λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων, οἳ ἅμα Εὐδοξίῳ τὸ ᾿Αετίου δόγμα ἐπῄνουν καὶ ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον. ὡς οὖν ἐκράτησε τῆς ᾿Αντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. καὶ συνελθὼν ἐν ᾿Αντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ ᾿Ακάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος καὶ Οὐράνιος ὁ Τύρου, [ὃς] μετὰ τοῦ ὁμοουσίου καὶ τὸ ὁμοιούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα ἐψηφίσαντο. ῞Οσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονικίας βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν, ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάτων καὶ ὑπὲρ νοῦν ἀνθρώ4.12.7 πων ὂν οὐσίαν θεοῦ πολυπραγμονεῖν. ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ ῾Οσίου γράμματα πρὸς αὐτοὺς
It is said that he contrived these things with the consent of the emperor, the eunuchs in the palace cooperating, who together with Eudoxius praised the doctrine of Aetius and glorified the Son as being unlike the Father. When he gained control of the church of Antioch, he took boldness and now openly championed that heresy. And assembling in Antioch together with those who held such views, among whom were Acacius, bishop of Caesarea in Palestine, and Uranius of Tyre, he rejected the name of homoiousion along with the homoousion, making the pretext that the bishops in the West had also decreed these things. For Hosius, together with some of the priests there, under compulsion at Sirmium to put an end to the contentiousness of Valens, Ursacius, and Germanius, as has been said, agreed to say neither homoousion nor homoiousion, on the grounds that these names were not known in the holy scriptures and that it is beyond human understanding to busy oneself with the substance of God. As if they had succeeded in this, the letters of Hosius to them
ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες. ᾿Επεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος καὶ πολλοὶ τῆς ᾿Αντιοχέων ἐκκλη-σίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν, γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου παρεγένοντο εἰς ῎Αγκυραν τῆς Γαλατίας. ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν· ἔχει δὲ ὧδε· «Κυρίοις τιμιωτάτοις Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ Γεώργιος ἐν κυρίῳ χαίρειν. Τὸ ᾿Αετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν ᾿Αντιοχέων. τοὺς γὰρ παρ' ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου ᾿Αετίου πάντας καταλαβὼν Εὐδόξιος εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμη"μένοις ἔχων τὸν αἱρετικὸν ᾿Αέτιον. καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ. καὶ εἰς ταὐτὸν γενό"μενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ἀπαιτήσατε, ἵνα καὶ ᾿Αέτιον ἐκβάλῃ τῆς ᾿Αντιοχέων ἐκκλησίας Εὐδόξιος καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνα, ἐκκόψῃ. ἢ ἐὰν ἐπιμείνῃ μετὰ ᾿Αετίου ἀνόμοιον καλῶν καὶ τοὺς τοῦτο τολμῶντας λέγειν τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ἡμῖν, ὡς φθάσας ἔφην, τέως ἡ ᾿Αν"τιοχέων.» Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. οἱ δὲ ἐν ᾿Αγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ' ὧν ἐν ᾿Αντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ·
They dispatched a letter, expressing gratitude to Valens, Ursacius, and Germanius and attributing to them the grounds for right belief among those in the West. Since Eudoxius was introducing innovations there and many from the church of Antioch who opposed him had been expelled, they took letters from George, bishop of Laodicea, and arrived at Ancyra in Galatia. For it happened that Basil, on the occasion of the consecration of a church he had built, had summoned many of the neighboring bishops, to whom he delivered George’s letter. It reads as follows: “To the most honored lords, Macedonius, Basil, Cecropius, Eugenius, George sends greetings in the Lord. The shipwreck of Aetius has overtaken nearly the whole church of Antioch. For Eudoxius, having taken in all the disciples of the infamous Aetius who are dishonored among you, has advanced them to the clergy, holding the heretic Aetius in the highest honor. Therefore, take hold of that great city, lest its shipwreck also sweep away the whole world. And when you have come together, demand subscriptions from as many other bishops as possible, so that Eudoxius may expel Aetius and his disciples from the church of Antioch, and cut off those who have been advanced to the canon. Or if he persists in calling Aetius ‘unlike’ and in preferring those who dare to say this over those who do not, then, as I said before, the church of Antioch is lost to us.” Such were the contents of George’s letter. The bishops at Ancyra, since Eudoxius’s innovation was demonstrated by what he had voted in writing concerning the doctrine together with those who had assembled with him in Antioch, reported these things to the emperor.
καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον εἶναι κατ' οὐσίαν τῷ πατρὶ τὸν υἱόν. καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα αὐτός τε Βασίλειος ὁ ᾿Αγκύρας ἐπίσκοπος καὶ Εὐστάθιος ὁ Σεβαστείας καὶ ᾿Ελεύσιος ὁ Κυζίκου καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμη-4.13.6 πόλου βασιλικοῦ. ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν ᾿Ασφάλιόν τινα πρεσβύτερον ἐξ ᾿Αντιοχείας, εἰσάγαν σπουδαστὴν τῆς ᾿Αετίουαἱρέσεως, ἤδη πράξαντα ἐφ' ᾧ παρεγένετο καὶ γράμματα παρὰ βασιλέως κομισάμενον ἐκδημεῖν μέλλοντα. καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ ᾿Αγκύρας πρέσβεων καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ ἀνακομίζεται παρὰ ᾿Ασφαλίου τὴν ἰδίαν ἐπιστολήν· γράφει δὲ τάδε· «Νικητὴς Κωνστάντιος μέγιστος Σεβαστὸς τῇ κατὰ ᾿Αντιόχειαν ἁγίᾳ ἐκκλησίᾳ. Εὐδόξιος οὐ παρ' ἡμῶν ἧκε· μηδεὶς οὕτως οἰέσθω. πόρρω τοῦ προστί"θεσθαι τοῖς τοιούτοις ἐσμέν. εἰ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο σοφίζονται, εὔδηλοι δήπουθέν εἰσιν εἰς τὸ κρεῖττον κομψευόμενοι. τίνων γὰρ ἂν ἑκόντες ἀπόσχοιντο οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ' ἄλλης εἰς ἄλλην μεταπηδῶντες ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες ἐπιθυμίᾳ τοῦ πλείονος; εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφι"στάς, οὓς οὐδὲ ὀνομάζειν θέμις, ἐργαστήριον πονηρόν τε καὶ δυσσεβέστατον. πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα.
and they request that some provision be made so that the decisions at Sardica, Sirmium, and the other synods, in which it was agreed that the Son is like in essence to the Father, should prevail. And they choose to act as ambassadors on this matter to the emperor: Basil, bishop of Ancyra, Eustathius of Sebasteia, Eleusius of Cyzicus, and Leontius, a presbyter from the imperial bedchamber. When they arrived at the palace, they found a certain Asphalius, a presbyter from Antioch, a zealous adherent of the Aetian heresy, who had already accomplished what he had come for and was about to depart, having obtained letters from the emperor. When the heresy was denounced by the ambassadors from Ancyra, Constantius condemned the party of Eudoxius and recovered his own letter from Asphalius. He writes as follows: "Victor Constantius, greatest Augustus, to the holy church of Antioch. Eudoxius did not come from us; let no one think so. We are far from assenting to such men. If, besides other things, they also contrive this, they are clearly preening themselves for the better. For what would they willingly refrain from, who for the sake of power invade cities, leaping from one to another like some migrants, prying into every corner out of desire for more? And there is talk about them of certain charlatans and sophists, whom it is not even lawful to name, a wicked and most impious workshop. Surely you yourselves understand the system.
πάντως ἐκ τῶν λόγων τὸν αἴτιον γνωρίζετε καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας, οἷς ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διαφθείρειν τὰ πλήθη. ἀλλ' οἱ κομψοὶ καὶ πρὸς πάντα εὔτολμοι ἤδη τι τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. ταῦτα παρ' ἐκείνων μὲν ᾄδεται τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων, ἔστι δ' οὐδ' ὅλως ποθὲν οὐδ' ἐγγύς. καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ τῆς πίστεως ἐσκοποῦμεν, ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο υἱὸς τοῦ θεοῦ καὶ κατ' οὐσίαν ὅμοιος τῷ πατρί. ἀλλ' οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες εὐχερῶς τὰ παριστάμενα εἰς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καινά τινα παρὰ τὰ ὄντα νομίζειν καὶ τοὺς ἄλλους πειρᾶσθαι
διδάσκειν. οἷς ὅτι μὲν εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν, ἀρκέσει δὲ τέως εἴργεσθαι συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. καὶ γὰρ δὴ μὴ προαχθείην εἰπεῖν ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης ταύτης ἀπόσχοιντο. οἱ δέ (καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ;) τοὺς πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες τούτους δὴ τοὺς τῶν αἱρέσεων ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας, ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν, ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. ἔρρετ' ὦ πανούργων σύστημα· τί θειοτέροις θώκοις ἐνίδρυσαν;
You certainly know from their words who is responsible and those who have devoted themselves to this heresy, whose only work is to corrupt the multitudes. But the clever and bold ones have already boasted something of this sort to some, that we rejoice in their ordination, which they performed for themselves. These things are sung by those accustomed to prattle about such matters, but they are not at all from anywhere nor near. And recall my first words, when we were considering the faith, in which our Savior was shown to be Son of God and like in essence to the Father. But the noble ones, speaking about the better, easily went so far in impiety as to think up new things beyond what exists and to try to teach others. We firmly believe that this will turn upon their own heads, but for now it will suffice to exclude them from synods and common assembly. For I would not be led to say at present what they will suffer a little later, unless they desist from this madness. And they (for what do they not introduce to evil?) gather the most wicked, as if by command, and enroll these very leaders of heresies into the clergy, thus debasing a venerable form, as if it were possible for them to lead and manage everything. Yet who would tolerate these men, who are among the living, who fill the cities with impiety and conceal the exile with pollutions, loving only this one work: to be constantly hostile to good things? Begone, you band of villains! Why have they been installed on more divine thrones?
νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφοιτῶντες φόβῳ κατείχοντο πάλαι. τὰ γὰρ δὴ σοφὰ τούτων ἐξελήλεγκται· καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος καινός, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. ἀνδρῶν ἀγαθῶν ἔργον τῇ πίστει τῶν πατέρων συζῆν καὶ ταύτην ἐπαύξειν ὁσημέραι, πέρα δὲ μὴ πολυ"πραγμονεῖν. παραινέσαιμι δ' ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέ ποτε μετα"θεμένους θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ μετὰ τοῦ κρείττονος ἐψηφίσαντο δεόντως ἐπίσκοποι.» ᾿Εξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παρ' ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν ᾿Ανομοίων καλουμένη αἵρεσις. Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς ῾Ρώμης εἰς Σίρμιον ὁ βασιλεὺς πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων μετακαλεῖται Λιβέριον ἐκ Βεροίας, παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ πατρὶ τὸν υἱὸν ὁμοούσιον. ἐνέκειντο δὲ καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν πλείστην παρ' αὐτῷ παρρησίαν ἄγοντες Βασίλειος καὶ Εὐστάθιος καὶ ᾿Ελεύσιος. οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς ᾿Αντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾶν τὴν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, ᾿Αθανάσιόν τε καὶ ᾿Αλέξανδρον καὶ Σευηριανὸν καὶ Κρί-σκεντα, οἳ ἐν ᾿Αφρικῇ ἱέρωντο.
Now is the time for the nurslings of truth to come into the light and into the midst, all those who, departing from the customs, were formerly restrained by fear. For their clever devices have been refuted, and there will be no new kind of contrivance that will rescue them from impiety. It is the work of good men to live with the faith of the fathers and to increase it day by day, but not to meddle beyond that. I would also advise those who have belatedly converted from the pit to assent to this decree, which the bishops wise in divine matters, together with the better party, have duly voted. From that time, then, in this manner the so-called heresy of the Anomoeans came close to prevailing. Not long afterward, when the emperor returned from Rome to Sirmium, at the request of the bishops from the West, he summoned Liberius from Beroea, and in the presence of the envoys from the East, gathering together the priests who happened to be in the camp, he pressured him to confess that the Son is not consubstantial with the Father. Basil, Eustathius, and Eleusius, who then enjoyed great freedom of speech with him, pressed hard and urged him on to this end. They collected into one document the decisions concerning Paul of Samosata and Photinus of Sirmium, and the faith set forth at the consecration of the church of Antioch, on the pretext that some were attempting to establish their own heresy under the guise of the homoousion, and they induced Liberius, Athanasius, Alexander, Severian, and Crescentius, who were priests in Africa, to assent to it.
ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος καὶ ὅσοι ἐκ τῆς ἕω παρῆσαν. ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου ἀποκηρύττουσαν τοὺς μὴ κατ' οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνοντας. ἡνίκα γὰρ τὴν ῾Οσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν ᾿Αντιοχείᾳ τῇ ᾿Αετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε καὶ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν δοξάζει. ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ ῾Ρώμην ἐπάνοδον· γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι Φίληκι τῷ ἡγουμένῳ τότε τῆς ῾Ρωμαίων ἐκκλησίας καὶ τῷ ἐνθάδε κλήρῳ, ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον καὶ κοινῇ ἱερᾶσθαι μεθ' ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν καὶ τὴν Λιβερίου ἀποδημίαν. οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ ἠγάπα ὁ τῶν ῾Ρωμαίων δῆμος, ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν καὶ μέχρι φόνων χωρῆσαι. ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο, ταύτῃ πῃ τοῦ θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον, ὃ διχονοίας σύμβολόν ἐστι καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον. ᾿Εν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει, καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. περὶ δὲ τῶν ἐν ᾿Αντιοχείᾳ νεωτερισθέντων καὶ τῆς
Likewise, Ursacius and Germanius of Sirmium and Valens of Mursa, bishops, and all those from the East who were present, agreed. In part, they also obtained from Liberius a confession that denounced those who declared the Son not consubstantial and in all respects like the Father. For when Eudoxius and his followers in Antioch, who were zealous for the heresy of Aetius, received the letter of Hosius, they spread a rumor that Liberius also rejected the homoousion and held that the Son is unlike the Father. Since these matters had been thus settled by the envoys from the West, the emperor granted Liberius his return to Rome. And the bishops in Sirmium wrote to Felix, who was then presiding over the church of Rome, and to the clergy there, that both should preside over the apostolic throne and serve as priests together in harmony, and that they should consign to oblivion the painful events that had occurred due to the ordination of Felix and the absence of Liberius. For the Roman people loved Liberius, who was otherwise good and noble and had bravely opposed the emperor on behalf of the doctrine, so much that a great disturbance was stirred up, even leading to bloodshed. After Felix had lived only a short while longer, Liberius alone presided over the church, God having so arranged that the throne of Peter should not be dishonored by being governed by two leaders, which is a sign of discord and alien to ecclesiastical order. These events took place in Sirmium, and at that time, due to fear of the emperor, East and West seemed to be of one mind concerning the doctrine. Regarding the innovations in Antioch and the
᾿Αετίου αἱρέσεως ἔκρινεν ὁ βασιλεὺς ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ. παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας γενέσθαι· καὶ γράμμασι Κωνστάντιος κέχρηται εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς φθάσαι τῶν ἀν' ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν καὶ νοεῖν καὶ λέγειν ἱκανοί, ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους μετασχεῖν αὐτοὺς τῆς συνόδου καὶ τῇ κρίσει παρεῖναι. ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων ἀγγέλλεται τὸ Νικομηδείας πάθος καὶ ὅτι πᾶσαν ὁ θεὸς κατέσεισεν. ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος ἐπέσχον οἱ καθ' ὁδὸν ἐπίσκοποι· ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν γεγονότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον καὶ τὰς πλησίον πόλεις κοινωνῆσαι τῆς συμφορᾶς, προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν. οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβάν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς ᾠκοδομημένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν ἀναγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ ἐπ' ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε· δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας ὁ σεισμὸς ἐνέσκηψεν. ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελήφθησαν.
The emperor decided to convene a synod in Nicaea concerning the heresy of Aetius. But when those around Basil declined because the inquiry into the doctrine had previously occurred there, it was decided that it should take place in Nicomedia of Bithynia. And Constantius issued letters for a specific day, for the bishops from each nation who seemed most capable of understanding and speaking to hasten with zeal, so that they might attend the synod and be present at the judgment in place of all the priests of the nation. But while most were already on the journey, the disaster of Nicomedia was reported, and that God had shaken the entire city. As if the city had been utterly destroyed, the bishops on the road halted, for rumor, as is its wont, reported the horrors to those far away as exceeding what had actually happened. It was also rumored that Nicaea, Perinthus, and the neighboring cities had shared in the calamity, and further, even Constantinople. The event greatly distressed the right-minded among the bishops, because a magnificently built church had been shaken, and it became a pretext for those hostile to the religion to report to the emperor that a multitude of bishops, men, children, and women had perished, having fled to the church in hope of being saved there. But this was not true; the earthquake struck at the second hour on a day not of assembly. Of the bishops, only Cecropius of Nicomedia himself and another from the church of Bosporus were caught outside.
ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἀλλαχῇ καταφυγεῖν, ἀλλ' ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπῃ ἔτυχεν ἕκαστος ἑστὼς ἢ ἐσώθη ἢ ἀπώλετο. λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν προϊδεῖν ᾿Αρσάκιον, ὃς τὸ μὲν γένος Πέρσης ἦν, ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο, καὶ τὴν στρατείαν καταλιπὼν ἐν τῇ ἄκρᾳ Νικομηδείας ἐν πύργῳ τοῦ τείχους κατῴκει φιλοσοφῶν. ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις ἐκέλευσεν ἐξιέναι τῆς πόλεως ὡς πεισομένης ἅπερ ὕστερον πέπονθεν. ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν θεὸν καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπει4.16.8 ληθείσης ὀργῆς. ὡς δὲ οὐκ ἔπεισε καὶ γελοῖος ἐδόκει ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πύργον καὶ πρηνὴς καταπεσὼν ηὔχετο. ἐν τούτῳ δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος οἱ μὲν πλείους ἀπώλοντο, οἱ δὲ περι4.16. λειφθέντες εἰς τοὺς ἀγροὺς καὶ τὴν ἄκραν ἔφυγον. ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει καθ' ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν· ἐπιρριπτομένων τε τῶν ὀρόφων περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλόξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη, πανταχοῦ τε ἕρπουσα καὶ πρὸς ἑαυτὴν συναπτομένη μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε.
In an instant the city was shaken, and it was not possible for those who wished to flee elsewhere to do so, but in the first experience of the danger, as a general rule, each person, wherever he happened to be standing, was either saved or perished. It is said that before this calamity occurred, Arsacius foresaw it; he was a Persian by birth, formerly a soldier and keeper of the imperial lions, and became a not undistinguished confessor under Licinius. Leaving his military service, he dwelt in the citadel of Nicomedia, in a tower of the wall, living a philosophical life. There a divine vision appeared to him and commanded him to leave the city, as it would suffer what it later did. Because of this, he hastened with zeal to the church and instructed the clergy to earnestly beseech God and to perform propitiatory litanies for the averting of the threatened wrath. But when he did not persuade them and seemed ridiculous for announcing unexpected sufferings, he returned to his tower and, falling prostrate, prayed. At that moment the earthquake struck; most perished, while the survivors fled to the fields and the citadel. For, as in a prosperous and great city, fire was kindled in every house in braziers, ovens, furnaces of baths, and among all those who labored at fire-related crafts. When the roofs collapsed, the flame, confined by the materials, and mingled, as is natural, with kindling and all that is oily and readily susceptible to burning, was abundantly fed, and creeping everywhere and joining with itself, made the whole city, so to speak, a single pyre.
καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων οἱ περισωθέντες ἐκ τοῦ σεισμοῦ ἐπὶ τὴν ἄκραν ἀνέδραμον. ᾿Αρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρός, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρχόμενος. λόγος δὲ περὶ τοῦ προτελευτῆσαι τότε αὐτὸν τὸν θεὸν ἱκετεῦσαι καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον ἢ συμφορὰν θεάσασθαι πόλεως, ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὸν ἐπέγνω καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. ᾿Αλλ' ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλείας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν καὶ τοὺς ὀχλουμένους ὑπ' αὐτῶν καθαίρειν. οὕτω γοῦν δαιμονῶν τις ξίφος σπασάμενος ἀνὰ τὴν ἀγορὰν ἔθεε· φευγόντων δὲ πάντων καὶ θορύβου τὴν πόλιν ἔχοντος ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε καὶ τῷ λόγῳ κατέβαλε· καὶ αὐτίκα
ἐκαθάρισεν καὶ σωφρονεῖν ἐποίησε. πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπείαν δύναμιν καὶ τέχνην καὶ μέντοι καὶ τόδε. δράκων ἦν ἢ ἕτερον ἑρπετοῦ γένος πρὸ τῆς πόλεως, ὃ τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε· παρὰ γὰρ λεωφόρον ἐφώλευεν. ἔνθα δὴ παραγενόμενος ᾿Αρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας ἑαυτὸν ἀνεῖλε. καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν ᾿Αρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν. Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον τὰ δόξοντα πάλιν τῷ βασιλεῖ, οἱ δὲ ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως διὰ γραμμάτων ἐδήλωσαν. ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν γράφει Βασιλείῳ πυνθανόμενος ὅ τί ποτε χρὴ περὶ τῆς συνόδου ποιεῖν.
And because of this, with the houses impassable, those who had survived the earthquake fled to the citadel. Arsacius was found dead in an unshaken tower, lying face down, as he had stretched himself out at the beginning of prayer. There is a story that before his death he then entreated God and chose to die rather than to behold the calamity of the city in which he first came to know Christ and partook of ecclesiastical philosophy. But since our account, carrying us along, has brought us to this man, it must be known that he was capable, by divine favor, of driving out demons and purifying those troubled by them. Thus, for instance, a certain demoniac, having drawn a sword, ran through the marketplace; while everyone fled and confusion held the city, Arsacius, encountering him, invoked the name of Christ and struck him down with the word; and immediately he purified him and made him sane. Many other things beyond human power and skill were accomplished by him, and indeed also this: there was a dragon or another kind of reptile before the city, which destroyed passersby with its breath, for it lurked beside a highway. When Arsacius arrived there, he prayed, and the serpent came out of its lair of its own accord, and, striking its head twice against the ground, killed itself. And these things were related by those who claimed to have heard them from those who had seen Arsacius himself. The bishops, having been prevented from proceeding to the synod because of the disaster at Nicomedia, some awaited what would again seem good to the emperor, while others declared through letters the opinion they hold concerning the faith. The ruler, being at a loss about what should be done, writes to Basil, inquiring what ought to be done about the synod.
ὁ δὲ ὡς εἰκὸς ἐπὶ εὐσεβείᾳ δι' ἐπιστολῆς ἐπαινέσας αὐτὸν καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν παροτρύνει ἐπιταχῦναι τὴν σύνοδον καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ εὐσεβείας τῆς σπουδῆς οὔσης, μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας. ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν, ὥστε ἐκεῖ τὰ περὶ τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε τεκμηράμενος ὧδέ πῃ κεχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς· ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι καὶ περὶ τῶν ἀμφιβόλων βουλεύσασθαι καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια καὶ τὰ δόξαντα ἀφηγήσασθαι, ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν ἀλλήλοις, καὶ περὶ τῶν πρακτέων ὅπῃ ἂν ἄριστα δοκῇ ἐπιτελέσαι. μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι.
He, as was natural, having praised him in a letter for his piety and having consoled him for the calamity at Nicomedia with examples from sacred histories, urged him to hasten the synod and not to give way, since the zeal was for piety, nor to send away the priests gathered for this purpose without accomplishing anything, since they had already set out and were on the journey. And he appointed for the synod a place, Nicaea, instead of Nicomedia, so that the matters concerning the faith might be corrected there, where they had also begun to be investigated. And Basil wrote back in such terms, having calculated that he would somehow declare things pleasing to the emperor, since he himself had from the beginning thought that the synod should take place at Nicaea. And having received Basil's letter, he at first ordered them to assemble at Nicaea at the beginning of summer, unless some were infirm in body; and that these should send in their place whomever they might choose, presbyters or deacons, so that they might declare their opinion and deliberate about the disputed matters and agree in common on all things. And that ten from the western regions and the same number from the east, whom those assembling might choose by common consent, should come to the palace and report what had been decided, so that he himself might see whether they had agreed with each other according to the sacred scriptures, and concerning what was to be done, to accomplish it in whatever way seemed best. And after this, having deliberated, he ordered all to remain wherever they were, or in their own churches, until a place for the synod should be determined and they should be notified to arrive at that place.
γράφει δὲ τῷ Βασιλείῳ δι' ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ὅπῃ ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν, ὥστε ἔαρος ἀρχομένου τοῦτο πᾶσι γενέσθαι δῆλον· ἐν Νικαίᾳ γὰρ ὡς κεκμηκότος τοῦ τῇδε ἔθνους ὑπὸ σεισμῶν οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων παραγίνεται πρὸς βασιλέα Βασίλειος· διέτριβε δὲ τότε ἐν Σιρμίῳ. καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ' ἰδίας χρείας καὶ Μᾶρκον τὸν ᾿Αρεθούσιον καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς ᾿Αλεξ-4.16. ανδρέων ἐκκλησίας. δόξαν δὲ ἤδη ἐν Σελευκείᾳ τῆς ᾿Ισαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα (καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει) τῇ τῶν ᾿Ανομοίων αἱρέσει χαίροντες σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμον γραφήν τινα πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐ4.16.21 σίας οὐκ ἐνέκειτο ὄνομα.
He writes to Basil by letter to learn from all the bishops throughout the East where it was fitting to hold the synod, so that this might be made known to all at the beginning of spring; for he supposed it was not well to hold a synod in Nicaea, since the people there had been worn down by earthquakes. Basil, having placed the emperor’s letters at the head of his own letter, made known to the bishops of each nation that they should diligently consider and quickly indicate the place that would be agreeable. But as is usual in such matters, when not all chose the same place, Basil came to the emperor; he was then staying in Sirmium. And there he encountered certain other bishops who had come on their own business, namely Mark of Arethusa and George, who had been entrusted with presiding over the church of the Alexandrians. Since it had already been decided that the synod would be held in Seleucia of Isauria, the partisans of Valens (for he too was then residing in Sirmium), who delighted in the heresy of the Anomoeans, hastened to have the bishops present at the court subscribe to a certain ready-written statement of faith, in which the term *ousia* was not included.
σπουδαζομένης δὲ τῆς συνόδου λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ ᾿Ακάκιον, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, ὡς τῶν πανταχῇ ἐπισκόπων οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς ᾿Αντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνει, καὶ ὡς, εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς ᾿Αετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν, κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως ἐν ᾿Αριμήνῳ
συνελθεῖν, τοὺς δὲ ἀπὸ τῆς ἕω ἐν Σελευκείᾳ τῆς ᾿Ισαυ-4.16.22 ρίας, ἵνα ῥᾳδίου ὄντος ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον· εἰ δὲ μή, θατέραν, ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. συνέπραττον δὲ αὐτοῖς ταῦτα Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει χάριν αὐτῷ Εὐσεβίῳ φέροντες. Πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον· καὶ γράφει τοῖς τότε ἐν ᾿Αριμήνῳ καὶ Σελευκείᾳ τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι, ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίαν οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος ῾Ιεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι· κατηγόρουν γὰρ ἄλλοι ἄλλων, Γεωργίου δὲ Αἰγύπτιοι ἁρπαγῶν καὶ ὕβρεων·
Since the synod was being promoted with great zeal, those around Eudoxius and Acacius, as well as Ursacius and Valens, reasoned that among the bishops everywhere, some were zealous for the faith of Nicaea, while others were zealous for the faith set forth at the dedication of the church of Antioch, and that each of these contained the term "substance" and declared the Son to be in all respects like the Father, and that if all were to assemble together, they would readily condemn the doctrine of Aetius, which they themselves praised as being plainly discordant with each of the two. They therefore arranged that the bishops from the West should convene at Ariminum, and those from the East at Seleucia in Isauria, so that, since it would be easy to persuade a few or all, they might, if possible, by being divided between the two places, cause each synod to become of one mind with them; but if not, at least one of them, so that their heresy might not be condemned by all the votes. In these matters they were assisted by Eusebius, the eunuch who presided over the imperial household, who was well-disposed toward Eudoxius and otherwise of the same opinion, and by many of those in power who were grateful to this Eusebius. The emperor, being persuaded that it was neither advantageous to the public treasury on account of the expense, nor to the bishops on account of the long journeys, for all to assemble in one place, divided the synod; and he wrote to those then at Ariminum and Seleucia to first discuss the disputed matters concerning the faith, and finally to decide, according to the law of the Church, concerning bishops who had been unjustly deposed or were living in exile, among whom was Cyril of Jerusalem, and to judge the accusations brought against certain bishops; for some accused others, and the Egyptians accused George of acts of rapine and violence.
ἐπὶ κεκριμένοις δὲ πᾶσι δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γενομένων. Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. καὶ φθάνει ἡ ἐν ᾿Αριμήνῳ συστᾶσα σύνοδος· ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. καὶ περὶ μὲν ᾿Αθανασίου μηδὲν ἀνακινεῖν ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον. ζητήσεως δὲ οὔσης, εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος καὶ Γάιος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς ῾Ρωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς ἐπὶ θεοῦ μὴ ποιεῖσθαι μνήμην. ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι, χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων· ἄμεινον γὰρ εἶναι ἀμαθέστερον διαλεγομένους ὀρθῶς περὶ θεοῦ δοξάζειν ἢ καινότητας ὀνομάτων ἐπεισάγειν διαλεκτικῆς τερθρείας συγγενεῖς. ὑπῃνίττοντο δέ, μᾶλλον δὲ καὶ προφανῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς καὶ τοῖς πολλοῖς ἀσαφές· ἀντὶ δὲ τούτου ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν υἱὸν κατὰ τὰς θείας γραφάς.
With all decisions made, ten from each side were to go to the imperial court to report on what had been done. Accordingly, each group assembled where they had been ordered to convene. The synod convened at Ariminum arrived first; more than four hundred bishops were present. Those who were hostile to Athanasius judged it better to stir up nothing concerning him. When the question arose as to the manner in which one ought to believe, Valens and Ursacius came forward, supported by Germinius, Auxentius, Gaius, and Demophilus. They demanded that the previously composed statements concerning the faith be set aside, and that the one they had recently drawn up at Sirmium in the Latin language should prevail, which proposed that the Son is like the Father according to the Scriptures, but made no mention at all of substance in reference to God. They said that the emperor had also approved this statement, and that the synod must necessarily accept it, henceforth troubling itself no further about anyone's private opinion, so that dissensions and factions might not arise from the discussion and precise examination of terms; for it was better to discourse in a more unlearned manner and think rightly about God than to introduce novelties of terms akin to dialectical sophistry. They hinted, indeed more openly attacked, the term homoousios as unknown to the holy Scriptures and unclear to the many; and in its place they said that the Son should be called like in all respects to the one who begot him, according to the divine Scriptures.
᾿Επεὶ δὲ ταῦτα περιέχουσαν [καὶ] τὴν προκομισθεῖσαν παρ' αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο, ἀλλ' ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν, συνεληλυθέναι δὲ νῦν ἵνα, εἴ τι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν· εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐζήτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς καὶ φανερῶς ἀποκηρύττειν τὸ ᾿Αρείου δόγμα ὡς θορύβων αἴτιον εἰσέτι νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχῇ ἐκκλησίαις. ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου καὶ Δημοφίλου καὶ Γαΐου ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ὥστε τὰς μὲν ἄλλας ἀποκηρύξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ' ἀρκεῖσθαι τοῖς φθάσασιν. ἄτοπον γὰρ εἶναι ὡς νῦν ἀρχομένους πιστεύειν τοιαῦτα ξυγγράφειν καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν. Καὶ οἱ μὲν τάδε προϊσχόμενοι οὐδὲν ἠξίουν νεωτερίζειν, μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ' ἐνισταμένους κρατεῖν ἣν προίσχοντο πίστιν καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν
When they had read the document they had presented, which contained these things, the majority insisted that there was no need for a new creed, but that they should be satisfied with the decisions already made before them, and that they had now assembled so that, if any innovation were made against these, they might prevent it. But if the document read out introduced nothing new beyond these, they demanded that the proposers of this document should speak and openly repudiate the doctrine of Arius as the cause of disturbances that had arisen from it even now in the churches everywhere. When Ursacius and Valens, together with Germinius, Auxentius, Demophilus, and Gaius, evaded this proposal, the synod ordered the exposition of the other heresies and of those who had assembled at Nicaea to be read, so that they might condemn the other heresies, ratify the decisions made at Nicaea, and that no one should in future bring charges or request a synod concerning these matters, but be satisfied with what had already been established. For it was absurd, they said, to compose such things as if they were now beginning to believe, and to disparage the tradition of the previous time, by which they themselves and those before them had administered the churches, most of whom had ended their lives in confessions and martyrdoms. And those who advocated these things demanded that nothing be innovated; but when Valens and Ursacius and their party were not persuaded, but persisted in maintaining the creed they had put forward, they deposed them, decreeing that the creed they had brought forward was invalid.
ἀνέγνωσαν γραφήν. καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου ὑπατευόντων Εὐσεβίου καὶ ῾Υπατίου, ὥς που καὶ ᾿Αθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν, ἀίδιον δὲ λέγειν τὸν υἱὸν τοῦ θεοῦ παραιτεῖσθαι, καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων. ᾿Επεὶ δὲ τάδε ἐν ᾿Αριμήνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά-κιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει σπουδῇ πρὸς βασιλέα παρεγένοντο. ῾Η δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη πρέσβεις ἀπέστειλεν· ἔγραψε δὲ δι' αὐτῶν τάδε μεταφρασθέντα ἐκ τῆς ῾Ρωμαίων φωνῆς· «Τά τε ἐκ τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγ"ματος δογματισθέντα γενέσθαι πιστεύομεν· εἰς γὰρ ᾿Αρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τὰ ἐναντία φρο"νοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐκή"ρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν μέχρι τέλους διατηροῦντες.
They read a document. For it seemed to them absurd that this had been written beforehand, as it was set forth at Sirmium in the presence of Constantius, the eternal Augustus, when Eusebius and Hypatius were consuls, as Athanasius also, writing to his intimates, says it is ridiculous to call Constantius an eternal king, but to refuse to call the Son of God eternal, and to prefix a specific time to this document to the discredit of the faith of the older generation and of those initiated before this time. When these events took place at Ariminum, the party of Valens and Ursacius, taking the deposition hard, hastened to the emperor. The council, appointing twenty bishops as ambassadors, sent them; and through them wrote the following, translated from the Latin tongue: "We believe that what has been decreed by the command of God and by the ordinance of your Piety has been established; for at Ariminum we assembled from all the cities of the West, all the bishops together, so that the faith of the Catholic Church might be made known and those who think otherwise might be revealed. For after more extensive examination, we found it pleasing to hold and preserve until the end the faith that has endured from ancient times, which the prophets, the Gospels, and the apostles of our Lord Jesus Christ, the guardian of your empire and the protector of your strength, proclaimed.
ἄτο"πον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλ"λάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας· ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς ᾿Αρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει· ὡς εἴπερ τι θάτερον γένηται, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. ῞Οθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι τοῦ ᾿Αρειανοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνεγνώ"κεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν ῾Ρωμαίων ἐκκλησίας).
It seemed to them absurd and unlawful to alter anything that had been rightly and justly defined, and of the matters considered in common at Nicaea together with the most glorious Constantine, your father and emperor, whose teaching and thought had spread and been proclaimed to all men's ears and minds; which alone was the opponent and destroyer of the Arian heresy, through which not only this but also all other heresies were overthrown, in which indeed both to add anything is dangerous and to remove anything is perilous; so that if either should happen, there would be license for enemies to do whatever they wish. Hence Ursacius and Valens, since they had long been partakers and advisers of the Arian doctrine, were declared separated from our communion; in order that they might partake of it, having acknowledged themselves to have erred, they deemed it right to obtain repentance and forgiveness, as also the documents produced by them bear witness, through all of which leniency and pardon for the charges have been granted (and this was the time when these things were done, when the council was convened at Milan, with the presbyters of the church of the Romans also being present).
ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν τῆς καθολικῆς ἅπαντα φρονοῦντες διαμεμενήκασιν. ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε διὰ τοῦ δεσπότου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολ"μήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπά"της ἐγύμνουν τὴν σκέψιν· ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέ"ροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρείας
having known also that the memorable Constantine, after his death, with all precision and examination set forth the composed faith, and since after he was baptized and departed from among men to the peace that was owed, it is absurd to innovate anything after him and to overlook so many holy confessors and martyrs, who were both authors and discoverers of the doctrine, and who have remained thinking everything according to the ancient custom of the catholic church. Their faith God has transmitted even to the times of your reign through our Lord Jesus Christ, through whom it has been granted to you to rule in such a way as to hold sway over our inhabited world. Again, therefore, those pitiable and wretched in mind, with an unlawful daring of their impious thinking, have proclaimed themselves heralds and attempt to overturn every structure of truth. For as, according to your decree, the assembly of the synod was being convened, they were laying bare the plan of their own deceit; for they were trying by some cunning and disturbance to introduce innovations, offering something new, of such a faction
τοὺς συναλισκομένους εὑρόντες Γερμήνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας. ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν· ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν ἕτερόν τι γράφειν. ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. ῞Ιν' οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα καὶ ἀμετακίνητα φυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι· δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων· οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ, ὥσπερ ἔφησαν Οὐρσάκιος καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν ῾Ρωμαίων ἐκκλησίᾳ γενήσεται.
they found that those who were assembling together were Germinius, Auxentius, and Gaius, who were causing strife and dissension. Their teaching, though one, has surpassed every multitude of blasphemies; but when they perceived that they were not of the same heresy nor in agreement on the matters in which they thought wickedly, they brought themselves over to our council, as if to write something else. But the time was short, which also exposed their opinions. Therefore, lest the same troubles and turmoil that roll over the church befall it and seize everyone, it seemed secure to preserve the things long ago defined and immovable, and to separate the aforementioned from our communion. For this reason we have sent ambassadors to your clemency to instruct you, who will indicate the opinion of the council through the letter. We have charged the ambassadors, above all, to confirm the truth from the things justly defined long ago in ancient times; and they will instruct your holiness that, as Ursacius and Valens said, there will be no peace if any of the just things are overturned. For how is it possible to have peace with those who destroy peace? Rather, strife and turmoil will arise from these things, along with the other cities and the church of the Romans.
Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μηδὲ πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλὰ ἐάσῃς ἐμμέ"νειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πε"ποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύουσιν ἀπιστίαν ἐνεποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ ἔτι ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ' ἵνα οἱ ἐπί"σκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.» Τάδε μὲν τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων τὰ γράμματα.
Therefore we entreat your clemency, that you may look upon our envoys with gracious ears and serene gaze, and not permit any innovation to the dishonor of the departed, but allow us to abide by the definitions and laws established by our ancestors, whom we would affirm to have done everything with sagacity, prudence, and the Holy Spirit. For the innovations now introduced by those men produce disbelief in the faithful and harshness in the unbelieving. We further entreat that you order the bishops residing in foreign lands, whom the burden of age and the lack of poverty wear down, to be readily restored to their own homes, so that the churches may not remain destitute of their appointed bishops. Moreover, in addition to all this, we also request that nothing be either lacking from what previously existed nor in excess, but that everything remain unbroken, preserved from the piety of your father down to the present time, and that you no longer permit us to toil and be estranged from our own parishes, but that the bishops together with their own people may have leisure for prayers and worship in peace, entreating for your safety, your reign, and the peace which the Divinity will grant you perpetually. Our envoys bring the signatures and the names of the bishops, who will also instruct your Divinity from the divine scriptures themselves. Such are the letters of those who assembled at Ariminum.
οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα φθάσαντες τοὺς παρ' αὐτῶν ἀποσταλέντας πρέσβεις ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν καὶ τὴν σύνοδον διέβαλλον. ὁ δὲ λυπηθεὶς ἴσως, ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε, τῶν δὲ πρέσβεων ἠμέλει καὶ τῇ προσεδρείᾳ ταλαιπωρούντων ὑπερεώρα. ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸν ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. ἐκέλευσε δὲ ἐν ᾿Αδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι, ἵν' ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων τὰ παρὰ τῶν πρέσβεων ἀκούσοι καὶ δοκιμάσοι· προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν. Καὶ ὁ μὲν τοιάδε ἔγραψε. πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. καὶ ἀντιβολεῖ μετ' εὐνοίας αὐτοὺς ἰδεῖν καὶ ὧν
Ursacius and Valens, having arrived before the envoys sent by them, showed the emperor the document which they had read and slandered the council. He was grieved, perhaps, because they had not accepted this creed, which had been confirmed in his presence at Sirmium; he held them in honor, but neglected the envoys and overlooked them as they languished in attendance. At length he wrote to the council, excusing himself on the ground that an urgent journey against the barbarians compelled him, and that for this reason he had not been able to see the envoys. He ordered them to wait for him at Adrianople on his return, so that when public affairs were settled, being free from cares, he might hear and examine the matters from the envoys; for it was fitting that one who was to decide concerning divine things should have his soul free from other concerns. Such was his letter. In response, the council declared, insisting that they would by no means withdraw from their decisions, and that they had written this and given instructions to the envoys. And they beseech him to see them with goodwill and
ἐνετείλατο δι' αὐτῶν ἐπακοῦσαι καὶ τὰ γραφέντα ἀναγνῶναι· χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας· χρῆναι δέ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλη4.1.4 σίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν. τοιαῦτα γράψαντες καί, ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. ῾Ως μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν ᾿Αριμήνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα· ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά4.1.5 κιον. διάφορος δὲ ὁ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. οἱ μὲν γάρ φασι πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ ᾿Αριμήνου τῶν ἐπισκόπων ἀποδημίαν ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν καὶ τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ πίστιν ἐκδιδόναι, τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν, ἀντὶ δὲ τούτων ἑτέρους χειροτονεῖν. ἀδείας δὲ ἐντεῦθεν λαβομένους βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι, πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν καὶ πρῶτον Λιβέριον τὸν ῾Ρωμαίων ἐπίσκοπον. ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν ᾿Ιταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον.
he commanded them to listen and read what had been written; for it would seem grievous even to him that so many churches should be without bishops during the time of his reign; and that it was necessary, if he also agreed, for them to return to their own churches before winter. Having written such things and, as was fitting, composed the letter in the form and name of a supplication, they waited a short time; but when he gave no reply, they returned to their own cities.
Now, that from the beginning those who assembled at Ariminum also decreed what was decided at Nicaea, the aforementioned statements bear witness; but it must now be related how they later agreed to the document brought forward by those around Valens and Ursacius. The account of this matter that has reached me is varied. For some say that the emperor, making the departure of the bishops from Ariminum against his will a pretext for insult, permitted Valens and those with him to administer the churches of the West as they wished and to promulgate the faith read at Ariminum, and that those who refused to subscribe to it were to be expelled from the churches and others ordained in their place; and that, having thus obtained license, they compelled many to subscribe to this faith, and when many would not comply, they drove them from the churches, first among them Liberius, the bishop of Rome. And after they had done these things in Italy, they planned to treat the churches throughout the East in the same manner.
διιόντας δὲ τὴν Θρᾴκην παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους, καὶ συνέδριον ἐνθάδε καθίσαντας τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ γραφὴν εἰς ῾Ελλάδα μεταβαλεῖν φωνὴν καὶ δημοσιεύσαντας βεβαιῶσαι καὶ λογοποιεῖν ὡς ὑπὸ τῆς οἰκου4.1.8 μενικῆς συνόδου ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη. ἐπίτηδες δὲ τάδε ἐν Νίκῃ πρᾶξαι καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν γρα4.1. φήν. ταῦτα μὲν ὧδε λέγουσιν. οἱ δέ φασιν, ὡς τῆς ἐν ᾿Αριμήνῳ συνόδου τῇ προσεδρείᾳ ταλαιπωρουμένης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ καθῆκάν τινας συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας, ἐξὸν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγειν καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν· ὡς τῶν ἀνὰ τὴν ἕω οὔποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη. τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν πεισθῆναι τὴν σύνοδον συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον. δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων νωτοφόρων προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν·
Passing through Thrace, they arrived at Nice, a city of that nation, and having convened a council there, they translated the document read at Ariminum into the Greek language, and after publishing it, they confirmed it, and spread the word that the faith of Nice had been dictated and glorified by the ecumenical council. They deliberately did this at Nice and acclaimed it there, so that the simpler people might be easily persuaded to consent to this faith, being deceived by the similarity of names and thinking it to be the document confirmed at Nicaea. So say some. Others, however, say that as the council at Ariminum was being worn down by the prolonged session, with the emperor neither deigning to answer the bishops nor permitting them to depart, the zealots of the opposing heresy sent some men to advise that it was not worthwhile to quarrel over a single term, that of "substance," and that the priests everywhere should call the Son "like" the Father and remove the causes of strife, since the Easterners would never be at peace unless the term "substance" were removed. By such persuasive arguments of the mediators, the council was induced to agree to the document zealously promoted by those around Ursacius. But these men, fearing that the envoys sent by the council to the emperor might reveal the original insistence of the Western bishops and the reason for the removal of the term "homoousios," detained the envoys at Nice in Thrace, alleging as a pretext the winter and the difficulty of travel due to the poor condition of the public transport animals.
πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παρ' αὐτῶν γραφὴν ἐκ τῆς ῾Ρωμαίων μεταφράσαι φωνῆς καὶ ῾Ελληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις· οὕτω γὰρ συμβήσεσθαι τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην, μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπόντων τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν ᾿Αριμήνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν ὡς ἀποστρεφομένους τὸ ὄνομα. ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε· πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ' οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἰσχυρίζοντο· διεφέροντο δὲ μόνον οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιούσιον τὸν υἱὸν ὀνομάζοντες. ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν. 4..1 ᾿Εν ᾧ δὲ τὰ περὶ ᾿Ιταλίαν ὡς εἴρηται ἐγίνετο, πρὶν συστῆναι τὴν ἐν Σελευκείᾳ σύνοδον μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. οἱ μὲν γὰρ ἀμφὶ ᾿Ακάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον τὴν
῾Ιεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν.
Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν καὶ τὰς πέριξ πόλεις ἐτάραττεν † ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος † συλλαμ4..2 βανομένους ἔχων ᾿Ελεύσιον καὶ Μαραθώνιον. ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ' αὐτὸν ἐκκλησίας καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπίσκοπον Νικομηδέων κατέστησεν, ᾿Ελεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. ἄμφω δέ φασιν ἀγαθὼ γενέσθαι τὸν βίον, σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζοντας, ἀλλ' οὐχ ἁπλῶς οὕτως ὡς 4..3 Μακεδόνιος.
to persuade them to translate the document read by them from the Latin language and, composed in Greek, to send it to the bishops throughout the East; for thus it would come about that the document, composed according to their purpose, would achieve for them what they were eager for, and the deceit would not be detected in the absence of those who would refute it, as if those at Ariminum had not willingly abandoned the term "substance," but because of the pretext regarding the Easterners, as if they rejected the term. This was manifestly false; for all except a few maintained that the Son is like the Father in substance; they differed only in that some named the Son homoousion, others homoiousion. Some will speak thus, others otherwise. 4.1 While these events were taking place in Italy as described, before the council at Seleucia convened, very great disturbances occurred in the East. For the party of Acacius and Patrophilus, having removed Maximus, entrusted the church of Jerusalem to Cyril. 4.2 Macedonius, however, disturbed Constantinople and the surrounding cities, having as collaborators Eleusius and Marathonius, whom he had previously appointed—the former, from being a deacon of his own church and a zealous steward of poorhouses and monastic communities of men and women, bishop of the Nicomedians; Eleusius, bishop of Cyzicus, who had served not ingloriously in the imperial palace. Both are said to have been good in their lives, but zealous in harming those who glorified the Son as homoousios with the Father, though not simply so as Macedonius. 4.3
οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει καὶ δικασταῖς παρεδίδου, τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο, παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων ἐμυσταγώγει. οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῇ ἐκκλησίας καθεῖλε βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους 4..4 οἴκους τῶν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι ἰσχυριζομένων. ἐκ δὴ τοιαύτης αἰτίας καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι· ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου 4..5 ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο. ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον πανοικὶ συνελθόντες οἱ μὲν τὰς ὕλας κατέβαλλον, οἱ δὲ εἰς τὰς ἀντιπέραν Συκὰς μετεκόμιζον· καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν· ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες· ἕκαστος γὰρ ὡς αὐτῷ θεῷ τὸ ἔργον προσφέρων ὑπερφυῶς προὐθυμεῖτο· ὑπὸ τοιαύτῃ δὲ σπουδῇ τὸν ἴσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος ᾿Αναστασία ὠνόμασται. 4..6 τελευτήσαντος γὰρ Κωνσταντίου διαδεξάμενος ᾿Ιουλιανὸς τὴν βασιλείαν τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. ὃ καὶ ἐγένετο τοῦ λαοῦ προθύμως συλλαβομένου καὶ τὰς αὐτὰς ὕλας ἐκ 4..7 τῶν Συκῶν μετακομίσαντος. καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν. ἐν δὲ τῷ τότε μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν·
This man not only drove away those who refused to commune with him, but also imprisoned them and handed them over to judges, and compelled even the unwilling to commune, and seized unbaptized children and women and initiated them. Moreover, he destroyed many churches in many places, putting forward an imperial decree ordering the demolition of the houses of worship of those who insisted that the Son is consubstantial with the Father. For this reason, the church of the Novatians near the so-called Pelargus in Constantinople was also demolished. At that time, it is said that the members of this heresy performed a courageous deed; perhaps also those from the catholic church, as being of like mind, joined in. For when those to whom this task had been assigned ordered the dismantling of this building, they gathered together with their whole households, some tearing down the materials, others transporting them to the opposite side, to Sycae; and the task was completed quickly, for not only men but also women and children shared in the work, each one, as if offering the work to God, was extraordinarily zealous. Under such zeal, in like manner, this church was renewed, and from that event it has been called Anastasia. For when Constantius died and Julian succeeded to the throne, he gave the place back to the Novatians and permitted them to build the church. This indeed happened, with the people eagerly cooperating and transporting the same materials from Sycae. And later events turned out thus. At that time, the Novatians and those from the catholic church were almost united.
ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες καὶ κοινῇ ἐλαυνόμενοι καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες εὖνοι ἀλλήλοις ἦσαν καὶ εἰς ταὐτὸν συνῄεσάν τε καὶ συνηύχοντο· τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ ᾿Αρείου φρονούντων ἀφῄρηντο· καὶ ὡς εἰκὸς ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι κοινωνεῖν ἀλλή4..8 λοις ἐβουλεύοντο. καὶ δὴ τοῦτ' ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν. Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ ᾿Ελεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν Ναυατιανῶν ἄρδην καθεῖλε. τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες καὶ ἄλλοι Παφλαγόνες. μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτου φρονεῖν μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς ἀπελαύνειν ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι. τὸ δὲ ἄλλως ἀπέβη. οἱ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι δρεπάνοις τε καὶ πελέκεσι καὶ ἄλλως ᾗ ἔτυχεν ἕκαστος σφᾶς ὁπλίσαντες συνέμιξαν τοῖς στρατιώταις. καρτερᾶς δὲ μάχης γενομένης πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. ἐντεῦθεν ὡς τηλικούτων συμφο4.21.3 ρῶν αἴτιον ὄντα Μακεδόνιον πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν· ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε·
Likewise, because they held the same beliefs about the divine, were persecuted in common, and were in similar misfortunes, they were well disposed toward one another and gathered and prayed together. For those from the catholic church had no house of prayer, but all had been taken away by those who held the opinions of Arius. And naturally, reasoning that it was vain to differ among themselves from constant association, they planned to commune with one another. And this would have happened, had not the malice of a few, I think, harmed the zeal of the multitude, who insisted on an ancient saying to refuse to do this. At this time, Eleusius also razed the church of the Novatians in Cyzicus to the ground. Those dwelling in Mantineum and other Paphlagonians especially partook of these evils. For Macedonius, learning that most there held the opinions of Novatus and that these ecclesiastical men alone were not sufficient to drive them away, persuaded the emperor to send four regiments of soldiers for this purpose. For he thought that men unaccustomed to arms, if they saw armed soldiers, would immediately be frightened and change to his opinion. But it turned out otherwise. For the people from Mantineum, becoming a multitude, armed themselves with sickles and axes and whatever each happened to have, and joined battle with the soldiers. A fierce fight occurred, and most of the Paphlagonians fell, but nearly all of the soldiers. From this, many of his associates blamed Macedonius as the cause of such great calamities. And the emperor, turning away, no longer regarded him favorably; for a further pretext for greater enmity arose as follows:
Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν· ἠπείλει γὰρ πτῶσιν ὁ ταύτην καλύπτων
οἶκος. τοῦ δὲ λαοῦ οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν, οἱ δὲ ἀντεῖχον ἀνόσιον εἶναι ἡγούμενοι καὶ τῷ ἀνορύττειν ὅμοιον. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες. ἀλλ' ὁ μὲν μηδὲν μελλήσας μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ ᾿Ακακίου τοῦ μάρτυρός ἐστιν ὁ τάφος. τὸ δὲ πλῆθος οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες, οἱ δὲ μεμφόμενοι κατ' αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν. ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τάδε μαθὼν ἐχαλέπαινε καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον καὶ δι' ὀργῆς εἶχε· βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν εἴχετο τῆς ὁδοῦ. μετακαλεσάμενος δὲ ᾿Ιουλιανὸν τὸν ἀνεψιὸν Καίσαρα κατέστησε καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. ᾿Εν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες εἰς Σελεύκειαν τὴν παρὰ ᾿Ισαύροις συνῆλθον· ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐ4.22.2 σέβιός τε καὶ ῾Υπάτιος. συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος, ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ' αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πύστιν.
Constantine the emperor's coffin Makedonios wished to move elsewhere; for the building covering it threatened collapse. Some of the people consented to this, but others resisted, considering it impious and akin to exhumation. Those who championed the creed of the synod at Nikaia also joined these, not tolerating that Constantine's body be insulted as though he were of the same faith, and, I think, eager to oppose Makedonios. But Makedonios, without delay, transferred the coffin to the church where the tomb of the martyr Akakios is. The multitude, some praising the deed, others blaming it, turned upon one another in that very church. And finally they filled the house of prayer itself and the surrounding area with blood and slaughter. The emperor, still residing in the region toward the west, learning of these things, was angered and blamed Makedonios both for the insult to his father and for the calamities among the people, and held him in wrath; having resolved to return to the east, he set out on the road. Summoning his nephew Julian, he appointed him Caesar and sent him to the Galatians in the west. Meanwhile, the bishops from the east, about one hundred and sixty in number, assembled at Seleukeia in Isauria; it was the year in which Eusebios and Hypatios were consuls. With them also came Leonas, who held high office and served with distinction in the imperial court, and who by order of Constantius was present at the synod, so that the inquiry concerning the faith might take place in his presence.
παρῆν δὲ καὶ Λαυράκιος ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμών, εἴ τι δέοι παρασκευάσων· ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμμα. κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τινες ἐπίσκοποι καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ Βασίλειος ὁ ᾿Αγκύρας. πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη, Πατρο-φίλῳ δὲ ὀφθαλμία καὶ Μακεδονίῳ νόσος· ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλή4.22.4 ματα κατηγόρων οὐ παρεγένοντο τότε. παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος ῾Ιεροσολύ4.22.5 μων καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῇ μὲν τοῦτο πῇ δὲ ἐκεῖνο δηλοῦντα. ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ' εἰς δύο διῃρέθησαν. ἐκράτει δὲ ὅμως πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι. ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα προϊσχομένοις τὴν πίστιν, ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μᾶρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ' ὧν ἦν καὶ Βασίλειος ὁ τῆς ᾿Αγκύρας ἐπίσκοπος· τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς ᾿Αντιοχέων ἐκκλησίας.
Laurakios, the commander of the soldiers of the nation, was also present, to prepare whatever might be needed; for an imperial letter commanded him to serve the emperor. At the first assembly, some other bishops were absent, including Patrophilos of Skythopolis, Makedonios of Constantinople, and Basileios of Ankyra. A different pretext was given by each of the others; for Patrophilos, it was ophthalmia, and for Makedonios, illness. But there was a suspicion that, fearing accusations from their accusers, they did not appear at that time. When the others declined to examine the disputed matters because of their absence, Leonas ordered the investigations to proceed nonetheless. From this point, some wanted to examine the doctrine, while others said it was necessary to investigate the lives of those accused among them, among whom were Kyrillos of Jerusalem and Eustathios of Sebasteia. Imperial letters also gave them a pretext, sometimes indicating one thing, sometimes another. Beginning from this quarrel, they no longer had a healthy relationship with each other, but were divided into two parties. Nevertheless, the view that the discussion should first be about doctrine prevailed. When they came to such discussions, some thought to abolish the term "substance" entirely, putting forward the creed that Markos had composed not long before at Sirmium, which was accepted by those present in the camp, among whom was Basileios, the bishop of Ankyra. But the majority were zealous for the creed that had been set forth at the consecration of the church of the Antiochenes.
προΐσταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος καὶ ᾿Ακάκιος καὶ Πατρόφιλος καὶ Γεώργιος ὁ ᾿Αλεξανδρείας καὶ Οὐράνιος ὁ Τύρου καὶ ἕτεροι τριάκοντα δύο, τῆς δὲ δευτέρας Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας καὶ ᾿Ελεύσιος ὁ Κυζίκου καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως τῆς Παφλαγόνων, οἷς οἱ πλείους εἵποντο. ὑπενοοῦντο δὲ οἱ ἀμφὶ ᾿Ακάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι καὶ προφάσει ταύτῃ τὰς κατ' αὐτῶν εὐθύνας ἀναιρεῖν· καθότι πρὶν δι' ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο ταῖς προτέραις ὁμολογίαις. ἐριστικῶς δὲ πολλῶν κινηθέντων οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος καινὴν ἑτέρας πίστεως ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν ᾿Αντιοχείᾳ δοκιμασθεῖσαν· ταύτην δὲ μόνην χρῆναι κρατεῖν. ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ ᾿Ακάκιον ἐξανέστησαν· οἱ δὲ ἕτεροι τότε μὲν ἀνέγνωσαν τὰ ἐν ᾿Αντιοχείᾳ δόξαντα, τῇ δὲ ὑστεραίᾳ εἰσελθόντες
The leaders of the former opinion were especially Eudoxius, Acacius, Patrophilus, George of Alexandria, Uranius of Tyre, and thirty-two others; of the latter, George of Laodicea in Syria, Eleusius of Cyzicus, and Sophronius of Pompeiopolis in Paphlagonia, whom the majority followed. It was suspected that the party of Acacius purposely differed from the others concerning the doctrine, and under this pretext sought to avoid the charges against them; for although they had previously, in their letters to Macedonius, the bishop of Constantinople, agreed that the Son is in all respects like the Father and of the same substance, they now openly repudiated their former agreements. And when many had been moved to contention, Silvanus, the bishop of Tarsus, cried out that it was intolerable to introduce a new written creed other than the one approved at Antioch, and that this alone ought to prevail. At this, the party of Acacius, taking offense, rose up; the others then read the decisions made at Antioch, and on the following day, entering
εἰς τὴν ἐκκλησίαν τὰς θύρας ἀπέκλεισαν καὶ καθ' ἑαυτοὺς γενόμενοι ἐπεψηφίσαντο τούτοις. ᾿Ακάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν, ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρακίῳ τὴν σπουδαζομένην αὐτῷ γραφὴν ἐπέδειξε. τρίτῃ δὲ πάλιν ἡμέρᾳ οἱ μὲν ἄλλοι συνῆλθον Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες, ᾿Ακάκιος δὲ καὶ οἱ ἀμφ' αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ὑπεξέλθωσιν οἱ πρὸς αὐτῶν καθῃρημένοι καὶ κατηγορηθέντες· καὶ τοῦτο ἐγένετο. συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους ὑπολαβόντες ᾿Ακάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν ᾿Αετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν διαφυγεῖν καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων. ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ ᾿Ακάκιον· τὸ δὲ πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί, καὶ τοὺς ἄλλους ἐλάνθανεν· ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο τὰ ᾿Ακακίου φρονῶν. ὡς δὲ ἀνε4.22.14 γνώσθη, θορύβου πλήρης ὁ σύλλογος γέγονεν. ἐδήλου γάρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς ἐπαγόμενοί τινες τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας ἐτάραξαν τὴν σύνοδον καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν, τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν ᾿Αντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο·
They locked the doors of the church and, being by themselves, voted in favor of these men. But Acacius denounced what had been done, and privately showed the document he was promoting to Leontius and Lauricius. On the third day again, the others, including Macedonius and Basil, who had previously withdrawn, assembled; but Acacius and his party refused to participate in the assembly unless those who had been deposed and accused by them first withdrew. And this was done. For those of the other side agreed, supposing that Acacius was seeking this pretext to dissolve the council, so that the heresy of Aetius might escape the present investigation and that they themselves might avoid the reckoning for those accused. When all were present, Leontius said he had a document submitted by Acacius and his party. It was a statement of faith with some preamble, and it was hidden from the others; for Leontius, being of the same mind as Acacius, had deliberately concealed this. When it was read, the assembly became full of uproar. For it declared that, although the emperor had ordered that nothing be introduced into the faith beyond the holy scriptures, some men, bringing in those who had been deposed from various nations and those who had been unlawfully appointed bishops, had disturbed the council and had insulted some of them and prevented others from speaking. And that they themselves did not reject the creed set forth at Antioch, even if those who had assembled there had introduced this document in response to the inquiry that had then arisen.
ἐπεὶ δὲ τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινες ἐπιχειροῦσι τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλειν χρεὼν ὡς ἀλλότριον γραφῶν, ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον, τὸ δὲ ὅμοιον υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογεῖν· ἔστι γάρ, ὥς πού φησι Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου θεοῦ. ταῦτα προοιμιασάμενοι ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ μήτε τοῖς ἐν ᾿Αντιοχείᾳ δόξασι συνᾴδουσαν, ἀλλ' ἁπλῶς οὕτως συγκειμένην, ὡς καὶ τοὺς τὰ ᾿Αρείου καὶ τὰ ᾿Αετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ ὧδε πιστεύουσι. παραδραμόντες γὰρ τὰ ὀνόματα, δι' ὧν τὴν ᾿Αρείου δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες, σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ υἱός, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ πατρός, οἷα τῇ ἐν ᾿Αντιοχείᾳ συνόδῳ εἴρηται, ὡμολόγησαν πιστεύειν εἰς πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ ἅγιον πνεῦμα. ἐφ' ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισι χρησάμενοι, ἃ μήτε αὐτοῖς μήτε τοῖς ἐναντίως δοξάζουσιν ἐμάχετο, τοὺς ἄλλως πιστεύοντας ἀλλοτρίους τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν, ὑπ' αὐτοῦ δὲ ᾿Ακακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον.
Since the homoousion and the homoiousion still disturb many, and some are now attempting to innovate the anomoion of the Son in relation to the Father, for this reason it is necessary to reject both the homoousion and the homoiousion as foreign to the Scriptures, to condemn the anomoion, and to confess clearly the similarity of the Son to the Father; for, as the apostle Paul says somewhere, he is the image of the invisible God. Having set forth these preliminaries, they then appended a statement of faith that agreed neither with the decisions at Nicaea nor with those at Antioch, but was composed in such a simple manner that even those who held the views of Arius and Aetius would seem to commit no error if they also believed in this way. For, passing over the terms by which those who assembled at Nicaea reject the doctrine of Arius, and also remaining silent about the Son being unalterable and an exact image of the Father in substance, will, power, and glory, as was stated by the synod at Antioch, they confessed belief in the Father, belief also in the Son and in the Holy Spirit. In each case, using common epithets that conflicted neither with themselves nor with those who held opposite opinions, they decreed that those who believed otherwise were alien to the universal church. Such were the contents of the document brought forward by Leonas, which was subscribed by Acacius himself and those who followed him.
μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγών «εἰ τὸ ἑκάστης ἡμέρας», ἔφη, «ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.» ἰσχυριζομένου δὲ ᾿Ακακίου μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφήν, εἴ γε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, ὑπολαβὼν ᾿Ελεύσιος «ἀλλ' ἡ σύνοδος», ἔφη, «συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ' ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν ᾿Αντιοχείᾳ συνελθόντων», καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς. ὧδε προϊούσης τῆς διαλέξεως ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ ᾿Ακάκιον, κατὰ τί ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡμολόγησαν· τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν κατ' οὐσίαν εἰπόντων οἱ μὲν ἄλλοι πάντες καὶ κατ' οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. καὶ τὸν ᾿Ακάκιον ἤλεγχον διὰ τὸν λόγον, ὃν συνε4.22.22 γράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον. τοῦ δὲ μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης τὸ τελευταῖον
After the reading of this, Sophronius of Paphlagonia cried out, "If setting forth a different will each day is a statement of faith, the precision of truth will fail us." When Acacius insisted that nothing prevented another document from being dictated, since the faith of Nicaea had once been altered and many times thereafter, Eleusius interjected, "But the council has been convened now, not in order to learn what it has not learned, nor to receive a different faith from the one already approved by those who assembled at Antioch," and that they would hold to this unto life and death. As the discussion proceeded thus, they turned to another inquiry. And they asked those around Acacius in what respect they confessed the Son to be like the Father. When they said only according to will, not according to substance, all the others insisted that he was like also according to substance. And they refuted Acacius by the treatise he had composed and published, as having formerly held the same opinion as they. When he said that it was not necessary to bring accusations from writings, and as the discussion proceeded more contentiously, finally
᾿Ελεύσιος ὁ Κυζικηνός «εἰ μέν», ἔφη, «Βασίλειος ἢ Μᾶρκος καθ' ἑαυτούς τινα πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε καὶ οἱ ἀμφὶ ᾿Ακάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα παρ' αὐτῶν πίστις πολυπραγμονεῖν ἀναγκαῖον»· τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν ᾿Αντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι· παρὰ ταῦτα δὲ εἴ τις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας. ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ ᾿Ακάκιον καὶ Γεώργιον. οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο· περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ ᾿Ακάκιον. δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης, αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόν4.22.25 των.
Eleusius of Cyzicus said, "If Basil or Mark have done something on their own, or if they and the followers of Acacius accuse each other privately about certain matters, this is of no concern to the synod, nor is it necessary to scrutinize whether the faith set forth by them is correct or otherwise." He said that one ought to follow the faith ratified by the ninety-seven older priests at Antioch, and that if anyone proposed anything beyond this, it was alien to piety and the Church. When all those with him applauded this, the assembly was then dissolved. On the following day, however, the followers of Acacius and George would no longer consent to meet together in the same place. Nor did Leonas, when summoned, appear; for he now openly favored their side. Indeed, those who went to him found the followers of Acacius at his house. And although they begged and called him to the assembly, he did not comply, on the grounds that the synod was divided, and that he had been ordered by the emperor to be present only when all were in agreement and meeting together.
ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ ᾿Ακάκιον καλούντων, τῶν δὲ πῇ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῇ δὲ αὐτοὺς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετράφθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν, καθαιροῦσιν ἄλλους τέ τινας καὶ Γεώργιον τὸν ᾿Αλεξανδρείας ἐπίσκοπον καὶ ᾿Ακάκιον τὸν Και-σαρείας καὶ Οὐράνιον τὸν Τύρου καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Εὐ4.22.26 δόξιον τὸν ᾿Αντιοχείας. τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται, καὶ τὰ πραχθέντα τῇ ἑκά4.22.27 στου παροικίᾳ ἔγραψαν. ἀντὶ δὲ Εὐδοξίου ᾿Αδριανὸν ἐχειροτόνησαν ᾿Αντιο-χέων ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ ᾿Ακάκιον Λεωνᾷ καὶ Λαυρακίῳ παρέδωκαν· οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον, ὕστερον δὲ ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν. τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. ᾧ δὲ φίλον ἀκριβῶς τὰ καθ' ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνεγράψαντο. ᾿Επεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν ᾿Ακάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο, οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν.
Since time was being spent, the others frequently summoned the party of Acacius, but they, on the one hand, demanded to convene at a specified place in the house of Leonas, and on the other, insisted that they had been entrusted by the emperor to judge the others, and they were unwilling either to confess the same faith or to defend themselves against the charges, nor would they submit to the investigation concerning Cyril, whom they themselves had deposed. And since there was no urgency, they deposed some others as well: George, bishop of Alexandria; Acacius, bishop of Caesarea; Uranius, bishop of Tyre; Patrophilus, bishop of Scythopolis; and Eudoxius, bishop of Antioch. They excommunicated the majority, until they should defend themselves against the charges brought against them, and they wrote to each one's parish concerning what had been done. In place of Eudoxius, they ordained Adrian, a presbyter of the clergy there, as bishop of Antioch. But the party of Acacius seized him and handed him over to Leonas and Lauracus; they then held him under military guard, and later condemned him to exile and banishment. This, in brief, was the outcome of the synod at Seleucia. Whoever wishes to know the details precisely will learn them from the records of the proceedings, which were written down by the shorthand writers present. After these events, the party of Acacius hastened to the imperial court, while the others each returned home.
δέκα δέ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ ᾿Ακάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρα4.23.2 τοῦντος εὔνοιαν. εἶναι γάρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. οὐ γὰρ ὁ τυχὼν ἐδόκει ᾿Ακάκιος, φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν καὶ ἐπισήμου προεστὼς ἐκκλησίας καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ' ὃν τὴν αὐτοῦ ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βιβλίων πλείω τῶν ἄλλων εἰδέναι ἀξιῶν. καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅ γε ἠβούλετο διεσκεύαζεν. ῎Οντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι καὶ ἄλλων, οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ ᾿Αέτιον ζητήσει παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων ὁ ᾿Ονωρᾶτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπαν4.23.4 ελθὼν πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφηνεν. ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος φωρᾶται ᾿Αέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῆναι. λέγεται δὲ
Ten, as had been ordered, having been entrusted by common consent to go to the emperor, overtake the ten sent by those who had assembled at Ariminum, while the party of Acacius had already succeeded in making those in power at the palace think as they did, and through these had procured the goodwill of the ruler. For it was said that some were of the same opinion as they, others had been corrupted by ecclesiastical properties, and others had been deceived by flattery of words and by the rank of the persuader. For Acacius was not an ordinary man, being by nature clever at understanding and speaking and at carrying out his plans, and being the president of a distinguished church, and boasting of Eusebius Pamphili, after whom he held his bishopric, as his teacher, and claiming to know more than others by reason of his reputation and the succession of his books. And being such a man, he easily arranged whatever he wished. While the twenty from each synod were in Constantinople, along with others who happened to be residing there, at first Honoratus, whom the emperor, not long after returning from the region bordering the West, had appointed first prefect of Constantinople, was entrusted to judge the inquiry concerning Aetius in the presence of the leaders of the great council. Later, however, when Constantius himself, together with the magistrates, had judged, Aetius was found to be ill-disposed concerning the faith, so that both the emperor and the others were angered at his blasphemous statements. It is said
τοὺς περὶ ᾿Ακάκιον ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν δικάσαι, ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν ᾿Αέτιον οἰηθέντας καὶ ἱκανὸν πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν καὶ ἀκονιτὶ κρα4.23.5 τῦναι τὴν αἵρεσιν. ἐπεὶ δὲ τοῦτο παρ' ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ ᾿Αριμήνου διακομισθεῖσαν γραφὴν καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι· ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ' οὐσίαν τὸν υἱὸν δοξάζουσιν ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν αἵρεσιν. ἀλλ' ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν ᾿Αριμήνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν· εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεσθαι καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν, λογιζόμενος τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων τὸ πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγων, εἶναι κατὰ δύναμιν ταὐτὸν τὸ ὅμοιον ὁμολογῶν καὶ τὸ ὁμοιούσιον καὶ ὁμοούσιον καὶ μηδὲν αὐτῷ διαφέρειν κατ' ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον τὴν αὐτὴν σημασίαν ὁμολογοίη. οὕτως οὖν ἔχων γνώμης ὁμο4.23.8 νοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων.
Those around Acacius, feigning ignorance, deliberately pressed the emperor and those about him to judge, thinking that Aetius would be invincible in argument and capable of compelling persuasion to overcome his hearers and thus establish their heresy without a struggle. But when this turned out contrary to their expectations, they brought forward the document conveyed from Ariminum and demanded that the delegates from the council at Seleucia accept it. They insisted that the term "substance" be by no means omitted, and sought to persuade them by oaths that they did not hold the Son to be unlike in substance, and that they were ready to repudiate this heresy. But when, unexpectedly, the Westerners at Ariminum had omitted the term "substance," they maintained that this document was especially desirable to them; for, they said, if it prevailed, the term "homoousion," which the priests of the West especially valued out of reverence for the Council of Nicaea, would be silenced along with the term "substance." Moreover, the emperor himself was persuaded to approve this document, considering the multitude of those assembled at Ariminum, and reasoning that he would not err in saying the Son is like the Father, since he confessed that "like" and "homoiousion" and "homoousion" were essentially the same in meaning and differed not at all in concept, provided he did not use terms unknown to holy scripture, but acknowledged the same signification in the equivalent and unambiguous term "like." Thus holding this opinion, he ordered the bishops to agree concerning the creed set forth by those assembled at Ariminum.
ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπήν, καθὰ ῾Ρωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παρ' αὐτοῖς ᾿Ιαννουαρίου μηνός, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀνάλωσε μεταξὺ τῶν ἐπισκόπων διαγιγνώσκων, εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ ᾿Αριμήνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν. Οἱ δὲ ἀμφὶ ᾿Ακάκιον ἐπιμείναντές τινα χρόνον ἐν Κωνσταντινουπόλει μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους, ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνος καὶ Οὐλφίλας ὁ τῶν Γότθων. πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον καὶ ἐβεβαίωσαν τὴν ἐν ᾿Αριμήνῳ ἀναγνωσθεῖσαν γραφήν, προσθέντες τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν ἐπὶ θεοῦ ὀνομάζειν μηδόλως, παρὰ ταύτην δὲ τὴν γραφὴν ἀποκεκηρύχθαι πᾶσαν ἄλλην ἢ γενομένην ἢ μέλλουσαν. ᾿Επεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν ᾿Αέτιον τῆς διακονίας ὡς ἐρι-στικῶς καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ' ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα· διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν. ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτὸν καὶ ᾿Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον καὶ Βασίλειον τὸν ᾿Αγκύρας καὶ ῾Εορ4.24.4 τάσιον τὸν Σάρδεων καὶ Δρακόντιον τὸν Περγάμου.
Preparing on the following day for the consular procession, as is the Roman custom on the first of the month of January, he spent the whole day and much of the following night judging among the bishops, until finally the document brought from Ariminum was subscribed also by those who had come from Seleucia. Those around Acacius, after remaining some time in Constantinople, summoned the bishops from Bithynia, among whom were Maris of Chalcedon and Ulfilas of the Goths. Being fifty in number, they assembled together and confirmed the document read at Ariminum, adding that henceforth one should not name substance or hypostasis in reference to God at all, and that every other creed, whether past or future, should be rejected in favor of this one. After doing these things, they deposed Aetius from the diaconate as contentious and writing for the display of wisdom contrary to ecclesiastical order, and as conducting disputations in a blasphemous manner, and as being the cause of disturbance and sedition in the churches. It is said by some that they deposed him not from conviction, but out of deference and in accordance with the opinions about themselves before the emperor; for they were accused of holding his views. Having made use of the emperor's anger, which he had against Macedonius from the things previously mentioned, they also deposed Eleusius, bishop of Cyzicus, Basil, bishop of Ancyra, Eustathius, bishop of Sardis, and Dracontius, bishop of Pergamon.
διαφερόμενοί τε περὶ δόγματος ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν, αἰτίας δὲ ἐπῆγον κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον, ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς ᾿Αλεξανδρείας τὴν ῎Αγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο καὶ ἐτύπτησε καὶ κληρικοὺς ἐκ τῆς ᾿Αντιοχείας καὶ τῶν παρὰ τὸν Εὐφράτην ποταμὸν Κίλικάς τε καὶ Γαλάτας καὶ ᾿Ασιανοὺς ὑπερορίαις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν, ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν καὶ τὰ ὄντα προσαπολλύειν τοῖς ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται. ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον ᾿Αέτιόν τε καί τινας τῶν σὺν αὐτῷ ἀπολογησομένους ἐφ' οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος
πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι, ῾Ερμογένει δὲ τῷ ὑπάρχῳ καὶ τῷ ἡγουμένῳ Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι, καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας οὐ συνεχώρησεν ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος.
they differed concerning doctrine, but in deposing these men they did not blame their faith; rather, they brought common charges against all, that they had disturbed the churches and transgressed ecclesiastical laws, and they brought private accusations against Basil: that when Diogenes, a presbyter from Alexandria, was passing through Ancyra, he seized his papers and struck him, and that he ordered the rulers without trial to punish clerics from Antioch and from the regions along the Euphrates River, as well as Cilicians, Galatians, and Asians, with exile, banishment, and other penalties, so that they experienced iron bonds and lost their property to the soldiers who took them away, in order not to be insulted. They also accused him that when the emperor ordered Aetius and some of his associates to be brought before Cecropius to defend themselves against the charges he brought, he persuaded the one entrusted with the emperor's command to do what seemed good to him, and he wrote to Hermogenes the prefect and to the governor of Syria about whom and where they should be resettled, and when the emperor recalled these men from exile, he opposed the rulers and priests and did not permit it.
προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε καί, κοινωνῶν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ, γράφων διέβαλλεν αὐτοὺς πρὸς τοὺς τῆς ᾿Αφρικῆς ἐπισκόπους, ἐγκαλούμενός τε ἠρνεῖτο καὶ ἐπιώρκει καὶ φωραθεὶς ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν, καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο ᾿Ιλλυριοῖς καὶ ᾿Ιταλοῖς καὶ ῎Αφροις καὶ τῶν περὶ τὴν ῾Ρωμαίων ἐκκλησίαν συμβάντων,4.24.7 δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης, καὶ ἄνδρα ἐπὶ γοητείαις ἁλόντα αἰσχρῶς τε βεβιωκότα οὐδὲ νόμῳ γάμου γυναικὶ συνοικοῦντα ἐβάπτισέ τε καὶ διακονίας ἠξίωσε, περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον οὐκ ἐχώρισε τῆς ἐκκλησίας, καὶ ὅτι γε παρὰ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων· εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν, ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως ἐποιοῦντο· Εὐσταθίου δὲ πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας, μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου ὑπὸ συνόδου ἀκοινώνητος ἐγένετο καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς, ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων, ἐπὶ δὲ τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου ἐπιορκίας ἥλω·
They added also that he had stirred up the clergy in Sirmium against Germanius, and that, in communion with Valens and Ursacius, he had written letters slandering them to the bishops of Africa, and that when accused he denied it and perjured himself, and when detected he attempted to justify the perjury by sophistry, and that he had been the cause of dissension and sedition among the Illyrians, Italians, and Africans, and of the disturbances that occurred in the church of Rome; and that he had caused a female slave to be put in bonds and had tried to force her to make false confessions against her mistress, and that he had baptized and admitted to the diaconate a man who had been convicted of sorcery and had lived shamefully and was not lawfully married to a woman, and that he had not expelled from the church a visitor who had been guilty of murder, and that he had formed conspiracies near the holy table, cursing and compelling the clergy to swear that they would not accuse one another, and that this was a device of his own to escape the accusations of his accusers while he presided over the clergy. Such, in brief, were the charges made for the deposition of Basil. And for Eustathius, first, that when he was a presbyter, his father Eulalius, who was bishop of the church of Caesarea in Cappadocia, had condemned him and excluded him from the prayers; and after that, in Neocaesarea of Pontus, he had been excommunicated by a synod, and had been deposed by Eusebius, bishop of Constantinople, for certain administrative acts with which he had been entrusted and for which he was condemned; and then, that he had been deprived of his bishopric by the council assembled at Gangra for teaching, acting, and thinking improperly; and at the synod of Antioch he was convicted of perjury.
καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι καὶ πλείστοις ἐγκλήμασιν ἔνοχος ὢν δικαστὴς ἠξίου εἶναι καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει. ᾿Ελεύσιον δὲ καθεῖλον ὡς ῾Ηράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε ῾Ηρακλέος γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα διακονίας θεοῦ ἀπερισκέπτως ἠξίωσε Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε, καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως. ῾Εορτάσιον δὲ καθεῖλον ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων, Δρακόντιον δὲ τὸν Περγάμου ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα· καὶ ὡς παράνομον τὴν ἐφ' ἑκατέρῳ χειροτονίαν ἔλυσαν. ἐπὶ τούτοις αὖθις συνελθόντες καθαιροῦσι Σιλβανὸν τὸν Ταρσοῦ ἐπίσκοπον καὶ Σωφρόνιον τὸν Πομπηιουπόλεως τῆς Παφλαγόνων, ᾿Ελπίδιόν τε τὸν Σατάλων καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς ᾿Ισαυρίας.
and that he attempted to overturn the decisions made by those who assembled in Melitene, and being guilty of many charges, he presumed to be a judge and called the others heterodox. They deposed Eleusius, as they did a certain Heraclius, a Tyrian by birth, who had been a priest of the local Heracles, was accused of sorcery and was a fugitive, and while staying in Cyzicus, he unthinkingly deemed him worthy of the diaconate of God, pretending to be a Christian, and even after learning that he was not such, he separated him from the church; and also because, on the authority of Maris, bishop of Chalcedon, who was in communion with this synod, he ordained men who had been condemned, who had come to Cyzicus, without judgment. They deposed Eortasius, as having become bishop of Sardis without the consent of the bishops in Lydia, and Dracontius of Pergamum, as having previously been bishop in Galatia; and they annulled the ordination in each case as unlawful. After these matters, assembling again, they deposed Silvanus, bishop of Tarsus, and Sophronius, bishop of Pompeiopolis in Paphlagonia, and Elpidius of Satala, and Neon of Seleucia in Isauria.
καθεῖλον δὲ Σιλβανὸν ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει καὶ Θεόφιλον προστήσαντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, ᾿Ελευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ ὑπεισιέναι ἐπισκοπήν, Σωφρόνιον δὲ ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παρ' αὐτοῖς ἀπολογήσασθαι πρὸς τὰ ἐγκλήματα, ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς, Νέωνα δὲ ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα ᾿Αννιανὸν χειροτονηθῆναι ᾿Αν-τιοχέων ἐπίσκοπον καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας ἀπερισκέπτως πολιτευομένους ὄντας ἐπισκόπους καταστήσαντα, οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν καὶ ἐγγράφως εἵλοντο
τὰς οὐσίας ἔχοντες λειτουργεῖν ἢ δίχα τούτων ἐπισκοπεῖν, τὸν δὲ ᾿Ελπίδιον ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα καὶ καθηγητὴν γενόμενον ἀταξίας καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτινῇ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερίῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας.
They deposed Silvanus as having become a leader of folly to the others both at Seleucia and Constantinople, and Theophilus as having set himself over the church in Castabala, having been previously ordained bishop of Eleutheropolis by the bishops of Palestine and having sworn not to enter another bishopric against their judgment, and Sophronius as attempting to take advantage of and traffic in the offerings made to the church, and after a first and second summons, when he barely appeared, not being willing to defend himself before them against the charges, but choosing judges from outside, and Neon as having zealously procured the ordination of Annianus as bishop of the Antiochenes in his own church, and having appointed as bishops certain men inexperienced in the sacred scriptures and the canons of the church who lived without due consideration, who afterwards preferred the acquisition of wealth to the priesthood and chose in writing to perform the liturgy while retaining their properties rather than to be bishops without them, and Elpidius as having joined with Basil in causing disturbance and become a leader of disorder, and contrary to the decisions of the synod in Melitene having restored Eusebius, a deposed man, to the presbyterate, and having deemed Nectaria, who had become excommunicate through violations of agreements and oaths, worthy of the diaconate, though she had no share in that honor according to the laws of the church.
Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν ῾Ιεροσολύμων καθεῖλον ὡς Εὐσταθίῳ καὶ ᾿Ελπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ' ὧν καὶ αὐτὸς συνεληλύθει, καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ καὶ Γεωργίῳ [καὶ] τῷ Λαο4.25.2 δικείας ἐπισκόπῳ. ἐπειδὴ γὰρ ἐπετράπη τὴν ῾Ιεροσολύμων ἐπισκοπήν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς ᾿Ακάκιον τὸν Καισαρείας ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν καὶ ἀλλήλους διέβαλλον, ὡς οὐχ ὑγιῶς περὶ θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ ᾿Αρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμο4.25.3 ούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. οὕτως δὲ ἔχων γνώμης ᾿Ακάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε· λιμοῦ καταλαβόντος τὴν ῾Ιεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κει4.25.4 μήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο. ἐκ τούτων δὲ λόγος τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην, πολυπραγμονῆσαί τε ὅθεν ἔχοι καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν ᾿Ακάκιον. Καὶ τὰ μέν, ὡς ἐπυθόμην, ὧδε ἔχει· τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ ᾿Ακάκιον τῆς Κωνσταντινουπόλεως.
Along with these, they also deposed Cyril of Jerusalem for having communed with Eustathius and Elpidius, who had acted in opposition to those who assembled at Melitene, with whom he himself had assembled, and for having, after his deposition in Palestine, shared communion with Basil and George, the bishop of Laodicea. For after he had been entrusted with the bishopric of Jerusalem, he disputed with Acacius of Caesarea concerning metropolitan rights, claiming that his see was an apostolic throne. From this they fell into enmity and accused each other of not holding sound opinions about God; for even before, each had been under suspicion, the one as dogmatizing the doctrines of Arius, while Cyril followed those who taught that the Son is consubstantial with the Father. Acacius, being of this opinion, together with the bishops of the province who thought as he did, hastened to depose Cyril on the following pretext: when a famine had overtaken the region of Jerusalem, the multitude of the needy, lacking necessary food, looked to the bishop; since there was no money with which to help them, he sold vessels and sacred curtains. From these, it is said, a certain woman recognized a votive offering of her own, which was being worn by a dancer on the stage; she inquired whence it came and found the merchant who had sold it to her, and the merchant revealed the bishop. Acacius used this as a pretext to depose him. Such, as I have learned, is the state of these matters. Those who have been mentioned, as has been said, having been deposed, were expelled from Constantinople by the party of Acacius.
τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν ὑπογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ' ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο καὶ μήτε λειτουργεῖν μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι, τοὺς δὲ κατ' ἔθνος ἐπισκόπους συνιόντας ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους. ᾿Επεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς τάδε φυλάττειν καὶ ἐπιτελεῖν· ἐκ τούτου τε οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον ἄλλος ἄλλῳ, Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος καὶ Βασιλείῳ ᾿Αθανάσιος καὶ ᾿Ελευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ' αὐτοῦ καλουμένης αἱρέσεως· ἀντὶ δὲ Εὐσταθίου Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη. ᾿Αφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν εἴς τι περὶ Πύλας χωρίον τῆς Βιθυνίας διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν· Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν· ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον καὶ ᾿Ιουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν, ὡς ὁ μὲν πατὴρ ἀσεβής, ὁ δὲ υἱὸς εὐσεβής. θορυβήσαντος δὲ τοῦ πλήθους «ἠρεμεῖτε», ἔφη· «ὁ μὲν πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει· ὁ δὲ υἱὸς εὐσεβής, ὅτι πατέρα σέβει.» καὶ ὁ μὲν ὧδε εἰπὼν εἰς γέλωτα τοὺς ἀκούον4.26.2 τας μετέβαλε·
They ordered that those with them, ten in number, who refused to subscribe to the depositions, should remain by themselves for the time being, neither performing liturgy nor administering the churches, until they subscribed to them. And if they did not repent within six months and consent to all the decisions and actions of this synod, they were to be deposed, and the bishops of each province were to convene and ordain others in their place. When they had resolved upon these measures and carried them into effect, they wrote to the bishops and clergy everywhere to observe and execute them. Not long after this, others were substituted for others by the party of Eudoxius: Eudoxius himself for Macedonius, Athanasius for Basil, and Eunomius for Eleusius, who afterwards became the founder of the heresy named after him; and Meletius was entrusted with the church in Sebasteia in place of Eustathius. Macedonius, having been removed from the church of Constantinople, lived in a place near Pylae in Bithynia, where he also died; and Eudoxius took possession of the church. When Constantius was consul for the tenth time and Julian Caesar for the third, Eudoxius, for the first time officiating in the consecration of the great church called Sophia, is said to have gone up to the bema of the priest and, as if teaching the people, to have begun his discourse by saying that the Father was impious and the Son pious. When the crowd became turbulent, he said, "Be quiet: the Father is impious because he reveres no one; the Son is pious because he reveres the Father." And by speaking thus, he turned his hearers to laughter.
κοινῇ δὲ ὅτι μάλιστα πᾶσαν αὐτός τε καὶ ᾿Ακάκιος ἐποιοῦντο σπουδὴν εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ γραφὴν μεθ' ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέ4.26.3 λευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. ὧδε γὰρ σφίσιν ἐσπούδαστο λογιζομένοις ἀκονιτὶ τῆς
σπουδῆς ἐπιτεύξασθαι. τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν, ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον, καὶ τὰς πανταχοῦ ἐκκλησίας μονονουχὶ διωγμὸς εἶχε παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν ῾Ελληνιστῶν βασιλέων. εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. ἄμφω γάρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. καὶ τοσοῦτον αἰσχρὸν τὸ κακόν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾶν καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευεν. ῾Η δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου καὶ πρὸς νεωτερισμὸν εἷρπεν, ἀπαυθαδιαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα ἰδίους ἐτίθει νόμους. καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ θεοῦ δοξάζειν οὐκ ἠξίου, ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη. ᾿Επειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν ᾿Ακάκιον καὶ Εὐδόξιον·
Together they, especially he and Acacius, made every effort to consign all to forgetfulness of the decisions at Nicaea, and they sent out throughout the entire subject territory the document read at Ariminum, with the additions they themselves had made as corrections, ordering that those who did not subscribe to it be punished with exile and banishment by decree of the emperor. For they had eagerly striven, calculating that they would achieve their goal without a struggle. But this was the beginning of the greatest calamities; a disturbance similar to those described prevailed throughout the entire subject territory, and a persecution almost like those under the pagan emperors seized the churches everywhere. For if it seemed milder in bodily punishments, it appeared harsher, naturally, to the right-minded because of the shame. For both the persecutor and the persecuted came from the Church. And the evil was so shameful that, besides doing to fellow tribesmen what enemies do, the priestly order forbade such conduct even toward foreigners. The novelty, being praised, increased even more and slid toward innovation, growing insolent and, despising ancestral traditions, set down its own laws. It did not deign to hold the same beliefs about God as the ancients, but always devising strange doctrines, it did not rest, striving for newer things from the new, as indeed happened now. For when Macedonius was removed from the church of Constantinople, he no longer held beliefs similar to those around Acacius and Eudoxius.
εἰσηγεῖτο δὲ τὸν υἱὸν θεὸν εἶναι κατὰ πάντα τε καὶ κατ' οὐσίαν ὅμοιον τῷ πατρί, τὸ δὲ ἅγιον πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο διάκονον καὶ ὑπηρέτην καλῶν καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν ἁμάρτοι. ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ ᾿Ελεύσιός τε καὶ Εὐστάθιος καὶ ὅσοι τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν, οἷς οὐκ ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν Βιθυνίαν τε καὶ Θρᾴκην καὶ ῾Ελλήσποντον καὶ τὰ πέριξ ἔθνη. καὶ γὰρ δὴ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. πρόοδός τε γὰρ ἦν αὐτοῖς σεμνὴ καὶ παραπλησία μοναχοῖς ἡ ἀγωγὴ καὶ λόγος οὐκ ἄκομψος καὶ ἦθος πείθειν ἱκανόν. οἷον δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν· ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς ὑπάρχους στρατιωτῶν πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατείας ἐπαύσατο, συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο, μετὰ δὲ ταῦτα πείσαντος Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου τὸν ἀσκητικὸν βίον ἐπῄνεσε καὶ συνοικίαν μοναχῶν ἐν Κωνσταντινουπόλει συνεστήσατο, ἣ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν ἐστι ταῖς διαδοχαῖς σῳζομένη. ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ δοκεῖ, οὐκ ἀπεικότως. φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων τοῦ μὴ παντελῶς ἀποσβῆναι ταύτην τὴν αἵρεσιν ἐν Κωνσταντινουπόλει αἴτιος γενόμενος. ἀφ' οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς ᾿Αρκαδίου βασιλείας.
He taught that the Son is like the Father in all respects and in essence, but declared the Holy Spirit to have no share in the same prerogatives, calling it a servant and minister and saying everything about it that one might say about the divine angels without error. This opinion was shared with him by Eleusius and Eustathius and all those who had been deposed at Constantinople by the opposite heresy, and a considerable portion of the people in Constantinople, Bithynia, Thrace, the Hellespont, and the surrounding nations followed them. For indeed their manner of life, to which the masses pay most attention, was not contemptible. Their public conduct was dignified, their discipline similar to that of monks, their speech not inelegant, and their character persuasive. Such, it is said, was Marathonius at that time. He, after collecting great wealth as a public accountant among the soldiers under the prefects, when he left the service, cared for a community of the sick and poor. Later, persuaded by Eustathius, bishop of Sebasteia, he embraced the ascetic life and established a community of monks in Constantinople, which from that time to the present is preserved through successive generations. To such an extent did he support this heresy with zeal and his own resources that some even call the followers of Macedonius Marathonians, which seems to me not unreasonable. For he alone, with his associates, appears to have been the cause of this heresy not being completely extinguished in Constantinople. From the time Macedonius was deposed, they had neither churches nor bishops until the reign of Arcadius.
οὐ γὰρ συνεχώρουν οἱ ᾿Αρείου, πάντας τοὺς ἐναντίως δοξάζοντας ἐκ τῶν ἐκκλησιῶν ἐξελαύνοντες καὶ ὠμῶς τιμωρούμενοι. πάντας μὲν οὖν, ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν· οὐδὲν γὰρ ἔθνος τῆς ῾Ρωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς. ᾿Εν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν πολλοὶ τὸν ᾿Αντιοχείας θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν. ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις, πρὸς δὲ τὴν οἰκείαν δόξαν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμο4.28.3 ζον τὸ ψαλλόμενον. οὕτω δὲ διακειμένης τῆς ᾿Αντιοχέων ἐκκλησίας ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς τὴν οἰκείαν αἵρεσιν θηράσειν τοὺς
For the Arians did not allow those who held contrary beliefs to remain in the churches, driving them out and punishing them harshly. Indeed, to list all the priests who were then driven from their own cities would be a task; for I think no nation of the Roman world remained untouched by such a calamity. At that time, when Eudoxius had taken possession of the church of Constantinople, many eagerly sought to secure the throne of Antioch for themselves, and, as is natural in such matters, various rivalries and factions arose among the clergy and the people. For each chose to rule the church the one who was like-minded in his own faith and expected. For they had not yet ceased from their disagreement concerning doctrine, nor did they agree with one another even in their psalmody, but, as has been said before, they adapted the singing to their own opinion. And while the church of Antioch was in this state, it seemed good to those around Eudoxius to transfer Meletius from Sebasteia to that place, a man able both to speak and to persuade, good in his life, and previously of the same opinion as themselves. For they thought that by the man's reputation they would in every way hunt down those of their own heresy.
᾿Αντιοχείας οἰκήτορας καὶ τὰς πέριξ πόλεις, καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανούς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ θεοῦ ἐδόξαζον. ἔμελλον δὲ παρὰ πολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι. ἐπεὶ γὰρ ἧκεν εἰς ᾿Αντιόχειαν, λέγεται δῆμος πολὺς συνελθεῖν τῶν τὰ ᾿Αρείου φρονούντων καὶ Παυλίνῳ κοινωνούντων, οἱ μὲν ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας, οἱ δὲ μαθησόμενοι τί ἄρα ἐρεῖ καὶ τίσιν ἐπιψηφίζεται. ἤδη γὰρ φήμη διεφοίτα ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων· καὶ τὸ ἀποβὰν ἔδειξε. τὴν μὲν γὰρ ἀρχὴν τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε, τελευτῶν δὲ ἀναφανδὸν τῆς αὐτῆς οὐσίας εἶναι τῷ πατρὶ τὸν υἱὸν ἀπεφήνατο. λέγεται δὲ προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, ἔβυσεν αὐτοῦ τὸ στόμα. ὁ δὲ τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ τὴν γνώμην κατεσήμαινε, καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταὐτὸν δὲ πάλιν τούτους συνέλεγε καὶ τὸν ἕνα ὤρθου, τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν, ἅπερ ἐφρόνει καὶ λέγειν ἐπείχετο. ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρός, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο καὶ διεμαρτύρετο τοὺς ἀκούοντας ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦν4.28.8 τας.
the inhabitants of Antioch and the surrounding cities, especially those called Eustathians, who, according to the tradition of the Council of Nicaea, held their beliefs about God. They were, however, about to be greatly disappointed in their hope. For when he arrived in Antioch, it is said that a great crowd gathered of those who held the opinions of Arius and were in communion with Paulinus, some to see the man, since his fame was great even before his arrival, others to learn what he would say and whom he would support. For a rumor was already circulating that he was a supporter of the doctrine of those who had assembled at Nicaea; and the outcome proved this. For at first he publicly taught the so-called ethical discourses, but in the end he declared openly that the Son is of the same substance as the Father. It is said that the archdeacon, who was then of the local clergy, ran up and, while he was still speaking, placed his hand over his mouth and silenced him. But he indicated his opinion more clearly with his hand than with his voice, and extending only three fingers into the open, he then brought them together again and raised one upright, representing to the crowds by the shape of his hand what he believed and was prevented from saying. And when the archdeacon, at a loss, seized his hand, releasing his mouth, his tongue freed, he declared his own opinion even more clearly with a loud voice, and exhorted his hearers to adhere to the decisions of Nicaea, and testified that those who thought otherwise were in error concerning the truth.
ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδόν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονικία ἦν ἀμφοτέρων μονονουχὶ παγκρατίῳ ἐμφερής, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ καὶ ἔχαιρον καὶ ἀνεπήδων, οἱ δὲ ᾿Αρείου κατηφεῖς ἦσαν. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον ἐχαλέπαινον καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν· καὶ πάλιν μετεκαλοῦντο ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον καὶ τἀναντία δοξάζοντα. μὴ μεταθέμενον δὲ τῆς γνώμης ἐκβάλλεσθαι τῆς ἐκκλησίας καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν ᾿Αντιοχέων θρόνον Εὐζώιος, ὃς ἅμα ᾿Αρείῳ πρό-τερον ἤδη καθῄρητο· οἱ δὲ Μελετίου ἐπαινέται ἀποτεμόμενοι σφᾶς τῶν τὰ ᾿Αρείου φρονούντων ἰδίᾳ ἐκκλησίαζον· οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν υἱὸν τῷ πατρὶ δοξάζοντες παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς ᾿Αρειανῶν ἐπισκόπων χειροτονηθέντος καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ. καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο καίπερ ὁμοίως φρονοῦντες· ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν ἧκεν εἰς ᾿Αντιόχειαν. Οἱ δὲ ἀμφὶ ᾿Ακάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο· συνελθόντες δὲ εἰς ᾿Αντιόχειαν ἅμα ὀλίγοις τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο, καὶ τῆς ἀναγνωσθείσης ἐν ᾿Αριμήνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα, καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι εἰσηγοῦντο, ὡς ἐξ ἀρχῆς ᾿Αρείῳ ἐδόκει.
Since he did not desist, either by speaking the same things or by pointing with his hand alternately, as was possible given the archdeacon's prohibition, and there was contention between both sides almost resembling a pancratium, the Eustathians cried out loudly, rejoiced, and leaped up, while the followers of Arius were downcast. When those around Eudoxius heard this, they became angry and eagerly sought to have Meletius expelled from the city; and they again summoned him, as if for correction of what had been said, claiming he had changed his mind and now held contrary opinions. Since he did not change his opinion, the emperor ordered him to be cast out of the church and to dwell in exile. When this happened, Euzoius, who had previously been deposed along with Arius, was entrusted with the see of Antioch. The admirers of Meletius, separating themselves from those who held the opinions of Arius, held their own church services; for those who from the beginning held that the Son is consubstantial with the Father refused to commune with them, on the grounds that Meletius had been ordained by Arian bishops and that those who followed him had been baptized by such priests. And thus, although they held similar beliefs, they were divided on this pretext. When the emperor heard that the Persians were revolting, he came to Antioch. Those around Acacius could not again remain quiet; they assembled in Antioch with a few others, condemned the decisions already made by them, and resolved to excise the term "homoiousios" from the document read at Ariminum and Constantinople, and they proposed that the Son is unlike the Father in every respect, both in substance and will, and that he was generated from non-existent things, as Arius had originally held.
συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ ᾿Αετίου φρο-νοῦντες, ὃς μετὰ ῎Αρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες ᾿Ανόμοιοι καὶ ᾿Εξουκόντιοι. πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως θεὸν ἐκ θεοῦ τὸν υἱὸν συνομολογοῦντες ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν, ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», πάντων δὲ εἶναι καὶ τὸν υἱόν. καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο «κατὰ τὰς θείας γραφάς». καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο. τελευτῶντες δέ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν
ἀναγνόντες διελύθησαν καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν. ᾿Εν τούτῳ δὲ ἔτι ᾿Αθανασίου κρυπτομένου ἐπανελθὼν Γεώργιος εἰς ᾿Αλεξάνδρειαν χαλεπῶς ἐκάκου τοὺς ῞Ελληνας καὶ τοὺς ἑτέρως αὐτῷ δοξά-ζοντας Χριστιανούς· ἑκατέρους τε γὰρ ὡς ἠβούλετο θρησκεύειν ἐβιάζετο καὶ παραιτουμένους ἤλαυνεν. ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ ὡς ὑπερορῶν αὐτοὺς καὶ τοῖς ἄρχουσιν ἐπιτάττων, παρὰ δὲ τοῦ πλήθους ὡς τυραννικὸς καὶ πλέον πάντων δυνάμενος. ἐχαλέπαινε δὲ μάλιστα τὸ ῾Ελληνικόν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος.
They were joined also by those who held the opinions of Aetius, who was the first after Arius to openly dare to use these terms. Hence he was called "godless," and those who approved his views were called Anomoeans and Exoucontians. When those who followed the doctrines of Nicaea asked them how, while confessing the Son as God from God, they dared to call him "unlike" and "from non-existence," contrary to their own statement, they replied that the Apostle Paul said, "All things are from God," and that the Son is also among all things; and that in this sense their statement "according to the divine Scriptures" was to be understood. Thus they interpreted and quibbled. Finally, since they were not able to adequately defend themselves against those who accused or reproached them on these matters, they again read the creed approved at Constantinople, and then dispersed and returned to their own cities.
While Athanasius was still in hiding, George returned to Alexandria and harshly mistreated the pagans and those Christians who held different opinions from him. For he compelled both groups to practice religion as he wished, and drove away those who refused. He was hated by the educated for despising them and giving orders to the magistrates, and by the populace for being tyrannical and more powerful than anyone. He was especially harsh toward the pagans, because he prevented them from sacrificing and celebrating their ancestral festivals, and because he brought soldiers and the general of Egypt with arms into the city, removing images, votive offerings, and the adornment of the temples.
ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω. Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν ῾Ιεροσολύμων ἐκκλησίαν ᾿Ερέννιος καὶ μετ' ἐκεῖνον ῾Ηράκλειος ἐφεξῆς τε τούτου ῾Ιλάριος. τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασιλείας, ἡνίκα δὴ Κύριλλος πάλιν εἰς τὸν αὐτοῦ ἐπανῆλθε θρόνον. τ.1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ Καὶ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὰς ἐκκλησίας συνέβη. ἐν τούτῳ δὲ ᾿Ιουλιανὸς ὁ Καῖσαρ μάχῃ κρατήσας τῶν παρὰ τὸν ῾Ρῆνον ποταμὸν βαρ-βάρων τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. λαμπρὸς δὲ τηνικάδε φανεὶς καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας κεχαρισμένος τοῖς στρατιώταις γεγονώς, ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. μηδὲν δὲ περὶ τούτου ὡς εἰκὸς πρὸς Κωνστάντιον παραιτησάμενος ἄρχοντας μὲν τοὺς ὑπ' αὐτοῦ χειροτονηθέντας ἤμειβεν, ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δι' ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου εἰς ῾Ρωμαίους ἤγαγεν. ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλών, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν καὶ τοῖς ῾Ελλήνων ναοῖς ἐφοίτα καὶ ἔθυε καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε. Προσδοκωμένων δὲ Περσῶν ῾Ρωμαίοις ἐπιθήσεσθαι καὶ διὰ τοῦτο Κωνσταντίου ἐν Συρίᾳ διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν ᾿Ιλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ' αὐτοὺς ὁδοῦ, πρόφασιν ποιούμενος ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας καταδεδέχθαι.
This indeed later became the pretext for his execution, as I shall relate forthwith. After Cyril was deposed, as has been said, Herennius took over the church of Jerusalem, and after him Heraclius, and then Hilarius in succession. For we have learned that these men presided over the church there at that time until the reign of Theodosius, when Cyril was restored to his own throne.
BOOK FIVE OF THE SAME ECCLESIASTICAL HISTORY
Such were the events concerning the churches in the East at that time. Meanwhile, Julian the Caesar, having prevailed in battle against the barbarians along the Rhine river, subdued some and took others captive. Having then appeared illustrious and, through moderation and clemency, become endeared to the soldiers, he was proclaimed Augustus by them. Without, as is natural, having sought permission from Constantius in this matter, he replaced the governors appointed by him, and even deliberately displayed the letters through which he had summoned the barbarians against Magnentius and brought them into Roman territory. Suddenly changing his religion, having previously seemed to be a Christian, he called himself high priest, frequented the temples of the Greeks, offered sacrifices, and persuaded his subjects to worship in this manner. Since the Persians were expected to attack the Romans, and Constantius was therefore residing in Syria, Julian, calculating that he could take control of Illyricum without a fight, set out on the road against them, making the pretext that he was traveling to Constantius for the sake of an apology, so that he might not seem willingly to have accepted the symbols of imperial power from the soldiers against Constantius's will.
λέγεται δὲ ἡνίκα πρῶτον τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι, τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ τῶν ἑπομένων καθ' ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι. ἐδόκει δὲ αὐτῷ τε καὶ πολλοῖς τῶν συνιόντων οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν, ἡ δὲ δρόσος ἐκ παρατυχόντος ὧδε καταστίξαι τὴν ἐσθῆτα καθ' ἧς ἔτυχε πεσοῦσα. ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν τὸ μὲν ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον αὐτοῦ ἔσεσθαι τὴν βασιλείαν, τὸ δὲ προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ συμβόλῳ τοῦ σταυροῦ κατασημανθῆναι. ὡς ἔοικε δέ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας· ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν. ᾿Επεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ' αὐτὸν ᾿Ιουλιανόν, κατα-λιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο, ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ, ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς, ἐξ ὧν τρισκαίδεκα μὲν σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ' ἐκεῖνον. ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν ᾿Ιουλιανὸς ἤδη τὴν Θρᾴκην εἶχεν· οὐκ εἰς μακρὰν δὲ εἰς τὴν
It is said that when he first set foot upon the borders of that region, the vines after the vintage, around the setting of the Pleiades, appeared full of unripe grapes, and that the dew from the air, having been dispersed upon his own garment and those of his followers, imprinted the sign of the cross upon each drop. It seemed to him and to many of those who came together that the grapes appearing out of season were a good omen, and that the dew had by chance spotted the garment upon which it happened to fall. Others said that of the two symbols, the untimely one signified that the emperor would perish like unripe grapes, and that his reign would be short-lived, while the other foretold that the doctrine of the Christians was heavenly, and that all ought to be marked with the symbol of the cross. As it seems, those who held the opposite opinion to the emperor did not miss the truth; for time going forward proved that both had been spoken accurately. When Constantius learned that Julian was marching against him, he abandoned the preparations against the Persians and hastened towards Constantinople, and while making the journey he died at Mopsucrenae, between Cilicia and Cappadocia near Mount Taurus, having lived about forty-five years, of which he reigned thirteen with his father and twenty-five after him. When he died, Julian already held Thrace; and not long after, into the
Κωνσταντινούπολιν ἐλθὼν αὐτοκράτωρ ἀνηγορεύθη. οἱ δὲ ῞Ελληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν μαντικὴ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν αὐτὸν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες καὶ τὴν τῶν πραγμάτων μεταβολήν. ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας γευσάμενον. εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγήν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον, αὐτῷ μὲν οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς, τῇ δὲ ῾Ρωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν ἢ τὸ πλεῖστον αὐτῆς κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. ἀλλὰ ταῦτα μέν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω. Κωνσταντίου δὲ τελευτήσαντος εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο· καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα μῖσος. λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς τὸν Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους ῞Ελληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ' ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον, καὶ τὸ ἐξ ἐκείνου ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις καὶ ἱερείοις καὶ τοῖς ὅσα θέμις ἐστὶν ἀδεῶς ῞Ελλησι χρῆσθαι.
Having come to Constantinople, he was proclaimed emperor. The Greeks spread stories that even before he left Gaul, divination and demons had incited him to this expedition, having foretold the death of Constantius and the change of affairs. It would be plausible to call this foreknowledge, if the end of his life had not overtaken him so soon, as one who tasted of empire only in a dream. For it is foolish, I think, to say that, having foreseen through divination the spontaneous death of Constantius and his own slaughter among the Persians, he willingly leaped into an obvious death, thereby attaching to himself nothing but a reputation for folly and unskilled generalship among many, and bringing such danger upon the Roman dominion that nearly all or most of it was endangered of falling under the Persians. But let these things be said by us here, so that they may not seem to have been omitted, and let each judge as he wishes. After the death of Constantius, the church was thrown into fear of persecutions; and the expectation made the danger more terrible to Christians than the experience itself, both because of the long interval that had passed, which had made them unaccustomed to such perils, and because of the memory of past punishments and the hatred of the ruler toward the faith. For it is said that he immediately and openly renounced his faith in Christ so shamelessly that he washed away our baptism with certain sacrifices and invocations, which the Greeks call apotropaic, and with the blood of victims, having renounced the initiation of the church, and from that time both privately and publicly used victims and sacrifices and all that is lawful for Greeks to use without fear.
ποτὲ γοῦν αὐτῷ θυομένῳ λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον, καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν καὶ τοῦ δόγματος τὸ ἀίδιον, καθότι ὁ στέφανος, ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι καὶ τῇ περιόδῳ τοῦ κύκλου πάντοθεν ἀρχόμενος καὶ εἰς ἑαυτὸν λήγων οὐδαμοῦ περαιοῦται. ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων καὶ κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον καὶ εἰς ταὐτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι καὶ ἀδεῶς χωρεῖν ἐφ' οὓς βούλεται, ὅρον ἔχον τὴν τοῦ κύκλου περιγραφήν. ᾿Επυθόμην δὲ ὡς καὶ τῶν φοβερῶν καὶ ἐπισημοτάτων ἀδύτων εἴς τι κατῄει, τελετῆς τινος ἢ μαντείας χάριν· ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανημένων καὶ γοητείαις παραγινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλαθόμενος (ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ ταύτην ἦλθε τὴν μάθησιν) ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθείς, τῷ συμβόλῳ τοῦ Χριστοῦ κατασημάνας ἑαυτόν. αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγός, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, ἔδοξε καλῶς λέγειν· καὶ παρασκευασάμενος αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν.
Once, while he was sacrificing, a sign of a cross was reportedly revealed in the entrails, encircled by a crown. This threw the other participants in the divination into fear, as they interpreted from this the future strength of the religion and the eternity of the doctrine, because the crown which encompassed it is both a symbol of victory and, by the circuit of the circle, beginning everywhere and ending in itself, is nowhere terminated. The chief of the interpretation of these matters, however, bade them take courage, since the victims were shown to be favorable and according to their wish, enclosing the symbol of the doctrine and forcing it into the same place, so that it might not spread and proceed fearlessly whither it willed, having the boundary of the circle's circumference as its limit. I also learned that he descended into one of the most fearsome and most renowned adyta, for the sake of some rite or divination. Suddenly, when the phantoms contrived for these purposes and produced by sorceries attacked him, being thrown into confusion and fear by the forgetfulness of those present (for he came to this learning late in life), he was caught by his former habit, and, as a Christian caught in desperate dangers, marked himself with the sign of Christ. Immediately the phantoms vanished, and the object of his zeal was impeded. The mystagogue, being at a loss about this, when he learned the cause of the demons' flight, called the event a pollution, and exhorted him to be brave and to do or think nothing Christian. He seemed to speak well; and having prepared himself again, he led him to the rite.
Οὐ μετρίως οὖν ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη καὶ ὑπὸ ἐπισκό5.2.8 ποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη. γέγονε μὲν γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν· ὀρφανοὶ δὲ πατρὸς γενόμενοι καὶ αὐτοὶ τότε Δαλματίῳ συναπολέσθαι ἐκινδύνευσαν. ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν ὅτι νοσῶν ἔτυχε καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι
προσεδοκήθη, ᾿Ιουλιανὸν δὲ τὸ νέον· ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. παραδόξως δὲ ὧδε διασωθέντες προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῃ· χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ ᾿Αργαίῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον καὶ λοετρὰ καὶ κήπους καὶ πηγὰς ἀεννάους. ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ' ἡλικίαν ἐχρῶντο καὶ λόγων διδασκάλοις καὶ τοῖς ὑφηγηταῖς τῶν ἱερῶν γραφῶν, ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους.
The emperor's zeal in these matters greatly distressed the Christians and made them fearful, especially since he had formerly been a Christian. Born of pious parents in respect to religion, he was initiated from youth according to the ordinance of the church, educated in the sacred scriptures, and raised by bishops and ecclesiastical men. For his father was Constantius, the same father as Gallus, a brother of the same father as Constantine the emperor and Dalmatius, whose homonymous son was proclaimed Caesar and was killed by the soldiers after Constantine's death. Having become orphans of their father at that time, they themselves were in danger of perishing along with Dalmatius. Gallus was rescued from the plot because he happened to be ill and was expected to die spontaneously at any moment, and Julian because of his youth—for he was still in his eighth year. Having been miraculously saved in this way, they were ordered to reside in Cappadocia at Macellum. This is an imperial estate near Mount Argaeus, not far from the city of Caesarea, possessing magnificent palaces, baths, gardens, and perennial springs. There they were deemed worthy of royal care and upbringing, and they engaged in studies and exercises appropriate to their age, with teachers of letters and instructors of the sacred scriptures, so that they were even enrolled in the clergy and read the ecclesiastical books to the people.
οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων τὴν εὐσέβειαν ἐπεδείκνυντο, περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας καὶ τοὺς ἄλλως ἀγαθοὺς καὶ περὶ τὸ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες. τηνικαῦτα γοῦν φασιν αὐτοὺς σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον· ἁμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν. τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου καὶ κατὰ γνώμην προὐχώρει, τῶν δὲ ᾿Ιουλιανοῦ πονημάτων τὰ μὲν ἠρείπετο, τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο, τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα. καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη, οἱ δὲ καὶ ἐξ ἐκείνου συνέβαλλον μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ' εὐσεβεῖν πλάττεσθαι πρὸς Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον. Προὔδωκε δέ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς Γάλλος μὲν εἰς τὴν ᾿Ασίαν ἐλθὼν ἐν ᾿Εφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχον, ᾿Ιουλιανὸς δὲ εἰς Κωνσταντινούπολιν ἐπανελθὼν τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα·
Moreover, they demonstrated their piety through their conduct and deeds, making much of the priests and others who were good and zealous in doctrine, frequenting the houses of prayer, and honoring the tombs of the martyrs with the appropriate marks of respect. At that time, it is said, they were eager to enclose the tomb of the martyr Mamas in a very large building, dividing the work between them. But as each vied with the other in ambition and honor to surpass the other, a strange thing happened, utterly incredible, were it not that many of those who heard from eyewitnesses survived even to our day. For Gallus's portion progressed and advanced according to plan, while Julian's constructions partly collapsed, partly were thrown up from the ground, and partly could not be joined to the foundation, as if repelled from below by some resistant and violent force pushing back. To all, the matter seemed naturally portentous. The outcome was judged by the majority, and some from that event inferred that the man was not sound in religion, but pretended to be pious, playing the Christian while the then-ruler was in power, and considering it unsafe to bring his opinion into the open. He betrayed, it is said, his ancestral religion, having been led astray at first by associations with soothsayers. After some time, when Constantius's anger had subsided, Gallus went to Asia and stayed in Ephesus, where they had most of their property, while Julian returned to Constantinople and attended the teachers there.
φύσεως δὲ εὖ ἔχων καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς οὐκ ἐλάνθανεν· ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος πολλοῖς συνεγίνετο. ἐπεὶ δέ, οἷα φιλεῖ ἐν ὁμίλῳ καὶ βασιλευούσῃ πόλει, ἐξάδελφος ὢν τοῦ κρατοῦντος καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος προσεδοκᾶτο βασιλεύειν καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει λόγος, προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ ᾿Εφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο καὶ μίσους τῆς Χριστιανῶν θρησκείας, καὶ οἷα μάντις ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλούμενον. ὁ δέ–τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον– ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλ5.2.17 πίσι, φίλον ἔσχε τὸν Μάξιμον. τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων δείσας ἐν χρῷ ἐκείρατο καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον, λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει, ἑτοιμότερον ὑπήχθη καὶ ἐπτοεῖτο περὶ τάδε. θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη, καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. ὧδε δὲ ἔχων γνώμης ἧκεν εἰς ᾿Ασίαν ἀπὸ Νικομηδείας, καὶ συγ5.2.1 γενόμενος ἐκεῖσε τοιούτοις προθυμότερος περὶ ταῦτα γέγονεν. ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφός, Καῖσαρ καταστάς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακὴν εἶχεν.
He was naturally well-endowed and readily made progress in his studies, nor did this go unnoticed; for he went about in the garb of a private citizen and associated with many people. But since, as often happens in a populous and imperial city, being a cousin of the reigning emperor and appearing capable of administering affairs, he was expected to become emperor, and such a report about him was prevalent, he was ordered to reside in Nicomedia. There Maximus of Ephesus, a philosopher, met him, became his teacher in philosophical discourses and in hatred of the Christian religion, and, like a seer, insisted that the rumor about him was true. He—this being what happens to many—being troubled by suspicion of difficult circumstances, was beguiled by favorable hopes and made Maximus his friend. When these matters were reported to the emperor, he, in fear, shaved his head closely and pretended to adopt the monastic life, while secretly adhering to the other religion. When he had already advanced to manhood, he was more readily led astray and was agitated about these matters. Admiring whether there is any art that foretells the future, and considering the learning of this art necessary, he was led to experience things that Christians ought not, and from that time he used as friends those who practiced these things. Being of this disposition, he came from Nicomedia to Asia, and having associated there with such persons, he became more eager about these matters. When Gallus, his brother, having been appointed Caesar, was denounced for revolutionary activities and put to death, Constantius, suspecting that he too was possessed by a desire for the throne, kept him under guard.
ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου παραιτησάμενος αὐτὸν ἀπεδήμησεν εἰς ᾿Αθήνας, προφάσει μὲν καθ' ἱστορίαν τῶν ῾Ελληνικῶν πόλεων καὶ παιδευτηρίων, ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς ἐκεῖσε μάντεσι περὶ τῶν καθ'
αὑτόν. μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος Καίσαρα κατέστησε· κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφήν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρώην κατὰ Μαγνεντίου εἰς συμμαχίαν ἐμισθώσατο, οὐδὲν ὄφελος εἰς τοῦτο γενόμενοι τοὺς Γαλάτας ἐδῄουν. ἐπεὶ δὲ ἔτι νέος ἦν, τοῖς ἑπομένοις αὐτῷ στρατηγοῖς τὰ πρακτέα ἐπέτρεψε. τῶν δὲ ῥαθυμούντων αὐτὸς ὡς ἐνῆν ὁ Καῖσαρ τοῦ πολέμου προενόει καὶ τοὺς στρατιώτας προθυμοτέρους περὶ τὴν μάχην κατέστησεν, ἄλλως τε παρακινδυνεύειν προτρέπων καὶ ῥητὸν μισθὸν τάξας ἑκάστῳ βάρβαρον ἀναιροῦντι. κεχαρισμένος δὲ τοῖς στρατιώταις ἐντεῦθεν γενόμενος ἐδήλωσε Κωνσταντίῳ τὴν τῶν στρα5.2.22 τηγῶν ῥᾳστώνην. ἀποσταλέντος δὲ ἑτέρου συμβαλὼν τοῖς βαρβάροις καλῶς ἔπραξε. τῶν δὲ περὶ σπονδῶν πρεσβευομένων καὶ ἐπιστολὰς Κωνσταντίου προϊσχομένων μετακαλουμένου σφᾶς ἐπὶ τὴν ῾Ρωμαίων γῆν, ἐπίτηδες ἀποπέμψαι μελλήσας τὸν τάδε πρεσβευόμενον, ἀδοκήτως τῷ πλήθει τῶν πολεμίων ἐπελθὼν ἐνίκησε. λέγεται δὲ Κωνστάντιον ἐπιβουλεύοντα αὐτῷ τοῦτον ἐπιτρέψαι τὸν πόλεμον. ἐμοὶ δὲ οὐ πιθανὸν τοῦτο εἶναι δοκεῖ.
Eusebia, the wife of Constantius, having asked for him, he took his leave and departed to Athens, ostensibly for the purpose of seeing the Greek cities and schools, but, as they say, to consult with the seers there about his own affairs. Constantius, however, summoned him from there and appointed him Caesar; and having betrothed to him his own sister Constantia, he sent him against the Galatians in the West. For the barbarians, whom he himself had formerly hired as allies against Magnentius, having proved of no use in that affair, were now ravaging Galatia. Since he was still young, he entrusted the conduct of affairs to the generals who accompanied him. But when they were negligent, the Caesar himself, as far as he was able, took thought for the war and made the soldiers more eager for battle, both by urging them to take risks and by setting a fixed reward for each barbarian killed. Having thus become popular with the soldiers, he informed Constantius of the generals' slackness. When another general was sent, he engaged the barbarians and fared well. When they sent envoys about a truce and produced letters from Constantius summoning them to Roman territory, he deliberately delayed sending back the envoy in question, and then, falling unexpectedly upon the mass of the enemy, he conquered them. It is said that Constantius, plotting against him, entrusted this war to him. To me, however, this does not seem plausible.
ᾧ γὰρ ἐξῆν μηδὲ Καίσαρα τὴν ἀρχὴν ποιεῖν αὐτόν, τί καὶ ἐποίει καὶ τὴν ἀδελφὴν ἐδίδου γαμετήν, καὶ μεμφομένῳ περὶ τῶν ῥαθύμων στρατηγῶν ὑπήκουε καὶ σπουδαῖον ἀντὶ τούτων ἐξαπέστειλεν, ὅπως κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλος ἐτύγχανεν; ἀλλ' ὡς συμβάλλω, τὴν μὲν ἀρχὴν εὔνους ὢν αὐτῷ Κωνστάντιος Καίσαρα κατέστησεν· ἐπεὶ δὲ παρὰ γνώμην αὐτοῦ Σεβαστὸς ἀνεκηρύχθη, ἢ δεδιὼς ἀνθ' ὧν αὐτὸν καὶ τὸν ἀδελφὸν νέους ὄντας ἠδίκησεν, ἢ φθονῶν, ὡς εἰκός, ἐπὶ τῇ ὁμοίᾳ τιμῇ, ἐπεβούλευεν αὐτῷ διὰ τῶν πρὸς τῷ ῾Ρήνῳ βαρβάρων. ἀλλὰ τάδε μὲν ἄλλοις ἄλλως δοκεῖ. ᾿Επεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς ῾Ελληνικοὺς ναοὺς ἀνέῳξε καὶ τοὺς ἠμελημένους ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε· καὶ πολλοὺς αὐτοῖς ἐξηῦρε φόρους· ἔθη τε παλαιὰ καὶ τὰ πάτρια τῶν πόλεων καὶ τὰς θυσίας ἀνενέωσεν. αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔθυεν καὶ ἔσπενδε καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο· μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς τὰς παλαιὰς τιμὰς ἀπέδωκε· καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ' αὐτοῖς ἐκύρωσεν, λειτουργιῶν τε καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον τὴν ἀτέλειαν ἐπεψηφίσατο, καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. καὶ καθαροῖς εἶναι ἀπὸ τροφῶν διεκελεύετο καὶ ὅσων ἀπέχεσθαι προσῆκε τόν, ὡς ῞Ελληνες λέγουσιν, ἁγιστεύειν προῃρημένον. προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου καὶ τὰ σύμβολα κατὰ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν Σάραπιν·
For if it were not possible for him to make him even Caesar, what was he doing in giving him his sister in marriage, and in heeding his complaints about negligent generals and sending a zealous one in their place to conduct the war, if he were not a friend? But as I infer, Constantius, being well disposed toward him, first made him Caesar; but when, contrary to his intention, he was proclaimed Augustus, either from fear because of the wrongs he had done him and his brother when they were young, or from envy, as is likely, at the equal honor, he plotted against him through the barbarians near the Rhine. But these matters seem otherwise to different people. When he came into sole possession of the empire, he opened the Hellenic temples throughout the East and ordered that those which had been neglected be repaired, those which had been demolished be restored, and the altars be set up again; and he devised many taxes for them. He revived ancient customs and the ancestral practices of the cities, and the sacrifices. He himself openly sacrificed and poured libations in public, and held in great honor those who were zealous in these matters. To initiates and priests, hierophants and the attendants of the cult statues, he restored their ancient honors; and he confirmed the laws enacted concerning them by previous emperors, and ratified their exemption from liturgies and other burdens which they had formerly possessed, and restored the grain allowances of which the temple wardens had been deprived. And he commanded that those who, as the Greeks say, had chosen to be purified should be pure from foods and from whatever it was proper to abstain from. He also ordered that the cubit of the Nile and the symbols be brought to the Sarapeum according to the ancient ancestral customs.
κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο. τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν, εἰ μὲν πρὸς ῾Ελληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς, ταῖς δὲ χριστιανιζούσαις περιφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐταῖς ἀνεχόμενος μήτε πρεσβευομένων περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος. ἀμέλει τοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς ὡς παντελῶς χριστιανίζουσι καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν ἠπείλησε μὴ βοηθεῖν μήτε πρεσβείαν δέχεσθαι καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς ῾Ελληνισμὸν μεταβαλόντας. παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσι ἐγκαλῶν προσένειμε Γαζαίοις τὴν αὐτῶν πόλιν. ταύτην γὰρ τὴν Κωνστάντειαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε καὶ καθ' ἑαυτὴν πολιτεύεσθαι διετάξατο, λογισάμενος ἄδικον εἶναι τελεῖν ὑπὸ Γαζαίοις εἰσάγαν
By the command of Constantine, it was brought to the church. He often wrote to the commonality of the cities: if he learned that they had turned to Hellenism, he urged them to ask for whatever gifts they wished, but he openly detested those that were Christianizing, neither tolerating to visit them nor receiving embassies concerning their grievances. Indeed, when the Persians were then expected to march, he threatened the Nisibenes, who were entirely Christianizing and neither opened the temples nor frequented the sanctuaries, that he would not help them nor receive their embassy, and that he would not set foot in their city as if it were accursed, unless he learned that they had converted to Hellenism. He also assigned similar things to the Constantians in Palestine, reproaching them, and gave their city to the Gazans. For this Constantia, as we learned from earlier, being a seaport of the Gazans and called Maiouma, when Constantine learned that it greatly esteemed the Christian religion, he honored it with the status of a city, named it after his son Constantius, and ordered it to be governed independently, considering it unjust for it to be subject to the Gazans, who were excessively
ἑλληνίζουσιν. ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν ᾿Ιουλιανός, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμεν Γάζῃ τὴν Κωνστάντειαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν· καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα προσηγορίας παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται. κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ δημόσια πράγματα. μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν· ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει καὶ πανηγύρεις μαρτύρων καὶ μνείας τῶν παρ' αὐτοῖς γενομένων ἱερέων καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται. τῶν οὖν καθ' ἡμᾶς ἐπισκόπων τις τῆς Γαζαίων πόλεως, τετελευτηκότος τοῦ προεστῶτος τῆς Μαϊουμιτῶν ἐκκλησίας, ἐσπούδασεν ἀμφοτέρους τοὺς κλήρους ὑφ' ἑαυτὸν ποιῆσαι, μὴ θεμιτὸν εἶναι λέγων μιᾶς πόλεως δύο ἐπισκόπους προεστάναι. ἀντειπόντων δὲ τῶν Μαϊουμιτῶν διέγνω ἡ τοῦ ἔθνους σύνοδος καὶ ἕτερον ἐχειροτόνησεν ἐπίσκοπον, πάντως που προσήκειν δοκιμάσασα τοὺς δι' εὐσέβειαν δικαίων πόλεως ἀξιωθέντας, διὰ δὲ κρίσιν ῾Ελληνιστοῦ βασιλέως ἄλλως πράξαντας, ἐν ἱερωσύναις καὶ τάξει ἐκκλησιῶν μὴ χρῆναι ἀφαιρεῖσθαι τῶν δοθέντων γερῶν. ἀλλὰ ταῦτα μὲν ὕστερον ὧδε ἀπέβη. Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ τὴν πρὸς τῷ ᾿Αργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεὺς καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ πρὶν ὀνομαζομένη.
When Julian came to the throne, the Gazaeans brought a suit against the Constantians. He himself sat as judge and awarded Constantia to Gaza, though it was about twenty stades distant; and since then the coastal part of the city of the Gazaeans, having been deprived of its former name, is called that. They share civil magistrates, generals, and public affairs. Only matters concerning the church still show two cities: for each has its own bishop and clergy, festivals of martyrs, commemorations of their own priests, and boundaries of the surrounding fields by which the altars belonging to each bishopric are defined. When one of the bishops of the city of the Gazaeans in our time, upon the death of the leader of the church of the Maioumitans, sought to bring both clergies under himself, claiming it was not lawful for one city to have two bishops presiding, the Maioumitans objected, and the synod of the province decided and ordained another bishop, judging that it was altogether fitting that those who had been deemed worthy of a just city for their piety, but had been treated otherwise by the judgment of a Hellenist emperor, should not be deprived of the honors granted in priesthoods and the order of churches. But these events occurred later in this way. About the same time, the emperor also struck Caesarea near Mount Argaeus, a great and prosperous metropolis of the Cappadocian region, from the list of cities and deprived it of the name of Caesarea, which it had long ago received under Claudius Caesar, having previously been called Mazaca.
ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας ὡς πανδημεὶ χριστιανίζοντας καὶ πάλαι καθελόντας τοὺς παρ' αὐτοῖς νεὼς πολιούχου Διὸς καὶ πατρῴου ᾿Απόλλωνος· ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνε5.4.3 τράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει καὶ ἐδυσφόρει. καὶ ῞Ελληνας μέν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο ὡς μὴ ἐπαμύναντας καί, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας. πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν, αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτῖσαι, κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν, ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν ῾Ρωμαίων στρατιαῖς νομίζεται, τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶ ἀπο5.4.5 γράψασθαι καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν· ἐνορκῶν δὲ ἠπείλησεν ὡς, εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν καὶ κακῶς ποιῶν τὴν πόλιν, καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν (ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἰώθει τοὺς Χριστιανούς). ᾿Εξέβη δ' ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλή, εἰ μὴ θᾶττον ἐτελεύτησεν.
He had long harbored an extraordinary hatred for its inhabitants, because they were universally Christian and had long ago destroyed the temples of the city-protecting Zeus and of ancestral Apollo in their midst. And when, during his reign, the temple of Tyche, which alone had been left standing, was also overturned by the Christians, he became terribly incensed against the whole city and was greatly distressed. He blamed the pagans, who were very few in number, for not having defended it and, if anything had to be suffered, for not having endured it willingly for the sake of Tyche. He ordered that all the properties and monies of the churches in Caesarea and within its boundaries be investigated under torture and brought to light, and that immediately three hundred pounds of gold be paid to the treasury; that all clerics be enrolled in the register of soldiers under the commander of the province—a practice considered very costly and disgraceful in the Roman armies; and that the multitude of Christians, together with their wives and children, be registered and pay taxes as in the villages. He also threatened under oath that, if they did not quickly rebuild the temples, he would not cease being angry and harming the city, and that he would not even allow the Galileans (for this was the mocking name he was accustomed to call the Christians) to keep their heads. This threat would perhaps have been carried out, had he not died very soon.
ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν, ἀλλ' ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν ῾Ελληνισμοῦ, ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ηὐξῆσθαι καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ δόγμα ἀποθανεῖν ἑλομένων. ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν χρῆσθαι ἢ σιδήρῳ ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης, λόγῳ δὲ καὶ παραινέσει πείθειν ἡγεῖτο τὰ πλήθη εἰς ῾Ελληνισμὸν μεταβαλεῖν, καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάζεσθαι μὴ ἀξιώσας ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν τῷ Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι καὶ ἄθεον καὶ ἀποστάτην προσειπεῖν· τὸν δὲ μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν· ὑπὸ χειραγωγῷ γὰρ
since even from the beginning he did not appear more humane toward the Christians out of pity than those who had previously persecuted the Church, but having found from past events that punishments were of no benefit for the establishment of Hellenism, and that the Christians' cause had especially increased and become more glorious through the courage of those who chose to die for their doctrine. Therefore, envying their renown, and sparing no one, he deemed it unnecessary to employ fire, sword, bodily tortures, drowning, or burying alive—things previously zealously practiced—for changing their conviction, but thought it better to persuade the masses by word and exhortation to convert to Hellenism, and that he would easily achieve his purpose if, without resorting to force, he should appear unexpectedly humane toward them. It is said, at any rate, that when he was sacrificing in the Tychaion of Constantinople, Marinus, the bishop of Chalcedon, approached him, publicly reviled him as impious, and called him an atheist and an apostate; and that he reproached him only for his blindness—for he was led by a guide.
προεληλύθει γέρων ὢν καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυ5.4. μένος. ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν «οὐδὲ ὁ Γαλιλαῖός σου θεός», εἶπε, «θεραπεύσει σε», ὑπολαβὼν Μάρις «ἀλλ' ἐγὼ χάριν ἔχω τῷ θεῷ μου τῆς τυφλώσεως», ἔφη, «ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα.» καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινάμενος παρέδραμεν. ᾤετο γὰρ ταύτῃ μᾶλλον τὸν ῾Ελληνισμὸν κρατῦναι, ἀνεξίκακον καὶ πρᾶον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς. Ταῦτα δὲ σπουδάζων πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν ἀνῆκε τὴν φυγήν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε· τοῖς δὲ δήμοις προηγόρευεν μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν, τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας πρότερον ἐξιλεοῦσθαι οὓς ῞Ελληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς. κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο, καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε, μέχρι τε παρθένων καὶ χηρῶν τὰς δι' ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσ5.5.3 έταξεν, ἃ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο. ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχῇ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὃς καὶ νῦν κρατεῖ, ἐξ οὗ τέθνηκεν ᾿Ιουλιανὸς ἐπι5.5.4 μελῶς φυλαττόμενος. ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν.
he had come forward, being an old man and with his eyes dimmed. And when, mocking as was his custom, he blasphemed against Christ, saying, "Not even your Galilean god will heal you," Maris replied, "But I am grateful to my god for my blindness, that I may not see you fallen from piety." And the king, making no answer, passed by. For he thought by this means rather to strengthen Hellenism, showing himself unexpectedly forbearing and gentle to the multitude of Christians. While zealously pursuing these measures, he remitted the exile of all who had been banished under Constantius for religious reasons, and restored their property by law to those whose goods had been confiscated. He also proclaimed to the people that no one should wrong or insult Christians, nor drag them unwillingly to sacrifice, but that those who voluntarily approached the altars should first propitiate what the Greeks call apotropaic demons, and be purified by the purifications customary to them. However, he deprived the clergy of all immunity, honor, and allowances, and repealed the laws enacted in their favor, restoring these to the municipal councils, and ordered that even virgins and widows who, because of poverty, were enrolled among the clergy should be subject to the same exactions, which they had previously received from the public treasury. For when Constantine regulated the affairs of the churches, he assigned from the taxes of each city sufficient means for the provision of necessities to the clergy everywhere, and confirmed this by a law, which is still in force, having been carefully observed since the death of Julian. This exaction is said to have been most cruel and severe.
μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον. Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος πρὸς τὴν θρησκείαν ἀπέχθεια· σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους οὐδὲν εἶδος παρέλειπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας, χρήματά τε καὶ ἀναθήματα καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος, τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. ἐκ δὲ τούτων μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ κατὰ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο καὶ δεσμω5.5.6 τηρίοις ἐνεβάλλοντο. ὥστε πανταχόθεν συμβαλεῖν ἔστι φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν, ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας, πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν κατα5.5.7 δικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο. λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι, ἀλλ' ὥστε ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν, ἢ Κωνστάντιον διαβάλλων. ᾤετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάσειν τοὺς μὲν ῾Ελληνιστὰς ὡς ὁμόφρονας θεραπεύων, τοὺς δὲ διὰ Χριστὸν ἐπ' ἐκείνου κακῶς παθόντας ὡς ἠδικημένους ἐλεῶν.
This is also attested by the records then made by the tax collectors, which were given to those who had paid as proof of the remission of what they had received according to Constantine's law. But the emperor's hostility toward the religion was not confined to these measures; with zeal born of his hatred for the doctrine, he omitted no form of attack for the destruction of the church, seizing money, votive offerings, and sacred vessels, and compelling those who had demolished the temples built during the reigns of Constantine and Constantius either to rebuild them or to pay the fines imposed for their demolition. Being unable to accomplish either of these things, and moreover, during the search for sacred funds, priests, clerics, and many other Christians were cruelly tortured and thrown into prisons. So that from all sides it can be concluded that, regarding murders and the infliction of bodily punishments, he was more moderate than those who had persecuted the church before him, but in other respects he was harsher. For he appears to have injured it in every way, except that he recalled the priests who had been condemned to live in exile during the reign of Constantius. It is said that he ordered this not out of mercy toward them, but so that either the church would be consumed by civil war through internal strife and lose its own institutions, or to slander Constantius. For he thought that by this he would almost certainly create hatred for Constantius even after his death among all his subjects, while he himself courted the Hellenists as like-minded and showed pity to those who had suffered unjustly for Christ's sake under Constantius.
ἀμέλει τοι καὶ τοὺς εὐνούχους ὡς αὐτῷ καταθυμίους τῶν βασιλείων ἐξέβαλεν· Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐλῆς θανάτῳ ἐζημίωσε· καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν. ᾿Αέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὡς ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς μάλα γράψας μετεκαλέσατο πρὸς αὐτόν, δημόσια ὑποζύγια δεδωκώς. ἐκ τοιαύτης δὲ αἰτίας καὶ ᾿Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλε. καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τις, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος
τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο. ᾿Εν δὲ τῷ τότε καὶ ᾿Αθανάσιος τὸν πρὸ τοῦ χρόνον λανθάνων ὅπῃ διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς ἀνεφάνη νύκτωρ ἐν τῇ ᾿Αλεξανδρέων ἐκκλησίᾳ. ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ προσδοκίαν συμβάν. ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων προστάξαντος τοῦ βασιλέως σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας παρά τινα παρθένον ἱερὰν ἐν ᾿Αλεξ5.6.2 ανδρείᾳ ἐκρύπτετο. ἣν ἐπὶ τοσοῦτον κάλλει τὰς τότε γυναῖκας ὑπερβαλέσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι, φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται.
Indeed, he expelled the eunuchs who were dear to him from the palace; he punished Eusebius, the chief of the imperial court, with death; for he had a private grievance against him, suspecting that his brother Gallus had been destroyed by his machination. Aetius, the leader of the Eunomian heresy, who had been condemned by Constantius to exile and was also suspect because of his association with Gallus, he summoned to himself with great favor, writing to him and providing public post-horses. For the same reason, he then ordered Eleusius, the bishop of Cyzicus, under a very heavy penalty, to rebuild at his own expense within only two months the church of the Novatians which he had demolished under Constantius. And one could find many other things which, out of hatred for his predecessor, he either did himself or permitted others to do.
At that time, Athanasius, who had previously been in hiding as to where he was staying, upon the announcement of Constantius's death, appeared by night in the church of the Alexandrians. This was naturally a surprising event, happening suddenly and contrary to expectation. For when, by the machination of George's associates, the commander of the legions in Egypt, acting on the king's order, had hastened to seize him but failed, as has been said before, he escaped and remained hidden until the present reign in the house of a certain holy virgin in Alexandria. We have learned that she so far surpassed the women of that time in beauty that she was a wonder to beholders, but was to be avoided by those professing propriety and chastity, lest she bring some reproach upon them through suspicion.
ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας σεμνή τε καὶ σώφρων εἰσάγαν, ἃ μηδὲ τῆς φύσεως συλλαμβανούσης διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς εὐπρέπειαν καὶ κάλλος. ἦ γὰρ ἀληθὲς εἰπεῖν οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν, ἀλλ' ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος ἦθος, καὶ τὸν αὐτόν, ὅπῃ ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι καθ' ὃν ἂν ἐπιτηδεύῃ καιρόν· καὶ τούτῳ μὲν τῷ λόγῳ, εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδεὶς οἶμαι ἀντερεῖ. ᾿Αθανάσιον δὲ λόγος κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν. καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι, ἀλλ' ὥστε καὶ τοὺς ᾿Αθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν ἢ ὀμνύναι ἐβιάσατο, καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα, δι' ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο καὶ διὰ φρόνησιν ἀπέσωσεν, ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν καὶ τὰ περὶ τροφὴν καὶ τἆλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι, προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο παρ' ἄλλων κομίζειν, καὶ ἐπὶ πολλῷ χρόνῳ τούτων γινομένων μηδένα τῶν οἰκούντων τὴν ᾿Αλεξανδρέων πόλιν μαθεῖν. ῾Ο μὲν οὖν ᾿Αθανάσιος ὧδε διασωθείς, ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανείς, οὐδ' ὅθεν προῆλθεν ἐγιγνώσκετο· περιχαρὴς δὲ γενόμενος ὁ τῶν ᾿Αλεξανδρέων λαὸς τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν.
She was both dignified and exceedingly chaste even in the prime of her youth, qualities which do not ordinarily adorn the body into comeliness and beauty even when nature contributes. For it is true to say, not as some think, that the soul is such as the body is, but rather that the character of the body is an image of the pursuits of the soul, and that the same person, whatever he may be engaged in, appears accordingly in whatever time he is so engaged; and to this argument, if one examines it accurately, I think no one will object. A story relates that Athanasius, in accordance with a divine vision which thus instructed him, fled to this virgin for his safety. And it seems to me, observing the outcome, that these events were not managed without divine agency, but so that Athanasius’s associates might have no trouble if anyone attempted to investigate him or compelled them to swear oaths, and so that he himself might escape detection by being hidden with her, who by her beauty prevented anyone from suspecting that the priest was living there, and who received him because of her courage and saved him through her prudence, becoming so faithful a guardian and zealous a servant that she washed his feet and attended to his food and all other needs, and everything that nature compels one to endure in pressing necessities, she alone served him; moreover, she also brought him books he required from others, and for a long time while these things occurred, none of the inhabitants of the city of Alexandria learned of it. Thus Athanasius, having been saved in this way, appeared unexpectedly in the church, and it was not known whence he had come; and the people of Alexandria, overjoyed, handed over the churches to him.
ἐκβληθέντες δὲ οἱ τὰ ᾿Αρείου φρονοῦντες ἐν ἰδιωτῶν οἰκίαις καθ' ἑαυτοὺς ἐκκλησίαζον Λούκιον ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι. Γεώργιος γὰρ ἔτυχεν ἤδη ἀναιρεθείς· ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ ᾿Ιουλιανὸν εἶναι, ἐστασίασε τὸ ῾Ελληνικὸν πλῆθος τῶν ᾿Αλεξανδρέων· κεκραγότες τε καὶ λοιδορούμενοι ὥρ-μησαν ἐπ' αὐτὸν ὡς παραχρῆμα ἀναιρήσοντες, ἀνακοπέντες δὲ τῆς παραυτίκα ὁρμῆς τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον ἀναιροῦσιν αὐτόν, καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ' αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν. οὐκ ἀγνοῶ δὲ ὡς οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ ᾿Αθανασίου σπουδαστῶν. ἐγὼ δὲ τῶν ῾Ελληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα, λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις· καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο. πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παρ' αὐτοῖς Μίθριον· τοῦτον γὰρ τὸν τόπον ἔρημον πάλαι γενόμενον ἐδωρήσατο Κωνστάντιος τῇ ᾿Αλεξανδρέων ἐκκλη5.7.6 σίᾳ. Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη, ἐν ᾧ
Those who held the opinions of Arius, having been expelled, gathered for worship in private houses by themselves, appointing Lucius as bishop of their heresy in place of George. For George had already been killed. For when the magistrates publicly made it known that Constantius had died and that Julian was emperor, the Hellenic populace of Alexandria rioted. Shouting and reviling, they rushed upon him as if to kill him on the spot, but being checked from their immediate impulse, they then held him in chains. Not long afterward, rushing at dawn to the prison, they killed him, and placing him on a camel, after spending the day in insults against him, about evening they consigned him to fire. I am not unaware that those from the heresy of Arius say that George suffered these things at the hands of the partisans of Athanasius. But I consider the deed to be rather that of the Hellenists, reasoning that they had greater and more numerous grounds for hatred against him, and especially the outrage concerning the statues and temples and the prohibition of sacrifices and ancestral customs. His power in the imperial court also intensified the enmity toward him; and as a populace is wont to feel toward those in power, they considered it intolerable. In addition to these things, the following also occurred at that time concerning the place called Mithrion among them. For this place, having long been deserted, had been given by Constantius to the church of the Alexandrians. And when George was clearing it for the repair of a house of prayer, a hidden sanctuary was revealed, in which
ξόανα μὲν ἴσως καὶ ὄργανά τινα εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γελοῖά τε καὶ ξένα ἐδόκει. δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ ἐπόμπευον ἐπιτωθάζοντες τοῖς ῾Ελλη5.7.7 νισταῖς. οἱ δὲ πλῆθος εἰς ταὐτὸν συλλεγέντες ἐπῆλθον τοῖς Χριστιανοῖς, οἱ μὲν ξίφεσιν ἢ λίθοις, οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι· καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ' ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. ἐκ δὲ τούτου Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον, οἱ δὲ ῾Ελληνισταὶ ἐπιλαβούσης τῆς ᾿Ιουλιανοῦ βασιλείας τὸν Γεώργιον ἀνεῖλον. μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ' οὕτως ἔχειν. ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη· ἤθελε γάρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε ἢ ῞Ελληνας εἶναι τοὺς Γεωργίου φονέας. ἀλλ' ὅμως οὐκ ἀπεκρύψατο· φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς ᾿Αλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν. μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο καὶ τὴν τιμωρίαν συνεχώρησεν, αἰδοῖ, φησί, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον καὶ ᾿Αλέξανδρον τὸν οἰκιστὴν καὶ ᾿Ιουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς ᾿Αλεξανδρείας ἦρξεν, ἀνὴρ ἐς τὰ μάλιστα ῾Ελληνισμῷ χαίρων καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ' αὐτόν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς.
Some wooden images and certain instruments were found, which had belonged to those who were then being initiated or performing the mysteries there, and these seemed ridiculous and strange to the beholders. The Christians, having publicly displayed these things, paraded them, mocking the Hellenists. The latter, having gathered together in a crowd, attacked the Christians, some armed with swords or stones, others with whatever came to hand; and after killing many, and crucifying some as an insult to their religion, they wounded the majority. As a result of this, the Christians abandoned the work they had begun, leaving it unfinished, while the Hellenists, upon the accession of Julian to the empire, killed George. The emperor himself also bears witness that this is so. He would not have admitted this unless he had been compelled by the truth; for he wished, I think, that the murderers of George should be either Christians or Greeks. Nevertheless, he did not conceal it; at any rate, in his letter to the Alexandrians concerning this matter, he appears to be angry. But he only reproached them in writing and granted them impunity, out of respect, he says, for Sarapis, their tutelary deity, and for Alexander, the founder, and for Julian, his uncle, who before this had ruled Egypt and Alexandria, a man exceedingly devoted to Hellenism and extraordinarily hostile to Christians, so that, contrary to the opinion of the reigning emperor, the Christians suffered evil even to the point of bloodshed.
Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι καὶ εἰς τοὺς βασιλέως μεταθέσθαι θησαυροὺς πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς ᾿Αντιοχέων Σύρων ἐκκλησίας καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως· ὃν ὡς φύλακα τῶν κειμηλίων τὴν τούτων γνῶσιν καταμηνῦσαι δυνάμενον συλλαβὼν δεινῶς ᾐκίσατο· καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν τὴν βάσανον ἀνδρείως ἀποκρινάμενον καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις εὐδοκιμηκότα. ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληίσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους ἐπετώθασε, καὶ βλασφημήσας ὅσα γε ἠβούλετο τὸν Χριστὸν ἐκάθισεν ἐπ' αὐτῶν καὶ τὴν ὕβριν ἐπηύξησεν. αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη· κατασαπεῖσαί τε αἱ τῇδε σάρκες εἰς σκώληκας μετέβαλον, καὶ τὸ πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει διὰ παντοδαπῆς φαρμάκων πείρας ἐληλύθεσαν· πολυτίμους τε καὶ πίονας ὄρνεις θύοντες, τῷ τούτων λίπει τὰ διεφθορότα μόρια ἐπέπλαττον καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. ἀλλ' οὐδὲν ἤνυον· ἐν βάθει γὰρ κατακρυπτόμενοι πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἐσότε αὐτὸν ἀνεῖλον, οὐ διέλιπον κείροντες. ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν ταμιείων φύλαξ καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες.
It is said, then, that when he was eager at that time to remove and transfer to the imperial treasuries the very numerous and most valuable votive offerings of the church of the Syrians of Antioch, and to close the places of prayer, all the clergy fled, but only the presbyter Theodoretus did not withdraw from the city. Seizing him as a guardian of the treasures who could reveal knowledge of them, he cruelly tortured him, and finally ordered him to be put to the sword, after he had answered bravely throughout the entire torment and had distinguished himself in his confessions on behalf of the faith. But when he had plundered the sacred vessels, he turned them upside down on the ground and mocked them, and after blaspheming Christ as much as he wished, he sat upon them and increased the outrage. Immediately his genitals and the necessary passages around them were destroyed; the flesh there rotted and turned into worms, and the affliction defied the art of the physicians. And indeed, out of respect and fear of the emperor, they had gone through every kind of experiment with drugs; they sacrificed costly and fat birds, plastered the corrupted parts with their fat, and summoned the worms to the surface. But they accomplished nothing; for the worms, hiding in the depths, crept toward the living flesh and, devouring him from within, did not cease until they killed him. It seemed that by divine wrath he suffered such a calamity, just as the guardian of the imperial treasuries and certain others entrusted with authority in the palace, who had acted insolently against the church, also ended their lives in a strange and pitiable manner, as if condemned by divine anger.
5..1 ᾿Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου καὶ τὴν Γεωργίου καὶ Θεοδωρήτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν· οὓς Χριστιανοὺς ὄντας κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος οἴκοι κρυπτομένους συνελάβοντο καὶ δεσμωτη5..2 ρίῳ τὰ πρῶτα παρέδοσαν καὶ ἐμαστίγωσαν. ἔπειτα συνελθόντες εἰς τὸ θέατρον πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ ῾Ελληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ' αὐτῶν 5..3 φόνον ἐνεπλήσθησαν θυμοῦ. καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον· καὶ ἐξαγαγόντες αὐτοὺς ὠμότατα διεχρήσαντο πῇ μὲν πρηνεῖς, πῇ δὲ ὑπτίους ἕλκοντες καὶ τῷ ἐδάφει προσρηγνύντες καὶ ᾗ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ 5..4 ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν. ἐπυθόμην δὲ αὖ, ὡς καὶ αἱ γυναῖκες ἐκ τῶν ἱστῶν
Since I have been brought to this point in my account and have narrated the murder of George and Theodoretus, I think it opportune to make mention of Eusebius, Nestabus, and Zeno, the brothers. These men were Christians, and for this reason the populace of Gaza, hating them, seized them while they were hiding in a house, first cast them into prison, and scourged them. Then, assembling in the theater, they raised a great outcry against them, accusing them of having profaned the sacred objects and of having previously abused and insulted Hellenism with a view to its overthrow. While they were shouting and inciting one another to kill them, they were filled with rage. And, as is usual with a rioting mob, they gave the word to one another and rushed to the prison. They dragged them out and put them to death in the most brutal manner, dragging them sometimes face downwards, sometimes on their backs, dashing them against the ground, and striking them with whatever came to hand, some with stones, some with clubs, others with any other objects they chanced upon. I also learned that the women, from their looms,
ἐξιοῦσαι ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν καὶ τῶν ἐπ' ἀγορᾶς μαγείρων οἱ μὲν ὕδατι θερμῷ κοχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν 5..5 χυτροπόδων κατέχεον, οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον. ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεως, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζῴων ῥίπτειν εἰώθεσαν· καὶ πῦρ ἀνάψαντες ἔκαυσαν αὐτῶν τὰ σώματα· καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν, ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. 5..6 ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ· γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ' ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ, καὶ ἐμβαλοῦσα χύτρᾳ Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ θεός, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν ᾗ διάγοι· καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἀγνὼς ἦν αὐτῇ καὶ προσφά5..7 τως τοῦ διωγμοῦ κεκινημένου ἐκρύπτετο. ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη· ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν καιρὸν εὑρὼν ἔφυγεν εἰς ᾿Ανθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡσεὶ σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ ῾Ελληνισμῷ χαίρουσαν καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοη5..8 μένην. καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανός, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν ᾿Ανθηδονίων καὶ τῆς πόλεως ἐξηλάθη· καὶ εἰς 5.. τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν ἔλαθεν ἐκεῖσε κρυπτόμενος.
Women pierced them with their spindles, and among the butchers in the marketplace, some snatched boiling cauldrons from the tripods and poured the hot water over them, while others stabbed them with spits. After they had torn them apart and crushed their heads, so that their brains flowed on the ground, they brought them before the city, to the place where they were accustomed to throw the carcasses of irrational animals; and kindling a fire, they burned their bodies. The remaining bones, which the fire had not consumed, they mixed with the bones of camels and donkeys that had been thrown there, so that their discovery would not be easy. Yet it did not escape notice for long; for a certain Christian woman, not from Gaza but dwelling there, by divine command collected these bones by night, and putting them in a pot, gave them to Zeno, their cousin, to keep. For God had instructed her in dreams, and revealed to her the man where he was staying; and before she saw him, she pointed him out, although he was unknown to her and, since the persecution had recently been stirred up, was in hiding. For he himself was at that time nearly captured and killed by the Gazans; but while the crowd was occupied with the murder of his cousins, he found an opportunity and fled to Anthedon, a city on the sea, about twenty stades distant from Gaza, which at that time likewise delighted in Hellenism and was devoted to the worship of statues. Having been denounced there as a Christian, he was severely beaten on the back with rods by the Anthedonians and expelled from the city; and coming to the port of the Gazans, he escaped notice by hiding there.
ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον τὰ λείψανα δέδωκεν· ὁ δὲ τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν· ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν (συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας), εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεως, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστέα τῶν μαρτύρων ἀπέθετο πλησίον Νέστορος τοῦ ὁμολογητοῦ, ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου δεσμῶν καὶ 5..10 μαστίγων ἐκοινώνησεν. ἐν δὲ τῷ ἕλκεσθαι καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες ἠλέησαν· καὶ πρὸ τῶν πυλῶν ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν· ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν, 5..11 παρ' ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος ἐτελεύτησεν. Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς αὐτοὺς καταλιπεῖν· ἤδη γὰρ καὶ φήμη τις διεφοίτα, ὡς χαλεπῶς φέροι καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπου5..12 δάζοι. ἦν δὲ ταῦτα ψεῦδος καὶ θρῦλος μόνον, ὡς εἰκός, δημώδης ὑπὸ δειλίας καὶ τοῦ συνειδέναι ἃ δεδράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος, ἐπειδὴ οὐδέ–τοῦτο δὴ τὸ πρὸς ᾿Αλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου–οὐδὲ ἐν 5..13 γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις. ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο καὶ ἐν ὑπονοίᾳ εἶχε· καὶ ἀγώγιμον ποιήσας τὸ μὴ θανάτου καταψηφίσασθαι φιλανθρωπίαν ἐλογίσατο· ἐπῃτιᾶτο δὲ αὐτόν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας·
There the woman happened upon him and gave him the remains. For a time he kept them at home, but when he was allotted the oversight of the local church (this occurred during the reign of Theodosius), he built a house of prayer before the city, erected an altar in it, and deposited the bones of the martyrs near Nestor the Confessor, who lived with his own cousins while still in the world and, when arrested together with them by the populace, shared in bonds and 5..10 scourges. While being dragged, those who were dragging him saw that he had a beautiful body and took pity; and, still breathing but expected to die, they cast him out before the gates. Some people took him up and conveyed him to Zeno, 5..11 at whose house, while still being treated for his wounds and blows, he died. The Gazans, reflecting on the magnitude of their own audacity, were terrified lest the king not leave them unpunished; for a rumor was already circulating that he was taking it hard and was eager to decimate the multitude. 5..12 But these things were false and only popular gossip, as is likely, spread among the many from fear and consciousness of what they had done, since he did not—this thing done to the Alexandrians in the case of George—not even 5..13 in writing did he reproach the Gazans. But he also deprived the then governor of the nation of his office and held him under suspicion; and, having made him liable to arrest, he considered it an act of humanity not to condemn him to death. He reproached him, however, because, having arrested some of the Gazans who were said to have begun the sedition and the murders, he held them in bonds, as if they would undergo trial according to the laws.
τί γάρ, φησίν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ' ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; καὶ τὰ μὲν ὧδε λέγεται. ᾿Εν τούτῳ δὲ καὶ ῾Ιλαρίων ὁ μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γα-ζαίων ἔφυγεν εἰς Σικελίαν. ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν καὶ ἐπὶ τῶν ὤμων φέρων ἐν τῇ πόλει διεπώλει· καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ τρόπῳ τὴν καθ' ἡμέραν τροφὴν ἐπορίζετο. καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾶν αὐτὸν ἀπαλλάξας ἦλθεν εἰς Δαλματίαν. μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν, πάλιν ἔνθεν ἀνεχώρησεν. οὐ γὰρ καταθύμιον ἦν αὐτῷ διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν, ἀλλ' ἐν
τῷ τοὺς τόπους ἀμείβειν ἐσπούδαζεν ἄδηλος εἶναι καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν δια5.10.4 λύειν ταῖς συχναῖς μετοικήσεσι. τὸ δὴ τελευταῖον παραπλέων τὴν Κύπρον κατῆρεν εἰς Πάφον. προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου ἠγάπησε τὴν ἐνθάδε διατριβὴν καὶ περὶ Χάρυβριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον αἴτιον ἡ φυγή· ἔφυγε δέ, καθότι πρόσταγμά ἐστιν ἱερὸν μὴ περιμένειν τοὺς διώκοντας, εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γίνεσθαι καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης. Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ ᾿Αλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη· φαίνονται δὲ καὶ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες οἱ τὴν πρὸς τῷ Λιβάνῳ ῾Ηλιούπολιν καὶ τὴν ᾿Αρέθουσαν τῆς Συρίας οἰκοῦντες.
For what need was there," he says, "to carry them off, if a few Galileans, in return for the many wrongs they had done to them and to the gods, defended themselves?" So much for these matters. At this time also Hilarion the monk, being sought after by the Gazaeans, fled to Sicily. There, gathering wood from the deserted mountains and carrying it on his shoulders, he sold it in the city; and in this manner he procured his daily sustenance, just enough to live on. But when he was informed upon as to who and what he was by a man of rank who was possessed by a demon, he freed him from the demon and went to Dalmatia. Having accomplished there also very great and extraordinary deeds by divine power, such as stopping the sea by prayer when it was receding and flooding the dry land, he again departed from there. For it was not agreeable to him to dwell among those who praised him, but he was eager to be unknown by changing places and to dissolve the prevailing opinion about him by frequent changes of residence. Finally, while sailing past Cyprus, he landed at Paphos. Being urged by the then bishop of the Cyprians, he came to love his stay there and practiced philosophy near Charybris, a place so named. The reason, then, that this man did not become a martyr was his flight; and he fled because it is a sacred command not to wait for the persecutors, but if they are caught while fleeing, to be brave and superior to the compulsion of the pursuers. Not only among the Gazaeans and Alexandrians were the said outrages against Christians committed; but those inhabiting Heliopolis near Lebanon and Arethusa of Syria appear to have surpassed even these in excess of cruelty.
οἱ μὲν γάρ (ἄπιστον δὲ καὶ λέγειν εἰ μή τινες τῶν κατ' ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν) παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν· ἐμπαροινήσαντες δὲ πρότερον ᾗ ἑδόκει τὸ τελευταῖον ἀνέκειραν αὐτάς· καὶ διχῇ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἰωθυίας τροφῆς ὀρεγομένους καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν. ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς ῾Ηλιουπολίτας τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν ῾Ηλιουπόλει τῆς ᾿Αφροδίτης νεών, τότε πρῶτον παρ' αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας. ᾿Αρεθούσιοι δὲ Μᾶρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιάν τε καὶ βίον αἰδέσιμον, ἐλεεινῶς διεχειρίσαντο. τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον· προθυμότερον γὰρ ἢ κατὰ πειθὼ Κωνσταντίου βασιλεύοντος τοὺς ῾Ελληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε καὶ τὸν παρ' αὐτοῖς σεμνότατον καὶ πολυτελέστατον νεὼν καθεῖλεν.
For some (and it is incredible even to relate, had not some of those who lived at that time reported it) compelled sacred virgins, unaccustomed to being seen by a crowd, to stand publicly naked of clothing as a common spectacle and outrage for those who wished; and having first abused them as if in drunken insolence, they finally cut their throats; and cutting them in two, they summoned pigs to devour their entrails, covering the viscera on the surface with their customary food, so that the swine could not easily distinguish, but, reaching for their usual fodder out of necessity, also tore at the human flesh. As I conjecture, the Heliopolitans were driven to such cruelty against the sacred virgins because they were prevented, as had been their ancestral custom, from having the virgins there prostituted to any chance comer before they came together with their suitors in marriage. For Constantine, having destroyed the temple of Aphrodite in Heliopolis, then first built a church among them, and by law forbade them to perform their customary prostitutions. The Arethusians, however, put to death Marcus, who had been their bishop, an old man with a reverend gray head and life, in a pitiable manner. They had been angry with him even before; for, more zealously than was persuasive, during the reign of Constantius he was converting the Hellenists to Christianity and had destroyed the most revered and costly temple among them.
ἐπεὶ δὲ μετέπεσεν εἰς ᾿Ιουλιανὸν ἡ ἀρχή, κεκινημένον ἐπ' αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτῖσαι ἢ τοῦτον ἀνοικοδομῆσαι, λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ καὶ ἄλλως ἀθέμιτον τὸ δεύτερον, μή τί γε δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα· μαθὼν δὲ δι' αὐτὸν κινδυνεύειν πολλούς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς καὶ ἐθελοντὴς ὅ τι βούλοιντο αὐτὸν δρᾶν τῷ πλήθει προσήγαγεν. οἱ δὲ ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες πᾶς ὁ δῆμος ἐπ' αὐτὸν ἐχώρησε· καὶ διὰ τῶν ἀγυιῶν εἷλκον ὠθοῦντες καὶ τίλλοντες καὶ ᾗ ἔτυχε τῶν μελῶν ἕκαστος παίοντες· ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ καὶ πάσῃ ἡλικίᾳ μετὰ προθυμίας καὶ ὀργῆς, ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν· παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα, καὶ μετεωρίζοντες αὐτὸν καὶ πρὸς ἑαυτὸν κυλίοντες ἀντέπεμπόν τε καὶ ἀντεδέχοντο ταῖς γραφίσι καὶ ἀφειδῶς κατεκέντουν. ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν καὶ σαργάνῃ ἐμβαλόντες (πλέγμα δὲ τοῦτο ὁλόσχοινον) εἰς ὕψος ἦραν. ἡνίκα δὴ λέγεται σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν πρὸς τοὺς ᾿Αρεθουσίους εἰπεῖν, ὡς αὐτὸς μὲν ὑψηλὸς εἴη, τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι τὰ μετὰ ταῦτα.
When the rule devolved to Julian, seeing the populace stirred up against him, and also by royal decree condemned either to pay the value of the temple or to rebuild it, he reasoned that each was impossible, and the second, moreover, was unlawful for a Christian, let alone a priest, so he fled at first. But learning that many were in danger because of him, and were suffering from tortures, trials, and the horrors involved in these, he returned from flight and voluntarily offered himself to the crowd to do with him as they wished. Those who ought rather to have praised him for displaying an act befitting a philosopher, thinking him arrogant, the whole populace set upon him. And through the streets they dragged, shoved, plucked, and struck him on whatever part of the body each chanced. The deed was eagerly taken up by men, women, and every age with zeal and anger, so that they even cut his ears with thin cords. Children attending school made a game of the matter, lifting him up, rolling him to and fro, sending him back and forth with their writing tablets, and stabbing him unsparingly. When his whole body was wounded, but he still breathed, they anointed him with honey and fish sauce, put him in a rush basket (a plait of whole rushes), and raised him high. Then it is said that wasps and bees flew upon him and devoured his flesh, and that he said to the Arethusians, that he himself was high, but he saw them low and going on the ground, and by this he compared for himself and for them what would happen afterwards.
λόγος δὲ τὸν τότε ὕπαρχον, ῾Ελληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μᾶρκον τῆς ἐγκρατείας
παρρησιάσασθαι πρὸς βασιλέα καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παρ' ἑνὸς γέροντος πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου· καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι, ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. ὁ μὲν οὖν Μᾶρκος ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν τῶν ᾿Αρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν ῾Ελληνιστῶν. ᾿Εν δὲ τῷ τότε καὶ Μακεδόνιος Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες ἀνδρείως ἐμαρτύρησαν. ἐπεὶ γὰρ ἐν Μηρῷ (πόλις δὲ ἥδε Φρυγῶν) τὸν ἐνθάδε ναὸν ἠνέῳξε καὶ ὑπὸ χρόνου ῥυπῶντα ἐξεκάθηρεν ὁ τοῦ ἔθνους ἡγού5.11.2 μενος, νύκτωρ ἐπεισελθόντες τὰ ἀγάλματα συνέτριψαν. ὡς αἰτίων δὲ τούτου συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων σφᾶς αὐτοὺς κατ5.11.3 εμήνυσαν. ἐξὸν δέ, εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις· τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς πῦρ ὑφῆπτεν· οἱ δὲ καιόμενοι «εἰ κρεῶν ὀπτῶν», ἔφασαν, «ἐπιθυμεῖς, ὦ ᾿Αμάχιε (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἄρχοντι), καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα.» καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο. Φασὶ δὲ καὶ Βούσιριν ἐν ᾿Αγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν.
It is said that the prefect of that time, though a Hellene to the highest degree, was noble in character, so that even now the reputation concerning him prevails, and that he admired Mark for his self-control, spoke freely to the emperor, and reproached him, saying that they naturally incurred shame, being overcome by a single old man who had bravely withstood so many tortures, and that they risked appearing ridiculous, while those who did such things became more renowned. Mark, then, so nobly withstood the anger of the Arethusians and the many tortures that he was even praised by the Hellenes themselves. At that time also, Macedonius, Theodulus, and Tatianus, Phrygians, bore witness bravely. For when the governor of the nation opened the temple there in Mero (this is a city of the Phrygians) and cleansed it of the filth of time, they entered by night and shattered the statues. When others were arrested as responsible for this and were about to be punished, they informed against themselves. And when, if they consented to sacrifice, they would suffer nothing, the ruler could not persuade them to make this their only defense for their offenses, but he tortured them in many ways. Finally, placing them on grates, he kindled fire beneath; and as they burned, they said, "If you desire roasted meat, O Amachius (for that was the name of the ruler), turn us also to the other side toward the fire, so that we may not seem half-cooked and unpleasant to you when you taste us." And they, having thus nobly endured in their torments, departed from life. They say also that Bousiris in Ancyra of Galatia underwent a splendid and most manly confession for the sake of religion.
ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων ᾿Εγκρατιτῶν συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων ὡς νεανιευσάμενον κατὰ τῶν ῾Ελληνιστῶν αἰκίζεσθαι ἠβούλετο. καὶ δημοσίᾳ προαγαγὼν πρὸς τὸ βασανιστήριον ξύλον αἰωρεῖσθαι προσέταττεν. ὁ δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν ἐγύμνωσε τὰς πλευράς· καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον καὶ πάλιν κατάγοντας· ἑτοίμως γὰρ καὶ δίχα τούτου, ἐφ' ὅσον βούλε5.11.6 ται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς. θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων μᾶλλον τῇ πείρᾳ κατεπλάγη. αἰκιζόμενος γὰρ τοῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων καὶ τὰς πληγὰς προθύμως δεχόμενος. ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι τὸν ᾿Ιουλιανόν· καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω, καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο καταγνοὺς τῆς προτέρας αἱρέσεως. Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν ᾿Αγκύρᾳ ἐκκλησίας καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν ἀγαγόμενον καὶ οἷον ἔτι νυμ5.11.8 φίον ὄντα. συμβάλλω δὲ τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ' ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν· οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ δίκην ἔδοσαν οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν καταδικασθέντες.
He, who was then of the heresy of the so-called Encratites, was seized by the governor of the province, who wished to torture him as one who had spoken insolently against the Hellenists. And having brought him forth publicly, he ordered him to be suspended on the instrument of torture. But Bousiris, raising his hands to his head, bared his sides; and said to the governor that it was not necessary for the torturers to labor in vain, raising him up on the wood and letting him down again; for readily and without this, he would offer his sides to the torturers as long as he wished. The governor, having admired the promise, was even more astonished by the experience. For while being tortured with claws on his sides for as long as the governor wished, he endured, holding up his hands and receiving the blows eagerly. Having afterwards been put in bonds, he was released not long after, when it was reported that Julian had been slain; and he lived until the reign of Theodosius, and transferred to the catholic church, having condemned his former heresy. There is a story that at this time Basil, a presbyter of the church in Ancyra, and Eupsychius, a Cappadocian of Caesarea, of the patrician class, who had recently taken a wife and was still like a bridegroom, ended their lives by martyrdom. I conjecture that Eupsychius was put to death on account of the temple of Tyche, at that time demolished, as has been said before, on which account all the citizens of Caesarea experienced the emperor's wrath; and the perpetrators of the demolition paid the penalty, some being condemned to death, others to exile from their country.
ὁ δὲ Βασίλειος σπουδαῖος περὶ τὸ δόγμα γεγονώς, ἐφ' ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ ᾿Αρείου φρονοῦσιν ἀντέπραττε· καὶ διὰ τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν. ἐπεὶ δὲ ᾿Ιουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιιὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο τῶν οἰκείων ἔχεσθαι δογμάτων καὶ μὴ τοῖς ῾Ελλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι, ἀντ' οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμάς, προσκαίρους ταύτας ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας. ταῦτα δὲ σπουδάζων ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς ῾Ελληνισταῖς ὤν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη, καὶ μέγα ἀνοιμώξας ηὔξατο μηδένα Χριστιανῶν τῆς τοιαύτης πειραθῆναι πλάνης. ἐκ τούτου δὲ συλληφθεὶς παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους· καὶ πολλὰς βασάνους ὑπομείνας παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς οὐδὲ ὀλίγους μάρτυρας καὶ ἐπὶ τῆς
Basil, having become zealous concerning the doctrine, opposed those who held the opinions of Arius as long as Constantius ruled; and for this reason, by the vote of those around Eudoxius, he was prevented from conducting church services. But when Julian alone held the imperial power, Basil went about publicly and openly exhorting Christians to adhere to their own doctrines and not to be defiled by the sacrifices and libations of the Hellenists, and to regard as nothing the honors conferred upon them by the emperor, declaring these to be temporary, at the price of eternal destruction. While he was earnestly engaged in this, being under suspicion and hatred among the Hellenists, he saw them sacrificing publicly, and he stood still, and with a great groan prayed that no Christian might experience such error. Because of this, he was seized and handed over to the governor of the province; and after enduring many tortures, he completed his martyrdom courageously throughout the entire contest. And these things, although they turned out contrary to the emperor's intention, produced not a few ignoble martyrs even under
αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι· σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας. Μετὰ δὲ τὴν ᾿Αθανασίου κάθοδον Λουκίφερ ὁ Καράλων τῆς Σαρδανίας ἐπίσκοπος καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν ᾿Ιταλίᾳ Λιγύων ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον· ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν. ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς ᾿Αλεξάνδρειαν, ὅπως σὺν ᾿Αθανασίῳ σύνοδον ἀθροίσῃ ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων, Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ' αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς ᾿Αντιόχειαν ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν· ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώιος, διεφέροντο δέ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί· μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον. ᾿Εν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες ἀνὰ τὴν ᾿Αλεξάν-δρειαν ἅμα ᾿Αθανασίῳ καὶ Εὐσεβίῳ τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. ὁμοούσιόν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν· οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει.
his leadership had taken place; and for the sake of clarity, having gathered all together, they went through them, even if the time of each martyrdom was different. After the return of Athanasius, Lucifer of Caralis in Sardinia and Eusebius of Vercellae among the Ligurians in Italy returned from Upper Thebes; for there, under Constantius, they had been ordered to remain perpetually in exile. For the correction of ecclesiastical affairs, by common agreement, Eusebius went to Alexandria, so that together with Athanasius he might convene a synod for the confirmation of the decrees of Nicaea; but Lucifer, having sent a deacon with Eusebius to represent him at the synod, arrived in Antioch and found the church there in turmoil; for it was divided by those of the Arian heresy, led by Euzoius, and, as previously mentioned, the partisans of Meletius were also at odds with those of the same faith; and before the latter had returned from exile, he ordained Paulinus as bishop. At this time, bishops from many cities, gathering in Alexandria together with Athanasius and Eusebius, confirmed the decrees of Nicaea. They confessed the Holy Spirit as consubstantial with the Father and the Son, and named the Trinity; and they introduced the doctrine that the man whom the divine Logos assumed must be considered perfect not only in body but also in soul, just as the ancient ecclesiastical philosophers had held.
ἐπεὶ δὲ ἡ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττεν καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο, ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταὐτὸν δόξῃ τις τρισὶ προση5.12.5 γορίαις καλεῖν, ἀλλ' ἕκαστον ἰδίᾳ νοοῖτο τριχῇ. καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν ᾿Αλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν· ἀπολογούμενος δὲ ἐν τούτοις ᾿Αθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε. Καὶ διαλυθείσης τῆς συνόδου παραγενόμενος Εὐσέβιος εἰς ᾿Αντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταὐτὸν συνιέναι Παυλίνῳ οὐκ ἠνείχοντο, ἀλλ' ἰδίᾳ ἐκκλησίαζον. χαλεπῶς δὲ ἐνεγκών, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν εἰς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν, οὐδετέρῳ δὲ μέρει κοινωνήσας ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν. ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ὁ δὲ Παυλῖνος ἔνδον μετὰ τῶν οἰκείων· πρᾶον γὰρ ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα τιμῶν Εὐζώιος ὁ τῆς ᾿Αρείου αἱρέσεως προεστὼς οὔτ' ἐξέβαλε καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν. Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν ᾿Αντιοχείας. ὑβρισμένος δὲ παρ' αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε καὶ κοινωνεῖν αὐτῷ διεφέρετο·
Since the inquiry concerning substance and hypostasis was disturbing the churches, and there were frequent disputes and debates about these matters, it seems to me that they very wisely determined not to use these terms of God from the very beginning, except when someone might attempt to refute the opinion of Sabellius, so that, from a lack of terms, one might not appear to call the same thing by three appellations, but each might be understood individually in a threefold manner. And such was the decision of those who assembled at that time in Alexandria. In his defense concerning his own flight, Athanasius set forth the discourse he wrote on this matter. And when the council was dissolved, Eusebius, arriving in Antioch, found the people in discord. For those who favored Meletius would not assemble together with Paulinus, but held their own church services. Taking it ill that the ordination had taken place improperly, contrary to the common consent, he made no open reproach, honoring Lucifer, and communed with neither party, but promised to correct the grievances of each in a council. While he was striving to unite the multitude in harmony, Meletius returned from exile, and finding those who held his views separated, he held church services with them outside the city; but Paulinus remained within with his own followers. For Euzoius, the leader of the Arian heresy, respecting him as a man of gentle life and venerable age, neither expelled him and assigned one church to him. Eusebius, having failed in his endeavor, departed from Antioch. Lucifer, offended because he had not accepted the ordination of Paulinus, was angry and refused to commune with him.
καὶ ὡς ἐξ ἔριδος τὰ δόξαντα τῇ συνόδῳ ἐν ᾿Αλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ' αὐτοῦ καλουμένων Λουκιφεριανῶν· οἱ γὰρ ἐπὶ τούτοις αὐτῷ συναχθόμενοι σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου, ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν ᾿Αλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσι, ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ εἰς Σαρδανίαν ἀφίκετο. Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιιὼν τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν· ἔπειτα δὲ σπουδάζων καὶ ᾿Ιλλυριοὺς διῆλθε καὶ εἰς ᾿Ιταλίαν ἧκεν. ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν ῾Ιλάριον, ὃς Πικτάβων (πόλις δὲ ἥδε ᾿Ακοιτανίας) ἐπίσκοπος ἦν· ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν ᾿Ιταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν· καὶ γὰρ
δὴ καὶ ἐλλόγιμος τῇ ῾Ρωμαίων γλώττῃ ἐγένετο καὶ λόγους ἀξιοχρέους, ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς ᾿Αρείου δόγμασιν. ὧδε μὲν ῾Ιλάριος οὗτος καὶ Εὐσέβιος ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν. ᾿Εν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν ᾿Ελεύσιός τε καὶ Εὐστάθιος καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους τινὰς ἐποιήσαντο.
and attempted to slander the decisions of the council at Alexandria as if from contentiousness. This indeed became the pretext for the heresy of those called Luciferians after him; for those who shared his distress over these matters separated themselves from the church. He himself, although overcome by grief, since through the deacon whom he had sent with Eusebius he agreed to abide by what had been done at Alexandria by the council, being of one mind with the universal church, arrived in Sardinia. Eusebius, meanwhile, traveling throughout the East, corrected those who had been negligent in the faith and taught them what they ought to believe; then, being zealous, he also passed through Illyricum and came to Italy. There he found Hilary, who was bishop of Pictavi (this is a city of Aquitania), already having accomplished these things; for he had returned earlier from exile and had taught the Italians and Gauls which doctrines ought to be accepted and which avoided; and indeed he was also eloquent in the Latin tongue and wrote worthy treatises, as has been said, contending against the doctrines of Arius. Thus Hilary and Eusebius together in the western region consolidated the doctrine of the council of Nicaea. Meanwhile, those around Macedonius, among whom were Eleusius, Eustathius, and Sophronius, having already begun to be openly called Macedonians as a distinct body, having obtained license by the death of Constantius, summoned those who had been of like mind with them at Seleucia and held some councils.
καὶ τοὺς ἀμφὶ ᾿Ακάκιον καὶ τὴν βεβαιωθεῖσαν ἐν ᾿Αριμήνῳ πίστιν ἀπεκήρυξαν, τῇ δὲ ἐν ᾿Αντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. ἐγκαλούμενοι δὲ τί δή ποτε πρὸς τοὺς ἀμφὶ ᾿Ακάκιον διαφέρονται, πρότερον αὐτοῖς ὡς ὁμοδόξοις κοινωνοῦντες, τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο, ὡς «οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον, ᾿Αέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ' οὐσίαν ἀνόμοιον· ἃ ἀμφότερα ἔκνομα· καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις πατρὸς καὶ υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι, ὁ δὲ σφόδρα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα φύσεως διίστα τὴν οἰκειότητα»· σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καθ' ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων. καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο. ῾Ο δὲ βασιλεὺς πυθόμενος ἐκκλησιάζειν ᾿Αθανάσιον ἐν τῇ ᾿Αλεξανδρέωνἐκκλησίᾳ καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη καὶ πολλοὺς ῾Ελλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς ᾿Αλεξανδρείας. μένοντι δὲ ἐν ταύτῃ μεγίστας προηγόρευσε ζημίας, πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθείς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς· μὴ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου φυγαδευθεῖσιν, ἀλλ' εἰς τὰς πατρίδας μόνον.
and they denounced those around Acacius and the faith confirmed at Ariminum, and they voted in favor of the creed set forth at Antioch and later ratified by them at Seleucia. When accused of why they differed from those around Acacius, having previously communed with them as of like mind, they replied through Sophronius the Paphlagonian as follows: "Those in the West glorified the homoousion, while Aetius in the East held the anomoion according to substance; both are unlawful. And the former confusedly wove the individual hypostases of Father and Son into a unity by the name of the homoousion, while the latter violently separated the kinship of the Son's nature from the Father." They themselves, they said, were pious in declaring the Son to be like the Father according to hypostasis, and they had chosen this middle path between the two, each of which had gone to the extreme of the opposite. And they attempted to defend themselves in this way to those who blamed them. But the emperor, learning that Athanasius was holding church services in the church of the Alexandrians and fearlessly teaching the multitudes and persuading many Greeks to convert to Christianity, ordered him to leave Alexandria. He threatened him with the greatest penalties if he remained there, using as a pretext for the charges that, having been condemned to exile by the emperors before him, he had not been permitted to return, yet he had taken possession of the episcopal throne; for he had not allowed those banished by Constantius to return to the churches, but only to their homelands.
διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ' αὐτὸν τὴν τῶν Χριστιανῶν πληθύν «θαρρεῖτε», ἔφη, «νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται»· καὶ τοῦτο εἰπὼν συνετάξατο, καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος ἐξῆλθε τῆς ᾿Αλεξανδρέων πόλεως. ᾿Εν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων καὶ τῆς ἐπανορθώσεως τῶν ῾Ελληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς τῆς περὶ τὰ ἱερὰ προνοίας, πάντα παρέσχεν ὧνπερ ἐδέησαν. καὶ ᾿Ελεύσιον δὲ τὸν παρ' αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμηνάμενον τοῖς ναοῖς καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα καὶ χηροτροφεῖα κατασκευάσαντα καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον καὶ τοὺς ῾Ελληνιστὰς πείθοντα τῶν πατρίων ἀμελεῖν. ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς μὴ ἐπιβαίνειν Κυζίκῳ, αἰτίαν ἐπαγαγὼν ὡς εἰκὸς αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι, συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν καὶ τῶν δημοσίων ἐριουργῶν καὶ τῶν τεχνιτῶν τοῦ νομίσματος. οἳ πλῆθος ὄντες καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι ἐκ προστάγματος τῶν πρὶν βασιλέων ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων, οἱ δὲ νεουργῶν νο5.15.8 μισμάτων. ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν ῾Ελληνισμόν, βιάζεσθαι μὲν ἢ τιμωρεῖσθαι τοὺς δήμους μὴ ἐθέλοντας θύειν ἀβουλίας νενόμικε.
For this reason, since he was about to flee the emperor’s decree, seeing the multitude of Christians around him in tears, he said, “Take courage, for it is a little cloud, and it will quickly pass.” And having said this, he took his leave, and entrusting the church to the more zealous of his friends, he departed from the city of Alexandria. At this time, when the people of Cyzicus sent an embassy to the emperor concerning their own affairs and the restoration of the Hellenic temples, he praised them for their care regarding the sacred places and granted everything they needed. He also imprisoned Eleusius, their bishop of the city, on the grounds that he had damaged the temples, insulted the sacred precincts, built poorhouses, established convents of sacred virgins, and persuaded the Hellenists to neglect their ancestral customs. He further forbade the foreign Christians with him from setting foot in Cyzicus, alleging as a pretext that they would likely cause sedition on account of their religion, since the Christians from the city, as well as the public wool-workers and the mint artisans, who thought similarly about the divine, would join with them. These, being a multitude and divided into two populous guilds by decree of previous emperors, together with their wives and families, resided throughout Cyzicus, paying each year a fixed tax to the public treasury—some for military cloaks, others for newly minted coinage. For since he had resolved by every means to establish Hellenism, he considered it imprudent to force or punish the populace who were unwilling to sacrifice.
σχολῇ γὰρ ἂν τοσούτων καθ' ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο· οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυε. ᾔδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ προ5.15. αιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα. τοὺς δὲ κληρικοὺς καὶ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν
ἀπελαύνειν τῶν πόλεων ἔσπευδε, τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους, ὥστε μήτε τοὺς ἐκκλησιάζοντας μήτε τοὺς διδάσκοντας ἔχειν μήτε μυστηρίων μεταλαμβάνειν καὶ τῷ πολλῷ χρόνῳ εἰς λήθην ἐμπεσεῖν τῆς οἰκείας θρησκείας, σκηπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη ἄγουσιν. οὕτως οὖν οὔτε στάσεως γενομένης οὔτε γίνεσθαι προσδοκωμένης ἐξιέναι Κυζίκου τὸν ᾿Ελεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε. Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τίτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσοι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τίτος καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ ῾Ελληνικῷ πλήθει τὸ Χριστιανικόν, ἠρεμεῖν δὲ τοῦτο καὶ ταῖς αὐτοῦ παραι5.15.12 νέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν. ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δήμῳ τὸν Τίτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντος· καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον.
For it would have been a slow process for the magistrates merely to count the number of so many in each city; nor did he even prevent them from assembling and praying according to their own will. For he knew that matters requiring voluntary choice for their establishment could never be accomplished by force. He was eager to drive the clergy and the presidents of the churches from the cities, in truth, by their absence, contriving to dissolve the assemblies of the people, so that they would have neither those who gathered for church nor those who taught, nor would they partake of the mysteries, and with the passage of time they would fall into forgetfulness of their own religion, while he pretended that the clergy were leading the multitudes into dissension. Thus, then, although no sedition had occurred nor was expected to occur, he ordered Eleusius and those with him to depart from Cyzicus. He also urged the people of Bostra, by a public proclamation, to drive Titus, the then bishop of the church there, from their city. For when he threatened to hold him and the clergy responsible if the multitude should become seditious, Titus sent a letter to the emperor and testified that the Christian multitude was equal to the Greek multitude, but that it was quiet and, led by his own exhortations, contemplated nothing seditious. And from such words, contriving to make Titus an object of enmity with the people, he wrote to the people of Bostra, slandering him as having become an accuser of the multitude, since it was not from its own will but because of his exhortations that it was not seditious; and he incited the people to drive him from the city as an enemy.
Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός, τὰ μὲν κατὰ πρόσταγμα τοῦ βασιλέως, τὰ δὲ ἐξ ὀργῆς καὶ προπετείας δήμων· ἐφ' οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων· οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας, ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν μέμφεσθαι λόγοις δοκῶν ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας· ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί. Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων καὶ ὁ ἐμὸς πάππος. καθότι πατρὸς ῞Ελληνος ὤν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους ᾿Αλαφίωνος Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελέᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ πάνθεον ὡς ἐπὶ ἀκροπόλεως χειροποιήτου τινὸς λόφου κείμενον καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον. συμβάλλων δὲ οἶμαι τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν ῾Ελλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι, διὰ τὸν τοῦ πανθέου ναόν. λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις ῾Ιλαρίων ὁ μοναχός· δαιμονῶντος γὰρ ᾿Αλαφίωνος τούτου, ἐπεὶ ἐπὶ πολύ τινες ῞Ελληνες καὶ ᾿Ιουδαῖοι ἐπῳδαῖς καὶ περιεργίαις τισὶ χρησάμενοι οὐδὲν ἤνυον, ὁ δὲ μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος τὸ δαιμόνιον ἀπή5.15.16 λασεν, εἰς τὴν Χριστιανῶν μετεβάλοντο θρησκείαν.
Such things likely happened in many other places as well, some by order of the emperor, others from the anger and rashness of the populace. Even so, one might attribute the cause of these events to the ruler, for he did not subject those who broke the law in this way to the laws, but, seeming to reproach them in words out of hatred for the religion, he encouraged by his deeds those who did such things. Hence, even though he did not persecute, Christians fled from cities and villages. Many of my ancestors and my grandfather took part in this flight. For, though his father was a Greek, he himself with his whole household and the descendants of Alaphion became the first Christians in the village of Bethelea in the territory of Gaza, which was populous and had temples venerable in antiquity and construction for its inhabitants, especially the Pantheon, situated on a kind of man-made hill like an acropolis and rising above the entire village from all sides. I infer that the place derived its name from this, and, translated from the Syriac language into Greek, it is called "dwelling of the gods" because of the temple of the Pantheon. It is said that Hilarion the monk became the cause of Christianity for these households; for when this Alaphion was possessed by a demon, and for a long time some Greeks and Jews, using incantations and various curious arts, accomplished nothing, he, merely invoking the name of Christ, drove out the demon, and they changed to the religion of the Christians.
διέπρεψε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι καὶ ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν καὶ οἷος γνῶναι ὧν δεῖ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. ὅθεν κεχαρισμένος εἰσάγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν ᾿Ασκάλωνα καὶ Γάζαν καὶ τοῖς πέριξ Χριστιανοῖς ὡς ἀναγκαῖος τῇ θρησκείᾳ καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων. τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους σχολῇ γ' ἄν τις τὴν ἀρετὴν διηγήσαιτο· πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. ἐκ ταύτης δὲ τῆς γενεᾶς μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοί, οἷς ἤδη πρεσβύταις νέος ὢν συνεγενόμην. ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ. ῾Ο δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν ῾Ελληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ. ναοὶ μὲν γὰρ ἠνεῴγεισαν, καὶ θυσίαι καὶ ῾Ελλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν· ἠνιᾶτο δὲ λογιζόμενος ὡς, εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν· οὐχ ἥκιστα δὲ ἤχθετο καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας.
My maternal grandfather excelled in exegesis and interpretation of the holy scriptures, being naturally gifted and able to discern what was necessary, and having been moderately educated in a rational manner, so that he was not unacquainted with arithmetic. Hence he was exceedingly well regarded by the Christians throughout Ascalon and Gaza and the surrounding regions, as one indispensable to the faith and who easily resolved the ambiguities of the holy scriptures. As for those from the other branch of the family, one could scarcely recount their virtue at leisure; for they were the first to establish churches and monasteries there, and they adorned them with dignity and hospitality toward strangers and the needy. From this lineage, good men survived even down to our own time, with whom, when they were already old, I associated as a young man. But these matters must be mentioned later. The emperor, however, having long been eager to maintain Hellenism throughout his dominions, was distressed to see it being outshone by Christianity. For temples had been opened, and sacrifices and the ancestral festivals of the Greeks in the cities seemed to proceed according to his wishes; but he was vexed, reasoning that if these were stripped of his zeal, they would quickly undergo a change. He was not least annoyed by hearing that many priests' wives, children, and servants were becoming Christians.
ὑπολαβὼν δὲ τὸν Χριστιανισμὸν τὴν σύστασιν ἔχειν ἐκ τοῦ βίου καὶ τῆς πολιτείας τῶν αὐτὸν μετιόντων, διενοεῖτο πανταχῇ τοὺς ῾Ελληνικοὺς ναοὺς τῇ παρασκευῇ καὶ τῇ τάξει τῆς Χριστιανῶν θρησκείας διακοσμεῖν, βήμασί τε καὶ προεδρίαις καὶ ῾Ελληνικῶν δογμάτων καὶ παραινέσεων διδασκάλοις τε καὶ ἀναγνώσταις, ὡρῶν τε ῥητῶν καὶ ἡμερῶν τεταγμέναις εὐχαῖς, φροντιστηρίοις τε ἀνδρῶν καὶ γυναικῶν φιλοσοφεῖν ἐγνωκότων καὶ καταγωγίοις ξένων καὶ πτωχῶν καὶ τῇ ἄλλῃ περὶ τοὺς δεομένους φιλανθρωπίᾳ τὸ ῾Ελληνικὸν δόγμα σεμνῦναι, ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν· οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δή ποτε διιόντας, καὶ παρ' οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι οἷά γε γνωρίμους καὶ φιλαιτάτους διὰ τὴν τοῦ συμ5.16.4 βόλου μαρτυρίαν. ταῦτα διανοούμενος ἐσπούδαζε τοὺς ῾Ελληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. ἀλλ' ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ' αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τῶν εἰρημένων τὴν ἀπόδειξιν. γράφει γὰρ ὧδε· «᾿Επιστολὴ ᾿Ιουλιανοῦ βασιλέως ᾿Αρσακίῳ ἀρχιερεῖ Γαλατίας. ῾Ο ῾Ελληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα καὶ κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος (ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν ᾿Αδράστεια)· τὴν γὰρ ἐν ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότερον ἐτόλμα.
Having concluded that Christianity derived its strength from the life and conduct of its adherents, he planned to adorn the Hellenic temples everywhere with the preparation and order of Christian worship—with pulpits, seats of honor, teachers of Hellenic doctrines and exhortations, readers, fixed hours and appointed days for prayers, monasteries for men and women who had chosen to philosophize, hostels for strangers and the poor, and the other philanthropy toward the needy—to exalt the Hellenic doctrine; to prescribe proportionate correction for voluntary and involuntary sins according to Christian tradition, through repentance; and not least, he is said to have emulated the tokens of episcopal letters, by which it was customary for strangers traveling anywhere, wherever they arrived, to be received and cared for as if they were acquaintances and close friends, because of the testimony of the symbol. With these thoughts in mind, he was eager to accustom the Hellenists to the practices of Christians. But since this may seem incredible to many, I will provide proof not from elsewhere but from the emperor's own words. For he writes thus: "Letter of Emperor Julian to Arsacius, High Priest of Galatia. Hellenism is not yet proceeding according to our intention, because of its adherents; for the things of the gods are splendid and great and superior to every prayer and every hope (may Adrasteia be gracious to our words); for such a great and momentous change in a short time no one would have dared to pray for a little while ago.
τί οὖν; ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ' ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ' ἀνέχοιντο τῶν οἰκετῶν ἢ τῶν υἱέων ἢ τῶν Γαλιλαίων γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ ἀπειθοῦντας ἐξώθει. Ξενοδοχεῖα καθ' ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν' ἀπολαύσωσιν οἱ ξένοι τῆς παρ' ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ὅστις ἂν δεηθῇ. χρημάτων δ' ὅθεν εὐπορήσεις, ἐπινενόηταί μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ἐξυπηρετουμένους ἀνα"λίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέ5.16.11 μεσθαι παρ' ἡμῶν.
What then? Do we think these things are sufficient, and do we not see that atheism has been greatly increased by philanthropy toward strangers, by care for the burial of the dead, and by the feigned solemnity in life? Each of these, I think, must be truly practiced by us. And it is not enough that you alone be such, but absolutely all who are priests in Gaul must be so; either shame them, or persuade them to be zealous, or remove them from priestly service, if they do not approach the gods with their wives, children, and servants, but tolerate their household slaves, sons, or Galilean wives blaspheming the gods and preferring atheism to piety. Then exhort a priest not to frequent the theater, nor to drink in a tavern, nor to preside over any base and shameful craft or occupation; honor those who obey, and expel those who disobey. Establish hostels in every city, many of them, so that strangers may enjoy our philanthropy—not only our own people, but anyone else who may be in need. As for money, from where you will procure it, I have for the present devised a plan. For I have ordered that thirty thousand modii of grain and sixty thousand xestai of wine be given annually throughout all Gaul; of these, I declare that a fifth should be spent on the poor who serve the priests, and the rest should be distributed by us to strangers and beggars.
αἰσχρὸν γάρ, εἰ τῶν μὲν ᾿Ιουδαίων οὐδὲ εἷς μεταιτεῖ, τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, οἱ δὲ ἡμέτεροι τῆς παρ' ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιντο. δίδασκε δὲ καὶ συνεισφέρειν τοὺς ῾Ελληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ τὰς ῾Ελληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς ῾Ελληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. ῞Ομηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα· ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε· δόσις δ' ὀλίγη τε φίλη τε. μὴ δὴ τὰ παρ' ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις ξυγχωροῦντες αὐτοὶ τῇ ῥαθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ
καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ' ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι εἰσὶ καὶ κενόδοξοι. Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς·
It is shameful, for not even one of the Jews begs, but the impious Galileans support not only their own but also ours, while our own appear in need of assistance from us. Teach the Hellenists also to contribute to such liturgies, and the Greek villages to offer first fruits of the harvest to the gods, and accustom the Greeks to such good works, teaching them that this was long ago our task. Homer at any rate has represented this, making Eumaeus say: "Stranger, it is not right for me, even if a worse man than you should come, to dishonor a stranger; for all strangers and beggars are from Zeus; and the gift is small but dear." Let us not, by allowing others to rival our own goods, disgrace ourselves through indolence, but rather let us sell out reverence for the gods. If I should learn that you are doing these things, I will be full of joy. See the governors rarely at your house, and for the most part write to them. When they enter the city, let none of the priests go out to meet them, but when they visit the temples of the gods, let them be within the forecourts. Let no soldier precede them inside, but let whoever wishes follow; for as soon as he comes to the threshold of the sacred precinct, he becomes a private citizen. For you rule, as you know, over those within, since the divine law demands this. And those who obey are truly reverent toward the gods, while those who cling to pride are vainglorious and empty-headed. I am ready to help Pessinus, if they make the mother of the gods propitious to themselves.
ἀμελοῦντες δὲ αὐτῆς οὐ μόνον οὐκ ἄμεμπτοι, ἀλλά, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ' ἡμῶν ἀπολαύσωσι δυσμενείας. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἐλεαίρειν ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ' ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.» ῾Ο μὲν δὴ βασιλεὺς τοιαῦτα ποιῶν καὶ γράφων ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας οὔτε πείθειν παντελῶς οἷός τε ἦν περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς ῾Ελληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικόν, τὸ μὲν δι' ἑαυτοῦ, τὸ δὲ διὰ τῶν ἀρχόντων ἐπαγόμενος. ἀτεχνῶς δὲ διὰ πάντων ἑλληνίζειν προσεθίζων μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα τὸ κορυφαῖον τῶν ῾Ρωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν. ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ Δία μὲν οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα, ῎Αρεα δὲ καὶ τὸν ῾Ερμῆν εἰς αὐτὸν βλέποντας καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς ῾Ελληνικὸν ὁρᾷ σέβας παρεμμίγνυσθαι ταῖς εἰκόσιν, ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις.
Neglecting her, they are not only blameless, but—not to speak bitterly—may they not even enjoy our hostility. For it is not lawful for me to receive or pity men who are hateful even to the immortal gods. Persuade them, then, if they care for my protection, to become suppliants of the mother of the gods, all together. So the emperor, doing and writing such things, thought he would easily change his subjects willingly in their belief. And while striving earnestly for the overthrow of the Christian religion, he was neither entirely able to persuade, nor did he openly resort to force, lest he seem tyrannical. Yet he did not slacken in his zeal, but contrived every means, drawing his subjects, especially the military, toward Hellenism, partly by himself and partly through his officials. And by accustoming them to Hellenize in all things without exception, he decided to change the foremost of the Roman standards back to its former form, which Constantine, by divine command, as previously stated, had transformed into the symbol of the cross. In his public images, he took care to have Zeus depicted as appearing from heaven and offering him a crown and purple robe, the symbols of royalty, while Ares and Hermes looked toward him and, as if with their gaze, bore witness that he was good in speech and warlike. He ordered these and all other things pertaining to Greek worship to be mingled with the images, so that under the pretext of the customary honor paid to the emperor, the depicted figures might be worshipped unnoticed.
ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν· ἐνενόει γὰρ ὡς, εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν ἐθέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν· εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν ὡς περὶ τὰ ἔθη ῾Ρωμαίων νεωτερίζοντας καὶ εἰς πολιτείαν καὶ βασιλείαν ἐξαμαρτάνοντας. ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν δόλον, καὶ ὡς ἔθος ἦν οὐκ ἠνείχοντο προσκυνεῖν· τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ' ἀγνοίας ἢ γνώμης ἀπεριέργου νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι καὶ ἁπλούστερον ταῖς εἰκόσι προσῄεσαν. βασιλεῖ δὲ πλέον οὐδὲν ἠνύετο. καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσαγάγοιτο τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου· περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων. ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις (γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς ῾Ρωμαίων ἱερομηνίαις καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις), λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν καὶ ὑπὸ συνήθους πλεονεξίας ῥᾳδίως ἡττᾶται χρημάτων, καθέζεται ἐπὶ τῇ δόσει τῶν χρημάτων. τῶν δὲ ἐπὶ ταύτῃ παριόντων ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον πρότερον θυμιᾶν. προὔκειτο γὰρ πλησίον λίβανος καὶ πῦρ, ὡς δὴ τοῦτο πάλαι ῾Ρωμαίοις νενομισμένον. ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο καὶ οὔτε
I used the ancient customs with all cunning and was eager to steal the will of his subjects. For he reasoned that if he persuaded them, he would more readily undertake whatever he wished thereafter; but if he found them disobedient, he would punish them without mercy as innovators against Roman customs and offenders against the state and the empire. Few, then, who were also punished, understood the deceit and, as was their custom, refused to prostrate themselves; but the multitude, as is usual, either from ignorance or from an uncritical mind, thought they were simply obeying an ancient law and approached the images more simply. But nothing more was accomplished for the emperor. And when this device had been tried, he did not give up, but continued contriving everything to bring his subjects to worship like himself. What he devised then is not inconsistent with what has been said; it was attempted more openly than the previous and more violently, and it became a pretext for courage for not a few of those serving in the palace. For when the time came for the emperor to give gifts to the soldiers (this occurs generally on Roman holidays and on the birthdays of emperors and empresses of cities), reasoning that the military is simple and naive by nature and easily overcome by habitual greed for money, he sat down at the distribution of the money. And as each of those passing by for this purpose approached, those standing by the emperor ordered him first to offer incense. For frankincense and fire were placed nearby, as if this had long been customary for the Romans. There, some fearlessly displayed their courage and neither
θυμιᾶσαι οὔτε δῶρον παρὰ τοῦ βασιλέως λαβεῖν ἠνέσχοντο, οἱ δὲ προσχήματι νόμου καὶ ἀρχαιότητος οὐδὲ εἰς νοῦν ἔλαβον ὃ ἡμάρτανον, οἱ δὲ τῷ φαινομένῳ κέρδει δελεασθέντες ἢ δέει καὶ θορύβῳ προκατειλημμένοι ἐκ τῆς παραυτίκα ἀναφανθείσης σκηνῆς, εἰ καὶ συνῆκαν ἑλληνίζοντες, τὸ μὴ τοῦτο παθεῖν οὐ διέφυγον. τῶν δ' αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ λέγονταί τινες, τὴν δαῖτα ὡς εἱστιῶντο, φιλοφρονούμενοι οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν. ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων «θαυμαστόν», ἔφη, «ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέος ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ πυρὶ τὸν λίβανον ἐπιτεθείκατε.» ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον βοῶντες καὶ δεδακρυμένοι καὶ θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι, ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴ γε ὅλως εἰπεῖν ἔστι, μόνην ἑλληνίσαι τὴν χεῖρα μὴ συμπραξάσης τῆς διανοίας. ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν· μὴ μεταμεληθήσεσθαι γάρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν· ἀφελόμενος δὲ τῆς στρατείας ἐξεώσατο τῶν βασιλείων. Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν ἀφορμῆς λαβόμενος·
they would not endure to burn incense or accept a gift from the emperor, while others, under the pretext of law and antiquity, did not even consider what they were doing wrong. Some, enticed by apparent gain or seized by fear and confusion from the scene that suddenly appeared, even if they understood they were acting as pagans, did not escape suffering this fate. Of those who fell into this sin through ignorance, it is said that some, while feasting and being entertained as is customary at drinking parties, and toasting one another, invoked Christ over their cups. But one of the banqueters remarked, "It is strange that you invoke Christ, whom you denied a short while ago when you accepted the gift from the emperor and placed the incense on the fire." As soon as they heard this and realized what they had done, they immediately leaped up and ran publicly, shouting and weeping, calling upon God and all men to witness that they were Christians and would remain so, and that they had acted in ignorance of what had happened—if indeed it can be said that only their hand had acted as a pagan, without the consent of their mind. When they came before the emperor, they threw down the gold he had given, and very bravely demanded to receive back their own gift, and that they themselves be put to death; for they would not repent if, for what their right hand had sinned unintentionally, their whole body should pay the penalty for Christ's sake. The emperor, though he bore it with difficulty, refrained from killing them, lest they be deemed worthy of the honors of martyrdom; but he removed them from military service and expelled them from the palace. He held this same opinion concerning all Christians, taking it as a pretext.
ὅπου γε καὶ μηδὲν ἐγκαλεῖν ἔχων παραιτουμένοις θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν, καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου· οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παρ' ῞Ελλησι ποιητὰς καὶ συγγρα5.18.2 φέας οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾶν. ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως ᾿Απολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος, Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας, ἄλλοι τε ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζή5.18.3 λουν τὴν ἐν Νικαίᾳ δόξαν, οἱ δὲ ἐκ τῆς ᾿Αρείου ὥρμηντο αἱρέσεως. ἐντεῦθεν οὖν μόνον δημιουργεῖσθαι τὸ πεῖθον οἰόμενος οὐ συνεχώρει τοῖς Χριστιανοῖς ἐν τοῖς τῶν ῾Ελλήνων ἀσκεῖσθαι μαθήμασιν· ἡνίκα δὴ ᾿Απολινάριος οὗτος εἰς καιρὸν τῇ πολυμαθείᾳ καὶ τῇ φύσει χρησάμενος, ἀντὶ μὲν τῆς ῾Ομήρου ποιήσεως ἐν ἔπεσιν ἡρῴοις τὴν ῾Εβραϊκὴν ἀρχαιολογίαν συνεγράψατο μέχρι τῆς Σαοὺλ βασιλείας καὶ εἰς εἰκοσιτέσσαρα μέρη τὴν πᾶσαν πραγματείαν διεῖλεν, ἑκάστῳ τόμῳ προσηγορίαν θέμενος ὁμώνυμον τοῖς παρ' ῞Ελλησι στοιχείοις κατὰ τὸν τούτων ἀριθμὸν καὶ τάξιν. ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας, καὶ τὴν Εὐριπίδου τραγῳδίαν καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. καὶ ἁπλῶς εἰπεῖν ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπόνεσεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας ἤθει τε καὶ φράσει καὶ χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίας τοῖς παρ' ῞Ελλησιν ἐν τούτοις εὐδοκιμήσασιν·
even when he had nothing to blame in those who refused to sacrifice, he begrudged them the right of citizenship, and would not allow them to share in assemblies and markets, nor to act as judges or magistrates, nor to partake of honors; nor did he permit their children to be thoroughly taught the poets and prose writers among the Greeks, nor to attend the teachers of these. For he was greatly distressed by Apollinarius the Syrian, who was equipped with manifold learning and a variety of eloquence, and by Basil and Gregory the Cappadocians, who surpassed the orators of that time, and by very many other learned men besides these, of whom some were zealous for the faith of Nicaea, while others belonged to the heresy of Arius. Hence, thinking that persuasion could be produced only in this way, he did not allow Christians to be trained in the studies of the Greeks. At that time this Apollinarius, using his great learning and natural ability opportunely, composed the Hebrew antiquities in heroic verse instead of the poetry of Homer, down to the reign of Saul, and divided the entire work into twenty-four parts, giving each volume a title corresponding to the letters of the Greek alphabet, according to their number and order. He also composed comedies resembling the dramas of Menander, and imitated the tragedy of Euripides and the lyric poetry of Pindar. And, to speak simply, taking the subjects from the divine scriptures for the so-called encyclical studies, he labored in a short time to produce works equal in number and equivalent in character, style, form, and arrangement to those of the Greeks who had been distinguished in these fields.
ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν ᾿Απολιναρίου σπουδὴν ἐπῄνουν καὶ ἐδιδάσκοντο, ταύτῃ πλέον αὐτοῦ τὴν εὐφυΐαν θαυμάζοντες, ὅσῳ γε τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν, ὁ δὲ τὰ πάντων ἐπιτηδεύσας ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου ἀρετὴν ἀπεμάξατο. οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα ἤτοι τοὺς παρ' ῞Ελλησι φιλοσόφους ἐστὶν αὐτοῦ λόγος, ὃν ῾Υπὲρ ἀληθείας ἐπέγρα-ψεν· ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας ἔδειξεν αὐτοὺς ἀποβουκο5.18.7 ληθέντας τοῦ δέοντος περὶ θεοῦ φρονεῖν. τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν· «ἀνέγνων, ἔγνων, κατέγνων», τοὺς δὲ πρὸς ταῦτα
ἀντιγράψαι· «ἀνέγνως, ἀλλ' οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.» εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάντι τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι, καὶ οὐκ ἀπεικός· ἀλλ' εἴτε αὐτοῦ εἴτε ἄλλου ταῦτά ἐστι, δίκαιον ἀνδρείας καὶ παιδεύσεως ἄγασθαι τὸν γράψαντα. ῾Ο δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων ἧκεν εἰς ᾿Αντιόχειαν τὴν Σύρων· ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο, ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος ἐπὶ ἥττονι ἢ ἔδει τιμήματι τὰ ἐπ' ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν. ἐκφυγόντων δὲ τῶν καπήλων τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν, ᾿Αντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι τὸν βασιλέα ὕβριζον καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα.
So that, if people did not honor antiquity and consider customary things dear, they would, I think, equally praise and learn from the zeal of Apollinaris as they do from the ancients, admiring his natural talent all the more in that each of the ancients devoted himself to only one thing, while he, having practiced all, in a time of pressing need reproduced the virtue of each. Nor is his discourse ignoble, addressed either to the emperor himself or to the philosophers among the Greeks, which he entitled "On Behalf of the Truth"; in it, even without the testimony of the sacred scriptures, he showed that they had been led astray from right thinking about God. For the emperor, mocking the bishops then prominent, wrote thus: "I have read, I have understood, I have condemned"; and they replied: "You have read, but you have not understood; for if you had understood, you would not have condemned." There are those who attribute this letter to Basil, who presided over the churches in Cappadocia, and this is not unlikely; but whether it is his or another's, it is right to admire the writer for his courage and learning. The emperor, eager to campaign against the Persians, came to Syrian Antioch. When the populace cried out that provisions were plentiful but sold at a high price, the emperor, I think out of ambition to win over the people, ordered that the goods in the marketplace be sold at a lower price than was proper. But the merchants fled, provisions ran out, and the Antiochenes, taking this badly, insulted the emperor, mocking his beard for being long and the coinage because it bore the image of a bull.
τὸν γὰρ κόσμον ἐπίσης τῶν ὑπτίων ταύρων ὑπ' αὐτῷ ἡγεμόνι ἀνατετράφαθαι ἐπετώθαζον. ὁ δὲ τὰ πρῶτα ὀργισθεὶς ἠπείλει ᾿Αντιοχέας κακῶς ποιήσειν, καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. ὑπερφυῶς δέ πως τοῦ θυμοῦ μεταβαλλόμενος λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο, κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν Μισοπώγωνα ἐπέγραψε, κατὰ ᾿Αντιοχέων διεξελθών. Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο καὶ τὸ ῾Ελληνικὸν κρατύνειν ἐσπούδαζεν. οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος καὶ τὸν ἐν Δάφνῃ νεὼν τοῦ ᾿Απόλλωνος, ἄξιον ἀφηγήσασθαι· ἄρξομαι δὲ ἐντεῦθεν. Δάφνη, τὸ ἐπίσημον τῆς ᾿Αντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν, ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. ὑπὸ δὲ τοῖς δένδροισιν ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ εἴδη ἀνθέων ἡ γῆ φέρει. ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχῇ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν· ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων καὶ ὡρῶν εὐκρασίᾳ καὶ προσηνῶν ἀνέμων πνοιαῖς. ἐνταῦθα δὲ παῖδες ῾Ελλήνων μυθεύουσι Δάφνην τὴν Λάδωνος τοῦ ποταμοῦ ἐξ ᾿Αρκαδίας φεύγουσαν ᾿Απόλλω τὸν ἐραστὴν εἰς ὁμώνυμον αὐτῇ φυτὸν μεταβαλεῖν, τὸν δὲ μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης καὶ δένδρον οὖσαν περιπτύξασθαι καὶ τῇ προσεδρείᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον εἴπερ τι ἄλλο κεχαρισμένον αὐτῷ. τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ Δάφνῃ ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο.
For they mocked him, saying that the world had been turned upside down by him as leader, just as with prostrate bulls. At first he was angry and threatened to harm the Antiochenes, and he prepared to move to Tarsus. But somehow, having changed from his anger in an extraordinary way, he defended himself against the insult with words alone, delivering a very beautiful and most urbane speech, which he entitled Misopogon, against the Antiochenes. He treated Christians in the same way there as well, and he was eager to strengthen Hellenism. What then happened concerning the shrine of the martyr Babylas and the temple of Apollo in Daphne is worthy of narration; I will begin from this point. Daphne, the famous suburb of Antioch, flourishes with a grove of many cypresses, and is also variegated with other plants intermingled with the cypresses. Beneath the trees, the earth bears fragrant and manifold kinds of flowers in succession of the seasons. A kind of roof, rather than a shade, surrounds the place everywhere, the density of the branches and leaves not allowing the sun's ray to strike the ground. It is pleasant and very lovely, with an abundance and beauty of waters, and a temperate climate, and the breezes of gentle winds. Here the children of the Greeks mythologize that Daphne, the daughter of the river Ladon, fleeing from Arcadia from Apollo her lover, was changed into a plant bearing her name, and that he, not even thus freed from his passion, was crowned with the branches of his beloved, and embracing her even as a tree, and by his constant attendance honored the place as much as any other dear to him. In such a suburb as Daphne, it was considered shameful for respectable people to set foot.
ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥᾳστώνην ἐπιτηδεία καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη ἀφορμῆς διπλοῦν ἀπετέλει τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα χαλεπῶς ἐξεκαίοντο καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾶν ἀνεχόμενοι. ᾧ γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν Δάφνῃ ἐτύγχανεν, ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει καὶ ὥσπερ τι ἄγος ἢ ἀποτρόπαιος φευκτέος ἦν. καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς ῾Ελληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν· ἦν γὰρ ἐνθάδε Δαφναίου ᾿Απόλλωνος περικαλλὲς ἄγαλμα καὶ νεὼς μεγαλοφυῶς τε καὶ φιλοτίμως ἐξειργασμένος, ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν ᾿Αντιόχου πατέρα, ᾧ ἐπώνυμός ἐστιν ἡ ᾿Αντιοχέων πόλις. ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν Δελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. ἀμέλει τοι καὶ ᾿Αδριανῷ ἔτι ἰδιω5.1.11 τεύοντι τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι. φασὶ γὰρ αὐτὸν φύλλον δάφνης ἐμβάψαντα τῇ πηγῇ ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγήν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον. ᾿Αλλὰ ταῦτα μέν, οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων· ἐπεὶ δὲ Γάλλος ὁ ᾿Ιουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου ἐν ᾿Αντιοχείᾳ διῆγε,
The location and nature of the place were well-suited for ease, and the subject of the myth, being erotic, took a small pretext and produced a double passion in the corrupted youths. For they used the myths as an excuse for licentiousness, were fiercely inflamed, and proceeded without restraint to dissolute acts, being unable to practice self-control or to endure the sight of self-controlled persons. For anyone whose life was spent outside a beloved in Daphne was considered foolish and graceless, and was to be shunned like some pollution or abomination. Moreover, this place was held in reverence and high esteem by the Hellenists; for there was a beautiful statue of Apollo Daphnaeus and a temple magnificently and lavishly constructed, which, according to tradition, was built by Seleucus, the father of Antiochus, after whom the city of the Antiochenes is named. It was believed by those who honor these things that a prophetic water flowed there from the Castalian spring, which had the same power and name as the one at Delphi. Indeed, it is said that when Hadrian was still a private citizen, his hopes for the empire were foretold here. For they say that he dipped a laurel leaf in the spring and drew forth knowledge of the future, which was revealed in writing on the leaf. After he came to power, he filled in the spring, so that it would not be possible for others to learn the future in advance. But let these matters be accurately recounted by those who care for them. When Gallus, Julian's brother, was appointed Caesar by Constantius and was residing in Antioch,
Χριστιανὸς ὢν καὶ ἐς τὰ μάλιστα πρεσβεύων τοὺς ὑπὲρ τοῦ δόγματος μεμαρτυρηκότας, ἔγνωκεν ῾Ελληνικῆς δεισιδαιμονίας καὶ ὕβρεως ἀκολάστων ἀνθρώπων τοῦτον ἐκκαθᾶραι τὸν χῶρον. ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα Βαβύλα τοῦ μάρτυρος, ὃς εὖ μάλα λαμπρῶς ἐπε5.1.14 τρόπευσε τὴν ᾿Αντιοχέων ἐκκλησίαν καὶ ἐμαρτύρησεν. ἐξ ἐκείνου δὲ λόγος μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον· ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο, ἔδειξε δὲ τὰ μετὰ ταῦτα, ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς οὐ ξυνεχώρει τοῦτο ποιεῖν. καὶ γὰρ ᾿Ιουλιανοῦ μόνου κρατοῦντος τῆς ῾Ρωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων οὐδὲν ἧττον ἠρέμει, καὶ τὸ τελευταῖον χρήσας ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν. ἐπειδὴ γὰρ ἐβεβούλευτο ὁ βασιλεύς, περὶ ὧν οἱ ἐδόκει, πειραθῆναι τοῦ ἐνθάδε μαντείου, παραγενόμενος εἰς τὸ ἱερὸν ἀναθήμασι καὶ θυσίαις φιλοτίμως ἐτίμα τὸ δαιμόνιον καὶ ἐδεῖτο περὶ ὧν ἐσπούδαζε μὴ ἀμελεῖν. ὁ δὲ περιφανῶς μὲν ὡδὶ οὐκ ἐδήλωσε μὴ δύνασθαι χρησμῳδεῖν διὰ Βαβύλαν τὸν μάρτυρα γειτνιῶντα τῇ θήκῃ· νεκρῶν δέ, ἔφη, ἀνάπλεών ἐστι τὸ χωρίον, καὶ κατὰ τοῦτο κωλύεσθαι προϊέναι τοὺς χρησμούς. πολλῶν δὲ καὶ ἄλλων κειμένων ἐν Δάφνῃ νεκρῶν συμβαλὼν ὁ βασιλεὺς τὸν μάρτυρα μόνον ἐμποδὼν γίνεσθαι τοῖς χρησμοῖς, προσέταξε μετακινηθῆναι τὴν θήκην.
Being a Christian and especially revering those who had borne witness for the faith, he decided to cleanse this place of Greek superstition and the insolence of licentious men. Supposing that he would easily prevail if he set up a house of prayer there instead, he transferred to Daphne the coffin of the martyr Babylas, who had presided over the church of Antioch with great distinction and had suffered martyrdom. From that time, it is said, the demon did not deliver oracles as usual. At first, this seemed to happen because it lacked the sacrifices and worship it had previously received, but later events showed that the martyr, being nearby, did not permit this. For when Julian alone ruled the Roman world, the demon, partaking of libations, burnt offerings, and an abundance of sacrifices, was no less silent, and finally, by delivering an oracle, it itself revealed the cause of its previous silence. When the emperor had decided, as seemed good to him, to test the oracle there, he came to the temple and zealously honored the demon with offerings and sacrifices, and entreated it not to neglect the matters about which he was eager. The demon did not openly declare that it could not deliver oracles because of the martyr Babylas, who was nearby in his coffin, but said that the place was full of corpses, and that for this reason the oracles were prevented from issuing forth. Since many other dead lay in Daphne, the emperor inferred that only the martyr was an obstacle to the oracles, and he ordered the coffin to be moved.
συνελθόντες οἱ Χριστιανοὶ εἵλκυσαν τὴν θήκην ἐπὶ τὴν πόλιν ὡσεὶ στάδια τεσσαράκοντα, οὗ νῦν ὁ μάρτυς κεῖται, δεδωκὼς ἀπ' αὐτοῦ τὴν προσηγορίαν τῷ τόπῳ. φασὶ δὲ τότε ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ παρθένους, γέροντάς τε καὶ παῖδας, οἳ τὴν σορὸν εἷλκον, παρακελευομένους ἀλλήλοις παρὰ πᾶσαν τὴν ὁδὸν διατελέσαι ψάλλοντας, πρόφασιν μὲν τῇ ᾠδῇ τοὺς ἱδρῶτας ἐπικουφίζοντας, τὸ δὲ ἀληθὲς ὑπὸ ζήλου καὶ προθυμίας κεκινημένους τῷ μὴ τὴν αὐτὴν γνώμην ἔχειν αὐτοῖς τὸν κρατοῦντα περὶ τὸ θεῖον. ἐξῆρχον δὲ τῶν ψαλμῶν τοῖς ἄλλοις οἱ τούτους ἀκριβοῦντες, καὶ ξυνεπήχει τὸ πλῆθος ἐν συμφωνίᾳ καὶ ταύτην τὴν ῥῆσιν ἐπῇδεν· «ᾐσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς καὶ οἱ πεποιθότες τοῖς εἰδώλοις.» 5..1 ᾿Εκ τούτου δὲ κινηθεὶς πρὸς ὀργὴν ὁ βασιλεὺς ὡς ὑβρισμένος τιμωρεῖσθαι τοὺς Χριστιανοὺς ἐβεβούλευτο. Σαλούστιος δὲ ὁ τὴν ὕπαρχον ἐξουσίαν ἐπιτετραμμένος, καίπερ ῞Ελλην ὑπάρχων, οὐκ ἐπῄνεσε τὴν βούλησιν, 5..2 ἀντιτείνειν δὲ μὴ ἔχων τὸ βασιλέως ἐπίταγμα εἰς ἔργον ἤγαγεν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν καὶ δεσμίους ἐποίησεν· ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγών (Θεόδωρος δ' ὄνομα ἦν αὐτῷ) τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν. ὁ δὲ ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος οὐχ ἡττήθη τῶν βασάνων οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν, ἀλλ' ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος ὡς θεατὴς τῶν ἐπ' αὐτῷ γινομένων καρτερικῶς τὰς πληγὰς ἐδέχετο· αὖθίς τε τὸν αὐτὸν μελῳδῶν ψαλμὸν ὃν καὶ τῇ προτεραίᾳ, μὴ μεταμέλειν αὐτῷ τούτων, ἐφ' οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε.
The Christians gathered together and dragged the coffin to the city, about forty stadia, where the martyr now lies, having given his name to the place from himself. They say that then men and women, youths and maidens, old men and children, who were dragging the bier, encouraging one another, continued singing psalms along the entire road, on the pretext of lightening their toil by the song, but in truth moved by zeal and eagerness because the ruler did not hold the same opinion as they did concerning the divine. Those who were skilled in these psalms led the singing for the others, and the multitude joined in harmony and chanted this verse: "All who worship graven images and those who trust in idols were put to shame." 5.1 Moved to anger by this, as if insulted, the emperor planned to punish the Christians. But Sallustius, who had been entrusted with the prefectural authority, although a Greek, did not approve of the plan, 5.2 and not being able to oppose the emperor's command, he carried it out. On the next day he arrested many of the Christians and put them in bonds; and first he brought forward a certain young man (Theodore was his name) and fastened him to the torture rack. He, though struck for a long time with claws, was not overcome by the tortures nor did he entreat the prefect, but presenting himself as feeling no pain, he endured the blows steadfastly as a spectator of what was done to him; and again singing the same psalm as on the previous day, he showed by his deeds that he did not repent of those things for which he was being judged.
5..3 καταπλαγεὶς δὲ τὴν ἔνστασιν τοῦ νεανίου ὁ ὕπαρχος ἐλθὼν πρὸς τὸν βασιλέα εἶπε τὰ γενόμενα, καὶ εἰ μὴ θᾶττον παύσαιτο τῆς ἐπιχειρήσεως, σφᾶς αὐτοὺς καταγελάστους ἔσεσθαι, τοὺς δὲ Χριστιανοὺς ἐνδοξοτέρους ποιήσειν. ἄμει5..4 νον δὲ τοῦτο δόξαν, οἱ συλληφθέντες ἀφείθησαν τῶν δεσμῶν. λέγεται δὲ πυνθανομένων μετὰ ταῦτά τινων, εἴπερ αἴσθησιν τῶν βασάνων ἐκείνων εἶχεν, εἰπεῖν τὸν Θεόδωρον ὡς πάντῃ μὲν ἀνώδυνος οὐκ ἦν, παρεστὼς δέ τις αὐτῷ νεανίας κατέπαυε τὰς ἀλγηδόνας, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας ἀπομάττων καὶ ὕδωρ ἐπιχέων ψυχρότατον, ᾧ τὰς φλεγμονὰς ἔπαυε καὶ τῶν πόνων ἀνέψυχε. δοκεῖ δέ μοι οὐκ ἀνθρώπου μόνου, εἰ καὶ μάλα γενναῖος ἦν, μὴ καὶ θείᾳ ῥοπῇ ἐπικουρουμένου, τοσοῦτον ὑπεριδεῖν τοῦ σώματος. 5..5 ῾Ο μὲν δὴ μάρτυς Βαβύλας ἐκ τῆς εἰρημένης αἰτίας κατῳκίσθη ἐν
Δάφνῃ καὶ πάλιν μετετέθη· οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ Δαφναίου ᾿Απόλλωνος πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε, γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους εἴασε καὶ τοὺς κίονας, οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ· οἱ δὲ ῞Ελληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα. 5..6 ταύτης δὲ τῆς ὑπονοίας κρατούσης ἄγεται εἰς δικαστήριον ὁ τοῦ ᾿Απόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν· δεσμώτης τε γενόμενος καὶ πολλὰς ὑπομείνας πληγὰς χαλεπῶς τε αἰκισθεὶς οὐδένα κατεμήνυσεν·
The prefect, astounded at the young man's steadfastness, went to the emperor and reported what had happened, saying that unless he quickly desisted from the undertaking, they would make themselves objects of ridicule and render the Christians more renowned. Deeming this better, those who had been arrested were released from their bonds. It is said that when some later inquired whether he had felt those tortures, Theodore replied that he was not entirely without pain, but that a certain young man stood by him, allaying the pains, wiping away the sweat with a very fine cloth and pouring on very cold water, with which he stopped the inflammations and refreshed him from the labors. It seems to me that not even a man, however noble, could have so disregarded his body without the aid of divine influence. Now the martyr Babylas, for the reason stated, was interred in Daphne and then translated again; not long after this happened, a fire fell unforeseeably upon the temple of the Daphnaean Apollo and consumed the entire roof and the statue itself, leaving bare only the walls, the precincts, and the columns which supported the propylaea and the opisthodomus. To the Christians it seemed that, at the martyr's request, a heaven-sent fire had fallen upon the demon; the pagans, however, spread the story that the deed was the work of Christians. While this suspicion prevailed, the priest of Apollo was brought to trial as one who would reveal the perpetrator of the arson; and having been put in bonds, endured many blows, and been cruelly tortured, he denounced no one.
ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ μὴ κατ' ἐπιβουλὴν ἀνθρωπείαν, ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. 5..7 Καὶ τὰ μὲν ὧδε ἔσχεν· ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν Δάφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ τοῦ Διδυμαίου ᾿Απόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστίν, ἔγραψε τῷ ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι, εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι. ᾿Εμοὶ δὲ τῶν ἐπὶ ᾿Ιουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῇ Φιλίππου (Φοίνισσα δὲ αὕτη πόλις ἣν Πανεάδα ὀνομάζουσιν) ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο ἴδιον ἀντέ5.21.2 στησε. βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί· καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν τοιοῦτος ἕστηκε τῆς κεραυνίας αἰθάλης πλήρης. τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα τότε μὲν οἱ ῾Ελληνισταὶ σύροντες κατέαξαν, μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται. ἀπὸ δὲ τῆς βάσεως ἐφ' ᾗ ἵστατο οὗτος ὁ ἀνδριάς, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδὲ εἷς ἔγνω τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἰατρῶν ἢ ἐμπείρων.
The Christians insisted especially that it was not by human contrivance, but by divine wrath that heavenly fire had fallen upon the temple. So matters stood thus. And, as I think, from what happened at Daphne on account of the martyr Babylas, the emperor, learning that there were houses of prayer in honor of martyrs near the temple of the Didymaean Apollo, which is before Miletus, wrote to the governor of Caria: if they had a roof and a sacred table, to burn them down; if the buildings were unfinished, to raze them from the foundations. I must also relate that event among the things that happened under Julian, a sign of the power of Christ and a proof of the divine wrath against the ruler. For when he learned that in Caesarea Philippi (this is a Phoenician city which they call Paneas) there was a famous statue of Christ, which the woman with the hemorrhage, cured of her affliction, had set up, he removed this and set up his own in its place. A violent fire from heaven fell and cut through the area around the chest of the statue, struck down the head together with the neck, and fixed it face downward where the broken part of the chest is; and from that time until now it stands thus, full of the soot of the thunderbolt. The statue of Christ was then dragged away and broken by the Hellenists, but afterwards the Christians collected it and placed it in the church, where it is still preserved. From the base on which this statue stood, as Eusebius relates, a certain plant grew as a remedy against all kinds of sufferings and diseases, the form of which no one among the physicians or experts in our inhabited world has recognized.
ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα τοῦ θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκός, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα· καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. Πόλις ἐστὶ τῆς Παλαιστίνης ἡ νῦν καλουμένη Νικόπολις. ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος καὶ ᾿Εμμαοῦς προσαγορεύει, ῾Ρωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν ῾Ιεροσολύμων καὶ τὴν κατὰ τῶν ᾿Ιουδαίων νίκην Νικόπολιν ἀνηγόρευσαν, ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν. πρὸ ταύτης τῆς πόλεως παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τίς ἐστι σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρω5.21.7 ποί τε καὶ τὰ ἄλλα ζῷα διαφόροις νόσοις κάμνοντα. λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς ἐνθάδε ἀπονίψασθαι τοὺς πόδας, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ. Καὶ δένδρου δὲ τῆς καλουμένης περσίδος ἐν ῾Ερμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν τι τοῖς κάμνουσι προσαπτόμενον. λέγεται γὰρ παρ' Αἰγυπτίοις, ἡνίκα διὰ τὸν ῾Ηρῴδην ἔφυγεν ὁ ᾿Ιωσὴφ παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν παρθένον, ἐλθεῖν εἰς τὴν ῾Ερμούπολιν, ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν ἐπὶ τὸ ἔδαφος κλῖναι καὶ προσκυνῆσαι.
It seems to me that there is no wonder in the fact that, when God sojourned among men, extraordinary benefactions occurred. For there are many other marvels in cities and villages which, as is likely, have been accurately known only to the local inhabitants, being known from ancient tradition. And that this is true, I shall immediately demonstrate from the following. There is a city of Palestine now called Nicopolis. This place, while still a village, is known to the holy book of the Gospels and is called Emmaus. The Romans, after the capture of Jerusalem and the victory over the Jews, proclaimed it Nicopolis, and they named it thus from what happened. Before this city, by the crossroads, where Christ, walking with Cleopas after the resurrection from the dead, joined them as if hastening to another village, there is a healing spring, in which men and other animals suffering from various diseases wash away their afflictions. For it is said that Christ, coming from a journey, came to the spring with his disciples and washed his feet there, and from that time the water became a remedy for sufferings. And of the tree called persea in Hermopolis of the Thebaid, they say that a twig or leaf or a small piece of its bark, when applied to the sick, drives away many diseases. For it is said among the Egyptians that when Joseph, taking Christ and the holy virgin Mary, fled because of Herod, they came to Hermopolis, and as they entered by the gate, this tree, being very large, could not bear the sojourn of Christ and bent down to the ground and worshipped.