας ἀνυπάρκτους ὀνειροπολεῖ, καὶ λογισμοὶ ἀηδεῖς ἀνατυποῦνται· οὐ δέδωκα χώραν τούτοις, ἀλλ' ἐμιμνη σκόμην τοῦ ὀνόματός σου. Διὸ Καὶ ἐφύλαξα τὸν νόμον σου.
English
The apostle Paul said: "For the word belongs to the perfect: Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn with indignation?" And when he was in Athens, his spirit was provoked within him, for he saw that the city was full of idols. So we too, brothers, when we see some abandoning the law of God and his commandments, let us be disheartened, since it is written: "You shall love your neighbor as yourself"; and afterwards in this psalm it is said: "I saw those who were senseless, and I was consumed, because they did not keep your words." "Your statutes were songs to me in the place of my sojourning." The blessed David sojourned, being pursued by Saul, among the Philistines; but I think he calls "sojourning" not that time only, but his whole life. For he continued not as one dwelling, but as one sojourning, and singing the statutes of God, he passed through life. For thus the other interpreters also explained it: "Your commandments were songs to me in the place of my sojourning." All the saints, then, and those who live according to God, had this life as a sojourning, having the life to come as their dwelling. So the statutes of God are songs to them in this life. For man was created for this very purpose, that he might praise and glorify God. "I remembered your name in the night, O Lord, and I kept your law." For I have done this not only through the day, but also in the night, when there is rest for the body, and it dreams of unreal phantasies, and unpleasant thoughts are formed—I did not give place to these, but I remembered your name. Therefore "I also kept your law.
khazarzar-john-chrysostom-in-psalmum-118:32 · narrative
Source
Καὶ ὁ τῶν ἁγίων δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμενος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνο μάζεσθαι· ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα καὶ παρα θαῤῥύνουσα καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Τίς, Αὕτη; Ἡ νυκτερινὴ μελέτη. Οὕτω γὰρ, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προ ελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν, ἐπειδὴ τὰ δικαιώματά σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος. Οὐκοῦν, ἀδελφοὶ, διδασκώμεθα διανυκτερεύειν ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ. Μερίς μου εἶ, Κύριε· εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευὶ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος. Οὕτω καὶ ἐν τῷ πεντεκαιδεκάτῳ ἔφη ψαλμῷ· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτη ρίου μου. Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν ἄλλων ἁπάντων ὑπεριδὼν, σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ πλοῦτον. Διὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό μους. Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι. Εἶπε γὰρ ὁ Κύριος· Οὐ δύ νασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου.
English
And the choir of the saints also, rising always by night, both prays and hymns the God of all. And I think that "night" here names the time of temptations; for it brings gloom, and comes upon men like night. And in this, the remembrance of the God of all is especially necessary, cheering the soul and encouraging it and driving out the opposing thoughts. This became mine, because I sought your statutes. What is "This"? The nightly meditation. For in this way, he says, I was able to prevail, and to prefer the remembrance or the possession of your statutes, since I sought your statutes, and in the night I did not cease making remembrance of you. Therefore, brothers, let us be taught to spend the night in prayer and psalmody. You are my portion, O Lord; I said, to guard your law. God is not the portion of all, but of those who embrace perfect things. Thus he became the portion and lot of the priests and Levites. For to the sons of Levi, he says, there shall be no portion among their brothers, because I, the Lord, am their portion. Thus also in the fifteenth psalm he said: The Lord is the portion of my inheritance, and of my cup. He says, then, also here, that having despised all other things, I have you as my portion and possession and wealth. Therefore I hasten to guard your laws. This, then, is the voice of the perfect, who dedicate themselves wholly to God, and are not led away into pleasures and many cares. For the Lord said: You cannot serve God and mammon. I entreated your face with my whole heart.
khazarzar-john-chrysostom-in-psalmum-118:33 · narrative
Source
Διδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι, ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ' ὄψιν παριστάμεθα. Ἐδεήθην γὰρ τοῦ προσώπου σου. Ἢ καὶ πρόσωπον ὁ Υἱὸς τοῦ Πατρὸς, καθὼς ὁ θεῖος ἀπόστολος ἔφη· Ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· καὶ δι' αὐτοῦ ἀναφέ ρομεν Θυσίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα τρείαν ἡμῶν. Πανταχοῦ δὲ τὸ, Ἐν ὅλῃ καρδίᾳ, ὁ Δαυῒδ προστίθησι τῷ νόμῳ, καὶ ἐν τούτῳ πειθόμενος προσκεῖσθαι Θεῷ, διδάσκων ἡμᾶς τὸ ἀγαπᾷν αὐτὸν ἐν ὅλῃ καρ δία. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐλέησόν με κατὰ τὸ λόγιόν σου, ἕτερον οὐδέν ἐστιν ἢ, ὅτι ἐν
σοὶ ἀνατίθημι πάντα τὰ κατ' ἐμέ· καὶ ὡς βούλει ἐλέησόν με. Ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
θʹ. Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ, ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ· ὡς οἶδας, θεράπευσον· ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ· κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος· ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέους τὸν τρόπον. Πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία, φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς καὶ τέμνει καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή.
English
The word teaches us what sort of people we ought to be when we entreat God, namely, as though we stand before his face. For "I entreated your face." Or is the Son also the face of the Father, as the divine apostle said: "the effulgence of his glory and the express image of his substance"; and through him we offer up a sacrifice well-pleasing to God, our reasonable service. And everywhere David adds "with the whole heart" to the law, and in this, being persuaded to cleave to God, he teaches us to love him with the whole heart. For "you shall love the Lord your God with your whole heart, and with your whole strength, and with your whole mind." And "Have mercy on me according to your word" is nothing other than: I commit to you all that concerns me; and as you will, have mercy on me. Have mercy on me according to your word.
9. He does not ask to be shown mercy indefinitely, but to obtain mercy according to the divine word. This is what a wise sick man would say to the physician: heal as you know how, as the art prescribes. This is what a wise merchant would say to the pilot: steer the ship according to the laws of the art; pilot as your knowledge commands. So it is fitting for us too to invoke the divine mercy. For the one who is asked knows the manner of mercy. For often he procures salvation through discipline, and punishment becomes loving-kindness. So too the physician both cuts and cauterizes, procuring health for the sick man. So it is fitting for us too to ask for mercy.
khazarzar-john-chrysostom-in-psalmum-118:34 · narrative
Source
Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσάν μου τὴν προαίρεσιν εἰς τὰς σὰς ἐντολὰς ἀνέθηκα, τούτου χάριν τὴν τῶν μαρτυρίων σου ἐπορεύ θην ὁδόν. Ὁ δὲ Ἑβραῖος, Τὰς ὁδούς μου, ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ καὶ οἱ ἑβδομή κοντα ἐν τῷ ἑξαπλῷ. Λέγει δὲ, ὅτι λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατεύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξα σθαι τὰς ἐντολάς σου. Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσ βολῆς οὐχ ὑπέμεινα ζάλην. Τοιοῦτος ἦν ὁ μακάριος Δα νιὴλ ὁ στόματα λεόντων χαλινώσας· τοιοῦτοι ἦσαν οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν· οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι· τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες. Οὕτως ἅπαντες τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Πρὸ γὰρ τῶν κιν δύνων ἡτοίμαζον ἑαυτοὺς, διὰ τὴν τοῦ Θεοῦ ἀγάπην καθ' ἡμέραν ἀποθνήσκοντες, πάντα ἐν δευτέρῳ ἔχοντες καὶ εἰς οὐδέν. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς ἁγίοις εὐαγ γελίοις παρεγγυᾷ, Γρηγορεῖτε, λέγων, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Τὰς ἐπιβουλὰς ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων, σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ ὁ Ἡσαΐας·
English
For there are times when mercy is supplied through poverty, and kindness is granted through weakness, and according to the medical principle opposites are cured by opposites. I considered your ways, and I turned my feet to your testimonies. Since I committed my whole purpose to your commandments, for this reason I walked in the path of your testimonies. But the Hebrew has "my ways"; and likewise the other translators and the Seventy in the Hexapla also rendered it so. He says that, reckoning my ways, you directed my feet to your testimonies, and I did not allow myself to turn aside from the road that leads to you. I was prepared, and I was not troubled, to keep your commandments. For having made myself ready for the assaults of terrors, I did not endure the storm from the sudden attack. Such was the blessed Daniel, who bridled the mouths of lions; such were the three children, for whom the furnace became a dwelling of dew; so too the wondrous Maccabees; such were the holy apostles, prophets, and martyrs. Thus all conquered the assaults of the impious. For before the dangers they prepared themselves, dying daily for the love of God, holding all things second and nothing. For this the Lord enjoins in the holy Gospels, saying, "Watch, because you do not know at what hour the thief comes." The cords of sinners entangled me, and I did not forget your law. He called the plots either of demons or of men "cords," taking the occasion of the turn from their twisting. So also Isaiah:
khazarzar-john-chrysostom-in-psalmum-118:35 · narrative
Source
Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ. Τούτων δὲ φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς λογισμοὺς, τὰς σαρκικὰς κινήσεις· Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ὅτε ἂν ἁμαρτήσῃ τις, ἐὰν μὴ συντόμως ἑαυτὸν ἀνα καλέσηται καὶ ἔλθῃ εἰς συναίσθησιν, εἰς ἑτέραν πάλιν καταπίπτει ἁμαρτίαν. Οὕτως οὖν ἁμαρτήσας ὁ Κάϊν, τὸν ἴδιον ἀδελφὸν ἀποκτείνας, ψεῦδος ἔσχεν ἀκόλουθον, ὡς σχοινίον συμπεπλεγμένον. Εἶπε γὰρ αὐτῷ ὁ Θεός· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ αὐτὸς ἀπεκρίνατο· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι; καὶ ἐψεύσατο τῷ Θεῷ τῷ πάντα ἐρευνῶντι, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. Οὕτως ὁ Ἑβραῖος λαὸς, καθίσαντες Φαγεῖν καὶ πιεῖν, ἀνέστησαν παίζειν, καὶ ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ ἐνεί ραντες, ἐμοσχοποίησαν εἰδωλολατρεύσαντες, ἐν τῇ ἐρήμῳ. Οὕτως οὖν καὶ ὁ Ἰούδας φιλάργυρος ὢν, προδότης τοῦ διδασκάλου ἐγένετο, καὶ τέλος ἀπήγξατο. Ὁ δὲ Πέτρος ἀρνησάμενος, κλαύσας πικρῶς ἐπὶ τῇ ἀρνήσει, ἐδικαιώθη, μὴ προσθεὶς ἁμαρτίαν. Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελ φοὶ, εἰ ἁμαρτάνομεν, ἐπιστρέψωμεν, καὶ μὴ γενώμεθα καταφρονηταὶ, ἵνα μὴ ἀκολουθήσῃ ἡμῖν ἁμαρτία ἐφ' ἁμαρτίαν, ὡς σχοινίον μακρόν. Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς
English
Woe to those who draw their sins upon themselves as with a long rope. But he says that when these ropes were wrapped around me, I did not shake off the remembrance of the divine law. By the ropes of sinners we must understand the assaults of demons, evil thoughts, and fleshly impulses; for each person is bound fast by the cords of his own sins; and whenever someone sins, if he does not quickly call himself back and come to a sense of his sin, he falls again into another sin. Thus Cain, having sinned by killing his own brother, had falsehood following after him like a twisted rope. For God said to him, Where is Abel your brother? And he answered, Am I my brother's keeper? and he lied to God, who searches all things, even the depths of our hearts. Thus the Hebrew people, having sat down to eat and drink, rose up to play, and heaping sin upon sin, made a calf and practiced idolatry in the wilderness. Thus also Judas, being a lover of money, became the betrayer of his teacher, and in the end hanged himself. But Peter, having denied him, wept bitterly over his denial and was justified, because he did not add sin to sin. Thus, then, brothers, if we sin, let us turn back, and let us not become despisers, so that sin upon sin does not follow us like a long rope. At midnight I arose to give thanks to you for your judgments.
khazarzar-john-chrysostom-in-psalmum-118:36 · narrative
Source
δικαιοσύνης σου. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Προείρηται οὖν, ὅταν πάντες τὴν ἀνάπαυσιν ἔχωσιν, ὅταν τῷ ὕπνῳ τῷ σώματι ἀναπαύωνται, Ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ποῖα δέ εἰσι ταῦτα; Ὅτι μέλλει κρίνειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ Χριστὸς ὁ Θεὸς ἡμῶν. Τοῦτο γὰρ ἡ δικαιοσύνη· καὶ διδάσκει ἡμᾶς, ἵνα καὶ ἡμεῖς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐξομολογώμεθα καὶ παρακαλῶμεν τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει γὰρ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς· Καὶ ἦν Ἰησοῦς διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, ἡμᾶς δι δάσκων τοῦτο ποιεῖν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε. Πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ, καὶ τῇ ποδοκάκκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγας τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν· τῆς θείας γὰρ φιλοτι μίας ἀπέλαυσαν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Μέτοχος, Συνημμένος εἴρηκεν· ὁ δὲ Σύρος, Φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντίᾳ τοῖς σοῖς προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν σὸν φόβον περὶ πολλοῦ ποιουμένους καὶ βιοτεύειν ἐννόμως προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Παροιμιακῶς οὖν ἠκούσαμεν· Ὁ συμπο ρευόμενος σοφοῖς, σοφὸς ἔσται·
English
of your righteousness. For not only by day, but also by night, at the very middle of the night, when sleep comes upon men with greater pleasure, I continued hymning you and extolling your righteous judgments. It has been said before, then, when all have rest, when they rest their body in sleep, I arose to give thanks to you for the judgments of your righteousness. And what are these? That Christ our God is going to judge each one according to his works at his second coming. For this is righteousness; and it teaches us that both by day and by night we should give thanks and entreat God for our sins. For the evangelist Luke also says: And Jesus was spending the night in prayer to God, teaching us to do this. This the divine apostle also did with Silas. For bound together with Silas and fastened in the stocks, after tortures and scourges, he mingled hymnody with prayer, and reaped the fruit of his noble vigil; for they enjoyed divine favor. I am a partaker with all who fear you, and with those who keep your commandments. But Symmachus, instead of "partaker," has said "joined together"; and the Syrian, "friend." For turning away from those who choose the opposite of your ways, I had as companions and associates those who held your fear in great honor and chose to live lawfully. This he also said in another psalm: But to me your friends were greatly honored, O God. We have heard it proverbially, then: He who walks with the wise will be wise.
khazarzar-john-chrysostom-in-psalmum-118:37 · narrative
Source
ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ὅσοι οὖν τὴν φιλοξενίαν τοῦ Ἀβραὰμ κέκτηνται, μέτοχοι τούτου γεγόνασιν· ὡσαύ τως τοῦ Ἠλίου τὸν ζῆλον, Μωϋσέως καὶ Δαυῒδ τὴν πρα ότητα· ἐπεὶ ὅσοι μιμηταὶ κακῶν γεγόνασιν ἔργων, ἀκούουσιν· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Μὴ οὖν γενώμεθα, ἀδελφοὶ, συμμέτοχοι τούτων, ἀλλὰ τῶν τὰ ἀγαθὰ πραξάντων. Πολλαχῶς γὰρ ἀπολώλασί τινες ἁμαρτίας ποιοῦντες, καὶ ἑτέρους μετ' αὐτῶν συναπολ λύντες. Ἀλλ' ὅταν τις προσκαλῆται ὑμᾶς πρὸς ἁμαρτίαν, ἀποκρίθητε αὐτῷ· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· καὶ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.
ιʹ. Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐγχέεις τὰς τοῦ ἐλέους σου πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέ ρεις μὲν τοὺς διορύττοντας γάμους ἀλλοτρίους, καὶ τοὺς αἵματι μιαινομένους ἀδίκῳ, καὶ ἄλλους σφετεριζομένους τὰ μὴ προσήκοντα, καὶ ταῖς βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶν τας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύ της ἀξίωσον, Δέσποτα, τῶν σῶν δικαιωμάτων παρέχων τὴν γνῶσιν. Ὅμοιον τοίνυν καὶ ὁ προφήτης Ἡσαΐας λέγει· Γῆ σύμπασα γνώσεται τὸν Κύριον. Καὶ γὰρ ἐπὶ τῆς γῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλθόντος, πάντα τὰ πέρατα τῆς χάριτος αὐτοῦ ἐνεπλήσθη, καὶ τὰ δικαιώ ματα αὐτοῦ ἐδιδάχθησαν παρὰ τῶν αὐτοῦ μαθητῶν.
English
But he who walks with fools will be known. Therefore, as many as have acquired the hospitality of Abraham have become partakers of this; likewise the zeal of Elijah, the meekness of Moses and David; since as many as have become imitators of evil deeds hear: If you saw a thief, you ran together with him, and with an adulterer you placed your portion. Let us not, then, brothers, become partakers of these, but of those who have done good things. For in many ways some have perished while committing sins, and destroying others together with themselves. But whenever someone invites you to sin, answer him: I did not sit with the council of vanity, and with those who transgress the law I will not enter; and, I hated those who commit transgressions. The earth is full of the mercy of the Lord; teach me your statutes.
10. Upon all, he says, you pour out richly the fountains of your mercy, and you make your sun rise upon the evil and the good, and you send rain upon the just and the unjust, and you do not bring your wrath each day, but you bear with those who dig through the marriages of others, and those defiled with unjust blood, and others appropriating what does not belong to them, and those polluting their tongue with blasphemies, and others daring other things of the lawless. With such great love for humanity, then, as you show, deem me also worthy of it, Master, granting the knowledge of your statutes. The prophet Isaiah, then, says something similar: The whole earth will know the Lord. For when Christ our God came upon the earth, all the ends were filled with his grace, and his statutes were taught by his disciples.
khazarzar-john-chrysostom-in-psalmum-118:38 · narrative
Source
Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος, ὅτι τοῦ ἐλέους αὐ τοῦ πάντες ἀπολαύομεν. Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, καὶ μακροθύμως φέρει ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ οὐκ ἀπάγει ὀργήν. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος, διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀντιβολῶ. Ἐπεὶ δὲ τοῦ ἐλέους σου πεπλήρωται ἡ γῆ, Χρηστότητα ἐποίησας μετὰ τοῦ ἀνθρωπείου γέ νους, καθὼς ἐπηγγείλω διὰ τῶν προφητῶν σου.
Ἀγαθὸς δὲ οὖν ὁ Θεὸς ἀγαθὰ ἡμῖν ἐδωρήσατο, καὶ ἁμαρτανόν των ἡμῶν παιδεύει ἡμᾶς πρὸς νουθεσίαν ἐπιστρέφων. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, κατὰ τὸν παροιμιακὸν λόγον. Οὐκοῦν πταίομεν, καὶ δικαίως σωφρονίζει, ἵνα ἐπιστρέφωμεν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. Γέγραπται γάρ· Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ πιστεύειν ἡμῖν τὴν σωτηρίαν δο θήσεσθαι. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Οἶδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρω πίᾳ χρώμενος ὁ Δεσπότης, ταύτην ἐπιφέρει τοῖς ἀνθρώ ποις· οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει· ἡ δὲ παιδεία τὴν γνῶσιν. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυ στῆρα ἐπιζητεῖ.
English
The word has also another meaning: that we all enjoy his mercy. For he rains on the just and on sinners, and bears patiently with our sins, and does not take away his anger. You have done goodness with your servant, O Lord, according to your word. I have had experience of your goodness; therefore I again beseech you to let me enjoy it, and I entreat you to live according to your laws. And since the earth is filled with your mercy, you have done goodness with the human race, as you promised through your prophets.
God, being good, has therefore bestowed good things on us, and when we sin he disciplines us, turning us back for admonition. For whom the Lord loves he disciplines, and he scourges every son whom he receives, according to the proverbial saying. So when we stumble, he rightly corrects us, that we may turn back from the evil way. For it is written: And the people did not turn back until they were struck. And through his goodness we are taught both discipline and knowledge, and that in his commandments we should believe that salvation will be given to us. Teach me goodness and discipline and knowledge, because I have believed in your commandments. The prophet knows the usefulness of discipline, and that the Master, exercising love for mankind, brings it upon men; for which reason he deems it worthy to partake of it. For God, exercising goodness, brings discipline; and discipline brings knowledge. Thus the prophet Jeremiah also entreats: Discipline us, O Lord, but in judgment, and not in anger, lest you make us few. Thus also the sick man, longing for health, seeks both the cutting of the iron and the cautery.
khazarzar-john-chrysostom-in-psalmum-118:39 · narrative
Source
Εἶτα διδάσκει, πόθεν ἔγνω τῆς παιδείας τὸ χρήσιμον. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Ἐπειδὴ εὐημερῶν ἐν τῷ κόσμῳ τούτῳ καὶ πλουτῶν πάντως ἥμαρτον· τοῦτο γὰρ δηλοῖ, Πρὸ τοῦ με ταπεινωθῆναι· ὁ πλοῦτος γὰρ πάντως ἐξ ἀδικίας συνάγεται· ἀλλ' ἐπίστρεψόν με, ἵνα φυλάξω τοὺς λόγους σου. Ἐγὼ γὰρ, φησὶν, ἐμαυτὸν εἰς παιδείαν προυξένησα. Ἀδικίας γὰρ ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος. Τῇ ἁμαρτίᾳ ἠκολούθη σεν ἡ παιδεία, τῇ δὲ παιδείᾳ τῶν νόμων ἡ φυλακή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. Χρηστὸς εἶ σὺ, Κύριε. Τῷ ὄντι γὰρ χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ' ὑπερβολὴν ἀγαθός· καὶ τῇ σῇ ἀγαθότητι ἐν τοῖς δικαιώμασί σου διατήρησόν με. Παρὰ σοῦ γάρ ἐστι πάντα σωτήρια. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Διὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνώσιν. Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Πάν τες οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ κατεπαιρόμενοι κατὰ τῆς γνώσεως αὐτοῦ, αὐτοί εἰσιν ὑπερήφανοι. Καὶ εἰ καὶ μέσον τοιούτων ἀνθρώπων ἀναστρέφομαι, φησὶν, ἀλλ' οὖν τούτοις οὐκ ἐπακολουθήσω, ἀλλ' ἐξερευνήσω ἐν ὅλῃ καρδίᾳ μου τὰς ἐντολάς σου, μένων πεπαγιωμένος ἐν αὐταῖς. Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμε νοι, πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. Ταῦτα δὲ πρὸς νουθεσίαν ἡμῶν ἐγράφησαν, ἵνα ὦμεν ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι εἰς τὸ ἀγαθόν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν·
English
Then he teaches from what source he came to know the usefulness of discipline. Before I was humbled, I transgressed; for this reason I kept your word. Since, prospering in this world and being rich, I surely sinned—for this is what Before I was humbled means; for wealth is surely gathered from injustice—but restore me, that I may keep your words. For I, he says, brought myself to discipline. For the verdict of injustice is free from punishment. Discipline followed sin, and the keeping of the laws followed discipline. I fell sick, I was cut, I was healed. You are good, O Lord. For truly you are good and loving toward humanity, good and exceedingly good; and by your goodness preserve me in your statutes. For all things that save are from you. And in your goodness teach me your statutes. For this reason, being confident, I ask to receive from you the knowledge of your statutes. Iniquity of the proud has multiplied against me; but I will search out your commandments with my whole heart. All who do not keep the commandments of God, and who exalt themselves against his knowledge, are themselves the proud. And even if, he says, I live among such people, yet I will not follow them, but I will search out your commandments with my whole heart, remaining firmly fixed in them. For those who practice arrogance stitch together every kind of plot against me; but nevertheless I am not provoked to their lawlessness, being ordered by your commandments. And these things were written for our admonition, that we may be rooted and grounded in the good. Their heart was curdled like milk;
khazarzar-john-chrysostom-in-psalmum-118:40 · narrative
Source
ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ· Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου; καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ἔοικε δὲ καὶ τοῖς ἐν Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις· Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ. Οἱ οὖν Ἰουδαῖοι ὡς τυρὸς ἐπάγησαν· ὁ δὲ τῶν ἀποστόλων χορὸς, καὶ οἱ πιστεύσαντες δι' αὐ τῶν, ἐν μελέτῃ τῶν λόγων τοῦ Θεοῦ ἀναστρέφονται, τῷ εὐαγγελίῳ τοῦ Θεοῦ πειθαρχήσαντες. Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου τοῦ σοῦ προστέτηκα. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. Ἀνωτέρω μὲν γὰρ εἶπε, Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· ἐνταῦθα δὲ λέγει, Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Πρὸς παιδείαν γὰρ καὶ ἐπιστροφὴ περιπίπτει τις εἰς θλίψεις καὶ συμφοράς· καὶ οἱ ἐν ὑπομονῇ ταύτας δεχόμενοι λέγουσιν· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ἵνα τὰ δικαιώματά σου μάθω. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου
English
But I have meditated on your law. This seems to resemble the prophetic saying: For the heart of this people has grown fat, and they have heard heavily with their ears, and they have shut their eyes. It also resembles what is said in Exodus concerning Pharaoh: And the heart of Pharaoh was hardened. So the Jews were congealed like cheese; but the chorus of the apostles, and those who believed through them, conduct themselves in meditation on the words of God, having submitted obediently to the gospel of God. Those men, then, he says, had a heart that was a countertype, since they themselves made its softness hard, and, as it were, curdled and made cheese of the milk; but I have devoted myself to meditation on your law. It is good for me that you humbled me, so that I might learn your statutes. The prophet gives thanks for the physician's harsher remedies, having perceived the health that came from them. For above he said, Before I was humbled, I transgressed; but here he says, It is good for me that you humbled me. For for the sake of discipline and conversion a person falls into afflictions and calamities; and those who receive these with endurance say, It is good for me that you humbled me, so that I might learn your statutes. Good for me is the law of your mouth
khazarzar-john-chrysostom-in-psalmum-118:41 · narrative
Source
ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
ιαʹ. Εἰ γὰρ καὶ τῆς βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. Ὁ αὐτὸς δὲ προ φήτης ἐν τοῖς ἐπιοῦσι λέγει, Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά· ὧδε δὲ λέγει, Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου ἀγαθώτε ρός μοι ὁ νόμος σου, ἡμᾶς ἀσφαλιζόμενος, ἵνα τοῦτον τηρῶμεν, τουτέστι τὰς ἐντολὰς αὐτοῦ, καὶ ταύτας φυλάττωμεν, καὶ ἐν αὐταῖς ἀναστρεφώμεθα. Ἐν αἷς ἀξιω θείητε, ἀδελφοὶ, τὸν βίον ὑμῶν διευθύνειν, ἵνα καταντή σητε ἐν τοῖς ἀποκειμένοις αἰωνίοις ἀγαθοῖς, καὶ ἐν τῷ νῦν αἰῶνι φυλαχθείητε ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας· χάριτι καὶ οἰκτιρμοῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ.
Στάσις βʹ.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
English
More than thousands of gold and silver.
11. For even if I was driven from the kingdom by my child, yet through discipline I took up your law, which I hold more precious than all wealth. And the same prophet says in the following verses, I will rejoice in your words, as one finding many spoils; but here he says, Your law is better to me than thousands of gold and silver, securing us, so that we may keep it, that is, his commandments, and guard them, and walk in them. In which may you be deemed worthy, brothers, to direct your life, so that you may arrive at the eternal good things laid up, and in the present age be kept from all evil and sin; by the grace and mercies of Christ our God, to whom befit glory and honor, with the Father and the Holy Spirit, now and always, and to the ages of ages. Amen.
ON PSALM 118.
Stasis 2.
Your hands made me and fashioned me; instruct me, and I will learn your commandments.
khazarzar-john-chrysostom-in-psalmum-118:42 · narrative
Source
αʹ. Ὁ προφήτης Δαυῒδ πολλῶν ἐν πείρᾳ γεγονὼς πραγμά των, ἀρχοντικῆς ἐξουσίας, βασιλείας, πλούτου, δόξης, τιμῆς, τρυφῆς, καὶ πολέμων ἀνδραγαθίας, πάντα σκύ βαλα ἡγησάμενος, εἰς τὸ ὄντως ἐραστὸν καὶ ἐφετὸν καὶ ἀγαπητὸν ἀπέβλεψεν, εἰπών· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Καὶ ἡμεῖς, ἀδελφοὶ (πρὸς νουθεσίαν γὰρ ἡμῶν ταῦτα προεγράφη), πάντα εἰς οὐδὲν λογισάμενοι, τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξωμεν. Δεῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Λόγῳ γὰρ τὰ πάντα συνέστησεν ὁ Θεὸς, καὶ παρήγαγεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι. Ποιήσας γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ, Γενηθήτω στε ρέωμα, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, κτήνη, ἑρπετὰ, θηρία κατὰ γένος αὐτῶν· τὸν δὲ ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἔπλασεν. Ὁ τοίνυν προφή της Πνεύματι θείῳ κινούμενος, τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀν θρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος· Πνεῦμα γὰρ ὁ Θεὸς, κατὰ τὴν τοῦ Κυρίου φωνὴν), ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος καὶ οἰκείωσιν, ἢν ἔχομεν ἡμεῖς οἱ ἄνθρωποι· κατ' εἰκόνα γὰρ αὐτοῦ ἐκτίσθημεν·
English
1. The prophet David, having had experience of many things—of princely authority, of kingship, of wealth, of glory, of honor, of luxury, and of valor in wars—counted all things as refuse, and looked to what is truly lovely and desirable and beloved, saying: Good to me is the law of your mouth, more than thousands of gold and silver. And let us also, brothers (for these things were written beforehand for our admonition), counting all things as nothing, keep the law and the commandments of God. Wishing to show of how great honor man has been deemed worthy, he sang and said: Your hands made me and fashioned me. For by a word God established all things and brought them from non-being into being. For when he made heaven and the earth he said, Let there be light, and there was light; and, Let there be a firmament, and let it be dividing between water and water; and, Let the earth sprout grass of herb; and, Let there be lights in the firmament of heaven; and, Let the waters bring forth creeping things of living souls; and, Let the earth bring forth a living soul, cattle, creeping things, wild beasts according to their kind; but man, taking dust from the earth, he fashioned. The prophet, then, moved by the divine Spirit, reminds the Maker of his tender love for human nature. For having crafted all things by a word, he himself is said to have molded the nature of men, not using hands (for he is bodiless and without form; for God is Spirit, according to the voice of the Lord), but displaying the greater disposition and affinity toward this creature that we men have; for we were created in his image.
khazarzar-john-chrysostom-in-psalmum-118:43 · narrative
Source
διὸ καὶ αὐτὸ τὸ ζῶον ὁ ἄνθρωπος μόνος συνετίζεται. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν· ἐπήγαγε γάρ· Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐν τολάς σου, Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφραν θήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Πρό φασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπί σας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. Καὶ ἐπειδὴ χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι κατὰ τὴν κυριακὴν φωνὴν, οἱ
δίκαιοι, ὡς μιμη ταὶ αὐτοῦ ὄντες, εὐφραίνονται ἐπὶ ἀνδρὶ συνετῷ καὶ ἐλπίζοντι εἰς τοὺς λόγους τοῦ Θεοῦ, Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ταῦτα διαφόρως λέγει, τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. Ἁμαρτανόντων γὰρ ἡμῶν, ἔστιν ὅτε ὁ Θεὸς ὀργίζεται, ἔστι δ' ὅτε καὶ μακροθυμεῖ, ἐκδεχόμενος ἡμῶν τὴν μετάνοιαν. Ἵνα οὖν μὴ ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, πρὸς παίδευσιν καὶ διόρθωσιν ἡμῶν ἐπάγει ὀργὴν, καὶ κρίνει δικαίως. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε· καὶ, Κύριος ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καὶ, Ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Ἀληθείᾳ γὰρ ἐπιφέρει συμφορὰς καὶ θλίψεις. Τοῦτο γὰρ δηλοῖ τὴν ταπείνωσιν. Γενηθήτω δὲ τὸ ἔλεός σου, τοῦ παρακαλέσαι με. Φιλανθρωπίας γὰρ λοιπὸν καὶ ψυχαγωγίας καιρός. Ἔλεος οὖν τοῦ Θεοῦ ἡ ἐν σαρκὶ παρουσία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
English
For this reason man alone, this living being, is endowed with understanding. Therefore he supplicates his Fashioner to grant understanding to his handiwork; for he added: Give me understanding, and I shall learn your commandments. Those who fear you will see me and be glad, because I hoped in your words. He says, I shall become a cause of gladness to the pious, having hoped in you and having found the end corresponding to my hope. And since God rejoices over one sinner who repents, according to the Lord's voice, the righteous, as imitators of him, rejoice over a man who is understanding and hopes in the words of God. I know, Lord, that your judgments are righteousness, and in truth you humbled me. He says these things in various ways, displaying his own gratitude. I know, he says, precisely, that you condemned me rightly and justly, and surrounded me with all kinds of calamities. For when we sin, sometimes God is angry, and sometimes he is long-suffering, awaiting our repentance. So that we may not persist in sin, he brings anger for our discipline and correction, and judges justly. For it is written through the prophet: In a little wrath I struck you, and with eternal mercy I will glorify you; and, The Lord makes one suffer pain, and again restores; and, The people did not turn back until they were struck. For in truth he brings calamities and afflictions. For this signifies the humbling. But let your mercy come, to comfort me. For now is the time for loving-kindness and consolation. The mercy of God, then, is the coming in the flesh of Christ our God.
khazarzar-john-chrysostom-in-psalmum-118:44 · narrative
Source
Ἐποίησε γὰρ μεθ' ἡμῶν ἔλεος, καὶ αὐτός ἐστι παράκλητος πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος, Καὶ ἄλλον Παράκλητον ἐπηγγείλατο, τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς γὰρ εἶπε τοῖς μαθηταῖς· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Αἰτεῖται οὖν ὁ προφήτης γενηθῆναι τὸ ἔλεος τοῦτο εἰς τὸ ἀνθρώπινον γένος, καθὼς ἐπηγγείλατο διὰ τῶν πατριαρχῶν, τοῦ νόμου καὶ προφητῶν· τοῦτο γάρ ἐστι· Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Τοῖς γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὔνοιαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· Ὅταν ἀποστραφεὶς στενάξῃς. τότε σωθήσῃ· καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μου ἐστί. Νεκρὸν ἑαυτὸν ἡγεῖ ται, τῆς θείας ἐστερημένος εὐμενείας· οὐ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. Αὐ τοὺς οὖν τοὺς οἰκτιρμοὺς λέγει, οὓς δέδωκεν ἡμῖν ὁ Κύριος ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, τὸν εὐαγγελικὸν λόγον, τὰ ἀποστολικὰ διδάγματα, ἵνα ἐν τούτοις ζῶντες ἔχωμεν αὐτὰ μελέτην διαπαντός. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλὰ ὑπερεύχεται τούτων. Ἡ γὰρ αἰσχύνη τὴν σωτηρίαν πραγματεύεται. Ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκεί νους τυχεῖν ἀξιοῖ. Ὑπερηφανεύθη οὖν ὁ διάβολος καὶ αἱ ὑπ' αὐτὸν ἀντικείμεναι δυνάμεις κατὰ τοῦ ἀνθρωπίνου γένους διὰ τῆς παραβάσεως· ἀλλ' οὖν ᾐσχύνθησαν ἐπὶ τῇ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτοὶ γὰρ ἔλεγον·
English
For he has dealt mercifully with us, and he himself is an advocate with the Father, and the propitiation for our sins, as John the apostle says. And he promised another Advocate, the Holy Spirit; for he himself said to the disciples: When the Advocate comes, the Spirit of truth, he will testify concerning me. The prophet therefore asks that this mercy be brought about for the human race, just as he promised through the patriarchs, the law, and the prophets; for this is: According to your word to your servant. For you promised your goodwill to those who practice repentance. This he also said through Isaiah: When you turn away and groan, then you shall be saved; and through Jeremiah he cries out: Turn to me, and I will turn to you. Let your mercies come to me, and I shall live, for your law is my meditation. He considers himself dead, having been deprived of the divine favor; for this reason he entreats, as it were, to be brought back to life through the divine love for mankind. He therefore calls those mercies which the Lord gave us at his coming—the gospel word, the apostolic teachings—so that, living in them, we may have them as our meditation continually. Let the proud be put to shame, because they have lawlessly acted unjustly against me; but I will meditate on your commandments. He does not curse his enemies, but prays on their behalf. For shame brings about salvation. Those, then, who have enjoyed healing, he deems worthy to obtain it as well. The devil, therefore, and the hostile powers under him, were made proud against the human race through transgression; but they were put to shame at the coming of Christ our God. For they themselves said:
khazarzar-john-chrysostom-in-psalmum-118:45 · narrative
Source
Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοί ρων· καὶ, Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τὸ δὲ, Ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου, ὁ μὲν τῶν ἑρμηνευτῶν ἐξέδωκε, Διηγού μην ἐν ταῖς ἐντολαῖς σου· ὁ δὲ, Λαλήσω· ἕτερος δὲ, Ὁμιλήσω. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Ὡς πόῤῥω που τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτὸν τῷ Θεῷ παραπλησίως ἀποστραφέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμμαχος σαφέστερον παρεδήλωσεν· Ἀναστρεψάτωσάν με οἱ φοβούμενοί σε. Ὁ δὲ προφήτης ἐκ προσώπου τοῦ ἀνθρωπίνου γένους διαλέγεται. Οἱ γὰρ ἀπόστολοι καὶ οἱ φοβούμενοι τὸν Θεὸν ἐπέστρεψαν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν τῆς ἀληθείας. Εἶπε γὰρ αὐτοῖς ὁ Κύριος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Αὐτοὶ γὰρ τῷ ὄντι ἔγνωσαν τὰ μαρτύ ρια τοῦ Θεοῦ. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. βʹ. Μώμου παντὸς ἐλευθέραν καρδίαν ἔχειν ἐφίεται· ἡ τοιαύτη γὰρ αἰσχύνης
English
Permit us to go away into the herd of swine; and, What have we to do with you, Son of God? Have you come here before the time to torment us? But as for the phrase, I will meditate in your commandments, one of the translators rendered it, I was recounting in your commandments; another, I will speak; and another, I will converse. Let those who fear you turn me, and those who know your testimonies. As one who has come far away from the choir of the righteous because of sin, and when all had turned away from him just as from God, he entreats to be united to them again and to recover communion with them. For Symmachus indicated this more clearly: Let those who fear you turn me back. And the prophet speaks in the person of the human race. For the apostles and those who fear God turned all the nations to the knowledge of the truth. For the Lord said to them, Go and make disciples of all the nations. For they truly knew the testimonies of God. Let my heart be blameless in your statutes, so that I may not be ashamed. 2. He desires to have a heart free from every blemish; for such a one is [free] from shame
khazarzar-john-chrysostom-in-psalmum-118:46 · narrative
Source
ἀπήλλακται. Διά τοι τοῦτο καὶ εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, τοὺς ἀμώμους ἐμακάρισε. Πότε οὖν ἐστιν ἄμωμος ἡ καρδία ἡμῶν, ἢ ὅτε ἀνεγεννήθημεν δι' ὕδατος καὶ Πνεύματος, καὶ καθαροὶ γεγόνα μεν ψυχῇ καὶ σώματι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἐν τοῖς δικαιώμασι τοῦ Θεοῦ πολιτευόμεθα, ἵνα μὴ αἰσχυνθῶμεν, ὅτε οἱ δίκαιοι εἰς τιμὴν ἑαυτῶν καὶ δόξαν ἀναστήσονται, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον; Ἐπεὶ καὶ ἐν τῷδε τῷ βίῳ αἰσχύνη ἐστὶ Χριστιανῷ λέ γεσθαι πόρνον, ἢ ἀδικητὴν, ἢ λοίδορον, ἢ ἐπίορκον, ἢ μισάδελφον, ἢ μέθυσον, ἢ φλύαρον, ἢ ψεύστην, ἤ τι τοι οῦτον. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλείπειν φασίν. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες· οὕτως οἱ ἄγαν διψῶντες καὶ σπανίζοντες ὕδατος· οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαίοντες καὶ τὴν θείαν εὐμένειαν προσμένοντες, ἀναβαλλομένην ταύ την ὁρῶντες ἐκλείπουσι. Σωτήριον οὖν τοῦ ἀνθρωπείου γένους ἐστὶν ἡ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος πρὸς ἡμᾶς συγκατάβασις. Ἐπειδὴ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν· οὕτως οὖν καὶ αὐτὸς τοῦτο τὸ σωτήριον, ὃ ἀπέκειτο, ηὔχετο τάχιον γενέσθαι. Ἐξέλιπον οἱ ὀφθαλ μοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με; Λόγιον καὶ ἡ ὑπόσχεσις ἡ θεία καλεῖται καὶ ἡ θεόπνευστος Γραφή.
English
He has been set free. For this reason also, beginning the psalm immediately, he blessed the blameless. When, then, is our heart blameless, except when we have been regenerated through water and the Spirit, and have become pure in soul and body, and through holy baptism conduct ourselves in the statutes of God, so that we may not be put to shame when the righteous rise for their own honor and glory, but sinners for eternal shame? Since even in this life it is a shame for a Christian to be called a fornicator, or an unjust man, or a slanderer, or a perjurer, or a hater of his brother, or a drunkard, or a babbler, or a liar, or anything of that sort. My soul faints for your salvation; in your words I have hoped. Those who intensely desire something and are deprived of what they desire say that they faint. Thus those who await one of their acquaintances from abroad are always longing, and are consumed by desire as they miss him; thus those who are exceedingly thirsty and lack water; thus also those who struggle with certain calamities and await the divine favor, seeing it delayed, faint. The salvation, then, of the human race is the condescension toward us of the one of the Holy Trinity. Since also in another psalm he says: Show us, Lord, your mercy, and grant us your salvation; thus then he himself also prayed that this salvation, which was laid up, might come more quickly. My eyes have fainted for your word, saying, When will you comfort me? Both the divine promise and the God-inspired Scripture are called a word.
khazarzar-john-chrysostom-in-psalmum-118:47 · narrative
Source
Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμέ νων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγ χάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπο λαμβάνει τὴν εὕρεσιν. Ἐπιτείνει οὖν τὸν λόγον, ἐκδεχόμενος ταύτην τὴν παράκλησιν, ἥτις ἐστὶν ὁ εὐαγγελικὸς λόγος. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἐλθὼν, παρεκάλεσεν ἡμᾶς εἰπών· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ, Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται. καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οἱ οὖν τὸν εὐαγγελικὸν λόγον δεξάμενοι, πᾶσαν τρυφὴν καὶ σωμάτων χαυνώσεις καὶ ὀγκώσεις ἀποβάλλονται, καὶ βιοῦσι κατὰ τήνδε τὴν ζωὴν ἐν σεμνό τητι καὶ ἐν εὐλαβείᾳ καὶ ἐγκρατείᾳ. Οὕτω γάρ ἐστιν ἡ τοῦ σώματος φύσις· χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῇ δὲ ἀσκητικῇ κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκό μενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; Πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
English
He grows weary, then, not only the one who awaits the divine promise and expects the release from the evils that press upon him, but also the one who encounters the divine oracles and earnestly desires to learn their meaning accurately, and who receives as consolation and refreshment the very discovery of it. He intensifies his plea, then, awaiting this consolation, which is the evangelical word. For the Savior himself, when he came, consoled us, saying: Come to me, all you who labor and are burdened, and I will give you rest; and, My yoke is good, and my burden is light. For I have become like a wineskin in the frost; I have not forgotten your statutes. The wineskin, when warmed, is softened and, when inflated, swells up; but in the frost it is hardened and frozen. Those, then, who have received the evangelical word cast off all luxury and the softenings and swellings of the body, and they live this present life in dignity and in reverence and self-control. For such is the nature of the body: it is softened by luxury and swells up and rises against the soul; but by ascetic hardship it is humbled and pressed down. And Paul is a witness of this, crying out: But I buffet my body and bring it into subjection, lest, having preached to others, I myself should become disqualified. Therefore the prophet also, since when pursued by Saul he was stronger than the passions, but when he enjoyed peace he was harmed by the leaping impulses that come from luxury, humbled his body and renewed the remembrance of the divine laws. How many are the days of your servant? When will you make judgment for me against those who pursue me?
khazarzar-john-chrysostom-in-psalmum-118:48 · narrative
Source
Ὀλιγοσταὶ οὖν εἰσιν αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν, καὶ κα ταδιωκόμεθα ὑπὸ λογισμῶν πονηρῶν, καὶ ὑπὸ σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν τοῦ κόσμου φροντίδων· Ἡ γὰρ σὰρξ κατὰ τοῦ πνεύματος ἀγωνίζεται, ὥς φησιν ὁ Ἀπόστολος· Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς, ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμε νῶν ἀπαλλάξεις; Κρῖνον οὖν, καὶ ταῦτα ἀποδίωξον ἀφ' ἡμῶν. Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. Τῷ μὲν προφήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμενεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων ἡ διδασκαλία χρησιμωτάτη. Προσήκει τοίνυν φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. Ἐπειδὴ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες
καὶαἱρετικοὶ διηγοῦνται, καὶ δοκοῦσιν ὡς διδάσκαλοι, τὸ ψεῦδος ἔχοντες εἰς συνασπισμὸν, καὶ οὐδὲν ἐκ τῶν θείων Γραφῶν φθέγγονται· εἰ δὲ καὶ φθέγγονται, κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἀλλ' ὡς παράνομοι καταφλυαροῦσι καὶ ἐξαπατῶσιν· ὅτι καὶ ἐν τῇ γενεᾷ ἡμῶν γέγονε τοῦτο. Οἱ χριστιανοκατήγοροι, ἤγουν εἰκονοκλάσται, πολλοὺς συνήρπασαν, καὶ οἱ Παυλικιανοὶ οἱ μετέχοντες τῆς αἱρέσεως τῶν Μανιχαίων. Οὐδὲ γὰρ ἐκ τῶν θείων Γραφῶν ἐλάλη σαν, ἀλλὰ τῷ ψεύδει συγκαλύπτονται, καὶ αὐτῷ διισχυ ρίζονται· ἡμεῖς δὲ οἱ τὸ Εὐαγγέλιον ἀκολουθοῦντες καὶ ὀρθοδόξως πιστεύοντες, καθὼς παρέλαβεν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, λέγομεν. Πᾶσαι αἱ ἐντο λαί σου ἀλήθεια. Διὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ.
English
Short, then, are the days of our life, and we are pursued by evil thoughts, by fleshly desires, and by the cares of the world; for the flesh wars against the spirit, as the Apostle says; for the days of our years in them are seventy years. When, then, will you judge my cause and deliver me from my enemies? Judge, therefore, and drive these things away from us. The lawless told me of their meditations, but not as your law, O Lord. They advised the prophet to destroy his enemies, but he, obeying the divine law, awaited the divine verdict. But for us too the teaching of these oracles is most useful. It is fitting, then, to flee not only the myths of the Greeks and the unbelief of the Jews, but also the blasphemous doctrines of the heretics. Since both Jews and Greeks and heretics tell tales, and seem like teachers, holding falsehood as a shield, and they utter nothing from the divine Scriptures; or if they do utter something, it is according to their own desires, but as lawless men they babble and deceive; for this has also happened in our generation. The accusers of Christians, that is, the iconoclasts, have seized many, and the Paulicians who share in the heresy of the Manichaeans. For they did not speak from the divine Scriptures, but are cloaked in falsehood and insist upon it; but we who follow the Gospel and believe orthodoxly, as the holy catholic Church of God has received, say: All your commandments are truth. For this reason I choose your law, because I see all your commandments adorned with truth.
khazarzar-john-chrysostom-in-psalmum-118:49 · narrative
Source
Ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Πολλῆ, φησὶ, καὶ ἡ ἀδικία καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με, μικροῦ δεῖν, ἐστέρησαν τῆς ζωῆς. Διδάσκει δὲ ἡμᾶς κρατεῖν τὰς παραδόσεις, ἃς παρελάβομεν· καθοδηγεῖ δὲ καὶ πρὸς ἑτέραν διδασκαλίαν, τὸ μὴ ἑαυτοὺς ἐκδικεῖν, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τῆς παρὰ τοῦ Θεοῦ δέεσθαι βοηθείας, καὶ αὐτῷ ἀποδιδόναι τὴν κρίσιν. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Ἐπειδὴ παρὰ μικρὸν προσ ήγγισα τῷ θανάτῳ ἔκ τε τῆς τοῦ πονηροῦ προσβολῆς καὶ τῶν σωματικῶν ἡδονῶν, ἀλλ' οὐκ ἐγκατέλιπον τὰς ἐντο λάς σου. Τοιαῦτα τὰ τῶν ἁγίων καυχήματα, ἃ πρὸς ἡμε τέραν νουθεσίαν ὁ προφήτης διαγορεύει. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόμα τός σου. Ποῖον ἔλεος; Ὃ ἐποίησας, Δέσποτα, τῇ ἐνσάρκῳ σου οἰκονομίᾳ. Οὐκοῦν ταύτην μοι τὴν χάριν δὸς, ἵνα φυλάττω τὰ μαρτύριά σου. Ταπεινοφροσύνῃ δὲ ὁ προφή της τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύ ρια. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ Δεσπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνητα φυλάτ τει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ὀγδόῳ ἔφη ψαλμῷ· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
English
They persecuted me unjustly; help me. In a short time they nearly destroyed me on the earth, but I did not forsake your commandments. Great, he says, is both the injustice and the tyranny of the hostile, for they almost deprived me of life itself. He teaches us to hold fast the traditions which we have received; and he also guides us toward another lesson: not to avenge ourselves, nor to return evil for evil, but to seek help from God and to leave the judgment to him. For it is written through the prophet: Vengeance is mine, I will repay, says the Lord. But I did not forsake your commandments. Since I came near to death from the assault of the evil one and from bodily pleasures, yet I did not forsake your commandments. Such are the boasts of the saints, which the prophet declares for our admonition. According to your mercy give me life, and I will keep the testimonies of your mouth. What mercy? The one you showed, Master, in your incarnate dispensation. Grant me, then, this grace, that I may keep your testimonies. The prophet adorned his words with humility. For he did not ask for life as a repayment of righteousness, but begged to receive it as a gift of mercy, promising to keep the testimonies of God. Forever, Lord, your word remains in heaven. For all things, he says, are easy and possible for you, the Master. For your command keeps the heights of the heavens immovable. He said this also in the hundred and forty-eighth psalm: He established them forever and ever; he set a command, and it shall not pass away.
khazarzar-john-chrysostom-in-psalmum-118:50 · narrative
Source
Αὐτὸς οὖν ὁ οὐρανὸς διαμένει, καθὼς παρὰ σοῦ ἔκτισται, Δέσποτα, καὶ οἱ ἐν αὐτῷ ἐνδιαιτώμενοι ἄγγελοι τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεως ἁπάσης εἰσὶν ἐλεύθεροι. Δυνατοὶ γάρ εἰσι, καὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον σου. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου.
γʹ. Πάλαι μὲν τοῖς Ἰσραηλίταις ἐδόθη νόμος, οἵτινές εἰσι πρώτη γενεά· μετὰ τοῦτο δὲ ἡμῖν τοῖς ἔθνεσιν ὁ εὐαγγελικός· αὕτη ἐστὶν ἡ ἀλήθεια. Ταύτην γὰρ καὶ τῇ Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνους γεγενημένῃ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν τὸν διὰ τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου δια μένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἔδωκας τῇ γῇ τὸ ἐπὶ πλεῖστον διαρκὲς, καὶ μεμένηκεν, ὡς προσέταξας. Διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. Μένει καὶ ἡ γῆ κατὰ τὴν σὴν δημιουργίαν, βλαστάνουσα κατὰ τὸν καιρὸν αὐτῆς βοτάνας, φυτὰ, δένδρα, φέρουσα καρποὺς, σπέρματα πρὸς ἀποτροφὴν πάντων τῶν ζώων· καὶ Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα. Ἀνατέλλων γὰρ ὁ ἥλιος πορεύε ται πρὸς δύσιν. Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ὅλων, καὶ πάντα σοι τῷ Θεῷ ὑπακούει. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώ σει μου. Ταῦτα
English
Heaven itself, then, endures, just as it was created by you, Master, and the angels who dwell in it keep the divine law and are free from every transgression. For they are mighty, and with strength they perform your word. Your truth endures to generation and generation.
3. Long ago the law was given to the Israelites, who are the first generation; after this, the gospel law was given to us the Gentiles; this is the truth. For you preserved this truth both for the generation of the Jews and for the other generation that came after them. He means the people from among the Gentiles who obtained salvation through our Savior Christ. You founded the earth, and it endures. By your ordinance the day endures, because all things are your servants. You gave the earth its great durability, and it has remained, as you commanded. You separated the day from the night, and it walks according to your laws. The earth also remains according to your creation, sprouting in its season herbs, plants, and trees, bearing fruits and seeds for the nourishment of all living creatures; and by your ordinance the day endures. For the sun, when it rises, journeys toward its setting. For all things serve you and yield to your nod. For you are the creator of all things, and all things obey you, God. Unless your law had been my meditation, then I would have perished in my humiliation. These things
khazarzar-john-chrysostom-in-psalmum-118:51 · narrative
Source
ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπε σὼν συμφορᾷ, καὶ ὁ Ἰωσὴφ δουλείαν καὶ μοιχείαν καὶ συκοφαντίαν φυγὼν, καὶ ὁ Δανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι παῖδες προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα, καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος Δαυῒδ, ἐξελαθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, ἀλλο φύλοις δὲ καὶ δυσμενέσιν ἀνθρώποις συνδιάγειν ἀναγκα ζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην· διὸ καὶ ἐπιφέρει· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Μακάριος οὗτος, ὃς τὴν φωνὴν ταύτην ἐν ἀληθείᾳ ἀναπέμπει πρὸς τὸν Θεὸν, καὶ ἐν τοῖς δικαιώμασιν αὐτοῦ βιοῖ ἐν τῷ κόσμῳ τούτῳ. Ὁ γὰρ ἁμαρτωλὸς οὐ δύναται εἰπεῖν, Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, παραβαίνων τὰς ἐντολὰς τοῦ Θεοῦ· τῇ γὰρ πείρᾳ μαθὼν ὁ προ φήτης λέγει, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει, καὶ ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Εἰς διάφορα προσυπακούεται τὸ, Σός εἰμι· σὸς γάρ εἰμι δοῦλος, σὸς θεράπων, σὸς κατὰ χάριν υἱός. Εἴ τις οὖν θαῤῥεῖ φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, αὐτὸς λέγει· Σός εἰμι ἐγὼ, σῶσόν με. Διὰ τί; Ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Οἱ γὰρ τὰ τοῦ ἐναντίου ἔργα ποιοῦντες, οὐκ ἐκζητοῦσι τὰς ἐντολὰς, καὶ οὐ δύνανται εἰπεῖν· Σός εἰμι ἐγὼ, σῶσόν με. Οὐ πάντες τοίνυν ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὁ δοῦλος, τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων. Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
English
Each of the pious could say this when he has fallen into misfortune—Joseph, who fled slavery and adultery and slander; Daniel, who was prevented from praying; those three youths, who were compelled to worship the image; and the victorious martyrs, who endured every kind of punishment. And the blessed David rightly said these things, having been driven out by Saul and forced to live among foreigners and hostile men. For he would have shared in their impiety, had he not carried the meditation of the divine laws with him; therefore he adds: Forever I will not forget your statutes, for by them you gave me life. Blessed is the one who sends up this voice to God in truth, and lives by his statutes in this world. For the sinner cannot say, Forever I will not forget your statutes, while transgressing the commandments of God; for the prophet speaks from experience, that your statutes bring forth life, and I will keep the remembrance of them unquenchable. I am yours, save me, for I have sought your statutes. The words "I am yours" are understood in various senses: I am your servant, your minister, your son by grace. If anyone, then, has confidence to keep the commandments of God, let him say: I am yours, save me. Why? Because I have sought your commandments. For those who do the works of the enemy do not seek the commandments, and cannot say: I am yours, save me. Not all of us, then, can use this voice. For the slave of sin lies, calling himself God's. For whatever a man has been defeated by, to that he is also enslaved.
khazarzar-john-chrysostom-in-psalmum-118:52 · narrative
Source
Ἐὰν τοίνυν ἐκείνης ἀπαλλαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κεχρῆσθαι δυνά μεθα τῇ φωνῇ. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ, τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Τὸ, Ὑπέμειναν, Προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἰρήκασιν. Ἐκεῖνοι μὲν οὖν ἤλπισαν παραδοῦναί με θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις, τὴν ἐντεῦθεν ἐκαρπωσάμην ζωήν. Πολλαχῶς δὲ οἱ ἐν ἁμαρτίαις ζῶντες, κατ επανίστανται τῶν δικαίων, μὴ προσδοκῶντες τὴν κρίσιν καὶ ἀνταπόδοσιν, μηδὲ ἰσόῤῥοπον δίκην τῆς κακίας αὐ τῶν, ἔχοντες βέβαια τὰ παρόντα, ἐξ ἀδικίας συνάγοντες πλοῦτον, ἐξ ἀλλοτρίων κατασπαταλῶντες· οἱ δὲ δίκαιοι τὰ μαρτύρια τοῦ Θεοῦ ἐκζητοῦσι, καὶ εἴ τι ἂν γένηται εἰς αὐτοὺς, οὐ παρεκτρέπονται ἐκ τῶν ἐντολῶν αὐτοῦ. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὁ δὲ Σύμμαχος οὕτω· Πάσης κατασκευῆς εἶδον πέρας· εὐρύχωρος ἡ ἐντολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπινα, καὶ πλοῦτος καὶ περιουσία καὶ δυναστεία, ἡγεμονίαι καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα. Αὐτοὶ μὲν γὰρ οἱ ἁμαρτωλοὶ πλουτοῦντες καὶ εὐφραινόμενοι ἐν τῷδε. τῷ βίῳ, καὶ ἐν εὐημερίᾳ παρερχόμενοι καὶ δυναστείᾳ, τέλος λογίζονται εἶναι τῶν ἀγαθῶν τὰ παρόντα· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ ψάλλει· Πάσης συντελείας εἶδον πέρας· ἡ ἐντολὴ τοῦ Θεοῦ πλατεῖά ἐστι σφόδρα, καὶ διαμένει εἰς τὸν αἰῶνα, καὶ τὴν ἀντίδοσιν ἔχει τῶν αἰωνιζόντων ἀγαθῶν.
English
If, then, we have been set free from that [passion] and choose the divine laws, we can use this voice: "Sinners waited for me to destroy me; I understood your testimonies." Symmachus and Theodotion rendered "They waited" as "They expected." They hoped to deliver me over to death, but I, attending to your testimonies, reaped life from them. For those who live in sins rise up against the righteous in many ways, not expecting judgment and recompense, nor a justice that weighs their wickedness in equal balance, since they hold present things as secure, gathering wealth from injustice, and squandering what belongs to others. But the righteous seek out the testimonies of God, and whatever happens to them, they do not turn aside from his commandments. "I have seen the end of every completion; your commandment is exceedingly broad." Symmachus renders it thus: "I have seen the end of every construction; your commandment is exceedingly spacious." All human things, he says—wealth and abundance and power, governorships and generalships, tyrannies and kingdoms—have an end, and a swift end; but your commandment is broad and imperishable, and for those who keep it, it procures boundless and eternal wealth and goods that admit no change. For the sinners themselves, growing rich and making merry in this life, and passing through prosperity and power, reckon present things to be the end of goods; but the prophet does not think so, but sings: "I have seen the end of every completion; the commandment of God is exceedingly broad," and it remains forever, and has as its recompense goods that endure for eternity.
khazarzar-john-chrysostom-in-psalmum-118:53 · narrative
Source
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Οὐ πᾶς ὁ τὸν θεῖον νόμον πληρῶν, ἀγαπῶν τοῦτον πληροῖ· ἀλλ' οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι· οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρασταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. Προσέχωμεν οὖν, ἀδελφοὶ, τοῖς λεγομένοις. Ὅλην τὴν ἡμέραν μελετᾷν προστάσσει ἡμῖν τὸν θεῖον νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ· καὶ ἡμεῖς δύο ὥρας ἢ τρεῖς οὐκ ἀκροώμεθα θείας ἀναγνώσεως, δι' ἧς ὁ βίος ἡμῶν κατορθοῦται. Εἰσὶ γάρ τινες, οἳ δίκην ἀσπίδος κωφῆς κλείουσι τὰ ὦτα αὐτῶν, καὶ ὑποχωροῦσι, μὴ ἀκοῦσαι θέλοντες θείων λόγων καὶ
διδασκαλίας ψυχωφελοῦς· τὸ δὲ δεινότερον, ὅτι καὶ κληρικοί τινες τοῦτο ποιοῦσι, καὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν. Καὶ εἰ μὴ παρὰ τοῦ Ἀποστόλου εἴχομεν ἐντολὴν τὴν λέγουσαν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, θύραν ἐπὶ στόματος ἐπεθήκαμεν ἂν, καὶ τὰ βάρη τούτων ὑπενεγκεῖν καὶ βαστά σαι. Πλὴν ἄνδρες σοφοὶ καὶ συνετοί εἰσι, καὶ ἑαυτοὺς δύνανται διορθῶσαι. Γέγραπται γάρ· Σοφοὶ ἑαυτῶν ἐπιγνώμονες. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι. δʹ. Θερμῶς τὸν θεῖον ἀγαπᾷν ὁ προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον. Πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας· διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύ νασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι· τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. Καὶ ὁ χορὸς τῶν ἀποστόλων ταῦτα βοᾷ·
English
How I loved your law, O Lord! All day long it is my meditation. Not everyone who fulfills the divine law loves it; some fulfill it out of fear and dread of punishment, others seeking the glory that comes from men; but the genuine lovers of virtue, by their disposition toward good things, hasten to fulfill the divine commandments. Let us therefore pay attention, brothers, to what is being said. He commands us to meditate on the divine law and the commandments of God all day long; yet we do not listen to the divine reading, through which our life is set right, for two or three hours. For there are some who, like the deaf asp, close their ears and withdraw, not wishing to hear divine words and soul-profiting teaching; and what is worse, some of the clergy do this, our brothers and fellow-ministers. And if we did not have the command from the Apostle that says, "Reprove, rebuke, exhort," we would have put a door upon our mouth, and would have had to endure and bear the burdens of these men. However, they are wise and understanding men, and are able to correct themselves. For it is written: "The wise are their own judges." You have made me wiser than my enemies by your commandment, because it is mine forever. 4. The prophet, having confessed that he warmly loves the divine law, attributes everything to divine grace. For from you, he says, having received wisdom and knowledge, I have cherished your law. For you have given me greater knowledge than my enemies; therefore they strive to destroy me, but I do not even endure to defend myself against those who wrong me; for I keep before my eyes the eternal profit of virtue. And the choir of the apostles cries out these things:
khazarzar-john-chrysostom-in-psalmum-118:54 · narrative
Source
ἐχθροὶ γὰρ αὐτῶν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Αὐτοὶ οὖν παρὰ Χριστοῦ τοῦ Θεοῦ σοφισθέντες, τὸν εὐαγγελικὸν λόγον ἐκήρυξαν, καὶ εἰς τὸν αἰῶνα ἡ αὐτῶν διδασκαλία κεκράτηκε· τῶν γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ἦν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου με λέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Βασιλέων ἴδιον τὸ δι δάσκειν· τὸ δὲ διδάσκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευ σεν ὁ Σαοὺλ, πρεσβύτερος δὲ ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξουσία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος σωφρονεῖν αὐτὸν παρεσκεύασεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας Δαυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. Τῆς αὐτῆς οὖν ἐννοίας ἔχεται ὁ προφήτης. Οἱ γὰρ νομοδιδάσκαλοι καὶ οἱ γραμματεῖς θέλοντες καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββὶ, ἐδίδασκον ἃ μὴ θέμις· οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον. Αὐτοὶ οὖν οἱ διδάσκαλοι τῶν Ἰουδαίων πρεσβύτεροι ὀνομάζονται, διὰ τὸ ἐν χρόνῳ εἶναι αὐτοὺς πρὸ τῶν ἀποστόλων· οἱ δὲ ἀπόστολοι συν ῆκαν τόν τε νόμον καὶ τοὺς προφήτας, πνευματικῶς ταῦτα νοοῦντες. Τούτου ἕνεκεν καὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ παρ' αὐτῶν τῷ ὄντι ἐξεζητήθησαν. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
English
For their scribes and Pharisees were their enemies. Therefore they, having been made wise by Christ God, proclaimed the gospel word, and their teaching has prevailed forever; but the teaching of the scribes and Pharisees was temporary. I understood more than all those who teach me, because your testimonies are my meditation. I understood more than the elders, because I sought out your commandments. It is proper to kings to teach; to be taught belongs to their subjects. Saul reigned, and he was also an elder in time; yet neither the authority of kingship nor the length of his age disposed him to be of sound mind, but he desired to kill his benefactor. But the great David, while still ranked among his subjects and in the prime of life, loved philosophy, and neither did he endure to begin unjust deeds, nor to avenge himself on those who did wrong. The prophet therefore holds to the same thought. For the teachers of the law and the scribes, wishing to be called Rabbi by men, taught what was not lawful; but the apostles, understanding the true knowledge attested by the law and the prophets, proclaimed it. Therefore the teachers of the Jews themselves are called elders, because they existed in time before the apostles; but the apostles understood both the law and the prophets, understanding these things spiritually. For this reason the commandments of God were truly sought out by them. I restrained my feet from every evil way, that I might keep your words.
khazarzar-john-chrysostom-in-psalmum-118:55 · narrative
Source
Οὔτε γὰρ κατὰ ταὐτὸν δυ νατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γενέσθαι τῶν θείων φύλακας λόγων. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς φυλάττων, αὐτὸς λέγει, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Οὔτε γὰρ ὁ ἀδικητὴς τοῦτο δύναται λέγειν, οὔτε ὁ λοίδορος, οὔτε ὁ πλεονέκτης, οὔτε ὁ φθόνον ἔχων ἢ μισαδελφίαν, ἢ ὁ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Διδάσκει ἡμᾶς ὁ λόγος μὴ ἐκτρέπεσθαί ποτε ἀπὸ τῶν ἐντολῶν καὶ τῶν κριμάτων τοῦ Θεοῦ. Σὲ γὰρ τούτων ἐπιστάμενος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζόμην. Διὸ καὶ ἐπήγαγεν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Γλυκὺ μὲν τὸ μέλι ἕως τοῦ φάρυγγος, ἐπεὶ εἰς κοιλίαν καὶ εἰς ἀφεδρῶνα χωρεῖ· τὰ δὲ λόγια τοῦ Θεοῦ γλυκαίνουσι καρδίαν καὶ ψυχήν. Καὶ γὰρ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στό ματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέλιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λογίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη· τούτοις δὲ ἡ ψυχὴ κεχρημένη, τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ
English
For it is not possible to walk two roads at the same time—those of licentiousness and self-control, of righteousness and unrighteousness—but one must flee the opposite roads and walk the straight one; for in this way it is possible to become guardians of the divine words. Therefore the one who keeps all the commandments—he himself says—I restrained my feet from every evil way. For neither the unjust man can say this, nor the slanderer, nor the covetous man, nor the one who has envy or hatred of his brothers, nor the one who repays evil for evil. I did not turn aside from your judgments, because you instructed me. The word teaches us never to turn aside from the commandments and judgments of God. For knowing you to be the lawgiver of these, I embraced them with all my disposition. Therefore he also added: How sweet to my throat are your words, beyond honey to my mouth. Honey is sweet as far as the throat, since it passes into the belly and into the drain; but the words of God sweeten the heart and the soul. For indeed in another psalm he says: Desirable beyond gold and much precious stone, and sweeter beyond honey and honeycomb. For the sweetness of honey does not so delight the sensation of my mouth as the meditation on your words gladdens my soul. For he has set the throat, as being the organ of the voice; and through the voice comes meditation; and the soul, having used these, reaps the benefit from them. From your commandments I understood; through
khazarzar-john-chrysostom-in-psalmum-118:56 · narrative
Source
τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Συνεὶς γὰρ τίσιν ἀρέσκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. Πᾶς δὲ ὁ χαρακτὴρ τῆς ἐννοίας τοῦ προκειμένου ψαλμοῦ τὴν τῶν ἐντολῶν φυλακήν τε καὶ τήρησιν ἡμῖν ἐμφαίνει, καὶ οὐ νομική τίς ἐστιν ἡ φράσις καὶ σκιώδης, ἀλλ' εὐαγγελικὴ, καὶ τῆς χάριτος ἡμῶν τῶν Χριστια νῶν προφυλακτήριον, καὶ τοῦ βίου ἡμῶν ὑπογραμμὸς καὶ ἀσφάλεια. Συνεχῶς γὰρ προτίθεται νόμον, ἐντολὰς, δικαιώματα, κρίματά τε καὶ μαρτύρια, περὶ ὧν ἐν τῇ κατ' ἀρχὰς ἐξηγήσει τοῦ ψαλμοῦ εἴρηται, τίς ἡ τούτων δήλωσις· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· ὡς ἵνα εἴπωμεν, ἀπὸ τῶν ἐν τολῶν σου προσέσχομεν καὶ ἐνοήσαμεν· καὶ διὰ τοῦτο ἐμισήσαμεν πᾶσαν ὁδὸν ἀδικίας. Αὐταὶ γὰρ αἱ ἐντολαὶ διατάσσονται, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορ νεύσεις, οὐ κλέψεις, οὐκ ἀδικήσεις, οὐ ψεύσῃ, οὐ λοιδορήσεις, οὐκ ἐπιθυμήσεις τὰ ἀλλότρια, οὔτε τὸν ἀγρὸν τοῦ πλησίον σου, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε πᾶν κτῆνος αὐτοῦ· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον χρυσίου καὶ τόκον βρωμάτων. Αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἃς καθ' ἑκάστην ἐνωτιζόμεθα διὰ τῆς ἀναγνώσεως τῆς τε τοῦ ἁγίου Εὐαγγελίου καὶ τῶν ἀποστολικῶν μαθημάτων· αὐταὶ γὰρ ἡμᾶς ὁδηγοῦσι πρὸς τὸ μισῆσαι πᾶσαν ὁδὸν ἀδικίας. Πάντα γὰρ τὰ ἁμαρτήματα καὶ τὰ τῆς κακίας εἴδη ἀδικία προσαγορεύεται· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐξ ὧν φυλαχθείητε, ἀδελφοὶ, καὶ στηριχθείητε εἰς τὸ θέλημα τοῦ Θεοῦ·
English
I hated every way of unrighteousness. For having understood whom these things please, I turned away from every form of evil. Now the whole character of the thought of the psalm set before us reveals to us the guarding and keeping of the commandments, and the phrasing is not legalistic and shadowy, but evangelical, and a safeguard for us Christians, and an outline and security of our life. For continually it sets before us law, commandments, statutes, judgments, and testimonies, about which it was said in the exposition of the psalm at the beginning, what is the declaration of these things; but now let us come to what lies before us. From your commandments I understood—that is, so to speak, from your commandments we gave heed and understood; and for this reason we hated every way of unrighteousness. For these very commandments are ordained: You shall not murder, you shall not commit adultery, you shall not fornicate, you shall not steal, you shall not do wrong, you shall not lie, you shall not revile, you shall not covet what belongs to others, neither your neighbor's field, nor his male servant, nor his female servant, nor any of his livestock; You shall not lend at interest to your brother interest of silver and interest of gold and interest of food. The commandments of God, which we hear every day through the reading of the holy Gospel and the apostolic teachings—for these guide us to hate every way of unrighteousness. For all sins and all forms of evil are called unrighteousness; on account of which comes the wrath of God upon the sons of men, or rather upon the sons of disobedience. From these may you be guarded, brothers, and may you be established in the will of God.
khazarzar-john-chrysostom-in-psalmum-118:57 · narrative
Source
καὶ αὐτὸς ὑμῖν δωρήσεται πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρ μοὺς αὐτοῦ, ὅτι Σωτὴρ ἡμῶν ὑπάρχει. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ἐν σκότει βαδίζω, ἀλλ' οἱονεί τινι λύχνῳ, τῷ σῷ φωτιζόμενος νόμῳ. Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν, δι καιοσύνης ἥλιος. Ὁ μὲν γὰρ, οἷα δὴ λύχνος, μόλις ἓν κατηύγασεν ἔθνος· ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγό ρευσεν ὁ Δεσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφα νέντα Ἰουδαίοις. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον ἀνέτειλε, καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, τοῦ πάντας ἀν θρώπους φωτίσαντος. Καὶ ἐπειδήπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, Πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, καὶ ἐν συγχύσει καὶ ἐν ἁμαρτίαις ἐστὶν, ἅτινά ἐστι σκότος (ἔφη γὰρ ὁ αὐτὸς Δαυῒδ, ὡς γέγραπται ἐν τοῖς Βασιλείοις· Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον, καὶ ἠγνόουν), λύχνου δεόμεθα. Δίδοται ἡμῖν ὁ νόμος εἰς βοήθειαν, καὶ γίνεται φῶς ἐν ταῖς πορείαις ἡμῶν· γέγραπται γάρ· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Λύχνος ἐστὶν ἡ παλαιὰ Διαθήκη ἡ δοθεῖσά ποτε τοῖς Ἰσραηλίταις· ἓν γὰρ ἔθνος μόνον ἐφώτιζεν. Ὅτε δὲ ἦλθεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, αὐτὸς ἐφώτισε τὰ πέρατα, καὶ εἶπε τοῖς μαθηταῖς αὐ τοῦ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ἐξ οὗ φωτὸς ἡμεῖς πάντες ἐλάβομεν.
English
And he himself will grant you his rich mercies and compassions, because he is our Savior. Your law is a lamp to my feet, and a light to my paths. I walk in darkness, but as if lit by a lamp, I am illuminated by your law. One must know, however, that the law has been called a lamp, but our Savior and Lord is the sun of righteousness. For the one, as being a lamp, barely shone upon one nation; but the other illumined the whole inhabited world. Thus also the wondrous John the Lord Christ called a lamp, since he appeared to the Jews while it was still night. But when the true light, which enlightens every man coming into the world, rose, he also called the holy apostles light, as having partaken of that light which enlightened all men. And since, according to the voice of the Lord, the whole world lies in the evil one, and is in confusion and in sins, which are darkness (for the same David said, as it is written in the Books of Kings: Night was around me, the wretched man, and I did not know), we need a lamp. The law is given to us for help, and becomes light in our journeys; for it is written: For your commandments are light upon the earth. But the word has also another meaning. The old covenant, which was once given to the Israelites, is a lamp; for it enlightened one nation only. But when the sun of righteousness came, Christ our God, the true light, which enlightens every man coming into the world, he himself enlightened the ends of the earth, and said to his disciples: You are the light of the world; from which light we all have received.
khazarzar-john-chrysostom-in-psalmum-118:58 · narrative
Source
Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
εʹ. Ἐπειδὴ ὅρκῳ βεβαιοῦται τῶν πραγμάτων τὰ πλεῖ στα, τὸ στεῤῥὸν καὶ ἀμετάθετον, ὃ ἐκέκτητο ὁ προφήτης πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, ὅρκον ἐκάλεσε. Σύνηθες γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ· ὡς τὸ, Ὤμοσε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· καὶ, Ὤμοσε Κύριος τῷ Δαυῒδἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, διὰ τὸ βέβαιον τῆς θείας ἐπαγγελίας· ἐπεὶ ὁ ὅρκος παρὰ πάσης τῆς θείας Γραφῆς ἀπᾴδεται, καὶ παρὰ μὲν τῆς Παλαιᾶς· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ, Οὐκ ὀμεῖσθε τὸ
ὄνομά μου ἐπ' ἀδίκῳ· καὶ, Ὅρκῳ οὐκ ἐθίσεις τὸ στόμα σου, δηλαδὴ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν· ἔφη γὰρ ὁ Ἐκκλησιαστής· Ἐκτησάμην χρυσίον, ἀργύριον, ἱματισμόν· ἐποίησά μοι κήπους, ἀμπελῶνας, ὑδραγωγούς· καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος. Ὁ ἐπὶ τούτων τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ' ἀδίκῳ. Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς Ἰάκωβος· Πρὸ πάντων, ἀδελ φοὶ, μὴ ὀμνύετε. Ὥσπερ οὖν ἐστιν ἐντολὴ, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τὸ, μὴ ὀμόσῃς· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸ λό γιόν σου. Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα ταπεινωθῆναι, καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σο φίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα.
English
I swore, and I established it, to keep the judgments of your righteousness.
5. Since most matters are confirmed by an oath, the firmness and immutability that the prophet possessed toward the commandments of God he called an oath. For this is customary in the divine Scripture: as in, The Lord God swore to Abraham; and, The Lord swore to David truth, and he will not set it aside, because of the certainty of the divine promise; since an oath is displeasing to all the divine Scripture, both from the Old: You shall not take the name of the Lord your God in vain; and, You shall not swear by my name unjustly; and, You shall not accustom your mouth to an oath, that is, in worldly matters; for Ecclesiastes said: I acquired gold, silver, clothing; I made for myself gardens, vineyards, water channels; and behold, all things are vanity, and a choice of the spirit. He who bears the name of God on his tongue in these things takes the oath in vanity and in unrighteousness. And again the Lord: But I say to you, do not swear at all; and his disciple James: Above all, brothers, do not swear. Just as therefore there is a commandment, do not murder, do not wrong; so also, do not swear. I was humbled exceedingly, Lord; give me life according to your word. He did not say simply that he was humbled, but that he was humbled exceedingly, and this though he was a king and a prophet, and had boldness from virtue, and was adorned with wealth, and prevailed over his enemies. But he never endured to have confidence in wisdom, nor in courage, nor in righteousness; he considered these to be gifts of the divine grace.
khazarzar-john-chrysostom-in-psalmum-118:59 · narrative
Source
Καὶ ζωὴν δὲ αἰτῶν τὸν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. Καὶ ἐπειδὴ πάντως βιοῦν τες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος. Τοῦτο γάρ ἐστι Ταπείνωσις ἕως σφόδρα. Ὅτε δὲ λέγει ὁ προφήτης, Ζῆσόν με, οὐ περὶ ταύτης τῆς ζωῆς παρακαλεῖ τῆς ἐν βρώμασι καὶ πόμασιν, ἀλλὰ τῆς λογικῆς, τῆς πρακτικῆς, τῆς ἐναρέτου, ἥτις τὰς θείας ἐντολὰς φυλάττει. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ μὲν πλεῖστα οἱ θεῖοι νόμοι διαγορεύουσιν, ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας καὶ πλημμελείας καὶ περὶ ἀγνοίας, ἃς ὁ νόμος προσφέρειν ἐκέλευε, καὶ ταῦτα οἱόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ· τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύνην καὶ τὴν δικαιοσύνην οἱ εὐαγγελικοὶ διαγορεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκράτεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρή μοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπη δῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ προφήτης ἑκούσια προσ ηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται.
English
And when he asks for life, he does not ask indefinitely of the one who is able to give, but for the rational life, the life under the law, the life made radiant by the divine law. And since we who live are always slipping into sin (for no one is completely clean of stain before the Lord, not even if his life be a single day), let us embrace groaning, tears, self-control, the wasting of the body. For this is humility unto excess. But when the prophet says, Give me life, he is not pleading for this life that consists in foods and drinks, but for the rational, the practical, the virtuous life, which keeps the divine commandments. The willing offerings of my mouth accept, O Lord, and teach me your judgments. Of the achievements of virtue, the divine laws prescribe most, but some also one's own resolve adds. Thus also of sacrifices, some are according to the law, others according to one's resolve. For those for sin and transgression and for ignorance, which the law commanded to be offered, these too were paid to God as a kind of debt; but those offered by the generosity of one's resolve he called gifts. Thus also now, the gospel words prescribe temperance and righteousness; but virginity, and continence after marriage, and poverty, and the solitary life, and the sojourn in the deserts, are works of one's resolve, overstepping the laws. Such things, then, the prophet called willing offerings. For those things that are not subject to the compulsion of laws, but are the fruit of a God-loving resolve, are reasonably called willing.
khazarzar-john-chrysostom-in-psalmum-118:60 · narrative
Source
Πολλαχῶς τε ἐμπίπτοντες εἰς περιστά σεις καὶ θλίψεις, τασσόμεθα τῷ Θεῷ, ὡς τὸ, Ἀπο δώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. Ταῦτα χρὴ ἡμᾶς πάντως ἐκπληροῦν. Ἔχει δὲ καὶ ἑτέραν ἔν νοιαν ὁ λόγος. Ἑκούσια οὖν εἰσιν ὅσα καθ' ὑπερβολὴν τῶν ἐντολῶν τοῦ Θεοῦ εἰσιν. Ἐντολὴ τοῦ Θεοῦ ἐστι, μιᾷ γυναικὶ ζεύγνυσθαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Εἰ δέ τις παρθενίαν θέλει ἀσκῆσαι, τοῦτο ἑκού σιον αὐτοῦ ἐστιν. Ὡσαύτως ἐπιτρεπόμεθα ἔχειν διατροφὰς καὶ σκεπάσματα καὶ ἐνδύματα· ἐὰν δὲ ἀκτημοσύνην προαιρώμεθα ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστι. Καὶ ἐὰν τὸν μονήρη καὶ μοναχικὸν βίον ἐπιποθῶμεν ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστιν. Ἐν τούτοις οὖν εὔχεται ὁ προφήτης κατευοδωθῆναι τοῖς θέλουσι ποιεῖν αὐτά. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός· καὶ τοῦ νό μου σου οὐκ ἐπελαθόμην. Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. Πᾶς γὰρ ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν αὐτοῦ παρατίθεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Εἰ δὲ με ρίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐ δαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας εἰς βιωτικὰς φροντίδας ἀπαγώμεθα, καὶ ἡ σχολὴ ἡμῶν ἐν αὐταῖς τῇ
English
And since we often fall into circumstances and afflictions, we are consecrated to God, as it is written: "I will pay you my vows, which my lips uttered and my mouth spoke in my affliction." These things we must by all means fulfill. But the passage has also another meaning. Voluntary things, then, are all those that go beyond the commandments of God. It is a commandment of God to be joined to one wife: "For marriage is honorable, and the bed undefiled; but God will judge fornicators and adulterers." But if someone wishes to practice virginity, this is voluntary on his part. Likewise we are permitted to have food and coverings and clothing; but if we choose to practice poverty, it is voluntary on our part. And if we desire to practice the solitary and monastic life, it is voluntary on our part. In these things, then, the prophet prays to be prospered for those who wish to do them. "My soul is in your hands continually, and I have not forgotten your law." For, guarded by your providence, I have banished forgetfulness of your laws. For everyone who has dedicated himself to God entrusts his soul into his hands, just as he also says in another psalm: "For you are my protector, O Lord; into your hands I will commit my spirit." But if someone inclines himself toward pleasures and bodily passions, in no way does he place his soul in the hands of God. For if at the time of the divine liturgy we are drawn away into worldly cares, and our leisure is in them—
khazarzar-john-chrysostom-in-psalmum-118:61 · narrative
Source
ὥρᾳ ἐκείνῃ γένηται, καὶ καταλίπωμεν τὴν αἴνεσιν τοῦ Θεοῦ, οὐκ ἀνατεθείκαμεν ἐν ταῖς χερ σὶν αὐτοῦ τὰς ψυχὰς ἡμῶν. Ἐὰν τοὺς ἑωθινοὺς ὕμνους ἐκλείπωμεν καθεύδοντες καὶ ἐπὶ κλίνης ἀναπαυόμενοι· καὶ κατὰ τὰς ἑσπερινὰς αἰνέσεις τῇ κραιπάλῃ καὶ τῇ μέθῃ προσκείμεθα καὶ οἱονεὶ προσπηγνύμεθα, οὐ παρα τεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν ἐν τῷ καιρῷ τῆς θείας ἀναγνώσεως, καὶ μάλιστα ἐν ταῖς τῆς ἁγίας κυριακῆς ἡμέραις, ἀφιῶμεν τὴν ἐκκλησίαν, καὶ ἐμπεριάγωμεν συμβολοκοποῦντες καὶ ἐμπορευόμενοι, καὶ ἐν ταῖς ὁδοῖς καὶ πλατείαις διατρίβωμεν, οὐκ ἀνατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουρ γίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι· καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Πολλὰς καὶ παντοδαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλὰς τυ ρεύουσί μοι· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πο ρείαν προειλόμην ὁδεύειν. Καὶ γὰρ καὶ δαίμονες καὶ λογισμοὶ πολλαχῶς παγιδεύουσι τοὺς κατὰ Θεὸν ζῶντας, εἶτα καὶ πονηροὶ ἄνθρωποι· ἀλλ' αὐτοὶ ἐγκαυχῶνται μὴ ἀποπλανηθῆναι ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Αὐτὸν γὰρ τὸν Δαυῒδ παγιδεύων ὁ Σαοὺλ καὶ ζητῶν αὐτὸν ἀνελεῖν, ἐκ τῶν ἐντολῶν τοῦ Θεοῦ οὐκ ἀπέστησε. Καίτοι γε εὑρὼν ὁ Δαυῒδ τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δὶς, οὐκ ἀπέδωκεν αὐτῷ κακὸν ἀντὶ κακοῦ. Καὶ πάλαι τῷ Ἰωσὴφ ἔθετο παγίδα ἡ Αἴγυπτος, ἀλλ' αὐτὸς οὐκ ἐπλανήθη, φυλάξας τὴν ἑαυτοῦ σωφροσύνην.
English
at that hour, and abandon the praise of God, we have not dedicated our souls into his hands. If we forsake the morning hymns by sleeping and resting on a bed, and at the evening praises we are devoted to debauchery and drunkenness and, as it were, nailed fast to them, we have not set our souls before God in his hands. If at the time of the divine reading, and especially on the days of the holy Lord's day, we leave the church and go about trafficking and trading, and linger in the streets and broad places, we have not dedicated our souls into the hands of God. If, standing present at the divine liturgy, we forsake both prayer and praise and converse with one another about worldly matters and cares, we have not set our souls before God in his hands. Sinners have laid a snare for me, and from your commandments I did not go astray. Many and manifold plots both men and demons devise against me; but I have chosen to walk the unerring path of your commandments. For both demons and thoughts in many ways ensnare those who live according to God, and then also wicked men; but these very ones boast that they have not been led astray from the commandments of God. For Saul, ensnaring David himself and seeking to destroy him, did not make him depart from the commandments of God. And yet David, having found Saul both once and twice, did not repay him evil for evil. And of old Egypt laid a snare for Joseph, but he did not go astray, having kept his own chastity.
khazarzar-john-chrysostom-in-psalmum-118:62 · narrative
Source
Τοῦτο καὶ ἡ Σωσάννα πέπονθε παρὰ τῶν πρεσβυτέρων. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρ δίας μού εἰσιν.
ςʹ. Ἀγαλλιῶνται οἱ ἅγιοι καὶ οἱ εὐσεβῶς ζῶντες, καὶ χαίρουσιν ἐπὶ τῇ τηρήσει τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ Πατέρα τὸν Θεὸν ἔχοντες αὐτοὶ καὶ κληρονόμοι τῶν μαρτυρίων αὐτοῦ γεγόνασι, καὶ ὡς πατρῴαν κληρονο μίαν ταῦτα κατέχουσιν ἀγαλλιώμενοι· γλυκεῖα γὰρ ἡ τῶν γονέων κληρονομία. Διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἐπευχόμενος λέγει, ὅτι κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ μνήμῃ τούτων ἀγάλλομαι καὶ εὐφραίνομαι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευ τήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς, ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ προφήτης φησί. Καὶ οὐχὶ ποτὲ μὲν Ἔκλινα, ποτὲ δὲ οὔκ· ἀλλ' Εἰς τὸν αἰῶνα, τουτέστι, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἐν αὐτοῖς γὰρ ἀγαλλιῶμαι, εὑρίσκων τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γάρ ἐστιν ἀντάμειψις. Ἀγαθὰ γὰρ τοῖς ἀγαθοῖς ἔκτισται. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. Τοιαῦτα γὰρ τὰ καυχήματα τῶν ἁγίων. Καὶ ἐν ἑτέρῳ γὰρ ψαλμῷ λέγει· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι.
English
Susanna also suffered this at the hands of the elders. I have inherited your testimonies forever, for they are the exultation of my heart.
6. The saints and those who live piously exult and rejoice in the keeping of God's commandments, and having God as Father they themselves have become heirs of his testimonies, and they hold these as a paternal inheritance, exulting; for the inheritance of parents is sweet. For this reason the prophet also, praying, says that, believing your testimonies to be an eternal and inviolable lot, I exult and am gladdened at the remembrance of them. I inclined my heart to do your statutes forever for a recompense. The deliberative faculty of the soul resembles a balance; the mind holds the balance, having obtained the lot of ruling. If, then, it is added to the pious thoughts, the scales must incline toward the better. The prophet says he has done this. And not at one time I inclined, and at another not; but Forever, that is, all the days of my life. For in them I exult, finding the recompense, What eye has not seen, and ear has not heard, and has not ascended upon the heart of man. For these things are the recompense. For good things have been created for the good. I hated the lawless, but I loved your law. For having shaken off the thoughts that suggest lawlessness, I have preferred your law. For such are the boasts of the saints. For in another psalm too he says: Have I not hated those who hate you, O Lord, and have I not wasted away over your enemies? I hated them with a perfect hatred; they have become enemies to me.
khazarzar-john-chrysostom-in-psalmum-118:63 · narrative
Source
Ὥσπερ ὁ ἀγαπῶν τὸ φῶς, τὸ σκότος ἀπεχθάνεται· οὕτως ὁ τὸν νόμον τοῦ Θεοῦ ἀγαπῶν, τοὺς παρανόμους λογισμοὺς καὶ πράξεις μισεῖ, καὶ ἡ τούτων ἀποστροφὴ ἀγάπησίς ἐστι πρὸς τὰς τοῦ νόμου ἐπαγγελίας. Ὁ οὖν ταῦτα οὕτως ἔχων, ἀναβοᾶ· Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. Καὶ οὐκ ἤλπισα εἰς πλοῦτον, οὐδὲ εἰς τιμὴν καὶ δόξαν κοσμικὴν καὶ εἰς ἀνθρώπων βοήθειαν, ἀλλ' εἰς τοὺς λόγους σου.
Ὅθεν καί τις τῶν σοφῶν ἔλεγεν· Ἀνθρώπων βοήθειαν μή μοι δῷς. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Πᾶσαν προσβολὴν δαιμόνων καὶ λογισμῶν πονηρῶν ἐκκλίνειν ἐπιτάττει, ὅπως τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῷ φυλάττῃ ἔργῳ καὶ λόγῳ. Τοῦτο γάρ ἐστι τὸ, Ἐξερευνήσω. Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχει ροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβου λήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με· καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προ νοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ Λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν.
English
Just as one who loves the light hates the darkness, so one who loves the law of God hates lawless thoughts and deeds, and turning away from these is love for the promises of the law. Therefore the one who is thus disposed cries out: You are my helper and my protector; in your words I have hoped. Nor did I accomplish this apart from your help, but having enjoyed your assistance and being nourished by hope in you. And I did not hope in wealth, nor in honor and worldly glory and in the help of men, but in your words.
Hence one of the wise also said: Give me not the help of men. Turn away from me, you who practice evil, and I will search out the commandments of my God. He commands us to turn away from every assault of demons and evil thoughts, so that you may keep the commandments of God within yourself in deed and word. For this is what "I will search out" means. For these things, he says, I spoke both to improper thoughts and to those who attempt to counsel base things: that you suggest no such counsel to me; for my life must be chosen according to the divine commandments. And I will not follow them casually, but I will search them out with all precision, so that nothing of them escapes me, but I may fulfill all that the Lord of all has commanded. Take hold of me according to your word, and give me life; and do not put me to shame from my expectation. Therefore grant that this one who has such a purpose may be deemed worthy of your providence, so that I may not fail of my hope and be filled with shame. And "word" here means the promise, that is, grant me the salvation that was promised to me.
khazarzar-john-chrysostom-in-psalmum-118:64 · narrative
Source
Ὡς οὖν τέλειος καὶ φυλάξας τὰς ἐντολὰς τοῦ Θεοῦ προσδοκᾷ τιμὴν καὶ δόξαν ὁ προφήτης ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔνθα καὶ ζήσεσθαι ἐλπί ζει τὴν αἰώνιον ζωὴν, καὶ μὴ καταισχυνθῆναι μετὰ τῶν ἁμαρτωλῶν, καὶ ἀπειθησάντων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἑαυτοὺς ἀπομακρυνάντων. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Καὶ γὰρ τυχὼν τῆς σωτηρίας, τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. Ἡ γὰρ πάντοτε γινο μένη τῶν τοῦ Θεοῦ δικαιωμάτων μελέτη τὴν βοήθειαν ἡμῖν τὴν αὐτοῦ ἐπισπᾶται, καὶ ἐξ αὐτῆς τίκτεται ἡ σωτηρία. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς ἕξω τὴν προ θυμίαν, ἐπονειδίστους καὶ καταγελάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει περὶ τῶν ἁμαρτωλῶν. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Καὶ πάλιν, Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ, Παραβαίνοντας, ὁ μὲν Θεοδοτίων Εἰς οὐδὲν εἴρηκεν, ὁ δὲ Σύμμαχος, Σκωρίαν. Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παραβάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. Ἰωάννης οὖν ὁ ἀπόστολος ἔφη· Ὁ ποιῶν τὴν ἀνομίαν, καὶ τὴν ἁμαρτίαν ποιεῖ.
English
Therefore, as one perfect and having kept the commandments of God, the prophet expects honor and glory at the second coming of Christ our God, where he also hopes to live eternal life, and not to be put to shame with the sinners, and the disobedient, and those who have removed themselves far from the commandments of God. Help me, and I shall be saved, and I shall meditate on your statutes continually. For having obtained salvation, I will not neglect your statutes, but I will make their meditation continual. And he calls meditation not only that which is in words, but also that which is in deeds. For the meditation of the statutes of God that takes place at all times draws his help to us, and from it salvation is born. You have despised all those who stray from your statutes, because their thought is unjust. And I will have this eagerness concerning your commandments, knowing that the transgressors of them have become reproachful and ridiculous. And in another psalm he says concerning sinners: They shall be despised like water passing away. And again: Reproach to those who prosper, and contempt to the proud. I reckoned all the sinners of the earth as transgressors; therefore I loved your testimonies. The word "transgressors" Theodotion rendered as "into nothing," and Symmachus as "slag." And the prophet has shown that he too, despising the transgressors, just like God, brought all eagerness to the fulfillment of the divine oracles, since he indeed knew the penalty of lawlessness. John the apostle therefore said: The one who does lawlessness also does sin.
khazarzar-john-chrysostom-in-psalmum-118:65 · narrative
Source
Παρὰ οὖν τοῖς εὐ σεβῶς ζῶσιν οἱ ἁμαρτωλοὶ παραβάται τοῦ νόμου γνωρί ζονται. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον· ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τούτου μέλη παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ, ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τούτῳ ἔοικε τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Καὶ πάλιν· Χριστῷ συνεσταύ ρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ὁ καθηλωμένος ἐν λίθῳ οὐ δύναται κινεῖσθαι, οὕτως οὐδὲ ὁ ἐν τῷ φόβῳ τοῦ Θεοῦ καθηλωμένος, τοῦ φό βου τοῦ Θεοῦ χωρίζεσθαι. Καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.
English
Among those who live piously, therefore, sinners are recognized as transgressors of the law. Nail my flesh with your fear, for I was afraid because of your judgments. My soul, he says, is clothed in your fear; but since the body rises up against it, I beseech that its members be nailed down by this fear, so that, having become dead to sin, they may follow the guidance of the soul. To this the apostolic saying also seems akin: Put to death your members that are upon the earth: fornication, uncleanness, passion, evil desire, and covetousness, which is idolatry. And again: I have been crucified with Christ; yet I live, no longer I, but Christ lives in me. For just as one who is nailed to a stone cannot move, so neither can one who is nailed by the fear of God be separated from the fear of God. And again the same apostle said: I buffet my body and bring it into subjection, lest, after preaching to others, I myself should become disqualified. I have done judgment and righteousness; do not hand me over to those who wrong me.
khazarzar-john-chrysostom-in-psalmum-118:66 · narrative
Source
ζʹ. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς
δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτην ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Μέγας ὁ ταῦτα θαῤῥῶν προσομιλῆσαι Θεῷ. Διὰ γὰρ τοῦ εἰπεῖν, Ἐποίησα κρίμα καὶ δικαιοσύνην, πασῶν τῶν ἀρετῶν καὶ τῶν ἐντολῶν τὴν κατόρθωσιν ἐπεσπάσατο. Ἔνθεν καὶ ἱκε τεύει μὴ παραδοθῆναι τοῖς ἀδικοῦσι, πονηροῖς δαίμοσι καὶ ἀλογίστοις ὁρμαῖς καὶ λογισμοῖς ἀτάκτοις. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐγγύησαι· ἀντὶ τοῦ, ἀληθεύω, οὐ ψεύδομαι· πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου σπουδάσω πληρῶσαι τοὺς νόμους. Ἀνάδεξαί με, Δέσποτα, φησὶ, καὶ πίστευσον τῷ δούλῳ σου, καὶ ἐγγυητής μου γενοῦ εἰς τὸ ἀγαθὸν, ὅτι φυλάττω τὰ προστάγματά σου· καὶ μὴ γένωμαι συκοφαντούμενος ὑπὸ ὑπερηφάνων. Πάντες γὰρ οἱ μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάττοντες ὑπερήφανος ὀνομάζονται, κατὰ τὸ ῥητὸν τὸ λέγον· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα. Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι δὲ μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ προφήτης πεποίηκε ταύτην αἰτήσας τὴν αἴτησιν. Διαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα.
English
7. Having chosen, he says, to follow your laws, let me not become an easy prey to the hostile. But who now has such purity of soul as to use such words with boldness? Yet the divine apostle has said things similar to these: For this is our boasting, the testimony of our conscience. Great is the one who has the confidence to converse with God in these words. For by saying, I have done judgment and righteousness, he drew upon himself the accomplishment of all the virtues and the commandments. Hence he also supplicates not to be handed over to the wrongdoers—to evil demons and irrational impulses and disordered thoughts. Receive your servant for good. But Symmachus says, Take me up, your servant, for good; and Aquila and Theodotion, Give surety; instead of, I speak truth, I do not lie; believe the servant of yours who has made the promise; become yourself the guarantor of my promise, that I will be zealous to fulfill your laws. Take me up, he says, Master, and believe your servant, and become my guarantor for good, because I keep your precepts; and let me not be slandered by the proud. For all who do not keep the commandments of God are called proud, according to the saying that declares: The proud have transgressed the law exceedingly. Let not the proud slander me. Slander is painful, even if it has a great reward. This is what the wonderful Joseph also fell into, and countless others besides. And the Lord also exhorts us to pray not to enter into temptation. The prophet, then, has done nothing unreasonable in making this request. For the slander of the arrogant and powerful is especially harsh.
khazarzar-john-chrysostom-in-psalmum-118:67 · narrative
Source
Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώβην ἐργάζεται. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπό σχεσιν καλεῖ. Διηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ Ἐξέλιπον τέθεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δη λῶν. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου. Ποῖον δὲ σωτήριον; Ὃ ὁ Συμεὼν ἀγκαλιζόμενος τὸν Κύριον ἔφη· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τοῦτο οὖν εὔχεται ὁ προφήτης τάχιον γενέσθαι διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Τὸ γὰρ Ἐκλείπει ἡ ψυχή μου, ἕτερον οὐδέν ἐστιν ἢ ἡ ἐπίτασις τῆς ἐπιθυμίας. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώ ματά σου δίδαξόν με. Ὁ τοσαύτης ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ σωτηρίας ἀπολαῦσαι αἰτεῖ· καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. Καὶ γὰρ εἰ καὶ προέκοπτεν ὁ προφήτης ἐν ἀρεταῖς, ἀλλὰ οὖν τὸν ἔλεον τοῦ Θεοῦ ἐξῃτεῖτο. Οὕτω καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ καί τι ἀγαθὸν ποιοῦμεν, αὐτὸν αἰτησώμεθα συνεργὸν ἡμῶν γενέσθαι, καὶ τῷ ἐλέει αὐτοῦ σωθῆναι. Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ἅπαντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ· διαθέσει δὲ, οἱ τοῦ Θεοῦ τὴν δεσποτείαν γνησίως αἱρούμενοι. Ταύτης οὖν τῆς συμμορίας ὁ προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συνέσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. Καιρὸς τοῦ ποιῆ σαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.
English
For injustice, having taken hold of power, produces a greater injury. My eyes have failed for your salvation, and for the word of your righteousness. Here again he calls the promise a "word." Continually, he says, I await the salvation that comes from you, and I wait for the fulfillment of the promise. He has used "have failed" to make clear the intensity of the desire. This he also indicated above, saying: My soul has failed for your salvation. But what salvation? The one of which Symeon, embracing the Lord, said: For my eyes have seen your salvation, which you prepared before the face of all peoples. This, then, the prophet prays may come to pass quickly, for the salvation of the human race. For "my soul has failed" is nothing other than the intensification of the desire. Deal with your servant according to your mercy, and teach me your statutes. He who is a worker of such great virtue deems himself worthy to obtain mercy, and asks to enjoy salvation; and he does not demand a wage, but asks for loving-kindness. For even if the prophet was advancing in virtues, nevertheless he kept seeking the mercy of God. So too we, brothers, even if we do some good, let us ask him to become our fellow-worker, and to be saved by his mercy. I am your servant; give me understanding, and I shall know your testimonies. All men are by nature servants of God; but by disposition, those who genuinely choose God's lordship. Of this company, then, the prophet calls himself a servant, and begs to be deemed worthy of understanding, so as to know the testimonies of God. It is time to act for the Lord; they have scattered your law.
khazarzar-john-chrysostom-in-psalmum-118:68 · narrative
Source
Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀνθρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τι μωρίαν ἐπάγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι· καιρὸς διαναστῆναί σε εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ Δέ σποτα· κομιδῇ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι. Ἔφη δὲ καὶ ὁ ἀπόστολος Παῦλος περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς ἦν καὶ τοὺς Ἰου δαίους πιστεῦσαι· ἀλλ' οὖν τοὐναντίον ἔπραξαν, ἀπιστήσαντες καὶ ἀθετήσαντες τὸ Εὐαγγέλιον. Τοῦτο γάρ ἐστι τὸ, Διεσκέδασαν τὸν νόμον σου. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐκεῖνοι μὲν
οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου· ἐγὼ δὲ ἀξι εραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς ὑπὲρ χρυσίον καὶ λίθον πολυτελῆ. Τῶν γὰρ τιμίων λίθων τοπάζιον· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας τοὺς λίθους. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν χρόνον τοῦτον προτιμᾶσθαι τῶν ἄλλων λίθων. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὑπεμφαίνει δὲ ὁ λόγος, ὑπὲρ πάντα πλοῦτον, καὶ τὸν καθ' ὅλου, καὶ τὸν ἐκ μέρους, ἀγαπᾷν τὰς ἐντολάς. Τοῦτο γὰρ τελειότης Χριστιανοῦ· ἔφη γὰρ ὁ Κύριος· Ὅτε ἂν τὰς ἐντολάς μου τηρῆτε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ γὰρ πό θος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον.
English
God, who governs all things by weight and measure, bears with human sins for the longest time; but when he sees wickedness increased by his long-suffering, then he brings punishment. This, then, is what he says here too: It is time for you to arise to the aid of those who are wronged, O Master; for your enemies have utterly trampled your law. The apostle Paul also said concerning the coming of our Lord: Behold, now is the acceptable time; behold, now is the day of salvation. It was a time for the Jews also to believe; but they did the opposite, disbelieving and setting aside the Gospel. For this is the meaning of, They have scattered your law. Therefore I loved your commandments above gold and topaz. They, then, despised your law; but I consider your commandments more worthy of love than gold and precious stone. For topaz is among the precious stones; and from the one he has indicated all stones. It is likely that in that time this stone was preferred to other stones. And elsewhere he said: Good to me is the law of your mouth above thousands of gold and silver. The word suggests that above all wealth, both the whole and the part, one should love the commandments. For this is the perfection of a Christian; for the Lord said: When you keep my commandments, you will remain in my love. Therefore I was directed aright toward all your commandments, I hated every unjust way. For desire produces zeal; and zeal prepared one to commend the straight path, but loathed the path of injustice.
khazarzar-john-chrysostom-in-psalmum-118:69 · narrative
Source
Ὁ πάσας τοίνυν τὰς ἐντολὰς κατορθῶν, πάντως καὶ ὁδὸν ἄδικον μισεῖ. Ὅστις γὰρ ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάν των ἔνοχος. Ὁ γὰρ εἰπὼν, μὴ φονεύσῃς, εἶπε καὶ, μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, μὴ ἀδικήσῃς, εἶπε καὶ, μὴ λοιδορήσῃς· καὶ ὁ εἰπὼν, μὴ ψεύσῃ, εἶπε καὶ, μὴ ὀμόσῃς. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ἡ ψυχή μου. Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ καὶ ἱκανὰ κατα θέλξαι καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πῶς τοίνυν οὐκ εἰσὶ θαυμαστά; Ὁδηγοῦσι γὰρ πρὸς βίον κατωρθωμένον καὶ σεμνὸν, καὶ πολιτείαν ἐνάρετον, πρὸς σωφροσύνην καὶ ἐγκράτειαν, πραότητα καὶ μακρο θυμίαν, ἐλεημοσύνην, δικαιοσύνην καὶ ἀγαθωσύνην. Διὰ τοῦτο καὶ ὁ προφήτης καυχᾶται ἐρευνῆσαι αὐτὰ, οὐχὶ τῷ στόματι λαλεῖν, τὴν δὲ διάνοιαν ῥέμβεσθαι· ἀλλ' ὥσπερ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾷν προσετάχθημεν, οὕτως αὐ τοῦ καὶ τὰς ἐντολὰς ποθεῖν καὶ πράττειν ἐδιδάχθημεν. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν, καὶ ἅπαντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. Τῶν εὐαγγελικῶν δὲ λόγων ἡ δήλωσις φωτίζει οὐ μόνον τοὺς τελείους, ἀλλὰ καὶ τοὺς ἐλλιπὲς ἔχοντας. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος. Ἔφη γὰρ ὁ Κύριος Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, περὶ τῶν ἀποστόλων λέγων· τῇ γὰρ κακίᾳ αὐτοὶ ἐνηπίαζον.
English
Therefore whoever sets all the commandments aright certainly also hates the unjust way. For whoever fulfills the whole law but stumbles in one point has become guilty of all. For he who said, Do not murder, also said, Do not commit adultery; and he who said, Do not wrong, also said, Do not revile; and he who said, Do not lie, also said, Do not swear. Wonderful are your testimonies; therefore my soul has searched them out. He has shown that it was not in vain that he loved them. For they are, he says, worthy of admiration and sufficient to charm and to stir to love those able to perceive them. And how, then, are they not wonderful? For they guide toward a well-ordered and reverent life, and a virtuous conduct, toward chastity and self-control, gentleness and long-suffering, almsgiving, righteousness and goodness. Therefore the prophet also boasts that he searched them out—not speaking with the mouth while the mind wanders; but just as we were commanded to love God with the whole soul, so too we were taught to desire and to practice his commandments. The declaration of your words will enlighten and will make the simple wise. Illumined, he says, by your light, I received this knowledge, and your law fills with understanding all those held in ignorance and resembling infants. And the declaration of the gospel words enlightens not only the perfect but also those who are deficient. And the word teaches something else as well. For the Lord said, I confess to you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and have revealed them to infants, speaking about the apostles; for in malice they themselves were infant-like.
khazarzar-john-chrysostom-in-psalmum-118:70 · narrative
Source
Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθησα. Στόμα ἐνταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν· αὐτὴ γὰρ ἕλκει τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ὁ θεῖος ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε· καὶ αὐτὸς δὲ ὁ προφήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Κύριος δώ σει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Τοῦτο δὲ καὶ ἐνταῦθα ἔφη Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Γλιχόμενόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος, τῆς σῆς ἠξίωσας χάριτος. Οἱ μὲν οὖν ἐπιποθοῦντες τὰς ἐν τολὰς τοῦ Θεοῦ, ἀνοίγοντες τὸ στόμα πληροῦσι Πνεύμα τος. Καὶ Δαυῒδ ἐπιποθῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, τῆς προφητικῆς χάριτος ἠξίωται, καὶ πλατύνας τὸ στόμα, ἐπλήρωσε Πνεύματος. Τοῖς δὲ ἀπειθοῦσι τὰς ἐντολὰς τοῦ Θεοῦ εἴρηται· Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ· καὶ, Πολ λαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐξ ὧν, ἀδελφοὶ, προσ έχοντες τῇ τῶν λαλουμένων διηγήσει, ῥυσθείητε τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ ἀντιλήψει, καὶ σώσῃ ὑμᾶς· Κύριος ὁ Θεὸς καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἀμὴν, γένοιτο· ᾧ πρέπει δόξα καὶ ἡ τιμὴ νῦν, καὶ εἰς τοὺς αἰῶνας.
English
I opened my mouth and drew in the Spirit, because I longed for your commandments. Here he calls the mouth the eagerness of the mind; for this is what draws the grace of the Spirit. For elsewhere he says, Open your mouth wide, and I will fill it. And the divine apostle prayed that a word might be given to him in the opening of his mouth; and the prophet himself said in another psalm, The Lord will give a word to those who proclaim good news with great power. This too he said here: I opened my mouth, and drew in the Spirit, because I longed for your commandments. For when you saw me yearning for your commandments, you counted me worthy of your grace. So those who long for the commandments of God, opening their mouth, are filled with the Spirit. And David, longing for the commandments of God, was counted worthy of the prophetic grace, and having opened his mouth wide, he was filled with the Spirit. But to those who disobey the commandments of God it has been said: With bit and bridle you shall hold in their jaws, of those who do not draw near to you; and, Many are the scourges of the sinner. From these things, brothers, attending to the exposition of what has been said, may you be delivered by the help and assistance of God, and may he save you—the Lord God, both in this present age and in the age to come. Amen, may it be so; to whom belong the glory and the honor now, and unto the ages.
khazarzar-john-chrysostom-in-psalmum-118:71 · narrative
Source
ΣΤΑΣΙΣ Γʹ.
Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ
ὄνομά σου.
αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ Δαυῒδ πολυτρό πους ἐπινοεῖν ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς παρ' αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγ χειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ. Διὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστινὅτε ὁ Θεὸς ἐπιβλέπει κατ' ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· ὅτε δὲ ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐπιβλέπει, ἔλεος καὶ σωτηρίαν ἐργάζεται. Ταύτην οὖν ἐζήτησεν ὁ προφήτης· διὰ τοῦτο καὶ ἐπήγαγε· Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμε νείας, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. Τοῦ οὖν Θεοῦ κατευθύνοντος ἡμᾶς ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἡμῶν παρεχόντων τὸ πρόθυμον, οὐχ ἕξει καθ' ἡμῶν ἡ ἁμαρτία δύναμιν, οὔτε ἡ ἀνομία. Ἐπαγγέλλεται γὰρ ἐν ἑτέρῳ ψαλμῷ τῷ φοβουμένῳ αὐ τόν·
English
STASIS 3.
Look upon me and have mercy on me, according to your judgment for those who love your name.
1. It is customary, brothers, for the blessed David to devise manifold expressions for the things sung prophetically by him. For indeed in this psalm too he says the same things about the same matters in many ways. His aim is the abstaining from sin and the turning away from evil, and the keeping and guarding of the commandments of God, and to reprove those who transgress, and to turn away from them, and to entreat the help and mercy of God. Therefore he says: Look upon me and have mercy on me. Sometimes God looks upon us in anger, as it is said by the prophet Habakkuk: He looked, and the nations melted; but when he looks upon those who love him, he works mercy and salvation. This, then, the prophet sought; therefore he added: According to your judgment for those who love your name. He entreats, then, to obtain the divine favor, not simply, but, he says, as you are accustomed to grant mercy to those who love you. For this is what he said: According to your judgment for those who love your name; instead of, I beseech you to enjoy the same verdict as these. Direct my steps according to your oracle; and let no lawlessness lord it over me. For when we contribute our eagerness beforehand, and God provides his help and directs our course, the dominion of sin has no place. Therefore, when God directs us in his ways, and we contribute our eagerness, sin will have no power against us, nor lawlessness. For he promises in another psalm to the one who fears him:
khazarzar-john-chrysostom-in-psalmum-118:72 · narrative
Source
Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἅ ἐστιν ἡ ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Κατὰ μὲν τὸ ῥητὸν πολλοὺς πειρασμοὺς ὁ Δαυῒδ ὑπέμει νεν ὑπὸ τῶν ἀνθρώπων, τοῦ τε Σαοὺλ, καὶ ἑτέρων τινῶν. Λέγει γὰρ καὶ τῷ ἑξῆς ψαλμῷ· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δο λίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσ σαν δολίαν; Καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ψαλμῷ· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Εὔχεται οὖν λυτρωθῆναι ἀπ' αὐτῶν. Καὶ ὁ Δεσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντουμένους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔχεσθαι παρηγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νό μοις καὶ τοῦ προφήτου ἡ προσευχή. Ὁ δὲ ἅγιος Ἀθανάσιος κατὰ διάνοιαν ἑρμηνεύων τὸ ῥητὸν, συκοφαντίας ἀνθρώπων λέγει, τὰς τῶν αἱρετικῶν καὶ παρανόμων ἀθυροστομίας καὶ γλωσσαλγίας. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, τῷ πατρὶ ἐξακολουθοῦντες, ἐκφύγωμεν ἀπὸ πάσης αἱρέ σεως, τέως δὲ ἐκ τῶν νυνὶ ἐπιπολαζόντων ἡμῖν τῶν τε εἰκονοκλαστῶν καὶ τῶν Παυλικιανῶν καὶ Μανιχαίων· καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ μεθ' ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον, καὶ μὴ συμπορευθῶμεν μετ' αὐτῶν. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Ἀσώματον μὲν τὸ θεῖον, τὸ ἁπλοῦν καὶ ἀσύνθετον·
English
You shall not be afraid of the terror by night, of the arrow that flies by day, of the thing that walks in darkness—which is lawlessness. Redeem me from the slander of men, and I will keep your commandments. According to the literal sense, David endured many trials at the hands of men, both Saul and certain others. For he says also in the next psalm: O Lord, deliver my soul from unjust lips and from a deceitful tongue. What should be given to you, and what should be added to you, against a deceitful tongue? And again in another psalm: The sons of men, their teeth are weapons and arrows, and their tongue a sharp sword. He prays, then, to be redeemed from them. And the Master Christ called those who are reproached and slandered zealous and blessed; but he also commanded us to pray that we not enter into temptation. The prayer of the prophet, then, agrees with the evangelical laws. But the holy Athanasius, interpreting the literal sense according to the thought, calls the slander of men the unbridled mouths and babbling tongues of heretics and lawless men. And so let us too, brothers, following the father, flee from every heresy—and for now from those now pressing upon us, the iconoclasts and the Paulicians and the Manichaeans; and if any of them says to one of us, Come with us, let us turn aside our foot and pass by, according to the proverbial saying, and let us not walk together with them. Make your face shine upon your servant, and teach me your statutes. The divine nature is incorporeal, simple, and uncompounded.
khazarzar-john-chrysostom-in-psalmum-118:73 · narrative
Source
σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους· ἐπεὶ χαρακτὴρ τῆς ὑποστά σεως τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ ἀπαύγασμα, ὡς τῇ ἀληθείᾳ καὶ τῷ μακαρίῳ Παύλῳ δοκεῖ. Ἐπιποθεῖ οὖν τὴν παρ ουσίαν αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους κατ ιδεῖν. Αὐτὸς γὰρ ἡμῖν ἐπιφανεὶς ἐδίδαξε πᾶσαν δικαιο σύνην. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος. Εἰ γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα
τὰ μέλη. Τὴν εὐαγγελικὴν τοίνυν ὁ προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρα νομίας ὀλοφυρόμενος· διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. Τοιαύτης λύπης συνέχονται οἱ ἅγιοι ἐπὶ τοῖς παρα βεβηκόσιν. Ὠλοφύρετο γὰρ καὶ ὁ Μωϋσῆς, ὅτε ὁ Ἰσραηλίτης λαὸς ἐξέκλινεν ἐκ τοῦ Θεοῦ μοσχοποιήσας, λέγων πρὸς τὸν Θεόν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου τῶν ζώντων. Καὶ πάλιν ὁ Ἀπόστολος ὁρῶν τοὺς Ἰουδαίους ἀλλοτριουμένους τοῦ Εὐαγγελίου, ἔφη· Ηὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύ νην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Δικαίως ἅπαντα διέπεις, ὦ Δέσποτα, καὶ τῶν ἀνθρώπων κηδό μενος, καὶ δικαιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος.
English
But divine Scripture speaks of him in a more bodily and cruder way, measuring its words by human nature, since the Son is the express image of the Father's person and the radiance, as truth and the blessed Paul hold. It longs, then, to behold his presence for the salvation of the human race. For he himself, having appeared to us, taught all righteousness. Therefore the appearance of the divine person must be understood as the release from sorrows and the supply of good things. My eyes gushed forth streams of waters, because they did not keep your law. This law is also apostolic. For if one member suffers, it says, all the members suffer with it. The prophet, then, pursues the perfection of the Gospel, lamenting the lawlessness of others; and he called the abundance of tears streams of waters, meaning, I poured forth tears in fountains, beholding the lawlessness of men. The saints are gripped by such grief over those who have transgressed. For Moses too lamented, when the Israelite people turned away from God by making the calf, saying to God: If you forgive them their sin, forgive; but if not, blot me out also from the book of the living. And again the Apostle, seeing the Jews estranged from the Gospel, said: I could wish that I myself were accursed from God for my brethren, my kinsmen according to the flesh. You are righteous, O Lord, and your judgments are upright. You have commanded righteousness, your testimonies, and truth exceedingly. Rightly you govern all things, O Master, both caring for men and wishing to make them workers of righteousness.
khazarzar-john-chrysostom-in-psalmum-118:74 · narrative
Source
Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀλήθειαν σφόδρα. Ἔστησε γὰρ ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἀποδιδόναι Ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ πειθομέ νοις τῇ ἀδικίᾳ, ἀπειθοῦσι δὲ τῇ ἀληθείᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. Διὰ δὲ τοῦ εἰπεῖν, Ἀλήθειαν σφόδρα, τὴν βεβαιότητα καὶ τὴν ἔκβασιν τοῦ πράγματος ἐδήλωσεν. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν· οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε· τούτῳ πυρπολούμενος ὁ καλλίνικος Στέφανος, τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξεν. Ἔχει δὲ τοῦ ἀνωτέρω στίχου τὴν ἔννοιαν· ὅπερ γὰρ ἐκεῖ ἔλεγε, Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ὧδε λέγει, Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Τοιοῦτος ἦν, ὡς ἔφην, ὁ Φινεὲς, ἐκκεντήσας τὸν πορνεύσαντα· Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τοιοῦτος ἦν ὁ θεσπέσιος Παῦλος, ὅλον ἐν ἑαυτῷ τὸν Χριστὸν περιφέρων· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
English
And you gave a law, and you testify against those who transgress it, what sort of penalties they will pay, and you promise to those who keep it good recompenses, and you confirm your promises by your deeds. For this is what "Truth exceedingly" makes clear. For he has set a day on which he will judge the world, and render to each according to his works: to those who by perseverance in good work seek glory and honor and incorruption, eternal life; but to those who are persuaded by unrighteousness and disobedient to the truth, wrath and anger and tribulation and distress upon every soul of man who works evil. And by saying "Truth exceedingly," he indicated the certainty and the outcome of the matter. "Your zeal has consumed me, because my enemies forgot your words." The prophet also laments for those who live in lawlessness, and seeing the lawgiver despised, he is justly indignant. This zeal proclaimed Phineas; this made the great Elijah famous in song; inflamed by this, the glorious victor Stephen convicted the unbelief of the Jews. And it has the same meaning as the verse above; for what he said there, "My eyes have sunk down through channels of waters," he says here, "Your zeal has consumed me, because my enemies forgot your words." Such was, as I said, Phineas, who pierced the fornicator; "and it was reckoned to him as righteousness." Such was the inspired Paul, carrying Christ wholly within himself; therefore he also said: "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?
khazarzar-john-chrysostom-in-psalmum-118:75 · narrative
Source
Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνέσχετο Τὸ πνεῦμα αὐ τοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦ λός σου ἠγάπησεν αὐτό.
βʹ. Δόκιμος, φησὶ, καὶ ἀκίβδηλός ἐστιν ὁ σὸς λόγος καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλτρον. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· Τὰ λό για Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Οὐδὲν οὖν τῶν τοῦ Θεοῦ κριμάτων ἀδόκιμον, ἢ νόθον, ἢ κίβδηλον, ἀλλὰ πάντα μώμου παντὸς ἐλεύθερα. Ἐν τῇ καθαρότητι οὖν αὐτῶν, ἀδελφοὶ, τὸν βίον ἡμῶν διευθύνωμεν. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Μικρὸς ἦν ὁ Δαυῒδ, καὶ ἐλάχιστος ἐν τοῖς υἱοῖς τοῦ πατρὸς αὐτοῦ· ἀλλὰ διὰ τὸν πόθον, ὃν εἶχε πρὸς τὸν Θεὸν, ἐξελέγη, καὶ τὴν βασιλείαν ἔλαβε καὶ χάριν προφητικήν. Οἶδε γὰρ ὁ Θεὸς μισθοὺς ἀποδιδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐν τῷ νῦν αἰῶνι, πλέον δὲ ἐν τῷ μέλλοντι. Ἡνίκα τοίνυν τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ καὶ μεγέθει καὶ κάλλει σώματος κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας, ἤρετο δὲ τὸν
English
And the blessed Luke also says of him that in Athens his spirit was stirred within him, as he observed that the city was full of idols. Your word is exceedingly purified, and your servant has loved it.
2. Your word, he says, is approved and genuine and free from every blemish; but I have a warm affection for it. And in another psalm he says: The words of the Lord are pure words, silver purified, tested in the earth, refined sevenfold. Nothing, then, of God's judgments is counterfeit, or spurious, or base, but all are free from every blemish. In their purity, then, brothers, let us direct our life. I am younger and despised; I have not forgotten your statutes. David was small, and the least among the sons of his father; but because of the longing he had for God, he was chosen, and received the kingdom and prophetic grace. For God knows how to repay rewards to those who love him, both in this present age, and more in the age to come. When, therefore, God commanded the divine Samuel to ordain one of the sons of Jesse as king, he rejected all the others, though they were adorned with strength and stature and beauty of body, and he asked the
khazarzar-john-chrysostom-in-psalmum-118:76 · narrative
Source
Ἰεσσαὶ, εἰ ἐκλέλοιπε τὰ παιδάρια· τοῦ δὲ εἰρηκότος ὑπολελεῖφθαι μειράκιον, ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον εἰς βασιλέα, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ προφήτης ἐμνήσθη, καί φησι· καὶ νέον ὄντα με καὶ τοῖς γεγενημένοις εὐτελῆ νομισθέντα σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα ἐποίη σας· οὗ δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ὁ τοῖς ἀνθρω πίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ οὖν τοῦ Θεοῦ δικαιοσύνη καὶ ὁ νόμος ἀλήθεια εἰς τὸν αἰῶνα. Διὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ μακάριος Παῦλος· Τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Θλίψεις καὶ ἀνάγκαι εὕρησάν με. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ παρὰ τῷ Παύλῳ εἰρημένῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης; Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Τοιοῦτοι τῶν ἁγίων οἱ ἀγῶνες καὶ τὰ σκάμματα. Αἱ ἐντολαί σου μελέτη μου.
English
Jesse—if the young boys had failed; but when the one who spoke said that a youth had been left, who shepherds the flocks, and that he was unfit to be king, the prophet ordered him to be brought, and anointed him as soon as he arrived. The prophet here recalled this gift, and says: And though I was young and reckoned cheap by those who had come to be, you deemed me worthy of so great a grace, and made me at once prophet and king; for this very reason I desire with all eagerness to keep your statutes. Your righteousness is righteousness forever, and your law is truth. The one who obeys human laws does not, even in the present life, enjoy honor from the lawgivers; but the one who follows the divine commandments has eternal life as the reward of his labors. And human laws do not all possess what is just, but the law of God is made radiant by truth. With good reason, then, he said: Your righteousness is righteousness forever, and your law is truth. Therefore the righteousness of God and his law are truth forever. For this reason also the blessed Paul said to the Jews: Seeking to establish their own righteousness, they did not submit to the righteousness of God. Afflictions and constraints found me. For these things are yoked together for the workers of virtue. And this is like what was said by Paul: Who will separate us from the love of Christ? Affliction, or distress, or persecution, or famine, or nakedness? For on account of you we are put to death all the day long; we were reckoned as sheep for slaughter. Such are the contests and the arenas of the saints. Your commandments are my meditation.
khazarzar-john-chrysostom-in-psalmum-118:77 · narrative
Source
Ἐκ τῆς γὰρ τούτων διδασκαλίας τὴν ἀνδρείαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ἀντὶ τοῦ, πρόξενα τῶν αἰωνίων ἀγαθῶν. Συνέτισόν με, καὶ ζήσομαι. Ὑπὸ γάρ σου φωτιζόμενος, τῆς ἀληθοῦς ζωῆς ἀπολαύσω. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Κραυγὴν πάλιν τῆς ψυχῆς τὴν προθυμίαν καλεῖ. Διὰ τοῦτο προστέθεικε τὸ, Ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωϋσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη· Τί βοᾷς πρός με; Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν, οὐχὶ τὴν κραυγὴν διὰ στόματος. Ἔφη γὰρ καὶ ὁ θεῖος Παῦλος· Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. Οἱ οὖν φυλάσσοντες τὰ μαρτύρια τοῦ Θεοῦ, πάντως καὶ σώζονται παρ' αὐτοῦ. Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα. Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς· οὕτως ἐπόθει τὸν πεποιηκότα Θεόν· οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοή θειαν. Οὐκ ἔγνω γὰρ καιρὸν ὁ προφήτης τοῦ αἰνεῖν καὶ εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ (τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν ἀωρίᾳ), διδάσκων καὶ ἡμᾶς πάντοτε ἐπὶ μνήμης φέρειν τὸν Θεόν. Μνημονευτέον γὰρ Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον, ὡς ὁ θεολόγος ἔφη Γρηγόριος.
English
For from their teaching I learn courage, and I bear painful things nobly. Your testimonies are righteousness forever: instead of, they are the procurers of eternal goods. Give me understanding, and I shall live. For being enlightened by you, I shall enjoy the true life. I cried out with my whole heart: hear me, O Lord; I will seek your statutes. Again he calls the eagerness of the soul a cry. For this reason he added, With my whole heart. Thus also Moses cried out while silent, and God said to him who was praying in his mind: Why do you cry to me? And with my whole heart he says, making clear the eagerness of the soul, not the cry through the mouth. For the divine Paul also said: Singing and psalming in your hearts to the Lord. I cried out to you: save me, and I will keep your testimonies. For receiving salvation from you, I shall become a keeper of your laws. Those, then, who keep the testimonies of God are certainly also saved by him. I anticipated in the dead of night, and I cried out; in your words I hoped. The prophet, being a king and flooded by countless cares, and besides these having been shown forth in warlike struggles, not only when day was dawning offered his supplications to God, but even in the middle of the night, not waiting for the songs of the cocks; so greatly did he long for God who made him; so eagerly did he ask for help from there. For the prophet did not know a season for praising and giving thanks to God, but both in day and in night (for this is what In the dead of night makes clear), teaching us also always to keep God in remembrance. For God must be remembered rather than breathed, as Gregory the theologian said.
khazarzar-john-chrysostom-in-psalmum-118:78 · narrative
Source
Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Οὐ μόνον δὲ κατὰ τὸν και ρὸν τοῦ γλυκυτάτου ὕπνου, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον τὴν τῶν θείων νόμων πεποίητο μελέτην· ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. Προασφαλίζεται οὖν ἡμᾶς ὁ προφήτης μελετᾷν τὰ λόγια τοῦ Θεοῦ κατὰ τὴν ὥραν τοῦ ὄρθρου. Καὶ ὁ Κύριος ἔφη, Γρηγορεῖτε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Καί τις τῶν προφητῶν ἀποδυρόμενος τοῖς τοιούτοις ἔφη· Ὅλην
τὴν νύκτα ὕπνου, Ἐφραΐμ. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου· κατὰ τὸ κρίμα σου ζῆσόν με. Ὁ τοσούτοις κομῶν ἀγαθοῖς, ἐλέους τυχεῖν ἀξιοῖ· καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον, ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. Παρακαλεῖ τοίνυν καὶ ἱκετεύει τὸν Θεὸν, ἵνα τὴν ζωὴν ἐν τοῖς κρίμασι τοῦ Θεοῦ ἕξῃ, δι' ἑαυτοῦ δὲ καὶ ἡμᾶς καθοδηγήσῃ τοῦτο προσεύ χεσθαι. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τὸν δίκαιον πειρώμενοι πολεμεῖν. Καὶ γὰρ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι κατεδίωκον τοὺς ἀποστόλους, προσεγγίζοντες τῇ ἀνομίᾳ, οἷς ὁ Κύριος ἔφη· Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, καὶ ὁ ἀθετῶν ἐμὲ, ἀθετεῖ τὸν ἀποστείλαντά με· καὶ, Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι. Διὰ τοῦτο καὶ ἐμακρύνθησαν ἀπὸ τοῦ νόμου τοῦ εὐαγγελικοῦ, ἀπειθήσαντες τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων. Ἐγγὺς εἶ σὺ, Κύριε·
English
My eyes anticipated the dawn, to meditate on your words. Not only during the time of the sweetest sleep, but even at dawn he made his meditation on the divine laws; but we, living in poverty and freed from every care, spend the night tossing and turning on our bed, and not even at the beginning of the day do we offer the hymn to the Giver of good things. Therefore the prophet safeguards us in advance, to meditate on the words of God at the hour of dawn. And the Lord said, Watch, lest at any time your hearts be weighed down with surfeiting and drunkenness and the cares of this life. And one of the prophets, lamenting such things, said: All
the night of sleep, Ephraim. Hear my voice, Lord, according to your mercy; according to your judgment give me life. He who is adorned with so many good things deems himself worthy to obtain mercy; and he does not ask for mercy indefinitely, but according to the beneficial verdict. He exhorts, then, and entreats God, that he may have his life in the judgments of God, and through himself may guide us also to pray this. Those who persecute me in lawlessness have drawn near; but they have been far from your law. For those who attempt to wage war against the righteous are far from the divine laws. For the scribes and the Pharisees were persecuting the apostles, drawing near to lawlessness, to whom the Lord said: He who rejects you rejects me, and he who rejects me rejects the one who sent me; and, I will be hostile to your enemies, and I will oppose those who oppose you. For this reason they were also made far from the law of the gospel, having disobeyed the teaching of the apostles. You are near, Lord;
khazarzar-john-chrysostom-in-psalmum-118:79 · narrative
Source
καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. γʹ. Ὁρᾷς, φησὶν, ἅπαντα, Δέσποτα· οὐ γὰρ ἀφέστηκας ἀφ' ἡμῶν, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Πάντα γὰρ οἶδε καὶ ἐρευνᾷ, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. Καὶ ὁ Μακάριος Παῦλος· Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Μαρτύρια καλεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Καταβὰς γὰρ, φησὶ, διαμάρτυραι αὐτοῖς τὸν οὐρανὸν καὶ τὴν γῆν. Διὰ τοῦτο καὶ Μωϋσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· Πρόσεχε, οὐρανὲ, καὶ λαλή σω· ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἐν δὲ τούτοις ὁρᾶται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκριβῶς, ὡς ἐγγὺς εἶ, καὶ πάρει τοῖς γινομένοις, καὶ λανθά νει σε τῶν πραττομένων οὐδέν. Καὶ ἄλλως ἐκ προοιμίων, φησὶν, ἔγνων ὅτι βέβαιά εἰσι τὰ παρὰ σοῦ λαλούμενα, Δέσποτα, καὶ διηνεκεῖς σου αἱ ἐντολαί. Οὐδὲ γὰρ ὥσπερ τῶν βασιλέων καὶ τῶν πόλεων οἱ νόμοι μετατίθενται, οὕτω καὶ οἱ τοῦ Θεοῦ· ἀλλ' ὥσπερ ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς τὸν αἰῶνα μένει, οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαί. Ἐπ' αὐ τοῖς γὰρ, φησὶν, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἔφη δὲ καὶ ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθω σιν. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, κατὰ τὴν τοῦ Κυρίου φωνήν·
English
and all your ways are truth. 3. You see, he says, all things, Master; for you have not departed from us, but you fill the inhabited world, and by using truth you govern creation. God himself also says this through the prophet: I am a God who is near, and not a God far off. For he knows and searches out all things, even the depths of our hearts. And the blessed Paul: For in him we live and move and have our being. From the beginning I knew from your testimonies that you founded them forever. He calls heaven and earth testimonies. For he says, having come down, call heaven and earth as witnesses to them. Therefore also Moses the great, beginning his song, said: Give ear, O heaven, and I will speak; let the earth hear the words from my mouth. And in these things the providence of God is seen continually; for all things proceed with great order. From this, he says, I knew precisely that you are near and present to what comes to be, and nothing of what is done escapes you. And in another way, he says, from the beginnings I knew that the things spoken by you are firm, Master, and your commandments are continual. For the laws of God are not changed as the laws of kings and cities are; but just as heaven and earth remain forever, so also the commandments of God. For he says, to these it is not possible to add, and from them it is not possible to take away. And the Lord also said: Heaven and earth will pass away, but my words will certainly not pass away. See my humility, and deliver me, because I have not forgotten your law. He who humbles himself will be exalted, according to the voice of the Lord.
khazarzar-john-chrysostom-in-psalmum-118:80 · narrative
Source
καὶ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ταύτῃ καὶ ὁ θεῖος προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετὰς, καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλεται βοήθειαν. Πολλὰ δέ εἰσιν εἴδη τῆς ταπει νώσεως· ταπεινοῦται γάρ τις καὶ ἐν θλίψει καὶ ἐν συμφοραῖς καὶ ὑπὸ ἀνθρωπίνων ἐπηρειῶν. Ἡ δὲ ἀληθὴς ταπείνωσίς ἐστιν, ὅταν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπι στρέφωμεν· οἷον ἐταπεινώθη αὐτὸς ὁ Δαυῒδ εἰπὼν καὶ ποιήσας· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ, Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου· καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ὡσαύτως, καὶ ἐὰν ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἀγα πῶντες καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ, περὶ ὧν ὁ Κύριός φησι· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ ματι. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. Ἐπειδὴ ἐκ τοῦ ἀρχεκάκου ἐχθροῦ διὰ τῆς ἀναβάσεως ἀπέστη τὸ ἀνθρώπινον γένος ἐκ τοῦ Θεοῦ, εὔχεται ὁ προφήτης κριθῆναι καὶ σωτηρίας τυχεῖν τὸ ἀνθρώπινον γένος· αὕτη δὲ γίνεται διὰ τοῦ λόγου τοῦ εὐαγγελικοῦ. Τοῦ γὰρ Εὐαγγελίου κηρυχθέντος ἐν πάσῃ τῇ οἰκουμένῃ, κατηργήθη ὁ διάβολος, καὶ σέσωσται τὸ ἀνθρώπινον γένος ζωοποιηθὲν Πνεύ ματι. Ἀναμιμνήσκει τοίνυν ὑποσχέσεων τὸν Δεσπότην, καὶ παρ' αὐτοῦ τὴν
English
And Blessed are the poor in spirit, for theirs is the kingdom of heaven. It was with this that the divine prophet also adorned the other virtues, and holding this forth he promises divine assistance. But there are many forms of humility; for a person is humbled both in affliction and in calamities and by human assaults. True humility, however, is when we turn back because of our sins; as David himself was humbled, both saying and doing: I will wash my bed every night, I will drench my couch with my tears; and, See my humility and my toil, and forgive all my sins. Likewise also if we are humbled under the mighty hand of God, loving and keeping his commandments, concerning which the Lord says: Blessed are the poor in spirit. Judge my judgment, and redeem me; by your word give me life. Since the human race, through the ascent of the author of evil, the enemy, had fallen away from God, the prophet prays that the human race be judged and obtain salvation; and this comes about through the word of the Gospel. For when the Gospel had been proclaimed in all the inhabited world, the devil was brought to nothing, and the human race was saved, given life by the Spirit. He therefore reminds the Master of his promises, and from him the
khazarzar-john-chrysostom-in-psalmum-118:81 · narrative
Source
σωτηρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀντιβολεῖ. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας ἑαυτοὺς ἐστέρησαν οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. Τοῦτο δὲ παραίτιον τῆς ἀπ ωλείας, τὸ μὴ ἐκζητεῖν ἡμᾶς τὰ τοῦ Θεοῦ δικαιώματα. Καὶ οὐκ εἶπε μόνον, ὅτι οὐκ ἐπίστευσαν, ἀλλ', Ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Ἐν γὰρ τῷ κατα φρονεῖν ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, μακρύνει ἀφ' ἡμῶν τὴν σωτηρίαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. Οὗτος ὁ στίχος προφανῆ τὴν διάνοιαν ἔχει, καὶ οὐ δέεται λόγων εἰς ἑρμηνείαν· λέγει γάρ· πολὺς τῆς σῆς φιλανθρωπίας ὁ πλοῦτος, δι καία σου ἡ ψῆφος· τὴν ἀπὸ τούτων σωτηρίαν αἰτῶ. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων οὐκ ἠνεσχόμην τι παραβῆναι. Καὶ τὴν ὑπόθεσιν εἰρηκότες τοῦ ψαλμοῦ εἴπομεν, ὡς ἅπαντα ὁ θεῖος Δαυῒδ τὰ συμβεβηκότα αὐτῷ ἐν τούτῳ συνήγαγε τῷ ψαλμῷ, καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς, τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείρατος ἦν. Πολλοὶ οὖν τοὺς ἁγίους ἐδίωκον, καὶ εἰς θάνατον ἀπ ήγαγον, ἀλλ' αὐτοὶ ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ οὐκ ἐξέκλιναν. Ἐμέμνηντο γὰρ τοῦ Κυρίου λέγοντος· Μακάριοι οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ὡσαύτως καὶ τοῦ ἀποστόλου Παύλου·
English
He asks for salvation, and he entreats that he be judged together with his enemies. Salvation is far from sinners, because they have not sought out your statutes. He says: those who live in transgression have deprived themselves of the salvation that comes from you, not wishing to learn what you have legislated for them to do. And this is the cause of their destruction—that we do not seek out the statutes of God. And he did not say only that they did not believe, but, Because they have not sought out your statutes. For when we despise the commandments of God, he removes salvation far from us. Your mercies are many, O Lord; according to your judgment give me life. This verse has an evident meaning and does not need words for its interpretation; for it says: great is the wealth of your love for humanity, just is your verdict; I ask for the salvation that comes from these. Many are those who pursue and afflict me; I have not turned aside from your testimonies. He says: though I am surrounded by many calamities, I did not endure to transgress anything of what you have legislated. And having stated the theme of the psalm, we said that the divine David gathered in this psalm all the things that had befallen him, and that some of them fit the sorrows that came to him from Saul, and others those from Absalom. These things, however, he clearly spoke while being pursued by Saul; for at that time he was unacquainted with sin. Many, then, pursued the saints and led them to death, but they themselves did not turn aside from the testimonies of God. For they remembered the Lord saying: Blessed are those who are persecuted for the sake of righteousness, for theirs is the kingdom of heaven; and likewise also the apostle Paul:
khazarzar-john-chrysostom-in-psalmum-118:82 · narrative
Source
Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τούτου ἕνεκεν διῆλθον διὰ πυρὸς καὶ ὕδατος οἱ μακάριοι καὶ ἀοίδιμοι μάρτυρες, καὶ ἔδωκαν τὰ σώματα αὐτῶν διὰ τὴν τοῦ Θεοῦ ὁμολογίαν καὶ ἀγάπην· ἀλλ' ἔχουσιν ἀντάμειψιν, γεγονότες σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ Δεσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο· οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρήνησε. Τοιούτους χρὴ εἶναι ἡμᾶς, ἀδελφοί· ἐκτήκεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῶν ἀτάκτως περιπατούντων, καὶ ἐλέγχειν αὐτοὺς καὶ παρακαλεῖν, πρόδηλον τὴν ἡμετέραν ζωὴν διευθύνοντες· Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν· εἰ δὲ ἀδιόρθωτοι μένουσι, στέλλεσθε ἀπὸ τῶν τοιούτων, ὡς ὁ Ἀπόστολος διδάσκει· Στέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περι πατοῦντος· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆ σόν με. Συνεχῶς ἐντολῶν καὶ δικαιωμάτων καὶ νόμων μνημονεύει καὶ μαρτυρίων, τὸν περὶ ταῦτα πόθον δεικνύς. Διδάσκει δὲ ἡμᾶς τὸ ῥητὸν, ἵνα, κατὰ τὸν ἀδελφό θεον Ἰάκωβον, ἀγαπῶμεν μὴ λόγῳ καὶ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ. Οὕτω γὰρ ἂν ἐν τῷ ἐλέει τοῦ Θεοῦ ζησόμεθα. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. δʹ.
English
Because through many afflictions we must enter the kingdom of heaven. For this reason the blessed and celebrated martyrs passed through fire and water, and gave up their bodies for the confession and love of God; but they have their recompense, having become fellow members and partakers with Christ our God. I saw those without understanding, and I was consumed, because they did not keep your words. So the blessed Paul lamented over the Jews; so the Master himself bewailed Jerusalem; so the divine Jeremiah mourned the transgression of the people. Such we ought to be, brothers: to be consumed and grieved over those who walk disorderly, and to reprove them and exhort them, directing our own life clearly. For he who turns a sinner from the error of his way will save a soul from death, and will cover a multitude of sins. But if they remain uncorrected, withdraw from such people, as the Apostle teaches: Withdraw, he says, from every brother who walks disorderly; and, If any brother who is called a fornicator, or covetous, or drunkard, or reviler, or swindler—do not even eat with such a one. See that I have loved your commandments, Lord; in your mercy give me life. Continually he mentions commandments and statutes and laws and testimonies, showing his longing for these things. And the passage teaches us, according to James the brother of God, to love not in word and tongue, but in deed and truth. For thus we shall live in the mercy of God. The beginning of your words is truth, and all the judgments of your righteousness endure forever.
khazarzar-john-chrysostom-in-psalmum-118:83 · narrative
Source
Ἀψευδεῖς ἔχεις τὰς ὑποσχέσεις, ἀληθείᾳ τὰς ἐπαγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς σου τοὺς λόγους. Ἐν τῇ κατ' ἀρχὰς τοίνυν κοσμογενείᾳ εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἐκράτησεν οὖν αὐτὴ ἡ ἀπόφασις εἰς τὸν αἰῶνα· τὸ γὰρ παρακοῦσαι Θεοῦ θάνατον ἐπεισφέρει. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Γέγραπται γάρ· Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη· ὅς ἐστι Χριστός. Δι'
αὐτοῦ οὖν εἰς τὸν αἰῶνα γέγονεν ἡ δικαιοσύνη τῷ γένει τῶν ἀνθρώπων. Ἀρχὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος· ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι δὲ αὐτοῦ ηὐλόγησε, κατὰ τὰς ἐπαγγελίας, πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώνιον κράτος. Διὸ καὶ ἀληθείᾳ ἔφησε κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρ χήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· Ἔργα χειρῶν αὐ τοῦ ἀλήθεια καὶ κρίσις. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρ δία μου. Τοὺς πολεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην· τοὺς δὲ σοὺς ἔδεισα νόμους. Διὸ καὶ καθεύδοντα τὸν πολέμιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτόλμησα. Καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων ἔλεγον· Φείσασθέ μοι τοῦ παιδαρίου.
English
Your promises are free from falsehood; you adorn your declarations with truth; you confirm your words by deed. In the creation of the world at the beginning, then, God said to Adam: Of every tree in the garden you shall surely eat; but of the tree of the knowledge of good and evil, you shall not eat of it; for on the day you eat of it, you shall surely die. That sentence, then, has held firm forever; for disobeying God brings death. But the passage has also another meaning. For it is written: God said to Abraham: In your seed all the nations shall be blessed; which is Christ. Through him, then, righteousness has come to the human race forever. He calls the promises made to Abraham the beginning of words. For from him the race of the Jews was established; but he fulfilled the promises, and increased the people, as the stars of heaven in number, and in his seed he blessed, according to the promises, all the nations. For this is what he indicated when he said: And forever all the judgments of your righteousness. For being a prophet, he saw the eternal dominion of Christ. Therefore he also said that the beginning of the divine oracles is adorned with truth. And he says also in another psalm: The works of his hands are truth and judgment. Princes persecuted me without cause, and my heart feared because of your words. Those who war against me, he says, and persecute me, I did not fear; but I dreaded your laws. Therefore also, finding the enemy asleep, I did not dare to kill him. And pitying that parricide and abominable child, I said: Spare me the boy.
khazarzar-john-chrysostom-in-psalmum-118:84 · narrative
Source
Ταῦτα μὲν ὁ Δαυῒδ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἔλεγε· κατὰ δὲ θεωρίαν καὶ διάνοιαν ἄρχοντές εἰσι τὰ πονηρὰ πνεύματα, ὡς ὁ μακά ριος Παῦλος ἡμᾶς διδάσκει· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Αὐτοὶ οὖν προσβάλλουσιν ἡμῖν, βουλόμενοι ἀπατῆσαι· ἀλλ' ἀπὸ τῶν λόγων τοῦ Θεοῦ φοβηθῶμεν. Εἶπε γὰρ ὁ Κύριος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων τι βλάψαι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Ἐπειδὴ πολε μίων ἐμνημόνευσε διωκόντων, εἰκότως καὶ τῶν σκύ λων τὴν μνήμην παρήγαγε. Λέγει δὲ, ὅτι πάντας εἰ ἀνεῖλον ἐκείνους καὶ σκυλεύσας πλεῖστα ὅσα συν ήγαγον λάφυρα, οὐκ ἂν οὕτως εὐφράνθην, ὡς τοῖς σοῖς ἀγάλλομαι νόμοις. Ὅπερ δὲ ἄνω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει. Ἐκεῖ γὰρ ἔφη· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ, Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Διδάσκει οὖν, ἵνα ὑπὲρ πᾶσαν εὐφροσύνην χαίρωμεν καὶ ἀγαλλιώμεθα ἐπὶ ταῖς ἐντο λαῖς τοῦ Θεοῦ. Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος, τἀναντία μυσάττεται. Καὶ γὰρ ὁ μισῶν τὴν ἀδι κίαν, πάντως τὴν δικαιοσύνην ἐπισπᾶται. Δύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει. Εἶπε δὲ καὶ ὁ Κύριος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
English
David said these things while being pursued by Saul; but in contemplation and understanding, the rulers are the evil spirits, as the blessed Paul teaches us: For our struggle is not against blood and flesh, but against the rulers, against the authorities, against the world-rulers of this present world, against the spiritual forces of wickedness. They themselves, then, assail us, wishing to deceive us; but let us be afraid of the words of God. For the Lord said: Do not fear those who kill the body but are unable to harm the soul at all; rather fear the one who is able to destroy both soul and body in Gehenna. I will rejoice in your words, as one finding many spoils. Since he mentioned enemies who pursue, he reasonably brought in also the mention of spoils. He says that even if I had slain all those and, having despoiled them, gathered as many plunder as possible, I would not have been so gladdened as I rejoice in your laws. What he said above, this he says also here. For there he said: The law of your mouth is good to me beyond thousands of gold and silver; and, I have loved your commandments beyond gold and topaz. He teaches, then, that we should rejoice and exult in the commandments of God beyond all gladness. I hated injustice and abhorred it, but I loved your law. This saying also is true. For the one who is fervently disposed toward divine things loathes the opposite. For the one who hates injustice wholly draws righteousness to himself. For two contrary sayings about the same matter cannot by nature be true. And the Lord also said: You cannot serve God and mammon.
khazarzar-john-chrysostom-in-psalmum-118:85 · narrative
Source
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τινὲς τὸ, Ἑπτάκις, Πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ προφήτου δηλοῖ. Τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. Ἀδιαλείπτως τοίνυν χρὴ καὶ ἡμᾶς αἰνεῖν τὸν Θεὸν, τουτέστιν, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Οἱ δὲ ἐπιεικέστεροι καὶ εὐλαβεῖς ἑπτάκις ποιοῦνται τὴν στάσιν αὐ τῶν πρὸς τὸν Θεὸν νύκτωρ καὶ μεθ' ἡμέραν· πρῶτα μὲν διανυκτερεύοντες, ὃ καὶ ὄρθρον ὀνομάζομεν· εἶθ' οὕτως, ἀνατέλλοντος τοῦ ἡλίου, εὐχαριστοῦσι τῷ ἀγαγόντι τὴν ἡμέραν· τρίτῃ ὥρᾳ, ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τοὺς ἀποστόλους ἐπεδήμησε· τῇ ἕκτῃ, ὅτε Χριστὸς ὁ Θεὸς ἡμῶν σαρκὶ ἐπὶ τῷ σταυρῷ προσηλώθη, καὶ ἐξήλειψε τὸ καθ' ἡμῶν χειρόγραφον· τῇ ἐννάτη, ὅτε τὸ αἷμα ἐξέχεε καὶ παρέδωκε τὸ πνεῦμα, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου κατοχῆς· περὶ ἡλίου δυσμὰς, ὃ καὶ λυχνικὸν ὀνομάζομεν, διὰ τὸ εὐχαριστεῖν ἡμᾶς ἐπὶ τῇ παρελεύσει τῆς ἡμέρας· πάλιν δὲ, ὅταν πρὸς τὸν ὕπνον ὑπάγωμεν. Ταῦτα οὖν συναριθμούμενα Ἑπτάκις γίνεται. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οἱ τῷ θείῳ πυρπολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάν των ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· Ἐν
English
Seven times a day I praised you for the judgments of your righteousness. Some have interpreted "seven times" as "very many times." And this, as well as that, reveals the prophet's fervent love. For he did not take his fill of divine hymnody. Therefore we too must praise God unceasingly—that is, for the judgments of his righteousness. But the more gentle and devout make their standing before God seven times, by night and by day: first, spending the whole night in vigil, which we also call the dawn hour; then, when the sun rises, they give thanks to the one who brought in the day; at the third hour, when the Holy Spirit came upon the apostles; at the sixth, when Christ our God was nailed in the flesh to the cross and wiped out the handwriting against us; at the ninth, when he poured out his blood and gave up his spirit and redeemed us from the devil's hold; around sunset, which we also call the lamp-lighting hour, because we give thanks for the passing of the day; and again, when we go to sleep. These, then, counted together make seven. Great peace have those who love your law, and there is no stumbling block for them. Those who are set aflame by divine love and acquire peace with him through the keeping of the commandments, even if they are warred against by all men, live a life well-pleasing to him. And the inspired Paul is a witness, crying out: In
khazarzar-john-chrysostom-in-psalmum-118:86 · narrative
Source
παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐ καταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους ὡς πρόβατα ἐν μέσῳ λύκων εἰς πᾶσαν ἀποστείλας τὴν οἰ κουμένην, ἔφη πρὸς αὐτούς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Αὐτοὶ γὰρ καὶ τὸν εὐαγγελικὸν νόμον ἔλαβον, καὶ πανταχοῦ ἐκήρυξαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Πολλή. Καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Συνετρίβη γὰρ ὁ σατανᾶς ὑπὸ τοὺς πόδας αὐτῶν. Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περιστοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν σὴν ἀναμένων σωτηρίαν διετέλεσα, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς· ἐπειδήπερ οἱ ἀγαπῶντες τὰς ἐντολὰς τοῦ Θεοῦ ἀντάμειψιν ζητοῦσι τῆς ἀγάπης καὶ τῆς φυλακῆς, καὶ προσδοκῶσιν ἀποκεῖσθαι αὐτοῖς τὴν τῶν οὐρανίων ἀγαθῶν ἀπόλαυσιν. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερ μῆς τοῦτο δέδρακα διαθέσεως. Ταῦτα δὲ ὁ προφήτης πρὸς ἡμετέραν νουθεσίαν καὶ παράκλησιν διαλέγεται, ἵνα φυλάττωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ὅσοι οὖν οὐ δι' ἐμπορίαν καὶ αἰσχροκερδίαν, οὐδὲ διὰ τὸ θεαθῆναι καὶ ἐπαινεθῆναι παρὰ τῶν ἀνθρώπων, ἀγαθὰ ποιοῦσιν, οὗτοι λέγουσι· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.
English
Afflicted in every way, but not constrained; at a loss, but not utterly at a loss; persecuted, but not abandoned; struck down, but not destroyed. And the Lord also, when he sent the holy apostles as sheep in the midst of wolves into all the inhabited world, said to them: My peace I give to you, my peace I leave to you. For they themselves both received the gospel law and proclaimed it everywhere. For this is what "Much" makes clear. And there is no stumbling block to them. For Satan has been crushed under their feet. I awaited your salvation, O Lord, and I loved your commandments. Not even when surrounded by calamities did I cut off the better hopes, but I continued awaiting your salvation and following your commandments; since those who love the commandments of God seek a recompense for their love and their keeping, and expect that the enjoyment of heavenly goods is laid up for them. My soul kept your testimonies, and loved them exceedingly. I kept your commandments and your testimonies, because all my ways are before you, O Lord. For knowing that you oversee all things, and that I conduct my life under you as a spectator, I not only fulfilled your commandments, but did this also with a fervent disposition. The prophet says these things for our admonition and encouragement, that we may keep the commandments of God and his testimonies. Therefore all who do good not for trade and shameful gain, nor to be seen and praised by men, these say: All my ways are before you, O Lord.
khazarzar-john-chrysostom-in-psalmum-118:87 · narrative
Source
Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
εʹ. Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆναι, καὶ μὴ ἀποῤῥιφῆναι τὴν δέησιν. Καὶ παρακαλεῖ σύν εσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λόγων τὴν γνῶσιν. Ὁ οὖν ἐν ἁμαρτίαις ζῶν καὶ ἀναστρεφόμενος οὐ δύναται εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Ἔφη γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὥστε ἐκ τῶν ἁμαρτημάτων πρῶτον ἐπιστρέψαι δεῖ, καὶ τότε εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐν ώπιόν σου, Κύριε· ἐπεὶ οὐδὲ ψάλλειν ἁμαρτωλῷ ἔξεστι· γέγραπται γάρ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ τωλοῦ· καὶ, Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Καὶ, Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐ τοῦ, οὐχ οἱ ἀνόσιοι. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἀξίωμα τὴν ἱκεσίαν καλεῖ. Τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς, ἵνα ᾖ ἡ ἔννοια οὕτως· εἰσέλθοι ἡ ἱκεσία καὶ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Καὶ ἐπειδὴ προσδέχῃ τὴν δέησίν μου κατὰ τὸ λόγιόν σου, ὃ ἐπηγγείλω μετανοοῦσιν ἁμαρτωλοῖς, λῦσαί με τῶν ἁμαρτιῶν μου. Διαφόροις μέντοι χρώμενος λόγοις ὁ προφήτης, τὸν Δεσπότην μειλίσσεται. Ἐξερεύξονται τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώ ματά σου. Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ. Τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώματα, σοὶ τῷ τῶν τοιούτων διδασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν.
English
Let my supplication draw near before you, O Lord; according to your word, give me understanding.
5. Having offered every entreaty, he begs that his petition be accepted and not rejected. And he asks to receive understanding—not human understanding, but the knowledge of the divine words. Therefore the one who lives and conducts himself in sins cannot say, "Let my supplication draw near before you, O Lord." For God said through the prophet: "Your sins separate between me and you." So it is necessary first to turn away from sins, and then to say, "Let my supplication draw near before you, O Lord"; since it is not even permitted for a sinner to sing psalms. For it is written: "Praise is not beautiful in the mouth of a sinner"; and, "To the sinner God said: Why do you recount my statutes, and take up my covenant with your mouth? But you hated instruction, and cast my words behind you." And, "Sing to the Lord, you who are holy"—not you who are unholy. "Let my petition enter before you, O Lord; according to your word, deliver me." He calls his entreaty a "petition." For I have found this also in the other interpreters, so that the meaning may be as follows: let my entreaty and supplication enter before you, O Lord. And since you accept my supplication according to your word, which you promised to repentant sinners, release me from my sins. The prophet, employing various words, wins over the Master. "My lips will pour forth a hymn" when you have taught me your statutes. The belching forth is fitting for the food. For, he says, learning your statutes, I will bring the hymnody to you, the teacher of such things.
khazarzar-john-chrysostom-in-psalmum-118:88 · narrative
Source
Ὅταν τοίνυν τὰς ἀρε τὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ κατορθώσωμεν, τοῦτον ἐξερευγόμεθα ὕμνον αἰνέσεως, καὶ ἑλκύομεν Πνεῦμα συνέσεως· ἐπεὶ ἐν ἁμαρτίαις ζῶντες οὐδαμῶς ἐρευγόμεθα ὕμνον. Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Εἰς μελέτην τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ δι καιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς σου. Καὶ ἡ φωνὴ εὐ κτικὴ, διδάσκουσα ἡμᾶς, ὅσης κατακρίσεως ὑπεύθυνοι γίνονται οἱ τὰ πορνικὰ ᾄσματα φθεγγόμενοι, οἱ κολακείας καὶ εὐφημίας ἀνθρώποις προσφέροντες, οἱ κωμικὰς
φλυαρίας ἀναφωνοῦντες, οἱ διὰ λοιδορίας ψιθυρίζοντες, οἱ ψευδηγορίας, οἱ κραυγὰς ἐν ἱπποδρομίαις θρυλλοῦντες. Οὐδὲ γὰρ ἕτερόν τι χρὴ φθέγγεσθαι, ἢ τὰ λόγια τοῦ Θεοῦ. Τούτου ἕνεκεν καὶ ἐπιφέρει λέγων· Ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Τὸ Ἡρετισάμην, ὁ μὲν Σύμμαχος, Εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐξελεξάμην, εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. Τοῦτο γὰρ χεὶρ τοῦ Θεοῦ. Οἱ γὰρ ἐκλεγόμενοι τὰς ἐντολὰς τοῦ Θεοῦ πάντως καὶ τὴν παρ' αὐτοῦ σωτηρίαν κομίζονται. Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστίν. Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ. Ποῖον δὲ σωτήριον; Ὃ γέγονεν, ἐνανθρωπήσαντος τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Τότε γὰρ ἐσώθημεν ἐκ τῆς κατοχῆς τοῦ ἐχθροῦ, καὶ ἐμάθομεν μελετᾷν τὰ εὐαγγελικὰ προστάγματα. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε·
English
Whenever, then, we set aright the virtues and the commandments of God, we utter this hymn of praise and draw the Spirit of understanding; since, living in sins, we in no way utter a hymn. Let my tongue speak your words, for all your commandments are righteousness. I will dedicate my tongue to the meditation of your words, knowing that your commandments are adorned with all righteousness. And the voice is fruitful, teaching us how great a condemnation they become liable to who utter harlot songs, who offer flatteries and praises to men, who cry out comic nonsense, who whisper with abuse, who speak falsehoods, who loudly spread abroad shouts at the horse races. For one ought to utter nothing else than the words of God. For this reason he also adds, saying: For all your commandments are righteousness. Let your hand be to save me, for I have chosen your commandments. The word I have chosen, Symmachus rendered as I have preferred, while Aquila and Theodotion said I have selected. And he calls the divine working a hand, by which he entreats to obtain divine salvation. For this is the hand of God. For those who choose the commandments of God assuredly also receive salvation from him. I have longed for your salvation, O Lord, and your law is my meditation. I desire, he says, to obtain salvation from you, having your law as my constant meditation. And what salvation? That which has come about, when the one of the Holy Trinity, Christ our God, became man. For then we were saved from the possession of the enemy, and we learned to meditate on the gospel precepts. My soul shall live, and it shall praise you;
khazarzar-john-chrysostom-in-psalmum-118:89 · narrative
Source
κατὰ τὰ κρίματά σου βοήθησαί μοι. Ζωὴν ἐνταῦθα τὴν ἔνθεον λέγει τὴν αἰνέσει τοῦ Θεοῦ γινομένην· αἰτεῖ δὲ συνέπεσθαι αὐτῷ εἰς βοήθειαν τὰ κρίματα τοῦ Θεοῦ. Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Τοῦτο καὶ τῷ προφήτῃ λέγειν μετὰ τὴν ἁμαρ τίαν ἥρμοττε, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Ζή τησον τὸν δοῦλόν σου· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Ἐκπεπτωκότος τοῦ Ἀδὰμ διὰ τῆς παραβάσεως τοῦ παραδείσου, εἰς πάντας διῆλθε τὸ ἁμάρτημα, ὡς ὁ Ἀπόστολος ἔφη, καὶ ὡς πρόβατον ἀπολωλὸς ἐπλα νήθησαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰς φάραγγας τῆς ἁμαρτίας, ὅπου οὐκ ἦν ἐπισκοπὴ τοῦ Θεοῦ, λατρεύοντες δαίμοσι καὶ εἰδώλοις. Ἀλλ' ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, τοῦ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· καὶ ζητήσας πλα νώμενον, εὗρε, καὶ τοῦτο ἀνεκαλέσατο, καὶ ἐπὶ τῶν ὤμων ἐβάστασε, καὶ συγκατέμιξεν αὐτὸ τῇ ἰδίᾳ ποίμνῃ. Εἰρηνοποίησε γὰρ τὰ ἐπίγεια τοῖς οὐρανίοις ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Διὸ καὶ ποιμένες μετ' ἀγγέλων ἐν τῇ γεννήσει αὐτοῦ ἐδόξαζον λέγοντες· Δόξα ἐν ὑψί στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ προφήτης προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας.
English
According to your judgments, help me. Here he calls life the divine life that comes to be through the praise of God; and he asks that the judgments of God follow along with him for help. I know that I shall not fall short of the hope, but I shall obtain true life from you, and I shall praise you, the giver of good things. I went astray like a lost sheep. It was fitting for the prophet to say this after his sin, and for the whole nature of humanity. Seek your servant, because I did not forget your commandments. When Adam fell from paradise through transgression, sin passed into all, as the Apostle said, and they went astray like a lost sheep upon the mountains and the cliffs and the ravines of sin, where there was no visitation of God, serving demons and idols. But the good shepherd came, who lays down his life for the sheep, to seek and save the lost; and having sought the one who was wandering, he found him, and called him back, and carried him on his shoulders, and mingled him with his own flock. For he made peace between things on earth and things in heaven in his incarnate presence. Therefore also shepherds with angels glorified at his birth, saying: Glory to God in the highest, and on earth peace. Because I did not forget your commandments. For even if he transgressed some, he did not receive complete forgetfulness of them. But the prophet offered this prayer, and the whole nature of humanity obtained salvation.
khazarzar-john-chrysostom-in-psalmum-118:90 · narrative
Source
Ὡς δὲ ἀνωτέρω εἴρηται, ἔδραμεν ὁ ποιμὴν ὁ καλὸς ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ ζητήσας εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἐπανήγαγε, καὶ εὐφράνθη ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις· τοῦτο δηλοῦντος τοῦ λόγου, ὁσάκις τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπι-λανθανόμεθα, ζητεῖ ἡμᾶς ὁ Θεὸς εἰς ἑαυτὸν ἀνακαλούμενος. Σκοπήσωμεν δὲ τὴν τοῦ ψαλμοῦ ἀρχὴν καὶ τὸ τέλος. Λέγει γὰρ ἐν προοιμίοις· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ τέλει τούτου· Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Οἱ οὖν πορευόμενοι ἐν νόμῳ Κυρίου, πάντως τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθάνονται· καὶ οἱ μὴ ἐπιλανθανόμενοι τὰς ἐντολὰς, πορεύονται ἐν νόμῳ Κυρίου. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ ταῦτα τῷ προφήτῃ προσήκειν, ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασι. Καὶ ταῦτα μὲν, ἀδελφοὶ, τῶν πατέρων τὰ ὑπομνήματα καὶ τὰ διδάγματα, ἐξ ὧν καὶ ἡμεῖς ἀρυσάμενοι μετεδώκαμεν ὑμῖν μετὰ τῆς δεούσης ἐπιφροσύνης, ὅπως αἱ ἐντολαὶ τοῦ Θεοῦ προκόπτωσιν εἰς ὑμᾶς. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ἴδιον, ἵνα κατὰ τὴν εἰλικρινῆ ἡμῶν πίστιν καὶ αἱ πράξεις ἀγαθαὶ ὦσιν. Ἐν αἷς στηρίξει ὑμᾶς Κύριος ὁ Θεὸς,
English
As was said above, the good shepherd ran after the wandering sheep, and having sought it he found it, and taking it on his shoulders he brought it back, and rejoiced over it more than over the ninety-nine that had not wandered; the word showing this, that as often as we do not forget his commandments, God seeks us, calling us back to himself. But let us consider the beginning of the psalm and the end. For he says in the prologue: Blessed are the blameless in the way, who walk in the law of the Lord; and at the end of it: Seek your servant, for I have not forgotten your commandments. Those, then, who walk in the law of the Lord altogether do not forget his commandments; and those who do not forget the commandments walk in the law of the Lord. But we, having made the interpretation of the psalm in summary, entreat those who come upon it not to be satisfied with what is written, nor to think that these things belong to the prophet alone, but that each take from them the benefit that is fitting, and prepare a remedy to ward off his own passions. And these things, brothers, are the reminders and teachings of the fathers, from which we also, having drawn, have shared with you with the fitting prudence, so that the commandments of God may advance in you. For this is proper to a Christian, that according to our sincere faith our deeds also be good. In which the Lord God will establish you,
khazarzar-john-chrysostom-in-psalmum-118:91 · narrative
Source
δωρούμενος ὑμῖν πλούσια τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, φυλάττων ὑμᾶς ἀπὸ παντὸς κακοῦ, καὶ τῆς οὐρανίου αὐτοῦ βασιλείας ὑμᾶς ἀξιῶν, πρεσβείαις τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου, καὶ πάντων αὐτοῦ τῶν ἁγίων, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
Granting you his rich mercies and his compassions, guarding you from every evil, and counting you worthy of his heavenly kingdom, through the intercessions of our undefiled Lady, the God-bearer and ever-virgin, and of all his saints, to the glory of the Father and of the Son and of the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
Citation. Tergwame, “In Psalmum 118”, khazarzar-john-chrysostom-in-psalmum-118:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-in-psalmum-118#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0106 ·
generated 2026-11-15.